TLG 2018 038 :: EUSEBIUS :: Fragmenta in Hebraeos

EUSEBIUS Scr. Eccl. Theol., Filius Pamphili
(Caesariensis: A.D. 4)

Fragmenta in Hebraeos

Citation: Volume — page — (line)

45 Λέγεται γὰρ κατά‐ βασις θεία ἐπὶ τὸ ὄρος γεγονέναι καθ’ ὃν ἐνομοθέτει καιρὸν, ἵνα πάντες θεάσωνται τὴν ἐνέργειαν τοῦ Θεοῦ· κατάβασις γὰρ αὕτη σαφής ἐστιν, οὐ μὴ τοπική. Τῶν γοῦν φυομένων κατὰ τὸ ὄρος φλεγομένων σφοδρῶς,

24

.

605

(50)

οὐδὲν τὸ πῦρ ἐξανάλωσε· σαλπίγγων τε φωναὶ σφο‐ δρότερον συνηκούοντο, μὴ προκειμένων ὀργάνων τοι‐ ούτων, μηδὲ τοῦ φωνήσαντος, ἀλλὰ θείᾳ κατασκευῇ γινομένων ἁπάντων. Ὥστε σαφὲς εἶναι διὰ ταῦτα τὴν κατάβασιν θείαν γεγονέναι, καὶ τὸν Θεὸν ἄνευ
55τινὸς δεικνύναι τὴν ἑαυτοῦ διὰ πάντων μεγαλειό‐
τητα.605