TLG 2018 036 :: EUSEBIUS :: Fragmenta in Danielem EUSEBIUS Scr. Eccl.
Theol., Filius Pamphili Fragmenta in Danielem Citation: Volume — page — (line) | ||
24.525 | βʹ. Εὐσεβίου Καισαρείας ῥητοῦ προκειμένου, Φω‐ νὴ Κυρίου διακόπτοντος φλόγα πυρός. Διεκόπη μὲν ἐν τῇ Βαβυλῶνι ἡ φλὸξ τοῦ πυρὸς διακοπεῖσα τῷ προστάγματι τοῦ Θεοῦ· ἐδέξατο ἐν αὐτῇ ἡδίστην | |
5 | ἀναπνοὴν καὶ ἀναψυχὴν, ὥσπερ ἐν σκιᾷ τινι φυτῶν ἐν εἰρηνικῇ καταστάσει παρεχομένη τοῖς παισίν· ἐγένετο γὰρ, φησὶ, ὡσεὶ πνεῦμα δρόσου διασυρίζον. γʹ. Ὡσεὶ Υἱὸς ἀνθρώπου. Εὐσεβίου Καισαρείας. Σαφῶς ἡγοῦμαι δηλοῦσθαι τὴν καθόλου κρίσιν, ὅτε | |
---|---|---|
10 | πάντες οἱ ἐξ αἰῶνος ἄνθρωποι παραστήσονται τῷ βή‐ ματι τοῦ Χριστοῦ· μετὰ δὲ τὴν τῶν τετελευτηκότων ἀναβίωσιν, καὶ μετὰ τὴν κατὰ πάντων κρίσιν, ὁ ἑωραμένος τῷ Δανιὴλ Υἱὸς ἀνθρώπου ἐπιστήσεται ἐπὶ νεφελῶν, τὴν κατὰ πάντων τῶν λαῶν καὶ φυλῶν ὑπὸ | |
15 | τοῦ Πατρὸς ἐξουσίαν, τὴν καὶ βασιλείαν ἀγήρω καὶ ἀτελεύτητον παραληψόμενος· ὡς καὶ αὐτὸς ὁ Σωτὴρ ἡμῶν περὶ ἑαυτοῦ διδάσκει λέγων· Ὅτε δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου | |
20 | δόξης αὐτοῦ, καὶ συναχθήσεται ἔμπροσθεν αὐ‐ τοῦ πάντα τὰ ἔθνη, καὶ τὰ ἑξῆς· συνᾴδει γοῦν ταῦτα ταῖς ἐν χερσὶν μαρτυρίαις τῆς τοῦ Δανιὴλ προφη‐ τείας, καθ’ ἣν λέλεκται· Καὶ ἰδοὺ μετὰ τῶν νεφε‐ λῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος | |
25 | ἦν· καὶ, Ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν· καὶ προσηνέχθη αὐτῷ, καὶ ἐδόθη αὐτῷ ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ τὰ ἑξῆς. δʹ. Αὐτῷ ἐδόθη ἡ ἀρχή. Εὐσεβίου. Οὐ μόνον τὴν τοῦ Υἱοῦ ἀνθρώπου βασιλείαν ὁ προφήτης θεσπίζει, ἀλλὰ | |
30 | καὶ πλείονα, περὶ ὧν φησι. εʹ. Καὶ παραλήψονται τὴν βασιλείαν. Εὐσεβίου Καισαρείας. Συμβασιλεύοντες δηλαδὴ καὶ αὐτοὶ τῷ Θεῷ. Τίνες δ’ ἂν εἶεν οὗτοι, ἢ οἱ κληρονόμοι τοῦ Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ; οἷς καὶ ἐπήγγελται, | |
35 | τὴν βασιλείαν τῶν οὐρανῶν, βασιλείαν ἐπιστησομέ‐ νην τὴν μετὰ τέσσαρας βασιλείας, τὰς τῷ προφήτῃ ἑωραμένας, περὶ ὧν ὡς ἐν βραχέσιν ἀρτίως διειλή‐ | |
φαμεν. Ἐντεῦθεν οἶμαι τὸν ἀπόστολον Παῦλον ὁρμᾶ‐ | 525 | |
24.528 | σθαι περὶ τῆς δευτέρας ἀφίξεως τοῦ Χριστοῦ γρά‐ φοντα τοιάδε· Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ κατα‐ βήσεται ἀπ’ οὐρανοῦ, καὶ τὰ ἑξῆς. Ὁ δ’ αὐτὸς ἀπό‐ | |
5 | στολος καὶ τὴν ὑστάτην τοῦ Ἀντιχρίστου ἄφιξιν τὴν καὶ ἀπώλειαν, καὶ ἐπὶ ταύτῃ τὴν τοῦ Σωτῆρος ἡμῶν ἔνδοξον παρουσίαν ἀκολούθως τῇ προφητείᾳ παρίστησι λέγων· Μήτις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρό‐ πον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ | |
10 | ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενα Θεὸν ἢ σέβασμα, ὥστε αὐ‐ τὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστι Θεός· οὐ μνημονεύετε ὅτι ἔτι ὢν | |
15 | πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν; καὶ τὰ ἑξῆς. Το‐ σαῦτα ὁ θαυμάσιος Ἀπόστολος ἐν τοῖς περὶ συντελείας τοῦ βίου διεξῆλθε λόγοις, τὰ διὰ τοῦ προφήτου Δανιὴλ περὶ τοῦ Ἀντιχρίστου, καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνδόξου βασιλείας τεθεσπισμένα πιστούμενος. | |
20 | ϛʹ. Ἐξολοθρευθήσεται χρίσμα. Εὐσεβίου. Τὸ ἄκριτον καὶ παράνομον αὐτῶν διαβάλλουσα· οὕτως δὲ καὶ ἐπὶ τῆς θυσίας καὶ τῆς σπουδῆς συμβεβηκέναι φήσεις· ὀρθῶς μὲν καὶ κατὰ νόμον πρὸ τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν ἐπιτελουμένης διὰ τὴν εἰς ἔτι τότε | |
25 | τὰ τῶν ἁγίων τόπων ἐφορῶσαν δύναμιν· περιαιρε‐ θείσης δὲ αὐτίκα μετὰ τὴν αὐτοῦ τέλειαν καὶ θεοπρε‐ πῆ θυσίαν, ἣν προσήνεγκεν αὐτὸς ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· αὐτός τε ὢν ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου εἰς θυσίαν πᾶσιν ἀν‐ | |
30 | θρώποις· κατὰ τὰ καινὰ μυστήρια τῆς καινῆς διαθή‐ κης παραδοθείσης, τὰ τῆς παλαιᾶς περιῄρετο· ὁμοῦ γὰρ τὸ πληροῦσθαι τὸ φάσκον λόγιον, Καὶ δυναμώ‐ σει διαθήκην πολλοῖς ἑβδομὰς μία, τὰ τῆς παλαιᾶς | |
διαθήκης περιῄρετο. | 527 |