TLG 2020 003 :: THEODOSIUS :: Περὶ γραμματικῆς [Sp.] (fort. auctore Theodoro Prodromo) THEODOSIUS Gramm. Περὶ γραμματικῆς [Sp.] (fort. auctore Theodoro Prodromo) Citation: Page — (line) | ||
1(1t) | ΘΕΟΔΟΣΙΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ | |
2t | ΠΕΡΙ ΓΡΑΜΜΑΤΙΚΗΣ. | |
---|---|---|
1 | Ἡ τῶν παρ’ Ἕλλησι στοιχείων εἰσαγωγὴ ἀπὸ τοῦ ἄλεφ γέγονεν, ἑβραϊκοῦ πρώτου στοιχείου, ὃ ἑρμη‐ νεύεται μάθησις, ἐντελλόμενον τῷ εἰσαγομένῳ παιδὶ καὶ λέγον μάθε· ἀφ’ οὗ ἄλεφ. Καὶ αὐτοὶ δὴ οἱ Ἕλ‐ | |
5 | ληνες ὁμοίως μιμησάμενοι τὸ ἄλφα κεκλήκασι καὶ συν‐ εξεφωνήθη ἡ φράσις τῆς ἑβραΐδος διαλέκτου τῇ ἑλ‐ ληνίδι διαλέκτῳ· ἵνα γὰρ εἴπῃ τῷ παιδὶ ἀντὶ τοῦ μάθε, ζήτει· τοῦτο γὰρ ἑρμηνεύεται τὸ ἄλφα· τὸ γὰρ ἀλφεῖν ζητεῖν λέγεται κατὰ τὴν ἑλληνίδα διάλεκτον· | |
10 | ἀλλὰ καὶ ὡς πρώτου ὄντος στοιχείου τοῦ ἄλφα καὶ ἀπὸ θεοῦ δοθέντος τῷ γένει τῶν ἀνθρώπων, τοῦ ἀνοί‐ ξαντος στόμα εἰς σύνεσιν τῶν γραμμάτων, ἔδει καὶ τὴν ἐκφώνησιν ἐκ φύσεως διὰ τοῦ μεγάλου ἀνοίγμα‐ τος γίνεσθαι αὐτοῦ, ἄλφα δηλαδή· τὰ δ’ ἄλλα τῶν | |
15 | στοιχείων διὰ βραχείας ἐκφωνήσεως καὶ ἀνοίξεως τοῦ στόματος ἐκφωνοῦνται καὶ ἀπαγγέλλονται. Οὐκ εἶχον δὲ γράμματα οἱ Ἕλληνες ἐξαρχῆς· ἀλλὰ διὰ Φοινίκων γραμμάτων ἔγραφον τὰ ἑαυτῶν. Πρῶτος τοίνυν ἦν ὁ Παλαμήδης ὁ ἀρξάμενος εὑρίσκειν ὕστερον τὰ ἑλλη‐ | |
20 | νικὰ γράμματα· εὗρε δὲ ἑκκαίδεκα μόνον στοιχεῖα· τουτέστιν Α. Β. Γ. Δ. Ε. Ι. Κ. Λ. Μ. Ν. Ο. Π. | |
Ρ. Σ. Τ. Υ. Κάδμος δὲ ὁ Μιλήσιος μετὰ ταῦτα προσέ‐ | 1 | |
2 | θηκεν αὐτοῖς καὶ ἄλλα τρία γράμματα, τὸ Θ καὶ τὸ Φ καὶ τὸ Χ· διὸ πολλῷ τῷ χρόνῳ τοῖς ἐννεακαίδεκα στοιχείοις ἐχρῶντο· ὅθεν οἱ ἀρχαῖοι μὴ ἔχοντες τὸ Ψ τὴν ψαλίδα πσαλίδα ἔγραφον καὶ ἔλεγον, ἄλλως δέ | |
5 | τε καὶ πολλὰ ἄλλα. ἔπειτα Σιμωνίδης ὁ Κεῖος εὑ‐ ρὼν τὸ Η καὶ Ω μέγα προσέθηκε τοῖς ἄλλοις· μετέπειτα τὸ Ζ, τὸ Ξ, τὸ Ψ, καὶ οὕτως ἐπληρώθησαν τὰ εἰκο‐ σιτέσσαρα γράμματα τῶν Ἑλλήνων, ἃ καὶ στοιχεῖα λέγονται· ὅθεν ὁ Ὅμηρος οὐκ ἐξηκολούθησε τῷ ἀρι‐ | |
10 | θμῷ τῶν εἰκοσιδύο γραμμάτων τῶν παρ’ Ἑβραίοις, ἀλλὰ διὰ τῶν εἰκοσιτεσσάρων γραμμάτων τε καὶ στοι‐ χείων τῶν ἑλληνικῶν ἐτύπωσε καὶ αὐτὸς τὴν ἰδίαν ποίησιν τῆς Ἰλιάδος· ὡσαύτως καὶ τὴν Ὀδύσσειαν, αἵτινες ῥαψῳδίαι προσαγορεύονται. | |
15 | Γράμμα ἐστὶ σημεῖον στοιχείου, ὃ καταλαμβά‐ νεται γραφῆς σχήματι ποιῷ ἢ ποσῷ· ἤγουν ὅταν γρά‐ φωμεν προς εἴποιμεν ἂν ταῦτα καὶ στοιχεῖα καὶ γράμ‐ ματα· γράμματα μέν, ὅτι γράφονται· στοιχεῖα δέ, ὅτι ἀναγιγνώσκονται· εἰ δὲ γράψομεν ρπσο εἴποιμεν | |
20 | ἂν ταῦτα γράμματα μέν, ὅτι γράφονται· οὐδαμῶς δὲ στοιχεῖα, ὅτι οὐκ ἀναγιγνώσκονται, οὐδὲ κατὰ τάξιν πορεύονται· ὅθεν γράμματα ἀπὸ τοῦ γέγραμμαι, πρώ‐ του προσώπου τοῦ παθητικοῦ παρακειμένου, οὗ τὸ θέμα γράφω· διὸ καὶ διὰ δύο μμ γράφονται· ὅτε | |
25 | μὲν γὰρ εἰς φα λήγει ὁ ἐνεργητικὸς παρακείμενος, τότε διὰ δύο μμ γράφεται ὁ παθητικὸς παρακείμενος. Στοιχεῖόν ἐστι μέρος ἐλάχιστον, ἀμερὲς τῆς ἐγ‐ γραμμάτου φωνῆς· ἀμερὲς δὲ εἶπε, διότι τὸ στοιχεῖον οὐ μερίζεται, ὥσπερ μερίζεται ὁ λόγος εἰς λέξεις, αἱ | |
30 | δὲ λέξεις εἰς συλλαβάς, αἱ δὲ συλλαβαὶ εἰς τὰ στοιχεῖα· τὰ δὲ στοιχεῖα ἀμέριστά εἰσιν· φωνῆς δὲ εἶπεν ἐγ‐ | |
γραμμάτου διὰ τὰς φωνὰς τὰς ἀγραμμάτους. | 2 | |
3 | Πόσα παρέπεται τῷ στοιχείῳ; ἕξ· ὄνομα· σχῆμα. χαρακτήρ. Θέσις· ἐκφώνησις καὶ δύναμις. ὄνομα μὲν ὡς ὅταν εἴπωμεν τοῦ πρώτου στοιχείου τὸ ὄνομά ἐστιν ἄλφα, τοῦ δευτέρου βῆτα, τοῦ τρίτου γάμμα, τοῦ | |
5 | τετάρτου δέλτα καὶ τὰ ἑξῆς· σχῆμα δέ, ὅτι ἄλλα μέν εἰσιν ἁπλᾶ, ἄλλα δὲ σύνθετα, ὡς τὸ Ζ Ξ Ψ. χα‐ ρακτὴρ δέ, ὅτι τὰ μὲν διὰ μιᾶς γραμμῆς συντελοῦνται ὡς τὸ Ι, τὰ δὲ διὰ δύο ὡς τὸ Γ, τὰ δὲ διὰ τριῶν, ὡς τὸ Δ καὶ τὰ ἑξῆς· Θέσις δέ, ὅτι τὰ μὲν ἔχουσι | |
10 | δύναμιν προτάσσεσθαι ὥστε ἄλλα μὲν ἔλαβον ἐκ φύσεως τὴν πρώτην θέσιν, ἄλλα δὲ τὴν δευτέραν. Ἐκφώνησις δέ, ὅτι ἄλλως μὲν ἐκφωνεῖται τὸ Α, ἄλλως δὲ τὸ Β, ἄλλως δὲ τὸ Γ. Καὶ πάλιν ἐκφώνησιν λέγο‐ μεν παρέπεσθαι τῷ στοιχείῳ, ὅτι τὰ φωνήεντα ἀφ’ | |
15 | ἑαυτῶν ἐκφωνεῖται, καὶ οὐ δέονταί τινος ἑτέρου πρὸς ἐκφώνησιν· τὰ δὲ σύμφωνα διὰ τῆς συναλοιφῆς τῶν φωνηέντων τὴν ἐκφώνησιν ἔχουσιν. Δύναμιν δέ, ὅτι τὰ μὲν ψιλοῦνται, τὰ δὲ δασύνονται, καὶ τὰ μὲν ἐκ‐ τείνονται, τὰ δὲ συστέλλεται, καὶ τὰ μὲν ὀξύνονται, | |
20 | τὰ δὲ βαρύνονται. διατί προτέτακται πρῶτον τὸ ἄλφα, ἔπειτα τὸ β καὶ γ καὶ τὰ ἑξῆς; Καὶ λέγομεν, ὅτι τὰ ἑπτὰ φωνήεντά εἰσι τιμιώτερα τῶν συμφώνων, καθὸ ἀποτελοῦσι φωνὴν καθ’ ἑαυτά. Καὶ διαιροῦνται μὲν κατὰ τὴν πρώτην αὐτῶν διαίρεσιν εἰς τρία, εἰς μακρά, | |
25 | εἰς βραχέα καὶ εἰς δίχρονα. Καὶ μακρὰ μὲν δύο, Η καὶ Ω μέγα, βραχέα δὲ δύο, Ε ψιλὸν καὶ Ο μικρόν, δίχρονα δὲ τρία, Α. Ι. Υ. Ἀπὸ μὲν γὰρ τῶν μακρῶν οὐκ ἤρξατο, ὅτι ὁ Κεῖος Σιμωνίδης ὕστερον τοῦ Παλαμήδους ἐφεῦρεν αὐτά. Συζεύξας γὰρ δύο Π | |
30 | διὰ μακρᾶς κεραίας ἐν τῷ μέσῳ, ἐσχημάτισε τὸ Η. Ὁμοίως καὶ δύο Ο Ο συζεύξας, ἐσχημάτισε τὸ Ω μέγα, | |
ὅθεν καὶ μεταγενέστερά εἰσι καὶ οὐκ ἔδει ἀπὸ τῶν | 3 | |
4 | μεταγενεστέρων ἄρξασθαι. Οὐδὲ μὴν ἀπὸ τῶν βραχέων ἤρξατο, ὅτι μονόχρονά εἰσιν· ἐλείπετο οὖν ἐκ τῶν διχρόνων τὴν ἀρχὴν ποιήσασθαι· ἐπειδὴ καὶ τοῖς μα‐ κροῖς ἰσοδυναμοῦσιν ἐκτεινόμενα, καὶ τοῖς βραχέσι | |
5 | συστελλόμενα· ἀπὸ δ’ αὐτῶν τῶν τριῶν τούτων δι‐ χρόνων οὐκ ἔδει προτάξαι τὸ Ι· ἀλλ’ οὐδὲ τὸ Υ, ἐπεὶ ὑποτακτικά εἰσιν· ἐλείπετο ἄρα τὸ Α, προτακτικὸν ὄν, ποιήσασθαι τὴν ἀρχὴν τῶν στοιχείων καὶ πρῶτον τῶν λοιπῶν ἁπάντων ταχθῆναι, καὶ λοιπὸν ἐκ τούτου | |
10 | τὴν ἀρχὴν ἐποιήσαντο. Καὶ ἄλλως· Πάντα τὰ δισύλ‐ λαβα τῶν στοιχείων εἰς αὐτό, τὸ Α δηλαδή, καταλή‐ γουσι· καὶ ὅτι ἐκ τριῶν γραμμάτων σύγκειται Α. ὁ δὲ τρίτος ἀριθμὸς ἀρχὴ πλήθους ἐστί, λέγω δὴ πάν‐ των τῶν ἄλλων στοιχείων. καὶ ὅτι τῶν φωνηέντων ἃ | |
15 | μὲν κεχηνότων τῶν χειλέων λέγομεν, ὡς τὸ Η, ἃ δὲ μύοντες τὰ χείλη λέγομεν, ὡς τὸ Υ, Ο. Ἐπεὶ οὖν τὸ Α τὴν κίνησιν ἔχει κατὰ ἀμφότερα, καὶ κεχηνότων καὶ μυόντων τῶν χειλέων ἐκφωνεῖται, τούτου χάριν ἐκ τῶν φωνηέντων αὐτὸ προτέτακται. Καὶ μάλιστα | |
20 | ἐκ τοῦ ὀνόματος αὐτοῦ γιγνώσκομεν, ὅτι πρῶτον τῶν ἄλλων στοιχείων εὑρέθη· ἀλφεῖν γὰρ τὸ εὑρίσκειν ση‐ μαίνει, ὅθεν καὶ ἄλφα· τουτέστι τὸ πρῶτον τῶν ἄλ‐ λων στοιχείων εὑρεθέν· ἄλλως τε καὶ τὰ νήπια εὐθέως τικτόμενα ἐν τῷ κλαίειν τὴν ἐκφώνησιν τοῦ ἄλφα λέ‐ | |
25 | γουσιν, οἷον ἆ, ἆ, ὅθεν καὶ ἀφ’ ἑαυτοῦ ἄρχεται καὶ εἰς αὐτὸ λήγει. Καὶ ὅτι Φοινίκων ἐστὶν εὕρεμα· οἱ δὲ Φοίνικες τὴν οἰκίαν ἄλφα καλοῦσί τε καὶ λέγου‐ σιν· ἐπεὶ οὖν ὁ Ἡσίοδος παραινεῖ· Οἶκον μὲν πρώ‐ τιστα θέλε ποιῆσαι· διὰ τοῦτο καὶ πρώτιστα τῶν ἄλ‐ | |
30 | λων τοῦτο τέτακται. Καὶ πάλιν τῶν στοιχείων τὰ μέν εἰσι μονοσύλλαβα, τὰ δὲ δισύλλαβα. Καὶ μονοσύλ‐ | |
λαβα μέν εἰσι τρία καὶ δέκα Ε. Μ. Ν. Ξ. Ο. Π. Ρ. | 4 | |
5 | Τ. Υ. Φ. Χ. Ψ. Ω., δισύλλαβα δὲ ἕνδεκα Α. Β. Γ. Δ. Ζ. Η. Θ. Ι. Κ. Λ. Σ. Δικαίως οὖν τὰ δισύλλαβα προετάχθησαν ἑνὸς μόνου μονοσυλλάβου ἐν αὐτοῖς τε‐ θέντος, τοῦ Ε, τὰ δὲ μονοσύλλαβα ὕστερον ἐτάχθη‐ | |
5 | σαν, ἑνὸς μόνου δισυλλάβου μεταξὺ αὐτῶν τεθέντος, τοῦ Σ. Ὧν τοίνυν δισυλλάβων δικαίως προετάγη τὸ Α δι’ ἃς εἴπομεν αἰτίας, καὶ ὅτι δυνάμεις πολλὰς εὑρίσκεται ἔχειν. Καὶ παρὰ Δωριεῦσι μὲν ἀντὶ τοῦ Ε λαμβάνεται, οἷον Ἄρτεμις κοινῶς καὶ Ἄρταμις δω‐ | |
10 | ρικῶς· καὶ ἀντὶ τοῦ Η, μῆνις κοινῶς καὶ μᾶνις δωρικῶς. Καὶ σημαίνει ἑπτά, στέρησιν, ἐπίτασιν, τὸ ὁμοῦ, τὸ κακόν, τὸ ὀλίγον, ἄθροισιν καὶ πλεονασμόν. Καὶ ταῦτα μὲν περὶ τοῦ Α. Μετὰ δὲ τὸ Α δεύτερον ἐτάχθη τὸ Β καὶ ἔστιν ἐκ | |
15 | τῶν συμφώνων. Καὶ ὥσπερ ἐκ τῶν ἑπτὰ φωνηέντων εἰσὶ τρία δίχρονα Α. Ι. Υ. καὶ τοῖς μὲν μακροῖς φωνήε‐ σιν ἰσοδυναμοῦσιν ἐκτεινόμενα, τοῖς δὲ βραχέσι συ‐ στελλόμενα, ἐκ τούτων δὲ προετάχθη τὸ Α δι’ ἃς εἴ‐ πομεν αἰτίας, οὕτω καὶ ἐκ τῶν συμφώνων τρία εἰσὶ | |
20 | μέσα Β. Γ. Δ. καθὸ ἐπίστανται τὰ πνεύματα, τήν τε δασεῖαν καὶ τὴν ψιλήν· καὶ ὅτε μὲν ἐν τόπῳ κεῖνται ψιλῶν, ὡς ψιλὰ λαμβάνονται· οἷον λεῖβ’ αἴθοπα οἶ‐ νον, λέγ’ αὐτοῖς τὰ αἴσια, ᾆδ’ Ἀκραγαντίνοισι ταῦτα· ὅτε δὲ πάλιν ἐν τόπῳ κεῖνται δασέων ὡς δασέα λαμ‐ | |
25 | βάνονται, οἷον λεῖβ’ ὁσίως σπουδῇ, λέγ’ ἡμῖν τὰ αἴ‐ σια, ᾆδ’ ὥσπερ ἐπαιδεύθης· ὅθεν καὶ μέσα λέγονται τῶν τε δασέων συμφώνων καὶ τῶν ψιλῶν. Καὶ τὸ μὲν βῆτά ἐστι μέσον τοῦ πῖ καὶ φῖ, τὸ δὲ γάμμα μέ‐ σον τοῦ κάππα καὶ χῖ, τὸ δὲ Δ μέσον τοῦ Θ καὶ Τ. | |
30 | Καὶ τὰ παραδείγματα δῆλα, οἷον ἕβδομος ἀπὸ τοῦ ἑπτά· καὶ ὤφειλεν εἶναι ἕπτομος, ἀλλ’ ἐτράπη τὸ Π | |
εἰς τὸ οἰκεῖον αὐτοῦ Β, μέσον γάρ ἐστι τοῦ Π καὶ | 5 | |
6 | Φ· ἐτράπη δὲ καὶ τὸ Τ εἰς τὸ οἰκεῖον αὐτοῦ Δ, ὅτι τὸ Δ μέσον ἐστὶ τοῦ Θ καὶ Τ. Ὄγδοος ἀπὸ τοῦ ὀκτώ· καὶ ὤφειλεν εἶναι ὄκτοος· ἀλλ’ ἐτράπη τὸ Κ εἰς τὸ οἰκεῖον αὐτοῦ Γ, ὅτι τὸ Γ μέσον ἐστὶ τοῦ Κ καὶ | |
5 | Χ, τὸ δὲ Τ ἐτράπη εἰς τὸ οἰκεῖον αὐτοῦ Δ ὅτι τὸ Δ μέσον ἐστὶ τοῦ Θ καὶ Τ. Καὶ πάλιν ἀπὸ τοῦ φέρω καὶ τοῦ νίκη Βερενίκη τροπῇ τοῦ Φ εἰς Β, καὶ ἀπὸ τοῦ χέω καὶ τοῦ λίαν, γέλως, τροπῇ τοῦ Χ εἰς Γ, ὅτι ἀπὸ διακεχυμένης ψυχῆς γίνεται ὁ γέλως. καὶ ἀπὸ | |
10 | οὐθ’ ἕτερον οὐδέτερον ἐν συνθέσει τροπῇ τοῦ Θ εἰς Δ. Καὶ ὤφειλε τὸ Γ ταχθῆναι, μετὰ δὲ τοῦτο τὸ Β· ἐπειδὴ πέφυκε τὸ Β ὑποτάσσεσθαι τῷ Γ, ὡς τὸ λάγβατον, ὃ γίνεται ἀπὸ τοῦ λὰξ βαίνειν, σημαίνει δὲ τὸν τύπον τοῦ ἀπολακτίσματος βαινόμενον· ἀλλ’ ἐπειδὴ τὸ Γ | |
15 | οὐδέποτε προηγεῖται τοῦ Δ ἐν τῇ ἀρχούσῃ, ἀλλ’ ἐν τῷ μέσῳ, οἷον Βδέλλα, Ἕβδομος, τούτου χάριν ὡς πλείονας συντάξεις καταδεξάμενον προετάγη τοῦ Γ τὸ Β. Καὶ μετὰ τὸ Γ ἐτάχθη τὸ Δ, ὅτι ὑποτακτικόν ἐστι καὶ τοῦ Β καὶ τοῦ Γ. Ἔχει δὲ τὸ Β καὶ πλεί‐ | |
20 | στας δυνάμεις· καὶ γὰρ ἀντὶ τοῦ Μ παραλαμβάνεται, ὡς τὸ μολῶ μολήσω καὶ τροπῇ τοῦ Μ εἰς Β βολῶ βολήσω· καὶ ὡς τὸ κυβερνῶ, ὃ γίνεται ἀπὸ τοῦ κῦμα. ἐρευνῶ, κυμερνῶ καὶ τροπῇ τοῦ Μ εἰς Β κυβερνῶ, ὅθεν καὶ κυβερνῆτις· καὶ ὅταν τὸ κρύπτω κύβδω λέ‐ | |
25 | γωμεν, τροπῇ τοῦ Π εἰς τὸ οἰκεῖον αὐτοῦ Β καὶ τοῦ Τ εἰς τὸ οἰκεῖον αὐτοῦ Δ. Τὸ γὰρ Β μέσον ἐστὶ τοῦ Π καὶ Φ, τὸ δὲ Γ μέσον τοῦ Κ καὶ Χ, τὸ δὲ Δ μέ‐ σον τοῦ Θ καὶ Τ, καὶ ὅταν τὴν Φερενίκην Βερενίκην λέγωμεν κατὰ Μακεδόνας, τροπῇ τοῦ Φ εἰς Β, καὶ | |
30 | ἐπειδὴ, ὡς φθάσαντες εἴπομεν, τὸ Β μέσον ἐστὶ τοῦ Π καὶ Φ, ἄρα καὶ ἀμφοτέρων τὸν τόπον ἀναπληροῖ, | |
ἤγουν ἀντ’ ἀμφοτέρων λαμβάνεται. Καὶ ταῦτα περὶ | 6 | |
7 | τοῦ Β Γ Δ. Μετὰ δὲ τὰ μέσα, ἤγουν τὸ Β Γ Δ, ἐτάχθη τὸ Ε· οὐκ ἐτάχθη δέ τι ἐκ τῶν μακρῶν, ὅτι μεταγενέστερά εἰσι τῶν βραχέων ὡς φθάσαντες εἴπο‐ μεν· ἐτάχθη δὲ τὸ Ε καὶ οὐ τὸ Ο μετὰ τὰ μέσα διὰ | |
5 | τὴν συγγένειαν, ἣν ἔχει πρὸς τὸ ἄλφα. τὸ γὰρ Α πολ‐ λάκις εἰς Ε τρέπεται, οἷον γενόμεθα γενόμεθεν αἰολι‐ κῶς καὶ τυπτόμεθα τυπτόμεθεν· καὶ πάλιν τὸ Ε πολ‐ λάκις εἰς Α τρέπεται, οἷον τρέχω τράχω δωρικῶς· καὶ πλέκω ἔπλακον ὁ δεύτερος ἀόριστος· καὶ σπείρω σπερῶ | |
10 | ἔσπαρον ὁ δεύτερος ἀόριστος. Ἐπεὶ οὖν πολλὴν συγ‐ γένειαν ἔχει τὸ Ε πρὸς τὸ Α, εὐλόγως οὐκ ἄλλο φω‐ νῆεν παρελήφθη ἀλλὰ τὸ Ε. Μετὰ δὲ τὸ Ε ἐτάχθη τὸ Ζ, ὅτι συγγένειαν ἔχει πρὸς τὸ Δ. Τὸ γὰρ Ζ ἐκ τοῦ Σ καὶ Δ σύγκειται καὶ | |
15 | εἰς αὐτὰ ἀναλύεται, οἷον Θερίζω Θερίσδω καὶ Ἀθή‐ νασδε Ἀθήναζε. Μετὰ δὲ τὸ Ζ ἐτάχθη τὸ Η, ὅτι συγγένειαν μεγάλην ἔχει τὸ Η καὶ πρὸς τὸ Α καὶ πρὸς τὸ Ε. Καὶ μαρτυροῦσιν οἱ παρωχημένοι, οἷον πᾶς ἐνεστὼς ἀρχόμενος ἀπὸ τοῦ Α, ὡς τὸ ἀγαπῶ, ἀμελῶ, | |
20 | ἀθετῶ καὶ τὰ ὅμοια εἰς Η αὐτὸ τὸ Α τρέπεται ἐν τοῖς παρωχημένοις, οἷον ἠγάπων, ἠγάπηκα, ἠγάπησα, ἠμέλουν, ἠμέληκα, ἠμέλησα, ἠθέτουν, ἠθέτηκα, ἠθέ‐ τησα. Ὁμοίως καὶ πᾶς ἐνεστὼς ἀρχόμενος ἀπὸ τοῦ Ε, ὡς τὸ ἐνέγκω, ἑτοιμάζω καὶ τὰ ὅμοια εἰς Η αὐτὸ | |
25 | τὸ Ε τρέπεται ἐν τοῖς παρωχημένοις, οἷον ἤνεγκον, ἤνεγχα, ἤνεγκα, καὶ ἡτοίμαζον, ἡτοίμακα, ἡτοίμασα. Καὶ πάντοτε μὲν εἰς Η τρέπεται τὸ κατὰ τὴν ἀρχὴν τοῦ ἐνεστῶτος Ε πλὴν δεκατεσσάρων τινῶν σεσημειω‐ μένων. Ἐπεὶ οὖν συγγένειαν ἔχει τὸ Η μετὰ τοῦ Α | |
30 | καὶ μετὰ τοῦ Ε, εὐλόγως ἐνταῦθα παρελήφθη. Τὸ Ἦτα δὲ, τὸ ὄνομα τοῦ στοιχείου δασύνεται, ὅτι παρὰ ἀρχαίοις ὁ τύπος τοῦ Η ἐν τύπῳ δασείας ἔκειτο, ὥσ‐ | |
περ καὶ νῦν τοῖς παλαιοῖς Ῥωμαίοις. | 7 | |
8 | Μετὰ δὲ τὸ Η ἐτάχθη τὸ Θ· τρεῖς γὰρ ἰδέαι τῶν στοιχείων ὕστερον ἐπενοήθησαν· δασέα, μακρὰ καὶ διπλᾶ. Καὶ ἐκ μὲν τῶν διπλῶν ἐλήφθη τὸ Ζ, ἐκ δὲ τῶν μακρῶν τὸ Η· ἐχρῆν οὖν καὶ ἐκ τῶν δασέων | |
5 | παραλαβεῖν· εὐλόγως οὖν μετὰ τὸ Η ἐτάχθη τὸ Θ· ἔχει γὰρ συγγένειαν πρὸς τὸ Η κατὰ τὴν ποσότητα τῶν συλλαβῶν καὶ κατὰ τὴν κατάληξιν. Τὰ γὰρ ἄλλα δασέα, τὸ Φ καὶ τὸ Χ οὔτε κατὰ τὴν ποσότητα τῶν συλλαβῶν οὔτε κατὰ τὴν κατάληξιν ἔχουσι συγγένειαν | |
10 | πρὸς τὸ Η. Μετὰ δὲ τὸ Θ ἐτάχθη τὸ Ι· ἔχει γὰρ πολλὴν συγ‐ γένειαν μετὰ τοῦ Ε· μεγεθύνεται γὰρ τὸ Ε διὰ τῆς προσθήκης τοῦ Ι, οἷον τυφθέντος τυφθεῖσα· καὶ πά‐ λιν διὰ τῆς ἀποβολῆς τοῦ Ι συστέλλεται, οἷον τυπεὶς | |
15 | τυπέντος· ἑκτόρειος ἑκτόρεος· προπερισπᾶται δέ, ὅτι τὰ ὀνόματα τῶν στοιχείων καὶ τἄλλα τῶν οὐδετέρων τὰ εἰς Α λήγοντα καὶ φύσει μακρὰ παραληγόμενα προ‐ περισπῶνται, οἷον βῆτα, ζῆτα, ἰῶτα, βῆμα, δῶμα καὶ τὰ λοιπά. | |
20 | Μετὰ δὲ τὸ Ι τέτακται τὸ Κ· ἐπειδὴ τῶν φωνη‐ έντων τὰ μέν εἰσι ψιλὰ, τὰ δὲ δασέα, τὰ δὲ μέσα· ἐπειδὴ οὖν μετὰ τὸ Η ἐπεισῆλθε στοιχεῖον δασύ, τὸ Θ δηλονότι, ἔδει καὶ μετὰ τὸ Ι ἐπεισελθεῖν στοιχεῖον ψιλόν. Τὰ γὰρ μέσα ἀνώτερα ἐτάγησαν, οὐ τέτακται | |
25 | δὲ τὸ Π, ἀλλ’ οὔτε τὸ Τ, ὅτι συγγένειαν οὐκ ἔχουσι πρὸς τὸ Ι κατὰ τὴν κατάληξιν· τὸ δὲ Κ ἔχει συγγέ‐ νειαν πρὸς τὸ Ι κατὰ τὴν κατάληξιν· εὐλόγως οὖν ἐνταῦθα τέτακται. Μετὰ δὲ τὸ Κ ἐτάχθη τὸ Λ· ἔχει γὰρ συγγένειαν | |
30 | πρὸς τὸ Κ κατὰ τὴν ποσότητα τῶν συλλαβῶν καὶ κατὰ τὴν κατάληξιν· καὶ ὅτι τὸ Λ ὑποτέτακται τῷ Κ κατὰ σύλληψιν, ὡς τὸ κλέος καὶ τὰ ὅμοια. Μετὰ δὲ τὸ Λ ἐτάχθη τὸ Μ· ἔχει γὰρ συγγένειαν πρὸς τὸ Λ, καθὸ | |
ἀμετάβατον· ὅτι τὸ Λ ἀμετάβολόν ἐστιν· ἔχει γὰρ καὶ | 8 | |
9 | οἰκειότητα πρὸς τὴν σύνθεσιν τὸ Μ πρὸς τὸ Λ, ὡς τὸ ἕλμινς καὶ τὰ ὅμοια. Μετὰ δὲ τὸ Μ ἐτάχθη τὸ Ν· ἔχει γὰρ συγγένειαν πρὸς τὸ Μ, καθὸ ἀμετάβολον, καὶ ὅτι ἀεὶ προηγεῖται | |
5 | τὸ Μ τοῦ Ν κατὰ σύλληψιν, ὡς ἐν τῷ μνεία καὶ ἀμνός· καὶ ὅτι τὴν αὐτὴν ποσότητα τῆς συλλαβῆς καὶ ὁμοίωσιν τῆς καταλήξεως ἔχει τὸ Ν τῷ Μ. Μετὰ δὲ τὸ Ν ἐτάχθη τὸ Ξ· ἔχει γὰρ πολλὴν συγγένειαν πρὸς τὸ Κ· ἐκ τοῦ Κ γὰρ καὶ Σ σύγκειται. καὶ ὥσ‐ | |
10 | περ οὖν τὸ Κ, τὸ συγγενὲς τοῦ Ξ, προτέτακται τοῦ Λ Μ Ν, ἐκ τοῦ ἐναντίου αὖ ὑποτέτακται τούτοις τὸ Ξ. Μετὰ δὲ τὸ Ξ φωνῆεν ἐπεισῆλθε τὸ Ο εὐλόγως· ὅτι οὐδέποτε μετὰ τὰ διπλᾶ σύμφωνον ἐπιφέρεται, ἀλλὰ φωνῆεν καὶ ἐν προτακτικῇ συλλαβῇ ὡς τὸ ζητῶ, | |
15 | ψηφῶ, ξυνῶ· καὶ ἐν ὑποτακτικῇ ὡς τὸ Ὀζήλα, ὀψία, ὀξεῖα· οὐ τέτακται δὲ ἐνταῦθα τὸ Υ, ὅτι τὸ Υ ὑπο‐ τακτικόν ἐστι τοῦ Α καὶ τοῦ Ε καὶ τοῦ Ο· καὶ ὥσ‐ περ τὸ Ε προετάγη τοῦ Ι, τοῦ ἔχοντος πρὸς αὐτὸ συγγένειαν· οὕτω καὶ τὸ Ο μικρὸν προετάγη τοῦ Υ, | |
20 | ἔχοντος πρὸς αὐτὸ συγγένειαν· τὸ γὰρ Ο μεγεθυνό‐ μενον διὰ τῆς προσθήκης τοῦ Υ μεγεθύνεται, οἷον λέοντος λέουσι καὶ λέγοντος λέγουσι. Ἀλλ’ οὐδὲ τὸ Ω μέγα ἐτάχθη ἐνταῦθα· ὅτι ὥσπερ τὸ Ε προετάγη τοῦ Η, δι’ ἣν εἴπομεν αἰτίαν ἐκεῖ· οὕτως ἔπρεπε καὶ | |
25 | τὸ Ο μικρὸν προταχθῆναι τοῦ Ω μεγάλου· καθὸ ἀρ‐ χαιότερα τῶν μακρῶν. Μετὰ δὲ τὸ Ο μικρὸν ἐτάχθη τὸ Π· ἔχει γὰρ συγγένειαν πρὸς τὸ Ο κατὰ τὴν πο‐ σότητα τῆς συλλαβῆς· ἔχει γὰρ καὶ οἰκειότητα πρὸς τὴν σύνθεσιν τὸ Π πρὸς τὸ Ο, ὡς τὸ Ὀππιανός, | |
30 | ὄπα, ὀπάζω καὶ τὰ ὅμοια. Μετὰ δὲ τὸ Π ἐτάχθη τὸ Ρ, ἐπειδὴ πέφυκε τὸ Ρ ὑποτάσσεσθαι τῷ Π ὡς ἐν τῷ πρῶτος καὶ τὰ ὅμοια. | |
Μετὰ δὲ τὸ Ρ ἐτάχθη τὸ Σ· ἐπειδὴ εὑρίσκεται | 9 | |
10 | τὸ Σ ὑποτασσόμενον τῷ Ρ, ὡς ἐν τῷ μάκαρς καὶ τὰ ἑξῆς. Μετὰ δὲ τὸ Σ ἐτάχθη τὸ Τ· ἐπειδὴ πέφυκε τὸ Τ ὑποτάσσεσθαι τῷ Σ, ὡς ἐν τῷ σταυρός, ἵστημι κ.τ.λ. Μετὰ δὲ τὸ Τ ἐτάχθη τὸ Υ φωνῆεν· ἔχει γὰρ συγγέ‐ | |
5 | νειαν πρὸς τὸ Τ κατὰ τὴν ποσότητα τῆς συλλαβῆς· ἔχει δὲ καὶ οἰκειότητα πρὸς τὴν σύνθεσιν τὸ Υ πρὸς τὸ Τ, ὡς τὸ τύπτω, τύπος καὶ τὰ ὅμοια. Οὐ τέτα‐ κται δὲ ἐνταῦθα τὸ Ω μέγα, ἐπειδὴ ἀρχαιότερόν ἐστι τὸ Υ τοῦ Ω μεγάλου· ἔχει δὲ καὶ γνησιότητα μεγάλην | |
10 | τὸ Υ πρὸς τὸ Ο μικρὸν δι’ ἣν εἴπομεν αἰτίαν ἐν τῇ ἀκολουθίᾳ τοῦ Ο μικροῦ· εὐλόγως οὖν μετὰ τὸ Ο οὐχ ὑπεισῆλθεν ἄλλο φωνῆεν. Μετὰ δὲ τὸ Υ τέτακται τὸ Φ καὶ τὸ Χ· ἐπεὶ οὐδέποτε εὑρίσκεται τὸ Υ ἄρ‐ χον λέξεως, ἐπιφερομένου τοῦ Χ, ὅθεν οὐχ εὑρίσκεται | |
15 | ἔχειν συγγένειαν τὸ Χ πρὸς τὸ Υ· τὸ δὲ Υ ἀρχόμενον λέξεως εὑρίσκεται ἐπιφερομένου τοῦ Φ, οἷον ὑφαίνω καὶ τὰ ὅμοια. Μετὰ δὲ τὸ Φ ἐτάχθη τὸ Χ· ἔχουσι γὰρ συγγένειαν, καθὸ ἀμφότερά εἰσι δασέα καὶ προ‐ τακτικὰ τοῦ Θ. Ὑπελήφθη οὖν τὸ Ψ καὶ λοιπὸν ἐξ | |
20 | ἀνάγκης ἐτάχθη μετὰ τὸ Χ· ἔχει δὲ καὶ συγγένειαν πρὸς τὸ Χ κατὰ τὴν ποσότητα τῆς συλλαβῆς καὶ κατὰ τὴν ὁμοιότητα τῆς καταλήξεως. Μετὰ δὲ τὸ Ψ ἐτάχθη τὸ Ω μέγα· οὐ τέτακται δὲ πρὸ τοῦ Ψ ἀλλὰ μετὰ τὸ Ψ· τοῖς γὰρ διπλοῖς ἀεὶ φωνῆεν ἐπιφέρεται, | |
25 | ὡς φθάσαντες εἴπομεν· τὰς δὲ ἐτυμολογίας αὐτῶν εὑ‐ ρήσεις ἐν τῷ μεγάλῳ ἐτυμολογικῷ. Φασὶ δέ τινες, ὅτι ἕως τῶν τρωϊκῶν οὐκ ἐγι‐ γνώσκετο γράμματα καὶ δῆλον ἐκ τοῦ μὴ σωθῆναι ποίημά τι τῶν κατὰ τοὺς ὁμηρικοὺς χρόνους, εἰ καὶ | |
30 | ἱστοροῦσί τινας ποιητὰς προγεγεννῆσθαι Ὁμήρου Μουσαῖόν τε καὶ Ὀρφέα καὶ Λίνον· ἀλλ’ ὅμως | |
οὐδὲν εἰς τὰ μέτρα ταῦτα διασωθῆναι συμβέβηκε πρὸ | 10 | |
11 | τῆς Ὁμήρου ποιήσεως· ἀλλ’ οὐδὲ πρεσβύτερον ἄλλο τῆς Ἰλιάδος καὶ τῆς Ὀδυσσείας σώζεσθαι ποίημα· ἀλλ’ ἐρεῖ τις· πῶς; ἐπεὶ γράμματα σώζονται νομιζόμενα πρεσβύτερα Ἰλιάδος καὶ Ὀδυσσείας· Καὶ φαμέν, ὅτι | |
5 | τὰ μὲν τούτων ἐψευσμένους ἔχουσι τοὺς χρόνους, τὰ δὲ νεωτέρων τινῶν ὁμωνυμίας τῶν παλαιῶν τὰς ἐπι‐ γραφὰς ἔχουσι. Καὶ οἱ ἥρωες δὲ ἀγράμματοί τινες ἦσαν καὶ σημείοις καὶ συμβόλοις πρὸς ἀλλήλους ἐν τῇ κατὰ τὸν βίον ἀναστροφῇ χρώμενοι ἐδήλουν ἀλλή‐ | |
10 | λοις ἃ ἤθελον· ἐν πίναξι δὲ καὶ ἐν σανίσιν ἔγραφον διὰ ζωγράφησίν τινα καὶ διατύπωσιν τῶν πραγμάτων ὧν ἤθελον· ἀλλ’ ἐρεῖ τις, ὅτι ἄτοπόν ἐστι λέγειν ἀπαι‐ δεύτους τοὺς ἀρίστους τοῦ ἀνθρωπείου γένους. Καὶ φαμέν, ὡς οὐκ ἔστιν ἀπαιδευσίας τεκμήριον τὸ εἶναί | |
15 | τινα ἀγράμματον· καὶ γὰρ ὁ φιλόσοφος Πλάτων ἐν Φαίδρῳ διαβάλλει τὴν εὕρεσιν τῶν γραμμάτων ὡς ἐπὶ λύμῃ παιδείας γεγονυῖαν· ζώσῃ γὰρ φωνῇ τὴν φιλο‐ σοφίαν πάλαι ἐπαιδεύοντο· ὅτι δὲ ποιητικοῦ τινος ἀν‐ δρὸς καὶ μουσικοῦ ἡ τῶν στοιχείων εὕρεσις ἦν καὶ | |
20 | μουσικῆς καὶ γραμματικῆς, ὡς ὁ Εὔπολις εἰσάγει ἐν Αἰξί, καὶ Ἰσοκράτης ὅμοιον ἐν τῷ περὶ τῆς ἀντιδό‐ σεως. Εὑρέθησαν μὲν τὰ πρῶτα δεκαέξ· ἀλλ’ αἱ ἐκ‐ φωνήσεις τούτων εἰκοσιτέσσαρες ἦσαν, εἰ καὶ μήπω εὑρημένοι ἦσαν οἱ χαρακτῆρες. Καὶ γὰρ αἱ ἐκφωνή‐ | |
25 | σεις ἐπληροῦντο τῶν δεκαὲξ στοιχείων μετά τινων προσῳδιῶν. Φασὶ γάρ· πρὶν εὑρεθῆναι τὰ δασέα, τοῖς ψιλοῖς ἐχρῶντο μετὰ τῆς δασείας, καὶ εἰ μὲν ἤθε‐ λον ποιῆσαι Χ ἐποίουν ΚΗ, εἰ δὲ ἤθελον ποιῆσαι Φ ἐποίουν ΠΗ, εἰ δὲ ἤθελον ποιῆσαι Θ ἐποίουν | |
30 | ΤΗ, ὥσπερ καὶ νῦν οἱ παλαιοὶ Ῥωμαῖοι ποιοῦσι, | 11 |
12 | μὴ ἔχοντες δασέα. Καὶ πάλιν τὰ διπλᾶ· ἀντὶ τοῦ Ζ ἐχρῶντο τῷ ΣΔ, ἀντὶ δὲ τοῦ Ξ ἐχρῶντο τῷ ΚΣ, ἀντὶ δὲ τοῦ Ψ ἐχρῶντο τῷ ΠΣ. Καὶ πάλιν ἀντὶ τῶν μακρῶν ἐχρῶντο τοῖς βραχέσι φωνήεσι μετὰ τῆς μα‐ | |
5 | κρᾶς. Καὶ εἰ μὲν ἤθελον ποιῆσαι ω μέγα ἐποίουν Ο καὶ μακρὰν οὕτως Ο, εἰ δὲ ἤθελον ποιῆσαι Η ἐποί‐ ουν Ε καὶ μακρὰν οὕτως Ε. Καὶ περὶ τούτων ἅλις. Περὶ γράμματος. Γράμμα ἐστὶ χαρακτὴρ καὶ τύπος στοιχείου εἰδο‐ | |
10 | ποιούμενος ποιότητος καὶ ποσότητος γραμμῶν. Διε‐ νήνοχε δὲ ἀλλήλων τὰ γράμματα οὕτως, ὅτι τὸ μὲν Δ τρίγωνόν ἐστι, τὸ δὲ Ε ἐπίμηκες, τὸ δὲ Ξ στρογ‐ γύλον, καὶ τὰ λοιπὰ ὁμοίως. Περὶ στοιχείου. | |
15 | Στοιχεῖόν ἐστιν ἡ δύναμις καὶ ἡ ἐκφώνησις τοῦ γράμματος· γεγραμμένου γὰρ Ο καὶ Ω τὸ μὲν Ο συστέλλοντες ἐκφωνοῦμεν· καὶ ἤτοι προσπνέοντες ἢ δασύνομεν ἢ ψιλοῦμεν, ὡς τύπους μὲν εἶναι γραμμά‐ των εἰκοσσιτέσσαρας, δυνάμεις δὲ ἐκφωνήσεων πλεί‐ | |
20 | ονας· οἱ γὰρ παλαιοὶ ἄλλως ἐξεφώνουν τὸ βραχὺ Α καὶ ἄλλως τὸ μακρὸν καὶ ἄλλως τὸ ψιλούμενον καὶ ἄλλως τὸ δασυνόμενον καὶ ἄλλως τὸ ὀξυνόμενον καὶ τὸ περισπώμενον. Εὑρίσκομεν δὲ ἐκφωνήσεις τοῦ Α δέκα μὲν | |
25 | Α μακρὸν δασὺ περισπώμενον Α μακρὸν ψιλούμενον καὶ ὀξυνόμενον Α μακρὸν δασυνόμενον καὶ ὀξυνόμενον Α μακρὸν δασυνόμενον καὶ βαρυνόμενον Α μακρὸν ψιλούμενον καὶ βαρυνόμενον | |
30 | Α μακρὸν ψιλούμενον καὶ περισπώμενον | |
Α βραχὺ δασυνόμενον καὶ ὀξυνόμενον | 12 | |
13 | Α βραχὺ ψιλούμενον καὶ ὀξυνόμενον Α βραχὺ δασυνόμενον καὶ βαρυνόμενον Α βραχὺ ψιλούμενον καὶ βαρυνόμενον. Καὶ αἱ μὲν διαφοραὶ τοῦ Α τοιαῦται, ὁμοίως | |
5 | καὶ ἐπὶ τοῦ Ι. Ι μακρὸν δασυνόμενον καὶ ὀξυνόμενον Ι μακρὸν δασυνόμενον καὶ βαρυνόμενον Ι μακρὸν δασυνόμενον καὶ περισπώμενον Ι μακρὸν ψιλούμενον καὶ ὀξυνόμενον | |
10 | Ι μακρὸν ψιλούμενον καὶ βαρυνόμενον Ι μακρὸν ψιλούμενον καὶ περισπώμενον Ι βραχὺ δασυνόμενον καὶ ὀξυνόμενον Ι βραχὺ δασυνόμενον καὶ βαρυνόμενον Ι βραχὺ ψιλούμενον καὶ ὀξυνόμενον | |
15 | Ι βραχὺ ψιλούμενον καὶ βαρυνόμενον. περισπωμένη δὲ ἐπάνω βραχείας συλλαβῆς οὐ τίθεταί ποτε. Οἱ παλαιοὶ τοίνυν οὐχ ὁμοίως τὰ μακρὰ καὶ τὰ βραχέα ἐξεφώνουν· ἀλλ’ ἐπὶ μὲν τῶν μακρῶν δι‐ πλασίονα ὥραν ἐποίουν, ἐπὶ δὲ τῶν βραχέων ἐλάτ‐ | |
20 | τονα. Καὶ ἄλλως τὰ δασέα ἐξεφώνουν καὶ ἄλλως τὰ ψιλά. Υ μακρὸν δασυνόμενον καὶ ὀξυνόμενον Υ μακρὸν δασυνόμενον καὶ βαρυνόμενον Υ μακρὸν δασυνόμενον καὶ περισπώμενον | |
25 | Υ βραχὺ δασυνόμενον καὶ ὀξυνόμενον Υ βραχὺ δασυνόμενον καὶ βαρυνόμενον. [κ.τ.λ.] Α φωνῆεν δίχρονον, μεταβολικόν, προτακτικὸν τοῦ Ι καὶ Υ. Β σύμφωνον ἄφωνον, μέσον τοῦ Π καὶ Φ. | |
30 | Γ σύμφωνον ἄφωνον, μέσον τοῦ Κ καὶ Χ. Δ [σύμφωνον ἄφωνον, μέσον τοῦ Τ καὶ Θ]. | |
Ε φωνῆεν βραχὺ μεταβολικόν, προτακτικὸν τοῦ Ι καὶ Υ. | 13 | |
14 | Ζ σύμφωνον ἡμίφωνον, διπλοῦν, ἀρκτικόν, ἔχον ἐν αὐτῷ τὴν τοῦ Σ καὶ Δ δύναμιν. Η φωνῆεν μακρὸν ἀμετάβολον, προτακτικὸν τοῦ Ι καὶ Υ. | |
5 | Θ σύμφωνον ἄφωνον, δασύ, ἀντιστοιχοῦν τῷ Τ. Τ φωνῆεν δίχρονον, ἀμετάβολον, ὑποτακτικὸν τοῦ Υ. Κ σύμφωνον ἄφωνον, ψιλόν, ἀντιστοιχοῦν τῷ Χ. Λ σύμφωνον ἡμίφωνον, ἀμετάβολον, ὑγρόν, λεῖον. Μ σύμφωνον ἡμίφωνον, ἀμετάβολον, ὑγρὸν ἐκφω‐ | |
10 | νούμενον καὶ μυγμὸν ἐκπέμπον. Ξ σύμφωνον ἡμίφωνον, διπλοῦν, ἀρκτικόν, ἔχον ἐν αὐτῷ τὴν τοῦ Κ καὶ Σ δύναμιν. Ο φωνῆεν βραχύ, μεταβολικόν, προτακτικόν, ἀντι‐ στοιχοῦν τῷ Ω μεγάλῳ. | |
15 | Π σύμφωνον ἄφωνον, ψιλόν, ἀντιστοιχοῦν τῷ Φ. Ρ σύμφωνον ἡμίφωνον, ἀμετάβολον, ὑγρὸν ἐκφω‐ νούμενον καὶ ῥοῖζον ἐκπέμπον. Σ σύμφωνον ἡμίφωνον, μοναδικόν. Τ σύμφωνον ἄφωνον, ψιλόν, ἀντιστοιχοῦν τῷ Θ. | |
20 | Υ φωνῆεν δίχρονον, ὑποτακτικὸν καὶ προτακτικὸν τοῦ Ι. Φ σύμφωνον ἄφωνον, δασύ, ἀντιστοιχοῦν τῷ Π. Χ σύμφωνον ἄφωνον, δασύ, ἀντιστοιχοῦν τῷ Κ. Ψ σύμφωνον ἡμίφωνον, διπλοῦν, ἀρκτικόν, ἐν | |
25 | ἑαυτῷ ἔχον τὴν τοῦ Π καὶ Σ δύναμιν. Ω φωνῆεν μακρὸν ἀμετάβολον, προτακτικόν, ἀντι‐ στοιχοῦν τῷ Ο. Πόθεν συνίστανται τὰ στοιχεῖα; Ἐπειδὴ ἐκ τῆς φωνῆς τὰ στοιχεῖα συνίστανται, | |
30 | τὸ δὲ στοιχεῖόν ἐστιν ἡ πρώτη καὶ ἀμερὴς τοῦ ἀνθρώ‐ που φωνή, ἀναγκαῖόν ἐστιν ἡμᾶς πρῶτον διαλαβεῖν | |
περὶ τῆς φωνῆς. | 14 | |
15 | Ὅρος φωνῆς. Τί ἐστι φωνή; φωνή ἐστιν ἀὴρ πεπληγμένος ἢ τὸ ἴδιον αἰσθητὸν ἀκοῆς. Ἀλλ’ ἐπειδὴ ὁ ἀὴρ σῶμά ἐστιν, ὁ δὲ Πλάτων οὐ δοξάζει τὴν φωνὴν σῶμα, λέ‐ | |
5 | γει τὸν ὅρον τῆς φωνῆς οὕτως· φωνή ἐστι πληγὴ ἀέρος ἢ τὸ ἴδιον αἰσθητὸν ἀκοῆς. Εἰσὶ δέ τινες λόγοι δεικνῦντες τὴν φωνὴν ἀσώ‐ ματον καὶ ἔχουσιν οὕτως· Τῶν πραγμάτων τὰ μὲν ἐν τῷ γίγνεσθαι ἔχουσι τὸ εἶναι, τὰ δὲ ἐν τὸ γεγονέναι· | |
10 | ἄρα οὖν ἡ φωνὴ ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι καὶ μετὰ ταῦτα οὐχ ὑφίσταται· δηλονότι οὐκ ἔστι σῶμα. Γνῶμαι παλαιαὶ περὶ φωνῆς. Ὁ δὲ Δημόκριτος καὶ ὁ Ἐπίκουρος καὶ οἱ Στωϊ‐ κοὶ σῶμα λέγουσι τὴν φωνήν, ὅτι πᾶν, ὃ ἔχει ἐνέρ‐ | |
15 | γειαν καὶ πάθος, ἤγουν δύναται δρᾶσαι καὶ παθεῖν, σῶμά ἐστιν. Ὥσπερ ὁ σίδηρος· πάσχει γὰρ οὗτος ὑπὸ πυρός, δρᾷ δὲ εἰς ἀνθρώπους καὶ εἰς τὰ ξύλα καὶ πέτρας· εἰ τοίνυν ἡ φωνὴ καὶ δρᾷ καὶ πάσχει, σῶμά ἐστιν. Καὶ δρᾷ μέν, ἡνίκα ἀκούοντες ἡμεῖς ἢ | |
20 | φωνῆς ἢ κιθάρας πρὸς τέρψιν ἐρχόμεθα· πάσχει δέ, ὡς ὅταν φωνούντων ἡμῶν πνεύσῃ ἄνεμος, καὶ ποιήσῃ ἧττον ἀκούεσθαι τὴν φωνήν. Καὶ ἔτι πᾶν αἰσθητὸν σῶμά ἐστιν, οἷον τὸ ξύλον καὶ ὁ σίδηρος, ὁ λίθος καὶ τὰ ὅμοια. Ταῦτα γὰρ αἰσθητά εἰσι καὶ τῇ ὁράσει | |
25 | ὑποπίπτουσιν. Αἰσθητὸν τοίνυν καὶ ἡ φωνή ἐστι καὶ τῇ ἀκοῇ ὑποπίπτει· ἄρα ἡ φωνὴ σῶμά ἐστιν. Καὶ ἔτι ἴδιον τοῦ σώματός ἐστι τὸ ποτὲ μὲν αὐξάνεσθαι, ποτὲ δὲ λήγειν. Ἡ οὖν φωνὴ ποτὲ μὲν αὔξεται, ποτὲ δὲ λήγει· ἄρα σῶμά ἐστιν. Ἐπὶ μὲν τῶν παιδίων | |
30 | βραχεῖά ἐστιν ἡ φωνή, μικρῶν ὄντων· αὐξηθέντων δὲ μεγάλη· λήγει δὲ ἐπὶ τῶν ἀσθενούντων. Καὶ ἔτι πᾶν | |
τὸ ἀντιτυποῦν σωμά ἐστιν, ὡς ἐπὶ τοῦ λίθου· καὶ | 15 | |
16 | γὰρ ἁπτομένων ἡμῶν τοῦτο, ἀντιτυπία γίνεται. Τότε οὖν γίνεται ἡ ἀντιτυπία, ὅταν εὑρεθῇ τι προσκροῦον· εἰ οὖν ἡ φωνὴ ἀντιτυπεῖ προσκρούουσα ταῖς ἀκοαῖς, ἄρα σῶμά ἐστιν. | |
5 | Ἐπὶ τίνων κυρίως ἡ φωνή. Φωνὴ δὲ λέγεται κυρίως ἐπὶ ἀνθρώπων, ὡς παρὰ τῷ ποιητῇ (II. 11, 489) Οὐδ’ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στό‐ ματ’ εἶεν, | |
10 | Φωνὴ δ’ ἄῤῥηκτος· καταχρηστικῶς δὲ καὶ ἐφ’ ἑτέρων. Εἴρηται δὲ φωνὴ διὰ τὸ εἶναι φῶς νοῦ, ἤγουν ἡ τὰ ἐν τῷ νῷ φωτί‐ ζουσα· τὰ γὰρ ἐνδιάθετα καὶ κεκρυμμένα τοῦ νοῦ, φανερὰ ἡμῖν ἡ φωνὴ ἐμποιεῖ, καὶ τὰ νοήματα λαμπρῶς | |
15 | δείκνυσιν· ἄλλοι δὲ τὴν φωνὴν οὕτως ὁρίζονται· φωνή ἐστι πνεῦμά τι ἀπὸ συστήματος ἰδίου καὶ αἵματος ἀναφερόμενον ἕως τῆς γλώττης, ὑφ’ ἧς τυ‐ πτόμενον αὐτὸ διαρθροῦται καὶ νοητὸν ταῖς πλησίον ἀκοαῖς παραδίδοται. | |
20 | Διὰ τί εἴκοσι τέσσαρα γράμματα. Εἴκοσι τέσσαρα δὲ γράμματά εἰσιν κατὰ μίμησιν τῶν εἰκοσιτεσσάρων ὡρῶν τοῦ ἡμερονυκτίου. Καὶ τὰ μὲν φωνήεντα ἀναλογοῦσι τῇ ἡμέρᾳ, τὰ δὲ σύμ‐ φωνα ἀναλογοῦσι τῇ νυκτί. Ἢ τὰ μὲν φωνήεντα ἀνα‐ | |
25 | λογοῦσι τῇ ψυχῇ, τὰ δὲ σύμφωνα τῷ σώματι. Ἑπτὰ δέ εἰσι τὰ φωνήεντα κατὰ μίμησιν τῶν ἑπτὰ πλανη‐ τῶν· λέγονται δὲ φωνήεντα, ὅτι ἀφ’ ἑαυτῶν φω‐ νὴν ἀποτελοῦσι· σύμφωνα δέ εἰσι δεκαεπτά· λέγονται δὲ σύμφωνα, ὅτι ἀφ’ ἑαυτῶν φωνὴν οὐκ ἀποτελοῦσι, | |
30 | ἂν μὴ συντεθῶσι τοῖς φωνήεσιν· ἐξ αὐτῶν δέ εἰσιν | |
ὀκτὼ ἡμίφωνα· λέγονται δὲ ἡμίφωνα, διότι παρόσον | 16 | |
17 | ἧττον καθεστήκασιν εὔφωνα τῶν φωνηέντων ἔν τε τοῖς μυγμοῖς καὶ σιγμοῖς· καὶ μυγμοὶ μέν εἰσιν οἱ διὰ τῶν μυκτήρων ἦχοι, σιγμοὶ δὲ οἱ ἐξ ἄκρας τῆς ὑπερώας συριγμοί. Σὶξ γὰρ ὁ ὀφθαλμὸς καλεῖται, | |
5 | ἀπὸ δὲ τοῦ μέρους τὸ πᾶν ἐδήλωσε. Καὶ μυγμὸν μὲν ποιοῦσι τὸ Σ. Ξ. Ψ. Μ. Ν. Ζ· σιγμὸν δὲ τὸ Λ. Ρ. Ἄφωνα δὲ ἐννέα· λέγονται δὲ ἄφωνα, διότι μᾶλ‐ λον τῶν ἄλλων εἰσὶ κακόφωνα. Περὶ ὀνόματος. | |
10 | Παρέπεται δὲ τῷ ὀνόματι πέντε, ὅτι καὶ τῶν ἀρσενικῶν ὀνομάτων τελικά εἰσι πέντε σύμφωνα, τὸ Σ, οἷον Αἴας, το Ρ, οἷον Νέστωρ, τὸ Ψ, οἷον Ἄραψ, τὸ Ξ, οἷον ἄνθραξ, τὸ Ν, οἷον Θέων, ὅτι καὶ τῷ σώματι πέντε αἰσθήσεις παρέπονται. Ἰστέον δέ, | |
15 | ὅτι τὰ ἑπτὰ εἴδη τῶν παραγώγων εἰσὶ κατὰ φωνήν, τὰ δὲ εἰκοσιτέσσαρα εἴδη τῶν ὑποπεπτωκότων τῷ ὀνό‐ ματί εἰσι κατὰ σημασίαν. Περὶ δὲ τοῦ λόγου κατὰ τοὺς φιλοσόφους, πέντε· ὄνομα, προσηγορία, ῥῆμα, σύνδεσμος καὶ ἄρθρον. Ὄνομά ἐστι μέρος λόγου ση‐ | |
20 | μαῖνον κοινὴν ποιότητα, οἷον ἄνθρωπος. Ῥῆμά ἐστι μέρος λόγου σημαῖνον ἄπτωτον κατηγόρημα. Σύνδε‐ σμός ἐστι μέρος λόγου ἄπτωτον συνδοῦν τὰ μέρη τὰ λοιπὰ τοῦ λόγου. Ἄρθρον ἐστὶ μέρος λόγου πτωτι‐ κόν, διορίζον τὰ γένη τῶν ὀνομάτων καὶ τοὺς ἀρι‐ | |
25 | θμούς. Παρέπεται δὲ τῷ λόγῳ πέντε· ἑλληνισμός, σαφήνεια, συντομία, πρέπον καὶ διασκευή. Ἰστέον δέ, ὅτι τὰ μέρη τοῦ λόγου καλοῦσιν οἱ φιλόσοφοι στοιχεῖα· ὥσπερ γὰρ τὰ στοιχεῖα ἀποτελοῦσι τὰς συλ‐ λαβάς, καὶ τὰ κοσμικὰ στοιχεῖα ἀποτελοῦσι τὰ ἀνθρώ‐ | |
30 | πινα σώματα καὶ τὰ ἄλλα· οὕτω καὶ ταῦτα ἀπερχό‐ | |
μενα ἀπαρτίζουσι τὸν λόγον. Προτέτακται δὲ τὸ ὄνομα | 17 | |
18 | τοῦ ῥήματος, ὅτι τὸ ὄνομα κατ’ οὐσιῶν λέγεται, τὸ δὲ ῥῆμα κατὰ πραγμάτων. Κυριώτεραι δέ εἰσιν αἱ οὐ‐ σίαι τῶν πραγμάτων· ὅτι ὥσπερ ἡ ψυχὴ καὶ τὸ σῶμα, ὄντα ἐξ αὐτῶν, ποιοῦσι προϊέναι τὰ ἄλλα, καὶ ὥσπερ | |
5 | ψυχῆς καὶ σώματος συνισταμένης τὰ ἄλλα συνίστανται καὶ γίνονται· οὕτω καὶ τοῦ ὀνόματος καὶ τοῦ ῥήμα‐ τος, ὄντων καὶ συνισταμένων ἐξ αὐτῶν, καὶ τὰ ἄλλα ἐξίασι καὶ συνίστανται. Πρὸ τοῦ ῥήματος δὲ ἐξ ἀνάγ‐ κης κεῖται τὸ ὄνομα. Ἐπειδὴ τὸ ἐνεργεῖν τε καὶ πά‐ | |
10 | σχειν τῆς οὐσίας ἐστί, καθ’ ἣν ἡ Θέσις τῶν ὀνομάτων ἐστίν· ἐξ ὧν ὀνομάτων δηλαδὴ ἡ ἰδιότης τοῦ ῥήματος γεννᾶται. Τοῦτο δέ ἐστιν ἡ ἐνέργεια καὶ τὸ πάθος. Ἔνεστι τοιγαροῦν συννοουμένη ἐν αὐτοῖς τοῖς ῥήμασιν ἡ εὐθεῖα, ἧς ἄνευ οὐχ οἵα τέ ἐστιν ἡ οὐσία δηλω‐ | |
15 | θῆναι, ἐν μὲν τῷ πρώτῳ καὶ δευτέρῳ προσώπῳ διω‐ ρισμένη, ἐν δὲ τῷ τρίτῳ προσώπῳ ἀδιόριστος· ἐπει‐ δήπερ ἀναρίθμητά εἰσι τὰ τρίτα πρόσωπα, εἰ μὴ κατ’ ἐξοχὴν ἡ ἐνέργεια γίνοιτο, ὡς τὸ ὕει καὶ βροντᾷ καὶ ἀστράπτει. Ταῦτα γάρ, εἰ καὶ τὸ ὄνομα οὐ προστί‐ | |
20 | θεμεν, διωρισμένα δοκεῖ εἶναι, ὁπότε τῷ θεῷ ἔνεισιν. Μετὰ δὲ τὸ ῥῆμα εἰκότως τέτακται ἡ μετοχή, ἐξ οὗ‐ τινος ῥήματος γεννᾶται. Ἀναγκαίως γὰρ αἱ τῶν ῥη‐ μάτων προφοραὶ εἰς τὰ πτωτικὰ σχήματα μετηνέχθη‐ σαν μετὰ τῶν συμβεβηκότων αὐτοῖς γενῶν, ἢ διὰ | |
25 | ῥημάτων καὶ μετὰ συνδέσμου, ὅτι ἀναγιγνώσκω καὶ προκόπτω· καὶ δείκνυται πᾶσιν ἐντεῦθεν, ὅτι ἐκ τοῦ ἀναγιγνώσκειν ἐπιγίνεται τὸ προκόπτειν· εἰ δὲ λέγοιμι δι’ ἀντωνυμίας, εἴτε κατὰ εὐθεῖαν, εἴτε κατὰ πλαγίαν καὶ δίχα συνδέσμου, ἡ ἀκολουθία σώζεται τῶν ῥημά‐ | |
30 | των· οἷον ἀναγιγνώσκω προκόπτων· ἐμοῦ προκό‐ | |
πτοντος ὁ διδάσκαλος χαίρει· δείκνυται γὰρ ἐντεῦθεν, | 18 | |
19 | ὅτι το μὲν προκόπτειν ἐμὲ ἐκ τοῦ ἀναγιγνώσκειν ἐστί, τὸ δὲ χαίρειν τὸν διδάσκαλον ἐκ τοῦ προκόπτειν ἐμέ. Μετὰ δὲ τὴν μετοχὴν τίθεται τὸ ἄρθρον· μόνων γὰρ τῶν ὀνομάτων καὶ τῶν μετοχῶν προτίθεται, καὶ | |
5 | διὰ τοῦτο μετ’ ἐκεῖνα τάσσεται, ἀναγκαῖα ὄντα σὺν ἐκείνοις ἐκφέρεσθαι· εἰ γὰρ καὶ τῶν ἀντωνυμιῶν προ‐ τίθεται, ἀλλ’ οὐχὶ πασῶν· προτίθεται δὲ τῆς αὐτός ἀντωνυμίας· λέγομεν γὰρ ὁ αὐτός, ὅπερ ποτὲ μὲν ὡς ἀναφορικὴ ἀντωνυμία λαμβάνεται, ὡς ὅταν ἐρωτη‐ | |
10 | θῶμεν· τίς συνεγράψατο τὴν Ἰλιάδα; καὶ εἴπωμεν· ὁ Ὅμηρος· καὶ πάλιν ἐρωτηθῶμεν· τίς συνεγράψατο τὴν Ὀδύσσειαν; καὶ εἴπωμεν· ὁ αὐτός, ποτὲ δὲ ὡς ὄνομα λαμβάνεται, δηλοῦν τὴν ἰσότητα, ὡς ὅταν εἴπωμεν· ὁ Φάλαρις κατὰ τὴν ὠμότητα ὁ αὐτὸς ἦν τῷ Ἐχέτῳ, | |
15 | τουτέστιν ἴσος. Μετὰ δὲ τὸ ἄρθρον τάσσεται ἡ ἀν‐ τωνυμία· καὶ γὰρ ἔδει μετὰ τὸ ὄνομα εὐθὺς αὐτὴν κεῖσθαι, ὡς λαμβανομένην ἀντὶ ὀνόματος· ἀλλὰ διὰ τὰς προῤῥηθείσας αἰτίας προετάχθησαν ταύτης ἕτερα μέρη. Φαίνεται δὲ καὶ ἡ πρόθεσις ἐκ τῆς παρηγορίας | |
20 | εἶναι πρεσβυτέρα τῶν ἑπτὰ τοῦ λόγου μερῶν καὶ διὰ τοῦτο ὤφειλε προτίθεσθαι τούτων· ἀλλ’ ὅταν μὲν προτίθηται πάντων τῶν τοῦ λόγου μερῶν φανερόν ἐστιν ἀλλ’ οὐ κατὰ τὴν ἐπαρίθμησιν, ἀλλὰ κατὰ μό‐ νην τὴν σύνταξιν. Εἰ γὰρ μὴ ἦν ἐκεῖνα τὰ ἑπτὰ τοῦ | |
25 | λόγου, οὐδ’ ἂν αὕτη συνίστασθαι εἶχεν, ὃ καὶ περὶ τῆς μετοχῆς εἴπομεν. Ἐκ γὰρ τῶν προειρημένων τοῦ λόγου μερῶν τὴν τάξιν ἔσχεν ἡ πρόθεσις καὶ ποτὲ μὲν ἐν συνθέσει, ποτὲ δὲ ἐν παραθέσει τῶν αὐτῶν τοῦ λόγου μερῶν προτίθεται· ἔστιν ἄρα τὴν μὲν φύσιν | |
30 | ὑστέρα, τὴν δὲ σύνταξιν προτέρα. Τὸ δὲ ἐπίῤῥημα δυνάμει μὲν ἐπίθετόν ἐστι τοῦ | |
ῥήματος, ὡς καὶ αὐτὸ τὸ ὄνομα τούτου δηλοῖ. Εἰ‐ | 19 | |
20 | κότως δὲ ἐτέθη μετὰ τὴν πρόθεσιν· ὥσπερ γὰρ μετὰ τὸ ὄνομα ἐν τῇ δευτέρᾳ χώρᾳ δικαίως τέτακται τὸ ῥῆμα· οὕτω καὶ μετὰ τὴν πρόθεσιν ἐν τῇ δευτέρᾳ χώρᾳ δίκαιον τέτακται τὸ ἐπίῤῥημα, ἥτις ἐν παραθέ‐ | |
5 | σει οὖσα δύναμιν λέξεως ἑαυτῇ συντηροῦσα προτίθεται τῶν τε ὀνομάτων καὶ τῶν ἄλλων πτωτικῶν, ἐν συν‐ θέσει δὲ οὖσα τὴν τῆς ἰδιαζούσης λέξεως δύναμιν ἀπόλ‐ λυσι, προσχωροῦσα τοῦ λόγου μέρει ἐκείνῳ, ᾧ καὶ συνάπτεται. Ἰστέον δέ, ὅτι μετὰ τῶν προειρημένων | |
10 | τοῦ λόγου μερῶν τάττεται δικαίως ὁ σύνδεσμος· ἐπειδὴ μηδεμίαν διάνοιαν δύναται δηλῶσαι καθ’ ἑαυτόν, δίχα τῶν προτεθεισῶν λέξεων, ἤτοι μερῶν τοῦ λόγου· ὥσ‐ περ καὶ οἱ τῶν σωμάτων σύνδεσμοί εἰσιν ἄχρηστοι, εἰ μὴ τὰ σώματα εἴη ὑπὸ τούτων συνδούμενα. | |
15 | Ζητητέον, τίνος χάριν αἱ ἐρωτηματικαὶ τῶν λέξεων εἰς δύο μόνα μέρη τοῦ λόγου προσεχώρησαν, εἰς τὸ ὄνομα δηλονότι καὶ τὸ ἐπίῤῥημα. Καὶ τί δήποτε μὴ εἰς ἓν ὄνομα καὶ ἓν ἐπίῤῥημα ἀλλ’ εἰς πλείονα, οἷον τίς, πότερος, ποῖος, ποῦ, πῆ, πόθεν, πότε, ποσάκις, | |
20 | ποσαχῶς, ἦ, ἆρα. Τοῦτο μὲν οὖν καὶ ἀπόδειξίς ἐστι τοῦ πρεσβύτερα καὶ ἀρχικώτερα τὰ δύο ταῦτα μέρη τοῦ λόγου εἶναι, τὸ ὄνομα δηλαδὴ καὶ τὸ ῥῆμα, ἅπερ, ἐπειδὰν ἀγνοῶνται συχνὴν τὴν περὶ αὐτῶν ἐρώτησιν λαμβάνουσι, καὶ τὰ μὲν ἐρωτηματικὰ ὀνόματα τὸ | |
25 | ὄνομα ζητοῦσι, τὰ δὲ ἐπιῤῥηματικά, τὸ ῥῆμα. Εὑ‐ ρίσκονται δὲ ἐν πολλοῖς ὀνόμασι καὶ ἐν πολλοῖς ἐπιῤ‐ ῥήμασιν, ὡς ἐδείξαμεν διὰ τόνδε τὸν λόγον, ὅτι ἐν τούτοις μόνοις ἡ ἀμφιβολία δύναται γίνεσθαι τῆς οὐ‐ σίας ἢ τῆς ποιότητος. Ποιότητα δὲ λέγω πάντα κοι‐ | |
30 | νῶς τὰ τῇ οὐσίᾳ συμβεβηκότα, κἂν ποσότητος ὦσι κἂν ὁτιοῦν ἕτερον. Τὴν γὰρ οὐσίαν τινὸς τοῦ ὑπο‐ κειμένου ζητοῦντες λέγομεν· τίς κινεῖται; τίς βαδίζει; τίς διαλέγεται; ἑνὸς ἐκ πολλῶν ὄντος τοῦ κινουμένου ἢ ἕτερόν τι ποιοῦντος. Ἑνὸς δὲ ἐκ δυοῖν ὡρισμένου | |
35 | ὄντος τοῦ κινουμένου ἢ τοῦ βαδίζοντος λέγομεν· πό‐ | 20 |
21 | τερος κινεῖται; πότερος βαδίζει; τὴν οὐσίαν ἑνὸς τῶν δύο ζητοῦντες καὶ οὐχί τι τῶν περὶ αὐτὸν συμβεβη‐ κότων, ὅταν φανερὰ μὲν ᾖ ἡ ἐνέργεια, τουτέστιν ἡ κίνησις, ἢ τὸ βάδισμα, ἢ ἡ διάλεξις, τὸ δὲ ἐνεργοῦν | |
5 | πρόσωπον ἄδηλον καὶ διὰ τοῦτο αἱ ἀποκρίσεις ὀνο‐ μαστὶ γίγνονται, ἢ διὰ προσηγορικῶν ἢ κυρίων, ὅτι καὶ τὰ κύρια τὴν καθόλου οὐσίαν σημαίνουσιν· ἀπο‐ κρινόμεθα γάρ, ἢ ὅτι ἄνθρωπος βαδίζει, ἢ ὅτι ἵππος, ἢ ὅτι Τρύφων, ἐν ᾧ καὶ ὁ ἄνθρωπος συννοεῖται· ἢ | |
10 | καὶ διὰ μέρους τοῦ λόγου ἀποκρινόμεθα, ὅπερ ἀντὶ ὀνόματος λαμβάνεται κυρίου, τουτέστι δι’ ἀντωνυμίας, ὡς ὅταν εἴπωμεν· ἐγώ· ἀλλ’ ἐπείπερ ἄδηλα ἦν τὰ συμβεβηκότα τοῖς προτεθεῖσιν ὀνόμασιν, ὅτι αὐτὸ καθ’ αὑτὸ τὸ τίς ἐρωτηματικὸν ὄνομα καὶ τὸ πότερος μό‐ | |
15 | νην τὴν οὐσίαν ἐζήτει, ᾗ συμβέβηκε, καὶ ποῖον καὶ πόσον ἐπὶ λογισμὸν ἀνέβαινε καὶ περὶ τούτου ἐρώ‐ τησις γίνεται· ὡς ὅταν τὴν μὲν ποιότητα ζητοῦντες λέγωμεν ποῖος; τῆς δὲ ποσότητος τὴν μὲν συνεχῆ πηλίκος, τὴν δὲ διωρισμένην, πόσος, τὴν δὲ τακτι‐ | |
20 | κὴν ἀπαρίθμησιν, πόστος, τουτέστι πρῶτος ἢ δεύ‐ τερος ἢ τρίτος καὶ ἐφεξῆς· τὸ δὲ τῶν ἡμερῶν μέτρον ποσταῖος, οἷον ποσταῖός τις ἦλθεν Ἀθήνῃθεν εἰς Ῥώ‐ μην; τουτέστι διὰ πόσων ἡμερῶν; καὶ ποσταία σή‐ μερόν ἐστιν ἡ σελήνη; τουτέστι πόσων ἡμερῶν; τὸ δὲ | |
25 | τῶν ἐτῶν μέτρον ποσαετής· τὸ δὲ τοῦ μεγέθους πλῆ‐ θος, οἷον ποσάκις ἐν ἑαυτῷ ὁ μείζων τὸ ἔλαττον ἔχει, ποσαπλάσιος. τὸ δὲ ἐκ τίνος ἔθνους ἢ πατρίδος ὁ ἄνθρωπός ἐστι, ποδαπός; Ταῦτα οὖν ἐρωτήματά εἰ‐ σιν, ἀποκρινόμεθα δὲ τούτων ζητουμένων ἐν μὲν τῷ | |
30 | τίς καὶ τῷ πότερος, ὥσπερ εἴρηται, τὴν οὐσίαν, ἐν δὲ τοῖς ἄλλοις τὰ συμβεβηκότα· οἷον ἐν μὲν τῷ | |
ποῖος; λευκὸς ἢ θερμὸς καὶ τὰ τοιαῦτα, ἐν δὲ τῷ | 21 | |
22 | πηλίκος; μέγας ἢ μικρός, ἐν δὲ τῷ πόσος; πολὺς ἢ ὀλίγος, ἐν δὲ τῷ πόστος; πρῶτος ἢ δεύτερος ἢ τρίτος καὶ ἐφεξῆς, ἐν δὲ τῷ ποσταῖος; αὐθημερόν, δευτεραῖος, τριταῖος καὶ ἐφεξῆς, ἀορίστως δέ, πολ‐ | |
5 | λαπλάσιος, ἐν δὲ τῷ ποδαπός; ἡμεδαπός, ἀλλοδαπός, Ἕλλην ἢ βάρβαρος, Ἀθηναῖος ἢ Θηβαῖος ἢ Ῥωμαῖος. Οὐκοῦν εἰ προεθέμεθα· τίς ἐστι, περὶ οὗ γί‐ νεται ἡ ἐρώτησις, τουτέστι τὴν μὲν οὐσίαν αὐτοῦ γι‐ γνώσκομεν, τὰ δὲ περὶ αὐτὸν συμβεβηκότα ζητοῦμεν, | |
10 | τοῖς προειρημένοις χρηστέον τηνικαῦτα ἐρωτήμασι· τίς ἀναγιγνώσκει ἢ πότερος τῶν δύο τῶν ἐν τῇ οἰκίᾳ κα‐ θημένων; ἀποκρινόμεθα γάρ, εἰ τύχοι, ὁ Τρύφων· ποῖος; ὅτι σοφός, πηλίκος; ὅτι μέγας, ποδαπός; ὅτι Βυζάντιος. Ὁμοίως καὶ πάσας τὰς ἀποκρίσεις ἐποί‐ | |
15 | σομεν τὰς πεφυκυίας συμβεβηκέναι τῷ περὶ οὗ αἱ ἐρωτήσεις γίνονται διὰ τῶν ἐπιθέτων, ἃ πρὸς ἐκεῖνο τὸ πρόσωπον ἀναφέρονται. Ἔστι γε μὴν ὅτε καὶ τῆς οὐσίας καὶ τῆς ποιότητος πρὸ ὀφθαλμῶν κειμένης καὶ τῆς ποσότητος καὶ τῶν ἄλλων συμβεβηκότων ἐπάγεται | |
20 | ἐρώτησις ἀνήκουσα τῇ κυριότητι τοῦ ὀνόματος· οἷον εἰ λέγοιμι· τίς ἐστιν ἐκεῖνος ὁ Βυζάντιος, ὁ μέγας, ὁ περικαλλής; δύναμαι γὰρ βλέπειν τινὰ καὶ τὴν οὐσίαν αὐτοῦ γιγνώσκειν καὶ τὸ ἔθνος καὶ τὴν ποιό‐ τητα καὶ τὴν ποσότητα, μόνον δὲ τὸ κύριον ὄνο‐ | |
25 | μα ζητεῖν, ὡς ἔδειξεν Ὅμηρος ἐν τῇ μονομαχίᾳ Ἀλε‐ ξάνδρου καὶ Μενελάου. Ἐπιῤῥημάτων τοπικαὶ σχέσεις. Τά γε μὴν ἐπιῤῥήματα ἀναφέρονται πρὸς τὰς | |
ἀγνοουμένας ἐνεργείας ἢ τὰς τούτων ποιότητας. Εἰ | 22 | |
23 | γὰρ ἐρωτῶμεν· πῶς ἀναγιγνώσκει; ἀποδιδόντες αὐτῷ τὸ ἐπίῤῥημα, ὅπερ ἐπιθέτου τόπον ἐπέχει ἐπὶ τῷ ῥή‐ ματι ἀποκρινόμεθα· καλῶς, ῥητορικῶς, σοφῶς· εἰ δὲ τὴν ποιότητα οὐ ζητοῦμεν, ἀλλὰ τὸν τόπον, ἐν ᾧ τι | |
5 | γίγνεται, τριχῶς ποιούμεθα τὴν ἐρώτησιν· ποῦ ἢ πόθι καὶ πῇ ἢ πόσε καὶ πόθεν; ὧν τὸ μὲν ποῦ ἢ πόθι μονὴν καὶ στάσιν ἐν τόπῳ δηλοῖ, οἷον· ποῦ ἐστιν ὁ δεῖνα; ἢ ποῦ κεῖται; ἢ ποῦ κάθηται; ἀποκρινόμεθα γὰρ ὁτὲ μὲν ἐπιῤῥηματικῶς οἷον ἐνταῦθα, ἐκεῖ, οἴ‐ | |
10 | κοι, Ἰσθμοῖ, πολλαχόθι, οὐδαμόθι, ὁτὲ δὲ κατὰ τὴν δοτικὴν μόνην, οἷον Ἀθήνῃσι, Θήβῃσι καὶ ὡς ἐπὶ τὸ πλεῖστον κατὰ τὴν δοτικὴν σὺν τῇ ἐν προθέσει, οἷον ἐν τῇ πόλει, ἐν τῷ ἀγρῷ, ἐν τῇ Ἑλλάδι· τὸ δὲ πῇ ἢ πόσε καὶ πόθεν καὶ ἀμφότερα κίνησιν σημαίνουσιν· | |
15 | ἀλλὰ τὸ μὲν τὴν εἰς τόπον κίνησιν σημαίνει, τὸ δὲ τὴν ἐκ τόπου· οἷον ἐρωτώμενοι πῇ ἢ πόσε βαδίζει ὁ δεῖνα; ἔστι μεν ὅτε καὶ ἐπιῤῥηματικῶς ἀποκρινόμεθα οἷον δεῦρο, ἐκεῖσε, οἴκαδε, Ἀθήναζε, Θήβαζε, πολ‐ λαχῇ πολλαχόσε, πάντῃ, πάντοσε, πανταχῆ, οὐδαμῆ, | |
20 | οὐδαμόσε· ἔστι δὲ ὅτε κατὰ τὴν αἰτιατικὴν σὺν τῇ εἰς προθέσει ἀποκρινόμεθα, οἷον εἰς τὴν πόλιν, εἰς τὸν ἀγρόν· εἰ δὲ ἡ κίνησις γίνεται πρὸς ἔμψυχον πρόσ‐ ωπον, σὺν τῇ πρός προθέσει, οἷον πρὸς τὸν βασιλέα, πρὸς τὶν διδάσκαλον. Ἐρωτώμενοι δέ· πόθεν ἥκει | |
25 | ὁ ἄνθρωπος, κἀνταῦθα ἐνίοτε μὲν δὴ δι’ ἐπιῤῥημάτων ἀποκρινόμεθα, οἷον ἐντεῦθεν, ἐνθένδε, ἐκεῖθεν, οἴ‐ κοθεν, Ἀθήνῃθεν, Ἰσθμόθεν, γῆθεν, οὐρανόθεν, πολ‐ λαχόθεν, πάντοθεν, πανταχόθεν, οὐδαμόθεν. Ἐνίοτε δὲ καὶ μετὰ γενικῆς σὺν τῇ ἀπό προθέσει, οἷον ἀπὸ | |
30 | Ῥώμης, ἀπὸ Βυζαντίου, ἔστι δ’ ὅτε καὶ σὺν τῇ ἐκ προθέσει, οἷον ἐκ Ῥώμης, ἐκ Βυζαντίου, ἐξ Ἀθηνῶν. Σημειωτέον δὲ ἐνταῦθα, ὅτι κατὰ τινὰ φυσικὴν ἀκο‐ λουθίαν αἱ τρεῖς αὗται ἐρωτήσεις τὸ πόθεν, τὸ ποῦ, τὸ πῇ τὰς τρεῖς πλαγίας ἐκληρώσαντο πτώσεις, τὸ | |
35 | μὲν πόθεν τὴν γενικήν, τὸ δὲ ποῦ τὴν δοτικήν, τὸ | 23 |
24 | δὲ πῇ τὴν αἰτιατικήν· καὶ ὥσπερ ἐν ταῖς πλαγίαις πτώσεσι προηγεῖται μὲν ἡ γενική, ἕπεται δὲ ἡ δοτικὴ καὶ τρίτη τούτων ἐστὶν ἡ αἰτιατική· οὕτω κἀνταῦθα προηγεῖται μὲν τὸ πόθεν, ἕπεται δὲ τὸ ποῦ, καὶ τε‐ | |
5 | λευταῖόν ἐστι τὸ πῇ ἀκολούθως τοῖς τρισὶ μέρεσι τοῦ χρόνου. Τὸ μὲν γὰρ πόθεν τοῦ παρεληλυθότος ἐστίν· ἐρωτῶντες γάρ, πόθεν ἦλθεν ὁ ἄνθρωπος, ἢ πόθεν ἔρχεται; ἢ πόθεν ἐλεύσεται; δηλοῦμεν, καταλελοιπέ‐ ναι αὐτὸν τόπον, ὅθεν ἐλήλυθεν, ἢ ἔρχεται ἢ ἐλεύ‐ | |
10 | σεται· [ἢ πόθεν ἐλεύσεται, δηλοῦμεν ὡς κατὰ τὸ πα‐ ρεληλυθὸς ἐν ἐκείνῳ τῷ τόπῳ καταλελοιπέναι αὐτῷ τόπον, ὅθεν ἦλθεν, ἢ ἔρχεται, ἢ μέλλει ἐλθεῖν.] τὸ δὲ ποῦ τοῦ ἐνεστῶτός ἐστιν· ἐρωτῶντες γάρ, ποῦ ἐστιν ὁ δεῖνα; ἢ ποῦ ἦν; ἢ ποῦ ἔσται; τὴν ὡς κατὰ | |
15 | τὸ ἐνεστὼς ἐν ἐκείνῳ τῷ τόπῳ μονὴν αὐτοῦ δηλοῦμεν ἐν ᾧ ἐστὶν ἢ ἦν ἢ ἔσται. Τὸ δὲ πῇ καὶ πόσε τοῦ μέλλοντός ἐστιν. Ἐρωτῶντες γάρ, πῇ βαδίσει ὁ ἄν‐ θρωπος; ἢ ἐβάδισεν, ἢ βαδίζει; τὴν ἐν τῷ μέλλοντι χρόνῳ εἰς ἐκεῖνον τὸν τόπον ἄφιξιν τούτου σημαίνο‐ | |
20 | μεν· ἢ καὶ οὕτω· δεῖ γάρ τινα, ὅθεν δήποτε πρότε‐ ρον ἐλθεῖν πρὸς ἡμᾶς, εἶτα μεῖναι ἐν ἡμῖν, εἶα ἀφ’ ἡμῶν ἀλλαχόσε ἀπελθεῖν, εἴπερ ἓν καὶ τὸ αὐτὸ πρόσ‐ ωπον μέλλει τὰ τρία ταῦτα καθάπαξ πρὸς ἡμᾶς ἐνερ‐ γήσειν, ἄλλως δὲ οὐκ ἂν γένοιτο. Ἓξ γὰρ τούτων | |
25 | γινομένων, τοῦ ἐλθεῖν πρὸς ἡμᾶς τινα καὶ μεῖναι καὶ ἀπελθεῖν, τοῦ ἐλθεῖν καὶ ἀπελθεῖν καὶ μεῖναι, τοῦ μεῖναι καὶ ἐλθεῖν καὶ ἀπελθεῖν, τοῦ μεῖναι καὶ ἀπελ‐ θεῖν καὶ ἐλθεῖν, τοῦ ἀπελθεῖν καὶ ἐλθεῖν καὶ μεῖναι, τοῦ ἀπελθεῖν καὶ μεῖναι καὶ ἐλθεῖν, τὸ πρῶτον μόνον | |
30 | κατὰ φύσιν συνέστηκεν, ὥσπερ εἴρηται, τῶν δὲ ἄλλων τὸ μὲν δεύτερον καὶ τρίτον καὶ ἕκτον ἀνάστατα, τὸ δὲ τέταρτον καὶ τὸ πέμπτον δοκεῖ μὲν συνίστασθαι, | |
οὐ συνίστανται δὲ διὰ τὸ καὶ ἐν ἀμφοτέροις τὸ ἐλθεῖν | 24 | |
25 | μὴ δύνασθαι εἶναι ἐλθεῖν, ἀλλ’ ἐπανελθεῖν, Ἕτερα δὲ ἀλλήλων ταῦτα. Ἰστέον δὲ καὶ τοῦτο, ὡς ἐνίοτε λέγοντες ἐν τῇ στοᾷ περιπατεῖν τὸν Σωκράτην, σολοικίζειν δοκοῦμεν, | |
5 | εἴγε τὸ μὲν ἐν τῇ στοᾷ στάσιν δηλοῖ, τὸ δὲ περι‐ πατεῖν κίνησιν. Ἀλλ’ οὐκ ἔστι τοῦτο σολοικισμός, ὀρθῶς δὲ μᾶλλον λέγεται. Τὸ γὰρ περιπατεῖν ἐνταῦθα οὐ τὴν ἀπὸ τόπου εἰς τόπον δηλοῦν κίνησιν βούλεται, ἀλλὰ τὴν ἐν τῷ αὐτῷ τόπῳ ἀναστροφήν, ἥτις ταὐτόν | |
10 | ἐστι τῇ μονῇ καὶ στάσει. Καὶ πάλιν, ὅταν λέγωμεν· ὁ δεῖνα πόῤῥωθεν ἕστηκε, σολοίκως δοκεῖ λέγεσθαι, εἴγε τὸ μὲν πόῤῥωθεν τὴν ἀπὸ τόπου κίνησιν δη‐ λοῖ, τὸ δὲ ἔστηκε στάσιν. Ἀλλ’ εἰ μὲν ἁπλῶς οὕτω καὶ ἀσχέτως λέγεται τοῦτο, σολοικισμὸν ὁμολογουμέ‐ | |
15 | νως ποιεῖ· εἰ δὲ ὁ ἱστάμενος πόῤῥωθεν σχέσιν τινὰ ἔχει πρὸς τὸν τόπον ἐκεῖνον, οὗ πόῤῥωθεν ἕστηκεν, ἤγουν ἢ βάλλει τι βέλος πρὸς ἐκεῖνον ἢ βλέπει, ἅτινα ἐμφαίνουσι κίνησίν τινα, καλῶς λέγεται. Γιγνώσκομεν οὖν, ὅτι καὶ τὸ πόθεν ἔχει τὴν εἰς τόπον κίνησιν καὶ | |
20 | τὸ πῇ τὴν ἐκ τόπου. Πᾶσα γὰρ κίνησις ποθὲν πῇ γίνεται· ἀλλ’ ἐπεί‐ περ τῶν ἀγνοουμένων ἀεὶ γίνεται ἡ ἐρώτησις, ὅταν μὲν τὸν τόπον εἰδῶμεν, εἰς ὃν γίνεται ἡ κίνησις, τὸ δὲ ἐκ τίνος ἀγνοῶμεν τὸ πόθεν ἐρωτῶμεν· ὅταν δὲ | |
25 | τοὐναντίον, ἤγουν τὸν τόπον, ἀφ’ οὗ γέγονεν ἡ κί‐ νησις εἰδῶμεν, τὸ δὲ εἰς τίνα ἀγνοῶμεν, τὸ πῇ ἐρω‐ τῶμεν. Καὶ ταῦτα μὲν ζητοῦμεν εἰς τόπον. Εἰ δὲ τὸν χρόνον ζητοῦμεν ἐν ᾧ γέγονέ τι, λέγομεν πότε; καὶ πρὸς τοῦτο ἀποκρινόμεθα· χθές, νεωστί, πρό‐ | |
30 | τριτα, πρώην, πέρυσι, τῆτες· καὶ τὰ ποιητικὰ οἷον· ἁρμοῖ, ποταινί, ἀντὶ τοῦ προσφάτως, πάλαι, ἔκπα‐ λαι, πρόπαλαι· καὶ δι’ ὀνομάτων· πρὸ δέκα ἡμερῶν, | |
μετὰ δύο μῆνας· εἰ δὲ τὸν ἀριθμὸν ζητοῦμεν· ὁσά‐ | 25 | |
26 | κις ἡ πρᾶξις ἐγένετο, φαμὲν ποσάκις; πρὸς ἅπερ ἀπο‐ κρινόμεθα· οὐδ’ ἅπαξ, ἅπαξ, δίς, τρίς, τετράκις καὶ τὰ ἐφεξῆς. Καὶ ἔτι τοσάκις, τοσαυτάκις, ὀλιγάκις, πολ‐ λάκις, πλεονάκις, πλειστάκις, ἀπειράκις. Εἰ δέ, εἰς | |
5 | πόσα μέρη ἢ εἰς πόσα εἴδη διαιρεῖται ὁτιοῦν, ἢ πό‐ σοις ὀνόμασιν ὁτιοῦν προσαγορεύεται, ἢ πόσαις με‐ θόδοις ἢ τέχναις ἢ τρόποις ποιεῖ τις, λέγομεν ποσα‐ χῶς, οἷον· ποσαχῶς διαιρεῖται τὸ θνητόν; ἢ ποσαχῶς ὀνομάζεται ὁ ἄνθρωπος; ἢ ποσαχῶς ὁ ἁλιεὺς ἀγρεύει | |
10 | τοὺς ἰχθύας; ἀποκρινόμεθα δὴ καὶ πρὸς τοῦτο· μο‐ ναχῶς, διχῇ, τριχῇ ἢ δίχα ἢ διχῶς ἢ τριχῶς ἢ τριχθὰ ποιητικῶς, τετραχῆ ἢ τετραχῶς ἢ τετραχθὰ ποιητικῶς καὶ πενταχῆ ἢ πενταχῶς καὶ ἐφεξῆς. Καὶ ἔτι τοσαχῶς, τοσαυταχῶς, ὀλιγαχῶς, πολλαχῶς, πλεοναχῶς, πλει‐ | |
15 | σταχῶς, ἀπειραχῶς καὶ τὰ τοιαῦτα. Εἰ δὲ τὴν αἰτίαν ζητοῦμεν, λέγομεν· διατί; ἱνατί; τί δήποτε; τίποτε· καὶ ποιητικῶς τίπτε; τοῦ χάριν; ἢ ὅτου ἢ τίνος ἢ τίνος ἕνεκα καὶ τὰ τοιαῦτα· πρὸς ὅπερ ἀποκρινόμεθα· διότι, διὰ τόδε, ἢ χάριν τοῦδε, ἢ ἕνεκα τοῦδε καὶ τὰ | |
20 | τοιαῦτα. Δοκοῦμεν δὲ καὶ τὴν οὐσίαν αὐτὴν τῆς πράξεως ζητοῦντες μιᾶς μὲν ἐκ πολλῶν ἀρίστων οὔσης, λέγειν· τί ποιεῖ ὁ δεῖνα; πρὸς ὅπερ ἀποκρινόμεθα, ὅτι οὐδέν, ἢ τρέχει ἢ διαλέγεται· μιᾶς ἐκ δυοῖν ὡρισμένων οὔσης | |
25 | φαμὲν πότερον τρέχει ἢ διαλέγεται; πρὸς ὅπερ ἀπο‐ κρινόμεθα θάτερον, ἢ ὅτι τρέχει ἢ ὅτι διαλέγεται, ἤτοι τὸ πρότερον ἢ τὸ ὕστερον· ὥσπερ καὶ τὴν πο‐ σότητα ζητοῦντες λέγομεν πόσον ἔδραμε; πρὸς ὅπερ ἀποκρινόμεθα πολὺ ἢ ὀλίγον. Τίνος μὲν ἕνεκεν οὖν | |
30 | τὰ προτεθέντα μέρη δηλαδὴ τὰ ἐρωτηματικὰ ἢ ὀνο‐ μαστικὰ ἢ ἐπιῤῥηματικὰ γίνεται, ἀπεδείξαμεν, ὧν περὶ τῆς συντάξεως ἐν τοῖς ἑπομένοις διασαφήσομεν. Ἐπειδὴ τοίνυν τὰ λοιπὰ μέρη τοῦ λόγου πρὸς τοῦ ὀνόματος καὶ ῥήματος ἀναφέρεται σύνταξιν, ὧν καὶ τῆς ὀνομα‐ | |
35 | σίας μετειλήφασι, περὶ ἑκάστων δεῖ διελθεῖν, τουτέστι | 26 |
27 | καὶ περὶ τοῦ ἐν χώρᾳ λαμβανομένου ἢ προσλαμβανο‐ μένου, λαμβανομένου μὲν ὡς ὅταν ἡ ἀντωνυμία ἐν χώρᾳ ὀνόματος λαμβάνηται, οἷον· ἐγὼ τόδε τι ἐποί‐ ησα, προσλαμβανομένου δὲ ὡς ὅταν ἡ αὐτὴ τῷ ὀνό‐ | |
5 | ματι προσλαμβάνηται, οἷον· ὁ Ὅμηρος ἔγραψε τὴν Ἰλιάδα· ὁ αὐτὸς δὲ καὶ τὴν Ὀδύσσειαν· ἔτι καὶ περὶ μετοχῆς τῆς ἐν τῇ χώρᾳ τῶν ῥημάτων λαμβανομένης. Διατί δεκαεπτὰ ὄντων τῶν συμφώνων μόνον τῶν ἄλλων ἐτιμήθη τὸ Ρ; ἐκ πολλῶν οὖν σημείων κρεῖτ‐ | |
10 | τον φαίνεται εἶναι τὸ Ρ τῶν ἄλλων συμφώνων καὶ τρόπον τινὰ φωνῆέν ἐστι μᾶλλον καὶ οὐ σύμφωνον. Ἥ τε γὰρ ἀπήχησις αὐτοῦ καὶ ἐκφώνησις λαμπροτέρα τῶν ἄλλων ἐστὶ καὶ τῇ τῶν φωνηέντων ἀριθμήσει παρέοικε. Καὶ πνεῦμα ἄνω ἐπιδέχεται τὴν δασεῖαν, | |
15 | ὅπερ ἐπ’ ἄλλου συμφώνου οὐχ εὕρηται. Καὶ ἐν τοῖς ῥήμασι κατὰ τοὺς παρῳχημένους χρόνους αὔξησιν δέ‐ χεται, ὡς καὶ τὰ φωνήεντα. Ῥέω καὶ ὁ παρατατικὸς ἔῤῥεον διὰ τῶν δύο ΡΡ. Τί οὖν σύμφωνόν ἐστιν ἢ φωνῆεν; τινὲς μὲν λέγουσιν, ὅτι ἔστι φωνῆεν· διότι | |
20 | τοῖς φωνήεσι παρέπεται τὸ δασύνεσθαι καὶ τὸ ψιλοῦ‐ σθαι. Εἰ οὖν ἄρα τὸ Ρ καὶ δασύνεται καὶ ψιλοῦται· καὶ δασύνεται μὲν οἷον ῥάπτω, ψιλοῦται δὲ ὡς ἐν τῷ ῤάρος καὶ ὡς ἐν τῷ ῤάριον, ὃ δηλοῖ τὸ παιδίον, φωνῆέν ἐστι. Ἄλλως τὰ διὰ Α μακροῦ ἐκφερόμενα | |
25 | ῥήματα κατὰ τὸν μέλλοντα τῆς δευτέρας συζυγίας τῶν περισπωμένων, ὅτι μή εἰσι δωρικά, κατὰ τὸν ἐνεστῶτα ἔχουσι πρὸ τοῦ Ω φωνῆεν· οἷον ἀνιῶ ἀνιάσω, κοπιῶ κοπιάσω. Ἐπεὶ οὖν τὸ φυράσω καὶ περάσω καὶ δράσω οὐ δωρικὰ ὄντα, ἀλλὰ κοινά, τῷ Α μακρῷ κέχρηνται, | |
30 | παραλήγονται δὲ τῷ Ρ· ἄρα φωνῆέν ἐστιν. Πρόσ‐ | |
κειται ὅτι μή εἰσι δωρικὰ διὰ τὸ πεινάσω, διψάσω. | 27 | |
28 | Ταῦτα γὰρ μακρὸν ἔχουσι τὸ να καὶ ψα, ἀλλ’ ὅμως κατὰ τὸν ἐνεστῶτα οὐκ ἔχουσι πρὸ τοῦ Ω φωνῆεν, ἀλλὰ σύμφωνον τὸ Ψ καὶ τὸ Ν, οἷον πεινῶ καὶ διψῶ· οὐκ ἀντίκειται δὲ ἡμῖν, ἐπεὶ ἀπὸ τοῦ πεινήσω καὶ | |
5 | διψήσω γίνεται κατὰ τροπὴν τοῦ Η εἰς Α μακρόν. Ἄλλως τε τὰ βραχυκατάληκτα τῶν εἰς Α ληγόντων θη‐ λυκῶν ὀνομάτων τότε φυλάττουσι τὸ Α καὶ ἐπὶ γενι‐ κῆς, ὅτε φωνήεντι παραλήγεται· ὅτε δὲ πρὸ τοῦ Α ἄλλο σύμφωνον ἔχει πλὴν τοῦ Ρ τὸ Α τῆς εὐθείας | |
10 | τρέπει εἰς Η ἐπὶ γενικῆς· οἷον δίψα, δίψης· εἰ δὲ τὸ Ρ ἔχει, φυλάσσεται τὸ Α τῆς εὐθείας καὶ ἐπὶ γενικῆς· οἷον ἡμέρα ἡμέρας· ἄρα τὸ Ρ φωνῆέν ἐστι. Ἔτι καὶ τὰ ἀπὸ ἑνὸς ἁπλοῦ συμφώνου ἀρχόμενα ῥήματα ἀνα‐ διπλασιάζονται κατὰ τὸν παρακείμενον· οἷον λέγω, | |
15 | λέξω, λέλεχα· τὰ δὲ ἀπὸ φωνήεντος ἀρχόμενα οὐκ ἀναδιπλασιάζονται· οἷον ὑβρίζω, ὑβρίσω, ὕβρικα· εἰ τὰ ἀπὸ τοῦ Ρ ἀρχόμενα οὐκ ἀναδιπλάζονται, οἷον ῥάπτω, ἔῤῥαφα· ἄρα φωνῆέν ἐστι τὸ Ρ. Ἔστι δὲ εἰπεῖν, ὅτι τὸ Ρ σύμφωνόν ἐστι καὶ οὐ | |
20 | φωνῆεν· πῶς οὖν τὸ Ρ φωνῆέν ἐστιν, ὅπου τὸ ῥήτωρ, Νέστωρ, καὶ ἄλλα ὁμοίως εἰς τὸ Ρ καταλήγουσιν· ἄλλως τε οὐδέποτε φωνῆεν προτάσσεται καὶ ὑποτάσ‐ σεται τοῦ αὐτοῦ φωνήεντος. Πῶς οὖν τὸ Η προτάσ‐ σεται τοῦ Ρ, ὡς ἐν τῷ Ἄρης καὶ ὑποτάσσεται ὡς ἐν | |
25 | τῷ ἀήρ. Ἔτι τὰ εἰς Ω λήγοντα ῥήματα οὐδέποτε διὰ δύο φωνηέντων ἐκφέρονται κατὰ τὴν λήγουσαν· εἰ δὲ τὸ Ρ εὑρίσκεται κατὰ τὴν τελευταίαν συλλαβὴν τοῦ φθείρω, ἄρα σύμφωνόν ἐστιν. Ἔτι τρία φωνήεντα ἐν μιᾷ συλλαβῇ οὐ παραλαμβάνονται· εἰ δὲ τὸ Ρ εὑ‐ | |
30 | ρίσκεται μετὰ δύο φωνηέντων παραλαμβανόμενον, ὡς ἐπὶ τοῦ ῥοῦς, ἄρα σύμφωνόν ἐστιν. Ἔτι τὰ φωνή‐ εντα μὲν αὐτὰ καθ’ ἑαυτὰ φωνὴν ἀποτελοῦσι, τὰ δὲ | |
σύμφωνα οὔ· εἰ οὖν τὸ Ρ καθ’ ἑαυτὸ φωνὴν οὐκ | 28 | |
29 | ἀποτελεῖ, ἄρα σύμφωνόν ἐστιν. Ἔτι πᾶς παρακείμε‐ νος ἀπαθής—λέγω δὲ ἀπαθής διὰ τὸ ἑώρακα— πᾶς παρακείμενος ἀπαθὴς ἀρχόμενον ἀπὸ τοῦ Ε ἔχει τὸν ἐνεστῶτα πάντως ἀπὸ συμφώνου ἀρχόμενον, ὡς | |
5 | τὸ φθείρω ἔφθαρκα· εἰ οὖν ἐῤῥύπωκα καὶ ἔῤῥαφα ἀπὸ τοῦ Ε ἄρχονται· ἄρα τὸ ῥυπῶ καὶ τὸ ῥάπτω οἱ ἐνεστῶτες ἀπὸ συμφώνου ἄρχονται· πρόδηλον, ὅτι τὸ Ρ σύμφωνόν ἐστιν. Περὶ τόνων. | |
10 | Πᾶσα συναίρεσις ἐξ ὀξείας καὶ βαρείας περισπωμέ‐ νην ποιεῖ. Διατί δὲ κατὰ τὸ ἀνάπαλιν οὐ γίνεται τόνος ἐκ βαρείας καὶ ὀξείας; διότι τρεῖς εἰσιν οἱ τόνοι καὶ τρεῖς οἱ τρόποι τῶν τόνων. Ἐκ τῆς ὀξείας μὲν καὶ βαρείας, τῶν δύο ἁπλῶν τόνων γέγονεν εἷς σύνθετος, | |
15 | ἡ περισπωμένη. Ὥσπερ δὲ τέταρτος τόπος τῶν τόνων οὐκ ἔστιν, οὕτως οὐδὲ τέταρτός ἐστι τόνος. Διατί ἀπὸ δύο πνευμάτων οὐκ ἐγένετο ἕτερον πνεῦμα; Καὶ οὖν ὥσπερ ἀπὸ δύο τόνων ἐγένετο ἕτερος | |
20 | τόνος, διατί καὶ ἀπὸ δύο πνευμάτων οὐκ ἐγένετο ἕτε‐ ρον πνεῦμα; Ἐπειδὴ ἡ δασεῖα ἐκ τοῦ Θώρακος ἐξέρ‐ χεται, ἡ δὲ ψιλὴ ἐξ ἄκρων τῶν χειλέων, ὅθεν λέγεται καὶ τὰ ἐπιθέμενα τοῖς ἄκροις τῶν χειρῶν καὶ τῶν πο‐ δῶν· καὶ διὰ τοῦτο οὐ δύνανται ἀλλήλοις συναφθῆναι | |
25 | καὶ ποιῆσαι ἕτερον πνεῦμα· θώρακος γὰρ καὶ χειλέων πολὺ τὸ μέσον. Καὶ εἰ ἀπὸ δύο τόνων ἐγένετο ἕτερος τόνος, διατί καὶ ἀπὸ δύο χρόνων οὐκ ἐγένετο ἕτερος χρόνος. Ἐπειδὴ τὰ στοιχεῖα ἢ μονόχρονά εἰσιν ἢ δί‐ χρονα, οὐδέποτε δὲ τρίχρονα. Εἰ οὖν εἰσῆλθεν ἡ μα‐ | |
30 | κρὰ καὶ ἡ βραχεῖα καὶ ἀπετέλεσαν ἕτερον χρόνον, ἔμελλεν εἶναι οὗτος τρίτος χρόνος καὶ οὐκ εἶχεν ἐπί τι λυσιτελεῖν, ὡς δὴ καὶ φθάσαντες εἴπομεν. Τὰ στοι‐ | |
χεῖα οὐχ ὑπερβαίνουσι τοὺς δύο χρόνους. | 29 | |
30 | Ἡ ὀξεῖα ἢ ἐν τέλει τίθεται ἢ πρὸ μιᾶς τοῦ τέλους, ἢ πρὸ δύο. Καὶ ἡ περισπωμένη ἢ ἐν τέλει τίθεται ἢ πρὸ μιᾶς τοῦ τέλους. Οὐδέποτε ἐπάνω βραχείας τί‐ θεται ἢ ἐπάνω θέσει μακρᾶς, ἀλλ’ ἐπὶ μόνων τῶν φύ‐ | |
5 | σει μακρῶν. Πᾶσα λέξις ὀξυνομένη ἐν τῇ συνθέσει τρέπει τὴν ὀξεῖαν εἰς βαρεῖαν, χωρὶς τοῦ τίς καὶ χωρὶς εἰ μὴ ἐπιφέροιτο στιγμή, καὶ χωρὶς εἰ μὴ εἴη ἐγκλινομένη. Πᾶσα συναίρεσις ἐξ ὀξείας καὶ βαρείας περισπωμένην | |
10 | ποιεῖ, οἷον Ξενοφάων Ξενοφῶν, ἐκ δὲ βαρείας καὶ ὀξείας πάλιν ὀξεῖαν, οἷον ὁ ἐνεσταώς ὁ ἐνεστώς, χωρὶς εἰ μὴ κωλύσῃ ὁ κανὼν ὡς ἐπὶ τοῦ ἀδελφιδεός ἀδελ‐ φιδοῦς. Τοῦτο γὰρ περισπᾶται. Φησὶ γὰρ ὁ κανών· τὰ εἰς ους ἁπλᾶ περισπῶνται, χρυσοῦς, χαλκοῦς, ἀρ‐ | |
15 | γυροῦς· τὰ δὲ σύνθετα βαρύνονται· οἷον εὔνους, εὔχρους. Διατί ἡ ῥητορικὴ εἰς εἴδη διαιρεῖται, ἡ δὲ γραμ‐ ματικὴ εἰς μέρη; Ἐπειδὴ ἡ ῥητορικὴ περὶ τὰ πολιτικὰ πράγματα καταγίνεται. Ταῦτα δὲ αὐθυπόστατά εἰσι | |
20 | καὶ διὰ τοῦτο εἰς εἴδη διαιρεῖται, ὡς τῶν εἰδῶν ὁλό‐ κληρόν τι ἀποτελούντων. Καὶ ὁ εἰδὼς ἕν τι τούτων τέλειός ἐστι ῥήτωρ· ἡ δὲ γραμματικὴ περὶ λέξεις καὶ περὶ τὰ μέρη τοῦ λόγου καταγίνεται. Ταῦτα δὲ συμ‐ βεβηκότα εἰσίν, ἐπικείμενα κατ’ οὐσιῶν· τὰ δὲ συμ‐ | |
25 | βεβηκότα οὐκ εἰσὶν αὐθυπόστατα· τούτου χάριν εἰς μέρη διαιρεῖται· τὸ γὰρ μέρος οὐχ ὁλόκληρον. Καὶ ὁ εἰδὼς ἓν τούτων ἢ δύο ἢ καὶ τρία ἢ τέσσαρα καὶ μὴ πάντα ἐν ἀκριβείᾳ, οὐκ ἔστι τέλειος γραμματικός. Τίς ἡ αἰτία, ὅτι καὶ ἐκάλεσεν ὁ διδάσκαλος | |
30 | τὴν γραμματικὴν ἐμπειρίαν; Τινὲς μὲν λέγουσιν, ὅτι καταχρηστικῶς ἐκάλεσεν ἐμπειρίαν ἀντὶ τοῦ γνῶσιν· ἄλλοι δέ φασιν, ὅτι, ἐπειδὴ ὁ σκοπὸς αὐτοῦ πρὸς εἰσ‐ | |
αγομένους ἦν, δεῖ δὲ τὰς εἰσαγωγὰς ἀπέχεσθαι τῶν | 30 | |
31 | δυσχερῶν, εἰδὼς ὅτι καὶ ἡ ἐμπειρία πολλαχῶς λέγεται παρὰ τοῖς ἀρχαίοις, ἔστι γὰρ ἡ ἄλογος τριβή, ἔστι καὶ ἡ λογικὴ γνῶσις, ἔστι καὶ ἡ ἀκριβὴς μάθησις, ἁπλούστερον τὸν λόγον ἐποιήσατο λέγων, συμβαίνειν ἀπὸ ἐμπειρίας | |
5 | τὴν γνῶσιν, ὡς καὶ ἡ γραμματικὴ γνῶσίς ἐστι τινῶν, ὧν αὐτὸς παρατίθησιν. Ἄλλοι δέ φασιν, ὅτι ἐπεὶ μικτή ἐστιν ἡ γραμματικὴ λογική τε καὶ πρακτικὴ διὰ τοῦ εἰπεῖν ἐμπειρία τὸ πρακτικὸν αὐτῆς περιέλαβε καὶ ὡρίσατο· ἀπὸ δὲ μέρους τὸ ὅλον διαλαμβάνει. Καὶ διατί οὐκ | |
10 | ἀπὸ κρείττονος ὡρίσατο ἤγουν ἀπὸ τοῦ λογικοῦ; διότι, εἰ ὡρίσατο ἀπὸ τοῦ κρείττονος τὴν γραμματικὴν ἐλάν‐ θανεν ἂν τὸ χεῖρον ὡς μὴ ὄν, ἤγουν τὸ πρακτικόν· διὰ τοῦτο ἀπὸ τοῦ χείρονος ὡρίσατο, ἤγουν τοῦ πρα‐ κτικοῦ· ὥσπερ καὶ ἡμίονος ἐκ τοῦ χείρονος ὠνομάσθη, | |
15 | ἤγουν τοῦ ὄνου, καὶ οὐκ ἀπὸ τοῦ κρείττονος, ἤγουν τοῦ ἵππου, ἵνα μὴ λάθῃ τὸ χεῖρον ὡς μὴ ὄν. Λέγουσι δέ τινες, ὅτι ἐμπειρία ἐπὶ ἀμφοτέρων τῶν σημαινομένων λαμβάνεται καὶ ἐπὶ τοῦ λογικοῦ καὶ ἐπὶ τοῦ πρακτικοῦ· λέγουσι γάρ, ὅτι ἐμπειρία | |
20 | ἐστὶν ἡ ἄλογος τριβὴ καὶ ἡ λογικὴ γνῶσις, ἀγνοοῦν‐ τες, ὅτι τὸ προκατάρχον αἴτιον τῆς λέξεως τὸ πεῖρα οὐδὲν ἄλλο δηλοῖ, ἀλλ’ ἢ τὴν ἅπαξ δοκιμασίαν ἀλό‐ γου τέχνης. Παρὰ γὰρ τὸ πεῖρα γέγονεν ἔμπειρος καὶ ἐμπειρία· ἄλλοι δὲ λέγουσιν, ὅτι ἐμπειρία εἶπεν οἱονεὶ | |
25 | πολυπειρία· ἡ γὰρ ἐμπειρία δηλοῖ καὶ τὴν πολυπει‐ ρίαν, ὡς παρ’ Εὐριπίδῃ· ἀλλ’ ἡ ἐμπειρία ἔχει τι λέ‐ ξαι τῶν νέων σοφώτερον, ἤγουν ἡ πολυπειρία. Ἰστέον δέ, ὅτι τέσσαρά εἰσι τὰ τῆς γραμματικῆς μέρη· ἀλλὰ τμηθέντος τοῦ τρίτου μέρους εἰς τρία, ἤγουν εἰς τρί‐ | |
30 | τον τέταρτον καὶ πέμπτον, γεγόνασιν ἕξ. Καλεῖ δὲ τὸ τρίτον μέρος τῆς γραμματικῆς διόρθωσιν· περιέχει γὰρ τὴν τῶν γλωσσῶν καὶ ἱστοριῶν πρόχειρον ἀπό‐ | |
δοσιν καὶ τὴν τῆς ἐτυμολογίας εὕρεσιν καὶ τὸν τῆς | 31 | |
32 | ἀναλογίας ἐκλογισμόν· ἀλλ’ ἐτμήθη εἰς τρία, ὅθεν καὶ τέσσαρα ὄντα γεγόνασιν ἕξ· ἄλλοι δὲ λέγουσιν· ἐπειδὴ πρὸς εἰσαγομένους διαλέγεται, ἠθέλησεν ἀφελέ‐ στερον χρησάμενος τῇ διδασκαλίᾳ παραδοῦναι ταῦτα | |
5 | αὐτοῖς μέρη, οἷστισι κέχρηνται εὐθέως οἱ ἀναγιγνώ‐ σκοντες. Εἶτα τὰ κατὰ τῶν γλωσσῶν καὶ ἱστοριῶν σαφηνίζει, εἶτα ἐτυμολογεῖ τὰς λέξεις καὶ μετὰ ταῦτα τὸν κανόνα τῆς ἀναγνώσεως παραδίδωσιν αὐτοῖς καὶ τελευταῖον κρίνειν διδάσκει. Πάλαι δὲ πρῶτον ὁ διορ‐ | |
10 | θωτὴς διωρθοῦτο τὸ βιβλίον, ἵνα μὴ ἐπταισμένον ἀναγνοὺς ὁ νέος εἰς κακὴν ἕξιν ἐμπέσῃ· δεύτερον δὲ λαβὼν ὁ νέος τὸ βιβλίον ἀπῄει πρὸς τὸν ὀφείλοντα αὐτὸν διδάσκειν κατὰ τὴν διόρθωσιν τοῦ διορθωτοῦ· τρίτον δὲ ἀπῄει πρὸς τὸν κριτικόν· οὗτος δὲ τὴν τῶν | |
15 | ποιητῶν καλῶς ἢ φαύλως λεχθεῖσαν ἔννοιαν παρεδίδου. Τί διαφέρει κρίσις συγκρίσεως; καὶ πότερον αὐ‐ τῶν ἐπαναβέβηκε; λεκτέον δέ, ὅτι πρῶτον ἡ κρίσις. Καὶ ὁ μὲν συγκρίνων καὶ κρίνει, ὁ δὲ κρίνων οὐ πάντως καὶ συγκρίνει. | |
20 | Ζητητέον δέ, ὅτι τὸ μακρὸν πρὸς τί ἐστι βραχὺ καὶ τὸ βραχὺ πρὸς τί ἐστι μακρόν; Οὐδὲν γάρ ἐστιν ὅπερ καθ’ ἑαυτό ἐστι μακρὸν ἢ βραχύ, ἀλλὰ πρὸς ἕτερον. Καὶ λέγομεν ἐπειδὴ πολλάκις φαίνονται τὰ μακρὰ ἀναλυόμενα εἰς δύο βραχέα, ὡς τὸ σῶς σόος | |
25 | καὶ τὸ δῆλον δέελον, διὰ τοῦτο τὰ μὲν μακρὰ τὰ δὲ βραχέα οὐ τῷ τύπῳ τοῦ σχήματος, ἀλλὰ τῷ χρόνῳ τῆς φωνῆς, ὡς ἐν διπλασίονι χρόνῳ παρὰ τοῖς πα‐ λαιοῖς τῶν βραχέων ἐκφωνούμενα. Καὶ τὰ δύο μὲν ἐν ἰσότητι δοκοῦσιν· εὑρέθη δὲ μακρότερον τὸ Η· | |
30 | ἔχουσαι λέξεις τινὲς τὸ Ω μέγα ἐπὶ τέλους εὑρίσκονται προπαροξύτονοι· τὸ δὲ Η οὐδέποτε. Καὶ ποῖόν ἐστι | |
βραχύτερον, τὸ Ε ἢ τὸ Ο; λέγομεν δή, ὅτι Ἀπολ‐ | 32 | |
33 | λώνιος καὶ ὁ τούτου υἱὸς Ἡρωδιανὸς ἐζήτησε περὶ τούτων. Καὶ ὁ μὲν Ἀπολλώνιός φησιν, ὅτι τὸ Ο ἐστὶ βραχύτερον. Καὶ γὰρ προσθέσει τοῦ Ι ἑκατέρῳ αὐ‐ τῶν ποιήσεις δύο διφθόγγους. Καὶ ἡ μὲν τὸ Ε ἔχουσά | |
5 | ἐστι μείζων, ἡ δὲ τὸ Ο ἔχουσα ἐλάσσων, ὡς εἶναι αὐ‐ τὴν καὶ βραχεῖαν ἐν τέλει λέξεων, οἷον Ὅμηρον· ὁ δὲ Ἡρωδιανὸς μᾶλλον λέγει τὸ Ε βραχύτερον. Φησὶ γάρ, ὅτι οὐ δεῖ τῇ παραθέσει τοῦ Ι ἐξετάζειν τὴν δύ‐ ναμιν, ἀλλὰ κατ’ ἰδίαν ἄνευ τινὸς παραθέσεως καὶ | |
10 | μάλιστα τῆς τοῦ Ι· τοῦτο γὰρ συγγένειαν ἔχει πρὸς τὸ Ε. Καὶ δείκνυσιν ἐκ τοῦ εἶναι τὴν ἐκφώνησιν τοῦ Ι σχεδὸν ὄνομα τοῦ Ε γράμματος· προστεθὲν οὖν τῷ συγγενεῖ μεγάλην δύναμιν αὐτοῦ ἐπετέλεσε, προσ‐ τεθὲν δὲ τῷ Ο συγγένειαν οὐκ ἔχον μετὰ τοῦ | |
15 | Ο, τὸ Ι δηλαδὴ οὐκ ἐνεδείξατο ὅλην τὴν ἑαυτοῦ δύ‐ ναμιν, ὡς ἐπὶ παραδείγματος ἀνθρωπείου· εἴ τις ἀδελ‐ φὸν αὑτοῦ θεάσαιτο χρείαν ἔχοντα βοηθείας, ὅλῃ ψυχῇ ὑπερασπίζει αὐτοῦ· εἰ δὲ ξένον θεάσαιτο χρείαν ἔχοντα βοηθείας, εἰ καὶ συμμαχεῖ, ἀλλ’ οὐχ ὅλῳ τῷ λογισμῷ. | |
20 | Οὕτω καὶ ἐπὶ τοῦ Ι νόησον, ὅτι οὐχ ὁμοίως ἐπεδεί‐ ξατο τὴν ἑαυτοῦ δύναμιν ὡς ἐπὶ τοῦ Ε συγγενοῦς. Διὰ τῶν τοιούτων λόγων ὁ Ἡρωδιανὸς ἀποστρέψας τὴν πατρὸς δόξαν, ἐπιφέρει τοιαύτην δικαιολογίαν δεικνὺς τὸ Ε βραχύτερον· λέγει δὲ τοιοῦτον κανόνα· | |
25 | ὅτι πᾶσα κλητικὴ τὸν ἶσον χρόνον θέλει ἔχειν τῆς ἰδίας εὐθείας ἢ ἐλάττονα, οὐδέποτε δὲ μείζονα. Ἐπεὶ δὲ τῶν εἰς ος ληγόντων ἐν τῇ εὐθείᾳ, ὡς ὁ Νικόλαος, ὁ Γεώργιος εἰς Ε τρέπει ἐν τῇ κλητικῇ τὸ τῆς εὐθείας Ο, οἷον Νικόλαε, Γεώργιε, ἵνα ἔχῃ τὸν ἐλάττονα χρό‐ | |
30 | νον ἡ κλητικὴ τῆς ἰδίας αὐτῆς εὐθείας. Καὶ γὰρ ἡ εὐθεῖα ἡνίκα οὐ μεταβάλλει τὸ φωνῆεν αὐτῆς, ἰσοχρο‐ | |
νεῖ τῇ κλητικῇ πλὴν τοῦ Αἴας Αἶαν καὶ τῶν ὁμοίων· | 33 | |
34 | ἡνίκα δὲ μεταβάλλει, τὸν ἐλάττονα χρόνον ἔχει. Ἐπεὶ οὖν εὑρίσκεται ἐπὶ τῶν εἰς ος ληγόντων ὀνομάτων τρεπόμενον τὸ τελικὸν τῆς εὐθείας Ο εἰς Ε· ἄρα βρα‐ χύτερόν ἐστι τὸ Ε τοῦ Ο. Ἀλλὰ καὶ ἡ αἰολὶς διάλε‐ | |
5 | κτος διπλασιάζουσα τὰ σύμφωνα, τὰ προκείμενα φω‐ νήεντα συστέλλει εἰς ἥσσονα, οἷον τὸ πενθήσεις πεν‐ θέσεις λέγει καὶ τοσοῦτον τοσσοῦτον, ὡς ἐκ μείζονος εἰς ἐλάσσονα τὴν συστολὴν ποιεῖται· ἀλλὰ καὶ αἱ γε‐ νικαὶ αἱ ἑνικαὶ μείζονα τέλη ἔχουσι τῶν πληθυντικῶν | |
10 | εὐθειῶν οἷον Ῥοδίου Ῥόδιοι, λιθίνης λίθιναι· εἴπερ οὖν ἐξελέξατο ἡ γενικὴ τὸ Ο ἡ δὲ πληθυντικὴ εὐθεῖα τὸ Ε ὡς ἐπὶ τοῦ Αἴαντος Αἴαντες· δῆλον ὡς ἔλαττον καὶ συνεσταλμένον ἐστὶ τὸ Ε τοῦ Ο. Ζητητέον δέ, ὅτι ὥσπερ ἡ συλλαβὴ ἡ ἐκ φωνηέν‐ | |
15 | των δύο συνεστηκυῖα δίφθογγος καλεῖται καὶ τί μὴ τὸν αὐτὸν τρόπον καὶ ἡ συλλαβὴ ἡ ἐκ φωνήεντος καὶ συμφώνου συνεστηκυῖα δίφθογγος καλεῖται. Καὶ λέ‐ γομεν, ὅτι διὰ τοῦτο οὐ καλεῖται δίφθογγος ἡ ἐκ συμ‐ φώνου καὶ φωνήεντος συνεστηκυῖα συλλαβή, ἐπειδὴ | |
20 | κυρίως δίφθογγοι λέγονται τὰ φωνήεντα παρὰ τὸ φθόγ‐ γον τινὰ καὶ φωνὴν ἀφιέναι. Τῶν δὲ διφθόγγων αἱ μέν εἰσι κατὰ ἐπικράτειαν, ὡς ἐπὶ τῆς ει διφθόγγου καὶ τῆς ῃ καὶ τῆς ῳ τῆς ἐχούσης τὸ Ι τὸ ἀνεκφώνητον· ἐπὶ τούτων γὰρ ὁ φθόγ‐ | |
25 | γος τοῦ ἑνὸς φωνήεντος μόνον ἐξακούεται. Διὸ καὶ τὸ Ε ψιλὸν παρὰ τοῖς παλαιοῖς ΕΙ κατὰ τὴν φωνὴν ἐξεφωνεῖτο καὶ τοῦτο εὑρήσεις ἐπὶ τῆς Ε Ὁμήρου ῥαψῳδίας κατὰ τὴν ἔμμετρον ἐπιγραφήν. Αἱ δέ εἰσι κατὰ κρᾶσιν ὡς ἐπὶ τῆς ΟΥ καὶ τῆς ΑΥ καὶ τῆς ΕΥ· | |
30 | ἐπὶ τοῦτο γὰρ συγκιρνῶσι τὰ δύο φωνήεντα καὶ ἀπο‐ τελοῦσι μίαν φωνήν, ἁρμόζουσαν τοῖς δυσὶ φωνήεσιν, οἷον οὗτος, αὐτός, εὐθυμεῖ. Αἱ δέ εἰσι κατὰ διέξο‐ | |
δον ὡς ἐπὶ τῆς Ε ΗΥ καὶ ΩΥ· ἐπὶ τούτων γὰρ | 34 | |
35 | χωρὶς ἀκούεται τοῦ ἑνὸς φωνήεντος ὁ φθόγγος καὶ χωρὶς τοῦ ἑτέρου· ἐπειδὴ δὲ ἡ ΑΙ δίφθογγος ἡ ἐκ‐ φωνοῦσα τὸ Ι καὶ ἡ ΟΙ οὔτε κατὰ ἐπικράτειάν εἰσιν οὔτε κατὰ κρᾶσιν οὔτε κατὰ διέξοδον εἰκότως, ὡς | |
5 | στερηθεῖσαι τοῦ ἰδιώματος τῶν διφθόγγων ἐστερήθη‐ σαν καὶ τοῦ χρόνου τοῦ παρεπομένου τοῖς διφθόγγοις· τούτου χάριν αὐταὶ μόνον ἐκ τῶν διφθόγγων τῷ το‐ νικῷ παραγγέλματι ἀντὶ τῆς κοινῆς συλλαβῆς παρα‐ λαμβάνονται. Καὶ γὰρ ἐν τέλει λέξεων εὑρισκόμεναι | |
10 | ἀντὶ βραχέων λογίζονται πλὴν τῶν εὐκτικῶν καὶ τῶν ἐπιῤῥημάτων καὶ τῶν ἀπὸ συναιρέσεως γινομένων καὶ τῶν μετὰ τοῦ Ν ἢ τοῦ Σ εὑρισκομένων οἷον Αἰ‐ άντων, ὁσίοιν καὶ τῶν ὁμοίων. Καὶ ἔκθλιψιν ὑπο‐ μένουσιν ὡς τὸ βραχὺ Α καὶ τὸ Ο μικρὸν καὶ τὸ | |
15 | βραχὺ Ι καὶ τὸ Ε ψιλόν, οἷον βούλομαι ἐγώ, βού‐ λομ’ ἐγώ· οἱ ἅγιοι ἔλεγον· οἱ ἅγι’ ἔλεγον. Τῶν διφθόγγων· αἱ μέν εἰσι κύριαι· οἷον | |
20 | αι, αυ, ει, ευ, οι, | |
ου· αἱ δὲ καταχρηστικαί· οἷον | Column end | |
ᾳ, ῃ, ῳ, υι, ηυ, ωυ· | Column end | |
25 | Καὶ πάλιν τῶν διφθόγγων αἱ μέν εἰσι κατὰ κρᾶ‐ σιν | |
οἷον ου, αυ, ευ. αἱ δὲ κατ’ ἐπι‐ | Column end | |
30 | κράτειαν· οἷον | |
ει, ῃ, ῳ, ᾳ. αἱ δὲ κατὰ διέξ‐ οδον | Column end | |
35 | οἷον ηυ, ωυ, υι. | Column end |
27 | Σύμφωνα δέ εἰσι δεκαεπτά. Ἐκλήθησαν δὲ σύμ‐ φωνα, ὅτι αὐτὰ μὲν καθ’ αὑτὰ φωνὴν οὐκ ἔχουσι, | |
μετὰ δὲ τῶν φωνηέντων φωνὴν ἀποτελοῦσιν· οὐ γί‐ | 35 | |
36 | νεται δὲ ἐναλλαγή τις τῶν φωνηέντων τῆς φωνῆς ἐν τῷ συνεκφωνεῖσθαι αὐτὰ τοῖς συμφώνοις· ἀλλ’ οἵαν ἔχει τὴν φωνὴν τὸ Α μόνον ἐκφωνούμενον, τοιαύτην ἔχει καὶ μετὰ τοῦ Β ἢ Γ καὶ τῶν ἐφεξῆς. Σύμφωνα | |
5 | δὲ εἴρηται παρὰ τὸ συμφωνεῖν· ἡ γὰρ σύν πρόθεσις τὸ ὁμοῦ σημαίνει· ἄλλο γάρ ἐστι πράττειν ἄλλο συμπράττειν. Ὁρίζεται δὲ ὁ Τεχνικὸς κεκλῆσθαι τὰ σύμφωνα οὕτως διὰ τὸ μὴ ἔχειν ἀφ’ ἑαυτῶν φωνὴν συμφωνεῖν δὲ τῇ τῶν φωνηέντων συμφωνίᾳ· ὥσπερ | |
10 | γὰρ λέγομεν σύνοικον τὸν σὺν ἑτέρῳ οἰκοῦντα, οὕτω λέγομεν καὶ σύμφωνον τὸ σὺν ἑτέροις φωνὴν ἀποτε‐ λοῦν. Ὁριστέον δὲ αὐτὰ οὕτως· σύμφωνά εἰσιν ἃ μετὰ φωνήεντος ἢ φωνηέντων φωνὴν ἐγγράμματον ἀπο‐ τελοῦσιν. Ἰστέον δὲ ὅτι ἔστιν ὅτε καὶ ψιλὰ ἀντὶ δα‐ | |
15 | σέων παραλαμβάνονται ὡς τὸ φιλῶ φεφίληκα πεφίληκα· ὅτε γὰρ γίνεται ἐπαλληλία τῶν δασέων, τότε τρέπεται τὸ ἓν δασὺ εἰς ψιλόν· τὰ δὲ δασέα ἀντὶ ψιλῶν παρα‐ λαμβάνονται ὡς τὸ κατὰ ἡμῶν καθ’ ἡμῶν. Μέσα δὲ εἴρηνται τὸ ΒΓΔ ὡς πρὸς σύγκρισιν | |
20 | τῶν ψιλῶν καὶ τῶν δασέων· ὡς εἴ τις σύγκρισιν ποι‐ ούμενος θερμοτάτου καὶ ψυχροτάτου μέσον τι καλέσῃ, ὡς πρὸς σύγκρισιν ἀμφοτέρων τῶν ἀκροτήτων· συγ‐ κρινομένων γὰρ πρὸς τὸ θερμὸν ψυχρὸν ἂν νομισθείη, πρὸς δὲ τὸ ψυχρὸν συγκρινόμενον θερμὸν νομισθείη | |
25 | ἄν· οὕτως οὖν καὶ κατὰ τὸν αὐτὸν τρόπον τὰ μέσα μὲν πρὸς τὰ δασέα ψιλά εἰσι, πρὸς δὲ τὰ ψιλὰ δασέα εἰσίν. Διατί λέγονται διπλᾶ τὸ Ζ. Ξ. Ψ. Λέγουσι δέ τινες, ὅτι οἱ παλαιοὶ οὐ καλῶς αὐτὰ ὀνομάζουσιν. Εἰ | |
30 | γὰρ δῶμεν ἀληθῆ εἶναι τὸν λόγον τὸν φάσκοντα πρὸ τῆς εὑρέσεως αὐτῶν διὰ δύο συμφώνων ἀποτελεῖσθαι τὰς φωνὰς τούτων, ἐξ ὧν καὶ συνεστήκασιν, ἔδει σύν‐ | |
θετα ὀνομάζεσθαι καὶ οὐ διπλᾶ· ὥσπερ καὶ τὰ ἐκ | 36 | |
37 | δύο λέξεων συγκείμενα ὀνόματα σύνθετα καλοῦμεν ὡς τὸ φιλοκτίστης καὶ ῥήματα οἷον φιλιππῶ· λέγουσι δέ τινες, ὅτι οὐ δυνατόν ἐστιν ἐκ δύο συμφώνων τὰ δι‐ πλᾶ συγκεῖσθαι, ὅτι οὐδέποτε συλλαβὴ εἰς τρία σύμ‐ | |
5 | φωνα λήγει· ὅπουγε καὶ σπανίως εἰς δύο. Εἰ δῶμεν τοίνυν, φασί, τοῦτο, εὑρεθήσεται τὸ Σφίγξ εἰς τρία σύμφωνα λῆγον, ὅπερ ἀδύνατον. Καὶ ἔτι φασίν, ὅτι οὐδὲν ἄφωνον προηγεῖται τοῦ Σ κατὰ σύλληψιν, πῶς οὖν δυνήσεται τὸ Κ ἄφωνον ὄν, προηγεῖσθαι τοῦ | |
10 | Σ, ἵνα τὸ Ξ ἀποτελέσῃ; καὶ ἔτι λέγουσιν, ὅτι οὐκ εἰσὶν ἐκ δύο συμφώνων τὰ διπλᾶ, ἐπειδὴ ὁ Ὅμηρος τὸ Ζ οὐ κατ’ ἐπέκτασιν λαμβάνει, οἷον οἵ τε Ζάκυνθον ἔναιον καὶ ἄστυ Ζελείης. Ἄλλως τε εἰ καὶ συγχω‐ ροῦμεν αὐτὰ δύναμιν ἔχειν δύο συμφώνων· ἐπειδὴ | |
15 | οἱ Αἰολεῖς κατὰ τὴν προφορὰν τοῦ ζυγός σδύγος γράφουσι καὶ κατὰ τὴν προφορὰν τοῦ ξίφος κσίφος καὶ κατὰ τὴν προφορὰν τοῦ ψέλλιον πσέλλιον· ἀλλ’ ὅμως οὐ δεῖ τὰ κατὰ διάλεκτον ἰδιάζοντα εἰς κοινὸν παραλαμβάνειν. Πρῶτον οὖν καλέσωμεν αὐτὰ μακρά | |
20 | ὡς καὶ τὸ Η καὶ τὸ Ω μέγα· ἤγουν ὥσπερ τὸ Η καὶ τὸ Ω μέγα ἐπέχουσι δύο φωνηέντων δύναμιν καί εἰσι μακρά, οὕτω καὶ τὰ διπλᾶ ἐπέχουσι δύο συμφώνων δύναμιν, ἄρα μακρά εἰσιν. Καὶ λέγομεν ὅτι διὰ τοῦτο οὐ καλοῦνται μακρὰ τὰ διπλᾶ· ἐπειδὴ οὐ δύνανται | |
25 | ἐκφωνεῖσθαι καθ’ αὑτὰ ὥσπερ τὸ Η καὶ τὸ Ω μέγα· εὔλογον δέ ἐστι καλεῖν αὐτὰ σύνθετα ὁμολογουμένως δύναμιν ἔχοντα δύο συμφώνων. Ἰδοὺ γὰρ ἐν τῷ θώρακι καὶ Πέλοπι λέγομεν ὅτι αὗται αἱ δοτικαὶ τῶν ἑνικῶν προσλαμβάνουσι [ἐν ταῖς πληθυντικαῖς] πρὸ | |
30 | τοῦ Ι τὸ Σ. Εὔλογον δέ ἐστι λέγειν αὐτὰ καὶ διπλᾶ ἅτε ἐκ μιᾶς φύσεως τῶν συμφώνων ἔχοντα τὴν γέν‐ | |
νησιν. | 37 | |
38 | Διατί δὲ τριῶν ὄντων τῶν διπλῶν τὸ μὲν Ξ καὶ τὸ Ψ ληκτικά εἰσι τῶν ὀνομάτων, τὸ δὲ Ζ οὔ; Καὶ λέγομεν, ὅτι οὐ πάντως τὰ ὁμογενῆ καὶ τὰ ὁμοειδῆ τοῖς αὐτοῖς ὑποπίπτουσι πάθεσιν. Ἰδοὺ γὰρ τριῶν | |
5 | ὄντων τῶν διχρόνων τὰ μὲν φαίνονται εἶναι προ‐ τακτικὰ τὰ δὲ ὑποτακτικά. Καὶ πάλιν τεσσάρων τῶν ἀμεταβόλων τὰ μὲν αὐτῶν εἰσιν ὀνομάτων λη‐ κτικά, ὡς τὸ Ν καὶ τὸ Ρ, τὰ δὲ οὔ. Δῆλον οὖν, ὅτι οὐκ ἀνάγκη τὰ ὁμογενῆ καὶ τὰ ὁμοειδῆ στοιχεῖα | |
10 | τὰ αὐτὰ ἀναδέχεσθαι πάθη· ἵνα δὲ φυσικώτερον τὸ τοιοῦτον παραστήσωμεν φαμέν, ὅτι τὸ Σ τελικόν ἐστιν ὀνομάτων· καὶ ἡ φωνὴ τοῦ Ξ καὶ τοῦ Ψ κατὰ τὴν ἐκφώνησιν ἐμφαίνει, ὅτι ληκτικόν ἐστι τὸ Σ δυνάμει καὶ τελευταῖον. Εἰ τοίνυν πέφυκεν ὑπάρχειν ληκτικὸν | |
15 | ὀνόματος τὸ Σ, ἐνεργείᾳ μὲν ὡς Αἴας, Χρύσης, δυ‐ νάμει δὲ ὡς κόραξ, Ἄραψ· ὅτι τὸ μὲν Ξ ἐκ τοῦ ΚΣ σύγκειται, τὸ δὲ Ψ ἐκ τοῦ ΠΣ· οὐδέν ἐστι τὸ κω‐ λῦον ληκτικὸν εἶναι ὀνομάτων τό τε Ξ καὶ τὸ Ψ. Τὸ δὲ Ζ ἐν τῇ ἐκφωνήσει αὐτοῦ οὐ τὸ Σ ἔχει τελευταῖον | |
20 | ἀλλὰ τὸ Δ. Ἐπειδὴ δὲ οὐδέποτε ἑλληνικὴ λέξις εἰς ἄφωνον καταλήγει· διὰ τοῦτο ἀδύνατον ἐγένετο εὑ‐ ρεθῆναι τὸ Ζ ληκτικὸν ὀνόματος. Τῶν δεκαεπτὰ συμφώνων τέσσαρα μέν εἰσιν ἀμε‐ τάβολα Λ. Μ. Ν. Ρ. ὅτι οὐ μεταβάλλονται οὔτε ἐν | |
25 | τοῖς μέλλουσι τῶν ῥημάτων οὔτε ἐν ταῖς κλίσεσι τῶν ὀνομάτων· οἷον θεματικὸν ὂν τὸ Λ ἐπὶ τοῦ ψάλλω καὶ τὸ Μ ἐπὶ τοῦ νέμω καὶ τὸ Ν ἐπὶ τοῦ κρίνω καὶ τὸ Ρ ἐπὶ τοῦ ἀείρω, καὶ ἐπὶ τοῦ μέλλοντος αὐτὰ πά‐ λιν φυλάσσουσιν οἷον ψαλῶ, νεμῶ, κρινῶ, ἀερῶ. | |
30 | Καὶ πάλιν τελικὸν ὂν τὸ Ν ἐπὶ τῆς εὐθείας τῶν ὀνο‐ μάτων ὡς ἐπὶ τοῦ Ἕλλην καὶ τὸ Ρ ὁμοίως ὡς ἐπὶ τοῦ Νέστωρ τὸ αὐτὸ φυλάττεται πάλιν καὶ ἐπὶ τῶν πλα‐ | |
γίων, οἷον Ἕλληνος, Νέστορος· τὰ δὲ τῶν δεκαεπτὰ | 38 | |
39 | συμφώνων θεματικὰ ὄντα τῶν ῥημάτων μεταβολικά εἰσιν οἷον τὸ Β. Π. Φ. Γ. Κ. Χ. Δ. Θ. Τ. Ζ. ΣΣ. τὰ δὲ χαρακτηριστικά εἰσι τῶν μελλόντων οἷον τὸ Ξ καὶ τὸ Ψ. Καὶ εἰ ὁ ἐνεστὼς διὰ τοῦ Β ἢ Π ἢ Φ ἢ | |
5 | ΠΤ διὰ τοῦ Ψ ὁ μέλλων ἐστίν. Εἰ δὲ ὁ ἐνεστὼς τοῦ Ζ ἢ ΣΣ ἐστὶν διὰ τοῦ Ξ ἢ διὰ τοῦ Σ ὁ μέλλων ἐστίν. Καλοῦνται δὲ τὰ τέσσαρα ἀμετάβολα ταῦτα τὸ Λ Μ Ν Ρ καὶ ὑγρά, ὅτι καὶ τῶν χρωμάτων ὅσα μέν εἰσιν ὑγρὰ οὐκ εὐμετάπτωτα τυγχάνουσιν· ὅσα δὲ μή εἰ‐ | |
10 | σιν ὑγρά, εὐεξάλειπτα. Καὶ διὰ τὴν ἀφέλειαν τῆς φωνῆς οὕτω καλοῦνται· οὐ γὰρ ὃν τρόπον τὰ ἄλλα σύμφωνα ἐπάλληλα κείμενα κατὰ τὸν λόγον τῶν μέ‐ τρων τραχύνουσι τὴν ἀκοήν, δεικνύοντα τὴν αἰτίαν τῶν μέτρων. Κατὰ τοῦτον τὸν τρόπον εἰσὶ καὶ τὰ | |
15 | ἀμετάβολα ἀλλὰ τῇ λειότητι τῆς φωνῆς διαλανθάνουσι τὴν ἀκοήν. Περὶ συλλαβῆς. Ἐπειδὴ συλλαβὴ λέγεται σύλληψις τοὐλάχιστον δύο γραμμάτων, φωνήεντος δηλαδὴ καὶ συμφώνου, ἢ | |
20 | τὸ ἀνάπαλιν· ἄρα καὶ αἱ μονογράμματοι ἤγουν αἱ δι’ ἑνὸς φωνήεντος οὖσαι οὐκ εἰσὶ συλλαβαί. Καὶ λέγο‐ μεν, ὅτι οὐ δίκαιόν ἐστι τὰ φωνήεντα τὰ παρέχοντα τοῖς συμφώνοις φωνὴν ἐξῶσαι τελείως τοῦ ὅρου τῶν συλλαβῶν· ὥσπερ γὰρ ἐπὶ τῶν ἀριθμῶν οὐκ ἐκβάλ‐ | |
25 | λομεν τὴν μονάδα· ἀλλ’ ἔστιν ὁ ὅρος τοῦ ἀριθμοῦ σύνθεσις μοναδῶν· εἰ οὖν τὸ ἀληθὲς ἡ μονὰς τὸ ἀληθὲς οὐχ εὑρίσκεται οὖσα ἀριθμὸς ὡς ἀσύνθετος οὖσα· ἀλλ’ ὅμως ἐρεῖ πρὸς τοὺς γραμματικοὺς ἡ μο‐ νάς· ἐγὼ ἡ παρέχουσα καὶ τοῖς ἄλλοις τὸ εἶναι ἐκβλη‐ | |
30 | θήσομαι τοῦ καλεῖσθαι ἀριθμός; οὐ δυνατόν ἐστιν, | |
οὐ δυνατόν. Κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰς μονο‐ | 39 | |
40 | γραμμάτους συλλαβὰς οὐ δίκαιόν ἐστιν ἀπωθεῖσθαι τῆς συγγενείας τῶν συλλαβῶν, εἰ καὶ μὴ ἐμπεριέχον‐ ται τῷ ὅρῳ. Ἐπὶ τοῦ ὅρου τῆς μακρᾶς συλλαβῆς λέ‐ γοντος ὅτι μακρὰ συλλαβή ἐστιν ἡ ἔχουσα μακρὸν | |
5 | φωνῆεν ἢ μηκυνόμενον δίχρονον ἢ μίαν τῶν διφθόγ‐ γων, ἐζήτησάν τινες, ὅτι εἰ τὰ δίχρονα ἔχουσιν ἀμ‐ φίβολον τὸν χρόνον αἱ δὲ δίφθογγοι ἀναμφιβόλως μακραὶ τυγχάνουσιν, διατί μὴ ἐπροέταξε τῶν ἀμφι‐ βόλων τὰ ἀναμφίβολα. Καὶ λέγομεν, ὅτι τὰ δίχρονα | |
10 | οὐκ ἐκ συνθέσεως εἶχον τὸ εἶναι μακρά, ἀλλ’ ἐκ φύ‐ σεως· αἱ δὲ δίφθογγοι ἐκ συνθέσεως ἔχουσι τὸ εἶναι μακραί· τὰ δὲ δίχρονα ἐξ ἀρχῆς μὲν εἶχον ἐκ φύσεως τὸ ποτὲ μὲν ἐκτείνεσθαι, τὸ ποτὲ δὲ συστέλλεσθαι. Καὶ οὐ θαυμαστὸν δέ, καθ’ ὅτι ὑποκείμενον τὰ ἐναν‐ | |
15 | τία γίγνεται. Λέγομεν γὰρ καὶ τὸν Ἀπόλλωνα αἴτιον καὶ τῆς αὐξήσεως καὶ τῆς ἀναιρέσεως· ἐπειδὴ ὁ Ἥλιος τὰ μὲν λύει τὰ δὲ ξηραίνει. Εἰ δέ τις τὸ Ω μέγα βραχύνει τῇ προφορᾷ καὶ συστέλλει τὸν χρόνον αὐτοῦ βαρβαρίζει. Τὸ γὰρ βαρβαρίζειν οὐχ ὑγιές ἐστιν οὐδὲ | |
20 | ἑλληνικόν· εὑρίσκονται δὲ βαρβαρισμοὶ ἐν τοῖς ποιη‐ ταῖς ἀμέτρητοι, οἵτινες γίνονται ἕνεκεν μέτρου. Καὶ φύσει μέν εἰσι μακραὶ συλλαβαὶ τρεῖς· ἡ διὰ τοῦ μακροῦ φωνήεντος, ἡ διὰ χρόνου μηκυνομένου καὶ διὰ διφθόγγου. Καὶ φύσει μὲν εἴπομεν, ὅτι οὐκ ἐπὶ | |
25 | τεχνήσεώς τινος γίνονται, ὡς αἱ θέσει μακραί, ἀλλ’ ἐκ τῆς αὐτῶν φύσεως. Ἰστέον δέ, ὅτι οἱ χρόνοι ὄν‐ τες κυρίως προσῳδίαι τίθενται ἐπάνω τῶν φωνηέντων καὶ ἐπάνω τοῦ Η καὶ τοῦ Ω μεγάλου· ἐπάνω δὲ τοῦ Ε καὶ τοῦ Ο μικροῦ ἡ βραχεῖα· ἐπάνω δὲ τῶν δι‐ | |
30 | χρόνων ποτὲ μὲν ἡ μακρὰ ποτὲ δὲ ἡ βραχεῖα κατὰ τὴν ἀναλογίαν. Ἂν δὲ τύχοι βραχὺ φωνῆεν μεθ’ ἑνὸς τῶν συμφώνων ἢ καὶ δίχρονον κατὰ συστολὴν παρα‐ | |
λαμβανόμενον κατὰ τὴν ἀναλογίαν τῶν συμφώνων καὶ | 40 | |
41 | τὴν σύνθεσιν λαμβάνονται ἢ μακραὶ θέσει δηλονότι ἢ βραχεῖαι· ἡμίβραχυ γὰρ λαμβάνεται ἕκαστον τῶν συμφώνων πλὴν τῶν διπλῶν· ἤγουν τοῦ Ζ. Ξ. Ψ. ὅθεν δίχρονον κατὰ συστολὴν παραλαμβάνομεν ἢ βραχὺ | |
5 | φωνῆεν πρὸ δύο συμφώνων εὑρισκόμενον μακρὸν λαμ‐ βάνεται θέσει· τὰ γὰρ ἡμιβράχεα τῶν δύο συμφώ‐ νων καὶ τοῦ ἑνὸς φωνήεντος ἡ τελεία βραχεῖα συνελθοῦ‐ σαι ἀποτελοῦσι τὴν τελείαν μακράν. Τίνος ἕνεκεν οὐδέ‐ ποτε λήγει ἡ συλλαβὴ εἰς τρία σύμφωνα· ἀλλὰ πρὸ | |
10 | μὲν ἑνὸς ἢ δύο φωνηέντων εὑρήσεις τρία σύμφωνα ἐν μιᾷ συλλαβῇ οἷον οἰκτρός, κάτοπτρον, μετὰ τὸ φωνῆεν δὲ οὐχ εὑρίσκεται συλλαβὴ λήγουσα εἰς τρία σύμφωνα. Καὶ λέγομεν, ὅτι τὰ φωνήεντα ἐοίκασιν ἐργάταις, τὰ δὲ σύμφωνα φορτίοις· ὡς τὰ μὲν φω‐ | |
15 | νήεντά εἰσιν αὐτοκίνητα ὡς ἂν εἴποι τις αὐτόφωνα, τὰ δὲ σύμφωνα ὡς ἑτεροκίνητα καὶ σὺν ἑτέροις ἐκ‐ φωνούμενα αὐτὰ καθ’ αὑτὰ τοῦ προφορικοῦ οὐ τυγ‐ χάνουσιν. Ὡς οὖν οἱ ἐργάται ἐπὶ μὲν τῶν ὤμων καὶ ἐπὶ τοῦ νώτου πλείονα φόρτον δύνανται ἐπιβαστάζειν | |
20 | ἢ ἔμπροσθεν ἐπὶ τῶν χειρῶν· οὕτω καὶ τὰ φωνήεντα ὄπισθεν μὲν δύνανται τρία σύμφωνα φέρειν, ἔμπρο‐ σθεν δέ, ὡς ἂν εἴποι τις τῶν χειρῶν, τριῶν συμφώ‐ νων βάρος οὐ δύνανται φέρειν· πολλὰ δὲ εἰς δύο σύμφωνα λήγουσιν, οἷον· ἅλς, μάκαρς, Τίρυνς, δά‐ | |
25 | μαρς, στράγξ, σάλπιγξ, σφίγξ. Ἰστέον δέ, ὅτι ἄλλο ἐστὶ κατάληξις καὶ ἄλλο ἐπιφορά. Κατάληξις μέν ἐστιν, ὅταν ᾖ συνημμένον τὸ ἑξῆς σύμφωνον ἢ τὰ σύμφωνα τῷ προηγουμένῳ φωνήεντι, οἷον ἅλς. ἀνάγκη γάρ ἐστιν ὡς ἐν μιᾷ συλλαβῇ συνεκφωνεῖν ὁμοῦ πάντα. | |
30 | Ἐπιφορὰ δέ ἐστιν, ὅταν διαστήσῃς τὴν συλλαβὴν ἀπὸ | |
τῶν ἐπαγομένων συμφώνων· οἷον ἀγρός, καπρός. Ἐν | 41 | |
42 | μέντοι τῷ ἄρτος μερισμὸς καλεῖται, ὅτι τὸ μὲν ἓν τῶν συμφώνων λαμβάνεται μετὰ τοῦ φωνήεντος ἤγουν τοῦ Α, οἷον ΑΡ, τὸ δὲ ἕτερον λαμβάνεται μετὰ τοῦ φω‐ νήεντος τῆς ἐπιφερομένης συλλαβῆς· οἷον ΤΟΣ. | |
5 | Διατί δὲ δύο ἄφωνα ἢ δύο ἀμετάβολα ὑγρὰ οὐ ποιοῦσι κοινὴν συλλαβήν, ἀλλὰ θέσει μακράν; φαμὲν οὖν, ὅτι πάντα τὰ ἴσα, ἐὰν ἐλάσσονα ᾖ τῶν ἀνίσων λίαν εἰσὶν ἰσχυρότερα ὡς ἐπὶ τοῦ ζεύγους ἡμιόνων καὶ ζεύγους ἡμιόνου καὶ βοός. Πῶς οὖν τὸ Μ καὶ | |
10 | τὸ Ν κοινὴν ἐποίησαν συλλαβήν; ὡς ἐν τῷ Πῶς μὲν ὁ μνησάρχειος ἔφυ ξένος; φαμὲν οὖν, ὅτι ἄφωνον πρὸ ἀμεταβόλου εὑρίσκομεν κατὰ σύλληψιν· οὐδέποτε δὲ ἀμετάβολον πρὸ ἀμετα‐ βόλου εἰ μὴ μόνον τὸ Μ καὶ Ν, ὧνπερ τὸ Μ τάξιν | |
15 | ἀφώνου ἐπέχον ἡγεῖται, ἤγουν ἐστὶ πρὸ τοῦ Ν, καὶ ποιοῦσι κοινὴν συλλαβήν. Πῶς οὖν πάλιν τὸ ΠΤ κοινὴν συλλαβὴν ἐργάζονται ὡς ἐν τῷ Αἰγυπτίῃ τῇ πλείστῃ· φαμὲν οὖν, ὅτι ἐπειδὴ ἄμφω εἰσὶν ἄγαν ἀσθενῆ καὶ οὐ μόνον ἄφωνα τυγχάνουσιν, ἀλλὰ καὶ | |
20 | ψιλά, ἅπερ πάντων τῶν στοιχείων ὑπάρχουσιν ἀσθε‐ νέστερα· εὑρίσκονται γὰρ ἐν συμφώνοις, ἅπερ ἥττονά εἰσι τῶν φωνηέντων· συναριθμοῦνται καὶ ἄφωνα, ἅπερ ἀσθενέστερά εἰσι τῶν ἡμιφώνων· ὁρῶνται καὶ ψιλά, ἅπερ ἰσχυρότερά εἰσι τῶν δασέων καὶ μέσων. Πῶς | |
25 | οὖν πάλιν τὸ Σ καὶ Κ κοινὴν ἐργάσαντο συλλαβὴν ὡς ἐν τῷ Οὐδὲ Σκάμανδρος ἔληγε—φαμὲν οὖν, ὅτι ἀνάγκη ἦν τὰ ὀνόματα τῶν πραγμάτων καὶ τῶν τόπων καὶ τῶν ἄλλων πῶς ἐχόντων ἐντίθεσθαι τῇ ποιήσει, ἃ ἐντιθέμενα πάντως χωλὸν ποιοῦσι πολλάκις | |
30 | τὸν στίχον, καὶ διὰ τοῦτο ὁ ποιητὴς κατεφρόνησε τὸ χρειῶδες τοῦ μέτρου διὰ τὴν ἀνάγκην τῆς ἐννοίας. Διατί δὲ τρεῖς μόνοι τρόποι εἰσὶ τῆς κοινῆς συλλαβῆς· | |
ὅτι πᾶσα συλλαβὴ ἢ μακρά ἐστιν ἢ βραχεῖα. Καὶ εἰ μὲν | 42 | |
43 | μακρά ἐστι διχῶς γίνεται, φύσει ἢ θέσει· εἰ δὲ βραχεῖα, μονότροπός ἐστιν. Ἕκαστος οὖν τρόπος τῇ κοινῇ πα‐ ρεχώρησεν· ὁ μὲν οὖν φύσει ἐν τῷ Οὔτι μοι αἰτίη ἐσσί. ὁ δὲ θέσει ἐν τῷ Πάτροκλέ μοι· ὁ δὲ βραχὺς | |
5 | ἐν τῷ Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχή. Διατί δὲ μάλιστα τὸ Ρ ἐκ τῶν τεσσάρων ἀμεταβόλων μηκύνει τὴν πρὸ αὐτοῦ βραχεῖαν συλλαβήν; διότι οὐ μόνον τῷ ποιητῇ ἔξεστι τοῦτο ποιεῖν, ἀλλὰ καὶ ἡμῖν τοῖς μεταγενεστέ‐ ροις τούτῳ μόνῳ κεχρῆσθαι ἔξεστιν, ἤγουν τῇ ἰδίᾳ | |
10 | τοῦ Ρ ἐπιφορᾷ καὶ μόνον μηκύνειν τὴν βραχεῖαν συλ‐ λαβήν, τῷ δὲ ποιητῇ καὶ τῇ τῶν ἄλλων ἀμεταβόλων ἐπιφορᾷ μηκύνειν τὴν βραχεῖαν συλλαβήν, τοῦ Λ μὲν ὡς ἐπὶ τοῦ Ποσσὶ δ’ ὑπὸ λιπαροῖσι, τοῦ Μ δὲ ὡς ἐπὶ τοῦ Θυμὸν ἀπὸ μελέων, τοῦ Ν δὲ ὡς ἐπὶ τοῦ | |
15 | Ἀλλ’ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα. Διατί δὲ τὰ ἀμετάβολα ἐκτείνουσιν· ὅτι, φασί, τοῦ ἀμεταβόλου ἡ ὑγρότης σχεδὸν ὁμοία ἐστὶ τῇ τοῦ φωνήεντος· ἄλλοι δέ φασιν, ὅτι ἐν τοῖς τοιούτοις ἔπεσιν, ἐν οἷς ἀμετάβολον εὑρίσκεται, ἀναδιπλασιάζειν | |
20 | δεῖ ὡς τὸ φιλομμειδής. Διατί τὸ δίχρονον ἐπὶ τῆς εὐθείας τῶν πληθυντικῶν καὶ ἐπὶ τῆς αἰτιατικῆς αὐ‐ τῶν οὐκ ἐκτείνεται; Διότι, ἐπειδὴ ἄρθρον ἐστὶν οὐ‐ δετέρου ὀνόματος πληθυντικοῦ ἀριθμοῦ, διὰ τοῦτο συστέλλεται, ἵνα διαφορὰς ἔχῃ πρὸς τὴν εὐθεῖαν καὶ | |
25 | αἰτιατικὴν τῶν δυϊκῶν τοῦ θηλυκοῦ γένους. Ἔστι γάρ· ἡ καλή, τῆς καλῆς, τῇ καλῇ, τὴν καλήν, ὦ καλή. Ἡ εὐθεῖα καὶ ἡ αἰτιατικὴ τῶν δυϊκῶν τὰ καλά· μα‐ κρὸν καὶ τὸ τά καὶ τὸ λα. Ἔστι δὲ τὸ καλόν, τοῦ καλοῦ· ἡ εὐθεῖα καὶ αἰτιατικὴ τῶν πληθυντικῶν τὰ | |
30 | καλά· βραχὺ καὶ τὸ τά καὶ τὸ λα. Φασί τινες, ὅτι οἱ παραπληρωματικοὶ σύνδεσμοι | |
οὐκ ἔχουσι νοητόν. Φαμὲν δέ, ὅτι λέξεις εἰσὶ καθὸ | 43 | |
44 | ἐγκλίνονται καὶ ὀρθοτονοῦνται καὶ ὅτι σημασίαν ἔχου‐ σιν, ὁ μὲν γε μείωσιν, ὡς τὸ εἰ μὲν τοῦτο οὐ δί‐ δως, ἐκεῖνό γε χάρισαι· σημαίνει ἐναντίωσιν ὡς τὸ καλῶς γε. Ὁ περ δὲ πάλιν σημαίνει ἐναντίωσιν ὡς | |
5 | τὸ μὴ δ’ οὕτως ἀγαθός περ ἐών. Ὁ ρα δὲ σημαίνει τὸ εὐκόλως, ὡς τὸ ἄλλοι μέν ῥα θεοί. Καὶ παραπλη‐ ρωματικοὶ ἐκλήθησαν κυρίως, ὅτι διάφορα δηλοῦντες πληροῦσι τὴν διάνοιαν. Διατί τὰς γενικὰς τὰς ἀπὸ τῶν εἰς υς ληγουσῶν | |
10 | εὐθειῶν οὐ προφέρομεν διὰ τοῦ ηος, οἷον ὀξύς ὀξῆος, ἡδύς ἡδῆος ὥσπερ βασιλεύς βασιλῆος. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐδέποτε ἡ παραλήγουσα τῆς γενικῆς μεί‐ ζων θέλει εἶναι τῆς ληγούσης τῆς ἐπὶ τῆς εὐθείας ἐπὶ τῶν περιττοσυλλάβως κλινομένων, ἀλλὰ ἢ τὸν ἴσον | |
15 | χρόνον θέλει ἔχειν ἢ ἐλάττονα, οὐδέποτε δὲ μείζονα· ὁ Αἴας τὸ μὲν ας φύσει μακρόν, τὸ δὲ Αἴαντος τὸ αν θέσει· ὁ χαρίεις τὸ εις φύσει μακρόν, τοῦ δὲ χαρίεν‐ τος τὸ εν θέσει· ὁ Λάχης το χης φύσει μακρόν, τοῦ Λάχητος τὸ χη φύσει μακρὸν πάλιν. Ἐπειδὴ δὲ τὸ | |
20 | Πηλεύς καὶ τὰ ὅμοια τὴν λήγουσαν ἔχουσι τῆς ἰδίας εὐθείας μακράν, ἐποίησαν οἱ Ἴωνες τὴν γενικὴν Πη‐ λῆος διὰ τοῦ Η ἐπὶ τῆς παραληγούσης, ἵνα ᾖ ἡ πα‐ ραλήγουσα τῆς γενικῆς ἴση τῇ ληγούσῃ τῆς εὐθείας· ἐπὶ δὲ τοῦ ἡδύς οὐκ ἠδύναντο τὴν γενικὴν διὰ τοῦ | |
25 | Η ἐκφέρειν ἤγουν ἡδῆος· εὑρίσκοιτο γὰρ ἂν μείζων ἡ παραλήγουσα τῆς γενικῆς τῆς ληγούσης τῆς εὐθείας. Ἐπειδὴ τὰ εἰς υς λήγοντα βραχὺ τὸ Υ ἔχουσι. Κανὼν γάρ ἐστιν ὁ λέγων· τὰ εἰς Σ λήγοντα μετὰ διχρόνου ἀποβολῇ τοῦ Σ τὸ οὐδέτερον ποιοῦντα συνεσταλμένον | |
30 | ἔχουσι τὸ δίχρονον· ὁ ἡδύς, τὸ ἡδύ, ὁ μέγας, τὸ μέγα, ὁ τίς, τὸ τί. | |
Πῶς ἀπὸ τῶν πέντε σεσημειωμένων ἀορίστων, | 44 | |
45 | τῶν μὴ φυλαξάντων τὸ σύμφωνον τοῦ μέλλοντος ἤγουν τοῦ εἶπα, τοῦ ἤνεγκα, τοῦ ἔδωκα, τοῦ ἔθηκα, τοῦ ἧκα, τὸ μὲν εἶπα καὶ τὸ ἤνεγκα κινοῦνται κατὰ τὰς ἄλλας ἐγκλίσεις, τὰ δὲ τρία οὐ κινοῦνται; Καὶ ὁ μὲν | |
5 | Ἀπολλώνιος λέγει, ὅτι ἐπειδὴ τὸ εἶπα καὶ ἤνεγκα οὐκ ἔχουσι μέλλοντας ἐν χρήσει, ἀφείλοντας ἐλέγξαι τὴν παραλογίαν αὐτῶν ἐν τῷ λήγειν τὸν μὲν εἰς Π, οἷον εἶπα, τὸν δὲ εἰς Κ, οἷον ἤνεγκα, ἀορίστους ὄντας εἰκότως οὐκ ἐκωλύθησαν προβῆναι καὶ περαιτέρω. | |
10 | Ὅτι δέ ἐστι τοῦτο δείκνυσι καὶ ἐκ τούτου, οἷον· ἐμαυ‐ τὸν ἔτυψα, σαυτὸν ἔτυψας, ἑαυτὸν ἔτυψεν· συνάπτε‐ ται τοίνυν τὸ ἑαυτόν τῷ τρίτῳ προσώπῳ καὶ ἐὰν τολμήσῃ εἰσελθεῖν εἰς τὸ δεύτερον ἢ πρῶτον πρόσω‐ πον ἐλέγχεται ὡς παράλογον ἀπὸ τοῦ ἐμαυτόν πρώτου | |
15 | καὶ σαυτόν δευτέρου· ἐὰν δὲ ἔλθῃ εἰς πληθυντικὰ τὸ ἑαυτόν εἰς πρῶτον καὶ δεύτερον πρόσωπον ἀκωλύτως λέγεται καὶ οὐκ ἔχει τὸν κωλύοντα· ἐπειδὴ τὸ ἐμαυ‐ τοῦ καὶ σαυτοῦ πρῶτον καὶ δεύτερον πρόσωπον πλη‐ θυντικὰ οὐκ ἔχουσι καὶ ἔξεστι λέγειν ἑαυτοὺς ὠφελή‐ | |
20 | σαμεν, ἑαυτοὺς ὠφελήσατε. Καὶ ταῦτα μὲν κατὰ τὸν Ἀπολλώνιον. Ὁ δὲ Ἡρωδιανὸς λέγει· ὅτι τὸ εἶπα διὰ τοῦ Ψ ὤφειλεν ἐκφέρεσθαι οἷον εἶψα· ἐπειδὴ καὶ ὁ μέλλων διὰ τοῦ Ψ οἷον ἔψω· καὶ πάλιν τὸ ἤνεγκα διὰ τοῦ Ξ ὤφειλεν ἐκφέρεσθαι· οἷον ἤνεγξα· ἐπειδὴ | |
25 | καὶ ὁ μέλλων διὰ τοῦ Ξ, οἷον ἐνέγξω· ἐπεὶ τοίνυν ἐγένετο εἶπα καὶ ἤνεγκα καὶ βλέπομεν, ὅτι ἔχει συγ‐ γένειαν τὸ Π πρὸς τὸ Ψ, ἐπειδὴ ἐκ τοῦ Π καὶ Σ σύγκειται τὸ Ψ. Καὶ πάλιν τὸ Κ ἔχει συγγένειαν πρὸς τὸ Ξ, ὅθεν λοιπὸν τὸ εἶπα καὶ ἤνεγκα ὡς φυ‐ | |
30 | λάξαντα μέρος τι τῆς ἀναλογίας ἐκλίθησαν καὶ πε‐ ραιτέρω. Τὸ δὲ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα ἀόριστοι διὰ τοῦ Σ ὤφειλον ἐκφέρεσθαι, ἐπειδὴ ὁ μέλλων αὐ‐ | |
τῶν διὰ τοῦ Σ ἐκφέρεται, οἷον δώσω, θήσω, ἥσω. | 45 | |
46 | Ἐπεὶ τοίνυν οὐκ ἔχει συγγένειαν τὸ Κ καὶ πρὸς τὸ Σ, ἔμειναν εἰκότως ἄκλιτοι οἱ τρεῖς ἀόριστοι οὗτοι μετὰ τὰ ὁριστικά. Εἰ μὲν πᾶν παθητικὸν ῥῆμα περιττοσυλλαβεῖ τοῦ | |
5 | ἰδίου ἐνεργητικοῦ χωρὶς τῶν εἰς μι, οἷον τύπτω, τύ‐ πτομαι, ἔτυπτον, ἐτυπτόμην· διατί ὁ παθητικὸς πα‐ ρακείμενος καὶ ὁ ὑπερσυντέλικος οὐ περιττοσυλλαβεῖ τοῖς ἐνεργητικοῖς αὐτῶν, οἷον τέτυφα, τέτυμμαι, γέ‐ γραφα γέγραμμαι; Καὶ λέγομεν, ὅτι πᾶν παθητικὸν | |
10 | ἢ μέσον ἔχον τὸ Μ κλιτικὸν περιττεῦον μιᾷ συλ‐ λαβῇ τοῦ ἰδίου ἐνεργητικοῦ θέλει ἔχειν τὴν παραλή‐ γουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ἐνεργητικοῦ, ἅμα δὲ καὶ τὴν παραλήγουσαν τῆς γενικῆς τῆς μετοχῆς τοῦ ἰδίου ἐνεργητικοῦ· οἷον τύ‐ | |
15 | πτομαι, τύπτομεν, τύπτοντος· ὁ οὖν παρακείμενος καὶ ὑπερσυντέλικος τῷ μὲν λόγῳ τῆς παραληγούσης τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ἐνεργητικοῦ ὤφειλε γράφεσθαι τετύφαμμαι καὶ ἐτετυ‐ φείμην. Τὸ γὰρ πρῶτον πρόσωπον τῶν πληθυντι‐ | |
20 | κῶν τοῦ ἐνεργητικοῦ παρακειμένου ποιεῖ τετύφαμεν, τῷ δὲ λόγῳ τῆς παραληγούσης τῆς γενικῆς τῆς μετο‐ χῆς τοῦ ἰδίου ἐνεργητικοῦ ὤφειλον γράφεσθαι τετύ‐ φομμαι καὶ ἐτετυφόμμην· ἡ γὰρ παραλήγουσα τῆς γενικῆς τῆς μετοχῆς τῶν ἑνικῶν τοῦ ἰδίου ἐνεργητι‐ | |
25 | κοῦ ποιεῖ διὰ τοῦ Ο μικροῦ, οἷον τετυφότος· τούτων οὖν μαχομένων ἀπεκόπη ἡ ἀμφιβαλλομένη συλλαβὴ καὶ γέγονε τέτυμμαι καὶ ἐτετύμμην ὁ παρακείμενος καὶ ὑπερσυντέλικος ὁ παθητικός, ὅθεν καὶ ἐξ ἀνάγκης ἰσοσυλλαβοῦσι τοῖς ἰδίοις ἐνεργητικοῖς. | |
30 | Διατί καὶ ὁ μέλλων οὐκ ἐπιδέχεται αὔξησιν ὥσπερ οἱ παρῳχημένοι; Διότι ἐκεῖνοι παρεληλυθότες εἰσὶ | |
καὶ μακρότερον τοῦ ἐνεστῶτος κείμενοι, ὁ δὲ μέλλων, | 46 | |
47 | ἐπεὶ οὐ γέγονεν ἔτι, ἀλλὰ μέλλει γενέσθαι, διὰ τοῦτο συνέσταλται· ἐπειδὴ ὁ προστάσσων ἐξ ἀνάγκης ἀεί ποτε περὶ μέλλοντός τινος προστάσσει· τῷ γὰρ μήπω γράψαντί φησι· γράψον· καὶ τῷ μήπω ἐλθόντι λέγει· | |
5 | ἐλθέ· καὶ ἁπλῶς τὸ μήπω γεγονὸς λέγει· γενέσθω. Ἐπεὶ τοίνυν ἀεί ποτε περὶ μέλλοντός ἐστιν ἡ προσα‐ γωγὴ καὶ ὁ προστάσσων περὶ παρελθόντος τινὸς καὶ προγενομένου γενέσθαι ἄρτι μάταιος ἂν εἴη. Πῶς δὴ ὁ Τεχνικὸς ἐνταῦθα ἐνεστῶτας καὶ παρακειμένους καὶ | |
10 | ὑπερσυντελίκους καὶ ἀορίστους παρέδωκε; Καὶ λέγο‐ μεν, ὅτι ἐπὶ τῶν προστακτικῶν οἱ ἐνεστῶτες καὶ οἱ παρεληλυθότες πάντες οὐ κυρίως εἰσίν, ἀλλὰ γύμνω‐ σίς ἐστι τοῦ λόγου, ἤγουν σχηματισμός. Καὶ σχήματα μόνον ἐνεστώτων καὶ παρεληλυθότων, σημασίαν δὲ | |
15 | μέλλοντος εἰσάγουσιν. Αὐτίκα τὸ μὲν τύπτε ἐνεστὼς μὲν καλεῖται· ἀλλ’ οὐκ ἔστι κυρίως· οὐ γὰρ τότε τύ‐ πτει ὁ προστασσόμενος, ὅτε ὁ προστάσσων αὐτῷ λέγει τύπτε· εἰ γὰρ ἔτυπτε· περισσὸν ἦν ἄρα λέγειν αὐτῷ· τύπτε· ὅμοιον καὶ τὸ τύψον· ὥστε δῆλον, [ὅτι] | |
20 | καταχρηστικῶς λέγονται ἐνεστῶτες καὶ παρεληλυθότες, ὡς ἐκ τῶν ἐνεστώτων καὶ παρεληλυθότων σχηματιζό‐ μενοι, τῇ δὲ σημασίᾳ μέλλοντές εἰσι πάντες. Ἐπειδὴ ὁ εὐχόμενος ἐξ ἀνάγκης ἀεί ποτε περὶ μέλ‐ λοντός τινος εὔχεται· ὁ γὰρ πεσὼν καὶ τὴν κεφαλὴν | |
25 | κατεαγώς, [εἰ] εὔχοιτο μετὰ ταῦτα μὴ πεσεῖν, μάταιος ἂν εἴη· ἐπεὶ τοίνυν περὶ μέλλοντός ἐστιν ἡ εὐχή, καὶ τὸν εὐχόμενον περὶ μελλόντων χρὴ εὔχε‐ σθαι, ἔδει καὶ τὸν Τεχνικὸν μέλλοντας ποιῆσαι τοὺς εὐκτικοὺς χρόνους καὶ ἐνεστῶτα μὴ παραλαβεῖν ἤ τινα | |
30 | τῶν παρῳχημένων. Καὶ λέγομεν αὐτό, ὅπερ καὶ ἐν τοῖς προστακτικοῖς εἰρήκαμεν, ὅτι τὴν ὀνομασίαν ἔλα‐ | |
βον ἐκείνων τῶν χρόνων ἀφ’ ὧν ἔχουσι τὸν σχημα‐ | 47 | |
48 | τισμὸν καὶ ψιλῷ ὀνόματι οὕτω καλοῦνται, σημασίαν δ’ ὅμως μέλλοντος ἔχουσιν. Διατί ἡ ἔγκλισις ἡ ὑποτακτικὴ καλεῖται ὑποτα‐ κτική; Καὶ λέγομεν, ὅτι ἐπειδὴ προτάσσονται τοῦ | |
5 | ῥήματος οἱ αἰτιολογικοὶ σύνδεσμοι διὰ τοῦτο λέγονται αὐτὰ ὑποτασσόμενα τοῖς συνδέσμοις ῥήματα ὑποτα‐ κτικά· ἐπὰν δ’ εὕρῃς ῥῆμα ὑποκάτω τῶν συν‐ δέσμων κείμενον, ὑποτακτικὸν αὐτὸ ὀνόμαζε ῥῆμα, καὶ γίνωσκε ὅτι ἀεὶ αἰτίαν τινὰ σημαίνει, οἷον· ἐὰν | |
10 | μάθῃς καλῶς τὴν γραμματικήν, τιμηθήσῃ καὶ ὀρθο‐ γράφος γενήσῃ· ὑποτάσσει δὲ πᾶς αἰτιολογικὸς σύν‐ δεσμος, ἐὰν ἀκριβῶς σκοπήσῃς τὴν ἔννοιαν. Εἰσὶ δὲ καὶ ἕτερα μόρια, ἅτινα ὑποτάσσουσι, τὸ μή, τὸ ἡνίκα, τὸ ἕως, τὸ ἂν καὶ ὅσα ἐξ αὐτοῦ σύγκειται, οἷον οὐκ | |
15 | ἄν, κἄν, ἐπάν, ἐπειδάν, ὅταν, ὁπόταν· ὅτε δὲ τὸ ὅπως λαμβάνεται ἀντὶ τοῦ πῶς καὶ ἀντὶ τοῦ ὅπου καὶ ἀντὶ τοῦ ποῦ, ὁμοίως καὶ τὸ ἵνα, ὅτε λαμβάνεται ἀντὶ τοῦ ὅπου, οὐχ ὑποτάσσουσιν· ὑποτάσσει δὲ καὶ τὸ μή τὸ ἀπαγορευτικόν, ἤγουν τὸ κωλυτικόν, μετὰ | |
20 | ἀορίστου ταττόμενον, οἷον· μὴ κλέψῃς καὶ ὅτε ἔχει πρὸ αὐτοῦ τὸ οὔ, οἷον οὐ μὴ προσκόψῃ· ὑποτάσσει· δὲ καὶ τὸ ἕως, ὅτε ἔχει σὺν αὐτῷ τὸ οὗ, οἷον· ἕως οὗ ἐπιστρέψῃς τὴν κρίσιν. Διατί μὴ ἔστι τάσις πρὸ τριῶν συλλαβῶν; Καὶ | |
25 | λέγομεν, ὅτι ἀδύνατόν ἐστιν ἐκταθῆναι τὴν φωνὴν πέραν τοῦ τοιούτου μέτρου, ἤτοι ὀξυνθῆναι πρὸ τριῶν συλλαβῶν· ἔπειτα οὐδὲ λέξις ἑλληνικὴ θεμα‐ τική, ἁπλῆ, πρωτότυπος θέλει ὑπερβαίνειν τὴν τρι‐ συλλαβίαν. Ἑλληνική δὲ εἴπομεν διὰ τὰς μὴ οὔσας | |
30 | ἑλληνικάς, οἷον Ἰωάννης. Θεματική δὲ εἴπομεν διὰ τὸ ἐφίλησαν, ὅπερ οὐκ ἔστι θεματικόν. Τὸ γὰρ θε‐ | |
ματικὸν φιλῶ ποιεῖ· ἁπλῆ εἴπομεν διὰ τὸ Γεώργιος· | 48 | |
49 | ἀπὸ γὰρ τοῦ γεωργῶ παράγεται· μηδέποτε δὲ τετρα‐ συλλάβου λέξεως εὑρισκομένης, πῶς ἔμελλε γίνεσθαι τάσις πρὸ τριῶν συλλαβῶν; Διατί δὲ μακρᾶς οὔσης οὐ δύναται προπαροξυν‐ | |
5 | θῆναι λέξις; Καὶ λέγομεν, ὅτι ἡ μακρὰ φορτίου τά‐ ξιν ἐπέχει καὶ βάρους· ὁ γὰρ φθόγγος τῆς μακρᾶς δυσκίνητός ἐστιν, ὁ δὲ τῆς βραχείας εὐσταλής· ὥσπερ οὖν οἱ τὰ φορτία ἐν τοῖς ποσὶ περικείμενοι οὐ δύ‐ νανται ταθῆναι τὸν δρόμον· οὕτω καὶ ἡ φωνὴ οὐ | |
10 | δύναται ἐπὶ πολὺ ταθῆναι τῆς μακρᾶς κειμένης ἐπὶ τέλους· εἰ δὲ ἐν ἄλλῃ συλλαβῇ κεῖται, εἴτε ἐν παρα‐ ληγούσῃ εἴτε ἐν προπαραληγούσῃ, προπαροξύνεται. Διατί μὴ καὶ τῆς περισπωμένης τρεῖς εἰσι τόποι, ὥσπερ καὶ τῆς ὀξείας; Καὶ λέγομεν, ὅτι τούτου χάριν | |
15 | ἡ περισπωμένη οὐ δύναται τεθῆναι πρὸ δύο συλλα‐ βῶν, ἐπειδὴ ἀπὸ κράσεως ὀξείας καὶ βαρείας ἡ πε‐ ρισπωμένη γίνεται. Συνελθουσῶν γὰρ ὀξείας καὶ βα‐ ρείας ἐγένετο ἡ περισπωμένη· ἐπεὶ γοῦν οὐχ εὑρίσκε‐ ται ὀξεῖα πρὸ τριῶν συλλαβῶν κατὰ τὸν λόγον τὸν | |
20 | προειρημένον, ἀδύνατόν ἐστι συνελθεῖν τὴν ἐν τῇ πρὸ τριῶν συλλαβῶν ὀξεῖαν καὶ τὴν ἐν τῇ πρὸ δύο συλ‐ λαβῶν βαρεῖαν [καὶ] ἀποτελέσαι περισπωμένην ἐπὶ τῆς προπαραληγούσης. Προοίμιον τῆς γραμματικῆς | |
25 | τέχνης. Μέλλοντες ἐξηγεῖσθαι τὴν γραμματικὴν τέχνην, ἀναγκαίως ᾠήθημεν δεῖν πρὸ τῆς κατὰ μέρος ἐξηγή‐ σεως δεῖξαι, τί ἐστι τέχνη καὶ τίς ἡ ἐξ αὐτῆς ὠφέλεια τῷ βίῳ, καὶ πόθεν εἴρηται τέχνη καὶ πόσαι διαφοραὶ | |
30 | αὐτῆς, εἶθ’ οὕτως ἐφεξῆς χρήσασθαι τῇ ἐξηγήσει. | |
Ὅτι μὲν οὖν χρησιμωτάτη ἐστὶ τῷ βίῳ ἡ τέχνη, πολ‐ | 49 | |
50 | λοὶ μὲν πολλάκις ἐμαρτύρησαν· ἐξαιρέτως δὲ Ὕπαρ‐ χος ὁ κωμικὸς ποιεῖται τοῦτο δῆλον, λέγων οὑτωσί· Πολὺ γάρ ἐστι κτῆμα τιμιώτατον Ἅπασιν ἀνθρώποισιν εἰς τὸ ζῆν τέχνη. | |
5 | Τέχνη μέν ἐστιν ἕξις ὁδοποιητικὴ τοῦ κοινοῦ συμ‐ φέροντος. Τέχνη ἐστὶ μέθοδος ἐνεργοῦσα τῷ βίῳ τὸ συμφέρον. Τί ἐστι τέχνη; σύστημα ἐκ καταλήψεων ἐγγεγυμνα‐ σμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ. Σύ‐ | |
10 | στημα γάρ ἐστι τὸ πλῆθος· πλήθους γὰρ θεωρη‐ μάτων καὶ οὐχ ἑνὸς μόνου θεωρήματος δεῖται ἡ τέχνη. ἐκ καταλήψεων· τουτέστι γνώσεων ἐγγεγυμνασμένων, ἤγουν συνεζητημένων καὶ φανερῶν· γυμνῶσαι γὰρ τὸ εἰς φῶς καὶ γνῶσιν ἐνεγκεῖν· πρός τι τέλος εὔχρηστον | |
15 | τῶν ὄντων ἐν τῷ βίῳ· διότι πᾶσα τέχνη ἐπινενόηται διὰ τὸ συμφέρον τῶν ὄντων ἐν τῷ βίῳ· ἂν δὲ ᾖ ἡ τέχνη ἐπὶ βλάβῃ οὐκ ἔστιν αὕτη τέχνη, ἀλλὰ κακο‐ τεχνία, ὡς τοιχωρυχία καὶ τυμβωρυχία· δοκοῦσι γὰρ καὶ οἱ ταῦτα ἐργαζόμενοι ὅτι τέχνην ἐργάζονται καὶ | |
20 | ὡς ἔπος εἰπεῖν· εἴ τις τέχνη γίνεται ἀπηγορευμένη τῷ βίῳ, ἧς τὸ τέλος ἁμαρτία καὶ θάνατος, οὐκ ἔστι τέχνη, ἀλλὰ κακοτεχνία· ἡ τέχνη τοίνυν πρᾶγμά ἐστι χρειω‐ δέστατον τῶν ἐν τῷ βίῳ ἀνθρώπων· ἀπαλλάττει γὰρ ἡμᾶς πάσης ῥαθυμίας καὶ ἀργίας καὶ λογισμῶν ἐπι‐ | |
25 | βλαβῶν καὶ ἐννοιῶν ἀτόπων καὶ τὸν βίον κοσμεῖ πᾶ‐ σιν ἀγαθοῖς· διὰ γὰρ τῆς τέχνης ἐπενοήσαμεν οἴκους εἰς ἀποφυγὴν ὄμβρων· δι’ αὐτῆς ἐπενοήσαμεν κατα‐ σκευάζειν τείχη πρὸς σωμάτων φυλακὴν καὶ ἀσφά‐ λειαν καὶ πάντα τὰ ἀγαθὰ τῷ βίῳ ἡ τέχνη κατερ‐ | |
30 | γάζεται. | |
Διαφοραὶ δὲ τῆς καθόλου τέχνης εἰσὶ τέσσαρες· | 50 | |
51 | θεωρητική, πρακτική, ποιητικὴ καὶ μικτή. Καὶ θεω‐ ρητικὴ μὲν λέγεται ἡ διὰ μόνου τοῦ λόγου παραδι‐ δοῦσα τὰ πράγματα, ὥσπερ ἡ ἀστρονομία· ὁ γὰρ ἀστρονόμος διὰ λόγου μόνου παραδίδωσι τὸν ἥλιον | |
5 | εἶναι σήμερον, εἰ τύχοι ἐν τῷ λέοντι ἢ ἐν τῇ παρ‐ θένῳ· πρακτικὴ δὲ λέγεται ἡ δι’ ὀργάνων ἐνεργοῦσα ὡς ἡ στρατηγική. Ἐν γὰρ ταῖς παρατάξεσι δέεται ἡ στρατηγικὴ πολλῶν ὀργάνων, ἤγουν τόξων, βελῶν καὶ τῶν τούτοις ὁμοίων· πρακτικὴ δὲ καλεῖται, ἣ ἐφ’ | |
10 | ὅσον καιρὸν ἐνεργεῖ, ἔστιν ὡς τέχνη· ὁποία ἡ αὐ‐ λητικὴ καὶ ὀρχηστική· μετὰ δὲ τὸ παύσασθαι οὐδέν ἐστιν· ποιητικὴ δὲ λέγεται ἡ λαβοῦσα ὕλην ἀδιατύ‐ πωτον καὶ ποιοῦσά τι ὁμοίωμα ὡς ἡ τεκτονική, ἡ σκυτοτομική, ἡ ἀνδρειαντοπλαστική· μικτὴ δὲ λέγεται | |
15 | ἡ μετέχουσα θεωρητικοῦ καὶ πρακτικοῦ καὶ ποιητικοῦ ὡς ἡ ἰατρική· κοινωνεῖ γὰρ τῷ θεωρητικῷ, ὅταν δια‐ τάσσῃ τοῖς νοσοῦσί τινα δίαιταν, τῷ δὲ πρακτικῷ κοινωνεῖ, ὅταν λαβοῦσά τι τῶν ἰατρικῶν ἐργαλείων διορθοῖτό τι τῶν μελῶν τοῦ σώματος τῶν ἀσθενούντων· | |
20 | τῷ δὲ ποιητικῷ ὅταν χρησαμένη τῇ ὕλῃ τῶν βοτανῶν ἀποτελέσῃ φάρμακον. Ταύτης δὲ τῆς ἰατρικῆς ἐστιν ἀδελφὴ ἡ γραμματικὴ κατὰ τὰς διαφοράς· ἐπεὶ καὶ αὕτη ἡ γραμματικὴ τοῦ μικροῦ εἴδους ἐστίν. Ὅταν γὰρ τὰς ἱστορίας διηγῆται τοῖς μαθηταῖς κοινωνεῖ | |
25 | τῷ θεωρητικῷ, ὅταν δὲ κάλαμον λαβοῦσα διορθῶται τὰς μὴ εὖ ἐχούσας τῶν λέξεων κοινωνεῖ τῷ πρακτικῷ· ὅταν δὲ τὴν ὕλην λαβοῦσα καὶ τέχνῃ καὶ μέτρῳ συν‐ αρμόσῃ καὶ τέλειον στίχον ἀπεργάσηται κοινωνεῖ τῷ ποιητικῷ. | |
30 | Τέχνη ἐστὶ διὰ ταὐτὸ τῆς ἐργασίας ὑπὸ πλειόνων | |
ἐξευρημένη διὰ τὴν ὁμοιότητα, ἢ μέθοδός ἐστιν ἀπο‐ | 51 | |
52 | τελεσματικὴ τῶν ἐπιτηδείων πρὸς τὸ εὖ ζῆν. Εἴρηται δέ· ταὐτὸ τῆς ἐργασίας· διότι οὐκ ἔχει ἡ χαλκευτικὴ τὴν ἐργασίαν ποτὲ μὲν διὰ πυρός, ποτὲ δὲ δίχα πυρός, ἀλλ’ ἀεὶ διὰ πυρός. Εἴρηται δέ· ὑπὸ πλειόνων· ἐπειδὴ | |
5 | διάφοροι καὶ οὐχ εἷς ταύτην συνεστήσαντο· μόνος δὲ ὁ Παλαμήδης ἐφεῦρε τὴν κυβευτικὴν τέχνην ἐν τῇ Τροίᾳ· αἱ δὲ λοιπαὶ τῶν τεχνῶν διὰ πολλῶν εὑρέθη‐ σαν. Εἴρηται δέ· ἢ μέθοδος ἀποτελεσματική· μέθοδος τοίνυν ἐστὶν ἡ μετὰ τὴν ὅδευσιν, ἤγουν κίνησιν, τοῦ | |
10 | νοῦ εὑρεθεῖσα καὶ θεματισθεῖσα ἐργασία ἐπὶ ζητήσει τῆς τέχνης. Εἴρηται δέ· ἀποτελεσματικὴ τῶν ἐπιτη‐ δείων πρὸς τὸ εὖ ζῆν· ἐπειδὴ ἡ γεωργία καὶ ἡ φρεω‐ ρυκτικὴ καὶ αἱ λοιπαὶ τῶν τεχνῶν ἀπετελέσθησαν πρὸς τὸ εὖ ζῆν ἡμᾶς. | |
15 | Διαιρεῖται δὲ ἡ καθόλου τέχνη εἰς λογικὴν καὶ πρακτικήν. Καὶ λογικαὶ μέν εἰσιν ὅσαι λόγῳ κατορ‐ θοῦνται, οἷον γραμματική, ῥητορική, ἀριθμητική, γεω‐ μετρική, ἀστρονομία σὺν τῇ μητρὶ τούτων φιλοσοφίᾳ· ἔχει γὰρ ἑκάστη τούτων ἰδίους λόγους, οὓς ἑτέρα οὐκ | |
20 | ἔχει· ἡ μὲν γὰρ γραμματικὴ διδάσκει ἡμᾶς τὴν ἐν τριβῇ ἀνάγνωσιν κατὰ προσῳδίαν, τὴν ἐξήγησιν κατὰ τοὺς ἐνυπάρχοντας τρόπους, τὴν τῶν γλωσσῶν καὶ ἱστοριῶν πρόχειρον ἀπόδοσιν, τὴν τῆς ἐτυμολογίας εὕρεσιν, τὴν τῶν ποιημάτων κρίσιν καὶ ἄλλα πολλά. | |
25 | Ἡ δὲ ῥητορικὴ διδάσκει ἡμᾶς τὴν τῶν λόγων δεινό‐ τητα καὶ ἑτοιμότητα. λέγεται δὲ ῥητορική ἀπὸ τοῦ ῥεῖν τὸν λόγον ἀφθόνως. Ἡ δὲ ἀριθμητικὴ διδάσκει ἡμᾶς τὴν τῶν ἀριθμῶν μέθοδον καὶ πόσα τὰ τῶν ἀρι‐ θμῶν εἴδη καὶ ποῖα. Ἡ δὲ γεωμετρία διδάσκει ἡμᾶς | |
30 | τὰ τῆς γῆς σχήματα τά τε γεώλοφα καὶ ἐπίπεδα καὶ πρηνῆ καὶ τρίγωνα καὶ τὴν σύντομον εἴδησιν τῆς τού‐ των ἰσότητος. Ἡ δὲ ἀστρονομία διδάσκει ἡμᾶς τὴν τῶν οὐρανίων σωμάτων κίνησιν, ἐπιτολάς τε ἀστέρων καὶ δύσεις, προσεγγισμούς τε καὶ ἀποστάσεις, ἐκλεί‐ | |
35 | ψεις ἡλίου καὶ σελήνης. Ἡ δὲ φιλοσοφία διδάσκει | 52 |
53 | ἡμᾶς τὴν τῶν ὄντων γνῶσιν καὶ παρέχει ἡμῖν ὁμοι‐ οῦσθαι τῷ Θεῷ κατὰ τὸ ἔφικτον ἀνθρώπῳ. Πρα‐ κτικαὶ δέ εἰσιν αἱ λεγόμεναι βάναυσοι καὶ χειρονακτι‐ καὶ ἐκτὸς λόγου. Καὶ τούτων αἱ μὲν λέγονται ἀπο‐ | |
5 | τελεσματικαὶ ὡς ἡ χαλκευτικὴ καὶ ναυπηγικὴ καὶ οἰ‐ κοδομική, αἱ δὲ λέγονται μονοσύστατοι, αἵτινες καὶ ἐκτὸς τῆς ὕλης ἀποτελοῦνται ὡς .........., αἱ δὲ λέγονται αὐτοσύστατοι, ὡς ἡ ὀρχηστικὴ καὶ αὐλητική. Αὗται γὰρ καθ’ ὃν χρόνον γίνονται, ἔχουσι | |
10 | κριτήν, μετὰ δὲ τὸ γενέσθαι οὐκ εἰσίν, αἱ δὲ λέ‐ γονται ὁμοιωματικαὶ ὡς ἡ ζωγραφικὴ καὶ ἡ ἀνδρει‐ αντοπλαστικὴ διὰ τὸ ὁμογραφεῖν τὰς φύσεις τῶν ὄν‐ των, αἱ δὲ λέγονται κτητικαί, ὡς ἡ ἁλιευτικὴ ἡ ἱξευτικὴ καὶ ἡ κυνηγετική, διὰ τὸ κτᾶσθαι τὸ τῆς θήρας· αἱ | |
15 | δὲ λέγονται μικταί, ὅσαι καὶ λόγῳ καὶ πράξει κατορ‐ θοῦνται ὡς ἡ ἰατρική· λόγῳ μὲν κατορθοῦνται, ὡς ὅταν λέγῃ τὰς αἰτίας τῶν παθῶν· ἔργῳ δὲ κατορθοῦ‐ ται, ὡς ὅταν χειρουργῇ. Διὸ καὶ τὴν γραμματικὴν μικτὴν λέγομεν, λόγῳ μὲν κατορθουμένην, ὡς ὅταν | |
20 | διδάσκῃ τὴν δύναμιν τῶν συλλαβῶν καὶ τῶν λέξεων· πράξει δὲ κατορθουμένην, ὡς ὅταν γράφῃ τὰ τῶν συλλαβῶν καὶ τῶν λέξεων διὰ καλάμου. Εἰσὶ δὲ καὶ ἄλλα εἴδη τούτων· τὸ τεχνοειδές, τὸ ἡμιτέχνιον, ἡ μικροτεχνία, ἡ ψευδοτεχνία, ἡ κακο‐ | |
25 | τεχνία, ἡ ματαιοτεχνία καὶ ἡ ἀτεχνία. Καὶ τεχνοειδὲς μέν ἐστιν ἡ διαστικὴ τῶν ἀραχνῶν καὶ ἡ κηροπλα‐ στικὴ τῶν μελισσῶν. Ἡμιτέχνιον δέ ἐστιν ἡ κου‐ ρευτικὴ καὶ ἐξωνυχιστική. Μικροτεχνία δέ ἐστιν ἡ | |
μυρεψική. Σκευάζει δὲ ἐμπάστρους καὶ σχηματίζεται | 53 | |
54 | τὴν τῶν ἰατρῶν τέχνην. Ψευδοτεχνία δέ ἐστιν ἡ τῶν τερατοποιῶν ὡς ἐπί τινος ποιήσαντος χαλκοῦν ἅρμα καὶ ἀναβάτην ἑλκόμενον ὑπὸ μυίας· τοῦτο γὰρ ψευ‐ δοτεχνία· οὐ γὰρ ἀπὸ τέχνης ἀλλ’ ὑπὸ ἐνεργείας δαι‐ | |
5 | μόνων ταῦτα ἐργάζεται. Κακοτεχνία δέ ἐστιν ἡ κυβευ‐ τικὴ καὶ ἡ ὀρχηστική. Ματαιοτεχνία δέ ἐστιν ἧς ὁ πόνος πολὺς καὶ τὸ ἀποτέλεσμα εἰς οὐδὲν χρήσιμον, ὡς ἐπὶ τοῦ εἰδέναι πολλὰς ὀπὰς ποιεῖν ἐν κόκκῳ κέγ‐ χρου. Ἀτεχνία δέ ἐστιν ἡ αὐτοτεχνὴς ἀταξία, δι’ ἧς | |
10 | καὶ πταιστὴν τὴν τέχνην νομίζουσί τινες, εἰ καὶ οὐχ οὕτως ἔχει· ἡ γὰρ ἀτεχνία τῶν καμνόντων ποιεῖ αὐ‐ τὴν λέγεσθαι καὶ ἀταξίαν. Ἀναγκαῖον δὲ πρὸ τῆς καθόλου πάσης βίβλου εἰσβολῆς τὰ ἓξ κεφάλαια ταῦτα ζητεῖν, ὄντα καὶ αὐτὰ | |
15 | ἀναγκαῖα· ἐπιγραφήν, συγγράφειαν, σκοπόν, χρή‐ σιμον, τάξιν καὶ τέλος. Ἐπιγραφὴν μέν, ἵνα [ὅταν] εὑρόντες ἐπιγραφὴν λέγουσαν περὶ ὀνομάτων, μὴ ζη‐ τῶμεν περὶ ῥημάτων· ἐπειδὴ εὑρίσκομεν συγγραφὴν περὶ ὀνομάτων· ἄρα ἔχει καὶ ἀλλαχοῦ περὶ ῥημάτων· | |
20 | συγγραφέα δέ, ἵνα καταλάβωμεν τὸ ἀξιόπιστον τοῦ συγγραψαμένου καὶ τὸ γνήσιον τῆς συγγραφῆς αὐτοῦ. Εἰσὶ γὰρ πολλὰ ψευδεπίγραφα τῶν βιβλίων, ὡς ἡ Ἀσπὶς Ἡσιόδου, ἥτις οὐκ ἔστιν Ἡσιόδου, ἀλλ’ ἑτέρου τινός, ὃς ἐχρήσατο ἐπιγραφῇ καὶ ὀνομασίᾳ Ἡσιόδου, | |
25 | ἵνα τὸ ποίημα κριθῇ ἄξιον ἀναγνώσεως διὰ τῆς ἀξιο‐ πιστείας τοῦ ποιητοῦ Ἡσιόδου. Διὰ τοῦτο ζητῶμεν τὸν συγγραφέα, ἵνα δυνηθῶμεν καταλαβεῖν, ἢ ἀληθε‐ πίγραφόν ἐστι τὸ βιβλίον, ἢ οὐχί. Σκοπὸν δέ, ἵνα τὴν ὁρμὴν καταλάβωμεν τοῦ συγ‐ | |
30 | γραψαμένου. Ἔστι δὲ σκοπὸς ψυχῆς προκατάληψις καὶ | |
προτύπωσις, προτυπούσης τὸ προτεθὲν ἐκ μεταφο‐ | 54 | |
55 | ρᾶς τῶν τοξοτῶν, οἵτινες πρότερον μὲν στοχάζονται τὸν τόπον, ὅποι βούλονται τὸ βέλος πέμπειν, εἶτα τοξεύουσι, κατὰ τὸν ὅμοιον τρόπον τοῦτον καὶ οἱ συγγραφεῖς καὶ οἱ ποιηταὶ σκοπὸν καταβάλλουσι τῷ | |
5 | οἰκείῳ συγγράμματι καὶ ποιήματι, εἶθ’ οὕτω γράφουσι. Χρήσιμον δέ, ἵνα μάθωμεν, εἰ βιωφελής ἐστιν ἡ συγ‐ γραφή· τάξιν δέ, εἰ κατὰ τάξιν καὶ εὐτάκτως σύγκει‐ ται τὸ γράμμα· τέλος δέ, εἰ προηνέγκατο ὁ ποιητὴς ἢ ὁ συγγραφεὺς τὰ τοῦ σκοποῦ εἰς τέλος. Πολλοὶ | |
10 | γὰρ ὁρμήσαντες συγγράψαι τι καὶ μὴ δυνηθέντες εἰς τέλος ἐλθεῖν, ἀλλ’ ἐν μέσῳ τοῦ καμάτου γενόμενοι ἀπεπνίγησαν ὥσπερ ἐπὶ κλύδωνος θαλάσσης τῷ μεγέθει τοῦ ἐγχειρήματος. Ἔχει δὲ ταῦτα τὰ ἓξ κεφάλαια καὶ ἡ παροῦσα | |
15 | συγγραφή· ἐπιγραφὴν μέν· περὶ τῶν ὀκτὼ τοῦ λόγου μερῶν· συγγραφέα δὲ ......, σκοπὸν δὲ τὸ πρὸς εἰσαγομένους γράψαι καὶ διδάξαι· χρήσιμον δέ, ὅτι διὰ τῶν ὀκτὼ τοῦ λόγου μερῶν καὶ τῆς τούτων ἐναρμονίου συμπλοκῆς τὸ εὖ λέγειν καὶ τὸ εὖ γρά‐ | |
20 | φειν παιδευόμεθα, ὅπερ ἐστὶ κατόρθωμα τῆς γραμ‐ ματικῆς τέχνης· τάξιν δέ, ὅτι εὐτάκτως ἐστὶ συγκει‐ μένη πᾶσα ἡ διδασκαλία τῆς γραμματικῆς· πρῶτον μὲν περὶ ὀνόματος, ὅτι ἐστὶν οὐσία, δεύτερον περὶ ῥήματος, ὅτι ἐστὶ συμβεβηκός· τρίτον περὶ μετοχῆς, | |
25 | ὅτι μετέχει τῶν δύο, ὀνόματός φημι καὶ ῥήματος, ἃ ὤφειλον προταχθῆναι καὶ τὸ μετέχειν αὐτῶν εὐθὺς εἶναι καὶ τὰ λοιπὰ κατὰ τάξιν· τέλος δέ, ὅτι ἐξέρχε‐ ται τὰ τῆς ὑποθέσεως καὶ τὰ τοῦ σκοποῦ μεχρὶ συμ‐ περάσματος. Ἰστέον δέ, ὅτι ἄλλοι μὲν ἤρξαντο ἀπὸ | |
30 | φωνῆς, ἄλλοι δὲ ἀπὸ συλλαβῆς, ἄλλοι δὲ ἀπὸ λέξεως | |
καὶ ἄλλοι ἀπὸ γραμματικῆς. | 55 | |
56 | Τί ἔστι γραμματική; ἐμπειρία τῶν λεγομένων εἰς ἐπιτοπολὺ παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν· ἢ τέχνη ἐστὶν ἡ γραμματικὴ θεωρητικὴ καὶ λογικὴ δι‐ δάσκουσα ἡμᾶς τὸ εὖ λέγειν καὶ τὸ εὖ γράφειν. Καὶ | |
5 | γὰρ οὐ πᾶς ὁ γράφων ἢ ὁ ἀναγινώσκων λέγεται γραμματικός, ἀλλ’ ὁ τὸν κανόνα καὶ τὸν ὅρον ἀπο‐ διδούς. Τί ἔστιν ἐμπειρία; ἡ πολλάκις τοῦ αὐτοῦ πράγματος δοκιμασία καὶ γνῶσις. Τίνες λέγονται ποι‐ ηταί; οἱ τὰ ἔμμετρα γράψαντες. Τίνες λέγονται συγ‐ | |
10 | γραφεῖς; πάντες οἱ τὰ πεζὰ γράψαντες. Τί δὲ λέγεται τῶν λεγομένων ὡς ἐπιτοπολύ; ἤγουν τῶν εὑρισκομέ‐ νων ὡς ἐπιτοπλεῖστον. Πόσα μέρη τῆς γραμματικῆς; ἕξ. Πρῶτον ἀνάγνω‐ σις ἐντριβὴς κατὰ προσῳδίαν, ἤγουν ἡ συνήθης καὶ δε‐ | |
15 | δοκιμασμένη κατὰ τόνους, κατὰ χρόνους, κατὰ πνεύματα καὶ κατὰ πάθη· δεύτερον ἐξήγησις κατὰ τοὺς ἐνυπάρ‐ χοντας ποιητικοὺς τρόπους. Τί ἔστιν ἐξήγησις; ἡ τοῦ ἑξῆς ὁδήγησις, τουτέστιν ἡ τοῦ νοήματος ἀκολουθία. Τί ἔστι κατὰ τοὺς ἐνυπάρχοντας ποιητικοὺς τρόπους; | |
20 | ἤγουν τοὺς ὄντας, καὶ ποιηταῖς ἁρμόζοντας· τρίτον γλωσσῶν τε καὶ ἱστοριῶν πρόχειρος ἀπόδοσις, ἤγουν τῶν διαλέκτων καὶ διηγημάτων ἕτοιμος ἀπόκρισις· τέταρτον ἐτυμολογίας εὕρεσις· ἐτυμολογία δέ ἐστιν ἀνάπτυξις λέξεων, δι’ ἧς τὸ ἀληθὲς σαφηνίζεται· ἔτυ‐ | |
25 | μον γὰρ τὸ ἀληθές· πέμπτον· ἀναλογίας ἐκλογισμός. Τί ἔστιν ἀναλογία; ἡ παράδοσις τῶν ὁμοίων· ἀνά‐ λογον γάρ ἐστι τὸ Αἴας Αἴαντος τῷ Θόας Θοάντος. Τί ἔστιν ἐκλογισμός; ἡ ἀκριβὴς διόρθωσις· ἕκτον· κρίσις ποιημάτων, τουτέστι τῶν ἐμμέτρως γεγραμμέ‐ | |
30 | νων ποιημάτων. Πόσα ὄργανα τῆς γραμματικῆς; τέσσαρα· γλωσ‐ | |
σηματικόν, ἱστορικόν, μετρικὸν καὶ τεχνικόν. Πόσα | 56 | |
57 | θεωρούμενα κατὰ τὴν γραμματικήν; ὀκτώ· αἴτιον, ἀρχή, ἔννοια, ὕλη, μέρη, ὄργανα, ἔργα καὶ τέλος. Τί τὸ ὑποκείμενον τῆς γραμματικῆς; Ἑλληνισμός· ἤγουν ἑλληνίδες φωναί. Τί ἔστι φωνή; πλῆξις ἀέρος | |
5 | ἢ ἀὴρ πεπληγμένος. Πόσα ὄργανα φωνητικά; τρία· γλῶσσα, ὀδόντες καὶ χείλη. Τίς ἀρχὴ τῆς γραμματι‐ κῆς; Ἀποριῶν τῶν περὶ αὐτῆς ἀντιστοίχων συζήτησις καὶ χρόνων καὶ πνευμάτων βαρβαρισμοῦ τε καὶ σο‐ λοικισμοῦ. Τί τὸ τέλος τῆς γραμματικῆς; τὸ μηδέ‐ | |
10 | ποτε ἁμαρτάνειν μήτε περὶ μίαν λέξιν, μήτε περὶ πλείονας. Τί ἔστιν ἀνάγνωσις; κατὰ μὲν φιλοσόφους ἡ τῶν πρώτων μαθημάτων ἀναγνώρισις τῆς ψυχῆς· κατὰ δὲ γραμματικοὺς ἡ δευτέρα γνῶσις· πρώτη γάρ ἐστιν | |
15 | ἡ τῶν συλλαβῶν γνῶσις· εὑρίσκομεν δὲ τὴν ἀνά πρό‐ θεσιν σημαίνουσαν τὸ ἐκ δευτέρου, οἷον γνῶναι τὸ πρώτως γνῶναι καὶ ἀναγνῶναι τὸ δευτέρως γνῶναι. Καὶ ἄλλως· ποιημάτων ἢ συγγραμμάτων ἀδιάπτωτος προφορά. Ποιήματα μέν εἰσι τὰ ἐμμέτρως γεγραμμένα, | |
20 | συγγράμματα δὲ τὰ ἀμέτρως γεγραμμένα· ἀδιάπτωτος προφορά ἐστιν ἡ ἀδιάπταιστος προένεγξις καὶ γνῶσις. Πόσα εἴδη τῆς ἀναγνώσεως; τρία· ὑπόκρισις, προσῳ‐ δία, διαστολή. Τί ἔστιν ὑπόκρισις; ἡ τῶν ὑποκειμέ‐ νων σωμάτων ἢ πραγμάτων μίμησις ἢ διὰ σώματος | |
25 | ἢ διὰ φωνῆς. Τί ἔστι προσῳδία; τόνος φωνῆς κατὰ ἀναλογίαν διαλέκτου κατορθούμενος. Τί ἔστι διαστολή; διανοίας ὁλοκλήρου περιτομὴ ἢ ἐλαχίστη σιωπὴ λόγου ἐπιφερομένου, ἢ διάστημα δύο λόγων βραχύτατον. Πόσοι τρόποι τῆς ἀναγνώσεως; πέντε· ἀναλογία, ἐτυ‐ | |
30 | μολογία, συναλοιφή, διάλεκτος, ἱστορία. Τί ἔστιν ἀναλογία; ἡ τῶν ὁμοίων παράθεσις· Τί ἔστιν ἐτυ‐ μολογία; ἀνάπτυξις λέξεων ἁρμόζουσα τὴν φωνὴν πρὸς | |
τὴν τοῦ ὑποκειμένου πιθανότητα. Τί ἔστι συναλοιφή; | 57 | |
58 | συνέλευσις καὶ συμφωνία δύο συλλαβῶν εἰς μίαν συλ‐ λαβήν, τῆς τελευταίας συλλαβῆς φυλαττομένης, τῆς δὲ πρώτης ἀφανιζομένης. Τί ἔστι διάλεκτος; ἰδίωμα γλώτ‐ της. Τί ἔστιν ἱστορία; ἀφήγησις πράξεως παλαιῶν | |
5 | ἀνδρῶν. Πῶς χρὴ ἀναγιγνώσκειν. Χρὴ δὲ ποιεῖν τὴν ἀνάγνωσιν καθ’ ὑπόκρισιν, κατὰ προσῳδίαν καὶ κατὰ διαστολήν. Τί ἔστι τὸ ἀνα‐ γιγνώσκειν καθ’ ὑπόκρισιν; ἤγουν κατὰ μίμησιν. Τί | |
10 | ἔστι τὸ ἀναγιγνώσκειν κατὰ προσῳδίαν; ἤγουν κατὰ τοὺς ἀκριβεῖς τόνους. προσῳδία γὰρ ὁ τόνος. Καὶ δεῖ τὸν νέον ἀρχῆθεν κατορθοῦν τὴν ἀνάγνωσιν κατὰ προσῳδίαν καὶ τόνον. Τί ἔστι κατὰ διαστολὴν ἀνα‐ γιγνώσκειν; ἤγουν κατὰ στιγμήν· ἐκ μὲν γὰρ τῆς | |
15 | ὑποκρίσεως δηλοῦμεν τὴν ἀρετὴν τῶν ἀναγιγνωσκο‐ μένων· ἐκ τῆς μιμήσεως μὲν γὰρ ἐνάρετα δείκνυν‐ ται τὰ ἀναγιγνωσκόμενα· ἐκ δὲ τῆς προσῳδίας τὴν τέχνην δηλοῦμεν τοῦ ἀναγιγνώσκοντος· ἐκ τοῦ πα‐ ραφυλάττειν τοὺς τόνους, τοὺς χρόνους, τὰ πνεύματα | |
20 | καὶ τὰ πάθη ὁρῶμεν τοῦ ἀναγιγνώσκοντος τὴν τέχνην· ἐκ δὲ τῆς διαστολῆς τὸν περιεχόμενον νοῦν δηλοῦμεν· λέγεται δὲ διαστολὴ στιγμὴ ἐνδιαστέλλουσα τὰς ἀνα‐ γιγνωσκομένας λέξεις ἀπὸ τῶν ἐπιφερομένων λέξεων καὶ στοιχεῖα διαχωρίζουσα ἀπὸ τῶν στοιχείων οἷον· | |
25 | ἔστιν, ἄξιος· καὶ ἔστι, Νάξιος· ἤγουν ἐκ τῆς Νάξου νήσου· ὅθεν καὶ ἐκ τῆς διαστολῆς δηλοῦμεν τὸν πε‐ ριεχόμενον νοῦν, δηλονότι τὸν ὄντα νοῦν καὶ ἐγκεί‐ μενον τῷ συγγράμματι. Ἀναγιγνώσκομεν δὲ τὰ μὲν ἡρωϊκὰ ἡρωϊκῶς, ἤγουν | |
30 | μεγαλοφώνως· τὰς δὲ κωμῳδίας βιωτικῶς, ἤγουν κατὰ | |
μίμησιν τοῦ βίου· ἔστι δὲ κωμῳδία μίμησις πράξεως | 58 | |
59 | καθαρτικῶν παθημάτων καὶ τοῦ βίου συστατικὴ τυ‐ πουμένη δι’ ἡδονῆς καὶ γέλωτος· οἷα ἡ τοῦ Ἀριστο‐ φάνους ἢ τοῦ Μενάνδρου. Καὶ ἡ μὲν κωμῳδία τὸν βίον συνίστησιν, ἡ δὲ τραγῳδία διαλύει· τὰ δὲ ἐλε‐ | |
5 | γεῖα λιγυρῶς ἀναγιγνώσκομεν· ἐχρῶντο τοῖς ἐλεγείοις ἐπὶ τοὺς θρήνους· ἐλέγους γὰρ ἐκάλουν τοὺς θρήνους οἱ παλαιοί. Εἴρηται δὲ τὸ ἐλεγεῖον ἀπὸ τοῦ αἴ αἴ καὶ ἐπαινεῖν ἐπιταφίους τοὺς τεθνηκότας. Διαφέρει δὲ ἐλεγεῖον ἐλεγείας· ὅτι τὸ μὲν ἐλεγεῖον εἷς ἐστι | |
10 | στίχος πεντάμετρος· ἐλεγεία δὲ ἔστι τὸ ὅλον ποί‐ ημα ἔχον ἀμοιβαῖον τὸ μέτρον, καὶ πεντάμετρον καὶ ἑξάμετρον. Ἀναγιγνώσκονται δὲ ταῦτα λιγυρῶς· ἤγουν ὀξέως καὶ συμπεπνιγμένως καὶ ἐμπεπληγμένως, δη‐ λοῦντος τοῦ τοιούτου σχήματος τὸ πλῆθος τῶν κακῶν. | |
15 | Αἱ γὰρ λῦπαι στενούμεναι ὑπὸ τῶν παθῶν ὀξεῖαν φωνὴν ἀφιεῖσι διὰ τὸν πόνον. Ἔπος λέγεται πᾶς στίχος ἰαμβικὸς καὶ τροχαϊκὸς καὶ ἀναπαιστικὸς καὶ δακτυλικὸς καὶ οἱῳδήποτε ποδὶ μετρούμενος· κατ’ ἐξο‐ χὴν δὲ καὶ ὑπεροχὴν τὸ ἡρωϊκὸν μέτρον ἔπος καλεῖ‐ | |
20 | ται. Εἴρηται δὲ ἔπος παρὰ τὸ ἕπεσθαι καὶ ἀκολου‐ θεῖν. Τὰ δὲ ἔπη τὰ ἡρωϊκὰ εὐτόνως ἀναγιγνώσκομεν· ἤγουν συμφώνῳ φωνῇ, καὶ μὴ ἐκλελυμένῃ, μετὰ δυ‐ νάμεως διὰ τὸ περιέχειν αὐτὰ ἡρώων πρόσωπα, Τί ἔστι ποίησις λυρική; ἥτις οὐ μόνον ἐμμέτρως | |
25 | γέγραπται ἀλλὰ καὶ μετὰ μέλους· διὸ οὐδ’ ὁ στίχος κεῖται ἐν τῇ στοιχήσει τέλειος ἀλλὰ μέχρι τοῦ ἀπηχή‐ ματος τῆς λύρας στίζει τὴν ὁρμήν, ὡς ὁρᾷς τὰ τοῦ Πινδάρου συγκεκομμένως ἐκφερόμενα. Φασὶ γάρ τινες, ὅτι λύρα εἴρηται οἱονεὶ λύτρα· ὅτι ὁ Ἑρμῆς ὑπὲρ τῆς | |
30 | κλοπῆς τῶν βοῶν τοῦ Ἀπόλλωνος χελώνην ἐκδήρας καὶ κατασκευάσας λύραν ἔδωκε τῷ Ἀπόλλωνι ὑπὲρ τῆς | |
εἰρημένης κλοπῆς. Τὰ λυρικὰ μὲν ἀναγιγνώσκομεν | 59 | |
60 | ἐμμελῶς, τουτέστι μετὰ τοῦ προσήκοντος μέλους· τοὺς δὲ οἴκτους γοερῶς καὶ ὑφειμένως. Ἔστι δὲ οἶκτος ἐλεεινολογία καὶ ὀλοφυρμός· ὅθεν καὶ χρὴ τὰ τοιαῦτα ἀναγιγνώσκειν γοερῶς, ἤγουν θρηνωδῶς καὶ ὑφειμέ‐ | |
5 | νως, τουτέστι κεχαλασμένως καὶ ταπεινῶς. τὰ γὰρ ἀναγνώσματα τὰ μὴ γινόμενα οὕτως ὡς ἐδηλώθη καὶ τὰς τῶν ποιητῶν ἀρετὰς σμικρύνει καὶ τοὺς αἰνουμέ‐ νους ἄνδρας ἥρωας ἐντελίζει. Φαίνεται δὲ πρὸς τού‐ τοις καὶ ἡ ἕξις τοῦ ἀναγιγνώσκοντος καταγέλαστος | |
10 | τουτέστιν ἡ μάθησις καὶ ἡ διδαχὴ καὶ ἡ γνῶσις. Ἔστι δὲ τόνος ἐπίτασις ἢ ἄνεσις ἢ μεσότης συλ‐ λαβῶν εὐφωνίαν ἔχουσα· ἡ ἐναρμονίου φωνῆς ἀπή‐ χησίς ἐστιν ὁ ἦχος, ἡ προφορά, ἡ ἐκφώνησις. Ἔστι δὲ ἐναρμόνιος φωνὴ ἡ συγκειμένη ἐξ ὀξείας καὶ βα‐ | |
15 | ρείας καὶ περισπωμένης, οἵα ἐστὶ τοῦ ἀνθρώπου καὶ πᾶσα ἡ μιμουμένη τὴν ἀνθρωπίνην φωνήν, ὡς ἡ κι‐ θάρα, τὸ ὄργανον, ἢ σύριγξ. Ἔστι δὲ ἐναρμόνιος φωνὴ ἐγγράμματός τε καὶ ἔναρθρος· φασὶ δέ, ὅτι τέσσαρές εἰσι διαφοραὶ τῶν φωνῶν· ἐναρμόνιος ἐγ‐ | |
20 | γράμματος ὡς ἡ τῶν ἀνθρώπων φωνή· ἐναρμόνιος ἀγράμματος ὡς ὁ τῶν ἀνθρώπων στεναγμός· ἐναρ‐ μόνιος ἐγγράμματος ὡς ἡ τοῦ ψιττακοῦ φωνή· ἐναρ‐ μόνιος ἀγράμματος ὡς ἡ τῶν προβάτων βληχή. Εἰσὶ δὲ τοῦ τόνου τρεῖς ἀπηχήσεις· ἡ κατὰ | |
25 | ἀνάτασιν ἐν τῇ ὀξείᾳ, ἡ κατὰ ὁμαλισμὸν ἐν τῇ βα‐ ρείᾳ, ἡ κατὰ περίκλασιν ἐν τῇ περισπωμένῃ. Ἀνά‐ τασις μέν ἐστιν ὁ ἐπιτεταγμένος καὶ ὀξύτονος φθόγγος· ὁμαλισμὸς δέ ἐστιν ὁ μετὰ ἀνέσεως γενόμενος βαρὺς | |
φθόγγος. | 60 | |
61 | Περὶ προσῳδίας. Τί ἔστι προσῳδία; ποιὰ τάσις ἐγγραμμάτου φω‐ νῆς ὑγιοῦς κατὰ τὸ ἀπαγγελτικὸν τῆς λέξεως ἐκφερο‐ μένη μετά τινος τῶν συνεζευγνυμένων περὶ μίαν συλ‐ | |
5 | λαβὴν ἤτοι κατὰ συνήθειαν διαλέκτου ὁμολογουμένη ἢ κατὰ ἀναλογητικὸν ὅρον καὶ λόγον. Καὶ ἄλλως· προσῳδία ἐστὶ διαφορὰ ἐν ταῖς λέξεσι φθόγγου· καὶ ἄλλως· προσῳδία ἐστὶ τόνος, πρὸς ὃν ᾄδομεν καὶ τὴν φωνὴν εὐρυτέραν ποιοῦμεν. Καὶ ἄλλως· προσῳ‐ | |
10 | δία ἐστὶ τὸ κροῦσμα τὸ ἐν τῇ ἐκφωνήσει γιγνόμενον. Καὶ ἄλλως· προσῳδία ἐστὶ τόνος φωνῆς κατὰ διάλε‐ κτον ἢ κατὰ ἀναλογίαν κατορθούμενος. Ἔστι δὲ ποιὰ ἡ πεποιημένη φωνή· ἤγουν ἢ ὀξύτονός ἐστιν ἢ βαρύ‐ τονος ἢ περισπωμένη. Τάσις ἐστὶν ἡ ἀνάτασις καὶ | |
15 | ἅπλωσις τοῦ τόνου. —Εἴρηται δὲ ἡ προσῳδία παρὰ τὸ προσᾴδειν καὶ ἁρμόζειν τῇ ὑποκειμένῃ λέξει. Καὶ ἄλλως· ἐκ τοῦ εἴδω, ὃ σημαίνει τὸ γινώσκω καὶ μετὰ τοῦ α ἐπιτατικοῦ μορίου ἀείδω, ἤγουν τὸ λίαν γινώσκω, ἀφ’ οὗ ἀοιδή καὶ κράσει τοῦ αο εἰς ω μέγα, μένον‐ | |
20 | τος καὶ τοῦ ι προσγεγραμμένου, ᾠδή καὶ μετὰ τῆς πρός προθέσεως προσῳδία. Ἰστέον δέ, ὅτι δύο σημαίνει τὸ τῆς ὀρθογραφίας ὄνομα· ἔστι γὰρ ὀρθογραφία λέξις ἡ ὀρθῶς γεγραμ‐ μένη· ἔστι καὶ ὁ κανὼν ὁ ἀποδεικτικὸς τῆς ὀρθῶς | |
25 | γεγραμμένης λέξεως, οἷον ἐὰν γράψω· ταχεῖα· διὰ τῆς ει διφθόγγου, αὕτη ἡ λέξις ἡ γραφεῖσα ὀρθῶς ὀρθογραφία καλεῖται· καὶ ἐὰν ἐρωτηθῶ τὴν αἰτίαν τῆς γραφῆς καὶ εἴπω τὸν κανόνα, ὅτι τὰ ἀπὸ τῶν εἰς υς ληγόντων ἀρσενικῶν θηλυκὰ παρεσχηματισμένα διὰ | |
30 | τοῦ εια διὰ τῆς ει διφθόγγου γράφονται, οἷον ταχύς ταχεῖα, ὠκύς ὠκεῖα, ἡδύς ἡδεῖα, ὀξύς ὀξεῖα· αὐτὸς | |
ὁ κανὼν ὀρθογραφία καλεῖται. | 61 | |
62 | Εἰσὶ δὲ τῆς ὀρθογραφίας εἴδη τρία· σύνταξις, ποιότης καὶ ποσότης. Σύνταξις μέν ἐστιν, ὅταν ζη‐ τῶμεν, ποίᾳ συλλαβῇ συντάξωμεν τὰ στοιχεῖα· οἷον ἐν τῷ ἀσθενής, πότερον τὸ ς κτητικόν ἐστι τῆς ἀ | |
5 | συλλαβῆς ἤγουν τῆς πρώτης, ἢ τῆς θε, ἤγουν τῆς δευτέρας, τουτέστιν ἀς λέγομεν ἢ ἀ—σθε, τῆς πρώτης ἐστὶ ληκτικὸν ἢ τῆς δευτέρας ἀρκτικόν. Ποσότης δέ ἐστιν, ὅταν ζητῶμεν ἐν τῷ μῖσμος (sic) ἢ μῖσος, πόσα εἰσὶ στοιχεῖα, μετὰ τοῦ Ι ἢ ΜΕΙ διὰ διφθόγγου. | |
10 | Ποιότης δέ ἐστιν, ὅταν ζητῶμεν, ποῖον στοιχεῖόν ἐστι γεγραμμένον ἐν τῷ ἔμπορος, τὸ Μ ἢ τὸ Ν. Καὶ ταῦτα μέν εἰσι τὰ εἴδη τῆς ὀρθογραφίας. Εἰσὶ δὲ καὶ κανόνες τῆς ὀρθογραφίας τέσσαρες· ἀναλογία, διάλεκτος, ἐτυμολογία καὶ ἱστορία. Καὶ | |
15 | τὴν μὲν ἀναλογίαν κατορθοῦμεν, ὅταν κανόνα ἀπο‐ δῶμεν ὥσπερ ἐδηλώσαμεν ἐπὶ τοῦ ταχεῖα. Διάλεκτον δὲ κατορθοῦμεν, ὅταν τὸ ἡμεῖς διὰ τῆς ΕΙ διφθόγγου γράφοντες εἴπωμεν, ὅτι οἱ Δωριεῖς ἄμεες λέγουσι καὶ ἡμεῖς τὸ περισσὸν Ε συναιροῦντες δίφθογγον ἐποιή‐ | |
20 | σαμεν. Ἐτυμολογίαν δὲ κατορθοῦμεν, ὅταν τὸ ἤπει‐ ρος διὰ τοῦ η τὴν πρώτην συλλαβὴν καὶ διὰ διφθόγ‐ γου τὴν δευτέραν γράφοντες εἴπωμεν· ἄπερος τίς ἐστιν ἡ γῆ, ἤγουν μὴ ἔχουσα πέρας, τροπῇ δὲ τοῦ Α εἰς Η καὶ πλεονασμῷ τοῦ Ι ἤπειρος. Ἱστορίαν δὲ κα‐ | |
25 | τορθοῦμεν, ὅταν τὸ χίλια διὰ τοῦ Ι γράφοντες εἴπω‐ μεν· οὕτως αὐτὸ γράφεσθαι βούλεται ἡ παράδοσις. Τριῶν μὲν ὄντων τῶν εἰδῶν τῆς ὀρθογραφίας, ὡς ἔφαμεν, πρῶτόν ἐστιν ἄξιον εἰπεῖν περὶ τοῦ πρώτου εἴδους, ἤγουν περὶ συντάξεως. Ἐὰν σύμφω‐ | |
30 | νον μεταξὺ δύο φωνηέντων ἐν μιᾷ λέξει ᾖ, τῷ δευ‐ τέρῳ ἀκολουθεῖ· οἷον ἄγω, φέρω, χῆνα, ἀλώπηξ. Ἐὰν δὲ μὴ εἴη μία ἡ λέξις ἀλλὰ δύο, πάθῃ δὲ τὸ | |
πρῶτον φωνῆεν ἔκθλιψιν, τὸ σύμφωνον ἐκεῖνο τὸ πρὸ | 62 | |
63 | τῆς ἀποστρόφου, συνάπτεται τῷ ἐπιφερομένῳ φωνή‐ εντι, οἷον κατὰ ἐμοῦ, κατ’ ἐμοῦ, κατὰ ἐκείνου, κατ’ ἐκείνου. Οὐδέποτε συλλαβὴ λήγει εἰς δασύ· ὅθεν τοῦ Βάκχος ἡ πρώτη συλλαβὴ εἰς ψιλὸν λήγει, εἰς Κ καὶ | |
5 | οὐκ εἰς δασὺ τὸ Χ. Ἀφ’ οὗ φθάσει ἐν ἀρχῇ λέξεως σύμφωνον συμφώνου προηγήσασθαι οὐκ ἔτι αὐτοῦ χωρίζεται κἂν ἐν μέσῳ λέξεως εὑρεθῶσιν, οἷον σθένος· ἐνταῦθα γοῦν φθάσαν προηγήσατο τὸ Σ τοῦ Θ ἐν ἀρχῇ λέξεως· ἀλλ’ οὐ χωρίζεται αὐτοῦ κἂν ἐν μέσῳ | |
10 | λέξεως εὑρεθῶσιν, ὡς ἐν τῷ Δημοσθένης, Ἀντισθένης· εἴπομεν δὲ ἐν ἀρχῇ λέξεως· ἐπειδὴ αἱ ἐπὶ τέλους συλ‐ λαβαὶ αἱ καταλήγουσαι εἰς δύο σύμφωνα, οἷον ἅλς, οὐκέτι εἰσὶ κατὰ σύλληψιν κἂν ἐν μέσῳ λέξεως εὑρε‐ θῶσιν. Ἰδοὺ γὰρ τὸ ἅλς ἔχει ἐν τῷ τέλει τὸ Λ καὶ | |
15 | τὸ Σ κατὰ σύλληψιν, ἀλλ’ ἐν τῷ ἁλσί διεμερίσθησαν καὶ διέστησαν ἀπ’ ἀλλήλων. Διὰ ταῦτα οὖν ὡς εἴ‐ πομεν· ἀφ’ οὗ φθάσει ἐν ἀρχῇ λέξεως σύμφωνον συμ‐ φώνου προηγήσασθαι τὸ μὲν πρόσφατον κατὰ διά‐ στασίν ἐστιν, ἤγουν τὸ Σ μετὰ τῆς πρός καὶ οὐ | |
20 | μετὰ τῆς φα· τὸ δὲ δυσάρετον κατὰ σύλληψιν. Ἐν τῷ πεποιηκυῖα, μεμηκυῖα, ἅρπυια, υἱός καὶ ἐν τοῖς ὁμοίοις οὐκ ἦν διάστασις τοῦ Υ καὶ Ι· τὰ γὰρ εἰς Α θηλυκά, ἀρσενικοῖς παρεσχηματισμένα ἰσοσυλλαβοῦσι τῇ γενικῇ τοῦ ἀρσενικοῦ, οἷον μέλας μέλανος μέλαινα, | |
25 | ὀξύς ὀξέος ὀξεῖα, πεποιηκώς πεποιηκότος πεποιηκυῖα. Περὶ ποιότητος. Τὸ σμίλιον, Σμύρνα καὶ τὰ τούτοις ὅμοια διὰ τοῦ Σ γραπτέον οὐ διὰ Ζ· τὰ γὰρ διπλᾶ οὐδέποτε προτάσσονται ἢ ὑποτάσσονται, εἰ μὴ ἐν καταλήξει | |
30 | μερῶν λόγου, οἷον Σφίγξ, σάρξ. Πᾶσα συλλαβὴ εἰς | 63 |
64 | Ν λήγουσα, ἐὰν συντεθῇ μεθ’ ἑτέρας συλλαβῆς ἀρ‐ χομένης ἀπὸ τοῦ Β ἢ Π [ἢ Φ] ἢ Μ ἢ Ψ τρέπει τὸ Ν εἰς Μ, οἷον σύμβιος, ἔμπορος, συμμορία, σύμφωνα, σύμψηφος. | |
5 | Πᾶσα συλλαβὴ εἰς Ν λήγουσα ἐὰν συντεθῇ μεθ’ ἑτέρας συλλαβῆς ἀρχομένης ἀπὸ τοῦ Γ ἢ Κ ἢ Χ ἢ Ξ τρέπει τὸ Ν εἰς Γ, οἷον ἐγγύη, ἐγκέφαλος, συγχέω, συγξενίζω. Πᾶσα συλλαβὴ εἰς Ν λήγουσα ἐὰν συν‐ τεθῇ μεθ’ ἑτέρας συλλαβῆς ἀρχομένης ἀπὸ τοῦ Λ ἢ | |
10 | Ρ εἰς αὐτὰ τρέπει τὸ Ν, οἷον συλλαβή, συῤῥάπτω. Ἡ σύν πρόθεσις ἐπιφερομένου τοῦ Ζ ἐν ἑνὶ μέρει λόγου τελείως ἀποβάλλει τὸ Ν, οἷον συζυγία, συ‐ ζητῶ. Ἡ σύν πρόθεσις ἐπιφερομένου τοῦ Σ ἐν ἑνὶ μέρει λόγου τρέπει τὸ Ν εἰς Σ, οἷον σύσσιτος· ἔστιν | |
15 | ὅτε καὶ ἀποβάλλει αὐτὸ τὸ Σ, οἷον συστρατιώτης, συστρατηγός. Ἡ ἔξ πρόθεσις, οἷον ἂν σύμφωνον αὐτῇ ἐπιφέρεται εἴτε καθ’ ἓν μέρος λόγου εἴτε κατὰ δύο, τρέπει τὸ Ξ εἰς Κ, οἷον ἐκ Βαβυλῶνος, ἐκ δυσμῶν, ἐκ Ῥώμης, ἔκπαλαι, ἔκπωμα. εἰ δὲ φωνῆεν αὐτῇ τῇ | |
20 | ἔξ ἐπιφέροιτο, φυλάττεται τὸ Ξ καὶ οὐ τρέπεται· ἐξ ἀνατολῶν· ἐξ οἰκείου. Πᾶσα πρόθεσις συγκοπὴν πά‐ σχουσα τοῦ ἐσχάτου φωνήεντος τὸ καταλειπόμενον σύμ‐ φωνον, ἂν μὴ εἴη Ν, πρὸς τὸ ἐπιφερόμενον σύμφω‐ νον τρέπει, οἷον κατανεῦσαι καννεῦσαι· καταβάλλειν | |
25 | καββάλλειν· ἀποβάλλουσα ἀββάλλουσα· ἀπόβασκε ἄβ‐ βασκε· εἰ δὲ τὸ Ν εἴη κατὰ τὰ ἐπιφερόμενα σύμφωνα μεταβάλλεται κατὰ τὴν προειρημένων τεχνολογίαν. Ἡ κατά συγκοπὴν ὑπομένουσα, ἐὰν ἔχῃ ἀπαγόμενον δασύ, μεταβάλλει τὸ Τ εἰς τὸ ψιλόν, τὸ ἀντίστοιχον τοῦ | |
30 | ἐπαγομένου δασέος. Διότι οὐ δύναται συλλαβὴ κα‐ ταλῆξαι εἰς δασύ· οἷον καταθανεῖν κατθανεῖν, καταφά‐ | |
λαρα καπφάλαρα, καταχεῦσαι κακχεῦσαι· ἂν δὲ ἡ κατά | 64 | |
65 | πρόθεσις συγκοπὴν ὑπομένῃ, ἐπάγοιτο δὲ δύο σύμ‐ φωνα καὶ ἔνι ἐξ αὐτῶν τὸ ἀμετάβολον, ἤγουν τὸ δεύ‐ τερον· τότε τὸ Τ τῆς προθέσεως αὐτῆς τρέπεται πρὸς τὸ ἐπαγόμενον σύμφωνον· οἷον καταδρῶσα καδδρῶσα. | |
5 | Τὸ στράγξ, σφίγξ, λύγξ ἔδει διὰ τοῦ Ν γράφε‐ σθαι, ὅτι πᾶσα λέξις λήγουσα εἰς δύο σύμφωνα τὸ ἕτερον ἔχει ἀμετάβολον, οἷον, τίρυνς, ἅλς, σάρξ· ἀλλ’ εἴπομεν, ὅτι τὸ Ν, ὅτε ἐπάγοιτο τὸ Γ ἢ τὸ Κ ἢ τὸ Χ ἢ τὸ Ξ εἰς Γ τρέπεται· ὅθεν οὖν ἀναγκαίως καὶ | |
10 | διὰ τοῦ Γ γράφονται· τὸ ἐχθρός διὰ τοῦ ΧΘ γρα‐ πτέον· ὥσπερ γὰρ παρὰ τὸ ψῦχος γίνεται ψυχρός, οὕτω καὶ παρὰ τὸ ἔχθος γίνεται ἐχθρός. Περὶ ποσότητος. Τὰ εἰς ον λήγοντα συγκριτικὰ δισύλλαβα, δι‐ | |
15 | φθόγγῳ παραλήγονται· οἷον πλεῖον, μεῖον, ῥᾷον· εἰ δὲ εἴη ὑπὲρ δύο συλλαβάς, τῷ Ι παραλήγονται· οἷον βράδιον, βέλτιον· πλὴν τοῦ χέρειον, ἄμεινον· τὸ γὰρ ἄμεινον ἀπὸ τοῦ μεῖον δισυλλάβου γίνεται πλεονασμῷ τοῦ Ν καὶ προσθέσει τοῦ Α. | |
20 | Πᾶν ῥῆμα εἰς Ν λῆγον ἐν πρώτῳ προσώπῳ τὰ ἴσα φωνήεντα τηρεῖ καὶ ἐν τῇ ληγούσῃ καὶ ἐν τῇ πα‐ ραληγούσῃ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ. Πᾶν ἀπαρέμφατον δίφθογγον ἔχει κατὰ τὴν τε‐ λευταίαν συλλαβὴν πλὴν τοῦ ζῆν. | |
25 | Πᾶν εὐκτικὸν δίφθογγον ἔχει κατὰ τὴν παραλή‐ γουσαν. Τὰ διὰ τοῦ ιδιον ὑποκοριστικά, ἐὰν ἔχωσιν ἀπὸ πρωτοτύπου φωνῆς τὸ Ε, διφθόγγῳ παραλήγον‐ ται· οἷον γλυκείδιον ἀπὸ τῆς γλυκέος γενικῆς, καὶ | |
30 | φυσείδιον ἀπὸ τῆς φύσεως γενικῆς. Τὰ διὰ τοῦ ος ὑποκοριστικά, ἐὰν ἔχωσιν ἀπὸ | |
πρωτοτύπου φωνῆς τὸ Ε διφθόγγῳ παραλήγονται. | 65 | |
66 | Τὰ διὰ τοῦ ῳος κτητικὰ διφθόγγῳ παραλήγον‐ ται, οἷον κῷος, μινῷος· οἷς ἠκολούθησε καὶ τὸ σῷος. Αἱ εἰς ΣΙ λήγουσαι ἐκτεταμέναι δοτικαὶ, εἰ μὲν | |
5 | ἔχουσιν ἓν Σ διφθόγγῳ παραλήγονται· οἷον καλοῖσι, σοφοῖσι, Ἀτρείδαισιν (sic)· εἰ δὲ δύο ΣΣ ἔχουσιν, ἑνὶ φωνήεντι παραλήγονται· οἷον θήρεσσι, πάντεσσι. Πᾶν ὄνομα δικατάληκτον δίφθογγον οὐκ ἔχει, οἷον ῥίν καὶ ῥίς, δελφίν καὶ δελφίς, ἀκτίν καὶ ἀκτίς. | |
10 | Τὰ διὰ τοῦ ιτης παρώνυμα διὰ τοῦ Ι γράφεται, οἷον Μεμφίτης, πολίτης, τοπίτης, Ναυκρατίτης πλὴν τοῦ Ἁλείτης (sic), Ἀταρνείτης, Ζηλείτης, Ὡρείτης (sic) καὶ Σαμαρείτης. Τὰ διὰ τοῦ ινος βαρύτονα διὰ τοῦ Ι γράφεται· | |
15 | οἷον ξύλινος, δερμάτινος, Κρατῖνος, Ἀκραγαντῖνος. Τὰ μέντοι εἰς νος ὀξύτονα παρώνυμα διὰ τῆς ΕΙ δι‐ φθόγγου γράφεται, οἷον ἐλεεινός, ὀρεινός, φωτεινός. Ὅσα δὲ σημαίνει καιρὸν διὰ τοῦ Ε γράφεται, οἷον χειμερινός, θερινός, ἐαρινός, μετοπωρινός. Τὸ τα‐ | |
20 | χινός δὲ καὶ ἀληθινός οὐκ εἰσὶ παρώνυμα, ἀλλ’ ἐξ ἐπιῤῥήματος, ἤγουν τοῦ τάχα καὶ ἄληθες. Τὰ διὰ τοῦ ινη θηλυκὰ διὰ τοῦ Ι γράφεται, ὑσμίνη, αἰτνίη (sic), θριδακίνη, ἡρωΐνη, ῥωδακίνη (sic) καὶ ἀδρα‐ στίνη. Τὰ δὲ διὰ τοῦ ισιος διὰ τοῦ Ι γράφονται· | |
25 | οἷον Χαρίσιος, ἀφροδίσιος πλὴν τοῦ ἀρκείσιος, σιμο‐ είσιος. Τὰ εἰς ις θηλυκὰ διὰ τοῦ Ι γράφονται, οἷον λέξις, Θέτις, μῆνις πλὴν τοῦ κλείς καὶ ἀντήρεις (sic). Τὰ ἀπὸ τῶν εἰς ευς παρηγμένα, εἴτε πατρωνυ‐ μικά εἰσιν εἴτε κτητικὰ διὰ τῆς ει διφθόγγου γράφον‐ | |
30 | ται, οἷον Ἀτρείδης, Πηλείδης, Ὀδύσσειος, Ἀχίλλειος· ἀπὸ δὲ τοῦ Ζεύς Διὸς οὐκ ἔστι τὸ κτητικὸν διὰ δι‐ φθόγγου· διότι οὐκ ἐφυλάχθη τὸ Ε ἐν τῇ γενικῇ, | |
οἷον Ζεύς Διός. Τὰ ἀπὸ τῶν εἰς ης ἀρσενικῶν συνῃρη‐ | 66 | |
67 | μένων παρηγμένα θηλυκὰ διὰ τοῦ εια, εἰ μὲν προπα‐ ροξύνονται διὰ τοῦ ει γράφονται, οἷον ἀναίδεια ἀπὸ τοῦ ἀναιδής, εὐγένεια ἀπὸ τοῦ εὐγενής, συνήθεια ἀπὸ τοῦ συνήθης. Εἰ δὲ παροξύνονται διὰ τοῦ Ι | |
5 | γράφονται, οἷον ἀμαθία. Τὰ διὰ τοῦ εια παρώνυμα δίφθογγον ἔχουσιν, οἷον τῆς Πηνελόπης Πηνελόπεια, καὶ ἀπὸ τοῦ χαλκό‐ βαρυς χαλκοβάρεια. Τὰ ἀπὸ ἐνεστώτων ἢ μελλόντων παρηγμένα θηλυκὰ διὰ τοῦ εια δίφθογγον ἔχουσιν, | |
10 | οἷον ἀπόλω ἀπώλεια, μήδω Μήδεια, θέρω θέρεια, σαφῶ σάφεια. Τὰ ἀμφιβαλλόμενα κατὰ τὴν πρώτην συλλαβὴν ἔχοντα ἐν τῇ δευτέρᾳ συλλαβῇ τὸ Ι ἢ τὸ Υ διὰ τοῦ Ι ἔχουσι τὴν πρώτην ὡς ἐπιτοπλεῖστον, οἷον Ἶρις, | |
15 | δριμύς, πίτυς, βριθύς, ἰχθύς. Τὰ διὰ τοῦ ειω βα‐ ρύτονα παρ’ ἐνεστῶτος ἢ μέλλοντος παρηγμένα τὴν ει δίφθογγον ἔχουσιν, οἷον ὄψω ὀψείω, βρώσω βρωσείω, ἅτινα καὶ ἐφεκτικὰ λέγονται. Τὰ διὰ τοῦ ειον κτη‐ τικὰ προπερισπώμενα δίφθογγον ἔχουσιν, οἷον τεκτο‐ | |
20 | νεῖον, μουσεῖον, κουρεῖον, βαλανεῖον, ὡρεῖον. Πᾶσα γενικὴ εἰς ος λήγουσα διὰ τοῦ ιδης ποιεῖ τὸ πατρωνυμικὸν καὶ ἔχει τὸ Ι βραχύ, οἷον Πέλοψ Πέ‐ λοπος Πελοπίδης. Κέκροψ Κέκροπος Κεκροπίδης. Ὅσα ῥήματα ἐν κινήσεσιν εὑρίσκονται γεννῶνται τὸ Ο, τὸ | |
25 | Ε προεῖχον ἐν τῷ ἐνεστῶτι οἷον πλέκω, ὅτι πλόκος, ἀμείβομαι ὅτι ἀμοιβή. Τὰ εἰς ων συγκριτικὰ μεταβαίνοντα εἰς ὑπερθε‐ τικὰ εἰ μὲν δισύλλαβά εἰσι τηροῦσι τὴν παραλήγουσαν αὐτῶν καὶ ἐν τοῖς ὑπερθετικοῖς, οἷον πλείων πλεῖστος, | |
30 | ῥᾴων ῥᾷστος· εἰ δὲ ὑπὲρ δύο συλλαβάς, οὐδαμῶς, οἷον ἀρείων ἄριστος, χερείων χείριστος, πλὴν τοῦ βελ‐ | |
τίων βέλτιστος καὶ καλλίων κάλλιστος. | 67 | |
68 | Τὰ διὰ τοῦ ια θηλυκὰ παρηγμένα ἀπὸ τῶν εἰς ος ἀρσενικῶν διὰ τοῦ Ι γράφονται, οἷον κακός κακία, ἀργός ἀργία, ῥάθυμος ῥαθυμία. Τὰ παρὰ τὸ γῆρας συγκείμενα ἔχοντα ἐπὶ τέλους τὸ Ω διὰ τοῦ Ω μεγά‐ | |
5 | λου γράφονται, οἷον ὑπέργηρως, κακόγηρως, καλό‐ γηρως. Τὰ παρὰ τὸ γῆρας συγκείμενα καὶ μέσον ἔχοντα τὸ Ω διὰ τοῦ Ω μεγάλου γράφονται, οἷον γηρωκόμος, γηρωβοσκός, γηρωβοσκεῖον. Τὸ δὲ γηροτρόφος καὶ γηροτροφῶ καὶ γηροτροφεῖον καὶ ἁπλῶς, ἐφ’ ὅσων | |
10 | εἰσὶ τοῦ ο ἔμπροσθεν δύο σύμφωνα, διὰ τοῦ Ο μι‐ κροῦ γράφεται. Τὰ δὲ παρὰ τὸ κρέας συγκείμενα διὰ τοῦ Ω με‐ γάλου γράφονται, οἷον πολύκρεως· ὁμοίως καὶ τὰ ἐν μέσῳ ἔχοντα τὸ Ω, οἷον κρεωφάγος, κρεωπώλης, | |
15 | κρεωδαισία καὶ τὰ ὅμοια. Τὰ παρὰ τὸ κέρας συγκεί‐ μενα ἅπαντα διὰ τοῦ Ω μεγάλου γράφονται οἷον μο‐ νόκερως, ὑψίκερως, εὔκερως· ὁμοίως καὶ τὰ ἐν τῷ μέσῳ ἔχοντα τὸ Ω, οἷον κερωφόρος, κερώεις κερώ‐ εσσα θηλυκόν. Τὰ παρὰ τὸ γέλως διὰ τοῦ Ω μεγά‐ | |
20 | λου γράφονται, οἷον φιλόγελως, κλαυσίγελως, ἀκρα‐ τόγελως, κατάγελως· κατάγελος δὲ ὁ τόπος ὁ ἔχων ἀγέλας διὰ τοῦ Ο μικροῦ. Τὰ παρὰ τὸ ἔρως διὰ τοῦ Ω μεγάλου γράφεται, οἷον δύσερως, κάκερως, μίσε‐ ρως, πολύερως· ὁμοίως καὶ τὰ ἐν μέσῳ ἔχοντα τὸ | |
25 | Ω, οἷον ἐρωτικός, ἐρωτομανής, ἐρωτόεις καὶ ἐρώεις. Τὰ παρὰ τὸ λεώς συγκείμενα διὰ τοῦ Ω μεγάλου γράφεται, οἷον Ἰόλεως, Νικόλεως· ὁμοίως καὶ τὰ ἐν μέσῳ ἔχοντα τὸ Ω, οἷον λεωφόρος, Λεωκράτης, λεω‐ νίκης, λεωγόρος. Οὕτω καὶ τὰ παρὰ τὸ νεώς οἷον | |
30 | νεωκόρος. τὰ παρὰ τὸ πλέον συγκείμενα διὰ τοῦ Ω μεγάλου γράφονται οἷον ἔμπλεως, ἀνάπλεως, περί‐ | |
πλεως. Ὁμοίως καὶ τὰ θηλυκὰ οἷον ἡ ἔμπλεως, ἡ | 68 | |
69 | περίπλεως. Ὁμοίως καὶ τὰ οὐδέτερα· πλεονέκτης δὲ μικρόν. Τὰ δὲ παρὰ τὸ χρέος διὰ τοῦ Ο μικροῦ οἷον ἀξιόχρεος, ὑπόχρεος· ἀττικῶς δὲ διὰ τοῦ Ω με‐ γάλου. Ὁμοίως καὶ τὰ ἐν μέσῳ ἔχοντα τὸ Ο, οἷον | |
5 | χρεολύτης· πλὴν τῶν κατὰ συναλοιφὴν γινομένων, οἷον χρέος ὀφειλέτης χρεωφειλέτης καὶ χρεωστῶ καὶ χρεώστης. Τὰ παρὰ τὸ γαῖα συγκείμενα καὶ δηλοῦσι γῆς ποιότητα διὰ τοῦ Ε ψιλοῦ γράφεται καὶ διὰ τοῦ Ω | |
10 | μεγάλου, οἷον εὔγεως, λυπρόγεως, ψαμμόγεως, χρυ‐ σόγεως, λεπτόγεως, μεσόγεως, ὑπόγεως· ὅσα δὲ οὐ σημαίνουσι ποιότητα γῆς διὰ τῆς αι διφθόγγου καὶ διὰ τοῦ Ο μικροῦ γράφεται οἷον ὑπόγαιος, ἀνάγαιος, κατάγαιος· οἷς ἠκολούθησε καὶ τὸ ἐνοσίγαιος· ἀνώ‐ | |
15 | γεων δὲ καὶ κατώγεων ψιλὸν καὶ μέγα. Τὰ διὰ τοῦ ια ὀνόματα ἐπὶ ἑορτῶν λεγόμενα διὰ τοῦ Ι γράφεται οἷον Ἀπατούρια, Ἀρτοφόρια, Βουφό‐ νια, Διάσια, Ἐλευσίνια, Θαλύσια, Θεσμοφόρια, Ἴσια, Κρόνια, Ποσειδόνια, Τιτάνια, Ὑακίνθια, Ὀσχο‐ | |
20 | φόρια πλὴν τοῦ Αἰάκεια, Κυδωνίδεια, Ἀντιγόνεια, Δημήτρεια, Διόμεια, Διϊπόλεια, Ἡράκλεια, Ἡφαίστεια, Θήσεια, Πανάκεια, Φιλωταίρεια. Ταῦτα γὰρ διὰ τῆς ΕΙ διφθόγγου γράφονται· γίνωσκε δέ, ὅτι Ἀσκλη‐ πίαια ἑορτὴ τοῦ Ἀσκληπίου διφθογγογραφεῖται. | |
25 | Τὰ διὰ τοῦ ια οὐδέτερα ἐπὶ ἀγώνων λεγόμενα διὰ τοῦ Ι γράφεται, οἷον Δήλια· ἔστι δὲ ἀγὼν τε‐ λούμενος ἐν τῇ νήσῳ Δήλῳ· Πύθια· ἀγὼν τελούμε‐ νος ἐν τῇ Πυθοῖ τῆς Φωκίδος· Ἴσθμια ἀγὼν τελού‐ μενος ἐν τῷ Ἰσθμῷ· Ὀλύμπια, ἀγὼν τελούμενος ἐν | |
30 | τῇ Πίσῃ τῆς Ὀλυμπίας, πλὴν τοῦ Νέμεια. Νέμεα γάρ ἐστι καὶ πλεονασμῷ τοῦ Ι Νέμεια. Ἦν δὲ τὰ | |
Νέμεια ἀγὼν τελούμενος ἐν τῇ Νεμείᾳ (sic). Ἀχυρ‐ | 69 | |
70 | μιά τὸ ἄχυρον τὸ κείμενον ἐν τῇ ἁλῶνι· ἁρμαλιά ἡ τροφή, ἡ συνδεσμοῦσα καὶ συναρμόζουσα τὰ μέλη. Τὰ ἀπὸ τῶν εἰς ευς ἀρσενικῶν θηλυκὰ γινόμενα διὰ τοῦ εια προπαροξύνονται καὶ διὰ τῆς ει διφθόγ‐ | |
5 | γου γράφονται, οἷον Ἀμασσεύς Ἀμάσσεια· Ἀλεξαν‐ δρεύς Ἀλεξάνδρεια· Ἀντιοχεύς Ἀντιόχεια· Ὀδυσσεύς Ὀδύσσεια· Χαιρωνεύς Χαιρώνεια. Ὅσα σύγκειται ἐκ τοῦ γαῖα διὰ τῆς ΕΙ διφθόγγου γράφονται, οἷον εὔγειος, ἐπίγειος, πρόσγειος, ἔγγειος | |
10 | ὁ ἐν τῇ γῇ. Ἔγγιον δὲ τὸ πλησίον Ι. Τὰ εἰς νος ὀξύτονα παρώνυμα μὲν ὄντα διὰ τοῦ βραχέος Ι ἐκφέρονται, οἷον πεδινός, ἀδινός, πυκινός, ταχινός, ἀληθινός. Τὰ διὰ τοῦ υχω διὰ τοῦ Υ ψιλοῦ γράφονται, | |
15 | οἷον ψύχω, τρύχω, σμύχω, βρύχω, ὃ σημαίνει τὸ σφίγγω τοὺς ὀδόντας, πλὴν τοῦ οἴχω καὶ στοίχω. Τὰ εἰς ιδιον ὑποκοριστικὰ ἀπὸ τῶν εἰς Α ἢ εἰς Η θηλυκῶν γινόμενα διὰ τοῦ Ι γράφονται οἷον μοῖρα μοιρίδιον ἑταῖρα ἑταιρίδιον, κλίνη κλινίδιον, πόρνη | |
20 | πορνίδιον. Ὁμοίως καὶ τὰ γινόμενα ἀπὸ τῶν εἰς ος οὐδετέρων, οἷον ξίφος ξιφίδιον. Οὕτω καὶ νῆσος νησίδιον. Ὅσα δὲ γίνονται ἀπὸ τῶν εἰς ΙΣ θηλυκῶν διὰ τοῦ εως ποιοῦνται τὴν γενικὴν τὴν ΕΙ δίφθογγον ἔχουσιν ἐπὶ τῆς προπαραληγούσης, οἷον θνῆσις θνή‐ | |
25 | σεως θνησείδιον, δάμαλις δαμάλεως δαμαλείδιον, κτῆσις κτήσεως κτησείδιον, τάξις τάξεως ταξείδιον, λέξις λέξεως λεξείδιον. Τὰ διὰ τοῦ ιον ὑποκοριστικὰ εἴτε παροξύτονα εἴτε προπαροξύτονα, διὰ τοῦ Ι γράφονται, οἷον βι‐ | |
30 | βλίον, θηρίον, ἀκάτιον, γραμμάτιον, τὸ γράμμα, | |
γραμματεῖον δέ, ἐν ᾧ τὰ γράμματα γράφονται. Οὕτω | 70 | |
71 | καὶ διδασκάλιον τὸ μάθημα, διδασκαλεῖον δέ, ἐν ᾧ τὰ μαθήματα ἑρμηνεύονται· ἀνθρώπιον, ἀργύριον. Τὰ εἰς ειον διὰ τῆς διφθόγγου γράφονται, οἷον κυκλώπειον, φοινίκειον, κηρύκειον, ὁ μισθὸς τοῦ κή‐ | |
5 | ρυκος, κηρύκιον δέ, ἡ ῥάβδος τοῦ Ἑρμοῦ ιον. Ἰστέον δέ, ὅτι ὅτε μὲν ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ συμφώνου ἄρχεται, τότε ἡ παρα‐ γωγὴ διὰ τοῦ ιδιον γίνεται, καὶ ἡ τρίτη συνεσταλμένη τυγχάνει, οἷον γνώμη γνώμης γνωμίδιον, ψυχή ψυχῆς | |
10 | ψυχίδιον, ξίφος ξίφους ξιφίδιον· ὅτε δὲ ἀπὸ φωνή‐ εντος ἄρχεται, τότε διὰ τοῦ ειδιον γίνεται ἡ παρα‐ γωγὴ καὶ ἐκτείνεται ἡ τρίτη συλλαβή, οἷον γραφεῖον γραφείου γραφείδιον καὶ τὰ ὅμοια. Καὶ εἰ εὑρέθη τὸ Ε ἢ τὸ Ο εἰς Ι μετατρέπεται, οἷον πόλεως πο‐ | |
15 | λίδιον, βοός βοΐδιον. Τὰ εἰς ηγος καὶ ηλος καὶ ηρος διὰ τοῦ Η γρά‐ φεται οἷον ὁδηγός, στρατηγός, χαμηλός, ὑψηλός, μι‐ μηλός, πηλός, πλὴν τοῦ χιλός νεογιλός ὁ νεωστὶ τε‐ χθεὶς καὶ ψιλός, ἅτινα διὰ τοῦ Ι γράφεται, τὸ δειλός | |
20 | διὰ διφθόγγου καὶ χυλός διὰ τοῦ Υ ψιλοῦ. Καὶ πά‐ λιν πονηρός, ζωηρός, ὀκνηρός, ξηρός, καματηρός, πηρός διὰ τοῦ Η πλὴν τοῦ κιῤῥός, σιῤῥός ὁ λάκκος, καὶ ἱρός, ἅτινα διὰ τοῦ Ι γράφεται· τὸ πυρός δὲ διὰ τοῦ Υ ψιλοῦ. | |
25 | Τὰ εἰς οια παρὰ τὸ νοῦς καὶ ῥοῦς καὶ χροῦς καὶ πλοῦς καὶ βοῦς γινόμενα διὰ τῆς Ο Ι διφθόγγου γράφονται, οἷον εὔνοια, εὔροια, εὔχροια, εὔπλοια, εὔβοια. Διατί τὰ περισπώμενα βαρύτονα καλοῦνται; διότι | |
30 | τὰ παροξύτονα καὶ τὰ προπαροξύτονα καὶ τὰ προπε‐ ρισπώμενα βαρύτονά εἰσι δυνάμει. | |
Τὰ διὰ τοῦ ΙΣΣΩ ἀπὸ μέλλοντος ἐν διπλασιασμῷ | 71 | |
72 | τοῦ Σ μετενηνεγμένα εἰς ἐνεστῶτα διὰ τοῦ Ι γρά‐ φονται, οἷον ἴω τὸ προτείνω, ὁ μέλλων ἴσω καὶ ἐν διπλασιασμῷ τοῦ Σ μετάγεται εἰς ἐνεστῶτα ἴσσω· οὕτω καὶ τὸ λίτω λίσω καὶ λίσσω ἐνεστώς, πτίω πτίσω καὶ | |
5 | πτίσσω ἐνεστώς, οἷς ἠκολούθησε καὶ τὸ φίσσω. Τὰ διὰ τοῦ ια παροξύτονα θηλυκὰ ἐκτείνουσι μὲν τὸ Α, συστέλλουσι δὲ τὸ Ι, οἷον κοιλία, καρδία, σω‐ τηρία, προσῳδία καὶ ἕτερα. Τὰ δὲ προπαροξύτονα συστέλλουσι τὸ Α, οἷον ψάλτρια, αὐλήτρια. Καὶ τὰ | |
10 | παραληγόμενα τῇ ΕΙ διφθόγγῳ τὸ Α συστέλλουσιν, οἷον εὐσέβεια, μεῖρα. Τὰ διὰ τοῦ οα δισύλλαβα ἔχοντα πρὸ τοῦ οα τὸ ρ ἢ τὸ π ἢ τὸ ψ διὰ τοῦ Ο μικροῦ γράφονται καὶ βαρύνονται· οἷον χρόα, πόα, ψόα· εἰ τῇ ΟΙ διφθόγγῳ | |
15 | γράφονται, ὀξύνονται· χροιά, ῥοιά, ποιά. Τὰ διὰ τοῦ αινω διὰ τῆς αι διφθόγγου· οἷον ποιμαίνω, ξηραίνω, μιαίνω πλὴν τοῦ σθένω, μένω, πένω, στένω. Τὰ διὰ τοῦ ιω περισπώμενα διὰ τοῦ Ι γράφον‐ | |
20 | ται, οἷον· ἀνιῶ, κοπιῶ, ἐρυθριῶ, πλὴν τῶν ἐχόντων ἀπὸ φωνῆς πρωτοτύπου τὴν ΕΙ δίφθογγον, ὡς τὸ γενειῶ ἀπὸ τοῦ γένειον, καὶ βρενθειῶ ἀπὸ τοῦ βρέν‐ θειον καὶ τελειῶ ἀπὸ τοῦ τέλειον καὶ μειῶ ἀπὸ τοῦ μεῖον. | |
25 | Τὰ δὲ διὰ τοῦ ηθω διὰ τοῦ Η γράφονται οἷον γήθω, νήθω, λήθω, ἤθω τὸ σακελλίζω πλὴν τοῦ βρίθω, ὃ σημαίνει τὸ βαρῶ. Τὰ διὰ τοῦ υφω διὰ τοῦ Υ ψιλοῦ γράφονται· οἷον γλύφω, στύφω, τύφω. | |
30 | Τὸ ἔχω καὶ τὰ τούτῳ ὅμοια, ἡνίκα πλεονάσῃ σύμ‐ φωνον, εἰς Ι τρέπεται τὸ καταρχὰς Ε, ἢ προτακτι‐ κὸν ὂν ἢ ὑποτακτικόν, οἷον ἔχω ἴσχω, μένω μίμνω, | |
τέκω τίκτω, ῥέπω ῥίπτω. | 72 | |
73 | Τὰ διὰ τοῦ υσσω διὰ τοῦ Υ ψιλοῦ γράφονται, οἷον νύσσω, μύσσω, πλύσσω, κηρύσσω, ὀρύσσω. Τὰ διὰ τοῦ υζω διὰ τοῦ Υ ψιλοῦ γράφονται, οἷον κλύζω, τρύζω, γογγύζω, ὀλολύζω πλὴν τοῦ ἀθροίζω. | |
5 | Τὰ διὰ τοῦ υχω δισύλλαβα, μὴ ἀπὸ ὀνόματος γινόμενα διὰ τοῦ Υ ψιλοῦ γράφονται, οἷον τρύχω, σμύχω, βρύχω, πλὴν τοῦ οἴχω. Τὰ διὰ τοῦ ειος ὀνόματα ὑπερδισύλλαβα προπε‐ ρισπώμενα ἔχοντα ἐν τῇ πρώτῃ συλλαβῇ τὸ Α ἐπα‐ | |
10 | γόμενα δύο σύμφωνα ἢ καὶ πλείονα διὰ τῆς ΕΙ διφθόγ‐ γου γράφονται, οἷον Ἀργεῖος, Βακχεῖος, ἀστεῖος, ἀν‐ δρεῖος, Καδμεῖος. Τὰ διὰ τοῦ αιρω δισύλλαβα καὶ ὑπερδισύλλαβα διὰ τῆς ΑΙ διφθόγγου γράφονται, οἷον χαίρω, αἴρω, | |
15 | μαρμαίρω. Τὰ διὰ τοῦ ωθω διὰ τοῦ Ω μεγάλου γράφονται οἷον κλώθω, βρώθω, πρώθω, πλὴν τοῦ ὄθω, ὃ ση‐ μαίνει τὸ ἐπιστρέφομαι. Τὰ ἀπὸ τῶν εἰς ης ἀρσενικῶν εἰς εια γινόμενα | |
20 | θηλυκά, εἰ μέν εἰσι προπαροξύτονα διὰ τῆς ΕΙ δι‐ φθόγγου γράφονται, οἷον ἀναιδής ἀναίδεια, ἀληθής ἀλήθεια, εὐσεβής εὐσέβεια· εἰ δὲ παροξύτονα διὰ τοῦ Ι, οἷον ἀναιδία. Τὰ διὰ τοῦ ιον οὐδέτερα προπαροξύτονα μὴ ση‐ | |
25 | μαίνοντα μέρος σώματος μηδὲ μετουσιαστικὰ μηδὲ κτητικὰ διὰ τοῦ Ι γράφονται πλὴν τοῦ γένειον, δά‐ νειον, ὄστρειον. Τὰ οὐδέτερα τὰ λήγοντα εἰς ον καθαρὸν μονο‐ γενῆ ὑπὲρ τρεῖς συλλαβὰς τῷ Ι μόνῳ παραληγόμενα | |
30 | εἴτε κύρια εἴτε προσηγορικὰ εἴτε ὑποκοριστικὰ προ‐ παροξύνονται καὶ διὰ τοῦ Ι γράφονται, οἷον κωδώ‐ νιον, αὐχένιον, τελώνιον, δαιμόνιον, θυσιαστήριον, | |
οἰνοπώλιον, διαβούλιον, λυτήριον πλὴν τοῦ καδμεῖον | 73 | |
74 | καὶ βακχεῖον· πρόσκειται μονογενῆ διὰ τὸ ἐναντίον τριγενὲς ὂν καὶ παροξύνεται· πρόσκειται τῷ Ι μόνῳ παραληγόμενα διὰ τὸ γραφεῖον, ἀρνεῖον· πρόσκειται κύρια διὰ τὸ σκαμνίον, κλυδίον. | |
5 | Περὶ ἐπιῤῥημάτων. Τὰ εἰς βι καὶ γι λήγοντα ἐπιῤῥήματα διὰ τοῦ Ι γράφονται, οἷον ἀστραβί, ἀκριβί, ἀλαβί, ἀμιγί, ἀτρυγί πλὴν τοῦ ἀκριβῆ καὶ ἀθηγῆ. Τὰ εἰς δει διὰ διφθόγ‐ γου γράφονται, οἷον ἀκηδεί, ἀσπουδεί, ἀφειδεί πλὴν | |
10 | τοῦ προκληδί, πασσηδί (sic), ἐνθαδί, τοιαδί, ταδί, ὡδί, πλὴν τοῦ κομιδῆ καὶ ἀσπουδῆ καὶ δηλαδή. Τὰ εἰς δην διὰ τοῦ Η γράφονται, οἷον ἄρδην, φοράδην, φύρδην, πλουτίνδην, παμπήδην, ἀριστίν‐ δην, βάδην, ἀνέδην, πλὴν τοῦ πρίν, πάλιν, ἔμπα‐ | |
15 | λιν, ἀνόπιν, κατόπιν. Τὰ εἰς δις διὰ τοῦ Ι γράφονται οἷον χαμάδις· τὰ καθαρισείοντες διὰ τῆς ΕΙ διφθόγγου γράφον‐ ται, οἷον ἀθεεί, αὐτοβοεί, ᾀεί (sic), πλὴν τοῦ πρωΐ. Τὰ εἰς εψ (sic) καὶ ζε διὰ τοῦ Ε ψιλοῦ γράφον‐ | |
20 | ται, οἷον τηρώκεψ (sic), χαμάζε. Τὰ εἰς ζη διὰ τοῦ Η γράφονται, οἷον πεζῆ· τὰ διὰ τοῦ ηθεν διὰ τοῦ Η γράφονται, οἷον Πιερίηθεν, ἀρχῆθεν πλὴν τοῦ ἐκεῖθεν. Τὰ εἰς θει διὰ τῆς ει διφθόγγου γράφονται, οἷον | |
25 | ἀμαθεί, ἀμοχθεί, ἀπαθεί πλὴν τοῦ αὐτόθι, οἴκοθι, ἕωθι, ἐκεῖθι. Τὰ εἰς κι διὰ τοῦ Ι γράφονται, οἷον πανοικί, πλὴν τοῦ ἐκεῖ, εἰκῆ, αὐταρκῆ. Τὰ εἰς κτι διὰ τοῦ Ι γράφονται, οἷον ἀσκαρδα‐ | |
30 | μυκτί, ἀνοιμωκτί. | 74 |
75 | Τὰ εἰς λει διὰ διφθόγγου γράφονται, οἷον ἀδου‐ λεί, ἀβουλεί, ἀμέλει πλὴν τοῦ ἀσφαλῆ. Τὰ εἰς μει διὰ διφθόγγου γράφονται, οἷον παν‐ δημεί, ἀτρεμεί, νηνεμεί πλὴν τοῦ μηδαμή (sic), οὐ‐ | |
5 | δαμή (sic). Τὰ εἰς νι διὰ τοῦ Ι γράφονται οἷον προταινί, ἀθρονί ἤγουν χωρὶς θρόνου, νηποινί πλὴν τοῦ ἀπαι‐ γνεί, πανθοινεί, οἱονεί, ὡσανεί, τηνεί, ἀντὶ τοῦ ἐκεῖσε, καὶ πλὴν τοῦ παγγενῆ, πρηνῆ ἀντὶ τοῦ ἐπὶ πρόσω‐ | |
10 | πον, πρινή, κοινῆ, ἀβακχθανῆ, ἀμηχανῆ, ἀκρινῆ τὸ ἄκρον τῆς νηός. Τὰ εἰς ξει διὰ διφθόγγου γράφονται οἷον ἀμαξεί, ἀλεξεί, αὐτολεξεί. Τὰ διὰ τοῦ οθεν τὰ μὲν παροξύνονται διὰ τοῦ | |
15 | Ο μικροῦ γράφονται, οἷον οὐρανόθεν, μακρόθεν· ὁμοίως καὶ τὰ προπαροξύτονα οἷον οἴκοθεν πλὴν τοῦ ἀμφοτέρωθεν, ἑκατέρωθεν, ἄνωθεν, κάτωθεν, ἔξωθεν. Τὰ εἰς ΟΝ διὰ τοῦ Ο μικροῦ γράφονται πλὴν τοῦ χρεών, ἐμποδών, ἐκδεξιών, ἐξαριστερών, ἐξευωνυμών. | |
20 | Τὰ εἰς πη διὰ τοῦ Η γράφονται· [τὰ εἰς ρει διὰ τῆς ΕΙ διφθόγγου] οἷον ἀσκληρεί, καθαπερεί, ὡσ‐ περεί, ἐνακαρεί, πλὴν τοῦ ἀφαρῆ, ἐναφαρῆ, σταφορῆ (sic), καὶ πλὴν τοῦ ἀωρί, αὐτανδρί, παντολεθρί, αὐ‐ τοχειρί, εὐθυρί, δευρί. | |
25 | Τὰ εἰς σι διὰ τοῦ Ι γράφονται, οἷον ἀμουσί πλὴν τοῦ ὡσεί. Τὰ εἰς τι διὰ τοῦ Ι, οἷον ἀκριτί, ἀκλητί, νεωστί, μεληστί, ἀκονητί, ἀμογητί, ἀψοφητί, ἀναι‐ μωτί, ἑλληνιστί πλὴν τοῦ ταύτῃ, πάντη (sic), ἐθε‐ λοντί, ἁμαρτῆ, στραβητῆ. | |
30 | Τὰ εἰς ΟΙ διὰ διφθόγγου γράφονται, οἷον Σφι‐ τοῖ, Μεγαροῖ, Πειραιοῖ, ἐνταυθοῖ, πλὴν τοῦ πάνυ, | |
μεταξύ, μεσσηγύ. | 75 | |
76 | Τὰ εἰς φι διὰ τοῦ Ι γράφονται οἷον ἶφι, λικριφί. ἔστι δὲ μέτρον τι. πλὴν τοῦ παμψηφεί, ἀστροφεί, ξιφεί. Τὰ εἰς χει διὰ διφθόγγου γράφονται· ἀμαχεί, αὐτονυχεί, ναυμαχεί πλὴν τοῦ ἡσυχῆ, ἁπανταχῆ, ἑκα‐ | |
5 | σταχῆ, τριχῆ, πολλαχῆ, ἑξαχῆ, εὐτυχῆ, ἀλλαχῆ, πλὴν τοῦ οὐχί, μονονουχί, παμμαχί, παννυχί καὶ ᾗχι ἀντὶ τοῦ ὅπου. Τὰ εἰς ψει διὰ διφθόγγου γράφονται, οἷον αὐ‐ τοψεί πλὴν τοῦ ὕψι, ἀντὶ τοῦ ἐφ’ ὕψους. | |
10 | Τὰ εἰς Η λήγοντα ἀπὸ τῶν εἰς ως γινόμενα διὰ τοῦ Η γράφονται οἷον ἑξαχῆ ἀπὸ τοῦ ἑξαχῶς. Τὰ πάσχοντα ἐπέκτασιν διὰ τοῦ Ι γράφονται, οἷον ὡδί, δευρί πλὴν τοῦ οἱονεί, ὡσανεί, ὡσπερεί, καθα‐ περεί, ὡσεί. | |
15 | Τὰ εἰς τρει καὶ γρει διὰ διφθόγγου γράφονται· οἷον ἄγρει ἀντὶ τοῦ ἄγε. Τὰ εἰς χρι διὰ τοῦ Ι γρά‐ φονται, οἷον ἄχρι, μέχρι, πλὴν τοῦ ἀπόχρη. Τὰ εἰς κτι διὰ τοῦ Ι γράφονται, οἷον ἀτακτί, ἀσκαρδαμυκτί πλὴν τοῦ ἀκηρυκτεί. Τὰ εἰς πτι διὰ | |
20 | τοῦ Ι γράφονται, οἷον ἀτρεπτί. Τὰ εἰς δον διὰ τοῦ Ο μικροῦ ἐν τῇ ληγούσῃ καὶ Η ἐν τῇ παραληγούσῃ οἷον σωρηδόν, κωμηδόν, κρου‐ νηδόν πλὴν τοῦ νοσφιδόν, ἀσπιδόν, πληνθιδόν (sic), διακλιδόν, ἀποκριδόν, διακριδόν. | |
25 | Τὰ παρὰ τὸ ἀμφί διὰ τοῦ Ι γράφονται, οἷον ἀμφίβληστρον, Ἀμφίπολις, πλὴν τοῦ ἀμφήριστος, καὶ ἄμφηκες, τὸ ἠκονημένον ξίφος; ἀμφηρεφές τὸ ἐστεγασμένον οἴκημα παρὰ τὸ ἐρέφω, ὅθεν καὶ ὑψη‐ ρεφές. | |
30 | Τὰ εἰς στι ἀπὸ τῶν εἰς ζω ληγόντων ῥημάτων γινόμενα διὰ τοῦ Ι γράφονται καὶ τὸ Ι αὐτὸ συστέλ‐ | |
λουσιν, οἷον Ἰαστί, δωριστί, ἑλληνιστί, φρυγιστί, με‐ | 76 | |
77 | γαλωστί, νεωστί. Τὸ δὲ ἀκοντί, ἐθελοντί, ἀπευστί ἐκτείνονται. Τὰ εἰς ω διὰ τοῦ Ω μεγάλου γράφονται, οἷον κύκλω, ἄφνω, πόῤῥω, ἔξω, ἔσω, ἄνω, κάτω, πρόσω· | |
5 | καὶ τὰ σύνθετα, οἷον ἄνωθεν, κάτωθεν, κύκλωθεν· τὸ δὲ πάντοθεν, ἀλλαχόθεν καὶ ἄλλα διὰ τοῦ Ο μι‐ κροῦ γράφονται. Τὰ εἰς ις λήγοντα διὰ τοῦ Ι γράφονται, οἷον πολλάκις, ὀλιγάκις, πλειστάκις, δίς, τρίς, μόλις, ἅλις, | |
10 | μέχρις, χωρίς, αὖθις. Πάντα τὰ θετικὰ διὰ τοῦ Ε ψιλοῦ καὶ τοῦ Ο μικροῦ γράφονται οἷον πλευστέον, νοητέον πλὴν τοῦ εὐκταῖον ἀπευκταῖον καὶ τελευταῖον. Πᾶν ἐπίῤῥημα εἰς Ε λῆγον διὰ τοῦ Ε ψιλοῦ γρά‐ | |
15 | φεται, εἴτε ὀξύνεται εἴτε βαρύνεται, οἷον ποτέ, ὅτε, ὁτέ, ἄλλοτε, πάντοτε, ἔκτοτε, ἑκάστοτε, ἐνίοτε. Τὰ εἰς ιον διὰ τοῦ Ι γράφονται, οἷον βράδιον, τάχιον, ἔγγιον. Τὸ ἤδη, δηλαδή, οὐδή, μή, νή διὰ τοῦ Η γρά‐ | |
20 | φονται, καὶ τὸ ἧττον διὰ τοῦ Η. Τὸ αὔριον, μεταύριον, ἡμέριον διὰ τοῦ Ι. Τὰ εἰς Ι διὰ τοῦ Ι γράφονται, οἷον συριστί, ἀρμενιστί, νεωστί, ἀπονητί, ἀλογιστί, ἀμνηστί, ἀμιστί, ἀν‐ θρωπιστί πλὴν τοῦ πνευστεί. | |
25 | Τὰ εἰς τι διὰ τοῦ Ι γράφονται οἷον ἀπονητί, ἀναιμωτί, ἀπολεμητί, ἀμελητί, ἀμετρητί, ἀμαχητί πλὴν τοῦ ἀκηρυκτεί, ἁμαρτεί· ἁμαρτῆ δὲ ἀντὶ τοῦ ὁμοῦ διὰ τοῦ Η. Τὰ εἰς στι διὰ τοῦ Ι γράφονται, οἷον ἱερωστί· | |
30 | ἔτι τὰ εἰς πτι διὰ τοῦ Ι γράφονται ἀμεταστρεπτί, ἀστρεπτί· ἔτι τὰ εἰς κτι ἀστερωκτί, ἀστακτί· ἔτι τὰ | |
εἰς βι ἀλαβί, ἀβλαβί· ἔτι τὰ εἰς νι, νηποινί, προ‐ | 77 | |
78 | ταινί πλὴν τοῦ πανθοινεί διὰ διφθόγγου καὶ παγγενῆ διὰ τοῦ Η. Τὰ εἰς ΕΙ διὰ διφθόγγου γράφονται οἷον εἰ, ἀθεεί, αὐτοβοεί· τὰ εἰς δει διὰ διφθόγγου γράφον‐ | |
5 | ται, οἷον ἀσπονδεί, ἀσπουδεί πλὴν τοῦ πανσυδί καὶ προκληδί. Τὰ εἰς γι διὰ τοῦ Ι γράφονται, οἷον ἀτρυγί, ἀπαταγί. Τὰ εἰς θι διὰ τοῦ Ι γράφονται οἷον ἀνεσθί (sic), πλὴν τοῦ ἀμοχθεί καὶ παμπληθεί. | |
10 | Τὰ εἰς λει διὰ διφθόγγου γράφονται, οἷον ἀδμωλεί, παρομιλεί, ἀναυλεί. Τὰ εἰς μει διὰ διφθόγγου οἷον νηνεμεί, ἀναμεί (sic), ἀτρεμεί, πανδημεί, νωνυμί δὲ Ι. Τὸ δὲ μή καὶ οὐδαμῆ Η. Ἔτι καὶ τὰ εἰς ρει, οἷον ἀμετρεί, ἀμερμερεί. Ἔτι τὰ εἰς χει οἷον ἀμαχεί, τρι‐ | |
15 | στοιχεί. Αὐτολεξεί, αὐτοψεί· παροκί (sic) δὲ Ι γρά‐ φεται. Ἰστέον δέ, ὅτι τὰ μεσότητος ἐπιῤῥήματα πενταχῶς λέγονται· κατ’ ἔπαινον· οἷον καλῶς, σοφῶς· κατὰ ψόγον, οἷον πονηρῶς, ἀσεβῶς· κατὰ μετουσίαν· οἷον | |
20 | ἀνθρωπικῶς· κατὰ ἐναλλαγήν· οἷον ἄλλως· οὕτως· τὰ δέ εἰσιν ἀθροίσεως ὡρισμένου τινός, οἷον πανδη‐ μεί, πανσυδί, πανοικί. Τὸ ἔα ἐκπληκτικόν, τὸ πλήν ἐξαιρετικόν, τὸ ὥστε ἀποτακτικόν, τὸ ἐμποδών δια‐ κωλυτικόν, τὸ λάθρα ἀποκρυπτικόν· ἀναφανδόν, διαῤ‐ | |
25 | ῥήδην, ἐμφαντικόν, σχεδόν διαστάσεως. Δάξ, λάξ, πύξ ὀργανικά· δηλονότι, δηλαδή, ἤγουν ἐξηγηματικά· οἷον διασαφητικόν· ἀμωσγέπως, ἀμηγέπη, ὁπωσοῦν, ὁπωσδήποτε, ὁπωσδηποτοῦν ποσότητος ἀορίστου καὶ ποιότητος· σπανίως, ἐλάχιστα, μόγις ἀφαιρετικά· μεν‐ | |
30 | οῦνγε ἐκλογῆς· Ἡράκλεις, Ἄπολλον ἀποτρεπτικόν· | |
Ἑλληνιστί καὶ τὰ ὅμοια ἐθνικά· τὸ αἶαν καὶ τὸ αἴας | 78 | |
79 | θρηνητικόν· τὸ αἴ ἀντὶ τοῦ αἴθε κατὰ ἀποκοπήν· τὸ αἰβοί σχετλιασμοῦ καὶ χαρᾶς· παπαί ποιποί, ποποί, ἰώ, ἰώ ἰωτώ, ἰτώ ὀξυτόνως προφέρονται κατὰ μίμη‐ σιν ὀρνέου φωνῆς. Ὁμοίως καὶ τιό, τιό, τιό. Ὁμοίως | |
5 | καὶ τορό, τορό, τοροτίγξ· ὁμοίως καὶ κικκαβαῦ κικ‐ καβαῦ, τορό τορό τολελύγξ, τιό τιό τίγξ· ποῦ ποῦ ποῦ ἐστι; διὰ τὴν ἐπανάληψιν τὴν σπουδαίαν ζήτησιν ἐμφαίνει· ποῖ ποῖ; ἔχ’ ἀτρέμας· ἐπίσχες τοῦ δρόμου· ποδαπή (sic), εὐράξ, πατάξ ἐπιφθέγματά εἰσι τάχους. | |
10 | Τὸ ὄπ ἐπίῤῥημα παρακελεύσεως ἐπὶ τοῦ παύσασθαί τινος ὑποθέσεως ὡς οἱ κωπηλακεύοντες· τὸ βαβαιάξ, ὤκ, βάτανα, τοῦ φρονήματος· τὸ στριβιλικίγξ ἀντὶ τοῦ οὐδεμίαν ῥανίδα· στρίβος καλεῖται ἡ ὀξεῖα φωνή, λί‐ κιγξ δὲ ἡ λεπτὴ φωνὴ τοῦ ὀρνέου. τὸ ταττά, ταττα‐ | |
15 | ταί θρῆνοί εἰσι τραγῳδῶν. Τὸ ἰατατάξ τῶν κακῶν καὶ ἰατταταί σχετλιασμοῦ· τὸ ὑπαπαί ἐπιφώνημά ἐστι ναυτικόν· τὸ παπαί ἐπὶ ἵππον· τὸ βαβαί βαβαιάξ σχετλιαστικά. Τὸ ὠεία μίμημα βαρβάρων ἑλκόντων τι. τὸ φύ φύ ἐπὶ τῶν φυσσόντων πῦρ· τὸ σοῦ σοῦ ἐπὶ | |
20 | σιωπῆς· τὸ παπαί παπαιάξ σχετλιασμὸς γερόντων· τὸ αὖ, αὖ μίμημα ὑλακῆς κυνῶν· τὸ ῥυπαπαί, βομβάξ, ἄττατα, τάττεται ἐπὶ τῶν ἀλγούντων· τὸ μύ μύ ἐπὶ τῶν ἠχούντων διὰ μυκτήρων· τὸ ἰαπαπαιάξ, τὸ εὐοῖ, εὐαί, εὐάν ἐπὶ νίκης· καὶ εὐά χωρὶς τοῦ Ν· τὸ ἄ ἄ | |
25 | ἐπίῤῥημα ἐκπλήξεως καὶ κελεύσεως· τὸ ἀβάλε ἐκπλή‐ ξεως· τὸ ἤ ἤ σιώπα συγκαταθετικόν· τὸ ἰή ἰή πρόσ‐ φθεγμα καταφρονοῦντος· τὸ ἰώ ἰώ, ἰού ἰού ἐπὶ λύ‐ | |
πης, τὸ ἰοῦ δὲ ἐπὶ χαρᾶς. | 79 | |
80 | Περὶ τῶν ὀκτὼ τοῦ λόγου μερῶν τοῦ αὐτοῦ. Καθάπερ τὸ ἀνθρώπινον σῶμα, φιλολογωτάτη μοι βασιλίδων, ἀπὸ διαφόρων μερῶν καὶ μελῶν συναρμο‐ | |
5 | λογεῖται καὶ ἀπαρτίζεται· οὕτω δὴ καὶ ὁ λόγος ἅπας, ὃν διὰ τῶν χειλέων προφέρομεν ἄνθρωποι καὶ ὃν ἐν ταῖς χάρταις γράφοντες ἐντυποῦμεν ἐκ μερῶν τι‐ νων συνίσταται καὶ αὐτός, ἅπερ ἀναγκαῖον εἰδέναι πολύτροπον τὸ εἰς γνῶσιν ἐλθεῖν τοῦ λόγου τὸν σπου‐ | |
10 | δάζοντα· πλὴν καθάπερ πάλιν ἐπὶ τῷ ἀνθρώπῳ ἔνεστι μέρη καὶ μέλη καὶ τὰ μὲν ἀναγκαιότερα τῇ φύσει καὶ ἀπαραίτητα, οἷον δήπου κεφαλὴ καὶ πνεύμων καὶ ἧπαρ καὶ ὅλως τὰ ἀναπνευστικὰ καὶ θρεπτικά· τὰ δὲ οὐ τοσοῦτόν εἰσιν ἀναγκαῖα, οἷον ὄνυχες καὶ τρίχες· | |
15 | κεφαλῆς γὰρ μὴ οὔσης πάντως οὐδὲ ἄνθρωπός ἐστι, τῶν δὲ τριχῶν καταῤῥυεισῶν οὐδὲν εἰς τὸ ζῆν ἐκεῖνος βλαβήσεται· οὕτω καὶ τῶν τοῦ λόγου μερῶν ὀκτὼ τῶν ἁπάντων ὄντων· ὀνόματος, ῥήματος, μετοχῆς, ἄρθρου, ἀντωνυμίας, προθέσεως, ἐπιῤῥήματος καὶ συν‐ | |
20 | δέσμου· μόνα τῶν ἄλλων ἀναγκαιότατά εἰσι καὶ σφό‐ δρα γε χρησιμώτατα τὸ ὄνομα καὶ τὸ ῥῆμα. Τὰ δὲ λοιπὰ ἓξ καλὰ μὲν καὶ αὐτὰ πλὴν οὐ τοσοῦτόν εἰσιν ἀναγκαῖα καθάπερ καὶ τὸ ὄνομα καὶ τὸ ῥῆμα. Διότι δίχα μὲν μετοχῆς καὶ ἄρθρου καὶ συνδέσμου | |
25 | καὶ ἐπιῤῥήματος δύναμιν καὶ λόγον ἀκερεῶσαι (sic) καὶ ἔννοιαν αὐτοτελῆ ἀπαρτίσασθαι δυνατὸν μετὰ μόνου τοῦ ὀνόματος καὶ τοῦ ῥήματος, οἷον· Ἀρί‐ σταρχος ἦλθεν· ἰδοὺ διὰ τοῦ Ἀριστάρχου ὀνόματος καὶ τοῦ ἦλθε ῥήματος μόνου τὸν λόγου ἀπηρτισά‐ | |
30 | μην, μηδενὸς ἑτέρου τῶν λοιπῶν δεηθείς· δίχα δὲ ὀνόματος καὶ ῥήματος ἀμήχανόν ἐστι λόγον συστῆναί | |
ποτε. Διὰ τοῦτο καὶ ὁ τεχνικὸς περὶ τῶν ὀκτὼ με‐ | 80 | |
81 | ρῶν τοῦ λόγου διδάξαι προθέμενος ὀλίγα μὲν περὶ μετοχῆς καὶ ἄρθρου καὶ ἀντωνυμίας καὶ προθέσεως καὶ ἐπιῤῥήματος καὶ συνδέσμου ἐφθέγξατο καὶ ταῦτα κατ’ ἐπιτομὴν καὶ ἐπειγμένως, περὶ δὲ τοῦ ὀνόματος καὶ | |
5 | τοῦ ῥήματος πλατυκωτάτην τὴν διδασκαλίαν εἰργάσατο, πενταχῶς μὲν τὸ ὄνομα διελόμενος κατὰ γένη, καὶ εἴδη καὶ σχήματα καὶ ἀριθμοὺς καὶ πτώσεις, καὶ αὖθις ἕκαστον αὐτῶν ὑποδιελόμενος τὸ μὲν γένος τρι‐ χῆ, εἰς τὸ ἀρσενικὸν καὶ τὸ θηλυκὸν καὶ τὸ μέσον | |
10 | αὐτῶν, ὅπερ αὐτὸς οὐδέτερον παρωνόμασεν εἰκότως· οὔτε γὰρ ἀρσενικόν, οὔτε θηλυκόν ἐστι· τὸ δὲ εἶδος εἰς πρωτότυπον καὶ παράγωγον, τὸ δὲ σχῆμα εἰς ἁπλοῦν καὶ σύνθετον καὶ παρασύνθετον, περὶ ὧν ἐν τοῖς προσήκουσι τόποις διατρανώσομέν σοι σαφέστε‐ | |
15 | ρον, τὸν δὲ ἀριθμὸν εἰς ἓν καὶ δυάδα καὶ πλῆθος, τὴν δὲ πτῶσιν εἰς ὀρθὴν καὶ γενικὴν καὶ δοτικὴν καὶ αἰτιατικὴν καὶ κλητικήν· τὸ δὲ ῥῆμα καὶ αὐτὸ μετὰ πάνυ τεχνικῆς ἀκριβολογίας ἐντέχνως διελὼν εἰς ἐγ‐ κλίσεις καὶ διαθέσεις καὶ εἴδη καὶ σχήματα καὶ ἀρι‐ | |
20 | θμοὺς καὶ πρόσωπα καὶ χρόνους καὶ συζυγίας, καὶ ἕκαστον αὖθις ὑποδιελὼν τούτων εἰς ὅσα καὶ οἷα πέ‐ φυκε διαιρεῖσθαι καὶ τὰς μὲν τῶν συζυγιῶν βαρυτό‐ νους κατονομάσας, τὰς δὲ περισπωμένας, τὰς δὲ εἰς ΜΙ· καὶ τούτων ἄλλας μὲν πρώτας καλέσας ἄλλας | |
25 | δὲ δευτέρας, ἑτέρας δὲ τὴν τρίτην ἢ τὴν τετάρτην τάξιν προσκληρωσάμενος καὶ συνόλως εἰπεῖν πολὺς αὐτῷ καὶ ποικίλος καὶ μετὰ μεθόδου καὶ εὐταξίας ὁδεύων ἀφάτου ὁ περὶ τοῦ ὀνόματος καὶ τοῦ ῥήμα‐ τος ἐκτέθειται λόγος· διὰ τοῦτο σοὶ καὶ ἡμεῖς μικρὰ | |
30 | μὲν περὶ μετοχῆς καὶ ἄρθρου καὶ ἀντωνυμίας καὶ προ‐ θέσεως καὶ ἐπιῤῥήματος καὶ συνδέσμου εἴπωμεν, | |
ὥστε μὴ πάντη σε εἶναι τῶν τοιούτων ἀνήκουστον, | 81 | |
82 | εἰς δὲ τὴν τοῦ ὀνόματος καὶ ῥήματος εἰσβαλόντες διδασκαλίαν ὑποδείξομέν σοι σαφέστερον καὶ πλατυ‐ κώτερον μέθοδόν τινα θαυμαστὴν καὶ εὐταξίαν ἀπόῤ‐ ῥητον, ἣν ἐν τοῖς ἑαυτοῦ κανόσιν ὁ τεχνικὸς κρυφίως | |
5 | θέμενος τοὺς μὲν ἄλλους οἶμαι διέλαθεν ἄχρι καὶ δεῦρο· ἐμὲ δέ, καὶ τοῦτο οὐ κομπάζων λέγω, οὐμενοῦν διέδρασε· νῦν δὲ τὴν περὶ τούτων τέως ὑπερβάντες διδασκαλίαν περὶ τῶν λοιπῶν ὡς ὑποσχόμεθα μικρά τινα εἴπωμεν. Καὶ πρῶτόν γε περὶ ἄρθρου. | |
10 | Περὶ ἄρθρου. Ἄρθρον οὖν ἐστι μέρος λόγου μονοσύλλαβον, προ‐ τασσόμενον καὶ ὑποτασσόμενον εἰς ἀεὶ τῶν ὀνομάτων· ἄρθρον δὲ λέγεται κατ’ ἐμὴν κρίσιν ἀπὸ τοῦ ἐνάρθρως ἀποδεικνύειν τὸ γένος τοῦ ὑποκειμένου ὀνόματος οἷόν | |
15 | τι λέγω· ἐὰν εἴπω· ἦλθεν ἄνθρωπος οὐκ ἐδήλωσα τὸ γένος εἴτε ἀρσενικόν ἐστιν εἴτε θηλυκόν. Ἔστι γὰρ ἄνθρωπος ἀρσενικὸν καὶ ἄνθρωπος θηλυκόν· ἐὰν δὲ προσθήσω καὶ τὸ ἄρθρον τὸ ὁ καὶ εἴπω· ἦλθεν ὁ ἄν‐ θρωπος· ἰδοὺ διὰ τοῦ ἄρθρου τὸ γένος ἐδήλωσα, | |
20 | ὅτι ἐστὶν ἀρσενικόν· ἢ ἐὰν εἴπω πάλιν ἡ ἄνθρωπος ἐδήλωσα τὸ γένος, ὅ ἐστι θηλυκόν. Εἰσὶν οὖν ταῦτα τὰ ἄρθρα τοσαῦτα, ὁπόσαι δηλαδὴ καὶ αἱ πτώσεις τῶν ὀνομάτων· εἰσὶ δὲ αἱ πτώσεις τῶν ὀνομάτων τρισ‐ καίδεκα· τρισκαίδεκα ἄρα εἰσὶ καὶ τὰ ἄρθρα· περὶ γὰρ | |
25 | τοῦ ὦ τῆς κλητικῆς, εἴτε ἄρθρον ἐστὶν εἴτε ἐπίῤῥημα, ἐν τῷ παρόντι περιττόν ἐστιν ἀκριβολογεῖσθαι· ὁμοίως δὲ καὶ τὸ περὶ προτακτικῶν καὶ ὑποτακτικῶν ἄρθρων ἀνερευνᾶν οὐ τοῦ παρόντος καιροῦ· τίνα μέντοι τῶν ἀρσενικῶν εἰσιν ἄρθρα καὶ τίνα τῶν θηλυκῶν, καὶ | |
30 | ἅττα τῶν οὐδετέρων καὶ ὅτι πρὸς ἄλληλα κοινωνοῦσι | 82 |
83 | καὶ ποῦ διαφέρουσιν ἰδιαζόντως ἐφ’ ἑνὶ ἑκάστῳ γένει τὰ ἴδια ῥηθήσεταί τε καὶ διδαχθήσεται. Περὶ ἀντωνυμίας. Ἡ ἀντωνυμία μέρος ἐστὶ λόγου, λαμβάνεται δὲ | |
5 | ἀντὶ ὀνόματος· διὸ καὶ ἀντωνυμία καλεῖται· εἰσὶ δὲ καὶ ἀντωνυμίαι κυρίως καὶ πρώτως ἐννέα· τρεῖς ἑνι‐ καί, τρεῖς δυϊκαί, καὶ τρεῖς πληθυντικαί· καταχρηστι‐ κῶς δὲ πολλαί, περὶ ὧν ἑκάστης διδάξω σε ἀκριβέ‐ στατα· τοῦτο δὲ πρῶτον ἀποῤῥητέον· διὰ τί τρεῖς | |
10 | εἰσιν αἱ ἀντωνυμίαι, ἐπί τε ἑνικῶν ἐπί τε δυϊκῶν ἐπί τε πληθυντικῶν; Καὶ φαμέν, ὅτι διὰ τὸ καὶ τὰ πρόσωπα τρία εἶναι· ὁ γὰρ λέγων ἢ περὶ ἑαυτοῦ λό‐ γον ποιεῖται καὶ ἔστι τοῦτο πρῶτον πρόσωπον· οἷον τὸ λέγω, τὸ γράφω, ἢ περὶ τοῦ ἱσταμένου καὶ ὁμι‐ | |
15 | λοῦντος αὐτῷ. Καὶ ἔστι διὰ τοῦτο δεύτερον πρόσω‐ πον, οἷον τὸ λέγεις καὶ τὸ γράφεις, ἢ περί τινος τῶν ἐκτός, καὶ ἔστι τοῦτο τρίτον πρόσωπον οἷον λέγει καὶ γράφει· ἐπεὶ τοίνυν αἱ ἀντωνυμίαι προσώπων εἰσὶ σημαντικαὶ, τὰ δὲ πρόσωπά εἰσι τρία, διὰ τοῦτο καὶ | |
20 | τρεῖς ἀντωνυμίαι ὑπάρχουσιν ἐπί τε ἑνικῶν καὶ δυϊ‐ κῶν καὶ πληθυντικῶν. Ἑνικαὶ μὲν οὖν ἀντωνυμίαι εἰσὶν αὗται· ἐγώ, σύ, ἴ. σημαίνει δὲ ἡ μὲν ἐγὼ τὸ πρῶτον πρόσωπον οἷον ἐγὼ λέγω, ἐγὼ γράφω, ἡ δὲ σύ τὸ δεύτερον, οἷον σὺ ἀκούεις, σὺ μανθάνεις, ἡ | |
25 | δὲ ἴ τὸ τρίτον οἷον ἲ διαλέγεται ἀντὶ τοῦ ἐκεῖνος δια‐ λέγεται· αὗται μὲν οὖν ἑνικαὶ ἀντωνυμίαι· δυϊκαὶ δέ εἰσιν αὗται· νῶϊ, σφῶϊ, σφῶε· σημαίνουσι δὲ αὗται ἡ μὲν νῶϊ τὸ πρῶτον πρόσωπον· ὅταν γὰρ δύο ὦσιν | |
οἱ διαλεγόμενοι καὶ θέλωσιν εἰπεῖν περὶ ἑαυτῶν δυϊ‐ | 83 | |
84 | κῶς, ὅτι ἡμεῖς διαλεγόμεθα λέγουσιν ὅτι νῶϊ διαλεγό‐ μεθον· ὅταν δὲ οὐ περὶ ἑαυτῶν τὸν λόγον ποιῶνται, ἀλλὰ περὶ δύο τινῶν ἱσταμένων καὶ ὁμιλούντων αὐ‐ τοῖς, τότε λέγουσιν, ὅτι σφῶϊ διαλέγεσθον ἀντὶ τοῦ | |
5 | ὑμεῖς οἱ ὁμιλοῦντες ἡμῖν διαλέγεσθε, καὶ σημαίνει ἡ σφῶϊ ἀντωνυμία τὸ δεύτερον πρόσωπον· ὅταν δὲ περὶ δύο τινῶν ἔξωθεν ἑστώτων τὸν λόγον ποιῆται ὁ λέγων, τότε λέγει, ὅτι σφῶε διαλέγεσθον ἀντὶ τοῦ ἐκεῖνοι διαλέγονται, καὶ σημαίνει ἡ σφῶε ἀντωνυμία | |
10 | τὸ τρίτον πρόσωπον. Πληθυντικαὶ δὲ ἀντωνυμίαι εἰ‐ σὶν αὗται· ἡμεῖς, ὑμεῖς, σφεῖς· ὅταν γὰρ πολλοὶ ὦσιν οἱ ἱστάμενοι καὶ ὁμιλοῦντες καὶ περὶ ἁπάν‐ των λέγῃ ὁ λέγων ἐμβιβάζων καὶ ἑαυτὸν εἰς τὸ μέσον, τότε οὕτω λέγει, ὅτι ἡμεῖς διαλεγόμεθα, καὶ ἔστιν ἡ | |
15 | ἡμεῖς ἀντωνυμία τοῦ πρώτου προσώπου σημαντικὴ τῶν πληθυντικῶν· εἰ δὲ ἑαυτὸν μὲν ὁ λέγων ἐκβάλ‐ λει τοῦ μέσου περὶ μόνων δὲ τῶν ὁμιλούντων αὐτῷ ποιεῖται τὸν λόγον, τότε οὕτω λέγει· ὑμεῖς διαλέγε‐ σθε καὶ ἔστιν ἡ ὑμεῖς ἀντωνυμία τοῦ δευτέρου προσ‐ | |
20 | ώπου σημαντικὴ τῶν πληθυντικῶν· εἰ δὲ ὁ λέγων οὔτε περὶ ἑαυτοῦ οὔτε περὶ τῶν ὁμιλούντων λέγει, ἀλλὰ περὶ ἑτέρων τινῶν ἔξωθεν ἱσταμένων τριῶν ἢ πλειόνων, τότε οὕτω λέγει, ὅτι σφεῖς διαλέγονται· καὶ ἔστιν ἡ σφεῖς ἀντωνυμία τρίτου προσώπου σημαν‐ | |
25 | τικὴ πληθυντικῶν· κοινῷ δὲ λόγῳ εἰ μὲν ὁ λέγων περὶ ἑαυτοῦ μόνου λέγει ἡ τοιαύτη ἀντωνυμία πρῶ‐ τον πρόσωπον ἐν τοῖς ἑνικοῖς σημαίνει, οἷον ἐγώ· εἰ δὲ περὶ ἑαυτοῦ ἅμα καὶ ἄλλου ἑνὸς, ἡ τοιαύτη ἀν‐ τωνυμία πρῶτον πρόσωπον ἐν τοῖς δυϊκοῖς δηλοῖ, οἷον | |
30 | νῶϊ· εἰ δὲ περὶ ἑαυτοῦ καὶ ἄλλων πλειόνων, ἡ τοι‐ αύτη ἀντωνυμία πρῶτον πρόσωπον πληθυντικῶς πα‐ | |
ριστᾷ, οἷον τὸ ἡμεῖς· εἰ δὲ περὶ ἑαυτοῦ οὐ ποιεῖται | 84 | |
85 | τὸν λόγον ὁ λέγων, περὶ δέ τινος ὁμιλοῦντος· εἰ μέν ἐστιν ὁ τοιοῦτος εἷς, ἡ τοιαύτη ἀντωνυμία δεύ‐ τερον πρόσωπον ἐν τοῖς ἑνικοῖς δηλοῖ, οἷον σύ· εἰ δὲ δύο δεύτερον ἐν τοῖς δυϊκοῖς οἷον σφῶϊ· εἰ δὲ | |
5 | πλείονές εἰσι τῶν δύο, ἡ τοιαύτη ἀντωνυμία δεύτερον πρόσωπον ἐν τοῖς πληθυντικοῖς δηλοῖ οἷον ὑμεῖς· εἰ δὲ ὁ λέγων οὔτε περὶ ἑαυτοῦ οὔτε περὶ τοῦ ὁμιλοῦν‐ τος αὐτῷ λέγει, ἀλλὰ περί τινος τῶν ἐκτός, εἰ μέν ἐστιν ὁ τοιοῦτος εἷς, ἡ τοιαύτη ἀντωνυμία τρίτον | |
10 | πρόσωπον ἐν τοῖς ἑνικοῖς σημαίνει οἷον ἐκεῖνος· εἰ δὲ δύο τρίτον πρόσωπον ἐν τοῖς δυϊκοῖς δηλοῖ, οἷον σφῶε· εἰ δὲ τρεῖς εἰσιν, ἡ τοιαύτη ἀντωνυμία τρίτον πρόσωπον ἐν τοῖς πληθυντικοῖς δηλοῖ, οἷον σφεῖς· τοσαῦται μὲν οὖν εἰσιν αἱ κυρίως ἀντωνυμίαι τρεῖς | |
15 | ἑνικῶν· ἐγώ, σύ, ἴ, τρεῖς δυϊκῶν, νῶϊ, σφῶϊ, σφῶε, τρεῖς πληθυντικῶν ἡμεῖς, ὑμεῖς, σφεῖς· διὰ τοῦτο δὲ ἀντωνυμίαι καὶ οὐχὶ ὀνόματα λέγονται διότι οὐδὲ γένη ἐπιδέχονται, οὔτε ἄρθρα, οὔτε πτώσεις· οὐ γάρ ἐστιν ὁ ἐγώ ἀρσενικῶς οὐδὲ ἐγώ θηλυκῶς· ἀλλὰ τοι‐ | |
20 | αῦται μὲν αἱ κυρίως ἀντωνυμίαι ἄναρθροι καὶ ἄκλι‐ τοι· καταχρηστικῶς δὲ ἀντωνυμίαι εἰσὶν εἴκοσι τέσ‐ σαρα παραγόμεναι ἀπὸ τούτων τῶν πρωτοτύπων· ἀπὸ γὰρ τοῦ ἐγώ γίνεται ὁ ἐμός, ἡ ἐμή, τὸ ἐμόν· ἀπὸ δὲ τοῦ σύ ὁ σός, ἡ σή, τὸ σόν· ἀπὸ δὲ τοῦ ἵ, ἧς, ᾗ | |
25 | (sic) τὸ ὅν· ἀπὸ δὲ τοῦ νῶϊ ὁ νωΐτερος, ἡ νωϊτέρα, τὸ νωΐτερον· ἀπὸ δὲ τοῦ σφῶϊ ὁ σφωΐτερος ἡ σφωϊ‐ τέρα τὸ σφωΐτερον· ἀπὸ δὲ τοῦ σφῶε οὐ γίνεται ἀν‐ τωνυμία παράγωγος· ἔμελλε γὰρ εἶναι σφωαίτερος καὶ γράφεσθαι τὸ αι δίφθογγον· τὰ γὰρ διὰ τοῦ αιτερος | |
30 | διὰ τῆς αι διφθόγγου γράφεται, οἷον παλαίτερος, ἀρ‐ χιαίτερος (sic), πρωϊαίτερος· ἀλλὰ πάλιν ἐὰν ἦν σφω‐ αίτερος τὸ αι δίφθογγον ὤφειλεν εἶναι καὶ σφῶε τὸ | |
αι δίφθογγον· ἀλλ’ ἐπειδὴ τοῦτο ἄτοπόν ἐστιν, ἐξέ‐ | 85 | |
86 | λιπον καὶ ἀπὸ [τοῦ] σφῶε παράγωγοι ἀντωνυμίαι· ἀπὸ τοῦ ἡμεῖς γίνεται ὁ ἡμέτερος, ἡ ἡμετέρα, τὸ ἡμέτερον· ἀπὸ τοῦ σφεῖς ὁ σφέτερος, ἡ σφετέρα, τὸ σφέτερον. Διὰ τούτου λέγονται αὗται κυρίως ἀντω‐ | |
5 | νυμίαι οὔτε ἄρθρα ἐπιδέχονται οὔτε κλίνονται, ὡς ἔφαμεν· αὗται δὲ καὶ ἄρθρα ἐπιδέχονται καὶ κλίνον‐ ται. Καὶ περὶ τῶν ἀντωνυμιῶν τοσαῦτα. Εἰσὶ δὲ καὶ ἀντωνυμίαι τινὲς δεικτικαὶ, οἷον τὸ ἐκεῖνος καὶ τὸ τοῦτο καὶ τὸ αὕτη· τὸ γὰρ ταῦτα λέγων ἔοικεν | |
10 | ὥσπερ καὶ διὰ τοῦ δακτύλου τόν, περὶ οὗ λέγει, δει‐ κνύειν. Περὶ προθέσεως. Ἡ δὲ πρόθεσις λέξις ἐστὶ καὶ αὐτὴ μὴ ὑπερβαί‐ νουσα τὴν δισυλλαβίαν, ἀλλ’ ἢ μονοσύλλαβός ἐστιν | |
15 | ἢ δισύλλαβος· πρόθεσις δὲ καλεῖται διότι, ὡς καὶ αὐτοῦ τοῦ ὀνόματος δῆλόν ἐστιν, προτίθεται τῶν ἄλλων μερῶν τοῦ λόγου, οἷον ὡς ἐπὶ παραδείγματος ἡ πρός πρόθεσις καὶ ὀνόματος προτάσσεται, ὡς ὅταν εἴπωμεν· πρὸς βασιλέως ἡ δόσις, καὶ ῥήματος ὡς | |
20 | τὸ προσάγω τὴν ἱκετείαν τῷ αὐτοκράτορι· καὶ ἄρ‐ θρου, οἷον πρὸς τόνδε ἦλθον· καὶ ἀντωνυμίας, οἷον πρὸς σὲ ἐπιστέλλω· καὶ ἐπιῤῥήματος, ὡς προσεχόντως ἀναγίγνωσκε· καὶ συνδέσμου, οἷον πρὸς μὲν ἡμᾶς ἀρκεῖ ταῦτα. Πρόθεσις μὲν οὖν οὕτως ἡ πρόθεσις | |
25 | λέγεται· διαιρεῖται δὲ εἰς δύο, εἰς τὸ μονοσύλλαβον καὶ δισύλλαβον. Καὶ δισύλλαβοι μέν εἰσι προθέσεις δυοκαίδεκα, ἡ ἀνά, ἡ κατά, ἡ διά, ἡ ἀντί, ἡ ἀμφί, ἡ περί, ἡ παρά, ἡ μετά, ἡ ἐπί, ἡ ἀπό, ἡ ὑπό, ἡ ὑπέρ, ἅπασαι εἰς βραχὺ καταλήγουσαι· μονοσύλλαβοι | |
30 | δὲ ἕξ, ἡ ἐν, ἡ εἰς, ἡ ἐξ, ἡ σύν, ἡ πρός, ἡ πρό· | |
ἔδει γὰρ αὐτὰς ἡμισευθείσας τῶν δισυλλάβων κατὰ | 86 | |
87 | μονοσύλλαβον ἡμισευθῆναι κατὰ τὸν ἀριθμόν· αἱ μὲν οὖν προθέσεις τοσαῦται. Περὶ ἐπιῤῥήματος. Ἐπίῤῥημά ἐστι λέξις ἄκλιτος μετὰ τὸ ῥῆμα τατ‐ | |
5 | τομένη καὶ τρόπον, ἢ τόπον ἢ σχέσιν δηλοῦσα, οἷον ἀναγιγνώσκω καλῶς· τὸ μὲν γὰρ ἀναγιγνώσκω ῥῆμά ἐστι, τὸ δὲ καλῶς ἐπίῤῥημα καὶ σημαίνει τρόπον, πῶς ἀναγιγνώσκω, τὸ δὲ οἴκαδε καὶ ἄνω καὶ κάτω καὶ τὰ τοιαῦτα ἐπιῤῥήματα τόπον ἢ σχέσιν δηλοῦνται. | |
10 | Περὶ συνδέσμου. Ὁ σύνδεσμος μέρος ἐστὶ καὶ αὐτὸς λόγου ἄκλιτος· ὠνόμασται δὲ σύνδεσμος ἀπὸ τοῦ συνδεσμεῖν καὶ ἑνο‐ ποιεῖν τοὺς διαλελυμένους καὶ ἀσυνδέτους λόγους, οἷόν τι λέγω ἐὰν εἴπω· ὁ βασιλεὺς ἐνίκησεν ὁ ἐχθρὸς | |
15 | ἡττήθη, ἀσυνδέτους λέγω καὶ ἀπροσκολλήτως· ἐὰν δὲ εἴπω· ὁ μὲν βασιλεὺς νενίκηκεν, ὁ δὲ ἐχθρὸς ἡττήθη καὶ ἡμεῖς ἑορτάζομεν, ἰδοὺ τὸν λόγον συνέδησα καὶ συνέῤῥαψα καὶ ἕνα ἐποιησάμην, τὸν μέν, τὸν δέ καὶ τὸν καί προσθέμενος σύνδεσμον. Καὶ περὶ μὲν τῶν | |
20 | ἀναγκαίων τοῦ λόγου μερῶν ἀρκεῖ τοσαῦτα. Δεῖ δὲ καὶ περὶ τῶν ἄλλων τῶν χρησιμευόντων ἡμῖν εἰς τὴν παροῦσαν διδασκαλίαν μικρά τινα προσδι‐ δάξαντας οὕτως εἰς αὐτὴν εἰσκαλεῖν. Εἰσὶ δὲ ὡς οἶμαι τὰ χρησιμεύοντα ταῦτα· τὸ εἰδέναι· πόσα μὲν βραχέα | |
25 | καὶ τίνα· καὶ πόσα μὲν φύσει [μακρά], πόσα δὲ θέσει· καὶ πόσοι τόνοι καὶ πόσοι τόποι ἑκάστου αὐ‐ τῶν· ἔτι δὲ τίς ἡ λήγουσα καὶ ἡ παραλήγουσα· καὶ τί μὲν λόγος, τί δὲ λέξις, τί δὲ συλλαβή, τί δὲ | |
στοιχεῖον. | 87 | |
88 | Βραχέα μὲν οὖν εἰσι τῶν φωνηέντων δύο, τὸ Ε τὸ ψιλόν, καὶ τὸ Ο τὸ μικρόν· Μακρὰ δὲ δύο τὸ Η καὶ τὸ Ω μέγα· δίχρονα δὲ τρία· τὸ Α, τὸ Ι, καὶ τὸ Υ· θέσει δὲ μακρά εἰσιν ὅσα τῇ μὲν ἑαυτῶν φύσει | |
5 | βραχέα εἰσὶ καὶ ἀλλότρια τοῦ μακροῦ, δύο δὲ συμφώ‐ νων προσελθόντων αὐτοῖς ἢ καὶ ἑνὸς διπλοῦ ἐμηκύν‐ θησαν, ὥσπερ καὶ οἱ θετοὶ παῖδες κατὰ μὲν τὴν φύ‐ σιν τῶν υἱοθετησάντων εἰσὶν ἀλλότριοι κατὰ δὲ τὴν θέσιν τούτοις ᾠκείωνται. Τόνοι δέ εἰσι δύο, ἡ ὀξεῖα | |
10 | καὶ ἡ περισπωμένη· ἡ γὰρ βαρεῖα οὐκ ἔστι κυρίως τόνος. Εἰσὶ δὲ τῆς μὲν ὀξείας τόποι τρεῖς, ὀξύτονος, παροξύτονος καὶ προπαροξύτονος. Ὅταν μὲν γὰρ εἰς τὴν τελευταίαν συλλαβὴν ἡ τῆς φωνῆς γίνηται κροῦσις, οἷον ὁ νικητής, ὁ βασιλεύς ὁ κομνημός ὀξύ‐ | |
15 | τονον καλεῖται τοῦτο τὸ ὄνομα· ὅταν δὲ ἐν τῇ ὄπι‐ σθεν κειμένῃ τοῦ τέλους συλλαβῇ τέθειται ἡ ὀξεῖα, παροξύτονον καλεῖται, οἷον ὁ αὐτοκράτωρ ὁ κομνη‐ νόπαις· ὁπηνίκα δὲ πρὸ δύο συλλαβῶν κεῖται ὀξεῖα προπαροξύτονον καλεῖται τοῦτο τὸ ὄνομα, οἷον ὁ εὐ‐ | |
20 | τυχέστατος ὁ πορφυρογέννητος· τῆς δὲ περισπωμένης εἰσὶ δύο· ὁ περισπώμενος καὶ ὁ προπερισπώμενος. Περισπώμενος μὲν οὖν ἐστιν, ὅταν ἐπὶ τέλους κεῖται περισπωμένη, οἷον ἵνα κατὰ τὸν τεχνικὸν παραδειγμα‐ τίσω Θωμᾶς Λουκᾶς· προπερισπώμενος δέ, ὅταν πρὸ | |
25 | μιᾶς τοῦ τέλους συλλαβῆς κεῖται ἡ περισπωμένη, οἷον Παῦλος, κῆπος, δῆμος. Περὶ λόγου. Λόγος δέ ἐστι λέξεων ἄθροισις, ἀκεραίαν δηλοῦσα λεγουσῶν τὴν διάνοιαν, ποτὲ μὲν δυσὶ, ποτὲ δὲ | |
30 | τρισί, ποτὲ δὲ τέσσαρσιν, ἐνίοτε δὲ καὶ πλείοσι τού‐ | |
των λέξεσι περαινόμενος, οἷόν τι λέγω ἐὰν εἴπω· ζῆθι | 88 | |
89 | αὐτοκράτορ, αὐτοτελῆ ἐδήλωσα ἔννοιαν, ὅτι ὑπὲρ τοῦ αὐτοκράτορος εὔχομαι. Καὶ ἔστι τὸ τοιοῦτον λό‐ γος ἐκ δύο συγκείμενος λέξεων ἐκ τοῦ ζῆθι καὶ τοῦ αὐτοκράτορ. Ὅταν δὲ προσθεὶς εἴπω ζῆθι αὐτοκράτορ | |
5 | πάντοτε, ἀπὸ τριῶν λέξεων τὸν λόγον ἐποιησάμην· ἐὰν δὲ ἔτι προσθήσω καὶ εἴπω· ζῆθι αὐτοκράτορ πάντοτε χάριν ἡμῶν τῶν ὑπηκόων πολυλεξέτερον (sic) τὸν λόγον ἐποιησάμην. Καὶ τοιοῦτον μέν ἐστιν ὁ λόγος. Περὶ λέξεως. | |
10 | Λέξις δὲ λέγεται ἓν ἕκαστον τοῦ λόγου μερῶν, οἷον λέξις ἐστὶ τὸ ζῆθι καὶ λέξις τὸ αὐτοκράτορ καὶ λέξις τὸ πάντοτε. Σύγκειται δὲ ὁ λόγος ἀπὸ λέξεων διαφόρων, ἢ δυοῖν ἢ τριῶν ἢ πλειόνων οὕτω ἑκά‐ στη λέξις ἀπὸ διαφόρων σύγκειται συλλαβῶν, ὡς ἄν‐ | |
15 | θρωπος. Καὶ συλλαβὴ μὲν τὸ αν, ἑτέρα τὸ θρω καὶ ἄλλη τὸ πος, ἥτις καὶ λήγουσα προσαγορεύεται καὶ τὸ θρω παραλήγουσα καὶ τὸ αν προπαραλήγουσα. Στοι‐ χεῖον δέ ἐστι μέρος συλλαβῆς ἐλάχιστον, οἷον τὸ ζῆθι· δύο εἰσὶ συλλαβαὶ τό τε ζη καὶ θι καὶ ἑκάστη τούτων | |
20 | εἰς δύο στοιχεῖα τέμνεται εἰς τὸ Ζ καὶ Η, ἡ δὲ θι εἰς τὸ Θ καὶ Ι. Ὁ μὲν οὖν λόγος διαιρεῖται εἰς λέξεις, ἡ δὲ λέξις εἰς συλλαβάς, ἡ δὲ συλλαβὴ εἰς στοιχεῖα· καὶ αὖ κατὰ ἀνάλυσιν· τὰ μὲν στοιχεῖα συντιθέμενα ποιοῦσι συλλαβήν, αἱ δὲ συλλαβαὶ λέξεις, αἱ δὲ λέξεις | |
25 | λόγον. Ἀλλ’ ἐπειδὴ περὶ τούτων τοσαῦτά σοι καὶ ταῦτα διώρισται, πρέπον ἂν εἴη καὶ εἰς αὐτὴν ἤδη ἐμβαλεῖν τὴν περὶ τῶν κανόνων διδασκαλίαν. Καὶ πρῶτον ἀπορήσαντος· Διατί κανόνας αὐτοὺς ὁ τεχνι‐ κὸς καὶ μὴ ἄλλο τι τῶν ὀνομάτων καλεῖσθαι ἠξίωσε; | |
30 | καὶ διατί μυρίων ὄντων ἀρσενικῶν ὀνομάτων αὐτὸς | 89 |
90 | περὶ μόνον τριάκοντα καὶ πέντε διδάσκει; Καὶ φαμέν, ὅτι καθάπερ ἐάν τις τὸ τῶν ἐλεφάντων εἶδος ἠγνόει φέρε εἰπεῖν καὶ τὸ τῶν ἀετῶν, εἶτά με ἀπῄτει ἐπιδείξα‐ σθαι αὐτῷ τὴν ἐλεφαντείαν καὶ ἀετείαν μορφήν, | |
5 | οὐκ εἶχον ἀνάγκην, ἅπαντας τοὺς ἐλέφαντας καὶ ἅπαντας τοὺς ἀετοὺς παραγαγεῖν· ἀλλ’ ἕνα μόνον ἐλέ‐ φαντα καὶ ἀετὸν ὑποδεῖξαι αὐτῷ, καὶ εἰπεῖν· ὦ ’ν‐ θρωπε· οἷον ὁρᾷς τουτονὶ τὸν ἐλέφαντα, τοιοῦτοι καὶ ἅπαντες οἱ ἐλέφαντές εἰσι, πάντες μεγάλοι, πάντες | |
10 | πλατεῖς τὰ ὦτα καὶ τὴν ῥῖνα, μακρότατοι καὶ ὀξύ‐ τατοι τοὺς ὀδόντας· καὶ οἷον πάλιν βλέπεις τοῦτον τὸν ἀετὸν καμπύλον τὸ ῥάμφος καὶ στεῤῥὸν τὸ πτε‐ ρόν, τοιοῦτοι καὶ ἅπαντές εἰσιν οἱ ἀετοί· κατὰ τὸν αὐτὸν οἶμαι τρόπον καὶ ὁ τεχνικὸς ἀπείρων ὄντων | |
15 | τῶν ὀνομάτων ἐξ ἑνὸς ἑκάστου εἴδους ἓν καὶ μόνον χωρίσας περὶ τούτου ἐδίδαξεν, ἵνα τῇ αὐτῇ μεθόδῳ καὶ ἐπὶ τῶν ὁμοίων χρώμενοι δι’ ἐκείνου τοῦ ἑνὸς γιγνώσκωμεν καὶ τὰ ἄλλα τὰ ὅμοια· οἷόν τι λέγω· περὶ τῶν εἰς ας ληγόντων ὀνομάτων καὶ περιττοσυλ‐ | |
20 | λάβως κλινομένων μέλλων διδάξαι τὸν Αἴαντα μόνον παρέλαβεν καὶ τούτων ἀκριβῶς τὴν κλίσιν ἐδίδαξεν, ἵνα σὺ διὰ τούτου τοῦ ὀνόματος, ἤγουν τοῦ Αἴαντος καὶ τὰ ὅμοια αὐτῷ πάντα μάθῃς· ὡς γάρ ἐστιν Αἴας Αἴαντος οὕτω καὶ Θόας Θόαντος καὶ Υἵας (sic) Υἵαν‐ | |
25 | τος καὶ Δρύας Δρύαντος καὶ πάλιν περὶ τῶν εἰς ας ἰσοσυλλάβως κλινομένων μέλλων εἰπεῖν, τὸν κοχλίαν μόνον παρέλαβε διδάσκων σε διὰ τούτου καὶ τὸν Αἰ‐ νείαν καὶ τὸν παρείαν καὶ τὸν Ἑρμείαν καὶ τὰ λοιπά· ὡς γὰρ κλίνεται κοχλίας κοχλίου, οὕτω καὶ Αἰνείας | |
30 | Αἰνείου καὶ Ἑρμείας Ἑρμείου καὶ παρείας παρείου· | |
καὶ ὡς Λάχης Λάχητος οὕτως καὶ πένης πένητος καὶ | 90 | |
91 | λέβης λέβητος καὶ Κράτης Κράτητος. Καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. Διὰ ταύτην οὖν τὴν αἰτίαν, φιλο‐ λογωτάτη μοι καὶ βασιλικωτάτη ψυχή, καὶ ὁ τεχνικὸς ἐξ ἑκάστου χαρακτῆρος ὀνομάτων ἓν καὶ μόνον ἐπιλε‐ | |
5 | ξάμενος ὄνομα διὰ τούτου καὶ περὶ τῶν ὁμοίων διδά‐ σκει. Καὶ ἐπειδήπερ οἱ χαρακτῆρες τῶν ἀρσενικῶν ὀνομάτων οὐ πλείους εἰσὶ τῶν τριάκοντα πέντε, τριά‐ κοντα πέντε μόνους κανόνας προστίθησιν. Κανόνας δὲ αὐτοὺς ἐκάλεσε μεταφορικῶς ἀπὸ τῶν ξυλουργῶν· | |
10 | ὥσπερ γὰρ οὗτοι ὁπηνίκα κλίνην ἢ θρόνον ἢ τράπε‐ ζαν ποιεῖν μέλλουσιν, ἔχουσι κανόνιόν τι ξύλον ὀρ‐ θότατον καὶ ἀστραβέστατον, πρὸς ὅπερ τὰ στρεβλὰ τῶν ξύλων καὶ τὰ λοξὰ παρεντιθέντες ἀπευθύνουσι καὶ ὀρθὰ ποιοῦσι· κατὰ τὸν αὐτὸν τρόπον καὶ ὁ τε‐ | |
15 | χνικὸς ἓν ἕκαστον τῶν τριάκοντα πέντε τούτων ὀνο‐ μάτων ἀντὶ κανόνων ἡμῖν παραδίδωσιν, ἵνα πρὸς αὐτὰ καὶ τὰ λοιπὰ τῶν ὀνομάτων ἐξακριβῶμεν καὶ ἀπευθύ‐ νωμεν, ὡς φέρε εἰπεῖν· ὁποῖον ἄν σοι προσπέσῃ ἀρσενικὸν ὄνομα, λῆγον εἰς ος μικρόν, οἷον τὸ Θεό‐ | |
20 | δωρος, Γεώργιος, καὶ θέλῃς ἀκριβεστάτην αὐτοῦ τὴν κλίσιν ἐργάσασθαι, πάραγέ μοι τὸν Μενέλαον, ὅν σοι ἀντὶ κανόνος ὁ τεχνικὸς παραδέδωκε, καὶ πρὸς αὐτὸν ἀφορῶσα οὕτω καὶ τὴν ἐκείνου κλίσιν ποιοῦ καὶ πάν‐ τως εὐθυτάτην αὐτὴν ποιήσῃ καὶ ὀρθοτάτην. Ὡς | |
25 | γὰρ τὸ Μενέλαος οὕτω καὶ τὸ Θεόδωρος, Θεοδώρου καὶ Γεώργιος Γεωργίου. Ἀλλ’ ἤδη καὶ αὐτῶν ἀρξό‐ μεθα τῶν κανόνων, ἐκεῖνο πρότερον ἐξετάσαντες. Ἆρα ἔστιν ἐν αὐτοῖς εὐταξία τις καὶ αἰτία, δι’ ἣν προτάτ‐ τεται μὲν ὁ Αἴας, καὶ ὁ κοχλίας τοῦ λάχητος καὶ | |
30 | τοῦ χρύσου, οὗτος πάλιν τοῦ Πάριδος καὶ τοῦ ὄφιος; καὶ ἁπλῶς· ἆρα ἔστιν αἰτία τις, δι’ ἣν ὁ μὲν πρῶτος | |
ὁ δὲ δεύτερος τέθειται καὶ ὁ μὲν πεντεκαιδέκατος ὁ | 91 | |
92 | δὲ ἑκκαιδέκατος ἢ ἁπλῶς ὡς ἔτυχε καὶ δίχα τινὸς εὐ‐ ταξίας ἕκαστος αὐτῶν ἐτέθη; Καὶ τοῖς μὲν ἄλλοις δοκεῖ τυχαίαν εἶναι τὴν θέσιν αὐτῶν καὶ οὐ μετά τι‐ νος εὐταξίας τοῦτον ἐκείνου καὶ ἐκεῖνον ἄλλου προ‐ | |
5 | τάττεσθαι· ἐγὼ δὲ θαυμασίαν τινὰ καὶ ἀπόῤῥητον εὐταξίαν ἐν τῇ ἀπαριθμήσει τούτων τῶν κανόνων κα‐ τανοήσας καὶ τῇ σῇ φιλολογωτάτῃ ψυχῇ ταύτην ἐκ‐ καλύψων ἔρχομαι καὶ πρόσσχες μοι τὸν νοῦν· ἅπαν ἀρσενικὸν ὄνομα εἰς ἓν τῶν συμφώνων τελευτᾷ | |
10 | τούτων· ἢ γὰρ εἰς Σ λήγει ὡς τὸ Αἴας, Δημοσθένης καὶ Πάρις, καὶ βότρυς καὶ ἄνθρωπος καὶ τὰ τοι‐ αῦτα, ἢ εἰς Ν ὡς τὸ λέων, ποιμήν, δελφίν, ἢ εἰς Ξ ὡς τὸ θώραξ, μύρμηξ, πέρδιξ, ἢ εἰς Ρ ὡς τὸ παν‐ τοκράτωρ, αὐτοκράτωρ, Ἴβηρ, ἢ εἰς Ψ, ὡς τὸ Ἄραψ, | |
15 | Κύκλωψ· εἰς ἄλλο δὲ σύμφωνον παρὰ ταῦτα τὰ πέντε οὐκ ἐγχωρεῖ λήγειν ἀρσενικὸν ὄνομα καὶ μή μοι εἴπῃς, ὅτι τὸ Ἰώβ, ἀρσενικὸν ὄνομα εἰς Β λήγει καὶ τὸ Δα‐ βίδ εἰς Δ, τὸ δὲ Ἐλιφάτζ εἰς Ζ καὶ τὸ Σαβαώθ εἰς Θ καὶ τὸ Ἰσαάκ εἰς Κ καὶ τὸ Ἄβελ εἰς Λ καὶ τὸ | |
20 | Ἀδάμ εἰς Μ καὶ τὸ Λώτ εἰς Τ καὶ τὸ Ἰωσήφ εἰς Φ· αὐτὰ γὰρ βαρβαρικὰ ὀνόματά εἰσι καὶ ἑβραϊκά· διὰ τοῦτο οὐδὲ κλίνονται· ἡμεῖς δὲ περὶ ἑλληνικῶν. Ἐπεὶ γοῦν, καθάπερ εἴπομεν, εἰς μόνα ταῦτα τὰ πέντε σύμ‐ φωνα, λέγω δὴ τὸ Σ. Ν. Ξ. Ρ. Ψ. ἅπαντα τὰ ἀρσε‐ | |
25 | νικὰ ὀνόματα τελευτῶσι, σκόπει μοι ἐντεῦθεν, πῶς τοὺς ἑαυτοῦ κανόνας εὐτάκτως ὁ τεχνικὸς ἐκτίθησι. Λαμβάνει πρότερον ἀπὸ τῶν πέντε τούτων συμφώνων τὸ Σ καὶ τίθησιν ὄπισθεν αὐτοῦ κατὰ τάξιν ἕκαστον τῶν ἑπτὰ φωνηέντων· πρῶτον μὲν τὸ Α τοῦ Σ καὶ δοκι‐ | |
30 | μάζει περὶ τῶν εἰς ας ληγόντων ἀρσενικῶν ὀνομάτων· καὶ ἐπεὶ τὰ εἰς ας ἀρσενικὰ ἢ περιττοσυλλάβως ἢ ἰσοσυλλάβως κλίνονται, δύο κανόνας ἐκτίθεται εἰς ας | |
λήγοντας, τὸν μὲν περιττοσυλλάβως κλινόμενον, τὸν | 92 | |
93 | Αἴαντα, τὸν δὲ ἰσοσυλλάβως τὸν κοχλίαν, διὰ τῶν δύο τούτων κανόνων ἅπαντα διδάσκων τὰ εἰς ας ὀνό‐ ματα· ὤφειλεν οὖν, μετὰ τὸ διδάξαι περὶ τῶν εἰς ας, διδάξαι καὶ περὶ τῶν εἰς ες ὀνομάτων, διότι καὶ ἐν | |
5 | τοῖς φωνήεσι πρῶτον μέν ἐστι τὸ Α, δεύτερον δὲ τὸ Ε· ἀλλ’ ἐπειδὴ οὐχ εὕρηταί ποτε ἀρσενικὸν ἑλληνικὸν ὄνομα λῆγον εἰς ες (τὸ γὰρ Φαρές ἑβραϊκόν ἐστιν), διὰ τοῦτο ἀπὸ τοῦ Ε φωνήεντος καὶ τῆς ες καταλή‐ ξεως μεταπηδήσας· εἰς τὸ τρίτον φωνῆεν εἰς τὴν ης | |
10 | κατάληξιν ἔρχεται καί, ἐπειδὴ τὰ εἰς ης ἀρσενικὰ ὀνό‐ ματα τὰ μὲν ἰσοσυλλάβως κλίνονται τὰ δὲ περιττο‐ συλλάβως, καὶ τῶν περιττοσυλλαβούντων τὰ μὲν διὰ τοῦ τος τὰ δὲ διὰ τοῦ εος, ἃ καὶ συναίρεσιν ἐπι‐ δέχονται, τρεῖς σοι τούτων κανόνας προτίθεται, τὸν | |
15 | Λάχητα, οὗ ἡ κλίσις εἰς τος, τὸν Χρύσην, οὗ ἡ κλίσις διὰ τοῦ σου, τὸν Δημοσθένην, οὗ ἡ κλίσις διὰ τοῦ εος προέρχεται καὶ κατὰ συναίρεσιν εἰς ους γίνεται, ἵνα διὰ τῶν τριῶν τούτων κανόνων τὰ εἰς ης ἅπαντα ὀνόματα ὀρθῶς ἐπιγιγνώσκωμεν, τῷ ὁμοίῳ παρατιθέν‐ | |
20 | τες τὸ ὅμοιον, καὶ πρὸς αὐτὸ ἐξακριβοῦντες καὶ ἀπευ‐ θύνοντες· οἷον τὸ μὲν λέβης καὶ τὸ Πάχης καὶ τάπης, ἐπειδὴ ἰαμβικά εἰσι καὶ αὐτὴν μὲν μακρὰν τὴν λήγου‐ σαν ἔχοντα συλλαβήν, βραχεῖαν δὲ τὴν παραλήγουσαν· τοῦτο γάρ ἐστιν ἴαμβος σύστημα μετρικὸν ἀπὸ βρα‐ | |
25 | χείας ἀρχόμενον καὶ μακρᾶς· ὁμοίως τῷ Λάχητι κλι‐ νοῦμεν καὶ τὴν παραδοθεῖσαν ἡμῖν ἀπ’ ἐκείνου ἔφο‐ δον καὶ ἐπὶ τούτοις τηρήσομεν· τὸ δὲ Πέρσης καὶ τὸ Γύγης καὶ τὰ τοιαῦτα ὀνόματα, ἐπειδὴ σπονδειακά εἰσιν (ὁ δὲ σπονδεῖος σύστημά ἐστι καὶ αὐτὸς μετρι‐ | |
30 | κὸν ἀπὸ δυοῖν μακρῶν συγκείμενος συλλαβῶν) πρὸς τὸν Χρύσην ἀπευθυνοῦμεν καὶ ὁμοίως ἐκείνῳ κλινοῦ‐ μεν. Τὸ δὲ Καλλικράτης καὶ τὸ Ἀριστοκράτης καὶ τὸ | |
Ἀντισθένης καὶ τὸ Γανυμήδης καὶ τὰ τοιαῦτα ὁμοίως | 93 | |
94 | τῷ Δημοσθένει κλινοῦμεν· ἐπειδὴ δέ εἰσι τῶν ὀνο‐ μάτων τινὰ εἰς ης μὲν λήγοντα καὶ αὐτὰ περισπώμενα δὲ ὅμως, οἷον Καλλικλῆς καὶ τὸ Εὐθυκλῆς, προστί‐ θησιν ἡμῖν καὶ ἕτερον κανόνα τὸν Ἡρακλέα, ἵνα πρὸς | |
5 | αὐτὸν τὰ τοιαῦτα τῶν ὀνομάτων παρατιθέντες ἐξακρι‐ βῶμεν. Καὶ ἐπειδὴ περὶ τῶν εἰς ας καὶ περὶ τῶν εἰς ης ὀνομάτων ἀρκούντως διὰ τῶν ἓξ κανόνων τούτων διέλαβεν, ἐπὶ τὸ τέταρτον φωνῆεν το Ι μεταπηδᾷ καὶ περὶ τῆς ις καταλήξεως ζητεῖ. Καὶ ἐπεὶ αὕτη τριχῶς | |
10 | κλίνεται· ἢ γὰρ εἰς δος ἢ εἰς θος κλίνεται ὡς Ἄδω‐ νις Ἀδώνιδος, Πάρις Πάριδος, ὄρνις ὄρνιθος, ἢ διὰ καθαροῦ τοῦ ος ὡς ὄφις ὄφιος, μάντις μάντιος, τῆς μὲν εἰς θος κανόνα οὐκ ἔθετο· ὀλίγα γὰρ τῶν ἀρσε‐ νικῶν ὀνομάτων εἰς θος κλίνονται· καὶ ἔγωγε οὐδε‐ | |
15 | νὸς ἄλλου ἀπομνημονεύω τῶν εἰς ις ἀρσενικῶν ὀνο‐ μάτων εἰς θος κλινομένων, εἰ μὴ τοῦ ὄρνις ὄρνιθος καὶ βάλλις βάλλιθος· βάλλις δέ ἐστιν εἶδος βοτάνης ζωογόνον καὶ τοῖς νοσοῦσιν ὠφελιμώτατον. Τῶν μὲν εἰς θος κλινομένων διὰ ταύτην τὴν αἰτίαν κανόνα οὐκ | |
20 | ἔθετο διὰ τὸ σπανίως εὑρίσκεσθαι τὰ οὕτω κλινόμενα· τῶν δὲ εἰς δος κλινομένων καὶ τῶν εἰς ος κανόνα ἔθετο τὸν Πάριδα (sic) καὶ τὸν ὄφιν· τούτων γὰρ τὸ μὲν Πάρις Πάριδος κλίνεται, τὸ δὲ ὄφις ὄφιος, ὥστε διὰ μὲν τοῦ Πάρις Πάριδος δηλοῦνταί σοι ὁ Ζεῦξις, | |
25 | ὁ Δάμις, ὁ Θέογνις, ὁ Εὔπολις, ὁ φιλόπολις, καὶ ἁπλῶς· ὅσα τῶν ὀνομάτων εἰς δος κλίνεται, διὰ δὲ τοῦ ὄφιος πάλιν ὅσα διὰ καθαροῦ τοῦ ος τὴν κλίσιν ἐπιδέχεται. Ἐπειδὴ οὐ μόνον εὑρίσκομεν ὀνόματα εἰς ἀσύμπλοκον Ι λήγοντα, οἷά εἰσιν τὰ εἰρημένα· ἀλλ’ | |
30 | ἔστι πολλὰ καὶ ἄλλα λήγοντα εἰς Ι συμπεπλεγμένον τῷ Ε, οἷόν ἐστι τὸ τιμήεις καὶ τὸ ἐρώεις καὶ τὸ αὐδήεις· ταῦτα γὰρ εἰς τὴν ΕΙ δίφθογγον λήγουσι, | |
τὴν ἀπὸ τοῦ Ε συγκειμένην καὶ τοῦ Ι, ἐκτίθεταί σοι | 94 | |
95 | καὶ ἕτερον κανόνα τὸν χαρίεντα καὶ οὕτω τὴν περὶ τῶν εἰς ις ληγόντων ὀνομάτων διδασκαλίαν σημαινού‐ μενος ὤφελε μὲν ἐκ τοῦ Ι τοῦ τετάρτου φωνήεντος εἰς τὸ Ο μικρὸν καταβῆναι καὶ περὶ τῶν εἰς ος ὀνο‐ | |
5 | μάτων διδάξαι, εἶτα περὶ τῶν εἰς υς· ἕκτον γὰρ φω‐ νῆεν τὸ Υ· καὶ τελευταῖον περὶ τῶν εἰς Ω μέγα· ἀλλ’ ἐπειδὴ πολλὰ τῶν εἰς ος μικρὸν ὀνομάτων, οἷον τὸ Νικόλαος καὶ τὸ Φιλόλαος παρὰ Ἀττικοῖς εἰς ως μέγα γράφεται οἷον Νικόλεως καὶ Φιλόλεως καὶ ἀναγκαῖον | |
10 | ἦν ἐν τῷ μνημονεύειν τοῦ ος μικροῦ μνημονεύειν καὶ τοῦ ως μεγάλου· καὶ οὕτως ἐκινδύνευε τὸ Υ τελευ‐ ταῖον ἁπάντων ταγῆναι· διὰ τοῦτο προτίθησι τὸ Υ τοῦ Ο· καὶ πρῶτον μὲν περὶ τῶν εἰς υς ὀνομάτων διδάσκει· ἔπειτα δὲ περὶ τῶν εἰς ος εὐτακτότατον τῷ | |
15 | λόγῳ ἐφοδεύων καὶ διδασκαλικώτατον. Καὶ ἐπειδὴ τῶν εἰς υς ὀνομάτων τὰ μὲν εἰς ἀσύμπλοκον λήγει τὸ Υ, οἷον τὸ γλυκύς καὶ τὸ ταχύς καὶ τὸ πέλεκυς καὶ τὸ ἄσταχυς, τὰ δὲ εἰς συμπεπλεγμένον οἷον τὸ Θησεύς, τὸ Ἀχιλλεύς, τὸ νοῦς, τὸ πλοῦς· ἐν γὰρ | |
20 | τούτοις καὶ τοιούτοις συμπεπλεγμένον ἐστὶ τὸ Υ, ἐπὶ μὲν τοῦ Θησεύς μετὰ τοῦ Ε, ἐπὶ δὲ τοῦ νοῦς μετὰ τοῦ Ο· τέτταράς σοι κανόνας ἐκτίθεται τῶν εἰς υς ὀνομάτων· δύο μὲν σύνθετον ἔχοντας τὸ Υ, τὸν Πη‐ λέα καὶ τὸν νοῦν· καὶ διὰ μὲν τοῦ Πηλέως ἅπαντά | |
25 | σε διδάσκει τὰ εἰς ευς ὀνόματα, τὸ βασιλεύς, ἀρι‐ στεύς, χαλκεύς, βαφεύς, ἱερεύς, Νηλεύς καὶ τὰ ὅμοια, τὰ δὲ διὰ τοῦ νοός τὰ εἰς ους οἷον νοῦς, βοῦς, πλοῦς, ῥοῦς, χοῦς· δύο δὲ αὖθις ἑτέρους κανόνας προβάλ‐ λεται ἁπλοῦν ἔχοντας τὸ Υ, τὸν ἡδέα καὶ τὸν βότρυν· | |
30 | διὰ μὲν τοῦ ἡδέος ἅπαντα διδάσκων τὰ εἰς υς διὰ τοῦ εος κλινόμενα ὀνόματα· ὡς γὰρ τὸ ἡδύς ἡδέος κλίνε‐ | |
ται, οὕτως καὶ ταχύς ταχέος καὶ γλυκύς γλυκέος καὶ | 95 | |
96 | ὠκύς ὠκέος καὶ ὀξύς ὀξέος καὶ τοιαῦτα, διὰ δὲ τοῦ βότρυος τὰ εἰς υς διὰ τοῦ υος κλινόμενα δείκνυσιν· ὡς γὰρ βότρυς βότρυος οὕτω καὶ στάχυς στάχυος καὶ ἄσταχυς ἀστάχυος. Καὶ ἐν τούτοις τὴν περὶ τῶν εἰς | |
5 | υς ὀνομάτων διδασκαλίαν τελέσας περὶ τῶν εἰς ος μι‐ κρὸν ληγόντων ὀνομάτων φιλοσοφεῖ τεσσαρεσκαιδέκα‐ τον κανόνα τὸν πλόον προχειρισάμενος· δι’ οὗ μό‐ νου σαφῶς ὑποδείκνυσι τὴν κλίσιν ἁπάντων τῶν εἰς ος ὀνομάτων· ὡς γὰρ τὸ πλόος πλόου, οὕτω καὶ | |
10 | ἄνθρωπος ἀνθρώπου καὶ σοφός σοφοῦ, καὶ ἀγρός ἀγροῦ καὶ Λυκοῦργος Λυκούργου καὶ Ἀλέξανδρος Ἀλε‐ ξάνδρου· καὶ περὶ τούτου εἰπὼν τὰ καθήκοντα ἀκο‐ λούθως καὶ περὶ τοῦ τελευταίου φωνήεντος τοῦ με‐ γάλου Ω. Καὶ [περὶ] τῶν εἰς ως μέγα ληγόντων, | |
15 | ὀνομάτων τὰ μὲν διὰ τοῦ τος κλίνονται, ὡς τὸ Νέ‐ πως Νέπωτος, ἔρως ἔρωτος, τὰ δὲ διὰ καθαροῦ τοῦ ος, ὡς τὸ Μίνως Μίνωος, ἥρως ἥρωος, τὰ δὲ κατὰ ἀποβολὴν τοῦ Σ ποιοῦσι τὴν κλίσιν οἷον ὁ νεώς τοῦ νεώ, ὁ Νικόλεως τοῦ Νικόλεω, τρεῖς σοι κανόνας | |
20 | καὶ τούτων προτίθησι τὸν γέλωτα, τὸν ἥρωα καὶ τὸν Μενέλεων. Καὶ διὰ μὲν τοῦ γέλωτος τὰ εἰς τος ἅπαντα κλινόμενα δείκνυσί σοι· ὡς γὰρ τὸ γέλως γέ‐ λωτος, οὕτως ὀφείλεις κλίνειν καὶ τὸ ἔρως ἔρωτος, διὰ δὲ τοῦ ἥρωος πάλιν τὰ εἰς ος καθαρὸν κλινόμενα· | |
25 | ὡς γὰρ τὸ ἥρως ἥρωος οὕτως καὶ Μίνως Μίνωος· διὰ δὲ τοῦ Μενέλεω τὰ κατὰ ἀποβολὴν τοῦ Σ τὴν γενικὴν ποιοῦντα. Καὶ ἐν τούτοις τὰ εἰς Σ λή‐ γοντα ὀνόματα ἐπεράνατο· ἐπεὶ δὲ εὑρίσκονταί ποτε καὶ ὀνόματα ἐπὶ τέλους μὲν ἔχοντα καὶ αὐτὰ τὸ Σ, | |
30 | οὐ μέντοι γε μόνον ἀλλὰ μεθ’ ἑτέρου τινὸς συμφώ‐ | |
νου, οἷον ὁ μάκαρς καὶ ὁ τίρυνς καὶ ὁ ἅλς, καὶ ἕτε‐ | 96 | |
97 | ρον κανόνα τὸν ἅλα προχειρισάμενος μεχρὶ τούτου περὶ τῆς εἰς Σ καταλήξεως τὸν λόγον ἐτελείωσεν. Καὶ ἀπορητέον ἐνταῦθα· διατί εὐτάκτως, ὡς εἴπομεν, καὶ ἀκολούθως τὰ φωνήεντα παραλαμβάνων ὁ τεχνι‐ | |
5 | κὸς καὶ πρῶτον μὲν περὶ τῶν εἰς Α καὶ Σ ληγόντων ὀνομάτων φιλοσοφῶν, ἐπειδὴ καὶ πρῶτον φωνῆέν ἐστι τὸ Α, ἑξῆς δὲ περὶ τῶν εἰς Η καὶ Σ καὶ οὕτω διὰ πάντων τῶν διὰ μέσου μεχρὶ τῶν εἰς ως μέγα ληγόν‐ των φθάσας, ὅπερ δὴ καὶ τελευταῖον φωνῆέν ἐστιν, | |
10 | ὕστερον πάντων ἐμνημόνευσε τοῦ ἁλός; καὶ μὴν ἐγ‐ γὺς τοῦ Αἴαντος ἔδει τὸν ἅλα τεθῆναι, διότι καθάπερ ὁ Αἴας οὕτως δὴ καὶ ὁ ἅλς εἰς Α λήγει καὶ Σ. Διατί γοῦν ἠδίκησεν αὐτὸν ὁ τεχνικὸς καὶ τὸ πρωτεῖον αὐ‐ τοῦ ἀφελόμενος περί που τὸ οὐραῖον τῶν κανόνων | |
15 | αὐτὸν ἀπέλυσε; Καὶ φαμὲν πρῶτον μέν, ὅτι οὐκ εἰς Α λήγει ὁ ἅλς, καθάπερ δὴ καὶ ὁ Αἴας· ἐπὶ μὲν γὰρ τοῦ Αἴας συνεχές ἐστι καὶ ἡνωμένον τὸ Α μετὰ τοῦ Σ, ἐπὶ δὲ τοῦ ἅλς οὐχ οὕτως· ἀνὰ μέσον γὰρ τοῦ Α καὶ τοῦ Σ τὸ Λ ἐμεσοσυλλάβησε, καὶ λοιπὸν οὐκ | |
20 | ἔστι τῶν εἰς ας ληγόντων ὁ ἅλς· εἰ δὲ καὶ τοῦτο δώ‐ σομεν, ἐπαινετέος μᾶλλον ὁ τεχνικὸς διὰ τοῦτο, ὅτι κύκλον ἐν τῇ αὐτοῦ διδασκαλίᾳ ἀπεμιμήσατο· καθά‐ περ γὰρ ὁ κύκλος ἀπὸ τοῦ αὐτοῦ ἄρχεται καὶ εἰς ταὐτὸ καταλήγει· οὕτω δὴ καὶ ὁ τεχνικὸς ἀπὸ τῶν | |
25 | εἰς ας ἀρξάμενος ὀνομάτων πάλιν εἰς τὰ εἰς ας εὐ‐ τάκτως κατέληξεν, ὡς δέον φασὶ καὶ οἱ θεολόγοι καὶ σοφώτατοι ἄνδρες ἐκ θεοῦ ἄρχεσθαι καὶ εἰς θεὸν ἀνα‐ παύεσθαι, ἤ, ἵνα τι καὶ ἀστειότερον εἴπω καὶ χαριέ‐ στατον, οἱ τεχνικώτατοι τῶν μαγείρων πρῶτον μὲν τὰ | |
30 | κρέα καὶ τοὺς ἰχθῦς εἰς τὰς λοπάδας ἐμβάλλουσι καὶ ἐπὶ τῷ πυρὶ τιθέντες ἕψουσιν, ἔπειτα δὲ καὶ τοὺς | |
ἅλας ἐμβαλόντες τὴν βρῶσιν ἐκείνην νοστιμωτέραν | 97 | |
98 | ποιοῦσι καὶ ἡδυτέραν· οὕτω δὴ καὶ ὁ τεχνικὸς περὶ τῶν ἄλλων κανόνων πρῶτον εἰπὼν ὕστερον αὐτοῖς καὶ τὸν ἅλα προσέθηκεν, ἀρτύων οἶμαι τούτους καὶ νο‐ στιμωτέρους ἀπεργαζόμενος. Ἀνακεφαλαιωσαμένη, ἀρί‐ | |
5 | στη μοι βασιλίδων, ἅπαντα τὰ προειρημένα, ἴδε τὴν τῶν εἰς Σ ληγόντων εὐταξίαν. Αἴας, κοχλίας· ἰδού σοι τὸ Α μετὰ τοῦ Σ· Λάχης, Χρύσης· Δημοσθένης, Ἡρακλῆς· ἰδοὺ τὸ Η μετὰ τοῦ Σ· Πάρις, ὄφις, χα‐ ρίεις· ἰδοὺ τὸ Ι μετὰ τοῦ Σ· γέλως, ἥρως, Μενέλεως· | |
10 | ἰδοὺ τὸ Ω μέγα μετὰ τοῦ Σ, καὶ τελευταῖον ὁ ἅλς. Καὶ ἐπεὶ περὶ τῶν εἰς Σ ληγόντων ὀνομάτων ὡς ἄρι‐ στα ἠκριβώσατο καταβαίνει λοιπὸν ἐπὶ τὸ Ν καὶ περὶ τῶν εἰς Ν ληγόντων ὀνομάτων πολυπραγμονεῖ, τὴν προτέραν αὐτοῦ εὐταξίαν καὶ ἐνταῦθα τηρῶν. Ὥσπερ | |
15 | καὶ ἐπὶ τῆς εἰς Σ καταλήξεως πρῶτον ἐτέθη τὸ Α μετὰ τοῦ Σ, εἶτα τὸ Η, εἶτα τὸ Ι καὶ ἑξῆς τὰ ἄλλα μεχρὶ τοῦ Ω, οὕτω καὶ ἐνταῦθα ποιεῖ. Καὶ περὶ τῶν εἰς Α καὶ Ν ληγόντων ἀρσενικῶν ὀνομάτων πρῶτον δι‐ δάσκει, τὸν Ἀλκμᾶνα κανόνα προχειρισάμενος, διδά‐ | |
20 | σκων δι’ αὐτοῦ καὶ τὰ ὅμοια τὸν παιᾶνα, Τιτᾶνα, τὸν πελεκᾶνα· δεύτερον δὲ περὶ τῶν εἰς Η ληγόντων διαλαμβάνει, καὶ ἐπειδὴ τῶν εἰς ην ὀνομάτων τὰ μέν εἰσιν ὀξύτονα, οἷον τὸ ποιμήν καὶ τὸ πυθμήν καὶ τὸ λιμήν, τὰ δὲ παροξύτονα οἷον τὸ Ἕλλην, τὸ τέρην, | |
25 | τὸ ἄρσην, δύο σοι ἐνταῦθα κανόνας προτίθεται, ἕνα μὲν τὸν σωλῆνα ὀξυνόμενον, ἕτερον δὲ τὸν Ἕλληνα παροξυνόμενον. Καὶ μὴν εἴποι ἄν τις δικαίως, ὡς οὐ δύο μόνους κανόνας ἐπὶ τῶν εἰς ην ὀνομάτων ὤφειλε θεῖναι, ἀλλὰ τέτταρας· οὔτε γὰρ τὰ εἰς ην | |
30 | ὀξυνόμενα πάντα ἐπίσης κλίνονται· ἀλλὰ τὰ μὲν φυ‐ λάττει τὸ η ἐπὶ γενικῆς, ὡς τὸ σωλήν σωλῆνος, τὰ δὲ οὐ φυλάττει ὡς τὸ ποιμήν ποιμένος, οὔτε τὰ εἰς | |
ην παροξύτονα ὡσαύτως κλίνονται, ἀλλὰ καὶ τούτων | 98 | |
99 | τὰ μὲν φυλάσσει τὸ η, ὡς τὸ Ἕλλην Ἕλληνος, τὰ δὲ οὐ φυλάσσει ὡς τὸ ἄρσην ἄρσενος· οὕτω καὶ ἐξαρχῆς δύο κανόνας τὸν Αἴαντα καὶ τὸν κοχλίαν ἐποίησεν, ὅτι διάφορος αὐτῶν ἡ κλίσις ἐτύγχανεν. Ἐπεὶ τοίνυν | |
5 | καὶ ταῦτα διαφόρως κλίνεται καὶ τέσσαρές εἰσι τῆς κλίσεως αἱ διαφοραὶ ὡς ἔφαμεν τέσσαρας ἔδει καὶ τοὺς κανόνας προθέσθαι, ὁ δὲ δύο καὶ μόνους προθέμενος ἐλλιπῆ δοκεῖ τὴν διδασκαλίαν ποιήσασθαι. Φαμὲν πρὸς τὸν οὕτω διαποροῦντα, ὅτι, ὦ φίλ’ ἑταῖρε, οὐ πάνυ | |
10 | δικαίως ἐγκαλεῖν δοκεῖς τῷ τεχνίτῃ· ἐπὶ μὲν γὰρ τῶν εἰς ας δύο κανόνες ἐγένοντο διὰ τὸ καὶ τὴν κλίσιν αὐτῶν παντάπασιν εἶναι παρηλλαγμένην· ὁ μὲν γὰρ Αἴας περιττοσυλλάβως, ὁ δὲ κοχλίας ἰσοσυλλάβως κλί‐ νεται καὶ τοῦ μὲν ἡ δοτικὴ εἰς Ι ἐκφωνούμενον λήγει, | |
15 | τοῦ δὲ εἰς ἀνεκφώνητον καὶ τοῦ μὲν ἡ αἰτιατικὴ εἰς Α, τοῦ δὲ εἰς Ν τελευτᾷ· καὶ συνόλως εἰπεῖν πολλή ἐστιν ἀμφοτέρων ἡ παραλλαγὴ καὶ διαφορά· διὰ τοῦτο γοῦν καὶ δύο κανόνας ἐκεῖσε πεποίηκεν· ἐνταῦθα δὲ μικρὸν ἢ οὐδὲν ἀλλήλων τὸ σωλήν καὶ τὸ ποιμήν δια‐ | |
20 | φέρουσι καὶ τὸ Ἕλλην καὶ τὸ ἄρσην· ἐπίσης γὰρ ἁπάντων τούτων εἰς ος ἡ γενικὴ τελευτᾷ· σωλῆνος, ποιμένος, Ἕλληνος, ἄρσενος, καὶ εἰς Ι ἐκφωνούμενον ἡ δοτικὴ σωλῆνι, ποιμένι, Ἕλληνι, ἄρσενι, καὶ αἱ λοι‐ παὶ τῶν πτώσεων ἀπαραλλάκτως ἔχουσι, μόνον μέν‐ | |
25 | τοι παρὰ τὴν παραλήγουσαν τῆς γενικῆς ἐστιν ἡ δια‐ φορά, ὅτι ἐκεῖ μὲν σωλῆνος διὰ τοῦ Η, ἐκεῖ δὲ ποι‐ μένος διὰ τοῦ Ε, καὶ ἐκεῖ μὲν Ἕλληνος διὰ τοῦ Η, ἐκεῖ δὲ ἄρσενος διὰ τοῦ Ε. Περιττὸν τοίνυν ἔδοξε διαφορὰν μικρὰν καὶ ὀλιγοστὴν (sic) πολλοὺς παρεισ‐ | |
30 | κυκλῆσαι λόγους καὶ πλείονας κανόνας ἐκθέσθαι· διὰ ταύτην γοῦν τὴν αἰτίαν ἐπὶ τῶν εἰς ην ὀνομάτων ἠρ‐ κέσθη τοῖς δυσὶ τούτοις κανόσι, τῷ σωλῆνί φημι καὶ | |
τῷ Ἕλληνι· ἐγὼ δέ, ἵνα τι γενναιότερον συναγο‐ | 99 | |
100 | ρήσω τῷ τεχνικῷ, καὶ τέσσαρας εἴποιμι ἂν τῶν εἰς ην ὀνομάτων κανόνας ἐκθέσθαι αὐτόν· πῶς καὶ τίνα τρόπον ἐγώ σοι δείξω σαφέστατα· ἃ γὰρ αὐτὸς μετὰ τοὺς κανόνας ἐκτίθησιν ὀνόματα καὶ παραδείγματα | |
5 | ὀνομάζει, τί ἄλλο ἢ κανόνες εἰσὶ καὶ αὐτά; ὥσπερ γὰρ πρὸς τὸν κανόνα λέγομεν ἀπευθύνειν τὰ λοξὰ τῶν ὀνομάτων καὶ στρεβλά, καὶ τῷ κανόνι ἰσάζοντα ἐκεῖνα ὀρθῶς ἔχειν κρίνομεν· οὕτω καὶ πρὸς τὸ πα‐ ράδειγμα ἀφορᾶν καὶ τὰ τῷ παραδείγματι ἐοικότα | |
10 | ἐκεῖνα ὑγιῶς ἔχειν λέγομεν· ἔστιν ἄρα καὶ ὁ κανὼν παράδειγμα καὶ τὸ παράδειγμα κανών· τὴν γὰρ αὐ‐ τὴν δηλοῦσι διάνοιαν καὶ τοῖς ὀνόμασι διαφέρουσιν. Ἐπεὶ γοῦν δύο μὲν κανόνας τῶν εἰς ην ὀνομάτων, ὥς φαμεν, ὁ τεχνικὸς πεποίηκεν, ἔθετο δὲ αὐτῶν σοι | |
15 | παραδείγματα, ταὐτὸν δ’ ἐστὶ τῷ παραδείγματι ὁ κα‐ νών· οὐ δύο ἄρα μόνους κανόνας, ἀλλὰ τέσσαρας προκεχείρισται. Ἀνατρεχέτω δὲ πρὸς τὴν ἀκολουθίαν ὁ λόγος. Ἐπεὶ γὰρ πρῶτα μὲν περὶ τῶν εἰς Α καὶ Ν ληγόντων τῶν ἀρσενικῶν ὀνομάτων, δεύτερον δὲ | |
20 | περὶ τῶν εἰς Η καὶ Ν διέλαβεν ὁ τεχνικός· τοῦ γὰρ Ε καὶ τοῦ Ν οὐκ ἔστιν ἀρσενικῶν οὐδεμία κατάληξις διὰ τὸ βραχὺ μὲν εἶναι τὸ Ε. Πᾶν δὲ ἀρσενικὸν καὶ θηλυκὸν εἰς ἀμετάβολον λῆγον μακροκαταληκτεῖν θέ‐ λει· ἀκολούθως μετὰ τὸ διδάξαι περὶ τοῦ η καὶ ν ἐπὶ | |
25 | τὰ εἰς Ι καὶ Ν λήγοντα ὀνόματα μεταπηδᾷ, καὶ τὸν δελφῖνα κανόνα προχειρισάμενος δι’ αὐτοῦ σε διδά‐ σκει καὶ πάντα τὰ ὅμοια, τὸ τελχίν, τὸ ἑρμίν καὶ τὰ λοιπά· ἔστι δὲ τελχίν δαίμων ἐριννυώδης καὶ φθο‐ νερός· τὸ ἑρμίν τὸ κραβατοπόδιον· ἔδει γοῦν αὐτὸν | |
30 | μετὰ τὸ Ι καὶ Ν περὶ τῶν εἰς Ο καὶ Ν ληγόντων ὀνομάτων φιλοσοφῆσαι· ἀλλ’ ἐπειδὴ οὐδέποτε ἀρσε‐ | |
νικὸν ὄνομα εἰς Ο μικρὸν καὶ Ν λήγει κατὰ ὀρθὴν | 100 | |
101 | καὶ εὐθεῖαν πτῶσιν δι’ ἣν ἀνωτέρω αἰτίαν εἰρήκαμεν, ἐπὶ τὸ Υ μεταβαίνει καὶ περὶ τῶν εἰς Υ καὶ Ν διδά‐ σκει σε ὀνομάτων διὰ κανόνος τοῦ Φόρκυνος καὶ ἀκολούθως ἐπὶ τὸ μέγα Ω τὸν λόγον μεταβιβάζει καὶ | |
5 | περὶ τῶν εἰς ων ὀνομάτων διαλαμβάνει· καὶ ἐπεὶ τὰ εἰς ων ὀνόματα τὰ μέν εἰσι παροξύτονα, τὰ δὲ ὀξύ‐ τονα, τὰ δὲ περισπώμενα, τρεῖς σοι κανόνας καὶ τού‐ των ἐκτίθεται, παροξύτονον μὲν τὸν Θέωνα, ὀξύτονον δὲ τὸν κοιτῶνα, περισπώμενον δὲ τὸν Ξενοφῶντα. | |
10 | καίτοι οὐδὲ ἐνταῦθα ἀνελλιπῶς ἔχειν ἡ διδασκαλία δόξειεν· οὔτε γὰρ τὰ εἰς ων παροξύτονα πάντα ἐπίσης κλίνεται· ἀλλὰ τὰ μὲν φυλάσσει τὸ ω μέγα ἐπὶ τῆς γενικῆς ὡς τὸ Θέων Θέωνος, Δίων Δίωνος, τὰ δὲ τρέπει αὐτὸ εἰς μικρόν, ὡς τὸ γείτων γείτονος, ἐλεή‐ | |
15 | μων ἐλεήμονος· τὰ δὲ τρέπει αὐτὸ καὶ προσλαμβάνει τὸ Τ, ὡς τὸ δράκων δράκοντος, λέων λέοντος, οὔτε μὴν τὰ εἰς ων ὀξύτονα τὴν αὐτὴν ἐπιδέχεται κλίσιν, ἀλλὰ καὶ τούτων τὰ μὲν φυλάσσει τὸ Ω μέγα, ὡς τὸ παρθενὼν παρθενῶνος, τὰ δὲ οὐ φυλάσσει, ὡς τὸ | |
20 | Σαρπηδών Σαρπηδόνος· διατί δὲ τοσούτων διαφορῶν οὐσῶν ἔν τε τοῖς ὀξυτόνοις καὶ τοῖς παροξυτόνοις οὐχὶ καθ’ ἑκάστην διαφορὰν ἴδιον κανόνα ἐποίησεν, ἀλλ’ ἕνα μὲν ἁπλῶς τῶν παροξυτόνων τὸν Θέωνα, ἕνα δὲ τῶν ὀξυτόνων τὸν κοιτῶνα, ἕνα δὲ τῶν περισπωμένων | |
25 | τὸν Ξενοφῶντα; καὶ λύομεν τοῦτο ἐπίσης τῷ προσ‐ λαβόντι λέγοντες, ὅτι πρῶτα μὲν ἐκεῖ χρείαν ἔχομεν ἑτέρων κανόνων, ἔνθα μεγάλην εὑρίσκομεν τὴν δια‐ φοράν· ἐπὶ δὲ τοῦ Θέωνος καὶ τοῦ γείτονος καὶ τοῦ δράκοντος κατὰ μόνην τὴν παραλήγουσάν ἐστιν ἡ δια‐ | |
30 | φορά· τὰ δὲ λοιπὰ πάντα ἐπ’ ἴσης ἔχει· ὁμοίως καὶ ἐπὶ τοῦ κοιτῶνος καὶ τοῦ Σαρπηδόνος ἡ παραλήγουσα | |
μόνον τὸ διάφορον ἔχει, τὰ δ’ ἄλλα ἰσάζει, ὥστε πε‐ | 101 | |
102 | ριττὸν ἦν ἐπὶ τοῖς οὕτω διαφόροις διαφόρους κανό‐ νας ἐκτίθεσθαι. Καίτοι οὔτε ταῦτα παντελῶς ἀμνη‐ μόνευτα εἴασεν, ἀλλ’ ἐν παραδείγμασιν ἔθετο· ὡς δὲ ἐδείχθη καὶ τὸ παράδειγμα γειτονεῖ. Ἄθρει γοῦν | |
5 | ὡς ἐν κεφαλαίῳ, θεσπεσία μοι κεφαλή, καὶ τὸ τῶν εἰς Ν ληγόντων ὀνομάτων εὔτακτον. Ἀλκμάν· ἰδού σοι τὸ Α μετὰ τοῦ Ν, σωλήν σωλῆνος, Ἕλλην, ἰδού σοι τὸ Η μετὰ τοῦ Ν· δελφίν· ἰδού σοι τὸ Ι μετὰ τοῦ Ν· Φόρκυν· ἰδού σοι τὸ Υ μετὰ τοῦ Ν· Θέων, | |
10 | κοιτών, Ξενοφῶν· ἰδοὺ τὸ Ω μέγα μετὰ τοῦ Ν. Κἀ‐ πειδήπερ ἐν τούτοις τὴν εἰς Ν κατάληξιν τῶν ἀρ‐ σενικῶν ὀνομάτων διεπεράνατο, ἐπὶ τὴν εἰς Ξ μεταβαί‐ νει καὶ κατὰ τὴν συνήθειαν ἀκολούθως πρότερον περὶ τῶν εἰς αξ ληγόντων ὀνομάτων φιλοσοφεῖ, τὸν θώ‐ | |
15 | ρακα μόνον κανόνα θέμενος· καὶ ἐπεὶ τριχῶς κλίνον‐ ται τὰ εἰς ξ, τὰ μὲν εἰς κος, ὡς τὸ ἄνθραξ ἄνθρακος, τὰ δὲ εἰς γος, ὡς τὸ ἅρπαξ ἅρπαγος, τὰ δὲ εἰς κτος ὡς τὸ ἄναξ ἄνακτος· τρεῖς ἔδει προθέσθαι· ἀλλ’ ὁ τεχνικὸς διὰ τὸ ταῦτα πάντα, εἴτε εἰς γος εἶεν εἴτε | |
20 | εἰς κτος, τὴν ὁμοίαν ἐπιδέχεσθαι κλίσιν, ἀρκεσθεὶς μόνῳ τῷ θώρακι καὶ τὰ λοιπὰ ὡς παραδείγματα θέ‐ μενος, ἐπὶ τὸ η καὶ ξ μεταβαίνει καὶ τὸν μύρμηκα κανόνα μόνον προβάλλεται· καίτοι καὶ τῶν εἰς ηξ δι‐ πλῆ ἐστιν ἡ κλίσις· τὰ μὲν γὰρ τούτων διὰ τοῦ κ | |
25 | κλίνεται, ὡς τὸ μύρμηκος καὶ σκώληκος, τὰ δὲ διὰ τοῦ γ ὡς τὸ βουπλῆγος καὶ τὸ ἀκανθοπλῆγος· ἀλλὰ πάλιν διὰ τὸ καὶ ταῦτα πάντα περιττοσυλλάβως, ὡς ἔφαμεν, κλίνεσθαι ἠρκέσθη μόνῳ τῷ μύρμηκι, τὸν δὲ βουπλῆγα παραδειγματίσας ἐπὶ τὸ Ι καὶ Ξ μετέρχεται | |
30 | καὶ προχειρίζεται κανόνα κἀνταῦθα τὸν πέρδικα. Καί‐ τοι τριπλῆς οὔσης καὶ ταύτης τῆς κλίσεως· τὰ μὲν | |
γὰρ τῶν εἰς ιξ ὀνομάτων εἰς κος κλίνεται ὡς τὸ πέρ‐ | 102 | |
103 | διξ πέρδικος, τὰ δὲ εἰς γος ὡς τὸ τέττιξ τέττιγος, τὰ δὲ εἰς χος ὡς τὸ καλλίθριξ καλλίτριχος, ἀλλ’ ὅμως διὰ τὴν προῤῥηθεῖσαν αἰτίαν καὶ τὸ ἐπίσης τὰ εἰς ιξ ἅπαντα κατὰ περιττοσυλλαβίαν κλίνεσθαι ἤρκεσεν αὐτῷ | |
5 | μόνος ὁ πέρδιξ καὶ μεταβὰς ἀπὸ τῶν εἰς ιξ ἐπὶ τὰ εἰς υξ ἔρχεται καὶ τὸν δοίδυκα προθέμενος ἐπὶ τὰ εἰς ωξ ἔρχεται καὶ διὰ κανόνος τοῦ βωκὸς ὁμοίαν τὴν κλίσιν τούτων γνωρίσας ἐν τούτῳ τελεοῖ τὴν εἰς ξ κα‐ τάληξιν. Καὶ ἀναθεώρησον ταῦτα, μεγαλεπηβολωτάτη | |
10 | μοι βασιλίδων. Θώραξ· ἰδοὺ τὸ Α μετὰ τοῦ Ξ· μύρ‐ μηξ ἰδοὺ τὸ Η μετὰ τοῦ Ξ, πέρδιξ ἰδοὺ τὸ Ι μετὰ τοῦ Ξ, βέβυξ ἰδοὺ τὸ Υ μετὰ τοῦ Ξ, βῶξ ἰδοὺ τὸ Ω μετὰ τοῦ Ξ. Καὶ ἐπειδὴ περὶ τούτων ἀρκούν‐ τως εἶπεν ἐπὶ τὴν εἰς Ρ κατάληξιν μεταβαίνει καὶ περὶ | |
15 | τῶν εἰς Η καὶ Ρ ληγόντων διδάσκει· εἰς αρ γὰρ οὐχ εὕρηται λῆγον ὄνομα ἀρσενικὸν ἑλληνικόν. Καὶ ἐπεὶ τῶν εἰς ηρ τὰ μὲν ὀξύνεται, τὰ δὲ παροξύνονται δύο κανόνας ἐκτίθεται, τὸν μὲν ἕνα ὀξύτονον τὸν λου‐ τῆρα, τὸν δὲ ἄλλον παροξύτονον τὸν Πίερα. Καί‐ | |
20 | τοι καὶ τῶν ὀξυτόνων τὰ μὲν φυλάσσει τὸ η καὶ ἐπὶ τῆς γενικῆς ὡς τὸ λουτήρ λουτῆρος, τὰ δὲ οὐ φυλάσ‐ σει ὡς τὸ ἀστὴρ ἀστέρος· ὡσαύτως καὶ τῶν παροξυ‐ τόνων τὰ μὲν φυλάσσει τὸ η ὡς τὸ Ἴβηρ, τὰ δὲ οὐ φυλάσσει ὡς τὸ Πίηρ Πίερος· ἀλλὰ διὰ τὴν προῤῥη‐ | |
25 | θεῖσαν αἰτίαν καὶ τὸ ἐν πᾶσι τούτοις ὁμοίως εἶναι τὴν κλίσιν περιττοσύλλαβον τοῖς δυσὶ τούτοις μόνοις ἀρ‐ κεσθεὶς τῷ λουτῆρι καὶ τὸ Πίερι ἔμελλε μὲν ἐπὶ τὸ Ι καὶ Ρ μεταβῆναι· ἀλλ’ ἐπεὶ ὀλίγα τῶν ὀνομάτων εἰς Ι καὶ Ρ λήγει καὶ οὐδὲ ταῦτα εἰς καθαρὸν τὸ Ι ἀλλ’ | |
30 | εἰς τὴν ΕΙ δίφθογγον ὡς τὸ Εἴρ καὶ τὸ Ἐλεάζειρ καὶ | 103 |
104 | τὸ εἰνάτειρ, διὰ τοῦτο παραλιπὼν ἐπὶ τὰ εἰς ωρ λή‐ γοντα ἔρχεται καὶ τὸν Νέστορα κανόνα προχειρισάμε‐ νος ἐν τούτοις τελεοῖ τὴν εἰς Ρ κατάληξιν· λουτήρ, Πίηρ· ἰδοὺ τὸ η μετὰ τοῦ ρ· Νέστωρ· ἰδοὺ τὸ ω | |
5 | μετὰ τοῦ ρ· εἰς αρ γὰρ ἢ εἰς ερ ἢ εἰς ορ ἢ εἰς ουρ οὐχ εὑρήκαμεν ἀρσενικοῦ ὀνόματος ἑλληνικοῦ κατάλη‐ ξιν. Καὶ λοιπὸν ἐπεὶ περὶ τούτων ἄριστα ἐδίδαξεν ἀκολούθως καὶ ἐπὶ τὸ πέμπτον τελικὸν σύμφωνον τῶν ἀρσενικῶν ὀνομάτων τὸ Ψ μεταβαίνει, καὶ πάντα τὰ | |
10 | ἄλλα καταλιπὼν φωνήεντα τὸ Α, τὸ Ι, τὸ Ο, τὸ Υ, ἐπὶ τὸ μέγα Ω μετέρχεται καὶ περὶ τῶν εἰς ωψ ὀνο‐ μάτων διδάσκει, τὸν Κύκλωπα κανόνα προχειρισάμε‐ νος. Καὶ μὴν ἀπορήσειεν ἄν τις μάλα δικαίως, καί· διατί ποτ’ ἄν, ὦ ἄριστε τεχνικῶν, εἴποι πρὸς αὐτόν, | |
15 | περὶ τῆς εἰς ψ καταλήξεως μέλλων διδάσκειν οὐ τὴν συνήθη σου ἀκολουθίαν κἀνταῦθα ἐφύλαξας; καὶ πρῶ‐ τον μὲν περὶ τῶν εἰς αψ διέλαβες ὀνομάτων, οἷόν ἐστιν τὸ Ἄραψ, ἔπειτα περὶ τῶν εἰς ιψ, οἷόν ἐστι τὸ ἴψ, ὃ σημαίνει τὸν σκώληκα, ἔπειτα περὶ τῶν εἰς οψ, | |
20 | οἷόν ἐστι τὸ Αἰθίοψ καὶ τὸ μέροψ, ἔπειτα περὶ τῶν εἰς υψ, οἷόν ἐστι τὸ γρύψ, καὶ τελευταῖον περὶ τῶν εἰς ωψ μέγα διέλαβες, ἀλλ’ ἐκεῖνα πάντα καταλιπὼν τοῦ τελευταίου μόνου, λέγω δὴ τοῦ Ω μεγάλου, πε‐ φρόντικας; ταῦτα μὲν ἀπορήσειεν ἄν τις τῷ τεχνικῷ | |
25 | δικαίως· ὁ δὲ τεχνικὸς ἀποκρινεῖται πρὸς αὐτόν· δι‐ καιότερον καὶ εὔλογον εἴπῃ σοῦ τὸ ἀπόρημα, πλὴν ἐγὼ τὴν πολυλογίαν μισῶν καὶ τὰ αὐτὰ περὶ τῶν αὐ‐ τῶν λέγειν πολλάκις, ἐπειδὴ ἑώρων τὰ εἰς αψ ὀνό‐ ματα καὶ τὰ εἰς ιψ, ἔτι δὲ τὰ εἰς οψ καὶ τὰ εἰς | |
30 | υψ, ἅπαντα μετὰ τῆς αὐτῆς περιττοσυλλαβίας κλινό‐ μενα (ὡς γὰρ τὸ ἴψ ἰπός, οὕτω καὶ τὸ γρύψ γρυπός καὶ Αἰθίοψ Αἰθίοπος καὶ τὸ Κύκλωψ Κύκλωπος)· πε‐ | |
ριττὸν ἡγησάμενος τὸ νὰ αὐτὰ πολλάκις λέγειν καὶ | 104 | |
105 | ἀδολεσχεῖν περὶ τῶν αὐτῶν, ἕνα μόνον κανόνα τὸν Κύκλωπα προκεχείρισμαι, διὰ τοῦτο μόνον διδάσκων περὶ πάσης τῆς εἰς ψ καταλήξεως· ἄλλως τε τὰ μὲν εἰς οψ καὶ ιψ καὶ εἰς υψ ὀνόματα λήγοντα πάνυ ὀλι‐ | |
5 | γοστά (sic) εἰσι καὶ δυσεύρετα· διὰ τοῦτο καὶ οὐκ ἀναγκαῖον ἦν περὶ τούτων διδάσκειν. τῶν γὰρ ὡς ἐπι‐ τοπολὺ λεγομένων, οὐ τῶν ὀλιγάκις, τεχνίτης ὁ γραμ‐ ματικός ἐστιν. Τὰ δὲ εἰς ωψ, ἐπεὶ πολλά εἰσι καὶ ποικίλα καὶ πανταχοῦ τῶν βίβλων φερόμενα, διὰ τοῦτο | |
10 | κἀμοὶ προτετίμηνται καὶ κανόνα τούτων ἐποιησάμην τὸν Κύκλωπα. Εἶδες, βασιλικωτάτη μοι κεφαλή, θαυ‐ μαστὴν εὐταξίαν ἐν τοῖς κανόσι τούτοις καὶ ὅπως διὰ τριάκοντα καὶ πέντε μόνων ὀνομάτων ἅπαντα τὰ ἀρ‐ σενικὰ ἑλληνικὰ ὀνόματα σαφῶς σοι καὶ τεχνικῶς ὁ | |
15 | τεχνικὸς παρεστήσατο. Ὅρα λοιπὸν κἀνταῦθα ὅτι, ὁποῖον οὖν προσπέσῃ σοι ὄνομα, ἐρεύνα μοι τὸ τέλος αὐτοῦ καὶ εἰ μὲν εἰς Σ λήγει ἀνάδραμε εἰς τοὺς εἰς Σ λήγοντας κανόνας καὶ οἵῳ ἂν αὐτῶν ἐστιν ἐμφερὲς πρὸς ἐκεῖνον ἀπευθύνουσα κλῖνον, καὶ τοῦτο κλίνοις | |
20 | ἂν ἀσφαλῶς· εἰ δὲ εἰς Ν ἐκεῖνο περατοῦται τὸ ὄνομα ἀνάλεξαι μοι πάλιν τοὺς εἰς Ν περατουμένους κανό‐ νας καὶ τὸν ὅμοιον ἐκείνῳ εὑροῦσα ὁμοίαν καὶ τὴν κλίσιν αὐτῷ ποίησον· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ἀλλ’ ἐπεὶ τὴν μέθοδον ἔγνωκας ἐξ ἀρχῆς ἀναλαβόντες | |
25 | τὸν λόγον περὶ τοῦ Αἴαντος λέγομεν τὰ περιττὰ πα‐ ρεῶντες, τὰ δὲ καιριώτερα καὶ ἀνυσιμώτερα λέγον‐ τες. Καὶ πρῶτον περὶ τῆς κλίσεως τῶν ὀνομάτων | |
λεκτέον. | 105 | |
106 | Περὶ τῆς κλίσεως τῶν ὀνομάτων. Ἅπασα τοίνυν κλίσις ὀνομάτων ἐκ τῆς εὐθείας εἰς τὴν γενικὴν κλινομένη καὶ τρεπομένη, διὸ καὶ κλίσις ὠνόμασται, ἢ περιττοσυλλάβως γίνεται ἢ ἰσοσυλλά‐ | |
5 | βως· εἰ μὲν οὖν περιττοσυλλάβως, ἄθρει μοι τὴν ἀκολουθίαν· τηνικαῦτα γὰρ ἐκ μὲν τῆς εὐθείας ἡ γε‐ νικὴ γίνεται καὶ λήγει ἐξ ἀνάγκης εἰς ος· ἐκ δὲ τῆς γενικῆς ἡ δοτικὴ πάλιν γίνεται καὶ λήγει καὶ αὐτὴ ἐξ ἀνάγκης εἰς Ι ἐκφωνούμενον, ἐκ δὲ τῆς δοτικῆς ἡ αἰ‐ | |
10 | τιατικὴ καὶ περαίνεται πάντως εἰς Α· ἡ δὲ κλητικὴ ὡς ἐπὶ τὸ πολὺ μὲν ἀπὸ γενικῆς ἐστι τῆς τελευταίας συλλαβῆς ἀποβαλλομένης ἢ πάσης ἢ τῶν ἐσχάτων ταύ‐ της στοιχείων, τοῦ Ο δηλονότι καὶ τοῦ Σ, ἐνίοτε δὲ καὶ τῇ εὐθείᾳ ὁμοφωνεῖ, ἢ καθ’ ἑτέρους γίνεται τρό‐ | |
15 | πους, οὓς ἐν τοῖς οἰκείοις τόποις ἐροῦμεν. Ἡ δὲ εὐθεῖα τῶν δυϊκῶν καὶ αἰτιατικὴ ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν κανονίζεται καὶ λήγει ἐξ ἀνάγκης εἰς Ε. Καὶ μὴ θαυμάσῃς, ἐὰν εἴπω σοι αἰτιατικὴν τῶν δυϊκῶν. Γίνωσκε γάρ, ὅτι ἐν τοῖς δυϊκοῖς πτώσεις συνανακίρ‐ | |
20 | νανται, καὶ ἡ μὲν εὐθεῖα καὶ ἡ αἰτιατικὴ μία γίνεται, δι’ ἣν ἔχουσι πρὸς ἀλλήλας οἰκειότητα. Ἴδε γὰρ καὶ τὸν τεχνικὸν, ὅτι πανταχοῦ ταύτας μιγνύει λέγων· ὅτι πᾶσα ὀρθὴ καὶ αἰτιατικὴ μὴ οὖσα ἀπὸ συναιρέ‐ σεως ὀξύνεται, καὶ πάλιν πᾶν ἄρθρον ὀρθῆς καὶ αἰ‐ | |
25 | τιατικῆς· διὰ τοῦτο γοῦν καὶ διὰ τὴν τούτων ὡς εἶ‐ πον συγγένειαν ἐν τοῖς δυϊκοῖς εἰς ταὐτὸν συνῆλθον ἡ εὐθεῖα καὶ ἡ αἰτιατική· καὶ πάλιν ἡ γενικὴ καὶ δο‐ τικὴ εἰς ἓν συνέδραμον καὶ μία πτῶσις ἐγένοντο· διότι καὶ αὗται συγγενεῖς ἀλλήλαις εἰσίν. Ἴδε μοι γὰρ καὶ | |
30 | τὸν τεχνικόν, ὅπως καὶ ταύτας ἁπανταχοῦ μίγνυσι λέγων· πᾶσα γενικὴ καὶ δοτικὴ μακροκατάληκτος· καὶ | |
διὰ τοῦτο καὶ τέσσαρες πτώσεις τοῖς δυϊκοῖς δύο μό‐ | 106 | |
107 | ναι γεγένηνται. Ἀλλ’ ὅπερ ἔλεγον ἐκ μὲν τῆς δοτικῆς τῶν ἑνικῶν [ἡ] τῶν δυϊκῶν ἡ εὐθεῖα καὶ ἡ αἰτια‐ τικὴ γίνεται καὶ λήγει πάντοτε καθάπερ εἶπον εἰς Ε· ἐκ δὲ ταύτης πάλιν ἡ γενικὴ καὶ δοτικὴ τῶν δυϊκῶν | |
5 | κανονίζεται καὶ περατοῦται ἐξ ἀνάγκης εἰς ΟΙΝ· ἐπεὶ γὰρ μέσα ἑνικῶν καὶ πληθυντικῶν εἰσι τὰ δυϊκὰ καὶ ὡς εἶπον αἱ πτώσεις συνακίρνανται, δικαίως εἰς οιν λήγει ἡ γενικὴ καὶ δοτικὴ τῶν δυϊκῶν, τὸ μὲν ο λα‐ βοῦσα ἀπὸ τῆς γενικῆς τῶν ἑνικῶν, τὸ δὲ ι ἀπὸ τῆς | |
10 | δοτικῆς, τὸ δὲ ν ἀπὸ τῆς γενικῆς τῶν πληθυντικῶν· ἀλλ’ οὕτω μὲν ἡ γενικὴ καὶ δοτικὴ τῶν δυϊκῶν· ἡ δὲ κλητικὴ τῶν δυϊκῶν τῇ ἑαυτῆς εὐθείᾳ ὁμόφωνός ἐστιν ἀεί. Ἡ δὲ εὐθεῖα τῶν πληθυντικῶν ἀπὸ τῆς εὐθείας τῶν δυϊκῶν γίνεται καὶ περατοῦται εἰς ΕΣ, ἐκ δὲ | |
15 | ταύτης ἡ γενικὴ τῶν πληθυντικῶν καὶ περατοῦται εἰς ΩΝ. Ἡ δὲ δοτικὴ τῶν πληθυντικῶν ποτὲ μὲν ἀπὸ τῆς εὐθείας τῶν ἑνικῶν γίνεται, ποτὲ δὲ ἀπὸ τῆς δο‐ τικῆς· ὅθεν δ’ ἂν γένηται τελευταῖον αὐτῆς ἐστι τὸ Ι. Ἡ δὲ αἰτιατικὴ τῶν πληθυντικῶν ἀπὸ τῆς αἰτια‐ | |
20 | τικῆς τῶν ἑνικῶν κανονίζεται καὶ εἰς ΑΣ βραχὺ τε‐ λευτᾷ, ἡ δὲ κλητικὴ καὶ αὐτὴ τῇ αὐτῆς εὐθείᾳ ἐστὶν ὁμόφωνος· ἀλλὰ τοιαύτη μὲν ἡ περιττοσύλλαβος κλίσις· καὶ ταύτῃ ἀκολουθοῦσα ὀρθῶς ἂν καὶ μετὰ ἀσφαλείας ἅπαν περιττοσυλλάβως κλινόμενον ὄνομα | |
25 | κλίνῃς· περὶ δὲ τῶν ἰσοσυλλάβως κλινομένων ἤδη | |
λέγομεν. | 107 | |
108 | Περὶ τῶν ἰσοσυλλάβως κλινο‐ μένων. Τῶν τοίνυν ἰσοσυλλάβως κλινομένων ὀνομάτων ἐκ μὲν τῆς εὐθείας ἡ γενικὴ γίνεται καὶ λήγει ὡς ἐπιτο‐ | |
5 | πλεῖστον εἰς ΟΥ, ἐνίοτε δὲ καὶ εἰς Α, ὡς Λουκᾶς Λουκᾶ καὶ Θωμᾶς Θωμᾶ· ἐκ δὲ τῆς γενικῆς ἡ δοτικὴ κανονίζεται· καὶ ὅταν μὲν εἰς μικρὸν φωνῆεν λήγῃ ἀντίστοιχον ἔχει δὲ ἀεὶ τὸ Ι ὑποκατωγραφόμενον καὶ μὴ ἐκφωνούμενον· ἡ δὲ αἰτιατικὴ ἀπὸ τῆς εὐθείας | |
10 | γίνεται καὶ λήγει εἰς Ν· ἡ δὲ κλητικὴ ἀπὸ τῆς εὐθείας γίνεται καὶ αὐτή· τριπλῆν δὲ ἔχει τὴν κλίσιν· ἢ γὰρ εἰς Α ἢ εἰς Η ἢ εἰς Ε λήγει. Ἡ δὲ εὐθεῖα τῶν δυϊ‐ κῶν ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν γίνεται καὶ ὡς ἐπὶ τὸ πολὺ μὲν ὁμόφωνός ἐστιν αὐτῇ· ὅταν δὲ ἡ δοτικὴ | |
15 | εἰς Η λήγει, τότε οὐκ ἔστιν ὁμόφωνος· λήγει γὰρ αὐτὴ εἰς Α· ἡ δὲ γενικὴ καὶ δοτικὴ γίνεται μὲν ἀπὸ τῆς εὐθείας τῶν δυϊκῶν· λήγει δὲ ποτὲ μὲν εἰς ΑΙΝ, ποτὲ δὲ εἰς ΟΙΝ· ἡ δὲ κλητικὴ τῶν δυϊκῶν τῇ ἑαυ‐ τῆς εὐθείᾳ ὁμοφωνεῖ. Ἡ δὲ τῶν πληθυντικῶν εὐθεῖα | |
20 | γίνεται μὲν ἀπὸ τῆς εὐθείας τῶν δυϊκῶν, λήγει δὲ εἰς ΑΙ ἢ εἰς ΟΙ· ἡ δὲ γενικὴ τῶν πληθυντικῶν ἐκ τῆς ἰδίας εὐθείας κανονίζεται καὶ εἰς ΩΝ λήγει· καὶ ἡ δοτικὴ τῶν πληθυντικῶν ἐκ τῆς αὐτῆς εὐθείας προέρ‐ χεται περατοῦται δὲ εἰς ΑΙΣ ἢ εἰς ΟΙΣ· ἔτι δὲ καὶ | |
25 | ἡ αἰτιατικὴ αὐτῶν ἐκ τῆς εὐθείας αὐτῆς γίνεται, πε‐ ραίνεται δὲ ἢ εἰς ΑΣ ἢ εἰς ΟΥΣ· ἡ μέντοι κλητικὴ τῇ ἑαυτῆς εὐθείᾳ ὁμοφωνεῖ. Τούτων οὕτω προδιασαφη‐ θέντων ἐκ τοῦ Αἴαντος ἤδη τὴν ἀρχὴν προβαλλόμενος λέγομεν μηδὲν πλέον ἐξιχνιάζοντες ἢ τὴν κλίσιν ἑκά‐ | |
30 | στου κανόνος· ἐὰν γὰρ ταύτην ἐπιγνωσώμεθα μόνην, εἴτε περιττοσύλλαβός ἐστιν εἴτε ἰσοσύλλαβος, ἕξομεν | |
ἤδη καὶ τῶν ἄλλων πτώσεων ἀκριβῶς διάγνωσιν. | 108 | |
109 | Ἀρχὴ τῶν ἀρσενικῶν κανόνων. Καν. αʹ. Κλίνεται τοίνυν Αἴας Αἴαντος. Καὶ διατί; διότι τὰ εἰς ας καθαρὸν ὀνόματα δι‐ σύλλαβα βαρύτονα μακροκατάληκτα διὰ τοῦ | |
5 | ΝΤ κλίνεται· [οὐχ] ἅπαντα τὰ εἰς ας, ἀλλὰ τὰ εἰς ας καθαρόν· καθαρὰ δὲ λέγομεν, ὅταν δύο φω‐ νηέντων ἐν δυσὶ συλλαβαῖς μηδὲν μεσοσυλλαβῇ σύμ‐ φωνον. Ἰδοὺ γὰρ τὸ μέλας ὄνομά ἐστιν εἰς ας λῆγον ἀλλὰ διὰ μόνου τοῦ Ν· οὐ γάρ ἐστι μέλας μέλαντος, | |
10 | ἀλλὰ μέλας μέλανος. Καὶ οὐδὲ πάλιν πάντα τὰ εἰς ας καθαρὸν διὰ τοῦ ντ κλίνεται ἀλλὰ τὰ εἰς ας καθα‐ ρὸν δισύλλαβα· τὸ γὰρ Αἰνείας ὄνομά ἐστιν εἰς ας καθαρὸν λῆγον, ἀλλὰ διὰ τὸ μὴ εἶναι δισύλλαβον οὐ κλίνεται διὰ τοῦ ντ, ἀλλὰ διὰ τῆς ου· οὐ γάρ ἐστιν | |
15 | Αἰνείας Αἰνείαντος· ἀλλὰ Αἰνείας Αἰνείου· καὶ οὐδὲ πάντα τὰ εἰς ας καθαρὸν δισύλλαβα διὰ τοῦ ντ κλί‐ νεται, ἀλλὰ τὰ εἰς ας καθαρὸν δισύλλαβα βαρύτονα· τὸ γὰρ Ἀρκάς ὄνομά ἐστι δισύλλαβον εἰς ας· ἀλλά, διὰ τὸ μεσοσυλλαβοῦν τὸ κ εἶναι ὀξύτονον καὶ μὴ | |
20 | βαρύτονον, οὐ κλίνεται Ἀρκάς Ἀρκάντος ἀλλὰ Ἀρκὰς Ἀρκάδος. Ἔτι δὲ οὐχ ἁπλῶς τὰ εἰς ας καθαρὸν δισύλλαβα βαρύτονα διὰ τοῦ ντ κλίνονται, εἰ μὴ μα‐ κροκατάληκτα ᾖ· τὸ γὰρ λᾶας ὄνομά ἐστιν εἰς ας κα‐ θαρὸν λῆγον καὶ δισύλλαβον καὶ βαρύτονον, ἀλλὰ διὰ | |
25 | τὸ μὴ εἶναι μακροκατάληκτον οὐ κλίνεται λᾶας λάαν‐ τος, ἀλλὰ λᾶας λᾶα· ὅταν τοίνυν εὕρῃς ὄνομα εἰς ας λῆγον καθαρόν, ἔστι δὲ τὸ ὄνομα τοῦτο καὶ δισύλλα‐ βον καὶ βαρύτονον καὶ μακροκατάληκτον, ἐκεῖνό μοι κλῖνον διὰ τοῦ ντ, ὡς τὸ Δρύας Δρύαντος, Θόας | |
30 | Θόαντος, Ὕας Ὕαντος· ἔνθα δὲ ἐλλείπει τι τούτων μὴ κλῖνέ μοι τοῦτο διὰ τοῦ ντ πλὴν ὀλίγων· τὸ γὰρ | |
Κάλχας Κάλχαντος εἰς ας λῆγον οὐ καθαρὸν ὅμως | 109 | |
110 | διὰ τοῦ ντ κλίνεται· ἔτι δὲ καὶ τὸ γίγας γίγαντος καὶ τὸ ἀδάμας ἀδάμαντος μὴ ὄντα καθαρὰ ἢ δισύλλαβα· τέως δὲ ὡς ἐπὶ τὸ πλεῖστον τὰ καθαρὰ καὶ δισύλλαβα καὶ βαρύτονα καὶ μακροκατάληκτα ἐκεῖνα διὰ τοῦ ντ | |
5 | κλίνονται· ἐπεὶ δὲ περιττοσυλλάβως ὁ Αἴας κλίνεται κατὰ τὴν δοθεῖσαν τῶν περιττοσυλλάβων κλινομένων ἀκολουθίαν τὴν ἅπασαν κλίσιν τούτου ἀπέργασαι. Καν. βʹ. Ὁ κοχλίας· ἔστι μὲν καὶ αὐτὸς τῶν εἰς ας καθαρὸν ληγόντων ὀνομάτων, κλίνεται δὲ ἰσο‐ | |
10 | συλλάβως κοχλίας κοχλίου. Διατί; ὅτι τὰ εἰς ας καθαρὸν ὀνόματα ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ βαρύτονα εἰς ου ἔχει τὴν γενικήν· τὰ γὰρ εἰς ας καθαρὸν εἰ μὲν δισύλλαβα ᾖ διὰ τοῦ ντ κλίνεται, ὡς ἐδείξαμεν· εἰ δὲ ὑπὲρ δύο συλλαβάς, ἐκεῖνα διὰ | |
15 | τῆς ου κλίνεται· πλὴν οὐχ ἁπλῶς τὰ εἰς ας καὶ ὑπὲρ δύο συλλαβὰς ὄντα, ἀλλὰ καὶ ἁπλᾶ τυγχάνοντα καὶ βαρύτονα. Τὸ γὰρ ἀδάμας καὶ εἰς ας λήγει καὶ ὑπὲρ δύο συλλαβάς ἐστιν· ἀλλ’ ἐπειδὴ μὴ ἔστιν ἁπλοῦν, σύγκειται δὲ ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ | |
20 | δαμάζω, διὰ τοῦτο οὐ κλίνεται ἀδάμας ἀδάμου, ἀλλὰ ἀδάμας ἀδάμαντος· ἔστι δὲ καὶ τὸ ἀνδριάς εἰς ας κα‐ θαρὸν καὶ ὑπὲρ δύο συλλαβὰς καὶ ἁπλοῦν, ἀλλ’ ἐπεὶ οὐκ ἔστι βαρύτονον ἀλλ’ ὀξύτονον διὰ τοῦτο ἀνδριάς ἀνδριάντος κλίνεται καὶ οὐκ ἀνδριάς ἀνδριοῦ. Ὅσα | |
25 | τοίνυν εἰς ας καθαρὸν ὀνόματα λήγοντα εὕρῃς ὑπὲρ δύο συλλαβάς, εἴτε τρισύλλαβα ὡς τὸ Αἰνείας Ἀν‐ δρέας, εἴτε τετρασύλλαβα ὡς τὸ Ἀνανίας νεανίας εἰσί, καὶ ταῦτα καὶ ἁπλᾶ καὶ βαρύτονα, ἐκεῖνα κλῖνε διὰ τῆς ου καὶ εὐθυτάτην ἂν τὴν κλίσιν ἐργάσαιο· εἰ γὰρ | |
30 | σέ τις οὕτω τυχὸν ἔροιτο· πῶς σοί, ὦ βασίλισσα, ὃ Ἀδρίας κλιθήσεται; κόλπος δέ ἐστιν οὗτος ὁ Ἀδρί‐ | |
ας, ἐξ οὗ καὶ τὸ ἀδριατικὸν λέγομεν τὸ πέλαγος· | 110 | |
111 | ἴδε μοι τοῦτο τὸ ὄνομα, ἐπεὶ εἰς ας λήγει καθαρὸν τὸ Ἀδρίας, ἔστι δὲ καὶ ὑπὲρ δύο συλλαβάς, τρι‐ σύλλαβον γάρ· ἔστι δὲ καὶ ἁπλοῦν, ἀσύνθετον γάρ, ὑπάρχει δὲ καὶ βαρύτονον, παροξύτονον γάρ· ἀπό‐ | |
5 | κρινέ μοι θαῤῥούντως πρὸς τὸν ἐρωτήσαντα, ὅτι ὦ ἄνθρωπε Ἀδρίας Ἀδρίου κλίνω καὶ οὐκ οἶμαι τὴν κλί‐ σιν ποιῆσαι παράλογον· ἀλλ’ ἐπειδὴ τὸ κοχλίας κο‐ χλίου ἰσοσυλλάβως ἐφάνη κλινόμενον ἔπελθέ μοι καὶ τὰς ἄλλας ἁπάσας πτώσεις κατὰ τοὺς προϋφηγηθέντας | |
10 | σοι τρόπους τῆς ἰσοσυλλάβου κλίσεως· τὰ μὲν οὖν εἰς ας ὀνόματα οὕτως ἐπιγνώσῃ καὶ κλινεῖς. τὰ δὲ εἰς ης ἤδη μοι σκόπει. Καν. γʹ. Ὁ Λάχης· ἔστι μὲν εἰς ης ληγόντων καὶ οὗτος· κλίνεται δὲ περιττοσυλλάβως διὰ τοῦ τος· | |
15 | τὰ γὰρ εἰς ης βαρύτονα ἰαμβικά, μὴ ἔχοντα ἐπ’ εὐθείας τὸ Τ, εἰς τος ἔχει τὴν γενικήν· οὐ γὰρ ἁπλῶς τυγχάνοντα· ἰαμβικά δὲ λέγονται, ὅσα τὴν μὲν λήγουσαν μακράν, βραχεῖαν δὲ τὴν παραλή‐ γουσαν· ἐκεῖνα διὰ τοῦ τος κλίνονται· ἀλλ’ ὅσα μηδὲ | |
20 | ἔχουσιν ἐπ’ εὐθείας τὸ Τ. Τὸ γὰρ Εὐφράτης καὶ βα‐ ρύτονόν ἐστιν καὶ ἰαμβικόν, ἅτε εἰς βραχὺ μὲν τὸ φρα παραλῆγον, εἰς δὲ μακρὰν τὸ της λῆγον· ἀλλ’ ἐπειδὴ ἐπ’ εὐθείας ἔχει τὸ Τ, οὐ κλίνεται διὰ τοῦ τος περιττοσυλλάβως· οὐ γάρ ἐστιν Εὐφράτητος, ἀλλ’ | |
25 | Εὐφράτου· τὸ δὲ Λάχης, λέβης καὶ Πάχης καὶ Κέβης, ἐπεὶ μὴ ἔχουσιν ἐπ’ εὐθείας τὸ Τ διὰ τοῦ τος κλίνον‐ ται Λάχης Λάχητος, Πάχης Πάχητος, Κέβης Κέβητος, Δάρης Δάρητος. Κλιθήτω σοι καὶ οὗτος ὁ κανὼν περιττοσυλλάβως. | |
30 | Καν. δʹ. Ὁ Χρύσης· λήγει μὲν καὶ αὐτὸς εἰς ης καθάπερ δὴ καὶ ὁ Λάχης καὶ βαρύτονός ἐστιν ὡς | |
αὐτός, οὐ κλίνεται δὲ ὁμοίως αὐτῷ κατὰ περιττοσυλ‐ | 111 | |
112 | λαβίαν, διότι οὐκ ἔστιν ἰαμβικός, ἀλλ’ ἰσοσυλλάβως εἰς ου ποιεῖ τὴν κλίσιν· τὰ γὰρ εἰς ης βαρύτονα σπονδειακὰ εἰς ου ἔχει τὴν γενικήν· σπον‐ δειακὰ δὲ λέγονται· ὅσα γὰρ τὴν λήγουσαν καὶ πα‐ | |
5 | ραλήγουσαν μακρὰν ἔχουσιν ἀρίθμει μοι εἰς τουτονὶ τὸν κανόνα μετὰ τῶν ἰσοσυλλάβως κλινομένων. Καν. έ. Ὁ Δημοσθένης· ἔστι μὲν [καὶ] αὐτὸς τῶν εἰς ης· κλίνεται δὲ οὔτε εἰς τος ὡς Λάχης οὔτε εἰς ου ὡς Χρύσης, ἀλλὰ διὰ καθαροῦ τοῦ ος | |
10 | καὶ κατὰ συναίρεσιν εἰς ους, ὡς εἶναι τὸν αὐτὸν καὶ περιττοσυλλάβως καὶ ἰσοσυλλάβως κλινόμενον· ὅταν μὲν γὰρ Δημοσθένης Δημοσθένεος εἴπω, περιττοσυλ‐ λάβως τὴν κλίσιν ἐποιησάμην· ὅταν δὲ Δημοσθένης Δημοσθένους, ἰσοσυλλάβως. Καὶ ἀπορήσεις ἐντεῦ‐ | |
15 | θεν, πῶς ἐπεὶ καὶ τὸ Δημοσθένης ἰαμβικόν ἐστιν ὄνομα, ἅτε τὴν παραλήγουσαν βραχεῖαν ἔχων, μακρὰν δὲ τὴν λήγουσαν, οὐ κλίνεται καὶ αὐτὸς διὰ τοῦ τος; ἀλλ’ ἐγὼ μέν σοι λύσω τὴν ἀπορίαν καὶ ὑποδείξω τὸν τρό‐ πον, δι’ οὗ ἂν ἔχῃς ἐπιγινώσκειν τὰς κλίσεις τῶν | |
20 | εἰς ης ὀνομάτων· ὅσα μὲν γὰρ κυρίως εἰσὶν ἰαμβικά· κυρίως δὲ ἰαμβικά εἰσι τὰ δισύλλαβα καὶ βραχεῖαν μὲν τὴν παραλήγουσαν, μακρὰν δὲ τὴν λήγουσαν ἔχοντα· μὴ ἔχουσι δὲ τὸ Τ ἐπ’ εὐθείας, ἐκεῖνα ἐξ ἀνάγκης διὰ τοῦ τος κλίνονται. Ὅσα δὲ σύνθετά εἰσιν ἀπὸ οὐδε‐ | |
25 | τέρων ὀνομάτων ληγόντων εἰς ος, ἐκεῖνα διὰ τοῦ εος κλίνονται· οἷόν τι λέγω τὸ Δημοσθένης καὶ Ἀντισθέ‐ νης, ἐπεὶ σύγκειται ἀπὸ τοῦ σθένος, ὅπερ ἐστὶν οὐ‐ δέτερον ὄνομα, διὰ τούτου τὴν αὐτοῦ μιμησάμενα κλί‐ σιν διὰ τοῦ εος κλίνεται, ὡς γὰρ σθένος σθένεος, | |
30 | οὕτω καὶ Δημοσθένης Δημοσθένεος. Ὁμοίως καὶ τὸ Εὐθυκράτης καὶ Ἀριστοκράτης ἐπεὶ ἀπὸ οὐδετέρου ὀνό‐ | |
ματος τοῦ κράτος συντέθεινται διὰ τοῦτο διὰ τοῦ εος | 112 | |
113 | κλίνονται· ὡς γὰρ κράτος κράτεος οὕτω καὶ Ἀριστο‐ κράτης Ἀριστοκράτεος· οὐ μόνον δὲ ἐπὶ τῶν βαρυ‐ τόνων οὕτως ἔχει, ἀλλὰ καὶ ἐπὶ τῶν περισπωμένων· τὸ γὰρ Ἡρακλῆς καὶ τὸ Περικλῆς ἐπεὶ ἀπὸ οὐδετέρου | |
5 | ὀνόματος σύγκειται τοῦ κλέος διὰ τοῦ εος καὶ ταῦτα ποιοῦσι τὴν γενικήν· Ἡρακλέος γὰρ καὶ Περικλέος λέγομεν· ἀλλ’ οὕτω μὲν τὰ εἰς ης λήγοντα ὀνόματα· ἐπιγνώσῃ δὲ τὰ εἰς ις ἐντεῦθεν. Καν. ϛʹ. ζʹ. Ὁ Πάρις· ἔστι μὲν τῶν εἰς ις λη‐ | |
10 | γόντων, κλίνεται δὲ περιττοσυλλάβως εἰς δος. Τῶν γὰρ εἰς ις ὀνομάτων ὅσα εἰσὶ κύρια (κύρια δὲ λέγονται τὰ ἰδικῶς ἑνὶ ἑκάστῳ προσαρμόττοντα, ὡς ἐμοὶ τὸ Θεόδωρος καὶ τῷ δεῖνι τὸ Νικόλαος), διὰ τὸ ιδος κλίνονται· τὸ γὰρ Πάρις καὶ τὸ Ἄδωνις | |
15 | καὶ τὸ Βένδις· ἔτι δὲ καὶ το Κούνουφις καὶ τὸ Σέ‐ φνουφις κύρια ὀνόματα διὰ τοῦ δος κλίνονται. Πά‐ ριδος, Ἀδώνιδος, Βένδιδος, Κουνούφιδος· εἰ δὲ κύρια [μὲν] οὐκ εἰσὶ, κοινὰ δὲ τῷ γένει ὑπάρχουσι καὶ μακροκατάληκτα· κοινὰ δὲ τῷ γένει ἐκεῖνα λέγομεν, | |
20 | ὅσα ἀρσενικῶς καὶ θηλυκῶς δύνανται λέγεσθαι, οἷον ὁ ἄνθρωπος καὶ ἡ ἄνθρωπος, ὁ ἵππος καὶ ἡ ἵππος, ὁ κύων καὶ ἡ κύων· ἐκεῖνα διὰ τοῦ θος κλίνονται· τὸ γὰρ ὄρνις ἐπεὶ κοινόν ἐστι τῷ γένει λέγομεν ὁ ὄρνις καὶ ἡ ὄρνις διὰ τοῦτο εἰς θος κλίνεται καὶ οὐκ εἰς | |
25 | δος· ὄρνιθος γάρ, ἀλλ’ οὐκ ὄρνιδος λέγομεν· ὅσα δὲ τῶν εἰς ις οὔτε κύριά εἰσιν ὡς τὸ Πάρις, οὔτε μακροκατάληκτα ὡς τὸ ὄρνις, ἀλλὰ βραχυκαταληκτοῦσι καὶ εἰσὶ προσηγορικά· προσηγορικὸν δὲ λέγεται ὄνομα τὸ ἁρμόττον ὅλῳ τῷ εἴδει, οἷον τὸ γρύψ προσηγορι‐ | |
30 | κόν ἐστιν· ὅλοις γὰρ ἁρμόττει γρυψίν, τὴν τῶν γρυ‐ πῶν γὰρ φύσιν πᾶσαν σημαίνει, ὡσαύτως δὲ καὶ ὁ | |
ὄφις· ὅλοις γὰρ ἁρμόττει τοῖς ὄφεσιν· ἐκεῖνα οὔτε | 113 | |
114 | εἰς θος οὔτε εἰς δος κλίνονται, ἀλλὰ διὰ καθαροῦ τοῦ ος τὴν οἰκείαν κλίσιν ποιοῦνται ὄφιος μάντιος. Καν. ή. Ὁ χαρίεις· ὅσα δὲ καὶ τῶν εἰς εις διφθογγίζονται· διφθογγίζονται δὲ ἐκεῖνα ὅσα παρώ‐ | |
5 | νυμα ἀφ’ ἑτέρων λεγόμενα καθαρὸν ἔχει τὸ εις· ἐκεῖνα διὰ τοῦ ντ κλίνονται, οἷον τὸ χαρίεις· τοῦτο γὰρ ὄνομά ἐστι παρώνυμον· ἀπὸ γὰρ τοῦ χάρις παράγεται καὶ καθαρὸν ἔχει τὸ εις· οὐδὲν γὰρ μέσον τῆς ληγού‐ σης καὶ τῆς παραληγούσης σύμφωνον ἐπιφέρεται, καὶ | |
10 | διὰ τοῦτο χαρίεντος κλίνεται, ὥσπερ καὶ τὸ τιμήεις τιμήεντος καὶ τὸ ἐρώεις ἐρώεντος· ἀλλ’ ἐπεὶ καὶ τὸ Πάρις καὶ τὸ ὄρνις καὶ τὸ ὄφις καὶ τὸ χαρίεις πε‐ ριττοσυλλάβως κλίνονται, οἶδάς μοι τὸν τρόπον ὅπως αὐτοὺς μεχρὶ τέλους κλινεῖς. | |
15 | Καν. θʹ. Ὁ Πηλεύς· τῶν δὲ εἰς ευς ὀνομάτων ἁπλῆ ἐστιν ἡ κλίσις· πάντα γὰρ ταῦτα περιττοσυλλά‐ βως διὰ τοῦ εος κλίνονται, ἰωνικῶς μὲν διὰ τοῦ ος μικροῦ, ἀττικῶς δὲ διὰ τοῦ ως μεγάλου. ταῦτα γὰρ οἱ μὲν Ἴωνες ταπεινόφρονες ἄνδρες ἦσαν καὶ ἄκομψοι | |
20 | καὶ διὰ τοῦτο μικρὰ καταφρονεῖν ἐθέλοντες καὶ φω‐ νεῖν διὰ τοῦ Ο μικροῦ τὰς οἰκείας κλίσεις εἰργάζοντο· οἱ δὲ Ἀττικοὶ ὡς ἀλαζόνες καὶ μεγαλόφρονες μεγεθύ‐ νειν καὶ τὰς παρ’ αὐτῶν ἠβούλοντο κλίσεις· τέως δὲ κοινῷ λόγῳ πάντα τὰ εἰς ευς διὰ τοῦ εος κλίνονται | |
25 | Πηλεύς Πηλέος, Οἱονεύς Οἱονέος, Ἀτρεύς Ἀτρέος, Ἀχιλλεύς Ἀχιλλέος καὶ τὰ ὅμοια. Καν. ί. Ὁ ἡδύς. ἔστι μὲν τῶν εἰς υς ληγόντων ὀνομάτων, κλίνεται δὲ περιττοσυλλάβως ἡδύς ἡδέος· οὐ φυλάσσει δὲ τὸ υ ἐπὶ γενικῆς· διὸ τριγενές ἐστι | |
30 | τοῦτο τὸ ὄνομα· ὁ ἡδύς, ἡ ἡδεῖα, τὸ ἡδύ. Τῶν γὰρ εἰς υς ὀξυτόνων ὀνομάτων τὰ μὲν τριγενῆ οὐ φυλάσ‐ | |
σουσι τὸ υ ἐπὶ γενικῆς ἀλλὰ διὰ τοῦ εος κλίνονται. | 114 | |
115 | τὸ γὰρ ταχύς οὐ ταχύος, ἀλλὰ ταχέος κλίνεται, καὶ τὸ γλυκύς οὐ γλυκύος ἀλλὰ γλυκέος κλίνεται, διότι τριγενῆ ἐστιν. Ἔστι γὰρ ὁ ταχύς καὶ ὁ γλυκύς, ἡ ταχεῖα ἡ γλυκεῖα, τὸ ταχύ καὶ τὸ γλυκύ· τὸ δὲ ἰχθύς | |
5 | φυλάσσει τὸ υ καὶ ἐπὶ γενικῆς καὶ ἰχθύος κλίνεται διότι μονογενὲς καὶ οὐ τριγενές ἐστιν. Ἐπὶ μόνου γὰρ ἀρσενικοῦ εὑρίσκομεν ὁ ἰχθύς· ἐπὶ δὲ θηλυκοῦ ἢ ἐπὶ οὐδετέρου οὐδέποτε εὕρηται ἡ ἰχθύς ἢ τὸ ἰχθύ. Ὅταν τοίνυν εἰς υς ὀξύτονον εὕρῃς ὄνομα, ἐρεύνα | |
10 | μοι τοῦτο καὶ εἰ μὲν δύνασαι ἐκ τούτου καὶ θηλυκὸν καὶ οὐδέτερον συστήσασθαι ὄνομα, οἷον ὁ δριμύς, ὀξύς, βαρύς, ταχύς, βραδύς· δύνασαι γὰρ εἰπεῖν καὶ δριμεῖα καὶ ὀξεῖα καὶ βαρεῖα καὶ ταχεῖα καὶ βραδεῖα καὶ δριμύ καὶ ὀξύ καὶ βαρύ καὶ ταχύ καὶ βραδύ, | |
15 | ἐκεῖνο κλῖνε διὰ τοῦ εος· ὅταν δὲ ἐφ’ ἑνὸς μόνον ἐκεῖνο τὸ ὄνομα λέγηται οἷόν ἐστι τὸ δελφύς, ὃ σημαίνει τὴν μήτραν, θηλυκῶς δὲ μόνον λέγεται ἡ δελφύς, ἐκεῖνο τὸ ὄνομα διὰ τοῦ υος κλῖνε καὶ μὴ διὰ τοῦ εος· δελφύος γὰρ καὶ οὐ δελφέος κλίνεται. | |
20 | Καν. ιαʹ. Ὁ βότρυς· ἔστι μὲν καὶ αὐτὸς τῶν εἰς υς ὥσπερ καὶ ὁ ἡδύς· βαρύνεται δὲ καὶ οὐκ ὀξύ‐ νεται, ὥσπερ ὁ ἡδύς, κλίνεται δὲ διὰ τοῦ υος βότρυς βότρυος· κοινῷ γὰρ λόγῳ τὰ εἰς υς βαρύτονα ἅπαντα τὸ υ φυλάσσει καὶ ἐπὶ τῆς γενικῆς στάχυος, βό‐ | |
25 | τρυος, κέγχρυος πλὴν τῶν δύο τούτων πῆχυς πή‐ χεως, καὶ πέλεκυς πελέκεως. ταῦτα γὰρ μόνα σεση‐ μείωνται μὴ φυλάσσοντα τὸ υ καὶ ἐπὶ τῆς γενικῆς· ἐπειδὴ δὲ τὸ ἡδύς καὶ βότρυς περιττοσυλλάβως, ὡς ἔφαμεν, φανερά σοι ἡ τούτων κλίσις ἐστίν. | |
30 | Καν. ιβʹ. ιγʹ. Ὁ βοῦς· περιττοσυλλάβως καὶ | |
οὗτος κλίνεται, βοῦς βοός. Διατί; διότι οὐκ ἀπὸ | 115 | |
116 | συναιρέσεως ἐπὶ τῆς εὐθείας ἔχει τὴν ου δίφθογγον· οὐ γάρ ἐστι βόος εἶτα κατὰ συναίρεσιν γίνεται βοῦς· ἀλλ’ ἁπλῶς οὕτω καὶ ἀσυναιρέτως λέγεται βοῦς· τῶν γὰρ εἰς ους ὀνομάτων τὰ μὲν ἀσυναίρετα περιττοσυλ‐ | |
5 | λάβως κλίνεται βοῦς βοός, πούς ποδός, ὀδούς ὀδόν‐ τος· τὰ δὲ ἀπὸ συναιρέσεως ἔχοντα τὴν ου ἐκεῖνα ἰσοσυλλάβως διὰ τῆς ου κλίνονται· τὸ γὰρ χροῦς ἐπεὶ ἀπὸ συναιρέσεως γίνεται χρόος χροῦς διὰ τοῦτο χροῦ κλίνεται, οἷόν ἐστι τὸ πλοῦς· ἐπεὶ γὰρ ἀπὸ τοῦ πλόος | |
10 | γίνεται πλοῦς διὰ τοῦτο πλοῦ κλίνεται· πλόος γάρ ἐστι πλόου τὸ ἐντελὲς καὶ πλοῦς πλοῦ τὸ συνῃρημέ‐ νον· πλὴν σημείωσαί μοι καὶ ἐνταῦθα θαυμαστήν τινα κλίσιν· τὰ μὲν γὰρ εἰς ους ὡς ἔφαμεν ἀσυναίρετα ἐξα‐ νάγκης διὰ τοῦ ος περιττοσυλλάβως κλίνεται· βοῦς | |
15 | γάρ ἐστιν ἐξανάγκης βοός καὶ πούς ἐξ ἀνάγκης πο‐ δός· ἐπὶ δὲ τῶν ἐχόντων τὴν ου ἀπὸ συναιρέσεως δι‐ πλῆ ἐστιν ἡ κλίσις, ποτὲ μὲν περιττοσυλλάβως, ποτὲ δὲ ἰσοσυλλάβως κλινομένη· καὶ πρόσσχες, πότε μὲν περιττοσυλλάβως, πότε δὲ ἰσοσυλλάβως τὰ τοιοῦτα κλί‐ | |
20 | νονται· τὸ γὰρ πλοῦς καὶ τὸ νοῦς καὶ τὸ ῥοῦς καὶ τὸ χοῦς ὅταν μὲν ὡς ἀπὸ τοῦ πλόος καὶ νόος καὶ ῥόος καὶ χόος γινόμενα λάβῃς, τότε ἰσοσυλλάβως κλῖνε πλοῦ καὶ νοῦ καὶ ῥοῦ καὶ χοῦ, ὅταν δὲ οὐχ ὡς συνῃ‐ ρημένα λαμβάνῃς ταῦτα, ἀλλ’ ὡς ἁπλῶς πλοῦς καὶ | |
25 | χοῦς καὶ τὰ λοιπά, τότε οὐκ ἰσοσυλλάβως κλινεῖς πλοῦς πλοῦ, ἀλλὰ περιττοσυλλάβως διὰ τοῦ ος πλοῦς πλοός καὶ χοῦς χοός, ὥσπερ καὶ τὸ βοῦς βοός. διὰ τοῦτο διπλῆ ἐστιν ἡ κλίσις ἐπὶ τούτων, ὡς ἔφαμεν, καὶ ποτὲ μὲν πλοῦς πλοός πλοΐ κλίνεται, ποτὲ δὲ πλοῦς πλοῦ | |
30 | πλῷ. Ἀλλ’ ἤδη καὶ περὶ τῶν εἰς ως μέγα ληγόντων | |
ὀνομάτων λέγομεν. | 116 | |
117 | Καν. ιδʹ. ιεʹ. ιϛʹ Ὁ ἱδρώς τοίνυν ἐστὶ μὲν καὶ οὗτος τῶν εἰς ως μέγα ληγόντων, κλίνεται δὲ ἱδρῶτος, διότι ἐπὶ τέλους ἔχει τὸν τόνον· τὰ γὰρ εἰς ως μέγα ὀξύ‐ τονα ὀνόματα διὰ τοῦ τος κλίνεται· ἱδρώς ἱδρῶτος, | |
5 | ἀγνώς ἀγνῶτος, ὃ σημαίνει τὸν ἄγνωστον, φώς φω‐ τός, ὃ σημαίνει τὸν ἄνδρα, καὶ τὰ ὅμοια. Ὁ γέλως ἐστὶ μὲν καὶ οὗτος τῶν εἰς ως μέγα ληγόντων καθά‐ περ καὶ ὁ ἱδρώς, πλὴν οὐκ ὀξύτονός ἐστιν, ὡς ἐκεῖ‐ νος ἀλλὰ βαρύτονος· κλίνεται δὲ ὅμως καὶ οὗτος διὰ | |
10 | τοῦ τος· γέλως γὰρ γέλωτος λέγομεν. διατί; διότι βραχεῖαν ἔχει τὴν παραλήγουσαν· τῶν γὰρ εἰς ως μέγα βαρυτόνων ὀνομάτων τὰ μὲν βραχείᾳ παραληγόμενα διὰ τοῦ τος κλίνεται· ἔρως ἔρωτος, γέλως γέλωτος, Νέπως Νέπωτος· τὰ δὲ μακρὰν τὴν παραλήγουσαν | |
15 | ἔχοντα οὐκέτι διὰ τοῦ τος ἀλλὰ διὰ καθαροῦ τοῦ ος κλίνονται· ἥρως ἥρωος, Μίνως Μίνωος καὶ τὰ ὅμοια. Καν. ιζʹ. Ὁ Μενέλαος Μενελάου ἰσοσυλλάβως κλίνεται· πάντα γὰρ ἁπλῶς τὰ εἰς ος μικρὸν ὀνόματα εἰς ου κλίνονται· ὅταν δὲ ἀττικῶς Μενέλεως εἴπῃς, | |
20 | οὐ Μενέλαος κατὰ ἀποβολὴν τοῦ Σ κλινεῖς Μενέ‐ λεως Μενέλεω· τὴν αἰτίαν, δι’ ἣν οὕτω κλίνεται ἐγὼ σοὶ ἐρῶ. Ἀλαζόνες γάρ, ὡς ἄνω εἶπον, ὄντες οἱ Ἀτ‐ τικοὶ καὶ πάντα μεγεθύνειν ἐθέλοντες ἐλθόντες ἐπὶ τὴν τῶν τοιούτων ὀνομάτων κλίσιν καὶ σκοπήσαντες ὡς, | |
25 | εἰ μὲν περιττοσυλλάβως κλίνοιεν, ἀνάγκη ἐστὶν εἰς ος μικρὸν τὴν γενικὴν ταύτην λήγειν· εἰ δὲ ἰσοσυλλάβως, πάλιν εἰς τὴν ου δίφθογγον τελευτᾶν, καὶ οὕτως ἑκα‐ τέρωθεν μικρόφωνοι ἔμελλον φαίνεσθαι· διὰ τοῦτο και‐ νὴν τὴν κλίσιν ταύτην ἐπενοήσαντο καὶ τὸ Σ μόνον | |
30 | ἀπὸ τῆς εὐθείας ἐκβάλλοντες οὕτω τὴν γενικὴν ποι‐ οῦσι, ἵνα φυλαχθῇ αὐτοῖς τὸ Ω μέγα καὶ ἐπὶ τῆς γε‐ νικῆς· καὶ τί λέγω ἐπὶ τῆς γενικῆς; ἁπλῶς γὰρ αἱ | |
πτώσεις ἅπασαι, εἴτε ἑνικαὶ καὶ δυϊκαὶ καὶ πληθυντι‐ | 117 | |
118 | καὶ καὶ τὸ Ω μέγα ἐπὶ τέλους ἔχουσιν· οὕτως ὑπε‐ ρήφανον τὸ γένος τῶν Ἀττικῶν καὶ οὐδὲν μικρὸν οὐδὲ ταπεινὸν οὔτε φρονεῖν οὔτε φωνεῖν ἀνεχόμενοι. Καν. ιή. Ὁ ἅλς· σημαίνει μὲν τὸ παρὰ τῇ κοι‐ | |
5 | νολεξίᾳ λέγομεν ἅλας, κλίνεται δὲ ἁλός. Καίτοι τὰ εἰς δύο σύμφωνα λήγοντα ὡς τὸ Τίρυνς καὶ τὸ μά‐ καρς διὰ δύο συμφώνων κλίνονται Τίρυνθος, μάκαρ‐ τος· ἀλλὰ τοῦτο μόνον σεσημείωται δι’ ἑνὸς μέσου συμφώνου τοῦ Λ κλινόμενον· ἀλλ’ ἐπεὶ περὶ τῆς εἰς | |
10 | Σ καταλήξεως ἀρκούντως εἴπομεν, φέρε καὶ περὶ τῶν εἰς Ν ληγόντων ὀνομάτων λέγωμεν. Καν, ιθʹ. Ὁ Ἀλκμάν προσθέσει τοῦ ος Ἀλ‐ κμᾶνος κλίνεται· κοινῷ γὰρ λόγῳ πάντα τὰ εἰς αν ὀνόματα κατὰ πρόσθεσιν τοῦ ος ποιοῦσι τὴν γενικήν. | |
15 | Ἀλκμάν Ἀλκμᾶνος, παιάν παιᾶνος, Τιτάν Τιτᾶνος, Πάν Πανός. Καν. κ. Ὁ σωλὴν λήγει εις η καὶ ν καὶ ἔστιν ὀξύτονος· κλίνεται δὲ σωλῆνος, φυλάττων τὸ η καὶ ἐπὶ τῆς γενικῆς. Διατί; διότι ἐπὶ τῆς εὐθείας οὐκ | |
20 | ἔχει τὸ μ· τῶν γὰρ εἰς ην ὀξυτόνων ὀνομάτων ὅσα μὲν εὕρῃς ἔχοντα ἐπὶ τῆς εὐθείας τὸ μ, ἐκεῖνα γί‐ γνωσκε μὴ φυλάσσειν τὸ η ἐπὶ γενικῆς ἀλλὰ διὰ τοῦ ε κλίνεσθαι, οἷόν ἐστι τὸ λιμήν, λιμένος καὶ ποιμήν ποιμένος κλινόμενον· ὅσα δὲ μὴ ἔχει τὸ μ, οἷον τὸ | |
25 | σωλήν, ἐκεῖνα μὲν φυλάττει τὸ η καὶ ἐπὶ τῆς γενικῆς, οἷον σωλήν σωλῆνος· σεσημείωται τὸ αὐχήν αὐχένος. Καν. κά. Ὁ Ἕλλην· ἔστι καὶ αὐτὸς τῶν εἰς ην, ὡς καὶ ὁ σωλήν· βαρύτονος δὲ οὐκ ὀξύτονός ἐστιν. Κλίνεται δὲ Ἕλληνος φυλάσσων τὸ η καὶ ἐπὶ τῆς γε‐ | |
30 | νικῆς· τῶν γὰρ εἰς ην βαρυτόνων ὀνομάτων ὅσα μέν | |
εἰσι μονογενῆ ἢ ἐπὶ ἀρσενικοῦ μόνου γένους ἢ ἐπὶ | 118 | |
119 | θηλυκοῦ μόνου λεγόμενα, ἐκεῖνα διὰ τοῦ η κλίνονται· ὅσα δὲ ποιοῦσιν ἐξ αὐτῶν οὐδέτερα ὀνόματα, ἐκεῖνα οὐκέτι διὰ τοῦ η ἀλλὰ διὰ τοῦ ε κλίνεται· τὸ γὰρ τέρην, ὅπερ ἐστὶν ὁ ἁπαλὸς καὶ τρυφερός, διότι ποιεῖ | |
5 | ἐξ αὑτοῦ τὸ τέρεν οὐδέτερον ὄνομα οὐχὶ τέρηνος κλί‐ νεται ἀλλὰ τέρενος, καὶ τὸ ἄρσην ἄρσενος, διότι ποιεῖ τὸ ἄρσεν. Καν. κβʹ. Ὁ δελφὶν λήγει εἰς Ι καὶ Ν, κλί‐ νεται δὲ κατὰ προσθήκην τοῦ ος· πάντα γὰρ τὰ εἰς | |
10 | ιν ὀξύνονταί τε καὶ προσθέσει τοῦ ος κλίνονται. Καν. κγʹ. Ὁ Φόρκυν λήγει μὲν εἰς υν, κλί‐ νεται δὲ οὗτος προσθέσει τοῦ ος. Πάντα γὰρ τὰ εἰς υν οὕτω κλίνονται. Καν. κδʹ. Ὁ Θέων λήγει μὲν εἰς ων μέγα, ἔστι | |
15 | δὲ βαρύτονον, κλίνεται δὲ Θέωνος φυλάττων τὸ Ω μέγα ἐπὶ τῆς γενικῆς. Διατί; ἐγὼ σοὶ τὴν αἰτίαν ἐρῶ. Ὅταν εὕρῃς ὄνομα βαρύτονον ἀρσενικὸν εἰς ων λῆγον, εἰ μέν ἐστι παρώνυμον· παρώνυμον δὲ λέγομεν τὸ ἀπὸ ἑτέρου ὀνόματος γινόμενον ὄνομα, οἷον Θέων· | |
20 | ἀπὸ γὰρ τοῦ Θεός ὀνόματος γέγονε Θέων καὶ Ἱέρων ἀπὸ τοῦ ἱερός· ὅσα τοίνυν εὕρῃς τοιαῦτα παρώνυμα ἐκεῖνα κλῖνε διὰ τοῦ νος φυλάττουσα τὸ μέγα Ω ἐπὶ τῆς γενικῆς· ὅσα δὲ τῶν εἰς ων βαρυτόνων τριγενῆ εἰσι, οἷον τὸ ὁ γείτων καὶ ἡ γείτων καὶ τὸ γεῖτον, | |
25 | ὁμοίως δὲ καὶ ὁ σώφρων καὶ ἡ σώφρων καὶ τὸ σῶ‐ φρον, τὰ τοίνυν εἰς ων τριγενῆ κλῖνε μὲν καὶ ταῦτα διὰ τοῦ νος, μὴ φύλαττε δὲ τὸ μέγα Ω καὶ ἐπὶ τῆς γενικῆς, ἀλλὰ τρέπε αὐτὸ εἰς μικρόν· γείτονος γὰρ καὶ σώφρονος διὰ τοῦ Ο μικροῦ κλίνομεν· ὅσα δὲ | |
30 | πάλιν τῶν εἰς ων βαρυτόνων εὑρήσεις ἐξ ἑαυτῶν ποι‐ | |
οῦντα ὄνομα θηλυκὸν διὰ τοῦ αινα λεγόμενον διὰ | 119 | |
120 | τοῦ ντ κλῖνε· τὸ γὰρ δράκων διὰ τοῦτο δράκοντος κλίνεται διὰ τοῦ ντ, ὅτι ποιεῖ θηλυκὸν τὸ δράκαινα. Ὅμοιον καὶ τὸ λέων ἐπεὶ τὸ λέαινα θηλυκὸν διὰ τοῦ αινα ποιεῖ, διὰ τοῦτο λέοντος κλίνεται. | |
5 | Καν. κέ. Ὁ κοιτών· ἔστι μὲν καὶ αὐτὸς τῶν εἰς ων· ὀξύνεται δὲ καὶ εἰς νος κλίνεται· φυλάττει δὲ τὸ Ω μέγα καὶ ἐπὶ τῆς γενικῆς· κοιτὼν γὰρ κοι‐ τῶνος διὰ τοῦ Ω μεγάλου κλίνεται· τῶν γὰρ εἰς ων ὀξυτόνων ὀνομάτων ὅσα μέν εἰσι περιεκτικά, ἐκεῖνα | |
10 | φυλάσσει τὸ ω καὶ ἐπὶ τῆς γενικῆς· περιεκτικὰ δὲ λέγομεν ὅσα περιέχουσιν ἐν ἑαυτοῖς τι, οἷον δαφνὼν περιέχει δάφνας, ἢ παρθενὼν περιέχει παρθένους, ὁ ξενὼν ξείνους καὶ κλίνεται ξενῶνος καὶ παρθενῶνος καὶ δαφνῶνος διὰ τοῦ Ω μεγάλου· ὅσα δὲ ἔχει ἐπὶ | |
15 | τῆς εὐθείας τὸ Δ, οἷόν ἐστι τὸ Μυρμιδών καὶ ὁ Σαρ‐ πηδών, ἐκεῖνα κλίνονται μὲν καὶ αὐτὰ διὰ τοῦ νος, οὐ φυλάσσει δὲ τὸ Ω ἐπὶ τῆς γενικῆς· Μυρμιδόνος γὰρ καὶ Σαρπηδόνος διὰ τοῦ Ο μικροῦ κλίνομεν. Καν. κϛʹ. Ὁ Ξενοφῶν· ἔστι μὲν καὶ οὗτος | |
20 | τῶν εἰς ων, περισπᾶται δὲ διὰ τὸ ἀπὸ συναιρέσεως γίνεσθαι· ἐκ γὰρ τοῦ Ξενοφάων γέγονε Ξενοφῶν· κλί‐ νεται δὲ διὰ τοῦ ντ, Ξενοφῶντος γάρ. Φυλάσσει δὲ τὸ Ω καὶ ἐπὶ τῆς γενικῆς, συνῄρηται γάρ. Κοινῶς γὰρ πάντα τὰ εἰς ων περισπώμενα φυλάσσει τε τὸ Ω | |
25 | καὶ διὰ τοῦ ντ κλίνεται πλὴν τοῦ Ποσειδῶν Ποσειδῶ‐ νος· μόνος γὰρ οὗτος τῶν εἰς ων περισπωμένων σε‐ σημείωται διὰ τοῦ ν μόνον κλινόμενος. Ἀλλ’ ἐπεὶ καὶ ὁ Ἀλκμὰν καὶ ὁ σωλὴν καὶ ὁ Ἕλλην καὶ ὁ Φόρκυν καὶ ὁ Θέων ὅ τε κοιτὼν καὶ ὁ Ξενοφῶν περιττοσυλ‐ | |
30 | λάβως ἅπαντα κλίνονται, οὐκ ἀγνοεῖς, ὅπως ἄρα ταῦτα | |
κλινεῖς. | 120 | |
121 | Καν. κζʹ. Ὁ Θώραξ. Ἔστι μὲν τῆς εἰς αξ κα‐ ταλήξεως, κλίνεται δὲ Θώρακος διὰ τοῦ Κ δικαίως· ἐπεὶ γὰρ ἡ εὐθεῖα εἰς Ξ λήγει· τὸ δὲ Ξ ἀπὸ τοῦ Κ καὶ Σ σύγκειται· διὰ τοῦτο ἡ γενικὴ διὰ τοῦ Κ ἐκ‐ | |
5 | φέρεται. Καὶ ἀπορητέον· διατί μὴ καὶ τὸ ἅρπαξ ἅρ‐ πακος ἀλλὰ ἅρπαγος κλίνεται καὶ τὸ ἄναξ ἄνακος ἀλλ’ ἄνακτος; Καὶ περὶ μὲν τοῦ ἅρπαγος προφθάσας εἶπεν ὁ τεχνικός, ὅτι σεσημείωται τὸ ἅρπαξ ἅρπα‐ γος διὰ τοῦ Γ κλινόμενον· καίτοι τὰ διὰ τοῦ γ κλι‐ | |
10 | νόμενα ἐγγύς εἰσι τῶν διὰ τοῦ κ κλινομένων. Τὸ γὰρ Γ, ὡς μεμάθηκας μέσον τοῦ Κ καὶ Χ, περὶ δὲ τοῦ ἄνακτος διατί οὐ κλίνεται ἄνακος ἀλλ’ ἄνακτος ἐγώ σοι τὴν αἰτίαν ἐρῶ. Ἄνακος ἦν τις παρ’ Ἕλλησιν ὡς θεὸς σεβαζόμενος, ᾧ καὶ ἱερὸν ἱδρυσάμενος ἀνακεῖον | |
15 | αὐτὸ προσηγόρευσαν· ἐὰν οὖν κλίνωμεν ἄναξ ἄνα‐ κος ἔμελλε συνεμπίπτειν ἡ γενικὴ αὕτη τῆς ἄναξ εὐ‐ θείας τῇ εὐθείᾳ ἐκείνῃ τοῦ Ἄνακος· ἵνα μὴ τοῦτο γέ‐ νηται μηδὲ συνεμπέσῃ βδελυροῦ τινος ὀνόματι δαιμο‐ νίου τὰ τῶν εὐσεβῶν ὀνόματα, διὰ τοῦτο προσειλη‐ | |
20 | φότες τὸ Τ ἄνακτος κλίνομεν. Καν. κή. Ὁ μύρμηξ. Ἔστι μὲν καὶ αὐτὸς τῶν εἰς ξ, κλίνεται δὲ διὰ τοῦ Κ διὰ τὸ συγκεῖσθαι τὸ Ξ ἀπὸ τοῦ Κ καὶ Σ ὡς εἴπομεν. Τῶν γὰρ εἰς ηξ ὀνομάτων τὰ μὲν ἁπλᾶ ἀσύνθετα διὰ τοῦ Κ κλίνονται | |
25 | μύρμηκος, νάρθηκος, σκώληκος· τὰ δὲ σύνθετα ὡς τὸ βουπλήξ καὶ ἀκανθοπλήξ διὰ τοῦ γ βουπλῆγος ἀκαν‐ θοπλῆγος, διὰ τὸ μέσον εἶναι τὸ Γ τοῦ Κ καὶ Χ, ὡς προείρηται. Καν. κθʹ. Ὁ Πέρδιξ λήγει μὲν εἰς ιξ, κλίνε‐ | |
30 | ται δὲ ὁμοίως διὰ τοῦ Κ· τὰ γὰρ εἰς ιξ ἁπλᾶ ὄντα διὰ τοῦ Κ κλίνονται πλὴν τοῦ τέττιξ τέττιγος· τοῦτο | |
γὰρ σεσημείωται διὰ τοῦ Γ κλινόμενον· τὸ μέντοι καλ‐ | 121 | |
122 | λίθριξ διὰ τοῦ Χ κλίνεται καλλίτριχος διὰ τὸ σύνθε‐ τον εἶναι ἀπὸ τοῦ κάλλους καὶ τῆς τριχός καὶ ἔχειν ἐκεῖθεν τὸ Χ. Καν. λʹ. Ὁ δοῖδυξ λήγει μὲν εἰς υξ, κλίνεται | |
5 | δὲ διὰ τοῦ Κ καὶ οὗτος διὰ τὴν προῤῥηθεῖσαν αἰτίαν. Κάν. λά. Ὁ βῶξ λήγει μὲν εἰς ωξ κλίνεται δὲ διὰ τοῦ Κ βωκός· τὰ γὰρ εἰς ωξ εἰ μὲν ἁπλᾶ ὦσι διὰ τοῦ Κ κλίνονται· βῶξ βωκός, πτώξ πτωκός, εἰ δὲ σύνθετα διὰ τοῦ Γ, κυαμοτρώξ κυαμοτρῶγος, ἀποῤ‐ | |
10 | ῥώξ ἀποῤῥῶγος· κοινῷ δὲ λόγῳ τὰ εἰς ξ λήγοντα ἅπαντα ἢ διὰ τοῦ Κ κλίνονται ἢ διὰ τοῦ Χ ἢ διὰ τοῦ Γ διὰ τὸ μέσον εἶναι τὸ Γ τοῦ Κ καὶ Χ. τινὰ δὲ τούτων κλίνονται καὶ διὰ διπλοῦ τοῦ ΓΓ, δηλονότι ὅσα ἔχουσιν ἐν τῇ εὐθείᾳ πρὸ τοῦ Ξ τὸ Γ, οἷον στράγξ | |
15 | στραγγός, Σφίγξ Σφιγγός, φάραγξ φάραγγος· τὸ δὲ Ξ σύγκειται ἀπὸ τοῦ Κ καὶ Σ. Καὶ περὶ μὲν τῶν εἰς Ξ ληγόντων ὀνομάτων τοσαῦτα· περὶ δὲ τῶν εἰς Ρ λέγομεν. Καν. λβʹ. Ὁ λουτήρ ἐστι μὲν ὀξύτονος, λήγει | |
20 | δὲ εἰς Ρ, κλίνεται δὲ λουτῆρος φυλάσσων τὸ Η καὶ ἐπὶ τῆς γενικῆς. Τῶν γὰρ εἰς ηρ ὀξυτόνων ὀνομάτων ὅσα μὲν ἐπὶ τῆς εὐθείας ἔχει τὸ Τ ὡς τὸ λουτήρ καὶ δοτήρ καὶ σωτήρ διὰ τοῦ η κλίνονται λουτῆρος, δο‐ τῆρος, σωτῆρος· ὅσα δὲ μὴ ἔχει τὸ Τ, ἐκεῖνα διὰ τοῦ | |
25 | Ε καὶ οὐ διὰ τοῦ Η κλίνονται ἀνήρ ἀνέρος, αἰθήρ αἰθέρος, ἀήρ ἀέρος, δαήρ δαέρος. Ταῦτα γὰρ καὶ τοιαῦτα διὰ τὸ μὴ ἔχειν ἐπὶ τῆς εὐθείας τὸ Τ διὰ τοῦ Ε κλίνονται. Καὶ μήν, ὦ θαυμάσιε τεχνικέ, φαίην ἂν πρὸς αὐτόν, τὸ πατήρ καὶ τὸ ἀστήρ καὶ τὸ Τ ἐπὶ | |
30 | τῆς εὐθείας ἔχει καὶ οὐ κλίνεται διὰ τοῦ Η, πατέρος | |
γὰρ καὶ ἀστέρος λέγομεν. Τίς οὖν αἰτία δῆλον, | 122 | |
123 | ὅτι τὸ μὲν ἀστήρ διὰ τὸ μὴ καθαρὸν ἔχειν τὸ Τ ἀλλὰ μετὰ τοῦ Σ συμπεπλεγμένον διὰ τοῦτο καὶ κατὰ τὴν κλίσιν διήλλαξε· τὸ δὲ πατήρ διὰ τὸ μέλλειν ποι‐ εῖν συγκοπὴν τὴν τοῦ πατρός καὶ παρηλλαγμένον εἶναι | |
5 | κατὰ τοῦτο τῶν εἰς ηρ ὀνομάτων, διὰ τοῦτο καὶ κατὰ τὴν κλίσιν παρήλλαξεν. Καν. λγʹ. Ὁ Πίηρ· ἔστι μὲν καὶ αὐτὸς τῶν εἰς ηρ, ὑπάρχει δὲ βαρύτονος, κλίνεται δὲ Πίερος μὴ φυλάττων τὸ Η καὶ ἐπὶ γενικῆς· τὰ γὰρ εἰς ηρ βα‐ | |
10 | ρύτονα εἰ μὲν μακρὰν ἔχει τὴν παραλήγουσαν οὐ φυ‐ λάττει τὸ Η ἀλλὰ διὰ τοῦ Ε κλίνεται φράτηρ φράτε‐ ρος, Πίηρ Πίερος· εἰ δὲ βραχεῖαν ἔχει ταύτην, φυ‐ λάσσει τὸ η, Ἴβηρ Ἴβηρος, ἐρίηρ ἐρίηρος· μόνον τὸ πάνθηρ πάνθηρος σεσημείωται καὶ μακρὰν ἔχον τὴν | |
15 | παραλήγουσαν καὶ διὰ τοῦ η κλινόμενον. Ἡ δὲ αἰτία ἐστὶν αὕτη· ἐπεὶ ἀπὸ τοῦ θήρ σύγκειται τὴν κλίσιν αὐτοῦ ἐμιμήσατο, καὶ ὡς κλίνεται τὸ ἁπλοῦν θήρ θη‐ ρός, οὕτω καὶ τὸ σύνθετον πάνθηρ πάνθηρος. Καν. λδʹ. Ὁ Νέστωρ λήγει μὲν εἰς ωρ κλίνε‐ | |
20 | ται δὲ διὰ τοῦ ρος, ὡς πάντα τὰ εἰς ωρ ὀνόματα, τρέπει δὲ τὸ Ω μέγα ἐπὶ τῆς γενικῆς εἰς Ο μικρόν, διότι κύριόν ἐστιν ὄνομα. Τὰ γὰρ εἰς ωρ ὀνόματα εἰ μὲν κύρια εἴη οὐ φυλάττει τὸ ω ἐπὶ τῆς γενικῆς, ἀλλὰ τρέπει αὐτὸ εἰς Ο μικρόν, οἷον ὁ Νέστωρ Νέστορος, | |
25 | Μέντωρ Μέντορος, Ἕκτωρ Ἕκτορος. Ἰδοὺ γὰρ ταῦτα κύρια ὀνόματα ὄντα οὐ φυλάσσουσι τὸ ω μέγα καὶ ἐπὶ τῆς γενικῆς. Εἰ δὲ ἀξιωματικὰ ὑπάρχουσιν, οἷον τὸ πραίτωρ, καὶ τὸ κουαίστωρ καὶ τὸ μαΐστωρ φυλάσ‐ σουσι τὸ ὄνομα καὶ ἐπὶ τῆς γενικῆς· τὸ γὰρ πραίτω‐ | |
30 | ρος καὶ τὸ κουαίστωρος καὶ τὸ μαΐστωρος διὰ τοῦ Ω μεγάλου γράφονται· τὰ μέντοιγε σύνθετα οἷον τὸ ἀπά‐ | |
τωρ, ἀμήτωρ, αὐτοκράτωρ, μονοκράτωρ, σεβαστοκρά‐ | 123 | |
124 | τωρ διὰ τοῦ Ο μικροῦ κλίνονται ἀπάτορος, ἀμήτορος, αὐτοκράτορος, μονοκράτορος, σεβαστοκράτορος καὶ πάντα τὰ ὅμοια οὕτω κλίνονται καὶ γράφονται. Καν. λέ. Ὁ Κύκλωψ λήγει μὲν εἰς ωψ μέγα, | |
5 | κλίνεται δὲ Κύκλωπος διὰ τοῦ Π. Ἐπειδὴ γὰρ τὸ Ψ ἀπὸ τοῦ Π καὶ Σ σύγκειται διὰ τοῦτο καὶ τὰ εἰς ψ ὀνόματα ὡς ἐπιτοπλεῖστον διὰ τοῦ Π κλίνονται· Αἰ‐ θίοψ Αἰθίοπος, ἴψ ἰπός, γρύψ γρυπός, ὡς Κύ‐ κλωπος. Εἰσὶ δὲ ἔνια τῶν εἰς ψ ληγόντων ὀνομάτων | |
10 | καὶ διὰ τοῦ Β κλινόμενα, οἷον τὸ Ἄραψ Ἄραβος καὶ τὸ λίψ, ὁ ἄνεμος, λιβός, διὰ τὸ μέσον εἶναι τὸ Β τοῦ Π καὶ Φ· ὥσπερ γὰρ ἐπὶ τῶν εἰς Ξ ληγόντων ἐλέγο‐ μεν, ὅτι διὰ τὸ συγκεῖσθαι τὸ Ξ ἀπὸ τοῦ Κ καὶ Σ διὰ τοῦτο καὶ αἱ κλίσεις αὐτῶν διὰ τοῦ Κ γίνονται, | |
15 | ἢ διὰ μέσου τοῦ γ. Οὕτω καὶ ἐπὶ τῶν εἰς ψ διὰ τὸ συγκεῖσθαι αὐτὸ ἀπὸ τοῦ Π καὶ Σ διὰ τοῦ Π τὰς κλίσεις ποιούμεθα· ἔστι δ’ ὅτε καὶ διὰ μέσου τοῦ Β. Ποῖα δὲ τῶν εἰς ωψ ὀνομάτων διὰ τοῦ μεγάλου ω, καὶ ποῖα διὰ μικροῦ γράφονται ἀπὸ τῆς ἑκάστου ἐτυ‐ | |
20 | μολογίας ἔχοις ἂν διαγινώσκειν σαφέστατα, οἷον Αἰ‐ θίοψ· ἐπεὶ ἀπὸ τοῦ αἴθω, τὸ καίω, καὶ τοῦ ὄψις ἐτυμολογεῖται· Αἰθίοψ γάρ ἐστιν ὁ διακεκαυμένος τὴν ὄψιν· διὰ τοῦτο Αἰθίοψ, τὸ οψ μικρόν, γράφεται, νυκτάλωψ δέ, ἐπειδὴ ἀπὸ τῆς νυκτὸς καὶ τοῦ ἄλη, | |
25 | ἡ πλάνη, καὶ τοῦ ὤψ, ὁ ὀφθαλμός, ἐτυμολογεῖται, διὰ τοῦτο διὰ τοῦ Ω μεγάλου γράφεται, ὥσπερ δὴ καὶ ὁ ὤψ ὁ ὀφθαλμός· ὁ δὲ νυκτάλωψ εἶδός ἐστι νο‐ σήματος τὸ παρὰ τοῖς ἀγοραίοις ὀρνιθοτυφλότης ὀνο‐ μαζόμενον· καλεῖται δὲ νυκτάλωψ διὰ τὸ ἐν τῇ νυκτὶ | |
30 | ἀλᾶσθαι, ἤγουν ἀλᾶσθαι τὸν ὀφθαλμόν. Εἶδες οὖν τὴν τῶν ἀρσενικῶν κανόνων εὐταξίαν, | |
σεβασμία μοι κεφαλή, εἶδες ἀπόῤῥητον σοφίαν καὶ τέ‐ | 124 | |
125 | χνην τοῦ τεχνικοῦ, καὶ ὅπως τὰς μυριάδας τῶν ἀρ‐ σενικῶν κανόνων ἐν τριάκοντα πέντε μόνοις κανόσιν ἐνέκλεισεν· εἶδες πῶς ἕκαστον τελικὸν τῶν ἀρσενι‐ κῶν κανόνων παραλαμβάνει, τὸ Σ λέγω καὶ τὸ Ν καὶ | |
5 | τὸ Ξ καὶ τὸ Ρ καὶ τὸ Ψ καὶ οὕτω διὰ τῶν ἑπτὰ φω‐ νηέντων καταγυμνάζει θαυμαστοτάτως· βλέπε μοι τοῦτο λοιπὸν καὶ ἐν τοῖς θηλυκοῖς κανόσι· τῇ γὰρ αὐτῇ μεθόδῳ καὶ εὐταξίᾳ κέχρηται καὶ ἐν τούτοις, ὡς δηλωθήσεται. | |
10 | Περὶ τῶν θηλυκῶν κανόνων. Ἅπαν θηλυκὸν ὄνομα εἰς ἓν τῶν ὀκτὼ τούτων γραμμάτων τελευτᾷ, ἢ γὰρ εἰς Α λήγει, ὡς τὸ σφαῖρα καὶ πέζα, ἢ εἰς Η ὡς τὸ τιμή, καλή, σοφή, ἢ εἰς Ω ὡς τὸ Σαπφώ, Κλειώ, Ἐρατώ, ἢ εἰς Σ ὡς τὸ φιλό‐ | |
15 | της, ἀγαθότης, ἱλαρότης, ἢ εἰς Ν, ὡς τὸ τρυγών, χελιδών, ἢ εἰς Ρ ὡς τὸ μήτηρ, θυγάτηρ, ἢ εἰς Ψ, ὡς τὸ λαῖλαψ, καλάβροψ, ἢ εἰς Ξ, ὡς τὸ ἕλιξ, σάλ‐ πιγξ, καὶ οὐκ ἐγχωρεῖ εἰς ἄλλο στοιχεῖον ἀποπεραιοῦ‐ σθαι ὄνομα θηλυκόν, εἰ μὴ εἰς μόνα τὰ ὀκτὼ ταῦτα. | |
20 | Ἐπεὶ δὲ τῶν ὀκτὼ τούτων τρία μέν εἰσι φωνήεντα, πέντε δὲ σύμφωνα, διὰ τοῦτο πρῶτον μὲν ὁ θαυμά‐ σιος τεχνικὸς ἀπὸ τῶν εἰς φωνήεντα καταλήξεων ἀρ‐ χόμενος τρεῖς κανόνας ἐκτίθεται, τὴν μοῦσαν, τὴν τι‐ μήν, καὶ τὴν Σαπφώ, διὰ μὲν τῆς μούσης τὰ εἰς Α | |
25 | λήγοντα θηλυκὰ ὀνόματα διδάσκων, διὰ δὲ τῆς τιμῆς τὰ εἰς Η περατούμενα, διὰ δὲ τῆς Σαπφοῦς τὰ εἰς Ω καταλήγοντα, ἀπὸ τοῦ Α εὐτάκτως ἀρξάμενος καὶ διὰ μέσου τοῦ Η εἰς τὸ μέγα Ω καταλήξας. Ἔπειτα καὶ περὶ τῶν εἰς τὰ σύμφωνα ληγόντων θηλυκῶν ὀνομά‐ | |
30 | των διδάσκει καὶ πρῶτον περὶ τῆς εἰς Ν καταλήξεως | |
τὸν λόγον ποιεῖται, τὴν τρυγόνα κανόνα προχειρι‐ | 125 | |
126 | σάμενος, ἔπειτα εἰς τὸ Ξ μεταπίπτει διὰ τῆς αὔλακος καὶ τῆς Σφιγγός τὰ εἰς Ξ διδάσκων σε λήγοντα· ἐκεῖ‐ θεν δὲ εἰς τὸ Ρ μεταπίπτει καὶ τὰ εἰς τοῦτο λή‐ γοντα θηλυκὰ ὀνόματα δι’ ἑνὸς κανόνος τῆς μητέρος | |
5 | διδάξας ἐκ τοῦ Ρ πρὸς τὸ Σ μεταπηδᾷ καὶ περὶ τῶν εἰς Σ ληγόντων θηλυκῶν ὀνομάτων φιλοσοφεῖ, πρῶ‐ τον μὲν τὸ Α μετὰ τοῦ Σ μίξας ἐπὶ τῆς λαμπάδος, ἔπειτα τὸ Η μετὰ τοῦ Σ ἐπὶ τῆς φιλότητος, ἔπειτα δὲ τὸ Ι μετὰ τοῦ Σ ἐπὶ τῆς μήνιδος, ἀκόλουθον δὲ | |
10 | τὸ Υ μετὰ τοῦ Σ ἐπὶ τῆς πίτυος καὶ τελευταῖον τὸ Ω μέγα μετὰ τοῦ Σ ἐπὶ τῆς αἰδοῦς κἀνταῦθα τὴν δι‐ δασκαλίαν κατέπαυσεν. Καίτοι ἐνεδέχετο καὶ περὶ τῶν εἰς ψ ληγόντων ὀνομάτων φιλοσοφῆσαι, οἷον εἴπομεν τὸ λαῖλαψ καὶ τὸ καλάβροψ· ὁ δὲ οὐδ’ ὁπωσοῦν | |
15 | αὐτῶν ἐμνημόνευσεν, οὐχ ὅτι καταπεφρόνηκε τούτων ἢ ἐπελάθετο, ἀλλ’ ἐπειδὴ τὰ εἰς ψ λήγοντα εἴτε ἀρσε‐ νικὰ εἶεν εἴτε θηλυκά, ὡσαύτως κλίνονται διὰ τοῦ Π, ὡς τὸ Κύκλωψ Κύκλωπος ἀρσενικόν, οὕτω καὶ τὸ κα‐ λάβροψ καλαύροπος (sic) θηλυκόν, περιττὸν ἡγήσατο | |
20 | περὶ ὧν ἐντοῖς ἀρσενικοῖς ἀρκούντως ἐδίδαξε περὶ τῶν αὐτῶν διαλαμβάνειν πάλιν ἐν τοῖς θηλυκοῖς. Ἀρχὴ τῶν θηλυκῶν κανόνων. Καν. ά. Ἡ μοῦσα θηλυκὸν μέν ἐστιν ὄνομα, κλίνεται δὲ ἰσοσυλλάβως, οὐ φυλάσσει δὲ τὸ Α καὶ | |
25 | ἐπὶ τῆς γενικῆς, ἀλλὰ τρέπει αὐτὸ εἰς Η· οὐ γάρ ἐστι μοῦσα μούσας, ἀλλὰ μοῦσα μούσης. Διατί; ἐγὼ σοὶ τὴν αἰτίαν ἐρῶ, μᾶλλον δὲ πρὸ ἐμοῦ σοι φθάνει λέ‐ γων ὁ τεχνικὸς ταύτην· ὅσα γὰρ ὀνόματα θηλυκὰ εὕρῃς εἰς Α λήγοντα ἐρεύνα μοι καὶ βλέπε ὄπισθεν | |
30 | τοῦ Α ποῖον κεῖται στοιχεῖον· καὶ εἰ μὲν φωνῆέν ἐστι | |
τὸ ὄπισθεν τούτου κείμενον, οἷόν ἐστι τὸ νέα καὶ γραῖα | 126 | |
127 | καὶ μαῖα καὶ καρδία καὶ σωτηρία, κλῖνε πάλιν διὰ τοῦ Α νέα νέας, γραῖα γραίας, μαῖα μαίας, καρ‐ δία καρδίας, σωτηρία σωτηρίας· ὅσα δὲ οὐκ ἔχουσιν ὄπισθεν τοῦ Α φωνῆεν, ἀλλὰ σύμφωνον, εἰ μὲν τὸ | |
5 | σύμφωνον ἐκεῖνό ἐστι Ρ καὶ ταῦτα διὰ τοῦ Α κλῖνε ὡς ἐξ ἡμισείας ὂν τοῦτο φωνῆεν, οἷον σφαῖρα σφαί‐ ρας, αὔρα αὔρας, χήρα χήρας· εἰ δὲ ἄλλο σύμ‐ φωνόν ἐστι καὶ οὐχὶ τὸ Ρ, ὁποῖον ἂν καὶ εἴη, τηνι‐ καῦτα τὸ ἐπὶ τῆς εὐθείας Α ἐπὶ τῆς γενικῆς τρέπε | |
10 | εἰς Η· τὸ γὰρ δίψα ἐπεὶ ὄπισθεν τοῦ Α ἔχει τὸ Ψ οὐκ ἔστι δίψα δίψας, ἀλλὰ δίψα δίψης κλῖνε, ὁμοίως καὶ τὸ Μοῦσα, ἐπεὶ τὸ Σ ἔχει ὄπισθεν τοῦ Α μοῦσα μούσης κλῖνε καὶ οὐχὶ μούσας καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· μόνα γὰρ ἐκεῖνα ὡς εἴπομεν φυλάττουσι τὸ | |
15 | Α καὶ ἐπὶ τῆς γενικῆς, ὅσα ὄπισθεν τοῦ Α ἢ φωνῆεν ἔχουσιν ἢ ἀπὸ τῶν συμφώνων τὸ Ρ, τὰ δὲ ἄλλα ἅπαντα διὰ τοῦ Η κλῖνε. σημείωσαί μοι τὸ Διοτίμα Διο‐ τίμας κλινόμενον καὶ ταῦτα ἔχον ὄπισθεν τοῦ Α τὸ Μ· γυνὴ δὲ ἦν ἡ Διοτίμα σοφή, τοῦ φιλοσόφου Σω‐ | |
20 | κράτους διδάσκαλος. Καὶ ἀπορήσεις εὖ οἶδ’ ὅτι ἀπο‐ ρίαν δικαιοτάτην· διατί, δεκαεπτὰ συμφώνων ὄντων, ἁπάντων μόνον τῶν ἄλλων ἐτιμήθη τὸ Ρ, ἵνα τὰ ὄπι‐ σθεν τοῦ Α ἔχοντα τοῦτο ὀνόματα φυλάττωσι τὸ Α καὶ ἐπὶ τῆς γενικῆς, τὰ δὲ ἄλλα πάντα τρέπωσιν | |
25 | αὐτὸ εἰς Η; καὶ φημί σοι πρὸς τοῦτο, ὅτι ἐκ πολλῶν σημείων δυνατὸν κρεῖττόν ἐστι δεῖξαι τῶν ἄλλων συμ‐ φώνων τὸ Ρ· καὶ τρόπον τινὰ φωνῆεν μᾶλλόν ἐστι καὶ οὐ σύμφωνον· ἥ τε γὰρ ἀπήχησις αὐτοῦ καὶ | |
ἐκφώνησις λαμπροτέρα ἐστι τῶν ἄλλων καὶ τῇ τῶν | 127 | |
128 | φωνηέντων ἀπηχήσει παρέοικε, καὶ πνεῦμα ἄνωθεν ἐπιδέχεται τὴν δασεῖαν, ὅπερ ἐπὶ ἄλλου συμφώνου οὐχ εὕρηταί ποτε. Ἔτι δὲ καὶ ἐν τοῖς ῥήμασι κατὰ τοὺς παρωχημένους χρόνους αὔξησιν ἐπιδέχεται, ῥέω γὰρ | |
5 | καὶ ὁ παρατατικὸς ἔῤῥεον διὰ τῶν δύο ΡΡ. Ὁρᾷς ὅπως συνωκείωται τὸ Ρ τοῖς φωνήεσι. Διὰ τοῦτο τοί‐ νυν ἐπὶ τῶν εἰς Α θηλυκῶν ὅταν μὲν ὄπισθεν τοῦ Α ἢ φωνῆεν κεῖται ἢ τὸ Ρ, ὡς καὶ αὐτὸ τάχα φωνῆεν ὄν, τότε διὰ τοῦ Α ἡ κλίσις προέχεται· ὅταν δὲ ἄλλο | |
10 | τι σύμφωνόν ἐστι (sic) τὸ ὄπισθεν τοῦ Α κείμενον, τότε διὰ τοῦ Η τὴν κλίσιν ποιούμεθα. Καν. βʹ. Ἡ τιμὴ θηλυκὸν μὲν ὄνομά ἐστι καὶ αὐτή· κλίνεται δὲ τιμῆς προσθέσει τοῦ Σ· κοινῶς γὰρ πάντα τὰ εἰς Η λήγοντα θηλυκὰ ὀνόματα προσθέσει | |
15 | τοῦ Σ κλίνονται τιμή τιμῆς καὶ καλή καλῆς. Καν. γʹ. Ἡ Σαπφὼ Σαπφόος κλίνεται περιτ‐ τοσυλλάβως διαλύουσα τὸ ἐπὶ τῆς εὐθείας Ω εἰς δύο ΟΟ ἐπὶ τῆς γενικῆς· κλίνεται δὲ κατὰ συναίρεσιν Σαπ‐ φοῦς· φανερὰ δέ ἐστιν ἡ κλίσις αὐτῆς, ἐὰν εἰς τὴν | |
20 | τοῦ Δημοσθένους ἀναδράμῃς κλίσιν· ἀλλ’ ἐπειδὴ περὶ τῶν εἰς φωνήεντα ληγόντων ὀνομάτων διὰ τῶν τριῶν κανόνων κατ’ ἐπιδρομὴν ἤκουσας, ἄκουέ μοι καὶ περὶ τῶν εἰς σύμφωνα τελευτώντων θηλυκῶν ὀνομάτων. Καν. δʹ. Ἡ τρυγὼν λήγει μὲν εἰς Ν, κλίνεται | |
25 | δὲ περιττοσυλλάβως τρυγόνος, τρέπει δὲ τὸ ἐπὶ τῆς εὐθείας Ω μέγα ἐπὶ τῆς γενικῆς εἰς Ο μικρόν. Διατί; διότι ἐπὶ τέλους ἔχει τὸν τόνον καὶ ὀξύτονον ὄνομά ἐστιν ἡ τρυγών. Τοῦτο γὰρ γίγνωσκε περὶ τῶν εἰς ων θηλυκῶν ὀνομάτων, ὅτι ὅσα μέν εἰσι παροξύτονα, | |
30 | ἅπαντα φυλάττουσι τὸ Ω μέγα ἐπὶ τῆς γενικῆς, οἷον τρήρων τρήρωνος, μήκων μήκωνος, Ἀσκάλων Ἀσκά‐ | |
λωνος, Κρότων Κρότωνος καὶ τὰ ὅμοια. Ὅσα δὲ ἐπὶ | 128 | |
129 | τέλους τὴν ὀξεῖαν ἔχουσιν, εἰ μέν εἰσιν ὀνόματα πό‐ λεων, φυλάττουσι καὶ αὐτὰ τὸ Ω μέγα ἐπὶ τῆς γενι‐ κῆς, οἷον Σιδών Σιδῶνος, Καλυδὼν Καλυδῶνος· εἰ δὲ οὐκ εἰσὶν ὀνόματα πόλεων ἐκεῖνα τρέπουσι τὸ ἐπὶ | |
5 | τῆς εὐθείας μέγα Ω ἐπὶ τῆς γενικῆς εἰς μικρόν, οἷον τρυγών τρυγόνος, χελιδών χελιδόνος. Μετάβηθι ἀπὸ τῆς εἰς Ν καταλήξεως ἐπὶ τὰ εἰς Ξ· ἐπειδὴ καὶ ὁ τε‐ χνικὸς οὕτω μετέβη διὰ τὸ εὐθὺς μετὰ τὸ Ν εἶναι τὸ Ξ καὶ δύο κανόνας τῆς εἰς Ξ καταλήξεως ἐποιήσατο. | |
10 | Καὶ πρῶτον μὲν τὸ Α μετὰ τοῦ Ξ θέμενος, οἷον αὖλαξ· ἔπειτα τὸ Ι μετὰ τοῦ Ξ οἷον Σφίγξ. Καν. εʹ. Ἡ αὖλαξ ἐστὶ μὲν ὄνομα θηλυκόν, ὡς οἶδας, σημαίνει δὲ τὴν ἠροτριασμένην γῆν, κλίνεται δὲ αὔλακος διὰ τοῦ Κ, καὶ ἡ αἰτία δήλη ἐστὶν ἀπὸ | |
15 | τῶν εἰς αξ ἀρσενικῶν ὀνομάτων, ὥσπερ ἐπ’ ἐκείνων τὰ εἰς αξ διὰ τοῦ Κ κλίνονται διὰ τὸ συγκεῖσθαι τὸ Ξ ἀπὸ τοῦ Κ καὶ Σ, οὕτως ἔχει καὶ ἐπὶ τῶν θηλυ‐ κῶν, αὖλαξ αὔλακος, πίδαξ πίδακος, κλίμαξ κλίμακος, πλάξ πλακός. | |
20 | Καν. ϛʹ. Ἡ Σφίγξ· λήγει μὲν καὶ αὐτὴ εἰς Ξ, κλίνεται δὲ διὰ δύο ΓΓ Σφιγγός. Κοινῷ γὰρ λόγῳ τὰ εἰς Ξ θηλυκὰ ὀνόματα εἰ μὲν ἔχουσιν ὄπισθεν τοῦ Ξ ἐπὶ τῆς εὐθείας τὸ Γ διὰ δύο ΓΓ κλίνονται, ὡς τὸ φάλαγξ φάλαγγος, σάλπιγξ σάλπιγγος, λύγξ λυγγός· | |
25 | ἔστι δὲ εἶδος νοσήματος τὸ παρὰ τοῖς ἀγοραίοις κλό‐ ξος λεγόμενον· εἰ δὲ οὐκ ἔχουσι πρὸ τοῦ Ξ τὸ Γ διὰ τοῦ Κ κλίνονται, ἕλιξ ἕλικος, δίπλαξ δίπλακος. Τοι‐ αύτη σοι τῶν εἰς Ξ ληγόντων ὀνομάτων ἡ κλίσις. Ἄθρει δέ μοι καὶ τὴν εἰς Ρ. | |
30 | Καν. ζʹ. Ἡ μήτηρ περιττοσυλλάβως μὲν κλίνε‐ ται, τρέπει δὲ τὸ τῆς εὐθείας Η ἐπὶ γενικῆς εἰς Ε | |
μήτηρ μητέρος· πάντα γὰρ ἁπλῶς τὰ εἰς ΗΡ θηλυκὰ | 129 | |
130 | ὀνόματα κατὰ τροπὴν τοῦ Η εἰς Ε κλίνονται· μήτηρ μητέρος, θυγάτηρ θυγατέρος, Δημήτηρ Δημήτερος, κλί‐ νονται δὲ κατὰ συγκοπὴν μητρός θυγατρός καὶ Δήμη‐ τρος κατὰ ἀποβολὴν μόνον τοῦ Ε. Τὴν εἰς Σ μοι | |
5 | ἐνταῦθα ἄθρει κατάληξιν. Καν. ηʹ. Ἡ λαμπὰς λήγει μὲν εἰς ας, ὀξύτονον δέ ἐστιν ὄνομα, κλίνεται δὲ λαμπάδος διὰ τοῦ Δ. Κοινῷ γὰρ λόγῳ πάντα τὰ εἰς ας ὀνόματα θηλυκὰ οὕτω κλί‐ νεται λαμπάς λαμπάδος, δορκάς δορκάδος. | |
10 | Καν. θʹ. Ἡ φιλότης λήγει μὲν εἰς Σ καὶ αὐτή, ἔχει δὲ ὄπισθεν τοῦ Σ τὸ Η καὶ κλίνεται φιλότητος, ἀγαθότης ἀγαθότητος, λαμπρότης λαμπρότητος, μα‐ ταιότης ματαιότητος. Καν. ιʹ. Ἡ μῆνις λήγει μὲν εἰς Σ, ἔχει δὲ πρὸ | |
15 | τοῦ Σ τὸ Ι, κλίνεται [δὲ] μήνιδος. Διατί; διότι ἐπὶ τῆς εὐθείας ἔχει τὸ Ν. Τῶν γὰρ εἰς ΙΣ θηλυκῶν ὀνομάτων ὅσα μὲν ἔχουσιν ἐπὶ τῆς εὐθείας τὸ Ν διὰ τοῦ Δ κλίνονται, μήνιδος, νεάνιδος· ὁμοίως καὶ ὅσα ἔχουσι τὸ Ρ, ἔρις ἔριδος, κίθαρις κιθάριδος, Κύπρις | |
20 | Κύπριδος, πλὴν ὀλίγων. Τὸ γὰρ ὕβρις ἔχει μὲν τὸ Ρ οὐ κλίνεται δὲ [ὕβριδος ἀλλὰ ὕβρεως καὶ χάρις οὐ] χάριδος ἀλλὰ χάριτος. Ὅσα δὲ οὔτε Ν ἔχει οὔτε Ρ ἐκεῖνα διὰ τοῦ εως κλίνονται πόλις πόλεως, λέξις λέξεως, γνῶσις γνώσεως καὶ τὰ ὅμοια· σημείωσαι δὲ | |
25 | τὸ ὄρνις ἔχον καὶ τὸ Ν καὶ διὰ τοῦ Θ κλινόμενον· ὄρνιθος γάρ. Καν. ιαʹ. Ἡ πίτυς λήγει μὲν εἰς Σ, ἔχει δὲ πρὸ τοῦ Σ τὸ Υ, παροξύτονον δέ ἐστιν. Κλίνεται δὲ πίτυος διὰ καθαροῦ τοῦ ΟΣ. Τὰ γὰρ εἰς ΥΣ θηλυκὰ | |
30 | εἰ μὲν παροξύτονα εἴη διὰ καθαροῦ τοῦ ΟΣ κλίνονται | 130 |
131 | πίτυς πίτυος, χέλυς χέλυος (ἔστι δὲ ὄργανον μουσικόν) ἔγχελυς ἐγχέλυος, εἰ δὲ ἐπὶ τέλους ἔχουσι τὴν ὀξεῖαν διὰ τοῦ Δ κλίνονται, χλαμύς χλαμύδος, χωρὶς τῶν ἐχόντων μακρὸν τὸ Υ· τὸ γὰρ ὀϊζύς καὶ πληθύς ὀξύ‐ | |
5 | τονα μέν εἰσι καὶ ἔδει καὶ ταῦτα διὰ τοῦ Δ κλίνεσθαι, ὥσπερ καὶ τὸ χλαμύς· ἀλλ’ ἐπειδὴ μακρὸν ἔχουσι τὸ Υ διὰ τοῦτο ὀϊζύος καὶ πληθύος κλίνονται διὰ κα‐ θαροῦ τοῦ ΟΣ. Καν. ιβʹ. Ἡ αἰδώς· ἔστι μὲν καὶ αὐτὴ τῶν εἰς | |
10 | Σ ληγόντων· ἔχει δὲ πρὸ τοῦ Σ τὸ Ω μέγα, κλίνεται δὲ αἰδόος κατὰ διάλυσιν τοῦ μεγάλου ω εἰς δύο μι‐ κρά, καὶ κατὰ συναίρεσιν αἰδοῦς. Τὰ γὰρ εἰς ως θη‐ λυκὰ εἰ μὲν παροξύτονα εἴη κατὰ ἀποβολὴν τοῦ Σ κλίνονται, ὡς τὸ ἡ ἕως, ὃ σημαίνει τὴν ἀνατολήν, | |
15 | τῆς ἕω· εἰ δὲ ὀξύτονα κατὰ διάλυσιν τοῦ ἑνὸς μεγά‐ λου Ω εἰς τὰ δύο μικρά, ὡς τὸ αἰδώς αἰδόος, ἠώς ἠόος. Τοσαῦτά σοι περὶ τῶν θηλυκῶν ἐῤῥέθη κανό‐ νων· συντόμως τε καὶ συνεπτυγμένως, ἵνα μὴ ἀδο‐ λεσχῶμεν τὰ αὐτὰ καὶ περὶ τῶν αὐτῶν πολλάκις ἀνα‐ | |
20 | κυκλοῦντες, ἄθρει περὶ τῶν οὐδετέρων. Περὶ τῶν οὐδετέρων ὀνομάτων. Περὶ τῶν οὐδετέρων ἤδη λέγομεν πρότερον ἐρευ‐ νήσαντες διατί τε οὐδέτερον ὄνομα λέγεται καὶ πῶς ἐπινενόηται καὶ ἐφεύρηται. Οὐδέτερον λέγεται ὡς μήτε | |
25 | ἀρσενικὸν μήτε θηλυκὸν ὑπάρχον ὥσπερ ἐάν τις εἴπῃ ὅτι ὁ οὐρανὸς ἀήρ ἐστιν ἢ πῦρ, λέγομεν ὅτι οὐδέτε‐ ρον οὔτε ἀήρ ἐστιν οὔτε πῦρ. Ἐπενοήθησαν δὲ τὰ οὐδέτερα καὶ εὑρέθησαν παρὰ τῶν ἀρχαίων ὀνοματο‐ θετῶν δι’ ἥν σοι μέλλω λέγειν αἰτίαν. Ἐπεὶ γὰρ τῶν | |
30 | ἐν βίῳ πραγμάτων τὰ μὲν εἰσὶ καὶ ζῶσιν, οἷον τὰ | |
ζῶα, τὰ δὲ εἰσὶ μέν, οὐ ζῶσι δέ, ὡς τὰ ἄψυχα· καὶ | 131 | |
132 | τὰ μὲν ζῶα εἰς τὸ ἄῤῥεν καὶ τὸ θῆλυ μερίζονται διὰ τὴν γονήν· τὰ δὲ ἄψυχα οὔτε γεννῶσιν οὔτε τὸ θῆλυ καὶ τὸ ἄῤῥεν ἔχουσι· διὰ τοῦτο καὶ οἱ ὀνοματοθέται ἀκολούθως τοῖς πράγμασι τὸ μὲν ἀρσενικὸν καὶ θη‐ | |
5 | λυκὸν ὄνομα τοῖς ζώοις ἀπεκληρώσαντο, καὶ τὸν μὲν ἄρσενα ὄφιν ὄφιν ἀρσενικῶς ὀνομάσαντες, τὸν δὲ θῆ‐ λυν ἔχιδναν θηλυκῶς, καὶ τὸν μὲν ἄρσενα ἄνθρω‐ πον ἀρσενικῶς ἄνδρα προσαγορεύσαντες, τὸν δὲ θῆ‐ λυν γυναῖκα καλέσαντες, ἵνα κατὰ τὴν ἑκάστου φύσιν | |
10 | προβαίνῃ καὶ τὰ ὀνόματα, τὸ δὲ οὐδέτερον ὄνομα τοῖς οὐδετέροις πράγμασιν ἤγουν τοῖς ἀψύχοις ἀπέδοντο, τὸ βέλος λέγοντες καὶ τὸ ξύλον καὶ τὸ μέλι καὶ τὰ τοιαῦτα διὰ τοῦτο, ἵνα τι καὶ χαριέστατον εἴπω, καὶ αὐτὰ τὰ ἁπλᾶ σώματα, ἤγουν τὰ τέσσαρα στοιχεῖα οὐ‐ | |
15 | δετέρως καλοῦνται ὡς ἄψυχα τὸ πῦρ καὶ τὸ ὕδωρ· ὁ [δὲ] ἀήρ καὶ ἡ γῇ ὁ μὲν ἀρσενικῶς ἡ δὲ θηλυκῶς ὀνομάζεται, ὁ μὲν ἀὴρ ὡς πατὴρ τῆς ἡμετέρας ζωῆς· τοῦτον γὰρ ἀναπνέοντες ζῶμεν· ἡ δὲ γῆ ὡς μήτηρ καὶ τιθηνός· καὶ μή μοι εἴπῃς ὅτι ὁρῶμεν καὶ ἐπὶ τῶν | |
20 | ἐμψύχων ὅτι πολλὰ οὐδετέρως λέγομεν οἷον τὸ γύναιον καὶ τὸ ἀνθρωπάριον καὶ αὖ ἐπὶ τῶν ἀψύχων πολλὰ ἀρσενικῶς καὶ θηλυκῶς ὀνομάζονται, οἷον ὁ τοῖχος καὶ ὁ πηλός καὶ ἡ πέτρα· ταῦτα γὰρ καταχρηστικῶς λέγονται· ἐπεὶ τοῖς γε κυριολεκτεῖν μέλλουσιν ἐπὶ μὲν | |
25 | τῶν ζώων, ἐφ’ ὧν ἡ μίξις ἐστὶ τοῦ ἄῤῥενος καὶ τοῦ θήλεος, ἐπὶ τούτων ἀρσενικὰ καὶ θηλυκὰ τάττονται· ἐπὶ δὲ τῶν ἀψύχων ἐφ’ ὧν οὔτε τὸ ἄῤῥεν οὔτε τὸ θῆλυ χώραν ἔχει, ἐπὶ τούτων ἁρμόττουσιν τὰ οὐδέτερα. Ἀρχὴν οὖν ἀναλαβόντες εἴπωμέν σοι καὶ περὶ οὐδετέ‐ | |
30 | ρων κανόνων καὶ ὅπως τούτους ὁ τεχνικὸς ἔταξεν. Ἐπεὶ γὰρ ἅπαν οὐδέτερον ὄνομα ἢ εἰς Α λήγει ὡς τὸ σχῆμα, βῆμα, τᾶγμα, ἢ εἰς Ι ὡς τὸ μέλι, πέπερι, κιννάβαρι, | |
ἢ εἰς Υ ὡς τὸ γόνυ, δόρυ, δάκρυ, ἢ εἰς Ν, ως τὸ | 132 | |
133 | ξύλον, δένδρον, ἢ εἰς Ρ ὡς τὸ φρέαρ, ἧπαρ, ἢ εἰς Σ ὡς τὸ τεῖχος, δέμας, εἰς δὲ ἄλλο στοιχεῖον οὐκ ἐγχωρεῖ περατοῦσθαι οὐδέτερον ὄνομα, κανόνας σοι τούτων τῶν καταλήξεων ὁ τεχνικὸς ἀρίστως ἐξέθετο, | |
5 | καὶ πρῶτα μὲν τὴν εἰς Α κατάληξιν παρεστήσατο δι’ ἑνὸς κανόνος τοῦ βήματος, ἐπειδὴ καὶ πρῶτον στοι‐ χεῖον τὸ Α, ἔπειτα τὴν εἰς Ι διὰ τοῦ μέλιτος, ἔπειτα τὴν εἰς Υ διὰ τρίτου κανόνος τοῦ πώεος, ἔπειτα τὴν εἰς Ν, τέταρτον κανόνα τὸ ξύλον λαβών, ἑξῆς δὲ | |
10 | τὴν εἰς Ρ διὰ δυοῖν κανόνων τοῦ δελέατος καὶ τοῦ ἥπατος καὶ τελευταῖον τὴν εἰς Σ κατάληξιν διὰ τριῶν ἑτέρων κανόνων τοῦ κρέατος, τοῦ τείχεος, τοῦ φωτός· καὶ οὕτω καταπαύει τὸν λόγον. Ἀρχὴ τῶν οὐδετέρων κανόνων. | |
15 | Καν. αʹ. Τὸ βῆμα· ἔστι μὲν οὐδέτερον ὄνομα, σημαίνει δὲ τὴν πορείαν, κλίνεται δὲ προσθέσει τοῦ τος. Κοινῷ γὰρ λόγῳ πάντα τὰ εἰς Α λήγοντα οὐδέ‐ τερα καὶ τὸ Μ ἔχουσι καὶ βραχύνουσι τὸ Α καὶ προσ‐ θέσει τοῦ τος κλίνονται, οἷον πνεῦμα πνεύματος, | |
20 | ῥεῦμα ῥεύματος, χάσμα χάσματος. Οὕτως οὖν καὶ τὸ βῆμα βήματος. Καν. βʹ. Τὸ μέλι οὐδέτερόν ἐστι καὶ αὐτό, λή‐ γει δὲ εἰς Ι, κλίνεται δὲ καὶ αὐτὸ κατὰ προσθήκην τοῦ τος· καθόλου γὰρ ὡς τὰ εἰς Α λήγοντα οὐδέτερα | |
25 | οὕτω καὶ τὰ εἰς Ι προσθέσει τοῦ τος κλίνονται· καὶ μή μοι εἴπῃς, ὅτι ἰδοὺ τὸ πέπερι καὶ τὸ κιννάβαρι λήγουσι μὲν εἰς Ι, οὐ κλίνονται δὲ διὰ τοῦ τος πεπέ‐ ριτος κινναβάριτος, ἀλλὰ πεπέριος, κινναβάριος. Αὐ‐ τὸς γὰρ ὁ τεχνικὸς τὴν ἀπορίαν σοι ταύτην προφθά‐ | |
30 | σας ἰάσατο, βαρβαρικὰ οὐχ ἑλληνικὰ ὀνόματα τὰ τοι‐ αῦτα καλέσας· ἡμῖν δὲ περὶ τῶν ἑλληνικῶν οὐχὶ τῶν | |
βαρβαρικῶν ὀνομάτων ἐστὶν ὁ λόγος. | 133 | |
134 | Καν. γʹ. Τὸ πῶϋ λήγει μὲν εἰς Υ, σημαίνει δὲ τὸ ποιμνίον, κλίνεται δὲ πώεος, τρέπον τὸ ἐπὶ τῆς εὐθείας Υ εἰς Ε ἐπὶ τῆς γενικῆς. Τῶν γὰρ εἰς Υ λη‐ γόντων ὀνομάτων ὅσα μὲν μακρὰν ἔχουσι τὴν παρα‐ | |
5 | λήγουσαν διὰ τοῦ Ε κλίνονται· πῶϋ πώεος, ἄστυ ἄστεος; ὅσα δὲ βραχεῖαν ἐκεῖνα φυλάσσει τὸ Υ καὶ ἐπὶ τῆς γενικῆς· γόνυ γόνυος, δόρυ δόρυος, μέθυ μέθυος· μέθυ δὲ λέγεται ὁ γλυκὺς οἶνος, μίσυ μίσυος· μίσυ δέ ἐστιν εἶδος ἰατρικὸν τὸ εἰς τὴν τετραφάρμα‐ | |
10 | κον ἐμβαλλόμενον. Καν. δʹ. Τὸ ξύλον λήγει μὲν εἰς Ν, κλίνεται δὲ ἰσοσυλλάβως ξύλου· καθολικῷ γὰρ λόγῳ πάντα τὰ εἰς ΟΝ οὐδέτερα εἰς ΟΥ κλίνονται. Καν. εʹ. Τὸ δέλεαρ λήγει μὲν εἰς Ρ, κλίνεται | |
15 | δὲ δελέατος διὰ τοῦ Τ. Τῶν γὰρ εἰς αρ οὐδετέρων τὰ μὲν ἐπέκεινα δύο συλλαβῶν ὄντα διὰ τοῦ Τ κλί‐ νονται, ὡς τὸ δέλεαρ δελέατος καὶ ὄνειαρ ὀνείατος· τὰ δὲ δισύλλαβα εἰ μὲν μακρὰν ἔχουσι τὴν παραλή‐ γουσαν διὰ τοῦ Τ καὶ αὐτὰ κλίνονται, ὡς τὸ ἧπαρ | |
20 | ἥπατος, οὖθαρ οὔθατος, εἰ δὲ βραχεῖαν διὰ τοῦ Ρ κλίνονται καὶ οὐχὶ διὰ τοῦ Τ· ἔαρ ἔαρος, κέαρ κέα‐ ρος· σημείωσαί μοι τὸ νέκταρ καὶ φρέαρ ἐναντίως τῷ κανόνι τούτῳ κλινόμενα· τὸ μὲν γὰρ νέκταρ καὶ ταῦτα μακρᾷ παραληγόμενον ὅμως οὐ κλίνεται νέκτατος ὡς | |
25 | ἥπατος, ἀλλὰ νέκταρος ὡς ἔαρος· τὸ δὲ φρέαρ βρα‐ χεῖαν ἔχον τὴν παραλήγουσαν οὐ κλίνεται οὐδὲ τοῦτο φρέαρος ὡς τὰ ἄλλα βραχείᾳ παραληγόμενα κέαρος ἔαρος, ἀλλὰ φρέατος. Καὶ εἴπω σοι τὴν τούτων ἐναλ‐ λαγὴν καὶ τὴν αἰτίαν αὐτῆς· τὸ μὲν γὰρ νέκταρ διὰ | |
30 | τὸ ἔχειν τὸ Τ ἐπ’ εὐθείας οὐ κλίνεται δι’ ἑτέρου Τ νέκτατος, ἵνα μὴ ἐπάλληλα κεῖνται τὰ δύο ΤΤ, τὸ δὲ | |
φρέαρ βραχεῖαν ἔχον τὴν παραλήγουσαν οὐ κλίνεται | 134 | |
135 | δι’ ἑτέρου Ρ φρέαρος· ἀεὶ γὰρ τὰς τοιαύτας συγκρού‐ σεις τῶν συμφώνων ὁ τεχνίτης λόγος μισεῖ. Καν. ϛʹ. Τὸ ὕδωρ λήγει μὲν εἰς Ρ καὶ αὐτὸ, κλίνεται δὲ οὐχ ὥσπερ τὰ λοιπὰ τῶν εἰς ωρ οὐδετέρων | |
5 | ὀνομάτων, ἀλλὰ παράδοξόν τινα ἔχει τὴν κλίσιν. Τὰ μὲν γὰρ εἰς ωρ εἴτε μέγα ἔχουσι τὸ Ω ὡς τὸ ἕλωρ, τέκμωρ, εἴτε μικρὸν ὡς τὸ ἄνορ, κάλορ, ἦτορ, ἄορ πάντα διὰ τοῦ ρος κλίνονται ἕλωρος, τέκμωρος, ἄνο‐ ρος, κάλορος, ἤτορος, ἄορος· μόνον δὲ τὸ ὕδωρ | |
10 | καινήν τινα καὶ παρηλλαγμένην ἐδέξατο κλίσιν· οὐδὲ γὰρ ὕδωρος ποιεῖ τὴν γενικὴν κατὰ τὰ λοιπὰ ἀλλ’ ὕδατος κλίνεται, τάχα οὐκ ἀπὸ τῆς ὕδωρ εὐθείας ἀλλ’ ἀπὸ τῆς ὕδας κλινόμενον· λέγεται ὕδωρ καὶ ὕδας· ἀκολούθως οὖν ἐκ τούτου κλίνεται ὕδατος ὡς τὸ κρέας | |
15 | κρέατος. Καν. ζʹ. Τὸ κρέας· ἔστι μὲν καὶ τοῦτο οὐδέ‐ τερον ὄνομα, λήγει δὲ εἰς ας, τριπλῆν δὲ ἔχει τὴν κλί‐ σιν· ἡ μὲν γὰρ κοινὴ διάλεκτος διὰ τοῦ τος τοῦτο κλίνει, ὡς πάντα τὰ εἰς ας οὐδέτερα κρέας κρέατος, | |
20 | δέπας δέπατος, γῆρας γήρατος· οἱ δὲ Ἴωνες ἅτε τὴν διάλυσιν ἀγαπῶντες καὶ τὸ καθαρόφωνον ὑπεξαιροῦσι τὸ Τ κρέαος κλίνοντες· οἱ δὲ ἀλοζόνες καὶ μεγαλόφω‐ νοι Ἀττικοὶ συναιροῦντες τὸ τῶν Ἰώνων Α καὶ Ο μι‐ κρὸν εἰς τὸ φίλον αὐτοῖς μέγα ω κρέως κλίνουσιν. | |
25 | Καν. ηʹ. Τὸ τεῖχος λήγει μὲν εἰς ος κλίνεται δὲ κατὰ μὲν τῶν Ἰώνων διάλυσιν τείχεος, κατὰ δὲ συναίρεσιν τείχους. Τὰ γὰρ εἰς ος μικρὸν ὀνόματα ἅπαντα εἰ μὲν ἀρσενικὰ εἴη διὰ τοῦ ου κλίνονται ἄν‐ θρωπος ἀνθρώπου, θεός θεοῦ· εἰ δὲ οὐδέτερα διὰ | |
30 | τοῦ ους μέλος μέλους, ὕψος ὕψους, τεῖχος τείχους. Καν. θʹ. Τὸ φῶς ἐστι μὲν καὶ αὐτὸ τῶν εἰς | |
Σ ληγόντων ὀνομάτων, γίνεται δὲ ἀπὸ τοῦ φάος κατὰ | 135 | |
136 | συναίρεσιν φῶς, καὶ ἐκεῖθεν ἔχει καὶ τὸ μέγα ω καὶ τὴν περισπωμένην ἀπὸ τῆς συναιρέσεως· κλίνεται δὲ φωτός· ἁπλῶς γὰρ εἰπεῖν δύο μόνα ἐν τοῖς οὐδετέ‐ ροις εὑρίσκομεν εἰς ω μέγα λήγοντα, φῶς καὶ ὦς, | |
5 | κλίνομεν δὲ ἀμφότερα διὰ τοῦ τος, φῶς φωτός καὶ ὦς ὠτός. Τοσαῦτα σοὶ καὶ περὶ τῶν οὐδετέρων κανόνων θεσπεσία μοι κεφαλή. Σὺ δὲ ἀνακεφαλαιωσαμένη πάντα τὰ προῤῥηθέντα θαύμασον τὴν τοῦ τεχνίτου σοφίαν καὶ | |
10 | ἐπιστήμην καὶ πρὸ τῶν ἄλλων τὴν εὐταξίαν, ἣν ἔν τε τοῖς ἀρσενικοῖς καὶ τοῖς θηλυκοῖς καὶ τοῖς οὐδετέροις κανόσιν ἐφύλαξε· καὶ γὰρ ἐπὶ τῶν ἀρσενικῶν ἀπὸ τοῦ Αἴαντος ἀρξάμενος διότι εἰς Α λήγει εἰς τὴν Κύ‐ κλωπα ἔληξε διότι εἰς Ω μέγα λήγει. Ὁμοίως δὲ καὶ | |
15 | ἐπὶ τῶν θηλυκῶν τὴν Μοῦσαν πρῶτον λαμβάνει εἰς Α λήγουσαν καὶ τελευταῖον ἐπάγει τὴν αἰδῶ εἰς Ω μέγα περατουμένην· ὡσαύτως καὶ ἐπὶ τῶν οὐδετέρων τὸ βῆμα πρῶτον ἐκτίθεται διὰ τὴν εἰς Α κατάληξιν καὶ τελευταῖον ἐπάγει τὸ φῶς ὡς εἰς μέγα Ω καταλῆγον, | |
20 | ἐν πᾶσιν ἀπὸ τοῦ Α ἀρχόμενος καὶ εἰς τὸ Ω τελευτῶν. Ἀλλ’ ἐπειδὴ τὴν περὶ τῶν ὀνομάτων διδασκαλίαν ἐξελ‐ θόντες καὶ τὰ σκοτεινῶς ἐν ταύτῃ ῥηθέντα ὡς οἷόν τε ἀνακαλύψαντες καὶ διαφωτίσαντες εἰς φῶς κατελή‐ ξαμεν, ἄγε μετὰ τοῦ φωτὸς καὶ τὸ ῥῆμα κατασκοπή‐ | |
25 | σωμεν καὶ πάντως δὲ τῷ φωτὶ ἀκολουθοῦντες οὐχὶ προσκόψομεν. Ἀρχὴ τοῦ ῥήματος. Τὸ ῥῆμα μέρος λόγου ἐστὶ τὸ κυριώτατον· ὡς γὰρ ἐν τοῖς προοιμίοις τοῦ λόγου φθάσαντες εἴπομεν | |
30 | ὀκτὼ μέν εἰσι τὰ μέρη τοῦ λόγου· τὰ δὲ ἀναγκαιότατα | |
καὶ συνεκτικώτατα τὰ δύο ταῦτά εἰσι, τὸ ὄνομα καὶ | 136 | |
137 | τὸ ῥῆμα· διότι ἐκτὸς μὲν τῶν ἄλλων ἓξ δύναται συ‐ στῆναι λόγος μετὰ μόνου τοῦ ὀνόματος καὶ τοῦ ῥήματος· ἐκτὸς δὲ τοῦ ὀνόματος καὶ τοῦ ῥήματος, κἂν τὰ ἄλλα πάντα συνδράμωσιν, οὐκ ἂν συσταίη λόγος ποτέ. Ἔχει | |
5 | δὲ τὸ ῥῆμα καὶ πλέον τι τοῦ ὀνόματος· τὸ μὲν γὰρ ὄνομα σημαίνει πρᾶγμά τι μόνον, τὸ δὲ ῥῆμα καί τι πλέον· οἷον τὸ λέγω σημαίνει καὶ αὐτὴν τὴν ἐνέργειαν ὅτι λέγω· σημαίνει δὲ πλέον καὶ τὸν χρόνον καθ’ ὃν ἡ ἐνέρ‐ γεια. Ὅταν γὰρ εἴπω λέγω σημαίνει ὅτι νῦν λέγω καὶ | |
10 | κατὰ τὸν παρόντα χρόνον. Καὶ ἔστι τὸ ῥῆμα κατὰ τοὺς παλαιοὺς μέρος λόγου ἄπτωτον, ἤγουν μὴ ἐπι‐ δεχόμενον πτώσεις ὀρθήν, γενικήν, δοτικήν, αἰτιατι‐ κὴν καὶ κλητικήν. Τὸ γὰρ ὄνομα ἐπιδέχεται πτώσεις, τὸ δὲ ῥῆμα οὐχί. Ἔστιν οὖν τὸ ῥῆμα, ὡς εἴπομεν, | |
15 | λέξις ἄπτωτος ἐπιδεκτικὴ χρόνων, ἤγουν ἐνεστῶτος, παρεληλυθότος καὶ μέλλοντος, καὶ προσώπων, ἤγουν πρώτου ἐγώ, δευτέρου σύ, τρίτου ἐκεῖνος· αὐτὰ γάρ εἰσι τὰ τρία πρόσωπα· καὶ ἀριθμῶν ἑνικοῦ, δυϊκοῦ, πληθυντικοῦ, ἐνέργειαν καὶ πάθος παριστῶσα· | |
20 | ἐνέργειαν μὲν ὅταν λέγω κολάζω· ἰδοὺ γὰρ ἐνεργῶ, πάθος δέ, ὅταν λέγω κολάζομαι· ἰδοὺ γὰρ πάσχω. Ὁρίζονται δέ τινες τὸ ῥῆμα καὶ οὕτως. Ῥῆμά ἐστι μέρος λόγου ἄπτωτον, ἤτοι μὴ ἔχον πτώσεις, διαφό‐ ρους χρόνους δηλοῦν ἐν ἰδίοις μετασχηματισμοῖς. Τοῦτο | |
25 | δὲ τί ποτέ ἐστιν ἐγώ σοι παραστήσω σαφέστατα· ἄλλο τί ἐστιν ἡ παντελὴς ἐξαλλαγὴ καὶ ἄλλο ἡ μετασχημά‐ τισις. Εἰ μὲν γὰρ τυχὸν τήνδε τὴν βίβλον κατεῖχες ὡς φέρε εἰπεῖν τὴν γραμματικήν, εἶτα ἐκείνην ἀφεῖσα θεολογικὸν βιβλίον ἔλαβες, τοῦτό ἐστιν ἡ ἐξαλλαγή. | |
30 | Ἄλλο γὰρ βιβλίον ἡ γραμματικὴ καὶ ἄλλο τὸ θεο‐ λογικόν. Ἐὰν δὲ ἥντινα χθὲς κατεῖχες τὴν γραμματι‐ | |
κὴν ἐνδεδυμένην μετὰ δέρματος ταύτην σήμερον κα‐ | 137 | |
138 | τέχῃς βλαττένδυτον τοῦτό ἐστιν ἡ μετασχημάτισις. Ἡ μὲν γὰρ βίβλος ἡ αὐτή ἐστι, τὸ δὲ σχῆμα μόνον ἠλ‐ λοίωσεν. Ἐπεὶ γοῦν εἰσι καὶ τινὰ χρονικὰ ἐπιῤῥήματα οἷον τὸ χθές, σήμερον, αὔριον, ἅτινα διαφόρους χρό‐ | |
5 | νους δηλοῦσι· τὸ μὲν γὰρ χθές τὸν παρεληλυθότα, τὸ δὲ σήμερον τὸν ἐνεστῶτα, τὸ δὲ αὔριον τὸν μέλ‐ λοντα, δηλοῦσι δὲ αὐτοὺς οὐ μετασχηματιζόμενα ἀλλὰ παντελῶς ἠλλοιωμένα· ποίαν γὰρ κοινωνίαν ἔχει ἡ σή‐ μερον φωνὴ πρὸς τὴν αὔριον φωνήν; διὰ τοῦτο σοί | |
10 | φησιν ὁ τεχνικός, ὅτι τὸ ῥῆμα δηλοῖ διαφόρους χρό‐ νους, ἀλλ’ ἐν ἰδίοις μετασχηματισμοῖς. Τὸ γὰρ τύπτω καὶ τὸ τύψω δηλοῦσι διαφόρους χρόνους τὸ μὲν τύ‐ πτω ἐνεστῶτα, τὸ δὲ τύψω μέλλοντα· ἀλλ’ οὐκ ἔστι παντελῶς ἑτέρα ἡ τύπτω φωνὴ τῆς τύψω φωνῆς· μό‐ | |
15 | νον δὲ μετεσχηματίσθη τὸ τύψω κατὰ τροπὴν τοῦ π καὶ τ εἰς το ψ. Τοῦτο γοῦν ἔστιν ὃ λέγει ὁ τεχνικός, ὅτι ῥῆμά ἐστι μέρος λόγου ἄπτωτον ἐν ἰδίοις μετασχη‐ ματισμοῖς διαφόρους χρόνους δηλοῦν· προστίθησι δὲ τῷ ὁρισμῷ καί φησι μετ’ ἐνεργείας καὶ πάθους ἢ οὐ‐ | |
20 | δετέρου· οὐδὲ γὰρ μόνον διαφορὰς χρόνων σημαίνει τὸ ῥῆμα ἀλλὰ καὶ διαφορὰς διαθέσεων, καὶ ποτὲ μὲν ἐνέργειαν παριστᾷ, ὡς τὸ λέγω καὶ τὸ γράφω, ποτὲ δὲ πάθος, ὡς τὸ λέγομαι καὶ γράφομαι, ποτὲ δὲ οὐ‐ δέτερον τούτων, οὔτε πάθος οὔτε ἐνέργειαν, οἷόν | |
25 | εἰσιν οἱ μὲν μέλλοντες χρόνοι, περὶ ὧν ἐν τοῖς προσή‐ κουσι τόποις αὐτῶν ἐροῦμεν. Πάλιν οὖν ἀναληπτέον τὸν λόγον· ῥῆμά ἐστι μέρος λόγου ἄπτωτον ἐν ἰδίοις μετασχηματισμοῖς διαφόρους χρόνους δηλοῦν μετ’ ἐν‐ εργείας ἢ πάθους ἢ οὐδετέρου, προσώπων σημαντικόν, | |
30 | ὅτε καὶ τὰς τῆς ψυχῆς διαθέσεις δηλοῖ· ἐπ’ ἐκείνων γὰρ τῶν ἐγκλίσεων ἐφ’ ὧν καὶ τὸ βούλημα τῆς ψυχῆς ἐστιν ἐμφανές, οἷον ἐπὶ τῆς ὁριστικῆς καὶ προστακτι‐ | |
κῆς καὶ εὐκτικῆς καὶ ὑποτακτικῆς, ἐπ’ ἐκείνων μόνον | 138 | |
139 | τὰ ῥήματα σημαίνουσι πρόσωπα· ὅταν γὰρ εἴπω λέγω ἐδήλωσα καὶ τὸ πρῶτον πρόσωπον, ὅτι ἐγώ, ἢ ὅταν εἴπω λέγε προστακτικῶς ἐδήλωσα καὶ τὸ δεύτερον πρόσ‐ ωπον, ὅτι σύ, ἢ ὅταν εἴπω λέγοι εὐκτικῶς ἐδήλωσα | |
5 | τὸ τρίτον, ὅτι ἐκεῖνος, ἢ ὅταν εἴπω λέγωμεν ὑποτα‐ κτικῶς ἐδήλωσα ὅτι ἡμεῖς. Ἡ δὲ ἀπαρέμφατος μόνη ἔγκλισις οὔτε ψυχῆς διάθεσιν δηλοῖ οὔτε πρόσωπον παριστᾷ· ἐὰν γὰρ εἴπω γράφειν οὔτε τί βούλομαι λέ‐ γειν ἐδήλωσα ἐὰν μὴ προσθήσω καὶ τί, οὔτε πρόσω‐ | |
10 | πον ἐδήλωσα· Ἀλλ’ ἐπεὶ τὸ ῥῆμα τοιοῦτόν ἐστιν οἷον εἴπομεν, φέρε καὶ πόσα τούτῳ παρέπεται λέγωμεν. Ὥσ‐ περ ὅταν εἴπωμεν ἄνθρωπος, παρέπεται τούτῳ καὶ ἄλλα πολλά, οἷον τὸ δίπουν, τὸ περιπατεῖν ὀρθόν, τὸ εἶναι γελαστικόν, καὶ τὸ ἀκίνητα ἔχειν τὰ ὦτα· οὕτω | |
15 | καὶ τῷ ῥήματι ὀκτώ τινα παρακολουθοῦσιν· ἐγκλίσεις, διαθέσεις, εἴδη, σχήματα, ἀριθμοί, πρόσωπα, χρόνοι καὶ συζυγίαι, περὶ ὧν ἑκάστου σαφέστατά σοι καὶ πλατικώτατα φθέγξομαι, ἵνα μηδέν σε τούτων δια‐ λανθάνῃ. | |
20 | Περὶ ἐγκλίσεως, Ἔγκλισις μὲν οὖν ἐστι βουλήματος ψυχῆς ἔμφασις· τὰ δὲ βουλήματα τῆς ψυχῆς κεφαλαιωδῶς εἰσι τέσσαρα· ἢ γὰρ ἀληθεύειν καὶ ψεύδεσθαι βούλεται ἡ ψυχὴ καὶ λέγεται αὕτη ἡ βούλησις ὁριστική, ὡς ὁρίζουσα τὸ | |
25 | ψεῦδος καὶ τὴν ἀλήθειαν, ἢ προστάσσειν βούλεται καὶ λέγεται ἡ βούλησις αὕτη προστακτική, ἢ εὔχεσθαι θέ‐ λει καὶ λέγεται ἡ θέλησις αὕτη εὐκτική, ἢ αἰτίαν τινὰ παριστάνειν βούλεται καὶ λέγεται αὕτη ἡ βούλησις ὑπο‐ τακτική· ἐπεὶ γοῦν τέσσαρές εἰσιν αἱ τῆς ψυχῆς θελή‐ | |
30 | σεις ἀκολούθως καὶ αἱ τῶν ῥημάτων ἐγκλίσεις. Οὐ γὰρ | |
ἁπλῶς ἡ γλῶσσα ἐξ αὐτῆς τὰ παρατυχόντα λαλεῖ, ἀλλὰ | 139 | |
140 | τὰ τῆς ψυχῆς θελήματα διαφωτίζει καὶ ἐξαγγέλλει. Ἔγ‐ κλισις δὲ τὸ τοιοῦτον λέγεται, διότι περὶ ἑκάστου θέ‐ λησιν ἐγκλίνεται ἤτοι τρέπεται ἡ ψυχή. Ὅταν οὖν εὔξασθαι ἡ ψυχὴ βουληθῇ καὶ ἐγκλιθῇ πρὸς τὴν εὐχὴν | |
5 | καὶ τραπῇ τηνικαῦτα καὶ ἡ ψυχή, εὐκτικὰ προβάλλει τὰ ῥήματα· καὶ λέγομεν τὰ τοιαῦτα ἔγκλισιν εὐκτικήν. τοιοῦτο μὲν ἡ ἔγκλισις· μέρη δὲ αὐτῆς κυρίως μὲν τέσσαρα ὡς προείπομεν, τὸ ὁριστικόν, ὅπερ ἀλήθειαν ἢ ψεῦδος ὁρίζει, οἷον τὸ τύπτω καὶ λέγω· εἰ δὲ οὐ | |
10 | τύπτω οὐδὲ λέγω, ἐψευσάμην εἰπών· δεύτερον τὸ προστακτικόν, ὅπερ ἀλήθειαν μὲν ἢ ψεῦδος οὐ πα‐ ριστᾷ, κέλευσιν δὲ καὶ προσταγὴν ὑπεμφαίνει· τὸ γὰρ τύπτε καὶ λέγε ἀλήθειαν ἢ ψεῦδος οὐ παρεστήσατο, προσταγὴν δέ. Τρίτον τὸ εὐκτικόν, ὡς τό· εἰσέλθοι | |
15 | τάχιον ὁ αὐτοκράτωρ καὶ τό· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου, καὶ παῖδας ἐξ ὀσφύος αὐτοῦ πολλοὺς ἴδοιμι. Τέταρτον τὸ ὑποτακτικόν, ὅπερ αἰτίαν τινὰ ὑπεμφαί‐ νει, οἷον ἐὰν εἴπωμεν, ὅτι ἐδόθη σοι χάρτης, εἶτα εἴπῃ ὅτι καὶ διὰ τίνα αἰτίαν ἐδόθη μοι, ἐπάγω τὸ | |
20 | ὑποτακτικὸν καὶ δηλῶ τὴν αἰτίαν, ὅτι ἵνα μανθάνῃς· λέγεται δὲ ἵνα μανθάνῃς ὑποτακτικόν, διότι προτέ‐ τακται μὲν ὁ ἵνα σύνδεσμος, ὑποτέτακται δὲ τὸ μαν‐ θάνῃς ῥῆμα καὶ διὰ τοῦτο ὑποτακτικὸν ὀνομάζεται, ὡς ὑποκάτω τοῦ συνδέσμου ταττόμενον. Αὗται μὲν | |
25 | οὖν εἰσιν αἱ κυρίως ἐγκλίσεις ἡ ὁριστική, ἡ προστα‐ κτική, ἡ εὐκτικὴ καὶ ἡ ὑποτακτική, ὡς καὶ βούλημα ψυχῆς παρεμφαίνουσαι. Περὶ ἀπαρεμφάτων. Ἡ δὲ ἀπαρέμφατος οὐκ ἔστι κυρίως ἔγκλισις ἀλλὰ | |
30 | καταχρηστικῶς, διότι οὐδὲ βούλημα ψυχῆς δηλοῖ. Διὰ | |
τοῦτο γὰρ καὶ ὁ τεχνικὸς ἀπαρέμφατον αὐτὴν προση‐ | 140 | |
141 | γόρευσεν, ὡς μὴ παρεμφαίνουσα τὸ οἱονοῦν ψυχῆς βούλημα· ποῖον γάρ, εἰπέ μοι, δηλοῦται βούλημα ψυ‐ χικὸν, ὅταν εἴπωμεν τύπτειν ἢ λέγειν; πάντως οὐδέν. Τοσαῦται μὲν οὖν εἰσιν αἱ ἐγκλίσεις καὶ τοιαῦταί τινες | |
5 | καὶ παρέπονται ἀναγκαίως τῷ ῥήματι. Ἅπασα γὰρ λέξις ῥηματικὴ ἐξ ἀνάγκης ὑπὸ μίαν τούτων τῶν ἐγ‐ κλίσεων ἀνάγεται· ἢ γὰρ ὁριστική ἐστιν ἢ προστα‐ κτικὴ ἢ εὐκτικὴ ἢ ὑποτακτικὴ ἢ ἀπαρέμφατος. Περὶ διαθέσεως. | |
10 | Διάθεσις δέ ἐστι δήλωσις, ἢ τοῦ ἐνεργεῖν ἢ τοῦ πάσχειν ἢ τοῦ μέσως ἔχειν· εἰ μὲν γὰρ εἴπω ἰατρεύω, ἰδοὺ ἐδήλωσα ὅτι διάκειμαι κατ’ ἐνέργειαν, καὶ ἐγὼ ἐνεργῶ τῷ πάσχοντι τὴν ὑγιείαν παρὰ τοῦ ἰατρεύ‐ οντος· τὸ δὲ ἰατρευσάμην μέσον ἐστίν· δηλοῖ γὰρ καὶ | |
15 | τὸ ἰάτρευσα ἐνεργητικῶς, δηλοῖ καὶ τὸ ἰατρεύθην πα‐ θητικῶς, ὡς ἂν αὐτῷ τις χρήσηται· εἰ μὲν γὰρ εἴπῃς, ὅτι ἐγὼ ἰατρευσάμην τὸν ἄῤῥωστον, ἐνεργητική ἐστιν ἡ σημασία τοῦ ἰατρευσάμην· ἀντὶ γὰρ τοῦ ἰάτρευσα· τέτακται· εἰ δὲ εἴπῃς, ὅτι ἐγὼ ἰατρευσάμην ὑπὸ τοῦ | |
20 | ἰατροῦ παθητική ἐστιν ἡ σημασία τοῦ ἰατρευσάμην· ἀντὶ γὰρ τοῦ ἰατρεύθην λαμβάνεται. Τρεῖς οὖν αἱ διαθέσεις· ἐνέργεια, πάθος, μεσότης· παρακολουθοῦσι δὲ αὗται ἐξ ἀνάγκης τῷ ῥήματι· πᾶσα γὰρ λέξις ῥη‐ ματικὴ ἢ ἐνεργητικὴ ἢ παθητικὴ ἢ μέση. | |
25 | Περὶ εἰδῶν. Εἴδη δὲ ῥημάτων εἰσὶ δύο, πρωτότυπον καὶ πα‐ ράγωγον· πρωτότυπον μὲν τὸ μὴ ἀφ’ ἑτέρου τινὸς γινόμενον, οἷον τὸ λέγω, παράγωγον δὲ ἀπὸ πρωτο‐ τύπου τινὸς παραγόμενον, οἷον τὸ εὐλογῶ· τὸ μὲν | |
30 | γὰρ λέγω ἀπό τινος οὐ παράγεται καὶ διὰ τοῦτό ἐστι | 141 |
142 | πρωτότυπον, τὸ δὲ εὐλογῶ ἀπὸ τοῦ εὖ παράγεται καὶ τοῦ λέγω καὶ διὰ τοῦτο παράγωγον λέγεται. Οὐ μό‐ νον δὲ ἡ ἔγκλισις καὶ ἡ διάθεσις ἐξ ἀνάγκης παρέπε‐ ται τῷ ῥήματι, ἀλλὰ καὶ τὸ εἶδος· πᾶσα γὰρ λέξις | |
5 | ῥηματικὴ ἢ πρωτότυπός ἐστιν ἢ παράγωγος. Περὶ σχημάτων. Σχήματα δὲ ῥημάτων εἰσὶ τρία, τὸ ἁπλοῦν, τὸ σύνθετον καὶ τὸ παρασύνθετον. Καὶ ἁπλοῦν μὲν ῥῆμα λέγεται τὸ ἀσύνθετον, ὅπερ μίαν ἔχει λέξιν, οἷον τὸ | |
10 | λέγω καὶ φιλῶ· σύνθετον δὲ τὸ ἀπὸ δύο συγκείμενον λέξεων, οἷον εὐλογῶ, φιλοσοφῶ· καὶ γὰρ τὸ εὐλογῶ ἀπὸ τοῦ εὖ καὶ λέγω σύγκειται καὶ τὸ φιλοσοφῶ ἀπὸ τοῦ φιλῶ καὶ τοῦ σοφός· παρασύνθετον δὲ τὸ μὴ μόνον ἀπὸ δύο ἀλλὰ καὶ ἀπὸ τριῶν συγκείμενον λέ‐ | |
15 | ξεων, οἷον τὸ ὑπερευλογῶ καὶ τὸ ὑπερφιλοσοφῶ. Τού‐ των γὰρ τὸ μὲν ἀπὸ τοῦ ὑπέρ καὶ τοῦ εὖ καὶ τοῦ λέγω σύγκειται, τὸ δὲ ἀπὸ τῆς ὑπέρ καὶ τοῦ φιλῶ καὶ τοῦ σοφός. Παρέπεται οὖν καὶ τὸ σχῆμα ἐξ ἀνάγ‐ κης τῷ ῥήματι· πᾶσα γὰρ λέξις ῥηματικὴ ἢ ἁπλῆ | |
20 | ἐστι καὶ ἀσύνθετος ἤγουν μονόλεξος, ἢ σύνθετος καὶ δίλεξος, ἢ παρασύνθετος καὶ πολύλεξος. Περὶ ἀριθμῶν. Ἀριθμοὶ δέ εἰσι τρεῖς· ὁ ἑνικός, ὁ δυϊκὸς καὶ ὁ πληθυντικός. Παρέπονται δὲ καὶ οὗτοι τῷ ῥήματι· | |
25 | ἅπαν γὰρ ῥῆμα ἢ ἑνικῶς ἐκφέρεται ὡς τὸ λέγω λέγεις λέγει· ἕκαστον γὰρ τούτων ἕνα ἄνθρωπον εἰσάγει λέ‐ γοντα· τὸ μὲν γὰρ λέγω ἐμέ, τὸ δὲ λέγεις σέ, τὸ δὲ λέγει ἐκεῖνον· ἢ δυϊκῶς ὡς τὸ λέγετον· τοῦτο γὰρ δύο μόνους εἰσάγει λέγοντας· ἢ πληθυντικῶς, ὡς τὸ λέγο‐ | |
30 | μεν, λέγετε, λέγουσι. Ταῦτα γὰρ πολλοὺς εἰσάγουσι | |
λέγοντας. | 142 | |
143 | Περὶ προσώπων. Πρόσωπα τρία, πρῶτον, δεύτερον, τρίτον. Καὶ πρῶτον μέν ἐστι πρόσωπον, ὅταν ὁ λέγων περὶ ἑαυ‐ τοῦ τὸν λόγον ποιῆται, οἷον ἐγὼ τύπτω, ἐγὼ γράφω· | |
5 | δεύτερον δὲ πρόσωπόν ἐστιν, ὅταν περὶ τοῦ ὁμιλοῦν‐ τος αὐτῷ λέγῃ, οἷον σὺ ἀκούεις, σὺ λέγεις· τρίτον πρόσωπόν ἐστιν, ὅταν περὶ τινὸς τῶν ἐκτὸς ὁ λόγος γίνηται, οἷον ἐκεῖνος γράφει, ἐκεῖνος διαλέγεται. Παρακολουθοῦσι δὲ καὶ ταῦτα τῷ ῥήματι· ἅπαν γὰρ | |
10 | ῥῆμα ἢ πρωτοπροσώπως ἢ δευτεροπροσώπως ἢ τριτο‐ προσώπως ἐκφέρεται. Περὶ χρόνων. Χρόνος κυρίως μέν ἐστι μέτρον τῆς ἡλίου κινή‐ σεως· ὁ γὰρ ἥλιος τῇ ἑαυτοῦ περιφορᾷ τὸν χρόνον | |
15 | καὶ γεννᾷ καὶ μετρεῖ· διαιρεῖται δὲ οὗτος ὁ χρόνος εἰς τὸ παρελθόν, οἷον τὸ χθές καὶ τὸ πέρυσι, καὶ εἰς τὸ ἐνεστώς, οἷον τὸ σήμερον καὶ τὸ νῦν, καὶ εἰς τὸ μέλλον, οἷον τὸ αὔριον καὶ εἰς νέωτα. Τοιοῦτος μὲν ὁ λεγόμενος κυρίως χρόνος· ἐπεὶ δὲ καὶ τὰ ῥήματα | |
20 | ἐνεργείας καὶ πάθη δηλοῦσι, τὰ δὲ πάθη καὶ ἐνέρ‐ γειαι ἐν χρόνῳ πάντως εἰσί, διὰ τοῦτο καὶ αὐτὰ τὰ ῥήματα παρὰ τῷ τεχνικῷ χρόνοι ὠνομάσθησαν· καὶ ὥσπερ ὁ κυρίως χρόνος εἰς τρία διαιρεῖται, ὡς εἴπο‐ μεν, εἰς τὸ ἐνεστώς, εἰς τὸ παρεληλυθὸς καὶ εἰς τὸ | |
25 | μέλλον· οὕτω καὶ ὁ παρὰ τοῖς ῥήμασι χρόνος εἰς τρία καὶ αὐτὸς διαιρεῖται, εἰς τὸ ἐνεστώς, εἰς τὸ παρελη‐ λυθὸς καὶ εἰς τὸ μέλλον. Καὶ ἀπορήσῃς ἄν, φιλολο‐ γωτάτη ψυχή, πῶς ἐπεὶ τρεῖς οἱ χρόνοι εἰσὶ πολλοὺς ἡμῖν καὶ διαφόρους χρόνους ὁ τεχνικὸς καὶ οὐχὶ τρεῖς | |
30 | μόνους παρέδωκεν, ἀλλ’ ἐνεστῶτάς τινας καὶ παρατα‐ | 143 |
144 | τικοὺς καὶ παρακειμένους καὶ ὑπερσυντελικοὺς καὶ ἀο‐ ρίστους καὶ τούτων τοὺς μὲν ἐνεργητικούς, τοὺς δὲ παθητικούς, τοὺς δὲ μέσους· ἔτι καὶ ἀορίστους πρώ‐ τους καὶ δευτέρους, καὶ μέλλοντας ὡσαύτως δευτέρους | |
5 | καὶ πρώτους καὶ οὕτω πολυσχεθῆ καὶ πολύτροπον τὴν τῶν χρόνων διαίρεσιν ἐποιήσατο. Ἀλλ’ ἐγώ σοι τὴν ἀπορίαν ἐπιλυσαίμην ἄν, καὶ τὰς διαφορὰς ἑκάστου τῶν χρόνων ἀναδιδάξω σε καὶ τὰς σημασίας τῶν ὀνο‐ μάτων αὐτῶν, καὶ δείξω σοι, ὅτι καὶ ἐὰν πολλοὶ ἐν‐ | |
10 | ταῦθα οἱ χρόνοι φαίνωνται, ἀλλὰ πάντες εἰς τοὺς τρεῖς ἀνακορυφοῦνται, ἤτοι τὸν ἐνεστῶτα, τὸν παρεληλυ‐ θότα καὶ τὸν μέλλοντα· καὶ πρόσσχες μοι τὸν νοῦν· ἔχει γὰρ διδασκαλίαν ὁ λόγος· τοῦ χρόνου τὸ μὲν ἐνε‐ στὼς ἀμερές ἐστι καὶ ἕν· τὸ δὲ παρεληλυθὸς εἰς πολλὰ | |
15 | διαιρεῖται· ἢ γὰρ νῦν παρῆλθε καὶ προσεχῶς ἢ χθές, ἢ πρὸ τῆς χθὲς ἢ πέρυσιν· ὁμοίως καὶ τὸ μέλλον ἢ μέλλει γενέσθαι, ἢ ταχινώτερον, ἢ αὔριον ἢ μετὰ τὴν αὔριον. Διὰ τοῦτο τοίνυν καὶ ὁ τεχνικὸς ἕνα μὲν οὖν ἐποιήσατο ἐνεστῶτα χρόνον διὰ τὸ καὶ τὸ ἐνεστὼς ἑνι‐ | |
20 | αῖον εἶναι, ὡς εἴπομεν, πολλοὺς δὲ παρεληλυθό‐ τας καὶ μέλλοντας διὰ τὸ πλάτος εἶναι, ὡς ἔφαμεν, ἔν τε τῷ παρεληλυθότι καὶ τῷ μέλλοντι· τὸ μὲν γὰρ ἔτι ἐνεργεῖν ἐνεστὼς λέγεται, οἷον τύπτω, λέγω, γράφω· ὅταν δὲ τὴν ἐνέργειαν ἐκείνην ἡμιτελῆ κατα‐ | |
25 | λείψω καὶ οὐ συγχωρηθῶ τελέσαι αὐτήν, ἀλλὰ μένῃ παρατεταμένη τε καὶ ἀπλήρωτος, τὸ τοιοῦτον παρα‐ τατικός ὀνομάζεται, οἷον τὸ ἔλεγον καὶ τὸ ἔγραφον καὶ τὸ ἔτυπτον. Ὅταν γὰρ ἔτυπτον μονονουχὶ λέγω, ὅτι ἔτυπτον μέν, ἀλλ’ οὐ συνεχωρήθην τελειῶσαι τὴν | |
30 | τύψιν, καὶ ἔγραφον μὲν ἀλλ’ οὐ συνεχωρήθην ἀπαρ‐ τίσαι τὸ γράμμα· εἰ γὰρ ἀπήρτισα, οὐκ ἂν εἶπον, | |
ὅτι ἔγραφον, ἀλλ’ ὅτι ἔγραψα· ἐπειδὴ παρετάθη μοι | 144 | |
145 | ἡ γραφὴ καὶ ἀπλήρωτος ἔμεινα διὰ τοῦτο παρατατι‐ κὸς ὁ τοιοῦτος χρόνος ὠνόμασται. Εἰ δὲ τελειώσω μου τὴν ἐνέργειαν, ἔστι δὲ τὸ τέλος αὐτῆς προσεχὲς καὶ νῦν ἀκμὴν τελειωθὲν καὶ παρακείμενον ἐγγύς, ὁ | |
5 | τοιοῦτος χρόνος παρακείμενος ὀνομάζεται· ὅταν γὰρ λέγω γέγραφα καὶ τέτυφα, τοῦτο λέγω, ὅτι νῦν ἐπαυ‐ σάμην τοῦ γράφειν καὶ τύπτειν· διὰ τοῦτο καὶ ὁ τοι‐ οῦτος χρόνος ὁ παρακείμενος συντελικὸς ὀνομάζεται ὡς σύνεγγυς τελεσθείς· ὅταν δὲ μετὰ τὸ τελειῶσαί | |
10 | με τὴν ἐνέργειαν διέλθῃ καιρός, εἰ μὲν ὡρισμένος εἴη ὁ τοιοῦτος χρόνος ὑπερσυντέλικος ὀνομάζεται· ἐὰν γὰρ ὁ νῦν τελειωθεὶς καὶ παρακειμένην ἔχων τὴν συμπλή‐ ρωσιν συντελικὸς ὀνομάζηται πάντως ὁ ποῤῥωτέρω τούτου καὶ ὑπὲρ τοῦτο κείμενος ὑπερσυντέλικος δι‐ | |
15 | καίως κληθήσεται· ἐὰν δὲ ἄγνωστόν ἐστι καὶ ἀόριστον ὁπότε τῆς ἐνεργείας ἐπαυσάμην, ὁ τοιοῦτος χρόνος ἀόριστος ὀνομάζεται, οἷον τὸ ἔτυψα καὶ τὸ ἔγραψα· ἀόριστον γάρ ἐστι, πότε ἐπαυσάμην τοῦ γράφειν καὶ τύπτειν· εἰ μὲν οὖν ἡ ἀοριστία αὕτη πολλή ἐστι καὶ | |
20 | μεγάλη πρῶτος ἀόριστος ὀνομάζεται, οἷον τὸ ἔτυψα, εἰ δὲ μικροτέρα καὶ ἀμυδροτέρα δεύτερος ἀόριστος προσαγορεύεται, οἷον τὸ ἔτυπον. Καὶ οὗτοι μὲν οἱ παρεληλυθότες, ὁ παρατατικός, ὅστις ἐστὶν ὁ παρα‐ ταθεὶς καὶ μὴ πληρωθεὶς ὡς τὸ ἔτυπτον, ὁ παρακεί‐ | |
25 | μενος ὁ ἄρτι τελειωθεὶς καὶ ἐγγὺς παρακειμένην ἔχων τὴν πλήρωσιν, ὡς τὸ τέτυφα, ὁ ὑπερσυντέλικος, ὅστις ὑπὲρ τὸν παρακείμενον συντετέλεσται, ὡς τὸ ἐγεγρά‐ φειν· ὁ πρῶτος ἀόριστος ὁ παντελῆ τὴν ἀοριστίαν πληρούμενος, ὡς τὸ ἔτυψα, ὁ βʹ ἀόριστος καὶ μετὰ | |
30 | τὸν πρῶτον ὡς τὸ ἔτυπον. Ὥσπερ δὲ ἐπὶ τῶν παρε‐ ληλυθότων τούτων ἔχει καὶ λέγομεν πρῶτον μὲν ἀό‐ ριστον τὸν παντελῶς ἀορισταίνοντα, δεύτερον δὲ τὸν | |
ὑφειμένον· οὕτως ἔχει καὶ ἐπὶ τῶν μελλόντων, καὶ | 145 | |
146 | τὸν μὲν ἄκρως τὸ μέλλον ἔχοντα ἢ ποῤῥώτερον, μέλ‐ λοντα πρῶτον καλοῦμεν ὡς τὸ τύψω, τὸν δὲ ὑφειμέ‐ νως τε καὶ μετριωτέρως, μέλλοντα δεύτερον ὡς τὸ τυπῶ. Καὶ ταῦτα μὲν ἐπὶ τῆς ἐνεργητικῆς διαθέσεως· | |
5 | ὡσαύτως δὲ ἔχει καὶ ἐπὶ τῆς παθητικῆς· ὥσπερ γὰρ ἐπὶ τῶν ἐνεργητικῶν τὸ [ἔτι] ἐνεργεῖν ἐνεστῶτα λέ‐ γομεν, ὡς τὸ τύπτω· οὕτω καὶ ἐπὶ τῶν παθητικῶν τὸ ἔτι πάσχειν ἐνεστῶτα λέγομεν, ὡς τὸ τύπτομαι· καὶ ὥσπερ ἐκεῖ τὸ παραταθὲν καὶ μὴ τελειῶσαν τὴν ἐνέρ‐ | |
10 | γειαν παρατατικὸς ἐκαλεῖτο· οὕτω καὶ ἐπὶ τῶν παθη‐ τικῶν τὸ παραταθὲν καὶ μὴ τελειῶσαν τὸ πάθος πα‐ ρατατικὸς καὶ αὐτὸ λέγεται, ὡς τὸ ἐτυπτόμην· ὡσαύ‐ τως δὲ καὶ ἐπὶ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ τῶν λοιπῶν· οἱ γὰρ αὐτοὶ χρόνοι ἔν τε ἐνεργητικοῖς | |
15 | καὶ παθητικοῖς εἰσιν· διαφέρουσι δὲ ἐν τούτῳ, ὅτι ἐν μὲν τοῖς ἐνεργητικοῖς μέσος παρακείμενος καὶ μέσος ὑπερσυντέλικος εὕρηται, μέσος δὲ ἀόριστος ἢ μέσος μέλλων οὐδαμῶς. Ἐν δὲ τοῖς παθητικοῖς τὸ ἀνάπαλιν· μέσος μὲν παρακείμενος καὶ μέσος ὑπερσυντέλικος οὐχ | |
20 | εὑρίσκεται, μέσος δὲ ἀόριστος πρῶτος καὶ δεύτερος καὶ μέσος μέλλων πρῶτος καὶ δεύτερος εὕρηται. Τὴν αἰτίαν δὲ τούτων ἐγώ σοι παραστήσω ἀριδηλότατα, καὶ τάχα με θαυμάσεις, φιλολογωτάτη μοι βασιλίδων, τοῦ ἐνθυμήματος. Γίνωσκε γάρ, ὅτι ἐκτὸς τοῦ ἐνε‐ | |
25 | στῶτος καὶ παρατατικοῦ ὁπόσοι ἂν ἕτεροι χρόνοι εἰσὶν ἐνεργητικοὶ καὶ παθητικοὶ, τοσοῦτοι καὶ μέσοι εἰσί, καὶ τὸ θαυμασιώτατον, ὅτι μόνοι οἱ μέσοι ἰσάριθμοί εἰσι τοῖς ὅλοις ἐνεργητικοῖς καὶ παθητικοῖς· αὐτίκα μοι σκόπει· ἔχεις παρακείμενον ἐνεργητικὸν τὸ τέτυφα | |
30 | καὶ παρακείμενον παθητικὸν τὸ τέτυμμαι· ἰδοὺ παρα‐ κείμενοι δύο· ἔχεις καὶ μέσον παρακείμενον τὸ τέτυπα· | |
ἀλλ’ οὗτος ὁ μέσος εἰ καὶ εἷς φαίνεται, ἀλλὰ δύο | 146 | |
147 | ἐστίν, διότι ποτὲ μὲν ἐνέργειαν, ποτὲ δὲ πάθος ση‐ μαίνει, διὸ καὶ μέσος καλεῖται· εἰ μὲν γὰρ εἴπω ἐγὼ τέτυπα τὸν δεῖνα, ἰδοὺ ἐνεργητικόν ἐστιν ἡ σημασία τοῦ τέτυπα· ἀντὶ γὰρ τοῦ ἔτυψα εἶπον· εἰ δὲ ἐγὼ | |
5 | τέτυπα τοῦ δεῖνος, παθητικῶς εἶπον ἀντὶ τοῦ ἐτύφθην ὑπὸ τοῦ δεῖνος. Ἔχεις πάλιν ἐνεργητικὸν ὑπερσυντέ‐ λικον τὸ ἐτετύφειν καὶ παθητικὸν ὑπερσυντέλικον τὸ ἐτετύμμην καὶ μέσον ὑπερσυντέλικον τὸ ἐτετύπειν, ἀρ‐ κοῦν καὶ πρὸς ἐνέργειαν καὶ πάθος. Ἔχεις ἀόριστον | |
10 | πρῶτον παθητικὸν τὸ ἐτύφθην καὶ μέσον πρῶτον ἀό‐ ριστον τὸ ἐτυψάμην, δυνάμενον καὶ τοῦτον ἐπ’ ἀμφο‐ τέρων λέγεσθαι. Ἔχεις δεύτερον ἀόριστον ἐνεργητικὸν τὸ ἔτυπον, καὶ δεύτερον ἀόριστον παθητικὸν τὸ ἐτύ‐ πην καὶ μέσον δεύτερον ἀόριστον τὸ ἐτυπόμην. Πάλιν | |
15 | ἔχεις μέλλοντα πρῶτον ἐνεργητικὸν τὸ τύψω καὶ μέλ‐ λοντα πρῶτον παθητικὸν τὸ τυφθήσομαι καὶ μέσον μέλλοντα πρῶτον τὸ τύψομαι. Ἔχεις μέλλοντα δεύτε‐ ρον ἐνεργητικὸν τὸ τυπῶ καὶ μέλλοντα δεύτερον πα‐ θητικὸν τὸ τυπήσομαι καὶ μέσον μέλλοντα δεύτερον | |
20 | τὸ τυποῦμαι. Ὁρᾷς, ὅσοι ἄν εἰσιν οἱ ἐνεργητικοὶ καὶ παθητικοὶ χρόνοι, τοσοῦτοι τυγχάνουσι καὶ οἱ μέσοι πλὴν τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ. Αὐτοὶ γὰρ μόνοι μέσους οὐκ ἐπιδέχονται. Διὰ τοῦτο τοίνυν ὁ τεχνικὸς καταμερίσας αὐτοὺς ἐν μὲν τοῖς ἐνεργητικοῖς τὸ μέσον | |
25 | παρακείμενον καὶ τὸν μέσον ὑπερσυντέλικον ἔταξεν, ἐν δὲ τοῖς παθητικοῖς τοὺς δύο μέσους ἀορίστους, τὸν πρῶτον καὶ τὸν δεύτερον, καὶ τοὺς δύο μέσους μέλ‐ λοντας, τὸν πρῶτον καὶ τὸν δεύτερον, οὐδὲ τοῦτο ἀναιτίως ποιήσας, οὐδὲ ἀλόγως, ἀλλ’ εὐαρμόστως καὶ | |
30 | τεχνικῶς. Καὶ τὴν αἰτίαν μάνθανε ἀφ’ ἡμῶν, ἵν’ εἰ‐ δῇς οἷος μὲν τεχνογράφος ἐκεῖνος, οἷος δ’ ἐγὼ τοῦ τεχνογράφου ἑρμηνευτής. Γιγνωσκέτω σου ἡ μεγαλο‐ φυΐα, ὅτι τὰ ἐνεργητικὰ ῥήματα ἢ εἰς ω λήγουσιν, ὡς τύπτω, τύψω, ἢ εἰς ον μικρόν, ὡς τὸ ἔτυπτον, | |
35 | ἔτυπον, ἢ εἰς α ὡς τέτυφα, ἔτυψα, ἢ εἰς ειν δίφθογ‐ | 147 |
148 | γον, ὡς ἐτετύφειν· παθητικὸν δὲ οὐδὲν εἰς ταῦτα λήγει, ἀλλ’ ἢ εἰς αι δίφθογγον, ὡς τὸ τύπτομαι, τέ‐ τυμμαι, ἢ εἰς ην ὡς τὸ ἐτύφθην, ἐτυπόμην καὶ τὰ τοιαῦτα. Διὰ τοῦτο ὁ τεχνικὸς τὸν μέσον παρακείμε‐ | |
5 | νον καὶ τὸν μέσον ὑπερσυντέλικον ἐν τοῖς ἐνεργητι‐ κοῖς ἔταξε, διότι καὶ εἰς ἐνεργητικὰς λήγουσι καταλή‐ ξεις· ὁ μὲν γὰρ μέσος παρακείμενος εἰς α λήγει τέ‐ τυπα, ὡς τέτυφα, ὁ δὲ μέσος ὑπερσυντέλικος εἰς ειν δίφθογγον, ὡς ἐτετύφειν, τοὺς δὲ μέσους ἀορίστους | |
10 | καὶ μέλλοντας, ἐπειδὴ εἰς ην καὶ εἰς αι δίφθογγον λή‐ γουσιν, ἅτινα τῆς παθητικῆς εἰσι καταλήξεως, διὰ τοῦτο ἐν τοῖς παθητικοῖς ἔταξεν. Ἔχεις τὴν αἰτίαν, δι’ ἣν ἐν μὲν τοῖς ἐνεργητικοῖς μέσος παρακείμενος καὶ μέσος ὑπερσυντέλικος εὕρηται, ἐν δὲ τοῖς παθητικοῖς οἱ μέ‐ | |
15 | σοι ἀόριστοι καὶ οἱ μέσοι μέλλοντες. Περὶ τοῦ μετ’ ὀλίγον μέλλοντος. Ἔστι δὲ καὶ ἕτερον εἶδος μέλλοντος, ὅπερ μετ’ ὀλίγον μέλλων καλεῖται· διατί δὲ τοιαύτην ἔχει τὴν κλῆσιν ἐρῶ. Ὥσπερ γὰρ ἐπὶ τῶν παρεληλυθότων τὸ | |
20 | μὲν ἄρτι καὶ πρὸ ὀλίγου παρεληλυθὸς παρακείμενον λέγομεν καὶ τὸ προπολλοῦ παρελθὸν ἀόριστον ὀνομά‐ ζομεν· οὕτως ἔχει καὶ ἐπὶ τῶν μελλόντων. Εἰ μὲν γὰρ μέλλω τι ποιῆσαι μετὰ καιρὸν ἱκανόν, οὗτος ὁ χρόνος ὁ μέλλων ἁπλῶς καλεῖται· εἰ δὲ μέλλω τι ποι‐ | |
25 | ῆσαι ἢ παθεῖν μετ’ ὀλίγον τινὰ καὶ στενὸν καιρὸν, ὁ τοιοῦτος χρόνος μετ’ ὀλίγον μέλλων καλεῖται, διότι μετ’ ὀλίγον καιρὸν μέλλει ἐνεργηθῆναι· ὅταν γὰρ εἴπω τετύψομαι, ὅστις ἐστὶν ὁ μετ’ ὀλίγον μέλλων, τότε ἐδή‐ λωσα, ὅτι μετ’ ὀλίγον μέλλει ἀποβῆναι ἡ τύψις. Διὰ | |
30 | τοῦτο καὶ ἐκ τοῦ παθητικοῦ παρακειμένου κανονίζεται ὁ τοιοῦτος χρόνος, διότι ὥσπερ ἐκεῖνος παρακειμένην ἔχει τὴν πλήρωσιν ἐγγύς, οὕτω καὶ οὗτος ἔχει τὸ μέλ‐ | |
λον ἐγγὺς παρακείμενον. Τοσαῦτά σοι περὶ τῶν χρό‐ | 148 | |
149 | νων ἐῤῥήθη τὸ τέως, οἵ τινες καὶ αὐτῷ τῷ ῥήματι ἀναγκαίως παρέπονται· λείπεται δὲ καὶ περὶ τῶν συζυ‐ γιῶν εἰπεῖν· περὶ γὰρ τῶν ἄλλων ἑπτὰ τῶν παρεπο‐ μένων τῷ ῥήματι εἴπομεν. | |
5 | Περὶ συζυγίας. Συζυγία τοίνυν ἐστὶ ῥήματος ἀκολουθία, τὰς πέντε ἐγκλίσεις περιέχουσα. Ἵνα γὰρ οὕτως εἴπω, ἑκάστη μὲν συζυγία περιέχει τὰς πέντε ἐγκλίσεις, τὴν ὁριστι‐ κήν, τὴν προστακτικήν, τὴν εὐκτικήν, τὴν ὑποτακτι‐ | |
10 | κὴν καὶ τὴν ἀπαρέμφατον· ἑκάστη δὲ ἔγκλισις περιέ‐ χει τὰς τρεῖς διαθέσεις, τὴν ἐνεργητικήν, τὴν παθητι‐ κὴν καὶ τὴν μέσην· ἑκάστη δὲ διάθεσις περιέχει τοὺς τρεῖς χρόνους, τὸν ἐνεστῶτα, τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα· ἕκαστος δὲ χρόνος περιέχει τοὺς τρεῖς | |
15 | ἀριθμούς, τὸν ἑνικόν, τὸν δυϊκὸν καὶ τὸν πληθυντι‐ κόν, ἕκαστος δὲ ἀριθμὸς περιέχει τὰ τρία πρόσωπα, τὸ πρῶτον, τὸ δεύτερον καὶ τὸ τρίτον, ὥστε λοιπὸν ἡ συζυγία τὸ περιεκτικώτατον ἁπάντων ἐστί· καλεῖται δὲ συζυγία, διότι συζευγνυμένου τοῦ ῥήματος τῷ ὀνό‐ | |
20 | ματι λόγος ἅπας ἀποτελεῖται. Συζυγίαι δέ εἰσι βαρύ‐ τονοι μὲν ἕξ, περισπώμεναι δὲ τρεῖς, εἰς ΜΙ δὲ τέσ‐ σαρες. Καὶ αἱ μὲν βαρύτονοι πρωτότυποί εἰσιν, αἱ δὲ περισπώμεναι ἀπὸ τῶν βαρυτόνων, αἱ δὲ τῶν εἰς ΜΙ ἀπὸ τῶν περισπωμένων. Τέως δὲ ἡμεῖς περὶ τῶν | |
25 | βαρυτόνων πρῶτον διδάξωμεν, ἵνα ἔχῃς διαγινώσκειν ἀκριβῶς ποῖον μὲν ῥῆμα πρώτης συζυγίας ἐστι, ποῖον δὲ δευτέρας, ποῖον δὲ τρίτης, ἢ τετάρτης ἢ πέμπτης ἢ ἕκτης, καὶ μηδέν σε τούτων διαλανθάνῃ καὶ ἵνα σα‐ φέστερον ἡμῖν ὁ λόγος γένηται καταγεγράφθωσαν πρῶ‐ | |
30 | τον πάντα τὰ δεκαεπτὰ σύμφωνα· Β. Γ. Δ. Ζ. Θ. Κ. Λ. Μ. Ν. Ξ. Π. Ρ. Σ. Τ. Φ. Χ. Ψ. Τούτων δὲ οὕτω | |
γεγραμμένων σκόπει μοι ἐντεῦθεν, ὁσάκις προβάληταί | 149 | |
150 | σοι λέξις ῥηματικὴ καὶ ἐρωτήσει σέ [τις] ποίας συ‐ ζυγίας ἐστὶν ἡ λέξις αὕτη ἀνάτρεχε εἰς τὸν τῆς λέξεως ἐκείνης ἐνεστῶτα· καὶ ἐπεὶ ἅπας ἐνεστὼς βαρύτονος ἑνικοῦ ἀριθμοῦ πρώτου προσώπου εἰς ω μέγα λήγει | |
5 | βλέπε ὄπισθεν τοῦ ω ποῖον σύμφωνον κεῖται· εἰ μὲν οὖν κεῖται τὸ Β ἢ τὸ Π ἢ τὸ Φ ἢ συνημμένον τὸ Π καὶ τὸ Τ θαῤῥούντως ἀποκρίθητι, ὅτι τὸ ῥῆμα τοῦτο πρώτης ἐστὶ συζυγίας τῶν βαρυτόνων. Καὶ ἐάν σε πάλιν ἐρωτήσῃ ὅτι καὶ διατί πρώτη συζυγία ἐστὶν | |
10 | ἡ ἔχουσα τὸ Β ἢ Π ἢ Φ ἢ συνημμένως τὸ Π καὶ Τ, ἀποκρίθητι, ὅτι διὰ τοῦτο πρώτην αὐτὴν καλῶ, διότι πρῶτον σύμφωνον ἔχει τὸ Β καὶ τὸ οἰκεῖον αὐτῷ δασὺ τὸ Φ καὶ τὸ οἰκεῖον αὐτῷ ψιλὸν τὸ Π. Τὸ γὰρ Β μέσον ἐστὶ τοῦ Π καὶ Φ. Ἐπεὶ τοίνυν ἡ πρώτη συ‐ | |
15 | ζυγία τῶν βαρυτόνων τὸ πρῶτον σύμφωνον ἔχει τὸ Β καὶ τὸ συγγενὲς τούτῳ ψιλόν, καὶ δασύ, μέτελθέ μοι καὶ ἐπὶ τὴν δευτέραν. Ὅσα γὰρ ῥήματα ὄπισθεν τοῦ ω ἔχουσι τὸ Γ ἢ τὸ Κ ἢ τὸ Χ ἢ συνημμένως τὸ ΚΤ ἐκεῖνα δευτέρας συζυγίας εἰσὶ διὰ τὴν [αὐτὴν] αἰ‐ | |
20 | τίαν. Ὡς γὰρ ἡ πρώτη συζυγία διὰ τὸ τὸ πρῶτον σύμφωνον ἔχειν τὸ Β καὶ τὰ τούτῳ συγγενῆ τὸ Π καὶ Φ πρώτη ἐλέγετο, οὕτω καὶ ἡ δευτέρα διὰ τὸ τὸ δεύ‐ τερον σύμφωνον ἔχειν τὸ Γ καὶ τὰ τούτῳ συγγενῆ το Κ καὶ Χ· μέσον γάρ ἐστι τὸ Γ τοῦ Κ καὶ Χ, δευτέρα | |
25 | συζυγία εἰκότως προσαγορεύεται. Ὡσαύτως καὶ ἡ τρίτη τρίτη καλεῖται διὰ τὸ τὸ τρίτον σύμφωνον ἔχειν τὸ Δ καὶ τὰ τούτῳ συγγενῆ τὸ Θ καὶ Τ· μέσον γάρ ἐστι τὸ Δ τοῦ Θ καὶ Τ. Ἐκ τούτου ἂν ἀκριβῶς ἔχῃς ἐπι‐ γιγνώσκειν ταυτασὶ τὰς τρεῖς συζυγίας· ὅσα μὲν | |
30 | γὰρ ῥήματα ἐπὶ τοῦ ἐνεστῶτος ἔχουσι τὸ Β πρῶτον σύμφωνον καὶ τὰ γειτνιοῦντα τούτῳ, λέγω δὴ τὸ Φ | |
καὶ Π καὶ ΠΤ συνημμένως ἐκεῖνα πρώτης συζυγίας | 150 | |
151 | εἶναι γίνωσκε· ὅσα δὲ τὸ δεύτερον ἔχουσι σύμφωνον τὸ Γ καὶ τὰ τούτῳ συγγενῆ τὸ Κ καὶ Χ καὶ συνημ‐ μένως τὸ ΚΤ ἐκεῖνα δευτέρας συζυγίας διαγίνωσκε· ὅσα δὲ τὸ τρίτον ἔχουσι σύμφωνον τὸ Δ καὶ τὰ τούτῳ | |
5 | συγγενῆ τὸ Θ καὶ Τ ἐκεῖνα τρίτης συζυγίας ἐπίστασο, ὥστε αἱ τρεῖς αὗται συζυγίαι τὰ τρία ψιλὰ ΚΠΤ καὶ τὰ τρία δασέα Θ, Φ, Χ καὶ ἓν δασὺ καὶ ἓν μέσον. Καὶ ἐπεὶ δεκαεπτὰ τῶν ὅλων συμφώνων ὄντων τὰ ἐν‐ νέα ἐνταῦθα κατηναλώθησαν ἄχρι ποῦ καὶ τὰ ἄλλα | |
10 | ὀκτὼ καταναλοῦνται· ὅσα γὰρ εὑρήσεις ῥήματα ὄπι‐ σθεν τοῦ Ω μεγάλου τὸ τέταρτον ἔχοντα σύμφωνον τὸ Ζ ἢ δύο ΣΣ ἐκεῖνα τετάρτης μοι λέγε εἶναι συζυγίας· ὅσα δὲ ὄπισθεν τοῦ ω ἓν ἀπὸ τῶν τεσσάρων ἀμετα‐ βόλων ἔχουσι Λ. Μ. Ν. Ρ. τῇ πέμπτῃ ταῦτα συζυγίᾳ | |
15 | προσανατίθεσο καὶ ἴδε μοι τὸν ἀριθμὸν τῶν συμφώ‐ νων, ὅσα τε τὰ πάντα εἰσὶ καὶ ὅσα ἐν ταῖς πέντε ταύταις συζυγίαις ἡμεῖς παρελάβομεν, καὶ εὑρήσεις πάν‐ τως, ὅτι δεκαεπτὰ τῶν ἁπάντων ὄντων ἡμεῖς δεκα‐ πέντε παρειλήφαμεν. Τρία μὲν γὰρ ἡ πρώτη ἔλαβε Β. | |
20 | Π. Φ. καὶ ὑπελείφθησαν δεκατέσσαρα, τρία ἡ δευτέρα Γ. Κ. Χ. καὶ ὑπελείφθησαν ἕνδεκα, τρία ἡ τρίτη Δ. Θ. Τ καὶ ὑπελείφθησαν ὀκτώ, δύο ἡ τετάρτη Ζ. Σ. καὶ ὑπελείφθησαν ἕξ, τέσσαρα ἡ πέμπτη Λ. Μ. Ν. Ρ. καὶ ὑπελείφθησαν δύο μόνα τὸ Ξ καὶ τὸ Ψ, ἅτινα | |
25 | ἐπὶ ἐνεστῶτος οὐχ εὑρίσκονται πλὴν τοῦ ἀλέξω, ὃ ση‐ μαίνει τὸ βοηθῶ καὶ ἕψω, ἀλλ’ ἀεὶ ἐπὶ μέλλοντος θεωροῦνται ὡς τὸ τύψω καὶ λέξω. Ἐπεὶ γοῦν τὰ ἅπαντα σύμφωνα ἐν ταῖς πέντε ταύταις συζυγίαις κα‐ τηναλώκαμεν καὶ οὐκ ἔστιν ἡμῖν ἕτερόν ποτε σύμφω‐ | |
30 | νον, ὅπερ ἂν τῇ ἕκτῃ χαρισαίμεθα συζυγίᾳ, ἐξ ἀνάγ‐ κης διὰ γυμνοῦ τοῦ ω ἡ ἕκτη αὕτη ἐκφέρεται συζυγία, | |
ὡς τὸ ἀκούω, δεικνύω, παλαίω. Ταῦτα γὰρ καὶ τὰ | 151 | |
152 | τοιαῦτα διὰ καθαροῦ τοῦ ω ἐκφέρονται καὶ οὐδὲ ὄπι‐ σθεν τούτου σύμφωνον ἔχουσιν. Οὕτως οὖν καὶ ἐκ τῆς προδοθείσης σοι ταύτης μεθόδου εὐκόλως ἂν δυ‐ νηθῇ διαγιγνώσκειν ἅπαν ῥῆμα ποίας ἐγκλίσεώς ἐστι | |
5 | καὶ ποίας διαθέσεως, ποίου εἴδους καὶ σχήματος καὶ ἀριθμοῦ καὶ προσώπου καὶ χρόνου καὶ συζυγίας, οἷον ἐάν, ὑπόθου, λέγω ῥῆμα εὕρῃς ἐν βίβλῳ γραφόμενον, οὐκ ἂν ἀπορήσῃς, ποίας ἐστὶν ἐγκλίσεως ἢ ποίας συ‐ ζυγίας, ἀλλὰ διαγνῷς ἄν, ὅτι ὁριστικῆς, οὔτε ποίας | |
10 | διαθέσεώς ἐστιν ἀγνοήσῃς, ἀλλ’ ἐπιγνοίης ἄν, ὅτι ἐν‐ εργητικὴν ἐνέργειαν παριστᾷ τὸ λέγω, καταμάθῃς δὲ καὶ τὸ εἶδος αὐτοῦ, ὅτι πρωτότυπον· οὐδὲ γὰρ ἀπὸ τινὸς τὸ λέγω παράγεται, καὶ τὸ σχῆμα δὲ αὐτοῦ κα‐ ταμάθῃς, ὅτι ἁπλοῦν· μονόλεξον γὰρ τὸ λέγω, καὶ | |
15 | τὸν ἀριθμόν, ὅτι ἑνικός, ἐξ ἑνὸς γὰρ τὸ λέγω, καὶ τὸ πρόσωπον, ὅτι πρῶτον, καὶ τὸν χρόνον, ὅτι ἐνε‐ στώς, ἄρτι λέγω, καὶ τὴν συζυγίαν, ὅτι δευτέρα· γάμμα γὰρ κεῖται ὄπισθεν τοῦ ω, τὸ δὲ γάμμα δεύτερόν ἐστι σύμφωνον, καὶ διὰ τοῦτο καὶ ἡ συζυγία ἡ ἔχουσα τὸ | |
20 | Γ δευτέρα προσαγορεύεται. Ἀλλ’ ἐπειδὴ περὶ τῶν παρεπομένων τῷ ῥήματι, ἐγκλίσεων λέγω καὶ διαθέ‐ σεων καὶ συζυγιῶν καὶ χρόνων ἀρκούντως εἴπομεν, φέρε καὶ ἑκάστην τῶν συζυγιῶν, ἃς ὁ τεχνικὸς ἐν τῇ αὐτοῦ βίβλῳ κατέταξεν, κατὰ μέρος ἐπισκοπήσωμεν | |
25 | ἀπὸ τοῦ τύπτω καὶ λείβω τὴν ἀρχὴν ποιησάμενοι, ἀφ’ ὧν καὶ αὐτὸς ὁ τεχνικὸς ἤρξατο. Ὥσπερ γὰρ ἐπὶ τῶν ὀνομάτων ἐποίησε καὶ μυρίων ὄντων τῶν εἰς ας λη‐ γόντων ὀνομάτων αὐτὸς δύο μόνους κανόνας τὸν Αἴ‐ αντα καὶ τὸν κοχλίαν παρέλαβε δεικνύων σοι διὰ τού‐ | |
30 | των καὶ τὰ λοιπὰ ἅπαντα· οὕτω καὶ ἐπὶ τῶν ῥημά‐ των ποιεῖ, καὶ μυρίων ὄντων ῥημάτων ὑπὸ μίαν ἑκά‐ στην συζυγίαν, αὐτὸς ἓν παραλαμβάνει μόνον καὶ τοῦτο | |
καταξαίνων διδάσκει διὰ τούτου οὕτω κανονίζειν τὰ | 152 | |
153 | ὅμοια τούτῳ ῥήματα. Ἐπὶ μόνης δὲ τῆς πρώτης συ‐ ζυγίας ἐφιλοτιμήσατο, καὶ δύο ἀνθ’ ἑνὸς παρέλαβε ῥήματα, τὸ τύπτω καὶ τὸ λείβω, ἀμφότερα τῆς πρώ‐ της συζυγίας ὄντα. Πρώτη γάρ ἐστι συζυγία, ὡς εἴ‐ | |
5 | πομεν, ἥτις ἔχει ὄπισθεν τοῦ Ω τὸ Β κείμενον, ὡς τὸ λείβω, ἢ τὸ Π ὡς το τέρπω, ἢ τὸ Φ ὡς τὸ τρέφω ἢ τὸ ΠΤ ὡς τὸ ῥάπτω. Καὶ τοῦτο γίνωσκε ἀκριβῶς, ὅτι ὡς ἂν σοὶ κανονίσωμεν τὰς ἐν τῷ τύπτω ἐγκλί‐ σεις καὶ τοὺς χρόνους, οὕτω σε χρὴ κανονίζειν καὶ | |
10 | πάντα τὰ ῥήματα, ὅσα διὰ τοῦ Β ἢ Π ἢ Φ ἢ ΠΤ ἐκφέρονται. Ἀρκτέον δὲ ἡμῖν ἐκ τοῦ ἐνεστῶτος. Ὥσ‐ περ γὰρ ἐπὶ τῶν ὀνομάτων πρώτη τῶν ἄλλων ἐστὶν ἡ εὐθεῖα τῶν ἑνικῶν, διότι αἱ μὲν ἄλλαι πτώσεις ἀπὸ ταύτης γίνονται, αὕτη δὲ ἀφ’ ἑτέρου τινὸς οὐ γίνε‐ | |
15 | ται· οὕτω καὶ ἐπὶ τῶν ῥημάτων ἀρχὴ τῶν ἄλλων χρό‐ νων ἐστὶν ὁ ἐνεστώς, διότι οἱ μὲν ἄλλοι χρόνοι ἐκ τούτου γίνονται καὶ κανονίζονται, αὐτὸς δὲ ἀφ’ ἑτέ‐ ρου τινὸς οὐ γίνεται. Ὁριστικά, ἐνεργητικά. Ἐνεστὼς συζυγίας | |
20 | τῶν βαρυτόνων. Τὸ τύπτω ἐγκλίσεως μέν ἐστιν ὁριστικῆς, δια‐ θέσεως ἐνεργητικῆς, εἴδους δὲ πρωτοτύπου, σχήματος δὲ ἁπλοῦ, ἀριθμοῦ δὲ ἑνικοῦ, χρόνου δὲ ἐνεστῶτος, συζυγίας δὲ πρώτης τῶν βαρυτόνων· γίνεται δὲ καὶ | |
25 | πρόσωπον αὐτὸ μὲν τὸ πρῶτον τὸ τύπτω ἀπ’ οὐδενός, τὸ δὲ δεύτερον πρόσωπον τὸ τύπτεις ἀπὸ τοῦ πρώτου γίνεται κατὰ τροπὴν τοῦ ω εἰς εις· ἀπὸ γὰρ τοῦ τύ‐ πτω τύπτεις· τὸ δὲ τρίτον ἀπὸ τοῦ δευτέρου κατὰ ἀποβολὴν τοῦ ς· ἀπὸ γὰρ τοῦ τύπτεις τύπτει. Καὶ | |
30 | οὕτω μὲν τὰ ἑνικὰ πρόσωπα, τὸ μὲν τρίτον ἀπὸ τοῦ δευτέρου, τὸ δὲ δεύτερον ἀπὸ τοῦ πρώτου, τὸ δὲ πρῶ‐ τον ἀπ’ οὐδενός. Τὰ δὲ δυϊκὰ παράλογον τὴν γένε‐ | |
σιν ἔχουσιν· ἔδει γὰρ αὐτὰ ἀπὸ τῶν ἑνικῶν γίνεσθαι, | 153 | |
154 | διότι καὶ ἀπὸ τῶν ἑνικῶν τὰ δυϊκὰ γίνονται· τὰ δὲ παραλόγως οἷον καὶ παραδόξως ἀπὸ τῶν πληθυντικῶν κανονίζονται. Καὶ πρῶτον μὲν ἐπὶ τῆς ἐνεργητικῆς διαθέσεως οὐκ ἔχουσι πρόσωπον, τὸ δεύτερον ἐκ του | |
5 | δευτέρου τῶν πληθυντικῶν ποιοῦσι, τὸ τέλος εἰς τον τρέποντες· ἀπὸ γὰρ τοῦ τύπτετε τύπτετον· τὸ δὲ τρί‐ τον τῶν δυϊκῶν ποτὲ μὲν ὁμόφωνόν ἐστι τῷ ἰδίῳ δευ‐ τέρῳ, ὅτε δηλονότι τὸ τρίτον τῶν πληθυντικῶν εἰς ι λήγει· τύπτουσι γὰρ λέγομεν· ὅταν δὲ οὐχὶ εἰς ι οὐδὲ | |
10 | εἰς αι δίφθογγον λήγῃ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν, ἀλλὰ εἰς ἄλλο τι, τότε οὐκ εἰσὶν ὁμό‐ φωνα τὰ δυϊκά, ἀλλὰ τὸ δεύτερον αὐτῶν κατὰ τροπὴν τοῦ ον εἰς ην τὸ τρίτον ποιεῖ· ἀπὸ γὰρ τοῦ ἐτύπτετον ἐτυπτέτην λέγομεν. Καὶ οὕτω μὲν τὰ δυϊκά. Τὰ δὲ | |
15 | πληθυντικὰ οὐδὲ αὐτὰ ἢ ἀπὸ τῶν ἑνικῶν, ἢ ἀπὸ τῶν δυϊκῶν γίνονται, ἀλλὰ ἀπὸ τῶν οἰκείων μετοχῶν κανονίζονται· κανονίζονται δὲ οὕτως. Τύπτω ἐστὶν ὁ ἐνεστὼς καὶ ἡ μετοχὴ αὐτοῦ ὁ τύπτων καὶ κλίνεται τοῦ τύπτοντος· ἔκβαλέ μοι τὸ τος καὶ ὑπελείφθη τύ‐ | |
20 | πτον· ὄπισθεν δὲ τοῦ ν θὲς [τὴν] μὲν συλλαβὴν καὶ γίνεται τύπτομεν, ὅπέρ ἐστι τὸ πρῶτον τῶν πλη‐ θυντικῶν. Οὕτω μὲν ὁ τεχνικὸς αὐτὸ ἀπὸ τῆς μετο‐ χῆς κανονίζει· ἐμοὶ δὲ οὐκ ἀρέσκει οὗτος ὁ λόγος· κάλλιον δέ μοι φαίνεται ἀπὸ τοῦ πρώτου τῶν ἑνικῶν | |
25 | τοῦ τύπτω τὸ πρῶτον τῶν πληθυντικῶν γίνεσθαι τὸ τύπτομεν· ἐὰν γὰρ τὸ τύπτω τρέψῃ τὸ ω μέγα εἰς Ο μικρὸν καὶ προσλάβῃ τὴν μεν τύπτομεν πάντως γενή‐ σεται. Καὶ οὕτω μὲν τὸ πρῶτον τῶν πληθυντικῶν, τὸ δὲ δεύτερον ἀπὸ τοῦ πρώτου γίνεται κατὰ τροπὴν | |
30 | τοῦ μεν εἰς τὸ τε. Ἀπὸ γὰρ τοῦ τύπτομεν τύπτετε· τὸ δὲ τρίτον τῶν πληθυντικῶν ἀπὸ τῶν μετοχῶν καὶ | |
τοῦτο κανονίζει ὁ τεχνικός, ὁμόφωνον εἶναι λέγων τῇ | 154 | |
155 | δοτικῇ τῆς μετοχῆς· ἔστι γὰρ ἡ μετοχὴ ὁ τύπτων, ἡ γενικὴ τοῦ τύπτοντος, ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ τύπτοντες, ἡ γενικὴ τῶν τυπτόντων, ἡ δοτικὴ τοῖς τύπτουσιν, οἷόν ἐστι καὶ τὸ τρίτον τῶν πληθυντικῶν | |
5 | καὶ τοῦτο γὰρ τύπτουσι λέγεται· ἀλλ’ οὕτω μὲν καὶ τοῦτο ὁ τεχνικὸς ἀπὸ τῆς μετοχῆς κανονίζει. Ἐμοὶ δὲ οὐδὲ τοῦτο ἀρέσκει· τί γὰρ εὔλογόν ἐστι τὰ ὁριστικά, ἅτινα πρῶτα τῶν ἄλλων εἰσίν, ἀπὸ τῶν ὑστέρων τῶν μετοχῶν, κανονίζεσθαι· δοκεῖ δέ μοι κάλλιον εἶναι | |
10 | ἀπὸ τοῦ πρώτου τῶν πληθυντικῶν, τοῦ τύπτομεν, τὸ τρίτον αὐτῶν κανονίζειν τὸ τύπτουσιν· ἐὰν γὰρ τρέ‐ ψῃς τὸ μεν εἰς σιν, προσλάβῃς δὲ καὶ ἐν τῇ παραλη‐ γούσῃ τὸ υ τὸ τύπτομεν τύπτουσι γίνεται. Ἀλλ’ οὕτω μὲν ἡ κλίσις τοῦ ἐνεστῶτος· ἴδωμεν δὲ καὶ τὸν πα‐ | |
15 | ρατατικὸν πόθεν τε γίνεται καὶ πῶς κλίνεται. Περὶ παρατατικοῦ. Γίνεται μὲν οὖν ἀπὸ τῆς γενικῆς τῆς μετοχῆς τοῦ ἐνεστῶτος· ἔστι γὰρ ἡ μετοχὴ τοῦ ἐνεστῶτος ὁ τύπτων, ἡ γενικὴ τοῦ τύπτοντος· ἐὰν οὖν ἐκβάλῃς τὸ τος καὶ | |
20 | αὐξήσῃς μίαν συλλαβὴν ἐξ ἀρχῆς τὸ ε, ἔτυπτον ἐγένετο. Τὸ δεύτερον τῶν ἑνικῶν ἀπὸ τοῦ πρώτου γίνεται κατὰ τροπὴν τοῦ ον εἰς ες ἔτυπτον ἔτυπτες, τὸ τρίτον ἀπὸ τοῦ δευτέρου κατὰ ἀποβολὴν τοῦ ς, ἔτυπτες ἔτυπτε καὶ ἡ λοιπὴ κλίσις φανερά ἐστιν. | |
25 | Περὶ παρακειμένου. Ὁ παρακείμενος ἀπὸ τοῦ μέλλοντος γίνεται· τύ‐ πτω γὰρ ὁ μέλλων τύψω, ὁ παρακείμενος τέτυφα, γί‐ νεται δὲ πῶς; τρέπεται τὸ ψω εἰς φα καὶ γίνεται τύφα, λαμβάνει δὲ ἐν ἀρχῇ τήν τε συλλαβὴν διὰ τὸ ἐξανάγ‐ | |
30 | κης τὸν παρακείμενον ἐπιδεδέχθαι αὔξησιν καὶ γίνεται τέτυφα· διατί δὲ ἐπὶ τοῦ τύπτω ὁ μέλλων ἐστὶ διὰ | |
τοῦ Ψ, ὁ παρακείμενος διὰ τοῦ Φ ἐγὼ σοὶ ἐρῶ, διότι | 155 | |
156 | τὸ Π ἔχει καὶ ἐπὶ τοῦ ἐνεστῶτος διὰ τοῦτο καὶ ὁ μέλ‐ λων τὸ Ψ, διότι τὸ Ψ ἀπὸ τοῦ Π καὶ Σ σύγκειται καὶ ὁ παρακείμενος Φ ἔχει διότι ἀντιστοιχεῖ τὸ Π τῷ Φ· ἀντιστοιχεῖν δέ ἐστι τὸ ἰσοστοιχεῖν ἤγουν ἐξισάζειν. | |
5 | Κοινῷ δὲ λόγῳ ἐπὶ τῆς πρώτης συζυγίας ὁ μέλλων ἔχει τὸ Ψ καὶ ὁ παρακείμενος τὸ Φ, τύπτω, τύψω, τέτυφα, λείβω λείψω λέλειφα, γράφω, γράψω γέγραφα· καὶ τὰ τοιαῦτα ὁμοίως. Περὶ μέσου παρακειμένου. | |
10 | Ὁ μέσος παρακείμενος ἀπὸ τοῦ ἐνεργητικοῦ πα‐ ρακειμένου γίνεται καὶ ἔοικεν αὐτῷ κατὰ πάντα πλὴν ἑνός, ὅτι οὐκ ἔχει καὶ αὐτὸς τὸ Φ, ἀλλὰ τὸ σύμφωνον τοῦ ἐνεστῶτος· τέτυπα γάρ ἐστιν· κοινῷ δὲ λόγῳ ἅπας μέσος παρακείμενος τοιοῦτον σύμφωνον ἔχει ἐν τῇ λη‐ | |
15 | γούσῃ, οἷον ἔχει καὶ ὁ ἐνεστὼς αὐτοῦ· τύπτω τέτυπα, λείβω λέλειβα. Δι’ ἣν αἰτίαν ὁ τοιοῦτος χρόνος μέσος καλεῖται εἴρηται πρότερον, ὅτι ὡς δυνάμενος ποτὲ μὲν ἐνεργείας ποτὲ δὲ ἐπὶ πάθους λαμβάνεσθαι· ἔστι γὰρ καὶ τέτυπα ἐνεργητικὸν καὶ τέτυπα παθητικόν. | |
20 | Περὶ τοῦ ὑπερσυντελίκου. Ὁ ὑπερσυντέλικος ὁ ἐνεργητικὸς ἀπὸ τοῦ ἐνεργη‐ τικοῦ παρακειμένου γίνεται· τὸ γὰρ τέτυφα, ἐὰν τρέψῃ τὸ α εἰς τὴν ειν δίφθογγον προσλάβῃ δὲ καὶ κατ’ ἀρ‐ χὴν ἑτέραν αὔξησιν τὸ ε, ἐτετύφειν λέγεται, ὅπέρ ἐστιν | |
25 | ὁ ὑπερσυντέλικος. Διατί δὲ μίαν μὲν αὔξησιν ὁ πα‐ ρακείμενος, δύο δὲ ὁ ὑπερσυντέλικος ἐπιδέχεται, δῆ‐ λον ὅτι ὁ μὲν ἐνεστὼς ἐπεὶ ἐνέστηκε καὶ ἔτι ἐνεργεῖ οὔτε αὔξησιν οὔτε ἐλάττωσιν ἔχει, ὁ δὲ παρακείμενος ἐπεὶ παρέδραμεν ὀλίγον τὸν ἐνεστῶτα διὰ τοῦτο καὶ | |
30 | μίαν ἔχει αὔξησιν καὶ μιᾷ συλλαβῇ ὑπάρχει τοῦ ἐνε‐ | 156 |
157 | στῶτος· τὸ μὲν γὰρ τύπτω δισύλλαβον, τὸ δὲ τέτυφα τρισύλλαβον, ὁ δὲ ὑπερσυντέλικος ἐπεὶ κατὰ πολὺ πα‐ ρῆλθε τὸν ἐνεστῶτα διὰ τοῦτο δύο τὰς αὐξήσεις ἔχει, τύπτω ἐτετύφειν. Διατί δὲ δίφθογγός ἐστι τὸ φειν | |
5 | αὐτὸς ὁ τεχνικός φησι· τῶν γὰρ εἰς ειν παρεληλυθό‐ των χρόνων οἱ μὲν ἐνεργητικοὶ δίφθογγον ἔχουσι τὸ ειν, οἱ δὲ παθητικοὶ ἦτα. Περὶ τοῦ μέσου ὑπερσυντελίκου. Ὁ μέσος ὑπερσυντέλικος ἐκ τοῦ μέσου παρακει‐ | |
10 | μένου γίνεται, ὥσπερ ὁ ἐνεργητικὸς ὑπερσυντέλικος ἐκ τοῦ ἐνεργητικοῦ παρακειμένου· ὡς γὰρ ἀπὸ τοῦ τέ‐ τυφα ἐτετύφειν, οὕτω καὶ ἀπὸ τοῦ τέτυπα ἐτετύ‐ πειν. Περὶ τοῦ ἀορίστου πρώτου. | |
15 | Ὁ ἀόριστος αʹ ὁ ἔτυψα ἀπὸ τοῦ τύψω μέλλοντος γίνεται· ἐκ τούτου γὰρ ἔχει τὸ ψ· τὸ γὰρ τύψω ἐὰν τρέψῃ τὸ ω εἰς α καὶ προσλάβῃ κατ’ ἀρχὴν τὸ ε ἔτυψα γίνεται. Περὶ τοῦ ἀορίστου δευτέρου. | |
20 | Ὁ ἔτυπον ἀπὸ τοῦ πρώτου γίνεται τροπῇ τοῦ ψα εἰς πον· ὥσπερ γὰρ ὁ μέσος παρακείμενος ἀεὶ ἐν τῇ ληγούσῃ τὸ σύμφωνον ἔχει τοῦ ἐνεστῶτος, οὕτω καὶ ὁ δεύτερος ἀόριστος. Περὶ μέλλοντος πρώτου. | |
25 | Ὁ τύψω μέλλων ἀπὸ τοῦ ἐνεστῶτος γίνεται, τὸ τ μόνον εἰς τὸ ς τρέψας καὶ συνάψας τὸ π καὶ ς εἰς ψ. Διατί δὲ οὐχὶ καὶ ὁ μέλλων τὴν αὔξησιν ἐπιδέχε‐ ται ὡς ὁ ἀόριστος καὶ ὁ ὑπερσυντέλικος καὶ ὁ παρα‐ κείμενος καὶ ὁ παρατατικός; διότι ἐκεῖνοι παρεληλυ‐ | |
30 | θότες εἰσὶ καὶ μακρότεροι τοῦ ἐνεστῶτος κείμενοι, διὰ | 157 |
158 | τοῦτο καὶ κατὰ τὴν ἀναλογίαν τῆς ἀποστάσεως πλείο‐ νας ἔχουσιν αὐτοῦ συλλαβάς, ὁ δὲ μέλλων ἐπεὶ οὐ γέγονεν ἔτι ἀλλὰ μέλλει γενέσθαι, διὰ τοῦτο συνέσταλ‐ ται καὶ ταῖς συλλαβαῖς. | |
5 | Περὶ μέλλοντος δευτέρου. Ὁ τυπῶ ἀπὸ τοῦ δευτέρου γίνεται ἀορίστου τοῦ ἔτυπον κατὰ ἀποβολὴν τοῦ ε καὶ τροπῇ τοῦ ον εἰς ω. Ἔχεις μοι τοὺς ὁριστικοὺς ἐνεργητικοὺς χρόνους καὶ πόθεν ἕκαστος γίνεται, ὅτι ὁ μὲν ἐνεστὼς ἀπ’ οὐ‐ | |
10 | δενός, ὁ δὲ παρατατικὸς ἀπὸ τῆς γενικῆς τῆς μετοχῆς τοῦ ἐνεστῶτος, ὁ δὲ παρακείμενος ἀπὸ τοῦ μέλλοντος, ὁ δὲ ὑπερσυντέλικος ἀπὸ τοῦ παρακειμένου, ὁ δὲ πρῶ‐ τος ἀόριστος ἀπὸ τοῦ μέλλοντος, ὁ δὲ δεύτερος ἀπὸ τοῦ πρώτου ἀορίστου, ὁ δὲ πρῶτος μέλλων ἀπὸ τοῦ | |
15 | ἐνεστῶτος, ὁ δὲ δεύτερος μέλλων ἀπὸ τοῦ δευτέρου ἀορίστου. Ἤδη δὲ καὶ τοὺς ὁριστικοὺς παθητικοὺς ἀνασκοπήσωμεν χρόνους. Περὶ τοῦ παθητικοῦ ἐνεστῶτος. Ἔστι μὲν οὖν ὁ παθητικὸς ἐνεστὼς τύπτομαι, | |
20 | γίνεται δὲ ἀπὸ τοῦ ἐνεργητικοῦ ἐνεστῶτος τοῦ τύπτω. Τὸ γὰρ τύπτω, ἐὰν τρέψῃ τὸ ω μέγα εἰς μικρὸν καὶ προσλάβῃ τὴν μαι τύπτομαι γίνεται· τὸ δεύτερον αὐ‐ τοῦ πρόσωπόν ἐστι μὲν τύπτῃ, γίνεται δὲ ἀπὸ τοῦ τρίτου τοῦ τύπτεται· ἐκβαλλομένου γὰρ τοῦ Τ γίνε‐ | |
25 | ται τύπτεαι, εἶτα τὸ ε καὶ α εἰς η κραθέντος ἐγένετο τύπτηϊ, τοῦ δὲ τελευταίου ι μὴ ἐκφωνουμένου ἀλλὰ προσγραφομένου κάτωθεν γέγονε τύπτῃ· τὸ δὲ τρίτον πρόσωπόν ἐστι μὲν τύπτεται, γίνεται δὲ ἀπὸ τοῦ τύπτομαι τροπῇ τῆς μαι εἰς ται καὶ ἀλλαγῇ τοῦ τῆς | |
30 | παραληγούσης ο εἰς ε. Καὶ τοιαῦτα μὲν τὰ ἑνικὰ τοῦ παθητικοῦ ἐνεστῶτος. Καὶ οὕτω γίνεται τὰ δυϊκά· | |
ἀπὸ τῶν πληθυντικῶν γίνονται· τὸ μὲν πρῶτον πρόσω‐ | 158 | |
159 | πον τὸ τυπτόμεθον ἀπὸ τοῦ πρώτου τῶν πληθυν‐ τικῶν τοῦ τυπτόμεθα τροπῇ τῆς θα εἰς θον, τὸ δεύτε‐ ρον τύπτεσθον ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν τοῦ τύπτεσθε τροπῇ τῆς σθε εἰς σθον, τὸ δὲ τρίτον | |
5 | τῶν δυϊκῶν τὸ τύπτεσθον οὐκ ἀπὸ τοῦ τρίτου τῶν πληθυντικῶν τοῦ τύπτονται, ἀλλὰ ἀπὸ τοῦ ἰδίου δευ‐ τέρου. Τῶν δὲ πληθυντικῶν προσώπων τὸ μὲν πρῶ‐ τον ἀπὸ τοῦ πρώτου τῶν ἑνικῶν γίνεται κατὰ τροπὴν τῆς μαι διφθόγγου εἰς μεθα· ἐκ γὰρ τοῦ τύπτομαι | |
10 | τυπτόμεθα· τὸ δὲ δεύτερον ἐκ τοῦ τρίτου τῶν ἑνι‐ κῶν τροπῇ τῆς ται διφθόγγου εἰς σθε, τύπτεται τύ‐ πτεσθε, τὸ δὲ τρίτον τῶν πληθυντικῶν καὶ αὐτὸ ἀπὸ τοῦ τρίτου τῶν ἑνικῶν γίνεται· τὸ γὰρ τύπτεται ἐὰν προσλάβῃ ὄπισθεν τοῦ ται ν καὶ τρέψῃ καὶ τὸ | |
15 | τῆς παραληγούσης ε εἰς ο τύπτονται γίνεται. Περὶ τοῦ παθητικοῦ παρατατικοῦ. Ὁ παθητικὸς παρατατικὸς ὁ ἐτυπτόμην ἀπὸ τοῦ παθητικοῦ ἐνεστῶτος τοῦ τύπτομαι γίνεται, τρε‐ πομένου τοῦ μαι εἰς μην καὶ προσλαμβανομένου κατ’ | |
20 | ἀρχὰς τοῦ ε· τύπτομαι ἐτυπτόμην· ἀεὶ γὰρ οἱ πα‐ ρατατικοὶ ἀπὸ τῶν ἰδίων ἐνεστώτων γίνονται, ὁ ἐνερ‐ γητικὸς ἐκ τοῦ ἐνεργητικοῦ καὶ ὁ παθητικὸς ἐκ τοῦ παθητικοῦ. Περὶ τοῦ παθητικοῦ παρακειμένου. | |
25 | Ὁ παθητικὸς παρακείμενος ὁ τέτυμμαι ἀπὸ τοῦ ἐνεργητικοῦ παρακειμένου τοῦ τέτυφα κανονίζε‐ ται, τρεπομένου τοῦ φα εἰς μαι καὶ προσλαμβανομέ‐ νου ἑτέρου μ, τέτυφα τέτυμμαι. Τοῦτο γάρ σοι κοι‐ νῶς περὶ τῶν παθητικῶν παρακειμένων ἔστω γνωστόν, | |
30 | ὅτε μὲν ὁ ἐνεργητικὸς μέλλων ἔχει τὸ ψ, τότε ὁ | 159 |
160 | παθητικὸς παρακείμενος διὰ δύο μμ γράφεται, τύψω τέτυμμαι, γράψω γέγραμμαι· εἰ δὲ ξ ἔχει ὁ μέλλων, τότε ὁ παθητικὸς παρακείμενος διὰ τοῦ γ καὶ μ ἐκ‐ φέρεται, πλέξω πέπλεγμαι, ὀρύξω ὤρυγμαι, εἰ δὲ ς | |
5 | ἔχει ὁ μέλλων, τότε ὁ παθητικὸς παρακείμενος διὰ τοῦ ς καὶ μ ἐκφέρεται ἐλεύθω ἤλευσμαι, ἀκούω ἤ‐ κουσμαι. Περὶ τοῦ παθητικοῦ ὑπερσυντελίκου. Ὁ παθητικὸς ὑπερσυντέλικος ὁ ἐτετύμμην ἀπὸ | |
10 | τοῦ παθητικοῦ παρακειμένου· τοῦ τέτυμμαι γίνεται, τροπῇ τῆς μαι εἰς μην καὶ προσόδῳ τοῦ ε τέτυμμαι ἐτετύμμην· καθόλου γὰρ οἱ ὑπερσυντέλικοι ἀπὸ τῶν παρακειμένων γίνονται, ὁ ἐνεργητικὸς ἀπὸ τοῦ ἐνερ‐ γητικοῦ καὶ ὁ παθητικὸς ἀπὸ τοῦ παθητικοῦ. | |
15 | Περὶ τοῦ παθητικοῦ ἀορίστου πρώτου. Ὁ παθητικὸς πρῶτος ἀόριστος ἀπὸ τοῦ παθητι‐ κοῦ παρακειμένου γίνεται καὶ αὐτός· ἐκ γὰρ τοῦ τέ‐ τυμμαι, ἐὰν ἀποβάλῃς τὸ κατ’ ἀρχὰς Τ καὶ τρέψῃς τὴν μαι εἰς θην καὶ τὸ ἕτερον μ εἰς φ πάλιν τρέψῃς, | |
20 | ἐτύφθην γίνεται. Περὶ τοῦ παθητικοῦ ἀορίστου δευτέρου. Ὁ παθητικὸς δεύτερος ἀόριστος ὁ ἐτύπην ἀπὸ τοῦ ἐνεργητικοῦ δευτέρου ἀορίστου τοῦ ἔτυπον γίνε‐ ται κατὰ τροπὴν τοῦ ον εἰς ην. | |
25 | Περὶ τοῦ μέσου ἀορίστου πρώτου. Ὁ μέλλων ἀόριστος πρῶτος ἐτυψάμην ἀπὸ τοῦ ἐνεργητικοῦ πρώτου ἀορίστου τοῦ ἔτυψα γίνεται, πλε‐ | |
ονάζοντος μόνον τοῦ μην ἔτυψα ἐτυψάμην, | 160 | |
161 | Περὶ τοῦ μέσου ἀορίστου δευτέρου. Ὁ μέσος δεύτερος ἀόριστος ὁ ἐτυπόμην ἀπὸ τοῦ ἐνεργητικοῦ δευτέρου ἀορίστου γίνεται τοῦ ἔτυπον, ἐκβαλλομένου τοῦ ν καὶ πλεονάζοντος τοῦ μην, ἔτυπον | |
5 | ἐτυπόμην. Περὶ τοῦ παθητικοῦ μέλλοντος πρώτου. Ὁ παθητικὸς μέλλων ὁ τυφθήσομαι ἀπὸ τοῦ τρίτου προσώπου τοῦ παθητικοῦ ἀορίστου γίνεται, λέγω δὴ τοῦ ἐτύφθη, προσθέσει τῆς σομαι καὶ συστολῇ | |
10 | τῆς ἀρχούσης. Περὶ τοῦ παθητικοῦ μέλλοντος δευτέρου. Ὁ παθητικὸς μέλλων δεύτερος ὁ τυπήσομαι ἀπὸ τοῦ τρίτου προσώπου τοῦ παθητικοῦ δευτέρου ἀορίστου γίνεται, λέγω δὴ τοῦ ἐτύπη προσθέσει τῆς | |
15 | σομαι καὶ συστολῇ τῆς ἀρχούσης. Περὶ τοῦ μέσου μέλλοντος πρώτου. Ὁ τύψομαι μέσος μέλλων πρῶτος ἀπὸ τοῦ ἐν‐ εργητικοῦ πρώτου μέλλοντος τοῦ τύψω γίνεται, τροπῇ τοῦ ω μεγάλου εἰς ο μικρὸν καὶ προσθέσει τῆς μαι. | |
20 | Περὶ τοῦ μέσου μέλλοντος δευτέρου. Ὁ τυποῦμαι μέσος μέλλων δεύτερος ἀπὸ τοῦ ἐνεργητικοῦ δευτέρου μέλλοντος; τοῦ τυπῶ γίνεται, τροπῇ τοῦ ω μεγάλου εἰς τὴν ου δίφθογγον καὶ προσ‐ | |
θέσει τῆς μαι, οἷον τυπῶ τυποῦμαι. | 161 | |
162 | Περὶ τοῦ μετ’ ὀλίγον μέλλοντος. Ὁ μετ’ ὀλίγον μέλλων ἀπὸ τοῦ δευτέρου προσώ‐ που τοῦ παθητικοῦ παρακειμένου, λέγω δὴ τοῦ τέτυ‐ ψαι γίνεται. Τὸ γὰρ τέτυψαι ἐὰν ὄπισθεν τῆς αι δι‐ | |
5 | φθόγγου ο καὶ μ προσλάβῃ τετύψομαι γίνεται, ὅπέρ ἐστι μετ’ ὀλίγον μέλλων. Καὶ περὶ τῶν ὁριστικῶν ἀρκεῖ τοσαῦτα. Περὶ ἀπαρεμφάτων. Περὶ δὲ τῶν ἀπαρεμφάτων τῶν ἐνεργητικῶν λέ‐ | |
10 | γωμεν, ἐκεῖνο πρότερον εἰπόντες, ὅτι οἱ χρόνοι, οὓς ἐν τοῖς ὁριστικοῖς ἀπηριθμησάμεθα, λέγω δὴ ὁ ἐνεστώς, ὁ παρατατικός, ὁ παρακείμενος καὶ οἱ λοιποὶ ἄλλος πρὸς ἄλλον οἰκειότητα ἔχουσι, διὸ καὶ ἐν τοῖς ὁριστι‐ κοῖς ἕκαστος αὐτῶν ἰδιαζόντως ἐτέθη· ἰδίᾳ μὲν ὁ ἐνε‐ | |
15 | στώς, ἰδίᾳ δὲ ὁ παρατατικὸς καὶ οἱ ἄλλοι πάντες ὡσαύ‐ τως· ἀλλ’ ἐν ταῖς ἄλλαις ἐγκλίσεσιν οἰκειότητα πρὸς ἀλλήλους ἔχοντες συνάπτονται καὶ συμπλέκονται καὶ οἱ δύο ἕνα χρόνον ἀποτελοῦσι. Ποῖοι δέ εἰσι καὶ πρὸς ποίας οἰκειοῦνται, ἐγώ σε διδάξω καὶ παραδώσω σοι | |
20 | σημεῖόν τι εὐκολώτατον, ἀφ’ οὗ ἂν ἐπιγιγνώσκειν ἔχοις τὰς τῶν χρόνων οἰκειότητας. Βλέπε μοι τὰς τε‐ λευταίας συλλαβὰς τῶν χρόνων, καὶ ὅσας εὑρήσεις τὰ αὐτὰ σύμφωνα ἐχούσας, ἐκείνους τοὺς χρόνους γίνωσκε συγγένειαν ἀλλήλοις ἔχοντας καὶ ἐπερχομένους | |
25 | εἰς ἓν καὶ ἕνα χρόνον ἐκ δύο ἀποτελοῦντας· αὐτίκα τὸ τύπτω ὁ ἐνεστὼς καὶ τὸ ἔτυπτον ὁ παρατατικὸς ἐπειδὴ ἀμφότεροι [εἰς] πτ ἐν ταῖς τελευταίαις συλ‐ λαβαῖς ἔχουσι, διὰ τοῦτο συγγενεῖς τέ εἰσι καὶ εἰς ἕνα χρόνον συνέρχονται. Τὸ γὰρ τύπτειν ἀπαρέμφατον | |
30 | οὐ μόνον ἐνεστῶτός εἰσιν ἀλλὰ καὶ παρατατικοῦ· πά‐ | |
λιν τὸ τέτυφα ὁ παρακείμενος καὶ τὸ ἐτετύφειν ὑπερ‐ | 162 | |
163 | συντέλικος, ἐπειδὴ τὸ φ ἔχουσιν ἐν ταῖς τελευταίαις συλλαβαῖς καὶ ἀμφότεροι διὰ τοῦτο καὶ οὗτοι ἑνού‐ μενοι ἕνα χρόνον ἀποτελοῦσι· τὸ γὰρ τετυφέναι ἀπα‐ ρέμφατον κοινόν ἐστι παρακειμένου καὶ ὑπερσυντελί‐ | |
5 | κου καὶ πάλιν τὸ τέτυπα ὁ μέσος παρακείμενος καὶ τὸ ἐτετύπειν ὁ μέσος ὑπερσυντέλικος, διότι ἐν ταῖς τελευταίαις συλλαβαῖς ἔχουσιν ἄμφω τὸ π, διὰ τοῦτο καὶ οὗτοι εἰς ἕνα χρόνον συνάγονται. Τὸ γὰρ τετυ‐ πέναι μέσου ἐστὶ παρακειμένου καὶ ὑπερσυντελίκου κοι‐ | |
10 | νῶς. Ὡσαύτως καὶ τὸ ἔτυψα ἀόριστος καὶ τὸ τύψω ὁ μέλλων διὰ τὸ ἔχειν ἀμφοτέρους τὸ ψ, διὰ τοῦτο καὶ οὗτοι εἰς ἓν συνάγονται. Ἔχεις τοιγαροῦν τέττα‐ ρας χρόνων οἰκειότητας, ἐνεστῶτος πρὸς παρατατικὸν μίαν, παρακειμένου πρὸς ὑπερσυντέλικον ἄλλην, μέ‐ | |
15 | σου παρακειμένου πρὸς μέσον ὑπερσυντέλικον, ἑτέραν, καὶ ἄλλην ἀορίστου πρὸς μέλλοντα· οὐ μόνον, ὅτι τὰ αὐτὰ ἔχουσιν ἐν ταῖς ληγούσαις συλλαβαῖς σύμ‐ φωνα, ὅπερ ἔφαμεν, ἀλλ’ ὅτι καὶ αἱ γενέσεις αὐτῶν οὐχ ἑτέρωθέν εἰσιν· ὁ μὲν γὰρ παρατατικὸς ἀπὸ τοῦ | |
20 | συγγενοῦς αὐτῷ τοῦ ἐνεστῶτος γεννᾶται, ὁ δὲ ὑπερ‐ συντέλικος ἀπὸ τοῦ γειτονοῦντος αὐτῷ τοῦ παρακει‐ μένου κυΐσκεται, ὁ δὲ μέσος ὑπερσυντέλικος ἀπὸ τοῦ μέσου παρακειμένου προέρχεται· ἀπὸ γὰρ τοῦ τέτυπα τὸ ἐτετύπειν· καὶ ἀόριστος ἀπὸ τοῦ μέλλοντος πρόει‐ | |
25 | σιν· ἀπὸ γὰρ τοῦ τύψω τὸ ἔτυψα. Ἀλλ’ ἐπεὶ τὰς τῶν χρόνων οἰκειότητας ἐντεῦθεν ἔμαθες ἄκουε λοιπὸν καὶ περὶ τῆς τῶν ἀπαρεμφάτων ἐγκλίσεως. Ἐνεργητικὸς ἐνεστὼς καὶ παρατατικός. Τύπτειν ἐστὶ μὲν χρόνου ἐνεστῶτος καὶ παρα‐ | |
30 | τατικοῦ· ἑνοῦνται γὰρ οἱ χρόνοι ἐνταῦθα, ὡς εἴπομεν· κανονίζεται δὲ ἀπὸ τοῦ τρίτου προσώπου τῶν ἑνικῶν | |
τοῦ ὁριστικοῦ ἐνεστῶτος, λέγω δὴ τοῦ τύπτει· τὸ γὰρ | 163 | |
164 | τύπτει προσλαβὸν τὸ ν γίνεται τύπτειν, ὅπέρ ἐστιν ἀπαρέμφατον· ἀπαρέμφατον δὲ λέγεται ὡς προείπομεν διὰ τὸ μὴ παρεμφαίνειν μήτε βούλημα ψυχῆς ὡς ἄλ‐ λαι ἐγκλίσεις, μήτε πρόσωπον, μήτε ἀριθμόν· οὐ γὰρ | |
5 | ὥσπερ ἐπὶ τῆς ὁριστικῆς ἐγκλίσεως ἔχομεν πρῶτον πρόσ‐ ωπον τὸ τύπτω καὶ δεύτερον τὸ τύπτεις καὶ τρίτον τὸ τύπτει, καὶ αὖθις δυϊκὰ καὶ πληθυντικά, οὕτως ἔχει καὶ ἐπὶ τῆς ἀπαρεμφάτου· ἀλλὰ καὶ ἐπὶ ἑνικῶν καὶ πληθυντικῶν καὶ ἐπὶ πρώτου καὶ δευτέρου καὶ | |
10 | τρίτου προσώπου τὸ τύπτειν μόνον εὑρίσκεται. Περὶ παρακειμένου καὶ ὑπερσυν‐ τελίκου. Τὸ τετυφέναι ἐστὶ μὲν χρόνου παρακειμένου καὶ ὑπερσυντελίκου· γίνεται δὲ ἀπὸ τοῦ τρίτου προσ‐ | |
15 | ώπου τοῦ ἐνεργητικοῦ ὁριστικοῦ παρακειμένου τοῦ τέτυφε προσθέσει τῆς ναι συλλαβῆς· τὸ γὰρ τέτυφε προσλαβὸν τὴν ναι συλλαβὴν τετυφέναι γίνεται. Περὶ μέσου παρακειμένου καὶ μέσου ὑπερσυντελίκου. | |
20 | Τὸ τετυπέναι χρόνου μέν ἐστι μέσου παρακει‐ μένου καὶ ὑπερσυντελίκου· γίνεται δὲ καὶ τοῦτο ἀπὸ τοῦ τρίτου τῶν ἑνικῶν τοῦ ὁριστικοῦ μέσου παρακει‐ μένου, λέγω τοῦ τέτυπε προσθήκῃ τῆς ναι. Περὶ ἀορίστου πρώτου. | |
25 | Τὸ τύψαι ἐστὶ μὲν χρόνου ἀορίστου πρώτου· γίνεται δὲ καὶ τοῦτο ἀπὸ τοῦ πρώτου προσώπου τοῦ ὁριστικοῦ πρώτου ἀορίστου, λέγω δὴ τοῦ ἔτυψα ἐκ‐ | |
βολῇ τοῦ κατ’ ἀρχὰς ε καὶ προσθήκῃ τοῦ ι· τὸ γὰρ | 164 | |
165 | ἔτυψα ἐὰν ἀποβάλῃ τὸ ε καὶ προσλάβῃ ἐπὶ τέλους τὸ ι τύψαι γίνεται. [Περὶ μέλλοντος πρώτου καὶ δευτέρου.] | |
5 | Τὸ τύψειν χρόνου μέν ἐστι μέλλοντος πρώτου· γίνεται δὲ ὁμοίως καὶ τοῦτο ἀπὸ τοῦ τρίτου προσώ‐ που τῶν ἑνικῶν τοῦ ὁριστικοῦ πρώτου μέλλοντος, λέγω δὴ τοῦ τύψει, προσθήκῃ τοῦ ν· τὸ γὰρ τύψει προσλαβὸν τὸ ν τύψειν γίνεται. Ὡσαύτως καὶ τὸ τυ‐ | |
10 | πεῖν, ὅπέρ ἐστι χρόνου μέλλοντος δευτέρου ἀπὸ τοῦ τρίτου προσώπου τῶν ἑνικῶν τοῦ ὁριστικοῦ δευτέρου μέλλοντος γίνεται, λέγω τοῦ τυπεῖ κατὰ προσθήκην τοῦ ν. Καὶ ἁπλῶς ἕκαστος τῶν ἀπαρεμφάτων χρόνος ἀπὸ τοῦ ἰδίου ὁριστικοῦ γίνεται, ὁ ἐνεστὼς ἀπὸ τοῦ | |
15 | ἐνεστῶτος ὁριστικοῦ, ὁ παρακείμενος ἀπὸ τοῦ παρα‐ κειμένου, καὶ ὁ ἀόριστος ἀπὸ τοῦ ἀορίστου καὶ ὁ μέλλων ἀπὸ τοῦ μέλλοντος· οὐ μόνον δὲ ἐπὶ τῶν ἐν‐ εργητικῶν οὕτως ἔχει, ἀλλὰ καὶ ἐπὶ τῶν παθητικῶν. Περὶ ἀπαρεμφάτων παθητικῶν. | |
20 | Τὸ τύπτεσθαι χρόνου μέν ἐστιν ἐνεστῶτος καὶ παρατατικοῦ παθητικοῦ· γίνεται δὲ ἀπὸ τοῦ τρίτου προσώπου τοῦ ὁριστικοῦ παθητικοῦ ἐνεστῶτος, λέγω δὴ τοῦ τύπτεται. Τὸ γὰρ τύπτεται τρέπον τὴν ται εἰς θαι προσλαμβάνον δὲ ὄπισθεν τοῦ θαι ς τύπτεσθαι | |
25 | γίνεται. Ὥσπερ καὶ τὸ τετύφθαι χρόνου παρακει‐ μένου καὶ ὑπερσυντελίκου ἐστίν· γίνεται δὲ ἀπὸ τοῦ τρίτου προσώπου τῶν ἑνικῶν τοῦ ὁριστικοῦ παθητι‐ κοῦ παρακειμένου, φημὶ τοῦ τέτυπται, τρέπον τὸ ἐπὶ τέλους ται εἰς θαι καὶ τὸ π εἰς φ· εἶτα καὶ τὸν τόνον | |
30 | καταβιβάσαν τετύφθαι γίνεται. Τὸ τυφθῆναι χρό‐ | 165 |
166 | νου μέν ἐστιν ἀορίστου πρώτου παθητικοῦ, γίνεται δὲ ὁμοίως ἀπὸ τοῦ τρίτου προσώπου τοῦ ὁριστικοῦ παθητικοῦ πρώτου ἀορίστου, λέγω δὴ τοῦ ἐτύφθη, ἐκβολῇ τοῦ ε καὶ προσθήκῃ τῆς ναι, ὥσπερ καὶ τὸ | |
5 | τυπῆναι ὁ παθητικὸς δεύτερος ἀόριστος ἀπὸ τοῦ τρίτου προσώπου τοῦ ὁριστικοῦ παθητικοῦ δευτέρου ἀορίστου λέγω δὴ τοῦ ἐτύπη γίνεται, ἐκβολῇ τοῦ τῆς ἀρχῆς ε καὶ προσλήψει τῆς ναι. Ὡσαύτως καὶ ὁ μέσος ἀόριστος πρῶτος ὁ τύψα‐ | |
10 | σθαι καὶ ὁ μέσος δεύτερος ὁ τυπέσθαι καὶ ὁ μέλ‐ λων πρῶτος ὁ τυφθήσεσθαι καὶ ὁ δεύτερος μέλλων ὁ τυπήσεσθαι καὶ ὁ μέσος μέλλων πρῶτος ὁ τύ‐ ψεσθαι καὶ ὁ μέσος μέλλων δεύτερος ὁ τυπεῖσθαι καὶ ὁ μετ’ ὀλίγον μέλλων ὁ τετύψεσθαι ἅπαντες | |
15 | οὗτοι ἀπὸ τῶν τρίτων προσώπων τῶν ἰδίων ὁριστικῶν γίνονται, οἱ ἀόριστοι ἀπὸ τῶν ἀορίστων καὶ οἱ μέλ‐ λοντες ἀπὸ τῶν μελλόντων, οἱ πρῶτοι ἀπὸ τῶν πρώ‐ των καὶ οἱ δεύτεροι ἀπὸ τῶν δευτέρων. Διὰ τοῦτο γὰρ ἡ ὁριστικὴ ἔγκλισις τῶν ἄλλων προτέτακται, διότι | |
20 | ἐκ ταύτης αἱ ἄλλαι ἐγκλίσεις γίνονται καὶ κανονίζον‐ ται. Καὶ περὶ μὲν τῶν ἀπαρεμφάτων τοσαῦτα. Περὶ προστακτικῶν, Διατί μὲν οὖν προστακτικὴ ἡ τοιαύτη ἔγκλισις λέγεται παντὶ γνώριμον· τὸ γὰρ ἐλθέ προστακτικόν, | |
25 | ὅτι προστάττει ἐλθεῖν· διατί δὲ πρῶτα πρόσωπα οὐκ ἐπιδέχονταί ποτε, οὔτε ἐπὶ τῶν ἑνικῶν οὔτε ἐπὶ τῶν δυϊκῶν, οὔτε ἐπὶ τῶν πληθυντικῶν; διότι οὐδεὶς ἑαυτῷ δύναται προστάσσειν, ἀλλὰ ἢ πρὸς τὸν παρόντα καὶ ὁμιλοῦντα αὐτῷ λέγει ἐλθέ, γράφε, καὶ ἔστι τὸ τοι‐ | |
30 | οῦτον πρόσωπον δεύτερον, ἢ περὶ ἑτέρου τινὸς τοῦτό φησιν, οἷον ἐκεῖνος ἐλθέτω, γραψάτω καὶ ἔστι τὸ τοι‐ οῦτον τρίτον πρόσωπον· πρωτοτύπως δὲ ἀδύνατόν ἐστι | |
προστακτικὸν ἐκφέρεσθαι ῥῆμα· ἄλλο δὲ ἐπὶ τῆς προσ‐ | 166 | |
167 | τακτικῆς ἐγκλίσεως ἀπορήσει ἄν τις, καὶ πρόσεχέ μοι τῇ ἀπορίᾳ· ἔστι γὰρ εὐλογωτάτη· ἐπεὶ γὰρ προστάσ‐ σων ἐξανάγκης ἀεί ποτε περὶ μέλλοντός τινος προσ‐ τάσσει· τῷ γὰρ μήπω γράψαντι γράψον φησί, καὶ τῷ | |
5 | μήπω ἐλθόντι λέγει· ἐλθέ, καὶ τῷ μήπω τύπτοντι λέ‐ γει τύπτε, καὶ ἁπλῶς τὸ μήπω γεγονὸς λέγει γινέσθω, οὐ τὸ γεγενημένον ἤδη· καὶ ἐπεὶ τοίνυν ἀεὶ περὶ μέλλοντός ἐστί τινος ἡ προσταγὴ δέον εἰδέναι ἡμᾶς περὶ ταύτης· ἐὰν γάρ τις τὸ παρελθὸν καὶ τὸ προγε‐ | |
10 | νόμενον ἄρτι προτάσσῃ γίνεσθαι, μάταιος ἂν εἴη· εἰ γὰρ οὕτως ἐνεδέχετο λοιπὸν καὶ τοὺς τῆς προστα‐ κτικῆς ἐγκλίσεως κανόνας πάντας μέλλοντας εἶναι καὶ μηδὲ ἐνεστῶτας μηδὲ παρεληλυθότας, πῶς οὖν ἡμῖν ὁ τεχνικὸς καὶ ἐνταῦθα ἐνεστῶτάς τινας καὶ παρατατι‐ | |
15 | κοὺς καὶ παρακειμένους καὶ ὑπερσυντελίκους καὶ ἀορί‐ στους παρέδωκε, καίτοι τῆς προσταγῆς περὶ τὸ μέλλον μόνον καταγινομένης ὡς εἴπομεν. Καὶ δή, φαμὲν πρὸς τοῦτο, ὅτι οἱ ἐνταῦθα ἐνεστῶτες καὶ παρεληλυθότες οὐ κυρίως εἰσὶν ἀλλὰ σχήματα μὲν ἐνεστώτων καὶ πα‐ | |
20 | ρεληλυθότων ἔχουσι, σημασίαι δὲ μελλόντων ὑπάρ‐ χουσιν· αὐτίκα ἡ ἐν τῷ τύπτε ἐνεστὼς μὲν καλεῖται, οὐκ ἔστι δὲ κυρίως ἐνεστώς· οὐδὲ γὰρ τότε τύπτει ὁ προσ‐ τασσόμενος ὑπ’ ἐμοῦ τύπτειν· ἢ ὅταν ἐγὼ εἴπω τούτῳ τύπτε· εἰ γὰρ ἔτυπτε περισσὸν ἦν τὸ λέγειν | |
25 | ἐμὲ τύπτε· ὅτι δὲ [οὐ] κυρίως ἐνταῦθα οἱ χρόνοι εἰσάγονται, ἀλλὰ καταχρηστικῶς οἱ παρεληλυθότες, παρεληλυθότες λέγονται καὶ ἐνεστῶτες ὡσαύτως οἱ ἐν‐ εστῶτες, δῆλον ἔσται σοι καὶ ἐκ τούτου· τὸ τύψον ἐστὶ μὲν προτακτικόν, χρόνου δὲ ὑπάρχει ἀορίστου | |
30 | καὶ μέλλοντος. Καὶ μὴν ἂν κυρίως ἦν ἐνταῦθα ὁ ἀό‐ ριστος ἀόριστος, καὶ ὁ μέλλων κυρίως ὁ μέλλων, πῶς | |
ἐνεδέχετο ἑνοῦσθαι αὐτοὺς καὶ εἰς ἕνα χρόνον συνά‐ | 167 | |
168 | πτεσθαι· ὁ μὲν γὰρ ἀόριστος γέγονε καὶ παρελήλυθεν, ὁ δὲ μέλλων οὔπω γέγονεν, ποία οὖν κοινωνία τῷ παρελθόντι πρὸς τὸν μέλλοντα; ὥστε φανερὸν ἐκ τού‐ του ἐστίν, ὅτι οὐ κυριολεκτοῦνται ἐν τῇ προστακτικῇ | |
5 | ἐγκλίσει οἱ μέλλοντες, ἀλλὰ δοκοῦσι μὲν ἐνεστῶτες καὶ παρεληλυθότες, σημαίνουσι δὲ ὅμως τὸ μέλλον, περὶ οὗ καὶ ἡ προσταγὴ γίνεται. Περὶ προστακτικῶν ἐνεστῶτος καὶ παρατατικοῦ ἐνεργητικοῦ. | |
10 | Τὸ τύπτε ἐστὶ μὲν προστακτικόν, χρόνου δὲ ὑπάρχει ἐνεστῶτος καὶ παρατατικοῦ· γίνεται δὲ ἀπὸ τοῦ τρίτου προσώπου τοῦ ὁριστικοῦ παρατατικοῦ, λέγω δὴ τοῦ ἔτυπτε, κατὰ ἀποβολὴν μόνον τοῦ ε· ἐὰν γὰρ ἐκβάλῃς ἀπὸ τοῦ ἔτυπτε τὸ ε τῆς ἀρχῆς τὸ καταλει‐ | |
15 | πόμενον τύπτε γίνεται. Περὶ παρακειμένου καὶ ὑπερσυν‐ τελίκου. Τὸ τέτυφε χρόνου μέν ἐστι παρακειμένου καὶ ὑπερσυντελίκου, γίνεται δὲ καὶ τοῦτο ἀπὸ τοῦ ὁριστι‐ | |
20 | κοῦ παρακειμένου· τὸ γὰρ τρίτον τούτου πρόσωπον, ὅπέρ ἐστι τὸ τέτυφε δεύτερον γίνεται προστακτικὸν πρόσωπον· ὥσπερ καὶ τοῦ ὁριστικοῦ μέσου παρακει‐ μένου τὸ τρίτον ὅπέρ ἐστι τὸ τέτυπε δεύτερον γίνε‐ ται προστακτικόν. | |
25 | Περὶ ἀορίστου αʹ καὶ μέλλοντος. Τὸ τύψον χρόνου μέν ἐστιν ἀορίστου αʹ καὶ μέλ‐ λοντος, γίνεται δὲ ἀπὸ τοῦ πρώτου προσώπου τοῦ ὁριστικοῦ αʹ ἀορίστου τοῦ ἔτυψα ἐκβολῇ τοῦ ε καὶ | |
τροπῇ τοῦ α εἰς ον. Ἰδίωμα δὲ τοῦτο Συρακουσίων | 168 | |
169 | ἦν· οὗτοι γὰρ ἅπαντα τὰ προστακτικὰ διὰ τοῦ ον ἐξεφώνουν γράψον καὶ λάβον. Περὶ ἀορίστου δευτέρου. Τὸ τύπε χρόνου μέν ἐστιν ἀορίστου βʹ καὶ μέλ‐ | |
5 | λοντος, γίνεται δὲ ἀπὸ τοῦ γʹ προσώπου τοῦ ὁριστι‐ κοῦ βʹ ἀορίστου λέγω δὴ τοῦ ἔτυπε, κατὰ ἀποβολὴν μόνου τοῦ ε. Ἀλλ’ οὕτω μὲν τὰ ἐνεργητικὰ προστα‐ κτικά· τὰ δὲ παθητικὰ καὶ αὐτὰ ἀπὸ τῶν ὁριστικῶν παθητικῶν γίνονται. | |
10 | Περὶ προστακτικῶν παθητικῶν, περὶ ἐνε‐ στῶτος καὶ παρατατικοῦ. Τὸ τύπτου χρόνου μέν ἐστιν ἐνεστῶτος καὶ πα‐ ρατατικοῦ, γίνεται δὲ ἀπὸ τοῦ βʹ προσώπου τοῦ πα‐ θητικοῦ ὁριστικοῦ παρατατικοῦ, λέγω δὴ τοῦ ἐτύπτου· | |
15 | ἐὰν γὰρ ἀποβάλῃς ἀπὸ τοῦ ἐτύπτου τὸ ε, τύπτου ἐστὶν τὸ καταλειφθέν. Περὶ παρακειμένου καὶ ὑπερσυντελίκου. Τὸ τέτυψο χρόνου μὲν παρακειμένου καὶ ὑπερ‐ συντελίκου ἐστίν· γίνεται δὲ ὁμοίως καὶ τοῦτο ἀπὸ | |
20 | τοῦ βʹ προσώπου τοῦ παθητικοῦ ὁριστικοῦ ὑπερσυν‐ τελίκου, φημὶ δὴ τοῦ ἐτέτυψο, κατὰ ἀποβολὴν τοῦ ε. Περὶ ἀορίστου αʹ καὶ μέλλοντος. Τὸ τύφθητι χρόνου μέν ἐστιν ἀορίστου αʹ καὶ μέλλοντος. Κανονίζει δὲ αὐτὸ ὁ τεχνικὸς φορτικῶς· | |
25 | ἀπὸ γὰρ τῆς μετοχῆς τοῦ ὁριστικοῦ παθητικοῦ αʹ ἀο‐ ρίστου, ἥτις ἐστὶν ὁ τυφθεὶς καὶ κλίνεται τοῦ τυφθέν‐ | |
τος τοῦτο παράγει, τρέπον τὸ ε εἰς η καὶ τὸ ος εἰς | 169 | |
170 | ι καὶ τὸν τόνον ἀναβιβάζων. Καὶ οὕτως ἀπὸ τοῦ τυφθέντος ποιεῖ τὸ τύφθητι. Ὡσαύτως δὲ καὶ τὸ τύπηθι, ὅπερ ἐστὶν ἀορί‐ στου βʹ καὶ μέλλοντος ἀπὸ τῆς τυπέντος μετοχῆς | |
5 | παράγει· ἐμοὶ δὲ κάλλιον φαίνεται τὸ τύφθητι ἀπὸ τοῦ ἐτύφθη παράγειν ἐκβολῇ τοῦ ε καὶ προσθέσει τοῦ τι· τὸ δὲ τύπηθι ὁμοίως ἀπὸ τοῦ ἐτύπη· ἄτοπον γάρ μοι δοκεῖ τὰ μὲν ἄλλα πάντα προστακτικὰ ἀπὸ τῶν ὁριστικῶν κανονίζεσθαι, μόνα δὲ τὸ τύφθητι | |
10 | καὶ τὸ τύπηθι ἀπὸ τῶν μετοχῶν καὶ μὴ ἀπὸ τῶν ὁρι‐ στικῶν παράγεσθαι. Τὸ τύψαι χρόνου μέν ἐστι μέσου ἀορίστου αʹ καὶ μέσου μέλλοντος αʹ, γίνεται δὲ ἀπὸ τοῦ ἐνεργητι‐ κοῦ αʹ προσώπου τοῦ αʹ ἀορίστου τοῦ ἔτυψα ἐκβολῇ | |
15 | τοῦ ε καὶ προσθέσει τοῦ ι. Τὸ τυποῦ, χρόνου μέν ἐστι μέσου ἀορίστου βʹ καὶ μέλλοντος, παράγεται δὲ ἀπὸ τοῦ βʹ προσώπου τοῦ ὁριστικοῦ μέσου ἀορίστου βʹ, λέγω δὴ τοῦ ἐτύ‐ που· ἐκβαλόντες γὰρ τὸ ε καὶ τὴν ου δίφθογγον | |
20 | περισπῶντες ἀπὸ τοῦ ἐτύπου τυποῦ πεποιήκαμεν. Περὶ εὐκτικῶν. Τοσαῦτά σοι περὶ τῶν προστακτικῶν· καιρὸς δ’ ἂν εἴη καὶ περὶ τῶν εὐκτικῶν εἰπεῖν. Διατί μὲν γὰρ καὶ αὕτη ἡ ἔγκλισις εὐκτικὴ ὀνομάζεται, πᾶσι δῆλόν | |
25 | ἐστι καὶ ἀπ’ αὐτοῦ τοῦ ὀνόματος· εὐχῆς γὰρ σημαν‐ τική ἐστιν. Ἡ δὲ προαπορηθεῖσα ἐπὶ τῶν προστακτι‐ κῶν ἀπορία εὐλόγως ἂν ἀπορηθείη καὶ ἐπὶ τῶν εὐ‐ κτικῶν. Ἐπεὶ γὰρ ὁ εὐχόμενος περὶ μέλλοντός τινος ἀεί ποτε εὔχεται· ποῖος γάρ ἐστιν ὁ ἐπὶ τοσοῦτον | |
30 | ἀνόητος ὡς περὶ τοῦ παρεληλυθότος εὔξασθαι; οἷον | 170 |
171 | ἐάν τις ἀπὸ κρημνοῦ πεσὼν καὶ τὴν κεφαλὴν κα‐ τεαγὼς μετὰ ταῦτα εὔχεται (sic) μὴ πεσεῖν καὶ κα‐ τεαγέναι. Ἐπεὶ γοῦν οὕτως ἔχει καὶ ἀεὶ ὁ εὐχόμενος περὶ τῶν μελλόντων εὔχεται, ἔδει καὶ τὸν τεχνικὸν | |
5 | μέλλοντας ποιῆσαι τοὺς ἅπαντας χρόνους ἐν τοῖς εὐ‐ κτικοῖς καὶ μὴ παραλαβεῖν ἐνεστῶτα καὶ μὴ παρῳχη‐ μένον τινά. Καὶ λέγομεν τὴν αὐτὴν καὶ ἐνταῦθα ἐπί‐ λυσιν· οἱ γὰρ ἐν τοῖς εὐκτικοῖς ἐνεστῶτες καὶ παρε‐ ληλυθότες σχῆμα μὲν ἐνεστώτων καὶ παρεληλυθότων | |
10 | ἔχουσι, σημασίαν δὲ μελλόντων εἰσάγουσι, σημαίνουσι δὲ τὸ μέλλον. Τὰ ἐνεργητικὰ ἅπαντα εὐκτικὰ οὐ κανονίζονται ἀπὸ τῶν ὁριστικῶν ὥσπερ καὶ αἱ ἄλλαι ἐγκλίσεις· ἀλλ’ ἀπὸ τῶν ἰδίων μετοχῶν· τὸ γὰρ τύπτοιμι ὁ εὐκτι‐ | |
15 | κὸς ἐνεστὼς οὐκ ἀπὸ τοῦ ὁριστικοῦ ἐνεστῶτος τοῦ τύπτω κανονίζεται, ἀλλ’ ἀπὸ τῆς γενικῆς τοῦ μετοχι‐ κοῦ ἐνεστῶτος, φημὶ δὴ τοῦ τύπτοντος· καὶ οἱ ἄλλοι χρόνοι ὡσαύτως ἀπὸ τῆς γενικῆς τῶν ἰδίων μετοχῶν παράγονται· καὶ ἀποροῦμεν ἐνταῦθα· διατί τοῦτο γί‐ | |
20 | νεται καὶ διατί ἀπὸ τῶν μετοχῶν ὑστέρων οὐσῶν τὰ εὐκτικὰ πρῶτα ὄντα κανονίζονται, μᾶλλον δέ, διατί ἡ μετοχὴ ἄλλου μέρους λόγου ὑπάρχουσα παράγει τὸ ῥῆμα, ἄλλο μέρος λόγου ὑπάρχον; Καὶ φαμὲν πρὸς τοῦτο ἀληθεστάτην λύσιν ἐπάγοντες· ὅτι ἐπειδὴ ἀναγ‐ | |
25 | καῖόν ἐστιν ἐν τοῖς εὐκτικοῖς διὰ διφθόγγου τὴν πα‐ ραλήγουσαν ἐκφέρεσθαι καὶ μᾶλλον διὰ τῆς ΟΙ δι‐ φθόγγου, ἀδύνατον ἔδοξε τῷ τεχνικῷ ἀπὸ τῶν ὁριστι‐ κῶν τὰ εὐκτικὰ ἐνεργητικὰ κανονίζειν· διότι ἐν μὲν τοῖς εὐκτικοῖς χρεία ἐστὶν ὡς εἶπον τῆς ΟΙ διφθόγγου | |
30 | τῆς ἀπὸ τοῦ ο μικροῦ καὶ ι συγκειμένης, ἐν δὲ τοῖς | |
ὁριστικοῖς οὐδαμοῦ εὕρηται τὸ ο μικρόν, ἵνα προσ‐ | 171 | |
172 | θήσῃ τούτῳ καὶ τὸ ι καὶ οὕτω διὰ τῆς προσηκούσης καταλήξεως ποιήσῃ τὸ εὐκτικόν, καὶ διὰ τοῦτο ἠναγ‐ κάσθη εἰς τὰς γενικὰς τῶν μετοχῶν ἀπελθεῖν ὡς ἐχού‐ σας ἐν τῇ παραληγούσῃ καὶ τούτῳ συζευγνὺς τὸ ι | |
5 | καὶ τὴν οι δίφθογγον ἀναπληρῶν εἶτα καὶ τὴν λήγου‐ σαν τῆς γενικῆς τῶν μετοχῶν εἰς μι τρέπων τοὺς εὐ‐ κτικοὺς ἅπαντας ἀναπληροῖ χρόνους. Ὅτι δὲ οὕτως ἔχει καὶ ὅτι διὰ ταύτην τὴν αἰτίαν ἀναγκαζόμενος διὰ τὸ μὴ ἔχειν δηλαδὴ ἐν τοῖς ὁριστικοῖς ἐνεργητικοῖς τὸ | |
10 | ο μικρὸν διὰ τοῦτο ἐπὶ τὰς μετοχὰς καταπέφευγε καὶ ἀπὸ τούτων κανονίζει τὰ εὐκτικὰ ἐνεργητικά, δῆλόν ἐστιν ἀπὸ τῶν εὐκτικῶν παθητικῶν· ἐκεῖνα γὰρ οὐκ ἀπὸ τῶν μετοχῶν κανονίζει, ἀλλὰ ἀπὸ τῶν ὁριστικῶν παθητικῶν, διότι εὑρίσκει ἐν ἐκείνοις τὸ ο μικρόν· | |
15 | τὸ γὰρ τύπτομαι καὶ τυφθήσομαι καὶ τύψομαι καὶ τὰ τοιαῦτα φανερόν ἐστιν, ὅτι τῷ ο παραλήγονται. Ἐὰν οὖν οὕτως εἶχε καὶ ἐπὶ τῶν ἐνεργητικῶν καὶ εὕρισκεν ἐν ἐκείνοις τὸ ο μικρόν, πάντως ἂν ἀπ’ ἐκείνων τὰ εὐκτικὰ ἐνεργητικὰ ἐκανόνισεν· ἐπεὶ δὲ οὐκ ἔστιν ἐν | |
20 | τοῖς ὁριστικοῖς ἐνεργητικοῖς τὸ ο μικρόν· τὸ γὰρ τύ‐ πτω καὶ τύψω καὶ τέτυφα καὶ ἐτετύφειν καὶ τὰ τοι‐ αῦτα ο μικρὸν οὐκ ἔχουσι πλὴν μόνον τοῦ ἔτυπτον καὶ τοῦ ἔτυπον· διὰ τοῦτο κατ’ ἀνάγκην ἐκ τῶν με‐ τοχῶν αὐτὰ κανονίζει. | |
25 | Τὸ τύπτοιμι χρόνου μέν ἐστιν ἐνεστῶτος καὶ παρατατικοῦ, γίνεται δὲ ἀπὸ τῆς γενικῆς τῆς μετοχῆς τοῦ ἐνεστῶτος, ἥτίς ἐστι τύπτοντος, τρεπομένου γὰρ τοῦ τος εἰς μι καὶ ἐκβαλλομένου τοῦ ν, προστιθεμέ‐ νου δὲ τοῦ ι τῷ ο, τὸ τύπτοντος τύπτοιμι γί‐ | |
30 | νεται. Τὸ τετύφοιμι χρόνου μέν ἐστι παρακειμένου | |
καὶ ὑπερσυντελίκου, γίνεται δὲ ἀπὸ τῆς γενικῆς τῆς | 172 | |
173 | μετοχῆς τοῦ παρακειμένου, ἥτις ἦν τετυφότος· τρε‐ πομένου γὰρ τοῦ τος εἰς μι καὶ προστιθεμένου τῇ παραληγούσῃ τοῦ ι, τὸ τετυφότος τετύφοιμι γίνεται, ὥσπερ καὶ τὸ τετυπότος τετύποιμι, ὅστίς ἐστιν | |
5 | ὁ μέσος παρακείμενος καὶ ὑπερσυντέλικος. Τὸ τύψαιμι χρόνου μέν ἐστιν ἀορίστου αʹ, διὸ καὶ ἔχει τὴν αι δίφθογγον ὡς πανταχοῦ τοῦ ἀορίστου αʹ ἀγαπῶντος τὸ α· γίνεται δὲ καὶ τοῦτο ὡσαύτως ἀπὸ τῆς γενικῆς τῆς μετοχῆς τοῦ αʹ ἀορίστου, ἥτις ἦν | |
10 | τύψαντος· ἐκβαλλομένου γὰρ κἀνταῦθα τοῦ ν καὶ προστιθεμένου τῇ παραληγούσῃ τοῦ ι, τρεπομένου δὲ καὶ τοῦ τος εἰς μι τὸ τύψαντος τύψαιμι γίνεται. Τὸ τύποιμι χρόνου μέν ἐστιν ἀορίστου βʹ, γί‐ νεται δὲ καὶ τοῦτο ὡσαύτως ἀπὸ τῆς γενικῆς τῆς με‐ | |
15 | τοχῆς τοῦ βʹ ἀορίστου, ἥτίς ἐστι τύπτοντος. Ὡσαύτως δὲ καὶ τὸ τύψοιμι χρόνου μέν ἐστι μέλλοντος αʹ, γίνεται δὲ ἀπὸ τῆς γενικῆς τῆς μετοχῆς τοῦ αʹ μέλλοντος, ἥτίς ἐστι τύψοντος. Ὁμοίως καὶ τὸ τυποῖμι ὅπέρ ἐστι βʹ μέλλοντος | |
20 | ἀπὸ τῆς τυποῦντος γίνεται μετοχῆς. Τὰ μὲν οὖν εὐκτικὰ ἐνεργητικὰ τοιαῦτα· καὶ οὕ‐ τως ἀπὸ τῆς γενικῆς τῶν μετοχῶν κανονίζονται διὰ τὸ εὑρίσκεσθαι ἐν ταύταις, ὡς εἶπον, τὸ ο· τὰ δὲ εὐ‐ κτικὰ παθητικὰ ἄθρει μοι πόθεν γεννῶνται· οὐ γὰρ | |
25 | ἐκ τῶν μετοχῶν, ἀλλ’ ἐκ τῶν ὁριστικῶν παθητικῶν κανονίζονται διὰ τὸ εὑρίσκεσθαι ἐν τούτοις, ὡς εἶ‐ πον, τὸ ο. Τὸ τυπτοίμην χρόνου μέν ἐστιν ἐνεστῶτος καὶ παρατατικοῦ παθητικοῦ· γίνεται δὲ ἀπὸ τοῦ ὁριστι‐ | |
30 | κοῦ παθητικοῦ ἐνεστῶτος τοῦ τύπτομαι· τὸ γὰρ τύ‐ πτομαι τρέπον τὴν μαι εἰς μην καὶ προσλαμβάνον ἐν τῇ παραληγούσῃ τὸ ι, καταβιβαζομένου τοῦ τόνου | |
τυπτοίμην γίνεται. | 173 | |
174 | Παρακείμενος καὶ ὑπερσυντέλικος εὐκτικὸς ἐν‐ ταῦθα οὐκ ἔστι καὶ διατί ἐγώ σοι ἐρῶ· ἀεὶ τὰ εὐ‐ κτικὰ ὡς μεμάθηκας ὀφείλουσι δίφθογγον ἔχειν ἐν τῇ παραληγούσῃ· γίνονται δὲ τὰ παθητικὰ εὐκτικὰ ἀπὸ | |
5 | τῶν ὁριστικῶν παθητικῶν τροπῇ τῆς μαι εἰς μην· ἐὰν οὖν ὤφειλε γίνεσθαι καὶ παθητικὸς παρακείμενος εὐ‐ κτικός, πάντως ἀπὸ τοῦ ὁριστικοῦ παθητικοῦ παρα‐ κειμένου ἔμελλε γενέσθαι· καὶ ἐπεὶ ὁ παθητικὸς πα‐ ρακείμενος τέτυμμαί ἐστι, πάντως ἂν ἔμελλε τρέπειν | |
10 | τὴν μαι εἰς μην, ἵνα ποιήσῃ τὸ εὐκτικὸν ἀπὸ τοῦ τέτυμμαι τετύμμην· ὤφειλε δὲ καὶ τὴν παραλήγουσαν ἔχειν δίφθογγον, καὶ ἦν ἂν τετυοίμμην τὸ οι δίφθογ‐ γον, ὅπέρ ἐστιν ἀτοπώτατον· τὸ γὰρ τετύμμην ἀπὸ τοῦ τύπτω ἔχει τὸ τυ καὶ ἐὰν τετύμμην γραφήσεται | |
15 | δίφθογγον, γράφεται πάντως καὶ τύπτω τὸ τυ διὰ δι‐ φθόγγου τῆς διὰ τοῦ ο καὶ ι συγκειμένης. Ἐπεὶ δὲ τοῦτο ἀδύνατόν ἐστιν, ἀπολείπει λοιπὸν ἐν τοῖς εὐ‐ κτικοῖς παθητικοῖς παρακειμένοις. Πῶς οὖν παραμυ‐ θησόμεθα τὴν ἔνδειαν τοῦ παρακειμένου καὶ πῶς ἐροῦ‐ | |
20 | μεν τὸ εὐκτικὸν ὅταν παρακείμενος χρόνος πρόκειται· [ἢ] πάντως καθάπερ ἐφ’ ἑτέρων πολλῶν ῥημάτων ποτὲ μὲν ἀρκεῖ τὸ ῥῆμα ἐκεῖνο μόνον εἰπεῖν καὶ ἀπο‐ πληρῶσαι δι’ ἐκείνου τοῦ λόγου τὸν νοῦν, οἷον λέγω, τρέχω· ἰδοὺ ἤρκησε τὸ λέγω μόνον εἰς τὸ δηλῶσαι | |
25 | ὅτι λέγω, καὶ τὸ τρέχω μόνον εἰς τὸ δηλῶσαι ὅτι τρέχω· πολλάκις δὲ αὐτὸ τὸ ῥῆμα οὐ λέγω, λαμβάνω δὲ τὴν μετοχὴν τοῦ ῥήματος καὶ ἄλλο ῥῆμα σημαῖνον ὕπαρ‐ ξιν, καὶ οὕτως ὅπερ ὤφειλεν εἰπεῖν διὰ μιᾶς λέξεως λέγω τοῦτο διὰ δύο, οἷον ἀντὶ τοῦ εἰπεῖν τρέχω λέγω | |
30 | ὅτι τρέχων ὑπάρχω καὶ ἀντὶ τοῦ εἰπεῖν γράφω λέγω ὅτι γράφων εἰμί· ἀπὸ τοιούτου νῦν τρόπου παραμυ‐ | |
θησόμεθα ἂν καὶ τὸν παθητικὸν παρακείμενον ἐν τοῖς | 174 | |
175 | εὐκτικοῖς. Καὶ ἐπεὶ οὐ δύναται διὰ μιᾶς ἐκφέρεσθαι λέξεως ἐξ ἀνάγκης διὰ δύο τοῦτον προενέγκωμεν λέξεων διά τε τῆς παθητικῆς μετοχῆς, ἥτίς ἐστιν ὁ τετυμμένος καὶ διὰ τοῦ εὐκτικοῦ ὑπαρκτικοῦ ῥήματος, | |
5 | ὅπέρ ἐστι τὸ εἴην καὶ τετυμμένος εἴην ἐροῦμεν, διὰ μὲν τοῦ εἴην δεικνῦντες τὴν ἔγκλισιν ὅτι εὐκτική, διὰ δὲ τοῦ τετυμμένος τὸν χρόνον ὅτι παθητικὸς πα‐ ρακείμενος, Τὸ τυφθείην χρόνου μέν ἐστιν ἀορίστου αʹ πα‐ | |
10 | θητικοῦ, γίνεται δὲ ἀπὸ τῆς γενικῆς τῆς μετοχῆς τοῦ παθητικοῦ αʹ ἀορίστου, ἥτίς ἐστι τυφθέντος· τροπῇ γὰρ τοῦ τος εἰς ην καὶ ἐκβολῇ τοῦ ν, προστιθεμένου τῇ παραληγούσῃ τοῦ ι τὸ τυφθέντος τυφθείην γίνε‐ ται, ὥσπερ καὶ ἀπὸ τῆς τυπέντος μετοχῆς τὸ τυπείην | |
15 | εὐκτικὸς παθητικὸς βʹ ἀόριστος γίνεται. Τὸ τυψαίμην χρόνου μέν ἐστι μέσου ἀορίστου αʹ, γίνεται δὲ ἀπὸ τοῦ ἰδίου ὁριστικοῦ αʹ μέσου ἀορί‐ στου τοῦ ἐτυψάμην ἀποβολῇ τοῦ κατ’ ἀρχὴν ε καὶ προσθήκῃ τοῦ ι κατὰ τὴν παραλήγουσαν· ὥσπερ καὶ | |
20 | τὸ τυποίμην ὁ μέσος βʹ ἀόριστος ἀπὸ τοῦ ἰδίου ὁριστικοῦ τοῦ ἐτυπόμην παράγεται. Τὸ τυφθησοίμην ὁ παθητικὸς αʹ μέλλων καὶ τὸ τυπησοίμην ἀπὸ τοῦ τυπήσομαι τοῦ μαι εἰς μην τρεπομένου καὶ προστιθεμένου τῇ παραληγούσῃ τοῦ ι. | |
25 | Τὸ τυψοίμην ὁ μέσος μέλλων αʹ καὶ τὸ τυ‐ ποίμην ὁ βʹ μέσος μέλλων καὶ οὗτοι ἀπὸ τῶν ἰδίων ὁριστικῶν κανονίζονται, τὸ μὲν τυψοίμην ἀπὸ τοῦ τύ‐ ψομαι, τὸ δὲ τυποίμην ἀπὸ τοῦ τυποῦμαι. Ὁμοίως καὶ τὸ τετυψοίμην ὁ εὐκτικὸς μετ’ ὀλίγον μέλλων | |
30 | ἀπὸ τοῦ τετύψομαι τοῦ ὁριστικοῦ μετ’ ὀλίγον μέλλον‐ τος γίνεται ἐν πᾶσι τούτοις τοῦ μαι εἰς μην τρεπο‐ | |
μένου. Καὶ περὶ μὲν τῶν εὐκτικῶν ἀρκεῖ τοσαῦτα. | 175 | |
176 | Περὶ δὲ τῶν ὑποτακτικῶν ἤδη ῥητέον. Ἡ ὑποτακτικὴ ἔγκλισις διὰ ποίαν αἰτίαν ὑποτακτικὴ ὀνομάζεται εἴρηται πρότερον, ὅτι διὰ τὸ προτετάχθαι τὸν ἐάν σύνδεσμον ἢ τὸν ἵνα ἢ τὸν | |
5 | ὄφρα ἢ τὸν ὅπως, ὑποτετάχθαι δὲ ἤγουν ὑποκάτω κεῖσθαι τὸ τύπτω ῥῆμα ἢ ἄλλο τι τῶν ῥημάτων. Τὸ ἐὰν τύπτω χρόνου μέν ἐστιν ἐνεστῶτος καὶ παρατατικοῦ, γίνεται δὲ ἐκ τοῦ ἔτυπτον παρατατικοῦ ὁριστικοῦ ἐνεργητικοῦ· τοῦ γὰρ ἔτυπτον ἐὰν ἐξέλῃς τὸ | |
10 | ε καὶ τὸ τῆς ληγούσης ον εἰς ω μέγα τρέψῃς τύπτω γίνεται, εἶτα προστεθέντος τοῦ ἐάν αἰτιολογικοῦ συν‐ δέσμου ἐὰν τύπτω γίνεται· γίνωσκε ὅτι τὰ ὁριστικὰ καὶ τὰ ὑποτακτικὰ κατὰ τὴν μὲν ἐκφώνησιν σχεδὸν ἰσάζουσι, διαφέρουσι δὲ ἐν τούτῳ, ὅτι τὰ μὲν ὁριστικὰ | |
15 | βραχυτέρους ἐπιδέχονται χρόνους· τὸ γὰρ τύπτεις ὁρι‐ στικὸν καὶ τὸ τύπτει διὰ διφθόγγου γραφόμενον βρα‐ χύτερά εἰσι παρὰ τὸ ἐὰν τύπτῃς καὶ ἐὰν τύπτῃ ὑπο‐ τακτικά, ἅτινα διὰ τοῦ η γράφονται, ὑπὸ τοῦ ἐάν αἰτιολογικοῦ συνδέσμου ὑποτασσόμενα· ὁμοίως καὶ ἐπὶ | |
20 | τῶν παθητικῶν τὸ μὲν τύπτομαι καὶ τὸ τύπτεται βρα‐ χυχρονοῦνται διὰ τοῦ ο μικροῦ καὶ ε ψιλοῦ ἐν τῇ πα‐ ραληγούσῃ γραφόμενα, τὸ δὲ ἐὰν τύπτωμαι καὶ ἐὰν τύπτηται μακροχρονοῦνται διὰ τοῦ ω μεγάλου καὶ η ἐν τῇ παραληγούσῃ γραφόμενα. | |
25 | Τὸ ἐὰν τετύφω χρόνου μέν ἐστι παρακειμένου καὶ ὑπερσυντελίκου, κανονίζεται δὲ ἀπὸ τοῦ ὁριστι‐ κοῦ ἐνεργητικοῦ παρακειμένου τοῦ τέτυφα· τὸ γὰρ τέτυφα τραπέντος τοῦ α εἰς ω καὶ καταβιβασθέντος τοῦ τόνου τετύφω γίνεται· ὥσπερ καὶ τὸ τέτυπα ὁ | |
30 | μέσος ὁριστικὸς παρακείμενος καὶ οὗτος μετὰ τοῦ ἐάν αἰτιολογικοῦ συνδέσμου ὁμοίως ἐὰν τετύπω γίνεται. Τὸ ἐὰν τύψω χρόνου μέν ἐστιν ἀορίστου αʹ καὶ μέλλοντος, γίνεται δὲ ἀπὸ τοῦ ὁριστικοῦ αʹ τοῦ ἔτυψα· τὸ γὰρ ἔτυψα ἐὰν ἀποβάλῃς τὸ ε καὶ τρέψῃς τὸ α εἰς | |
35 | ω μέγα τύψω γίνεται. | 176 |
177 | Τὸ ἐὰν τύπω χρόνου μέν ἐστιν ἀορίστου βʹ καὶ μέλλοντος· κανονίζεται ἀπὸ τοῦ ὁριστικοῦ βʹ ἀορίστου τοῦ ἔτυπον· τὸ γὰρ ἔτυπον ἀποβαλλομένου τοῦ ε καὶ τρεπομένου τοῦ ον εἰς ω μέγα τύπω γίνεται. Καὶ | |
5 | τὰ μὲν ὑποτακτικὰ ἐνεργητικὰ οὕτω γίνονται· ῥητέον δὲ ἤδη περὶ τῶν παθητικῶν. Τὸ ἐὰν τύπτωμαι χρόνου μέν ἐστιν ἐνεστῶτος καὶ παρατατικοῦ παθητικοῦ ὑποτακτικοῦ, κανονίζεται δὲ ἀπὸ τοῦ ὑποτακτικοῦ ἐνεργητικοῦ ἐνεστῶτος· τὸ | |
10 | γὰρ ἐὰν τύπτω ἐὰν προσλάβῃ τὴν μαι ἐὰν τύπτωμαι γίνεται. Ὁ παθητικὸς παρακείμενος καὶ ὑπερσυντέλικος ἀπολείπει ἐν τοῖς εὐκτικοῖς παθητικοῖς καὶ ἐν τοῖς ὑποτακτικοῖς. Ἀναπληροῦνται καθὼς ἐκεῖ διὰ τῆς τε‐ τυμμένος μετοχῆς καὶ τοῦ εἴην εὐκτικοῦ ῥήματος οὕτω | |
15 | καὶ ἐνταῦθα διὰ τῆς τετυμμένος μετοχῆς καὶ τοῦ ἐὰν ὦ ῥήματος ὑποτακτικοῦ. Τὸ ἐὰν τυφθῶ χρόνου μέν ἐστιν ἀορίστου αʹ καὶ μέλλοντος αʹ παθητικοῦ, κανονίζεται δὲ ἀπὸ τοῦ αʹ παθητικοῦ ἀορίστου τοῦ ἐτύφθην· ἐὰν γὰρ ἐκβάλῃς | |
20 | τὸ ε καὶ τρέψῃς τὸ ην εἰς ω μέγα, καταβιβάσῃς δὲ καὶ τὸν τόνον τυφθῶ γίνεται. Ὁμοίως ἀπὸ τοῦ ἐτύ‐ πην γίνεται τὸ ἐὰν τυπῶ, ὅπέρ ἐστιν ὑποτακτικοῦ βʹ ἀορίστου καὶ μέλλοντος. Τὸ ἐὰν τύψωμαι χρόνου μέν ἐστιν αʹ ἀορίστου | |
25 | μέσου καὶ μέλλοντος, κανονίζεται δὲ ἀπὸ τοῦ ἐνεργη‐ τικοῦ ἀορίστου αʹ τοῦ ἐὰν τύψω· προσλαβὼν γὰρ τὴν μαι ἐὰν τύψωμαι γίνεται, καθάπερ καὶ ὁ μέσος βʹ ἀό‐ ριστος καὶ μέλλων τὸ ἐὰν τύπωμαι γίνεται· προσ‐ όδῳ γὰρ μόνης τῆς μαι συλλαβῆς γίνεται ἀπὸ τοῦ | |
30 | ἐὰν τύπω ἐὰν τύπωμαι. Καὶ περὶ μὲν οὖν τῶν ὑπο‐ τακτικῶν εἰρήσθω μέχρι τούτου, μᾶλλον δὲ ἐπὶ πασῶν τῶν πέντε ἐγκλίσεων. Εἴρηται γὰρ σοὶ καὶ προδέδει‐ | |
κται περὶ τούτων, ὅτι ἡ ὁριστικὴ μόνη ἐξ αὐτῆς κα‐ | 177 | |
178 | νονίζεται, αἱ δὲ ἄλλαι τέσσαρες, ἡ ἀπαρέμφατος, ἡ προστακτική, ἡ εὐκτικὴ καὶ ὑποτακτικὴ ἀπὸ τῆς ὁρι‐ στικῆς γίνεται, ἐκτὸς τῶν ἐνεργητικῶν εὐκτικῶν. Ταῦτα γὰρ μόνα ἀπὸ τῶν μετοχῶν κανονίζονται. Ἐπειδὴ μετὰ | |
5 | τὰς ἐγκλίσεις ταύτας καὶ μετοχῶν ἐμνήσθη ὁ τεχνικός, ῥητέον ἡμῖν περὶ αὐτῶν. Μετοχή ἐστι μέρος λόγου οἱονεὶ μεταίχμιόν τι τοῦ ὀνόματος καὶ τοῦ ῥήματος· μετέχει γὰρ καὶ ἀμ‐ φοτέρων, διὸ καὶ μετοχὴ ὀνομάζεται, καθόσον γὰρ | |
10 | ἐπιδέχεται ἡ μετοχὴ γένη καὶ ἔχει τὸ ἀρσενικὸν καὶ θηλυκὸν καὶ οὐδέτερον, ἔτι δὲ καὶ τὰς πέντε πτώσεις κατὰ τοῦτο μετέχει τοῦ ὀνόματος, καθόσον δὲ χρόνους ἔχει καὶ συζυγίας κατὰ τοῦτο μετέχει τοῦ ῥήματος καὶ διὰ τοῦτο λέγεται μετοχή. Σκεπτέον οὖν ἡμῖν ἐντεῦ‐ | |
15 | θεν, πῶς αἱ μετοχαὶ γίνονται καὶ πόθεν παράγονται· πάντως δὲ καὶ αὗται ἀπὸ τῶν ὁριστικῶν κανονίζονται ῥημάτων. Μετοχικὰ ἐνεργητικά. Ἐνεστώς. Ὁ τύπτων ἀπὸ τοῦ ἐνεργητικοῦ ὁριστικοῦ ἐνε‐ | |
20 | στῶτος τοῦ τύπτω γίνεται, προσθέσει τοῦ ν· τὸ γὰρ τύπτω προσλαβὸν τὸ ν τύπτων γίνεται καὶ ἔστι τοῦτο ἀρσενικὸν μετοχικὸν τοῦ ἐνεστῶτος, κλίνεται δὲ τύπτοντος, τρέπων τὸ ἐπὶ τῆς εὐθείας μέγα ω εἰς ο μικρὸν ἐπὶ γενικῆς, διότι πάντα τὰ διὰ τοῦ ντ κλινό‐ | |
25 | μενα τὴν ἐπὶ τῆς ἰδίας εὐθείας φύσει μακρὰν ἐν τῇ γενικῇ εἰς θέσιν μεταποιοῦσι, καὶ ἔστιν ἡ κλίσις τῆς τοιαύτης μετοχῆς περιττοσύλλαβος, ὥσπερ τὸ δράκων δράκοντος. Ἡ θηλυκὴ τοῦ ἐνεστῶτος μετοχή, ἔστι μὲν ἡ τύπτουσα, γίνεται δὲ ἀπὸ τῆς γενικῆς μετο‐ | |
30 | χῆς, λέγω τῆς τύπτοντος· τὸ γὰρ τύπτοντος ἐὰν τρέ‐ | |
ψῃς τὸ τος εἰς σα προσλάβῃς δὲ ἐν τῇ παραληγούσῃ | 178 | |
179 | τὸ υ καὶ ὑπεξέλῃς τὸ ν τύπτουσα γίνεται, κλίνεται δὲ τῆς τυπτούσης, ὡς μοῦσα μούσης. Ἡ δὲ οὐδετέρα με‐ τοχὴ, ἔστι μὲν τὸ τύπτον, γίνεται δὲ καὶ αὐτὸ ἀπὸ τῆς γενικῆς τοῦ ἀρσενικοῦ τοῦ τύπτοντος, κατὰ ἀπο‐ | |
5 | βολὴν τοῦ τος· κοινῷ δὲ λόγῳ πᾶσα ἀρσενικὴ μετοχὴ ἀπὸ τοῦ ἰδίου ὁριστικοῦ χρόνου γίνεται, πᾶσα δὲ θη‐ λυκὴ καὶ οὐδετέρα ἀπὸ τῆς ἀρσενικῆς μετοχῆς κανο‐ νίζεται καὶ εἰσὶν οἱ μὲν ὁριστικοὶ χρόνοι ἀρχαὶ τῶν μετοχῶν ἀρσενικῶν, αἱ δὲ ἀρσενικαὶ μετοχαὶ ἀρχαὶ τῶν | |
10 | θηλυκῶν καὶ οὐδετέρων. Ὁ δὲ τετυφώς μετοχή, ἔστι μὲν διαθέσεως ἐν‐ εργητικῆς χρόνου παρακειμένου καὶ ὑπερσυντελίκου, γίνεται δὲ ἀπὸ τοῦ ὁριστικοῦ ἐνεργητικοῦ παρακειμέ‐ νου τοῦ τέτυφα τροπῇ τοῦ α εἰς ως καὶ καταβιβαζο‐ | |
15 | μένου τοῦ τόνου· κλίνεται δὲ τοῦ τετυφότος, ὡς ἱδρῶ‐ τος· καὶ τὸ μὲν ἱδρὼς φυλάττει τὸ ω μέγα καὶ ἐπὶ γενικῆς, τὸ δὲ τετυφώς οὐ φυλάσσει, διότι ἐκεῖνος ὄνομά ἐστι, τοῦτο δὲ μετοχή· αἱ γὰρ μετοχαὶ συνεσταλ‐ μένας ἔχουσι τὰς παραληγούσας, εἰ μήπω ἀπὸ συναι‐ | |
20 | ρέσεως γίνονται, ἡ δὲ θηλυκὴ τοῦ παρακειμένου μετοχὴ ἡ τετυφυῖα, ἥτις γίνεται ἀπὸ τῆς τετυφότος γενικῆς τοῦ ἀρσενικοῦ τροπῇ τοῦ τος εἰς α καὶ τοῦ ἐν τῇ παραληγούσῃ ο εἰς τὴν ἀπὸ τοῦ υ ψιλοῦ καὶ τοῦ ι συγκειμένην δίφθογγον καὶ κλίνεται τετυφυίας | |
25 | ὡς μυῖα μυίας· ἡ δὲ οὐδέτερος τοῦ παρακειμένου μετοχὴ τὸ τετυφὸς γίνεται καὶ τοῦτο ἀπὸ τῆς γενι‐ κῆς τοῦ ἀρσενικοῦ, τοῦ τετυφότος ἀποβολῇ τοῦ τος καὶ προσθέσει τοῦ ς. Ὁμοίως καὶ ὁ τετυπὼς με‐ τοχὴ τοῦ μέσου παρακειμένου καὶ ὑπερσυντελίκου γί‐ | |
30 | νεται ἀπὸ τοῦ μέσου παρακειμένου τοῦ τέτυπα τροπῇ τοῦ α εἰς ως, τὸ θηλυκὸν ἡ τετυπυῖα, τὸ οὐδετέ‐ ρον τὸ τετυπός. Ὁ τύψας μετοχὴ χρόνου ἀορί‐ | |
στου αʹ γίνεται ἀπὸ τοῦ ἰδίου ὁριστικοῦ τοῦ ἔτυψα | 179 | |
180 | ἐκβολῇ τοῦ ε καὶ προσθέσει τοῦ ς, ἔτυψα τύψας, καὶ κλίνεται τύψαντος ὡς Αἴαντος, τὸ θηλυκὸν ἡ τύψασα, τὸ οὐδέτερον τὸ τύψαν καὶ κλίνεται τοῦ τύψαντος. Ὁ τυπών ὀξύτονος μετοχὴ χρόνου ἀορίστου βʹ, γί‐ | |
5 | νεται δὲ καὶ αὐτὸ ἀπὸ τοῦ ἰδίου ὁριστικοῦ τοῦ ἔτυ‐ πον, ἐκβολῇ τοῦ ε καὶ τροπῇ τοῦ ο μικροῦ εἰς ω μέγα, ἔτυπον, τυπών, καὶ κλίνεται τυπόντος, τὸ θηλυκὸν ἡ τυποῦσα τὸ οὐδέτερον τὸ τυπόν. Ὁ τύψων με‐ τοχὴ χρόνου μέλλοντος αʹ, γίνεται δὲ ἀπὸ τοῦ ἰδίου | |
10 | ὁριστικοῦ αʹ μέλλοντος, λέγω δὴ τοῦ τύψω προσθήκῃ μόνῃ τοῦ ν, τύψω τύψων, καὶ κλίνεται τύψοντος, τὸ θηλυκὸν ἡ τύψουσα, τὸ οὐδέτερον τὸ τύψον. Ὁ τυπῶν περισπωμένως μετοχὴ χρόνου βʹ μέλλοντος τοῦ τυπῶ προσθήκῃ τοῦ ν τυπῶ τυπῶν, κλίνεται δὲ | |
15 | τυποῦντος, τὸ θηλυκὸν ἡ τυποῦσα, τὸ οὐδέτερον τὸ τυποῦν, καὶ ἁπλῶς ἅπας μετοχικὸς χρόνος τοῦ ἰδίου ὁριστικοῦ χρόνου γίνεται, ὁ ἐνεστὼς ἀπὸ τοῦ ἐνεστῶτος, ὁ ἀόριστος ἀπὸ τοῦ ἀορίστου καὶ ὁ μέλ‐ λων ἀπὸ τοῦ μέλλοντος καὶ οἱ λοιποὶ ὡσαύτως. Ὁμοίως | |
20 | καὶ αἱ παθητικαὶ μετοχαὶ ἀπὸ τῶν παθητικῶν ὁριστι‐ κῶν κανονίζονται· ὅσα γὰρ ἀπὸ τῶν ὁριστικῶν πα‐ θητικῶν ἐπὶ τέλους ἔχουσι τὴν μαι τρέπουσιν αὐτὴν εἰς μενος καὶ ποιεῖ τὴν μετοχὴν, τύπτομαι τυπτόμενος, τετύμμαι τετυμμένος· πάλιν δὲ τῆς ἀρσενικῆς μετοχῆς | |
25 | τὸ ος τρέπουσιν εἰς η καὶ ποιεῖ τὸ θηλυκόν, τυπτό‐ μενος τυπτομένη, τὸ δὲ οὐδέτερον ὁμόφωνον ἔχουσι τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ, οἷον τὸν τυπτόμενον τὸ τυπτόμενον. Ὁ τυπτόμενος χρόνου μέν ἐστιν ἐνεστῶτος πα‐ | |
30 | θητικοῦ καὶ παρατατικοῦ, γίνεται δὲ ἀπὸ τοῦ παθη‐ τικοῦ ὁριστικοῦ ἐνεστῶτος τοῦ τύπτομαι, τροπῇ τοῦ μαι εἰς μενος, τὸ θηλυκὸν ἡ τυπτομένη, ἥτις ἀπὸ | |
τῆς τοῦ ἀρσενικοῦ τοῦ τυπτόμενος γίνεται τροπῇ τοῦ | 180 | |
181 | ος εἰς η, τὸ οὐδέτερον τὸ τυπτόμενον καὶ τοῦτο ἀπὸ τῆς ἀρσενικῆς μετοχῆς γίνεται ὁμοφωνοῦν τῇ ἑαυ‐ τοῦ αἰτιατικῇ ὥσπερ ἔφημεν· ὥσπερ καὶ ἡ αἰτιατικὴ τοῦ ἀρσενικοῦ τυπτόμενον, οὕτω καὶ ἡ εὐθεῖα τοῦ | |
5 | οὐδετέρου τυπτόμενον· παρακειμένου δὲ καὶ ὑπερσυν‐ τελίκου ἡ μετοχή ἐστιν ὁ τετυμμένος, γίνεται δὲ ὡς εἴρηται ἀπὸ τοῦ τέτυμμαι ὁριστικοῦ παρακειμένου, τροπῇ τῆς μαι εἰς μενος· ἡ δὲ τεχνολογία τοῦ θηλυ‐ κοῦ καὶ τοῦ οὐδετέρου προεγράφη εἰς τὸ τυπτόμενος. | |
10 | Ὁ τυφθεὶς χρόνου μέν ἐστιν ἀορίστου αʹ παθη‐ τικοῦ, γίνεται δὲ ἀπὸ τοῦ ὁριστικοῦ παθητικοῦ ἀορί‐ στου αʹ, τοῦ ἐτύφθην, ἀποβολῇ τοῦ ε καὶ τροπῇ τοῦ ην εἰς εις, ὥσπερ καὶ ὁ τυπεὶς ἀπὸ τοῦ ἐτύπην βʹ ἀορίστου, κλίνονται δὲ ἀμφότεροι, ὥσπερ ὁ χαρίεις | |
15 | διὰ τοῦ ντ τυφθείς τυφθέντος, τυπείς τυπέντος· το θηλυκὸν ἡ τυφθεῖσα καὶ ἡ τυπεῖσα· γίνονται δὲ καὶ αὗται ἀπὸ τοῦ ἀρσενικοῦ, τροπῇ τοῦ τος εἰς σα, ἐκ‐ βολῇ τε τοῦ ν καὶ προσλήψει τοῦ ι κατὰ τὴν παραλήγου‐ σαν· τὸ οὐδέτερον τὸ τυφθέν καὶ τὸ τυπέν καὶ ταῦτα | |
20 | ἀπὸ τῆς γενικῆς τοῦ ἀρσενικοῦ, ἀποβολῇ μόνῃ τοῦ τος. Ὁ τυψάμενος καὶ ὁ τυπόμενος χρόνων μέν εἰσι μέσων ἀορίστων αʹ καὶ βʹ, γίνονται δὲ ἀπὸ τῶν ὁριστικῶν μέσων ἀορίστων, τοῦ ἐτυψάμην καὶ ἐτυπόμην, ἀπὸ μὲν τοῦ ἐτυψάμην ὁ τυψάμενος, | |
25 | ἀπὸ δὲ τοῦ ἐτυπόμην ὁ τυπόμενος, τροπῇ τοῦ μην εἰς μενος, καὶ ὁ τυφθησόμενος καὶ ὁ τυπησόμε‐ νος χρόνων μέν εἰσι μελλόντων αʹ καὶ βʹ, γίνονται δὲ ὁμοίως ἀπὸ τῶν ὁριστικῶν μελλόντων τοῦ τυφθήσομαι καὶ τοῦ τυπήσομαι κατὰ τροπὴν τῆς μαι εἰς μενος, | |
30 | ἀπὸ μὲν τοῦ τυφθήσομαι ὁ τυφθησόμενος, ἀπὸ δὲ τοῦ τυπήσομαι ὁ τυπησόμενος. Τὰ θηλυκὰ καὶ τὰ οὐδέτερα δῆλα. Ὁ τυψόμενος καὶ ὁ τυπούμενος χρόνων μέν εἰσι μελλόντων μέσων τοῦ τύψομαι καὶ τοῦ τυ‐ | |
35 | ποῦμαι, κατὰ τροπὴν τῆς μαι εἰς μενος ἀπὸ μὲν τοῦ | 181 |
182 | τύψομαι ὁ τυψόμενος, ἀπὸ δὲ τοῦ τυποῦμαι ὁ τυπού‐ μενος. Ὁ τετυψόμενος χρόνου μέν ἐστι μετ’ ὀλίγον μέλλοντος, γίνεται δὲ ἀπὸ τοῦ ἰδίου ὁριστικοῦ τοῦ τετύψομαι, τροπῇ τῆς μαι εἰς μενος. | |
5 | Ὁρᾷς ὅπως κἀνταῦθα [οἷά ἐστιν] ἡ ὁριστικὴ ἔγκλισις ἀρχὴ καὶ ῥῖζα καὶ αἰτία ἐστὶν οὐ μόνον τῶν ἄλλων ἐγκλίσεων, ἀλλὰ δὴ καὶ αὐτῶν τῶν μετο‐ χῶν. Ἔχεις οὖν ἐκ τῶν εἰρημένων τὰς γενικὰς τῶν χρόνων ἁπάντων καὶ πόθεν ἕκαστος γίνεται καὶ τίς | |
10 | ἀπὸ τίνος προσβάλλεται καὶ πῶς κανονίζεται, καὶ οὐκ ἄν σε διαλάθῃ ῥῆμα οὐδέν, οὐδὲ χρόνου κανονισμός, ἐὰν οἷσπερ προεῖπον προσέχῃς. Ὥσπερ γὰρ ἐπὶ τοῦ τύπτω αἱ τῶν χρόνων γενέσεις παρεδόθησαν, οὕτως ἔχουσι καὶ ἐπὶ τῶν ἄλλων ῥημάτων τῶν βαρυτόνων· | |
15 | μάλιστα δὲ ἀπαραλλάκτως ἔχουσιν, ὅσα τῆς αὐτῆς εἰσι συζυγίας, οἷον τύπτω, λείβω, τέρπω, γράφω. Ταῦτα γὰρ πρώτης τυγχάνουσι τῆς συζυγίας. Ἡ πρώτη οὖν συζυγία τῶν βαρυτόνων ὡς εἴρηται ἐκφέρεται διὰ τοῦ Β ἢ Π ἢ Φ ἢ ΠΤ, καὶ διὰ τοῦτο τὰ τοιαῦτα ῥήματα | |
20 | πάντως ἀπαραλλάκτως καὶ ὁμοίως ἔχουσιν· ὥσπερ γὰρ ἐπὶ τοῦ τύπτω ὁ μέλλων ἐστὶ τύψω διὰ τοῦ Ψ, οὕτω καὶ ἐπὶ τοῦ λείβω λείψω καὶ τέρπω τέρψω καὶ γράφω γράψω καὶ κόπτω κόψω διὰ τοῦ Ψ οἱ μέλλοντες γρά‐ φονται, καὶ ὥσπερ πάλιν ἐκεῖ ὁ παρακείμενος ἔχει τὸ | |
25 | Φ, οὕτω καὶ ἐπὶ τοῦ λέλειφα, τέτερφα, γέγραφα, καὶ κέκλοφα, καὶ ἁπλῶς εἰπεῖν οὐδεμία ἐστὶ διαφορὰ ἐν τοῖς ὑπὸ μίαν συζυγίαν ἐναγομένοις ῥήμασιν. Τὰ δὲ ὑπὸ ἄλλας συζυγίας ἐναγόμενα ῥήματα ἔχουσι μὲν μι‐ κρὰς διαφοράς, ἃς καὶ ἐροῦμεν, πλὴν ταῦτα πάντα | |
30 | ὁμοίως κανονίζονται. Διὰ τοῦτο ἣν παρέλαβες ἐπὶ τοῦ τύπτω μέθοδον τῶν κανονισμάτων, ἐκείνην καὶ | |
ἐπὶ τῶν ἄλλων ἁπάντων βαρυτόνων ῥημάτων φύλαττε· | 182 | |
183 | ἔμαθες γὰρ ἐκεῖ, ὅτι ἀπὸ τῆς γενικῆς μετοχῆς τοῦ ἐνεστῶτος ὁ παρατατικὸς γίνεται ὁ ὁριστικός, καὶ τοῦτο ἐπὶ τῶν ἄλλων ἴσθι ῥημάτων καὶ ἐπὶ τῶν ἑτέρων γί‐ νωσκε τοῦτο θεμάτων, καὶ ἁπλῶς εἰπεῖν, ὅθεν ἔμαθες | |
5 | ἐν τῷ τύπτω ἕνα ἕκαστον γίνεσθαι χρόνον, ἐκεῖθεν αὐτὸ γίνωσκε γίνεσθαι καὶ ἐν τοῖς ἄλλοις ῥήμασι καὶ θέμα‐ σιν· ὅθεν καὶ τὸ ἐρευνᾶν καὶ ἐπὶ τοῦ λείβω τὰς ἐγ‐ κλίσεις πόσας καὶ τοὺς χρόνους ἐάσωμεν, ἐκεῖνο μό‐ νον μνησθέντες, ὅτι ὁ μέσος παρακείμενος τοῦ λείβω | |
10 | λέλοιβά ἐστι τὴν οι δίφθογγον ἐν τῇ παραληγούσῃ φέρων· ὅταν γὰρ ὁ μέλλων ὑπάρχει δισύλλαβος δι‐ σύλλαβος καὶ ἐν τῇ παραληγούσῃ ἔχει τὸ ε, τρέπει αὐτὸ εἰς ο ὁ μέσος παρακείμενος λείψω λέλοιβα, πείσω πέποιθα, εἴδω εἴσω οἶδα. Ἰστέον δέ σοι καὶ τοῦτο, | |
15 | ὅτι τοῦ λείβω διφθόγγῳ γραφομένου ὁ βʹ ἀόριστος ἔλιβον γράφεται διὰ τοῦ ι· ἀεὶ γὰρ οἱ ἀπὸ βαρυ‐ τόνων θεμάτων δεύτεροι ἀόριστοι βραχεῖαν θέλουσιν ἔχειν τὴν παραλήγουσαν. διὰ τοῦτο καὶ τὸ ἔλιβον τὴν μὲν ει δίφθογγον ὡς μακρὰν ἀπηρνήσατο, ὡς δὲ βραχὺ | |
20 | τὸ ι γράφει. Ἀλλὰ τοσαῦτα μὲν περὶ τῆς αʹ εἴρηται συζυγίας· εἴπωμεν δὲ καὶ περὶ τῆς δευτέρας. Δευτέρα τοίνυν ἐστὶ συζυγία, ἥτις ἐκφέρεται διὰ τοῦ Γ ὡς τὸ ἄγω, φλέγω, τρώγω, ἢ διὰ τοῦ Κ ὡς τὸ πλέκω, ἢ διὰ τοῦ Χ ὡς τὸ ἔχω, τρέχω ἢ διὰ | |
25 | τοῦ ΚΤ ὡς τὸ τίκτω. Ἐκφέρεται δὲ ὁ μέλλων αὐ‐ τοῦ ἀεὶ διὰ τοῦ Ξ. Καὶ γὰρ τὸ ἄγω καὶ τὸ φλέγω διὰ τοῦ Ξ ἔχει τὸν μέλλοντα, ἄξω, λέξω, φλέξω, ἕξω, θρέξω. Καὶ μὴν ὁ ἐνεργητικὸς παρακείμενος τῆς τοιαύτης συζυγίας διὰ τοῦ Χ ἀεὶ ἐκφέρεται λέλεχα, | |
30 | πέπλεχα· ἔτι καὶ ὁ παθητικὸς παρακείμενος τῆς τοι‐ | |
αύτης συζυγίας διὰ τοῦ Γ καὶ Μ ἐκφέρεται, λέλεγμαι, | 183 | |
184 | πέπλεγμαι· καὶ ἁπλῶς εἰπεῖν· ἐπειδὴ ὁ τῆς βʹ. συζυ‐ γίας ἐνεστὼς διὰ τοῦ Γ ἢ Κ ἢ Χ ἐκφέρεται, διὰ τοῦτο μὲν ἐν τῷ παθητικῷ παρακειμένῳ ἔχει τὸ Γ, οἷον πέ‐ πλεγμαι, ἐν δὲ τῷ ἐνεργητικῷ τὸ Χ, οἷον πέπλεχα, | |
5 | ἐν δὲ τῷ μέλλοντι τὸ Ξ, οἷον πλέξω. Τὸ γὰρ Ξ δι‐ πλοῦν ὂν ἐκ τοῦ Κ καὶ Σ σύγκειται. Ταῦτα τῆς βʹ συζυγίας τὰ ἰδιώματα· αἱ δὲ ἐγκλίσεις αὐτῆς καὶ οἱ χρόνοι οὕτως ἔχουσι καὶ οὕτω παράγονται ὡς ἐπὶ τῆς πρώτης συζυγίας τοῦ τύπτω μεμάθηκας. | |
10 | Ἡ τρίτη συζυγία τῶν βαρυτόνων κανονίζεται καὶ αὐτὴ καθάπερ καὶ αἱ δύο αἱ πρὸ αὐτῆς· ἐκφέρεται δὲ διὰ τοῦ Δ, οἷον ᾄδω ἢ διὰ τοῦ Θ, οἷον πείθω ἢ διὰ τοῦ Τ, οἷον ἀνύτω, ὃ σημαίνει τὸ τελειῶ, διαφέρει δὲ αὕτη τῶν πρὸ αὐτῆς, ὅτι ἐκεῖναι μὲν τὸ Ξ καὶ τὸ | |
15 | Ψ εἶχον ἐν τῷ μέλλοντι, ἡ μὲν πρώτη τὸ Ψ, ἡ δὲ δευτέρα τὸ Ξ, αὕτη δὲ διὰ τοῦ Σ ἐκφέρει τὸν μέλ‐ λοντα· ᾄδω γὰρ ᾄσω καὶ ἐλεύθω ἐλεύσω, ἀνύτω ἀνύσω· ἔτι διαφέρει κατὰ τὸν παρακείμενον, τὸν ἐνεργητι‐ κὸν καὶ τὸν παθητικόν· ἡ μὲν γὰρ ά συζυγία διὰ τοῦ | |
20 | Φ προάγει τὸν ἐνεργητικὸν παρακείμενον τέτυφα λέ‐ λειφα, ἡ δὲ βʹ διὰ τοῦ Χ λέλεχα, πέπλεχα, αὕτη δὲ ἡ γʹ διὰ τοῦ Κ πέπεικα καὶ ἤλευκα. Ὁμοίως καὶ ἐπὶ τῶν παθητικῶν παρακειμένων ἡ μὲν αʹ διὰ τῶν δύο ΜΜ ἐκφέρεται· τέτυμμαι γάρ· ἡ δὲ βʹ διὰ τοῦ Γ | |
25 | καὶ Μ· λέλεγμαι γὰρ καὶ πέπλεγμαι· αὕτη δὲ ἡ τρίτη διὰ τοῦ Σ καὶ Μ· ἤλευσμαι γὰρ καὶ πέπεισμαι· τὰ δ’ ἄλλα πάντα αἵ τε τῶν χρόνων παραγωγαὶ καὶ οἱ κανονισμοὶ ὁμοίως ἔχουσι καὶ ἐπὶ ταύτης τῆς συ‐ ζυγίας ὡς καὶ ἐπὶ τῶν πρὸ αὐτῆς· ἐλεύθω, ἐλεύσω, | |
30 | ὁ παρακείμενος ἤλευκα· γίνωσκε δέ, ὅτι ἀεὶ ὁ παρα‐ κείμενος μὲν κατὰ μίαν αὔξησιν πλεονάζει τοῦ ἐνεστῶ‐ | |
τος, ὁ δὲ ὑπερσυντέλικος κατὰ δύο· εἰ μὲν οὖν τὸ | 184 | |
185 | θέμα ἀπὸ συμφώνου ἄρχεται συλλαβικῶς γίνεται ἡ αὔξησις τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ πλε‐ ονάζει τοῦ ἐνεστῶτος ὁ μὲν παρακείμενος μίαν συλ‐ λαβήν, ὁ δὲ ὑπερσυντέλικος δύο, ὥσπερ ἐπὶ τοῦ τύπτω | |
5 | καὶ τῶν λοιπῶν ῥημάτων τῶν ἀπὸ συμφώνου ἀρχο‐ μένων· ἐπεὶ γὰρ τὸ τύπτω ἀπὸ συμφώνου ἄρχεται τοῦ Τ, διὰ τοῦτο, δισυλλάβου ὄντος τοῦ ἐνεστῶτος, τρισύλλαβος μέν ἐστιν ὁ παρακείμενος τέτυφα, τετρα‐ σύλλαβος δὲ ὁ ὑπερσυντέλικος ἐτετύφειν· εἰ δὲ τὸ | |
10 | θέμα ἀπὸ φωνήεντος ἄρχεται, τότε ἰσοσύλλαβος μέν εἰσι καὶ ὁ ἐνεστὼς καὶ οἱ παρῳχημένοι, γίνεται δὲ ἡ αὔξησις χρονική· τὸ γὰρ κατ’ ἀρχὰς τοῦ ἐνεστῶτος φωνῆεν ἐάν ἐστι βραχὺ τρέπεται ἐπὶ τοῦ παρακειμέ‐ νου εἰς μακρόν· καὶ διὰ τοῦτο λέγομεν τὴν αὔξησιν | |
15 | χρονικήν, οἷον ἐπὶ τοῦ ἐλεύθω γέγονεν· ὁ παρακεί‐ μενος ἤλευκά ἐστιν, ἰσοσυλλάβως μὲν τῷ ἐνεστῶτι, τρισύλλαβοι δὲ ἀμφότεροι, τὴν δὲ ἄρχουσαν, ἤγουν τὴν πρώτην συλλαβήν, μακροτέραν ἔχει τῆς ἀρχούσης τοῦ ἐνεστῶτος. Διὸ καὶ ἐπὶ τούτων μίαν μόνην αὔ‐ | |
20 | ξησιν καὶ ὁ ὑπερσυντέλικος ἐπιδέχεται καὶ ὁ παρακεί‐ μενος, διότι ὁ μὲν ἐνεστὼς τὴν αὐτοῦ ἄρχουσαν, βρα‐ χεῖαν οὖσαν, ἠδυνήθη τρέψαι εἰς μακρὰν καὶ ποιῆσαι τὸν παρακείμενον· ὁ δὲ παρακείμενος οὐ δύναται μα‐ κροτέραν ποιῆσαι τὴν ἰδίαν ἄρχουσαν, ἵνα ἐπὶ τοῦ | |
25 | ὑπερσυντελίκου προσθήκη τις γένηται καὶ εὑρεθῇ μεῖ‐ ζον οὗτος τοῦ παρακειμένου, ἔχων τὰς δύο αὐξήσεις· τὸ γὰρ μακρὸν οὐ δύναται γενέσθαι μακρότερον καὶ διὰ τοῦτο ἠρκέσθη τῇ μιᾷ αὐξήσει καὶ ὁ ὑπερσυντέ‐ λικος· τοῦτο δὲ γίνωσκε, ὅτι ὅταν ἄρχεται τὸ θέμα | |
30 | ἀπὸ τοῦ α οἷον ἀκούω ἢ ἀπὸ τοῦ ε οἷον ἐλεύθω, ἢ ἀπὸ τοῦ ο οἷον ὀρύσσω, ὄπτω, τότε μὲν ἐστὶ καὶ ὁ κοινὸς παρακείμενος· ποιοῦσι δὲ καὶ οἱ Ἀττικοὶ ἴδιον παρακείμενον· τοῦτον δὲ ποιοῦσι πῶς; λαμβάνουσιν ἀπὸ τοῦ ἐνεστῶτος δύο γράμματα τὰ καταρχὰς αὐτοῦ | |
35 | κείμενα τὸ πρῶτον καὶ τὸ δεύτερον καὶ προστιθέασιν | 185 |
186 | αὐτὰ τῷ κοινῷ παρακειμένῳ· εἶτα τὴν τρίτην συλλα‐ βὴν βραχεῖαν ποιήσαντες, οὕτω λοιπὸν κατασκευάζουσι τὸν ἑαυτῶν παρακείμενον, οἷον ἤδη ἐπὶ τοῦ ἐλεύθω γίνεται· ἐπεὶ γὰρ ἀπὸ τοῦ ε ἄρχεται τὸ θέμα τούτου, | |
5 | γίνεται ὁ παρακείμενος ἤλευκα, ὁ κοινὸς δηλαδή· ἐλ‐ θόντες δὲ οἱ Ἀττικοὶ καὶ προστιθέντες τούτῳ τῷ κοινῷ παρακειμένῳ τῷ ἤλευκα δύο γράμματα τὸ πρῶτον καὶ δεύτερον τοῦ ἐνεστῶτος, ἅπέρ ἐστι τὸ ε καὶ τὸ λ ἀντὶ τοῦ ἤλευκα ἐλήλευκα ἤμελλον ποιεῖν· ἀλλ’ ἐπεὶ τὴν | |
10 | τρίτην συλλάβην συστέλλει, ὡς εἶπον, ἔστι δὲ ἡ τρίτη συλλαβὴ ἐνταῦθα τὸ λευ διὰ τοῦτο ἐκβαλόντες τὸ ε τὸ υ μόνον εἴασαν, ἵνα ἡ τοιαύτη βραχυνθῇ συλλαβὴ καὶ οὕτως ἐλήλυκα ὁ ἀττικὸς παρακείμενος γέγονεν· ὁμοίως δὲ καὶ ὁ μέσος παρακείμενός ἐστιν ἤλευθα, ὁ | |
15 | δὲ ἀττικὸς ἐλήλυθα, προσλαβὼν μὲν τὸ ε καὶ τὸ λ βραχύνων δὲ τὴν τρίτην συλλαβήν· ὡσαύτως δὲ καὶ οἱ ὑπερσυντέλικοι δύο, ὁ ἐνεργητικὸς καὶ ὁ μέσος, κοινῶς μὲν ἠλεύκειν καὶ ἠλεύθειν εἰσίν, ἀττικῶς δὲ ἐληλύκειν καὶ ἐληλύθειν· ὁμοίως δὲ καὶ ὁ παθητικὸς | |
20 | παρακείμενος καὶ ὁ παθητικὸς ὑπερσυντέλικος κοινῶς μὲν ἤλευσμαι καὶ ἠλεύσμην γράφονται, ἀττικῶς δὲ ἐλήλευσμαι καὶ ἐληλεύσμην· ἕτερος δὲ χρόνος οὐδεὶς ὑπὸ τῶν Ἀττικῶν γίνεται εἰ μὴ μόνοι οἱ παρακείμενοι καὶ ὑπερσυντέλικοι, οἱ ἐνεργητικοὶ δηλονότι καὶ οἱ | |
25 | παθητικοὶ καὶ οἱ μέσοι· τὰ δ’ ἄλλα πάντα τῆς τοιαύ‐ της συζυγίας καὶ τοῦ τοιούτου ῥήματος ὁμοίως ἔχουσι ταῖς λοιπαῖς συζυγίαις. Ἡ τετάρτη συζυγία τῶν βαρυτόνων κανονίζεται μὲν καὶ αὕτη ὥσπερ καὶ αἱ ἄλλαι· ἐκφέρεται δὲ διὰ | |
30 | τοῦ Ζ ἢ δύο ΣΣ, οἷον παίζω, πλήσσω· ἔχει δὲ αὐτῆς ὁ μέλλων ποτὲ μὲν Ξ ὡς τὸ παίζω παίξω, ὀρύσσω ὀρύξω, ποτὲ δὲ τὸ Σ ὡς τὸ κτίζω κτίσω, πλάσσω | |
πλάσω. Ὅταν μὲν οὖν ὁ μέλλων ἔχει τὸ Ξ, τότε ὁ | 186 | |
187 | παρακείμενος ἔχει τὸ Χ, οἷον παίζω παίξω πέπαιχα, ὀρύσσω ὀρύξω ὤρυχα· ὅταν δὲ ἔχει τὸ Σ ὁ μέλλων, τότε ὁ παρακείμενος ἔχει τὸ Κ, κτίζω κτίσω κέκτικα, πλάσσω πλάσω πέπλακα· τοιαύτη μὲν καὶ ἡ τετάρτη | |
5 | συζυγία, ἐπεὶ καὶ τοῦτο τὸ θέμα, λέγω δὴ τὸ ὀρύσσω, ἀπὸ τοῦ ο ἄρχεται διὰ τοῦτο καὶ ἐνταῦθα ποιοῦσιν οἱ Ἀττικοὶ ἰδίους παρακειμένους· ὁ μὲν γὰρ κοινὸς παρακείμενός ἐστιν ὤρυχα, ὁ δὲ ἀττικὸς ὀρώρυχα, τὰ ἀρκτικὰ τοῦ ἐνεστῶτος δύο γράμματα προσλαβὼν τὸ | |
10 | ο καὶ ρ, ὁμοίως καὶ ὁ ὑπερσυντέλικος ὁ μὲν κοινὸς ὠρύχειν, ὁ δὲ ἀττικὸς ὠρωρύχειν· προσέλαβε γὰρ καὶ οὗτος ἀπὸ τοῦ ἐνεστῶτος τὰ δύο ἀρκτικὰ γράμ‐ ματα τὸ ο μικρὸν καὶ τὸ ρ, πλὴν ἐπειδὴ ὁ ὑπερσυν‐ τέλικος διπλῆν ἐπιδέχεται αὔξησιν, διὰ τοῦτο ἐμεγέ‐ | |
15 | θυνε καὶ τοῦτο τὸ ω μέγα καὶ ἔστιν ὁ μὲν παρακεί‐ μενος ἀττικὸς ὁρώρυχα μίαν ἐπιδεξάμενος αὔξησιν τὴν τοῦ ρω, ὁ δὲ ὑπερσυντέλικος ὠρωρύχειν αὐξήσεις ἔχων καὶ τὴν τοῦ ω καὶ τοῦ ρω· πάντες γὰρ ἁπλῶς οἱ ἀτ‐ τικοὶ ὑπερσυντέλικοι καὶ τὴν αʹ συλλαβὴν καὶ τὴν βʹ | |
20 | αὐξαίνουσιν, ἄνευ τοῦ ἐληλύκειν καὶ ἐληλύθειν. Μόνοι γὰρ οὗτοι τὴν πρώτην αὐτῶν συλλαβὴν ἀνεπαύξητον ἔχουσι· γέγονε δὲ τοῦτο, οἶμαι, ἵνα μὴ κακόφωνος ἡ λέξις γένηται πᾶσα διὰ τοῦ η ἐκφωνουμένη ἠληλύ‐ κειν ἠληλύθειν· ὁ μέσος παρακείμενος καὶ ὁ μέσος | |
25 | ὑπερσυντέλικος κοινῶς μὲν ὤρυγα καὶ ὠρύγειν, ἀττι‐ κῶς δὲ ὀρώρυγα καὶ ὠρωρύγειν, ὁ παθητικὸς παρα‐ κείμενος καὶ ὁ παθητικὸς ὑπερσυντέλικος κοινῶς μὲν ὤρυγμαι καὶ ὠρύγμην εἰσίν, ἀττικῶς δὲ ὀρώρυγμαι καὶ ὠρωρύγμην. Οἱ δὲ λοιποὶ χρόνοι ὁμοίως ἔχουσι | |
30 | καὶ ἐπὶ ταύτης τῆς ἐγκλίσεως, ὥσπερ καὶ ἐπὶ τῶν λοι‐ πῶν· καθόλου γὰρ ὡς παρεδόθη σοι καὶ ἐπὶ τοῦ τύ‐ πτω ἡ τῶν χρόνων ἁπάντων γένεσις, οὕτως ἔχει καὶ | |
ἐπὶ τῶν ἄλλων συζυγιῶν. | 187 | |
188 | Ἡ πέμπτη συζυγία τῶν βαρυτόνων ἐκφέρεται μὲν διὰ τῶν τεσσάρων ἀμεταβόλων Λ, Μ, Ν, Ρ, οἷον τίλλω, νέμω, κρίνω, σπείρω. Φυλάττει ἡ συζυγία αὕτη τὸ τοῦ ἐνεστῶτος χαρακτηριστικὸν σύμφωνον καὶ ἐπὶ | |
5 | τοῦ μέλλοντος, ποιεῖ δὲ τὸν μέλλοντα περισπώμενον καὶ βραχεῖαν τὴν παραλήγουσαν ἔχοντα· κρίνω καὶ ὁ μέλλων κρινῶ περισπωμένως, τοῦ Ν ἐπὶ τοῦ ἐνε‐ στῶτος καὶ ἐπὶ τοῦ μέλλοντος φυλαττομένου· σπείρω καὶ ὁ μέλλων σπερῶ, μετὰ τοῦ αὐτοῦ συμφώνου τοῦ | |
10 | ρ καὶ μετὰ βραχείας τῆς παραληγούσης, τοῦ σπε, καὶ μετὰ περισπωμένου τοῦ τόνου· ἔχει δὲ ὁ παρακείμενος τῆς τοιαύτης συζυγίας τὸ κ, τίλλω τιλῶ τέτιλκα, κρίνω κρινῶ κέκρικα· οὕτω καὶ ἔσπαρκα ἢ καὶ νενέ‐ μεικα (sic). | |
15 | Ἡ ἕκτη συζυγία τῶν βαρυτόνων διὰ καθαροῦ τοῦ ω ἐκφέρεται· παλαίω, ἀριστεύω, κυλίω· ἕκαστον γὰρ τούτων οὐκ ἔχει ὄπισθεν τοῦ ω σύμφωνον, ἀλλὰ διὰ γυμνοῦ τοῦ ω ἐκφέρεται, οἷόν ἐστι καὶ τὸ ἀκούω. Ἔχει δὲ ἡ τοιαύτη συζυγία ἐπὶ τοῦ μέλλοντος τὸ Σ, | |
20 | οἷον παλαίω παλαίσω, ἀριστεύω ἀριστεύσω, ἀκούω ἀκούσω. Ἐπὶ δὲ τοῦ ἐνεργητικοῦ παρακειμένου τὸ Κ, πεπάλαικα, ἤκουκα, ἐπὶ δὲ τοῦ παθητικοῦ παρακει‐ μένου τὸ Σ μετὰ τοῦ Μ, πεπάλαισμαι, ἤκουσμαι· ἀλλ’ ἐπειδὴ καὶ τὸ ἀκούω ἀπὸ φωνήεντος ἄρχεται ἔχεις | |
25 | καὶ ἐπὶ τοῦ τοιούτου ῥήματος τοὺς ἀττικοὺς παρακει‐ μένους καὶ ὑπερσυντελίκους κατὰ πρόσληψιν τοῦ ἐνε‐ στῶτος τῶν δύο ἀρκτικῶν γραμμάτων, τοῦ α καὶ κ καὶ κατὰ συστολὴν τῆς παραληγούσης γινομένους. Οἱ μέν‐ τοι χρόνοι ἅπαντες οὕτω γίνονται καὶ κανονίζονται, | |
30 | ὡς ἐν τῷ τύπτω μεμάθηκας· ἀλλὰ τοιαῦται μὲν αἱ βαρύτονοι συζυγίαι καὶ τοσαῦται, ὡς εἴρηται. Αἱ δὲ περισπώμεναι, λέγω δὴ περισπωμένας συ‐ | |
ζυγίας τὰς ἐπὶ τέλους τὴν περισπωμένην ἐχούσας, τρεῖς | 188 | |
189 | μέν εἰσι τῷ ἀριθμῷ, πρώτη, δευτέρα καὶ τρίτη, πα‐ ράγονται δὲ πᾶσαι κοινῶς ἀπὸ τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων, πῶς δ’ ἂν ἔχεις ἐπιγινώσκειν τὴν πρώτην, καὶ πῶς τὴν δευτέραν, καὶ πῶς τὴν τρίτην, ἐγώ σοι | |
5 | ἐρῶ. Ἐπεὶ γὰρ ὡς εἶπον αἱ περισπώμεναι συζυγίαι ἅπασαι ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων γίνονται, ἥτις διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, ἐρεύνα μοι ταύτην τὴν ἕκτην· εἰ μὲν οὖν ἔχει ἐν τῇ αὐτῇ παραληγούσῃ τὸ ε ψιλόν, ἐκείνη τὴν συναιρουμένην τὴν πρώτην συζυ‐ | |
10 | γίαν τῶν περισπωμένων ποιεῖ, οἷον τὸ τελέω καὶ τὸ ποιέω, ἐπειδὴ ἕκτης οὔσης τῶν βαρυτόνων ἔχουσιν ἐν τῇ παραληγούσῃ τὸ ε, διὰ τοῦτο συναιρεθέντα τὴν πρώτην τῶν περισπωμένων ἐποίησαν συζυγίαν· ἀντλέω ἀντλῶ, ποιέω ποιῶ, πονέω πονῶ· ἔχει δὲ ἡ τοιαύτη | |
15 | συζυγία ἐπὶ τοῦ δευτέρου καὶ τρίτου προσώπου αὐτῆς τὴν ει δίφθογγον, ἀντλέεις ἀντλεῖς, ποιέεις ποιεῖς, ἀντλέει ἀντλεῖ, ποιέει ποιεῖ· εἰ δὲ ἡ ἕκτη συζυγία τῶν βαρυτόνων οὐκ ἔχει μὲν ἐν τῇ παραληγούσῃ τὸ ε, ἔχει δὲ τὸ α, οἷον βοάω, ναρκάω, διψάω, ἡ τοιαύτη συν‐ | |
20 | αιρουμένη τὴν δευτέραν τῶν περισπωμένων ποιεῖ· βοῶ, ναρκῶ, διψῶ, καὶ ἔχει ἡ τοιαύτη ἡ συζυγία ἐπὶ τοῦ δευτέρου καὶ τρίτου προσώπου αὐτῆς τὴν αι δίφθογ‐ γον βοᾷς βοᾷ, ναρκᾷς ναρκᾷ, διψᾷς διψᾷ· εἰ δὲ οὐκ ἐκφωνεῖται τὸ ι, οὐδὲ γὰρ λέγομεν βοαῖς καὶ ναρκαῖς | |
25 | καὶ διψαῖς, καὶ διὰ τοῦτο οὐκ ἔδει τὴν τελευταίαν ταύτην συλλαβὴν εἰπεῖν δίφθογγον· ἀλλ’ οὖν ἐπειδὴ ὑποκάτω τοῦ ᾷ προσγράφεται τὸ ι καὶ οὕτω δί‐ φθογγον αὐτὴν λέγομεν. Ἑὰν δὲ ἡ ἕκτη συζυγία τῶν βαρυτόνων οὐκ ἔχει ἐπὶ τῆς παραληγούσης οὔτε τὸ ε, | |
30 | οὔτε τὸ α, ἀλλὰ τὸ ο μικρόν, οἷον χρυσόω, γυψόω, στεφανόω, φανερόω, ἡ τοιαύτη συναιρουμένη τὴν τρί‐ | |
την συζυγίαν τῶν περισπωμένων ποιεῖ, οἷον χρυσῶ, | 189 | |
190 | στεφανῶ, φανερῶ, γυψῶ, καὶ ἔχει ἡ τοιαύτη συζυγία ἐπὶ τοῦ δευτέρου καὶ τρίτου προσώπου αὐτῆς τὴν οι δίφθογγον, οἷον χρυσοῖς χρυσοῖ, στεφανοῖς στεφανοῖ, γυψοῖς γυψοῖ, φανεροῖς φανεροῖ. Διατί δὲ ἡ μὲν αʹ | |
5 | τῶν περισπωμένων ἔχει τὴν ει δίφθογγον, ἡ δὲ δευ‐ τέρα τὴν αι, ἡ δὲ τρίτη τὸ οι; διότι ἡ μὲν αʹ ἀπὸ τῶν διὰ τοῦ εω ῥημάτων γίνεται, οἷον πονέω, νοέω, λαλέω, καὶ ἐκεῖθεν ἔχει τὴν ει δίφθογγον, ἀπὸ τοῦ ε καὶ ι συναπαρτιζομένη, ἡ δὲ δευτέρα ἀπὸ τῶν διὰ τοῦ | |
10 | αω ῥημάτων γίνεται, βοάω, ναρκάω, διψάω, καὶ διὰ τοῦτο τὴν αι δίφθογγον ἔχει τὴν ἀπὸ τοῦ α καὶ ι συγ‐ κειμένην, ἡ δὲ τρίτη ἀπὸ τῶν διὰ τοῦ οω ῥημάτων γίνεται, οἷον χρυσόω, φανερόω, καὶ διὰ τοῦτο τὴν ἀπὸ τοῦ ο καὶ ι συγκειμένην δίφθογγον ἔχει, ὡς ἂν | |
15 | φυλαχθῇ ἑκάστῃ ἐν τῇ ληγούσῃ καὶ τελευταίᾳ συλ‐ λαβῇ τὸ φωνῆεν τῆς παραληγούσης τὸ ἐντελές, τῇ μὲν πρώτῃ τὸ ε, τῇ δευτέρᾳ τὸ α, τῇ δὲ τρίτῃ τὸ ο. Ἀλλ’ οὕτω μὲν καὶ αἱ περισπώμεναι συζυγίαι γίνονται ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων, κανονίζονται δὲ καὶ αὗται | |
20 | κατὰ τοὺς βαρυτόνως καὶ τὴν παραδοθεῖσάν σοι ἐν τῷ τύπτω μέθοδον τοῦ κανονισμοῦ καὶ ἐνταῦθα φυ‐ λάττειν ὀφείλεις. Ποιοῦσι δὲ ἡ αʹ καὶ ἡ βʹ συζυγίαι, τῶν περισπωμένων τοὺς ἑαυτῶν μέλλοντας παραληγου‐ μένους τῷ η ὡς ἐπὶ τὸ πλεῖστον καὶ ἔχοντας ἐν τῇ | |
25 | ληγούσῃ τὸ ς, οἷον ἀντλήσω, διψήσω· ἐνίοτε δὲ ἡ μὲν πρώτη συζυγία τὸ ε ἔχει ἐν τῇ παραληγούσῃ κατὰ τὸν μέλλοντα, ὡς τὸ τελῶ τελέσω, καλῶ καλέσω, φορῶ φορέσω, καὶ ἡ δευτέρα τὸ α ὡς τὸ ἀκροῶ ἀκροάσω, γελῶ γελάσω· τέως δὲ ὡς ἐπὶ τὸ πλεῖστον τῷ η πα‐ | |
30 | ραλήγονται οἱ τῆς πρώτης καὶ δευτέρας συζυγίας μέλ‐ λοντες· ἔχουσι δὲ καὶ τὸ ς ἐν τῇ ληγούσῃ καθάπερ εἴρηται. Ἡ δὲ τρίτη ἔχει μὲν καὶ αὐτὴ τὸ ς ἐν τῇ | |
ληγούσῃ τοῦ μέλλοντος, οὐ μέντοι γε καὶ ἐν τῇ πα‐ | 190 | |
191 | ραληγούσῃ τὸ η, ἀλλὰ μᾶλλον τὸ ω μέγα· οὐ γάρ ἐστιν ὥσπερ τὸ ποιέω ποιήσω, καὶ νοῶ νοήσω, οὕτω καὶ χρυσῶ χρυσήσω, ἀλλὰ χρυσώσω καὶ φανερώσω· παραλήγεται τοίνυν ἡ τρίτη συζυγία τῶν περισπωμέ‐ | |
5 | νων τῷ ω μεγάλῳ κατὰ τὸν μέλλοντα, πλὴν τοῦ ἀρῶ ἀρόσω, τὸ ἀροτριῶ, ὀμῶ ὀμόσω, τὸ ὀμνύω, ὀνῶ ὀνόσω τὸ μέμφομαι, καὶ βῷ βόσω τὸ τρέφω· οἱ δὲ ἄλλοι χρόνοι, λέγω δὴ παρακείμενος καὶ ἀόριστος καὶ οἱ λοιποί, διὰ τῶν αὐτῶν συμφώνων καὶ ἐν ταῖς τρισὶ | |
10 | ταύταις περισπωμέναις συζυγίαις ἐκφέρονται· οἵ τε γὰρ ἐνεργητικοὶ αὐτῶν παρακείμενοι διὰ τοῦ η προάγον‐ ται, πεποίηκα, νενόηκα, κεχρύσωκα, οἵ τε παθητι‐ κοὶ διὰ τοῦ μ μόνου πεποίημαι, νενόημαι, κεχρύσω‐ μαι· καὶ οἱ ἀόριστοι πάλιν διὰ τοῦ ς ἐποίησα ἐνό‐ | |
15 | ησα, ἐχρύσωσα. Ἰστέον δέ σοι, ὅτι ὁ μέσος παρακεί‐ μενος καὶ ὁ βʹ ἀόριστος καὶ ὁ βʹ μέλλων ἐν ταῖς πε‐ πισπωμέναις συζυγίαις οὐχ εὕρηνταί ποτε. Καὶ περὶ μὲν τῶν περισπωμένων συζυγιῶν ἀρκεῖ τοσαῦτα, περὶ δὲ τῶν εἰς μι ἤδη λέξωμεν συζυγιῶν. | |
20 | Αἱ εἰς μι συζυγίαι τέσσαρές εἰσι τὸν ἀριθμόν, πρώτη, δευτέρα, τρίτη, τετάρτη, παράγονται δὲ ἡ μὲν πρώτη ἀπὸ τῆς αʹ τῶν περισπωμένων· ἀπὸ γὰρ τοῦ τιθέω τιθῶ, ἥτις ἐστὶ πρώτη τῶν περισπωμένων, γέ‐ γονε τίθημι, ἥτις καὶ πρώτη ἐστὶ τῶν εἰς μι· ἀπὸ | |
25 | δὲ τοῦ ἱστάω ἱστῶ, ἥτίς ἐστι δευτέρα τῶν περισπω‐ μένων, γέγονεν ἵστημι, ἥτις καὶ δευτέρα ἐστὶ τῶν εἰς μι, ἀπὸ δὲ τοῦ διδόω διδῶ, ἥτίς ἐστι τρίτη τῶν πε‐ ρισπωμένων, γέγονε δίδωμι ἡ τρίτη τῶν εἰς μι· ἡ δὲ τετάρτη τῶν εἰς μι τὸ ζεύγνυμι, εἰ μὲν εἴχομεν καὶ τε‐ | |
30 | τάρτην τῶν περισπωμένων πάντως ἂν ἐξ ἐκείνης ἐγέ‐ νετο· ἐπειδὴ δὲ οὐκ ἔχομεν, τρεῖς γὰρ μόναι εἰσὶ πε‐ | |
ρισπώμεναι συζυγίαι, διὰ τοῦτο ἀπὸ τῆς ἕκτης τῶν | 191 | |
192 | βαρυτόνων παράγεται· αἱ μὲν γὰρ βαρύτονοι συζυγίαι πρωτότυποι μέν εἰσιν, αἱ δὲ περισπώμεναι καὶ παρά‐ γονται καὶ παράγουσι· παράγονται γὰρ ἀπὸ τῶν βα‐ ρυτόνων παράγουσι δὲ τὰ εἰς μι· αἱ δὲ εἰς μι πα‐ | |
5 | ράγονται μόνον, οὐ παράγουσι δέ· διὰ τοῦτο καὶ τε‐ λευταίας ταύτας ὁ τεχνικὸς ἔθετο. Τίθημι πρώτης τῶν εἰς μι συζυγίας, χρόνον δὲ δηλοῖ ἐνεστῶτα, καὶ παράγεται ἀπὸ τῆς πρώτης συζυ‐ γίας τῶν περισπωμένων· ἔστι γὰρ τὸ ῥῆμα τὸ περι‐ | |
10 | σπώμενον θῶ· εἶτα κατὰ ἀναδιπλασιασμὸν τιθῶ καὶ ἐξ αὐτοῦ τίθημι, παραλήγεται δὲ τῷ η, διότι ἡ πρώτη συζυγία τῶν περισπωμένων ἐπὶ τοῦ μέλλοντος τῷ η παραλήγεται· θήσω γάρ ἐστι καὶ ποιήσω· ἔστι δὲ τὸ δεύτερον πρόσωπον τοῦ τίθημι τίθης· τὰ γὰρ εἰς | |
15 | μι τροπῇ τῆς μι εἰς ς ποιεῖ τὸ δεύτερον, καὶ τὸ τρί‐ τον αὐτοῦ ἐστι τίθησι· πᾶν γὰρ δεύτερον πρόσωπον τῶν εἰς μι προσλαβὸν τὸ ι τὸ τρίτον ποιεῖ τίθης τί‐ θησι, ἵστης ἵστησι, δίδως δίδωσι, ζεύγνυς ζεύγνυσι· ἡ δὲ λοιπὴ κλίσις ἥ τε τῶν δυϊκῶν καὶ τῶν πληθυν‐ | |
20 | τικῶν ὁμοία τῷ τύπτω· ὁ δὲ παρατατικός ἐστι μὲν ἐτίθην, γίνεται δὲ ἀπὸ τοῦ ἐνεστῶτος τοῦ τίθημι τροπῇ τοῦ μι εἰς ν καὶ καταρχὰς προσόδῳ τοῦ ε. Τέθεικα παρακείμενος ἀπὸ τοῦ θήσω μέλλοντος γί‐ νεται τροπῇ τοῦ σω εἰς κα καὶ προσόδῳ τοῦ τε καὶ | |
25 | ὤφειλε τὸ τέθεικα διὰ τοῦ η γράφεσθαι, ἀλλ’ οἱ Βοι‐ ωτοὶ φιλοδίφθογγοι ὄντες αὐτὸ ἐδιφθόγγισαν, ἀκο‐ λουθοῦντες δὲ αὐτοῖς καὶ ἡμεῖς τοὺς παρακειμένους τοῦ τίθημι καὶ τοὺς ὑπερσυντελίκους ἀεὶ διφθογγίζο‐ μεν· ἐκεῖνο δὲ ἀπορητέον, ὅτι ἐμάθομεν, ὡς ὅταν τὸ | |
30 | θέμα ἄρχεται ἀπὸ συμφώνου, πλεονάζει μίαν συλλαβὴν τοῦ ἐνεστῶτος ὁ παρακείμενος· τὸ μὲν τίθημι ὁ ἐνεστὼς τρισύλλαβον, τὸ δὲ θήσω ὁ μέλλων δισύλλαβον· ὅσον | |
οὖν πρὸς τὸν μέλλοντα ηὔξησεν ὁ παρακείμενος· τοῦ | 192 | |
193 | γὰρ θήσω, ὅπέρ ἐστι δισυλλάβου μέλλοντος τρισύλλα‐ βός ἐστιν ὁ τέθεικα παρακείμενος. Ὁ πρῶτος ἀόρι‐ στος τοῦ τίθημι ἔθηκά ἐστι κατὰ πάντα τοῖς ἄλλοις ἀορίστοις παρόμοιος· αὔξησίν τε γὰρ ἐπιδέχεται καὶ εἰς | |
5 | α λήγει· τοῦτο δὲ μόνον ἔχει καινότερον, ὅτι διὰ τοῦ Κ ἐκφέρεται, καίτοι τῶν ἄλλων πρώτων ἀορίστων τὸ σύμφωνον ἐχόντων τοῦ μέλλοντος, πλέξω ἔπλεξα, τύψω ἔτυψα, ἐλεύσω ἤλευσα· ἔδει οὖν καὶ τὸν ἀόριστον τὸν ἀπὸ τοῦ θήσω μέλλοντος παρηγμένον ἔθησα εἶναι· | |
10 | ἀλλὰ σεσημείωται, φασί, τὸ ἔθηκα διὰ τοῦ Κ ἐκφε‐ ρόμενον καὶ οὐ διὰ τοῦ Σ. Τοῦ τίθημι ὁ μέλλων θήσω, γίνεται δὲ ἀπὸ τοῦ ἐνεστῶτος ἐκβολῇ τοῦ τι καὶ τροπῇ τοῦ μι εἰς σω· σημείωσαί σοι περὶ τῶν μελλόντων καί τι θαυμά‐ | |
15 | σιον· οὗτοι γὰρ ἐπὶ μὲν τῶν βαρυτόνων συζυγιῶν ἰσοσυλλαβοῦσι τοῖς ἰδίοις ἐνεστῶσι, λείβω λείψω, γρά‐ φω γράψω, ἀκούω ἀκούσω· ἐπὶ δὲ τῶν περισπωμένων περιττοσυλλαβοῦσι μίαν συλλαβὴν παρὰ τοὺς ἐνεστῶ‐ τας οἱ μέλλοντες, ποιῶ ποιήσω, βοῶ βοήσω, χρυσῶ | |
20 | χρυσώσω· ἰδοὺ γάρ, δισύλλαβοι μὲν οἱ ἐνεστῶτες, τρι‐ σύλλαβοι δὲ οἱ μέλλοντες· ἐπὶ δὲ τῶν εἰς μι τὸ ἀνά‐ παλιν γίνεται, περισσεύουσι γὰρ οἱ ἐνεστῶτες μίαν συλ‐ λαβὴν παρὰ τοὺς μέλλοντας, τίθημι θήσω, ἵστημι στήσω, δίδωμι δώσω· ἰδοὺ γάρ· τρισύλλαβοι μὲν οἱ | |
25 | ἐνεστῶτες, δισύλλαβοι δὲ οἱ μέλλοντες· δι’ ἣν δὲ αἰ‐ τίαν ἔχουσιν οὕτως ἐγώ σοι ἐρῶ· ἐπὶ μὲν γὰρ τῶν βαρυτόνων, διότι οὐδὲ συναίρεσίς ἐστιν ἐν αὐτοῖς οὐδὲ διπλασιασμὸς ἐν τοῖς ἐνεστῶσι, ἀλλ’ εἰσὶν ἁπλοῖ καὶ ἀσύνθετοι, διὰ τοῦτο εὐθὺς μόνον τὸ σύμφωνον ὑπαλ‐ | |
30 | λάξαντες οἱ ἐνεστῶτες μέλλοντες γίνονται· τὸ γὰρ λείβω τὸ β μόνον τρέψαν εἰς ψ λείψω γέγονεν, καὶ τὸ | |
τέρπω ὁμοίως τέρψω καὶ διὰ τοῦτο ἰσοσυλλαβοῦσιν | 193 | |
194 | ἐν τοῖς τοιούτοις ῥήμασιν οἱ ἐνεστῶτες καὶ οἱ μέλλον‐ τες· ἐπὶ δὲ τῶν περισπωμένων συζυγιῶν, ἐπειδὴ ἀπὸ συναιρέσεως γίνονται, ἡ δὲ συναίρεσις πάντως ἀπὸ τοῦ ἐντελοῦς γίνεται, ἀπὸ μὲν τοῦ ποιέω τοῦ ἐντε‐ | |
5 | λοῦς γίνεται τὸ συνῃρημένον τὸ ποιῶ καὶ ἀπὸ τοῦ τελέω τελῶ· διὰ τοῦτο ὅταν μὲν πρὸς τὸν συνῃρημέ‐ νον ἐνεστῶτα παραβάλλει τὸν μέλλοντα, τότε ὁ μέλ‐ λων πλείονας ἔχειν φαίνεται συλλαβάς· ὅτε δὲ πρὸς τὸν ἐντελῆ, οὐκ ἔτι· τοῦ γὰρ τελέω ἐντελοῦς ἐνε‐ | |
10 | στῶτος οὐκ ἔστιν ὁ τελέσω μέλλων περιττοσύλλαβος· ὥσπερ οὐδὲ τοῦ ποιέω ὁ ποιήσω, ἀλλὰ τρισύλλαβοι μὲν ἀμφότεροι· ἐπὶ δὲ τῶν εἰς μι, ἤγουν τοῦ τίθημι καὶ τοῦ δίδωμι καὶ τῶν λοιπῶν δοκεῖ ὁ ἐνεστὼς πλεί‐ ονας ἔχειν τοῦ μέλλοντος συλλαβάς, οὐκ ἔχει δὲ ὅμως. | |
15 | Ἡ γὰρ πρώτη συλλαβὴ αὐτοῦ κατὰ ἀναδιπλασιασμὸν γίνεται· τοῦ γὰρ τίθημι τὸ τι καὶ τοῦ δίδωμι τὸ δι κατὰ ἀναδιπλασιασμὸν προεληλύθασιν· ἐὰν δὲ τὸν ἀνα‐ διπλασιασμὸν ὑπεξέλῃς ὑπελείφθη ὁ μέλλων ἰσοσύλ‐ λαβος τῷ ἐνεστῶτι· ἐὰν γὰρ ἀπὸ τοῦ τίθημι ἐκβάλῃς | |
20 | τὸ τι ἀπέμεινε θῆμι ἰσοσύλλαβος τῷ θήσω μέλλοντι· καὶ τοῦ δῆλον ἀπὸ τοῦ φημί ῥήματος, τοῦ μὴ ἔχον‐ τος ἀναδιπλασιασμόν· ἐπεὶ τούτῳ γὰρ ἰσοσυλλαβεῖ ὅ τε ἐνεστὼς καὶ μέλλων· φημὶ γὰρ καὶ φήσω ἀμφότερα δισύλλαβα. | |
25 | Ὁρᾷς πῶς ἐδιδάξαμεν, ὡς πάντες οἱ μέλλοντες ἰσοσυλλαβοῦσι τοῖς ἐνεστῶσιν· ἐπὶ μὲν γὰρ τῶν βα‐ ρυτόνων φανερόν ἐστι τοῦτο· τὸ γὰρ τύπτω ἰσοσύλ‐ λαβόν ἐστι τοῦ τύψω, ἐπὶ δὲ τῶν περισπωμένων κἂν τοῖς συνῃρημένοις ἐνεστῶσιν οὐκ ἰσοσυλλαβοῦσιν οἱ | |
30 | μέλλοντες, ἀλλὰ τοῖς ἐντελέσιν ἐξανάγκης ἰσοσυλλα‐ | |
βοῦσι· τὸ γὰρ ποιέω καὶ τὸ ποιήσω ἀμφότεροι ἰσο‐ | 194 | |
195 | σύλλαβοι· ἐπὶ δὲ τῶν εἰς μι ἐὰν ἐκβάλλῃς ἀπὸ τῶν ἐνεστώτων τοὺς ἀναδιπλασιασμούς, ἰσοσύλλαβοι καὶ οὗτοι οἱ ἐνεστῶτες καὶ οἱ μέλλοντες. Τοῦ τίθημι τὸ παθητικὸν τίθεμαι· τὰ γὰρ εἰς | |
5 | μι ἅπαντα τροπῇ τῆς μι εἰς μαι καὶ συστολῇ τῆς πα‐ ραληγούσης τὸ παθητικὸν ποιοῦσι· διατί δὲ τὸ τίθε‐ μαι ἐπὶ τῆς παραληγούσης ἔχει τὸ ε, μάνθανε· διότι τὸ τίθημι πρώτης συζυγίας ἐστὶ τῶν εἰς μι ἀπὸ τῆς πρώτης τῶν περισπωμένων γινομένη· τὸ γὰρ τίθημι ἀπὸ | |
10 | τοῦ τιθῶ γέγονεν, τὸ δὲ τιθῶ ἀπὸ τοῦ τιθέω· τὸ δὲ τιθέω ἔχει τὸ ε, διὰ τοῦ γοῦν ἔχει τὸ τίθεμαι ἐν πά‐ σαις ταῖς ἐγκλίσεσι τὸ ε πανταχοῦ, τίθεμαι ἐν τῇ ὁρι‐ στικῇ, τιθέναι ἐν τῇ ἀπαρεμφάτῳ, τίθετι ἐν τῇ προστακτικῇ, καὶ θές καὶ τίθεσο, τιθείην καὶ τε‐ | |
15 | θείην ἐν τῇ εὐκτικῇ, τιθείς καὶ τεθείς ἐν τῇ με‐ τοχῇ καὶ ἁπλῶς ἐν ὅλῳ τῷ θέματι τὸ ε ψιλὸν ἀνα‐ φαίνεται· οἱ δὲ χρόνοι πάντες καὶ αἱ ἐγκλίσεις ἅπασαι οὕτω καὶ ἐπὶ τῶν εἰς μι κανονίζονται, ὡς ἐπὶ τοῦ τύπτω μεμάθηκας· μέλλων δὲ δεύτερος καὶ μέσος πα‐ | |
20 | ρακείμενος ἐν τοῖς εἰς μι οὐχ εὑρίσκεται· ἀλλ’ οὕτω μὲν ἡ συζυγία πρώτη τῶν εἰς μι ἀπὸ τῆς πρώτης τῶν περισπωμένων εὑρίσκεται. Ἡ δὲ δευτέρα τὸ ἵστημι κανονίζεται μὲν ὁμοίως τῇ πρώτῃ, γεννᾶται δὲ ἀπὸ τῆς δευτέρας τῶν περι‐ | |
25 | σπωμένων, ἀπὸ τοῦ ἱστάω ἱστῶ γέγονεν ἵστημι· διὰ τοῦτο καὶ ἐν ὅλῳ τῷ τοῦ ἵστημι θέματι εὑρήσεις τὸ α, διότι παρήχθη ἀπὸ τοῦ ἱστάω τοῦ ἔχοντος τὸ α ἐν τῇ παραληγούσῃ· καὶ ὅρα μοι κἀνταῦθα πανταχοῦ· τὸ α, ὥσπερ ἐν τῇ πρώτῃ τὸ ε, ἵσταμαι, τὸ ὁριστι‐ | |
30 | κόν, τὸ προστακτικὸν ἵστασο, τὸ ἀπαρέμφατον ἱστά‐ ναι καὶ ἑστάναι, τὸ εὐκτικὸν σταίην, ἡ μετοχὴ ὁ στάς. Ἰδοὺ ταῦτα πάντα διὰ τοῦ α. Ἡ δὲ τρίτη τῶν εἰς μι παράγεται ἀπὸ τῆς τρίτης τῶν περισπωμένων· διὰ τοῦτο καὶ ἐν ὅλῳ τῷ δί‐ | |
35 | δωμι εὑρήσεις τὸ ο μικρόν, διότι παρήχθη ἀπὸ τοῦ | 195 |
196 | διδόω διδῶ, ἔχοντος ἐν τῇ παραληγούσῃ τὸ ο· καὶ σκόπησον τὸ ο μικρὸν πανταχοῦ· τὸ ὁριστικὸν δίδο‐ μαι, τὸ ἀπαρέμφατον διδόναι καὶ δίδοσθαι, τὸ προστακτικὸν δίδου, τὸ εὐκτικὸν διδοίην καὶ δι‐ | |
5 | δοίμην, ἡ μετοχὴ ὁ διδούς· σημείωσαι δέ μοι, ὅτι ἡ μὲν αʹ καὶ βʹ συζυγία τῶν εἰς μι τὸ η ἔχει ἐν τῇ παραληγούσῃ τοῦ ἐνεστῶτος ὁμοῦ καὶ τοῦ μέλλον‐ τος, τίθημι θήσω, ἵστημι στήσω, διότι καὶ τῶν πε‐ ρισπωμένων ἡ αʹ καὶ βʹ τῷ η παραλήγεται κατὰ τὸν | |
10 | μέλλοντα ποιήσω, βοήσω· ἡ δὲ τρίτη τῶν εἰς μι τὸ ω μέγα φέρει ἐν τῇ παραληγούσῃ τοῦ μέλλοντος καὶ τοῦ ἐνεστῶτος δίδωμι δώσω, διότι καὶ τῶν περισπω‐ μένων ἡ τρίτη διὰ τοῦ ω μεγάλου προάγει τὸν μέλ‐ λοντα, χρυσώσω, στεφανώσω· ἁπλῶς δὲ πᾶσαι αἱ τῶν | |
15 | εἰς μι συζυγίαι τὸ ς ἔχουσιν ἐν τῷ μέλλοντι, θήσω, στήσω, δώσω, καὶ ἐν τῷ παρακειμένῳ τὸ κ, τέθεικα, ἔστακα (sic), δέδωκα καὶ μ μόνον ἐν τῷ παθητικῷ παρακειμένῳ· τέθειμαι, ἵσταμαι (sic), δίδωμαι (sic)· τὰ δὲ λοιπὰ πάντα οἵ τε κανονισμοὶ καὶ ἐγκλίσεις καὶ | |
20 | γενέσεις τῶν χρόνων οὕτως ἔχει καὶ ἐν τούτοις ὥσπερ καὶ ἐν τοῖς προλεχθεῖσιν. Ἡ τετάρτη συζυγία τῶν εἰς μι ἔστι τὸ ζεύγνυμι ἀπὸ τοῦ ζευγνύω ἥτις ἐστὶν, ἕκτη τῶν βαρυτόνων, καὶ κεράννυμι ἀπὸ τοῦ κεραννύω· τῆς δὲ τοιαύτης συζυ‐ | |
25 | γίας ὀλίγοι χρόνοι ἐν χρήσει εὑρίσκονται· σχεδὸν γὰρ μόνος ὁ ἐνεστὼς καὶ ὁ παρατατικός, τὸ ζεύγνυμι καὶ τὸ ἐζεύγνυν εὑρίσκονται· οὐ μόνον δὲ ἐπὶ τῶν ὁριστι‐ κῶν καὶ ἐνεργητικῶν οἱ τοιοῦτοι χρόνοι εὑρίσκονται ἐν χρήσει, ἀλλὰ καὶ ἐπὶ τῶν παθητικῶν· ζεύγνυμαι | |
30 | ἐζευγνύμην· καὶ ἐπὶ τῶν πέντε ἁπλῶς ἐγκλίσεων οὐδεὶς ἄλλος χρόνος εὑρίσκεται, εἰ μὴ ὁ ἐνεστὼς καὶ ὁ παρατατικός· τὸ ἀπαρέμφατον ζευγνύναι ἐνεργη‐ | |
τικὸν καὶ ζεύγνυσθαι παθητικόν· καὶ ἐπὶ τῶν | 196 | |
197 | ἄλλων ὡσαύτως. Ἰστέον δέ, ὅτι οὐχ ἁπλῶς ἀπὸ πάν‐ των τῶν ῥημάτων τῶν ὄντων τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων σχηματίζεται ἡ τετάρτη τῶν εἰς μι, ἀλλ’ ἐξ ἐκείνων μόνων, τῶν ἐχόντων τὸ υ ἐπὶ τῆς παραλη‐ | |
5 | γούσης μόνον, οἷον ζευγνύω ζεύγνυμι, πηγνύω πή‐ γνυμι καὶ τὰ ὅμοια· εἴπομεν δὲ τῶν ἐχόντων τὸ υ ἐπὶ τῆς παραληγούσης μόνον διὰ τὸ ἀκούω καὶ τὰ ὅμοια τούτων, ἅτινα τὸ υ ἔχουσι μὲν ἐπὶ τῆς παραληγούσης, ἀλλ’ οὐ μόνον· ἔστι γὰρ μετὰ τοῦ ο. Οὕτω καὶ | |
10 | τὸ πιστεύω· ἔχει μὲν τὸ υ, ἀλλ’ οὐ μόνον· ἔστι γὰρ μετὰ τοῦ ε. Ἐκ τῶν τοιούτων τοίνυν οὐ παρά‐ | |
γεται ἕτερον ῥῆμα συζυγίας τετάρτης τῶν εἰς μι. | 197 |