TLG 2020 001 :: THEODOSIUS :: Canones isagogici de flexione nominum THEODOSIUS Gramm. Canones isagogici de flexione nominum Citation: Part — volume — page — (line) | ||
4.2.3 | ΘΕΟΔΟΣΙΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ ἈΛΕΞΑΝΔΡΕΩΣ εἰσαγωγικοὶ κανόνες περὶ κλίσεως ὀνομάτων. Κανὼν αʹ Ἑνικά. Αἴας Αἴαντος: τὰ εἰς ας καθαρὸν ὀνόματα δισύλλαβα | |
5 | βαρύτονα μακροκατάληκτα διὰ τοῦ ντ κλίνεται, Θόας Θόαντος, Ὕας Ὕαντος, Αἴας Αἴαντος. τῷ Αἴαντι: πᾶσα γενικὴ εἰς ος λήγουσα μεταβάλλουσα τὴν ος εἰς ι τὴν δοτικὴν ποιεῖ ὁμότονον καὶ ὁμόχρονον, ἔρωτος ἔρωτι, Μίνωος Μίνωϊ, Αἴαντος Αἴαντι. τὸν Αἴαντα: πᾶσα δοτικὴ εἰς ι ἐκφωνούμενον λήγουσα ὅτε ἔχει ἰσοσύλλαβον τὴν αἰτιατι‐ | |
---|---|---|
10 | κὴν τροπῇ τοῦ ι εἰς α αὐτὴν ποιεῖ, λέβητι λέβητα. ὦ Αἶαν: πᾶσα γενικὴ διὰ τοῦ ντ κλινομένη ἀποβολῇ τοῦ τος ποιεῖ τὴν κλητικήν, εἰ μὴ διφθόγγῳ παραλήγοιτο, Αἴαντος Αἶαν, Ξενοφῶντος Ξενοφῶν· πλα‐ | |
κοῦντος δὲ πλακοῦ καὶ Σιμοῦντος Σιμοῦ. | 3 | |
4.2.4 | Δυϊκά. Τὼ Αἴαντε: πᾶσα δοτικὴ ἑνικῶν εἰς ι ἐκφωνούμενον λή‐ γουσα τροπῇ τοῦ ι εἰς ε τὴν εὐθεῖαν τῶν δυϊκῶν ποιεῖ, βοΐ βόε. τοῖν Αἰάντοιν: πᾶσα εὐθεῖα δυϊκῶν εἰς ε ἢ εἰς ω λήγουσα εἰς οιν ποιεῖ τὴν γενικήν, ἔρωτε ἐρώτοιν, κανόνε κανόνοιν, Ὁμήρω Ὁμήροιν, σοφώ | |
5 | σοφοῖν. ὦ Αἴαντε: τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ὡς ἡ ὀρθὴ οὕτως καὶ ἡ κλητική. Πληθυντικά. Οἱ Αἴαντες: πᾶσα εὐθεῖα δυϊκῶν εἰς ε λήγουσα προσθέσει τοῦ ς ποιεῖ τὴν εὐθεῖαν τῶν πληθυντικῶν, χάριτε χάριτες, νᾶε νᾶες, ἔρωτε ἔρωτες. τῶν Αἰάντων: πᾶσα γενικὴ πληθυντικῶν | |
10 | εἰς ων λήγει ἐπὶ παντὸς γένους. τοῖς Αἴασι: πᾶσα εὐθεῖα ἑνικῶν εἰς ς λήγουσα μετὰ μακρᾶς περισσοσυλλάβως κλινομένη καὶ μὴ συναι‐ ρουμένη κατὰ τὴν γενικὴν προσθέσει τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν πλη‐ θυντικῶν, λέβης λέβητος λέβησι, Τρώς Τρωός Τρωσί, Πηλεύς Πηλέως Πηλεῦσι, πλὴν τοῦ πούς ποδός ποσί. τοὺς Αἴαντας: πᾶσα αἰτιατικὴ | |
15 | ἑνικῶν εἰς α λήγουσα προσθέσει τοῦ ς ποιεῖ τὴν αἰτιατικὴν τῶν πλη‐ θυντικῶν, Κύπριδα Κύπριδας. ὦ Αἴαντες: εἴπομεν ὡς τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ὡς ἡ ὀρθὴ οὕτως καὶ ἡ κλητική. Κανὼν βʹ Ἑνικά. Ὁ κοχλίας τοῦ κοχλίου: τὰ εἰς ας καθαρὸν ὑπὲρ δύο | |
20 | συλλαβὰς ἁπλᾶ βαρύτονα εἰς ου ἔχει τὴν γενικήν, Παπίου Ἑρμείου Αἰνείου· εἰ δὲ εἰς α περατώσεις τὴν γενικὴν τοῦ Παπία λέγων καὶ τοῦ Αἰνεία, Δωρικὴ ἔσται ἡ κλίσις συνήθης γεγονυῖα τῇ κοινῇ διαλέκτῳ· σε‐ σημείωται τὸ Πικίας Πικίαντος καὶ Πευκετίας Πευκετίαντος. τῷ κο‐ | |
χλίᾳ: πᾶσα γενικὴ ἰσοσυλλαβοῦσα τῇ εὐθείᾳ τὴν δοτικὴν ἔχει εἰς ι | 4 | |
4.2.5 | ἀνεκφώνητον λήγουσαν μετὰ τοῦ φωνήεντος τῆς εὐθείας ἢ μείζονος ἀντιστοίχου, ὁ Πέρσης τοῦ Πέρσου τῷ Πέρσῃ, Μήδεια Μηδείας Μηδείᾳ· καλός δὲ καλοῦ καλῷ διὰ μείζονος. τὸν κοχλίαν: πᾶσα εὐθεῖα εἰς ς λήγουσα ὅταν ἔχῃ ἰσοσύλλαβον τὴν αἰτιατικὴν μετὰ τῶν αὐτῶν φω‐ | |
5 | νηέντων εἰς ν αὐτὴν ἔχει λήγουσαν, ἰχθῦς ἰχθύν, καλός καλόν· ὅθεν Ἀττικοὶ Δημοσθένην κλίνουσι μετὰ τοῦ ν. ὦ κοχλία: τὰ εἰς ας ἰσο‐ συλλάβως κλινόμενα ἀποβολῇ τοῦ ς ποιεῖ τὴν κλητικήν, Μηνᾶς Μηνᾶ. Δυϊκά. Τὼ κοχλία: πᾶσα δοτικὴ ἑνικῶν εἰς α ἢ εἰς ω λήγουσα ὁμόφωνον ἔχει τὴν ὀρθὴν τῶν δυϊκῶν, τῶν Παπίᾳ τὼ Παπία, τῷ καλῷ τὼ | |
10 | καλώ. τοῖν κοχλίαιν: πᾶσα εὐθεῖα δυϊκῶν εἰς α λήγουσα προσθέσει τοῦ ιν ποιεῖ τὴν γενικήν, καλά καλαῖν, Πέρσα Πέρσαιν. ὦ κοχλία: εἴρηται. Πληθυντικά. Οἱ κοχλίαι: πᾶσα εὐθεῖα δυϊκῶν εἰς α λήγουσα προσθέσει τοῦ ι ποιεῖ τὴν εὐθεῖαν τῶν πληθυντικῶν, τὰ Μούσα αἱ Μοῦσαι· εἰ δὲ εἰς ω λήγει εἰς οι ποιεῖ, πλὴν τῶν οὐδετέρων. τῶν | |
15 | κοχλιῶν: εἴρηται. τοῖς κοχλίαις: πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ι λήγουσα προσθέσει τοῦ ς ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, οἱ καλοί τοῖς καλοῖς, οἱ τοξόται τοῖς τοξόταις. τοὺς κοχλίας: πᾶσα εὐθεῖα πληθυντικῶν εἰς αι λήγουσα τροπῇ τοῦ ι εἰς ς τὴν αἰτιατικὴν ποιεῖ, Μοῦσαι Μούσας, Πέρσαι Πέρσας. ὦ κοχλίαι: εἴρηται. | |
20 | Κανὼν γʹ | |
Ἑνικά. Ὁ Λάχης τοῦ Λάχητος: τὰ εἰς ης βαρύτονα ἰαμβικὰ | 5 | |
4.2.6 | μὴ ἔχοντα ἐπ’ εὐθείας τὸ τ εἰς τος ἔχει τὴν γενικήν, λέβητος Πάχητος Δάρητος· σεσημείωται τὸ Κόμης Κόμου καὶ γύης γύου. τῷ Λάχητι, τὸν Λάχητα: εἴρηται. ὦ Λάχης: τὰ εἰς ης ἢ εἰς ως ὀνόματα διὰ καθαροῦ τοῦ τος κλινόμενα ὁμόφωνον ἔχουσι τὴν κλητικὴν τῇ εὐθείᾳ, | |
5 | τοῦ λέβητος ὦ λέβης, τοῦ ἔρωτος ὦ ἔρως. Δυϊκά. Τὼ Λάχητε, τοῖν Λαχήτοιν, ὦ Λάχητε. Πληθ. Οἱ Λάχητες, τῶν Λαχήτων, τοῖς Λάχησι, τοὺς Λάχητας, ὦ Λάχητες. Κανὼν δʹ | |
10 | Ἑνικά. Ὁ Χρύσης τοῦ Χρύσου: τὰ εἰς ης βαρύτονα σπονδειακὰ εἰς ου ἔχει τὴν γενικήν, Πέρσης Πέρσου, Τέννης Τέννου· σεσημείωται τὸ μάσθλητος Μόργητος Μήλητος· τὰ γὰρ ἄλλα ἔχουσιν ἀπολογίαν. τῷ Χρύσῃ: εἴπομεν ὡς πᾶσα γενικὴ ἰσοσυλλαβοῦσα τῇ εὐθείᾳ τὴν δο‐ τικὴν ἔχει εἰς ι ἀνεκφώνητον λήγουσαν μετὰ τοῦ φωνήεντος τῆς εὐθείας | |
15 | ἢ μείζονος ἀντιστοίχου. τὸν Χρύσην: εἴρηται. ὦ Χρύση: τὰ εἰς ης ἰσοσυλλάβως κλινόμενα εἰ μὴ παρὰ ῥῆμα εἴη συντεθειμένα ἢ τὸ τ ἔχοι ἢ ἐθνικὰ εἴη ἀποβολῇ τοῦ ς ποιεῖ τὴν κλητικήν, ὦ Εὐριπίδη, ὦ μισο‐ γύνη, ὦ Μηριόνη· εἴπομεν «εἰ μὴ παρὰ ῥῆμα εἴη συντεθειμένα» διὰ τὸ ὦ γεωμέτρα, «ἢ τὸ τ ἔχοι» διὰ τὸ ὦ τοξότα, ὦ θύτα, «ἐθνικά» δὲ διὰ | |
20 | τὸ ὦ Πέρσα. | 6 |
4.2.7 | Δυϊκά. Τὼ Χρύσα: πᾶσα δοτικὴ ἑνικῶν εἰς η λήγουσα τροπῇ τοῦ η εἰς α τὸ δυϊκὸν ποιεῖ, τῇ Ἑλένῃ τὰ Ἑλένα. τοῖν Χρύσαιν, ὦ Χρύσα: εἴρηται. Πληθ. Οἱ Χρῦσαι, τῶν Χρυσῶν, τοῖς Χρύσαις, τοὺς Χρύ‐ | |
5 | σας, ὦ Χρῦσαι: εἴρηται. Κανὼν εʹ Ἑνικά. Ὁ Δημοσθένης τοῦ Δημοσθένους: τὰ εἰς ης ὀνό‐ ματα παρ’ οὐδετέρων συντεθειμένα πάντως εἰς ους ἔχει τὴν γενικήν, γένος εὐγενής εὐγενοῦς, ἦθος κακοήθης κακοήθους· σεσημείωται τὸ | |
10 | ἀγκυλοχείλης ἀγκυλοχείλου. Εἰδέναι δὲ δεῖ ὅτι πᾶσα γενικὴ εἰς ους λήγουσα συνῃρημένη ἐστίν· δεῖ οὖν τὸν κλίνοντα πρότερον λαμβάνειν τὸ ἐντελὲς καὶ οὕτως ποιεῖν τὴν συναίρεσιν, τοῦ Δημοσθένεος τοῦ Δη‐ μοσθένους. τῷ Δημοσθένεϊ τῷ Δημοσθένει, τὸν Δημοσθένεα τὸν Δημοσθένη, ὦ Δημόσθενες: τὰ εἰς ης εἰς ους ἔχοντα τὴν | |
15 | γενικὴν εἰς ες ποιεῖ τὴν κλητικήν, Δημοσθένης Δημοσθένους ὦ Δημό‐ σθενες. Δυϊκά. Τὼ Δημοσθένεε τὼ Δημοσθένη, τοῖν Δημοσθε‐ νέοιν τοῖν Δημοσθενοῖν, ὦ Δημοσθένεε ὦ Δημοσθένη. | |
Πληθ. Οἱ Δημοσθένεες οἱ Δημοσθένεις, τῶν Δημοσθε‐ | 7 | |
4.2.8 | νέων τῶν Δημοσθενῶν, τοῖς Δημοσθένεσι μόνως, τοὺς Δη‐ μοσθένεας τοὺς Δημοσθένεις, ὦ Δημοσθένεες ὦ Δημοσθέ‐ νεις. Κανὼν ϛʹ. | |
5 | Περὶ τοῦ Ἡρακλῆς. Τοῦτο τὸ ὄνομα καὶ τὰ ὅμοια αὐτῷ εὐθείας μὲν ἔχει δύο, μίαν ἐντελῆ τὴν Ἡρακλέης καὶ μίαν συνῃρημένην τὴν Ἡρακλῆς, αἵ τινες γεννῶσι γενικὰς τέσσαρας, ἡ ἐντελὴς δύο, μίαν ἐντελῆ καὶ μίαν συν‐ ῃρημένην, καὶ ἡ συνῃρημένη δύο, μίαν συνῃρημένην καὶ μίαν ἐντελῆ. | |
10 | Ἑνικά. Ἡρακλέης, Ἡρακλέεος Ἡρακλέους, Ἡρακλέεϊ | |
Ἡρακλέει, Ἡρακλέεα Ἡρακλέα, Ἡράκλεες Ἡράκλεις. | 8 | |
4.2.9 | Δυϊκά. Ἡρακλέεε Ἡρακλέη, Ἡρακλεέοιν Ἡρακλεοῖν, Ἡρακλέεε Ἡρακλέη. Πληθ. Ἡρακλέεες Ἡρακλέεις, Ἡρακλεέων Ἡρακλεῶν, Ἡρακλέεσι Ἡρακλῆσι, Ἡρακλέεας Ἡρακλέας, Ἡρακλέεες | |
5 | Ἡρακλέεις. Ἑνικά. Ἡρακλῆς, Ἡρακλέος Ἡρακλοῦς, Ἡρακλέϊ Ἡρα‐ κλεῖ, Ἡρακλέα Ἡρακλῆ, ὦ Ἥρακλες. Δυϊκά. Ἡρακλέε Ἡρακλῆ, Ἡρακλέοιν Ἡρακλοῖν, Ἡρα‐ κλέε Ἡρακλῆ. | |
10 | Πληθ. Ἡρακλέες Ἡρακλεῖς, Ἡρακλέων Ἡρακλῶν, Ἡρα‐ κλέσι μόνως, Ἡρακλέας Ἡρακλεῖς, Ἡρακλέες Ἡρακλεῖς. Κανὼν ζʹ Ἑνικά. Ὁ Πάρις τοῦ Πάριδος; τὰ εἰς ις κύρια διὰ τοῦ δ κλί‐ νεται εἴτε ἀρσενικὰ εἴη εἴτε θηλυκά, Ἄδωνις Ἀδώνιδος, Πάριδος Θέ‐ | |
15 | τιδος Μέμφιδος· τὰ ἐν τοῖς θηλυκοῖς σεσημειωμένα ὕστερον ἐροῦμεν· τὸ δὲ Πάριος Θέτιος Ἰωνικά. τῷ Πάριδι: εἴρηται. τὸν Πάριδα καὶ | |
τὸν Πάριν: τῶν εἰς ις αἱ αἰτιατικαὶ διχῶς λέγονται, καὶ ἡ μὲν εἰς α | 9 | |
4.2.10 | λήγουσα ἀπὸ τῆς δοτικῆς ἑνικῆς κανονίζεται, ἡ δὲ εἰς ν ἀπὸ τῆς εὐθείας. ὦ Πάρι: τὰ εἰς ις ἀποβολῇ τοῦ ς ποιεῖ τὴν κλητικήν, ὦ Θέτι, ὦ Πάρι. Δυϊκά. Τὼ Πάριδε, τοῖν Παρίδοιν, ὦ Πάριδε. Πληθ. Οἱ Πάριδες, τῶν Παρίδων, τοῖς Πάρισι, τοὺς | |
5 | Πάριδας, ὦ Πάριδες. Κανὼν ηʹ Ἑνικά. Ὁ ὄφις τοῦ ὄφιος καὶ ὄφεως: τὰ εἰς ις προσηγορικὰ μὴ ὄντα παρώνυμα μακροπαράληκτα διὰ καθαροῦ τοῦ ος κλίνεται, μάν‐ τιος ὄφιος· Ἀττικοὶ δὲ μάντεως καὶ ὄφεως φασίν· εὑρέθη δὲ καὶ ὄφεος | |
10 | 〈Eurip. Bacch. 1027〉 δράκοντος ἔσπειρ’ ὄφεος ἐν γαίᾳ θέρος καὶ 〈Eurip. Or. 897〉 ὃς ἂν δύνηται πόλεος ἔν τ’ ἀρχαῖσιν ᾖ. τῷ ὄφιι καὶ ἐν συναιρέσει ὄφι, τῷ ὄφεϊ καὶ ἐν συναιρέσει ὄφει. τὸν ὄφιν: ἡ μὲν ἀναλογία ἀπῄτει καὶ ταύτας τὰς αἰτιατικὰς διχῶς λέγεσθαι, ὡς καὶ τὰς τῶν κυρίων· ἀλλ’ ἐπέλειψεν ἡ χρῆσις τῆς εἰς α. | |
15 | ὦ ὄφι. | 10 |
4.2.11 | Δυϊκά. Τὼ ὄφιε, τοῖν ὀφίοιν, ὦ ὄφιε. Πληθ. Οἱ ὄφιες, τῶν ὀφίων, τοῖς ὄφισι, τοὺς ὄφιας, ὦ ὄφιες. Κανὼν θʹ | |
5 | Ἑνικά. Ὁ χαρίεις τοῦ χαρίεντος: τὰ εἰς εις ὑπὲρ μίαν συλ‐ λαβὴν διὰ τοῦ ντ κλίνεται, ἐρόεντος τιμήεντος. τῷ χαρίεντι, τὸν χαρίεντα, ὦ χαρίει καὶ ὦ χαρίεν [καὶ ὦ χαρίεις ἀττικῶς]: δι‐ χῶς λέγεται τούτων ἡ κλητική, ὦ χαρίει, ὅτι τὰ εἰς ς λήγοντα μετὰ διφθόγγου ἀποβολῇ τοῦ ς ποιεῖ τὴν κλητικήν, ὁ παῖς ὦ παῖ, ὁ Πηλεύς | |
10 | ὦ Πηλεῦ, καὶ ὦ χαρίεν, ὅτι πᾶν οὐδέτερον ἀρσενικῷ παρεσχηματισμένον εἰ μὲν ἰσοσυλλάβως κλίνοιτο τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ ὁμοφωνεῖ, τὸ σοφόν καὶ τὸν σοφόν, τὸ εὔγηρων καὶ τὸν εὔγηρων, εἰ δὲ περισσοσυλ‐ λάβως τῇ κλητικῇ, τὸ ἄρσεν ὦ ἄρσεν, τὸ σῶφρον ὦ σῶφρον· οὕτως οὖν ἔσται ἡ κλητικὴ ὦ χαρίεν, ἵνα ὁμοφωνήσῃ τῷ οὐδετέρῳ. | |
15 | Δυϊκά. Τὼ χαρίεντε, τοῖν χαριέντοιν, ὦ χαρίεντε. | 11 |
4.2.12 | Πληθ. Οἱ χαρίεντες, τῶν χαριέντων, τοῖς χαρίεισι ἢ χα‐ ρίεσι: ἡ δοτικὴ τῶν πληθυντικῶν ἢ χαρίεισι τῷ λόγῳ τῆς εὐθείας τῶν ἑνικῶν, ἢ χαρίεσι τῷ λόγῳ τῆς δοτικῆς τῶν ἑνικῶν. τοὺς χαρίεν‐ τας, ὦ χαρίεντες. | |
5 | Κανὼν ιʹ Ἑνικά. Ὁ Πηλεύς τοῦ Πηλέος, Πηλέως δὲ ἀττικῶς: τὰ εἰς ευς λήγοντα διὰ τοῦ εος κλίνεται, Οἰνέος Τυδέος Πηλέος· Ἀττικοὶ δὲ τῆς γενικῆς ταύτης τρέπουσιν τὸ ο εἰς ω, Πηλέως Οἰνέως Τυδέως. τῷ Πηλέϊ καὶ Πηλεῖ κατὰ συναίρεσιν, τὸν Πηλέα, ὦ Πηλεῦ: εἴπο‐ | |
10 | μεν ὡς τὰ εἰς ς λήγοντα μετὰ διφθόγγου ἀποβολῇ τοῦ ς ποιεῖ τὴν κλητικήν, ὁ Ζεύς ὦ Ζεῦ. Δυϊκά. Τὼ Πηλέε, τοῖν Πηλέοιν, ὦ Πηλέε. Πληθ. Οἱ Πηλέες, τῶν Πηλέων, τοῖς Πηλεῦσι: μόνως τὴν δοτικὴν διὰ τῆς ευ διφθόγγου λεκτέον τῷ ἀπὸ τῆς εὐθείας κανόνι· οὐ | |
15 | γὰρ διφορεῖται, ὥς τινες νομίζουσι· μόνον τὸ υἱέσιν ἡμάρτηται παρὰ Ἀττικοῖς δίχα τοῦ υ λεγόμενον. τοὺς Πηλέας, ὦ Πηλέες καὶ ὦ | |
Πηλεῖς κατὰ συναίρεσιν. | 12 | |
4.2.13 | Κανὼν ιαʹ Ἑνικά. Ὁ ἡδύς τοῦ ἡδέος: τὰ εἰς υς τριγενῆ διὰ τοῦ εος κλί‐ νεται, ἡδέος ὠκέος. τῷ ἡδέϊ καὶ ἡδεῖ κατὰ συναίρεσιν. τὸν ἡδέα καὶ ἡδύν: καὶ αὗται αἱ αἰτιατικαὶ διχῶς λέγονται, τῷ λόγῳ τῆς εὐθείας | |
5 | καὶ τῷ λόγῳ τῆς δοτικῆς. ὦ ἡδύ: τὰ εἰς υς ἀποβολῇ τοῦ ς ποιεῖ τὴν κλητικήν, ὦ ταχύ, ὦ θῆλυ. Δυϊκά. Τὼ ἡδέε, τοῖν ἡδέοιν, ὦ ἡδέε. Πληθ. Οἱ ἡδέες καὶ κατὰ συναίρεσιν ἡδεῖς, τῶν ἡδέων, τοῖς ἡδέσι, τοὺς ἡδέας καὶ ἡδεῖς κατὰ συναίρεσιν, ὦ ἡδέες καὶ ὦ | |
10 | ἡδεῖς. Κανὼν ιβʹ Ἑνικά. Ὁ βότρυς τοῦ βότρυος: τὰ εἰς υς μονογενῆ τὸ υ φυ‐ λάσσει ἐπὶ γενικῆς, στάχυος βότρυος· σεσημείωται τὸ πῆχυς πήχεος καὶ πέλεκυς πελέκεος. τῷ βότρυϊ, τὸν βότρυν, ὦ βότρυ. | |
15 | Δυϊκά. Τὼ βότρυε, τοῖν βοτρύοιν, ὦ βότρυε. | |
Πληθ. Οἱ βότρυες, τῶν βοτρύων, τοῖς βότρυσι, τοὺς βό‐ | 13 | |
4.2.14 | τρυας: πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ες λήγουσα τροπῇ τοῦ ε εἰς α ποιεῖ τὴν αἰτιατικήν, ἔρωτες ἔρωτας. ὦ βότρυες. Κανὼν ιγʹ. Ἑνικά. Ὁ βοῦς τοῦ βοός: τὰ εἰς ους ἀπαθῆ διὰ τοῦ ος κλίνε‐ | |
5 | ται, χροῦς χροός, χοῦς χοός, πλὴν τοῦ πούς καὶ ὀδούς. τῷ βοΐ, τὸν βόα καὶ βοῦν διχῶς, ὦ βοῦ. Δυϊκά. Τὼ βόε, τοῖν βοοῖν, ὦ βόε. Πληθ. Οἱ βόες, τῶν βοῶν, τοῖς βουσί, τοὺς βόας, ὦ βόες. Κανὼν ιδʹ. | |
10 | Ἑνικά. Ὁ πλοῦς τοῦ πλοῦ: τὰ εἰς ους συνῃρημένα τῶν ἐντε‐ λῶν ἔχει τὴν κλίσιν, πλακόεις πλακόεντος πλακοῦς πλακοῦντος, χρύσεος χρυσέου χρυσοῦς χρυσοῦ, πλόος πλόου πλοῦς πλοῦ, ἔστι δὲ πᾶσα ἡ κλίσις ἀπὸ τοῦ ἐντελοῦς συνῃρημένη· τὰ εἰς ος ἀρσενικὰ εἰς ου ἔχει τὴν γενικήν, ὁ πλόος ὁ πλοῦς τοῦ πλόου τοῦ πλοῦ. τῷ πλόῳ τῷ | |
15 | πλῷ, τὸν πλόον τὸν πλοῦν, ὦ πλόε ὦ πλοῦ: τὰ εἰς ος ἀρσενικὰ | |
εἰς ε ἔχει τὴν κλητικήν. | 14 | |
4.2.15 | Δυϊκά. Τὼ πλόω τὼ πλώ, τοῖν πλόοιν τοῖν πλοῖν, ὦ πλόω ὦ πλώ. Πληθ. Οἱ πλόοι οἱ πλοῖ, τῶν πλόων τῶν πλῶν, τοῖς πλόοις τοῖς πλοῖς, τοὺς πλόους τοὺς πλοῦς, ὦ πλόοι ὦ πλοῖ. | |
5 | Κανὼν ιεʹ. Ἑνικά. Ὁ ἱδρώς τοῦ ἱδρῶτος: τὰ εἰς ως ὀξύτονα ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ τος κλίνεται, ἀπτῶτος ἀγνῶτος. τῷ ἱδρῶτι, τὸν ἱδρῶτα, ὦ ἱδρώς: τὰ εἰς ως τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, ὦ Μίνως, ὦ ἥρως. | |
10 | Δυϊκά. Τὼ ἱδρῶτε, τοῖν ἱδρώτοιν, ὦ ἱδρῶτε. Πληθ. Οἱ ἱδρῶτες, τῶν ἱδρώτων, τοῖς ἱδρῶσι, τοὺς ἱδρῶ‐ τας, ὦ ἱδρῶτες. Κανὼν ιϛʹ. Ἑνικά. Ὁ ἥρως τοῦ ἥρωος, ὁ γέλως τοῦ γέλωτος: τῶν | |
15 | εἰς ως βαρυτόνων τὰ μὲν βραχείᾳ παραληγόμενα διὰ τοῦ τος κλίνεται, γέλωτος ἔρωτος Νέπωτος, τὰ δὲ μακρᾷ διὰ καθαροῦ τοῦ ος, Μίνωος ἥρωος, πλὴν τοῦ εἵλως εἵλωτος. τῷ ἥρωϊ, τὸν ἥρωα, ὦ ἥρως. Δυϊκά. Τὼ ἥρωε, τοῖν ἡρώοιν, ὦ ἥρωε. Πληθ. Οἱ ἥρωες, τῶν ἡρώων, τοῖς ἥρωσι, τοὺς ἥρωας, | |
20 | ὦ ἥρωες. | 15 |
4.2.16 | Κανὼν ιζʹ. Ἑνικά. Ὁ Μενέλεως τοῦ Μενέλεω: τὰ εἰς ος ὀνόματα μετα‐ ποιοῦντες Ἀττικοὶ εἰς ως καὶ τὰ παραλήγοντα τῶν φωνηέντων εἰς ε μεταβάλλουσι, κλίνουσι δὲ πάντα κατὰ ἀποβολὴν τοῦ ς, ὁ λεώς τοῦ | |
5 | λεώ, ὁ νεώς τοῦ νεώ· ἰστέον δὲ ὡς εἴ που εὑρεθείη ἐν τῷ κοινῷ ὀνό‐ ματι τὸ ο εἰς ω τρέπουσιν αὐτό, κἂν φθάσῃ προπαροξυνθῆναι ἡ εὐθεῖα πᾶσα πτῶσις προπαροξύνεται. τῷ Μενέλεῳ: εἴπομεν ὡς πᾶσα γε‐ νικὴ ἰσοσυλλαβοῦσα τῇ εὐθείᾳ τὴν δοτικὴν ἔχει εἰς ι ἀνεκφώνητον λή‐ γουσαν μετὰ τοῦ φωνήεντος τῆς εὐθείας ἢ μείζονος ἀντιστοίχου. τὸν | |
10 | Μενέλεων: εἴπομεν ὡς πᾶσα εὐθεῖα εἰς ς λήγουσα, ὅταν ἔχῃ ἰσοσύλ‐ λαβον τὴν αἰτιατικὴν μετὰ τῶν αὐτῶν φωνηέντων, εἰς ν αὐτὴν ἔχει λήγουσαν, ὁ Πέρσης τὸν Πέρσην. ὦ Μενέλεως: εἴπομεν ὅτι τὰ εἰς ως τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν· ἄλλως τε καὶ οἱ Ἀττικοὶ τὰς αὐτὰς ποιοῦσιν ὀρθὰς καὶ κλητικάς. | |
15 | Δυϊκά. Τὼ Μενέλεω: πᾶσα δοτικὴ ἑνικῶν εἰς ω λήγουσα ὁμό‐ φωνον ἔχει τὴν εὐθεῖαν τῶν δυϊκῶν. τοῖν Μενέλεῳν: τοῦτο ἀπὸ τοῦ κοινοῦ γέγονε τροπῇ τοῦ ο εἰς ω· διὸ καὶ τὸ ι ἔχει· πᾶσα γὰρ δοτικὴ ἐπὶ παντὸς ἀριθμοῦ τὸ ι ἔχει. ὦ Μενέλεω: εἴρηται. Πληθ. Οἱ Μενέλεῳ: καὶ τοῦτο ἀπὸ τοῦ κοινοῦ γέγονε τροπῇ | |
20 | τοῦ ο εἰς ω, καὶ τὸ ι ἔχει· πᾶσα γὰρ εὐθεῖα πληθυντικῶν ἀρσενικῶν | 16 |
4.2.17 | καὶ θηλυκῶν εἰς φωνῆεν λήγουσα εἰς ι θέλει λήγειν. τῶν Μενέλεων: εἴρηται. τοῖς Μενέλεῳς: πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ι λήγουσα προσθέσει τοῦ ς ποιεῖ τὴν δοτικήν· ἀναγκαίως οὖν καὶ τοῦτο μετὰ τοῦ ι γράφεται. τοὺς Μενέλεως: καὶ τοῦτο ἀπὸ τοῦ κοινοῦ γέγονε | |
5 | τροπῇ τοῦ ο εἰς ω, τὸ μέντοι υ ἐξέπεσεν διὰ τὴν κακοφωνίαν. ὦ Μενέλεῳ: εἴρηται. Κανὼν ιηʹ. Ἑνικά. Ὁ ἅλς τοῦ ἁλός: πᾶν ὄνομα εἰς δύο σύμφωνα λῆγον διὰ δύο συμφώνων κλίνεται, Τίρυνς Τίρυνθος, μάκαρς μάκαρτος· εἰ οὖν | |
10 | ἅλς ἔδει ἁλτός, ἀλλ’ ἐπειδὴ δασυνομένης τῆς εὐθείας ἔμελλεν ψιλοῦσθαι ἡ γενική, ὑπεστάλη τὸ τ, ἵνα ὁμοίως τῇ εὐθείᾳ δασυνθῇ καὶ ἡ γενική· τοῦτο δὲ τὸ ὄνομα ὅτε μέν ἐστι θηλυκὸν καὶ δηλοῖ τὴν θάλασσαν ἕως τῶν ἑνικῶν κλίνεται μόνον, ὅτε δὲ ἀρσενικὸν δι’ ὅλου κλίνεται. τῷ ἁλί, τὸν ἅλα, ὦ ἅλς: τὰ εἰς δύο σύμφωνα λήγοντα τὴν αὐτὴν ἔχει | |
15 | ὀρθὴν καὶ κλητικήν. Δυϊκά. Τὼ ἅλε, τοῖν ἁλοῖν, ὦ ἅλε. Πληθ. Οἱ ἅλες, τῶν ἁλῶν, τοῖς ἁλσί: εἴπομεν ὡς τὰ εἰς ς λήγοντα μετὰ μακρᾶς περισσοσυλλάβως κλινόμενα καὶ μὴ συναιρούμενα κατὰ τὴν γενικὴν προσθέσει τοῦ ι τὴν δοτικὴν τῶν πληθυντικῶν ποιεῖ. | |
20 | τοὺς ἅλας, ὦ ἅλες. Κανὼν ιθʹ. Ἑνικά. Ὁ Ἀλκμάν τοῦ Ἀλκμᾶνος: τὰ εἰς αν καὶ ὀξύνεται καὶ | |
μακρὸν ἔχει τὸ α καὶ προσθέσει τοῦ ος κλίνεται, παιᾶνος Τιτᾶνος Πα‐ | 17 | |
4.2.18 | νός, ὅτε ἀρσενικόν ἐστι. τῷ Ἀλκμᾶνι, τὸν Ἀλκμᾶνα, ὦ Ἀλκμάν: τὰ εἰς ἀμετάβολον ὀξύτονα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, ὦ λιμήν, ὦ ἀστήρ, πλὴν τοῦ ἄνερ πάτερ σῶτερ δᾶερ. Δυϊκά. Τὼ Ἀλκμᾶνε, τοῖν Ἀλκμάνοιν, ὦ Ἀλκμᾶνε. | |
5 | Πληθ. Οἱ Ἀλκμᾶνες, τῶν Ἀλκμάνων, τοῖς Ἀλκμᾶσι, τοὺς Ἀλκμᾶνας, ὦ Ἀλκμᾶνες. Κανὼν κʹ Ἑνικά. Ὁ σωλήν τοῦ σωλῆνος, ὁ ποιμήν τοῦ ποιμένος: τῶν εἰς ην ὀξυτόνων ὅσα μὲν ἔχει τὸ μ ἐπὶ τῆς εὐθείας διὰ τοῦ ε | |
10 | κλίνεται, ὅσα δὲ μὴ ἔχει τὸ μ τὸ η φυλάσσει· καὶ τὸ αὐχήν οὖν αὐχέ‐ νος ἐκλίθη· αὐχμήν γὰρ τὸ ἐντελέστερον. τῷ σωλῆνι, τὸν σωλῆνα, ὦ σωλήν. Δυϊκά. Τὼ σωλῆνε, τοῖν σωλήνοιν, ὦ σωλῆνε. Πληθ. Οἱ σωλῆνες, τῶν σωλήνων, τοῖς σωλῆσι, τοὺς | |
15 | σωλῆνας, ὦ σωλῆνες. Κανὼν καʹ. Ἑνικά. Ὁ Ἕλλην τοῦ Ἕλληνος, ὁ τέρην τοῦ τέρενος: τῶν εἰς ην βαρυτόνων ὅσα μέν ἐστι μονογενῆ τὸ η τηρεῖ, ὅσα δὲ ἔχει οὐδετέρου παρασχηματισμὸν διὰ τοῦ ε κλίνεται, Ἕλληνος Γέρηνος· τέ‐ | |
20 | ρενος δὲ ὅτι τὸ τέρεν καὶ ἄρσενος ὅτι τὸ ἄρσεν. τῷ Ἕλληνι, τὸν | |
Ἕλληνα, ὦ Ἕλλην: τὰ εἰς ἀμετάβολον λήγοντα βαρύτονα ἀποβάλ‐ | 18 | |
4.2.19 | λοντα τῆς γενικῆς τὴν ἐσχάτην τὸ ος ποιεῖ τὴν κλητικήν, ἄρσενος ἄρ‐ σεν, Μαχάονος Μαχᾶον, πλὴν τοῦ Ἄπολλον καὶ Πόσειδον. Δυϊκά. Τὼ Ἕλληνε, τοῖν Ἑλλήνοιν, ὦ Ἕλληνε. Πληθ. Οἱ Ἕλληνες, τῶν Ἑλλήνων, τοῖς Ἕλλησι, τοὺς | |
5 | Ἕλληνας, ὦ Ἕλληνες. Κανὼν κβʹ. Ἑνικά. Ὁ δελφίν τοῦ δελφῖνος: τὰ εἰς ιν ὀξύνεται καὶ μα‐ κρὸν ἔχει τὸ ι καὶ προσθέσει τοῦ ος κλίνεται· δικατάληκτά τε καλεῖται, ὅτι παρὰ μὲν τοῖς ἀρχαίοις εἰς ις λήγει, παρὰ δὲ τοῖς νεωτέροις εἰς ιν, | |
10 | δελφίν ἀκτίν ῥίν. τῷ δελφῖνι, τὸν δελφῖνα, ὦ δελφίν. Δυϊκά. Τὼ δελφῖνε, τοῖν δελφίνοιν, ὦ δελφῖνε. Πληθ. Οἱ δελφῖνες, τῶν δελφίνων, τοῖς δελφῖσι, τοὺς δελφῖνας, ὦ δελφῖνες. Κανὼν κγʹ. | |
15 | Ἑνικά. Ὁ Φόρκυν τοῦ Φόρκυνος: τὰ εἰς υν προσθέσει τοῦ ος κλίνεται, μόσυνος Φόρκυνος. τῷ Φόρκυνι, τὸν Φόρκυνα, ὦ Φόρκυν. Δυϊκά. Τὼ Φόρκυνε, τοῖν Φορκύνοιν, ὦ Φόρκυνε. Πληθ. Οἱ Φόρκυνες, τῶν Φορκύνων, τοῖς Φόρκυσι, τοὺς Φόρκυνας, ὦ Φόρκυνες. | |
20 | Κανὼν κδʹ. Ἑνικά. Ὁ Θέων τοῦ Θέωνος, ὁ σώφρων τοῦ σώφρονος, ὁ λέων τοῦ λέοντος: τῶν εἰς ων ἀρσενικῶν βαρυτόνων τὰ μὲν παρώνυμα διὰ τοῦ ω κλίνεται, Θέωνος Ἱέρωνος Δίωνος, τὰ δὲ κοινὰ | |
τῷ γένει διὰ τοῦ ο, οἷον γείτονος σώφρονος, τὰ δὲ ἔχοντα θηλυκὸν | 19 | |
4.2.20 | διὰ τοῦ αινα διὰ τοῦ ντ, οἷον δράκων δράκοντος ὅτι δράκαινα, θερά‐ πων θεράποντος ὅτι θεράπαινα. τῷ Θέωνι, τῷ σώφρονι, τῷ λέ‐ οντι. τὸν Θέωνα, τὸν σώφρονα, τὸν λέοντα. ὦ Θέων, ὦ σῶφρον, ὦ λέον. | |
5 | Δυϊκά. Τὼ Θέωνε, τὼ σώφρονε, τὼ λέοντε. τοῖν Θεώ‐ νοιν, τοῖν σωφρόνοιν, τοῖν λεόντοιν. ὦ Θέωνε, ὦ σώφρονε, ὦ λέοντε. Πληθ. Οἱ Θέωνες, οἱ σώφρονες, οἱ λέοντες. τῶν Θεώ‐ νων, τῶν σωφρόνων, τῶν λεόντων. τοῖς Θέωσι, τοῖς σώ‐ | |
10 | φροσι, τοῖς λέουσι: ὅτι κατὰ τὴν παραλήγουσαν ἰσοχρονεῖν θέλει ταῖς ἄλλαις πλαγίοις τῶν πληθυντικῶν ἡ δοτικὴ τῶν πληθυντικῶν, ἐνίοτε δὲ καὶ μείζονα χρόνον ἔχειν, οὐδέποτε δὲ ἐλάττονα· μείζονα οὖν χρόνον ἔχει ὡς ἐπὶ τοῦ τοῖς Νέστορσι. τοὺς Θέωνας, τοὺς σώ‐ φρονας, τοὺς λέοντας. ὦ Θέωνες, ὦ σώφρονες, ὦ λέοντες. | |
15 | Κανὼν κεʹ. Ἑνικά. Ὁ κοιτών τοῦ κοιτῶνος, ὁ Σαρπηδών τοῦ Σαρπη‐ δόνος, ὁ ἀλεκτρυών τοῦ ἀλεκτρυόνος: τῶν εἰς ων ὀξυτόνων ὅσα μέν ἐστι περιεκτικὰ τὸ ω φυλάσσει, φοινικῶνος ἀμπελῶνος, ὅσα δὲ εἰς δων λήγει διὰ τοῦ ο κλίνεται, Σαρπηδόνος Μακεδόνος, καὶ ὅσα | |
20 | εἰς ων καθαρὸν λήγει καὶ βραχεῖ διχρόνῳ παραλήγεται, περικτιόνος ἀλεκτρυόνος. τῷ κοιτῶνι, τῷ Σαρπηδόνι, τῷ ἀλεκτρυόνι. τὸν κοιτῶνα, τὸν Σαρπηδόνα, τὸν ἀλεκτρυόνα. ὦ κοιτών, ὦ Σαρ‐ πηδών, ὦ ἀλεκτρυών. Δυϊκά. Τὼ κοιτῶνε, τὼ Σαρπηδόνε, τὼ ἀλεκτρυόνε. τοῖν | |
25 | κοιτώνοιν, τοῖν Σαρπηδόνοιν, τοῖν ἀλεκτρυόνοιν. ὦ κοι‐ | |
τῶνε, ὦ Σαρπηδόνε, ὦ ἀλεκτρυόνε. | 20 | |
4.2.21 | Πληθ. Οἱ κοιτῶνες, οἱ Σαρπηδόνες, οἱ ἀλεκτρυόνες. τῶν κοιτώνων, τῶν Σαρπηδόνων, τῶν ἀλεκτρυόνων. τοῖς κοι‐ τῶσι, τοῖς Σαρπηδόσι, τοῖς ἀλεκτρυόσι. τοὺς κοιτῶνας, τοὺς Σαρπηδόνας, τοὺς ἀλεκτρυόνας. ὦ κοιτῶνες, ὦ Σαρ‐ | |
5 | πηδόνες, ὦ ἀλεκτρυόνες. Κανὼν κϛʹ. Ἑνικά. Ὁ Ξενοφῶν τοῦ Ξενοφῶντος, ὁ Ποσειδῶν τοῦ Ποσειδῶνος, ὁ ταῶν τοῦ ταῶνος: τὰ εἰς ων περισπώμενα διὰ τοῦ ντ κλίνεται, Ξενοφῶντος Ἀγλαοφῶντος· σεσημείωται τὸ Ποσειδῶν· τὸ | |
10 | γὰρ ταῶν καὶ Τυφῶν ὡς καὶ εἰς ως λήξαντα, καὶ Τυφῶς καὶ ταῶς γὰρ λέγεται, οὐκ ἠκολούθησε τῇ κλίσει τῶν περισπωμένων. τῷ Ξενο‐ φῶντι, τῷ Ποσειδῶνι, τῷ ταῶνι. τὸν Ξενοφῶντα, τὸν Ποσειδῶνα, τὸν ταῶνα. ὦ Ξενοφῶν, ὦ Πόσειδον, ὦ ταῶν. Δυϊκά. Τὼ Ξενοφῶντε, τὼ Ποσειδῶνε, τὼ ταῶνε. τοῖν | |
15 | Ξενοφώντοιν, τοῖν Ποσειδώνοιν, τοῖν ταώνοιν. ὦ Ξενο‐ φῶντε, ὦ Ποσειδῶνε, ὦ ταῶνε. Πληθ. Οἱ Ξενοφῶντες, οἱ Ποσειδῶνες, οἱ ταῶνες. τῶν Ξενοφώντων, τῶν Ποσειδώνων, τῶν ταώνων. τοῖς Ξενο‐ φῶσι, τοῖς Ποσειδῶσι, τοῖς ταῶσι. τοὺς Ξενοφῶντας, τοὺς | |
20 | Ποσειδῶνας, τοὺς ταῶνας. ὦ Ξενοφῶντες, ὦ Ποσειδῶνες, ὦ ταῶνες. Κανὼν κζʹ. Ἑνικά. Ὁ θώραξ τοῦ θώρακος: τὰ εἰς αξ ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ κ κλίνεται, αὔλακος πίδακος· σεσημείωται τὸ ἅρπαξ ἅρπαγος. | |
25 | τῷ θώρακι, τὸν θώρακα, ὦ θώραξ: τὰ εἰς διπλοῦν λήγοντα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, ὦ Πέλοψ, ὦ Ἄραψ· σεσημείωται τὸ | |
ὦ γύναι καὶ τὸ Ζεῦ ἄνα, ὅτι ἀποβολὴν ἐποιήσαντο τοῦ ξ. | 21 | |
4.2.22 | Δυϊκά. Τὼ θώρακε, τοῖν θωράκοιν, ὦ θώρακε. Πληθ. Οἱ θώρακες, τῶν θωράκων, τοῖς θώραξι: αὗται αἱ δοτικαὶ διχῶς κανονίζονται, ἢ ἀπὸ τῆς δοτικῆς τῶν ἑνικῶν προσλαμ‐ βανούσης πρὸ τοῦ ι τὸ ς καὶ συναιρούσης τὸ κς εἰς ξ καὶ τὸ πς εἰς ψ, | |
5 | οἷον Φοίνικι, καὶ προσλαμβάνει τὸ ς πρὸ τοῦ ι, λοιπὸν συναίρεσις τοῦ κς εἰς ξ, Φοίνικσι Φοίνιξι, ὁμοίως Πέλοπι Πέλοψι· ἢ ἀπὸ τῆς εὐθείας· πᾶσα γὰρ εὐθεῖα εἰς διπλοῦν λήγουσα προσθέσει τοῦ ι ποιεῖ τὴν δοτικὴν τῶν πληθυντικῶν, Πέλοψι Φοίνιξι. τοὺς θώρακας, ὦ θώρακες. Κανὼν κηʹ. | |
10 | Ἑνικά. Ὁ μύρμηξ τοῦ μύρμηκος, ὁ βουπλήξ τοῦ βου‐ πλῆγος: τῶν εἰς ηξ ἀρσενικῶν ὅσα μέν ἐστιν ἁπλᾶ διὰ τοῦ κ κλίνεται, νάρθηκος σκώληκος· ὅσα δὲ σύνθετα διὰ τοῦ γ, οἰστροπλήξ οἰστροπλῆγος, ἀκανθοπλήξ ἀκανθοπλῆγος. τῷ μύρμηκι, τῷ βουπλῆγι. τὸν μύρ‐ μηκα, τὸν βουπλῆγα. ὦ μύρμηξ, ὦ βουπλήξ. | |
15 | Δυϊκά. Τὼ μύρμηκε, τὼ βουπλῆγε. τοῖν μυρμήκοιν, τοῖν βουπλήγοιν. ὦ μύρμηκε, ὦ βουπλῆγε. Πληθ. Οἱ μύρμηκες, οἱ βουπλῆγες. τῶν μυρμήκων, τῶν βουπλήγων. τοῖς μύρμηξι, τοῖς βουπλῆξι. τοὺς μύρμηκας, τοὺς βουπλῆγας. ὦ μύρμηκες, ὦ βουπλῆγες. | |
20 | Κανὼν κθʹ. Ἑνικά. Ὁ πέρδιξ τοῦ πέρδικος, ὁ τέττιξ τοῦ τέττιγος, ὁ ὁμῆλιξ τοῦ ὁμήλικος: τὰ εἰς ιξ ἀρσενικὰ εἰ μὲν ἁπλᾶ εἴη διὰ τοῦ κ κλίνεται, Φοίνικος πέρδικος· σεσημείωται τὸ τέττιγος· τὰ δὲ σύνθετα ὁμοίως τοῖς ἁπλοῖς κλίνεται, καλλίτριχος ὁμήλικος. τῷ πέρδικι, τὸν | |
25 | πέρδικα, ὦ πέρδιξ. | 22 |
4.2.23 | Δυϊκά. Τὼ πέρδικε, τοῖν περδίκοιν, ὦ πέρδικε. Πληθ. Οἱ πέρδικες, τῶν περδίκων, τοῖς πέρδιξι, τοὺς πέρδικας, ὦ πέρδικες. Κανὼν λʹ | |
5 | Ἑνικά. Ὁ δοῖδυξ τοῦ δοίδυκος, ὁ Βέβρυξ τοῦ Βέβρυκος: ὅσα τῶν εἰς υξ φύσει μακρᾷ παραλήγεται διὰ τοῦ κ κλίνεται, κήρυκος δοίδυκος, καὶ ὅσα διὰ δύο συμφώνων ἐκφέρεται, ὧν τὸ ἓν τῆς πρώτης ἐστὶ συζυγίας τῶν βαρυτόνων, Βέβρυκος ἄμπυκος. τῷ δοίδυκι, τὸν δοίδυκα, ὦ δοῖδυξ. | |
10 | Δυϊκά. Τὼ δοίδυκε, τοῖν δοιδύκοιν, ὦ δοίδυκε. Πληθ. Οἱ δοίδυκες, τῶν δοιδύκων, τοῖς δοίδυξι, τοὺς δοί‐ δυκας, ὦ δοίδυκες. Κανὼν λαʹ. Ἑνικά. Ὁ βῶξ τοῦ βωκός: τὰ εἰς ωξ ἁπλᾶ διὰ τοῦ κ κλίνεται, | |
15 | βωκός πτωκός, πλὴν τοῦ ῥωγός· ῥώξ δέ ἐστιν εἶδος φαλαγγίου· ἐπὶ γὰρ τῆς σταφυλῆς ῥάξ λέγεται θηλυκῶς. τῷ βωκί, τὸν βῶκα, ὦ βῶξ. Δυϊκά. Τὼ βῶκε, τοῖν βωκοῖν, ὦ βῶκε. Πληθ. Οἱ βῶκες, τῶν βωκῶν, τοῖς βωξί, τοὺς βῶκας, ὦ βῶκες. | |
20 | Κανὼν λβʹ. Ἑνικά. Ὁ λουτήρ τοῦ λουτῆρος, ὁ αἰθήρ τοῦ αἰθέρος: τῶν εἰς ηρ ὀξυτόνων ὅσα μὲν ἔχει τὸ τ διὰ τοῦ η κλίνεται, καμπτῆρος ἐλατῆρος, σεσημειωμένου τοῦ πατέρος ἀστέρος· ὅσα δὲ μὴ ἔχει τὸ τ διὰ τοῦ ε κλίνεται, αἰθέρος δαέρος, σεσημειωμένου τοῦ σπινθῆρος Ἐλευ‐ | |
25 | θῆρος. τῷ λουτῆρι, τὸν λουτῆρα, ὦ λουτήρ. | |
Δυϊκά. Τὼ λουτῆρε, τοῖν λουτήροιν, ὦ λουτῆρε. | 23 | |
4.2.24 | Πληθ. Οἱ λουτῆρες, τῶν λουτήρων, τοῖς λουτῆρσι, τοὺς λουτῆρας, ὦ λουτῆρες. Κανὼν λγʹ. Ἑνικά. Ὁ Πίηρ τοῦ Πίερος, ὁ Ἴβηρ τοῦ Ἴβηρος: τῶν εἰς | |
5 | ηρ βαρυτόνων ὅσα μὲν μακρᾷ παραλήγεται διὰ τοῦ ε κλίνεται, φράτερος Πίερος, ὅσα δὲ βραχείᾳ παραλήγεται διὰ τοῦ η κλίνεται, Ἴβηρος ἐρίηρος· τὸ δὲ πάνθηρ τοῦ ἁπλοῦ τὴν κλίσιν ἐδέξατο. τῷ Πίερι, τὸν Πίερα, ὦ Πῖερ. Δυϊκά. Τὼ Πίερε, τοῖν Πιέροιν, ὦ Πίερε. | |
10 | Πληθ. Οἱ Πίερες, τῶν Πιέρων, τοῖς Πίερσι, τοὺς Πίερας, ὦ Πίερες. Κανὼν λδʹ. Ἑνικά. Ὁ Νέστωρ τοῦ Νέστορος, ὁ κέλωρ τοῦ κέλωρος: τὰ εἰς ωρ βαρύτονα διὰ τοῦ ο κλίνεται· ὅσα δὲ ἔχει τὸ λ διὰ τοῦ ω, | |
15 | Μέντορος Ἕκτορος Νέστορος κέλωρος πέλωρος. τῷ Νέστορι, τὸν Νέστορα, ὦ Νέστορ. Δυϊκά. Τὼ Νέστορε, τοῖν Νεστόροιν, ὦ Νέστορε. Πληθ. Οἱ Νέστορες, τῶν Νεστόρων, τοῖς Νέστορσι, τοὺς Νέστορας, ὦ Νέστορες. | |
20 | Κανὼν λεʹ. Ἑνικά. Ὁ Κύκλωψ τοῦ Κύκλωπος: τὰ εἰς ψ λήγοντα ὑπὲρ μίαν συλλαβὴν διὰ τοῦ π κλίνεται, Πέλοπος Κύκλωπος λαίλαπος, πλὴν τοῦ Ἄραβος Κίνυφος Χάλυβος. τῷ Κύκλωπι, τὸν Κύκλωπα, ὦ Κύκλωψ. | |
25 | Δυϊκά. Τὼ Κύκλωπε, τοῖν Κυκλώποιν, ὦ Κύκλωπε. Πληθ. Οἱ Κύκλωπες, τῶν Κυκλώπων, τοῖς Κύκλωψι, τοὺς Κύκλωπας, ὦ Κύκλωπες. | |
Τέλος τῶν ἀρσενικῶν. | 24 | |
4.2.25 | Περὶ θηλυκῶν. Κανὼν αʹ Ἑνικά. Ἡ Μοῦσα, ἡ μαῖα, ἡ σφαῖρα, τῆς Μούσης, τῆς μαίας, τῆς σφαίρας: τῶν εἰς α βαρυτόνων θηλυκῶν ὅσα μὲν καθαρὸν ἔχει | |
5 | τὸ α ἢ μετὰ τοῦ ρ τηρεῖ αὐτὸ καὶ ἐπὶ γενικῆς, Μηδείας φοβερᾶς· ὅσα δὲ πρὸ τοῦ α ἄλλο σύμφωνον ἔχει, τρέπει αὐτὸ εἰς η, δίψα δίψης, ἄελλα ἀέλλης. τῇ Μούσῃ, τῇ μαίᾳ, τῇ σφαίρᾳ: εἴπομεν ὡς πᾶσα γενικὴ ἰσοσυλλαβοῦσα τῇ εὐθείᾳ τὴν δοτικὴν ἔχει εἰς ι ἀνεκφώνητον λήγουσαν μετὰ τοῦ φωνήεντος τῆς εὐθείας ἢ μείζονος ἀντιστοίχου. τὴν | |
10 | Μοῦσαν, τὴν μαῖαν, τὴν σφαῖραν: εἴπομεν ὡς πᾶσα αἰτιατικὴ ἰσο‐ συλλαβοῦσα τῇ εὐθείᾳ μετὰ τῶν αὐτῶν φωνηέντων εἰς ν λήγει. ὦ Μοῦσα, ὦ μαῖα, ὦ σφαῖρα: τὰ εἰς α καὶ η θηλυκὰ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν. Δυϊκά. Τὰ Μούσα, τὰ μαία, τὰ σφαίρα: πᾶσα δοτικὴ ἑνικῶν | |
15 | εἰς η λήγουσα τροπῇ τοῦ η εἰς α ποιεῖ τὴν εὐθεῖαν τῶν δυϊκῶν, τῷ | |
Πέρσῃ τὼ Πέρσα· κἂν εἰς α δὲ ἢ εἰς ω λήγῃ, ὁμόφωνον ἔχει τὸ δυϊ‐ | 25 | |
4.2.26 | κόν. ταῖν Μούσαιν, ταῖν μαίαιν, ταῖν σφαίραιν: εἴπομεν ὡς τὰ εἰς α δυϊκὰ προσθέσει τοῦ ιν ποιεῖ τὴν γενικήν. ὦ Μούσα, ὦ μαία, ὦ σφαίρα: τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ὡς ἡ ὀρθὴ οὕτως καὶ ἡ κλητική. | |
5 | Πληθ. Αἱ Μοῦσαι, αἱ μαῖαι, αἱ σφαῖραι: τὰ εἰς α δυϊκὰ προσθέσει τοῦ ι πληθυντικὰ γίνεται. τῶν Μουσῶν, τῶν μαιῶν, τῶν σφαιρῶν: πᾶσα γενικὴ πληθυντικῶν εἰς ων λήγει ἐπὶ παντὸς γένους. ταῖς Μούσαις, ταῖς μαίαις, ταῖς σφαίραις: πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ι λήγουσα προσθέσει τοῦ ς ποιεῖ τὴν δοτικήν, Αἰνεῖαι | |
10 | Αἰνείαις. τὰς Μούσας, τὰς μαίας, τὰς σφαίρας: πᾶσα εὐθεῖα πλη‐ θυντικῶν εἰς αι λήγουσα τροπῇ τοῦ ι εἰς ς τὴν αἰτιατικὴν ποιεῖ, καλαί καλάς. ὦ Μοῦσαι, ὦ μαῖαι, ὦ σφαῖραι: εἴρηται. Κανὼν βʹ Ἑνικά. Ἡ τιμή τῆς τιμῆς: τὰ εἰς η λήγοντα θηλυκὰ προσθέσει | |
15 | τοῦ ς κλίνεται, καλῆς σοφῆς· ὅθεν τὸ γυναικός ἀπὸ τοῦ γύναιξ κεκλί‐ σθαι φαμέν. τῇ τιμῇ, τὴν τιμήν, ὦ τιμή. Δυϊκά. Τὰ τιμά, ταῖν τιμαῖν, ὦ τιμά. Πληθ. Αἱ τιμαί, τῶν τιμῶν, ταῖς τιμαῖς, τὰς τιμάς, ὦ τιμαί. | |
20 | Κανὼν γʹ Ἑνικά. Ἡ Σαπφώ τῆς Σαπφοῦς: τὰ εἰς ω λήγοντα θηλυκὰ | |
εἰς ους ἔχει τὴν γενικήν, Κλειώ Κλειοῦς, Ἐρατώ Ἐρατοῦς· εἴπομεν δὲ | 26 | |
4.2.27 | ὅτι πᾶσα γενικὴ εἰς ους λήγουσα συνῃρημένη ἐστίν· ἀπὸ τοίνυν τῆς Σαπφόος γίνεται κατὰ συναίρεσιν Σαπφοῦς. τῇ Σαπφόϊ καὶ τῇ Σαπ‐ φοῖ, τὴν Σαπφόα καὶ τὴν Σαπφώ, ὦ Σαπφοῖ: ἡ κλητικὴ εἰς οι, τῆς χρήσεως οὕτως ἐχούσης 〈Φ 498〉 Λητοῖ, ἐγὼ δέ τοι οὔ τι μα‐ | |
5 | χήσομαι. Δυϊκά. Τὰ Σαπφώ: αὕτη ἡ εὐθεῖα τῶν δυϊκῶν ὡμοφώνησεν καὶ τῇ ὀρθῇ καὶ τῇ αἰτιατικῇ τῶν ἑνικῶν, ἐξ ὧν καὶ συνέστηκεν. ταῖν Σαπφοῖν: πᾶσα εὐθεῖα δυϊκῶν εἰς ω λήγουσα εἰς οιν ποιεῖ τὴν γενι‐ | |
κήν. ὦ Σαπφώ: ὡς ἡ ὀρθὴ καὶ ἡ κλητική. | 27 | |
4.2.28 | Πληθ. Αἱ Σαπφοί: πᾶσα εὐθεῖα δυϊκῶν εἰς ω λήγουσα εἰς οι ποιεῖ τὸ πληθυντικόν, πλὴν τῶν οὐδετέρων. τῶν Σαπφῶν: πᾶσα γενικὴ πληθυντικῶν εἰς ων λήγει ἐπὶ παντὸς γένους. ταῖς Σαπφοῖς: πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ι λήγουσα προσθέσει τοῦ ς τὴν δοτικὴν | |
5 | ποιεῖ. τὰς Σαπφούς: πᾶσα εὐθεῖα πληθυντικῶν εἰς οι λήγουσα τροπῇ τοῦ οι εἰς ους ποιεῖ τὴν αἰτιατικήν. ὦ Σαπφοί: εἴρηται. Κανὼν δʹ Ἑνικά. Ἡ τρήρων τῆς τρήρωνος, ἡ Πυθών τῆς Πυθῶνος, ἡ τρυγών τῆς τρυγόνος: τῶν εἰς ων θηλυκῶν τὰ μὲν ὀξύτονα διὰ | |
10 | τοῦ ο κλίνεται, τὰ δὲ βαρύτονα καὶ τὰ ἐπὶ πόλεων διὰ τοῦ ω· ὀξύτονα μὲν τρυγόνος ἀηδόνος, βαρύτονα δὲ τρήρωνος μήκωνος, ἐπὶ πόλεων δὲ Σιδῶνος Πυθῶνος· σεσημείωται τὸ Ἀνθηδόνος Ὀλοσσόνος. τῇ τρή‐ ρωνι, τὴν τρήρωνα, ὦ τρήρων. Δυϊκά. Τὰ τρήρωνε, ταῖν τρηρώνοιν, ὦ τρήρωνε. | |
15 | Πληθ. Αἱ τρήρωνες, τῶν τρηρώνων, ταῖς τρήρωσι, τὰς τρήρωνας, ὦ τρήρωνες. Κανὼν εʹ | |
Ἑνικά. Ἡ αὖλαξ τῆς αὔλακος: τὰ εἰς ξ θηλυκὰ ἁπλᾶ ὑπὲρ | 28 | |
4.2.29 | μίαν συλλαβὴν πλὴν τῶν εἰς υξ ἅπαντα διὰ τοῦ κ κλίνεται, δίπλακος αὔλακος πήληκος χάλικος· σεσημείωται τὸ λάταγος καὶ μάστιγος διὰ τοῦ γ κλιθέντα, καὶ τὸ ἀλώπεκος ὅτι ἔτρεψεν τὸ η εἰς ε· τὰ γὰρ εἰς δι‐ πλοῦν λήγοντα οὐδέποτε τρέπει τὸ φωνῆεν αὑτῶν ἐν τῇ κλίσει. τῇ | |
5 | αὔλακι, τὴν αὔλακα, ὦ αὖλαξ. Δυϊκά. Τὰ αὔλακε, ταῖν αὐλάκοιν, ὦ αὔλακε. Πληθ. Αἱ αὔλακες, τῶν αὐλάκων, ταῖς αὔλαξι, τὰς αὔ‐ λακας, ὦ αὔλακες. Κανὼν ϛʹ | |
10 | Ἑνικά. Ἡ Σφίγξ τῆς Σφιγγός: πᾶν ὄνομα εἰς ξ λῆγον εἰ μὲν ἔχει πρὸ τοῦ ξ τὸ γ διὰ τοῦ γ κλίνεται, εἰ δὲ ἕτερον σύμφωνον διὰ τοῦ κ, φάλαγξ φάλαγγος, Σφίγξ Σφιγγός· σάρξ δὲ σαρκός καὶ ἄλξ ἀλ‐ κός· τὸ δὲ λύγξ ὅτε μὲν τὸ ζῷον δηλοῖ διὰ τοῦ κ κλίνεται, ὅτε δὲ τὸ πάθος διὰ τοῦ γ. τῇ Σφιγγί, τὴν Σφίγγα, ὦ Σφίγξ: τὰ εἰς δι‐ | |
15 | πλοῦν λήγοντα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν. Δυϊκά. Τὰ Σφίγγε, ταῖν Σφιγγοῖν, ὦ Σφίγγε. Πληθ. Αἱ Σφίγγες, τῶν Σφιγγῶν, ταῖς Σφιγξί, τὰς Σφίγ‐ γας, ὦ Σφίγγες. Κανὼν ζʹ | |
20 | Ἑνικά. Ἡ μήτηρ τῆς μητέρος καὶ ἐν συγκοπῇ μητρός: τὰ εἰς ηρ θηλυκὰ διὰ τοῦ ε κλίνεται, μητέρος θυγατέρος Δημήτερος· τὸ δὲ μητρός καὶ θυγατρός συγκοπὴν ὑπέμειναν ὁμοίως τῷ πατρός καὶ ἀνδρός. | |
τῇ μητέρι καὶ ἐν συγκοπῇ μητρί, τὴν μητέρα, ὦ μῆτερ. | 29 | |
4.2.30 | Δυϊκά. Τὰ μητέρε, ταῖν μητέροιν, ὦ μητέρε. Πληθ. Αἱ μητέρες, τῶν μητέρων, ταῖς μητράσι: ἔδει μὲν ἀπὸ τῆς μητέρι δοτικῆς μητέρσι εἶναι τὴν δοτικὴν τῶν πληθυντικῶν, ἀλλὰ διὰ τὴν εὐφωνίαν ὑπέρθεσις γίνεται τοῦ ρ καὶ τροπὴ τοῦ ε εἰς | |
5 | α, ὡς πατράσι καὶ θυγατράσι. τὰς μητέρας, ὦ μητέρες. Κανὼν ηʹ Ἑνικά. Ἡ λαμπάς τῆς λαμπάδος: καθόλου τὰ εἰς ας θηλυκὰ διὰ τοῦ δος κλίνεται καὶ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν. τῇ λαμ‐ πάδι, τὴν λαμπάδα, ὦ λαμπάς. | |
10 | Δυϊκά. Τὰ λαμπάδε, ταῖν λαμπάδοιν, ὦ λαμπάδε. Πληθ. Αἱ λαμπάδες, τῶν λαμπάδων, ταῖς λαμπάσι, τὰς λαμπάδας, ὦ λαμπάδες. Κανὼν θʹ Ἑνικά. Ἡ φιλότης τῆς φιλότητος: τὰ εἰς της θηλυκὰ μονο‐ | |
15 | γενῆ διὰ τοῦ τος κλίνεται, φιλότητος κακότητος. τῇ φιλότητι, τὴν φιλότητα, ὦ φιλότης: εἴπομεν ὡς τὰ εἰς ης ἢ εἰς ως διὰ καθαροῦ τοῦ τος κλινόμενα ὁμόφωνον ἔχει τῇ ὀρθῇ τὴν κλητικήν. Δυϊκά. Τὰ φιλότητε, ταῖν φιλοτήτοιν, ὦ φιλότητε. Πληθ. Αἱ φιλότητες, τῶν φιλοτήτων, ταῖς φιλότησι, τὰς | |
20 | φιλότητας, ὦ φιλότητες. Κανὼν ιʹ | |
Ἑνικά. Ἡ μῆνις τῆς μήνιδος, ἡ ἔρις τῆς ἔριδος, ἡ τοξότις | 30 | |
4.2.31 | τῆς τοξότιδος: τῶν εἰς ις θηλυκῶν βαρυτόνων ὅσα ἐστὶν εἰς νις μακρᾷ παραληγόμενα διὰ τοῦ δος κλίνεται, ὄνωνις νεᾶνις· ἔτι καὶ ὅσα τὸ ρ ἔχει, ἔρις κίθαρις, πλὴν τοῦ ὕβρις καὶ ἄγυρις· οὐ μὴν ἀλλὰ καὶ ὅσα ἀπὸ τῶν εἰς ης ἀρσενικῶν μεταπεποίηται, δραπέτιδος τοξότιδος. | |
5 | τῇ μήνιδι, τὴν μήνιδα καὶ μῆνιν, ὦ μῆνι. Δυϊκά. Τὰ μήνιδε, ταῖν μηνίδοιν, ὦ μήνιδε. Πληθ. Αἱ μήνιδες, τῶν μηνίδων, ταῖς μήνισι, τὰς μήνι‐ δας, ὦ μήνιδες. Κανὼν ιαʹ. | |
10 | Ἑνικά. Ἡ πίτυς, ἡ πληθύς, ἡ χλαμύς, τῆς πίτυος, τῆς πληθύος, τῆς χλαμύδος: τῶν εἰς υς θηλυκῶν τὰ μὲν βαρύτονα διὰ τοῦ ος κλίνεται, χέλυος πίτυος· σεσημείωται τὸ κόρυθος καὶ κώμυθος· τῶν δὲ ὀξυτόνων τὰ μὲν ἔχοντα βραχὺ τὸ υ διὰ τοῦ δος κλίνεται, χλα‐ μύδος κροκύδος, τὰ δὲ μακρὸν ἔχοντα τὸ υ διὰ καθαροῦ τοῦ ος, ὀϊζύος | |
15 | Ἐρινύος. τῇ χλαμύδι, τὴν χλαμύδα, ὦ χλαμύ. Δυϊκά. Τὰ χλαμύδε, ταῖν χλαμύδοιν, ὦ χλαμύδε. Πληθ. Αἱ χλαμύδες, τῶν χλαμύδων, ταῖς χλαμύσι, τὰς χλαμύδας, ὦ χλαμύδες. Κανὼν ιβʹ. | |
20 | Ἑνικά. Ἡ αἰδώς, ἡ ἕως, ἡ Κῶς, τῆς αἰδοῦς, τῆς ἕω, τῆς Κῶ: τῶν εἰς ως θηλυκῶν τὰ μὲν ὀξύτονα δύο εἰσίν, ἠώς καὶ αἰδώς, | |
ἅπερ ὁμοίως ἐκλίθη τοῖς εἰς ω λήγουσι κατὰ πᾶσαν πτῶσιν· τὰ δὲ βαρύ‐ | 31 | |
4.2.32 | τονα κατὰ ἀποβολὴν τοῦ ς κλίνεται, τῆς Κέω, τῆς ἕω, τῆς ἅλω· τὸ γὰρ ἅλωος πταῖσμα νεωτερικόν· κλίνεται δὲ καὶ αὐτὰ ὁμοίως τοῖς εἰς ω Ἀττικοῖς· τὸ Κῶς μόνον περισπασθὲν ὁμοίως τοῖς βαρυτόνοις ἐκλίθη. τῇ αἰδοῖ, τῇ ἕῳ, τῇ Κῷ. τὴν αἰδώ, τὴν ἕω, τὴν Κῶν: ἡ μὲν | |
5 | ἀναλογία μετὰ τοῦ ν, εὑρέθη δὲ καὶ τὴν ἕω καὶ τὴν Κῶ. ὦ αἰδοῖ, ὦ ἕως, ὦ Κῶς. Δυϊκά. Τὰ αἰδώ, τὰ ἕω, τὰ Κῶ. ταῖν αἰδοῖν, ταῖν ἕῳν, ταῖν Κῷν. ὦ αἰδώ, ὦ ἕω, ὦ Κῶ. Πληθ. Αἱ αἰδοί, αἱ ἕῳ, αἱ Κῷ. τῶν αἰδῶν, τῶν ἕων, τῶν | |
10 | Κῶν. ταῖς αἰδοῖς, ταῖς ἕῳς, ταῖς Κῷς. τὰς αἰδούς, τὰς ἕως, τὰς Κῶς. ὦ αἰδοί, ὦ ἕῳ, ὦ Κῷ. Τέλος τῶν θηλυκῶν. Περὶ οὐδετέρων. Παρατηρητέον ὅτι πᾶν οὐδέτερον ἀπὸ ἀρσενικοῦ γεγενημένον τὴν | |
15 | τοῦ ἀρσενικοῦ ἔχει κλίσιν, ὁποίας ἄν ποτε εἴη καταλήξεως, καλός καλοῦ καλόν καλοῦ, εὐγενής εὐγενοῦς εὐγενές εὐγενοῦς, ταχύς ταχέος ταχύ ταχέος, σώφρων σώφρονος σῶφρον σώφρονος, λιπόπατρις λιποπάτριδος λιπόπατρι λιποπάτριδος· ὅσους οὖν ἐροῦμεν κανόνας περὶ μονογενῶν ἐροῦμεν. | |
20 | Κανὼν αʹ Ἑνικά. Τὸ βῆμα τοῦ βήματος: τὰ εἰς α λήγοντα οὐδέτερα καὶ | |
βαρύνεται καὶ συστέλλει τὸ α καὶ τῷ μ παραλήγεται καὶ διὰ τοῦ τος | 32 | |
4.2.33 | κλίνεται, θέμα θέματος, δῶμα δώματος· τὸ γάλα ἀπὸ τοῦ γάλαξ γέγονε κατὰ ἀποβολὴν τοῦ ξ· τὸ κάρα λίπα ἄλειφα ἀποκοπὰς πεπόνθασιν ἀπὸ τοῦ κάρανον λιπαρόν ἄλειφαρ· τὰ δὲ τῶν στοιχείων ὀνόματα ἄκλιτα. τῷ βήματι, τὸ βῆμα, ὦ βῆμα: τῶν οὐδετέρων ἡ αὐτή ἐστιν ὀρθὴ | |
5 | καὶ αἰτιατικὴ καὶ κλητική. Δυϊκά. Τὼ βήματε, τοῖν βημάτοιν, ὦ βήματε. Πληθ. Τὰ βήματα: πᾶσα εὐθεῖα πληθυντικὴ τῶν οὐδετέρων εἰς α λήγει· εἰ δέ που εἰς η εὑρεθείη λήγουσα κατὰ συναίρεσίν ἐστι, τὰ βέλεα τὰ βέλη, τὰ γένεα τὰ γένη. τῶν βημάτων, τοῖς βήμασι, | |
10 | τὰ βήματα, ὦ βήματα. Κανὼν βʹ Ἑνικά. Τὸ μέλι τοῦ μέλιτος: τὰ εἰς ι οὐδέτερα διὰ τοῦ τος κλίνεται· τὸ σίνηπι καὶ τὸ πέπερι οὐχ Ἑλληνικά, κλίνεται δὲ διὰ καθαροῦ τοῦ ος. τῷ μέλιτι, τὸ μέλι, ὦ μέλι. | |
15 | Δυϊκά. Τὼ μέλιτε, τοῖν μελίτοιν, ὦ μέλιτε. Πληθ. Τὰ μέλιτα, τῶν μελίτων, τοῖς μέλισι, τὰ μέλιτα, ὦ μέλιτα. Κανὼν γʹ Ἑνικά. Τὸ πῶϋ τοῦ πώεος, τὸ γόνυ τοῦ γόνυος καὶ | |
20 | γουνός, τὸ δόρυ τοῦ δόρυος καὶ δουρός: τὰ εἰς υ οὐδέτερα εἰ μὲν μακρᾷ παραλήγοιτο διὰ τοῦ ε κλίνεται, πώεος ἄστεος, εἰ δὲ βρα‐ χείᾳ διὰ τοῦ υ, γόνυος, καὶ ἐν ὑπερθέσει τοῦ υ γίνεται γουνός, δόρυ δόρυος καὶ ὁμοίως δουρός· τὸ γόνυ καὶ τὸ δόρυ ἔχουσι καὶ ἄλλας εὐθείας, | |
τὸ γόνας καὶ τὸ δόρας· ἔχουσι δὲ τὰς γενικὰς εἰς τος, τοῦ γόνατος | 33 | |
4.2.34 | καὶ δόρατος, ἀκολούθως τοῖς εἰς ας οὐδετέροις, ὡς τὸ τέρας τέρατος. τῷ πώεϊ, τὸ πῶϋ, ὦ πῶϋ. Δυϊκά. Τὼ πώεε, τοῖν πωέοιν, ὦ πώεε. Πληθ. Τὰ πώεα, τῶν πωέων, τοῖς πώεσι, τὰ πώεα, ὦ | |
5 | πώεα. Κανὼν δ Ἑνικά. Τὸ ξύλον τοῦ ξύλου: τὰ εἰς ον οὐδέτερα εἰς ου ἔχει τὴν γενικήν, μέτρου ξύλου. τῷ ξύλῳ: εἴπομεν ὡς πᾶσα γενικὴ ἰσο‐ συλλαβοῦσα τῇ εὐθείᾳ τὴν δοτικὴν ἔχει εἰς ι ἀνεκφώνητον λήγουσαν | |
10 | μετὰ τοῦ φωνήεντος τῆς εὐθείας ἢ μείζονος ἀντιστοίχου. τὸ ξύλον, ὦ ξύλον. Δυϊκά. Τὼ ξύλω, τοῖν ξύλοιν, ὦ ξύλω. Πληθ. Τὰ ξύλα, τῶν ξύλων, τοῖς ξύλοις, τὰ ξύλα, ὦ ξύλα. Κανὼν εʹ | |
15 | Ἑνικά. Τὸ ἧπαρ τοῦ ἥπατος, τὸ κέαρ τοῦ κέαρος, τὸ δέ‐ λεαρ τοῦ δελέατος: τῶν εἰς αρ οὐδετέρων τὰ μὲν ὑπὲρ δύο συλλα‐ βὰς ἅπαντα διὰ τοῦ τος κλίνεται, δελέατος ὀνείατος· τῶν δὲ δισυλλάβων τὰ μὲν μακρᾷ παραληγόμενα διὰ τοῦ τος, τὰ δὲ βραχείᾳ διὰ τοῦ ρος, ἥπατος οὔθατος ἔαρος κέαρος· σεσημείωται τὸ φρέατος στέατος. τῷ | |
20 | ἥπατι, τὸ ἧπαρ, ὦ ἧπαρ. Δυϊκά. Τὼ ἥπατε, τοῖν ἡπάτοιν, ὦ ἥπατε. Πληθ. Τὰ ἥπατα, τῶν ἡπάτων, τοῖς ἥπασι, τὰ ἥπατα, ὦ | |
ἥπατα. | 34 | |
4.2.35 | Κανὼν ϛʹ Ἑνικά. Τὸ ὕδωρ τοῦ ὕδατος, τὸ ἕλωρ τοῦ ἕλωρος· τὰ εἰς ωρ διὰ τοῦ ρος ἐκλίθη, τέκμωρος ἕλωρος, πλὴν τοῦ ὕδωρ· ὕδατος γάρ. τῷ ὕδατι, τὸ ὕδωρ, ὦ ὕδωρ. | |
5 | Δυϊκά. Τὼ ὕδατε, τοῖν ὑδάτοιν, ὦ ὕδατε. Πληθ. Τὰ ὕδατα, τῶν ὑδάτων, τοῖς ὕδασι, τὰ ὕδατα, ὦ ὕδατα. Κανὼν ζʹ Ἑνικά. Τὸ κρέας τοῦ κρέατος κοινῶς, τοῦ κρέαος ἰωνικῶς, | |
10 | τοῦ κρέως ἀττικῶς· τὰ εἰς ας οὐδέτερα ἡ μὲν κοινὴ διάλεκτος διὰ τοῦ τος κλίνει, κρέατος γήρατος, ἡ δὲ τῶν Ἰώνων καθ’ ὑποστολὴν τοῦ τ, κρέαος γήραος, ἡ δὲ τῶν Ἀττικῶν συναιροῦσα τὸ αο εἰς ω, τοῦ κρέως, τοῦ γήρως. τῷ κρέατι κοινῶς, τῷ κρέαϊ ἰωνικῶς, τῷ κρέᾳ ἀττικῶς. τὸ κρέας, ὦ κρέας. | |
15 | Δυϊκά. Τὼ κρέατε κοινῶς, τὼ κρέαε ἰωνικῶς, τὼ κρέα ἀττικῶς. τοῖν κρεάτοιν κοινῶς, τοῖν κρεάοιν ἰωνικῶς, τοῖν κρεοῖν ἀττικῶς. ὦ κρέατε κοινῶς, ὦ κρέαε ἰωνικῶς, ὦ κρέα ἀττικῶς. Πληθ. Τὰ κρέατα κοινῶς, τὰ κρέαα ἰωνικῶς, τὰ κρέα ἀττι‐ κῶς. τῶν κρεάτων κοινῶς, τῶν κρεάων ἰωνικῶς, τῶν κρεῶν | |
20 | ἀττικῶς. τοῖς κρέασι μόνως. τὰ κρέατα κοινῶς, τὰ κρέαα ἰωνικῶς, τὰ κρέα ἀττικῶς. ὦ κρέατα κοινῶς, ὦ κρέαα ἰωνικῶς, ὦ κρέα ἀττικῶς. Κανὼν ηʹ Ἑνικά. Τὸ τεῖχος τοῦ τείχεος καὶ κατὰ συναίρεσιν τείχους: | |
25 | τὰ εἰς ος οὐδέτερα εἰς ους ἔχει τὴν γενικήν, βέλους τείχους. τῷ τείχεϊ καὶ κατὰ συναίρεσιν τείχει. τὸ τεῖχος, ὦ τεῖχος. Δυϊκά. Τὼ τείχεε καὶ κατὰ συναίρεσιν τείχη. τοῖν τειχέοιν | |
καὶ κατὰ συναίρεσιν τειχοῖν. ὦ τείχεε καὶ κατὰ συναίρεσιν τείχη. | 35 | |
4.2.36 | Πληθ. Τὰ τείχεα καὶ κατὰ συναίρεσιν τείχη. τῶν τειχέων καὶ κατὰ συναίρεσιν τειχῶν. τοῖς τείχεσι: τοῦτο ἀσυναίρετον μένει. τὰ τείχεα καὶ κατὰ συναίρεσιν τείχη. ὦ τείχεα καὶ κατὰ συναί‐ ρεσιν τείχη. | |
5 | Κανὼν θʹ Ἑνικά. Τὸ φῶς τοῦ φωτός, τὸ ὦς τοῦ ὠτός: δύο μόνα ἔστιν οὐδέτερα εἰς ως, φῶς καὶ ὦς, κέκλιται δὲ ἀμφότερα διὰ τοῦ τος. τῷ φωτί, τῷ ὠτί. τὸ φῶς, τὸ ὦς. ὦ φῶς, ὦ ὦς. Δυϊκά. Τὼ φῶτε, τὼ ὦτε. τοῖν φώτοιν, τοῖν ὤτοιν. ὦ | |
10 | φῶτε, ὦ ὦτε. Πληθ. Τὰ φῶτα, τὰ ὦτα. τῶν φώτων, τῶν ὤτων. τοῖς φωσί, τοῖς ὠσί. τὰ φῶτα, τὰ ὦτα. ὦ φῶτα, ὦ ὦτα. Τέλος τῶν οὐδετέρων. Περὶ τῶν ἐν ταῖς πτώσεσι τόνων. | |
15 | Περὶ τόνου τῆς γενικῆς Πᾶσα γενικὴ ὀνόματος κοινὴ ἀπαθὴς ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχει τὸν τόνον ἐφ’ ἧς καὶ ἡ εὐθεῖα, εἰ μή πω τις ἕτερος λόγος κωλύοι· ὑπεξῃρήσθωσαν δὲ αἱ εἰς ος δισύλλαβοι γενικαί· οἷον Αἴας ἐπὶ τῆς πρώ‐ της συλλαβῆς ἔχει τὸν τόνον καὶ ἡ Αἴαντος, χάριτος ἔρωτος, ἀνήρ ἀνέρος, | |
20 | ταχύς ταχέος, Ἀχιλλεύς Ἀχιλλέος, εὐγενής ἐπὶ τῆς τρίτης, ἀλλὰ καὶ εὐγενέος, κρέας κρέατος. Τὰ μέντοι προπαροξυνόμενα ὅτε περισσο‐ συλλάβως κλίνεται ἀναγκαίως κατέρχεται μίαν συλλαβὴν ὁ τόνος· οὐκ | |
ἔστι γὰρ τάσις πρὸ τριῶν συλλαβῶν, οἷον φίλημα φιλήματος, Ἄδωνις | 36 | |
4.2.37 | Ἀδώνιδος· καὶ τὸ Ὅμηρος Ὁμήρου κατήγαγε τὸν τόνον, ἐπεὶ οὐδ’ ἐνδέχεται φύσει μακρᾶς οὔσης ἐπὶ τέλους προπαροξυνθῆναι λέξιν· τὸ γὰρ μάντεως καὶ πόλεως Ἀττικὰ ἀπὸ τοῦ μάντιος καὶ πόλιος γεγονότα τῶν κοινῶν ἐφύλαξε τὴν τάσιν. Σεσημειώσθω τοίνυν τὸ μητέρος καὶ | |
5 | θυγατέρος οὐ φυλάξαντα τὸν τόνον· ἴσως δὲ συναπηνέχθη τῇ πατέρος ἀνέρος· ἡμάρτηται δὲ καὶ τὸ γυναικός καὶ τὸ θυγατρός· τὸ γὰρ μιᾶς καὶ ἰᾶς Ἰωνικὴν ἔχει τὴν τάσιν. Αἱ μέντοι εἰς ος δισύλλαβοι γενικαὶ ὀξύνεσθαι θέλουσιν, χηνός γραός φωτός· ἡ λᾶος ἐκ τρισυλλάβου τῆς λάαος· ἡ υἷος ἐκ τῆς ὕϊος· ἡ κῆρος καὶ ἦρος ἐκ τῆς κέαρος καὶ ἔαρος· | |
10 | ἡ Θῶνος ἐκ τῆς Θώνιος ἢ Θόωνος· ἡ Ὦπος πρὸς ἀντιδιαστολὴν τοῦ ὀφθαλμοῦ· ἡ τίνος πρὸς διάφορον σημασίαν καὶ ὀξύνεται καὶ βαρύνεται. Ἐπὶ μέντοι μετοχῶν καὶ αἱ εἰς ος δισύλλαβοι γενικαὶ βαρύνονται, βάν‐ τος στάντος φθάντος. Περὶ τόνου τῆς δοτικῆς | |
15 | Πᾶσα δοτικὴ ἰσοσυλλαβοῦσα τῇ γενικῇ καὶ τὸν τόνον αὐτῆς ἔχει, ἔρωτος ἔρωτι, χηνός χηνί, γραός γραΐ· εἶπον δὲ «ἰσοσυλλαβοῦσα» διὰ τὸ μάντει πόλει· ταῦτα γὰρ συναιρεθέντα οὐκ ἰσοσυλλαβεῖ τῇ γενικῇ· διὸ ἀπὸ μὲν τοῦ Τυνδάρεος Τυνδαρέου Τυνδαρέῳ πρὸ μιᾶς ὁ τόνος, ἀπὸ δὲ τοῦ Τυνδάρεως Τυνδάρεω Τυνδάρεῳ πρὸ δύο. Αἱ μεταπεπλασμέναι | |
20 | δοτικαὶ προπαροξύνονται, εἰ μὴ δισυλλαβία κωλύσοι, διχόμηνι πολυ‐ πάταγι μελίκρατι· τὸ γὰρ μελικρᾶτι ἀρσενικὸν ἀπὸ τοῦ ὁ μελικράς κέ‐ | |
κλιται. | 37 | |
4.2.38 | Περὶ τόνου τῆς αἰτιατικῆς Πᾶσα αἰτιατικὴ ἐπὶ ταύτης ἔχει τῆς συλλαβῆς τὸν τόνον ἐφ’ ἧς καὶ ἡ γενική, πλὴν τῶν εἰς α δισυλλάβων, ἀβλῆτος ἀβλῆτα, λιμένος λιμένα, Δημήτερος Δημήτερα, Διομήδεος Διομήδεα, καλοῦ καλόν, μάν‐ | |
5 | τιος μάντιν· ἐπὶ μέντοι τοῦ Ὁμήρου Ὅμηρον εἴπομεν, ὡς ἡ γενικὴ ἠνάγκαστο ὑπὸ τῆς μακρᾶς παροξύνεσθαι· σεσημείωται τὸ θύγατρα καὶ γυναῖκα. Αἱ μέντοι εἰς α αἰτιατικαὶ δισύλλαβοι μόνως βαρύνονται, χῆνα παῖδα· τὸ τίνα πάλιν πρὸς τὴν σημασίαν ἔχει τὸν τόνον. Αἱ μέντοι μονοσύλλαβοι εἰς ν λήγουσαι αἰτιατικαὶ περισπῶνται, κλεῖν λῖν μῦν | |
10 | σῦν ζῶν θεῦν. Περὶ τόνου τῆς κλητικῆς Πᾶσα κλητικὴ ἐπὶ ταύτης τῆς συλλαβῆς ἔχει τὸν τόνον ἐφ’ ἧς καὶ ἡ εὐθεῖα, Αἴας Αἶαν, Ἀχιλλεύς Ἀχιλλεῦ, καλός καλέ, εὐγενής εὐγενές, Λειώδης Λειῶδες, ποιητής ποιητά· σεσημείωται τὸ δέσποτα μητίετα | |
15 | ἀκάκητα εὐρύοπα ἆνερ πάτερ σῶτερ δᾶερ, ἀναβιβάζουσι δὲ τὸν τόνον ἐπὶ κλητικῆς. Καὶ ἀναβιβάζουσι δὲ τὸν τόνον ἐπὶ τῆς κλητικῆς καὶ τὰ εἰς ης σύνθετα κύρια, Διόμηδες Ἀριστόφανες, καὶ τὰ παρ’ οὐδετέρων ἐσχηματισμένα εἰς ης, εὔμηκες κακόηθες· παραλόγως γὰρ ἐβαρύνθη τὸ αὔθαδες αὔταρκες κάταντες· καὶ τὰ εἰς ηρ βαρύτονα ὅταν εἰς ερ ἔχωσι | |
20 | τὴν κλητικήν, Δήμητερ θύγατερ εἴνατερ· καὶ τὰ εἰς ων σύνθετα ὅταν | 38 |
4.2.39 | εἰς ον εἴη ἡ κλητικὴ ἀναβιβάζει τὸν τόνον, πλὴν τῶν παρὰ τὸ φρήν, Ἀγάμεμνον κακόδαιμον χαμαίλεον· δαΐφρον δὲ καὶ περίφρον παροξυ‐ τόνως· παρὰ γὰρ τὸ φρήν. Σεσημείωται τὸ ὦ Λακεδαῖμον προπερι‐ σπώμενον. | |
5 | Περὶ τόνου τῆς εὐθείας τῶν δυϊκῶν Ἡ μὲν εἰς ε λήγουσα εὐθεῖα τῶν δυϊκῶν ὁμότονός ἐστι τῇ αἰτιατικῇ τῶν ἑνικῶν τῇ εἰς α ληγούσῃ, εἰ δὲ ἄλεκτος εἴη, τῇ γενικῇ, χεῖρε Αἴαντε, πόλεε δὲ καὶ βέλεε· ἡ δὲ εἰς α καὶ εἰς ω λήγουσα, ἐφ’ ἧς ἂν ἔχῃ συλλαβῆς ἡ γενικὴ τῶν ἑνικῶν τὸν τόνον, ἐπὶ ταύτης καὶ αὐτὴ ἔχει, | |
10 | Πέρσου Πέρσα, ἀέλλης ἀέλλα, ἵππου ἵππω. Τὸ ἄμφω δύω θεματικά. Περὶ τόνου τῆς γενικῆς τῶν δυϊκῶν Ἡ μὲν εἰς αιν γενικὴ καθόλου τῇ ἰδίᾳ εὐθείᾳ ἀκολουθεῖ, Ὀρέστα Ὀρέσταιν, κηδεστά κηδεσταῖν· ἡ δὲ εἰς οιν ἀπὸ μὲν τῶν εἰς ω εὐθειῶν συντονοῦται τῇ ἰδίᾳ εὐθείᾳ, τοῖν γεωργοῖν, τοῖν βοϊδίοιν, σεσημειω‐ | |
15 | μένου τοῦ ἀμφοῖν δυοῖν· ἀπὸ δὲ τῶν εἰς ε εὐθειῶν ἀκόλουθος ἔσται τῇ γενικῇ τῶν πληθυντικῶν, χεροῖν πάντοιν παίδοιν εὐμηκοῖν τειχοῖν εὐνοῖν. Περὶ τόνου τῆς ὀρθῆς τῶν πληθυντικῶν Ἡ μὲν εἰς ες εὐθεῖα τῶν πληθυντικῶν ὁμότονος ἔσται τῇ ὀρθῇ | |
20 | τῶν δυϊκῶν, Αἴαντες ἀβλῆτες μύες, ἡ δὲ εἰς οι τῇ εὐθείᾳ τῶν ἑνικῶν, | 39 |
4.2.40 | λίθινοι χρυσοῖ πλησίοι· ἡ δὲ εἰς αι μονογενὴς μὲν οὖσα ὁμοτονεῖ τῇ ἰδίᾳ εὐθείᾳ, βορέαι ἄελλαι Πέρσαι εὐθῦναι, παρεσχηματισμέναι δὲ ἀρσε‐ νικοῖς τῷ τόνῳ αὐτῶν ἕπονται, λίθινοι λίθιναι· καὶ ἥμεραι μὲν τὸ τρι‐ γενὲς προπαροξυτόνως, ἐπεὶ καὶ ἥμεροι, ἡμέραι δὲ τὸ μονογενὲς παρ‐ | |
5 | οξυτόνως. Τὰ δὲ οὐδέτερα εἰ μὲν εἴη ἀπὸ ἰσοσυλλάβου γενικῆς κεκλι‐ μένα, τῇ ὀρθῇ τῶν ἑνικῶν ὁμοτονεῖ, κάνεον κάνεα καὶ κανοῦν κανᾶ καὶ τείχεα χάλκεα· εἰ δὲ ἀπὸ περισσοσυλλάβου, ἀεὶ βαρύνεται, φῶτα ὦτα πύρα φιλήματα κέρατα. Περὶ τόνου τῆς γενικῆς τῶν πληθυντικῶν | |
10 | Αἱ μὲν εἰς ες δισύλλαβοι εὐθεῖαι πληθυντικαὶ περισπῶσι τὰς γενικάς, μηνῶν χηνῶν γραῶν, ἐννέα σεσημειωμένων, τίνων πάντων Τρώων δμώων παίδων θώων κράτων δᾴδων λάων. Αἱ δὲ εἰς αι λήγουσαι ἀρ‐ σενικαὶ μὲν οὖσαι περισπῶσι τὴν γενικήν, τοξοτῶν πολιτῶν Αἰνειῶν, σεσημειωμένου τοῦ χλούνων χρήστων ἐτησίων· θηλυκαὶ δὲ οὖσαι εἰ μὲν | |
15 | εἶεν μονογενεῖς περισπῶνται, Μουσῶν ἀελλῶν, πλὴν τοῦ ἀφύων· εἰ δὲ παρεσχηματισμέναι ἀρσενικοῖς, ὁμοφωνοῦσαι μὲν αὐτοῖς τοῖς ἀρσενικοῖς κατὰ τὴν γενικὴν καὶ ὁμοτονοῦσιν, παραλλάσσουσαι δὲ τῇ φωνῇ καὶ τῷ τόνῳ διαφωνοῦσιν, οἷον Ῥόδιοι Ῥοδίων καὶ Ῥόδιαι Ῥοδίων· συμβε‐ βάρυνται τῷ ἀρσενικῷ, ἐπεὶ καὶ μία φωνὴ ἐπ’ ἀμφοῖν· ὁμοίως δούλων | |
20 | φίλων· ταχεῖαι μέντοι ταχειῶν· οὐ γὰρ ὁμοφώνως τῇ ταχέων ἀρσενικῇ, | 40 |
4.2.41 | μελαινῶν καὶ μελάνων, μακαιρῶν καὶ μακάρων. Εἴποι τις οὖν, πῶς οἱ πόρνοι τῶν πόρνων βαρυτόνως, τὸ δὲ θηλυκὸν πόρναι πορνῶν περι‐ σπωμένως; μία φωνὴ καὶ οὐχ εἷς ὁ τόνος· τὸ αὐτὸ καὶ ἐπὶ τοῦ πετρῶν ὀχθῶν κορῶν. Φημὶ οὖν ὅλα ταῦτα θηλυκὰ μονογενῆ εἶναι καὶ οὐκ | |
5 | ἀπὸ τῶν ἀρσενικῶν γεγενῆσθαι, διὸ καὶ ὡς μονογενῆ περιεσπάσθη, τὰ δὲ ἀρσενικὰ ἀπὸ τῶν θηλυκῶν παρωνύμως ἐσχηματίσθαι. Αἱ μέντοι εἰς ες εὐθεῖαι τῶν πληθυντικῶν ὑπὲρ δύο συλλαβὰς βαρύνουσι τὰς γενικάς, κἂν ὁμοφωνήσωσι τοῖς εἰς αι ἀρσενικοῖς· οἱ Ἰλιάδαι γὰρ τῶν Ἰλιαδῶν καὶ οἱ Δαναΐδαι τῶν Δαναϊδῶν περισπωμένως, αἱ Ἰλιάδες δὲ καὶ αἱ | |
10 | Δαναΐδες τῶν Δαναΐδων καὶ τῶν Ἰλιάδων βαρυτόνως. Αἱ εἰς εις εὐθεῖαι συνῃρημέναι ὅταν ἔχωσι τὰς γενικὰς συναιρε‐ θείσας περισπῶσιν αὐτάς, εὐγενῶν Δημοσθενῶν· τὸ δυσώδων Ἀρίσταρχος ἀλόγως ἐβάρυνε, καὶ τριήρων φασί τινες Ἀττικοὺς βαρυτόνως λέγειν· αἱ ὑπόλοιποι πᾶσαι τῇ γενικῇ τῶν δυϊκῶν ὁμοτονοῦσι· τὸ πόλεων | |
15 | λέξεων καὶ τὰ ὅμοια τοίνυν ὀφείλει πρὸ μιᾶς ἔχειν τὸν τόνον, Ἀμμώ‐ νιος δέ φησιν αὐτὰ παρὰ Ἀττικοῖς προπαροξύνεσθαι. Τὰ εἰς α οὐδέ‐ τερα τριγενῆ μὲν ὄντα τοῖς ἀρσενικοῖς συντονοῦνται, φίλων κούφων δούλων, μονογενῆ δὲ τῇ ἰδίᾳ εὐθείᾳ, πτερά πτερῶν, ξυρά ξυρῶν, ὀστᾶ ὀστῶν, ὦτα ὤτων, φῶτα φώτων, γοῦνα γούνων, δοῦρα δούρων· ἐπὶ | |
20 | τοῦ τειχέων βελέων ἡ μακρὰ καταβιβάσασα τὸν τόνον συναίρεσιν ἐποίησεν ἐπὶ τῆς γενικῆς. Περὶ τόνου τῆς δοτικῆς τῶν πληθυντικῶν Πᾶσα δοτικὴ πληθυντικὴ ἐπ’ ἐκείνης τῆς συλλαβῆς ἔχει τὸν τόνον | |
ἐφ’ ἧς ἂν καὶ ἡ δοτικὴ τῶν ἑνικῶν, μηνί μησί, καλῷ καλοῖς, χειρί | 41 | |
4.2.42 | χερσί· σεσημείωται τὸ πᾶσι. Αἱ πλεονάσασαι τὸ α πρὸ μιᾶς ἔχουσι τὸν τόνον, πατράσι θυγατράσι· αἱ δὲ μεταπεπλασμέναι προπαροξύνονται, ἄστρασι πρόβασι ἔγκασι. Περὶ τόνου τῆς αἰτιατικῆς τῶν πληθυντικῶν | |
5 | Πᾶσα αἰτιατικὴ πληθυντικὴ ἀπαθὴς ἐπ’ ἐκείνης τῆς συλλαβῆς ἔχει τὸν τόνον ἐφ’ ἧς ἂν καὶ ἡ γενικὴ τῶν ἑνικῶν, ταχέος ταχέας, καλοῦ καλούς, βέλεος βέλεα, Μούσης Μούσας, ἀθλητοῦ ἀθλητάς, χαλκοῦ χαλκοῦς. | |
Τέλος τῶν ὀνομάτων. | 42 |