TLG 2018 037 :: EUSEBIUS :: Fragmenta in Lucam

EUSEBIUS Scr. Eccl. Theol., Filius Pamphili
(Caesariensis: A.D. 4)

Fragmenta in Lucam

Citation: Volume — page — (line)

24

.

529

(12t)

ΕΥΣΕΒΙΟΥ ΚΑΙΣΑΡΕΙΑΣ
13tΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ.
17Ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας. Ἡ γὰρ τοῦ Ἰούδα φυλὴ ἄνωθεν ἦν ἀρχικὴ, καὶ
20ἡγεῖτο πάντων ἕως ἦσαν αὐτόνομοι, κατὰ τὴν προ‐ φητείαν. Ἦσαν δὲ μέχρι τῶν Αὐγούστου χρόνων ἐλεύθεροι καὶ αὐτόνομοι, καθ’ ὃν, Χριστοῦ φανέντος, τὸ ἔθνος ἅπαν δεδούλωται· ὅτε καὶ πρῶτος ἀλλόφυλος αὐτῶν Ἡρώδης ἡγήσατο, καὶ βασιλεὺς Αὔγουστος, ὁ
25καὶ τὴν ἀρχὴν ἐγχειρίσας αὐτῷ μετὰ τῆς συγκλήτου, τῆς οἰκουμένης εἶχε τὰ σκῆπτρα. Ἦν δὲ ὁ Ἡρώδης ἐξ Ἀντιπάτρου γεγονὼς, τὸ γένος Ἀσκαλωνίτου, ἱεροδούλου Ἀπόλλωνος, καὶ Κυπρίνης ἐξ Ἀῤῥά‐ βων μητρός. Οὗτος γὰρ, τὸν ἐκ διαδοχῆς τῶν ἀρχιε‐
30ρέων ὕστατον ἡγησάμενον Ὑρκανὸν ἀνελὼν, Ἰουδαίων ἀναγορεύεται βασιλεύς. Τούτου καὶ νῦν ὁ Λουκᾶς μέμνηται, ἵνα δείξῃ, ὅτι ἀληθῶς ἦλθεν ὁ Χριστὸς, ἐκλιπόντων τῶν παρὰ τοῖς Ἰουδαίοις ἀρχόντων κατὰ τὴν προφητείαν.
35Καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; Ποῖον σημεῖον δεικνύεις μοι, φησὶ, ἵνα πεισθῶ τοῖς ὑπὸ σοῦ προφητευθεῖσιν, ὡς μέλλουσι γίνεσθαι; Σχεδὸν γὰρ παρὰ φύσιν ἐστὶ τὸ λεχθέν· οἱ γὰρ προ‐
40βεβηκότες οὐ γονοποιοῦσιν. Ἔδει δὲ μὴ πρὸς τὸ γῆρας ἀφορᾷν τὸ ἑαυτοῦ καὶ γυναικὸς, ἀλλὰ πρὸς τὴν δύ‐ ναμιν τοῦ ἐπαγγελλομένου Θεοῦ. Ἀλλὰ τὰ μεγάλα δυσέφικτα τοῖς ἀνθρώποις, καὶ συγγινώσκει Θεός· καὶ γὰρ οὐδ’ αὐτὸς Ἀβραὰμ ὡς ἐχρῆν ἐπίστευσεν,
45ἀλλὰ τὰ πρῶτα καὶ ἐγέλασε καὶ εἶπεν· «Εἰ τῷ ἑκατον‐529

24

.

532

ταέτει γενήσεται υἱός;» καὶ ἡ Σάῤῥα δὲ γελάσασα ἐμέμφθη τότε. Ποτὲ μὲν γὰρ λόγῳ μόνῳ ὁ Θεὸς μέμφεται, ποτὲ δὲ καὶ ἔργῳ ἐπιτιμᾷ. Τούτου οὖν χάριν καὶ τῷ Ζαχαρίᾳ δι’ ἔργου ἐπετίμησε, καὶ εἰς
5κωφότητα καὶ ἀφωνίαν αὐτὸν περιέστησεν· ἐχρῆν γὰρ αὐτὸν διὰ τῶν προτέρων παιδεύεσθαι, καὶ τὴν πρὸς τοὺς πατέρας μέμψιν παίδευσιν ἰδίαν ποιήσασθαι.
10Ἐγώ εἰμι Γαβριήλ. Τί οὖν φησι πρὸς αὐτὸν ὁ ἄγγελος; Ἀγγέλῳ, φη‐ σὶν, ἀπιστεῖς, ὃς παρέστηκε Θεῷ; καὶ οὐ πιστεύεις τῷ ἀποστείλαντι, ἀλλὰ πρὸς τὴν τοῦ πράγματος ἀδυ‐ ναμίαν βλέπεις; Οὐκοῦν διὰ τὴν ἄπιστον ταύτην
15φωνὴν ἀφαιρεθήσῃ τῆς φωνῆς ἕως τοῦ πράγματος πληρωθέντος, γνοὺς καὶ τὸ σὸν ἄπιστον καὶ τὸ τοῦ Θεοῦ δυνατόν. Δώσει αὐτῷ Κύριος ὁ Θεὸς θρόνον Δαυῒδ τοῦ πα‐ τρὸς αὐτοῦ.
20 Θρόνον λέγει τὸν ἐπαγγελθέντα τῷ Δαυῒδ, οὐ μὴν καὶ δοθέντα· Ἅπαξ γὰρ, φησὶ, ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυῒδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου· καὶ πάλιν· Ὤμοσα Δαυῒδ τῷ δούλῳ
25μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. Ταῦτα δὲ οὐ περὶ σαρκικοῦ σπέρματός φησι, οὐδὲ περὶ αἰσθητοῦ θρόνου, ἀλλὰ περὶ οὗ φησι καὶ ὁ ἄγγελος πρὸς τὴν Παρθένον, τὸν μηδὲν ἐπίκαιρον
30ἔχοντα, τὸν καθ’ ὅλης τῆς οἰκουμένης φωτὸς δίκην ἐκλάμποντα, καὶ ψυχὰς νοερῶς καταυγάζοντα διὰ τῆς ἐνθέου διδασκαλίας. Οἶκον δὲ Ἰακὼβ, μὴ τὸν Ἰου‐ δαίων λαὸν νόμιζε μόνον, ἀλλὰ πάντας τοὺς διὰ τῆς κλήσεως τοῦ Σωτῆρος ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς τὴν
35τῶν ἁγίων υἱοθεσίαν εἰσποιουμένους. Ὁ λαὸς τοῦ Θεοῦ ποτὲ μὲν Ἰακὼβ καλεῖται, ποτὲ δὲ Ἰσραήλ· ὁ αὐτὸς γὰρ ἦν καὶ Ἰσραὴλ καὶ Ἰακώβ· καὶ φύσει μὲν Ἰακὼβ ἦν ὁ παλαιὸς λαὸς, ὡς ἐξ Ἰακὼβ κατὰ τὴν ἐξ αἵματος συγγένειαν· θέσει δὲ, ὁ νέος λαὸς κατὰ
40τὴν ἐξ ἀρετῆς συγγένειαν· ἀντεισήχθη γὰρ ὁ νέος τοῦ παλαιοῦ. Λοιπὸν οὖν ἐπὶ τοῦτον τὸν λαὸν βασι‐ λεύσει εἰς τὸν αἰῶνα, ἤγουν ἀεὶ, ἔκ τε τῶν ἔργων καὶ τῶν λόγων ἐπιγνόντα αὐτὸν, καὶ ἑκουσίως ὑποτετα‐ γμένον αὐτῷ· ὁ γὰρ Χριστὸς ἦν μὲν βασιλεὺς καὶ ὡς
45Θεός· Ἡ βασιλεία γὰρ, φησὶν, ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· ἦν δὲ καὶ ὡς ἄνθρωπος· εἶχε γὰρ ἔργα βασιλέως τὸ νομοθετεῖν τοῖς ὑπηκόοις αὐ‐ τοῦ, τὸ ῥυθμίζειν, τὸ περιέπειν, τὸ ὑπεραποθνήσκειν αὐτῶν· ἃ μάλιστα χαρακτηρίζουσι τὸν ἀληθῆ βασι‐

24

.

532

(50)

λέα.
52Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ. Θεὸς, φησὶν, ὁ ἐνεργῶν, μὴ ἀμφίβαλλε· ὁ καὶ τὴν φύσιν γεγηρακυῖαν καὶ ἀσθενοῦσαν ἐπιῤῥωννὺς, καὶ
55φύσιν καινοτομῶν, ὅτε βούλεται. Εἶπε Μαριάμ· Ἰδοὺ ἡ δούλη Κυρίου, κ. τ. λ.
Δούλη εἰμὶ Κυρίου· πίναξ εἰμὶ γραφόμενος· ὃ531

24

.

533

βούλεται ὁ γραφεὺς, γραφέτω· ποιείτω ὃ ἐθέλει ὁ τοῦ παντὸς Κύριος. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν. Ὅρα πῶς ἤδη λέγει καὶ τὴν μέλλουσαν ἔσεσθαι
5τῶν ἐθνῶν σωτηρίαν· τὴν γὰρ τούτου παρουσίαν, φησὶ, τὰ ἔθνη προσδοκᾷ. Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με.
9Ὁ μὲν Σωτὴρ, τῶν μακαρισμῶν ἀπαρχόμενος, τοῖς
10πτωχοῖς τὸν οὐράνιον εὐηγγελίζετο πλοῦτον καὶ τὴν τῶν οὐρανῶν βασιλείαν· Ἡσαΐας δὲ ὁ προφήτης τούτων προλαβὼν ἐμνημόνευσεν, ἐξ αὐτοῦ προσώπου τοῦ Σωτῆρος τὸ μέλλον ὧδε προθεσπίζων· Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελί‐
15σασθαι πτωχοῖς ἀπέσταλκέ με. Ἄντικρυς γοῦν ἐσήμανε πτωχοῖς εὐαγγελισμὸν ἀγαθῶν· διὸ ἅμα τε ἐπέφανεν ἀνθρώποις ὁ τῷ ἁγίῳ Πνεύματι κατὰ τὸ ἀνθρώπινον κεχρισμένος· καὶ ἐντεῦθεν ἀπήρχετο τῆς διδασκαλίας, βασιλείαν οὐράνιον δι’ αὑτὸν πτωχεύου‐
20σιν εὐαγγελιζόμενος. Οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν. Ὅρα γοῦν ἐπὶ τοῦ παρόντος, ἄνωθεν ἀρξαμένους τὰς τοῦ Σωτῆρος διελθεῖν φωνὰς, καὶ παρ’ αὐτοῦ τὰς
25διδασκαλίας ὥσπερ τινὰς νόμους, δι’ ὧν ἄν τις τύχοι τῆς οὐρανίου βασιλείας, παραδέξασθαι· καὶ μὴ μέχρι τοῦ μαθεῖν στῆναι, ἀλλὰ καὶ δι’ ἔργων χωρῆσαι, ὡς ἂν μὴ ἐκπέσοιεν τῶν ἐπαγγελμάτων· ὅτι οὐκ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ’ ἐν δυνάμει.
30Μακάριοι οἱ πτωχοὶ, ὅτι ὑμετέρα ἐστὶν ἡ βασι‐ λεία τοῦ Θεοῦ. Πλὴν τῆς τῶν οὐρανῶν βασιλείας ἐν πολλοῖς ἀγα‐ θῶν τάγμασιν ἐπινοουμένης, κατὰ τὸ, Πολλαὶ μοναὶ παρὰ τῷ Πατρὶ, τὸ πρῶτον, ὡς ἂν εἴποι τις, ἀξίωμα,
35καὶ ὁ πρῶτος ἀνιόντων βαθμὸς ὁ τῶν διὰ Θεὸν πτωχευ‐ όντων τυγχάνει. Εἶεν δ’ ἂν οὗτοι οἱ πάντων τῶν τοῦ παρόντος βίου τιμίων κατολιγωρήσαντες, οἱ πτωχεύ‐ οντες τῇ μετριοφροσύνῃ, οἱ καὶ εἰς ἄκρον ἐλάσαντες ἀκτημοσύνης διὰ τὴν κατὰ Θεὸν φιλοσοφίαν, τοῦ σω‐
40τηρίου μακαρισμοῦ τεύξονται. Τοιούτους δὲ αὐτοὺς τοὺς πρώτους αὐτῷ μαθητεύοντας ἀπειργάσατο· διὸ καὶ εἰς αὐτῶν πρόσωπον κατὰ θάτερον τῶν εὐαγ‐ γελιστῶν ἡρμόττετο λέγων· Μακάριοι οἱ πτωχοὶ, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ· τὸ γὰρ
45ὑμετέρα δεικτικῶς πρὸς παρόντας ἐλέγετο. Εἰς αὐ‐ τοὺς δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐπῆρε, καὶ πρὸ τοῦ λό‐ γου τῷ ἱλαρῷ βλέμματι πρὸς τὴν ἀκρόασιν αὐτοὺς ἐφελκόμενος· οἱ δὲ προθύμως σφᾶς αὐτοὺς ὑπηκόους τοῖς λεγομένοις παρεῖχον. Πρῶτος μὲν οὖν βαθμὸς

24

.

533

(50)

τῶν σωτηρίων μακαρισμῶν οὗτος ἦν, ὁ συμβασι‐ λεύειν αὐτῷ παριστὰς τοὺς τὴν δι’ αὐτὸν πτωχείαν, καὶ τὸν ἄκρως ἀκτήμονα φιλόσοφόν τε καὶ θεοφιλῆ βίον ἀναδεδεγμένους, ἤγουν τοὺς ταπεινόφρονας.
Δεύτεροι οὖν καὶ τρίτοι ἐφεξῆς καταλέγονται παρ’533

24

.

536

αὐτῷ μακαρισμοὶ, καὶ τέταρτοι καὶ ἐφεξῆς. Ἐξ‐ εῖναι γὰρ ἐδίδασκε καθ’ ἕνα τινὰ τρόπον τῶν κατωνο‐ μασμένων βίων καταξιωθῆναι τῶν ἐπηγγελμένων φι‐ λοτιμεῖσθαι· ὥστ’ εἶναι δυνατὸν, ἐν τῇ τοῦ Θεοῦ βασι‐
5λείᾳ γενομένους, εἰ καὶ μὴ συμβασιλεῦσαι Χριστῷ κατὰ τοὺς πτωχοὺς τῷ πνεύματι, ἀλλὰ γοῦν παρα‐ κληθῆναι ἐφ’ οἷς τὰ πρὸς θάνατον ἁμαρτήσαντες ἐπένθησαν, μετανοίᾳ καὶ ἐξομολογήσει καὶ βίῳ σώφρονι ἑαυτοὺς ἐπιδεδωκότες· ἢ τῆς ἐπηγγελμένης
10γῆς τυχεῖν, οἰκήτοράς τε καὶ πολίτας τῆς ἄνω τοῦ Θεοῦ πόλεως γενέσθαι, πράους καὶ ἀνεξικάκους ἀπο‐ δειχθέντας· ἢ πεινήσαντας ἐν τῷ παρόντι βίῳ, καὶ διψήσαντας τῆς δικαιοσύνης τυχεῖν αὐτῆς, καὶ κορε‐ σθῆναι κατὰ τὸν ἐπηγγελμένον αἰῶνα, ἐπὰν αὐτῆς
15καθαρᾶς τῆς οὐσιώδους ἀρετῆς ἀπολαύωσιν, αὐτὴν ὑποστατικὴν ὁρῶντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ αὐτὴν τὴν σοφίαν τοῦ Θεοῦ, καὶ τὴν ζωὴν τὴν αἰώ‐ νιον, καὶ τὸ ψυχῶν φωτιστικόν· ἃ δὴ πάντα ἐπινοεῖ‐ ται κατὰ τὰς ἐνυπαρχούσας δυνάμεις τῷ μονογενεῖ
20τοῦ Θεοῦ Λόγῳ. Εἰ δὲ ἄλλως τινὲς φιλάνθρωποι καὶ ἐλεήμονες γεγόνασι, τὸ συμπαθὲς καὶ κοινωνικὸν πρὸς τοὺς πέλας ἐπιδεικνύμενοι, ταὐτὸν πείσονται οἷς ἔδρασαν, κατ’ ἔλεον Θεοῦ καὶ φιλανθρωπίαν ἐλεηθέν‐ τες. Ἄλλο δὲ τάγμα γένοιτ’ ἂν τῶν κατὰ τὴν ἐπαγ‐
25γελίαν μακαρίων, τὸ τῶν τὴν καρδίαν τουτέστι τὴν διάνοιαν κεκαθαρμένων· καὶ ἄλλο πάλιν τῶν εἰρηνο‐ ποιῶν· ὧν οἱ μὲν πρότεροι γέρας λήψονται τῆς καθα‐ ρότητος, τὴν τοῦ Θεοῦ θέαν, ἅτε δὲ ὀφθαλμοῖς ψυχῆς κεκαθαρμένοις αὐτὸν ὀψόμενοι· οἱ δὲ δεύτεροι υἱοὶ
30Θεοῦ γενήσονται, ὡς ἂν ἔργον ὅμοιον κατωρθωκότες· οἷον καὶ ὁ τοῦ Θεοῦ Υἱὸς εἰρηνοποιήσας τὰ πάντα δι’ ἑαυτοῦ, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς. Ἀλλ’ οὗτοι μὲν ἐπὶ διαφόροις κατορθώμασι διαφόρων τεύ‐ ξονται τιμῶν ἐν τῇ κατηγγελμένῃ τῶν οὐρανῶν βασι‐
35λείᾳ. Οἵ γε μὴν αὐτῷ συμβασιλεύσοντες τῷ Υἱῷ τοῦ Θεοῦ πρῶτοι μὲν ἦσαν οἱ δηλωθέντες πτωχοὶ τῷ πνεύματι· δεύτεροι δὲ μετ’ ἐκείνους οἱ γενναῖοι τοῦ Θεοῦ μάρτυρες, περὶ ὧν ἑξῆς ἐδίδασκε λέγων· Μα‐ κάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· διὰ
40τούτων γὰρ τοὺς μέλλοντας ὑπεραγωνίζεσθαι τῆς βασιλείας ὡς εὐγενεῖς Θεοῦ στρατιώτας ἐμακάριζεν· ἀναγκαίως καὶ αὐτοῖς ὡς ἀδελφοῖς τῶν προμεμακα‐ ρισμένων πτωχῶν βραβεῖα τῶν ἐπάθλων τὴν τῶν οὐ‐ ρανῶν βασιλείαν ὑπισχνούμενος. Τάξει δὲ πολλῇ καὶ
45ἀκολουθίᾳ τούτοις μετεδίδου τῆς αὐτοῦ βασιλείας με‐ τὰ τοὺς πτωχοὺς τῷ πνεύματι· βιῶναι γὰρ δεῖ πρό‐ τερον θεοφιλῶς τὸν πάντα χρόνον τῆς ζωῆς ἐν ἀκτή‐ μονι καὶ φιλοσόφῳ τρόπῳ διατελέσαντας, εἶθ’ οὕτως ἐπὶ τὸ θεοφιλὲς τέλος ἐλθεῖν. Οἱ μὲν οὖν πρῶτοι τὴν

24

.

536

(50)

ἄκραν ἀκτήμονα μετήρχοντο ἀγωγὴν τοῦ βίου, διὰ πάσης αὐτῶν τῆς ζωῆς τοῖς τῆς ἀρετῆς ἄθλοις ἐν‐
αγωνιζόμενοι· οἱ δὲ δεύτεροι τῆς εἰς αὐτὸν μαρτυρίας535

24

.

537

ἕνεκεν ἠλαύνοντο πολεμούμενοι καὶ μισούμενοι, συκο‐ φαντούμενοί τε ψευδέσι διαβολαῖς δι’ οὐδὲν ἕτερον ἢ διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν. Ἀλλὰ γὰρ τοὺς μὲν πεινῶντας καὶ κλαίοντας καὶ διὰ Χριστὸν ὀνειδιζομέ‐ νους καὶ παρὰ τῷ Λουκᾷ ὀψόμεθα· τοὺς δὲ πραεῖς καὶ τοὺς ἐλεήμονας καὶ τοὺς καθαροὺς τῇ καρδίᾳ καὶ
5τοὺς εἰρηνοποιοὺς ὁ Ματθαῖος ἡμῖν εἰς ἐξέτασιν παρατίθεται. Καὶ ταῦτ’ ἔλεγεν ὁπλίζων καὶ περιφράττων τοὺς μαθητὰς εἰς τὸν κατὰ τῶν ἐναντίων πόλεμον, ὃν ἔμελλον ἐπαναντλεῖσθαι κηρύττοντες παντὶ τῷ κόσμῳ, καὶ μαρτυρόμενοι τὴν ἑνὸς τοῦ ἐπὶ πάντων Θεοῦ βα‐
10σιλείαν. Μέλλοντας γὰρ αὐτοὺς διὰ τὸ νέον κήρυγμα πρὸς ἁπάντων ἐλαύνεσθαι καὶ πολεμεῖσθαι, προησφα‐ λίζετο καὶ προέφραττε μακαρισμῶν τε ἠξίου· ὅτι δὴ ἄληπτον βίον προβαλλόμενοι, ὡς μηδὲ τοῖς ἐχθροῖς προφάσεις κατ’ αὐτῶν θηρωμένοις ἀφορμὰς διαβολῆς
15παρέχειν· ὅμως διὰ μόνην τὴν εἰς αὐτὸν ὁμολογίαν, καὶ τῶν αὐτοῦ παραγγελμάτων ἕνεκεν, διώκεσθαι καὶ πολεμεῖσθαι μέλλοιεν, δυσφημούμενοι καὶ πάσας ὑπο‐ μένοντες λοιδορίας καὶ ὕβρεις καὶ ὀνειδισμοὺς, οὐ δι’ οἰκείας πλημμελείας, διὰ δὲ τὸν ἐνάρετον καὶ ἄκρον
20ἐν δικαιοσύνῃ βίον αὐτῶν· ὃ δὴ καὶ αὐτὸ κατὰ τὴν θείαν προμήθειαν εἰρημένον τέλους ἐτύγχανεν ἀλη‐ θοῦς ἐν τῷ μετὰ ταῦτα χρόνῳ. Πλὴν ἀλλὰ θεραπεύει τὸ λυπηρὸν τοῦ λόγου, ἰσοτίμους αὐτοὺς ἀποφαίνων τοῖς πάλαι τοῦ Θεοῦ προφήταις. Διὸ καὶ χαίρειν καὶ
25ἀγαλλιᾷν ἐν πᾶσι τοῖς ἐπιοῦσι παρῄνει, ὡς ἂν τὰ ὅμοια τοῖς προφήταις πεισομένους, καὶ δηλαδὴ ὁμοίως αὐ‐ τοῖς τῆς παρὰ τῷ Θεῷ τιμῆς ἀξιωθησομένους. Ἔνθεν εἰκότως Παῦλος τούτοις ἐπιθαῤῥῶν ἔλεγεν· Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν· καὶ, Οὐκ
30ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλ‐ λουσαν δόξαν ἐκκαλυφθῆναι εἰς ἡμᾶς. Καὶ οὐ λό‐ γοις μὲν ταῦτα ἔλεγεν, ἔργοις δὲ ἀφυστέρει τῶν λε‐ λεγμένων, ἀλλὰ καὶ αὐταῖς πράξεσι τοὺς ὑπὲρ εὐσε‐ βείας ἄθλους ἐνεδείκνυτο, οὓς καὶ κατηριθμεῖτο λέ‐
35γων· Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσι, καὶ τὰ ἑξῆς. Καὶ ταῦτα μὲν ἔτι τὰ τῶν ἄθλων προοίμια· τὸ δὲ συμπέρασμα τοῦ παντὸς ἀγῶνος αὐτῷ ἐπὶ τῆς Ῥωμαίων ἐτελειοῦτο πόλεως, ἔνθα μαρτυρίῳ τὴν κε‐ φαλὴν ἀπετμήθη. Ὁ Πέτρος δὲ ἁρπαγμὸν τὸν διὰ
40σταυροῦ θάνατον ἐποιεῖτο διὰ τὰς σωτηρίους ἐλπίδας· Ἰάκωβός τε ὁμοίως ξίφει τὴν κεφαλὴν ἐν Ἱεροσολύ‐ μοις ἀποτέμνεται· καὶ Ἰωάννης νῆσον οἰκεῖν Πάτμον κατεκρίνετο· καὶ ἄλλος ἄλλως τὸ καθαρὸν καὶ ἄπλα‐ στον τῆς τῶν αὐτοῦ λόγων ὑπακοῆς ἐνδειξάμενοι, διά‐
45φορον ὑπέμειναν τοῦ βίου τελευτήν. Καὶ ταῦτ’ οὐ πα‐ ρὰ γνώμην ἔπασχον, πάσης δὲ ἡδονῆς ἡδίω τιθέμενοι τὴν τῶν σωτηρίων ἐπαγγελιῶν ἐλπίδα· ἐπεὶ γοῦν πο‐ τε συλλαβόντες αὐτοὺς οἱ τοῦ Ἰουδαίων ἔθνους ἄρχον‐ τες μαστίγων αἰκίαις ὑπέβαλον, ὡς ἡ περὶ αὐτῶν

24

.

537

(50)

ἱστορία μαρτυρεῖ, ὡς ἄρα προῄεσαν ἐκ τοῦ συν‐
εδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ537

24

.

540

ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Καὶ τοῦτ’ ἔπραττον, αὐτοῦ παράγγελμα πληροῦντες, ἐπειδὴ χαίρειν ἐδίδασκεν ὑπὲρ αὐτοῦ πάσχοντας. Ἰσοτίμους δ’ αὐτοὺς τοῖς προφήταις ἀπέφαινε, λέγων κατὰ Ματ‐
5θαῖον· Οὕτω γὰρ ἐδίωξαν τοὺς πρὸ ὑμῶν· ὡς καὶ τούτων μὲν ὄντων προφητῶν, λειπομένων δὲ χρό‐ νῳ, ἐξισουμένων γε μὴν ἐκείνοις διὰ τὴν ὁμοιοπά‐ θειαν. Ἐπεὶ κἀκείνων ὁ μέν τις ἀνῃρεῖτο ξίφει, ὁ δὲ λίθοις, ὁ δὲ λέουσι παρεβάλλετο, ὁ δὲ ἐν λάκκῳ βορ‐
10βόρου ἐβάλλετο· καὶ ἄλλος πρίονι τὸ σῶμα κατ‐ ετέμνετο· οἱ δ’ ἐν πυρὸς καμίνῳ συνεκλείοντο. Διὸ δὴ θαῤῥεῖν ὁ Σωτὴρ ἐν τῇ τῶν δεινῶν ὑπομονῇ τοῖς κατ’ αὐτοῦ παρεκελεύετο γνωρίμοις, κατὰ καιρὸν ὑπομνή‐ σας ὧν οἱ τοῦ Θεοῦ προφῆται πεπόνθασι· ὅπως διὰ
15τῆς ἐκείνων παραθέσεως καὶ αὐτοὶ τὰς αὐτὰς ὑπογρά‐ ψοιεν αὐτοῖς ἐλπίδας· Ὅταν γὰρ, φησὶ, συκοφαντήσωσιν ὑμᾶς, χάρητε· ἐπειδὴ καὶ οἱ προφῆται τὸ αὐτὸ ὑπέστησαν. Καὶ πᾶς ὁ λαὸς ἀκούσας, καὶ οἱ τελῶναι ἐδικαίω‐ σαν τὸν Θεὸν, βαπτισθέντες τὸ βάπτισμα Ἰω‐
20 άννου. Οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βου‐ λὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς ἑαυτοὺς, μὴ βαπτι‐ σθέντες ὑπ’ αὐτοῦ. Ἑκατέρους δὲ τούτους αἰνίττεται καὶ ὅταν ἐν πα‐ ραβολῇ λέγῃ· Τί ὑμῖν δοκεῖ; Ἄνθρωπός τις εἶχε
25τέκνα δύο· καὶ προσελθὼν τῷ πρώτῳ εἶπε· Τέκνον, ὕπαγε, σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θέλω· ὕστερον δὲ μετα‐ μεληθεὶς ἀπῆλθε. Καὶ προσελθὼν τῷ ἑτέρῳ ὁμοίως εἶπεν· ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἐγὼ, κύ‐
30ριε· καὶ οὐκ ἀπῆλθε. Τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ, Ὁ πρῶτος. Ἐνταῦθα γὰρ δύο τάγματα τῷ λόγῳ παραστησάμε‐ νος, ἓν μὲν τὸ Ἰσραηλιτικὸν, ἕτερον δὲ τὸ τῶν ἀλλο‐ φύλων ἐθνῶν διὰ τῶν τελωνῶν δηλούμενον, ἄμφω δύο
35τέκνα ἑνὸς πατρὸς ὠνόμαζεν, ἐπεὶ ἐξ ἑνὸς Θεοῦ πάν‐ τες, Ἰουδαῖοί τε καὶ Ἕλληνες. Καὶ πρώτους μὲν ἐκάλεσε τοὺς ἐξ ἐθνῶν, δευτέρους δὲ τοὺς ἐκ περιτο‐ μῆς· ἐπειδὴ πρὸ τοῦ Ἰσραὴλ ὑπῆρχε τὰ ἔθνη, καὶ τοῖς ἔθνεσι πρώτοις, μήπω μηδὲ ὀνόματος ὄντος ἐν
40ἀνθρώποις Ἰσραηλιτικοῦ, οἱ χρησμοὶ παρείχοντο τοῦ Θεοῦ καὶ αἱ θεοφάνειαι. Ὅ τε γὰρ Ἐνὼχ ἐθνικὸς ἦν ἀπερίτμητος ὢν, ὃς ἔπαθλον εἴληφε τῆς εὐαρεστήσεως τὴν ἐξ ἀνθρώπων μετάθεσιν· καὶ Νῶε δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ γεγονὼς, χρησμῶν Θεοῦ κατηξιώθη,
45ἀπερίτμητος ὢν καὶ αὐτός· καὶ Μελχισεδὲκ παλαιό‐ τερος γεγονὼς τοῦ ἐκ περιτομῆς λαοῦ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου κεχρημάτικε· καὶ Ἀβραὰμ δὲ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ πρὸ τοῦ Ἰσραὴλ χρησμῶν Θεοῦ κατηξιώθησαν· ἄντικρυς δὲ καὶ ὁ Ἰὼβ, Ἰδουμαῖος

24

.

540

(50)

ὢν τῶν υἱῶν Ἠσαῦ, θεοσεβείας ἀνδραγαθήμασι δι‐ έλαμψε. Τὸ μὲν λοιπὸν τάγμα τῶν ἐθνῶν κελευόμενον φυσικοῖς νόμοις ἐργάζεσθαι εἰς τὸν ἀμπελῶνα, τοῦτο δ’ ἦν τὸ τῆς θεοσεβείας τὸ πολίτευμα, ἀνένευσε καὶ
ἀντεῖπε τῷ προστάγματι τῷ πατρικῷ, πάντα τὸν539

24

.

541

χρόνον εἰδωλολατροῦν· πλὴν ἐπὶ τέλει τὴν ὑπακοὴν ἐνεδείξατο· τὸ δὲ Ἰουδαίων ἔθνος, ὅπερ ἦν τὸ δεύτε‐ ρον τέκνον, μετὰ τὴν ἀνάνευσιν τοῦ προτέρου κληθὲν ἐπὶ τὴν αὐτὴν ἐργασίαν διὰ Μωϋσέως καὶ τῶν προ‐
5φητῶν, λόγῳ μὲν τὴν προθυμίαν ἐνεδείξατο· εἶπον γὰρ, ὅτι Πάντα ποιήσομεν καὶ ἀκουσόμεθα· ἔργῳ δὲ πᾶν τοὐναντίον. Διὸ πυνθάνεται τῶν ἀρχιερέων ὁ Σωτήρ· Τίς ἄρα τῶν δύο τούτων ἐποίησε τὸ θέλη‐ μα τοῦ πατρός; Ἐκείνων δὲ ὁμολογησάντων, ὅτι ὁ
10πρῶτος, τίς ἦν οὗτος ὁ πρῶτος διασαφεῖ λέγων· Οἱ τελῶναι καὶ αἱ πόρναι καὶ πᾶν τὸ τῶν ἀπίστων ἐθνῶν τάγμα προσάγουσιν ὑμᾶς εἰς τὴν ἀγάπην τοῦ Θεοῦ. Ὑμᾶς δὲ τίνας, ἢ τοὺς ἀρχιερέας καὶ πρεσβυτέρους, καὶ πᾶν αὐτῶν τὸ ἔθνος, τὸ δὴ λόγῳ
15μὴν ἐπαγγελλόμενον θεοσεβεῖν, ἔργοις δὲ ἀντιπράτ‐ τον τῇ ἐπαγγελίᾳ; Διὸ οἱ μὲν ἐξ ἐθνῶν μεταβαλόντες τῆς προτέρας μοχθηρίας, καὶ καρποὺς ἐνδεξάμενοι τῆς βασιλείας ἀξίους, τεύξονται αὐτῆς· ὑμεῖς δὲ, οἱ φάσκοντες ἑαυτοὺς Θεοῦ εἶναι τέκνα, τῆς βασιλείας
20ἐκκλεισθήσεσθε· ὅτι ὑμεῖς μὲν οὐκ ἐπιστεύσατε αὐ‐ τῷ, οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν. Διὸ καὶ ἐδικαίωσαν τὸν Θεόν· δίκαιος γὰρ ἐφάνη ἐπὶ πᾶσιν οἷς ἐποίησεν, ὑμᾶς μὲν ὡς ἀπειθεῖς καὶ ἀγνώμονας ἀπωσάμενος, ἐκείνους δὲ ὡς εὐπειθεῖς καὶ εὐγνώμο‐
25νας ἐκλεξάμενος. Καὶ οὐκ ἔχετε λοιπὸν αὐτῷ ἐγκα‐ λεῖν, ὃ προφήτης φησίν· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου. Εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Ὅτι τὸν λεγόμενον τάρταρον ἄβυσσον θεῖοι λόγοι
30καλοῦσι. Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, κ. τ. λ. Ἐγὼ δὲ οὐκ ἄξιον ἡγοῦμαι παρελθεῖν διήγησιν καὶ τοῖς μεθ’ ἡμᾶς μνημονεύεσθαι ἀξίαν. Τὴν γὰρ αἱ‐
35μοῤῥοοῦσαν ἐκ Πανεάδος ἔλεγον ὁρμᾶσθαι, τόν τε οἶκον αὐτῆς ἐπὶ τῆς πόλεως δείκνυσθαι, καὶ τῆς ὑπὸ τοῦ Σωτῆρος εἰς αὐτὴν εὐεργεσίας θαυμαστὰ τρόπαια παραμένειν. Ἑστάναι γὰρ ἐφ’ ὑψηλοῦ λίθου πρὸς μὲν ταῖς πύλαις τοῦ αὐτῆς οἴκου γυναικὸς ἐκτύπωμα
40χάλκεον, ἐπὶ γόνυ κεκλιμένον, καὶ τεταμέναις ἐπὶ τὸ πρόσθεν ταῖς χερσὶν, ἱκετευούσῃ ἐοικός· τούτου δὲ ἀντικρὺ ἄλλο τῆς αὐτῆς ὕλης ἀνδρὸς ὄρθιον σχῆμα, διπλοΐδα κοσμίως περιβεβλημένον, καὶ τὴν χεῖρα τῇ γυναικὶ προτεῖνον· οὗ παρὰ τοῖς ποσὶν ἐπὶ τῇ στήλῃ
45ξένον τι βοτάνης εἶδος φυὲν, ὃ, μέχρι τοῦ κρασπέδου τῆς τοῦ χαλκοῦ διπλοΐδος ἀνιὸν, ἀλεξιφάρμακόν τι παντοίων νοσημάτων τυγχάνει. Τοῦτον τὸν ἀνδριάντα
τοῦ Ἰησοῦ εἰκόνα φέρειν ἔλεγον, ὃν Μαξιμῖνος τῆς541

24

.

544

ἑαυτοῦ δυσσεβείας πάρεργον· ἐποιήσατο. Καὶ ταῦτα μὲν ταύτῃ. Ἐπὶ δὲ τὸ ἑξῆς τοῦ λόγου προΐωμεν. Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν, κ. τ. λ.
5 Διὰ ταῦτα ἐνθέοις δυνάμεσι τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος ὥπλιζεν, ὡς ἂν ἐν πρώτοις τὰ δαιμονικὰ στίφη καὶ τὰς ἐχθρὰς τῶν ἀνθρώπων καὶ πολεμικὰς παρατάξεις καθαιροῖεν· ἔπειτα νόσων καὶ παντοίων παθῶν θεραπεύοιεν τοὺς καταπονουμένους· γνωρί‐
10σματα δὴ τῆς κηρυττομένης βασιλείας παρέχων ὁρᾷν ἅπασιν ἀνθρώποις. Ἐχρῆν γὰρ, παράδοξον κήρυγμα καταγγέλλοντας, ξένων καὶ νέων ἀγαθῶν ἐναργῆ σημεῖα παρέχειν τοῖς μαθητευομένοις. Ἦσαν δ’ οὖν ἀληθῶς Θεοῦ βασιλείας δείγματα αἱ τεράστιαι δυνά‐
15μεις, τά τε θαύματα καὶ σωτήριοι ψυχῶν καὶ σωμά‐ των θεραπεῖαι· ὅτι ἅπας λόγος, ἔργων ἔρημος, οὔ‐ ποτ’ ἂν ἰσχύσῃ πεῖσμα βέβαιον ἐμποιῆσαι τοῖς ἀκροω‐ μένοις. Διὸ ταῖς δι’ ἔργων ἐπιτελουμέναις πράξεσι πίστιν ἐναργῆ παρεῖχον τῷ κηρύγματι. Εἰ γοῦν ψι‐
20λοῖς ῥηματίοις καὶ φωναῖς εἰκῆ προφερομέναις Θεοῦ βασιλείαν εἰς πάντας ἐβόων, κατάλυσίν τε τῶν πα‐ τριῶν θεῶν, τίς ἂν αὐτοῖς παρέσχε τὸν νοῦν; τίνα δ’ ἂν ἔπεισαν Θεὸν εἶναι τὸν Ἰησοῦν καταγγέλλοντες, μηδεμίαν δὲ πίστιν τῇ μαρτυρίᾳ προσάγοντες; Διὸ
25πάντα λόγον θεϊκαῖς προλαμβάνων πράξεσιν ὁ Σω‐ τὴρ, πρῶτα μὲν ἀνεπιτηδεύτους τὸν τρόπον, λόγων τε καὶ σοφίας θνητῆς ἀπείρους τοὺς αὐτοῦ μαθητὰς ἐπὶ κατορθώσει τῆς ὅλης οἰκουμένης προεχειρίζετο· κἄπειτα ἁλιευτὰς ψυχῶν ἀνθρωπίνων ποιήσειν προ‐
30φήσας αὐτοὺς, ποιητὴς αὐτὸς ἐγίνετο τῆς ἐπαγγε‐ λίας· ὅθεν παραδόξων θαυμάτων ἐργάτας αὐτοὺς ἀπειργάζετο, ἄγκιστρα ταῦτα ψυχῶν σωτήρια παρα‐ διδοὺς αὐτοῖς, ὡς ἂν δι’ αὐτῶν σαγηνεύοιεν καὶ ἀνέλ‐ κοιεν ἐκ τοῦ τῆς κακίας βυθοῦ τὸ θνητὸν γένος,
35πνεύματα πονηρὰ φυγαδεύοντες, καὶ πᾶσαν νόσον καὶ μαλακίαν ἰώμενοι ἐπὶ τῆς ἐπιταγῆς τῆς αὐτοῦ· οὔπω γὰρ ἦν Πνεῦμα δεδομένον. Μηδὲν αἴρετε εἰς τὴν ὁδὸν, μήτε ῥάβδους, μήτε πήραν.
40 Κατὰ μὲν οὖν τὸν Ματθαῖον χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ τὴν κτῆσιν αὐτοῖς ἀπηγόρευε, προγνώσει τοῦ μέλλοντος· συνεώρα γὰρ, ὡς ἄρα οἱ τὰς νόσους ὑπ’ αὐτῶν θεραπευθησόμενοι καὶ τῶν ἀνιάτων ἀπαλ‐ λαγησόμενοι παθῶν, ἐθελήσουσι καὶ πάντων αὐτοῖς
45τῶν ὑπαρχόντων ἐκχωρεῖν· διὸ ταῦτα προλαβὼν δι‐ εστέλλετο, μὴ καπηλεύειν τὴν χάριν μηδὲ πιπράσκειν τὰ ἐκ Θεοῦ παραινῶν δῶρα· κατὰ δὲ τοὺς λοιποὺς καὶ τὸν αὐτὸν Ματθαῖον μὴ ἐπιτρέπων αὐτοῖς μήτε ῥάβδον, μήτε πήραν, μήτε ὑποδήματα, μήτε δύο χι‐

24

.

544

(50)

τῶνας, ἀλλὰ μήτ’ ἄρτον, μήτε ἀργύριον ἐπάγεσθαι, μέλλοντας ἐπ’ ἀλλοδαπῆς στέλλεσθαι, δοκιμὴν τῆς αὐτῶν πίστεώς τε καὶ προθυμίας ἐλάμβανεν, εἰ, παρ‐ αγγελθέντες τὸν ἄκρως ἀκτήμονα βίον μετιέναι, ὡς μηδὲ τῆς ἐφημέρου τροφῆς πρόνοιαν ποιεῖσθαι, μη‐
55δὲ δεύτερον ἐπάγεσθαι χιτῶνα, μηδὲ ὑποδήμασι χρῆ‐ σθαι, μέλλοντες τὴν σύμπασαν ἐκπερινοστεῖν οἰκου‐
μένην, μὴ φεύγοιεν τὰ παραγγέλματα· ἀλλὰ καὶ ἀφι‐543

24

.

545

λοχρημάτους ἀφρόντιδάς τε τοῦ βίου δεῖν αὐτοὺς εἶναι βουλόμενος. Ταῦτα διεμαρτύρατο, ὡς ἂν τῶν ἐκ Θεοῦ δομάτων ταύτῃ πη αὐτοῖς δοθησομένων, εἰ καὶ αὐτοὶ παρ’ ἑαυτῶν τὸν κατάλληλον βίον ἐπάξιον τῆς τῶν
5θείων χαρισμάτων κτήσεως παρασκευάζοιεν· προσ‐ ήκειν γὰρ ἀμοιβήν τινα ποιήσασθαι καὶ ἀντικαταλ‐ λάξασθαι, ὑποδεχομένους μὲν παρὰ τοῦ Θεοῦ τὰς σω‐ τηρίους καὶ εὐεργετικὰς ἀνθρώπων δυνάμεις, ἀντιδι‐ δόντες δὲ αὐτῷ ὑπακοὴν τῶν αὐτοῦ παραγγελμάτων,
10προθυμίαν τε καὶ προαίρεσιν ἐλευθέραν τῆς πρὸς τὰ βιωτικὰ συμπαθείας. Ἀλλὰ καὶ πλοῦτον οὐράνιον ταῖς αὐτῶν ψυχαῖς ὑποδεχομένους, τῆς τε τοῦ Θεοῦ βασιλείας ἀῤῥαβῶσιν ἐφοδιαζομένους, τῶν ἐπὶ γῆς καταφρονεῖν χρῆναι δεῖν ᾤετο· καὶ μήτε χρυσὸν, μήτε
15χρήματα, μήτε τι τῶν παρ’ ἀνθρώποις τιμίων ἐπ‐ άξιον ἡγεῖσθαι τοῦ παρασχεθέντος αὐτοῖς οὐρανίου πλούτου. Ἀλλὰ καὶ στρατιώτας αὐτοὺς τῆς τοῦ Θεοῦ βασιλείας ἀποτελῶν, εὐζώνους παρεσκεύαζεν ἐπὶ τὸν πρὸς τοὺς ἀντικειμένους πόλεμον. Διὰ ταῦτα ἀκτήμονας εἶναι παρῄνει τοὺς αὐτοῦ στρατιώτας· ἐπεὶ
20Μηδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε. Ὁ μέντοι Κύριος, ἐπειδὴ χρημάτων καὶ χρυσοῦ καὶ ἀργύρου καὶ χιτῶνος δευτέρου, πάσης τε ὑπάρ‐ ξεως τὴν κτῆσιν τοῖς μαθηταῖς ἀπηγόρευσεν, ἑξῆς
25ἀκολούθως κατὰ τὸν Ματθαῖον, ὅπως τὰ πρὸς τροφὴν αὐτοῖς πορισθήσεται, ἀναγκαίως διεσάφει· διὸ ἐπῆγε λέγων· Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. Καὶ τοῦτ’ ἔλεγε τροφῆς μόνης ἐπιτρέπων κοινωνεῖν τοῖς ἐθέλουσιν αὐτοῖς μεταδιδόναι· τοσοῦτον δ’ ἀποφέ‐
30ρεσθαι συνεχώρει, ὅσον αὔταρκες ἦν ἀνδρὶ, πρὸς ἐφήμερον ἐργασίαν ἑαυτὸν μεμισθωκότι, τροφῆς με‐ ταλαβεῖν. Οὕτω γοῦν καὶ τοῖς δὲ ἐξεῖναι οὐ μισθοὺς τῶν εὐεργεσιῶν εἰσπράττεσθαι, Δωρεὰν γὰρ, φησὶν, ἐλάβετε, δωρεὰν δότε· ἀντὶ δὲ τῆς περὶ τὸ κήρυ‐
35γμα σχολῆς τε καὶ ἐργασίας, ἀντί τε τῶν πόνων τοῦ σώματος, οὓς τοσαύτην στελλομένους πορείαν εἰκὸς ἦν ὑπομένειν αὐτοὺς, μόνης τροφῆς τῆς ἀναγκαίας χρῆναι μεταλαμβάνειν· καὶ ταύτης μὴ τοῖς τυχοῦσι κοινωνεῖν, μηδὲ παρὰ τῶν παρέχειν ἐθελόντων ἀβασα‐
40νίστως λαμβάνειν, μόνους δὲ τοὺς ἀξίους τῇ λήψει τιμᾷν· οἷς καὶ μεγίστην ἀμοιβὴν τῆς τροφῆς προ‐ λαμβάνοντας ἀντιδιδόναι, εἰρήνην αὐτοῖς καὶ τὰς τοῦ Θεοῦ διαλλαγὰς εὐαγγελιζομένους. Ταῦτα δ’ ἀκολού‐ θως τοῖς τῆς αὐτοῦ βασιλείας στρατιώταις παρῄνει·
45προμαρτυρούμενος μὴ χρημάτων ἐφίεσθαι, μηδέ τι‐ νος τὸ παράπαν κτήματος μικροῦ ἢ μεγάλου, εἰς ἄκρον δ’ ἐλαύνειν ἀκτημοσύνης· τῆς τε ἐφημέρου τροφῆς μὴ τοῖς πᾶσιν, ἢ τοῖς ἀξίοις μόνοις κοινωνεῖν· καὶ μηδὲ παρὰ τούτων προῖκα ποιεῖσθαι τὴν μετά‐

24

.

545

(50)

ληψιν, προδανείσαντας δὲ καὶ προευεργετήσαντας ταῖς παρ’ ἑαυτῶν εὐλογίαις. —Περιφράξας τοὺς μα‐ θητὰς ὁ Κύριος ἐνθέοις δυνάμεσι καὶ τοῖς φιλοσόφοις παραινέσεσιν, εὐζώνους αὐτοὺς οἷα Θεοῦ βασιλείας στρατιώτας ἀπεργασάμενος ἐξέπεμψε, διδασκάλους
55καὶ ἰατροὺς τοῖς Ἰουδαίοις, μυρίων αὐτοῖς ἐσομένους ἀγαθῶν προξένους καὶ κήρυκας. Οἱ δὲ κατὰ ταῦτα
ἐποίουν, καὶ πανταχοῦ περιῄεσαν, ὡς μὲν διδάσκαλοι545

24

.

548

εὐαγγελιζόμενοι, ὡς δὲ ἰατροὶ θεραπεύοντες, καὶ τοὺς λόγους διὰ τῶν ἔργων καὶ τῶν σημείων πιστούμενοι. Ἤκουσε δὲ Ἡρώδης ὁ τετράρχης τὰ γινόμενα ὑπ’ αὐτοῦ πάντα.
5 Ἐπὶ τῆς παρουσίας τοῦ Σωτῆρος, λέλυτο μὲν Ἰουδαίοις ἤδη λοιπὸν τὰ τῆς ἐκ προγόνων βασιλείας· λέλυτο δὲ τὰ τῆς αὐτονομίας καὶ ἐλευθερίας, τά τε τῆς ἐνθέσμου ἱερωσύνης. Καὶ οἱ μὲν κατὰ νόμους ἄρ‐ χοντες οὐκέτι ἦσαν αὐτοῖς· Ἡρώδης δὲ καὶ οἱ τού‐
10του παῖδες Ἀγρίππας καὶ Ἀρχέλαος, τὸ γένος ἀλλό‐ φυλοι, παρὰ Ῥωμαίων τὴν κατ’ αὐτῶν ἦσαν ἀρχὴν ἐγκεχειρισμένοι· διῄρητό τε εἰς τετραρχίαν ἡ χώρα αὐτῶν· τό τε πᾶν ἔθνος ὑπόφορον καθειστήκει Ῥω‐ μαίοις, τὸν κῆνσον κατὰ κεφαλὴν ἐπιτρόπων κατὰ
15καιροὺς εἰσπραττομένων σὺν χειρὶ στρατιωτικῇ. Διὸ, τῆς τοῦ Θεοῦ βασιλείας τὸ κήρυγμα πρώτοις αὐτοῖς ἐπαγγέλλειν ὁ Σωτὴρ τοῖς αὐτοῦ μαθηταῖς παρακε‐ λευσάμενος, ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ αὐτοὺς ὠνόμασε. Ὃς γὰρ ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους,
20τοῦτον ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται. Διαλαλήσας τὰ εἰρημένα περὶ τοῦ δεῖν καὶ αὐτοὺς μιμητὰς αὐτοῦ γενέσθαι, καὶ μὴ φεύγειν τὸν θάνα‐ τον, ἀφειδεῖν δὲ καὶ τῆς ἑαυτῶν ψυχῆς τε καὶ ζωῆς ἕνεκεν τῆς εἰς αὐτὸν ἐλπίδος, ἐπισυνάπτει εὐκαίρως
25τὰ περὶ τῆς δευτέρας αὐτοῦ θεοφανείας παραδι‐ δοὺς αὐτοῖς μυστήρια. Σφόδρα δὲ ἀκολούθως καὶ ἀναγκαίως ταῦτα ἔλεγε τοῖς μέλλουσιν ὑπὲρ αὐτοῦ διὰ βασάνων χωρεῖν, καὶ μέχρι θανάτου ἀγωνί‐ ζεσθαι, τίς ἔσται ὁ καρπὸς τοῦ τοσούτου ἀγῶνος
30παριστὰς αὐτοῖς. Ἔδει γὰρ τοὺς μέλλοντας ἕπεσθαι αὐτῷ καὶ ὀπίσω αὐτοῦ ἀπιέναι, τόν τε ἴδιον σταυρὸν ἀναλαμβάνειν κατὰ τὴν αὐτοῦ μίμησιν, γνῶναι ἀκρι‐ βῶς τί ποτέ ἐστιν οὗτος ὑπὲρ οὗ τὰ τοσαῦτα μέλλου‐ σι πάσχειν. Εὐκαίρως δὲ Υἱὸν ἀνθρώπου ἐν τούτοις
35τὸν ἐρχόμενον ὠνόμασεν, εἰς ὑπόμνησιν τῆς παρὰ τοῦ Δανιὴλ προφητείας, ἥτις ἔλεγε· Καὶ ἰδοὺ Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν ἐπὶ τῶν νεφελῶν· καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. Καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία. Ἀλλ’
40ὅτε μὲν ὁ Πέτρος Χριστὸν αὐτὸν εἶναι ὡμολόγησε, καὶ Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, ἀπὸ τότε ἤρξατο δεικνύναι αὐτοῖς, ὅτι δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποκτανθῆναι· ὅτε δὲ αὐτὸς καταφρονητικῶς ἔχειν τοῦ θανάτου παρεκελεύετο, ἐδίδαξε δὲ, ὅτι δεῖ αὐτὸν
45πολλὰ παθεῖν, τότε κατὰ καιρὸν τοὺς περὶ τῆς δευτέ‐ ρας αὐτοῦ καὶ ἐνδόξου παρουσίας λόγους παρεδίδου· ὡς ἂν εἰδέναι ἔχοιεν, τίς ποτε ἦν ὁ μέλλων τοσαῦτα πάσχειν ὑπὸ Ἰουδαίων, καὶ τίς ἔσται αὐτοῖς ὁ καρ‐ πὸς τοῦ ὑπὲρ αὐτοῦ ἀγῶνος. —Καὶ δὴ ταῦτα τοῖς

24

.

548

(50)

μαθηταῖς διαλεχθεὶς, καὶ τὸ μέγα καὶ λανθάνον μυ‐ στήριον τῆς δευτέρας αὐτοῦ θεοφανείας ἐξειπὼν αὐ‐ τοῖς, ἵνα μὴ λόγοις μόνον καὶ ψιλαῖς φράσεσι δοκῇ ἐμπιστεύειν, ἀναγκαίως ἐπὶ τὰ ἔργα ἐχώρει, αὐτοῖς
ὀφθαλμοῖς δεικνὺς αὐτοῖς τὴν εἰκόνα τῆς θεϊκῆς αὐ‐547

24

.

549

τοῦ βασιλείας. Διόπερ εἰπὼν, ὅτι ἐπαισχυνθήσεται τὸν ἐπαισχυνθέντα αὐτὸν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἑξῆς ἐπισυνάπτει φάσκων· Λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσί τινες τῶν ὧδε ἑστώτων, κ. τ. λ. Παραλαβὼν τὸν Πέτρον καὶ Ἰωάννην καὶ
5 Ἰάκωβον. Καὶ ἐν μὲν τῇ μεταμορφώσει τρεῖς μόνοι τὴν δυ‐ νάμει ὀφθεῖσαν αὐτοῖς βασιλείαν τῶν οὐρανῶν θεά‐ σασθαι ἠξιώθησαν· ἐν δὲ τῇ συντελείᾳ τοῦ αἰῶνος, ἐπειδὰν μετὰ τῆς δόξης τῆς πατρικῆς ὁ Κύριος
10ἀφίκηται, οὐκέτι Μωϋσῆς μόνον καὶ Ἠλίας δορυφο‐ ρήσουσιν αὐτὸν, οὐδὲ τρεῖς μόνοι τῶν μαθητῶν αὐτῷ συνέσονται, ἀλλὰ πάντες προφῆται καὶ πα‐ τριάρχαι καὶ δίκαιοι· καὶ οὐκ εἰς ὄρος ὑψηλὸν, ἀλλ’ εἰς τὸν οὐρανὸν ἀνάξει τοὺς ἀξίους τῆς αὐτοῦ θεότη‐
15τος. Τότε δὲ λάμψει ἡ θεότης αὐτοῦ οὐχ ὡς ὁ ἥλιος, ἀλλ’ ὑπὲρ πᾶν ἐπινοούμενον ἔν τε αἰσθητοῖς καὶ ἐν νοητοῖς γεννητὸν φῶς· ἐπείπερ ἐστὶν αὐτὸς τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ὅτε καὶ δείξει αὐτοῦ τὸ πρόσωπον· οὐ γὰρ ὡς πάλαι
20τῷ Μωϋσεῖ ποτε ἔλεγεν, ὅτι Τὰ ὀπίσω μου ὄψει, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι, οὕτω καὶ τότε ποιήσει· ἀλλ’ οὕτως ἑαυτὸν παρέξει τοῖς ἁγίοις, ὡς δύνασθαι πάντας λέγειν· Ἡμεῖς δὲ, ἀνακεκα‐ λυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτρι‐
25ζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν. Καὶ τότε οὐ νεφέλη βοήσει, οὐδὲ διὰ νεφέλης ὁ Πατὴρ μαρτυρήσει τῷ Υἱῷ, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ δίχα παντὸς ἐπισκιάσματος, καὶ δίχα παν‐ τὸς ἑρμηνέως, αὐτῷ τῷ ἔργῳ τὸν μονογενῆ αὑτοῦ
30Υἱὸν ἐπὶ πάντων τῶν ἁγίων αὑτοῦ δοξάσει, σύνθρο‐ νον αὐτὸν ἑαυτῷ καὶ συμβασιλέα ἀποδείξας, καὶ ὑπεράνω πάσης ἀρχῆς καταστήσας αὐτόν· οὔτε οὐκ‐ έτι ὥσπερ τότε οἱ τρεῖς μαθηταὶ μόνοι ἐπὶ τοῦ ὄρους ἀκούσαντες τῆς φωνῆς ἐπὶ πρόσωπον ἔπεσον,
35καὶ ἐφοβήθησαν, ἀλλὰ καὶ πᾶν γόνυ κάμψει ἐπουρα‐ νίων καὶ ἐπιγείων καὶ καταχθονίων. Φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα, κ. τ. λ. Φωνὴ πατρικὴ διὰ νεφέλης, οὕτως γὰρ φαίνεται ὁ Θεὸς, ἐμαρτύρει Χριστῷ τὴν υἱότητα· ἔδει γὰρ μὴ
40παρὰ Πέτρου μόνου γνωσθῆναι, ὅτι αὐτὸς εἴη ὁ Χρι‐ στὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· μηδ’ αὐτὸν μόνον τῷ Πέτρῳ μεμαρτυρηκέναι ὡς παρὰ τοῦ Πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς τὴν περὶ αὐτοῦ γνῶσιν εἰληφὼς εἴη· ἀλλὰ καὶ αὐτὴν τὴν πατρικὴν φωνὴν ἐπισφραγίσα‐
45σθαι τὴν ἀλήθειαν τοῦ λόγου, μαρτυροῦσαν αὐτὸν εἶναι Υἱὸν τοῦ Θεοῦ, δεῖν τε ἀκούειν αὐτοῦ παρακε‐ λευομένην. Ἐὰν μὲν ᾖ ἐκεῖ ὁ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ’ αὐτὸν ἡ εἰρήνη ὑμῶν.

24

.

549

(50)

Ὁρᾷς ὅπως προεξετάζειν καὶ μὴ πᾶσιν ἀνέδην ἑαυτοὺς ἐκδιδόναι παρῄνει, ἀλλὰ καὶ πρώτους τῆς ἐξ αὐτῶν εὐεργεσίας ἀπάρχεσθαι, καὶ πρώτους διδόναι τῶν αὐτοῖς ὑπαρχόντων; Εἰρήνη δὲ ἦν αὕτη, πρέ‐ πουσα Θεοῦ στρατιώταις φωνὴ, νικητήρια κατ’ ἐχ‐
55θρῶν ἀραμένοις. Δίωξιν γοῦν ἐχθρῶν, καὶ καθαίρε‐
σιν πολεμίων, Θεοῦ τε φιλικὰς διαλλαγὰς τὸ τῆς εἰρή‐549

24

.

552

νης ὄνομα τοῖς ἀξίοις προὐξένει. Ταύτην τοιγαροῦν προδανείσαντας τὴν εἰρήνην ταῖς τῶν ὑποδεξαμένων αὐτοὺς ψυχαῖς, τῆς παρ’ αὐτῶν τροφῆς μεταλαμβά‐ νειν· διὸ ἀναγκαίως προδιεστέλλετο μὴ εἰς πάντα
5παραβάλλειν οἶκον, μηδὲ πάντα ἄνδρα τῆς ὑποδοχῆς αὐτῶν ἄξιον εἶναι κρίνειν· προερωτᾷν δὲ εἴ τις εἴη τῶν κατὰ τὴν πόλιν ἢ τὴν χώραν ἀγαθαῖς πράξε‐ σι καὶ βίῳ σεμνῷ μεμαρτυρημένος, ὡς τοὺς βασιλι‐ κοὺς στρατιώτας δύνασθαι ξενίοις ἀρετῆς ὑποδέξα‐
10σθαι. Ἐπειδὰν δέ τις εὑρεθείη τοιοῦτος, εἰσιόντας ὑπὸ τὴν τούτου στέγην, προαποτίθεσθαι τὰ οἰκεῖα τῆς στρατείας ὅπλα· ταῦτα δ’ ἦν τὰ τῆς εἰρήνης σύμβο‐ λα· διὸ καὶ αὐτὸν τὸν ὑποδοχέα, καὶ πάντα τὸν οἶκον αὐτοῦ εἰρηνικῶν ἀσπασμῶν καταξιοῦν· εἶτ’ αὐτοῦ
15μένειν, καὶ μὴ μεθίστασθαι, μηδ’ οἴκους ἐξ οἴκων ἀμείβειν. Τοῦτο γὰρ εἶναι σημεῖον ἀπηκριβωμένης ἐξετάσεως· τὸ γὰρ εὐχερὲς καὶ ἄκριτον, οὐ στεῤῥὸν οὐδὲ βεβαίου τρόπου. Διὸ παρῄνει μὴ πρῶτον καταμέ‐ νειν, ἔπειτα ἐρωτᾷν καὶ πυνθάνεσθαι, εἶτ’ ἐνυβρίσαν‐
20τας τῷ ξένῳ μεταβαίνειν ἐφ’ ἕτερον. Κἂν οὗτος ἀν‐ άξιος τῆς ὑποδοχῆς εὑρεθῇ, πάλιν ἐνθένδε μετανίστα‐ σθαι, ἔχθραν ἑκούσιον ἐπισπωμένους, μετὰ καὶ τοῦ τὴν αὐτῶν εἰρήνην εἰς ἀναξίους ῥίπτειν. Ἀλλ’ ἀκρι‐ βῶς πρότερον τὸν ἄξιον πολυπραγμονεῖν· ἔπειθ’ οὕ‐
25τω παρελθόντας, τῶν τῆς εἰρήνης ἀγαθῶν μεταδι‐ δόναι, καὶ παρέχειν ἀφθόνως τῷ μεμαρτυρημένῳ οὐ μόνον, ἀλλὰ καὶ παντὶ τῷ οἴκῳ δι’ αὐτόν. Εἰ δ’, εὑρε‐ θέντος ἀξίου τινὸς καὶ ὑποδεξαμένου τὸν τῆς βασι‐ λείας στρατιώτην, συμβαίη ποτὲ οἷα πολλάκις ἐν ἀν‐
30δρὸς οἴκῳ θεοσεβοῦς εἴωθε γίνεσθαι, γονέας ἢ ἀδελ‐ φοὺς ἢ ἑτέρους τῷ γένει προσήκοντας ἐναντιοῦσθαι καὶ πολεμεῖν, οὐ μόνον τὸν ἐπεξωσμένον, ἀλλὰ καὶ τὸ τῇ ὑποδοχῇ τετιμηκότα, ἀναγκαίως καὶ τούτων ὁ Σωτὴρ οὐ παρῆλθε τὴν μνήμην, ἀλλ’ ἐπιλέγει τοῖς
35προτεταγμένοις· κἂν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν ἐφ’ ὑμᾶς ἐπιστρεψάτω. Ὑμεῖς μὲν γὰρ, φησὶ, τοῦ μεμαρτυρημένου χάριν, τοῦ καὶ τῆς ἐπιβάσεως τῆς ὑμετέρας ἀξίου, μὴ μόνον αὐτὸν ταῖς τῆς εἰρήνης
40εὐλογίαις, ἀλλὰ καὶ πάντα τὸν οἶκον, δηλαδὴ τοὺς αὐ‐ τοῦ οἰκείους καὶ συγγενεῖς, εἰρήνης ἀσπασμοῖς εὐαγ‐ γελίζεσθε, καὶ τὰ παρ’ ὑμῶν ἀφθόνως καὶ πλουσίως ἁπλούσθω εἰς γονέας καὶ ἀδελφοὺς καὶ συγγενεῖς πάν‐ τα τε τὸν οἶκον τοῦ ὑποδεδεγμένου. Εἰ μὲν οὖν εὑρε‐
45θεῖεν καὶ οὗτοι τῆς ὑμετέρας εὐλογίας ἄξιοι, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπὶ πάντας ὡς ἐπὶ υἱοὺς εἰρήνης· εἰ δ’ ἐχθροὶ καὶ πολέμιοι τῆς ὑμετέρας ὀφθεῖεν εἰρήνης, καὶ οὐδαμῶς αὐτῆς ἄξιοι, ἄραντες, φησὶ, τὰ ὑμέτερα ἀγαθὰ, τῶν ἀναξίων ὑποχωρεῖτε, καὶ ἡ εἰρήνη ὑμῶν

24

.

552

(50)

ἐφ’ ὑμᾶς ἐπιστρεψάτω, τῆς ἐξ ὑμῶν εὐλογίας ἐφ’ ὑ‐ μᾶς πάλιν μεταβαινούσης, ὅτι δὴ τὰ παρ’ ὑμῶν πε‐ πληρώκατε. Καὶ εἰς ἣν δ’ ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, κ. τ. λ.
55 Ἐν τούτοις γε πάλιν κηρύττειν τοῦ Θεοῦ τὴν βασι‐ λείαν, καὶ ἠγγικέναι λέγειν αὐτὴν παρεκελεύετο· οὐκ
ἀργὸν οὐδ’ ἀναπόδεικτον ποιουμένους τὸν λόγον, τὰ551

24

.

553

γνωρίσματα δὲ παρέχοντας τοῦ κηρύγματος, διὰ τοῦ θεραπεύειν τοὺς παρ’ αὐτοῖς ἀσθενεῖς, καὶ οὐδὲν πλέον τῆς ἐφημέρου τροφῆς ἀποφέρεσθαι· ὃ δὴ παρίστη λέγων· Ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, καὶ θερα‐
5πεύετε τοὺς ἐν αὐτοῖς ἀσθενεῖς. Ἐπειδὴ δ’ ἀντέπι‐ πτεν, εἰ οὖν μὴ εὑρεθείη τις ἄξιος τῆς δηλωθείσης ὑποδοχῆς, τί χρὴ πράττειν αὐτούς; ἀκολούθως καὶ περὶ τούτων ἐπάκουσον οἷα διδάσκει λέγων ἑξῆς· Εἰς ἣν δ’ ἂν πόλιν εἰσέρχησθε, καὶ μὴ δέχωνται
10ὑμᾶς, κ. τ. λ. Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλὴν, κ. τ. λ. Ἰσχυρὸν μὲν τὸν κατισχύσαντα τοῦ γένους τῶν ἀν‐ θρώπων διάβολον λέγει· αὐλὴν δὲ αὐτοῦ τὸν περίγειον
15τῶν θνητῶν τόπον· ὑπάρχοντα δὲ πάντ’ ἐκεῖνα ἃ δὴ ἐπιδείξας τῷ Σωτῆρί ποτε ἔλεγεν· Ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι, ὅτε ἐν τῷ ὑψηλῷ ὄρει ἔδειξεν αὐτῷ τὰς βασιλείας τοῦ κό‐ σμου καὶ τὴν δόξαν αὐτοῦ. Ἀλλὰ πάλαι μὲν ταῦτα
20αὐτοῦ τὰ ὑπάρχοντα ἐν εἰρήνῃ ἦν, μηδενὸς αὐτοῦ ἀφ‐ αιρουμένου· ὅτε γε μὴν ὁ ἰσχυρότερος αὐτοῦ ἐπελ‐ θὼν καταπαλαίσας τε αὐτὸν δεσμοῖς περιέβαλε, τότε καὶ τὴν πανοπλίαν αὐτοῦ ἀφείλετο, ἐφ’ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ ἁρπάσας διέδωκε. Πανοπλίαν δὲ
25αὐτοῦ τὴν τῶν δαιμόνων πολύθεον πλάνην ᾐνίξατο. Ὅπλα γὰρ διαβόλου οἱ πανταχοῦ γῆς ἱδρυμένοι δαί‐ μονες συνεργοῦντες αὐτοῦ τῇ κατὰ τῶν ἀνθρώπων τυραννίδι· σκῦλα δὲ ἦσαν αὐτοῦ αἱ τῶν ἀνθρώπων ψυχαὶ ὑπὸ τῆς διαβολικῆς πανοπλίας αἰχμάλωτοι
30ἀπηγμέναι. Ἀλλὰ τὸν μὲν δεινὸν ἐκεῖνον τύραννον ὁ Χριστὸς δεσμοῖς περιβαλὼν, πᾶσαν αὐτοῦ διεσκέδασε τὴν πανοπλίαν, τοὺς δαίμονας δηλαδὴ καὶ τὰ πνεύ‐ ματα τὰ ἀκάθαρτα, τὰς δυνάμεις τε τὰς ἀντικειμέ‐ νας· τὰ δὲ σκῦλα αὐτοῦ, τὰ πάλαι δεδουλωμένα τῇ
35τυραννίδι αὐτοῦ, ἔθνη φημὶ πάντα μεταστησάμενα τῆς παλαιᾶς δουλείας, διαδέδωκεν οἰκείοις ἡγεμόσι καὶ ἄρχουσι τοῖς ὑπ’ αὐτὸν στρατιώταις τῆς τῶν οὐ‐ ρανῶν βασιλείας, ἀποστόλοις δηλαδὴ καὶ τοῖς τούτων διαδόχοις. Περὶ ὧν σκύλων θαυμαστῶς προανεφωνεῖτο
40ἐν προφητείᾳ φασκούσῃ· Ὁ βασιλεὺς τῶν δυνά‐ μεων τοῦ Ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα. Τεκμήρια δὲ ταῦτα ἐναργῆ τῆς τοῦ Θεοῦ βασιλείας καθαιρούσης καὶ ταπεινούσης πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν, καὶ πᾶσαν
45τὴν πολύθεον καὶ δαιμονικὴν τυραννίδα, τῶν δ’ ἐπὶ γῆς ἀνθρώπων ἐπικρατεῖν ἀρχομένης. Διό φησι Σω‐ τήρ· Εἰ δ’ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς,

24

.

553

(50)

κ. τ. λ. Οὕτω δῆτα φρονήματος αὐτοὺς ἐπλήρου καὶ θάρ‐ σους διὰ τοῦ μεθέξειν αὐτοὺς θείου Πνεύματος ἐπαγ‐ γέλλεσθαι· δι’ αὐτοῦ γὰρ καὶ δυναμοῦσθαι εἰκὸς ἦν αὐτούς. Καὶ πῶς γὰρ οὐκ ἔμελλον παραστήματος καὶ
55θάρσους καὶ προθυμίας ἐμπίμπλασθαι ἀγαθῆς; πῶς
δὲ μὴ θαρσαλέως χωρεῖν ἐφ’ ἡγεμονικὰ καὶ βασιλικὰ553

24

.

556

δικαστήρια, οἱ προμεμαθηκότες, ὅτι μὴ αὐτοὶ εἶεν οἱ μέλλοντες πεφροντισμένως τοῖς ἄρχουσιν ἀπολογεῖ‐ σθαι, ἄλλη δέ τις ἐν αὐτοῖς ἔνθεος δύναμις, δι’ ἧς καὶ ἡγεμόσιν ἔμελλον ἀκαταπλήκτως ὁμιλεῖν καὶ αὐτοῖς
5βασιλεῦσι; Καὶ ταῦτα δὲ λέγοντι τῷ διδασκάλῳ ἀκό‐ λουθον ἦν τοὺς μαθητὰς ἀδιστάκτως πιστεύειν, κατὰ μηδένα τε τρόπον ἀμφιβόλως ἔχειν, προειληφότας τῶν λόγων τὴν πεῖραν διὰ τῶν ἔμπροσθεν ἐπηγγελ‐ μένων, ὧν τὴν πίστιν αὐτοῖς ἔργοις παρειλήφεισαν.
10Οἱ γοῦν ἀσθενοῦντας λόγου δυνάμει θείου ῥωννύντες, νόσον τε τὴν ἀνίατον ἐν ἀνθρώποις λέπραν καὶ τὰ λοιπὰ πάθη τῶν σωμάτων ἀποκαθαίρειν οἷοί τε, δαί‐ μονάς τε λυμαντικοὺς ἀνθρώπων ἐλαύνειν οὐ διά τι‐ νος περιέργου μαγγανείας, διὰ δὲ μόνης τῆς ὑπ’ αὐ‐
15τοῦ χορηγηθείσης αὐτοῖς ἐνθέου χάριτος, πῶς οὐκ ἔμελλον καὶ τοῖς δευτέροις τοῖς περὶ τοῦ μηδὲν μερι‐ μνᾷν μέλλοντας δικαστηρίοις παρεστάναι, ἡγεμόσι τε καὶ βασιλεῦσιν ὁμιλεῖν πιστεύειν; Πῶς δ’ οὐκ ἔμελ‐ λον ἐπιθαρσεῖν τῇ ἐπαγγελίᾳ τοῦ δοθησομένου αὐτοῖς Πνεύματος Μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε, κ. τ. λ.
21 Καὶ ταῦτα τοῦ Κυρίου ἡμᾶς ἐπιθαρσύνοντος, μὴ χρῆναι περὶ τροφῆς μηδ’ ἕνεκεν τῶν τοῦ σώματος χρειῶν μεριμνᾷν, καὶ οὐκ ἀλογίστως προτρέποντος, σὺν παραστάσει δὲ λογικῇ παραμυθουμένου τὴν διδα‐
25σκαλίαν· παρῄνει γὰρ λέγων· Μὴ μεριμνήσητε τί φά‐ γητε ἢ τί ἐνδύσεσθε. Οὐχὶ ἡ ψυχὴ πλείων ἐστὶ τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος; Καὶ πρῶτος μὲν οὗτος συλλογισμὸς, συνάγων, ὅτι μὴ δέοι τινὰ περὶ ἑαυτοῦ μεριμνᾷν. Εἰ γὰρ τροφῆς, τῆς ἀπὸ γῆς
30φυομένης, μείζων καὶ κρείττων, καὶ τιμιωτέρα τυγ‐ χάνει ἡ ἀνθρώπου ψυχὴ, λογικὴ οὖσα καὶ νοερὰ οὐ‐ σία, ταύτην δὲ μὴ οὖσαν εἰς τὸ εἶναι παρήγαγεν ὁ Θεὸς, καὶ ταύτης ἡμῖν μηδὲν μεριμνήσασι μετέδωκε, ἐμψύχους ἡμᾶς καὶ λογικοὺς ἀπεργασάμενος, τί
35χρὴ φροντίζειν περὶ τοῦ χείρονος, ὅπερ ἐστὶν ἡ τρο‐ φή; Ὁ γὰρ τὸ κρεῖττον δεδωκὼς οὐκ ἀδυνατήσει καὶ τὸ χρειῶδες αὐτοῦ παρασχεῖν. Καὶ ἐπὶ τῆς τοῦ σώ‐ ματος περιβολῆς ὁ αὐτὸς λόγος. Εἰ γὰρ ἀνωμολόγηται τὸ τοῦ ζώου σῶμα ἀπαραθέτῳ συγκρίσει κρεῖττον εἶ‐
40ναι τοῦ ἔξωθεν αὐτῷ περικειμένου ἐνδύματος, τὸ δ’ ὅλον σῶμα ζωῆς μετέχον καὶ ψυχῆς ὁ Δημιουργὸς αὐτὸς συνεστήσατο· τί χρὴ ἀγωνιᾷν μὴ ἄρα ἀδυνα‐ τήσῃ τὸ χεῖρον παρασχεῖν, τοῦτο δ’ ἦν τὸ ἔνδυμα, ὁ τὸ κρεῖττον ὑποστησάμενος; Οὗτος μὲν οὖν πρῶτος
45ἀποδεικτικὸς συλλογισμός. Καὶ δευτέρῳ κέχρηται παραδείγματι λέγων· Ἐμ‐ βλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπεί‐ ρουσι, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; Εἰ γὰρ τού‐

24

.

556

(50)

τοις, ὧν μὴ πατὴρ τυγχάνει, ταῦτα δ’ ἦν τὰ πετεινὰ, τῆς αὐτάρκους τροφῆς προὐνόησεν ὁ τῶν ἁπάντων κηδεμὼν καὶ προνοητὴς Θεὸς, ὑμῶν τῶν κατ’ εἰκόνα τὴν αὐτοῦ πεποιημένων, διὰ τὴν ἐν ὑμῖν νοερὰν καὶ λογικὴν οὐσίαν πατὴρ τυγχάνων, πῶς οὐ πᾶσαν ποιή‐
55σεται τῆς ζωῆς φροντίδα; καὶ θρέψει γε ὑμᾶς ἀμε‐ ρίμνως, οἷα πατὴρ υἱοῖς ἐξ ἑτοίμου παρέχων τὰ πρὸς
τὴν χρείαν μᾶλλον ἢ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, οἷς555

24

.

557

ἀκοπιάτως ἄσπαρτα καὶ ἀνήροτα τὰ πρὸς τροφὴν πορίζεται, τοῦ ὑμετέρου Πατρὸς ὁμοῦ καὶ ζωὴν αὐ‐ τοῖς καὶ τροφὴν δωρουμένου. Σφόδρα δ’ ἀκριβῶς ἐπὶ προτροπῇ τῶν αὐτοῦ μαθητῶν οὐχ ἁπλῷ παραδεί‐
5γματι τῷ τῶν ἀλόγων ἐχρήσατο ζώων· οὐκ οὖν ἑρπε‐ τῶν οὐδὲ κτηνῶν οὐδὲ μὴν ἰχθύων ἐμνημόνευσεν, ἀλλ’ οὐδ’ ὀρνέων ἁπλῶς εἶπεν, ἐπειδὴ καὶ τούτων τὰ μὲν σαρκοφαγεῖ, τὰ δὲ γῆν σιτεῖται, τὰ δ’ ἀλληλοφαγεῖ. Διὸ τῶν νεκροβόρων καὶ σαρκοβόρων ἀφορίσας τὰ
10σπερμοφάγα τῶν πετεινῶν, καὶ ταῦτα δηλώσας διὰ τοῦ φάναι· Οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· τούτων τε αὐτῶν ἐμφήνας τὰ ὑψηλοπετῆ διὰ τοῦ προσειπεῖν αὐτὰ οὐρανοῦ πε‐
15τεινὰ, τοὺς αὐτοῦ μαθητὰς ἐπὶ τὴν ὁμοίωσιν τῆς τούτων τροφῆς παρώρμα· ὁμοῦ καὶ ἐπὶ τὴν ἀπόδειξιν τῆς πάντων ἐφόρου προνοίας παραπέμπων αὐτοὺς, ὡς ἂν τεκμαίρεσθαι δυναμένους ἐκ τοῦ παραδείγμα‐ τος, ὅτι πολὺ μᾶλλον αὐτῶν ἢ τῶν πετεινῶν τοῦ οὐ‐
20ρανοῦ τῆς τροφῆς φροντιεῖ ὁ οὐράνιος αὐτῶν Πατήρ. Πατέρα δὲ καλῶν οὐράνιον, δόγμα μέγιστον ἐξεπαί‐ δευεν. Ὄντος γὰρ Πατρὸς σωμάτων τοῦ τὴν σάρκα σπείραντος ἑκάστῳ, ὄντος δὲ καὶ Πατρὸς οὐρανίου τοῦ τὴν λογικὴν καὶ νοερὰν δύναμιν ἐν ἡμῖν ὑποστησα‐
25μένου, τί χρὴ μεριμνᾷν; Οὐχὶ ἀκριβῶς πεπεῖσθαι, ὅτι πολὺ πρότερον ἡμῶν ὁ κατὰ φύσιν καὶ κρείττων πατὴρ προνοήσεται ἢ τῶν πετεινῶν τοῦ οὐρανοῦ, ἃ διὰ τὴν αὐτοῦ πρόνοιαν μέχρι καὶ αὐτῶν ἐκτεινομέ‐ νην, τοσαύτης ἐξ ἑτοίμου τροφῆς εὐπορεῖ, ὡς εὐ‐
30τραφῆ καὶ ἰσχυρὰ καὶ ἐῤῥωμένα τυγχάνειν; Κατὰ δὲ τὸν Λουκᾶν λέγων ὁ Κύριος· Κατανοήσατε τοὺς κόρακας, πλεῖόν τι ἐμφαίνει. Τοῖς μὲν γὰρ σπερ‐ μολόγοις τῶν πτηνῶν ἑτοιμοτέρα ἐστὶ τροφὴ, τοῖς δὲ σαρκοβόροις, ὥσπερ οἱ κόρακες, δυσχερεστέρα·
35ἀλλ’ ὅμως οὐδὲ τὰ τοιαῦτα τροφῆς ἀπορεῖ διὰ τὴν πανταχοῦ ἐκτεταμένην Πρόνοιαν. Καὶ τρίτῳ συλλο‐ γισμῷ εἰς τὸ αὐτὸ ἐχρῆτο λέγων· Τίς δ’ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; Εἰ οὖν οὔτ’ ἐλάχιστον δύ‐
40νασθε, περὶ τῶν λοιπῶν τί μεριμνᾶτε; Ἀλλ’ εἰ μη‐ δεὶς οἰκείᾳ φροντίδι πώποτε προσθήκην ἑαυτῷ τοῦ σώματος ἐπενόησεν, ἀλλ’ οὐδὲ τῇ προθεσμίᾳ τοῦ τῆς ζωῆς χρόνου, μεριμνήσας τις οἷός τ’ ἂν εἴη πρὸς τῇ τελευτῇ τοῦ βίου γενόμενος, ἡμέρας μιᾶς διάστημα
45ἢ καιρὸν βραχύτατον ὥρας ἑαυτῷ περινοῆσαι· τί χρὴ περιττῶς μεριμνᾷν, δέον ἐπιτρέψαντας τῷ Θεῷ τὴν αὐτοῦ βουλὴν περιμένειν; Βουληθέντος γὰρ αὐ‐ τοῦ αὔξειν ἡμᾶς, αὔξομεν, μηδὲν μεριμνήσαντες· καὶ βουληθέντος ἡμᾶς ζῇν καὶ μακροβίους εἶναι, ζη‐

24

.

557

(50)

σόμεθα καὶ πολυετεῖς γενησόμεθα, μηδὲν μεριμνή‐ σαντες· μὴ βουλομένου δὲ αὐτοῦ παραμένειν τινὰ
τῶν βίων, ματαία πᾶσα φροντὶς ἀνθρώπου.557

24

.

560

Καὶ ταῦτα μὲν περὶ τροφῆς διετάττετο· ὡσαύ‐ τως δὲ καὶ περὶ ἐνδύματος παρῄνει λέγων· Κατα‐ νοήσατε τὰ κρίνα πῶς αὐξάνει, κ. τ. λ. Πάλιν κἀνταῦθα μετὰ συλλογισμοῦ συνάγει, πείθων προσδο‐
5κᾷν πάντως ἔνδυμα παρὰ τοῦ Θεοῦ αὐτοῖς δοθή‐ σεσθαι· εἰ γάρ τίς ἐστι φιλότιμος παρ’ ἀνθρώποις ἐσθῆτι πολυτελεῖ καὶ φιλοκαλίᾳ, θεάσασθε, φησὶ, τοῖς ὀφθαλμοῖς, ὡς ὁ τοῦ παντὸς ποιητὴς Θεὸς, μέχρι καὶ τῶν γῆς φυομένων ἀνθέων τὴν πολυποίκιλον αὐτοῦ
10σοφίαν ἐκτείνας, παντοίοις χρώμασί τε καὶ κοσμή‐ μασι κατεκόσμησε ταῦτα, μετασχηματίσας μὲν τὴν γῆν, καὶ τὴν κόνιν αὐτὴν τὴν ἄψυχον, τό τε ταύτης μεταβαλὼν εἶδος, ἁλουργίδος τε καὶ χρυσοῦ πολὺ κρείττοσι βάμμασιν, ἐν ὑμέσι λεπτοῖς καὶ εὐανθέσι
15τὸν ἐξ αὐτοῦ κόσμον ἐν αὐτῇ καταθέμενος· ὡς μηδε‐ νὸς τρυφηλοῦ βασιλέως, μηδ’ αὐτοῦ Σολομῶνος τοῦ παρὰ τοῖς παλαιοῖς ἐπὶ σοφίᾳ καὶ πλούτῳ καὶ τρυφῇ βοηθέντος τοσαύτην εὑρεθῆναι φιλόκαλον τέχνην, ὡς ἑνὶ τῶν ἀπὸ γῆς ὡραίων ἀνθέων ὁμοιότατον περί‐
20βλημα κτήσασθαι. Τί οὖν χρὴ θαυμάζειν, εἰ ὁ τὸν χόρτον τοῦ ἀγροῦ τὸν εἰς οὐδὲν χρήσιμον, οὗ τέλος ἡ διὰ πυρὸς φθορὰ, τοῦτον ἀμφιέσας τὸν τρόπον, καὶ ὑμῖν αὐτοῖς ἐνδυμάτων αἰσθητῶν ἐπὶ τοῦ παρόντος βίου προνοήσει; —Οὕτως οὖν ἁπάντων ὀλιγωρεῖν,
25μόνης δὲ τῆς βασιλείας μεταποιεῖσθαι προσέταττε· μὴ γὰρ ζητοῦσι τὴν βασιλεία μηδ’ ἀρετῆς πρόνοιαν ποιουμένοις οὐδὲν τῶν ἐπηγγελμένων ἔσται· μόνοις δὲ ταῦτ’ ἐξ ἑτοίμου παρέσεσθαι τοῖς μεριμνῶσι τὰ τοῦ Θεοῦ, ὅπως ἂν ἀρέσαιεν αὐτῷ, καὶ τοῖς περὶ τὴν
30ζήτησιν τῶν κρειττόνων ἠσχολημένοις· μεριμνῶσι γὰρ τὰ τῷ Θεῷ φίλα, ἀντιμεριμνήσειν τὸν Θεόν. Ὅπου γὰρ ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. Φυσικῶς γὰρ πᾶς ἄνθρωπος περὶ ὃ σπουδάζει διά‐
35κειται, κἀκεῖ πάντα τὸν νοῦν ἔχει ἔνθα κεκτῆσθαι τὴν ὠφέλειαν νενόμικε· διὰ τοῦτο καὶ τὸν λογισμὸν ἐπάγει τοῦ μὴ δεῖν ἐπὶ γῆς θησαυρίζειν. Εἰ μὲν γάρ τις, φησὶν, ἐν τῷ θνητῷ βίῳ τὰς κτήσεις καὶ πᾶσαν ὕπαρξιν συνείληχεν, ἀναρτήσας αὐτοῦ τὴν πᾶσαν ἐλ‐
40πίδα ἐπὶ τὰ παρόντα τοῦ βίου πράγματα, ἐξ ἀνάγ‐ κης οἷα δὴ δεσμοῖς τοσούτοις πεπεδημένος, πάντα τὸν αὐτοῦ λογισμὸν καὶ πᾶσαν τὴν διάνοιαν, ἣν δὴ καρδίαν ὠνόμασε, κάτω που πρὸς τῇ γῇ κέκτηται, κἀκεῖ φύρεται καὶ καλινδεῖται, ἔνθα κεκτῆσθαι τὸν
45αὐτοῦ θησαυρὸν νενόμικεν· εἰ δὲ τοῖς οὐρανίοις μα‐ θήμασιν ἐντραφεὶς πάντα πράττοι, τὸν αὐτοῦ σκοπὸν ἄνω προσαναρτήσας, καὶ τὴν ἐλπίδα ῥίψας ἐπὶ τὰς οὐρανίους ἐπαγγελίας, τοῦ μὲν συνάγειν ἐπὶ γῆς οὐ‐ δεμίαν ποιούμενος φροντίδα, τὴν ἄκραν δὲ μετιὼν

24

.

560

(50)

ἀκτημοσύνην, καὶ ὅλος γινόμενος πρὸς τοῖς κρείττο‐ σιν, ἐν οὐρανῷ τε πάντα συνάγειν, κἀκεῖ τὸν αὐτοῦ πλοῦτον ταμιεύεσθαι, καὶ πᾶσαν τὴν ὕπαρξιν ἐκεῖ προπέμπειν σπουδάζων· εἰκότως ὁ τοιοῦτος ὄνοιτ’ ἂν ἐντεῦθεν τῆς ἀγαθῆς ἐλπίδος, τῷ τὴν διάνοιαν καὶ τὸν
55λογισμὸν οἰκειοῦν ἑαυτοῦ τοῖς οὐρανίοις· ἔνθα γὰρ ἔχει τὸν θησαυρὸν, ἐκεῖ καὶ τὴν διάνοιαν ἕξει· ὡς δο‐ κεῖν μὲν ἐπὶ γῆς παρεπιδημεῖν, καὶ τῷ σώματι μόνῳ
συνεῖναι ἀνθρώποις, τῇ δὲ δυνάμει τὰς οὐρανίους559

24

.

561

ἤδη διατριβὰς μετιέναι· ὥστε ἄνω βλέπειν δεῖ, καὶ τὰς ἐλπίδας ἔχειν, ὅπου καὶ τὸν θησαυρὸν αὐτοῦ συναγήοχεν. Καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν
5κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων. Ἐν ἑτέροις ἤδη ἐδίδαξε περὶ τῶν γάμων εἰπών· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βα‐ σιλεῖ, ὃς ἐποίησε γάμους τῷ υἱῷ αὑτοῦ. Ὡς οὖν ἤδη τῶν γάμων γεγενημένων, καὶ τοῦ συμποσίου
10τελεσθέντος, ἐπάνεισιν ὁ κύριος ἐπὶ τοὺς ἐγρη‐ γορότας δούλους, οἳ, ἐπειδὰν ἀφίκηται αὐτὸς ὁ νυμφίος τὴν παράληψιν τῆς νύμφης ποιησόμε‐ νος, κρούσαντι αὐτῷ τὴν τῆς ψυχῆς θύραν, ἑτοι‐ μότατα ὑπακούσουσι καὶ ἀνοίξουσι, διὰ παντὸς
15ἐγρηγορότες, καὶ τὴν αὐτοῦ παρουσίαν ἐκδεχό‐ μενοι. Ἐπιλέγει γοῦν· Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν εὑρήσει γρηγοροῦντας. Καὶ πῶς γὰρ οὐ μακάριοι οἱ τοσαύτης μέλλοντες ἀξιωθήσεσθαι τι‐ μῆς; Ἐπόμνυται γοῦν αὐτοῖς φάσκων· Ἀμὴν λέγω
20ὑμῖν, ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. Νυκτὶ δὲ παραβάλ‐ λων τὸν ἀνθρώπινον βίον, ὡς ἀληθῶς σκότους καὶ ἀγνοίας οἰκεῖον, διαφόροις φυλακαῖς, τουτέστιν ὥραις καὶ καιροῖς τῆς νυκτὸς, τὸν τῆς ἀνθρωπίνης ζωῆς παρ‐
25εικάζει χρόνον· ἐν ᾧ τοὺς διὰ παντὸς ἐγρηγορότας διὰ τὸ ἄδηλον τῆς ἑκάστου τελευτῆς μακαρίους ἀπο‐ φαίνει· ταύτης δὲ τῆς προτροπῆς τίς ἂν γένοιτ’ ἀνωτέρα, ἣ τὸν δεσπότην ἐπήγγελται αὐτὸν τοῖς δούλοις διακονήσειν, τοὺς δὲ δούλους ἀνακλιθήσεσθαι ἐν
30τῇ βασιλείᾳ αὐτοῦ, τουτέστι διαναπαύσεσθαι; Προϊὼν δ’ αὖθις τὴν αὐτὴν ἐπισφραγίζεται ἐπαγγελίαν τοῖς μαθηταῖς λέγων· Ἐγὼ δ’ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν. Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· κἀγὼ διατίθεμαι ὑμῖν,
35καθ’ ἃ διέθετό μοι ὁ Πατήρ μου, βασιλείαν· ἵν’ ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου. Τοιαύτης τεύξονται μακαριότητος οἱ δοῦλοι, οὓς ἐλθὼν ὁ Κύριος εὑρήσει γρηγοροῦντας· κατὰ γὰρ τὸν θνητὸν τοῦτον βίον, ἅτε παῖδες ἔτι ὄν‐
40τες καὶ νήπιοι, καὶ μήπω τοῦ νυμφῶνος ἠξιωμένοι, ἐπ’ ἀλλοδαπῆς δ’ οἰκοῦντες, ἅτε ξένοι τῶν ἐνταῦθα, καὶ παρεπίδημοι, καὶ ὑπὸ παιδαγωγοῖς καὶ ἐπιτρό‐ ποις ἀνατρεφόμενοι, οὐκ εἶχον πάντοτε τὸν νυμφίον μεθ’ ἑαυτῶν. Διὸ καὶ ἐνήστευον, καθὼς εἶπεν ὅτι
45ἀρθήσεται ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύ‐ σουσιν. Ἀλλ’ ἐπὶ τέλει αὐξήσαντας αὐτοὺς καὶ τελειωθέντας παραλήψεσθαι ἐπαγγέλλεται, καὶ εἰς τὸν αὑτοῦ συνεισάξειν νυμφῶνα· ὅτε καὶ ἀνακλίνας αὐτοὺς, διακονήσει αὐτοῖς· οἱ δὲ, συνόντες αὐτῷ ἀεὶ, οὐκέτι νηστεύσουσιν, ἀλλὰ διαπαυσάμενοι τῶν καμά‐

24

.

561

(50)

των, τῆς οὐρανίου τρυφῆς ἀπολαύσουσιν. Εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρ‐ χεται. Διὰ πλειόνων νήφειν καὶ ἐγρηγορέναι ἡμῖν παρα‐ κελεύεται, οὐ μόνον διὰ τὴν ἀθρόαν καὶ ἀπροσδόκη‐
55τον ἄφιξιν τῆς ἡμέρας Κυρίου, ἀλλὰ καὶ διὰ τὸν κλέπτην τὸν τοῖς κατὰ Θεὸν πλουσίοις καὶ οἰκοδε‐
σπόταις ἐφεδρεύοντα. Οὗτος δέ ἐστιν ὁ καιρὸς τῆς561

24

.

564

ἑκάστου τελευτῆς, ἢ καὶ ὁ μέλλων τὴν ἑκάστου ψυ‐ χὴν παραλαμβάνειν ἄγγελος κατὰ καιρὸν τοῦ θανά‐ του. Εἰ μὲν οὖν ᾔδειμεν τὸν καιρὸν τῆς τοῦ κλέπτου παρουσίας, τὴν ὥραν ἐχρῆν ἐκείνην μόνην
5ἐπιτηρεῖν, πρὸς τὸ μὴ ἀφιέναι διορυγῆναι ἡμῶν τὸν οἶκον· ἐπεὶ δὲ ἄδηλός ἐστιν οὗτος, δεήσει ἀεὶ ἐγρη‐ γορέναι· οὐ γὰρ ἴσμεν ὁποίᾳ φυλακῇ ἐπιθήσεται. Διὸ γρηγορητέον διὰ παντὸς, καὶ πάσῃ φυλακῇ τηρη‐ τέον τὴν καρδίαν κατὰ τὸν παροιμιαστὴν, καὶ ἀγρυ‐
10πνητέον διὰ πάσης τῆς τοῦ θνητοῦ βίου νυκτὸς, ὅπως ἄσυλοι διαμένωμεν, μὴ ἐῶντες διορυγῆναι ἡμῶν τοὺς τῆς ψυχῆς θησαυρούς· οὕτω γὰρ ἔσται ἡμῖν εὖ κατ’ ἀμφότερα, ὅτι τε σώαν ἐφυλάξαμεν τὴν ἑαυτῶν ὕπαρξιν, καὶ ὅτι τὸν Κύριον ἡμῶν ἐπιστάντα καὶ
15κρούσαντα τῆς ψυχῆς ἡμῶν τὴν θύραν, ἑτοίμως ὑπ‐ εδεξάμεθα, πολλῷ τῷ φωτὶ παρεσκευασμένοι, καὶ τὰς ὀσφύας ἐζωσμένοι. Εἶπε δ’ ὁ Κύριος· Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκο‐ νόμος καὶ φρόνιμος;
20 Πρὸς τὴν ἐρώτησιν Πέτρου ἀποκρίνεται διδάσκων ἀορίστως πρὸς πάντα εἰρῆσθαι τὰ λελεγμένα. Ἀλλ’ ἐκεῖνα μὲν εἴρηται περὶ τοῦ διὰ παντὸς ἐγρηγορέναι ἕνεκεν τῆς τοῦ κλέπτου φυλακῆς καὶ τῆς αὐτοῦ παρ‐ ουσίας· τί δὲ χρὴ πράττειν γρηγοροῦντας, νῦν ἀναγ‐
25καίως προστίθησι, παραινῶν μὴ τὸ ἑαυτῶν μόνον σκοπεῖν, ἀλλὰ καὶ τῆς ἑτέρων σωτηρίας φροντίζειν. Τὸ μὲν γὰρ ἀνεζῶσθαι τὰς ὀσφύας, καὶ τὸν λύχνον ἀνῆφθαι, τὴν αὐτοῦ τινος εἰς ἑαυτὸν ὠφέλειαν ἐδή‐ λου· γνώσεώς τε γὰρ φωτὶ διὰ παντὸς καταυγάζε‐
30σθαι ἀναγκαῖον, σωφροσύνῃ τε καὶ πάσῃ ἀρετῇ τοῦ λογισμοῦ τὴν ὀσφὺν περιεζῶσθαι, ἐγρηγορέναι τε διὰ παντὸς καὶ τὸν κλέπτην διαφυλάττειν, μὴ λαθὼν δι‐ ορύξειε τὸ τῆς ψυχῆς ταμεῖον, ἀποσυλήσειέ τε τὰ ἐν αὐτῷ συνηγμένα· ἔτι γε μὲν καὶ τὸν ἑαυτοῦ Κύριον
35πάντα τὸν τῆς ζωῆς χρόνον ἐκδέχεσθαι. Ἀλλὰ μὴ μέχρι τούτων ἑστάναι· παραθήκην δ’ ὥσπερ ὑποδε‐ ξαμένους παρὰ τοῦ ἑαυτῶν Δεσπότου τὴν τῶν συν‐ δούλων ἡμῶν κηδεμονίαν, φυλάττειν τὴν πίστιν προσ‐ ήκει, οὕτω τε πιστοὺς γενέσθαι καὶ φρονίμους ὡς
40μήποτε ἀκαίρως, ἀεὶ δὲ τῷ προσήκοντι καιρῷ, ταῖς ἡμετέροις συνδούλοις τὸ σιτηρέσιον διανέμειν, μήτε παρορῶντας καὶ ὑπερτιθεμένους, ὅτε δεῖ, μήτ’ οὐ δεομένοις παρέχοντας ἀκαίρως, ἀλλὰ καὶ καιρῷ τῷ προσήκοντι, καὶ μὴ ἀμέτρως τοῦτο ποιεῖν· τοῦτο δὲ
45πράττειν κατὰ δύο τρόπους, διά τε τῆς λογικωτέρας ὠφελείας τὰς ψυχὰς αὐτῶν βελτιοῦντας ταῖς διὰ τῶν μαθημάτων τροφαῖς, διά τε τῆς τῶν αἰσθητῶν ὑπαρ‐ χόντων πρὸς τοὺς ἐνδεεῖς ἐπικουρίας· ταῦτα δὲ διὰ παντὸς ἐνεργεῖν, ἵνα, εἴ ποτε ἀθρόως ἐπιστὰς ὁ Κύ‐

24

.

564

(50)

ριος ἡμῶν τὴν παράληψιν ἡμῶν ποιοῖτο, εὑρεῖν ταῦτα πράττοντας ἡμᾶς, ἐπαγγελίαν τε τῷ καὶ ταῦτα κατ‐ ορθοῦντι τοῦ προτέρου πολλαπλασίονα δίδωσιν. Ἐπὶ μὲν γὰρ τῷ ἐγρηγορέναι, καὶ τὴν αὐτοῦ διὰ παντὸς περιμένειν παρουσίαν, ἀνακλίνειν ἐπήγγελται καὶ
55διακονῆσαι αὐτὸς περιζωσάμενος· ἐπὶ δὲ τῇ πιστῇ
καὶ ἔμφρονι οἰκονομίᾳ καὶ τῇ κατὰ καιρὸν διανεμήσει563

24

.

565

τῆς τροφῆς, τρισμακαρίους ἀληθῶς ἀποφαίνων, οὐκ ἐπί τι μέρος, ἀλλ’ ἐπὶ πάντων τῶν ὑπαρχόντων κα‐ ταστήσειν τὸν μακαριζόμενον μετὰ προσθήκης τοῦ ἀμὴν ἐπιστώσατο. Ἔνθεν καὶ ὁ ἱερὸς Ἀπόστολος
5ὠφελημένος, τοὺς κατὰ Θεὸν τελείους κληρονόμους Θεοῦ καὶ συγκληρονόμους Χριστοῦ ἐκάλει, καὶ ἔλε‐ γεν· Εἴτε ζωὴ, εἴτε θάνατος, εἴτ’ ἐνεστῶτα, εἴτε μέλλοντα, πάντα ἡμῶν εἶναι. Ὑπάρχοντα δ’ αὐ‐ τοῦ τὰ ἐν τῇ βασιλείᾳ νοητέον ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδεν. Ἐὰν δ’ εἴπῃ ὁ δοῦλος ἐκεῖνος, κ. τ. λ.
10 Ὁ μὲν πιστὸς καὶ φρόνιμος τοιούτων τεύξεται· ὁ δ’ ἐναντίος τούτῳ ὀργῆς Δεσπότου πειραθήσεται, δι‐ χοτομηθεὶς καὶ ἀποτεμνόμενος τοῦ σώματος τῶν ἀγα‐ θῶν δούλων, κλῆρόν τε καὶ μερίδα λαμβάνων μετὰ τῶν ὑποκριτῶν ἢ τῶν ἀπίστων· ὧν τὸ τέλος κλαυ‐
15θμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. Ὅσα γὰρ τοῖς ὀδοῦσι κατήσθιε, καὶ ὅσα μεθυσκόμενος ἐπλημμέλει, ταῦτα ἀποκλαύσεται· δίκην τὴν προσήκουσαν διδοὺς τῆς τε κατὰ τῶν συνδούλων παρανομίας, καὶ τῆς ἀκολάστου τρυφῆς, καταφρονήσεώς τε τῆς εἰς τὸν Δεσπότην, ὃν
20ὡμολόγει μὲν μὴ ἀγνοεῖν, καὶ ᾔδει ὡς ἄρα Κύριον ἔχει, ἀναβάλλεσθαι δὲ αὐτὸν τὴν κρίσιν εἰς μακροὺς χρόνους ὑπολαμβάνων, ἑαυτὸν ἠπάτα. Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ὁμοία ἐστὶ ζύμῃ, κ. τ. λ.
25 Ζύμην τὴν ἀπὸ τοῦ σπόρου τελεσιουργηθεῖσαν δύ‐ ναμιν ὁ Σωτὴρ ὀνομάζει, τὸ Πνεῦμα τὸ ἅγιον τοῦτον αἰνιξάμενος τὸν τρόπον. Ὁ γοῦν τῆς οὐρανίου βασι‐ λείας Λόγος, μετὰ τὴν πρώτην ἐν οὐρανοῖς σπορὰν αὐξηθεὶς, καὶ καρπὸν ἀποδοὺς ἐντελῆ, τοῦ ἁγίου
30Πνεύματος τὴν ἐπιχορηγίαν τοῖς διὰ τῶν πρώτων ὠφελημένοις παρέχει, ζύμης δίκην φύραμα ζυμού‐ σης. Γυνὴ δὲ ταύτην, ἡ σοφία τοῦ Θεοῦ, εἰς ἀλεύρου σάτα τρία ἐγκρύπτει. Τοῖς γοῦν πορισαμένοις ἐκ πολλῆς ἐπιμελείας καὶ τῆς τοῦ σπόρου γεωργίας
35ἀλεύρου σάτα τρία, δόγματα θεῖα καὶ γνῶσιν τὴν περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἡ τοῦ Θεοῦ σοφία τὸ ἅγιον Πνεῦμα χορηγεῖ· ἡ δ’ αὐτὴ καθ’ ἑτέραν διάνοιαν πάντα τὸν τοῦ Θεοῦ ἄνθρωπον ἐκ σώματος καὶ ψυχῆς καὶ πνεύματος συνεστῶτα, τῇ
40ἐπιχορηγίᾳ τῆς θείας ἐμπνεύσεως ζυμοῖ, ἐγκρύπτουσα τὴν ἐξ αὐτῆς ὠφέλειαν εἰς ἀλεύρου σάτα τρία τὰ νε‐ νοημένα, ἕως οὗ ζυμωθῇ ὅλον. Οὕτω γοῦν τῇ μετοχῇ τῆς οὐρανίου ζύμης ποιηθεὶς καὶ ζυμωθεὶς, οὐράνιος καὶ πνευματικὸς χρηματίσει ἄνθρωπος, καὶ νέον φύ‐
45ραμα, ὡς ἂν μικρᾶς κράσεως γενομένης, τῶν τριῶν ἀλεύρων ἀποδεδομένων, καὶ τῆς ἐν αὐτοῖς ἐμπνεύ‐ σεως. Καὶ δὴ νέος ἄρτος καὶ πνευματικὸς γενόμενοι, κατὰ τὸν Ἀπόστολον, ὅς φησιν, Εἷς ἄρτος καὶ ἓν σῶμά ἐσμεν οἱ πολλοὶ, εἰκόνα καὶ ὁμοίωσιν ἀναλη‐

24

.

565

(50)

ψόμεθα τοῦ ζωοποιοῦ τῶν ὅλων ἄρτου, ὃς ἐκ τοῦ οὐ‐ ρανοῦ καταβέβηκεν, ἑαυτῷ παραπλησίους καὶ ἡμᾶς ἀπεργασάμενος. Εὖ δὲ γυναικὶ ἀφωμοίωσε τὴν σο‐ φίαν τοῦ Θεοῦ ἐν τούτοις· Χριστὸς δέ ἐστιν ἡ τοῦ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία καταλλήλως τῷ τῆς
55ζύμης ὑποδείγματι. Ὥσπερ γὰρ ἐπὶ τῆς παραβολῆς τοῦ σπόρου γεωργίου πρόσωπον καὶ σπορέως εἰσ‐
ῆγεν, οὐκ ἂν εὐλόγως ἐν ἐκείνοις μνημονευθείσης γυ‐565

24

.

568

ναικὸς, οὕτω κἀνταῦθα ἐπὶ ζύμης φυρομένης εἰς ἀλεύρου σάτα τρία οἰκειότατα ἡ παραβολὴ γυναικὶ ἀρτοποιουμένῃ τὸν ἐν ἐκείνοις ὠνομασμένον σπορέα ἀπείκασεν. Κατὰ μέντοι τὸν Ματθαῖον κεκρυμμένην ζύ‐ μην τὴν βασιλείαν τῶν οὐρανῶν προειπὼν, δι’ ἧς
5ἐδήλου τὴν ἐπιχορηγίαν τοῦ ἁγίου Πνεύματος, καὶ τὴν ὠφέλειαν τὴν ἀπὸ τοῦ εὐαγγελικοῦ λόγου, διὰ τῆς ἑξῆς παραβολῆς τὴν αὐτὴν βασιλείαν ἐοικέναι φησὶ θησαυρῷ. Εἴη δ’ ἂν θησαυρὸς μέγας ὁ κατὰ τὰς οὐ‐ ρανίους ἐπαγγελίας τοῖς ἀξίοις τεταμιευμένος, ὃν ὁ
10ὀφθαλμὸς οὐκ εἶδεν, ὃς τοὺς πολλοὺς λανθάνει. Ὁ δὲ τοῦτον νοήσας, ὡς τὸ κατ’ εἰκόνα τοῦ Θεοῦ σώζων ἐν ἑαυτῷ, χαρᾶς ἔμπλεως γεγονὼς, ὡς ἂν τὸ τέλειον τῶν ἀγαθῶν εὑρηκὼς, τὰ λοιπὰ πάντα δεύτερα τίθε‐ ται, καὶ τοῦτον ἀντιλαμβάνει. Καταλλήλως δὲ θησαυ‐
15ρὸν καὶ ἀγρὸν εἰπὼν, ἄνθρωπον αὐτῷ συνῆψε τὸν εὑρηκότα· οὕτω δηλώσας τὸν ἐν ἀνθρώπῳ θεοφιλῆ νοῦν. Ἡ μὲν οὖν ῥηθεῖσα αὕτη παραβολὴ διὰ τοῦ θησαυροῦ τοῦ κεκρυμμένου τὰς οὐρανίας ἐπαγγελίας ἐδήλου τὰς ὑπερβεβηκυίας, πολλαὶ γὰρ μοναὶ παρὰ
20τῷ Πατρὶ, καὶ τὸν ἐν Θεῷ πλοῦτον, θησαυρὸν ὄντα παντὸς ἀγαθοῦ. Ἡ δὲ μετὰ ταύτην διὰ τοῦ μαργαρίτου αἰνίττε‐ σθαί μοι δοκεῖ τὸ τιμιώτερον τοῦ δηλωθέντος πλού‐ του. Εἴη δ’ ἂν ἡ θεότης αὐτὴ τοῦ Μονογενοῦς, ἡ
25πάντων τῶν ἐν τῷ ἀποδοθέντι θησαυρῷ τεταμιευμέ‐ νων τιμιωτέρα, ἣν ὁ κτησάμενος τῆς ἀνωτάτω μα‐ καριότητος ἠξίωται. Μαργαρίτης δὲ ὠνόμασται εἰ‐ κότως ὁ σαρκωθεὶς Θεὸς Λόγος· ἐπεὶ καὶ ὁ μαργα‐ ρίτης τοιοῦτος, ἐν σαρκὶ μὲν καὶ ἐν ὀστρέῳ καὶ ἐν
30ὑγροῖς γεννώμενος, τίμιον δέ τι χρῆμα, καὶ πάντων τῶν ἐν ὑγροῖς σωμάτων τιμαλφέστερον· ἔοικε γοῦν εἶναι τῇ φύσει σῶμα ὑγρὸν, διαυγὲς, θεοειδὲς, φωτὸς καὶ πνεύματος γέμον. Εἴη δ’ ἂν καὶ σαρκωθεὶς Λό‐ γος τοιοῦτος, φῶς νοερὸν διὰ θνητοῦ καὶ ὑγροῦ σώ‐
35ματος ἐκλάμψαν. Πολλῶν γε μὴν καὶ ἄλλων μαργα‐ ριτῶν ὄντων ἁγίων καὶ θεοφιλῶν, προφητῶν τε καὶ δικαίων ἀνδρῶν, καὶ αὐτῶν ἐν σαρκὶ πεπιλημένων διὰ τὸν ἔνσαρκον τῶν ἀνθρώπων βίον, οὐδεὶς ἕτερος ἢ μόνος εἷς οὗτος ἀληθῶς μονογενὴς καὶ πολυφεγγὴς
40καὶ πολύτιμος εὕρηται· ὡς καὶ Ἡσαΐαν θεσπίσαι περὶ αὐτοῦ καὶ εἰπεῖν· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον· καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται. Ὁ δὴ οὖν μέλλων τῆς βασιλείας τῶν οὐρανῶν καταξιοῦ‐
45σθαι προσφυῶς παραβέβληται ἐμπόρῳ ἀνδρὶ φιλο‐ κάλῳ τινὶ καὶ φιλομαθεῖ καὶ ποικίλων δοκιμαστῇ λό‐ γων, ὃς περιιὼν πολλοὺς μὲν ἀνεῦρε μαργαρίτας, παντοίους ἐν ἀνθρώποις ἁγίους· τέλος δὲ τὸν πολύτι‐ μον εὑρὼν, ὃν ὁ Λόγος παρεστήσατο, πάντων τῶν

24

.

568

(50)

πρότερον αὐτῷ πεπορισμένων τοῦτον ἀντικατηλλά‐ ξατο, ταυτὸν τῷ προτέρῳ πράξας (ὁ πάντα ὅσα εἶχε πωλήσας, καὶ ἀγοράσας τὸν ἀγρὸν ἐκεῖνον). Καὶ τοῦτ’ ἂν εἴη τέλος τῆς ἄκρας μακαριότητος, τὸ κα‐ τακοσμηθῆναι τῷ πολυτιμήτῳ μαργαρίτῃ, δηλαδὴ τῷ
55φωτὶ τῆς θεότητος τοῦ μονογενοῦς Λόγου· ἀρχὴ μὲν
γὰρ ἦν ὁ σπόρος· εἶτ’ ἐπίδοσις τῆς τοῦ σίτου καρ‐567

24

.

569

ποφορίας· καὶ τρίτον ἡ ἀπὸ τῶν ζιζανίων διάκρισις· τέταρτον ἡ ἐπὶ μέγα δένδρον τοῦ σπόρου φυή· πέμ‐ πτον ἡ διὰ τοῦ ἁγίου Πνεύματος ζύμωσις· ἕκτον ὁ θησαυρὸς τῶν οὐρανίων ἐπαγγελιῶν· ἕβδομον ἡ αὐ‐
5τοῦ κτῆσις τοῦ Θεοῦ Λόγου, ἐν ᾧ πᾶς κατακοσμεῖται ὁ τῆς βασιλείας τῶν οὐρανῶν ἄξιος. Ταῦτα δὲ πρὸ τῶν ἔργων ἀνεφωνεῖτο· προλέγοντος τὰ μέλλοντα ἔσεσθαι τοῦ Σωτῆρος, ἃ δὴ καὶ τέλους οὐκ εἰς μακρὸν ἐτύγχανε, ὥστε μετ’ οὐ πολὺν χρόνον
10ὀφθαλμοῖς ὁρᾶσθαι τῶν ἔργων τὰ ἀποτελέσματα. Καθ’ ὅλης οὖν ἐξ ἐκείνου τῆς τῶν ἀνθρώπων οἰκου‐ μένης ἐκ μὲν ἁπάντων τῶν ἐθνῶν τὰ τῆς τοῦ Θεοῦ βασιλείας σύμβολα διὰ τῶν Ἐκκλησιῶν αὐτοῦ ἐθεω‐ ρεῖτο, μυρίων ἐν αὐταῖς κατὰ τὸ σωτήριον Εὐαγγέ‐
15λιον βιούντων, τοῖς τε παλαιοῖς προφήταις καὶ αὐτῷ γε τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ὁμοίως θεοσεβεῖν φιλοτιμουμένων· ἐπεὶ κἀκεῖνοι, προλαβόν‐ τες τοῖς χρόνοις τοὺς Μωϋσέως νόμους, τῷ κατὰ τὸ Εὐαγγέλιον βίῳ τε καὶ τρόπῳ διέλαμψαν, τῆς μὲν ἐκ
20πατέρων ἡκούσης εἰς αὐτοὺς πολυθέου πλάνης κατ‐ εγνωκότες, τοῦ δ’ ἐπὶ πάντων Θεοῦ τὴν γνῶσιν ἀνει‐ ληφότες. Διὸ δὴ τῶν ἐθνῶν οἱ πολλοὶ ἀπ’ ἀνατολῶν καὶ δυσμῶν ἥξειν εἴρηνται, καὶ ἰσότιμοι γενήσεσθαι τοῖς ἀμφὶ τὸν Ἀβραὰμ μακαρίοις ἀνδράσι διὰ τὴν
25ἴσην ἐκείνοις ζωήν· οἱ δ’ αὐτῶν ἐκείνων ἀπόγονοί τε καὶ διάδοχοι, υἱοὶ τῆς βασιλείας διὰ τοὺς προπάτο‐ ρας ὠνομασμένοι· δυνάμει γὰρ καὶ αὐτοῖς μετουσία ἦν ὁμοίως τοῖς προπάτορσι τῆς οὐρανίου βασιλείας· ὅπως ἀπόβλητοι τῶν ἐπαγγελιῶν γεγόνασι, δεῖγμα
30ἐναργὲς τῆς πόλεως ἡ ἐρημία, τοῦ ἱεροῦ ἡ πολιορκία, καὶ αὐτῶν ἡ εἰς πάντα τὰ ἔθνη διασπορὰ, καὶ ἡ ὑπὸ τοῖς ἐχθροῖς δουλεία, καὶ ἐπὶ τούτοις ἡ στέρησις τῆς κατὰ τὰ νόμιμα αὐτῶν θρησκείας, τοῦ τε Χριστοῦ ἡ ἀγνωσία, καὶ τῶν εὐαγγελικῶν μαθημάτων ἡ ἀπαλ‐
35λοτρίωσις· ταῦτα γὰρ ἅπαντα σημεῖα ἐμφανῆ εἴη ἂν τοῦ διαλαβόντος αὐτοὺς σκότους, ᾧ περιπεπτώκασι διὰ τὴν τοῦ σωτηρίου φωτὸς ἐναντίωσιν. Δι’ οὗ δοκεῖ μοι τὸ γνώρισμα τῆς βασιλείας αὐ‐ τῆς ὑποφαίνειν, ὅτι δὴ βασιλέως ἐντετυπωμένην εἰκόνα τοῦ δηναρίου τὸ χάραγμα σημαίνει. Ἐπειδὴ
40τοίνυν πάντας τοὺς ἐπὶ τὸν ἀμπελῶνα καὶ τὸ τῆς θεοσεβείας πολίτευμα παρελθόντας, μιᾶς τε καὶ τῆς αὐτῆς ἐργασίας ἁψαμένους, τῆς αὐτῆς βασιλείας μετασχεῖν ἦν δίκαιον, τούτου χάριν εἰκότως τοῖς πᾶσι τῆς βασιλείας τὸ σύμβολον τὸ δηνάριον ἀποδίδωσιν,
45ὧν οἱ μὲν ἐν νεότητι ἐκλήθησαν, οἱ δὲ περὶ τὸν μέσον τῆς ἀνθρώπου ζωῆς χρόνον, οἱ δὲ τὸν ἄνδρα τέλειον ἤδη καὶ ὑπερβεβηκότα ἀνειληφότες, οἱ δὲ κατὰ τὸν πρεσβύτην αὐτὸν γηραλέοι λοιπὸν καὶ περὶ δυσμὰς ἔχοντες τοῦ βίου. Εἴποι δ’ ἄν τις καὶ ἑτέρως ἐξηγού‐

24

.

569

(50)

μενος ἐφαρμόττειν τὰ διὰ τῆς παραβολῆς δηλούμενα τοῖς ἀνέκαθεν ἐκ πρώτης τοῦ βίου στάσεως μέχρι συντελείας καταξιουμένοις τῆς ἐνθέου κλήσεως· ὥσπερ ἅμα πρωῒ κεκλῆσθαι λέγειν ἐπὶ τὴν θεοσεβείας ἐργα‐ σίαν τοὺς κατὰ τὴν ἀρχὴν τοῦ βίου πρώτους δικαιω‐
55θέντας· δευτέρους δὲ τοὺς ἀμφὶ τὸν Ἐνὼχ καὶ Νῶε·569

24

.

572

τοὺς περὶ τὴν τρίτην τοὺς ἀμφὶ τὸν Ἀβραάμ· τοὺς δὲ περὶ τὴν ἕκτην τοὺς ἀμφὶ τὸν Μωϋσέα καὶ Ἰησοῦν καὶ κριτάς· τοὺς δὲ περὶ τὴν ἐννάτην τοὺς ἐν τοῖς χρόνοις τῶν προφητῶν· τοὺς δὲ περὶ τὴν ἑνδεκάτην,
5τοὺς μετὰ τὴν σωτήριον θεοφάνειαν· οὓς δὴ πάντας καταξιωθήσεσθαι ἑνὸς καὶ τοῦ αὐτοῦ μισθοῦ τοῦ κατὰ τὸ δηνάριον δεδηλωμένου, ὅπερ εἰς τὴν τοῦ Θεοῦ βασιλείαν ἀνεφέρετο. Οὐ μή με ἴδητε ἕως ἂν ἥξῃ ὅτε εἴπητε· Εὐλογη‐ μένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Αὐτοὶ γὰρ ἐκεῖνοι, οἷς τότε παρὼν παροῦσι διελέ‐
10γετο θεώμενοι αὐτὸν μετὰ τῆς ἐνθέου δόξης, καὶ σὺν ἀγγέλων δορυφορίᾳ ἐρχόμενον ἐξ οὐρανῶν, ὁμολογεῖν ἀναγκασθήσονται αὐτὸν εἶναι τὸν εὐλογημένον τὸν ἐρχόμενον ἐν ὀνόματι Κυρίου τοῦ ἑαυτοῦ Πατρός. Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε
15 πολλούς. Ἀλλοτρία αὕτη ἡ παραβολὴ πρὸς τὴν παρὰ τῷ Ματθαίῳ. Ἐκεῖ μὲν γὰρ βασιλεὺς, καὶ γάμοι υἱοῦ βασιλέως, καὶ κλήτορες πολλοὶ, καὶ οἱ κληθέντες οὐκ ἀπῆλθον, ἀλλὰ καὶ τοὺς δούλους ὕβρισαν καὶ ἀπέκτει‐
20ναν, καὶ στράτευμα κινούμενον κατὰ τῶν ἀνῃρηκότων τοὺς δούλους, καὶ ὁ διὰ τὴν ῥυπαρὰν ἐσθῆτα ἐκβαλ‐ λόμενος τοῦ γάμου· ὧδε δὲ ἄνθρωπος εἰσάγεται ψιλὸς, καὶ δεῖπνον ἁπλῶς, καὶ εἷς ἐπὶ τὴν κλῆσιν ἐκπέμπε‐ ται, καὶ οἱ κληθέντες παραιτοῦνται μόνον τὴν κλῆ‐
25σιν, ἀσχολίαν σκηπτόμενοι. Τὸ δὲ κεφαλαιωδέστερον, ὅτι ἐκείνη μὲν ἐν τῷ ἱερῷ λέλεκτο πρὸς τοὺς ἀρχιε‐ ρεῖς καὶ πρεσβυτέρους τοῦ λαοῦ, αὕτη δ’ ἐπὶ τῆς Γαλιλαίας ἐν οἰκίᾳ τινὸς ἄρχοντος Φαρισαίου· τῶν γὰρ συνανακειμένων τις ἀκούσας τὸ, Μακάριος ἔσῃ, ὅτι
30οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσε‐ ται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων· τῆς ἀναστάσεως καὶ τῆς βασιλείας τοῦ Θεοῦ μιᾶς καὶ τῆς αὐτῆς νοουμένης. Πρὸς οὖν τὸν εἰρηκότα, Μακάριος ὅστις φάγηται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ,
35τίς ἂν γένοιτο οὗτος ὁ μακάριος διὰ τῆς παραβολῆς ὁ Σωτὴρ παρίστησι λέγων, Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα· πάλιν αὐτὸς ἑαυτὸν ἐν τούτοις ἄνθρωπον ὀνομάζων. Μέγα δὲ αὐτοῦ δεῖπνον νοήσεις, τέως μὲν ἀπιδὼν εἰς τὸ καθ’ ὅλης τῆς οἰκουμένης λογικὸν συμπόσιον
40τῶν ἱερῶν καὶ θείων τροφῶν τῶν πανταχοῦ γῆς διὰ τῶν θεοπνεύστων ἀναγνωσμάτων πᾶσι τοῖς ἔθνεσι παραδεδομένων· ἐντεῦθεν δὲ μετάβα τῇ διανοίᾳ ἐπὶ τὴν προσδοκωμένην τῶν οὐρανῶν βασιλείαν· καὶ εἰς ἔννοιαν ἐλθὲ τοῦ τότε μεγάλου ὡς ἀληθῶς δείπνου, ἐν
45ᾧ συναναπαύσονται ἀγγέλοις καὶ ταῖς κατ’ οὐρανὸν θείαις δυνάμεσιν αἱ τῶν μακαρίων ψυχαὶ, ἐν ᾧ τρα‐ φήσονται τῷ τῶν ἀγγέλων ἄρτῳ· πληρουμένου κυ‐ ρίως τότε καὶ θεοπρεπῶς τοῦ φάσκοντος λόγου· Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. Οὐ γὰρ πο‐

24

.

572

(50)

λυειδὴς ἔσται ἡ τότε τροφὴ, οὔτε ἡδύσματος οὔτε ὄψων δεομένη, ἄρτῳ δὲ μόνῳ ἀθανατοποιῷ καὶ ζωῆς αἰωνίου παρεκτικῷ τραφήσονται οἱ κατὰ τὸν ἐνεστῶτα βίον θρέψαντες, οὓς ὠνόμασεν ὁ Σωτήρ. Ὁ δὲ ἄρτος πάλιν εἴη ὁ ψυχῶν καὶ ἀγγέλων καὶ τῶν κατ’ οὐρα‐
55νὸν λογικῶν τρόφιμος λόγος· τοῦτο γοῦν αὐτὸς ἐδί‐571

24

.

573

δαξεν εἰπών· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· τοῦ γὰρ ἐν ἀρχῇ πρὸς Θεὸν Θεοῦ Λόγου μεταλήψει πᾶσα ἡ τῶν ἁγίων λογικὴ φύσις ζωοποιεῖται. Ἃ δὴ δοκεῖ μοι ἐκ προτέρων μαθημάτων πεπαιδευμένος ὁ συνανα‐
5κείμενος τῷ Ἰησοῦ εἰρηκέναι· Μακάριος ὅστις φά‐ γηται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ! Οὐδὲ γὰρ τῶν τυχόντων τις ἦν ὁ ταύτην ἀφεὶς τὴν φωνὴν, ἀλλ’ ὡς οἶμαι τῶν σφόδρα μεγάλων καὶ παρὰ τῷ Σωτῆρι τιμῆς ἠξιωμένων. Διὸ καὶ συνανακλίνεται αὐτῷ, καὶ
10τοῖς αὐτοῦ λόγοις συνετῶς προσεῖχεν, ὡς καὶ τὴν βα‐ σιλείαν τῶν οὐρανῶν μὴ ἀγνοεῖν, γνωρίζειν δὲ καὶ τὸν ἄρτον τῆς ζωῆς τὸν θρεπτικὸν τῶν τῆς βασιλείας ἀξίων· τοσαύτην τε ἄγειν παῤῥησίαν, ὡς ἐπὶ τοῦ Σωτῆρος ἀνακινεῖν δόγματα, καὶ δι’ αὐτὸν τὴν πᾶσαν
15εἰρηκέναι παραβολὴν Σωτῆρα διδάσκοντα, τίς ἂν γένοιτο οὗτος ὁ ἀληθῶς μακάριος, ὃς φάγηται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Πολλοὺς μὲν οὖν κεκλῆσθαι λέγει διὰ τῆς παραβο‐ λῆς ἐπὶ τὸ μέγα δεῖπνον, καὶ τὸν ἐν τούτῳ δεδωρη‐
20μένον ἄρτον, μὴ μὴν τοὺς πάντας τῆς χάριτος ἐπι‐ τυγχάνειν· ἀποστερεῖσθαι γὰρ αὐτῆς τῶν κεκλημέ‐ νων τοὺς περὶ ἕτερον ἠσχολημένους· περισπᾷν γὰρ καὶ ἀφέλκειν τῆς κλήσεως τὰς τοῦ βίου φροντίδας διδάσκει· ταύτας δ’ εἶναι διαφόρους· ἢ γὰρ περὶ
25χρήματα καὶ ἀγροὺς ἀσχολούμενοι ταῦτα τῆς κλή‐ σεως προτετιμήκασιν, ὡς παραιτήσασθαι διὰ ταῦτα τὴν κλῆσιν, ἢ περὶ τὰς τοῦ βίου πραγματείας κατα‐ τριβόμενοι, ἢ δεσμῷ γάμου καὶ παίδων ἐμπεπλεγμέ‐ νοι, ἤ τισιν ἄλλοις τοιούτοις φροντίσμασιν ἐνησχολη‐
30μένοι. Ἀλλὰ περὶ μὲν τούτων ἀπόφασις ἐξενήνεκται λέγουσα· Λέγω ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκεί‐ νων τῶν κεκλημένων, καὶ διὰ τὰς βιωτικὰς ἀσχο‐ λίας παραιτησαμένων γεύσεταί μου τοῦ δείπνου· ἑτέρους δὲ ἀντ’ αὐτῶν ἀπολαύσεσθαι τοῦ μακαρίου
35δείπνου φησὶ, τοὺς μὴ τοιούτοις τισὶ προσδεδεμένους, πτωχούς τινας καὶ ἀναπήρους. Τοιοῦτοι δὲ ἦσαν πά‐ λαι εἰδωλολατροῦντες οἱ ἐξ ἐθνῶν ὑπὸ δαιμόνων πο‐ νηρῶν τὰς ψυχὰς λελωβημένοι· οὓς ἀκολούθως τῇ ἐπαγγελίᾳ προσδεξάμενος ὁ ἑστιάτωρ, πᾶσαν τὴν
40νόσον τῶν ψυχῶν αὐτῶν, καὶ μαλακίαν πᾶσαν ἰασά‐ μενος, ἔπειτα τῆς οἰκείας αὐτοῖς μεταδώσει τρα‐ πέζης· ὥστ’ εἰπεῖν αὐτούς· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με· καὶ ἄρτον αὐτοῖς παρέξει καὶ λογικὴν τροφήν· ἐντεῦθεν
45ἤδη στερεᾶς βρώσεως μεταδιδοὺς αὐτοῖς, καὶ οἴνῳ δὲ αὐτοὺς εὐφρανεῖ λογικῷ· ὥστ’ ἂν εἰπεῖν· Καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον! Ταῦτα δὲ πάντα παρέχει, τοὺς ἀῤῥαβῶνας τῶν οὐρανίων ἀγαθῶν διὰ τῶν κατὰ τὸν παρόντα βίον χαρισμάτων

24

.

573

(50)

αὐτοῖς δωρούμενος. Δυνατὸν δὲ καὶ καθ’ ἑτέραν ἐκ‐ δοχὴν εἰπεῖν, ὅτι οἱ πρῶτοι τῆς κλήσεως ἠξιωμένοι, οὗτοι δ’ ἦσαν οἱ ἐκ τῆς περιτομῆς, προφάσει τῆς περὶ τὸ κρεῖττον ἀσχολίας τὴν κλῆσιν ὕβρισαν· ὡς γὰρ ἔχοντες ἀγροὺς τὰ παρ’ αὐτοῖς ἀναγνώσματα,
55καὶ ὡς βόας ἀροτῆρας κεκτημένοι τοὺς προφήτας,
καὶ ὡς ἂν σοφίᾳ τινὶ οἷα γυναικὶ συμβιοῦντες, τὴν εὐαγγελικὴν ἐξηυτέλισαν χάριν· οἱ δὲ μετ’ ἐκείνους573

24

.

576

ἐκ τῶν ἀλλοφύλων ἐθνῶν κληθέντες, οἱ πρὶν τὰς διανοίας κωφοὶ καὶ τυφλοὶ, προθύμως ὑπήκουσαν· διὸ καὶ τοῦ μακαρισμοῦ τεύξονται. Δόξειεν ἄν τις τὴν αὐτὴν εἶναι παραβολὴν τῇ παρὰ τῷ Ματθαίῳ, ἐν ᾗ βασιλεύς ἐστι γάμους ποιῶν
5τῷ υἱῷ αὐτοῦ, καὶ δούλους ἀποστέλλων καλέσαι τοὺς κεκλημένους. Ὁ δὲ μὴ παρέργως προσέχων τῇ ἀναγνώσει εὕροι ἂν ἐπιστήσας τὸν νοῦν παντάπασιν ἠλλοτριωμένην ταύτην ἐκείνης. Ἡ μὲν γὰρ παρὰ τῷ Ματθαίῳ πρῶτον ἁπάντων τῇ βασιλείᾳ τῶν οὐρανῶν
10παρέβαλε τὰ λεγόμενα· τοῦτο δ’ ἐνταῦθα οὐ λέλεκται. Κἀκεῖ μὲν ἀφωμοίου τὸν κλήτορα βασιλεῖ, ἐνταῦθα δὲ ψιλὸν ἄνθρωπον εἰσάγει· κἀκεῖ μὲν γάμους τῷ υἱῷ ὁ βασιλεὺς ἐτέλει, ἐνταῦθα δὲ ἁπλῶς δεῖπνον· κἀκεῖ μὲν πολλοὶ ἀποστέλλονται, ἐνταῦθα δὲ εἷς μό‐
15νος ἐπὶ τὴν κλῆσιν ἐκπέμπεται· κἀκεῖ οἱ μὲν ἀμελή‐ σαντες οὐκ ἀπήντων, οἱ δὲ λοιποὶ καὶ τοὺς δούλους ὕβρισαν καὶ ἀπέκτειναν· ἐνταῦθα δὲ μόνον σκήπτον‐ ται ἀσχολίαν, παραιτούμενοι τὴν κλῆσιν· ἐκεῖ πάλιν ὁ βασιλεὺς στράτευμα κινεῖ κατὰ τῶν ἀνῃρηκότων
20τοὺς αὑτοῦ δούλους· ἐνταῦθα δὲ ὁ ἄνθρωπος ὀργισθεὶς ἐπὶ τῇ παραιτήσει τῶν κεκλημένων, οὐδὲν μὲν τοιοῦ‐ τον ποιεῖ, τῷ δ’ ἑαυτοῦ δούλῳ προστάττει πτωχοὺς καὶ ἀναπήρους καὶ τυφλοὺς εἰσαγαγεῖν. Ὁ δὲ ἐπὶ τοὺς γάμους τοῦ υἱοῦ συγκαλῶν βασιλεὺς, δούλοις
25πλείοσιν ὑπηρέταις χρώμενος, οὐ πτωχοὺς καὶ ἀνα‐ πήρους, ἀλλ’ οὐδὲ τυφλοὺς καὶ χωλοὺς εἰσάγει· ἐπειδὴ μηδ’ ἔπρεπεν ἐπικλήσει γάμου βασιλικοῦ τοιούτους παρεῖναι· κληθέντων δὲ πολλῶν, τὸν ἀνάξια γάμου ἐνδεδυμένον ὁ βασιλεὺς τιμωρεῖται. Τὸ δὲ πάντων
30κεφαλαιωδέστατον, ὅτι ἡ μὲν παρὰ τῷ Ματθαίῳ πα‐ ραβολὴ ἔνδον ἐν τῷ ἱερῷ λέλεκτο, πρὸς τοὺς ἀρχιερέας καὶ πρεσβυτέρους τοῦ λαοῦ διαλεγομένου τοῦ Σωτῆ‐ ρος· ἡ δὲ παρὰ τῷ Λουκᾷ ἐπὶ τῆς Γαλιλαίας ἐν οἰκίᾳ τινὸς ἄρχοντος Φαρισαίου ψιλὸν δεῖπνον κατασκευάζει,
35ἑστιωμένου παρ’ αὐτῷ τοῦ Σωτῆρος. Προλέγει γοῦν τῆς προκειμένης παραβολῆς ὁ Λουκᾶς ταῦτα· ὅτι εἰσῆλθεν εἰς οἶκόν τινος Φαρισαίου ἑστιαθῆναι ἐν Σαβ‐ βάτῳ· οἱ δὲ παρετηροῦντο αὐτόν. Εἶτα διελθὼν, ὡς ὑδρωπικὸν ἐθεράπευσε, καὶ ὡς ἐδίδαξε μὴ τὰς πρωτο‐
40κλισίας ἐν τοῖς δείπνοις μεταδιώκειν, μηδὲ καλεῖν τοὺς ἀντικαλέσοντας, ἀλλὰ τοὺς ἀντιδοῦναι μὴ δυναμένους, ἐπιφέρει, ὅτι ἀκούσας τις τῶν συνανακειμένων ταῦτα εἶπε, Μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ! Ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις ἐποίησε
45δεῖπνον μέγα. Οὕτω δ’ ὁ Λουκᾶς τὴν προτεθεῖσαν παραβολὴν ἀνέγραψεν εἰρῆσθαι ὑπὸ τοῦ Σωτῆρος πρὸς τὸν εἰρηκότα, Μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· ὥστε ἐξ ἅπαντος ὁμολογεῖν ἑτέ‐ ραν εἶναι ταύτην παρὰ τὴν πρώτην. Ἐπεὶ δὲ οὐκ

24

.

576

(50)

ἀλλοτρία τυγχάνει οὐδ’ αὕτη τῆς βασιλείας τῶν οὐ‐ ρανῶν, περὶ ἧς ἡμῖν ὁ πᾶς ἐνέστηκε λόγος, ἴδωμεν
τί βούλεται καὶ τὰ διὰ ταύτην δηλούμενα. Τῶν συνα‐575

24

.

577

νακειμένων τις τῷ Σωτῆρι ἐν τῇ τοῦ Φαρισαίου οἰκίᾳ καὶ συνεστιωμένων, ἐκ τῶν αὐτοῦ λόγων κινηθεὶς, μακαρίζει τὸν καταξιωθησόμενον φαγεῖν ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Οἶμαι δ’ αὐτὸν τοῦτο εἰρηκέναι
5διὰ τὸ φάναι τὸν Σωτῆρα τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον, μὴ πλουσίους κάλει, ἀλλὰ πτωχοὺς, καὶ μακάριος ἔσῃ, Πρὸς τοῦτον οὖν φησιν· Ἄν‐ θρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ τὰ ἑξῆς. Ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες.
10 Ἐπὶ τὸ λογικὸν συμπόσιον οὐκ ἀπήντησαν, φιλή‐ δονοι μᾶλλον ὄντες ἢ φιλόθεοι, καὶ τῆς ὕλης ἢ τοῦ Θεοῦ· φιληδονίας μὲν γὰρ δεῖγμα γυνή· ἀγρὸς δὲ καὶ ζεύγη τῆς φιλοχρημοσύνης. Πολλοὺς μὲν οὖν κεκλῆ‐ σθαί φησι ἐπὶ τὸ μέγα δεῖπνον καὶ τὸ καθ’ ὅλης τῆς οἰ‐
15κουμένης λογικὸν συμπόσιον τῶν ἱερῶν καὶ θείων Γρα‐ φῶν, μὴ μὴν τοὺς πάντας τῆς χάριτος ἐπιτυγχάνειν· ἀποστερεῖσθαι γὰρ αὐτῆς τῶν κεκλημένων τοὺς περὶ ἕτερα ἠσχολημένους. Περισπᾷν γὰρ καὶ ἀφέλκειν τῆς κλήσεως τὰς τοῦ βίου φροντίδας διδάσκει· ταύτας
20δ’ εἶναι διαφόρους ἢ γὰρ περὶ τὰ κτήματα καὶ ἀγροὺς ἀσχολούμενοι, ταῦτα τῆς κλήσεως προτετιμήκασιν, ὡς παραιτήσασθαι τολμῆσαι διὰ ταῦτα τὴν κλῆσιν· ἢ περὶ τὰς τοῦ βίου πραγματείας κατατριβόμενοι· ἢ δεσμῷ γάμων καὶ παίδων ἐμπεπλεγμένοι· ἤ τισιν
25ἄλλοις τοιούτοις φροντίσμασιν ἠσχολημένοι. Ταῦτα γὰρ καὶ τοιαῦτα ἐπάγειν καὶ περιέλκειν εἴωθε τοὺς διὰ ταῦτα τὴν χάριν παραιτεῖσθαι τολμῶντας, καὶ τὸν κλήτορα, καὶ τὸ τῆς καινῆς διαθήκης συμπόσιον, καὶ τὴν λογικὴν τροφήν· ὧν ἁπάντων ἐστέρησαν ἑαυ‐
30τοὺς, κατὰ μὲν τὴν ἀποδοθεῖσαν ἑρμηνείαν, οἱ προ‐ τιμήσαντες τῆς οὐρανίου κλήσεως τὰ ἡδέα τοῦ παρ‐ όντος βίου, πλοῦτον δηλαδὴ καὶ πραγματείας καὶ γάμον, καὶ διὰ ταῦτα τὴν χάριν παραιτησάμενοι· κατὰ δ’ ἑτέραν ἐκδοχὴν οἱ πρῶτοι τῆς κλήσεως ἠξιω‐
35μένοι, οὗτοι δ’ ἦσαν οἱ ἐκ περιτομῆς, οἳ δὴ προφάσει τῆς περὶ τὸ κρεῖττον ἀσχολίας τὴν κλῆσιν ὕβρισαν. Ὡς γὰρ ἔχοντες ἀγροὺς τὰ παρ’ αὐτοῖς ἀμφιλαφῆ ἀναγνώσματα, καὶ ὡς βόας ἀροτῆρας κεκτημένοι τοὺς παρ’ αὐτοῖς προφήτας, καὶ ὡς ἂν σοφίᾳ τινὶ οἷα δὴ
40γυναικὶ συμβιοῦντες, τὴν εὐαγγελικὴν ἐξευτέλισαν χάριν. —Ἐπειδὴ δὲ ἦσαν οὕτω παχεῖς τὴν καρδίαν, ἐξυφαίνει παραβολὴν ἀποχρώντως ἔχουσαν εἰς παρά‐ δειξιν τῆς ἐπ’ αὐτοῖς ἐσομένης οἰκονομίας· πρὸς γὰρ τὸ μακάριος ἔσῃ ἀποβλέπων, καὶ πρὸς τὸ ἀνταπο‐
45δοθήσεταί σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων, ὁ συνανακείμενος μακαρίζει τὸν μέλλοντα καταξιοῦσθαι τοῦ ἐν τῇ βασιλείᾳ ἄρτου. Οὗτος δὲ ἦν ὁ κατ’ ἀντ‐ απόδοσιν τῆς εἰς τοὺς πτωχοὺς φιλανθρωπίας, ἐν τῇ ἀναστάσει τῶν δικαίων ἀποδοθησόμενος τῷ μακαρι‐

24

.

577

(50)

ζομένῳ, τῆς ἀναστάσεως καὶ τῆς τοῦ Θεοῦ βασιλείας μιᾶς καὶ τῆς αὐτῆς νοουμένης. Πρὸς οὖν τὸν εἰρη‐ κότα, Μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, τίς ἂν γένοιτο οὗτος ὁ μακάριος, διὰ τῆς παραβολῆς ὁ Σωτὴρ παρίστησιν. Ἐπειδὴ τοίνυν ἐκλήθησαν πολλοὶ εἰς τὸ πάντα
55ἕτοιμα φέρον δεῖπνον (τῆς γὰρ βασιλείας ἀξίως ὁ οἰ‐ κοδεσπότης τὸ τοιοῦτον ποιεῖ δεῖπνον), παρῃτήσαντο
δὲ τὴν χάριν, περὶ μὲν τούτων ἀπόφασις ἐξενήνεκται577

24

.

580

ἡ φήσασα ὅτι· Οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων, καὶ διὰ τὰς βιωτικὰς ἀσχολίας παρ‐ αιτησαμένων, γεύσεταί μου τοῦ δείπνου· ἑτέρους δ’ ἀντὶ τούτων τοὺς μὴ περιπεπλεγμένους ταῖς τοῦ
5βίου πραγματίαις, καταξιωθήσεσθαί φησι τοῦ μακα‐ ρίου δείπνου, πτωχούς τινας καὶ τυφλοὺς καὶ ἀναπή‐ ρους, τοὺς μηδαμῶς παραιτησαμένους τὴν κλῆσιν, διὰ τὸ μήτε ἀγοράζειν, μήτε πιπράσκειν, μήτε γάμῳ σχολάζειν, μήθ’ ὑφ’ ἑτέρων τινῶν τοιούτων περιέλ‐
10κεσθαι, προθύμως δὲ καὶ ἑτοίμως καταδέχεσθαι τὴν χάριν· οὓς ὁ καλέσας πρῶτον μὲν ὑγιεῖς καταστήσει, οἷός τε ὢν ῥᾳδίως πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν θεραπεύειν· ἔπειτα, etc. (ut col. 573). Ὧν ἁπάντων ἐστέρησαν ἑαυτοὺς οἱ παραιτησάμενοι, τῆς Ἰουδαίων
15συναγωγῆς οἱ ἄρχοντες· μεθ’ οὓς ἡ πληθὺς ὑπήκου‐ σεν, ὡς πλατείαις πόλεως τῇ κατὰ νόμον πολιτείᾳ ζῶσα. —Τάχα δὲ διὰ τούτων τοὺς ἐξ ἐθνῶν ᾐνίττετο, τῷ αὐτοῦ λόγῳ προσιέναι μέλλοντας. Τοιοῦτοι δὲ ὑπῆρχον οἱ πρὶν εἰδωλολάτραι ὑπὸ δαιμόνων πονηρῶν
20τὰς ψυχὰς λελωβημένοι· οὓς ἀκολούθως τῇ ἐπαγγε‐ λίᾳ ὑποδεξάμενος ὁ ἑστιάτωρ, πρῶτα μὲν σώους καὶ ὑγιεῖς ἀποκαταστήσει, ἀνοίξας τυφλῶν ὀφθαλμοὺς, πᾶσάν τε νόσον καὶ πᾶσαν μαλακίαν τῶν ψυχῶν αὐτῶν ἰασάμενος· ἔπειτα τὸ πνευματικὸν αὐτοῖς παραθήσει
25δεῖπνον. Πρῶτοι μὲν οὖν ἐκλήθησαν οἱ ἐκ περιτομῆς, οἳ καὶ τὴν χάριν καθύβρισαν· δεύτεροι δὲ μετ’ ἐκεί‐ νους οἱ ἐκ τῶν ἀλλοφύλων ἐθνῶν, οἱ πρὶν τὰς διανοίας τυφλοὶ καὶ ἀνάπηροι καὶ χωλοὶ καὶ κωφοὶ, οἳ καὶ προθύμως ὑπήκουσαν· εἶεν δ’ ἂν ἐν πλατείαις μὲν
30οἱ τὴν εὐρύχωρον τῆς ἀπωλείας ὁδὸν βαδίζοντες, καὶ βιοῦντες ἄνευ διδαχῆς καὶ δογμάτων· ἐν δὲ ῥύμαις, οἱ συστέλλοντες τὴν κακίαν οἵᾳ δήποτε προφάσει· οἱ δὲ λοιποὶ, οἱ ἐξ ἐσχάτων ἀπὸ τῶν ὁδῶν καὶ φρα‐ γμῶν καλούμενοι τρίτοι, αἱ ἐν ᾅδου ψυχαί· πολλαὶ
35γὰρ ὁδοὶ τῶν ἐξελθόντων τὸν βίον τοῦτον· αἷς ἐκή‐ ρυξε μετὰ τὴν ἀπόθεσιν τοῦ σώματος ὁ Σωτήρ· φι‐ λανθρώπως δ’ ἀνάγκην προσάγει τοῖς οὐκέτι αὐτεξ‐ ουσίοις. Τοιοῦτον μὲν δὴ τὸ δεῖπνον, ὅπερ ἐνταῦθα τοῖς δαιτυμόσιν ἡτοίμασται· καὶ τοιοῦτοί τινες οἱ κα‐
40λούμενοι, οἱ μὲν ἀπειθεῖς, καὶ διὰ τοῦτο ἀπομένοντες ἄγευστοι· οἱ δὲ εὐπειθεῖς, καὶ διὰ τοῦτο προλαμβα‐ νόμενοι. Σὺ δέ μοι ἐντεῦθεν μετάβα τῇ διανοίᾳ, etc. (ut col. 572). Μακάριοι γοῦν οἱ νῦν πεινῶντες καὶ δι‐ ψῶντες τὴν δικαιοσύνην, ὅτι τότε χορτασθήσονται, τοῦ
45δείπνου τοῦ βασιλικοῦ ἐμφορούμενοι καὶ μεταλαμβά‐ νοντες τοῦ ἄρτου τῆς ζωῆς, καὶ τῆς εὐφροσύνης τοῦ καινοῦ ποτηρίου. Ὧν τὰ σύμβολα ἐπιτελῶν πρὸ τοῦ πάθους ὁ Σωτὴρ, Οὐ μὴ πίω, ἔφη, ἀπ’ ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέ‐

24

.

580

(50)

ρας ἐκείνης, ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς ἐμοῦ· πλήρης ἀγαθῶν τράπεζα, ἧς μεταλήψονται οἷς τὴν διαθήκην διέθετο, διὰ τὸ μεμενηκέναι μετ’ αὐτοῦ ἐν τοῖς πειρασμοῖς, ἵν’ ἐσθίωσι καὶ πίνωσιν ἐπὶ τῆς τραπέζης αὐτοῦ, ἄρτῳ μὲν οὐρανίῳ ψυχῶν ἁγίων θρεπτικῷ τραφησό‐
55μενοι, οἴνου δὲ τοῦ καινοῦ γεννήματος τῆς ἀληθινῆς ἀμπέλου μεταληψόμενοι, ἣν αὐτὸς ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ γεωργῶν τὸ καινὸν ἐξ αὐτῆς γέννημα τοῖς τότε ἀξίοις παρέξει. Ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου.
Ἐνταῦθα τοὺς ἐν προκοπῇ γενομένους συγχωρη‐579

24

.

581

τικοὺς εἶναι τοῖς πταίουσι βούλεται, θεραπεύων δει‐ νὴν νόσον ἐν αὐτοῖς πολλάκις ἐμφυομένην, ἐκκόπτων τὴν κατὰ τῶν πταιόντων ἀποτομήν. Κατεπαίρεσθαι γοῦν εἰώθαμεν, ὡς μήτε παρακλήσεις τῶν ἡμαρτη‐
5κότων, μήτε τῶν ὑπὲρ αὐτῶν πρεσβευόντων ἱκετηρίας παραδέχεσθαι· μηδὲ μὴν ὑπολογίζεσθαι ὅσα δὴ καὶ αὐτοὶ οἱ ἄνθρωποι πταίοντες συγγνώμης τῆς παρὰ τοῦ μεγάλου κριτοῦ δεόμεθα. Εἰκότως οὖν παρὰ τῷ Ματθαίῳ καὶ τῇ παραβολῇ κέχρηται, ἐν ᾗ ὀφειλέται
10εἰσάγονται, ὁ μὲν μυρία τάλαντα ὀφείλων, ἃ καὶ ἀφείθη αὐτῷ προσπεσόντι· ὁ δὲ ἑκατὸν δηνάρια, ἐφ’ οἷς ἀπεπνίγετο παρὰ τοῦ ἀφεθέντος τὰ πολλὰ ἐκεῖνα τάλαντα. Δι’ ἧς διδάσκει, ὅτι μὴ ἄλλως τυχεῖν δυνα‐ τόν ἐστι τῆς βασιλείας, κἂν πολλά τις κατορθώσῃ, μὴ
15τὸν ἀγαθὸν Θεὸν μιμησάμενος κατὰ τὸ ἀμνησίκακον· ἐπειδήπερ ἡ βασιλεία, κρίσει τοὺς ἀξίους παραδεχο‐ μένη, τοὺς μὴ συγχωρητικοὺς καὶ τὸν ἀγαθὸν τῶν ὅλων κριτὴν κατὰ τοῦτο μιμουμένους οὐ παραδέχε‐ ται. Οὐ γὰρ ἂν ἔχει τις εἰπεῖν τοσαῦτά τινα πεπλημ‐
20μεληκέναι εἰς ἑαυτὸν, ὅσα περ αὐτὸς τὸν πάντα χρό‐ νον τῆς αὐτοῦ ζωῆς παρὰ τὸ βούλημα τοῦ Θεοῦ πράξας ὀφειλέτης ἐστί· ποτὲ μὲν γὰρ διὰ τοῦ λόγου πταίομεν, ποτὲ δὲ δι’ αἰσχρῶν καὶ πονηρῶν ἐπιθυμημάτων τε καὶ πράξεων. Πλὴν ὅμως τοσαῦτα πταίοντες, οὐκ
25ἀπογινώσκομεν τὰς παρὰ τῷ Θεῷ ἐλπίδας, διὰ τὸ φι‐ λάνθρωπον καὶ ἀνεξίκακον ἐλεημονικόν τε καὶ συγχω‐ ρητικὸν τοῦ Θεοῦ. Οὐκοῦν ἕπεται τῷ αὐτῷ μέτρῳ, καὶ ἡμᾶς μετρεῖν τοῖς εἰς ἡμᾶς ἁμαρτάνουσι· μηδὲ κατὰ τὸν Πέτρον ἀκριβολογεῖσθαι τῇ φιλανθρωπίᾳ,
30καὶ μέχρις ἑβδόμου ἀριθμοῦ τοῖς εἰς ἡμᾶς ἡμαρτη‐ κόσι συγχωρεῖν· κατὰ δὲ τὸν συμπαθῆ καὶ ἐλεήμονα Σωτῆρα μέχρι τοῦ ἑβδομηκοντάκις ἑπτά· οὐ πάντως τὰ τοσαῦτα περιεργαζομένους ἁμαρτήματα, καὶ ὥσπερ ἀναγραφὴν αὐτῶν ποιουμένους καθ’ ἑκάστην ἡμέραν,
35ἐκ δὲ τούτου τὸ ἀπεριόριστον διδασκομένους. Πυθο‐ μένου γὰρ τοῦ Πέτρου ἐπὶ πόσοις τοῖς εἰς ἡμᾶς ἁμαρ‐ τανομένοις συγχωρεῖν δέοι, καὶ ἀριθμὸν ὁρίσαντος τὸν ἕως ἑπτάκις, ὁ Σωτὴρ τὸν ἕως ἑβδομηκοντάκις ἐπτὰ εἰσήγαγε, καθ’ ὃν δεῖ καὶ ἡμᾶς ἀφιέναι, εἰδότας
40καὶ πεπεισμένους, ὡς ἔσται καιρὸς καθ’ ὃν συναρθή‐ σεται πρὸς ἡμᾶς λόγος ὑπὸ τοῦ πάντων κριτοῦ τε καὶ βασιλέως, ἐπειδὰν οἱ πάντες παραστῶμεν τῷ βή‐ ματι αὐτοῦ, ὅτε ᾧ μέτρῳ μετροῦμεν, ἀντιμετρηθήσε‐ ται ἡμῖν. Ὁ μὲν γὰρ μέγας βασιλεὺς ἐντεῦθεν ἤδη
45πᾶσιν ἡμῖν τοῖς χρεωφειλέταις πολλῶν ταλάντων κατὰ τὸ πρέπον αὐτοῦ τῇ φιλανθρωπίᾳ τὸ πᾶν ἀνῆκε χρέος, δοὺς ἄφεσιν ἁμαρτημάτων καὶ ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον· ἡμεῖς δ’ ἐπὶ βραχέσι πταίσμασι τοὺς συνδούλους ἀποπνίγομεν, καὶ παρακαλούμενοι

24

.

581

(50)

οὐ συγχωροῦμεν τὰ εἰς ἡμᾶς ἐπταισμένα, μὴ ἐπι‐ μετροῦντες τὰ ἴσα οἷς παρὰ Θεοῦ τετυχήκαμεν τοῖς ἡμετέροις οἰκέταις. Εὐλόγως οὖν ἀγανάκτησις καθ’ ἡμῶν ἐξενεχθήσεται· καὶ ὁ τὴν πᾶσαν ἡμῖν ὀφειλὴν ἀφεὶς Δεσπότης οὐκέτ’ ἀφήσει ἡμῖν· ἀλλ’ ᾧ μέτρῳ
55μεμετρήκαμεν ἀσυμπαθεῖ καὶ ἀνελεεῖ καὶ ἀποτόμῳ, ἐπιμετρήσει ἡμῖν· καὶ τὸν ἐξ ἡμῶν κατὰ τῶν ἡμε‐
τέρων συνδούλων ὅρον καθ’ ἡμῶν ἐπαρτήσει. Ἐφεύ‐581

24

.

584

ροι δέ τις ἑαυτῷ μέθοδον ἀγαθῆς ἀποφάσεως τῆς ἐπὶ τοῦ δικαιωτηρίου ἐξενεχθησομένης, εἰ προλαβὼν γέ‐ νοιτο φιλάνθρωπος καὶ τῶν εἰς αὐτὸν ἁμαρτανομέ‐ νων συγχωρητικός.
5Καὶ ἐροῦσιν ὑμῖν· Ἰδοὺ ὧδε, ἢ ἰδοὺ ἐκεῖ. Ταῦτα κατὰ μὲν τὸν Ματθαῖον ἐλέγετο περὶ τῆς ἐρημώσεως Ἱερουσαλήμ· διὸ καὶ προσέκειτο· Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· ἐνταῦθα δὲ περὶ τῶν καιρῶν τοῦ Ἀντιχρίστου προλέ‐
10γει· διὸ οὐ πρόσκειται τοῦτο. Πρῶτον δεῖ αὐτὸν πολλὰ παθεῖν Αἰνίττεται δὲ καὶ ἐν τούτοις τήν ποτε γενησομένην ἀποστασίαν εἰπών· Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ πα‐ θεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης,
15δηλονότι τῆς τῶν ἀνθρώπων· ἀποβληθῆναι γὰρ καὶ ἀποδοκιμασθῆναι τὸν περὶ αὐτοῦ λόγον, πολλά τε παθεῖν τὸν αὐτοῦ λαὸν, ἐθέσπισεν· εἴτε ἐν τοῖς μετὰ ταῦτα διωγμοῖς, καθ’ οὓς μυρία πέπονθεν αὐτός τε βλασφημούμενος ὁ Σωτὴρ παρὰ τοῖς ἀνθρώποις, ἤ τε
20Ἐκκλησία αὐτοῦ καὶ ὁ λόγος ἐλαυνόμενος καὶ πολε‐ μούμενος· εἴτε πρὸς τῷ πάντων τέλει, καθ’ ὃ ἀπο‐ δοκιμασθήσεται πάμπαν ἀποβληθεὶς ἀπὸ τῆς τῶν ἀν‐ θρώπων γενεᾶς. Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις τοῦ Νῶε, κ. τ. λ.
25 Οὕτω τοίνυν, ὡς εἴρηται, ἐκβληθέντος διὰ τὴν ἀποστασίαν τοῦ λόγου τοῦ εὐαγγελικοῦ, κατὰ τὴν ὁμοίωσιν τῶν ἐπὶ τοῦ κατακλυσμοῦ συμβεβηκότων, ὁ κατὰ τῶν ἀσεβῶν ὄλεθρος ἐπιστήσεται, φησί. Ἀλλ’ ὡς τότε πάντας μὲν ἀπώλεσεν, οὐ μὴν καὶ τοὺς συν‐
30ηγμένους ἅμα τῷ Νῶε ἐν τῇ κιβωτῷ, οὕτω καὶ ἐπὶ τῆς αὐτοῦ παρουσίας οἱ μὲν ἀσεβεῖς κατὰ τὸν καιρὸν τῆς ἀποστασίας τρυφαῖς καὶ μέθαις καὶ γά‐ μοις καὶ ταῖς τοῦ βίου ἡδοναῖς κατατριβόμενοι ὁμοίως τοῖς ἐπὶ τοῦ Νῶε κατακλυσθέντες ἀπολοῦνται. Ὑπὲρ
35δὲ τοῦ μή τινα νομίσαι δι’ ὕδατος καὶ τούτους κατα‐ κλυσθήσεσθαι, ἀναγκαίως τῷ ἐπὶ τοῦ Λὼτ κέχρηται παραδείγματι, Καθὼς ἐγένετο, λέγων, ἐν ταῖς ἡμέ‐ ραις Λὼτ, ἤσθιον, ἔπινον, καὶ τὰ ἑξῆς· ᾟ δὲ ἡμέρα ἐξῆλθε Λὼτ ἀπὸ Σοδόμων ἔβρεξε πῦρ ἀπ’ οὐρα‐
40νοῦ καὶ ἀπώλεσε πάντας. Κατὰ τὰ αὐτὰ ἔσται ᾗ ἡμέρᾳ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται· σφόδρα ἀποῤῥήτως καὶ φοβερῶς διδάσκων ὅτι πυρὶ καὶ θείῳ ἀπ’ οὐρανοῦ καταπεμπομένῳ τοὺς ἀσεβεῖς πάντας ἡ ὀργὴ μετελεύσεται· διὸ τοῖς μὲν ἡμέραν
45ταύτην ἐπιστῆναι εὐχομένοις ἀσεβέσιν ἡ προφητικὴ φωνὴ ἐπανατείνεται λέγουσα· Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου! Ἵνα τί; Ὑμῖν αὕτη ἔσται σκότος, καὶ οὐ φῶς, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα ταλαιπωρίας καὶ ἀφανισμοῦ. Σφόδρα δὲ

24

.

584

(50)

ἀκριβῶς καὶ ἐνταῦθα ἐτήρησεν ὁ Σωτὴρ οὐ πρότερον τὸ πῦρ εἰπὼν ἀπ’ οὐρανοῦ καὶ τὸ θεῖον κατεληλυ‐ θέναι ἐπὶ τοὺς ἐν Σοδόμοις ἀσεβεῖς, ἢ τὸν Λὼτ ἐξελ‐ θεῖν, καὶ χωρισθῆναι ἐξ αὐτῶν. Οὕτω καὶ ἐπὶ τοῦ κατακλυσμοῦ οὐ πρότερον ἐπῆλθεν οὗτος καὶ πάντας
55ἀπώλεσε τοὺς κατὰ γῆν οἰκοῦντας, ἢ τὸν Νῶε εἰσελ‐
θεῖν εἰς τὴν κιβωτόν. Κατὰ τὰ αὐτὰ τοίνυν καὶ ἐπὶ583

24

.

585

τῆς συντελείας οὐ πρότερον ἔσεσθαι τὸν κατακλυσμὸν τῆς ἀπωλείας τῶν ἀσεβῶν φησιν, ἢ συναχθῆναι εἰς τὴν ἐπουράνιον τοῦ Θεοῦ κιβωτὸν, καὶ διασωθῆναι τοὺς τότε εὑρεθησομένους τοῦ Θεοῦ ἀνθρώπους, κατὰ
5τὸ παράδειγμα τὸ ἐπὶ τοῦ Νῶε· οἷς καὶ λεχθήσεται κατὰ καιρὸν τὸ προφητικὸν ἐκεῖνο· Βάδιζε, λαός μου, εἴσελθε εἰς τὸ ταμεῖόν σου, καὶ τὰ ἑξῆς, ἕως οὗ παρέλθοι ἡ ὀργὴ Κυρίου· ὥσπερ καὶ ἐπὶ τοῦ Λὼτ ἐποίησεν, ἵνα μὴ οἱ δίκαιοι συναπόλωνται τοῖς
10ἀσεβέσιν· οὕτως καὶ ἐπὶ τῆς συντελείας τοῦ αἰῶνος οὐ πρότερον αὕτη ἔσται, ἢ πάντας τοὺς ἐπὶ γῆς δι‐ καίους καὶ θεοσεβεῖς ἀφορισθῆναι τῶν ἀσεβῶν, καὶ συναχθῆναι εἰς τὴν ἐπουράνιον τοῦ Θεοῦ κιβωτόν· οὕτω γὰρ μηκέτι μηδενὸς δικαίου ἐν ἀνθρώποις εὑρισκομένου, πάντων δὲ ἀθέων ἀσεβῶν τῶν ὑπὸ τοῦ Ἀντιχρίστου γεγονότων, τῆς τε ἀποστασίας καθ’ ὅλης
15τῆς οἰκουμένης κρατησάσης, ἡ τοῦ Θεοῦ ὀργὴ τοὺς ἀσεβεῖς μετελεύσεται. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἂν ἔσται ἐπὶ τοῦ δώματος, κ. τ. λ. Σημαίνει δὲ διὰ τούτων τὸν κατὰ τῶν θεοσεβῶν ἐπενεχθησόμενον διωγμὸν ὑπὸ τοῦ υἱοῦ τῆς ἀπωλείας.
20Ἡμέραν δὲ ἐκείνην ὀνομάζει τὸν χρόνον τὸν πρὸ τῆς συντελείας, ἐν ᾧ φησιν· Ὁ φεύγων μὴ ἐπιστρεφέ‐ τω, μηδὲ μιμητὴς γινέσθω τῆς γυναικὸς Λὼτ, ἥτις μετὰ τὸ φυγεῖν καὶ ἔξω γενέσθαι τῆς Σοδομιτῶν χώρας, στραφεῖσα εἰς τὰ ὀπίσω, ἀπενεκρώθη, στήλη
25ἁλὸς γενομένη. Ἀφειδεῖν γὰρ τότε προσήκει οὐχ ὑπαρχόντων μόνον, ἀλλὰ καὶ τῆς ἑαυτῶν ζωῆς τε καὶ ψυχῆς τοὺς ἐν μέσῳ τῆς ἀποστασίας καταληφθησο‐ μένους, μήποτε, βουληθέντες τῆς ἑαυτῶν περιποιή‐ σασθαι προσκαίρου ζωῆς, σὺν ταύτῃ καὶ τὴν αἰώνιον
30ζωὴν ἀπολέσειαν, τῇ ἀποστασίᾳ ἑαυτοὺς παρα‐ δόντες. Ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, κ. τ. λ. Σφόδρα δὲ θαυμαστῶς τὸν τῆς ἀποστασίας καιρὸν καὶ τὴν στέρησιν τοῦ νοεροῦ λογικοῦ φωτὸς νύκτα
35ὠνόμασε· νυκτὸς γὰρ καὶ σκότους χείρων ἡ τότε τῶν ἀνθρώπων ἔσται κατάστασις διὰ τὴν ἐπικρατήσασαν αὐτῶν ἄνοιάν τε καὶ πλάνην. Διό φησι· Λέγω ὑμῖν· Δύο ἔσονται ἐπὶ κλίνης καὶ δύο ἐπὶ μυλῶνος, εἷς παραλαμβανόμενος ὡς ἀλλότριος τῆς ὀργῆς, καὶ
40εἷς ἀφιέμενος, ὥστε τῇ ὀργῇ παραδοθησόμενος, ὁ θησαυρίσας ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς· δι’ ὧν παρίστησι τὸν χωρισμὸν τῶν ἁγίων καὶ θεοφιλῶν ψυχῶν τὸν ἀπὸ τῶν ἀσεβῶν. Ἵνα γὰρ μὴ ἀδιακρίτως ἐπελθοῦσα ἡ ὀργὴ καὶ τῶν δικαίων παραλήψεται,
45προλαβὼν ὁ Θεὸς ὥσπερ τὸν Λὼτ προεξήγαγε τῆς Σοδόμων καταστροφῆς. Τὸν αὐτὸν τρόπον καὶ πρὸ τῆς συντελείας, πρὶν ἐπελθεῖν τὴν κατὰ τῶν ἀσεβῶν ὀργὴν, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶσιν οἱ δίκαιοι, χωρισμὸς ἔσται τῶν θεοφιλῶν ψυχῶν, ἀγγέλων αὐτὰς

24

.

585

(50)

διαχωριζόντων καὶ παραληψομένων· ὥστε ἐν μιᾷ στρω‐ μνῇ δυοῖν κατακειμένων ἕνα μὲν τὸν τοῦ Θεοῦ ἄξιον παραλαμβάνεσθαι, τὸν δὲ ἕτερον καταλείπεσθαι, ὡς ἄξιον τῆς τότε καταληψομένης τοὺς ἀσεβεῖς ὀργῆς. Καὶ ἐπὶ τῶν ὑφ’ ἑνὶ μυλῶνι ἀληθουσῶν, ὁ αὐτὸς λόγος
55ἔσται. Ἀληθούσας δὲ ὠνόμασε τὰς τὸν εὐτελῆ καὶ585

24

.

588

πενιχρὸν καὶ ἔσχατον ἐν ἀνθρώποις διαντλούσας βίον· ἐπὶ κλίνης δὲ τοὺς τὸν ἐλεύθερον καὶ ἄνετον βίον μετ‐ ερχομένους. Τοῦτο δὲ παραστήσει ἡ Μωϋσέως γραφὴ ἐν ᾗ φησιν ὁ λόγος ἥξειν τὴν ὀργὴν ἀπὸ πρωτοτόκου
5Φαραὼ, καὶ ἕως τῆς ἀληθούσης καὶ πεσσούσης ἐν τῷ μυλῶνι. Τὰ γὰρ ἄκρα τῶν κατ’ ἀνθρώπους βίων, τοῦ τε ἐνδόξου τοῦ ἀπεῤῥιμμένου καὶ ἐσχάτου, διὰ τούτων ὁ λόγος παρέστησεν· οὕτως οὖν καὶ ἐνταῦθα δύο ἐπὶ κλίνης μιᾶς εἰσήγαγε, τοὺς τὴν ἐλευθέραν
10ζωὴν μετιόντας αἰνιξάμενος· ὁ εἷς παραληφθήσεται, ὁ ἄξιος τῆς ἀπὸ τοῦ Θεοῦ ἐκλογῆς· ὁ δὲ ἕτερος ἀφε‐ θήσεται, δηλονότι ὁ τῆς ὀργῆς οἰκεῖος· ὡσαύτως δύο ἀλήθουσαι εἶεν ἂν αἱ ἐν ἀνθρώποις τὸν ἄτιμον καὶ πενιχρὸν βίον μετιοῦσαι· ὧν πάλιν ἡ κρείττων παρα‐
15ληφθήσεται, ἡ δὲ ἑτέρα ἀφεθήσεται. Λέγουσιν αὐτῷ· Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί. Ἐρωτησάντων τῶν μαθητῶν· Κύριε, ποῦ; καὶ βουληθέντων μαθεῖν ποῦ καταλειφθήσεται ὁ ἕτερος
20τῶν (μὴ) παραληφθέντων· Ὅπου, φησὶ, τὸ σῶμα, τὸ πτῶμα κατὰ Ματθαῖον, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί· ὥσπερ οἰωνούς τινας νεκροβόρους, τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου αἰνιξάμενος, τοὺς τότε διώκοντας τοὺς ἁγίους τοῦ Θεοῦ· ὧν ἐπὶ τὸ αὐτὸ συν‐
25αχθέντων, ἐκεῖ καὶ παρ’ αὐτοῖς συναχθήσεται ὁ ἀνάξιος τῆς παραλήψεως. Ἦν δ’ οὗτος τῶν ἐπὶ κλί‐ νης καθευδόντων ὁ ἕτερος· ἢ τῶν ἀληθουσῶν ἡ μία· οἳ καὶ παραδοθήσονται τοῖς ἐπισυναχθεῖσι κατ’ αὐτῶν ἀετοῖς. Ἀετοὺς δὲ καὶ τοὺς τῆς Ἱερουσαλὴμ πολιορ‐
30κητὰς ὁ προφητικὸς λόγος ὠνόμασεν· ὡς ὅτε περὶ τοῦ Ναβουχοδονόσορ λέγει· Ὁ ἀετὸς ὁ μέγας ὁ μεγα‐ λοπτέρυγος· μή ποτ’ οὖν καθ’ ἑτέραν διάνοιαν αἱ τιμωρητικαὶ καὶ κολαστικαὶ δυνάμεις, αἱ τοὺς ἀσε‐ βεῖς μετελευσόμεναι, διὰ τῶν ἐνταῦθα λεγομένων
35ἀετῶν ἐδηλώθησαν· αἷς ἵνα μὴ παραδοθῶμεν, ἑξῆς ὁ Σωτὴρ παραινεῖ εὐχαῖς σχολάζειν. Κριτής τις ἦν τὸν Θεὸν μὴ φοβούμενος. Ἐπισυνάπτει γοῦν καὶ παραβολὴν τὴν περὶ τοῦ κριτοῦ τῆς ἀδικίας, πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι
40καὶ μὴ ἐκκακεῖν. Τὸ δὲ εἰπεῖν· Ἆρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; ἔκλει‐ ψιν δηλοῖ τῆς πίστεως, ὡς μηδένα πιστὸν εὑρεθήσε‐ σθαι, ἢ εἴ που ἄρα σπάνιόν τινα κατὰ τὸν τῆς δευτέ‐ ρας αὐτοῦ θεοφανείας χρόνον. Ὅπερ μέγα τεκμήριον
45τυγχάνει τοῦ καιροῦ τῆς ἀποστασίας, ἐν ᾧ σπάνιος ἔσται ὁ εὑρεθησόμενος πιστός· τάχα δὲ οὐδὲ εἷς ἔσται, διὰ τὸ τοὺς μὲν παραληφθήσεσθαι, τοὺς δὲ κατα‐ λειφθήσεσθαι τοῖς ἀετοῖς παραδοθησομένους· οὕτω τε ἐξ ἀνθρώπων ἐκλειπούσης τῆς πίστεως, αὐτὸς λοι‐

24

.

588

(50)

πὸν ἐπιστήσεται τὴν ἐκδίκησιν ποιησόμενος τῶν ἁγίων αὐτοῦ τῶν ὑπὸ τῶν ἀσεβῶν ἀνῃρημένων. Ἐν τάχει δὲ ποιήσει τὴν ἐκδίκησιν, διὰ τὸ βοᾷν πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· βοᾷν δὲ πρὸς αὐτὸν ἐδίδαξε διὰ τῆς παραβολῆς τοῦ κριτοῦ τῆς ἀδικίας.
55Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μα‐ κρὰν λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι.
Τοσαῦτα διὰ τῆς παραβολῆς διδασκόμεθα, τὴν587

24

.

589

μέλλουσαν αὐτοῦ καὶ μηδέπω παροῦσαν βασιλείαν, κἂν αἰσθητὴν ταύτην τινὲς ἐφαντάζοντο, τὴν ἀπὸ γῆς εἰς οὐρανὸν μετάστασίν τε καὶ ἀνάληψιν, τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ θεοφάνειαν, τὴν κριτικὴν καὶ τοῦ
5κατ’ ἀξίαν ἑκάστῳ διανεμητικὴν ἐξουσίαν, τὴν τῶν οἰκείων αὐτοῦ καὶ πιστῶν θεραπευόντων εὐδοκίμησιν, τὴν τῶν μὴ τοιούτων κατάγνωσιν, τὴν τῶν πολιτῶν τοῦ βασιλέως κατ’ αὐτοῦ συσκευὴν, τὴν μετελευσο‐ μένην αὐτοὺς ἐπαξίως ὧν ἔδρασαν δίκην· ταῦτα γὰρ
10ὁμοῦ πάντα διὰ τῶν ἐκτεθεισῶν φωνῶν ἐδήλου. Καὶ πρῶτον μὲν ἄνθρωπον αὐτὸς ἑαυτὸν ὠνόμαζε διὰ τὴν κατὰ σάρκα γέννησιν, τὴν κατὰ ἄνθρωπον αὐτῷ συ‐ στᾶσαν· ἔπειτα εὐγενῆ, ἀλλ’ οὔπω βασιλέα ἑαυτὸν ἐκάλει, διὰ τὸ μηδέπω τῇ βασιλικῇ ἀξίᾳ κατὰ τὴν
15πρώτην θεοφάνειαν κεχρῆσθαι. Τῆς δ’ εὐγενείας αὐ‐ τοῦ μάρτυρες οἱ τοῦ γένους καὶ τῆς ἐκ προγόνων δια‐ δοχῆς τὴν ἱστορίαν γραφῇ παραδεδωκότες· ὧν ὁ μέν τις, τὴν κατὰ ἀνθρώπους εὐγένειαν αὐτοῦ παριστὰς, ἔνθεν δή ποθεν εὐηγγελίζετο λέγων· Βίβλος γενέσεως
20Ἰησοῦ Χριστοῦ υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ· εἶθ’ ἑξῆς τούτοις τὴν γενεαλογίαν δι’ ἐπιδήμων ἀνδρῶν καὶ διὰ βασιλικοῦ γένους ἐπ’ αὐτὸν κατάγων ἵστη‐ σιν· ὁ δὲ τὴν ἀνωτάτω καὶ πρὸ πάντων αἰώνων ἐκ Θεοῦ γέννησιν αὐτοῦ διδάσκων, τὴν ἀληθῶς πρώτην
25καὶ μόνην εὐγένειαν παρεδίδου λέγων· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Πάντα δι’ αὐτοῦ ἐγένετο. Ἀλλὰ γὰρ οὗτος ὁ πρὸ πάντων αἰώνων Θεὸς Λόγος, γενόμενος ἄνθρωπος εὐγενὴς, καὶ τὸν σὺν ἀνθρώποις
30διεξελθὼν βίον τὸν ἐμφερόμενον ταῖς περὶ αὐτοῦ εὐαγγελικαῖς γραφαῖς, μετὰ τὴν παρὰ ἀνθρώποις αὐτάρκη διατριβὴν, ἐπανιὼν πρὸς τὸν ἑαυτοῦ Πα‐ τέρα, ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βα‐ σιλείαν καὶ ὑποστρέψαι. Χώραν δὲ μακρὰν τὴν ἀπὸ
35γῆς εἰς οὐρανὸν ἄνοδον ἐδήλου· λαβεῖν τε τὴν βα‐ σιλείαν αὐτὴν ἐκείνην φησὶν, ἣν ὁ προφήτης Δανιὴλ ᾐνίττετο λέγων· Καὶ ἰδοὺ Υἱὸς ἀνθρώπου ἐπὶ νε‐ φελῶν ἐρχόμενος ἦν· καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία. Εὖ δὲ καὶ τὸ λαβεῖν
40εἴρηται· πάντως γὰρ τοῦ Πατρὸς διδόντος ἐλάμβανε, κατὰ τό· Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου· ἃ δὴ δοθέντα αὐτῷ παρὰ τοῦ Παλαιοῦ τῶν ἡμερῶν ὑποδεξάμενος, αὖθις ἐπανήξει. Διό φησι λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι·
45καὶ ὅπως δὲ ποιήσεται τὴν ἐπάνοδον, ὁ θεῖος Ἀπόστο‐ λος διασαφεῖ λέγων· Ὅτι αὐτὸς ὁ Κύριος ἐν κε‐ λεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπὸ οὐρανοῦ. Ἡ δὲ ἀποδημία καὶ τὴν μακροθυμίαν δηλοῖ. Ἔδει δὲ αὐτὸν ἀναγ‐

24

.

589

(50)

καίως εἰς τὴν δηλωθεῖσαν μακρὰν χώραν στεί‐ λασθαι, κἀκεῖ χρόνον διατρίψαι πολλῶν ἕνεκα· ὡς ἂν ἐν τῷ μεταξὺ οἱ αὐτοῦ θεράποντες τῆς ἑαυτῶν ἐργα‐
σίας τὴν δοκιμὴν δοῖεν.589

24

.

592

Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς. Ἐσήμαινε τοίνυν διὰ τῶν λαβόντων τὰς μνᾶς τοὺς ἑαυτοῦ μαθητὰς, οἷς ἀνὰ μίαν μνᾶν παραδοὺς, ἴσην
5τε καὶ ὁμοίαν πᾶσιν ἐγχειρίσας τὴν οἰκονομίαν, πρα‐ γματεύσασθαι παρεκελεύσατο, ἕως ἂν ἐπανέλθῃ τῆς μακρᾶς ἀποδημίας. Ἡ δὲ πραγματεία οὐκ ἄλλη τις ἦν ἀλλὰ τὸ κήρυγμα τὸ περὶ τῆς αὐτοῦ βασιλείας εἰς πάντας ἀνθρώπους ὑπὸ τῶν αὐτῶν αὐτοῦ μαθη‐
10τῶν κατηγγελμένον. Ἀλλ’ ἓν μὲν ἦν τοῦτο, ἐπεὶ καὶ μία τῶν πάντων διδασκαλία, καὶ μία πίστις, καὶ ἓν βάπτισμα καὶ ὁ αὐτὸς λόγος· διὸ καὶ μία ἡ μνᾶ, διάφορος δὲ αὐτοῖς ἡ ἐργασία ἐγένετο, καὶ ἡ πραγμα‐ τεία λαμπρὰ, ὅ τ’ ἐπὶ ταύτῃ πόρος πλούσιος. Καὶ
15ταῦτα μὲν ἦν ὧν ἕνεκα τὴν μακρὰν πορείαν ὁ εὐγε‐ νὴς ἐστέλλετο ἄνθρωπος. Ὅθεν ἐλέγετο αὐτῷ ὑπὸ τοῦ Πατρός· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ποίους δὲ, εἴ τις πύθοιτο μαθεῖν ἐθέλων, ἐχθροὺς, ὁ
20διὰ τῆς παραβολῆς διδάξει λόγος, συμπολίτας εἰσ‐ άγων τοῦ βασιλέως μισοῦντας αὐτὸν καὶ παραιτουμέ‐ νους αὐτοῦ τὴν ἀρχὴν, γυμνῇ τε τῇ κεφαλῇ λέγοντας καὶ ἀχαλίνῳ στόματι· Οὐ θέλομεν τοῦτον βασιλεύειν ἐφ’ ἡμᾶς. Ἀλλ’ οἱ μὲν, καίπερ ὄντες πολῖται, τὸν
25βασιλέα ἠρνοῦντο, ὁ δὲ ὑπὸ τοῦ Πατρὸς ἀκούει· Κά‐ θου ἐκ δεξιῶν μου, ἕως ἂν ὑπὸ πόδας τεθῶσιν οἱ ἐχθροί σου· καί· Κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Ἐπεὶ δὲ ἔξαρνοι τῆς βασιλείας αὐτοῦ ἐγένοντο οἱ ἐχθροὶ αὐτοῦ πολῖται, εἰκότως πρὸς αὐτοὺς ἔφασκεν·
30Ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Ποῖον δὲ ἦν τὸ ἔθνος τὸ τῆς βασιλείας ἄξιον, ἐδήλου ὁ εἰπών· Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Ἐδήλου δὲ πολίτας ἐχθροὺς
35αὐτοῦ οὐχ ἑτέρους τοῦ Ἰουδαίων ἔθνους, οἳ δὴ, πρῶ‐ τοι τῆς τοῦ Σωτῆρος χάριτος ἠξιωμένοι, τοῖς ἐναν‐ τίοις αὐτὸν ἠμύναντο. Διὸ περὶ αὐτῶν προφητικῶς ἔλεγεν· Ἀνταπεδίδοσάν μοι πονηρά· ἀντὶ ἀγαπᾷν με, ἐνδιέβαλλόν με, καὶ ἐπολέμησαν δωρεὰν, καὶ
40ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσαν· δι’ ὧν προβάλλεσθαι εἰώθασι κατ’ αὐτοῦ βλασφήμων λόγων, κατευχόμενοί τε αὐ‐ τοῦ, καὶ μόνον οὐκ αὐτοῖς λέγοντες τοῖς ἔργοις· Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ’ ἡμᾶς. Διὸ δὴ οὐ μόνον
45τῆς βασιλείας στερηθήσονται, ἀλλὰ καὶ πείσονται τὰ ἐπίχειρα τῆς αὐτῶν δυσσεβείας. Πολίτας δὲ αὐτοὺς διὰ τῆς παραβολῆς ὠνόμαζεν, ἅτε δὴ ἐκ τῆς αὐτῆς ὁρμωμένους αὐτῷ συγγενείας· ἐπεὶ καὶ αὐτὸς ἐκ τῶν αὐτῶν ὡρμᾶτο προπατόρων κατὰ τὴν ἔνσαρκον αὐτοῦ

24

.

592

(50)

γένεσιν, καὶ ἐπείπερ τῆς νομίμου ὁμοίως αὐτοῖς μετ‐ ῄει πολιτείας. Ταῦτα μὲν οὖν παραστατικὰ ἂν εἴη τῆς πρώτης αὐτοῦ ἀφίξεως. Ἐπεὶ δὲ ταῦτα ὁ Σωτὴρ τοῦτον ἐδίδαξε τὸν τρόπον, ἀκολούθως τὴν ἐπάνοδον αὐτοῦ τὴν ἔνδοξον καὶ βασιλικὴν παρίστη, μαρτυρό‐
55μενος ὁποίαν τότε ποιήσεται τὴν κατὰ πάντων δι‐
καιοκρισίαν· τοῖς μὲν γὰρ εὖ καὶ πιστῶς τὴν μνᾶν591

24

.

593

πολυπλασιάσασι τὴν πρέπουσαν ἀποδιδοὺς ἀμοιβὴν, συνάρχειν αὐτῷ καὶ συμβασιλεύειν ἐπιτρέψει· τῷ δὲ κατ’ ὄκνον καὶ ῥᾳθυμίαν ἠμεληκότι τῆς τοῦ Δεσπό‐ του παρακελεύσεως, ἀργίαν τε καὶ σχολὴν ἠγαπηκότι, μηδὲ βουληθέντι τὸν πόνον ὑπομεῖναι τῆς
5πραγματείας, πικρὰν ἐπαρτήσει δίκην. Ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. Βασιλεῖαι γὰρ αὗται, πρέπουσαι προαγωγαὶ, ἀρχὰς ἀνθρώπων καὶ ἡγεμονίας τῶν ἀτελεστέρων ἔτι ψυ‐ χῶν τοῖς ἐν ὀλίγῳ τὴν δοκιμὴν παρεσχημένοις, ἐπ‐
10αξίως ὧν ἐπραγματεύσαντο κατὰ τὸν πρῶτον βίον, χαριζόμεναι. Μάθοις δ’ ἂν τῶν εἰρημένων δούλων τὸ γνήσιον, καὶ τὸ πιστὸν τῆς πραγματείας ἔργοις αὐ‐ τοῖς παραλαβών· ὡς εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκου‐
15μένης τὰ ῥήματα αὐτῶν. Δι’ αὐτῶν γὰρ ἐκείνων τῶν τοῦ Σωτῆρος γνωρίμων, καὶ διὰ τῶν μετὰ ταῦτα τὸν ὅμοιον ἐκείνοις ἐπανῃρημένων ζῆλον, ἐξ ἁπάντων τῶν ἐθνῶν ἀφορισθεῖσα τῷ Θεῷ Ἐκκλησία, ἐν ὀλίγῳ χρόνῳ τὴν σύμπασαν οἰκουμένην ἐπλήρου. Καὶ καθ’
20ἕτερον δὲ τρόπον τὴν ἐργασίαν ποιήσονται οἱ τὸν σω‐ τήριον λόγον τὸν εὐαγγελικὸν πιστευθέντες, δι’ ἔργων καὶ πράξεων, βίου τε καὶ πολιτείας θεοπρεποῦς, τὰς τοῦ λόγου διδασκαλίας ἀποπληροῦντες. Ὧν τοὺς μὲν διαφόρως ἐργασαμένους, διαφόροις τιμαῖς ἀμείψεται
25ὁ δίκαιος κριτὴς, ἀποδώσων ἑκάστῳ τὴν προσήκου‐ σαν ἐν ἀγαθοῖς ἀμοιβήν· τῷ δ’ ἐγκρύψαντι τοὺς λό‐ γους καὶ καταδήσαντι παρ’ ἑαυτῷ, μηδέν τε εἰρ‐ γασμένῳ πονηρῷ δούλῳ καὶ ὀκνηρῷ, τἀπίχειρα τῆς πονηρίας ἐποίσει. —Τὸ ἐπάνω δέκα ἢ πέντε πόλεων
30ἀρχήν τινα καὶ ἐξουσίαν δηλοῖ δοθησομένην τοῖς ἁγίοις κατὰ ὑποδεεστέρων καὶ τοῦ διευθύνεσθαι ἀξίων. Ἀλλὰ γὰρ τῶν μὲν αὐτοῦ θεραπόντων τοιαύτην ποιήσεται τὴν διάκρισιν· τῶν δὲ μὴ τῆς αὐτῆς δου‐
35λείας κατηξιωμένων, ἄλλως δὲ πολιτῶν αὐτοῦ γεγε‐ νημένων, ἐν ἐχθρῶν δὲ καὶ μισούντων αὐτὸν χώρᾳ ἑαυτοὺς καταλεξάντων, πρεσβείαν τε ἀπεσταλκότων ἀπαρνουμένην αὐτοῦ τὴν βασιλείαν, ὁποῖον ἔσται τέ‐ λος, παρίστη δι’ ὧν ἐπανελθόντα τὸν βασιλέα κατὰ
40τὴν δευτέραν καὶ βασιλικὴν αὐτοῦ θεοφάνειαν, φο‐ βερὰν ἀπόφασιν ἐξοίσειν κατ’ αὐτῶν προὔλεγε τὴν φήσασαν· Πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ’ αὐτοὺς, ἀγάγετε ὧδε, καὶ κατασφάξατε ἔμπροσθέν μου.
45Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Αὐτὸς μὲν ἔργα θεϊκῆς δυνάμεως ἐπιτελῶν, τε‐ ραστίας καὶ παραδόξους πράξεις ἐνεδείκνυτο, ἐδί‐ δασκέ τε οὐράνια μαθήματα· οἱ δ’ ἀποθαυμάζειν δέον, γνωρίζειν τε ἐκ τῶν λόγων καὶ τῶν πράξεων,

24

.

593

(50)

ὡς ἄρα αὐτὸς εἴη ὁ Χριστὸς ὁ ὑπὸ τῶν προφητῶν κε‐ κηρυγμένος, τοῦτο μὲν οὐκ ἔπραττον, ἐπ’ ἀνατροπῇ δὲ τοῦ πλήθους ἐπιστάντες ἀθρόως, ἐπετίμων πυνθα‐ νόμενοι ἐν ποίᾳ ἐξουσίᾳ εἴη ταῦτα ποιῶν, καὶ παρὰ τίνος εἰλήφει τὴν τοῦ τὰ τοιάδε πράττειν ἀδεῶς ἐξου‐
55σίαν. Ἐρωτήσω ὑμᾶς κἀγὼ, κ. τ. λ.
Ἀνεξικάκως καὶ πράως αὐτοὺς δεξάμενος ὁ Κύ‐593

24

.

596

ριος ἀνερωτᾷ περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ, οὐ πόθεν εἴη αὐτὸς, ἀλλὰ πόθεν τὸν τοῦ βαπτίσματος νόμον εἰλήφοι. Τὸ μὲν γὰρ αὐτὸν περὶ ἑαυτοῦ μαρτυρεῖν ἐπαχθὲς ἡγεῖτο καὶ περιαυτολόγον· τὸ δ’ ἐπὶ Ἰωάν‐
5νην ἀναπέμπειν λεληθυῖαν τὴν περὶ ἑαυτοῦ διδασκα‐ λίαν περιεῖχεν· ὡμολόγητο γὰρ παρὰ παντὶ τῷ λαῷ Ἰωάννης ἐξ οὐρανῶν ὡρμημένος. Οὗτος δὲ αὐτὸς ἐμαρτύρει τῷ Σωτῆρι πόθεν εἴη τὴν ἐξουσίαν εἰλη‐ φώς. Ὡς γὰρ ἀπήγγελλον αὐτῷ τινες, ὅτι Ἰησοῦς
10βαπτίζει, ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ δύναται ἄν‐ θρωπος λαμβάνειν ἀφ’ ἑαυτοῦ οὐδὲν, ἐὰν μὴ ᾗ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ ἄνωθεν. Αὐτοὶ ὑμεῖς μαρτυρεῖτέ μοι, ὅτι εἶπον· Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστὸς, ἀλλ’ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν
15ἐκείνου· καὶ πάλιν· Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί· καὶ αὖθις· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον. Οὐκοῦν ἀπὸ τῆς Ἰωάννου περὶ αὐτοῦ μαρτυρίας δῆλος ἦν ἐν
20ποίᾳ ἐξουσίᾳ ταῦτα ἔπραττεν ὁ Σωτὴρ, καὶ τίς αὐτῷ δεδώκει τὴν τοιαύτην ἐξουσίαν. Ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ, καὶ ἄστροις. Τηνικαῦτα γὰρ τῆς συντελείας τοῦ θνητοῦ βίου γενομένης, παρελθόντος τε τοῦ σχήματος τοῦ κόσμου
25τούτου κατὰ τὸν Ἀπόστολον, νέος αἰὼν διαλήψεται. Ἀντὶ γὰρ πάντων τῶν αἰσθητῶν φωστήρων τῶν πρὶν φωτιζόντων τὸν πρὸ τούτου αἰῶνα ἐπιλάμψει λοιπὸν αὐτὸς καὶ ἐπιφανήσεται ὁ Σωτὴρ ἡμῶν, ἀρχηγὸς καὶ φωστὴρ, καὶ βασιλεὺς τοῦ νέου αἰῶνος
30καταστησόμενος. Τοσαύτη δέ τις ἔσται ἡ τῆς θεότη‐ τος αὐτοῦ δύναμις, καὶ ἡ ἀνυπέρβλητος αὐτοῦ δόξα, ὡς τὸν νῦν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς λοιποὺς ἐν οὐρανῷ φωστῆρας διὰ τὴν τοῦ κρείττονος παράθεσιν ἀποκρυβῆναι καὶ καλυφθῆναι τῇ αὐ‐ τοῦ δυνάμει.
35Τῶν ὑπερχομένων τῇ οἰκουμένῃ. Τίνα δὲ τὰ ἐπερχόμενα, ἑρμηνεύει συνάπτων· Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Τοῦ γὰρ Υἱοῦ τοῦ Θεοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς ἐπιστησομένου, καὶ τὴν ἄθεον καὶ μεγάλαυχον τυραν‐
40νίδα τοῦ υἱοῦ τῆς ἀπωλείας καταργεῖν μέλλοντος τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, ἀναλίσκειν τε τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, τῶν τε ἐπουρανίων πνευμάτων καὶ τῶν θείων καὶ ἀγγελικῶν λειτουργῶν τοῦ Θεοῦ τὸν Υἱὸν τοῦ Θεοῦ δορυφορούντων καὶ σὺν
45αὐτῷ παρεσομένων, αἱ δυνάμεις τῶν οὐρανῶν σαλευ‐ θήσονται· ὡς τότε πληροῦσθαι τό· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Ποῦ δὲ εἰσελεύσεται ἢ εἰς τὸν νέον αἰῶνα καὶ τὴν καινὴν οἰκουμένην; Καὶ δὴ τῶν δυνάμεων τῶν

24

.

596

(50)

ἀφανῶν καὶ ἀσωμάτων, δι’ ὧν ὁ σύμπας οὐρανὸς διοικεῖται, τῆς ἐξ αἰῶνος στάσεως παρακινηθεισῶν, καὶ αὐτὸς ὁ σύμπας οὐρανὸς ἥλιός τε καὶ σελήνη, καὶ ἀστέρες παρελεύσονται, ἀνοιγομένου τοῦ οὐρανοῦ, καὶ τῶν ἐξ αἰῶνος κεκλεισμένων αὐτοῦ πυλῶν ἀναπε‐
55ταννυμένων, ὡς ἂν ὀφθεῖεν τὰ ὑπουράνια, καὶ ἡ ἐξ
αἰῶνος τοῦ Θεοῦ βασιλεία φανηθείη τοῖς πᾶσιν· ἢν595

24

.

597

δὴ καὶ προσεύχεσθαι ᾗ τάχος ἐπιστῆναι, αὐτὸς ὁ Σω‐ τὴρ ἐδίδαξε, λέγειν ἐν τῇ προσευχῇ παρακελευόμε‐ νος· Ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλη‐ μά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· οὕτω τε
5τῶν φθαρτῶν καὶ σωματικῶν παρελθόντων, τὰ νοητὰ καὶ οὐράνια ἐπιστήσεται· ὅτε καὶ ἡ ἀσάλευτος βασι‐ λεία τοῦ μηκέτι παρελευσομένου αἰῶνος καθηγήσε‐ ται, καινός τε καὶ νέος οὐρανὸς, γῆ τε καινὴ συστή‐ σεται κατὰ τὸν φήσαντα προφήτην· Ἔσται οὐρανὸς
10καινὸς καὶ ἡ γῆ καινὴ, ἃ ἐγὼ ποιῶ μένειν ἐν‐ ώπιόν μου, λέγει Κύριος. Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Αἱ τὸν πρότερον αἰῶνα διακονησάμεναι δυνάμεις ἐν τῇ συστάσει τοῦ προτέρου κόσμου, τοῖς τε αἰσθη‐
15τοῖς μέρεσι τοῦ παντὸς ἐπιστατήσασαι, τότε δὴ σα‐ λευθήσονται, ὡς ἂν κρείττονος τύχοιεν στάσεως. Τέως μὲν γὰρ δουλεύουσι φθαρτοῖς σώμασι διακονού‐ μεναι, κατὰ δὲ τὸν νέον αἰῶνα ἐλευθερωθήσονται καὶ αὐταὶ ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθε‐
20ρίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ἐπὶ μὲν γὰρ τοῦ παρόντος στενάζει ἡ κτίσις τῇ φθορᾷ τῶν αἰσθη‐ τῶν σωμάτων δουλεύουσα, καὶ τὴν οἰκείαν στάσιν φυλάττουσα, ἐν ᾗ κατέστησεν αὐτὴν ὁ τοῦ παντὸς Κύριος· τότε δὲ, κατὰ τὴν σωτήριον θεοφάνειαν ἐλευ‐
25θερωθεῖσα τῆς νῦν στάσεως, ἐπὶ τὰ κρείττω μεταβή‐ σεται. Ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν. Λέγει δὲ ταῦτα πρὸς τοὺς μαθητὰς, οὐχ ὡς
30μέλλοντας αὐτοὺς ζήσεσθαι, καὶ παραμένειν τῷ βίῳ μέχρι τῆς συντελείας, ἀλλ’ ὡς ἑνὸς ὄντος σώματος αὐτῶν τε καὶ ἡμῶν, τῶν τε μετὰ ταῦτα μέχρι τῆς συντελείας εἰς αὐτὸν πεπιστευκότων, καὶ δι’ αὐτὸν κατὰ τὸν παρόντα βίον τεταπεινωμένων. Τότε γοῦν
35ἀπολαβόντες τὰς ἐπαγγελίας ἐφ’ αἷς ἠλπίζομεν, ἀνα‐ κύψομεν οἱ τότε συγκεκυφότες, καὶ ἐπαροῦμεν τὰς κεφαλὰς ἡμῶν οἱ πάλαι τεταπεινωμένοι. Ἡ γὰρ ἀπο‐ λύτρωσις ἡμῶν ἡ προσδοκωμένη αὐτὴ ἐκείνη ἔσται, ἣν καὶ ἡ πᾶσα κτίσις προσδοκᾷ κατὰ τὴν ἀποστολικὴν
40διδασκαλίαν, ἣν καὶ Παῦλος ἀπεκδεχόμενος στενάζει ταῖς σωτηρίοις φωναῖς δουλεύων. Πότε δὲ ἐγγίζει ἡ ἀπολύτρωσις, ἀκριβῶς ἐδίδαξεν εἰπὼν, ὅτι τούτων ἀρ‐ χομένων γίνεσθαι. Μὴ γὰρ ἀρχομένων, ἀλλ’ ἤδη εἰς ἔργα χωρούντων τῶν λεγομένων, οὐκέτι ἐγγίζειν εἰ‐
45κὸς τὴν ἀπολύτρωσιν, ἀλλ’ ἔργοις ἐπιτελεῖσθαι. Ὁ δὲ θεῖος Ἀπόστολος καὶ ὅλης αὐτῆς τῆς κτίσεως ἀπολύ‐ τρωσιν καὶ ἐλευθερίαν τότε γενήσεσθαι διδάσκει, διὰ τὸν μέλλοντα καὶ αὐτῆς γίνεσθαι ἐπὶ τὸ κρεῖττον μετασχηματισμόν. Διό φησι· Καὶ αὐτὴ ἡ κτίσις

24

.

597

(50)

ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ἀφθάρτων γὰρ ἁπάντων καὶ ἀθανάτων τῶν τέκνων τοῦ Θεοῦ τὸν νέον οἰκησάντων αἰῶνα, ἐχρῆν δήπου καὶ τὴν κτίσιν αὐτὴν τὴν νῦν τῇ φθαρτῇ φύσει δου‐
55λεύουσαν, εἰς ἄφθαρτον οὐσίαν μεταβαλεῖν, τῆς παρού‐ σης καταστάσεως ἐλευθερωθεῖσαν. Εὐκαίρως μέντοι
τῷ· Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρ‐597

24

.

600

χόμενον ἐν νεφέλῃ μετὰ δόξης, παραθήσεις τὴν τοῦ Δανιὴλ προφητείαν, δι’ ἧς καὶ ὁ Υἱὸς τοῦ ἀνθρώ‐ που, καὶ ἡ νεφέλη, καὶ ἡ τῷ τοῦ ἀνθρώπου δοθησο‐ μένη βασιλεία ἐθεωρεῖτο. Ἀλλὰ τότε μὲν εἷς προφή‐
5της θείῳ Πνεύματι θεοφορούμενος τὸ μέλλον ἔσεσθαι ἐθεᾶτο· κατὰ δὲ τὸν τῆς συντελείας καιρὸν πάντες, ὥς φησιν ὁ Σωτὴρ, αὐτὸν ὄψονται ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως πολλῆς ζωοποιητικῆς καὶ φω‐ τιστικῆς τοῦ νέου αἰῶνος, καὶ μετὰ δόξης πολλῆς, τῆς πατρικῆς δηλαδὴ θεότητος.
10 Πότε δὲ ταῦτα ἔσται; Ὅταν πληρωθῶσι καιροὶ ἐθνῶν. Περαιωθείσης γὰρ τῆς ὡρισμένης τοῖς ἔθνεσι προθεσμίας, ἔσται σημεῖα τῆς τοῦ κόσμου συντελείας. Ποταπὰ δὲ σημεῖα, τῷ Ματθαίῳ ὁ Λουκᾶς παρεχώρη‐ σεν ἐξειπεῖν. Ἐχρῆν γὰρ, μέλλοντος τοῦ μεγάλου
15φωστῆρος, αὐτοῦ δὲ τοῦ Θεοῦ Λόγου μετὰ δυνάμεως καὶ δόξης πολλῆς τὴν δευτέραν αὐτοῦ ποιεῖσθαι παρ‐ ουσίαν ὑποστέλλεσθαι καὶ ὑπαναχωρεῖν τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, ἵνα ἀντὶ πάντων αὐτὸς ὁ Υἱὸς τοῦ ἀνθρώπου καταλάμψας φωτίσῃ τὸν
20νέον αἰῶνα, τοῦ προτέρου σχήματος τοῦ κόσμου παρελθόντος κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν, ἥ φη‐ σι· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου· ἐπειδὰν οὖν τοῦτο παρέλθοι τὸ σχῆμα, συμπαρελεύ‐ σεται αὐτῷ καὶ ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ οἱ ἀστέρες.
25Σκοτισθήσεται δὲ ὁ ἥλιος τότε, οὐχ ὥστε στερηθῆναι τοῦ οἰκείου φωτὸς, ἀλλὰ παραθέσει τοῦ κρείττονος ἀμαυρούμενος· ἀμοιβῆς γοῦν τῶν αὐτοῦ καμάτων καὶ αὐτὸς τεύξεται, ἑπταπλασίων γενησόμενος· ἥ τε σελήνη καὶ αὐτὴ ἔσται ὡς ὁ ἥλιος· καὶ οἱ ἀστέρες δὲ
30τῆς ὁμοίας τεύξονται ἐπὶ τὸ κρεῖττον μεταβολῆς. Ἀρ‐ γήσει δὲ τότε ὁ ἥλιος καὶ ἡ σελήνη· ἀλλ’ οὐδὲ ἄστρων τις ἔσται τότε χρεία, νυκτὸς μὴ οὔσης· ἀναπαύσονται δὲ καὶ αὐτοὶ ἐλευθερωθέντες σὺν τῷ οὐρανῷ· οὕτω τε ὁ νέος αἰὼν ἀνήλιος ἔσται καὶ ἀσέληνος, καὶ ἄναστρος,
35ἡμέρας τοῦ ἡμετέρου φωτὸς τὰς ἁγίας καταυγαζού‐ σης ψυχάς. Τίνα γε μὴν τὰ ἐπερχόμενα τῇ οἰκουμένῃ μετὰ τὸ τοὺς φωστῆρας σκοτισθῆναι, καὶ διὰ τί, καὶ πόθεν ἡ συνοχὴ τῶν ἐθνῶν ἔσται, παρίστησιν ἑξῆς λέγων·
40Ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου ἀπο‐ ψυχόντων ἀνθρώπων. Καί μοι δοκεῖ τῆς τότε γενη‐ σομένης τοῦ παντὸς τροπῆς τὴν ἀρχὴν ἔσεσθαι διδά‐ σκειν ἀπὸ ἐκλείψεως τῆς ὑγρᾶς οὐσίας. Ταύτης γὰρ πρώτης ἀναποθείσης ἢ ἀποπαγείσης, ὡς μηκέτ’ ἦχον
45θαλάσσης ἀκούσεσθαι, μηδὲ τὸν τῶν κυμάτων αὐτῆς σάλον γίνεσθαι δι’ αὐχμὸν ὑπερβάλλοντα, τὰ λοιπὰ μέρη τοῦ κόσμου μηκέτι τῆς συνήθους μεταλαμβά‐ νοντα ἀναθυμιάσεως ἐκ τῆς ὑγρᾶς οὐσίας ἀναπεμπο‐ μένης, τροπὴν καὶ μεταβολὴν πείσεται· ὡς ἐκ τούτου

24

.

600

(50)

γενήσεται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ, καὶ ἄστροις. Ἀνακλήσεώς τε γὰρ τοῦ παντὸς γενομένης, καὶ συν‐ τελείας τοῦ κόσμου, καὶ παράγοντος τοῦ σχήματος τούτου τοῦ φαινομένου (παρελεύσεται γὰρ τὰ πρῶτα ἵν’ ἐπιστῇ τὰ δεύτερα), ἀκόλουθον ἦν καὶ τῶν κατ’
55οὐρανὸν φωστήρων τροπήν τινα ἔσεσθαι. Ταῦτα δὲ ἐπὶ τέλει τῶν χρόνων ἔσται, τῆς ἀποστα‐
σίας ἐνεργουμένης. Μελλούσης γὰρ τὰ τῆς θεομαχίας599

24

.

601

τέρατα καταργεῖν τῆς ἐπιφανείας τοῦ Σωτῆρος, τὰ τῆς ὀργῆς προοίμια ἐκ τῶνδε ἄρξεται, ἐξ αὐχμῶν δηλαδὴ καὶ ἀπορίας ἤχου θαλάσσης· οὗ γενομένου ἐπακολουθήσει συνοχὴ τῶν ἐπὶ γῆς ἐθνῶν, ἀποψυχόν‐
5των ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερ‐ χομένων τῇ οἰκουμένῃ. Τίνα δὲ τὰ ἐπερχόμενα, ἑρμη‐ νεύει συνάπτων ἑξῆς καὶ λέγων· Αἱ γὰρ δυνά‐ μεις τῶν οὐρανῶν σαλευθήσονται· τοῦ Υἱοῦ τοῦ Θεοῦ μετὰ δόξης ἐπιστησομένου, καὶ τὴν με‐
10γάλαυχον τυραννίδα τοῦ υἱοῦ τῆς ἁμαρτίας καταργεῖν μέλλοντος, τῶν τε ὑπερουρανίων ταγμάτων δορυφο‐ ρούντων. Καὶ εἶπε παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν, κ. τ. λ. Οὕτω καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα γινό‐ μενα, κ. τ. λ.
15 Ποῖα ταῦτα γινόμενα ἀλλ’ ἢ τὰ προλεγόμενα; Ἱε‐ ρουσαλὴμ πατουμένην ὑπὸ ἐθνῶν, τὴν συμπλήρωσιν τῶν καιρῶν τῶν ἐθνῶν, τοὺς τῆς ἀποστασίας χρό‐ νους, τὰ ἐν τοῖς φωστῆρσι καὶ τοῖς ἄστροις σημεῖα, τὴν ἐπὶ γῆς συνοχὴν τῶν ἐθνῶν, τὴν ἔκλειψιν καὶ
20ἀπορίαν τοῦ ἤχου τοῦ σάλου τῆς θαλάσσης. Ταῦτα, φησὶν, ἅπαντα ὅταν ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐπὶ θύραις ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ἑτέρα οὖσα παρὰ τὰ προλεχθέντα. Τὰ μὲν γὰρ προοίμια ἦν καὶ μελλόντων ἀγαθῶν σημεῖα, ὡς καὶ οἱ τῆς συκῆς ἁπα‐
25λοὶ κλάδοι καὶ τὰ φύλλα σημεῖα τοῦ μέλλοντος θέρους τῆς τε τῶν λοιπῶν φυτῶν καὶ σπερμάτων καρποφο‐ ρίας· τὰ δὲ τοῦ μέλλοντος καὶ τῆς ἐν αὐτῷ συστησο‐ μένης βασιλείας οὐρανῶν προοίμια καὶ σημεῖα τὰ προλεχθέντα ἦν. Αὕτη δὲ ἡ βασιλεία καὶ τὰ ἐν αὐτῇ
30οὐκέτι λόγῳ παραδοτέα, οὐδὲ θνητῶν ἀκοαῖς λεκτέα. Διόπερ ἀποσιωπητέον ταῦτα. Ὀφθαλμὸς γὰρ οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώ‐ που οὐκ ἀνέβη ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγα‐ πῶσιν αὐτόν. Πλὴν ὥσπερ κατὰ τὸν ἐνεστῶτα βίον
35ἥλιος μετὰ χειμερίους τροπὰς ἔαρος ἐνισταμένου θερ‐ μὴν ἀκτῖνα βάλλων, τὰ ὑπὸ γῆν κρυπτόμενα ζωοποιεῖ σπέρματα, τοῦ προτέρου μεταβαλόντα σχήματος, νεα‐ ρὰ δὲ φύει καὶ τέθηλεν, ὡραίαν καὶ πολυανθῆ τὴν τῶν ἄρτι φυέντων βλάστην παρεχόμενα· κατὰ τὸν αὐτὸν
40τρόπον καὶ ἡ ἔνδοξος τοῦ Μονογενοῦς τοῦ Θεοῦ ἄφι‐ ξις, φωτὸς ζωογόνοις ἀκτῖσι τὸν νέον αἰῶνα καταυ‐ γάσασα, τὰ ἀποκρυφθέντα πάλαι κατὰ τὸν ἔμπροσθεν αἰῶνα, καὶ ἐν τῷ παντὶ κόσμῳ διασκεδασθέντα σπέρ‐ ματα, τουτέστι τοὺς ἐν γῆς χώματι κεκοιμημένους,
45κρείττοσι σώμασιν ἢ κατὰ τὰ πρότερον θειότερόν τε μετεσχηματισμένοις εἰς φῶς προάξει· καὶ τοῦ θανά‐ του καταργηθέντος, αὐτὴ λοιπὸν ἡ ζωὴ βασιλεύσει τοῦ νέου αἰῶνος. Οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη. Ποία γενεὰ ἀλλ’ ἡ καινὴ καὶ νέα, ἣν αὐτὸς συν‐ εστήσατο; περὶ ἧς ἐν προφητείαις εἴρητο· Γραφήτω

24

.

601

(50)

αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον· καὶ πάλιν· Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη. Διόπερ δεικτικῶς εἰς τοὺς ἀποστόλους αὐτοῦ, καὶ τὴν ἐξ αὐτῶν καὶ δι’ αὐ‐ τῶν καθ’ ὅλης τῆς οἰκουμένης συστησομένην καινὴν
55γενεὰν τῆς ἁγίας Ἐκκλησίας αὐτοῦ ἀφορῶν, ἔλεγεν·
Οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα γέ‐601

24

.

604

νηται. Διαμενεῖν γάρ φησι καὶ διαρκέσειν τὸν λαὸν αὐτοῦ καὶ τὴν Ἐκκλησίαν εἰς ἐκεῖνο καιροῦ εἰς ὅτε αὐτοπτήσειε πάντα, καὶ τὰς ἐκβάσεις τῶν τοῦ Σωτῆ‐ ρος προῤῥήσεων ὀφθαλμοῖς παράλαβοι.
5Προσέχετε ἑαυτοῖς μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ. Διεγείρει τοὺς μαθητὰς ἐπὶ τὸ πάντοτε ἑτοίμους εἶναι παρασκευαζομένους εἰς τὴν αὐτοῦ παρουσίαν, ἐφ’ ἣν αὐτὸς ἡμᾶς παρορμῶν τοὺς πάντας τῆς διδα‐
10σκαλίας ἐποιεῖτο λόγους· νήφειν τε καὶ ἐγρηγορέναι παρακελεύεται, καὶ ἀγρυπνεῖν διὰ πάσης τῆς τοῦ θνητοῦ βίου νυκτὸς, διὰ τὸ μηδενὶ γνώριμον τὸν και‐ ρὸν τῆς συντελείας ὑπάρχειν. —Ἀλλ’ ὑμῖν γε, φησὶ, φυλακτέον τὸ ἐντεῦθεν βάρος, ἵνα δυνήσησθε νήφειν,
15μήποτε ἐπιστῇ αἰφνίδιος ἐφ’ ὑμᾶς ἡ ἡμέρα ἐκείνη· περὶ ἧς καὶ ὁ ἱερὸς Ἀπόστολος παρῄνει γράφων· Ἀδελφοὶ, οἴδατε ἀκριβῶς, ὅτι ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται. Ὅταν δὲ εἴπωσιν εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐφίσταται
20ὄλεθρος. Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σκότει, ἵνα ὑμᾶς ἡ ἡμέρα ὡς κλέπτης καταλάβῃ· πάντες γὰρ ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας. Γρηγορητέον οὖν ἡμῖν οὐ μόνον διὰ τὴν ἀθρόαν καὶ ἀπροσδόκητον τοῦ Δε‐ σπότου ἄφιξιν, ἀλλὰ καὶ διὰ τὸν κλέπτην τὸν ἐφε‐
25δρεύοντα. Ὁ δὲ κλέπτης ἐστὶν ὁ καιρὸς τῆς ἑκάστου τελευτῆς· ἢ καὶ ὁ μέλλων τὴν ἑκάστου ψυχὴν παρα‐ λαμβάνειν ἄγγελος. Ὡς παγὶς γὰρ ἡ τοῦ Κυρίου παρουσία ἐπελεύσεται ἐπὶ πάντας τοὺς ἐν τῇ γῇ· οἱ μὲν οὖν προσέχοντες ἑαυτοῖς σώζονται, ὥσπερ δορκὰς
30ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος· οἱ δὲ τῇ μέθῃ βεβαρημένοι, καὶ εἰς θάνατον ὑπνώττοντες, ἐκ‐ πίπτουσιν εἰς ἀδόκητον κίνδυνον. Ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ δεόμενοι, κ. τ. λ. Τούτοις συνᾴδων ὁ Ἀπόστολος ἔλεγε· Διὰ τοῦτο
35ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμε‐ νοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. Ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου.
40 Τοιούτων ἔσται πλήρης ἀγαθῶν τράπεζα, ἧς με‐ ταλήψονται οἷς τὴν Διαθήκην διέθετο διὰ τὸ μεμενη‐ κέναι μετ’ αὐτοῦ ἐν τοῖς πειρασμοῖς· ἵνα ἐσθίωσι καὶ πίωσιν ἐπὶ τῆς τραπέζης αὐτοῦ· ἄρτῳ μὲν οὐ‐ ρανίῳ ψυχῶν ἁγίων θρεπτικῶς τραφησόμενοι, οἴνου
45δὲ τοῦ καινοῦ γεννήματος τῆς ἀληθινῆς ἀμπέλου μεταληψόμενοι· ἣν αὐτὸς ὁ τῶν ὅλων Θεὸς γεωργῶν τὸ καινὸν ἐξ αὐτῆς γέννημα τοῖς τότε ἀξίοις παρέξει. Ὁ δὲ ἠρνήσατο αὐτὸν, λέγων· Γύναι, οὐκ οἶδα αὐτόν.

24

.

604

(50)

Ὅρα δὲ τὸ φιλάληθες τοῦ εὐαγγελιστοῦ, πῶς οὐ καταχαρίζεται τῷ Πέτρῳ, ἀλλὰ τὸ πάθος αὐτοῦ ὡς ἔχει διηγεῖται, ὅτι οἱ μὲν ἄλλοι ἀπολιπόντες τὸν δι‐ δάσκαλον ᾤχοντο, ὁ δὲ πάντων αὐτῶν προκεκριμέ‐ νος ἀπόστολός τε καὶ μαθητὴς, αὐτὸς ἐκεῖνος ὁ βοώ‐
55μενος Πέτρος, βασάνων ἐκτὸς καὶ ἀρχοντικῆς ἀπειλῆς,
τρίτον αὐτὸν ἐξωμόσατο.603

24

.

605

Δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις. Χαρᾶς καὶ γέλωτος σημεῖα γνωρίσματά τε τῆς σωτηρίου ἀναστάσεως ὁρᾷν παρέχονται καὶ διὰ τῆς
5λευκῆς περιβολῆς, ὥστε καὶ ἀπὸ τοῦ σχήματος συμ‐ βαλεῖν τὰς γυναῖκας τὸ φαιδρὸν τῆς ἐγέρσεως, καὶ τῆς τοῦ Πάσχα ἑορτῆς σὺν τοῖς λευχείμοσιν ἀγγέλοις ἀπάρξασθαι. Μωϋσῆς μὲν γὰρ πληγὰς Αἰγυπτίων μέλλων διακονεῖσθαι καταλλήλως ἐν φλογὶ πυρὸς τὸν
10ἐπὶ τῆς βάτου ἄγγελον ἑώρα· ὁ δ’ αὐτὸς μοχθηροῖς ἀνδράσι νομοθετῶν, πῦρ καταναλίσκον τὸν Θεὸν εἶναι ἔλεγεν, τιμωρητικὸν καὶ κολαστὴν αὐτοῖς ἔσεσθαι αὐτὸν αἰνιττόμενος· διὸ καὶ ἐν στύλῳ πυρὸς ἡγεῖτο αὐτῶν ὁ Θεός. Οὕτω τοῖς ἀσεβέσι γενέσθαι τοὺς ἀγ‐
15γέλους πυρὸς φλόγα ἐδίδαξεν εἰπών· Ὁ ποιῶν τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἀλλ’ οὐ τοιού‐ τους αἱ γυναῖκες τοὺς εἴσω τοῦ μνήματος ἑώρων, γαληνοὺς δέ τινας καὶ φαιδροὺς, οἵους ἐχρῆν ἐπὶ Δε‐ σπότου χαρᾷ καὶ βασιλείᾳ φαίνεσθαι. Ἐπὶ μὲν γὰρ
20τῷ πάθει τοῦ Σωτῆρος ὁ ἥλιος ἐξέλιπε, σκότος περι‐ βαλὼν τῷ παντὶ, θρήνων τε καὶ πένθους σύμβολα τοῖς σταυροῦσι τὸν Υἱὸν τοῦ Θεοῦ δεικνύς· καὶ οὐδεὶς μὲν ἐφαίνετο τῶν ἀγγέλων τὸ τηνικαῦτα ὡς εἰκὸς τοῖς μαθηταῖς, ὁμοίως καὶ αὐτῶν ὧδε κἀκεῖ διασκεδασθέν‐
25των. Εἰ δ’ ἄρα καὶ ὀφθῆναί τινα ἐχρῆν, τάχα που τὴν ἐναντίαν τοῖς λευχείμοσιν ἀνθρώποις τὴν ἀνα‐ στολὴν ἀνεδείξατο· αὐτίκα γοῦν ἐπὶ τῷ πάθει οὐχ ἥλιος μόνον ἐσκότασεν, ἀλλὰ καὶ ὁ Σωτὴρ φωνῇ με‐ γάλῃ κράξας ἀφῆκε τὸ πνεῦμα, τὸ καταπέτασμα τοῦ
30ναοῦ ἐσχίσθη εἰς δύο, μονονουχὶ περιῤῥηξαμένων καὶ αὐτῶν τῶν πάλαι τὸ ἱερὸν ἐνοικούντων ἀγγέλων, πε‐ ριῤῥηξάντων τε τὸ σεμνὸν ὕφασμα, ὡς ἂν, γυμνὸς καὶ ἔρημος ἀπολειφθεὶς τῆς αὐτῶν φρουρᾶς, ὁ τῶν ἀβάτων καὶ ἀδύτων τόπος, ἕτοιμος ἐχθροῖς καὶ πολε‐
35μίοις κατασταίη. Ἀλλὰ ταῦτα μὲν ἐπὶ τῷ πάθει συνέβαινεν· ἐπὶ δὲ τῇ σωτηρίῳ ἀναστάσει, ὡς ζωῆς ἄγγελοι καὶ τῆς ἀναστάσεως κήρυκες, τὸν τόπον οὗ ἔκειτο τὸ σῶμα περιεῖπον, ἐξ αὐτῆς ὥσπερ τῆς ἐπ‐ αφῆς τοῦ τόπου ἁγιωσύνης κρείττονος ἢ κατ’ αὐτοὺς
40μετασχόντες, καὶ τῆς ἀναστάσεως αὐτοῦ κοινωνοῦν‐
τες. Διὸ φαιδρὰ καὶ μειδιῶντα πρόσωπα, σχῆμά τε σωτηρίου ἑορτῆς παρέφαινον λευχειμονοῦντες.605