TLG 2020 002 :: THEODOSIUS :: Canones isagogici de flexione verborum

THEODOSIUS Gramm.
(Alexandrinus: A.D. 4–5)

Canones isagogici de flexione verborum

Source: Hilgard, A. (ed.), Grammatici Graeci, vol. 4.1. Leipzig: Teubner, 1894 (repr. Hildesheim: Olms, 1965): 43–99.

Citation: Part — volume — page — (line)

4

.

1

.

43

ΘΕΟΔΟΣΊΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ εἰσαγωγικοὶ κανόνες περὶ κλίσεως ῥημάτων. Ἑνικά. Τύπτω: τῶν ἐν τοῖς ὁριστικοῖς ῥήμασιν ἐνεστώτων ἐνερ‐ γητικῶν δύο εἰσὶ καταλήξεις, ἥ τε εἰς ω καὶ παράγωγος ἡ εἰς μι·
5εἰπόντες οὖν πρῶτον περὶ τῶν εἰς ω ῥημάτων ὕστερον καὶ περὶ τῶν εἰς μι διαληψόμεθα. Πᾶν τοίνυν ῥῆμα εἰς ω λῆγον βαρύνεται, λέγω φέρω· ὅσα δὲ περιεσπάσθη, ταῦτα ἀπὸ βαρυτόνων συνῃρέθη, ποιέω ποιῶ, βοάω βοῶ, χρυσόω χρυσῶ. τύπτεις: πᾶν πρῶτον πρόσωπον εἰς ω λῆγον ἀμοιβῇ τοῦ ω εἰς εις τὸ δεύτερον πρόσωπον ποιεῖ, λέγω
10λέγεις, κόπτω κόπτεις· τὰ περισπώμενα πρὸς τὴν συναίρεσιν ποιεῖται τὴν γραφήν, ποιέεις ποιεῖς, βοάεις βοᾷς· τὸ γὰρ αε εἰς α κιρνᾶται, οἷον τὰ ἐμά τἀμά· χρυσόεις χρυσοῖς· καὶ ἔδει μὲν χρυσοῦς· τὸ γὰρ οε εἰς τὴν ου δίφθογγον κιρνᾶται, ὡς τὸ ἐμόν τοὐμόν· ἀλλ’ ἐπεὶ τὰ εἰς ω ῥήματα πάντως ἐν δευτέρῳ προσώπῳ δίφθογγον ἔχει τὴν μετὰ τοῦ
15ι, ἐπεκράτησεν ἡ οι δίφθογγος ἐκθλιβέντος τοῦ υ. τύπτει: πᾶν δεύ‐ τερον πρόσωπον εἰς ς λῆγον ἀποβολῇ τοῦ ς τὸ τρίτον ποιεῖ, ποιεῖς ποιεῖ, ἔλεγες ἔλεγε· περὶ γὰρ τοῦ παρακειμένου καὶ τοῦ ἀορίστου ὕστε‐ ρον ἐροῦμεν.
Δυϊκά. Τύπτετον, τύπτετον. δύο ζητοῦμεν ἐν τοῖς δυϊκοῖς43

4

.

1

.

44

ζητήματα, τὸ μὲν ἕν, διὰ τί μὴ τρία αὐτῶν ἐστι τὰ πρόσωπα, ὡς τῶν ἄλλων ἀριθμῶν, τὸ δὲ ἕτερον, πῶς τὸ δεύτερον καὶ τὸ τρίτον αὐτῶν πρόσωπον ὁμοφωνεῖ; Λέγομεν οὖν ὅτι ἡνίκα τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τὸ μ ἔχει ἐπὶ τῆς τελευταίας συλλαβῆς, ἀπολείπει τὸ πρῶτον
5πρόσωπον τῶν δυϊκῶν, καὶ λοιπὸν ἐξ ἀνάγκης δύο εὑρίσκονται, δεύ‐ τερόν τε καὶ τρίτον· περὶ δὲ τῆς συνεμπτώσεως τῶν δύο τοῦτό φαμεν, ὅτε τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν εἰς σι ἢ εἰς ται λήγει, ὁμο‐ φωνοῦσι τὰ δεύτερα καὶ τρίτα τῶν δυϊκῶν, ὅτε δὲ μὴ οὕτως ἔχει, διαλ‐ λάσσουσι· τὰ δὲ παραδείγματα ἐπὶ πάσης τῆς κλίσεως φανερωθήσεται.
10Γέγονεν οὖν τὸ μὲν δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πλη‐ θυντικῶν τροπῇ τοῦ τέλους εἰς τον, ποιεῖτε ποιεῖτον, λέγετε λέγετον· τὸ δὲ τρίτον ὁμοφωνεῖ τῷ δευτέρῳ, ἐπεὶ εἰς σι λήγει τὸ τρίτον τῶν πληθυντικῶν τὸ τύπτουσι. Πληθυντικά. Τύπτομεν: ἐνεστώτων καὶ μελλόντων τῆς τελευ‐
15ταίας συλλαβῆς τῆς γενικῆς τῆς μετοχῆς ἀποβαλλομένης τῆς τος πρό τε τοῦ ν λαμβανομένου τοῦ με τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν γίνεται, λέγοντος λέγον λέγομεν, ποιοῦντος ποιοῦν ποιοῦμεν, λέξοντος λέξον λέξομεν· ὁ δὲ κανὼν ἐν τοῖς εἰς μι μάλιστα χρειώδης ἡμῖν ὀφθή‐ σεται, τιθέντος τίθεμεν, διδόντος δίδομεν. τύπτετε: τὰ εἰς μεν πλη‐
20θυντικὰ τροπῇ τῆς μεν εἰς τε τὸ δεύτερον ποιοῦσιν, τὴν δὲ παραλή‐ γουσαν οὐ τρέπουσι μὲν ὅτε εἰς ς λήγει ἡ μετοχή, ὡς ἐπὶ παρακειμένου ὑπερσυντελίκου ἀορίστου πρώτου, τρέπουσι δὲ ὅτε οὐκ εἰς ς, ὡς ἐπὶ
ἐνεστῶτος παρατατικοῦ μέλλοντος καὶ ἀορίστου δευτέρου. τύπτουσι:44

4

.

1

.

45

ἐνεστώτων καὶ μελλόντων ὁμόφωνόν ἐστι τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν τῇ δοτικῇ πληθυντικῇ τῶν ἰδίων μετοχῶν· ὁ δὲ λόγος διήκει καὶ ἐπὶ τῶν εἰς μι, τοῖς τύπτουσι τύπτομεν τύπτετε τύπτουσι, τοῖς τιθεῖσι τίθεμεν τίθετε τιθεῖσι· σεσημείωται τὸ φασίν, ὅτι τῆς μετοχῆς
5βαρυνομένης τὸ ῥῆμα ὠξύνθη. Παρατατικοῦ Ἑνικά. Ἔτυπτον: ἡ γενικὴ τῆς μετοχῆς τοῦ ἐνεστῶτος ἀπο‐ βάλλουσα τὴν ἐσχάτην συλλαβὴν καὶ τὴν ἄρχουσαν αὔξουσα χρονικῶς ἢ συλλαβικῶς τὸν παρατατικὸν ποιεῖ· ἀλλ’ εἰ μὲν ἀπὸ συμφώνου ἄρχοιτο
10τὸ θέμα, προσόδῳ τοῦ ε αὔξεται ἡ ἄρχουσα τοῦ παρατατικοῦ, λέγοντος ἔλεγον, ποιοῦντος ἐποίουν· εἰ δ’ ἀπὸ τοῦ ρ ἄρχοιτο, καὶ ἕτερον ρ προσλαμβάνει ὁ παρατατικός, ῥάπτω ἔρραπτον· εἰ δ’ ἀπὸ φωνήεντος ἄρχοιτο ὁ ἐνεστώς, χρονικῶς αὔξεται ὁ παρατατικός. Ἑπτὰ γὰρ ὄντων τῶν φωνηέντων τέσσαρα μέν εἰσιν ἀμετάβολα ἐν τοῖς παρῳχημένοις,
15η ω ι υ, ἡβῶ ἥβων, ὠθῶ ὤθουν, ἰξεύω ἴξευον, ὑδρεύω ὕδρευον, τρία δὲ μεταβολικά, α ε ο, ὧν τὸ μὲν α εἰς η τρέπεται, ἄγω ἦγον, τὸ δὲ ε ποτὲ μὲν εἰς η τρέπεται, ἐλέγχω ἤλεγχον, ποτὲ δὲ τὸ ι προσλαμ‐ βάνει, ἔχω εἶχον, τὸ δὲ ο εἰς ω, ὀμνύω ὤμνυον. Τῶν δὲ διφθόγγων ἡ ει καὶ ἡ ου οὐ τρέπονται, ὡς τὸ εἰκάζω εἴκαζον, οὐρῶ οὔρουν, αἱ
20δὲ λοιπαὶ εἰς τὰ οἰκεῖα μεταβάλλονται, οἴγω ᾦγον, αἰσχύνομαι ᾐσχυνό‐ μην. Τὰ μέντοι ἀπὸ προθέσεως ἀρχόμενα ῥήματα ἄτρεπτον τηρεῖ τὴν πρόθεσιν, εἰ μὴ κατὰ πλεονασμὸν εἴη, ὡς ἐπὶ τοῦ καθέζομαι ἐκαθεζόμην, ἢ ἀττικῶς κλιθείη, ὡς ἀντιβολῶ ἠντιβόλουν. ἔτυπτες: τὰ εἰς ον
ῥήματα τροπῇ τοῦ ον εἰς ες τὸ δεύτερον ποιεῖ, ἔλεγον ἔλεγες· καὶ τοῦ45

4

.

1

.

46

ἐποίουν τοίνυν τὸ ἐντελὲς ἦν ἐποίεον καὶ ἐποίεες, εἶτα ἐποίεις κατὰ κρᾶσιν, ἐβόαον ἐβόαες ἐβόας, ἐχρύσοον ἐχρύσοες ἐχρύσους. ἔτυπτε: εἴρηται. Δυϊκά. Ἐτύπτετον: εἴρηται. ἐτυπτέτην: τὸ τρίτον τῶν
5δυϊκῶν ἐκ τοῦ ἰδίου δευτέρου γέγονεν ἀμοιβῇ τοῦ ο εἰς η· ἐπεὶ γὰρ τὸ τρίτον τῶν πληθυντικῶν οὔτε εἰς σι ἐστὶν οὔτε εἰς ται, οὐχ ὡμοφώνησαν ἀλλήλοις τὰ δυϊκά. Πληθ. Ἐτύπτομεν: πᾶν πρῶτον πρόσωπον ἑνικὸν εἰς ν λῆγον μὴ ἔχον τὸ μ κλιτικὸν προσόδῳ τοῦ με πληθυντικὸν γίνεται, ἔλεγον
10ἐλέγομεν, ἐποίουν ἐποιοῦμεν· περὶ γὰρ τοῦ ἐτίθην ἐτίθεμεν καὶ τῶν ὁμοίων ἐν τοῖς εἰς μι ἐροῦμεν. Εἴπομεν «μὴ ἔχον τὸ μ κλιτικόν» διὰ τὸ ἐλεγόμην καὶ τὰ ὅμοια· οὐκέτι γὰρ τὰ πληθυντικὰ προσόδῳ τοῦ με ἀπετελέσθη· κλιτικὸν δέ ἐστι τὸ μὴ ὂν ἐκ θέματος ἀλλ’ ἐκ κλίσεως γε‐ γενημένον. ἐτύπτετε: εἴρηται. ἔτυπτον: τῶν τεσσάρων παρῳχη‐
15μένων, παρατατικοῦ τέ φημι καὶ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ ἀορίστου, ὅσοι μὲν εἶχον τὴν μετοχὴν εἰς ς λήγουσαν καὶ ὀξυνομένην, οὗτοι καὶ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν εἶχον ἰσοσυλλαβοῦν τῷ πρώτῳ, οἷον ἡ τετυφώς παρακειμένου ἐστὶ καὶ ὑπερσυντελίκου μετοχὴ εἰς ς τε οὖσα καὶ ὀξύτονος· ἀμφοτέρων τοίνυν τῶν χρόνων τὰ τρίτα
20πρόσωπα τῶν πληθυντικῶν ἰσοσυλλαβοῦσι τοῖς πρώτοις, τετύφαμεν τετύ‐ φασι, ἐτετύφειμεν ἐτετύφεισαν· ὅσοι δὲ αὐτῶν οὐκ εἶχον τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας, ἐνδέον συλλαβῇ τὸ τρίτον ἔχουσι τοῦ πρώτου καὶ
λῆγον εἰς ἐκείνην τὴν συλλαβήν, ἥ τις ἦν παράληξις τῆς γενικῆς τῆς46

4

.

1

.

47

μετοχῆς· οἷον τοῦ ἔτυπτον ἡ μετοχὴ τύπτων οὐκ εἰς ς ὀξύτονος· τὸ τρίτον τοίνυν τῶν πληθυντικῶν ἐνδεήσει τε συλλαβῇ τοῦ πρώτου καὶ λήξει εἰς τὴν πτον, ἥ τις ἦν παραλήγουσα τῆς τύπτοντος γενικῆς· ὁμοίως καὶ ἐπὶ ἀορίστου τύψας· ἡ μετοχὴ εἰς ς μὲν ἀλλ’ οὐκ ὀξύτονος·
5ἔσται τοίνυν ἐτύψαμεν ἔτυψαν. Παρακειμένου Ἑνικά. Τέτυφα: δύο χρόνοι κατασκευάζουσι τὸν παρακείμενον, ὁ παρατατικὸς τὴν ἄρχουσαν, ὁ δὲ μέλλων τὴν λήγουσαν καὶ τὴν παρα‐ λήγουσαν καὶ τὴν ποσότητα τῶν συλλαβῶν. Πᾶς τοίνυν παρακείμενος
10εἰς α λήγει, παραλήγεται δὲ ἢ τῷ κ ἢ τῷ φ ἢ τῷ χ· καὶ ταῦτα ποιεῖται πρὸς τὴν τοῦ μέλλοντος συγγένειαν· ὅτε μὲν γὰρ ὁ μέλλων διὰ τοῦ ς, ὁ παρακείμενος διὰ τοῦ κ, πείθω πείσω πέπεικα· ὅτε δὲ διὰ τοῦ ψ, ὁ παρακείμενος διὰ τοῦ φ, λείβω λείψω λέλειφα· ὅτε δὲ διὰ τοῦ ξ, ὁ παρακείμενος διὰ τοῦ χ, λέγω λέξω λέλεχα· ὅτε δὲ διὰ ἀμεταβόλου ὁ
15μέλλων, ὁ παρακείμενος δι’ αὐτοῦ καὶ τοῦ κ, κείρω κερῶ κέκαρκα, πλὴν τῶν ἡμαρτημένων, τοῦ νενέμηκα καὶ τῶν ὁμοίων. Παραλήγουσαν δὲ τὴν αὐτὴν ἔχει τῷ μέλλοντι ὁ παρακείμενος, λέξω λέλεχα, πλὴν τῶν δισυλλάβων τῆς πέμπτης συζυγίας, ὅτε τῷ ε παραλήγεται· τότε
γὰρ εἰς α τρέπεται, κερῶ κέκαρκα. Ἡ δὲ ἄρχουσα, ὡς ἔφαμεν, ἐκ τοῦ47

4

.

1

.

48

παρατατικοῦ γίνεται· καὶ ὅτε μὲν ὁ παρατατικὸς ἀπὸ μακρᾶς ἄρχεται φύσει ἢ θέσει, ἀπὸ τῆς αὐτῆς ἄρχεται ὁ παρακείμενος, ἠγόραζον ἠγό‐ ρακα, ἔφθειρον ἔφθαρκα· ἐὰν δὲ ἀπὸ βραχείας ἄρχηται ὁ παρατατικός, ἀναδιπλασιάζεται ὁ παρακείμενος, ἔλεγον λέλεχα· ὥστε καὶ ὁ ἔπλεον
5βραχεῖαν ἔχει τὴν ἄρχουσαν τῷ λόγῳ τῆς κοινῆς· διὸ ἀνεδιπλασίασεν τὸν πέπλευκα· ὁμοίως καὶ ὁ ἔγραφον γέγραφα· τὰ μέντοι ἀπὸ τοῦ ρ ἀρχόμενα συνάρχεται τοῖς ἰδίοις παρατατικοῖς, ῥαπίζω ἐρράπιζον ἐρρά‐ πικα, ἔρραπτον ἔρραφα· τὸ γὰρ 〈ζ 59〉 ῥερυπωμένα κεῖται ποιη‐ τικῶς. Ἰστέον δὲ ὡς πᾶς μέλλων ἀπὸ φωνήεντος ἀρχόμενος ἰσο‐
10σύλλαβον ἔχει τὸν παρακείμενον, ἀγοράσω ἠγόρακα, ἐλεήσω ἠλέηκα, ἀπὸ δὲ συμφώνου μιᾷ πλεονάζοντα, τύψω τέτυφα, ποιήσω πεποίηκα, πλὴν τοῦ μενῶ νεμῶ. τέτυφας: τὰ εἰς α λήγοντα πρῶτα πρόσωπα προσ‐ θέσει τοῦ ς τὸ δεύτερον ποιεῖ, ἔλεξα ἔλεξας, πεποίηκα πεποίηκας. Εἰ δέ τις λέγοι εἰς ες ταῦτα λήγειν, ἵνα τῇ ἀποβολῇ τοῦ ς τὸ τρίτον
15ποιῶσιν, ἴστω ὡς καθόλου τῶν παρῳχημένων ἡ παραλήγουσα τοῦ δευ‐ τέρου προσώπου τῶν πληθυντικῶν λήγουσα γίνεται τοῦ δευτέρου τῶν ἑνικῶν, ἐποιεῖτε ἐποίεις, ἐβοᾶτε ἐβόας, ἐλελέχειτε ἐλελέχεις· εἰ τοίνυν γεγράφατε καὶ γέγραφας, ἐλέξατε καὶ ἔλεξας. τέτυφε: ἔδει μὲν τῷ κοινῷ λόγῳ τὸ δεύτερον κατὰ ἀποβολὴν τοῦ ς ποιεῖν τὸ τρίτον, ἀλλ’
20ἐπεὶ οὐκ ἐνεδέχετο κατὰ τὴν αὐτὴν διάλεκτον καὶ τὸν αὐτὸν ἀριθμὸν ὁμοφωνεῖν τὸ τρίτον τῷ πρώτῳ προσώπῳ, καὶ τροπὴ παρηκολούθησε τοῦ α εἰς ε. Δυϊκά. Τετύφατον, τετύφατον: εἴρηται. Πληθ. Τετύφαμεν: τὰ εἰς α ἑνικὰ προσθέσει τῆς μεν πληθυντικὰ
25γίνεται, ἔλεξα ἐλέξαμεν, πεποίηκα πεποιήκαμεν. τετύφατε, τετύ‐48

4

.

1

.

49

φασι: εἴρηται μὲν διὰ τί ἰσοσυλλαβεῖ τῷ πρώτῳ, εἰς σι δὲ λήγει μιμού‐ μενος τὸν ἐνεστῶτα· καὶ αὐτὸς γὰρ παρὰ πολλοῖς ἐνεστὼς συντελικός ὀνομάζεται. Περὶ Ἀττικοῦ παρακειμένου
5 Ὅτε τὸ ῥῆμα ἄρχεται ἀπὸ τοῦ αεο, ποιοῦσιν Ἀττικοὶ ἴδιον παρακείμενον οὕτω· τὰ ἀρκτικὰ τοῦ ἐνεστῶτος δύο γράμματα προστι‐ θέασι τῷ κοινῷ παρακειμένῳ καὶ τὴν τρίτην συλλαβὴν συστέλλουσιν, ἀλείφω ἤλειφα ὁ κοινός, ἀλήλιφα ὁ Ἀττικός, ἐλεύθω ἤλευθα ὁ κοινός, ἐλήλυθα ὁ Ἀττικός, ὀμῶ ὤμοκα ὁ κοινός, ὀμώμοκα ὁ Ἀττικός.
10Μέσου παρακειμένου Ἑνικά. Τέτυπα: τρεῖς εἰσιν αἱ διαθέσεις τῶν ῥημάτων, ἐνέργεια πάθος μεσότης· ἑκάστη δὲ αὐτῶν ἀνὰ ἓξ ἔχει χρόνους· ὥσπερ οὖν, εἴ τις τριγενὲς ὄνομα κλίνοι, καθ’ ἕκαστον γένος τὰς πέντε πτώσεις λέγει καὶ οὐκ ἀναμίσγει τὰς τοῦ ἀρσενικοῦ τῷ θηλυκῷ, οὕτω καὶ ἐνταῦθα
15ἔδει ἡμᾶς ἑκάστην διάθεσιν ἀνὰ μέρος κλίνοντας λέγειν πρῶτον τῆς ἐνεργητικῆς τοὺς χρόνους, εἶτα τῆς παθητικῆς, καὶ τρίτον τῆς μέσης. Ἀλλὰ τοῖς ἀρχαιοτέροις τῶν γραμματικῶν οὐκ ἔδοξεν οὕτως, ἀλλὰ τοὺς χρόνους τῆς μέσης κατεμέρισαν τῇ τε ἐνεργητικῇ καὶ παθητικῇ, παρακειμένους μὲν τῆς μέσης καὶ ὑπερσυντελίκους συγκαταλέγοντες τῇ
20ἐνεργητικῇ, ἐπεὶ καὶ σχεδὸν ὁμόφωνοι ἦσαν τοῖς παρακειμένοις καὶ ὑπερσυντελίκοις τῶν ἐνεργητικῶν, ἀορίστους δὲ καὶ μέλλοντας τῆς μέσης συγκαταλέγοντες τῇ παθητικῇ, ἐπεὶ ὁμοιοκατάληκτοι ἦσαν τοῖς ἀορίστοις καὶ μέλλουσι τῶν παθητικῶν· ἐνεστῶτας δὲ καὶ παρατατικοὺς τῆς μέσης ἀμνημονεύτους εἴασαν, ἐπεὶ οἱ αὐτοί εἰσι τοῖς ἐνεστῶσι καὶ παρατατικοῖς
25τῶν παθητικῶν· τὸ γὰρ κολάζομαι πρὸς τὴν σύνταξιν ἔχει τὴν διάθεσιν· ἐὰν γὰρ εἴπῃς κολάζομαι ὑπ’ αὐτοῦ, παθητικόν ἐστιν, ἐὰν δὲ κολάζομαι αὐτόν, μέσον· ὁμοίως καὶ ὁ ἐκολαζόμην παρατατικός. Ὁ μέσος τοίνυν
παρακείμενος τὴν μὲν ἄρχουσαν τὴν αὐτὴν ἔχει τῷ ἐνεργητικῷ παρα‐49

4

.

1

.

50

κειμένῳ καὶ εἰς α λήγει, πρὸ δὲ τοῦ α τὸ σύμφωνον ἔχει τοῦ ἐνεστῶτος, ὅταν ᾖ ἓν ἁπλοῦν, πείθω πέποιθα, χαίνω κέχηνα· εἰ δὲ δύο σύμφωνα ἔχοι ὁ ἐνεστώς, δι’ οὗ τὸ ῥηματικὸν ὄνομα ἐκφέρεται, διὰ τούτου καὶ ὁ μέσος παρακείμενος, κόπτω κοπή κέκοπα, σκάπτω σκαφή ἔσκαφα· εἰ
5δὲ διὰ δύο ἀμεταβόλων εἴη ὁ ἐνεστώς, διὰ τοῦ προτέρου ὁ μέσος παρα‐ κείμενος, τέμνω τέτομα· εἰ δὲ εἴη διὰ τοῦ ζ ἢ δύο σς ὁ ἐνεστώς, τότε ὁ μέσος παρακείμενος ἀκολουθήσει τῷ μέλλοντι· κἂν μὲν ὁ μέλλων διὰ τοῦ ς, ὁ μέσος παρακείμενος διὰ τοῦ δ, φράζω φράσω πέφραδα, εἰ δὲ ὁ μέλλων διὰ τοῦ ξ, ὁ μέσος παρακείμενος διὰ τοῦ γ, πλήσσω πλήξω
10πέπληγα. Παραλήγουσαν δὲ τὴν αὐτὴν ἔχει τῷ ἐνεργητικῷ ὁ μέσος παρακείμενος, οἷον νένηκα νένηθα, εἰ μή πω ἐν δισυλλάβῳ μέλλοντι τὸ ε εὑρεθείη ἢ μόνον ἢ μετὰ τοῦ ι· τότε γὰρ εἰς ο αὐτὸ τρέπει ὁ μέσος, λέγω λέξω λέλογα, κείρω κερῶ κέκορα, πείθω πείσω πέποιθα· ἀλλὰ κἂν ὁ ἐνεστὼς τῇ αι διφθόγγῳ παραλήγοιτο, τρέπει αὐτὴν ὁ μέσος εἰς
15η, χαίνω κέχηνα, φαίνω πέφηνα. τέτυπας, τέτυπε: εἴρηται. Δυϊκά. Τετύπατον, τετύπατον. Πληθ. Τετύπαμεν, τετύπατε, τετύπασι. Ὑπερσυντελίκου Ἑνικά. Ἐτετύφειν: πᾶς παρακείμενος τρέπων τὸ α εἰς ειν ὑπερ‐
20συντέλικον ποιεῖ· εἰ δ’ ἀπὸ συμφώνου ἄρχοιτο, καὶ τὴν ἄρχουσαν ἐκτείνει προσόδῳ τοῦ ε· εἰ γὰρ ἀπὸ φωνήεντος, ἡ αὐτὴ ἀρχὴ καὶ ἐπὶ τοῦ ὑπερ‐ συντελίκου, οἷον λέλεχα ἐλελέχειν, ἔφθαρκα ἐφθάρκειν. ἐτετύφεις: πᾶν πρῶτον πρόσωπον εἰς ν λῆγον μετὰ φυσικῆς μακρᾶς μὴ ἔχον τὸ
μ κλιτικὸν τροπῇ τοῦ ν εἰς ς τὸ δεύτερον ποιεῖ, ἐδάρην ἐδάρης, ἐτετύ‐50

4

.

1

.

51

φειν ἐτετύφεις· πρόσκειται «μετὰ φυσικῆς μακρᾶς» διὰ τὸ ἐποίουν ἐποίεις καὶ πάντας τοὺς ἀπὸ περισπωμένων παρατατικούς· τούτων γὰρ αἱ ἐπὶ τέλους δίφθογγοι οὐκ ἦσαν φυσικαὶ ἀλλ’ ἐκ συναιρέσεως, διὸ ἐτράπησαν. Πῶς οὖν τὸ ἐχρύσουν ἐχρύσους οὐκ ἐτράπη; ἐπεὶ τὸ ἐντελὲς
5ἦν ἐχρύσοον ἐχρύσοες, καὶ τὰ δύο δὲ οο εἰς τὴν ου δίφθογγον κιρνᾶται, ὡς νόος νοῦς, καὶ τὸ οε ὁμοίως, ὡς τὸ ἐμόν τοὐμόν. Πρόσκειται δὲ τῷ κανόνι «μὴ ἔχον τὸ μ κλιτικόν» διὰ τὸ ἐλεγόμην ἐλέγου καὶ τὰ ὅμοια. ἐτετύφει. Δυϊκά. Ἐτετύφειτον, ἐτετυφείτην: εἴρηται.
10 Πληθ. Ἐτετύφειμεν, ἐτετύφειτε, ἐτετύφεισαν: τὰ εἰς μεν πληθυντικὰ ἀπὸ τῶν εἰς ν φύσει μακροκαταλήκτων κεκλιμένα εἰς σαν ποιεῖ τὸ τρίτον, ἔγνων ἔγνωμεν ἔγνωσαν, δαρείην δαρείημεν δαρείησαν. Μέσου ὑπερσυντελίκου Ἑνικά. Ἐτετύπειν: ὥσπερ ὁ ἐνεργητικὸς παρακείμενος ποιεῖ
15τὸν ἐνεργητικὸν ὑπερσυντέλικον, οὕτω καὶ ὁ μέσος παρακείμενος τὸν μέσον ὑπερσυντέλικον ποιεῖ, λέλογα ἐλελόγειν. ἐτετύπεις, ἐτε‐ τύπει. Δυϊκά. Ἐτετύπειτον, ἐτετυπείτην. Πληθ. Ἐτετύπειμεν, ἐτετύπειτε, ἐτετύπεισαν.
20Ἀορίστου πρώτου Ἑνικά. Ἔτυψα: πᾶς μέλλων ἀμείβων τὸ τελευταῖον ω εἰς α καὶ τὴν ἄρχουσαν ἐκτείνων χρονικῶς ἢ συλλαβικῶς ἀόριστος γίνεται, κόψω ἔκοψα, ἀγοράσω ἠγόρασα· εἰ μέντοι περισπῷτο ὁ μέλλων, καὶ τὴν παρα‐ λήγουσαν αὐτοῦ ἐκτείνει ὁ ἀόριστος, κερῶ ἔκειρα, τελῶ ἔτειλα. ἔτυψας,
25ἔτυψε.51

4

.

1

.

52

Δυϊκά. Ἐτύψατον, ἐτυψάτην. Πληθ. Ἐτύψαμεν, ἐτύψατε, ἔτυψαν. Ἀορίστου δευτέρου Ἑνικά. Ἔτυπον: ὁ δεύτερος ἀόριστος μόνῃ φωνῇ διενήνοχε τοῦ
5πρώτου, σημαινομένῳ δὲ ὁ αὐτός ἐστιν, ὥσπερ καὶ ἐπὶ ὀνομάτων· ὁ γὰρ πρῶτος καὶ δεύτερος τύπος τῶν ὑπερθετικῶν φωνῇ μόνον, οὐ ση‐ μασίᾳ διενηνόχασι· τὸ γὰρ ταχύτατος ἢ τάχιστος οὐδὲν διαφέρουσιν ὅσον γε περὶ τὸ σημαινόμενον. Πᾶς τοίνυν δεύτερος ἀόριστος ἀπὸ τῶν εἰς ω κεκλιμένος συνάρχεται μὲν τῷ πρώτῳ ἀορίστῳ, εἰς ον δὲ λήγει
10καὶ πρὸ τῆς ον ἔχει τὸ σύμφωνον τοῦ μέσου παρακειμένου, τέτυπα ἔτυπον· καὶ ἀπὸ μὲν βαρυτόνων θεμάτων τῷ πρώτῳ ἰσοσυλλαβεῖ, ἔνυξα ἔνυγον, ἀπὸ δὲ περισπωμένων μιᾷ αὐτοῦ ἐνδεῖ, ἐμύκησα ἔμυκον. Ἔτι δὲ ἀπὸ μὲν βαρυτόνων ἀεὶ βραχείᾳ παραλήγεται, πείθω ἔπιθον, δήκω ἔδακον, τρώγω ἔτραγον· κἄν που τύχῃ τὸ ε σὺν ἀμεταβόλῳ, εἰς α
15αὐτὸ τρέπει, πλέκω ἔπλακον, τρέπω ἔτραπον· ἀπὸ δὲ περισπωμένων διφορεῖται ἡ παραλήγουσα πῇ μὲν συστελλομένη, ληκῶ ἔλακον, πῇ δὲ ἡ αὐτὴ μένουσα, χραισμῶ ἔχραισμον, ὀλισθῶ ὤλισθον. ἔτυπες, ἔτυπε. Δυϊκά. Ἐτύπετον, ἐτυπέτην.
Πληθ. Ἐτύπομεν, ἐτύπετε, ἔτυπον.52

4

.

1

.

53

Μέλλοντος πρώτου Ἑνικά. Τύψω: πᾶς μέλλων ἐνεργητικὸς εἰς ω λήγει καὶ συνάρ‐ χεται τῷ ἐνεστῶτι, πλὴν τοῦ τρέφω θρέψω καὶ τρέχω θρέξω καὶ τοῦ ἔχω ἕξω· καὶ ἀπὸ μὲν βαρυτόνων ἰσοσυλλαβεῖ αὐτῷ, πλέκω πλέξω, ἀπὸ
5δὲ περισπωμένων μιᾷ περιττεύει, ποιῶ ποιήσω. Παραλήγεται δὲ ἡ μὲν πρώτη τῶν βαρυτόνων τῷ ψ, τύψω, ἡ δὲ δευτέρα τῷ ξ, λέξω, ἡ δὲ τρίτη τῷ ς, πείσω, ἡ δὲ τετάρτη τῷ ςξ, ὀρύξω φράσω· διφορεῖται γάρ· ἡ πέμπτη τὰ ἀμετάβολα τηρεῖ μετὰ συστολῆς τῆς παραληγούσης καὶ περισπωμένου τόνου, σπείρω σπερῶ, ψάλλω ψαλῶ· ἡ ἕκτη τῷ ς,
10ἱππεύσω· οἱ δὲ ἀπὸ περισπωμένων ἀεὶ μὲν εἰς ω λήγουσιν, παραλήγεται δὲ ἡ μὲν πρώτη τῷ η ἢ τῷ ε, νοήσω τελέσω, ἡ δὲ δευτέρα τῷ η ἢ τῷ α, βοήσω ἐάσω, ἡ δὲ τρίτη τῷ ω ἢ τῷ ο, γυψώσω ἀρόσω. τύ‐ ψεις, τύψει. Δυϊκά. Τύψετον, τύψετον.
15 Πληθ. Τύψομεν, τύψετε, τύψουσιν. Μέλλοντος δευτέρου Ἑνικά. Τυπῶ: πᾶς δεύτερος ἀόριστος τὴν ον εἰς ω μεταβαλὼν καὶ τὴν ἐν ἀρχῇ κλιτικὴν ἔκτασιν ἀποβαλὼν δεύτερον μέλλοντα ποιεῖ πάντως περισπώμενον καὶ τὸ δεύτερον πρόσωπον ἔχοντα διὰ τῆς ει
20διφθόγγου. τυπεῖς, τυπεῖ. Δυϊκά. Τυπεῖτον, τυπεῖτον.
Πληθ. Τυποῦμεν, τυπεῖτε, τυποῦσιν.53

4

.

1

.

54

Περὶ παθητικῶν. Ἑνικά. Τύπτομαι: πᾶς ἐνεστὼς ὁριστικὸς εἰς ω λήγων ἀμοιβῇ τοῦ ω εἰς ο καὶ προσθέσει τῆς μαι τὸ παθητικὸν ποιεῖ, λέγω λέγομαι· πάλιν τὰ περισπώμενα ἀπὸ τῶν ἐντελεστέρων συναιρούμενα διαφόρως
5ποιεῖ τὴν παραλήγουσαν, ποιέω ποιέομαι ποιοῦμαι, βοάω βοάομαι βοῶμαι, χρυσόω χρυσόομαι χρυσοῦμαι. τύπτῃ: πᾶν πρῶτον πρόσωπον ἔχον τὸ μ κλιτικὸν τοῦ τρίτου προσώπου τὸ τ ἤτοι τρέπον εἰς ς ποιεῖ τὸ δεύτερον, ὡς τὸ πεποίημαι πεποίησαι πεποίηται, ἢ ὑποστέλλον τὸ τ τοῦ τρίτου καὶ κρᾶσιν ποιούμενον τῶν φωνηέντων, ὡς τὸ τύπτομαι
10τύπτῃ τύπτεται· καὶ ὅσα μὲν εἶχον τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς ὀξύ‐ τονον, ἐκεῖνα τροπῇ τοῦ τ εἰς ς ποιεῖ τὸ δεύτερον, ὅσα δὲ μὴ εἰς ς ὀξύτονον, ἐκεῖνα ἐνδείᾳ τοῦ τ καὶ κράσει· ὁ δὲ λόγος καὶ ἐπὶ τῶν εἰς μι. Ποιοῦνται τοίνυν τὴν μὲν τροπὴν ἐν μὲν τοῖς εἰς ω παρακείμενοι καὶ ὑπερσυντέλικοι, τὴν δὲ ἔνδειαν καὶ κρᾶσιν ἐνεστῶτες παρατατικοὶ
15ἀόριστοι μέσοι καὶ μέλλοντες ἅπαντες· ἐν δὲ τοῖς εἰς μι πάντες τῇ τροπῇ γίνονται πλὴν τῶν μελλόντων καὶ τοῦ πρώτου μέσου ἀορίστου· ἔστιν γὰρ ἔστησα καὶ στήσας ἡ μετοχὴ βαρυτόνως· ἦν οὖν τύπτεται, ὑποστολῇ τοῦ τ τύπτεαι, καὶ κράσει τοῦ εα εἰς η, ὡς βέλεα βέλη, τύπτῃ, καὶ μένει τὸ ι μὴ ἐκφωνούμενον διὰ τὸ μέγεθος τοῦ η. τύπτεται:
20τὰ εἰς μαι ἔχοντα τὸ μ κλιτικὸν τροπῇ τῆς μαι εἰς ται τὸ τρίτον ποιεῖ, τρέποντα τὴν παραλήγουσαν ἔνθα μὴ ἔστιν ἡ ἐνεργητικὴ μετοχὴ εἰς ς. Δυϊκά. Τυπτόμεθον: ἐκ τοῦ πρώτου τῶν πληθυντικῶν τροπῇ τῆς θα εἰς θον. τύπτεσθον: ἐκ τοῦ δευτέρου τῶν πληθυντικῶν τροπῇ τῆς θε εἰς θον. τύπτεσθον: εἴρηται.
25Πληθ. Τυπτόμεθα: πᾶν πρῶτον πρόσωπον ἔχον τὸ μ κλιτικὸν54

4

.

1

.

55

μετὰ μακρᾶς τροπῇ τῆς τελευταίας εἰς μεθα τὸ πληθυντικὸν ποιεῖ, λέγομαι λεγόμεθα, ἐλεγόμην ἐλεγόμεθα, λέλεγμαι λελέγμεθα, καὶ ἐπὶ τῶν ὁμοίων· πρόσκειται «μετὰ μακρᾶς,» ἐπεὶ τὰ εἰς μι πάντα ὁριστικά τε καὶ εὐκτικὰ κλιτικὸν μὲν ἔχουσι τὸ μ, οὐ ποιοῦσι δὲ εἰς μεθα τὸ πληθυντικόν.
5τύπτεσθε: πᾶν τρίτον ἑνικὸν ἔχον τὸ τ κλιτικὸν τροπῇ τῆς τελευταίας συλλαβῆς εἰς θε δεύτερον πληθυντικὸν ποιεῖ· ἀλλ’ εἰ μὲν καθαρεύοι τὸ τ, καὶ ς προσλαμβάνει τὸ πληθυντικόν, λέγεται λέγεσθε, ἐλέγετο ἐλέγεσθε, εἰ δὲ συμφώνῳ παραλήγοιτο, τοῦτο τηρεῖται, πλὴν εἰ μή πω ψιλὸν ὂν διὰ ἀσυνταξίαν εἰς δασὺ τραπείη, οἷον κέκαρται κέκαρθε, τέτιλται
10τέτιλθε· νένυκται δὲ νένυχθε καὶ τέτυπται τέτυφθε. τύπτονται: πᾶν τρίτον ἑνικὸν ἔχον τὸ τ κλιτικὸν πρὸ τοῦ τ δεχόμενον τὸ ν καὶ τὴν παραλήγουσαν φυλάσσον τοῦ πρώτου προσώπου τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ποιεῖ, οἷον λέγεται λέγονται ὅτι λέγομαι, ἵσταται δὲ ἵστανται καὶ ἐδίδοτο ἐδίδοντο.
15Παρατατικοῦ Ἑνικά. Ἐτυπτόμην: πᾶς ἐνεστὼς παθητικὸς τρέπων τὴν μαι εἰς μην καὶ τὴν ἄρχουσαν ἐκτείνων χρονικῶς ἢ συλλαβικῶς τὸν παρατατικὸν ποιεῖ, λέγομαι ἐλεγόμην, αἰδοῦμαι ᾐδούμην. ἐτύπτου: καὶ τοῦτο ἀπὸ τοῦ τρίτου γέγονε τοῦ ἐτύπτετο ἐνδείᾳ τοῦ τ καὶ κράσει τοῦ εο εἰς
20τὴν ου δίφθογγον, ἐτύπτετο ἐτύπτου. ἐτύπτετο: πᾶν πρῶτον πρόσ‐ ωπον εἰς μην λῆγον τροπῇ τῆς μην εἰς το τὸ τρίτον ποιεῖ· τὴν δὲ παρα‐ λήγουσαν τρέπει, ὅταν μὴ ἔχῃ τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς ὀξύτονον. Δυϊκά. Ἐτυπτόμεθον, ἐτύπτεσθον, ἐτυπτέσθην.
Πληθ. Ἐτυπτόμεθα, ἐτύπτεσθε, ἐτύπτοντο.55

4

.

1

.

56

Παρακειμένου Ἑνικά. Τέτυμμαι: ὁ παθητικὸς παρακείμενος ἐκ τοῦ ἐνεργητικοῦ γίνεται τροπῇ τοῦ τέλους εἰς μαι, πεποίηκα πεποίημαι· καὶ οἱ μὲν εἰς φα ἐνεργητικοὶ καὶ ἄλλο μ προσλαμβάνουσιν, νένιφα νένιμμαι, τέτυφα
5τέτυμμαι· οἱ δὲ εἰς χα τὸ γ, λέλεχα λέλεγμαι, νένυχα νένυγμαι· οἱ δὲ εἰς κα εἰ μὲν εἶεν ἀπὸ περισπωμένων, πρὸς τὴν παραλήγουσαν κανονί‐ ζονται· βραχείας γὰρ οὔσης τῆς παραληγούσης προσλαμβάνει ὁ παθητι‐ κὸς τὸ ς, τετέλεκα τετέλεσμαι, γεγέλακα γεγέλασμαι, μακρᾶς δὲ οὐ προσ‐ τίθεται τὸ ς, πεποίηκα πεποίημαι, νενόηκα νενόημαι· ὅτε μέντοι ἐστὶν
10ἀπὸ βαρυτόνων θεμάτων ὁ εἰς κα παρακείμενος, τὸ ς προσλαμβάνει ἐν τοῖς παθητικοῖς, πλὴν τῆς πέμπτης συζυγίας καὶ ὀλίγων τῆς ἕκτης, νέ‐ νηκα νένησμαι, πέφρακα πέφρασμαι· τέτιλκα δὲ τέτιλμαι καὶ ἵππευκα ἵππευμαι. Μηδεὶς δὲ οἰέσθω ἀπὸ τοῦ ἔρραγκα ἔρραμμαι, μεμίαγκα με‐ μίαμμαι τὸν παθητικὸν παρακείμενον ἕτερον μ προσειληφέναι· τὸ γὰρ
15μ τοῦτο οὐκ ἔστι κλιτικὸν ἀλλὰ θεματικόν ἐστι, πρὸς τὰς συντάξεις τῶν συμφώνων τρεπόμενον ὁτὲ μὲν εἰς γ, ὡς ἐν τῷ ἔρραγκα, ὁτὲ δὲ εἰς μ, ὡς ἐν τῷ ἔρραμμαι· ὁ μέντοι κέκλεικα, ὀφείλων ἐν τῷ κέκλεισμαι προσ‐ λαμβάνειν τὸ ς, κέκλειμαι λέγεται παρὰ πᾶσιν Ἕλλησιν· ὁμοίως καὶ ἀπὸ τοῦ ἐλήλακα ἐλήλαμαι, οὐκ ἐλήλασμαι. τέτυψαι: εἴπομεν ποῖα τῶν
20ἐχόντων τὸ μ κλιτικὸν τροπῇ τοῦ τ εἰς ς ποιεῖ τὸ δεύτερον, καὶ ποῖα ἐνδείᾳ καὶ κράσει· τοῦ τοίνυν τέτυπται τρέποντος τὸ τ εἰς ς γίνεται πς, ἃ συγκιρνώμενα εἰς ψ· τὸ γὰρ ψ ἐκ τοῦ π καὶ ς· ποιεῖ τὸ τέτυ‐ ψαι, ὡς καὶ τὸ νένυκται νένυξαι. τέτυπται: ἔδει μὲν τρεπομένου
τοῦ μαι εἰς ται ἀπὸ τοῦ τέτυμμαι εἶναι τὸ τρίτον τέτυμται· ἀλλ’ ἐπεὶ56

4

.

1

.

57

ψιλὰ ψιλῶν ἡγεῖται καὶ δασέα δασέων, εἰς τὸ ἀντίστοιχον τοῦ τ μετα‐ βέβληται τὸ μ. Δυϊκά. Τετύμμεθον, τέτυφθον, τέτυφθον. Πληθ. Τετύμμεθα, τέτυφθε: εἴπομεν ὡς ἀπὸ τοῦ τρίτου τῶν
5ἑνικῶν γίνεται τὸ δεύτερον τῶν πληθυντικῶν τροπῇ τῆς ἐσχάτης εἰς θε· εἰ δὲ ψιλῷ παραλήγοιτο, τρέπεται εἰς δασὺ διὰ τὴν ἀσυνταξίαν. τετυμμένοι εἰσί: πᾶν τρίτον ἑνικὸν ἔχον πρὸ τοῦ τ σύμφωνον, διὰ τὸ μὴ δύνασθαι δέξασθαι πρὸ τοῦ τ τὸ ν οὐ ποιεῖ τρίτον πληθυν‐ τικόν, ἀλλὰ διὰ μετοχῆς αὐτὸ καὶ τοῦ εἰσί ῥήματος ἀναπληροῖ ἡ χρῆσις.
10Καὶ ἰακῶς τετύφαται: πᾶν τρίτον ἑνικὸν ἔχον πρὸ τοῦ τ ψιλὸν τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ καὶ προσθήκῃ τοῦ α ποιοῦσιν Ἴωνες τρίτον πλη‐ θυντικόν, νένιπται νενίφαται, λέλεκται λελέχαται· εἰ μέντοι εἴη τὸ κοι‐ νὸν διὰ τοῦ στ ἀπὸ βαρυτόνων, τότε τὸ Ἰωνικὸν ἔχει πρὸ τοῦ αται τὸ χαρακτηριστικὸν τοῦ μέσου παρακειμένου σύμφωνον, πέφρασται πεφρά‐
15δαται, ὅτι πέφραδα· οἱ μέντοι ἀπὸ περισπωμένων φύσει μακρᾷ παρα‐ ληγόμενοι ταύτην συστέλλουσι πρὸ τοῦ αται εἰς τὴν ὀφειλομένην συστο‐
λήν, πεποίηται πεποιέαται.57

4

.

1

.

58

Ὑπερσυντελίκου Ἑνικά. Ἐτετύμμην: πᾶς παρακείμενος παθητικὸς τρέπων τὴν μαι εἰς μην ὑπερσυντέλικος γίνεται, προσλαμβάνων κατ’ ἀρχὴν τὸ ε, εἰ ἀπὸ συμφώνου ἄρχοιτο· εἰ δὲ ἀπὸ φωνήεντος, οὐ δεῖ προσθήκης, λέ‐
5λεγμαι ἐλελέγμην, ἔφθαρμαι ἐφθάρμην. ἐτέτυψο, ἐτέτυπτο. Δυϊκά. Ἐτετύμμεθον, ἐτέτυφθον, ἐτετύφθην. Πληθ. Ἐτετύμμεθα, ἐτέτυφθε, τετυμμένοι ἦσαν: εἰδέναι δεῖ ὡς ἐν μὲν τῷ παρακειμένῳ τετυμμένοι εἰσί φαμέν, ἐν δὲ τῷ ὑπερ‐ συντελίκῳ τετυμμένοι ἦσαν· κοινὴ μὲν γὰρ ἀμφοῖν τοῖν χρόνοιν ἡ
10μετοχή, ἀλλ’ οὐ τὸ ῥῆμα· παρακειμένῳ δὲ οἰκεῖος ὁ εἰσίν ἐνεστὼς καὶ ὑπερσυντελίκῳ ὁ ἦσαν παρῳχημένος. Καὶ ἰακῶς τετύφατο. Ἀορίστου πρώτου Ἑνικά. Ἐτύφθην: τέσσαρας ἀορίστους εὑρίσκομεν ἐν τοῖς παθη‐ τικοῖς, δύο παθητικούς, πρῶτον καὶ δεύτερον, καὶ δύο μέσους, ὁμοίως
15πρῶτον καὶ δεύτερον· γίνεται οὖν ὁ μὲν πρῶτος παθητικὸς οὕτως· πᾶς παρακείμενος παθητικὸς τὴν τελευταίαν τρέπων εἰς θην καὶ τὸ κατ’ ἀρχὰς σύμφωνον ἀποβαλὼν τὸν παθητικὸν πρῶτον ἀόριστον ποιεῖ, τετέλεσμαι ἐτελέσθην, κέκαρμαι ἐκάρθην· εἰ μέντοι εὕροι πρὸ τοῦ μ τὸ
γ ἢ τὸ μ, εἰς ἐκεῖνα αὐτὰ τρέπει τὰ δασέα ἐξ ὧν καὶ μεταβέβληνται,58

4

.

1

.

59

οἷον λέλεχα λέλεγμαι ἐλέχθην, τέτυφα τέτυμμαι ἐτύφθην. ἐτύφθης, ἐτύφθη. Δυϊκά. Ἐτύφθητον, ἐτυφθήτην. Πληθ. Ἐτύφθημεν, ἐτύφθητε, ἐτύφθησαν.
5Ἀορίστου δευτέρου Ἑνικά. Ἐτύπην: πᾶς δεύτερος ἀόριστος ἐνεργητικὸς εἰς ον λή‐ γων τροπῇ τοῦ ο εἰς η παθητικὸς δεύτερος ἀόριστος γίνεται, ἔτυπον ἐτύπην, ἔνυγον ἐνύγην. ἐτύπης, ἐτύπη. Δυϊκά. Ἐτύπητον, ἐτυπήτην.
10 Πληθ. Ἐτύπημεν, ἐτύπητε, ἐτύπησαν. Μέσου ἀορίστου πρώτου Ἑνικά. Ἐτυψάμην: οἱ μέσοι ἀόριστοι ἀπὸ τῶν ἐνεργητικῶν γί‐ νονται προσόδῳ τῆς μην, ὁ πρῶτος ἀπὸ τοῦ πρώτου καὶ ὁ δεύτερος ἀπὸ τοῦ δευτέρου, ἔπεισα ἐπεισάμην, ἔπιθον ἐπιθόμην. ἐτύψω, ἐτύ‐
15ψατο. Δυϊκά. Ἐτυψάμεθον, ἐτύψασθον, ἐτυψάσθην. Πληθ. Ἐτυψάμεθα, ἐτύψασθε, ἐτύψαντο. Μέσου ἀορίστου δευτέρου Ἑνικά. Ἐτυπόμην, ἐτύπου, ἐτύπετο.
20 Δυϊκά. Ἐτυπόμεθον, ἐτύπεσθον, ἐτυπέσθην. Πληθ. Ἐτυπόμεθα, ἐτύπεσθε, ἐτύποντο. Μέλλοντος πρώτου Ἑνικά. Τυφθήσομαι: ὁμοίως τοῖς ἀορίστοις καὶ τοὺς μέλλοντας
τέσσαρας ἔστιν εὑρεῖν ἐν τοῖς παθητικοῖς, δύο παθητικοὺς καὶ δύο μέ‐59

4

.

1

.

60

σους· γίνονται οὖν οἱ μὲν παθητικοὶ μέλλοντες ἀπὸ τῶν παθητικῶν ἀορίστων, οἱ δὲ μέσοι ἀπὸ τῶν ἐνεργητικῶν μελλόντων. Πᾶς παθητικὸς ἀόριστος κατὰ τὸ τρίτον πρόσωπον προσλαβὼν τὸ σομαι καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβαλὼν παθητικὸν μέλλοντα ποιεῖ, ἐτύφθη
5τυφθήσομαι, ἠγοράσθη ἀγορασθήσομαι, εἰκάσθη εἰκασθήσομαι. τυφθήσ, τυφθήσεται. Δυϊκά. Τυφθησόμεθον, τυφθήσεσθον, τυφθήσεσθον. Πληθ. Τυφθησόμεθα, τυφθήσεσθε, τυφθήσονται. Μέλλοντος δευτέρου
10 Ἑνικά. Τυπήσομαι: εἴπομεν ὡς ἀπὸ τοῦ δευτέρου ἀορίστου πα‐ θητικοῦ τρίτου προσώπου γίνεται, ἐνύγη νυγήσομαι, ἐπράθη πραθήσο‐ μαι. τυπήσ, τυπήσεται. Δυϊκά. Τυπησόμεθον, τυπήσεσθον, τυπήσεσθον. Πληθ. Τυπησόμεθα, τυπήσεσθε, τυπήσονται.
15Μέσου μέλλοντος πρώτου Ἑνικά. Τύψομαι: πᾶς μέλλων ἐνεργητικὸς προσλαβὼν τὴν μαι καὶ τρέπων τὸ ω, εἰ μὲν βαρύνοιτο, εἰς ο, εἰ δὲ περισπῷτο, εἰς τὴν ου δίφθογγον, μέσος μέλλων γίνεται, νύξω νύξομαι, νυγῶ νυγοῦμαι, κερῶ κεροῦμαι. τύψ, τύψεται.
20 Δυϊκά. Τυψόμεθον, τύψεσθον, τύψεσθον. Πληθ. Τυψόμεθα, τύψεσθε, τύψονται. Μέσου μέλλοντος δευτέρου Ἑνικά. Τυποῦμαι: εἴπομεν ὡς ἀπὸ τοῦ δευτέρου μέλλοντος ἐνεργητικοῦ γίνεται τροπῇ τοῦ ω εἰς τὴν ου δίφθογγον καὶ προσθήκῃ
25τῆς μαι· κλίσιν δὲ ἔχει ὁμοίαν τοῖς ἐνεστῶσι παθητικοῖς τοῦ ποιοῦμαι
καὶ τῶν ὁμοίων τῆς πρώτης τῶν περισπωμένων. τυπ, τυπεῖται.60

4

.

1

.

61

Δυϊκά. Τυπούμεθον, τυπεῖσθον, τυπεῖσθον. Πληθ. Τυπούμεθα, τυπεῖσθε, τυποῦνται. Μετ’ ὀλίγον μέλλοντος τοῦ καὶ Ἀττικοῦ Ἑνικά. Τετύψομαι: ὁ παθητικὸς παρακείμενος κατὰ τὸ δεύτερον
5ἑαυτοῦ πρόσωπον πρὸ τῆς αι διφθόγγου δεχόμενος τὸ ομ μετ’ ὀλίγον μέλλοντα ποιεῖ, τέτυμμαι τέτυψαι τετύψομαι, νένυγμαι νένυξαι νενύ‐ ξομαι. τετύψ, τετύψεται. Δυϊκά. Τετυψόμεθον, τετύψεσθον, τετύψεσθον. Πληθ. Τετυψόμεθα, τετύψεσθε, τετύψονται.
10Περὶ ἀπαρεμφάτων. Ἐδόκει τισὶ τὰ ἀπαρέμφατα μηδὲ ῥήματα εἶναι διὰ τὸ μὴ ἔχειν πρόσωπά τε καὶ ἀριθμούς· φαμὲν οὖν ὡς πᾶν μέρος λόγου φύσει μὲν ἕν ἐστιν ἁπλοῦν, θέσει δὲ ποικίλον· αὐτίκα γοῦν καὶ πάσῃ λέξει συν‐ απτόμενον ἄρθρον κατὰ τὸν τῆς φωνῆς λόγον ἑνικῶς λέγεται, τὸ Ἀρί‐
15σταρχος προπαροξύνεται, τὸ τύπτω παροξύνεται: τὸ τοίνυν ἀπαρέμφατον αὐτοῦ τοῦ φύσει ῥήματός ἐστιν ὄνομα· διὸ καὶ μονόφω‐ νόν ἐστιν καὶ πολλάκις ἄρθρον ἔχει συναρτώμενον, οἷον τὸ ἀναγινώ‐ σκειν ὠφέλιμόν ἐστιν. Ἀπαρέμφατα ἐνεργητικ.
20Χρόνου ἐνεστῶτος καὶ παρατατικο. Τύπτειν: πᾶς ἐνεστὼς ἀπὸ βαρυτόνων κατὰ τὸ τρίτον πρόσωπον
τὸ ν προσλαβὼν ἀπαρέμφατον ποιεῖ, λέγει λέγειν· ἀπὸ δὲ περισπωμέ‐61

4

.

1

.

62

νων ὁ παρατατικὸς προσόδῳ τοῦ ν καὶ συστολῇ τῆς ἀρχούσης, ἐποίει ποιεῖν, ἐβόα βοᾶν, ἐχρύσου χρυσοῦν. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τετυφέναι: πᾶς παρακείμενος κατὰ τὸ τρίτον πρόσωπον τὴν ναι
5προσλαβὼν ἀπαρέμφατον ποιεῖ, τέτυφε τετυφέναι, πεποίηκε πεποιηκέναι. Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου. Τετυπέναι: ὁμοίως καὶ αὐτὸς γίνεται, τέτυπε τετυπέναι, νένυγε νενυγέναι. Ἀορίστου πρώτου.
10 Τύψαι: ὁ εἰς α λήγων ἀόριστος προσθέσει τοῦ ι καὶ συστολῇ τῆς ἀρχούσης ἀπαρέμφατον ποιεῖ, ἔπεισα πεῖσαι· οὐ συνεζεύχθη δὲ τῷ μέλ‐ λοντι, ἐπειδὴ μηδὲ ἡ μετοχή· ὧν γὰρ αἱ μετοχαὶ συνεμπίπτουσιν, τού‐ των καὶ τὰ ἀπαρέμφατα. Εἰ δὲ λέγοι τις, πῶς οὖν δευτέρου ἀορίστου καὶ μέλλοντος αἱ μετοχαὶ μὲν συνέπεσον, τὰ δὲ ἀπαρέμφατα οὔ, ἴστω
15ὅτι αἱ μετοχαὶ αὐτῶν φωνῇ μὲν συνέπεσον, τόνῳ δὲ διεστάλησαν· ἀορίστου γὰρ δευτέρου τυπών ὀξυτόνως, μέλλοντος δὲ τυπῶν περισπω‐ μένως· τὸ μέντοι ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου, ὀξυνθῆναι μὴ δυνάμενον καθὸ οὐκ ἔστι ῥῆμα ὀξυνόμενον, ἐξ ἀνάγκης περιεσπάσθη, καὶ οὕτω συνέπεσε τῷ τοῦ δευτέρου μέλλοντος.
20Μέλλοντος πρώτου. Τύψειν: πᾶς μέλλων κατὰ τὸ τρίτον πρόσωπον τὸ ν προσλαβὼν ἀπαρέμφατον ποιεῖ, λέξω λέξεις λέξει λέξειν. Ἀορίστου δευτέρου καὶ μέλλοντος.
Τυπεῖν: ὁ δεύτερος μέλλων κατὰ τὸ τρίτον πρόσωπον προσλαβὼν62

4

.

1

.

63

τὸ ν τὸ ἀπαρέμφατον ποιεῖ τοῦ ἀορίστου καὶ μέλλοντος, νυγῶ νυγεῖς νυγεῖ νυγεῖν. Ἀπαρέμφατα παθητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ.
5 Τύπτεσθαι: πᾶν παθητικὸν ἢ μέσον ἔχον ἐν τῷ τρίτῳ προσώπῳ τὸ τ κλιτικὸν τρέπον τὴν ἐσχάτην εἰς θαι καὶ τὴν κατ’ ἀρχὰς κλιτικὴν ἔκτασιν συστεῖλαν ἀπαρέμφατον ποιεῖ· καὶ εἰ μὲν καθαρεύοι τὸ τ, καὶ ς προσλαμβάνει, εἰ δὲ συμφώνῳ παραλήγοιτο, τηρεῖται τὸ σύμφωνον· εἰ δὲ ψιλῷ, εἰς δασὺ τρέπεται· τοῦτο δὲ δεῖ εἰδέναι, ὅτι ὁ παρακείμενος
10τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν οὐδαμοῦ ἀποβάλλει. Γίνονται οὖν οἱ χρόνοι οὕτως· ἐνεστὼς καὶ παρατατικὸς τύπτεται τύπτεσθαι, παρακείμενος καὶ ὑπερσυντέλικος τέτυπται τετύφθαι [ἀόριστος πρῶτος ἐτύφθη τυφθῆναι, ἀόριστος δεύτερος ἐτύπη τυπῆναι] μέσος ἀόριστος πρῶτος ἐτύψατο τύψασθαι, μέσος ἀόριστος δεύτερος ἐτύπετο τυπέσθαι,
15μέλλων πρῶτος τυφθήσεται τυφθήσεσθαι, μέλλων δεύτερος τυπήσεται τυπήσεσθαι, μέσος μέλλων πρῶτος τύψεται τύψεσθαι, μέσος μέλλων δεύτερος τυπεῖται τυπεῖσθαι, μετ’ ὀλίγον μέλλων τετύψεται τετύψεσθαι. Ἀόριστοι δὲ παθητικοὶ πρῶτος καὶ δεύτερος, ἐπεὶ μὴ ἔχουσιν ἐν τῷ τρίτῳ προσώπῳ κλιτικὸν τὸ τ, ἑτέρως γίνονται· κατὰ γὰρ τὸ τρίτον
20πρόσωπον προσλαμβάνοντες τὴν ναι καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλοντες τὸ ἀπαρέμφατον ποιοῦσιν, ἐτύφθη τυφθῆναι, ἐτύπη τυ‐ πῆναι. Περὶ προστακτικῶν. Καθόλου παντὸς προστακτικοῦ τὸ πρῶτον πρόσωπον ἐπὶ παντὸς
25ἀριθμοῦ ἐπιλέλοιπεν, ἐπεὶ πρῶτόν ἐστι πρόσωπον τὸ περὶ ἑαυτοῦ ἀπο‐
φαινόμενον, ἡ δὲ πρόσταξις πρὸς παρόν ἐστι πρόσωπον ἀπότασις· πῶς63

4

.

1

.

64

οὖν δυνατὸν ἦν ἐν μιᾷ φωνῇ περὶ ἑαυτοῦ τε ἀποφαίνεσθαί τινα καὶ πρὸς ἕτερον ποιεῖσθαι τὸν λόγον; Προστακτικὰ ἐνεργητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ
5 Ἑνικά, Τύπτε: πᾶν τρίτον πρόσωπον τοῦ ἐνεργητικοῦ παρατατι‐ κοῦ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλον προστακτικὸν γίνεται, ἔτυπτε τύπτε, ἐποίει ποίει, ἐβόα βόα. τυπτέτω: πᾶν δεύτερον προσ‐ τακτικὸν ἐνεργητικὸν εἰς φωνῆεν λῆγον, πλὴν τῶν εἰς θι, προσθέσει τοῦ τω τρίτον γίνεται, λέγε λεγέτω, ποίει ποιείτω.
10 Δυϊκά. Τύπτετον, τυπτέτων: τὸ μὲν δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν τροπῇ τῆς τε εἰς τον, τὸ δὲ τρίτον ἀπὸ τοῦ ἰδίου δευτέρου· πᾶν γὰρ δυϊκὸν ἐν προστακτικοῖς τροπῇ τοῦ ο εἰς ω τὸ τρίτον ποιεῖ, ποιεῖτον ποιείτων. Πληθυντικά. Τύπτετε, τυπτέτωσαν: ἄμφω τὰ πληθυντικὰ ἀπὸ
15τοῦ τρίτου τῶν ἑνικῶν γίνεται· τὸ γὰρ τρίτον τῶν ἑνικῶν τροπῇ μὲν τοῦ ω εἰς ε δεύτερον πληθυντικὸν γίνεται, λεγέτω λέγετε, τετυφέτω τετύφετε, προσθέσει δὲ τῆς σαν τὸ τρίτον ποιεῖ, τυπτέτω τυπτέτωσαν, βοάτω βοάτωσαν. Παρακειμένου καὶ ὑπερσυντελίκου
20 Ἑνικά. Τέτυφε: τὸ τρίτον πρόσωπον τοῦ ὁριστικοῦ παρακειμένου δεύτερόν ἐστι προστακτικόν, τέτυφε ἐκεῖνος τέτυφε σύ, πεποίηκε ἐκεῖνος πεποίηκε σύ. τετυφέτω. Δυϊκά. Τετύφετον, τετυφέτων. Πληθ. Τετύφετε, τετυφέτωσαν.
25Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Τέτυπε, τετυπέτω. Δυϊκά. Τετύπετον, τετυπέτων. Πληθ. Τετύπετε, τετυπέτωσαν: ἡ αὐτὴ τεχνολογία τοῦ ἐνερ‐
γητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ τοῦ μέσου.64

4

.

1

.

65

Ἀορίστου πρώτου καὶ μέλλοντος Ἑνικά. Τύψον: ἔδει μὲν καὶ τὸν ἀόριστον ἐκ τοῦ ἰδίου ὁριστικοῦ τρίτου προσώπου γίνεσθαι, ἔτυψε ἐκεῖνος τύψε σύ, ἀλλ’ ἐκρατήθη Συρα‐ κουσίῳ ἔθει· ἐκεῖνοι γὰρ τὰ εἰς ε προστακτικὰ εἰς ον μεταποιοῦσιν, τὸ
5λάβε λάβον λέγοντες καὶ τὸ ἄνελε ἄνελον· οὕτω καὶ τὸ τύψε τύψον. τυψάτω: ἔδει μὲν κατὰ τὴν ἀναλογίαν τῶν εἰς ε προστακτικῶν διὰ τοῦ ετω εἶναι τὸ τρίτον, ἀλλ’ ἐπεὶ πανταχοῦ ὁ ἀόριστος φιλεῖ τὸ α· τὸ γὰρ ὁριστικὸν ἔτυψα, ἡ μετοχὴ τύψας, τὸ ἀπαρέμφατον τύψαι, τὸ εὐκτικὸν τύψαιμι· τούτου χάριν οὐδὲ τὸ προστακτικὸν ἐχωρίσθη τοῦ α.
10 Δυϊκά. Τύψατον, τυψάτων. Πληθ. Τύψατε, τυψάτωσαν. Ἀορίστου δευτέρου καὶ μέλλοντος Ἑνικά. Τύπε: τὸ τρίτον πρόσωπον τοῦ δευτέρου ἀορίστου τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλον προστακτικὸν γίνεται, ἔνυγον
15ἔνυγες ἔνυγε νύγε. τυπέτω. Δυϊκά. Τύπετον, τυπέτων. Πληθ. Τύπετε, τυπέτωσαν. Προστακτικὰ παθητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ
20 Ἑνικά. Τύπτου: τὸ δεύτερον πρόσωπον τοῦ παθητικοῦ παρατα‐ τικοῦ τὴν ἐν ἀρχῇ κλιτικὴν ἔκτασιν συστεῖλαν προστακτικὸν γίνεται,
ἐποιοῦ ποιοῦ, ἐβοῶ βοῶ, ἐχρυσοῦ χρυσοῦ. τυπτέσθω: τὰ εἰς τω τρίτα65

4

.

1

.

66

ἐνεργητικὰ τροπῇ τοῦ τω εἰς σθω παθητικὰ γίνεται, νοείτω νοείσθω, λεγέτω λεγέσθω· ἑνὶ δὲ λόγῳ πᾶν δεύτερον πρόσωπον πληθυντικὸν ὁριστικὸν τῶν παθητικῶν ἢ μέσων τροπῇ τοῦ ε εἰς ω προστακτικὸν γί‐ νεται τρίτον, τύπτεσθε τυπτέσθω, τέτυφθε τετύφθω, ἐτύφθητε τυφθήτω,
5ἐτύπητε τυπήτω, ἐτύψασθε τυψάσθω, ἐτύπεσθε τυπέσθω. Δυϊκά. Τύπτεσθον: ἐκ τοῦ δευτέρου τῶν πληθυντικῶν. τυπτέ‐ σθων: ἐκ τοῦ ἰδίου δευτέρου τροπῇ τοῦ ο εἰς ω. Πληθ. Τύπτεσθε: ἐκ τοῦ τρίτου τῶν ἑνικῶν τροπῇ τοῦ ω εἰς ε. τυπτέσθωσαν: ἐκ τοῦ τρίτου τῶν ἑνικῶν προσθήκῃ τῆς σαν.
10Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Τέτυψο: τὸ δεύτερον πρόσωπον τοῦ ὑπερσυντελίκου συ‐ στολῇ τῆς ἀρχούσης προστακτικὸν γίνεται, ἐλελέγμην ἐλέλεξο λέλεξο. τετύφθω: δύναται καὶ ἀπὸ τοῦ τετυφέτω τετυφέσθω καὶ ἐν συγκοπῇ τετύφθω εἶναι, καὶ ἀπὸ τοῦ τέτυφθε τετύφθω γεγονέναι.
15 Δυϊκά. Τέτυφθον, τετύφθων. Πληθ. Τέτυφθε, τετύφθωσαν. Ἀορίστου πρώτου καὶ μέλλοντος Ἑνικά. Τύφθητι: πᾶσα μετοχὴ εἰς ς ὀξύτονος διὰ τοῦ ντ κλινο‐ μένη εἰς θι ποιεῖ τὸ προστακτικόν, διδούς δίδοθι, ἱστάς ἵσταθι· οὕτως
20οὖν τυφθείς τύφθηθι ἔδει εἶναι, ἀλλὰ διὰ τὸ κακόφωνον τῆς ἐπαλληλίας τῶν δασέων τύφθητι φαμὲν διὰ τοῦ τ. τυφθήτω: τὰ εἰς θι προσ‐ τακτικὰ τροπῇ τῆς θι εἰς τω τὸ τρίτον ποιοῦσι, δίδοθι διδότω, ἵσταθι
ἱστάτω.66

4

.

1

.

67

Δυϊκά. Τύφθητον, τυφθήτων. Πληθ. Τύφθητε, τυφθήτωσαν. Ἀορίστου δευτέρου καὶ μέλλοντος Ἑνικά. Τύπηθι: ὁμοίως τῷ πρώτῳ γέγονεν ἀπὸ τῆς τυπείς
5μετοχῆς· ἐνταῦθα δέ, ἐπειδὴ μὴ παρηνώχλει τὰ δασέα, τὸ θ προσῆλθεν ἐν τῷ τέλει. τυπήτω. Δυϊκά. Τύπητον, τυπήτων. Πληθ. Τύπητε, τυπήτωσαν. Μέσου ἀορίστου πρώτου καὶ μέλλοντος
10 Ἑνικά. Τύψαι: ὁ εἰς α λήγων ἀόριστος προσθέσει τοῦ ι καὶ συ‐ στολῇ τῆς ἀρχούσης μέσος προστακτικὸς γίνεται· διὸ καὶ διὰ διφθόγγου γράφεται, ἔλουσα λοῦσαι, ἤσπασα ἄσπασαι. τυψάσθω. Δυϊκά. Τύψασθον, τυψάσθων. Πληθ. Τύψασθε, τυψάσθωσαν.
15Μέσου ἀορίστου δευτέρου καὶ μέλλοντος Ἑνικά. Τυποῦ: ὁ μέσος δεύτερος ἀόριστος τοῦ δευτέρου προ‐ σώπου τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν συστείλας τὸ ἴδιον προστακτικὸν ποιεῖ, ἐλαβόμην ἐλάβου λαβοῦ, ἐπραθόμην ἐπράθου πραθοῦ· ταῦτα δὲ παραλόγως Ἀττικοὶ περισπῶσιν. τυπέσθω.
20Δυϊκά. Τύπεσθον, τυπέσθων.
Πληθ. Τύπεσθε, τυπέσθωσαν.67

4

.

1

.

68

Περὶ εὐκτικῶν. Εὐκτικὰ ἐνεργητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά. Τύπτοιμι: πᾶσα μετοχὴ ἐνεργητική, τὸ τέλος τῆς γενικῆς
5τρέψασα εἰς μι καὶ πρὸ τοῦ μ δεξαμένη τὸ ι παραιτησαμένη τε τὰ μὴ δυνάμενα σὺν αὐτῷ ἀκουσθῆναι στοιχεῖα, τὸ εὐκτικὸν ἐνεργητικὸν ποιεῖ, τύπτων τύπτοντος τύπτοιμι, τετυφώς τετυφότος τετύφοιμι· εἰ μέντοι εἴη εἰς ς ὀξύτονος ἡ μετοχὴ διὰ τοῦ ντ κλινομένη, τὸ τέλος τῆς γενι‐ κῆς οὐκ εἰς μι ἀλλ’ εἰς ην τρέπεται, δοθείς δοθέντος δοθείην, στάς
10στάντος σταίην. τύπτοις: πᾶν ῥῆμα εἰς μι λῆγον τροπῇ τῆς μι εἰς ς τὸ δεύτερον ποιεῖ, λέγοιμι λέγοις, τίθημι τίθης. τύπτοι. Δυϊκά. Τύπτοιτον, τυπτοίτην: καθόλου τὰ δυϊκὰ τῶν εὐκτι‐ κῶν εἰς ην ἔχει τὸ τρίτον· οὐχ ὁμοφωνεῖ γὰρ τῷ δευτέρῳ διὰ τὸ μὴ εἶναι τὸ τρίτον τῶν πληθυντικῶν εἰς σι ἢ εἰς ται.
15 Πληθ. Τύπτοιμεν: τὰ εἰς μι τροπῇ τῆς μι εἰς μεν τὸ πληθυν‐ τικὸν ποιεῖ, λέγοιμι λέγοιμεν. τύπτοιτε: ἀπὸ τοῦ πρώτου γέγονε τροπῇ τῆς μεν εἰς τε· οὐδέποτε δὲ τὰ εὐκτικὰ τὴν παραλήγουσαν τρέ‐ πει. τύπτοιεν: τὰ εἰς μεν εὐκτικά, εἰ μὲν διφθόγγῳ παραλήγοιτο, ἀποβολῇ τοῦ μ τὸ τρίτον ποιεῖ, λέγοιμεν λέγοιεν, τύψοιμεν τύψοιεν·
20εἰ δὲ μονοφθόγγῳ, εἰς σαν, δαρείημεν δαρείησαν καὶ δοίημεν δοίησαν· ὡς δὲ γίνεται κατὰ συγκοπήν, 〈Ν 378〉 δοῖμεν δ’ Ἀτρείδαο θυγα‐ τρῶν εἶδος ἀρίστην, τότε καὶ τὸ τρίτον, 〈Α 18〉 ὑμῖν μὲν θεοὶ
δοῖεν Ὀλύμπια δώματ’ ἔχοντες.68

4

.

1

.

69

Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Τετύφοιμι: ἡ μετοχὴ τετυφώς τετυφότος καὶ τὸ εὐκτικὸν τετύφοιμι λέγεται· εἰς ς μὲν γὰρ ἦν ὀξύτονος ἡ μετοχή, ἀλλ’ οὐ κλί‐ νεται διὰ τοῦ ντ· διὸ οὐκ ἐποίησε τὸ εὐκτικὸν εἰς ην. τετύφοις,
5τετύφοι. Δυϊκά. Τετύφοιτον, τετυφοίτην. Πληθ. Τετύφοιμεν, τετύφοιτε, τετύφοιεν: εἴρηται. Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Τετύποιμι, τετύποις, τετύποι.
10 Δυϊκά. Τετύποιτον, τετυποίτην. Πληθ. Τετύποιμεν, τετύποιτε, τετύποιεν: πρόδηλος ἡ τεχνολογία ἀπὸ τῆς τετυπώς μετοχῆς. Ἀορίστου πρώτου Ἑνικά. Τύψαιμι, τύψαις, τύψαι.
15 Δυϊκά. Τύψαιτον, τυψαίτην. Πληθ. Τύψαιμεν, τύψαιτε, τύψαιεν: πρόδηλος ἡ τεχνολογία ἀπὸ τῆς τύψας μετοχῆς. Ἀορίστου δευτέρου Ἑνικά. Τύποιμι, τύποις, τύποι.
20 Δυϊκά. Τύποιτον, τυποίτην. Πληθ. Τύποιμεν, τύποιτε, τύποιεν: πρόδηλος ἡ τεχνολογία ἀπὸ τῆς τυπών μετοχῆς. Μέλλοντος πρώτου Ἑνικά. Τύψοιμι, τύψοις, τύψοι.
25 Δυϊκά. Τύψοιτον, τυψοίτην. Πληθ. Τύψοιμεν, τύψοιτε, τύψοιεν: πρόδηλος ἡ τεχνολογία ἀπὸ τῆς τύψων μετοχῆς. Μέλλοντος δευτέρου Ἑνικά. Τυποῖμι, τυποῖς, τυποῖ.
30Δυϊκά. Τυποῖτον, τυποίτην. Πληθ. Τυποῖμεν, τυποῖτε, τυποῖεν: πρόδηλος ἡ τεχνολογία
ἀπὸ τῆς τυπῶν μετοχῆς.69

4

.

1

.

70

Εὐκτικὰ παθητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά. Τυπτοίμην: πᾶν παθητικὸν ἢ μέσον ἔχον ἐπὶ τέλους τὸ μ κλιτικόν, τρέπον τὴν ἐσχάτην εἰς μην καὶ τὸ ι δεχόμενον πρὸ τοῦ μ,
5τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν συστεῖλαν εὐκτικὸν γίνεται, τύπτομαι τυπτοίμην, ἐτυψάμην τυψαίμην, τυφθήσομαι τυφθησοίμην. τύπτοιο: ὅσα τῶν εὐκτικῶν ἐν τῷ τρίτῳ προσώπῳ ἔχει κλιτικὸν τὸ τ ἀποβολῇ αὐτοῦ τὸ δεύτερον ποιεῖ, τύπτοιτο τύπτοιο, τύψαιτο τύψαιο. τύπτοιτο: τὸ τρίτον ἀπὸ τοῦ πρώτου γέγονε τροπῇ τῆς μην εἰς το.
10 Δυϊκά. Τυπτοίμεθον, τύπτοισθον, τυπτοίσθην. Πληθ. Τυπτοίμεθα: πᾶν πρῶτον πρόσωπον ἔχον τὸ μ κλιτικὸν μετὰ μακρᾶς τροπῇ τῆς ἐσχάτης εἰς μεθα τὸ πληθυντικὸν ποιεῖ. τύ‐ πτοισθε: εἴπομεν ὡς πᾶν τρίτον ἑνικὸν ἔχον τὸ τ κλιτικὸν τρέπον τὴν ἐσχάτην εἰς θε δεύτερον πληθυντικὸν ποιεῖ· καὶ ἐὰν μὲν καθαρεύῃ τὸ
15τ, καὶ τὸ ς προσλαμβάνει, εἰ δὲ ψιλῷ παραλήγοιτο, εἰς δασὺ αὐτὸ τρέ‐ πει. τύπτοιντο: πᾶν τρίτον πρόσωπον ἔχον τὸ τ κλιτικὸν πρὸ τοῦ τ δεχόμενον τὸ ν τρίτον πληθυντικὸν γίνεται μετὰ τοῦ φυλάσσειν τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου. Παρακειμένου καὶ ὑπερσυντελίκου
20 Ἑνικά. Τετυμμένος εἴην: ὅτε μὲν καθαρὰν ἔχει τὴν ἐσχάτην ὁ παθητικὸς παρακείμενος, τῷ κοινῷ κανόνι τὸ εὐκτικὸν ποιεῖ, κέκλη‐
μαι κεκλῄμην, δέδημαι δεδῄμην· ὅτε δὲ ἑτέρῳ συμφώνῳ πρὸ τοῦ μ70

4

.

1

.

71

παραλήγοιτο, τότε διὰ τὸ ἀσυστατεῖν τὸ εὐκτικόν τε αὐτοῦ καὶ ὑπο‐ τακτικὸν διὰ μετοχῆς ἀναπληροῖ, τετυμμένος εἴην—εἴης—εἴη. Δυϊκά. Τετυμμένω εἴητον—εἰήτην. Πληθ. Τετυμμένοι εἴημεν—εἴητε—εἴησαν.
5Ἀορίστου πρώτου Ἑνικά. Τυφθείην: εἴπομεν ὡς πᾶσα ὀξύτονος μετοχὴ εἰς ς λή‐ γουσα διὰ τοῦ ντ κλινομένη τὸ τέλος τῆς γενικῆς τρέπουσα εἰς ην καὶ τὸ ι πρὸ τοῦ ην δεχομένη τὸ εὐκτικὸν ποιεῖ· ἔστιν οὖν τυφθείς τυφθέν‐ τος τυφθείην. τυφθείης, τυφθείη.
10 Δυϊκά. Τυφθείητον, τυφθειήτην. Πληθ. Τυφθείημεν, τυφθείητε, τυφθείησαν. Ἀορίστου δευτέρου Ἑνικά. Τυπείην, τυπείης, τυπείη. Δυϊκά. Τυπείητον, τυπειήτην.
15 Πληθ. Τυπείημεν, τυπείητε, τυπείησαν: πρόδηλος ἡ τεχνο‐ λογία ἀπὸ τῆς τυπείς μετοχῆς. Μέσου ἀορίστου πρώτου Ἑνικά. Τυψαίμην: εἴπομεν ὡς ὅσα ἔχει τὸ μ κλιτικόν, τρέποντα τὴν ἐσχάτην εἰς μην καὶ πρὸ τοῦ μ δεχόμενα τὸ ι συστέλλοντά τε τὴν
20κατ’ ἀρχὰς κλιτικὴν ἔκτασιν εὐκτικὸν ποιεῖ· ἦν οὖν ἐτυψάμην καὶ τὸ εὐκτικὸν ποιεῖ τυψαίμην. τύψαιο, τύψαιτο. Δυϊκά. Τυψαίμεθον, τύψαισθον, τυψαίσθην.
Πληθ. Τυψαίμεθα, τύψαισθε, τύψαιντο.71

4

.

1

.

72

Μέσου ἀορίστου δευτέρου Ἑνικά. Τυποίμην, τύποιο, τύποιτο. Δυϊκά. Τυποίμεθον, τύποισθον, τυποίσθην. Πληθ. Τυποίμεθα, τύποισθε, τύποιντο.
5 Ἑνὶ κανόνι κανονίζονται πάντες οἱ μέλλοντες· τυφθήσομαι τυφθη‐ σοίμην, τυπήσομαι τυπησοίμην, τύψομαι τυψοίμην, τυποῦμαι τυ‐ ποίμην, τετύψομαι τετυψοίμην: πρόδηλος ἁπάντων ἡ κλίσις. Περὶ ὑποτακτικῶν Αἱ μὲν ἄλλαι τῶν ἐγκλίσεων μοναδικὴν ἔχουσαι σημασίαν ἐξ αὐτῆς
10ὠνομάζοντο, οἷον ἡ ὁριστικὴ ἐκ τοῦ μόνως ὁρίζειν, ἡ προστακτικὴ ἀπὸ τοῦ προστάσσειν, καὶ αἱ ἑξῆς ὁμοίως· ἡ μέντοι ὑποτακτικὴ ποικίλας ἔχει σημασίας· δηλοῖ γὰρ δισταγμόν, ὡς ἐν τῷ ἐὰν ὑγιάνω ἀναγνώσομαι· δηλοῖ δὲ καὶ ἀποτελεσμόν, ὡς ἐν τῷ δὸς τὸ βίβλιον ἵνα ἀναγνῶ· ἔστι δὲ ὅτε καὶ αἰτίαν, ὡς ἐν τῷ ἵνα τιμηθῶ ἐλυπήθης· διαφόρους οὖν
15ἔχουσα σημασίας οὐκέτι δεδύνηται ἀπὸ μιᾶς ὀνομασθῆναι· ὠνόμασται δὲ ἀπὸ τῆς συντάξεως· ἐπεὶ γὰρ ἀεὶ ὑποτάσσεται ἑνὶ τῶν ὑποτακτικῶν συνδέσμων, τῷ ἵνα ὅπως ἐάν, ὑποτακτικὴ καλεῖται· δηλοῦσι δὲ πράγματα ἢ γινόμενα, ἅ ἐστιν ἐνεστῶτος, ἢ γενησόμενα, ἅ ἐστι μέλλοντος· διὸ τὰς μὲν καταλήξεις τῶν παρῳχημένων ἀπεβάλοντο, μετεποίησαν δὲ
20αὐτὰς εἰς ω ἢ εἰς μαι, αἵτινές εἰσιν ἐνεστώτων καὶ μελλόντων.72

4

.

1

.

73

Ὑποτακτικὰ ἐνεργητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά. Ἐὰν τύπτω: οἱ τρεῖς παρῳχημένοι, παρατατικὸς παρα‐ κείμενος ἀόριστος, τὴν τελευταίαν τρέποντες εἰς ω καὶ τὴν ἐν ἀρχῇ
5κλιτικὴν ἔκτασιν ἀποβάλλοντες τὸ ὑποτακτικὸν ποιοῦσιν, ἔτυπτον ἐὰν τύπτω, τέτυφα ἐὰν τετύφω, ἔτυψα ἐὰν τύψω. ἐὰν τύπτῃς: καθόλου τὰ εἰς ω ὑποτακτικὰ ἀπὸ τῶν εἰς ω κεκλιμένα εἰς ῃς τὸ δεύτερον ποιεῖ, πλὴν τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων· ἐκεῖναι γὰρ ὁμοίως τοῖς ὁριστικοῖς καὶ τὰ ὑποτακτικὰ κλίνουσιν, ἐὰν βοῶ βοᾷς βοᾷ,
10ἐὰν χρυσῶ χρυσοῖς χρυσοῖ. ἐὰν τύπτῃ: ἀπὸ τοῦ ἰδίου δευτέρου γέ‐ γονεν ἀποβολῇ τοῦ ς. Δυϊκά. Ἐὰν τύπτητον: ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν. ἐὰν τύπτητον: ὁμοφωνεῖ τῷ δευτέρῳ, ὅτι εἰς σι λήγει τὸ τρίτον τῶν πληθυντικῶν.
15 Πληθ. Ἐὰν τύπτωμεν: πᾶν ὑποτακτικὸν εἰς ω λῆγον προσθέσει τῆς μεν τὸ πληθυντικὸν ποιεῖ, ἐὰν τυφθῶ ἐὰν τυφθῶμεν, ἐὰν τύπτω ἐὰν τύπτωμεν. ἐὰν τύπτητε: ἀπὸ τοῦ πρώτου γέγονε τροπῇ τῆς μεν εἰς τε καὶ τοῦ παραλήγοντος ω εἰς η. ἐὰν τύπτωσι: καὶ τοῦτο ἀπὸ τοῦ πρώτου γέγονε τροπῇ τῆς μεν εἰς σι.
20Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Ἐὰν τετύφω—τετύφῃς—τετύφῃ. Δυϊκά. Ἐὰν τετύφητον—τετύφητον. Πληθ. Ἐὰν τετύφωμεν—τετύφητε—τετύφωσι. Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου
25Ἑνικά. Ἐὰν τετύπω—τετύπῃς—τετύπῃ. Δυϊκά. Ἐὰν τετύπητον—τετύπητον.
Πληθ. Ἐὰν τετύπωμεν—τετύπητε—τετύπωσι.73

4

.

1

.

74

Ἀορίστου πρώτου καὶ μέλλοντος Ἑνικά. Ἐὰν τύψω—τύψῃς—τύψῃ. Δυϊκά. Ἐὰν τύψητον—τύψητον. Πληθ. Ἐὰν τύψωμεν—τύψητε—τύψωσι: ἰστέον ὅτι ἀπὸ
5τοῦ ἀορίστου γέγονεν, οὐκ ἀπὸ τοῦ μέλλοντος, ὁ ὑποτακτικὸς ἀόριστος, ὡς ἤλεγξεν ἡ πέμπτη συζυγία· ἔστι γὰρ ὁ ἀόριστος ἔκειρα καὶ ὁ μέλλων κερῶ. τὸ δὲ ὑποτακτικὸν οὐκ ἔστιν ἐὰν κερῶ ἀλλ’ ἐὰν κείρω. Ἀορίστου δευτέρου καὶ μέλλοντος Ἑνικά. Ἐὰν τύπω—τύπῃς—τύπῃ.
10 Δυϊκά. Ἐὰν τύπητον—τύπητον. Πληθ. Ἐὰν τύπωμεν—τύπητε—τύπωσιν. Ὑποτακτικὰ παθητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά. Ἐὰν τύπτωμαι: ὁ ἐνεργητικὸς ἐνεστὼς τῶν ὑποτακτι‐
15κῶν προσθέσει τῆς μαι παθητικὸς γίνεται, ἐὰν λέγω ἐὰν λέγωμαι, ἐὰν βοῶ ἐὰν βοῶμαι, ἐὰν χρυσῶ ἐὰν χρυσῶμαι· [ὥσπερ γὰρ ἐν τοῖς ἐνερ‐ γητικοῖς τὰ δεύτερα καὶ τὰ τρίτα πρόσωπα τῆς δευτέρας καὶ τῆς τρίτης συζυγίας τῶν περισπωμένων οὐ διενηνόχασι πρὸς τὰ ὁριστικά, οὕτω καὶ ἐν τοῖς παθητικοῖς τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῆς δευτέρας καὶ
20τρίτης συζυγίας τῶν περισπωμένων τοῖς ὁριστικοῖς ὡμοφώνησεν.] ἐὰν τύπτῃ: καθόλου τὰ τρίτα ἐνεργητικὰ τῶν ὑποτακτικῶν δεύτερά εἰσι τῶν παθητικῶν, ἐὰν λέγω λέγῃς λέγῃ ἐὰν λέγωμαι λέγῃ, ἐὰν βοῶ βοᾷς βοᾷ ἐὰν βοῶμαι βοᾷ, ἐὰν χρυσῶ χρυσοῖς χρυσοῖ ἐὰν χρυσῶμαι χρυσοῖ.
ἐὰν τύπτηται: τὸ δεύτερον πρόσωπον προσλαμβάνον τὴν ται τρίτον74

4

.

1

.

75

γίνεται· περὶ γὰρ τῆς δευτέρας καὶ τῆς τρίτης συζυγίας τῶν περισπω‐ μένων, ὅτι ὁμοφωνεῖ τοῖς ὁριστικοῖς, προείρηται. Εἰρηναῖος δὲ ὁ περὶ Ἀττικῆς συνηθείας γράψας φησὶ τοὺς Ἀττικοὺς τὰ τρίτα πρόσωπα τῆς τρίτης συζυγίας διὰ τοῦ ω λέγειν, ἐὰν χρυσῶται, ἐὰν στεφανῶται.
5 Δυϊκά. Ἐὰν τυπτώμεθον: ἀπὸ τοῦ πρώτου τῶν πληθυντικῶν. ἐὰν τύπτησθον: ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν. ἐὰν τύπτη‐ σθον: ὁμοφωνεῖ τῷ δευτέρῳ. Πληθ. Ἐὰν τυπτώμεθα: πᾶν πρῶτον πρόσωπον ἔχον τὸ μ κλι‐ τικὸν μετὰ μακρᾶς τροπῇ τῆς ἐσχάτης εἰς μεθα τὸ πληθυντικὸν ποιεῖ.
10ἐὰν τύπτησθε, ἐὰν τύπτωνται: ἀπὸ τοῦ τρίτου ἑνικοῦ ἄμφω γέ‐ γονεν, τὸ μὲν τροπῇ, τὸ δὲ προσθήκῃ τοῦ ν. Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Ἐὰν τετυμμένος ὦ—ᾖς—ᾖ: εἴπομεν ὡς ἐὰν ὁ παθητικὸς παρακείμενος σύμφωνον ἔχῃ πρὸ τοῦ μ, οὐ ποιεῖ οὔτε εὐκτι‐
15κὸν οὔτε ὑποτακτικόν, ἀλλὰ διὰ μετοχῆς αὐτὰ ἡ χρῆσις ἀναπληροῖ· εἰ μέντοι καθαρεύει τὸ ὁριστικόν, πρὸ τοῦ μ δεξάμενον τὸ ω ὑποτακτικὸν ποιεῖ, κέκτημαι ἐὰν κεκτῶμαι, μέμνημαι ἐὰν μεμνῶμαι προπερισπωμένως. Δυϊκά. Ἐὰν τετυμμένω ἦτον—ἦτον. Πληθ. Ἐὰν τετυμμένοι ὦμεν—ἦτε—ὦσι.
20Ἀορίστου πρώτου καὶ μέλλοντος Ἑνικά. Ἐὰν τυφθῶ: πᾶσα μετοχὴ εἰς ς λήγουσα μετ’ ὀξείας διὰ τοῦ ντ κλινομένη τρέπουσα τὴν ἐσχάτην εἰς ω μετὰ περισπωμένης τὸ ὑποτακτικὸν ποιεῖ, τυφθείς ἐὰν τυφθῶ, διδούς ἐὰν διδῶ. ἐὰν τυ‐ φθῇς—τυφθῇ.
25Δυϊκά. Ἐὰν τυφθῆτον—τυφθῆτον.
Πληθ. Ἐὰν τυφθῶμεν—τυφθῆτε—τυφθῶσι.75

4

.

1

.

76

Ἀορίστου δευτέρου καὶ μέλλοντος Ἑνικά. Ἐὰν τυπῶ—τυπῇς—τυπῇ. Δυϊκά. Ἐὰν τυπῆτον—τυπῆτον. Πληθ. Ἐὰν τυπῶμεν—τυπῆτε—τυπῶσιν: ἡ αὐτὴ τεχνο‐
5λογία ἐστὶν ἐπὶ τοῦ πρώτου καὶ δευτέρου ἀορίστου. Μέσου ἀορίστου πρώτου καὶ μέλλοντος Ἑνικά. Ἐὰν τύψωμαι: ὁ πρῶτος μέσος ἀόριστος ἀπὸ τοῦ ἐνερ‐ γητικοῦ γίνεται ἀορίστου ὑποτακτικοῦ προσθέσει τῆς μαι, ἐὰν τύψω ἐὰν τύψωμαι· δύναιο δ’ ἂν καὶ ἑτέρως κανονίσαι, ὡς πᾶν παθητικὸν ἢ μέ‐
10σον πρὸ τῆς μαι δεχόμενον τὸ ω ὑποτακτικὸν γίνεται. ἐὰν τύψῃ —τύψηται. Δυϊκά. Ἐὰν τυψώμεθον—τύψησθον—τύψησθον. Πληθ. Ἐὰν τυψώμεθα—τύψησθε—τύψωνται. Μέσου ἀορίστου δευτέρου καὶ μέλλοντος
15 Ἑνικά. Ἐὰν τύπωμαι: ὁμοίως τῷ πρώτῳ κανονίζεται, εἴτε ἀπὸ ἐνεργητικοῦ θέλεις κατὰ πρόσθεσιν τῆς μαι, εἴτε ἀπὸ τοῦ τυποῦμαι τροπῇ τῆς ου εἰς ω. ἐὰν τύπῃ—τύπηται. Δυϊκά. Ἐὰν τυπώμεθον—τύπησθον—τύπησθον. Πληθ. Ἐὰν τυπώμεθα—τύπησθε—τύπωνται.
20Μετ’ ὀλίγον μέλλοντος τοῦ καὶ Ἀττικοῦ Ἑνικά. Ἐὰν τετύψωμαι—τετύψῃ—τετύψηται. Δυϊκά. Ἐὰν τετυψώμεθον—τετύψησθον—τετύψησθον.
Πληθ. Ἐὰν τετυψώμεθα—τετύψησθε—τετύψωνται.76

4

.

1

.

77

Περὶ μετοχῶν. Μετοχαὶ ἐνεργητικαί. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά. Τύπτων: πᾶν ῥῆμα ὁριστικὸν εἰς ω λῆγον προσθέσει τοῦ
5ν ποιεῖ τὴν μετοχήν, λέγω λέγων, τύπτω τύπτων, τύψω τύψων. τύ‐ πτουσα: πᾶσα μετοχὴ διὰ τοῦ ντ κλινομένη, τρέπουσα τὸ τέλος τῆς γενικῆς εἰς σα καὶ τὴν παραλήγουσαν φύσει μακρὰν ποιοῦσα, τὸ θηλυ‐ κὸν ποιεῖ, λέγοντος λέγουσα, θέντος θεῖσα, ζευγνύντος ζευγνῦσα. τύ‐ πτον: πᾶσα μετοχὴ διὰ τοῦ ντ κλινομένη ἀποβολῇ τῆς τος τὸ οὐδέ‐
10τερον ποιεῖ, λέγοντος λέγον, ποιοῦντος ποιοῦν. Δυϊκά. Τύπτοντε: πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἐκφωνούμενον λή‐ γουσα τροπῇ τοῦ ι εἰς ε τὸ δυϊκὸν ποιεῖ, Αἴαντι Αἴαντε. τυπτούσα: πᾶσα δοτικὴ ἑνικῶν εἰς η λήγουσα τροπῇ τοῦ η εἰς α τὸ δυϊκὸν ποιεῖ, τῷ Πέρσῃ τὼ Πέρσα· οὕτω τῇ τυπτούσῃ τὰ τυπτούσα.
15 Πληθ. Τύπτοντες: πᾶσα εὐθεῖα δυϊκῶν εἰς ε λήγουσα προσθέσει τοῦ ς τὸ πληθυντικὸν ποιεῖ, ἔρωτε ἔρωτες, τύπτοντε τύπτοντες. τύ‐ πτουσαι: πᾶσα εὐθεῖα δυϊκῶν εἰς α λήγουσα προσθέσει τοῦ ι τὸ πλη‐ θυντικὸν ποιεῖ, τὼ Αἰνεία οἱ Αἰνεῖαι, τὰ λεγούσα αἱ λέγουσαι. τύπτοντα: πᾶν πληθυντικὸν οὐδέτερον εἰς α λήγει· τὸ γὰρ βέλη τείχη ἀπὸ συναι‐
20ρέσεως γέγονε τοῦ βέλεα τείχεα.77

4

.

1

.

78

Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Τετυφώς: ὁ ἐνεργητικός τε καὶ μέσος παρακείμενος τρέ‐ πων τὸ α εἰς ως τὴν μετοχὴν ποιεῖ, λέλεχα λελεχώς, τέτυπα τετυπώς· μόνη δὲ αὕτη ἡ τοῦ παρακειμένου μετοχὴ διὰ μόνου τοῦ τ τὴν γενι‐
5κὴν ἔχει, ἴσως μιμουμένη τὴν ὀνοματικὴν κλίσιν· οὐδὲν γὰρ τῶν εἰς ως ὀνομάτων διὰ τοῦ ντ κλίνεται. τετυφυῖα: δύο ζητοῦμεν ἐν ταύτῃ τῇ μετοχῇ, διὰ τί καθαρὸν ἔχει τὸ α καὶ διὰ τί τῇ υι παραλήγεται· φαμὲν οὖν ὡς αἱ θηλυκαὶ μετοχαὶ ἥττονα ἔχουσι σύμφωνα ἐπὶ τῆς ἐσχάτης τῶν παραληγόντων τῇ γενικῇ τοῦ ἀρσενικοῦ, οἷον ἡ λέγοντος
10δύο ἔχει, ἀλλ’ ἡ λέγουσα ἕν· ἐπεὶ οὖν ἡ γενικὴ τοῦ παρακειμένου ἓν εἶχε τὸ τ, ἀναγκαίως ἡ θηλυκὴ οὐδ’ ἓν ἔσχεν, ἀλλὰ διὰ καθαροῦ τοῦ α ἐξηνέχθη· τῇ δὲ υι παρελήφθη, ἐπεὶ τρία αὐτῇ ἐκεχρεώστητο φωνή‐ εντα, πρῶτον μὲν τὸ ο τῆς γεγραφότος γενικῆς, ἔπειτα τὸ υ· οὕτω γὰρ ἐκτείνεται τὸ ο, ὡς καὶ ἐπὶ τῶν ἄλλων, λέγουσα φέρουσα· καὶ
15τρίτον τὸ ι, ἐπεὶ τὰ παρεσχηματισμένα θηλυκὰ εἰς α καθαρὸν λήγοντα ὡς ἐπὶ πᾶν τῷ ι θέλει παραλήγεσθαι, ὀξεῖα Ῥοδία ἀλλοία· ἐκπεσόντος οὖν τοῦ ο ἔμεινεν τὸ υ καὶ τὸ ι. τετυφός: καὶ τοῦτο ἀπὸ τῆς γε‐ νικῆς τοῦ ἀρσενικοῦ γέγονεν· ἀλλ’ ἐπεὶ ἀποβαλλομένης τῆς ἐσχάτης εἰς ο λήγειν ἔμελλεν, ὅπερ ἀδύνατον, προσλαμβάνει τὸ ς· οὐ γὰρ τὸ ν,
20ἐπεὶ μηδὲ διὰ τοῦ ντ ἡ κλίσις τοῦ ἀρσενικοῦ. Δυϊκά. Τετυφότε, τετυφυία: πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἐκφω‐
νούμενον λήγουσα ἢ εἰς α τὸ μὲν ι εἰς ε μεταβάλλει καὶ ποιεῖ τὴν78

4

.

1

.

79

εὐθεῖαν τῶν δυϊκῶν, τὸ δὲ α τηρεῖ καὶ ἐπὶ τῆς εὐθείας τῶν δυϊκῶν, τῷ Νέστορι τὼ Νέστορε, τῷ Αἰνείᾳ τὼ Αἰνεία. Πληθ. Τετυφότες, τετυφυῖαι, τετυφότα. Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου
5 Ἑνικά. Τετυπώς, τετυπυῖα, τετυπός. Δυϊκά. Τετυπότε, τετυπυία. Πληθ. Τετυπότες, τετυπυῖαι, τετυπότα: πρόδηλος ἡ κλίσις ὁμοία οὖσα τῇ τοῦ παρακειμένου. Ἀορίστου πρώτου
10 Ἑνικά. Τύψας, τύψασα, τύψαν: ὁ εἰς α λήγων ἀόριστος προσ‐ θέσει τοῦ ς καὶ συστολῇ τῆς ἀρχούσης κλιτικῆς ἐκτάσεως ποιεῖ τὴν μετ‐ οχήν, ἔλεξα λέξας, ἤχησα ἀχήσας. Δυϊκά. Τύψαντε, τυψάσα. Πληθ. Τύψαντες, τύψασαι, τύψαντα.
15Ἀορίστου δευτέρου Ἑνικά. Τυπών, τυποῦσα, τυπόν: ὁ εἰς ον ἀόριστος τρέπων τὸ ο εἰς ω καὶ συστέλλων τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν μετοχὴν ποιεῖ ἐν ὀξείᾳ τάσει, ἔνυγον νυγών, ἔτυπον τυπών. Δυϊκά. Τυπόντε, τυπούσα.
20 Πληθ. Τυπόντες, τυποῦσαι, τυπόντα. Μέλλοντος πρώτου Ἑνικά. Τύψων, τύψουσα, τύψον. Δυϊκά. Τύψοντε, τυψούσα. Πληθ. Τύψοντες, τύψουσαι, τύψοντα: ἡ αὐτὴ τεχνολογία
25ἐστὶ τῷ ἐνεστῶτι.79

4

.

1

.

80

Μέλλοντος δευτέρου Ἑνικά. Τυπῶν, τυποῦσα, τυποῦν: ἡ τοῦ δευτέρου μέλλοντος μετοχὴ ὁμοφωνεῖ μὲν τῇ τοῦ δευτέρου ἀορίστου, οὐ μὴν καὶ ὁμοτονεῖ· ἡ μὲν γὰρ τοῦ δευτέρου ἀορίστου ἀεὶ ὀξύνεται καὶ διὰ τοῦ ο κλίνεται
5καὶ τὸ οὐδέτερον εἰς ον λῆγον ἔχει, ἡ δὲ τοῦ δευτέρου μέλλοντος ἀεὶ περισπᾶται καὶ διὰ τῆς ου διφθόγγου κλίνεται καὶ τὸ οὐδέτερον εἰς ουν λῆγον ἔχει. Δυϊκά. Τυποῦντε, τυπούσα. Πληθ. Τυποῦντες, τυποῦσαι, τυποῦντα.
10Μετοχαὶ παθητικαί. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά. Τυπτόμενος: πᾶν ῥῆμα παθητικὸν ἢ μέσον ἔχον τὸ μ κλιτικὸν τροπῇ τῆς ἐσχάτης εἰς μενος τὴν μετοχὴν ποιεῖ, τύπτομαι τυ‐ πτόμενος, τέτυμμαι τετυμμένος· πρόσκειται «〈ἔχον〉 τὸ μ κλιτικόν,»
15ἐπεὶ τὸ ἐδάμην θεματικὸν αὐτὸ ἔχον οὐκέτι ποιεῖ δάμενος τὴν μετοχήν. τυπτομένη: ὁμοίως τοῖς εἰς νος ὀνόμασι ποιοῦνται τὸν παρασχημα‐ τισμὸν τῶν γενῶν καὶ τὴν κλίσιν· ὡς γὰρ δερμάτινος δερματίνη δερ‐ μάτινον, οὕτω καὶ τυπτόμενος τυπτομένη τυπτόμενον· πᾶν τοίνυν εἰς ος μετὰ συμφώνου πλὴν τοῦ ρ ὅτε ἔχει θηλυκὸν εἰς η αὐτὸ ποιεῖ, σο‐
20φός σοφή, καλός καλή. τυπτόμενον: πᾶν ἀρσενικὸν ἰσοσυλλάβως κλινόμενον ἡνίκα ποιεῖ οὐδέτερον ὁμόφωνον αὐτὸ ποιεῖ τῇ ἰδίᾳ αἰτια‐ τικῇ, καλός καλοῦ τὸν καλόν καὶ τὸ καλόν, εὔγηρως εὔγηρω τὸν εὔγη‐ ρων καὶ τὸ εὔγηρων, εὔνους εὔνου τὸν εὔνουν καὶ τὸ εὔνουν· ὅθεν σεσημείωται τὸ ἄλλο τοιοῦτο ἐκεῖνο καὶ τὰ παραπλήσια.
25 Δυϊκά. Τυπτομένω: πᾶσα δοτικὴ ἑνικῶν εἰς α ἢ εἰς ω λήγουσα ὁμόφωνον ἔχει τὴν εὐθεῖαν τῶν δυϊκῶν. τυπτομένα: εἴπομεν ὡς πᾶσα δοτικὴ εἰς η λήγουσα τροπῇ τοῦ η εἰς α τὸ δυϊκὸν ποιεῖ, τῷ
Πέρσῃ τὼ Πέρσα, τῇ καλῇ τὰ καλά, τῇ τυπτομένῃ τὰ τυπτομένα.80

4

.

1

.

81

Πληθ. Τυπτόμενοι: πᾶσα εὐθεῖα δυϊκῶν εἰς ω λήγουσα εἰς οι ποιεῖ τὸ πληθυντικόν, Ὁμήρω Ὅμηροι, Σαπφώ Σαπφοί. τυπτόμεναι: πᾶσα εὐθεῖα δυϊκῶν εἰς α λήγουσα προσθέσει τοῦ ι ποιεῖ τὸ πληθυντι‐ κόν, Πέρσα Πέρσαι, καλά καλαί. τυπτόμενα: εἴπομεν ὡς πᾶν οὐδέ‐
5τερον εἰς α λήγει κατὰ τὴν εὐθεῖαν τῶν πληθυντικῶν. Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Τετυμμένος, τετυμμένη, τετυμμένον. Δυϊκά. Τετυμμένω, τετυμμένα. Πληθ. Τετυμμένοι, τετυμμέναι, τετυμμένα.
10Ἀορίστου πρώτου Ἑνικά. Τυφθείς: πᾶν ῥῆμα εἰς ν λῆγον μετὰ φυσικῆς μακρᾶς μὴ ἔχον τὸ μ κλιτικὸν τὴν μετοχὴν ἔχει εἰς ς ὀξύτονον, ἐτετύφειν τετυ‐ φώς, ἐδάμην δαμείς· τὸ μέντοι ἐποίουν ἐβόων οὐ φυσικὴν ἔχουσι τὴν μακρὰν ἀλλ’ ἐκ πάθους· διὸ οὐκ εἰς ς αὐτῶν ἡ μετοχή· τὸ ἐτυπτόμην
15τὸ μ ἔχει κλιτικόν. τυφθεῖσα, τυφθέν: ἀμφότερα γέγονεν ἀπὸ τῆς γενικῆς τοῦ ἀρσενικοῦ, τὸ μὲν τροπῇ τῆς ἐσχάτης εἰς α καὶ ἐκτάσει τῆς παραληγούσης, τὸ δὲ οὐδέτερον ἀποβολῇ τῆς τελευταίας. Δυϊκά. Τυφθέντε, τυφθείσα. Πληθ. Τυφθέντες, τυφθεῖσαι, τυφθέντα.
20Ἀορίστου δευτέρου Ἑνικά. Τυπείς, τυπεῖσα, τυπέν. Δυϊκά. Τυπέντε, τυπείσα. Πληθ. Τυπέντες, τυπεῖσαι, τυπέντα. Μέσου ἀορίστου πρώτου
25Ἑνικά. Τυψάμενος, τυψαμένη, τυψάμενον: εἴπομεν ὡς τὰ
ἔχοντα τὸ μ κλιτικὸν τροπῇ τῆς ἐσχάτης εἰς μενος καὶ συστολῇ τῆς κλι‐81

4

.

1

.

82

τικῆς ἐκτάσεως τὴν μετοχὴν ποιεῖ· ἔστιν οὖν ἐτυψάμην καὶ συστολῇ τῆς ἀρχούσης καὶ τροπῇ τῆς τελευταίας συλλαβῆς εἰς μενος γίνεται τυψά‐ μενος. Δυϊκά. Τυψαμένω, τυψαμένα.
5 Πληθ. Τυψάμενοι, τυψάμεναι, τυψάμενα. Μέσου ἀορίστου δευτέρου Ἑνικά. Τυπόμενος, τυπομένη, τυπόμενον. Δυϊκά. Τυπομένω, τυπομένα. Πληθ. Τυπόμενοι, τυπόμεναι, τυπόμενα.
10Μέλλοντος πρώτου Ἑνικά. Τυφθησόμενος, τυφθησομένη, τυφθησόμενον. Δυϊκά. Τυφθησομένω, τυφθησομένα. Πληθ. Τυφθησόμενοι, τυφθησόμεναι, τυφθησόμενα. Μέλλοντος δευτέρου
15 Ἑνικά. Τυπησόμενος, τυπησομένη, τυπησόμενον. Δυϊκά. Τυπησομένω, τυπησομένα. Πληθ. Τυπησόμενοι, τυπησόμεναι, τυπησόμενα. Μέσου μέλλοντος πρώτου Ἑνικά. Τυψόμενος, τυψομένη, τυψόμενον.
20 Δυϊκά. Τυψομένω, τυψομένα. Πληθ. Τυψόμενοι, τυψόμεναι, τυψόμενα. Μέσου μέλλοντος δευτέρου Ἑνικά. Τυπούμενος, τυπουμένη, τυπούμενον. Δυϊκά. Τυπουμένω, τυπουμένα.
25 Πληθ. Τυπούμενοι, τυπούμεναι, τυπούμενα. Μετ’ ὀλίγον μέλλοντος τοῦ καὶ Ἀττικοῦ Ἑνικά. Τετυψόμενος, τετυψομένη, τετυψόμενον. Δυϊκά. Τετυψομένω, τετυψομένα. Πληθ. Τετυψόμενοι, τετυψόμεναι, τετυψόμενα.
30Τέλος τοῦ μεγάλου ῥήματος καὶ τῶν μετοχῶν.82

4

.

1

.

83

Ῥῆμα ὁριστικὸν ἐνεργητικὸν ἁπλοῦν παράγωγον συζυγίας πρώτης τῶν εἰς μι. Ἑνικά. Τίθημι: τινὲς ἐνόμισαν τὰ εἰς μι πάντα τῆς Αἰολίδος εἶναι διαλέκτου· πολλὴ γάρ ἐστι παρ’ αὐτοῖς ἡ εἰς μι κατάληξις· γέλαιμι γὰρ
5καὶ ἀσυνέτημι φασίν· ἀλλ’ ἐλέγχονται ἐκ πολλῶν, μάλιστα δὲ ἐξ αὐτῆς τῆς κλίσεως· ἐκεῖνοι γὰρ ὁμοίως τοῖς εἰς ω καὶ τὰ εἰς μι κλίνουσι, τί‐ θημι τίθης τίθη, γέλαιμι γέλαις γέλαι λέγοντες· ἡμεῖς δὲ οὐχ οὕτως, ἀλλὰ τὸ τρίτον εἰς σι. Πᾶν τοίνυν εἰς μι λῆγον φύσει μακρᾷ παρα‐ λήγεται, πλὴν τῆς ει διφθόγγου· ὅθεν ἡμάρτηται τὸ εἰμί· πᾶν εἰς μι
10λῆγον βαρύνεται, πλὴν τοῦ εἰμί φημί ἠμί· τῶν εἰς μι ἡ πρώτη μὲν καὶ δευτέρα συζυγία τῷ η παραλήγεται, ἡ δὲ τρίτη τῷ ω καὶ ἡ τετάρτη διχρόνῳ ἐκτεταμένῳ. τίθης: τὰ εἰς μι τροπῇ τῆς μι εἰς ς τὸ δεύτερον ποιεῖ, ἵστημι ἵστης, δίδωμι δίδως, ζεύγνυμι ζεύγνυς. τίθησι: πᾶν δεύ‐ τερον τῶν εἰς μι προσθέσει τοῦ ι τὸ τρίτον ποιεῖ, δίδως δίδωσι, ζεύγνυς
15ζεύγνυσι. Δυϊκά. Τίθετον, τίθετον: πρῶτον οὐκ ἔστι πρόσωπον διὰ τὸ ἐν τοῖς πληθυντικοῖς εἶναι τὸ μ· τὸ δὲ τρίτον συνέπεσε τῷ δευτέρῳ, ὅτι τὸ τρίτον τῶν πληθυντικῶν εἰς σι. Πληθ. Τίθεμεν: εἴπομεν ὡς ἐνεστώτων καὶ μελλόντων ἡ γενικὴ
20τῆς μετοχῆς ἀποβάλλουσα τὴν ἐσχάτην συλλαβὴν καὶ πρὸ τοῦ ν δεξα‐ μένη τὸ με πληθυντικὸν ποιεῖ, τιθείς τιθέντος τίθεμεν, ἱστάς ἱστάντος. ἵσταμεν, διδούς διδόντος δίδομεν, ζευγνύς ζευγνύντος ζεύγνυμεν. τί‐ θετε: ἀπὸ τοῦ πρώτου γέγονε τροπῇ τῆς μεν εἰς τε· ἡ δὲ παραλή‐ γουσα πεφύλακται, ἐπείπερ εἰς ς ἡ μετοχή. τιθεῖσι: εἴπομεν ὡς ἐν‐
25εστώτων καὶ μελλόντων τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν ὁμοφωνεῖ ταῖς δοτικαῖς πληθυντικαῖς τῶν ἰδίων μετοχῶν· τὸ δὲ φασί μόνον ἐν
τόνῳ διήλλαξε· τὸ μὲν γὰρ ῥῆμα φασί ὀξύνεται, ἡ δὲ μετοχὴ φᾶσι83

4

.

1

.

84

βαρύνεται. Ταῦτα δὲ τὰ τρίτα Ἴωνες προσόδῳ τοῦ α καὶ συστολῇ τῆς παραληγούσης προφέρονται, τιθέασι διδόασι ζευγνύασι· ἐπὶ γὰρ τῆς δευ‐ τέρας τοῦτο οὐ ποιοῦσι διὰ τὴν κακοφωνίαν τοῦ ἱστάασι· καὶ ἀπὸ οὖν τοῦ ἵημι ἵησι ἱεῖσι ἰωνικῶς ἱέασι καὶ κατὰ κρᾶσιν Ἀττικὴν ἱᾶσι, καὶ ἐν
5συνθέσει ἀφιᾶσιν. [ἱᾶσι πέμπουσιν, ἴασι πορεύονται.] Παρατατικοῦ Ἑνικά. Ἐτίθην: τὰ εἰς μι τροπῇ τῆς μι εἰς ν καὶ κλιτικῇ ἐκτάσει τῆς ἀρχούσης τὸν παρατατικὸν ποιεῖ, τίθημι ἐτίθην, δίδωμι ἐδίδων. ἐτίθης: τὰ εἰς ν μακροκατάληκτα μετὰ φυσικῆς μακρᾶς μὴ ἔχοντα τὸ
10μ κλιτικὸν τροπῇ τοῦ ν εἰς ς τὸ δεύτερον ποιεῖ, ἔστην ἔστης, ἐδίδων ἐδίδως. ἐτίθη. Δυϊκά. Ἐτίθετον, ἐτιθέτην. Πληθ. Ἐτίθεμεν, ἐτίθετε, ἐτίθεσαν: εἴπομεν ὡς τὰ εἰς ν μὴ ἔχοντα τὸ μ κλιτικὸν πρὸ τοῦ ν δεχόμενα τὸ με πληθυντικὸν ποιεῖ·
15ἀλλ’ ἐπὶ τοῦ παρατατικοῦ τῶν εἰς μι καὶ ἡ παραλήγουσα συστέλλεται διὰ τὴν πρὸς τὸν ἐνεστῶτα συμπάθειαν· τὸ δὲ τρίτον εἰς σαν, ἐπεὶ τὰ εἰς μεν πληθυντικὰ ἀπὸ τῶν εἰς ν φύσει μακροκαταλήκτων κεκλιμένα εἰς σαν ποιεῖ τὸ τρίτον, ἐφθάρην ἐφθάρημεν ἐφθάρησαν. Παρακειμένου
20 Ἑνικά. Τέθεικα: εἰ θέματα τῶν παρακειμένων οἱ μέλλοντες, μέλ‐ λων δὲ τοῦ τίθημι θήσω, δικαίως ὁ παρακείμενος τέθηκα, διὰ μὲν τὸ ς ἔχων τὸ κ, ἀναδιπλασιάζων δὲ τὴν ἀρχὴν διὰ τὸ ἀπὸ ἁπλοῦ συμφώνου ἄρξασθαι· τὸ μέντοι τέθεικα Βοιώτιόν ἐστι, τροπὴν ποιησάμενον τοῦ η εἰς τὴν ει δίφθογγον, ὡς ἥρωες εἵρωες. τέθεικας, τέθεικε.
25Δυϊκά. Τεθείκατον, τεθείκατον.
Πληθ. Τεθείκαμεν, τεθείκατε, τεθείκασι.84

4

.

1

.

85

Περὶ τοῦ μέσου παρακειμένου Μέσος παρακείμενος οὐκ ἔστιν ἐν τοῖς εἰς μι δι’ αἰτίαν τοιαύτην· ὅτε ὁ δεύτερος ἀόριστος ἐνδεῖ τοῦ πρώτου συλλαβῇ, τότε καὶ ὁ μέσος παρακείμενος ἐνδεῖ τοῦ ἐνεργητικοῦ, οἷον ἐλήκησα ἔλακον λελήκηκα λέ‐
5ληκα· ἐν τοῖς εἰς μι τοίνυν καθόλου ὁ δεύτερος ἀόριστος ἐνδεῖ τοῦ πρώτου, ἔστησα ἔστην, καὶ ὁ μέσος παρακείμενος ὀφείλων ἐνδεῖν τοῦ ἐνεργητικοῦ εἰς δισυλλαβίαν περιΐστατο, ὅπερ ἀδύνατον· πᾶς γὰρ πα‐ ρακείμενος ὑπερβαίνειν θέλει τὴν δισυλλαβίαν, ἡμαρτημένου τοῦ οἶδα. Ὑπερσυντελίκου
10 Ἑνικά. Ἐτεθείκειν, ἐτεθείκεις, ἐτεθείκει. Δυϊκά. Ἐτεθείκειτον, ἐτεθεικείτην. Πληθ. Ἐτεθείκειμεν, ἐτεθείκειτε, ἐτεθείκεισαν. Ἀορίστου πρώτου Ἑνικά. Ἔθηκα, ἔθηκας, ἔθηκεν: εἰ ὁ μέλλων θήσω, ὤφειλεν ὁ
15ἀόριστος εἶναι ἔθησα· ὁμοίως καὶ ἀπὸ τοῦ δώσω ἔδωσα καὶ ἥσω ἧσα· ἀλλά φαμεν σεσημειῶσθαι τοὺς τρεῖς τούτους ἀορίστους ἐν τοῖς εἰς μι, ὥσπερ ἐν τοῖς εἰς ω τὸν εἶπα καὶ τὸν ἤνεγκα. Δυϊκά. Ἐθήκατον, ἐθηκάτην. Πληθ. Ἐθήκαμεν, ἐθήκατε, ἔθηκαν.
20Ἀορίστου δευτέρου Ἑνικά. Ἔθην, ἔθης, ἔθη: πᾶς μέλλων τῶν εἰς μι τὴν τελευ‐ ταίαν συλλαβὴν τρέπων εἰς ν καὶ τὴν ἄρχουσαν ἐκτείνων κλιτικῶς τὸν δεύτερον ἀόριστον ποιεῖ, δώσω ἔδων, θήσω ἔθην, ἥσω ἧν. Δυϊκά. Ἔθετον, ἐθέτην.
25 Πληθ. Ἔθεμεν, ἔθετε, ἔθεσαν. Σεσημείωνται κατὰ πολλοὺς τρόπους οἱ τρεῖς οὗτοι δεύτεροι ἀόρι‐ στοι, λέγω δὴ ὁ ἔθην ἔδων ἧν, πρῶτον ὅτι συστέλλουσι τὴν ἐσχάτην
ἐν τοῖς πληθυντικοῖς, τῶν ἄλλων φυλασσόντων αὐτήν, ἔθεμεν ἔδομεν85

4

.

1

.

86

ἕμεν, ἔστημεν δὲ καὶ ἔγνωμεν οἱ ἄλλοι· εἶτα ὅτι ἐν τοῖς ἀπαρεμφάτοις διφθόγγῳ παραλήγονται, θεῖναι δοῦναι εἷναι, τῶν εἰς ναι ἀπαρεμφάτων μὴ θελόντων διφθόγγῳ παραλήγεσθαι· τρίτον ὅτι μὴ εἰς θι ποιοῦσι τὰ προστακτικὰ ἔχοντες εἰς ς ὀξυτόνους τὰς μετοχάς, ἀλλὰ θές δός ἕς.
5Μέλλοντος πρώτου Ἑνικά. Θήσω, θήσεις, θήσει: τὰ εἰς μι λήγοντα τρέποντα τὴν μι εἰς σω μέλλοντα ποιεῖ τὸν ἐν ἀρχῇ διπλασιασμὸν ἀποβάλλοντα, δί‐ δωμι δώσω, ἵστημι στήσω, φημί φήσω. Δυϊκά. Θήσετον, θήσετον.
10 Πληθ. Θήσομεν, θήσετε, θήσουσι. Δεύτερος μέλλων οὐκ ἔστιν ἐν τοῖς εἰς μι· ὅτε γὰρ ὁ δεύτερος ἀόριστος ἐνδεῖ τοῦ πρώτου συλλαβῇ, τότε καὶ ὁ δεύτερος μέλλων ἐνδεῖ τοῦ πρώτου μέλλοντος, ἐμύκησα ἔμυκον μυκήσω μυκῶ· εἰς μονοσυλλα‐ βίαν οὖν περιΐσταντο, ὅπερ ἀδύνατον ἐπὶ μελλόντων· διὸ σεσιώπηνται.
15Περὶ παθητικῶν. Ὁριστικὰ παθητικά. Χρόνου ἐνεστῶτος Ἑνικά. Τίθεμαι: τὰ εἰς μι τρέποντα τὴν μι εἰς μαι καὶ τὴν παραλήγουσαν συστέλλοντα πρὸς τὴν παραλήγουσαν τῶν πληθυντικῶν
20ἐνεργητικῶν παθητικὰ γίνεται, τίθημι τίθεμαι, δίδωμι δίδομαι, ἵστημι
ἵσταμαι, ζεύγνυμι ζεύγνυμαι. τίθεσαι: εἴπομεν ὡς ὅσα τῶν παθητικῶν86

4

.

1

.

87

εἶχε τὴν ἐνεργητικὴν μετοχὴν εἰς ς ὀξύτονον, ταῦτα τροπῇ τοῦ κατὰ τὸ τρίτον τ εἰς ς τὸ δεύτερον ποιεῖ, πεποίηται πεποίησαι ὅτι πεποιη‐ κώς, τίθεται τίθεσαι ὅτι τιθείς. τίθεται· τὰ εἰς μαι τροπῇ τῆς μαι εἰς ται τὸ τρίτον ποιεῖ, φυλάσσει δὲ τὴν παραλήγουσαν, ὅτε τὴν ἐνεργητι‐
5κὴν μετοχὴν ἔχει εἰς ς ὀξύτονον. Δυϊκά. Τιθέμεθον, τίθεσθον, τίθεσθον. Πληθ. Τιθέμεθα, τίθεσθε, τίθενται. Παρατατικοῦ Ἑνικά. Ἐτιθέμην, ἐτίθεσο, ἐτίθετο: πᾶς ἐνεστὼς παθητικὸς
10τρέπων τὴν μαι εἰς μην καὶ τὴν ἄρχουσαν ἐκτείνων κλιτικῶς τὸν παρα‐ τατικὸν ποιεῖ, δίδομαι ἐδιδόμην, ἵσταμαι ἱστάμην. Δυϊκά. Ἐτιθέμεθον, ἐτίθεσθον, ἐτιθέσθην. Πληθ. Ἐτιθέμεθα, ἐτίθεσθε, ἐτίθεντο. Παρακειμένου
15 Ἑνικά. Τέθειμαι, τέθεισαι, τέθειται: ὁ ἐνεργητικὸς παρακεί‐ μενος τὴν τελευταίαν τρέπων εἰς μαι καὶ τὴν παραλήγουσαν συστέλλων παθητικὸς γίνεται, δέδωκα δέδομαι, ἕστηκα ἕσταμαι, τέθηκα τέθεμαι· τὸ δὲ τέθειμαι ἐν πλεονασμῷ τοῦ ι. Δυϊκά. Τεθείμεθον, τέθεισθον, τέθεισθον.
20 Πληθ. Τεθείμεθα, τέθεισθε, τέθεινται. Ὑπερσυντελίκου Ἑνικά. Ἐτεθείμην, ἐτέθεισο, ἐτέθειτο: πᾶς παρακείμενος παθητικὸς τρέπων τὴν μαι εἰς μην καὶ τὴν ἄρχουσαν ἐκτείνων κλιτικῶς ὑπερσυντέλικος γίνεται, δέδομαι ἐδεδόμην, ἕσταμαι ἑστάμην.
25Δυϊκά. Ἐτεθείμεθον, ἐτέθεισθον, ἐτεθείσθην.
Πληθ. Ἐτεθείμεθα, ἐτέθεισθε, ἐτέθειντο.87

4

.

1

.

88

Ἀορίστου πρώτου Ἑνικά. Ἐτέθην, ἐτέθης, ἐτέθη: ὁμοίως τοῖς ἀπὸ τῶν εἰς ω ἀπὸ τοῦ παθητικοῦ παρακειμένου γίνεται τροπῇ τῆς μαι εἰς θην καὶ ἀποβολῇ τοῦ κατ’ ἀρχὴν συμφώνου· ἦν οὖν τέθεμαι ἐτέθην· ἐπειδὴ γὰρ
5ἔδει πάντως εἰς θην λήγειν τὸν ἀόριστον, τὸ παραλῆγον θ τέτραπται διὰ τὴν εὐφωνίαν, οὐ τὸ τελευταῖον. Δυϊκά. Ἐτέθητον, ἐτεθήτην. Πληθ. Ἐτέθημεν, ἐτέθητε, ἐτέθησαν. Ἀόριστος δεύτερος ἐν τοῖς παθητικοῖς τῶν εἰς μι οὐκ ἔστι· τὴν
10γὰρ κατάληξιν αὐτοῦ προϋφήρπασαν οἱ ἐνεργητικοὶ ἀόριστοι δεύτεροι· ὁ μέντοι ἔστην ἀόριστος ἐνεργητικὸς ὢν τῇ φωνῇ τῇ συντάξει ἐστὶ πα‐ θητικός· ὡς γὰρ ἐστάθην ὑπὸ σοῦ οὕτως ἔστην ὑπὸ σοῦ. Μέσου ἀορίστου πρώτου Ἑνικά. Ἐθηκάμην, ἐθήκω, ἐθήκατο.
15 Δυϊκά. Ἐθηκάμεθον, ἐθήκασθον, ἐθηκάσθην. Πληθ. Ἐθηκάμεθα, ἐθήκασθε, ἐθήκαντο. Μέσου ἀορίστου δευτέρου Ἑνικά. Ἐθέμην, ἔθεσο, ἔθετο: ἐν τοῖς εἰς μι ὁ εἰς θην ἀόρι‐ στος τρέπων τὸ θ εἰς μ μέσον ποιεῖ, ἐφάθην ἐφάμην, ἐπτάθην ἐπτάμην
20πάλιν μέντοι τὸ τίθημι καὶ ἵημι κἀν τούτῳ παρηνομήθη· ἐποίησε γὰρ μέσα ὁμοίως τοῖς εἰς ω, ἐθηκάμην ἡκάμην· τοῦ μέντοι ἐθέμην ἐδόμην τὰ δεύτερα ἔθεσο ἔδοσο τροπῇ τοῦ κατὰ τὸ τρίτον τ εἰς ς, ἐπεὶ καὶ ἡ ἐνεργητικὴ μετοχὴ θείς καὶ δούς· γίνονται δὲ κατὰ ἔνδειαν τοῦ ς καὶ κρᾶσιν ἔθου καὶ ἔδου, ἐπῄνες’ ἔργον καὶ πρόνοιαν ἣν ἔθου,
25Σοφοκλῆς 〈Ai. 536〉. Δυϊκά. Ἐθέμεθον, ἔθεσθον, ἐθέσθην.
Πληθ. Ἐθέμεθα, ἔθεσθε, ἔθεντο.88

4

.

1

.

89

Μέλλοντος πρώτου. Ἑνικ. Τεθήσομαι, τεθήσ, τεθήσεται: καὶ οὗτος ὁμοίως τοῖς ἀπὸ τῶν εἰς ω ληγόντων ἀπὸ τοῦ παθητικοῦ ἀορίστου γίνεται προσ‐ θέσει τῆς σομαι κατὰ τὸ τρίτον πρόσωπον καὶ συστολῇ τῆς ἀρχούσης,
5ἐτέθη τεθήσομαι, ἐδόθη δοθήσομαι. Δυϊκά. Τεθησόμεθον, τεθήσεσθον, τεθήσεσθον. Πληθ. Τεθησόμεθα, τεθήσεσθε, τεθήσονται. Μέσου μέλλοντος πρώτου Ἑνικ. Θήσομαι, θήσ, θήσεται: ὁμοίως τοῖς ἀπὸ τῶν εἰς ω
10γίνεται ἀπὸ τοῦ πρώτου μέλλοντος τροπῇ τοῦ ω εἰς ο καὶ προσθέσει τῆς μαι. Δυϊκά. Θησόμεθον, θήσεσθον, θήσεσθον. Πληθ. Θησόμεθα, θήσεσθε, θήσονται. Μετ’ ὀλίγον μέλλοντος
15 Ἑνικ. Τεθείσομαι, τεθείσ, τεθείσεται: καὶ οὗτος ἀπὸ τοῦ δευτέρου προσώπου τοῦ παθητικοῦ παρακειμένου γίνεται πρὸ τῆς αι δεχόμενος τὸ ομ, τέθειμαι τέθεισαι τεθείσομαι, εἴγε ἄρα γίνεται. Δυϊκά. Τεθεισόμεθον, τεθείσεσθον, τεθείσεσθον. Πληθ. Τεθεισόμεθα, τεθείσεσθε, τεθείσονται.
20Περὶ ἀπαρεμφάτων. Ἀπαρέμφατα ἐνεργητικ. Χρόνου ἐνεστῶτος καὶ παρατατικο. Τιθέναι: εἴπομεν ὡς πᾶσα μετοχὴ εἰς ς ὀξύτονος διὰ τοῦ ντ κλι‐ νομένη εἰς ναι ποιεῖ τὸ ἀπαρέμφατον· ἦν οὖν τιθείς τιθέντος τιθέναι,
25διδούς διδόντος διδόναι· ἄλλως τε καὶ πᾶν πληθυντικὸν ἐνεργητικὸν ἐνεστῶτος χρόνου τροπῇ τῆς μεν εἰς ναι ποιεῖ τὸ ἀπαρέμφατον ἐπὶ τῶν εἰς μι, τίθεμεν τιθέναι, ἵσταμεν ἱστάναι, δίδομεν διδόναι, ζεύγνυμεν
ζευγνύναι.89

4

.

1

.

90

Παρακειμένου καὶ ὑπερσυντελίκου· Τεθεικέναι. Ἀορίστου πρώτου οὐκ ἔστιν οὐδεμία κλίσις μετὰ τὰ ὁριστικά· ἡμαρ‐ τημένοι γὰρ ὁ ἔθηκα ἔδωκα ἧκα οὐκ ἐποίησαν μετοχάς, ἅπαξ δὲ μὴ ἔχοντες μετοχὰς οὔτε ἀπαρέμφατα, οὐ προστακτικά, οὐκ εὐκτικά, οὐχ
5ὑποτακτικὰ ποιοῦσιν· ὁ μέντοι ἔστησα ἔφησα ὁμοίως τοῖς εἰς ω ποιοῦσι στῆσαι φῆσαι τὸ ἀπαρέμφατον. Ἀορίστου δευτέρου. Θεῖναι: ἀναλόγως μὲν τῇ εἰς ς μετοχῇ ὀξυτόνῳ εἰς ναι ἐστὶ τὸ ἀπαρέμφατον· ἔδει μέντοι αὐτὸ εἶναι θῆναι· τὸ γὰρ τρίτον πρόσωπον
10τοῦ δευτέρου ἀορίστου προσθέσει τῆς ναι καὶ συστολῇ τῆς ἀρχούσης τὸ ἀπαρέμφατον ποιεῖ, ἔστη στῆναι, ἔφη φῆναι, ἔγνω γνῶναι· ἀλλ’ εἴπο‐ μεν ὅτι ἡμάρτηται τὸ θεῖναι δοῦναι εἷναι. Μέλλοντος πρώτου· Θήσειν. Ἀπαρέμφατα παθητικά.
15Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τίθεσθαι: εἴπομεν ὡς πᾶν τρίτον παθητικὸν ἢ μέσον ἔχον τὸ τ κλιτικὸν τροπῇ τῆς ἐσχάτης εἰς θαι καὶ συστολῇ τῆς κατὰ τὴν ἀρχὴν κλιτικῆς ἐκτάσεως τὸ ἀπαρέμφατον ποιεῖ· ἀλλ’ εἰ μὲν καθαρεύοι τὸ τ, καὶ ς προσλαμβάνει τὸ ἀπαρέμφατον, εἰ δὲ ψιλῷ παραλήγοιτο, εἰς δασὺ
20αὐτὸ τρέπει· ἦν οὖν τίθεμαι τίθεσαι τίθεται τίθεσθαι, δίδοται δίδοσθαι. Παρακειμένου καὶ ὑπερσυντελίκου Τέθειμαι τέθεισαι τέθειται τεθεῖσθαι. Ἀορίστου πρώτου. Τεθῆναι: ἐτέθην τὸ ῥῆμα, τεθείς ἡ μετοχή, τεθῆναι τὸ ἀπαρέμ‐
25φατον.90

4

.

1

.

91

Μέσου ἀορίστου δευτέρου. Θέσθαι: ἐθέμην ἔθεσο ἔθετο, τροπῇ τῆς ἐσχάτης εἰς σθαι καὶ συ‐ στολῇ τῆς ἀρχούσης θέσθαι, ἔδοτο δόσθαι. Μέλλοντος πρώτου· Τεθήσεσθαι.
5 Μέσου μέλλοντος πρώτου· Θήσεσθαι. Μετ’ ὀλίγον μέλλοντος· Τεθείσεσθαι. Περὶ προστακτικῶν. Προστακτικὰ ἐνεργητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ
10 Ἑνικά. Τίθετι: ὧν εἰς ε ὀξύτονος ἡ μετοχὴ διὰ τοῦ ντ κλινο‐ μένη, τούτων εἰς θι τὸ προστακτικόν, διδούς δίδοθι, ἱστάς ἵσταθι, ζευ‐ γνύς ζεύγνυθι, τιθείς τίθεθι, ἀλλὰ διὰ τὸ εὔφωνον τίθετι· ἰστέον δὲ ὡς τὰ προστακτικὰ τοῦ ἐνεστῶτος βραχείᾳ θέλει παραλήγεσθαι. τιθέτω: τὰ εἰς θι προστακτικὰ τροπῇ τοῦ θι εἰς τω τὸ τρίτον ποιεῖ.
15 Δυϊκά. Τίθετον: ἐκ τοῦ δευτέρου τῶν πληθυντικῶν. τιθέτων: ἐκ τοῦ ἰδίου δευτέρου τροπῇ τοῦ ο εἰς ω. Πληθ. Τίθετε, τιθέτωσαν: πᾶν τρίτον ἑνικὸν τροπῇ μὲν τοῦ ω εἰς ε τὸ δεύτερον τῶν πληθυντικῶν ποιεῖ, προσθέσει δὲ τῆς ςαν τὸ τρίτον, διδότω δίδοτε διδότωσαν.
20Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Τέθεικε, τεθεικέτω. Δυϊκά. Τεθείκετον, τεθεικέτων. Πληθ. Τεθείκετε, τεθεικέτωσαν: πρόδηλος ἡ τεχνολογία ὁμοία οὖσα τοῖς ἀπὸ τῶν εἰς ω.
25Ἀορίστου πρώτου Ἑνικά. Ἔδει μὲν θῆκον ὡς τύψον· ἀλλ’ εἴπομεν ὡς τοῦ ἔθηκα
ἐπιλέλοιπεν ἡ κλίσις· κλίνομεν οὖν ἀντ’ αὐτοῦ τὸ στῆσον, στησάτω.91

4

.

1

.

92

Δυϊκά. Στήσατον, στησάτων. Πληθ. Στήσατε, στησάτωσαν: πρόδηλος ἡ τεχνολογία ὁμοία οὖσα τοῖς ἀπὸ τῶν εἰς ω. Ἀορίστου δευτέρου
5 Ἑνικά. Θές, θέτω: ἔδει μὲν τῆς μετοχῆς οὔσης θείς θέντος θέτι εἶναι τὸ προστακτικόν· ἀλλ’ εἴπομεν ὡς ἡμάρτηται αὐτό τε καὶ τὸ δός καὶ τὸ ἕς. Δυϊκά. Θέτον, θέτων. Πληθ. Θέτε, θέτωσαν. Προστακτικὰ παθητικά.
10Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Ἑνικά. Τίθεσο, τιθέσθω: ἀπὸ τοῦ δευτέρου προσώπου τοῦ πα‐ θητικοῦ παρατατικοῦ γίνεται συστολῇ τῆς ἀρχούσης ἐδίδοσο δίδοσο· πᾶν δὲ τρίτον ἑνικὸν παθητικὸν ἢ μέσον τῶν προστακτικῶν τρέπον τὸ ε εἰς ω τοῦ ἰδίου ὁριστικοῦ πληθυντικοῦ γίνεται, τίθεσθε τιθέσθω, τέθεισθε
15τεθείσθω, ἐτέθητε τεθήτω, ἔθεσθε θέσθω. Δυϊκά. Τίθεσθον, τιθέσθων. Πληθ. Τίθεσθε, τιθέσθωσαν. Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Τέθεισο, τεθείσθω: καὶ οὗτος ἀπὸ τοῦ δευτέρου προ‐
20σώπου γίνεται τοῦ παθητικοῦ ὑπερσυντελίκου, ἐδεδόμην ἐδέδοσο δέδοσο. Δυϊκά. Τέθεισθον, τεθείσθων.
Πληθ. Τέθεισθε, τεθείσθωσαν.92

4

.

1

.

93

Ἀορίστου πρώτου Ἑνικά. Τέθητι, τεθήτω: τὸ ῥῆμα ἐτέθην, ἡ μετοχὴ τεθείς, τὸ προστακτικὸν τέθητι. Δυϊκά. Τέθητον, τεθήτων.
5 Πληθ. Τέθητε, τεθήτωσαν. Μέσου ἀορίστου δευτέρου Ἑνικά. Θο, θέσθω: εἴπομεν ὡς τοῦ ἐθέμην ἐδόμην διχῶς ἐστι τὸ δεύτερον, εἰς σο καὶ εἰς ου· ἀπὸ οὖν τοῦ ἑτέρου γέγονε τὸ προσ‐ τακτικὸν εἰς ου, οὐκ εἰς σο.
10 Δυϊκά. Θέσθον, θέσθων. Πληθ. Θέσθε, θέσθωσαν. Περὶ εὐκτικῶν. Εὐκτικὰ ἐνεργητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά. Τιθείην, τιθείης, τιθείη: εἴπομεν ὡς ἡ εἰς ς ὀξύτονος
15μετοχὴ διὰ τοῦ ντ κλινομένη τρέπουσα τὸ τέλος τῆς γενικῆς εἰς ην καὶ πρὸ αὐτοῦ τὸ ι δεχομένη εὐκτικὸν ποιεῖ· ἦν οὖν τιθείς τιθέντος τιθείην. Δυϊκά. Τιθείητον, τιθειήτην. Πληθ. Τιθείημεν, τιθείητε, τιθείησαν.
20Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Τεθείκοιμι, τεθείκοις, τεθείκοι: τὸ ῥῆμα τέθεικα, ἡ μετοχὴ τεθεικώς τεθεικότος, καὶ τὸ εὐκτικὸν τεθείκοιμι· οὐ γὰρ εἰς ην, ἐπεὶ μὴ διὰ τοῦ ντ ἡ κλίσις τῆς μετοχῆς. Δυϊκά. Τεθείκοιτον, τεθεικοίτην.
25Πληθ. Τεθείκοιμεν, τεθείκοιτε, τεθείκοιεν.93

4

.

1

.

94

Ἀορίστου πρώτου Ἑνικά. Ἔδει μὲν θήκαιμι, ἀλλ’ ἐπέλειψεν· κλίνομεν δὲ ἀντ’ αὐτοῦ τὸ στήσαιμι, στήσαις, στήσαι. Δυϊκά. Στήσαιτον, στησαίτην.
5 Πληθ. Στήσαιμεν, στήσαιτε, στήσαιεν. Ἀορίστου δευτέρου Ἑνικά. Θείην, θείης, θείη: τὸ ῥῆμα ἔθην, ἡ μετοχὴ θείς θέν‐ τος, θείην τὸ εὐκτικόν. Δυϊκά. Θείητον, θειήτην.
10 Πληθ. Θείημεν, θείητε, θείησαν. Μέλλοντος πρώτου Ἑνικά. Θήσοιμι, θήσοις, θήσοι. Δυϊκά. Θήσοιτον, θησοίτην. Πληθ. Θήσοιμεν, θήσοιτε, θήσοιεν.
15Εὐκτικὰ παθητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά. Τιθείμην, τιθεῖο, τιθεῖτο: πᾶν παθητικὸν ἢ μέσον ἔχον τὸ μ κλιτικὸν τρέπον τὴν ἐσχάτην εἰς μην καὶ πρὸ τοῦ μ δεχό‐ μενον τὸ ι τὸ εὐκτικὸν ποιεῖ, τίθεμαι τιθείμην, δίδομαι διδοίμην.
20 Δυϊκά. Τιθείμεθον, τιθεῖσθον, τιθείσθην. Πληθ. Τιθείμεθα, τιθεῖσθε, τιθεῖντο. Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Τεθείμην, τεθεῖο, τεθεῖτο: τῷ αὐτῷ λόγῳ ἀπὸ τοῦ τέθεμαι γέγονε τεθείμην.
25Δυϊκά. Τεθείμεθον, τεθεῖσθον, τεθείσθην.
Πληθ. Τεθείμεθα, τεθεῖσθε, τεθεῖντο.94

4

.

1

.

95

Ἀορίστου πρώτου Ἑνικά. Τεθείην, τεθείης, τεθείη: τὸ ῥῆμα ἐτέθην, 〈ἡ〉 μετοχὴ τεθείς τεθέντος, τεθείην τὸ εὐκτικόν. Δυϊκά. Τεθείητον, τεθειήτην.
5 Πληθ. Τεθείημεν, τεθείητε, τεθείησαν. Μέσου ἀορίστου δευτέρου Ἑνικά. Θείμην, θεῖο, θεῖτο: τὸ ῥῆμα ἐθέμην, προσθήκῃ τοῦ ι καὶ συστολῇ τῆς ἀρχούσης θείμην τὸ εὐκτικόν. Δυϊκά. Θείμεθον, θεῖσθον, θείσθην.
10 Πληθ. Θείμεθα, θεῖσθε, θεῖντο. Μέλλοντος πρώτου Ἑνικά. Τεθησοίμην, τεθήσοιο, τεθήσοιτο. Δυϊκά. Τεθησοίμεθον, τεθήσοισθον, τεθησοίσθην. Πληθ. Τεθησοίμεθα, τεθήσοισθε, τεθήσοιντο.
15Μέσου μέλλοντος πρώτου Ἑνικά. Θησοίμην, θήσοιο, θήσοιτο. Δυϊκά. Θησοίμεθον, θήσοισθον, θησοίσθην. Πληθ. Θησοίμεθα, θήσοισθε, θήσοιντο. Περὶ ὑποτακτικῶν.
20Ὑποτακτικὰ ἐνεργητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά. Ἐὰν τιθῶ—τιθῇς—τιθῇ: εἴπομεν ὡς παρατατικὸς παρακείμενος ἀόριστος τὸ τέλος τρέποντες εἰς ω καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν συστέλλοντες τὸ ὑποτακτικὸν ποιοῦσιν, ἐτίθην ἐὰν τιθῶ,
25ἐδίδων ἐὰν διδῶ, ἔφην ἐὰν φῶ· τὰ μέντοι τῆς τετάρτης ἄρρητα ἔμει‐ νεν· ὤφειλε γὰρ ἀπὸ τοῦ ἐζεύγνυν ἐπήγνυν ἐὰν ζευγνῶ καὶ ἐὰν πηγνῶ μετὰ περισπωμένης εἶναι· καθόλου γὰρ ὧν ἡ μετοχὴ εἰς ς ὀξύτονος διὰ τοῦ ντ κλινομένη, τούτων περισπᾶται τὸ ὑποτακτικόν· τὰ μέντοι δεύτερα καὶ τρίτα τῆς μὲν πρώτης συζυγίας διὰ τοῦ η, τῆς δὲ δευτέρας
30διὰ τοῦ α, τῆς δὲ τρίτης διὰ τοῦ ω· 〈Eurip. Or. 685〉 δύναμιν ἢν διδῷ θεός. Δυϊκά. Ἐὰν τιθῆτον—τιθῆτον.
Πληθ. Ἐὰν τιθῶμεν—τιθῆτε—τιθῶσιν.95

4

.

1

.

96

Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Ἐὰν τεθείκω—τεθείκῃς—τεθείκῃ. Δυϊκά. Ἐὰν τεθείκητον—τεθείκητον. Πληθ. Ἐὰν τεθείκωμεν—τεθείκητε—τεθείκωσιν.
5Ἀορίστου πρώτου καὶ μέλλοντος Ἑνικά. Ἔδει μὲν ἐὰν θήκω, ἀλλ’ ἄρρητον ἔμεινεν· ἀντ’ αὐτοῦ οὖν κλίνομεν τὸ ἐὰν στήσω—στήσῃς—στήσῃ. Δυϊκά. Ἐὰν στήσητον—στήσητον. Πληθ. Ἐὰν στήσωμεν—στήσητε—στήσωσιν.
10Ἀορίστου δευτέρου Ἑνικά. Ἐὰν θῶ—θῇς—θῇ: ὁμοίως καὶ ἐπὶ τοῦ δευτέρου ἀορίστου ὅλα τὰ δεύτερα καὶ τρίτα τῶν ὑποτακτικῶν διὰ τοῦ η· τὰ μέντοι τῆς τρίτης συζυγίας διὰ τοῦ ω, ἐὰν γνῶ γνῷς γνῷ, ἐὰν βιῶ βιῷς βιῷ· ῥᾷον γένηται καὶ βιῷ.
15 Δυϊκά. Ἐὰν θῆτον—θῆτον. Πληθ. Ἐὰν θῶμεν—θῆτε—θῶσιν. Ὑποτακτικὰ παθητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Ἑνικά. Ἐὰν τιθῶμαι—τιθῇ—τιθῆται: εἴπομεν ὡς πᾶν
20παθητικὸν ἢ μέσον ἔχον τὸ μ κλιτικὸν τὴν ἐσχάτην μεταποιοῦν εἰς μαι καὶ τὴν παραλήγουσαν τρέπον εἰς ω τὸ ὑποτακτικὸν ποιεῖ, τίθεμαι ἐὰν τιθῶμαι, ἵσταμαι ἐὰν ἱστῶμαι· τὰ δὲ τρίτα τῶν ἐνεργητικῶν ὑποτακτι‐ κῶν δεύτερά ἐστι τῶν παθητικῶν, καὶ ἀπ’ αὐτῶν προσθέσει τῆς ται τὸ τρίτον γίνεται, ἐὰν τιθῇ τιθῆται, ἐὰν ἱστᾷ ἱστᾶται, ἐὰν διδῷ διδῶται.
25 Δυϊκά. Ἐὰν τιθώμεθον—τιθῆσθον—τιθῆσθον. Πληθ. Ἐὰν τιθώμεθα—τιθῆσθε—τιθῶνται. Παρακειμένου καὶ ὑπερσυντελίκου.
Ἑνικά. Ἐὰν τεθῶμαι—τεθῇ—τεθῆται: τέθεμαι τὸ ὁριστι‐96

4

.

1

.

97

κόν, καὶ τροπῇ τῆς παραληγούσης εἰς ω τεθῶμαι. Ἀπολλώνιος δὲ ἐὰν τεθείκωμαι φησὶν αὐτὸ εἶναι ἀμαρτύρως, ὥς φησιν Ἡρωδιανός. Δυϊκά. Ἐὰν τεθώμεθον—τεθῆσθον—τεθῆσθον. Πληθ. Ἐὰν τεθώμεθα—τεθῆσθε—τεθῶνται.
5Ἀορίστου πρώτου καὶ μέλλοντος Ἑνικά. Ἐὰν τεθῶ—τεθῇς—τεθῇ: εἴπομεν ὡς ὧν ἡ μετοχὴ εἰς ς ὀξύτονος διὰ τοῦ ντ κλινομένη, τούτων εἰς ω περισπώμενον τὸ ὑποτακτικόν· ἦν οὖν τὸ ῥῆμα ἐτέθην, ἡ μετοχὴ τεθείς, τὸ ὑποτακτικὸν ἐὰν τεθῶ, ἐὰν δοθῶ.
10 Δυϊκά. Ἐὰν τεθῆτον—τεθῆτον. Πληθ. Ἐὰν τεθῶμεν—τεθῆτε—τεθῶσιν. Μέσου ἀορίστου δευτέρου καὶ μέλλοντος Ἑνικά. Ἐὰν θῶμαι—θῇ—θῆται: εἴπομεν ὡς πᾶν παθητι‐ κὸν ἢ μέσον ἔχον τὸ μ κλιτικὸν τρέπον τὴν ἐσχάτην εἰς μαι καὶ ἐν τῇ
15παραληγούσῃ λαμβάνον τὸ ω ὑποτακτικὸν ποιεῖ συστέλλον τε τὴν κλι‐ τικὴν ἔκτασιν· ἦν οὖν ἐθέμην ἐὰν θῶμαι, ἐδόμην ἐὰν δῶμαι, ἐφάμην ἐὰν φῶμαι. Δυϊκά. Ἐὰν θώμεθον—θῆσθον—θῆσθον. Πληθ. Ἐὰν θώμεθα—θῆσθε—θῶνται.
20Περὶ μετοχῶν. Μετοχαὶ ἐνεργητικαί. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικά. Τιθείς, τιθεῖσα, τιθέν: πᾶν ῥῆμα εἰς ν λῆγον μετὰ φυσικῆς μακρᾶς μὴ ἔχον τὸ μ κλιτικὸν εἰς ς ὀξύτονον ποιεῖ τὴν μετο‐
25χήν, ἐτετύφειν τετυφώς, ἐτύφθην τυφθείς, ἐτίθην τιθείς. Δυϊκά. Τιθέντε, τιθείσα.
Πληθ. Τιθέντες, τιθεῖσαι, τιθέντα.97

4

.

1

.

98

Παρακειμένου καὶ ὑπερσυντελίκου Ἑνικά. Τεθεικώς, τεθεικυῖα, τεθεικός. Δυϊκά. Τεθεικότε, τεθεικυία. Πληθ. Τεθεικότες, τεθεικυῖαι, τεθεικότα.
5Ἀορίστου πρώτου Ἑνικά. Ἔδει μὲν εἶναι θήκας, ἀλλ’ ἐσιωπήθη· ἀντ’ αὐτοῦ δὲ κλί‐ νομεν τὸ στήσας, στήσασα, στῆσαν. Δυϊκά. Στήσαντε, στησάσα. Πληθ. Στήσαντες, στήσασαι, στήσαντα.
10Ἀορίστου δευτέρου Ἑνικά. Θείς, θεῖσα, θέν: καὶ αὕτη ὁμοίως τῇ τοῦ παρατατικοῦ ἀπὸ τοῦ ἔθην γέγονεν. Δυϊκά. Θέντε, θείσα. Πληθ. Θέντες, θεῖσαι, θέντα.
15Μέλλοντος πρώτου Ἑνικά. Θήσων, θήσουσα, θῆσον. Δυϊκά. Θήσοντε, θησούσα. Πληθ. Θήσοντες, θήσουσαι, θήσοντα. Μετοχαὶ παθητικα.
20Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ Ἑνικ. Τιθέμενος, τιθεμένη, τιθέμενον. Δυϊκά. Τιθεμένω, τιθεμένα. Πληθ. Τιθέμενοι, τιθέμεναι, τιθέμενα. Παρακειμένου καὶ ὑπερσυντελίκου
25 Ἑνικ. Τεθειμένος, τεθειμένη, τεθειμένον. Δυϊκά. Τεθειμένω, τεθειμένα. Πληθ. Τεθειμένοι, τεθειμέναι, τεθειμένα. Ἀορίστου πρώτου Ἑνικ. Τεθείς, τεθεῖσα, τεθέν.
30 Δυϊκά. Τεθέντε, τεθείσα. Πληθ. Τεθέντες, τεθεῖσαι, τεθέντα. Μέσου ἀορίστου δευτέρου
Ἑνικ. Θέμενος, θεμένη, θέμενον.98

4

.

1

.

99

Δυϊκά. Θεμένω, θεμένα. Πληθ. Θέμενοι, θέμεναι, θέμενα. Μέλλοντος πρώτου Ἑνικ. Τεθησόμενος, τεθησομένη, τεθησόμενον.
5 Δυϊκά. Τεθησομένω, τεθησομένα. Πληθ. Τεθησόμενοι, τεθησόμεναι, τεθησόμενα. Μέσου μέλλοντος πρώτου Ἑνικ. Θησόμενος, θησομένη, θησόμενον. Δυϊκά. Θησομένω, θησομένα.
10 Πληθ. Θησόμενοι, θησόμεναι, θησόμενα. Μετ’ ὀλίγον μέλλοντος Ἑνικ. Τεθεισόμενος, τεθεισομένη, τεθεισόμενον. Δυϊκά. Τεθεισομένω, τεθεισομένα.
Πληθ. Τεθεισόμενοι, τεθεισόμεναι, τεθεισόμενα.99