TLG 2018 034 :: EUSEBIUS :: Commentaria in Psalmos

EUSEBIUS Scr. Eccl. Theol., Filius Pamphili
(Caesariensis: A.D. 4)

Commentaria in Psalmos

Citation: Volume — page — (line)

23

.

66

(3)

ΕΥΣΕΒΙΟΥ ΕΙΣ ΤΑΣ ΕΠΙΓΡΑΦΑΣ ΤΩΝ ΨΑΛ‐ ΜΩΝ. ΕΡΜΗΝΕΙΑ ΤΙΝΩΝ ΚΑΤ’ ΕΠΙΤΟΜΗΝ.
6 Ἑκατὸν πεντήκοντα τυγχάνουσιν οἱ ψαλμοὶ, ἱεροῦ τοῦ νʹ τυγχάνοντος ἀριθμοῦ· ἐν μὲν ἡμέραις ποιῶν τὴν Πεντηκοστὴν, ἐν δὲ ἐνιαυτοῖς τὸν παρ’ Ἑβραίοις καλούμενον Ἰωήλ. Νάβλα δὲ παρ’ Ἑβραίοις λέγεται τὸ
10ψαλτήριον, ὃ δὴ μόνον τῶν μουσικῶν ὀργάνων ὀρθότα‐ τον, καὶ μὴ συνεργούμενον εἰς ἦχον ἐκ τῶν κατωτάτω μερῶν, ἀλλ’ ἄνωθεν ἔχειν τὸν ὑπηχοῦντα χαλκόν. Ψαλμοὶ μὲν οὖν οἱ διὰ μόνου τοῦ ὀργάνου χωρὶς φωνῆς ἀνακρουόμενοι· ᾠδὴ δὲ οἱ διὰ φωνῆς ἐμμελοῦς· ᾠδὴ
15δὲ ψαλμοῦ τὸ τῷ ὀργάνῳ σύμφωνον ἐπάγειν φωνήν· ψαλμὸς δὲ ᾠδῆς ἀνάπαλιν, προηγουμένης τῆς τῶν κρουσμάτων φωνῆς. Ἀλληγορίας δὲ νόμῳ, ψαλμὸς μὲν σώματος κίνησις ἐναρμόνιος εἰς ἐργασίαν ἀγαθὴν, κἂν μὴ πάνυ τις ἐπακολουθῇ θεωρία· ᾠδὴ δὲ χωρὶς
20πράξεως ἀληθείας κατάληψις, φωτιζομένης ψυχῆς περὶ Θεοῦ καὶ τῶν λογίων αὐτοῦ. ᾨδὴ δὲ ψαλμοῦ, προαγούσης πράξεως γνώσεως· κατὰ τό· Ἐπιθυμήσας σοφίας διατήρησον ἐντολὰς, καὶ Κύριος χορηγή‐ σει σοι αὐτήν. Ψαλμὸς δὲ ᾠδῆς πρᾶξις ὑπὸ γνώσεως
25ὁδηγουμένη, περὶ τοῦ πῶς καὶ πότε πρακτέον· διὸ καὶ πρῶται τῶν ψαλμῶν αἱ ἐπιγραφαί· οὐ γὰρ ἀπὸ θεω‐ ρίας ὁ ἅγιος ἄρχεται, ἀλλ’ ἅπαν πίστει ταῖς πράξεσιν ἐπιτρέχει. Ἐπὶ δὲ τῷ τέλει πολλαὶ αἱ ᾠδαί· καὶ ὅπου ἀναβαθμοὶ, οὐδαμοῦ ψαλμὸς, οὔτε καθ’ ἑαυτὸν, οὔτε
30μετ’ ἐπιπλοκῆς. ᾨδαὶ δὲ πάντα καθ’ ἑαυτάς· ἡ γὰρ ἀνάβασις πρὸς μόνην ὁρᾷ θεωρίαν. Διάψαλμα δὲ παρὰ μὲν Ἀκύλᾳ καὶ τῷ Ἑβραϊκῷ οὐ κεῖται· ἀντὶ δὲ αὐ‐ τοῦ τὸ ἀεί.
33ΥΠΟΘΕΣΙΣ ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ. Τῆς βίβλου τῶν Ψαλμῶν ἥδε ἂν εἴη ἡ διαίρεσις, ὡς
35τὰ ἀκριβῆ τῶν ἀντιγράφων αὐτό τε τὸ Ἑβραϊκὸν περιέχει. Οὐχ ὡς ἄν τις ὑπολάβοι πάντες εἰσὶ τοῦ Δαυῒδ οἱ ψαλμοὶ, ἀλλὰ καὶ ἑτέρων προφητῶν ἐν τῷ ψάλλειν προφητευόντων. Διόπερ ἡ πᾶσα γραφὴ παρ’ Ἑβραίοις τῶν ψαλμῶν οὐ τοῦ Δαυῒδ ἐπιγράφει· ἀλλ’
40ἀδιορίστως βίβλος ψαλμῶν ὀνομάζεται. Εἰς πέντε δὲ μέρη τὴν πᾶσαν τῶν Ψαλμῶν βίβλον παῖδες Ἑβραίων διαιροῦσι· πρῶτον εἰς τοὺς ἀπὸ αʹ μέχρι μʹ· δεύτε‐ ρον εἰς τοὺς ἀπὸ μαʹ μέχρις οβʹ· τρίτον εἰς τοὺς ἀπὸ ογʹ μέχρις πηʹ· τέταρτον εἰς τοὺς ἀπὸ πθʹ μέχρις ρεʹ·
45πέμπτον εἰς τοὺς ἀπὸ ρϛʹ μέχρι τέλους. Ἀνεπίγρα‐
φοι δέ εἰσι ψαλμοὶ ιθʹ, ἐπιγεγραμμένοι ρλαʹ. Τῶν ἐπι‐66 in vol. 23

23

.

68

γεγραμμένων δέ εἰσιν οὕτως αἱ διαιρέσεις· τοῦ μὲν Δαυῒδ οβʹ, τῶν υἱῶν Κορὲ ιαʹ, τοῦ Ἀσὰφ ιβʹ, Αἰθὰμ τοῦ Ἰσραηλίτου εἷς, Σολομῶντος βʹ, Μωϋσέως εἷς, ἀνώνυμοι ιζʹ, τῶν εἰς τὸ Ἀλληλούϊα ιεʹ. Εἰσὶ δὲ ἀν‐
5ώνυμοι ὅσοι ἐπιγραφὰς μὲν ἔχουσιν, οὐ μὴν δηλοῦσι τίνος εἰσίν.
9tΥΠΟΘΕΣΕΙΣ ΤΟΥ ΑΥΤΟΥ ΕΥΣΕΒΙΟΥ ΕΙΣ ΤΟΥΣ
10ΨΑΛΜΟΥΣ. αʹ. Προτροπὴ θεοσεβείας καὶ ἀποτροπὴ τοῦ ἐναν‐ τίου. βʹ. Προφητεία περὶ Χριστοῦ καὶ κλήσεως ἐθνῶν. γʹ. Προφητεία γενησομένων ἀγαθῶν τῷ Δαυΐδ.
15δʹ. Προφητεία τῷ Δαυῒδ περὶ ὧν πέπονθεν. εʹ. Ἐκ προσώπου τῆς Ἐκκλησίας προσευχή. ϛʹ. Διδασκαλία ἐξομολογήσεως. ζʹ. Τῷ Δαυῒδ ἐξομολόγησις καὶ διδασκαλία κλή‐ σεως ἐθνῶν.
20ηʹ. Προφητεία κλήσεως ἐθνῶν. θʹ. Θάνατος Χριστοῦ καὶ ἀνάστασις, καὶ βασιλείας παράληψις, ἐχθρῶν τε πάντων καθαίρεσις. ιʹ. Ἐπινίκιος ὕμνος τοῦ κατὰ Θεὸν ἀγωνιζομένου. ιαʹ. Κατηγορία πονηρῶν, καὶ προφητεία Χριστοῦ
25 παρουσίας. ιβʹ. Ἐχθρῶν ἐπανάστασις, καὶ προσδοκία Χρι‐ στοῦ παρουσίας. ιγʹ. Κατηγορία πονηρῶν, καὶ προφητεία Χριστοῦ παρουσίας.
30ιδʹ. Τοῦ κατὰ Θεὸν τελείου ἀποκατάστασις. ιεʹ. Ἐκλογὴ Ἐκκλησίας, καὶ Χριστοῦ ἀνάστασις. ιϛʹ. Τελείου ἀνδρὸς, ἢ καὶ αὐτοῦ τοῦ Χριστοῦ προσευχὴ ὑπὲρ τῶν δι’ αὐτοῦ σωθησομένων. ιζʹ. Εὐχαριστία τοῦ Δαυῒδ καὶ προφητεία Χρι‐
35 στοῦ παρουσίας καὶ ἀναλήψεως. ιηʹ. Θεολογία σὺν διδασκαλίᾳ ἠθικῇ. ιθʹ. Εὐχὴ τῶν συμπραττόντων τῷ Δαυῒδ δικαίων. κʹ. Ἔντευξις τῶν συμπραττόντων τῷ Δαυΐδ. καʹ. Προφητεία τῶν Χριστοῦ παθῶν, καὶ ἐθνῶν
40 κλῆσις. κβʹ. Διδασκαλία καὶ νέου λαοῦ εἰσαγωγή. κγʹ. Προφητεία κλήσεως ἐθνῶν, καὶ τελείωσις τῶν σωζομένων. κδʹ. Διδασκαλία ἐξομολογήσεως.
45κεʹ. Ἔντευξις τοῦ κατὰ Θεὸν προκόπτοντος. κϛʹ. Εὐχαριστία καὶ αἴτησις ἀγαθῶν. κζʹ. Δέησις μετὰ προφητείας. κηʹ. Προφητεία αἰνιγματώδης σὺν θεολογίᾳ. κθʹ. Εὐχαριστία σὺν ἐξομολογήσει.

23

.

68

(50)

λʹ. Ἐξομολόγησις σὺν ἱκετηρίᾳ. λαʹ. Προφητεία τῶν διὰ Χριστοῦ σωθησομένων.
53λβʹ. Παρακέλευσις ὑμνολογίας σὺν θεολογίᾳ. λγʹ. Διδασκαλία εὐχαριστίας.
55λδʹ. Ἱκετηρία δικαίου, καὶ προφητεία περὶ Χριστοῦ. λεʹ. Ἔλεγχος ἀσεβῶν σὺν θεολογίᾳ. λϛʹ. Διδασκαλία θεοσεβοῦς βίου. λζʹ. Διδασκαλία ἐξομολογήσεως. ληʹ. Ἔντευξις σὺν ἐξομολογήσει.
60λθʹ. Εὐχαριστία τοῦ κατὰ Θεὸν σωθέντος καὶ μνήμη Ἐκκλησίας. μʹ. Προφητεία περὶ Χριστοῦ καὶ περὶ τοῦ προδότου. μαʹ. Ἱκετηρία προφητῶν ἐπὶ τῇ ἀποβολῇ τοῦ Ἰουδαίων ἔθνους.
65μβʹ, μγʹ. Ἔτι περὶ τοῦ αὐτοῦ. μδʹ. Ἐπιφάνεια Χριστοῦ βασιλείας. μεʹ. Ἀποστόλων κήρυγμα. μϛʹ. Κλῆσις ἐθνῶν. μζʹ. Ὕμνος εἰς Θεὸν περὶ τῆς Ἐκκλησίας, καὶ
70 καθαίρεσις διωγμῶν. μηʹ. Θείας κρίσεως διδασκαλία. μθʹ. Ἀνατροπὴ τοῦ περὶ θυσιῶν Μωϋσέως νόμου,
καὶ εἰσαγωγὴ τοῦ τῆς Καινῆς Διαθήκης.68 in vol. 23

23

.

69

νʹ. Διδασκαλία ἐξομολογήσεως. ναʹ. Ἔλεγχος τοῦ πονηροῦ τρόπου, καὶ τέλος τοῦ αὐτοῦ. νβʹ. Σωτήριος ἐπιφάνεια, καὶ ἀθεότητος ἀπαλλαγή.
5νγʹ. Προσευχὴ τοῦ κατὰ Θεὸν ἀγωνιζομένου. νδʹ. Δήλωσις τῶν κατὰ Χριστοῦ τετολμημένων. νεʹ. Δικαίου εὐχαριστία ῥυσθέντος ἐξ ἐχθρῶν. νϛʹ. Εὐχαριστία τοῦ Δαυῒδ καὶ προφητεία κλή‐ σεως ἐθνῶν.
10νζʹ. Διδασκαλία τῆς τοῦ Θεοῦ δικαιοκρισίας. νηʹ. Κλῆσις ἐθνῶν καὶ Ἰουδαίων ἀποβολή. νθʹ. Ἀποβολὴ τοῦ Ἰουδαϊσμοῦ, καὶ κλῆσις ἐθνῶν. ξʹ. Δέησις σὺν εὐχαριστίᾳ. ξαʹ. Διδασκαλία θεραπευτική.
15ξβʹ. Εὐχαριστία τοῦ κατὰ Θεὸν τελείου.
17ξγʹ. Διδασκαλία τοῦ θεοσεβοῦς ἀθλητοῦ. ξδʹ. Κλῆσις ἐθνῶν. ξεʹ. Κλῆσις ἐθνῶν, καὶ ἀποστόλων μαρτυρία.
20ξϛʹ. Κλῆσις ἐθνῶν, καὶ ἀποστόλων κήρυγμα. ξζʹ. Χριστοῦ ἐνανθρώπησις, καὶ ἐθνῶν κλῆσις. ξηʹ. Πάθη Χριστοῦ, καὶ Ἰουδαίων ἀποβολή. ξθʹ. Ἱκετηρία δικαίου καὶ αὐτοῦ τοῦ Χριστοῦ. οʹ. Χριστοῦ πάθη καὶ ἀνάστασις.
25οαʹ. Προφητεία Χριστοῦ βασιλείας καὶ κλήσεως ἐθνῶν. οβʹ. Ἐξομολόγησις τῆς ἀνθρωπίνης ἀσθενείας ἐπὶ τῇ τῶν ἀσεβῶν εὐπραγίᾳ καὶ τῇ τοῦ Θεοῦ μακροθυμίᾳ.
30ογʹ. Προαναφώνησις τῆς ἐσχάτης Ἰουδαίων πο‐ λιορκίας, τῆς ἐπὶ τοῦ Οὐεσπασιανοῦ καὶ Τίτου γενομένης. οδʹ. Χριστοῦ θεολογία, καὶ ὑπόμνησις τοῦ θείου δικαστηρίου.
35οεʹ. Ἐκδίκησις κατὰ ἀσεβῶν τῆς τοῦ Θεοῦ κρίσεως. οϛʹ. Περὶ τῆς τοῦ Θεοῦ μακροθυμίας καὶ τῶν θαυ‐ μαστῶν ἔργων αὐτοῦ. οζʹ. Χριστοῦ διαστολὴ πρὸς τὴν Ἐκκλησίαν, περὶ τῆς τοῦ προτέρου λαοῦ παρανομίας.
40οηʹ. Προφητεία τῶν ὑπὸ τοῦ Ἀντιόχου τῇ Ἰου‐ δαίᾳ συμβάντων αὐτοῖς· ἢ ἱστορία παρὰ τοῖς Μακκαβαίοις. οθʹ. Προφητεία τῆς ὑπὸ τῶν Ἀσσυρίων πολιορ‐ κίας, καὶ δέησις περὶ τῆς Χριστοῦ ἐπιφανείας.
45πʹ. Κλῆσις ἐθνῶν, καὶ διδασκαλία τῶν συμβεβη‐ κότων τῷ προτέρῳ λαῷ. παʹ. Ἔλεγχος τῶν ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους. πβʹ. Δέησις περὶ τοῦ πεπονθότος σκυθρωπὰ λαοῦ, καὶ προφητεία περὶ τοῦ τέλους τῶν ἐχθρῶν

23

.

69

(50)

τοῦ Χριστοῦ. πγʹ. Χριστοῦ ἐνανθρώπησις καὶ περὶ τῶν Ἐκκλη‐ σιῶν. πδʹ. Προφητεία εἰς τὸν Χριστὸν καὶ τοὺς δι’ αὐτοῦ λελυτρωμένους.
55πεʹ. Προσευχὴ Δαυῒδ καὶ προφητεία κλήσεως ἐθνῶν. πϛʹ. Χριστοῦ ἐνανθρώπησις. πζʹ. Χριστοῦ θάνατον προφητεύει. πηʹ. Χριστοῦ βασιλεία ἐκ σπέρματος Δαυΐδ. πθʹ. Ἰουδαίων ἀποβολή.
60ϟʹ. Χριστοῦ νίκη καὶ παντὸς τοῦ κατ’ αὐτὸν τε‐ λειουμένου. ϟαʹ. Περὶ τῆς κατὰ Θεὸν ἀναπαύσεως. ϟβʹ. Ὕμνος βασιλείας Χριστοῦ ἐπὶ τῆς πρώτης αὐτοῦ παρουσίας.
65ϟγʹ. Περὶ τῶν κατὰ τῆς Ἐκκλησίας δογμάτων. ϟδʹ. Κλῆσις Ἰουδαίων καὶ ἀπόγνωσις αὐτῶν. ϟεʹ. Κλῆσις ἐθνῶν καὶ Χριστοῦ παρουσία. ϟϛʹ. Ὕμνος βασιλείας Χριστοῦ ἐπὶ τῆς πρώτης αὐτοῦ παρουσίας.
70ϟζʹ. Κλῆσις ἐθνῶν καὶ Χριστοῦ παρουσία. ϟηʹ. Ὕμνος βασιλείας Χριστοῦ. ϟθʹ. Κλῆσις ἐθνῶν. ρʹ. Ὕμνος τοῦ κατὰ Θεὸν τελείου. ραʹ. Ὀδυρμὸς ἐπὶ τῷ προτέρῳ, καὶ προφητεία τοῦ
75λαοῦ, καὶ κλῆσις ἐθνῶν.70 in vol. 23

23

.

72

ρβʹ. Διδασκαλία εὐχαριστίας. ργʹ. Διδασκαλία ἐξομολογήσεως. ρδʹ. Διδασκαλία τοῖς ἔθνεσι τῶν εἰς τὸν πρότερον λαὸν τοῦ Θεοῦ εὐεργεσιῶν.
5ρεʹ. Διδασκαλία δυσσεβείας τοῦ Ἰουδαίων ἔθνους. ρϛʹ. Προφητεία κλήσεως ἐθνῶν, καὶ τῆς εἰς ἀν‐ θρώπους τοῦ Θεοῦ Λόγου ἐπιλάμψεως. ρζʹ. Κλῆσις ἐθνῶν. ρηʹ. Πάθη Χριστοῦ.
10ρθʹ. Νίκη Χριστοῦ. ριʹ. Εὐχαριστία Χριστοῦ. ριαʹ. Διδασκαλία Χριστοῦ. ριβʹ. Νέου λαοῦ κλῆσις. ριγʹ. Νέου λαοῦ διδασκαλία.
15ριδʹ. Νέου λαοῦ προκοπή. ριεʹ. Νέου λαοῦ τελείωσις. ριϛʹ. Κλῆσις ἐθνῶν. ριζʹ. Νίκη τῶν ἐν Χριστῷ ἀγωνιζομένων καὶ προ‐ φητεία περὶ Χριστοῦ.
20ριηʹ. Στοιχείωσις τῆς κατὰ Θεὸν ἀναγωγῆς. ριθʹ. Παροικίας. ρκʹ. Ἐπανόδου Βαβυλῶνος καὶ τῆς διασπορᾶς. ρκαʹ. Ἀγαθῶν εὐαγγέλια. ρκβʹ. Εὐχῆς.
25ρκγʹ. Εὐχαριστίας. ρκδʹ. Ἀποκαταστάσεως. ρκεʹ. Προσδοκία μελλόντων. ρκϛʹ. Οἰκοδομὴ Ἐκκλησίας. ρκζʹ. Κλῆσις ἐθνῶν.
30ρκηʹ. Νίκη Χριστοῦ στρατιᾶς. ρκθʹ. Εὐχὴ μαρτύρων ρλʹ. Περὶ ταπεινοφροσύνης. ρλαʹ. Προσευχὴ τοῦ Δαυῒδ καὶ ἐπιφάνεια. ρλβʹ. Λαοῦ τελείου.
35ρλγʹ. Λαοῦ ἐρχομένου. ρλδʹ. Διδασκαλία εἰσακτική. ρλεʹ. Εὐχαριστία λελυτρωμένου. ρλϛʹ. Ἁγίων φωναὶ τῶν ἐν αἰχμαλωσίᾳ. ρλζʹ. Εὐχαριστία μετὰ προφητείας.
40ρληʹ. Ἔντευξις δικαίου σὺν θεολογίᾳ. ρλθʹ. Φωναὶ τοῦ κατὰ Θεὸν ἀγωνιζομένου. ρμʹ. Προσευχὴ τοῦ κατὰ Θεὸν τελείου. ρμαʹ. Φωναὶ τοῦ κατὰ Θεὸν πολεμουμένου. ρμβʹ. Προσευχὴ ἐξομολογουμένου.
45ρμγʹ. Εὐχαριστία νενικηκότος. ρμδʹ. Ὕμνος σὺν θεολογίᾳ. ρμεʹ. Ὕμνος σὺν θεολογίᾳ. ρμϛʹ. Ὕμνος σὺν θεολογίᾳ. ρμζʹ. Ὕμνος σὺν θεολογίᾳ.

23

.

72

(50)

ρμηʹ. Ὕμνος σὺν θεολογίᾳ. ρμθʹ. Ὕμνος σὺν θεολογίᾳ. ρνʹ. Παρακέλευσις ὕμνου καθολική.
53tΕΥΣΕΒΙΟΥ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ.
54Ὁ μὲν ψαλμὸς ἔοικεν ἀπὸ τοῦ ψαλτηρίου παρωνύ‐
55μως ἐπικεκλῆσθαι· λέγεται δὲ ψαλτήριον ὄργανόν τι μουσικὸν παρὰ τὴν κιθάραν διαλλάττον τῷ σχήματι, ἐν ᾧ τὴν ἀνακρουομένην ᾠδὴν ψαλμὸν προσαγορεύε‐ σθαι. ᾨδὴν δὲ εἶναι τὴν διὰ μέλους ἀναφωνουμένην ἄνευ ὀργάνου ῥῆσιν μουσικήν. Ψαλμὸν δὲ ᾠδῆς λέ‐
60γεσθαι, ἐπειδὰν προηγησαμένης τὸ αὐτὸ τῆς ᾠδῆς μέλος διὰ τοῦ ψαλτηρίου κρουσθῇ· ᾠδὴν δὲ ψαλμοῦ τὸ ἀνάπαλιν. Ὡς ἐν ταῖς ἱστορίαις τῶν Βασιλειῶν καὶ τῶν Παραλειπομένων Δαυῒδ ὁ βασιλεὺς μετὰ τὴν τοῦ Σαοὺλ τελευτὴν, ἀναγαγὼν τὴν κιβωτὸν τῆς Δια‐
65θήκης Κυρίου, οὖσαν ἐν οἴκῳ Ἀβδοδὼμ ἔτεσιν εἴκο‐
σιν ἐξότου ἐκ τῶν Ἀζωτίων μετενήνεκτο, καὶ κατα‐72 in vol. 23

23

.

73

στήσας αὐτὴν εἰς Ἰερουσαλὴμ, ἐπιλέγεται ἐκ τῆς φυ‐ λῆς Λευῒ κλήρῳ ψαλτῳδοὺς ἄρχοντας ᾠδῶν τέσσαρας, τοῦ ψάλλειν καὶ ᾄδειν ἐνώπιον τῆς κιβωτοῦ τῷ Κυ‐ ρίῳ, καὶ ἀναφέρειν φωνὴν εὐφροσύνης εἰς ἐξομολό‐
5γησιν καὶ αἴνεσιν ἐν ὀργάνοις ἡρμοσμένοις, καὶ ᾠδαῖς, καὶ κινύραις, καὶ νάβλαις, καὶ τυμπάνοις, καὶ κυμ‐ βάλοις, καὶ ψαλτηρίῳ, καὶ κερατίνῃ, τὸν Ἀσὰφ, Αἰμὰν, Αἰθὰν, Ἰδιθούμ· οἷς ἀριθμὸς ᾠδῶν ἐπετέ‐ τακτο, ᾀδόντων διακοσίων ὀγδοήκοντα ὀκτὼ, ἑκάστῳ
10ἑβδομήκοντα δύο, ἐκ τοῦ Χὰμ λβʹ, τοῦ Σὴμ κεʹ, τοῦ Ἰάφεθ ιεʹ. Οἵτινες, ἑστῶτες ἔμπροσθεν τῆς κιβωτοῦ Διαθήκης Κυρίου, ἔψαλλον καὶ ᾖδον τῷ Κυρίῳ· ὃς μὲν ἐν κινύρᾳ, ὃς δὲ ἐν κυμβάλοις, ὃς δὲ ἐν κιθάρᾳ. ὃς δὲ ἐν ψαλτηρίῳ· ὧν μέσος ἵστατο ὁ μακάριος
15Δαυῒδ, αὐτὸς ἄρχων ἀρχόντων ᾠδῶν, κρατῶν ἐπὶ χεῖ‐ ρας τὸ ψαλτήριον. Ἕκαστος δὲ ᾖδεν καὶ ἔψαλλεν ὑμνῶν τὸν Θεὸν ἁγίῳ Πνεύματι τεταγμένως. Ἡνίκα τοίνυν ἐσκίρτα τὸ Πνεῦμα ἐπί τινα τῶν ἀρχόντων τῶν ψαλτῳδῶν, οἱ λοιποὶ ἡσυχίαν ἦγον παρεστῶτες καὶ
20ὑπακούοντες συμφώνως τῷ ψάλλοντι, Ἀλληλούϊα.
22 Ἐν τῇ Ἑβραϊκῇ βίβλῳ τῶν ψαλμῶν ἄνευ τῆς τοῦ ἀριθμοῦ προσθήκης ἀνεγράφησαν οἱ πάντες καὶ δια‐ φόρως. Οἱ μέν εἰσι συνημμένοι, οἱ δὲ διῃρημένοι.
25Ἀμέλει ὁ μὲν πρῶτος καὶ δεύτερος συνημμένοι εἰσὶ κατὰ τὸ Ἑβραϊκόν· καὶ πάλιν ὁ ἔνατος, συνημμένος παρ’ ἡμῖν, ἐν τῷ Ἑβραϊκῷ διῄρηται εἰς δύο. Παρα‐ τηρητέον δὲ, ὅτι μὴ κατὰ ἀκολουθίαν τῶν τῆς ἱστο‐ ρίας χρόνων ἡ τῶν ψαλμῶν σύγκειται τάξις· ἐνήλ‐
30λακται δὲ παρὰ πολὺ, καθὼς ἡ βίβλος τῶν Βασιλειῶν, καὶ αὕτη ἡ τάξις δηλοῖ. Πολλῆς τοίνυν κατακρατη‐ σάσης εἰδωλολατρείας τοῦ Ἰουδαίων ἔθνους, λήθην αὐτούς φασι πεποιῆσθαι τῶν πατρίων γραφῶν, ὡς μηδὲ τοῦ Μωϋσέως νόμου βίβλον ἐπιφέρεσθαι, μηδὲ
35μνήμην τῆς τῶν πατέρων εὐσεβείας ἀποσώζειν. Οὕτω γοῦν τοὺς προφήτας ἀνῄρουν διελέγχοντας αὐτῶν τὰς δυσσεβείας. Οὐδὲ νῦν θαυμαστὸν ἐν τοιαύτῃ κατα‐ στάσει καιρῶν καὶ τῶν ἐμφερομένων τινὰς τῇ βίβλῳ τῶν ψαλμῶν διαπεπτωκέναι, λήθῃ τε μακροῖς παρα‐
40δεδόσθαι χρόνοις. Ὕστερον δὲ μετὰ ταῦτα, εἴτε Ἔσδραν, εἴτε τινὰς ἑτέρους προφήτας, περὶ τὴν συναγωγὴν αὐτῶν ἐσπουδακέναι, μεθ’ ὧν καὶ τὴν βίβλον τῶν ψαλ‐ μῶν ἡγιοχέναι, οὐκ ἀθρόως εὑρόντα τοὺς πάν‐ τας, ἀλλὰ κατὰ διαφόρους χρόνους. Καὶ τάττειν δὲ ἐν
45πρώτοις τοὺς πρώτους εὑρισκομένους· μηδὲ τοὺς τοῦ Δαυῒδ ἐφεξῆς κεῖσθαι πάντας· ἔν τε τῷ μεταξὺ καὶ τῶν υἱῶν Κορὲ, καὶ τοῦ Ἀσὰφ, καὶ Σολομῶντος, καὶ Μωϋσέως, Αἰμάν τε, καὶ Αἰθὰν, καὶ Ἰδιθοὺμ, καὶ πά‐ λιν τοῦ Δαυῒδ εὑρίσκεσθαι ἀναμὶξ ἐν τῇ βίβλῳ κατα‐

23

.

73

(50)

τεταγμένους, οὐ καθ’ οὓς ἐλέχθησαν χρόνους, ἀλλὰ καθ’ οὓς εὕρηνται. Ἔνθεν τε συμβῆναι τοὺς τοῖς χρό‐ νοις ὑστέρους πρώτους εὑρεθέντας, ἀναληφθῆναι προ‐ τέρους· τοὺς δὲ προτέρους μετὰ ταῦτα εὑρεθέντας ἐν δευτέρᾳ ταγῆναι χώρᾳ· τὸ δ’ αὐτὸ εὕροις γεγενημένον
55ἐν τοῖς προφήταις. Πάντα ὥσπερ ἐν μεγάλῳ τινὶ καὶ κοινῷ ταμείῳ τῇ
βίβλῳ τῶν ψαλμῶν τεθησαύρισται. Κἀκεῖνο δὲ τηρή‐74 in vol. 23

23

.

76

σεις, ὡς ἡ βίβλος τῶν ψαλμῶν καινὴν διδασκαλίαν περιέχει μετὰ τὴν Μωϋσέως νομοθεσίαν, καὶ ὅτι δευ‐ τέρα μετὰ τὴν Μωϋσέως νομοθεσίαν γραφὴν διδασκα‐ λικὴ βίβλος αὕτη τυγχάνει. Μετὰ γοῦν τὴν Μωϋσέως
5καὶ Ἰησοῦ τελευτὴν καὶ μετὰ τοὺς κριτὰς Δαυῒδ γε‐ νόμενος, ὡσανεὶ τοῦ Σωτῆρος αὐτὸς χρηματίσαι πα‐ τὴρ καταξιωθεὶς, καινὸν τρόπον τὸν τῆς ψαλμῳδίας πρῶτος Ἑβραίοις παρέδωκε· δι’ ἧς ἀναιρεῖ μὲν τὰ παρὰ Μωϋσῇ περὶ θυσιῶν νενομοθετημένα, καινὸν δὲ
10τὸν δι’ ὕμνων καὶ ἀλαλαγμῶν τρόπον τῆς τοῦ Θεοῦ λα‐ τρείας εἰσάγει· καὶ ἄλλα δὲ πλεῖστα τὸν Μωϋσέως νόμον ἐπαναβεβηκότα δι’ ὅλης αὐτοῦ τῆς πραγμα‐ τείας διδάσκει. Εὐσεβίου Καισαρείας περὶ τοῦ διαψάλματος.
15 Ἔγραψαν τὸ διάψαλμα οἱ ἑρμηνεύσαντες πέντε ἄρχοντες, οἳ ἐξελέγοντο ὑπὸ Δαυῒδ τοῦ βασιλέως ἐκ τῆς φυλῆς Λευΐ· ὧν τὰ ὀνόματά εἰσι ταῦτα, Ἀσὰφ, οἱ υἱοὶ Κορὲ, Αἰμὰν, Αἰθὰμ, Ἰδιθούμ· τούτοις ἀριθμὸς ᾠδῶν παρηκολούθει, ἑκάστῳ ἑβδομήκοντα δύο. Οὗτοι
20ἵσταντο ἐνώπιον τοῦ ἁγιάσματος Κυρίου, αἰνοῦντες τὸν πάντων δεσπότην, ὃς μὲν κύμβαλα, ὃς δὲ ψαλτή‐ ριον, ὃς δὲ κινύραν, ὃς δὲ κερατίνην, ὃς δὲ κιθάραν ἔχων, ὧν μέσος ἵστατο ὁ Δαυΐδ. Καὶ οὕτως ἤρχοντο τῶν ᾠδῶν κρατοῦντες ἐπὶ χεῖρα τὰ τοιαῦτα ὄργανα·
25καὶ ἕκαστος Πνεύματι ἁγίῳ κινούμενος ὕμνει τὸν Θεὸν, καὶ πάντες ἐπεφώνουν τῷ ψάλλοντι τὸ Ἀλλη‐ λούϊα. Ὁπηνίκα δὲ ἡ τοῦ Πνεύματος τοῦ ἁγίου ἀπέστη χάρις πρὸς βραχὺ, τῶν ὀργάνων λοιπὸν μὴ κινουμένων, τὸ τηνικαῦτα εἰκὸς καὶ τὸ διάψαλμα
30ἔγραφον. ΨΑΛΜΟΣ Αʹ. Μακάριος ὁ ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. Ἐπεὶ φυσικῶς ὀρεγόμεθα πάντες τοῦ μα‐ κάριοι εἶναι, τέλος ἀγαθοῦ τὸ μακάριον ὁριζόμενοι,
35πεπλανημένως γε μὴν πολλοὶ τοῦτο μεταδιώκειν ἐν σωμάτων ἡδοναῖς ἡγοῦνται, πλούτους θαυμάζοντες καὶ ἀξιώματα, καὶ τὰς ἐν τῷ παρόντι βίῳ τρυφάς· εἰκότως ὁ λόγος ἐν τούτοις ὅθεν ἐχρῆν τὴν καταρχὴν ἐποιήσατο τῆς κατὰ Θεὸν ὑμνῳδίας, τὸν ἀληθῶς μα‐
40κάριον καὶ τέλους ἀγαθοῦ τοῦ παρὰ Θεῷ ἠξιωμένον ὑπογράφων. Καὶ ἐνθάδε μὲν διὰ τὸ σπάνιον τῶν πά‐ λαι πρότερον κατορθούντων ἕνα τινὰ μακαρίζει· ὁ δὲ Σωτὴρ ἡμῶν πλείονας ποιῶν μακαρίους, πληθυν‐ τικῶς τοὺς μακαρισμοὺς προσφέρεται. Πάντων δὲ
45πρῶτος αὐτὸς ἂν εἴη ὁ μακαριζόμενος· διὸ καὶ ἐπ’ αὐτὸν ἀνοίσει τις τὸν παρόντα ψαλμὸν, ἅτε γενόμε‐ νον ἄνδρα τῆς νύμφης αὐτοῦ Ἐκκλησίας· τοῦτο δὲ ἔοικεν ἡ Ἑβραϊκὴ φωνὴ παριστᾷν, καθ’ ἣν μακά‐ ριος ὁ ἀνὴρ μετὰ τῆς τοῦ ἄρθρου προσθήκης εἴρηται.
51 Καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθ‐ έδραν λοιμῶν οὐκ ἐκάθισεν. Πρῶτοί εἰσιν οἱ τὴν ψευδώνυμον ἔχοντες γνῶσιν, μηδὲν ἔχοντες ἑστηκὸς, ἀλλ’ ἀνεξετάστοις κινούμενοι λογισμοῖς ἐν οἷς ἂν
55βουληθῶσιν, οἱ ἀσεβεῖς. Δεύτεροι πάντες οἱ μετὰ γνῶσιν ἀληθείας ἐξαμαρτάνοντες. Οἱ δὲ λοιμοὶ τρί‐
τοι, μὴ μόνον νοσοῦντες, ἀλλὰ καὶ φθοροποιοῦ δι‐76 in vol. 23

23

.

77

δασκαλίας μεταδιδόντες τοῖς ἄλλοις, ἢ κατὰ γνῶσιν ἢ κατὰ πρᾶξιν, ἢ κατ’ ἀμφότερα· οἳ καὶ ἐνίδρυνται τῷ κακῷ, τῶν δευτέρων ἑστηκότων ἐν ἁμαρτίαις, τῶν δὲ πρώτων ὁδευόντων ἐν πλάνῃ. Ὁ δὲ πάντων
5τούτων ἀπηλλαγμένος μακάριος.
7 Ἀλλ’ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυ‐ κτός. Ἐπειδὴ πολλή τίς ἐστι διαφορὰ τῶν φόβῳ τι‐
10μωριῶν εὖ πράττειν κατηναγκασμένων καὶ τῶν προ‐ αιρέσει αὐτὸ τὸ καλὸν αἱρουμένων, διὰ τοῦτό φησι· Ἐν τῷ νόμῳ Κυρίου θέλημα αὐτοῦ. Νόμον δέ φη‐ σιν οὐ πάντως τὸν σκιώδη καὶ τυπικὸν νόμον, πολὺ δὲ πρότερον τὸν ἐν αὐτῷ λεληθότα πνευματικὸν λόγον.
15Εἴη δ’ ἂν νόμος Κυρίου καὶ ὁ κατὰ φύσιν πᾶσιν ἀν‐ θρώποις ἐνεσπαρμένος, δι’ οὗ κατορθῶσαι λέγονται οἱ πρὸ τοῦ διὰ Μωϋσέως νόμου ἅγιοι· περὶ ὧν φη‐ σιν ὁ Ἀπόστολος· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, τὸν γραπτὸν δηλονότι, φύσει τὰ τοῦ νό‐
20μου ποιῇ, οὗτοι, νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. Ἢ νόμος Κυρίου εἴη ἂν ὁ πρὸς αὐτοῦ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν πᾶσι τοῖς ἔθνεσι κατηγ‐ γελμένος εὐαγγελικὸς λόγος. Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ
25τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ. Ὁ διὰ πάσης τῆς ἑαυτοῦ ζωῆς καὶ ἐν παντὶ καιρῷ νυκτός τε καὶ ἡμέρας τῷ θείῳ σχολάζων νόμῳ, καὶ τοῖς ἐξ αὐτοῦ λογικοῖς νά‐ μασιν ἀρδόμενος, σφόδρα οἰκείως φυτῷ παρ’ ὕδασιν
30ἐῤῥιζωμένῳ παραβέβληται· διὸ καὶ μακάριος ὡς ἀληθῶς οὗτος, ἅτε μάλιστα ποτιζόμενος τοῖς θείοις μαθήμασιν, ὥριμον ἑαυτοῦ τὸν καρπὸν ἀποδίδωσιν. Εἶτ’ ἐπειδὴ ξύλον ἐστὶ ζωῆς ὁ τοῦ Θεοῦ Υἱὸς κατὰ τὸν Σολομῶντα φήσαντα περὶ τῆς Σοφίας· Ξύλον
35ἐστὶ ζωῆς πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς καὶ τοῖς ἐπερειδομένοις ἐπ’ αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλῆ· εἰκότως ὁ μακαριζόμενος τῷ τοῦ Θεοῦ Υἱῷ ἀφωμοίω‐ ται τῷ παρὰ τὰς διεξόδους ὄντι τῶν ὑδάτων μαρτυ‐ ρούμενος καὶ κηρυττόμενος ὑπὸ τῶν τῆς θείας Γρα‐
40φῆς διδασκάλων καὶ προφητῶν· οἵτινες καὶ ἀφέσεις ὑδάτων παρὰ τῇ θεοπνεύστῳ λέγονται Γραφῇ. Τούτῳ οὖν ἀφωμοίωται ὁ μακαριζόμενος, ἀρδόμενος διεξό‐ δοις τῶν ἀπὸ τῆς θείας Γραφῆς πνευματικῶν ναμά‐ των, καρπόν τε ἀγαθὸν προφέρων.
46 Καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται. Καὶ τὰ φύλλα δὲ αὐτοῦ, ὡς ἄλλος φησὶν, ἕτερα ὄντα παρὰ τὸν τέλειον καρπὸν, τὰ κατὰ τὸν θνητὸν δηλαδὴ βίον

23

.

77

(50)

πράγματα, τά τε κατὰ τὴν ἀνθρωπίνην ζωὴν, καθ’ ἢν καὶ ὁ τέλειος καρπὸς σκέπτεταί τε καὶ φυλάττεται καὶ οὐκ ἀποῤῥεῖ, μέχρι καὶ τούτων ἀκριβῶς βιοῦν παραφυλαττομένου· διὸ καὶ ἐν πᾶσιν οἷς ἂν ποιῇ ὑπὸ τοῦ Θεοῦ κατευοδωθήσεται. Καὶ ἄλλως ὁ μακάριος
55διὰ παντὸς ἀρδόμενος ὕδασι λογικοῖς τῆς ἐνθέου δι‐ δασκαλίας, καὶ τῆς προσηκούσης γεωργίας κατὰ τὸν παρόντα βίον τυγχάνων ἐν καιρῷ τῷ ἑαυτοῦ δώσει
τὸν ἑαυτοῦ καρπόν. Καιρὸς δὲ αὐτοῦ ὁ μέλλων ἐστὶν78 in vol. 23

23

.

80

αἰών· ἐπειδὴ τοῦ παρόντος οὐκ ἔστιν οἰκεῖος, ἀλλ’ ἀλλότριος· διὸ ἐν ἐκείνῳ τῷ ἑαυτοῦ καιρῷ τῆς ἐν‐ ταῦθα γεωργίας ἀποδώσει τῷ Θεῷ τοὺς καρπούς. Καὶ καθ’ ἕτερον δὲ τρόπον, ὁ μακαριζόμενος, με‐
5ταφυτευθεὶς ἐκ τοῦ θνητοῦ βίου, ἐπαγγελίαν ἕξει ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ ἔσεσθαι, ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων. Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ’ ἢ ὡσεὶ χοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς
10γῆς. Ὁ μὲν μακάριος τοιοῦτος οἷον ὁ λόγος διέγρα‐ ψεν· σπάνιος δὲ οὗτος καὶ ἐν ὀλίγοις εὑρισκόμενος. Πολλοὶ δὲ οἱ ἀσεβεῖς, οἵτινες ὡς μηδὲν ἔχοντες τῷ μακαρίῳ διαβέβληνται. Καρπὸν γὰρ πρόσκαιρον καὶ σκεδαστὸν, καὶ ἀπολλύμενον κτησάμενοι, γεγόνασιν ὡς
15ὁ χοῦς ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων. Κατὰ κοινοῦ τὸ, ἐν βουλῇ δικαίων, ἀκούσεις· ὡς εἶναι τὴν διά‐ νοιαν τοιαύτην· Ἐπεὶ μηδὲν γόνιμον μηδὲ ζωτικὸν,
20ἀλλ’ οὐδὲ καρπὸν Θεοῦ ἄξιον τοῖς δικαίοις παραπλη‐ σίως οἱ ἀσεβεῖς προηνέγκαντο, διὰ τοῦτο ἐν τῷ τῆς κρίσεως καιρῷ, οὔτε οἱ ἁμαρτωλοὶ ἐν βουλῇ δι‐ καίων ἀναστήσονται. Ἀντὶ δὲ βουλῆς ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων συναγωγὴν ἡρμηνεύκασι, συνέλευ‐
25σιν δὲ ὁ Σύμμαχος. Βουλὴν τοίνυν ἡγητέον ἐνταῦθα εἰρῆσθαι τὴν σύνοδον τῶν ἁγίων, ὡς καὶ ἐν ἀρχῇ εἴ‐ ρηται. Κατὰ δευτέραν διάνοιαν τὴν σύνοδον τῶν ἀσε‐ βῶν δηλοῦσθαι ἐκ τοῦ ἐν βουλῇ ἀσεβῶν. Πλὴν ἀνα‐ στήσονται ἐπὶ κολάσει καὶ τιμωρίᾳ· Πᾶν γὰρ τὸ
30ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν ἐν παντὶ παρεωρα‐ μένῳ, ἐάν τε ἀγαθὸν ᾖ, ἐάν τε πονηρόν. Σημείω‐ σαι δὲ, ὅτι πρῶτος Δαυῒδ καὶ ἀνάστασιν καὶ κρίσιν μετὰ τὴν ἀνάστασιν ἐσομένην, καὶ ἐπαγγελίαν ζωῆς μελλούσης σαφῶς ἐδίδαξε, Μωϋσέως μηδὲν τοιοῦτον
35παραδεδωκότος. Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Σημείωσαι καθολικῶς, ὅτι κα‐ λὸν μὲν γινώσκεται ὑπὸ Κυρίου, φαῦλον δὲ οὐδὲν οὐδέποτε. Καλὸν γὰρ ὁδὸς δικαίων, καὶ οὐκ εἶπε·
40Γινώσκει Κύριος ὁδὸν ἀσεβῶν, ἤτοι τῶν ἀπολλυμέ‐ νων· ἀλλά· Καὶ ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ. Ὁδὸς δὲ δικαίων, ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδός· καὶ τό· Ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή. Ἐπὶ τούτων ἀναφέρεται.
45ΨΑΛΜΟΣ Τῼ ΔΑΥΪΔ Βʹ. Ἐξήγησις ψαλμοῦ βʹ. Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Προφητείαν ἐντίθησι Χριστοῦ παρουσίας προσαγορευτικήν· καὶ ὡς ὑπὸ Ἰουδαίων μὲν ἐπιβου‐

23

.

80

(50)

λευθήσεται, κρατήσει δὲ τῶν ἐθνῶν ἁπάντων, καὶ ὡς δι’ αὐτοῦ πάντες μακάριοι ἔσονται οἱ πεποιθότες ἐπ’ αὐτῷ. Ὁ μὲν οὖν πρῶτος ψαλμὸς ἕνα τινὰ σπα‐ νίως σωζόμενον ἐμακάριζεν· ὁ δὲ παρὼν ὁμοῦ πλήθη καλεῖ ἐπὶ τὸν μακαρισμόν· ἐπεὶ καὶ κλῆσιν τῶν
55ἐθνῶν ἁπάντων περιέχει, καὶ τὰς βασιλείας τῆς γῆς ἐπὶ τὴν σωτηρίαν καλεῖ. Ταῦτα δὲ πάντα διὰ τοῦ Χριστοῦ προξενηθήσεσθαι ἀνθρώποις θεσπίζει σφόδρα
ἀκολούθως. Ἔδει γὰρ ἡμᾶς προμεμαθηκότας περὶ80 in vol. 23

23

.

81

τῶν δύο ὁδῶν, ἑξῆς καὶ τὰ περὶ τοῦ Σωτῆρος παι‐ δευθῆναι· δι’ οὗ πάντες ἄνθρωποι τὴν μὲν τῶν ἀσε‐ βῶν ὁδὸν ἐξέφυγον, ἔτυχον δὲ τῆς ὁδοῦ τῆς σωτηρίου διὰ τῆς εἰς αὐτὸν πίστεως· ὃ δὴ παρίστησιν φάσκων
5ὁ λόγος· Μακάριοι πάντες οἱ πεποιθότες εἰς αὐτόν.
7 Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρ‐ χοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυ‐ ρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Σωτὴρ ἀνθρώ‐
10ποις ἐπιδεδήμηκεν ὁ Χριστὸς τοῦ Θεοῦ· Σωτὴρ καὶ φωστὴρ τῶν ἐθνῶν ἁπάντων, διδάσκαλος εὐσεβείας, σωφροσύνης καθηγεμὼν, δικαιοσύνης ἀρχηγὸς, ἀρετῆς ἁπάσης καὶ θεογνωσίας ἀληθοῦς αἴτιος. Τί δὲ οὖν, φησὶ, ταράττεται τὰ ἔθνη ἐπὶ τῇ τῶν τοσούτων ἀγα‐
15θῶν παρουσίᾳ; Εἰ δὲ καὶ πληρωτὴς ἐλήλυθε τοῦ Μωϋσέως νόμου, ὥσπερ οὖν αὐτὸς διδάσκει λέγων· Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶ‐ σαι, καὶ τὰ τῶν προφητῶν λόγια δι’ αὐτοῦ τέλους ἐτύγχανε· τί δὲ οἱ ταῦτα μελετῶντες, καὶ διὰ στό‐
20ματος αὐτὰ φέρειν σπουδάζοντες, οἱ τοῦ Ἰουδαίων ἔθνους λαοὶ ματαίαν ἐποιήσαντο περὶ αὐτοῦ μελέτην; Ἀλλὰ καὶ οἱ καθ’ ὅλης τῆς οἰκουμένης τῶν ἐθνῶν ἄρχοντες, οἵ τε κατὰ χρόνους βασιλεῖς τῆς γῆς, τί δὴ παθόντες δεινὸν, ἢ τί λέγειν ἔχοντες διαβολῆς ἄξιον,
25ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ κακὴν ταύτην συνετάξαντο συμφωνίαν, ὡς μίαν ἐπιβουλὴν ἀρτῦσαι καὶ μίαν ἀσεβῆ γνώμην βουλεύσασθαι κατὰ τοῦ τῶν ὅλων δε‐ σπότου τε καὶ βασιλέως Θεοῦ, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ; Οἱ γοῦν τὸν ὑπὸ τοῦ πάντων Κυρίου τε καὶ
30Θεοῦ ἀπεσταλμένον ἀνθρώποις Σωτῆρα πολεμοῦντες, ἐλαύνοντές τε αὐτοῦ τὴν διδασκαλίαν καὶ τὴν Ἐκκλη‐ σίαν αὐτοῦ κατὰ χρόνους διώκοντες βασιλεῖς καὶ ἄρ‐ χοντες τῆς γῆς λελήθασιν οὐ μόνον εἰς τὸν Χριστὸν, ἀλλὰ καὶ εἰς τὸν ἀπεσταλκότα αὐτὸν ἐκτείνοντες τὰ
35τῆς ἀσεβείας. Χριστὸν μὲν οὖν ὀνομαστὶ ὑπὸ ἀνθρώ‐ πων ἐπιβουλευόμενον σαφῶς ἐν τούτοις ὁ λόγος θε‐ σπίζει. Προϊὼν δὲ καὶ Υἱὸν τοῦ Θεοῦ ὀνομάζει· ἀλλὰ καὶ κλῆρον αὐτῷ παρὰ τοῦ Πατρὸς δοθήσεσθαι πάντα τὰ ἔθνη καὶ τὰ πέρατα τῆς γῆς διδάσκει· ἃ δὴ ἐπὶ
40μόνῳ τῷ ἡμετέρῳ Σωτῆρι πεπληρωμένα δείκνυται. Ἐπεὶ δὲ γεγόνασι παρὰ Ἰουδαίοις καὶ ἕτεροι Χρι‐ στοὶ, ἱερεῖς δηλαδὴ καὶ βασιλεῖς τοῦ ἔθνους, σκοπή‐ σεις ἐπὶ τίνος τούτων τὰ θεσπιζόμενα συμβέβηκεν· εἴ τις καὶ ἄλλος ἐπιβουλεύεται, εἴ τις Υἱὸς Θεοῦ κέ‐
45κληται, εἴ τις τῶν ἐθνῶν ἁπάντων κεκράτηκεν· εἴ τις καθ’ ὅλης Χριστὸς ἐγνώσθη τῆς οἰκουμένης. Ἀλλ’ οὐκ ἂν ἔχοι τις εἰπεῖν· μόνος γὰρ ὁ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς τῆς οἰκείας προσηγορίας τὸν σύμπαντα κατέπλησε κόσμον, Χριστιανῶν ἐξ αὐτοῦ

23

.

81

(50)

πᾶσαν τὴν οἰκουμένην πληρώσας, καὶ ἐπὶ μόνῳ αὐτῷ ἕκαστος τῶν εἰρημένων τέλους ἔτυχεν.
53Διάψαλμα. Τὸ διάψαλμα παρὰ τοῖς Ἑβδομήκοντα κεῖται, οὐκ‐
55έτι δὲ παρὰ Θεοδοτίωνι καὶ Συμμάχῳ. Καίτοι γε εἰώθασι πολλάκις χρῆσθαι τῇ λέξει ταύτῃ ὁμοίως
τοῖς Ἑβδομήκοντα. Διὸ εἰκὸς, εἰ καὶ τὸ πρόσωπον82 in vol. 23

23

.

84

μεταβέβληκε, τὸν μουσικὸν ῥυθμὸν τετηρεῖσθαι, καὶ διὰ τοῦτο μὴ προστεθεικέναι τὸ διάψαλμα τὸν Θεοδο‐ τίωνα καὶ τὸν Σύμμαχον. Διαῤῥήξωμεν τοὺς δε‐ σμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν
5ζυγὸν αὐτῶν. Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελά‐ σεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Πρὸς τοὺς πρώτους στίχους τοὺς πρὸ τοῦ διαψάλμα‐ τος ἡγούμεθα τούτους ἀποδίδοσθαι. Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤ‐
10ῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν. Τὰ ἔθνη, σει‐ ραῖς τῶν ἰδίων ἁμαρτιῶν σφιγγόμενα καὶ οὐκ ὄντα ἐλεύθερα, δέδεται τοῖς ἰδίοις αὐτῶν κακοῖς· καὶ ὁ Χριστός φησιν, ἤτοι πρὸς τοὺς διακονοῦντας αὐτῷ ἀγγέλους, ἢ πρὸς τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον,
15ἢ τρίτον τοὺς ἀποστόλους καὶ ὑπηρέτας τοῦ Εὐαγ‐ γελίου, παρακαλῶν αὐτοὺς ἐπὶ τὸν διασπασμὸν καὶ τὴν διάῤῥηξιν αὐτῶν, τό· Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν. Οἱ δὲ λαοὶ, ὑπὸ τὸν ζυγὸν σωματικῶς τοῦ νόμου τυγχάνοντες, οὗ διδάσκει καταφρονεῖν, ὡς
20περιέχοντος δικαιώματα οὐ καλὰ, καὶ προστάγματα οὐ καλὰ, προσαγόμενοι διὰ τοῦ Χριστοῦ τῷ πνευμα‐ τικῷ νόμῳ ἔχοντι τὰ καλὰ δικαιώματα καὶ προστά‐ γματα καλὰ, ἀποτίθενται τὸν βαρὺν τοῦ ἀποκτείνον‐ τος γράμματος ζυγὸν, τοῦ Σωτῆρος φάσκοντος πρὸς
25τοὺς προειρημένους συνεργοὺς τὸ, Ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν. Τὸ δὲ, ἀφ’ ἡμῶν, δύναται τοιοῦτον εἶναι· Ἀφ’ ἑαυτῶν ποιήσωμεν μὴ περιμείναντες τὴν δέησιν τῶν βαρουμένων. Δύναται δὲ τὸ, ἀφ’ ἡμῶν, καὶ οὕτω νοεῖσθαι· Κἀγὼ παρὰ
30τοῖς λαοῖς τοῖς μελετῶσι τὰ κενὰ γεγενημένος καὶ ἀνατρεφόμενος ὑπὸ τὸν ζυγόν εἰμι αὐτῶν περιτμη‐ θεὶς, Καὶ ἀποῤῥίψωμεν αὐτῶν τὸν ζυγὸν, τουτ‐ έστιν ἀπ’ ἐμοῦ καὶ ἀπὸ τῶν συγκατατιθεμένων μοι τὸν μὴ σώζοντα νόμον ὡς σώζοντα ἀσκούντων. Ἤ·
35Νομίζοντες εἶναι βάρος ἐπικείμενον καὶ ἡμῖν, τὸν ζυ‐ γὸν αὐτῶν ἀποῤῥίψωμεν. Τολμητέον γὰρ λέγειν ταῦτα εἶναι ἐν τῷ Χριστῷ διὰ τὴν πρὸς τοὺς βαρουμένους ὑπὸ τοῦ ζυγοῦ ἀγάπην, ἅπερ ἐστὶ καὶ ἐν πᾶσι τοῖς εὐσ‐ πλάγχνοις, τὰ τῶν ἄλλων ἁμαρτήματα ἴδια κρίνουσιν.
40 Ταῦτα μὲν οὖν περὶ ἀνθρώπων τῶν τε ἀπὸ τῶν ἐθνῶν καὶ ἀπὸ τοῦ λαοῦ. Τὸ δὲ, Ὁ κατοικῶν ἐν οὐρα‐ νοῖς ἐκγελάσεται, προσαρμοστέον πρὸς τὸ, Παρ‐ έστησαν οἱ βασιλεῖς τῆς γῆς, οὓς ἐκγελάσεται ὁ Θεὸς ἐν οὐρανοῖς κατοικῶν φρόνημα ἔχοντας γήϊνον.
45Οὐ γὰρ νενοήκασι τὴν οἰκονομίαν καὶ τὴν σοφίαν τοῦ Θεοῦ τὴν περὶ τὴν ἐνανθρώπησιν τοῦ Χριστοῦ. Τὸ δὲ, Καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτοὺς, πρὸς τὸ, Οἱ ἄρ‐ χοντες συνήχθησαν ἐπὶ τὸ αὐτό· ἵνα μυκτηρίζων‐ ται οἱ ἄρχοντες ὑπὸ τοῦ Χριστοῦ, οἱ συναχθέντες

23

.

84

(50)

κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Πρέ‐ πουσαι δὲ ἀγαθοῦ Θεοῦ Υἱῷ φωναί· ὅτι, εἰ καὶ τὰ ἔθνη ἐφρύαξαν, καὶ οἱ λαοὶ ἐμελέτησαν κενὰ, ἡμεῖς γε τοὺς δεσμοὺς αὐτῶν τῶν φρυαξάντων ἐθνῶν δια‐ σπάσωμεν, καὶ τὸν ζυγὸν τῶν μελετησάντων κενὰ
55λαῶν ἀποῤῥίψωμεν. Ἐπεὶ δὲ οὐκέτι εὐχερῶς δέχονται τὴν θεραπείαν οἵ τε τηλικοῦτοι προειρημένοι τῆς γῆς βασιλεῖς καὶ
οἱ ἄρχοντες, τῶν κατὰ τοῦ Κυρίου καὶ τοῦ Χριστοῦ84 in vol. 23

23

.

85

αὐτοῦ συναχθέντων ἐθνῶν τε καὶ λαῶν, βασιλέων τε καὶ ἀρχόντων, ὁρωμένων τε καὶ ἀφανῶν, προστάττει τὸ Πνεῦμα τὸ ἅγιον τοὺς τῆς εἰδωλολατρείας δεσμοὺς διαῤῥηγνύναι, καὶ τὸν βαρὺν τῆς ἁμαρτίας ζυγὸν
5ἀποῤῥίπτειν τῆς ἑαυτῶν ψυχῆς· οἷς καταδεδουλωμέ‐ νοι πρότερον ἑτέροις ἄρχουσιν ὑπεκείμεθα· ἵνα ἐκεί‐ νων ἐλευθερωθέντες τὸν ἐλαφρὸν τοῦ Σωτῆρος ζυγὸν ἀναδεξώμεθα, ἐφ’ ὃν προκαλεῖται λέγων· Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ
10ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου, καὶ ἴδετε, ὅτι χρηστός ἐστι. Λέλεκται δὲ ταῦτα πρὸς τὰ ἔθνη τὰ τῷ Χριστῷ ὑπὸ τοῦ Πατρὸς δεδομένα, προλαμβά‐ νοντος τοῦ λόγου τοὺς μέλλοντας προσιέναι τῇ Χρι‐ στοῦ διδασκαλίᾳ, καὶ παραινοῦντος μηκέτι τὸν πα‐
15λαιὸν ζυγὸν ἐπὶ τῶν ὤμων φέρειν, μηδὲ ταῖς σειραῖς τῶν προτέρων ἁμαρτημάτων ἑαυτῶν παραμένειν· ἀλλ’ εἰ καί τινες ἦσαν αὐτῶν πρότερον κύριοι ἄρχον‐ τές τε πικροὶ, οἱ πάλαι τῶν ἐθνῶν κατατυραννοῦντες δαίμονες πονηροὶ, οὓς δὴ θεοὺς ὠνόμαζον, ζυγὸν αὐ‐
20τοῖς ἐπαιωροῦντες βαρὺν καὶ συγκύπτειν τὴν ψυχὴν ἐπὶ τὸ κάτω ποιοῦντες, δεσμοῖς τε αὐτοὺς ἀσεβείας καταδεσμοῦντες· τούτων ἁπάντων τὴν δυναστείαν φεύγειν παρακελεύεται· προσφεύγειν δὲ τῷ Λυτρωτῇ καὶ Σωτῆρι, καὶ δὴ κλῆρον αὐτοὺς παρὰ τοῦ ἰδίου
25Πατρὸς εἰληφότι. Ταῦτα δὲ, φησὶ, πράξωμεν οἱ τῆς τοῦ Χριστοῦ κληρονομίας ἄξιοι γενόμενοι, εἰδότες, ὅτι Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, τὰ ἔθνη δηλαδὴ καὶ τοὺς λαοὺς τοὺς ἐπαναστάντας τῷ Χριστῷ αὐτοῦ, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.
30Ταῦτα πάλαι μὲν προφητικῶς ἀνεφωνεῖτο· πέπονθε δὲ αὐτὰ τὸ Ἰουδαίων ἔθνος πολιορκηθὲν παραχρῆμα μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἐπιβουλήν· καὶ κατὰ χρόνους δὲ οἱ τῆς Ἐκκλησίας τοῦ Χριστοῦ πολέμιοι, κρυφαίᾳ ἀεὶ χειρὶ πολεμούμενοι, ὑπὸ τοῦ κατοικοῦν‐
35τος ἐν οὐρανοῖς Κυρίου, τοῦ πρὸς αὐτῶν πολεμου‐ μένου. Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. Ἀλλὰ καὶ ἐν τῷ τῆς κρίσεως καιρῷ ὀργῆς Θεοῦ πειραθήσονται,
40καὶ τῷ θυμῷ αὐτοῦ ταραχθήσονται πάντες οἱ τοῦ σωτηρίου λόγου πολέμιοι. Ἐπείπερ αὐτὸς ὁ ὑπ’ αὐτῶν προσηλωθεὶς καὶ θανάτῳ παραδοθεὶς, κατοικῶν ἐν οὐρανοῖς καὶ τὰ πάντα περιέχων, ἐκγελάσεται αὐ‐ τοὺς, καὶ ὁ τούτου δὲ Πατὴρ ὁ σὺν τῷ Χριστῷ πολε‐
45μούμενος ἐκμυκτηριεῖ αὐτοὺς, καὶ τὴν ἀξίαν αὐτοὺς εἰσπράξεται δίκην· εἰ οἱ λόγοι τῶν ἀπειλῶν λόγοι εἰσὶν ἐν ὀργῇ ἀπαγγελλόμενοι. Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσ‐

23

.

85

(50)

ταγμα Κυρίου. Οἵδε μὲν, φησὶ, τάδε πείσονται οἱ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ συνελθόντες, καὶ τοιοῦτον μὲν ἐκείνων τὸ τέλος· ἐμὲ δὲ τότε μετὰ τὴν τοσαύτην ἐπιβουλὴν καὶ τοσαῦτα πάθη βασιλέα πρὸς αὐτοῦ τοῦ Πατρὸς καθεστάσθαι,
55καὶ τὸ πατρικὸν ὑμῖν πρόσταγμα διαγγέλλειν· τοῦτο δ’ ἂν εἴη τὸ εὐαγγελικὸν κήρυγμα. Εἰ δέ ἐστιν ὄρος ἅγιον Θεοῦ τὸ ἐπουράνιον περὶ οὗ φησιν ὁ Παῦλος·
Προσεληλύθατε Σιὼν ὄρει· καὶ πάλιν· Ἡ δὲ ἄνω86 in vol. 23

23

.

88

Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἐνταῦθά φησι τὰ βασίλεια αὐτῷ συνεστάναι· μέρος δ’ ἂν τῆς ἄνω Ἐκκλησίας καὶ ἡ ἐπὶ γῆς εἰς ἐκεῖνο τέλους καὶ αὐ‐ τῇ σπεύδουσα. Ὅπως δὲ ὑπὸ τοῦ Πατρὸς ἐν τῇ
5ἐπουρανίῳ Σιὼν κατεστάθη βασιλεὺς ὁ Χριστὸς αὐτοῦ, πάρεστι γνῶναι καὶ ἀπὸ τοῦ λέγεσθαι αὐτῷ· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑπο‐ πόδιον τῶν ποδῶν σου. Ποίους δὲ ἐχθροὺς ἢ τοὺς προλεχθέντας, τοὺς δὴ συναχθέντας κατ’ αὐτοῦ καὶ
10παραστάντας ἄρχοντας καὶ βασιλεῖς, καὶ λαοὺς, καὶ ἔθνη; τούτους γὰρ ὑποτάξειν τοῖς αὐτοῦ ποσὶν ὁ Πατὴρ ἐπηγγείλατο. Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Τὸ σήμερον ὄνομα χρόνου
15ἐστίν· ἰσοδυναμεῖ δὲ τῇ ἐνεστώσῃ ἡμέρᾳ· ἡμέρα δὲ διάστημά τι χρονικόν ἐστι. Τί οὖν φησι πρὸς αὐτὸν ὁ Κύριος· Ἐγὼ σήμερον γεγέννηκά σε; δη‐ λονότι περὶ τῆς χρονικῆς ἔφη γενήσεως τῆς κατ’ οἰκονομίαν· περὶ γὰρ τῆς ἀνάρχου φησὶν αὐτὸς ὁ
20Δαυΐδ· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Γεννᾶται δὲ σήμερον οὐχὶ ἀρχὴν συστάσεως ἐν τῷ γεννᾶσθαι λαμβάνων, κατὰ δὲ τὴν σαρκικὴν οἰκονο‐ μίαν εἰς υἱοθεσίαν ἐλθών. Καὶ ὁ παρ’ αὐτοῦ δὲ λαβὼν ἐξουσίαν τέκνον Θεοῦ γενέσθαι, ὅτε γίνεται τέκνον διὰ
25τοῦ βαπτίσματος ἀναγεννώμενος, ἕτερόν τι πρὸ τοῦ εἶναι τέκνον ὑπάρχων, ἐξευγενίζεται. Ὁ μέντοι γε Ἑβραῖος ἐλέγετο κύριον εἶναι τῆς λέξεως, ἔτεκον, ὅπερ καὶ Ἀκύλας πεποίηκεν. Ὁ δὲ Ἀπόστολος, νομο‐ μαθὴς ὑπάρχων, ἐν τῇ πρὸς Ἑβραίους τῇ τῶν Ἑβδο‐
30μήκοντα ἐχρήσατο. Καὶ ὅτι γε εἰς τὸν ἡμέτερον Σωτῆρα Ἰησοῦν τὸν Χριστὸν, καὶ οὐκ εἰς ἄλλον, πεπλήρωται ταῦτα, παρίστησι· τὸ γάρ· Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κλη‐
35ρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, οὐδεὶς ἂν ἔχοι φάναι ἐφ’ ἑτέρου τῶν πάλαι τοῦ Θεοῦ προφητῶν πεφανερῶσθαι καὶ πεπλη‐ ρῶσθαι. Οὔτε γὰρ Μωϋσῆς τῶν ἐθνῶν ἁπάντων ἐκρά‐ τησεν, οὔτε Δαυῒδ, οὔτε Σολομὼν, οὔτε τις ἕτερος
40προφητῶν ἢ βασιλέων τῶν ἐξ αἰῶνος γενομένων· μόνῳ δὲ τῷ ἡμετέρῳ Σωτῆρι ἡ τῶν πραγμάτων ἐνάρ‐ γεια μαρτυρεῖ· ἐπειδήπερ εἰς πᾶσαν τὴν γῆν ἐξῆλ‐ θεν ὁ φθόγγος τῶν ἀποστόλων αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν διῆλθεν.
45 Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Λαβὼν τὴν κατὰ πάντων ἐξουσίαν, τοὺς προτέρους ἐκείνους τοὺς κατὰ σοῦ φρυάξαντας καὶ κενὰ μελετήσαντας, ἀλλὰ καὶ τοὺς παραστάντας καὶ συναχθέντας κατὰ σοῦ

23

.

88

(50)

βασιλεῖς τε γῆς καὶ ἄρχοντας ποιμανεῖς, οὐ τῇ τῶν ἡμέρων προβάτων ποιμαντικῇ ῥάβδῳ, τῇ διὰ λόγων καὶ σωτηρίων μαθημάτων· τοιαύτῃ γὰρ λογικῇ ῥάβδῳ τὰ Χριστοῦ πρόβατα ἐν ταῖς μάνδραις αὐτοῦ, ἐν ταῖς Ἐκκλησίαις καὶ ταῖς τῶν ἱερῶν Γραφῶν πνευ‐
55ματικαῖς νομαῖς ποιμαίνεται· ἀλλ’ ἐν ῥάβδῳ σιδηρᾷ,88 in vol. 23

23

.

89

δι’ ἧς συντρίψειν αὐτοὺς, καὶ τὸ οἴημα αὐτῶν κατεά‐ ξειν δίκην ἀγγείου ὀστρακίνου λέγεται. Ῥάβδον δὲ σιδηρᾶν τὴν Ῥωμαίων ἀρχὴν εἶναί φησιν, ἐπικρα‐ τεστέραν γενομένην μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπι‐
5φάνειαν. Ἐξ ἐκείνου γὰρ τῶν κατ’ ἔθνη πολυαρχιῶν καὶ τῶν κατὰ χώρας ἐθναρχιῶν καταλυθεισῶν, ἡ Ῥωμαίων ἐμονάρχησε βασιλεία, ἣν καὶ ἡ τοῦ Δανιὴλ προφητεία σιδηρᾶν προσεῖπεν, ἐπὶ μὲν τῆς εἰκόνος φήσασα· αἱ κνῆμαι καὶ οἱ πόδες σιδηροῖ, καὶ τὴν ἑρ‐
10μηνείαν ἐκθεμένη διὰ τοῦ φάναι· Βασιλεία τετάρτη ἔσται ἰσχυρὰ ὡς ὁ σίδηρος· ὃν τρόπον γὰρ ὁ σίδηρος, λεπτυνεῖ καὶ δαμάσει· ἐπὶ δὲ τῆς ὁράσεως τοῦ προ‐ φήτου· Καὶ ἰδοὺ, φησὶν, ζῶον τέταρτον φοβερὸν, καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ, ἐσθίον καὶ λεπτύ‐
15νον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει. Ταύτην τοίνυν καὶ ἐπὶ τοῦ παρόντος δηλοῦσθαι φά‐ σκοντος λόγου· Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Δυνάμει γὰρ ἀφανεῖ καὶ ἀοράτῳ παρὰ τοῦ Πατρὸς κλῆρον πα‐
20ραλαβὼν τὰ καθ’ ὅλης τῆς οἰκουμένης ἔθνη ὁ Χρι‐ στὸς, τοὺς μὲν ἐπεγνωκότας αὐτὸν, καὶ ὑπὸ τὴν αὐτοῦ μάνδραν γενομένους ποιμανεῖ εἰσάγων καὶ ἐξ‐ άγων εἰς ἀγαθὰς νομὰς, ὥστε λέγειν τὴν αὐτοῦ ποίμνην (λογικὴ γὰρ ἦν)· Κύριος ποιμαίνει με, καὶ οὐδέν με
25ὑστερήσει. Εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνω‐ σεν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψε· τοὺς δὲ ἀφηνιῶντας τῶν ἐθνῶν καὶ κατεπαιρομένους τῶν αὐτοῦ προβάτων τῇ ῥάβδῳ τῇ σιδηρᾷ καθυποτάττει δαμάζων καὶ συν‐
30τρίβων διὰ τῆς Ῥωμαϊκῆς δυναστείας. Οὕτω γοῦν συμβαίνει τῶν ἀπλήστων ἐθνῶν τοὺς θυμοὺς καὶ τὰς ὁρμὰς τὰς κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ διὰ τῆς Ῥωμαϊκῆς ἀπειλῆς ἀνακρούεσθαι, οὐκ ἂν ἐπιτρε‐ ψάντων τῶν κατὰ πόλεις ἀρχόντων τε καὶ δήμων, ἐν
35μέσοις αὐτῶν συστῆναι τοῦ Χριστοῦ διδασκαλίαν, ἀνατρεπτικὴν τῆς πολυθέου πλάνης αὐτῶν τυγχάνου‐ σαν, εἰ μὴ ὁ Ῥωμαϊκὸς αὐτοῖς ἦν ἐπηρτημένος φό‐ βος, καὶ τὰ συντρίβοντα αὐτοὺς καὶ μὴ ἐῶντα κεφα‐ λὴν ἐπᾶραι διατάγματα τοὺς θυμοὺς αὐτῶν ἐχαλίνου
40καὶ συνέτριβε. Καὶ ἄλλῃ δὲ θεϊκῇ καὶ ἀποῤῥήτῳ δυ‐ νάμει ὁ Χριστὸς τὰ μὲν αὑτοῦ πρόβατα ἡμέρως ποι‐ μαίνει, μηδέποτε ἀναχωρῶν ἀπ’ αὐτῶν, καθ’ ἣν πε‐ ποίηται ἐπαγγελίαν φήσας· Ὅπου ἂν εἶεν δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν
45μέσῳ αὐτῶν· καὶ πάλιν· Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· τοὺς δ’ ἐπανισταμένους αὐτοῦ τῇ ποίμνῃ ἐν τοῖς κατὰ χρόνους διωγμοῖς πάλιν αὐτὸς μετέρχεται ἀφανεῖ καὶ ἀοράτῳ δυνάμει κολάζων ἐν ῥάβδῳ σιδηρᾷ, ἀλλὰ καὶ

23

.

89

(50)

τὴν ὑπερηφανίαν αὐτῶν καὶ τὸ ἔπαρμα τῆς ἀλαζο‐ νείας ὡς σκεύη κεράμια συντρίβει· ὡς ἤδη μυρίους αὐτῶν ὑπὸ τῶν θεηλάτων αὐτοῦ μαστίγων ἐλαυνομέ‐ νους δοῦναι δόξαν τῷ Θεῷ, καὶ ἐξομολογήσασθαι τὰς δυσσεβείας αὐτῶν. Ὡς σκεύη κεραμέως συντρί‐
55ψεις αὐτούς· οὐχ ὥστε ἀπολέσαι καὶ ἀναλῶσαι συν‐ τρίβει, ἀλλ’ ὥστε ἀναπλάσαι· πρὸς τοῦτο γὰρ σκο‐
πὸς τῷ κεραμεῖ συντρίβειν τὰ οἰκεῖα σκεύη, ὅταν ἔτι90 in vol. 23

23

.

92

ὑγιῆ καὶ ἀκέραιον σώζῃ τοῦ κεραμέως τὴν διάπλασιν οὐδέπω πυρὶ προσωμιληκότα. Τούτοις δὲ μαρτυρεῖ καὶ ὁ μακάριος Ἱερεμίας ὁ προφήτης, λέγων ὡς ἐκ τοῦ Θεοῦ· Ἢ καθὼς ὁ κεραμεὺς, οὕτως οὐ δυνή‐
5σομαι τοῦ ποιῆσαι ὑμῖν, οἶκος Ἰσραὴλ, λέγει Κύ‐ ριος; τουτέστιν, οὕτω καὶ διαπεσόντας ἀναπλάσαι, καὶ πάλιν εἰς τὸ ἀρχαῖον ἀποκαταστῆσαι. Καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν. Δουλεύσατε τῷ Κυρίῳ ἐν
10φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. Δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος. Τῆς εὐαγγελικῆς δηλονότι νομοθεσίας. Ἐντεῦθεν μεταβατικῶς ὁ λόγος διδασκαλίαν ἐκτίθεται τοῖς ἄρχουσι καὶ τοῖς βασιλεῦσι, τοῖς ὑπὸ τῇ σιδηρᾷ ῥάβδῳ ποιμανθησομένοις, καί
15φησιν· ὅτι Γνῶντες, ὦ οὗτοι, καὶ συνόντες ὁπόση τις ἡ δύναμις τοῦ παρὰ τοῦ Πατρὸς εἰληφότος τὰ ἔθνη κληρονομίαν, καὶ ὁποία τις τυγχάνει ἡ σιδηρᾶ ῥάβδος ἡ καθ’ ὑμῶν ἐπεγειρομένη, παύσασθε πολεμοῦντες αὐτῷ· ἀπολαβόντες δὲ μᾶλλον σύνεσιν ἐπίδοτε ἑαυτοὺς
20τῇ λογικῇ παιδείᾳ. Ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ· μακά‐ ριοι πάντες οἱ πεποιθότες ἐπ’ αὐτῷ· Ὅτι δὲ μὴ πάθη Θεοῦ ὀργὴ καὶ θυμὸς, ὁ μακάριος ἐδήλωσε Παῦ‐ λος εἰπών· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμε‐
25τανόητον καρδίαν, θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς· δι’ ὧν σημαίνει τὴν ἐφ’ ἁμαρτίαις κόλασιν εἰρῆσθαι θυμὸν καὶ ὀργήν. Ἐπ’ αὐτῷ δὲ, λέγει, πεποιθότες τῷ προφητευομένῳ Χριστῷ διὰ παντὸς τοῦ ψαλμοῦ, οἱ μικρὸν ὕστερον (βραχὺς γὰρ
30ἅπας ὁ παρὼν βίος) εὑρεθήσονται μακάριοι. Τὸ δὲ λεῖπον τοῖς ἐν τῷ πρώτῳ ψαλμῷ διὰ τούτων ἀπέδω‐ κεν. Οὐ γὰρ ἀρκεῖ μόνον τὸ μὴ πορεύεσθαι ἐν βουλῇ ἀσεβῶν, οὐδὲ τὸ μὴ στῆναι ἐν ὁδῷ ἁμαρτωλῶν καὶ μελετᾷν ἐν τῷ νόμῳ· ἀλλὰ γὰρ δὴ καὶ μὴ διακενῆς
35μελετᾷν, ἀλλὰ γνῶναι Χριστὸν ἐξ αὐτῶν, καὶ τῆς αὐτοῦ γενέσθαι μερίδος τε καὶ κληρονομίας, καὶ διὰ πίστεως καὶ ἔργων ἐπ’ αὐτῷ πεποιθέναι. Εἰκότως ἄρα, μιᾶς οὔσης τῆς διανοίας, συνημμένοι παρ’ Ἑβραίοις εἰσὶν οἱ δύο ψαλμοί.
40ΕΞΗΓΗΣΙΣ ΤΟΥ ΨΑΛΜΟΥ Γʹ. Ψαλμὸς τῷ Δαυῒδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσ‐ ώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ. Ἀναγκαίως τὸν καιρὸν ἐπισημειοῦται, ὡς ἂν ἐφαρ‐ μόσοι μὲν τοῖς λεγομένοις τὴν ἀπὸ τῶν Βασιλειῶν
45ἱστορίαν, καὶ ὡς ἂν μάθοιμεν, ὅτι, μετὰ τὸ ἐξαμαρ‐ τῆσαι εἰς τὴν τοῦ Οὐρίου, τοσοῦτον εἰσηνέγκατο με‐ τανοίας καρπὸν, ὡς πάλιν ἐν θείῳ Πνεύματι ψάλλειν. Ἕπεται γὰρ τῇ κατὰ τὸν Οὐρίαν ἱστορίᾳ ἡ τοῦ Ἀβεσ‐ σαλὼμ κατὰ τοῦ πατρὸς ἐπανάστασις. Γένοιτο δ’ ἂν

23

.

92

(50)

ἐκ τούτων καὶ ἑτέροις τροπὴ τῆς ἀπὸ προτέρων κα‐ κῶν ἐπὶ τὰ κρείττω μεταβολῆς, διδασκαλία τε γνη‐ σίας πρὸς τὸν Θεὸν ἐπιστροφῆς. Καὶ ἄλλως δὲ ἴδιον δικαίων ἐστὶ τὸ θλίβεσθαι· διὸ καὶ ὁ Σωτήρ φησιν· Ἐν τῷ κόσμῳ θλίψιν ἔχετε· καὶ στενὴ καὶ τε‐
55θλιμμένη ἐστὶν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Πολ‐
λοὶ ἐπανίστανται ἐπ’ ἐμέ· πολλοὶ λέγουσι τῇ92 in vol. 23

23

.

93

ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου, καὶ ὑψῶν τὴν κεφαλήν μου. Πάντας διω‐ γμοὺς χρὴ προσδοκᾷν τοὺς κατὰ Θεὸν ζῇν προῃρημέ‐
5νους. Ἐπεὶ κατὰ τὸν Ἀπόστολον· Πάντες οἱ θέλον‐ τες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσον‐ ται. Ἀλλ’ ἐν πᾶσι προσήκει τὰ δεινὰ καρτερῶς ὑπο‐ μένειν· ἐπεὶ μηδὲ πρὸς ὀλίγον ἐστὶν ἡμῖν ὁ ἀγὼν, μηδὲ πρὸς μικροὺς, ἀλλὰ πρὸς πλείονας καὶ μεγά‐
10λους, οὐ μόνον τοὺς ἐν ἀνθρώποις, ἀλλὰ καὶ τοὺς ἀοράτους ἐχθρούς. Καὶ κατὰ τὸ ῥητὸν δὲ, Δαυῒδ, ἐκ νέας ἡλικίας ὑπὸ τοῦ Σαοὺλ πολεμηθεὶς, καὶ μετὰ ταῦτα ὑπὸ μυρίων ἄλλων, καὶ τέλος ὑπὸ τοῦ υἱοῦ τῆς βασιλείας ἐλαυνόμενος καὶ φεύγων, ταῦτα κατὰ τὸν
15καιρὸν τῆς φυγῆς ἔλεγεν. Ἐχθρῶν δέ ἐστι τὸ ἐπεμ‐ βαίνειν καὶ ἐπανίστασθαι τοῖς κακοῖς τῶν δι’ ἐναντίας· διόπερ καὶ τῷ Δαυῒδ ἡμαρτηκότι ἐπὶ τῆς τοῦ Οὐρίου πολλοὶ ἐπανίσταντο ἐπιχαιρεσίκακοι ἐχθροί τινες. Πά‐ λαι καὶ ἐκ μακροῦ διὰ φθόνου ὑψοῦται κεφαλὴ τοῦ κα‐
20τὰ σῶμα μεγεθισμένου, παρὰ τὰς τῶν ὑποδεεστέρων κεφαλὰς κάτω κειμένας. Οὕτω διαναστάσης τῆς τοῦ μακαρίου ψυχῆς καὶ εἰς ἐπίδοσιν ἀναβεβηκυίας τοῦ ὡς ἐν ψυχαῖς μεγέθους, ἡ κεφαλὴ ὑψοῦται Θεοῦ συνεργοῦντος αὐτῇ καὶ πρὸς ἑαυτὸν εἰς οὐρανὸν ἀνά‐
25γοντος, τὸν ἐμπαρέχοντα αὐτὸν τῇ πρὸς τὸ ἀνωτάτω ἀκολουθίᾳ. Ἐπεὶ δὲ πολλῷ πλέον τῆς προαιρέσεως τῆς τἀνθρώπου χαρίζεται, νικῶν ἐν τῷ δωρεῖσθαι ὁ εὐεργέτης τὸν κατὰ δύναμιν ποιοῦντα τὸ καλόν· καὶ διὰ τοῦτο παντὸς καλοῦ τὴν αἰτίαν ὁ Παῦλος ἀνατι‐
30θεὶς τῷ Θεῷ φησιν· Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Ὁ Θεὸς μὲν οὖν καὶ ἡ ἀρετὴ μεγεθύνει, καὶ δι’ ὅλων ἐπαινεῖ τὴν τοῦ ἁγίου ψυχήν· κακία δὲ καὶ ἡ συνεργὸς ταύτῃ ἐχθρὰ τοῖς ἀνθρώποις δύναμις, συστέλλει καὶ εἰς
35στενὸν συνάγει τὴν μὴ ἑπομένην Θεῷ, καὶ οὕτω βραχεῖα γίνεται καὶ κολοβὴ, ὥστε τῆς χύσεως τῆς κακίας ἐπιγινομένης εἰς τὸ μηδὲν, τὴν τοιαύτην ψυχὴν λογισθῆναι κατὰ τὸν Ἡσαΐαν· οἱ γὰρ ἁμαρτάνοντες εἰς οὐδὲν ἐλογίσθησαν. Καὶ ὥσπερ σωμάτων ἐλάχι‐
40στόν ἐστιν ὁ χοῦς, οὕτως αἱ πάντη μοχθηραὶ ψυχαὶ, ἐπὶ πολὺ σμικρυνθεῖσαι, εἰσὶν ὡς ὁ χοῦς ὃν ἐκρίπτει ὁ ἄνεμος. Κεφαλὴν δὲ τῆς ψυχῆς νοητέον τὴν δια‐ νοητικὴν δύναμιν· ταύτης γὰρ διαφέρουσαν οὐδὲ μέχρι τοῦ ἐπινοῆσαι δυνατόν· εἴ γε καὶ τοῦ σώματος
45ἡ κεφαλὴ τιμιωτέρα. Αὕτη τοίνυν ἡ νοητικὴ δύναμις, τροπικώτερον κεφαλὴ λεχθεῖσα τῆς ψυχῆς, οἷς μὲν ὕψωται ἄνω βλέπουσα, οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ πάντα τὰ σώματα ὑπερκύψασα, ὡς φθάνειν μέχρι Θεοῦ. Παρατηρητέον δὲ τριχῶς τῆς σχέσεως τοῦ Θεοῦ

23

.

93

(50)

ὑμνουμένης ὑπὸ τοῦ λέγοντος τὴν τάξιν τοῦ πρώτου λεχθέντος, καὶ τοῦ ἑξῆς καὶ τοῦ λοιποῦ. Πρῶτον γάρ φησιν εἶναι τὸν Θεὸν ἀντιλήπτορα αὐτοῦ, ἔπειτα δόξαν, ἔπειτα ὑψοῦντα τὴν κεφαλήν. Καὶ ἡμῖν ἀντι‐ λήπτωρ, καὶ τὸ ὄνομα δηλοῖ ἀντιλαμβανόμενον, ἵνα
55ῥύσῃ τε ἀπὸ πολλῶν θλιβόντων καὶ ἐπανισταμένων
καὶ ἀπογινωσκόντων τὴν τοῦ λέγοντος ταῦτα σωτηρίαν.94 in vol. 23

23

.

96

Ἑξῆς δὲ τῷ ἀντιλήπτορι ἡ δόξα ἐστί· πρότερον γὰρ ἀντιλαμβάνεται ὁ Θεὸς, εἶτα δοξάζει καὶ ἑξῆς ὑψοῖ τοῦ δεδοξασμένου τὴν κεφαλήν. Εἰ γὰρ συνηγέρθη Χριστῷ, καὶ τὰ ἄνω φρονεῖ, οὐ τὰ ἐπὶ τῆς γῆς,
5ὑψωθήσεται αὐτοῦ ἡ κεφαλὴ ἀπὸ τοῦ Κυρίου, ὅς ἐστιν ὁ Λόγος, δόξα ὢν τοῦ χωρήσαντος αὐτὸν, ἣν ἀπὸ τοῦ μόνου ἐξῄτησεν ὁ μὴ λαμβάνων δόξαν παρὰ ἀνθρώ‐ που. Ὅπως δὲ ὑψώθη τοῦ Δαυῒδ ἡ κεφαλὴ, νοήσεις ἐπιστήσας, ὡς καθ’ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμέ‐
10νης καὶ ἐν πᾶσι τοῖς ἔθνεσι τὸ τοῦ Δαυῒδ βεβόηται ὄνομα, διὰ τὸν ἐκ σπέρματος αὐτοῦ κατὰ σάρκα γενό‐ μενον Χριστὸν τὸν τοῦ Θεοῦ Υἱόν· οὐχ οὕτως γὰρ ἐν ἀνθρώποις ὢν, καὶ μόνου τοῦ Ἰσραὴλ βασιλεύων, δεδόξαστο καὶ ὕψωτο, καὶ μάλιστα μετὰ τὴν ἐπανά‐
15στασιν τοῦ Ἀβεσσαλὼμ τὴν κατ’ αὐτοῦ γενομένην, ὡς διὰ τῆς σωτηρίου θεοφανείας ἐκ σπέρματος αὐτοῦ προελθούσης κατὰ σάρκα.
20 Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Τοῦ ὄρους ἐμνημόνευσε τούτου καὶ ὁ πρὸ τούτου ψαλμὸς, ἐν οἷς ἔλεγεν· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. Ἦν δὲ καὶ ὁ λέγων ἐν ἐκείνοις
25ταῦτα ὁ Χριστός· καὶ νῦν τοιγαροῦν ἐπακούσεσθαι αὐτοῦ φησιν ὁ Δαυῒδ ἐξ ὄρους ἁγίου αὐτοῦ. Τίνα δὲ ἐπακούσεσθαι αὐτοῦ, ἀλλ’ ἢ τὸν Κύριον τὸν κατα‐ στάντα βασιλέα ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ; Διὰ τούτου γὰρ μόνου ἀφέσεως τεύξεσθαι πεπίστευκεν,
30αὐτὸν δὲ εἶναι δόξαν αὐτοῦ, καὶ τὸν ὑψοῦντα τὴν κε‐ φαλὴν αὐτοῦ. Σφόδρα τοίνυν προειπὼν δοξασθήσεσθαι καὶ ὑψωθήσεσθαι τὴν ἑαυτοῦ κεφαλὴν, ὁπόθεν ὑπῆρ‐ ξεν αὐτῷ τοῦτο διδάσκει λέγων· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους
35ἁγίου αὐτοῦ Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου. Τὰ μέλλοντα ἐν τούτοις ὡς παρῳχηκότα θεσπίζει· ὡς γὰρ ἐν τῷ δευτέρῳ ἐλέ‐ γετο· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν
40κενά; Παρέστησαν καὶ συνέστησαν κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, ταῦτά τε ἐνοεῖτο μελλητικῶς· οὕτω καὶ νῦν τὸ, Ἐγὼ ἐκοι‐ μήθην καὶ ὕπνωσα, προφητικῶς εἴρηται, ἀντὶ τοῦ, Κοιμηθήσομαι καὶ ὑπνώσω, καὶ ἐξεγερθήσομαι·
45ὅτι σὺ Κύριος ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Ἐν τούτῳ γὰρ τὸν καιρὸν ἐπισημαίνεται καθ’ ὃν ὑπάρξει αὐτῷ ταῦτα. Μετὰ γὰρ τὸ κοιμηθῆναι αὐτὸν ἐξεγερθήσεται, φησὶν, ὅτι Κύριος ἀντιλήψεται αὐτοῦ. Κοίμησιν δὲ σημαίνει τὸν

23

.

96

(50)

θάνατον, μεθ’ ὃν ταῦτα ἔσεσθαι περὶ αὐτοῦ προφη‐ τεύει, ἀναπέμπων ἐπὶ τὸν χρόνον τῆς τοῦ Σωτῆρος παρουσίας, μεθ’ ὃν τέλους ἔτυχεν ἡ προφητεία· ὅτε καὶ μέχρις ᾅδου καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁ Χριστὸς, καὶ τῶν ἐκεῖ προσδοκώντων ἄφιξιν Σωτὴρ
55ἐπεδείχθη, ὡς ἅμα τῇ αὐτοῦ ἐκ νεκρῶν ἀναστάσει πολλὰ σώματα τῶν ἁγίων τῶν κεκοιμημένων συν‐ αναστῆναι αὐτῷ, ἐν οἷς εἰκὸς εἶναι καὶ τὴν τοῦ Δαυῒδ
ψυχήν. Θαρσῶν δὲ τῇ δυνάμει τῆς ἀναστάσεως τοῦ96 in vol. 23

23

.

97

Σωτῆρος, δι’ ἧς ἤμελλε καὶ αὐτὸς κοιμηθεὶς ἐξε‐ γερθήσεσθαι, φησίν·
4Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ
5συνεπιτιθεμένων μοι. Προεώρα γὰρ ὅτι μυριάδες ἀντικειμένων δυνάμεων βουλήσονται ἐπισχεῖν τὴν τῶν ἁγίων ἀναβίωσιν, διαφθονούμεναι τῇ αὐτῶν σωτηρίᾳ· ὧν ἐγὼ, φησὶν, λόγον οὐδένα ποιήσομαι, θαῤῥῶν τῷ ὑπερασπιστῇ μου, τῷ τοῦ θανάτου νικη‐
10τῇ· ὃς δὴ θύρας χαλκὰς συντρίψας καὶ μοχλοὺς σιδη‐ ροῦς συνθλάσας, τὰς ἐξ αἰῶνος ἀποκεκλεισμένας τοῦ θανάτου πύλας ἀνέῳξεν· ὁδόν τε ἀναστάσεως παρέσχε τοῖς αὐτόθι γνωρίμοις αὐτοῦ, ὧν εἷς αὐτῶν ἦν ὁ Δα‐ υΐδ. Διὸ ἐν ἑτέρῳ ψαλμῷ ἔλεγεν· Ἐγνώρισάς μοι
15ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου. Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου. Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι μα‐ ταίως· ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυ‐
20ρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. Πιστεύσας τῇ προγνώσει τῆς γενησομένης αὐτῷ μετὰ τὴν κοίμησιν τουτέστι τοῦ θανάτου διὰ τῆς σωτηρίου χάριτος καὶ εὐεργεσίας· ὅτι τε οὐκ ἄλλως ἔσται ἢ σὺν τῇ αὐτοῦ τοῦ Σωτῆρος ἀναστάσει, ἀκο‐
25λούθως εὔχεται ἐπιταχῦναι τοῦ Κυρίου τὴν ἀνάστα‐ σιν, ὅπως δι’ αὐτῆς τύχῃ καὶ αὐτὸς τῆς σωτηρίας· διό φησιν· Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου. Νικητὴν δὲ τὸν Σωτῆρα εἰδὼς πάντων τῶν ἐπιβουλῶν τοῦ τῶν ἀνθρώπων γένους, δαιμόνων πονηρῶν καὶ
30δυνάμεων ἀντικειμένων, φησίν· Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως. Οὕτως τὸ Ἑβραϊκὸν οὐκ ἔχει, ματαίως, ἀλλὰ, σιαγόνα· οἱ δὲ Ἑβδομήκοντα, ματαίως, ἐξέδωκαν, ἢ κατὰ τὰ ἀρχαῖα ἀντίγραφα ἑτέρως ἐσχηκότα, καθά φασί τινες
35τῶν Ἑβραίων, ἢ τῆς λέξεως τὸ εὐτελὲς ἀποφεύγον‐ τες. Οἱονεὶ δὲ κοιμώμενον δεικνὺς τὸν Θεὸν, ὅτε πεί‐ ρας ἕνεκα παρέδωκεν ἡμᾶς ταῖς ἀντικειμέναις δυνά‐ μεσι, διανίστησιν αὐτόν. Τάχα δὲ καὶ ὅτε τὸν Σω‐ τῆρα ὑπὲρ ἡμῶν πάντων παρέδωκεν, ἐκάθευδεν αὐτῷ
40ὁ Πατήρ· Ἀνίσταται δὲ σώζων αὐτὸν πατάσσων αὐ‐ τοῦ τοὺς ἐχθροὺς, ἢ τοὺς Ἰουδαίους, ἢ τοὺς νοητοὺς ἀλόγως ἐχθραίνοντας. Μετὰ γὰρ τῶν μισούντων ὁ ἅγιός ἐστιν εἰρηνικὸς, ἀγαπῶν τοὺς ἐχθρούς· ἀνθρω‐ πινότερον ὁ μὴ ματαίως ἐχθραίνων ἀμύνεσθαι θέλει·
45θεοσεβέστερον δὲ διὰ τὸ ἀληθεύειν Ἔφη γὰρ ὁ Παῦ‐ λος· Ἐχθρὸς ὑμῖν γέγονα ἀληθεύειν ὑμῖν· Ὁ‐ ποῖον καὶ ἐν Ψαλμοῖς τὸ, Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα; Ἀλλ’ οὐκ ἐπιβουλευτικὴν ἔχθραν νοητέον, ἀλλὰ κωλυτικὴν, χεομένης κακίας εἰς πολ‐

23

.

97

(50)

λούς. Δι’ ἑαυτοῦ γὰρ ἢ καὶ δι’ ἄλλου χρὴ τὴν δυνατὴν προσάγοντα βοήθειαν θεραπεύειν· ἢ τὸ τελευταῖον εὔχεσθαι περὶ τοῦ κολασθῆναι τὴν μοχθηρὰν ἕξιν, ἤγουν ἐκριζωθῆναι ἀπὸ τοῦ ἔχοντος· οὗ διδακτικὸν καὶ τό, Προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων,
55καὶ τὸ, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν. Ὁ δὲ μὴ
ψιλῶς ἀγαπῶν, καὶ περὶ τὸ καλῶς γενέσθαι αὐτῷ98 in vol. 23

23

.

100

συνεργεῖ, καὶ τὸ ἐν ἑβδόμῳ δὲ ψαλμῷ λεγόμενον· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀπο‐ πέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενὸς, σαφῶς διδάσκει μηδένα μισεῖν. Πῶς οὖν εἴρηται· Οὐχὶ τοὺς
5μισοῦντάς σε, Κύριε, ἐμίσησα; Μᾶλλον δὲ τίς ἐστιν οὕτως ἄθεος, ὡς μισεῖν ὃν ἡγεῖται Θεόν; Δῆλον οὖν, ὡς οἱ μισοῦντες καὶ καταθεματίζοντες Ἰησοῦν μι‐ σοῦσι τὸν Θεόν· Ὁ γὰρ ἐμὲ, φησὶ, δεχόμενος δέ‐ χεται τὸν ἀποστείλαντά με· καὶ, Ὁ ὁμολογῶν
10τὸν Υἱὸν, καὶ τὸν Πατέρα ἔχει· οὐκοῦν καὶ ὁ μι‐ σῶν τὸν Υἱὸν, καὶ τὸν Πατέρα μισεῖ. Καὶ πᾶς δὲ ἁμαρ‐ τάνων μισεῖ τὸν Θεόν· μισεῖ γὰρ σοφίαν καὶ δικαιο‐ σύνην, ἅπερ ἐστὶ Χριστός. Καὶ τί θαυμαστὸν, ὅπου ἑαυτὸν ὁ ἁμαρτάνων μισεῖ; Κατὰ γὰρ Σολομῶντα·
15ἀπωθούμενος παιδείαν μισεῖ ἑαυτόν. Οὐκοῦν ὁ μισῶν τοὺς μισοῦντας τὸν Θεὸν πλὴν λογίων τῶν εὐ‐ σεβεστάτων πάντας μισήσει καὶ ἑαυτὸν ἁμαρτάνοντα. Ὥστε οὐ ζῶα νομιστέον τὰ μισοῦντα τὸν Θεὸν, ἀλλὰ τοῖς λογικοῖς κακὰ συμβεβηκότα, οἷον ἡ ἀδικία· καὶ
20ὁ ἄδικος καθὸ ἄδικος μισεῖ τὸν Θεὸν, τῆς ἐν αὐτῷ ἀδικίας τοῦτο ποιούσης. Καὶ δεῖ ταῦτα μισεῖν ἐχθρὰ τυγχάνοντα προηγουμένως ἡμῶν. Καὶ ὥσπερ ἀπὸ τελειότητος ἔρχεται δικαιοσύνη καὶ σωφροσύνη, οὕτω καὶ τὸ τοιόνδε μῖσος. Οὐκοῦν πᾶς ἐχθραίνων τινὶ μα‐
25ταίως ἐχθραίνει· ὃ δὴ προὔκειτο δεῖξαι. Τοιοῦτόν ἐστι καὶ τὸ, Ἐμίσησάν με δωρεάν.
31 Ἀλλὰ καὶ διὰ τοὺς ἀνωτέρω εἰρηκότας τῇ ψυχῇ αὐτοῦ, Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ, νῦν φησιν· Ὀδόντας ἁμαρτωλῶν συνέτριψας, του‐ τέστι τοὺς λόγους καὶ τὰς κατ’ ἐμοῦ βλασφημίας περι‐
35εῖλας· ἀλλὰ καὶ αὐτοὺς τοὺς κατ’ ἐμοῦ τὰ τοιαῦτα φθεγξαμένους, ἀσεβεῖς ὄντας καὶ ἐπιχαιρεσικάκους, συνέτριψας, καὶ τὰς φωνὰς αὐτῶν κατῄσχυνας. Καὶ οὐ μόνον γε ἐμοὶ μετὰ τὸ κοιμηθῆναι καὶ ἀναστῆναι παρέσχου, ἀλλὰ καὶ παντὶ τῷ μέλλοντι χρηματίζειν
40σου λαῷ. Τηρητέον δὲ, ὡς, ἀντὶ τοῦ Σωτηρία, ἡ Ἑβραϊκὴ φωνὴ τὸ τοῦ Ἰησοῦ ὄνομα παρείλη‐ πται· καὶ δὴ τὸ συμπέρασμα τοῦ παντὸς δύο περιέ‐ χει διδασκαλίας· ὅτι τε ἡ τοῦ Κυρίου δύναμις σωτή‐ ριός ἐστι, καὶ ὅτι αὐτὸς τῷ αὐτοῦ λαῷ, τῷ δι’ αὐτοῦ
45σεσωσμένῳ, τὴν εὐλογίαν παρέξει, Εὐλογία δὲ πάν‐ τως πνευματικὴ κατὰ τὸν Ἀπόστολον εἰπόντα· Εὐ‐ λογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ· ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλο‐ γίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.

23

.

100

(50)

Ἔνθεν ἐπὶ τῆς τοῦ Σωτῆρος γενέσεως λέλεκται τῷ Ἰωσὴφ ὑπὸ τοῦ ἀγγέλου· Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐ‐ τοῦ, οὓς καὶ μακαρίους ὁ λόγος ἔφασκε. Ταῦτα μὲν οὖν τις κατὰ θεωρίαν τῶν προκειμένων. Εἴποι δ’ ἄν
55τις καὶ πρὸς λέξιν πεπληρῶσθαι αὐτά· προλεχθέντα
μὲν ὑπὸ τοῦ Δαυῒδ προφητικῶς ἐν καιρῷ τῆς περι‐100 in vol. 23

23

.

101

στάσεως, ὁπηνίκα ὁ υἱὸς ἐδίωκεν αὐτὸν, ἐπὶ πέρας δὲ ἠγμένα μετ’ οὐ πολὺ, ὅτε ἐν τῇ τοῦ πολέμου συμ‐ βολῇ πίπτει μὲν ὁ Ἀβεσσαλὼμ, πίπτουσι δὲ καὶ οἱ τὰ φίλα αὐτῷ φρονοῦντες· κρατεῖ δὲ ἡ τοῦ Δαυῒδ
5πρόῤῥησις ἡ φήσασα· Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως· ὀδόντας ἁμαρτω‐ λῶν συνέτριψας. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. Ἐλέγετο γοῦν ταῦτα προφητικῶς, ὡς ἂν ἤδη τοῦ λαοῦ σεσωσμένου, καὶ ὑπὸ
10τοῦ Δαυῒδ γενημένου. ΕΞΗΓΗΣΙΣ ΨΑΛΜΟΥ Δʹ. Εἰς τὸ τέλος ἐν ψαλμοῖς ᾠδὴ τῷ Δαυΐδ. Εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς τῷ Δαυΐδ. Ὥσπερ πάσης τέχνης καὶ ἐπιστήμης τέλος ἐστὶν
15......... καταντῆσαι τὸν μετερχόμενον· οὕτω πάσης λογικῆς φύσεως, τὸ ἐν Χριστῷ ζωοποιηθῆναι τέλος ἐστὶν, ὡς ἐν τῇ πρώτῃ πρὸς Κορινθίους ὁ Παῦ‐ λός φησι λέγων τῷ ἰδίῳ τάγματι· Δοκεῖ μη ......... εν ὑπογράφειν ἁπάντων, ὡς αἱ ἑκάστου ζωοποιουμένου
20πρὸς τὴν ἀξίαν μετὰ βασάνους. Ἢ καὶ τούτων χωρὶς ζωοποιήσας δὲ πάντας Χριστὸς ἐν ἑαυτῷ τοὺς τῷ Ἀδὰμ ἀποθνήσκοντας βασιλεύει τῶν ζωοποιηθέντων· ἐφ’ ὃ παρεκάλει τοὺς συνιέντας ἡ εἰς τὸ τέλος ἐπιγρα‐ φή. Παντὶ δὲ ἀγωνιζομένῳ τέλος ἡ νίκη. Πολλαὶ μὲν οὖν
25αἱ κατὰ μέρος νίκαι, καὶ τέλος ἢ ποτὲ μὲν λέγοντος Παύλου· Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς· ποτὲ δέ· Τὸν ἀγῶνα τὸν κα‐ λὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύ‐
30νης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος. Οἱ οὖν ἐπιγεγραμμένοι εἰς τὸ τέλος τῷ Δαυῒδ, τέλος καὶ νίκην ἀπαγγέλλουσι τοῦ Χριστοῦ λεγομένου Δαυΐδ· καὶ ἀντὶ τοῦ, εἰς τέλος, κατὰ τὸν Ἀκύλαν, νικοποιοῦ. Παντὶ γὰρ νενικημένῳ περιποιήσεται νίκην. Ὑπὸ
35Χριστοῦ γάρ τις νικώμενος, τὴν κακίαν νενίκηκε, ταύτην ἐξαφανίζων τῷ ὑποτετάχθαι Χριστῷ. Νικᾷ γὰρ οὐκ ἄκοντας, ἀλλὰ πείθων ὡς λόγος Θεοῦ. Τοὺς δὲ τοιούτους ὕμνους ἢ ψαλμοὺς, εἰς τὸ νῖκος, Θεο‐ δοτίων ἐπέγραψε· Σύμμαχος δὲ, ἐπινικίους. Οὕτω
40δὲ νοεῖν εὔλογον, κἂν μὴ τῷ Δαυῒδ ὦσιν ἐπιγεγραμ‐ μένοι, ἀλλ’ εἰς τὸ τέλος τυχὸν τῷ Ἀσὰφ,τοῖς υἱοῖς Κορὲ, τῷ τοὺς ἁγίους ἀναδεδέχθαι πάντας τὴν εἰκόνα Χριστοῦ. Τὸ δὲ ἐν ψαλμοῖς παρὰ τοῖς Ἑβδο‐ μήκοντα καὶ Ἀκύλας, σαφέστερον ὁ Σύμμαχος,
45διὰ ψαλτηρίων ἐξέδωκε διδασκο ......... τὴν ᾠδὴν εἰρῆσθαι ......... τὰ ψαλτήρια πλείω ......... ὄργανα δι’ ὧν ᾄδεται τὸ εἰς τὸ τέλος,ὁ ἐπινίκιος, τῷ νικοποιῷ, ὃ δηλοῦν ἔοικε καὶ τὸ εἰς νῖκος ἐν ὕμνοις παρὰ τῷ Θεοδοτίωνι. Αὕτη τοίνυν ἡ ᾠδὴ, ἢ

23

.

101

(50)

τὸ μελῴδημα, ἢ ψαλμὸς τὴν εἰρημένην ἔχων ὑπόθεσιν ἐπαγγέλλεται ταύτην κοινώτερον μὲν ἐν τῷ προφήτῃ
Δαυῒδ, μυστικώτερον δὲ τῷ Χριστῷ, τὸ πρόσωπον102 in vol. 23

23

.

104

τῶν ἁγίων ἀναλαμβάνοντι, τὰς δὲ θλίψεις αὐτῶν ἰδιοποιημένῳ καὶ τοὺς πλατυσμοὺς ἁγίων· ἁγίων γὰρ, φωνὴ τὸ, Ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στε‐ νοχωρούμενοι· ἐπιστρέφοντι δὲ καὶ τοὺς ὅσοι τυγχά‐
5νουσι βαρυκάρδιοι, τούς τε ἀγαπῶντας τὰ μάταια καὶ ζητοῦντας τὸ ψεῦδος. Τὸ δὲ μελῴδημα παρὰ τὴν ᾠδὴν ἔοικε δηλοῦν καὶ τὸ τοῦ μυστικοῦ ῥυθμοῦ τεχνικόν· κατὰ δὲ ἀναγωγὴν ὀρθὴν, πολιτεία πρὸς δόξαν Θεοῦ μετὰ δογμάτων ὑγιῶν καὶ λόγων καὶ ἑτέροις ὠφελί‐
10μων.
12 Ἐν τῷ ἐπικαλεῖσθαί με, εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς με. Ὁ μὲν πρὸ τούτου ψαλμὸς ἐλέγετο ἐν τῷ ἀποδιδρά‐
15σκειν Δαυῒδ ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ· ὁ δὲ παρὼν ἔοικεν ἑξῆς ἐκείνῳ εἰρῆσθαι μετὰ τὴν κατὰ τοῦ Ἀβεσσαλὼμ νίκην· μεθ’ ὃν ὕμνον ἐπι‐ νίκιον τῷ νικοποιῷ Θεῷ ἀνατίθησι τὸν παρόντα ψαλ‐ μὸν, δι’ οὗ καὶ ἡμεῖς παιδευόμεθα μὴ ἀμνημονεῖν τῶν
20τοῦ Θεοῦ εἰς ἡμᾶς εὐεργεσιῶν. Εἰκότως οὖν ἐν μὲν τῷ πρὸ τούτου ἔλεγεν· Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; ἐν δὲ τούτῳ· Ἐν θλίψει ἐπλάτυνάς με. Λέγει δὲ ταῦτα περὶ τῆς κατὰ τὸν Ἀβεσσαλὼμ συμφορᾶς· καθ’ ἣν τὸν Θεὸν ἐπικαλεσάμενος, ἔτυχεν
25αὐτοῦ ἐπηκόου· καὶ γενόμενος ἐν θλίψει διὰ τὸν λαὸν, καὶ τὴν κιβωτὸν τοῦ Θεοῦ, ἀνέσεως καὶ πλατυσμοῦ ἠξιώθη, παυσαμένου μὲν τοῦ πολέμου, εἰρήνης δὲ βαθυτάτης διαλαβούσης αὐτόν τε καὶ πάντα τὸν λαόν. Ἢ ἄλλως λέγει ταῦτα ἐπὶ τοῦ πταίσματος τῆς
30τοῦ Οὐρίου, καὶ ἡ τοῦ υἱοῦ ἐπανάστασις, καὶ τὰ λοι‐ πὰ πάντα τὰ κατὰ τὸν οἶκον κακὰ ἃ συμβέβηκεν αὐτῷ. Ἐπὶ τούτοις γὰρ ἑαυτὸν κακώσας, μετανοίᾳ τε καὶ ἐξομολογήσει ἑαυτὸν παραδοὺς, καὶ τῷ πταίσματι ἐφαμίλλως ἑαυτὸν τιμωρησάμενος, ἔργοις τε δικαιο‐
35σύνης καὶ καρποῖς ἀγαθοῖς πάσης εὐποιίας τὸν Θεὸν ἱλασάμενος, καὶ τυχὼν ἐπαγγελίας ἀγαθῆς, δι’ ἣν τῷ πρὸ τούτου ψαλμῷ προφητικῶς ἔλεγε· Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κε‐ φαλήν μου, καὶ τὰ λοιπὰ ὅσα παρίστη ὁ πρὸ τούτου
40λόγος, ἀκολούθως διὰ τῶν προκειμένων φησίν· Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς με. Οἰ‐ κτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Τὸ πρῶτον ἐπακουσθεὶς ἐν τῷ ἐπικαλεῖσθαι τὸν
45Κύριον, οὐκ ἐπαίρεται οὐδὲ ἀποῤῥᾳθυμεῖ· ἀλλ’ εὐθὺς περὶ τοῦ μέλλοντος χρόνου πάλιν δέεται, πάντοτε τὸν Θεὸν ἐπήκοον ἔχειν παρακαλῶν· ἱκετεύει τε κατ’ οἶκτον ἐπακουσθῆναι, οὐ κατ’ ὀφειλήν. Εἰ γὰρ καὶ παρῆν τις αὐτῷ καρπὸς δικαιοσύνης, ἀλλ’ οὐκ ἐπὶ

23

.

104

(50)

τούτῳ θαρσεῖν ἔλεγεν· ἀλλ’ ἐπὶ τῷ ἐλέῳ καὶ τοῖς οἰκτιρμοῖς τοῦ Θεοῦ. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος; Τοὺς τὴν διάνοιαν πεπαχυμμένους, καὶ περὶ τὴν ὑπακοὴν
55τοῦ θείου λόγου βραδεῖς, βαρυκαρδίους ὠνόμασεν, ἢ τοὺς βεβαρημένους τὸ συνειδὸς ὑπὸ μοχθηρῶν λογι‐ σμῶν· πλήττων δὲ τούτους τῷ λόγῳ φησίν· Ἕως
ποτε ταῖς ἑαυτῶν ἁμαρτίαις παραμένετε, σπεύδειν104 in vol. 23

23

.

105

δέον ἐπὶ μετάνοιαν καὶ τὴν φίλην τῷ Θεῷ ἐξομολό‐ γησιν; κατὰ δὲ τὴν ἱστορίαν, ἔοικεν ὁ Δαυῒδ πρὸς τοὺς ἐπὶ τοῖς πειρασμοῖς καὶ ταῖς περιστάσεσι τα‐ ραττομένους, καὶ θορυβουμένους, καὶ πάντα μᾶλλον
5πράττοντας ἢ ἐπὶ τὸν Θεὸν καταφεύγοντας, ταῦτα λέγειν. Τί γὰρ χρὴ ταράττειν καὶ ταράττεσθαι, φη‐ σὶν, ἐν τοῖς περιστατικοῖς καιροῖς; Τί δὲ χρὴ μα‐ ταιότητι ἑαυτοὺς ἐκδιδόναι, ὦ βαρυκάρδιοι ἄνδρες; Τί δὲ τὸ ψεῦδος μετιέναι, τὸ ἀληθὲς καταλιπόντας;
10Ἀλλὰ γὰρ ἐντεῦθεν μαθόντες, ὅτι Θεὸς καὶ Κύριός ἐστιν ὁ τῶν ὅλων ἔφορος καὶ προνοητὴς, ὁ μηδέποτε καταλείπων πάντα ὅσιον αὐτοῦ, ἀλλ’ ἀεὶ θαυμαστὰ ἐπ’ αὐτῷ δεικνὺς, σπουδάζετε καὶ αὐτοὶ ὅσιοι γενέ‐ σθαι, εὖ καὶ ἀκριβῶς εἰδότες, ὅτι καὶ ὑμῶν ὥσπερ
15οὖν καὶ ἐμοῦ αὐτοῦ Κύριος εἰσακούσεται, ἐν τῷ κεκραγέναι πρὸς αὐτόν. Ἐπακούσαντος δὲ ὑμῶν τοῦ Κυρίου, οὐδὲν δεῖ λοιπὸν μεριμνᾷν, ἔχοντας τὸ ἀσφαλὲς ἀπὸ τῆς παρ’ αὐτοῦ βοηθείας. Δόξα τε τοῦ θείου λόγου εἶεν ἂν οἱ υἱοὶ τῶν ἀνθρώπων κατὰ τὸν
20Ἀκύλαν καὶ Σύμμαχον· ὁ μὲν γὰρ Ἀκύλας· Ἕως πότε, οἱ ἔνδοξοί μου; ὁ δὲ Σύμμαχος· Ἕως πότε, ἡ δόξα μου; διὰ τὴν ἐν αὐτοῖς νοερὰν ψυχὴν καὶ λο‐ γικὴν τὴν κατ’ εἰκόνα τοῦ Θεοῦ πεποιημένην. Οὓς ἐπὶ τὸ χεῖρον ἑαυτοὺς διαστρέφοντας ὁ λόγος ἐπονει‐
25δίζει, βαρυκαρδίους καλῶν, καὶ ἀνθρώπων υἱούς· δέον εἶναι υἱοὺς Θεοῦ, κατὰ τό· Ἐγὼ εἶπον· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Καὶ γνῶτε, ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ. Ὁ προφήτης περὶ Χριστοῦ διδάσκει ἡμᾶς, ὅς
30ἐστιν ἀληθὴς ὅσιος, κατὰ τὸ εἰρημένον ἐν τῷ ιεʹ ψαλμῷ· καὶ οἱ ἀπόστολοι δὲ ἐμαρτύρησαν, ὡς περὶ Χριστοῦ προφητευομένου λέγοντες εἰρῆσθαι τὸ, Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Δυνατὸν δὲ
35καὶ περὶ παντὸς ὁσίου διδάσκεσθαι ἡμᾶς. Οὐ ταυτὸν δέ ἐστι πιστεῦσαι, ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ, καὶ γνῶναι, ὡς οὐδὲ ταυτόν ἐστι τῇ ἀληθείᾳ πιστεῦσαι, καὶ γνῶναι τὴν ἀλήθειαν, καὶ πιστεῦσαι τῷ Θεῷ καὶ γνῶναι τὸν Θεόν. Οἱ ἀπόστολοι
40οὖν τῇ ἀληθείᾳ ἐπίστευον· ἀλλ’ οὐ πάντως ὅτε ἐπί‐ στευον ἐγνώκεισαν αὐτήν. Ἀπόδειξις δὲ τῶν εἰρη‐ μένων τὸ Εὐαγγέλιον, ἔνθα εἴρηται· Ἐὰν μείνητε ἐν τῷ ἐμῷ λόγῳ, ἀληθῶς μαθηταί μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθε‐
45ρώσει ὑμᾶς. Πιστεύουσι γὰρ τῇ ἀληθείᾳ, φησὶ, τὸ γνώσεσθαι τὴν ἀλήθειαν· κατὰ γὰρ τοὺς προφήτας πιστεῦσαι δεῖ πρὶν συνιέναι καὶ λαλῆσαι· τοῦ μὲν Ἡσαΐου λέγοντος· Ἐὰν μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε· τοῦ δὲ Δαυίδ· Ἐπίστευσα, διὸ ἐλά‐

23

.

105

(50)

λησα. Ὅτι δὲ τὸ γινώσκειν τὸν Θεὸν τοῦ πιστεύειν αὐτῷ διαφέρει, ἐν τοῖς Ψαλμοῖς ἀναγέγραπται διὰ τοῦ, Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός· οὐ γὰρ τοῖς ἀπιστοῦσί φησι· Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Ἐπὶ γνῶσιν οὖν ἡμᾶς ὁ λόγος
55προκαλούμενος ὑποβάλλει καὶ τὴν τίνος γνῶσιν ἀνα‐106 in vol. 23

23

.

108

λαβεῖν ἡμᾶς χρὴ, ὥς εἰσιν ὑπὸ Θεοῦ τεθαυμαστωμένοι οἱ ὅσιοι, θαύμασι προσαχθέντες τῶν ἀποῤῥήτων μυ‐ στηρίων καὶ τῶν ἁγίων θεωρημάτων, καὶ αὐτοὶ δι’ αὐτὴν τοῦ Θεοῦ χάριν καὶ θείαν ἐπισκοπὴν θαυμαστοὶ
5γενόμενοι. Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατα‐ νύγητε. Συμβουλεύει κωλύειν τὸ τῆς ὀργῆς πάθος, εἴ ποτε ἀγανακτικῶς ἀνακινεῖται, μηδὲ εἰς ἔργον τὸν
10θυμὸν κινεῖσθαι παραινῶν. Οὐκ ἀκαίρως δὲ ταῦτά φησιν· ἀλλ’ ἐπειδὴ κατὰ τοῦ Ἀβεσσαλὼμ ὁρμῶντες εἰς πόλεμον, μετ’ ὀργῆς ἐξῄεσαν, ὡς εἰκὸς, οἱ μετὰ τοῦ Δαυῒδ, ἀγανακτοῦντες ἐπὶ τῇ τοῦ υἱοῦ κατὰ τοῦ πατρὸς ἐπαναστάσει· τούτου χάριν ἔοικε τοιαῦτά
15τινα πρὸς αὐτοὺς λέγειν· Ὑμεῖς μὲν, ὦ ἄνδρες σύμ‐ μαχοι, οἳ δὴ καὶ ἔνδοξοί μου, ὡς υἱοὶ ἀνθρώπων βαρυκάρδιοί τινες ὄντες, καὶ τῇ τοῦ θνητοῦ βίου ματαιότητι προσέχοντες, οὐκ εἰδότες τὴν τοῦ Θεοῦ κατὰ τῶν ἀσεβῶν δικαιοκρισίαν, θυμοῦσθε κατὰ τοῦ
20ἀσεβοῦς υἱοῦ· καὶ δικαίως κινούμενοι, καὶ ἀγανα‐ κτικῶς ὀργιζόμενοι, ἐπὶ τὸν πόλεμον ὁρμᾶτε· ἐγὼ δὲ τοῖς πᾶσι παραινῶ, εἰ καὶ εὔλογος ἡ ὀργὴ, ἀλλ’ ὑμᾶς οὐ χρὴ τῆς οἰκείας ἐπιλανθάνεσθαι ἀνεξικα‐ κίας, οὐδ’ ἐπὶ πλέον ἐξάπτεσθαι, ὡς καὶ ἐπὶ ἁμαρτίας
25ἐκπίπτειν. Διό φημι· Ὀργίζεσθε, ἀλλὰ μὴ ἁμαρ‐ τάνετε. Εἰ δὲ καὶ κλονεῖσθε, κατὰ τὸν Ἀκύλαν, τὰς ψυχὰς διὰ τὰ τῷ Ἀβεσσαλὼμ προτετολμημένα, ἀλλ’ ὁρᾶτε μὴ καὶ ἑτέραν ἐπὶ ταῖς προτέραις προσθείητε ἁμαρτίαν, τῇ ὀργῇ ἐπιμένοντες. Εὕροις δ’ ἂν καὶ
30κατὰ τὴν ἱστορίαν πολλὰ παραινοῦντα αὐτὸν φείσα‐ σθαι τοῦ παιδός. Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. Εἰ καὶ ὡς ἄνθρωποι θνητοὶ πολλὰ διανοεῖσθε μεθ’ ἡμέραν ὀργιζόμενοι· ἀλλ’ ἐπὶ ταῖς κοίταις ὑμῶν
35ἐφ’ ἡσυχίας, παρ’ ἑαυτοῖς γενόμενοι, κατανύγητε, τὰ δι’ ἡμέρας ὑμῖν πεπραγμένα διαλογιζόμενοι. Μὴ γοῦν, φησὶν, ὀργίζεσθε κατὰ τῶν εἰς ὑμᾶς πλημμε‐ λούντων, μηδὲ κατὰ τοῦ ἐπαναστάντος τῷ πατρί· μήτε αὐτοὶ ἁμαρτάνοντες, κἂν ἕτεροι ἀσεβοῦντες
40προκαλοῦνται ὑμᾶς εἰς ὀργῆς ἔργα καὶ εἰς ἁμαρ‐ τίας, ἀλλ’ ἀντὶ τούτων μᾶλλον, εἴπερ βούλεσθε τὸ ἀσφαλὲς ἔχειν, θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον, καὶ μηκέτι ταράττεσθε, οἰκειωθέντες τῷ Κυρίῳ διὰ τῆς δικαιοσύνης. Ἐπεί‐
45περ ἀντὶ πάσης θυσίας χαίρει δικαιοπραγίαις καὶ ταῖς κατ’ ἀρετὴν πράξεσι. Καὶ τοῦτο πολὺ βέλτιον πράττειν ἢ ὀργίζεσθαι καὶ ἑαυτοὺς ἐκδικεῖν σπου‐ δάζειν. Διὸ δὴ καὶ αὐτὸς, ἐπαναστάντος τοῦ υἱοῦ, περὶ τοῦτο μόνον ἐσπούδασα διὰ δικαιοσύνης τὸν

23

.

108

(50)

Θεὸν ἱλασκόμενος· ὅθεν, Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, καὶ, ἐν θλίψει ἐπλάτυνάς μοι· ἐπειδὴ, θύσας θυσίαν δικαιοσύνης, ἐπ’ αὐτὸν ἤλπισα. Πολλοὶ λέγουσιν· Τίς δείξει ἡμῖν ἀγαθά; Ἄλλοι
55μὲν, φησὶν, ἄλλως διανοούμενοι, καὶ μάλιστα οἱ βα‐ ρυκάρδιοι υἱοὶ τῶν ἀνθρώπων, οἱ τὴν τοῦ βίου μα‐ ταιότητα ἀγαπῶντες. οὐκ εἰδότες τ’ ἀληθῶς ἀγαθὰ, οὐδὲ ἐλπίζοντες, οὐδὲ πιστεύοντες ταῦτα ὄψεσθαι,
φασί· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; Οὐ γὰρ συνορῶσιν108 in vol. 23

23

.

109

αὐτὰ, τῷ μὴ καταυγάζεσθαι τῷ φωτὶ τοῦ προσώπου σου· διὸ δὴ μόνα τὰ γεώδη καὶ φθαρτὰ ὑπολαμβά‐ νοντες εἶναι ἀγαθὰ, περὶ ταῦτα ἀσχολοῦνται καὶ ταῦ‐ τα μεταδιώκουσιν. Εἰ δέ τις αὐτοῖς περὶ τῶν θειοτέ‐
5ρων καὶ ἐπουρανίων λέγοι, ἐρωτᾷν εἰώθασιν· Καὶ τίς ἆρά ἐστιν ὁ δείξων ἡμῖν ταῦτα; Ἀλλ’ ἐκεῖνοι μὲν τοιοῦτοί τινες. Ἡμεῖς δὲ παρ’ οἷς ἐσημειώθη τὸ φῶς τοῦ προσώπου σου, ὦ Κύριε, καὶ τὸν δείξοντα καὶ τὸν δώσοντα ἡμῖν αὐτὰ ἐπιστάμεθα ὑπὸ τοῦ σου
10φωτὸς εἰς τὴν γνῶσιν αὐτῶν ἐληλυθότες· Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. Ἀπὸ καρποῦ τοῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. Ἐπεὶ δὲ πολλαχοῦ τῶν Γρα‐ φῶν ἐν εὐλογίαις σῖτος καὶ οἶνος τοῖς ἁγίοις κεῖνται
15ἐν ἐπαγγελίᾳ, ὡς τοῦ ἐναντίου τοῖς ἁμαρτωλοῖς ἡ τούτων στέρησις· ἄξιον ἀποστῆσαι τῆς κατὰ τὸ ῥητὸν ψιλὸν ὑπολήψεως, τούς τε ἀκεραιοτέρους τῶν πεπι‐ στευκότων, καὶ τοὺς διὰ τὴν μικρότητα τῆς ἐπαγ‐ γελίας ἑτέρῳ Θεῷ ἀναπλαττομένῳ ὑπ’ αὐτῶν βουλο‐
20μένους προσκυνεῖν· καὶ φιλοτιμητέον τὸ ποικίλον τῶν σωματικῶν βρωμάτων ἀναγαγεῖν ἐπὶ ταῦτα, ὧν μεταλαμβάνουσα κατ’ ἀξίαν ἑκάστη ψυχὴ ἁγιάζεταί τε καὶ εὐεκτεῖ καὶ ἰσχυροποιεῖται πρὸς τὸ δύνασθαι τὰ ἐπιβάλλοντα αὐτῇ ἔργα ἐπιτελεῖν· Ἐγὼ δὲ οἶμαι
25αὐτὰ καὶ εἰς τὸν μέλλοντα αἰῶνα ἀνάγεσθαι. Καὶ ἵνα μὴ περὶ τῶν τηλικούτων ἀμαρτύρως δόξωμεν ἀπο‐ φαίνεσθαι, ἀρκέσει ἡμῖν Παῦλος σαφέστατα τοῦτο διδάσκων ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολῇ οὕτως· Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει,
30ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας σαββάτων· ἅ ἐστι σκιὰ τῶν μελλόντων.
33 Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ’ ἐλπίδι
35κατῴκισάς με. Ἔοικε δηλοῦν τὴν ἀβλαβῆ ἄνεσιν καὶ ἀνάπαυσιν τῆς ψυχῆς, συμφώνως τῷ θείῳ λόγῳ ἐσο‐ μένην μετὰ τὰς πρὸς τὰ κάλλιστα θεωρίας. Τάχα γὰρ ὃν τρόπον κατὰ τὸ σῶμα φαγόντες καὶ πιόντες ἀνέσεως δεόμεθα τῆς κατὰ τὸν ὕπνον· οὕτως οὐ πάν‐
40τοτε δυναμένη διαρκεῖν ἡ ψυχὴ πρὸς τὸ θεωρεῖν, ἐν καιρῷ ἐνατενίζει τοῖς κατὰ τὴν ἑαυτῆς δύναμιν τῷ αὐτάρκει· εἶτα διανάπαυσιν ἡγούμεθα δηλοῦσθαι διὰ τοῦ· Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω.
46 Ἐκεῖνοι μὲν, φησὶν, οἱ πολλοὶ ἅτε δὴ πλατεῖαν καὶ εὐρύχωρον ὁδεύοντες, δι’ ἧς οἱ πολλοὶ βαδίζουσι, οὐκ ἐλπίζοντες, τίς δείξει αὐτοῖς τὰ κατὰ ἀλήθειαν ἀγαθὰ, ἐν οἴνῳ καὶ ἐλαίῳ καὶ σίτῳ πληθύνοντες, ὡς

23

.

109

(50)

ἀγαθῶν τούτων ἀπολαύειν ἡγοῦνται· ἐμοὶ δὲ τῷ κα‐ ταξιωμένῳ τοῦ φωτὸς τοῦ προσώπου σου, Κύριε, ἔδωκας εὐφροσύνην καρδίας· ἀλλ’ οὐδὲ σαρκῶν οὐδὲ σωμάτων, καὶ οὐ τὴν ἐξ οἴνου καὶ σίτου καὶ ἐλαίου σώμασι χορηγουμένην, ἀλλ’ εὐφροσύνην τὴν κατὰ
55διάνοιαν. Μαθὼν γὰρ παρὰ τοῦ Σωτῆρος καὶ τῶν σῶν ἐπαγγελιῶν, ὅτι, εἰ καὶ τὰ μάλιστα κατὰ τὸν ἐνεστῶτα βίον λύπαι μοι καὶ θλίψεις καὶ πειρασμοὶ
καὶ περιστάσεις οὐ διαλείπουσιν, ἀλλ’ ἔσται μοι και‐110 in vol. 23

23

.

112

ρὸς ὁ τῆς ἀπαλλαγῆς τοῦ σώματος, καθ’ ὃν ἐν εἰρήνῃ ποιήσομαι τὴν κοίμησιν καὶ τὴν ἀπαλλαγὴν τοῦ σώ‐ ματος· εὖ δὲ ἀκριβῶς πέπεισμαι, ὅτι τότε μοι πα‐ ρέσται τὰ τέλη τῆς εὐφροσύνης, ἐπειδὰν ἡ κοίμησίς
5με καταλάβῃ καὶ ὁ κατὰ τὸν θάνατον ὕπνος. Τότε γὰρ σὺ αὐτὸς ὁ, Κύριε, μετὰ τῆς ἀγαθῆς ταύτης ἐλπίδος ἀναλαβών με κατοικιεῖς ἐν ταῖς ἐπουρανίοις μοναῖς. Σημείωσαι δὲ κἀνταῦθα τὰς ἐπὶ τοῖς διαψάλ‐ μασι διαστολὰς, ἤτοι τῆς διανοίας ἐναλλαγὴν παρι‐
10στώσας, ἢ τάχα μεταβολὴν τοῦ μέλους ἐναλλάττοντος, ἢ τὸν ῥυθμόν. Ἀστέριος δὲ ὁ ἀρειανὸς οὕτως τὸν ψαλμὸν ἐξηγήσατο· Διὰ τί, εἰς τὸ τέλος ἐν ὕμνοις, ἐπιγέ‐ γραπται ὁ ψαλμός; Ἐπειδὴ καλῶς μὲν ἤρξατο, κα‐
15λῶς δὲ τὸν βίον ἐτέλεσε· ἢ ἐπειδὴ κακῶς μὲν ἤρξατο, θεωρήσας τὴν τοῦ Οὐρίου γυναῖκα λουομένην καὶ ἐμοίχευσε· καλῶς δὲ, μετανοήσας, τὸν βίον ἐτέλεσε· διὰ τοῦτο εἰς τὴν ἀρχὴν ἐν ψόγοις, εἰς τὸ τέλος ἐν ὕμνοις. Ψαλμὸς τῷ Δαυῒδ ἡ πρᾶξις τῆς μετα‐
20νοίας· καὶ ἐπειδὴ ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ δικαιοσύνη, διὰ τοῦτο ἔλε‐ γεν· Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου. Δικαιοσύνην γὰρ αὐτοῦ νῦν λέγει ὁ Δαυῒδ τὴν μετάνοιαν. Εἶδεν ὁ Θεὸς καθαρ‐
25θεῖσαν τὴν ψυχὴν, καὶ ἐδέξατο τὴν προσευχήν. Ἢ ἐπειδὴ ἐν τῷ πρὸ τούτου ψαλμῷ τὸν διωγμὸν τὸν ὑπὸ τοῦ Ἀβεσσαλὼμ ὠδύρετο· προσευχὴ δὲ μεσι‐ τεύσασα τὸν τύραννον ἀνεῖλεν· ὡς, ἐρωτηθεὶς πῶς τοῦ Ἀβεσσαλὼμ ἐνίκησεν, ἀπεκρίνατο τὴν ἀρχὴν
30τοῦ ψαλμοῦ. Ὥσπερ γὰρ, φησὶν, ἁμαρτήσαντί μοι ὁ Θεὸς αὐτὸν κατ’ ἐμοῦ ἤγειρεν, οὕτως μετανοήσαντι τὴν κατ’ αὐτοῦ ἐδωρήσατο νίκην. Διὰ τί δ’ ἐν αὐτῷ τῷ ἐπικαλεῖσθαι εἰσηκούσθη ὁ Δαυΐδ; Ἐπειδὴ, ἐλεγ‐ χόμενος ὑπὸ τοῦ Νάθαν, εὐθὺς εἰς μετάνοιαν ἐκάμ‐
35φθη, διὰ τοῦτο εὐθὺς προσευχόμενος εἰσηκούσθη. Ὁ γὰρ πάντα ποιῶν ὅσα βούλεται, ὁ Θεὸς, ὑπακούεται παραχρῆμα, καὶ ἔτι λαλοῦντος ἐρεῖ ὁ Θεός· Ἰδοὺ πάρειμι. Εἶτα εἰρηκὼς τοῖς πλησίον ὅπως τάχιον εἰσηκού‐
40σθη, τρέπει τὸν λόγον πρὸς τὸν Θεὸν, καὶ τῷ εἰσα‐ κούσαντι εὐχαριστεῖ· Ἐν θλίψει ἐπλάτυνάς μοι. Τὰ κύματα τῶν θλίψεων, φησὶν, ἡ ταχεῖα γαλήνη διέ‐ λυσε, καὶ λιμῷ με τηκόμενον ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου ἐπλούτισας, ὡς μὴ μόνον ἐμὲ, ἀλλὰ
45καὶ πάντας τοὺς ὑπ’ ἐμὲ ἀπολαῦσαι. Διὸ ὑπωκαταβὰς ἔλεγεν· Ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. Ἡ ἐκείνων συνουσία εὐφρο‐ σύνη καρδίας μοι γέγονεν. Τοῦτο δὲ μανθάνομεν ἀπ’ αὐτῆς τῆς ἱστορίας. Ὅτε γὰρ πολεμούμενος ὑπὸ τοῦ

23

.

112

(50)

Ἀβεσσαλὼμ ἔφυγεν ἐν ταῖς ἐρήμοις καὶ ἐν τοῖς ὄρε‐ σιν, λιμῷ καὶ ἀνάγκῃ ὡς ἐν διωγμῷ ἐκρατήθη· ἀλλ’ ὁ Θεὸς αὐτοῦ τὴν ἀνάγκην παρεμυθήσατο. Πρῶτος γὰρ ὁ Σίβα ὁ ἐκ τοῦ οἴκου τοῦ Σαοὺλ ἤνεγκεν αὐτῷ ἄρτους διακοσίους, καὶ οἶνον καὶ παλάθας καὶ σταφί‐
55δας· εἶτα μετὰ τοῦτον Βερζελλὶ ὁ Γαλααδίτης, καὶ112 in vol. 23

23

.

113

αὐτὸς αὐτῷ προσήνεγκε δέκα κοίτας, ἵνα μὴ χαμευνῇ, καὶ ἀμφιτάπητας, τοὺς καλουμένους νῦν τυλοτάπη‐ τας, καὶ οἴνου κεράμια καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ κύαμον καὶ φακὸν, καὶ μέλι καὶ βούτυρον,
5καὶ πρόβατα, καὶ γαλαθηνὰ μοσχάρια· Εὐχαριστῶν οὖν ἐπὶ τούτοις φησίν· Ἐν θλίψει ἐπλάτυνάς μοι. Τί δὲ, λέγων εἰσηκούσθην, μὴ μακρὸν κατέτονας λόγον; Μὴ πλατὺν ὀνομάτων καὶ ῥημάτων κατέγρα‐ ψας πίνακα; Οὐδαμῶς, φησὶν ὁ Δαυΐδ· οὐ γὰρ χρῄζει
10πολυλογίας ὁ Θεὸς, ὁ καὶ μόνῳ στεναγμῷ ἀρχούμε‐ νος. Τοῦτο μόνον ἔλεγον προσευχόμενος· Οἰκτείρη‐ σον, καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Εἴποι δὲ ταῦτα καὶ ὁ λῃστὴς ἐν τῷ σταυρῷ πρὸς τὸν Κύ‐ ριον· εἰπὼν γὰρ καὶ ἐπικαλεσάμενος ἐν τῇ αὐτοῦ
15θλίψει· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου, εἰσηκούσθη, καὶ ἀντὶ σταυροῦ τὸν παράδεισον ᾤκησε, καὶ πολίτης γέγονε τοῦ οὐρανοῦ. Αὐτὸς καὶ πρὸς τοὺς Ἰουδαίους βοήσεται· Υἱοὶ ἀν‐ θρώπων, ἕως πότε βαρυκάρδιοι; θεάσασθε τὴν κτίσιν
20τῷ κτίστῃ συμπάσχουσαν. Εἰ, τὸν Λάζαρον τετραήμε‐ ρον ἀπὸ τοῦ τάφου τρέχοντα ἰδόντες, οὐκ ἐπιστεύσατε, νῦν γοῦν προσκυνήσατε τοῦ Σταυρωθέντος τὴν δύνα‐ μιν· νεκροὺς ὁ σεισμὸς ἀνέστησεν, καὶ ὑμεῖς τῇ ἀπιστίᾳ καθεύδετε. Διὰ τί βαρυκάρδιοι; Τοῦτο μὲν
25διὰ τὸ μὴ κατανυγῆναι τοῖς θαύμασιν, τοῦτο δὲ διὰ τὸ ἐξ ἀφροσύνης βαρέως κατὰ τοῦ Χριστοῦ ὀργίζεσθε. Μάρτυς ἡ Γραφὴ εἰποῦσα· Βαρὺ λίθος καὶ δυσβά‐ στακτος ἄμμος· ὀργὴ δὲ ἄφρονος βαρυτέρα· ὅτι οὔτε νουθεσίᾳ θέλγεται, καὶ θαύματα βλέπων ὀργί‐
30ζεται. Ἵνα τί ἀγαπᾶτε ματαιότητα, τὸν Βαραββὰν τοῦ Χριστοῦ προτιμήσαντες, τὸν φονέα ὑπὲρ τὸν ζωο‐ ποιὸν, τὴν βασιλείαν τοῦ Καίσαρος ὑπὲρ τὴν βασι‐ λείαν τῶν οὐρανῶν, τὴν ἁμαρτίαν τὴν ἄμμου παρα‐
35λίας βαρυτέραν ὑπὲρ τὴν δικαιοσύνην, τὰ πρόσκαιρα ὑπὲρ τὰ αἰώνια, τὴν φθορὰν ὑπὲρ τὴν ἀφθαρσίαν; Ἀλλὰ πρὸς τούτοις καὶ ζητεῖσθε ψεῦδος, ψευδομάρ‐ τυρας ἐξωνούμενοι κατὰ τῆς ἀληθείας λέγοντας· Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος, καὶ κω‐
40λύοντα τῷ Καίσαρι φόρον διδόναι. Ἀνασείει τὸν λαὸν διδάσκων. Εἰ μὴ ἦν οὗτος κακοποιὸς, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. Καὶ τί ἐκακοποίησεν; ὅτι νοσοῦντας ἰάσατο, ὅτι δαίμονας ἐφυγάδευσεν, ὅτι νεκροὺς ἤγειρεν, ὅτι ἐκ πέντε ἄρτων ἰσαρίθμους
45χιλιάδας ἐν ἐρήμῳ διέθρεψε χωρὶς γυναικῶν καὶ παί‐ δων; Ἔτι ἡ τροφὴ ἐν τῷ λάρυγγι καὶ τὸ ψεῦδος ἐν τῷ στόματι. Καὶ τοῖς τῷ Ἀβεσσαλὼμ συναποξενω‐ θεῖσιν ἔλεγεν ὁ Δαυΐδ· Τί τῷ ἀτάκτῳ παιδὶ συναπή‐ χθητε; Τί τὸν Υἱὸν κατὰ πατρὸς ἀλείφετε; Τί τῇ

23

.

113

(50)

ματαίᾳ βουλῇ τοῦ Ἀχιτόφελ ἠκολουθήσατε; Εἰ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτου ἄξιος, ὁ κατὰ πατρὸς ἀκονῶν ξίφος υἱὸς ποσάκις ἐστὶν ἄξιος ἀπο‐ θανεῖν; Ἵνα τί οὖν ἀγαπᾶτε ματαιότητα καὶ ζη‐ τεῖτε ψεῦδος; Ψεῦδος λέγει νῦν πᾶν πρᾶγμα
55μάταιον, ταχεῖαν τὴν πτῶσιν καὶ μεταβολὴν ἔχον. Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ
υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι.114 in vol. 23

23

.

116

ΕΡΜΗΝΕΙΑ ΨΑΛΜΟΥ Εʹ. Εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης ψαλμὸς τῷ Δαυΐδ. Εἰς τὸ τέλος χαριστήριος ὕμνος ᾄδεται ὑπὲρ τῆς
5ἀγομένης ψυχῆς, ἤτοι Ἐκκλησίας, εἰς θείαν κληρο‐ νομίαν ἡτοιμασμένην τοῖς τοῦ Θεοῦ θεραπευταῖς. Ἐστὶ γὰρ κληρονομία τοῖς θεραπεύουσι Κύριον· Ἔστι δὲ αὕτη οὐ φθαρτὴ καὶ ἐν αἰσθητῷ πλούτῳ ἔχουσα εἶναι. Εἴρηται γὰρ εἰσάγεσθαι τοὺς ταύτης κληρονόμους
10εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμά‐ ραντον, τετηρημένην ἐν οὐρανοῖς. Εἰς ταύτην τοὺς ἀξίους καλῶν ὁ Σωτήρ· Δεῦτε ἐκ δεξιῶν μου, εἶπερ οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονο‐ μήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν. Ταύτης
15ἔρωτα λαβὼν ὁ τὸν ἐγκείμενον ψαλμὸν λέγων, εὐχὴν ἀναπέμπει τῷ εὐτρεπίσαντι αὐτὴν Θεῷ, ἵνα ἀξιωθῇ κληρονόμος αὐτῆς κατὰ τὴν καινὴν διαθήκην ἀνα‐ δειχθῆναι· ὡς καὶ περὶ τῆς αὐτοῦ ψυχῆς σημαίνει τὴν ἐπιγραφὴν τὴν ὑπὲρ τῆς κληρονομούσης.
21 Τὰ ῥήματά μου ἐνωτίσαι, Κύριε, σύνες τῇ κραυγῇ μου. Τὰ μὲν οὖν ῥήματα διὰ στόματος ἐπαγγελλόμενα ὠσὶν ἀκούεται καὶ ἐνωτίζεται· ἡ δὲ κραυγὴ οὐ διὰ τῶν λόγων, κἂν αὐτοὶ εἰδέναι καὶ
25ὁμολογεῖν τὸν ἐπὶ πάντων Θεὸν τοῖς χείλεσι φάσκοιεν· ἀλλ’ ἐν τῇ καρδίᾳ ἑαυτῶν, τουτέστιν ἐν τῇ διανοίᾳ· οὐδὲ μία τις ἀληθὴς περὶ Θεοῦ ὑπῆρχεν ἔννοια. Τοιοῦτος μὲν οὖν ἐτύγχανεν πᾶς ὁ πρὸ τῆς τοῦ Σω‐ τῆρος ἡμῶν παρουσίας βίος. Ἄφρων δὲ ἀληθέστατα
30καὶ φυσικώτατα ὁ ἀρνησίθεος ὠνόμασται. Εἰ γὰρ σοφίας ἀρχὴ φόβος Θεοῦ, ἀφοβία καὶ ἀθέτησις τοὐ‐ ναντίον ἂν γένοιτο τῆς σοφίας. Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε, τὸ πρωῒ εἰσ‐ ακούσῃ τῆς φωνῆς μου· τὸ πρωῒ παραστήσομαί
35σοι καὶ ἐπόψῃ με. Παιδεύεται διὰ τούτων ἡ κληρο‐ νομοῦσα τὴν ἀπαρχὴν τῶν ἡμερινῶν πράξεων τῇ πρὸς Θεὸν ἀνατιθέναι λατρείᾳ· ὅπερ οὐκ ἂν ἐποίει μὴ καὶ ἀπὸ κοίτης ἔχουσα τὴν ἀγνωσίαν. Ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ· οὐ παροι‐
40κήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παρά‐ νομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Ὡς ἂν ἠξιω‐ μένη τῶν ἐπηγγελμένων ἀγαθῶν ἡ κληρονομοῦσα, τοὺς ἀνόμους ἐπιδείκνυσιν ἑαυτῇ. Οἱ γὰρ παράνομοι, εἰ καὶ πρὸ τοῦ παρανομῆσαι παρῴκησάν σοί ποτε,
45καθάπερ οἱ τὸν Μωϋσέως δεξάμενοι νόμον, ἀλλὰ παραβάται γεγονότες οὐ μένουσιν. Μισεῖς δὲ καὶ τοὺς ἔξω τῆς θεοσεβείας ἐν ὅσῳ μίσους ἄξια πράττουσιν.

23

.

116

(50)

Ἐμίσησας, Κύριε, πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. Οὐ τούς ποτε ἐργασαμένους, ἀλλὰ καὶ τοὺς ἔτι καὶ νῦν ἐργαζομένους, ὡς ἂν ἐπιμένοντας τῇ
55κακίᾳ, μισεῖ ὁ Θεός. Παρὰ πάντας δὲ τούτους ἀπω‐116 in vol. 23

23

.

117

λείᾳ παραδίδωσι τοὺς μὴ μόνον κατὰ ἀπάτην λογι‐ ζομένους τὰ ψευδῆ, ἀλλὰ καὶ λαλοῦντας αὐτὰ, καὶ ἑτέροις διακονουμένους, ὁποῖοι τυγχάνουσιν οἱ ἄθεοι, αἱρεσιῶται. Καὶ ἐπὶ πᾶσι τούτοις τὸν ἄνδρα αἱμάτων
5βδελύσσεται Κύριος, καὶ ἐν τῇ ἴσῃ τούτῳ τιμωρίᾳ καὶ τὸν δόλιον τίθησιν. Ὁ δὲ βδελυγμὸς ὑπερβάλ‐ λουσαν ἀποστροφὴν, ὡς ἐπὶ μεγάλῳ βιάσματι, τοῦ βδελυσσομένου πρὸς τὸν βδελυκτὸν παρίστησι. Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου· ἕνεκα
10τῶν ἐχθρῶν μου κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου. Χριστὸς δὲ ἡ δικαιοσύνη· αὐτὸς γὰρ ἐγε‐ νήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγια‐ σμὸς καὶ ἀπολύτρωσις. Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια,
15ἡ καρδία αὐτῶν ματαία. Ματαία δὲ καὶ τῶν ἔξω σοφῶν ἡ καρδία περὶ ὧν εἴρηται· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι· ὧν ὁ λάρυγξ ἀπέπνει νεκρὰ δόγματα, τὸν ζωοποιὸν τοῦ Θεοῦ λόγον μὴ διδασκόντων, τὸν δὲ ψευδῆ καὶ νε‐
20κρόν· Κρῖνον αὐτοὺς, ὁ Θεὸς, τοὺς ἐπιβουλεύοντάς μου ταῖς περὶ τῆς κληρονομίας ἐλπίσιν· οὗτοι γάρ σε παραπικραινοῦσι. Κρῖνον· σοῦ γὰρ σώζειν σπουδά‐ ζοντος, πολεμοῦσιν ἐπιβουλεύοντες. Βούλεται δὲ καὶ αὐτοὺς ἐντεῦθεν ἤδη κριθέντας ὠφεληθῆναι, τοῦ
25πλήθους τῶν ἀσεβημάτων ἔξω γεγενημένους.
27 Καὶ εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σὲ, εἰς αἰῶνα ἀγαλλιάσονται καὶ κατασκηνώσεις ἐν αὐτοῖς. Ἀλλὰ καὶ ἐπὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας
30ηὐφράνθησαν οἱ τὴν αὐτοῦ καραδοκήσαντες ἐνανθρώ‐ πησιν· ἥτις τοῖς προφήταις καὶ τοῖς νοοῦσι τὰ τού‐ των ἠλπίζετο. Ἐπεδήμησε γὰρ ὁ Θεὸς Λόγος σὰρξ γεγονὼς, προσλήψει σαρκὸς, ἵνα σκηνώσῃ ἐν τοῖς πε‐ πιστευκόσιν αὐτῷ, κατὰ τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο
35καὶ ἐσκήνωσεν ἐν ἡμῖν· οἳ καὶ εἰς αἰῶνα ἀγαλλιά‐ σονται, ὁρῶντες τοῦ σαρκωθέντος Λόγου τὴν δόξαν, ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. οἳ καί φασιν· Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν,
40ἔχοντες θεωρίαν τῆς δόξης αὐτοῦ, καθ’ ἣν Μονογενὴς παρὰ Πατρός ἐστιν. Καὶ καυχήσονται ἐν σοὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου, ὅτι σὺ εὐλογήσεις δίκαιον. Οὔσης λόγου καυ‐ χήσεως, περὶ ἧς ὁ Παῦλός φησιν· Μηδεὶς καυχάσθω
45ἐν ἀνθρώποις, καὶ ὁ προφήτης· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ τὰ ἑξῆς· οὐ τοιαύτη τυγχάνει ἡ τοῦ λέγοντος· Ἐμοὶ δὲ μὴ γένοιτο καυ‐ χᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ, Ὁ καυχώμενος, ἐν Κυρίῳ

23

.

117

(50)

καυχάσθω. Τοιοῦτοι περὶ ὧν ὁ λόγος, ἠγαπηκότων αὐτοῦ τὸ ὄνομα. Προαιρέσει γὰρ, οὐ φόβῳ, τετιμη‐ κότες ἐκαυχῶντο. Αἴτιον δὲ τῆς καυχήσεως τὸ τῶν ἐπουρανίων τυγχάνειν εὐλογιῶν· περὶ ὧν φησιν ὁ Ἀπόστολος· Εὐλογητὸς ὁ Θεὸς ὁ εὐλογήσας ἡμᾶς
55ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις.
Καὶ τέλος δὲ ἀγαθῶν τῆς ἐλπιζομένης κληρονομίας118 in vol. 23

23

.

120

ὁ τῆς δικαιοσύνης στέφανος, οὗ τεύξονται οἱ κατὰ Παῦλον λέγειν δυνάμενοι· Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος· ᾧπερ ηὐδόκησεν ὁ Θεὸς ὅπλῳ χρήσασθαι φυλακτικῷ πάσης ἐφόδου πολεμίων
5ἐπιούσης κατὰ τῶν οἰκείων αὐτοῦ.
7ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ϛʹ. Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης. Ὀγδόη ἡ ἀναστάσιμος τοῦ Σωτῆρος ἡμέρα κυριακὴ
10σωτήριος, ἐν ᾗ πάντων ἁμαρτημάτων καθάρσιον εἶναι πιστεύομεν· ἐν ᾗ συμβολικῶς μὲν ἅπαν περιετέμνετο βρέφος, κατὰ δὲ τὸ ἀληθὲς καθαίρεται δι’ ἀναγεννή‐ σεως πᾶσα ἐν Θεῷ ψυχὴ γεννωμένη. Τοσοῦτον δὲ κρεῖττον αὐτὴ τῆς ἑβδόμης, ὡς ἐν αὐτῇ λύεσθαι τὴν
15περὶ τοῦ σαββάτου νομοθεσίαν, εἰ καταλάβοι κατ’ αὐτὴν ἡ τοῦ βρέφους ὀγδόη· περιτέμνεται γὰρ ἄνθρω‐ πος ἐν σαββάτῳ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐλέησόν με, Κύριε, ὅτι
20ἀσθενής εἰμι· ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Ἐξ ἀσθενείας γὰρ ἅπαν ἁμάρτημα γίνε‐ ται, πρὸς τὸ πάθος ἀεὶ τῆς ψυχῆς ἐνδιδούσης· διὸ καταφεύγει πρὸς τὸν Σωτῆρα καὶ ἰατρὸν, τὸν Υἱὸν τοῦ Θεοῦ. Ἐγγενόμενος γὰρ ψυχῇ τῇ λογικῇ, ὡς μὲν
25λόγος Θεοῦ τὴν ἀλογίαν αὐτῆς ἀφαιρεῖται· ὡς δὲ σο‐ φία τῆς ἀφροσύνης αὐτὴν ἀπαλλάττει, καὶ ὡς δικαιο‐ σύνη τῆς ἀδικίας, καὶ ὡς ἀλήθεια τοῦ ψεύδους ἐλευ‐ θεροῖ. Τὰς νεανικὰς δὲ τῆς ψυχῆς ὑποφαίνει δυνά‐ μεις, τεταράχθαι φήσας αὐτοῦ τὰ ὀστᾶ, δι’ ὧν εἴωθεν
30ἀντιβαίνειν τοῖς πάθεσιν ἀνδρικῶς· ὃ δὴ σαφηνίζων ἐπήγαγε· Καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα. Ἴα‐ σις δὲ ἀσθενείας ψυχῆς ἡ ἐκ Θεοῦ δύναμις· ἧς ὁ τυ‐ χών φησι· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Ὅτι δὲ μὴ πάντως αἰσθητὰ τὰ ὀστᾶ, δηλοῖ
35τὸ, Πάντα τὰ ὀστᾶ μου ἐροῦσιν· Κύριε, τίς ὅμοιός σοι; Καὶ τὸ, Διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην.
40 Καὶ σὺ, Κύριε, ἕως πότε; Τὴν ἐπὶ μακρῷ χρόνῳ παράτασιν τῆς ἑαυτοῦ μετανοίας ἐμφαίνει. Ὁ γάρ τοι σοφὸς τῶν ψυχῶν ἰατρὸς οὐ παραχρῆμα κατὰ τὴν πρώτην ἐπιστροφὴν ἐπακούει τοῦ δεομένου, ὡς ἐν ἕξει παραμόνῳ γένηται τἀγαθοῦ, βεβαίαν δεί‐
45ξας μετάνοιαν· καὶ μετὰ τὴν ἱκανὴν καρτερίαν τὴν ἐν ἐξομολογήσει· φησὶν ἐνέπεισας· καιρῷ δεκτῷ ἐπήκουσά σου. Τοῖς γὰρ μὴ ἐξ ἁμαρτίας αὐτὸν ἐπικαλουμένοις ἐρεῖ· Ἔτι λαλοῦντός σου, Ἰδοὺ πάρειμι.

23

.

120

(50)

Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Ἐκο‐ πίασα ἐν στεναγμῷ μου, λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρω‐ μνήν μου βρέξω. Σοφὸς ὢν ὁ Δαυῒδ οὐκ ἠγνόει τὴν
55παροῦσαν ζωὴν θεραπείας εἶναι καιρὸν, μεθ’ ὃν οὐ
δεὶς κατορθοῖ· καὶ πάντα πράττει θεραπευθῆναι βου‐120 in vol. 23

23

.

121

λόμενος, πρὶν ὑπὸ τοῦ κοινοῦ καταληφθῆναι. Διό φησιν· Ἀντὶ μιᾶς νυκτὸς καθ’ ἣν ἥμαρτον, πάσας ἐξομολογοῦμαι τὰς νύκτας, ἀποπλῦναι πειρώμενος ἐμαυτὸν καὶ τὴν ἐφ’ ἣν ἥμαρτον κλίνην δάκρυσι με‐
5τανοίας. Οἶδα γὰρ δὲ κἂν τύχῃ τῆς ἀφέσεως ἐπαγ‐ γέλληται, δακρύων πέρας οὐχ ἕξειν. Τὸ δὲ, Τίς ἐξ‐ ομολογήσεταί σοι; ἀντὶ τοῦ, οὐδείς, κεῖται· νῦν γὰρ οὐ σημαίνει τὸ σπάνιον.
11 Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπα‐ λαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. Ἡ μνήμη, φησὶ, τοῦ θυμοῦ σου καὶ τῆς ὀργῆς τὸν ἐμὸν ἐτάραξε νοῦν· ὃ δὴ διδάσκων ὁ Σωτὴρ ἔλεγεν· Ὁ λύχνος τοῦ
15σώματος ἐστὶν ὁ ὀφθαλμός. Οὐ γὰρ ἐγχωρεῖ ἕνα τῶν δυεῖν ὀφθαλμῶν τοῦ σώματος λύχνον εἶναι· ἀλλ’ οὐδὲ σωματικὸς ὀφθαλμὸς ὑπὸ θυμοῦ ταράσσεται τοῦ Θεοῦ. Ἀντὶ κατορθώματος δὲ καταριθμεῖται τὰς ἰδίας κακοπαθείας· ἐν αἷς καὶ τὴν κάκωσίν τε καὶ
20ταπείνωσιν, ἣν ἐπὶ πλεῖστον χρόνον ἐν μέσοις ἐποιεῖτο τοῖς ἰδίοις ἐχθροῖς. Ἀπόστητε ἀπ’ ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. Εἰσήκουσε Κύριος τῆς δεήσεώς
25μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο. Αἰσχυνθείησαν καὶ ταραχθείησαν πάντες οἱ ἐχθροί μου, ἐπιστραφείησαν καὶ αἰσχυνθείησαν σφόδρα διὰ τάχους. Ἐπηκόου τυχὼν τοῦ Θεοῦ, ἐπιστρέφει πάλιν πρὸς αὐτὸν τὴν εὐχὴν, καὶ παρα‐
30καλεῖ πρὸς τὸ ἀναχωρῆσαι καὶ αἰσχυνθῆναι αὐτοῦ τοὺς ἐχθροὺς, ἀποτυχόντας ἐν οἷς ἐπεβούλευσαν, δι’ ὧν αὐτῷ Θεὸς τὴν σωτηρίαν παρέσχετο. Ἀξιοῖ δὲ καὶ λίαν αὐτοὺς ταραχθῆναι· ὃ δὴ πάντως αὐτοὺς κατὰ τὸν καιρὸν τῆς τοῦ Θεοῦ δικαιοκρισίας ἐκδέξεται.
35ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ Ζʹ. Ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεῖ. Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με, μή‐
40ποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου, μηδὲ σώζοντος. Οὐκ ἐπ’ ἀνθρώποις, οὐδὲ συμβουλαῖς ἀνθρώπων, ἢ στρατοῦ πλήθει τὰς ἐμὰς ἐλπίδας ἀπήρτησα· Διό με ῥῦσαι πολεμίων μοι τοσούτων ἐπικειμένων διὰ παντός. Οὐ μόνον νῦν
45Ἀβεσσαλὼμ, καὶ Ἀχιτόφελ, καὶ τῶν σὺν αὐτοῖς· ἀλλὰ καὶ πάλαι νέῳ ὄντι Σαούλ τε καὶ πλείστων τῶν τε δι’ αὐτῶν ἀφανῶς μοι πολεμούντων δαιμόνων· ὧν περὶ τοῦ ἄρχοντος εἴρηται· Ὁ ἀντίδικος ὑμῶν διά‐ βολος ὡς λέων ὠρυόμενος περιέρχεται ζητῶν

23

.

121

(50)

τίνα καταπίῃ· ἐξ οὗ μάλιστα ῥυσθῆναι παρακαλῶ.
53 Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς ἀντα‐
55ποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Ὅσην ἄγει παῤῥησίαν ἐπὶ τῷ μὴ
μνησικακεῖν! Ἐξαίρετον γὰρ τοῦτο κατόρθωμα τοῦ122 in vol. 23

23

.

124

Δαυΐδ· ὡς τοῦ μὲν Μωϋσέως τὸ πρᾶον· Πρᾶος γὰρ ἦν παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς· τοῦ Ἀβραὰμ δὲ ἡ πίστις· Ἐπίστευσε γὰρ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην·
5καὶ τοῦ Ἰὼβ ἡ καρτερία, καὶ Ἰωσὴφ ἡ σωφροσύνη, καὶ ἡ σοφία τοῦ Σαλομῶντος. Καὶ τὸ στεῤῥὸν τῶν ἁγίων οὐκ ἐπὶ τοῖς αὐτοῖς μεμαρτύρηται· ἀλλ’ ἐν ᾧ κρατεῖ παραδόξῳ παλαίσματι. Δαυῒδ τοίνυν ὁ διὰ παν‐ τὸς ἀμνησίκακον ᾔτησε, προτείνει Θεῷ τῶν ἔσων ἐξ
10αὐτοῦ τυχεῖν ἐξαιτούμενος. ᾜδει γὰρ ἐκ τοῦ θείου Πνεύματος τὴν μέλλουσαν τοῦ Σωτῆρος ἐπαγγελίαν τὴν, Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν. Διὸ μετὰ τὴν ἱκανὴν μετά‐
15νοιαν ἔτυχε τῆς ἀφέσεως. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. Διατεινόμενος δέ φησιν· Εἰ μὴ κατώρθωσα τοῦτο, μὴ
20ἐλευθερωθείην πρὸ τοῦ θανάτου τῆς ἁμαρτίας, μηδὲ τὴν ἐμὴν ἀπολάβοιμι δόξαν, ἐν αὐταῖς δέ μου καταλη‐ φθείην ταῖς ἁμαρτίαις, ἵν’ ὡς ὅτε ἥμαρτον οὕτω μέ‐ χρι παντὸς τὴν ἐμὴν ὁ δυσμενὴς καταπατήσῃ ψυχὴν, μέχρι τοῦ εἰς χοῦν ὑποστρέψαι θανάτου. Εἰ δὲ κα‐
25τώρθωσα, τύχοιμι τῶν ἴσων λυτρούμενος, καὶ μὴ εἰς ὃν ἐξ ἁμαρτίας κατέπεσα χοῦν ἐπιμένων τῆς σαρκι‐ κῆς ἁμαρτίας. Ἡ ζωὴ τοῦ ἔτι τὴν εἰκόνα τοῦ χοϊκοῦ φοροῦντος καταπεπάτηται ὑπὸ τοῦ ἐχθροῦ εἰς γῆν· οὗτος δὲ, κἂν δοξάζεσθαι ποτὲ δοκῇ, κατεσκήνωσεν
30αὐτοῦ ἡ δόξα εἰς χοῦν, ὡς τῶν ποιούντων διὰ δόξαν, καὶ τὸν παρ’ αὐτῶν ἔπαινον, ἢ τὴν παρ’ αὐτοῖς ἀπο‐ δοχήν. Ἀνάστηθι, Κύριε, ἐν τῇ ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σου. Ἐξεγέρθητι, Κύριε ὁ
35Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συν‐ αγωγὴ λαῶν κυκλώσει σε. Οἷα δὴ στρατηγὸν δια‐ ναστῆναι σὺν ἀγανακτήσει κατὰ τοῦ τῶν ἀοράτων πολεμίων ἄρχοντος στρατοπέδου, λέγων· Ὃ τοῖς ἀν‐ θρώποις ἡμῖν προσέταξας ἀγωνίζεσθαι κατὰ τῶν
40ἀοράτων δυνάμεων, τοῦτο δράσον αὐτός. Τούτων γὰρ ὑπὸ σοῦ καθῃρημένων, κἀγὼ σωθήσομαι, οὐ μόνος, ἀλλὰ καὶ ἡ τῶν ἐθνῶν Ἐκκλησία κυκλώσει σε, πά‐ σης δαιμόνων πλάνης ἀπελασθείσης. Ταύτης δὲ καθά‐ περ χοροῦ μέσος γενόμενος ὕμνον ἀναπέμψεις πρέ‐
45ποντα τῷ Πατρὶ καθάπερ ἔφης· Ἀπαγγελῶ τὸ ὄνο‐ μά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεφον, Κύριος κρινεῖ λαούς. Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιο‐

23

.

124

(50)

σύνην σου, καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ’ ἐμέ. Ἐπειδὴ πᾶν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, καὶ τοὺς πάντας δεῖ παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, εἰκότως μαθὼν ὁ Δαυῒδ, ὅτι μέλλει κρίνειν τὴν οἰκου‐ μένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι· Γενοῦ,
55φησὶ, κἀμοῦ κριτὴς, ὦ Κύριε, μὴ κατὰ τὰς λοιπάς μου πράξεις, ἀλλὰ κατὰ τὴν ἁπλότητά μου καὶ δικαιο‐
σύνην.124 in vol. 23

23

.

125

Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν καὶ κα‐ τευθυνεῖς δίκαιον, ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. Ἐπιστημονικὸν καὶ μέγα τὸ πέρας αἰτεῖσθαι γενέσθαι κακίας, κυβέρνησιν δὲ τῷ δικαίῳ πρὸς τὸ
5μηκέτι χειμάζεσθαι. Περὶ δικαιοκρισίας εἰπὼν τοῦ Θεοῦ, μόνον δίκαιον ἀποφαίνει κριτὴν, ὡς καὶ μόνον ὁρῶντα καρδίας· αὐτὸς γὰρ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἄνθρωπος μὲν γὰρ εἰς ὄψιν ὁρᾷ· αὐτὸς δὲ κριτικός ἐστιν ἐνθυμήσεων καὶ ἐννοιῶν καρ‐
10δίας· οὐκ ἔστι κρίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Τοιοῦ‐ τον δείξας τὸν Θεὸν, πεπαῤῥησιασμένῳ συνειδότι φη‐ σίν· Ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Χρηστὰ γὰρ ἐλπίζει διὰ τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, ὡς δὴ σκολιὸν ἔχων
15οὐδὲν ἐν καρδίᾳ. Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμα‐ σεν αὐτό. Μήποτε παρασεσιωπημένως ταῦτα περὶ τοῦ διαβόλου λέγεται· οὗτος γὰρ πρὸς τούτους καὶ
20ὠδίνησεν ἀδικίαν, καὶ τὰ ἑξῆς. Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν. Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ,
25καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβή‐ σεται. Ταῦτα ῥητῶς ἐπ’ Ἀχιτόφελ πεπλήρωται. Παρευδοκιμηθεὶς γὰρ ὑπὸ τοῦ Χουσὶ, καὶ τὰ πρά‐ γματα τοῦ Ἀβεσσαλὼμ, ὡς δὴ σοφὸς, ἀπογνοὺς, καὶ τὴν μέλλουσαν ἐκ τοῦ Δαυῒδ φοβούμενος δίκην, οἴ‐
30καδε ἀναχωρήσας ἀπήγξατο, παθὼν ἅπερ ἐπεβού‐ λευε παθεῖν τὸν Δαυῒδ, καὶ τὴν κατ’ αὐτοῦ κακίαν ἐπὶ τὴν αὐτοῦ κεφαλὴν ἀπεμάξατο. Καὶ καθόλου δὲ πᾶς δι’ ὧν εἰργάσατο κακῶν καθ’ ἑαυτοῦ τὴν ψῆφον ἐν ἡμέρᾳ κρίσεως φέρει.
35 Ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιο‐ σύνην αὐτοῦ, ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ Ὑψί‐ στου. Ὡς δὲ μηδενὶ αὐτὸς ἐπιβουλεύσας, μηδὲ λάκκον ὀρύξας, παρορῶν δὲ τοὺς ἀδικοῦντας τῶν ἀσεβῶν ἀπολλυμένων ἐν κρίσει, Ἐξομολογήσομαι, φησὶ,
40τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ· Τὰ ἐμαυ‐ τοῦ δίκαια καθάπερ ἐν δικαστηρίῳ προθείς· καὶ ψα‐ λῶ δὲ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου· πιστεύων καταξιωθήσεσθαι τοῦ χοροῦ τῶν παρ’ αὐτοῦ σωζομέ‐ νων.
45ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ Ηʹ. Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν. Τὰ ἐπὶ τῇ συντελείᾳ νῦν τῶν αἰώνων προφητευό‐ μενα τὴν ἐπιγραφὴν, εἰς τὸ τέλος, ἐποίησεν. Ὑπὲρ δὲ τῶν ληνῶν διὰ τὰς ἐν πάσῃ τῇ γῇ συστάσας Ἐκ‐

23

.

125

(50)

κλησίας, ἀλληγορίας νόμῳ λεγομένας ληνούς. Ὅτε μὲν εἷς ἦν λαός· ἦν δὲ οὗτος Ἰσραὴλ, ᾧ ἐχρημάτιζε καὶ πύργος ὁ παρὰ τούτοις νεὼς, καὶ προλήνιον τὸ πρὸ τοῦ ναοῦ θυσιαστήριον κατὰ τὴν Ἡσαΐου φωνήν. Τὸ δὲ πλῆθος νυνὶ τῶν ληνῶν τὰ πολλὰ μηνύει θυ‐
55σιαστήρια, ταῖς κατὰ μέρος ἐκκλησίαις συνδιαιρού‐
μενα. Διὸ καὶ ἐν πγʹ ψαλμῷ τὸν αὐτὸν ἐπιγραφέντι126 in vol. 23

23

.

128

τρόπον πολλὰ θυσιαστήρια καὶ σκηνώματα θεσπίζον‐ ται καὶ αὐλαὶ, κατὰ τὸ, Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! ἐπιποθεῖ καὶ ἐκλεί‐ πει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· μεθ’
5ἃ ἐπάγει· Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνά‐ μεων.
8 Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Ὅτι ἐπήρθη ἡ μεγαλοπρέ‐
10πειά σου ὑπεράνω τῶν οὐρανῶν. Ἐκ στόματος νη‐ πίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. Οὐ πάλαι θαυμαστὸν ἐν πάσῃ τῇ γῇ· μετὰ δὲ τὴν τοῦ Σωτῆρος παρουσίαν ἐγένετο, ὅτε καὶ συναγωγὴ λαῶν
15ἐκύκλωσεν αὐτόν· συμφώνως τῷ νῦν ῥηθέντι· Ἐκ στόματος νηπίων, καὶ τὰ ἑξῆς. Τὴν γὰρ νέαν καὶ καινὴν συναγωγὴν μετὰ τὴν εἰς ὕψος ἀνάληψιν αὐτοῦ ἐκ νηπίων διδάσκει συνεστάναι ψυχῶν διὰ τὴν ἀνα‐ γέννησιν τὴν ἐν τῷ Χριστῷ πανταχοῦ συστᾶσαν τῆς
20οἰκουμένης μετὰ τὴν ἀνάληψιν τὴν αὐτοῦ. Διὸ καὶ βοώντων αὐτῷ τῶν παίδων, Ὡσαννὰ ἐν τοῖς ὑψί‐ στοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυ‐ ρίου, ἀγανακτοῦσί φησιν· Οὐδέποτε ἀνέγνωτε, ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω
25αἶνον; καὶ μήποτε τό· Ἕνεκα τῶν ἐχθρῶν σου. Καὶ διὰ τοὺς ἀρχιερεῖς λέγεται καὶ Φαρισαίους· ἐχθρὸς καὶ ἐκδικητὴς ὁ λέων εἰρημένος ἐν τῷ πρὸ τούτου ψαλμῷ. Τὸ οὖν μέγιστον θαῦμα, ὅτι ὁ τοσοῦ‐ τος, ἐχθρός τε καὶ λέων, ὁ ἄρχων τοῦ αἰῶνος τούτου,
30διὰ νηπίων καὶ θηλαζόντων καθῄρηται· μεθ’ ὃ παν‐ ταχοῦ Θεὸς ἐν πᾶσι θαυμάζεται. Ἐχθρὸς δὲ ὢν ἐνε‐ δρεύει πρὸς ἁμαρτίαν ὑποσκελίζων, καὶ τοὺς ἡμαρ‐ τηκότας μετὰ ταῦτα κολάζει.
36 Καὶ πῶς ἐν πάσῃ τῇ γῇ τὸ πάλαι μηδενὶ γινωσκό‐ μενον ὄνομα τοῦ Κυρίου καὶ θαυμαστὸν κατέστη, δια‐ σαφεῖ λέγων ἑξῆς· Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν· καὶ τὸ ἐπιλεγόμενον
40δὲ τρίτον ἐν τῷ, Ἐκ στόματος νηπίων καὶ θηλα‐ ζόντων κατηρτίσω αἶνον, ἔχοι ἂν συμφωνίαν πρὸς τό· Συναγωγὴ λαῶν κυκλώσει σε. Τὸ γὰρ νέαν καὶ καινὴν συναγωγὴν τῶν κυκλούντων τὸν Θεὸν με‐ τὰ τὴν εἰς ὕψος ἀνάληψιν αὐτοῦ ἐκ νηπίων ψυχῆς καὶ
45θηλαζόντων συνεστάναι διδάσκει· οὕτω καλῶν τοὺς ἀναγεννωμένους ἐν Χριστῷ λαούς. Εἰς ὕψος γὰρ ἀνα‐ βὰς μετὰ τὴν εἰς οὐρανὸν κάθοδον, ὁ διὰ τῆς προ‐ φητείας παριστώμενος Κύριος κατηρτίσατο ἑαυτῷ ἐπὶ τῆς γῆς τὴν τῶν λαῶν συναγωγὴν, ἐκ νηπίων καὶ θη‐

23

.

128

(50)

λαζόντων αὐτὴν συστησάμενος. Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας. Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀν‐ θρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Εἰ καὶ θαυμαστά
55σου, φησὶ, δημιουργήματα οὐρανὸς καὶ τὰ ἐν αὐτῷ
ἅπερ ἥδρασας δι’ ὅλου τοῦ αἰῶνος ἑστάναι· ἔστησε128 in vol. 23

23

.

129

γὰρ αὐτὰ εἰς τὸν αἰῶνα, καθά φησιν ἐν ἑτέροις, καὶ πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται· οὐ μήν σοι μεγάλα πρὸς ὕπαρξιν, ἀλλὰ βραχείας δυνά‐ μεως δακτύλοις ἀναλογούσης· οὕτω γὰρ τὰς μικρὰς
5δυνάμεις ἐκάλεσε τοῦ Θεοῦ. Καὶ ταῦτα μὲν ἡδρασμέ‐ να μένει· ἄνθρωπον δὲ τὸν καθ’ ἕνα παρερχόμενον ἐκπέπληγμαι θεωρῶν, ὅπως καὶ μέμνησαι τούτου, καὶ προνοῇ· ὅπερ οὐκ ἂν ὑπῆρξεν εἰ μικρόν τι καὶ φθαρτὸν ἐτύγχανε ζῶον· οὕτω δὲ τίμιον ὡς ἐκ στόμα‐
10τος νηπίων καὶ θηλαζόντων ὕμνον αὐτῷ κατηρτίσθαι. Εἰ καὶ σμικρὸς τοίνυν κατὰ τὸ σῶμα· ἀλλὰ κατὰ ψυ‐ χὴν τὴν κατ’ εἰκόνα τετίμηται· ὥστε διὰ τούτου θαυ‐ μαστόν σου καταστῆναι τὸ ὄνομα ἐν πάσῃ τῇ γῇ.
15 Ἀποθαυμάζει τὸ θεῖον Πνεῦμα καὶ εὔχεται τοῦ θαυμασμοῦ λέγων· Οὐρανοὺς μὲν ὁρῶ τοὺς τὸν σύμ‐ παντα κόσμον περιέχοντας· ὁρῶ δὲ καὶ σελήνην καὶ ἄστρα, καὶ ταῦτα πάντα γνωρίζω τῇ φύσει ὄντα με‐ γάλα καὶ θαυμαστὰ τῆς ὅλης δημιουργίας μέρη· ἀλλ’
20ὅμως, καίπερ ὄντα τοιαῦτα, οἶδα, ὅτι βραχύτατα τῶν σῶν ἔργων τυγχάνει. Ἔργα γοῦν ἐστι ταῦτα τῶν σῶν δακτύλων· οὐχὶ δὲ χειρῶν, οὐδὲ μεγάλης τινὸς δυνά‐ μεως· ἀλλ’, ὡς ἂν εἴποι τις, ἄκρων δακτύλων, τρο‐ πικῶς οὕτως τῶν δυνάμεων ὀνομαζομένων τοῦ Θεοῦ,
25δι’ ὧν τὰ αἰσθητὰ καὶ ὁρώμενα δημιουργήματα συν‐ εστήσατο. Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. Καὶ μὴν ἑτέ‐ ρως δόξῃ καὶ τιμῇ τὸν ἄνθρωπον ἐστεφάνωσεν ὁ
30Θεὸς, ἐπὶ μόνου τοῦ ἀνθρώπου φήσας· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίω‐ σιν, καὶ διαφόρως τοῖς ἁγίοις ἀνθρώποις ἐπιφανεὶς, καὶ Πνεύματος ἁγίου, καὶ δυνάμεως οὐρανίου μετα‐ δοὺς, ὡς τὸ μέλλον εἰδέναι, καὶ νόσους ἐλαύνειν, καὶ
35νεκροὺς ἀνιστᾷν· καὶ τὸ μέγιστον ἁπάντων, τῇ τοῦ Μονογενοῦς τιμήσας αὐτὸν παρουσίᾳ. Δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατ‐ έστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ,
40πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. Τῇ γὰρ λογικῇ φύσει, ὡς ἂν ὡμοιω‐ μένῃ Θεῷ, τὴν κατὰ πάντων ἀρχὴν καὶ δύναμιν
45ἐδωρήσατο. Ὁ ἄνθρωπος, τῆς θεϊκῆς εἰκόνος λαβὼν, ὡς βασιλεὺς ἁπάντων ἐστὶν ὁ Θεὸς, οὕτως ἄρχων κατέστη τῶν ἐπὶ γῆς. Εἰ δὲ καθολικῶς εἴρηται· Καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· λέγει δὲ ἀλλαχοῦ· Καὶ τὰ ἔργα τῶν χειρῶν σου

23

.

129

(50)

εἰσὶν οἱ οὐρανοὶ, δῆλον ὡς καὶ ἐπὶ τοὺς οὐρανοὺς κατέστησεν αὐτόν. Καὶ μήποτε ἀποῤῥήτως τὴν ἐν οὐρανῷ διατριβὴν σημαίνει, τῶν ἀπὸ γῆς ἐκεῖσε μεθ‐ ισταμένων, ὅτε μέλλουσι βασιλείαν κληρονομεῖν οὐ‐ ρανῶν ὡς ἐπήγγελται. Λέγει δὲ ὁ Παῦλος· Κληρο‐
55νόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ. Οὕτω καὶ τὸ, Πάντα ὑπέταξεν ὑποκάτω τῶν ποδῶν
αὐτοῦ, νοητέον νῦν μὲν τὰ ζῶα· ἐπειδὴ δὲ καὶ βίος130 in vol. 23

23

.

132

ἰσάγγελος ἀπόκειται τοῖς ἀνθρώποις ἐν οὐρανῷ, ἐκεῖ καταστὰς ἐπὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, θεωρὸς οὐρανῶν ἔσται καὶ τῶν ἐν αὐτοῖς. Ὁ δὲ μακάριος Παῦλος καὶ τοῦτο περὶ τοῦ Σωτῆρος ἐξέλαβεν, ἐν
5αἰῶνι τῷ μέλλοντι γενησόμενον. Διό φησι πρὸς αὐ‐ τὸν ὁ Πατήρ· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ Θʹ. Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ Υἱοῦ.
10 Πολλὰ δὲ ἦν αὐτῷ τὰ κρυφίως πεπραγμένα ἥ τε ἐκ Παρθένου διὰ Πνεύματος ἁγίου κατὰ σάρκα γέν‐ νησις, αἵ τε παράδοξοι καὶ θαυματουργοὶ δυνάμεις, ὅ τε θάνατος αὐτὸς καὶ ἡ εἰς ᾅδου κάθοδος καὶ ἡ ἐκ νεκρῶν ἀναβίωσις. Ταῦτα γὰρ αὐτῷ πάντα κρυφίως
15πέπρακται. Ἀπέκρυψε γὰρ αὐτὰ καὶ τοὺς ἄρχοντας τοῦ κόσμου τούτου. Ὑπὲρ δὴ τούτων τῶν κρυφίων ὁ Προφήτης λέγει· Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Τοι‐
20αῦτα καὶ αὐτὸς ἐν Εὐαγγελίοις φησίν· Ἐξομολογοῦ‐ μαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας ταῦτα νηπίοις. Καὶ ἐν τῷ ψαλμῷ γὰρ περὶ τῶν κρυφίων εὐχαριστεῖ. Μετὰ δὲ τὴν εὐ‐
25χαριστίαν, ἣν ὑπὲρ τῆς ἡμετέρας ἐποιήσατο σωτη‐ ρίας, περὶ τῶν θαυμασίων τοῦ Πατρὸς διδάξειν ἡμᾶς ἐπαγγέλλεται τῇ τοῦ Πατρὸς ἐναγαλλόμενος θέᾳ. Ὡς δὲ Υἱῷ καὶ ἡ γνῶσις παρῆν τοῦ ὀνόματος τῆς θεότη‐ τος τοῦ ἀῤῥήτου καὶ ἀκατονομάστου Πατρός. Ταῦτα
30δὲ μάλιστα, φησὶ, ποιήσω τὸν τῆς ζωῆς νικήσας ἐχθρὸν θάνατον, περὶ οὗ λέλεκται· Ἔσχατος ἐχθρὸς καταργήσεται ὁ θάνατος. Ἀποστραφήσεται γὰρ εἰς τὰ ὀπίσω, τουτέστι τὴν πρώτην αὐτοῦ κατάστασιν, ὅτε μὴ ὑφεστήκει. γὰρ Θεὸς θάνατον οὐκ ἐποίη‐
35σεν· φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον· οὗ δὴ γεγονότος καὶ οἱ λοιποὶ πάντες ἐχθροὶ τοῦ λόγου σου καὶ πολέμιοι ἀσθενήσαντες ἀπολοῦνται. Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιο‐
40σύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι. Εἰ οἱ ἐν τῇ οἰ‐ κουμένῃ οὐκ ἐν ὁμοίοις εἰσὶν ἔργοις, οὐκ ἂν εἶεν δι‐ καιοσύνη ἡ κρίσις τοῦ Θεοῦ· ὁμοίως τοὺς ἁμαρτά‐ νοντας κολάζει, ἣ τοὺς δικαίους δοξάζει. Κρινεῖ λαοὺς ἐν εὐθύτητι. Οἰκουμένην μὲν τὴν Ἐκκλησίαν,
45ἥτις οἰκεῖται ὑπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, κατὰ τό· Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευ‐ σόμεθα πρὸς αὐτὸν, καὶ μονὴν παρ’ αὐτῷ ποιη‐ σόμεθα· λαοὺς δὲ τοὺς λοιποὺς παρὰ τὴν Ἐκκλη‐ σίαν, ἢ τοὺς ἐκ περιτομῆς. Ὅσοι γὰρ ἐν νόμῳ

23

.

132

(50)

ἥμαρτον, διὰ νόμου κριθήσονται, τῶν ἀνόμως ἁμαρτανόντων ἀνόμως ἀπολλυμένων. Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοη‐ θὸς ἐν εὐκαιρίαις, ἐν θλίψει. Καὶ ἐλπιζέτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ
55ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε. Ποίῳ
δὲ πένητι καταφυγὴ γέγονεν ὁ κριτὴς, ἀλλ’ ἢ τῷ132 in vol. 23

23

.

133

κατὰ τὸν πρῶτον βίον τὴν στενὴν ὡδευκότι καὶ τεθλιμμένην, καὶ τῷ μακαριζομένῳ πτωχῷ, δηλονότι τῷ πνεύματι; Τοῦτο δὲ μαθόντες οἱ γινώσκοντες τὸ ὄνομά σου, καὶ ὅτι ἐν τῷ τῆς δικαιοκρισίας καιρῷ
5τοὺς ἐκζητοῦντάς σε νῦν οὐκ ἐγκαταλείψεις, ἐντεῦθεν ἐλπιζέτωσαν ἐπὶ σὲ πάντα διὰ τὰς ἀμοιβὰς ὑπομέ‐ νοντες. Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου, ἐνεπά‐ γησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν. Ἐν παγίδι
10ταύτῃ ᾗ ἔκρυψαν συνελήφθη ὁ ποῦς αὐτῶν. Γι‐ νώσκεται Κύριος κρίματα ποιῶν. Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. ᾨδὴ διαψάλματος. Ἀλλὰ καὶ τοῖς εὐσεβέσιν ἐπιβουλεύ‐ σαντες, ἑαυτοὺς περιέπειραν ἀπωλείᾳ. Τότε καὶ
15γνωσθήσεται δικαίᾳ κρίσει χρώμενος ὁ Θεός. ᾨδὴ δὲ διαψάλματος· ὡς ἂν μεταβολῆς γεγενημένης ἤτοι μέλους κατὰ τὴν Ἑβραΐδα φωνὴν, ἢ μελῳδίας, ἢ καὶ τῆς διανοίας αὐτῆς τῶν λελεγμένων ἐφ’ ἕτερον νοῦν μεταβαλλόντων τὸν λόγον.
20 Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ. Εἰ γὰρ καὶ νῦν ἀναισθητοῦσι, ἀλλ’ ἥξει τῆς κρίσεως ὁ καιρός. Θεοῦ δὲ ἄνθρωπος, κἂν δοκῇ καταπεφρονῆ‐ σθαι παρὰ Θεοῦ, τῷ παρὰ τῶν ἁμαρτωλῶν ἀνήκεστα
25πάσχειν· ἀλλ’ οὐ παραδέδοται λήθῃ. Οὐ γὰρ εἰς τὸ τέλος ἐπιλησθήσεται ὁ πτωχὸς τῷ πνεύματι· ἕξει δὲ καρπὸν καὶ τέλος ἀγαθὸν διὰ τὴν ἐν τοῖς παροῦσιν ὑπομονήν. Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος,
30κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Κατάστησον, Κύ‐ ριε, νομοθέτην ἐπ’ αὐτούς· γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσι. Διεγείρει τὸν Θεὸν ὡς τῆς ἀνοχῆς αὐτοῦ καὶ τοῦ πλούτου τῆς χρηστότητος καὶ τῆς μα‐ κροθυμίας, ἀναβολὴν μὲν ἐμποιούσης αὐτῷ, ἐπιτρι‐
35βὴν δὲ τοῖς ἀσεβέσιν ἀνθρώποις. Εὐξάμενος δὲ ἐν‐ ώπιον τοῦ Θεοῦ κριθῆναι τὰ ἔθνη, νῦν ἀκολούθως πρὸ τῆς μελλούσης κρίσεως ἀξιοῖ δοθῆναι τοῖς ἔθνεσι νο‐ μοθέτην, ἵνα μάθωσιν, ὡς εἰσὶν ἄνθρωποι, ἀλλ’ οὐκ ἄλογα ζῶα· οὐ γὰρ ἀλόγοις δίδοται νόμος. Οὐκ ἂν δὲ
40λέγοι Μωϋσῆν τὸν ἐξ ἀνθρώπων πάλαι γεγενημέ‐ νον, οὐδὲ νόμον τὸν μόνοις τεθέντα τοῖς Ἰουδαίοις· ἀλλ’ οὐδὲ προσδοκᾷν ἕτερον εἶναι, τὸ διὰ πάσης ἐλ‐ θεῖν τῆς οἰκουμένης τῆς Καινῆς Διαθήκης τὸν νόμον. Χριστὸς γὰρ ὁ νομοθέτης, καὶ τοῦ Εὐαγγελίου τὸ
45κήρυγμα κεκράτηκε τῶν ἐθνῶν. Περὶ οὗ διὰ τοῦ προφήτου φησὶν ὁ Πατήρ· Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἐκλεκτός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου. Κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται ἡ

23

.

133

(50)

φωνὴ αὐτοῦ. Κάλαμον συντεθλασμένον οὐ συν‐ τρίψει, καὶ λίνον τυφόμενον οὐ σβέσει· ἀλλ’ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. Ἀναλάμψει, καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν, καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. Τὸ δὲ
55Ἑβραϊκὸν καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ, Καὶ τῷ
νόμῳ αὐτοῦ ἔθνη ἐλπιοῦσιν, ἐξέδωκαν.134 in vol. 23

23

.

136

Ἱνατί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψει; Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐμπυρίζεται ὁ πτωχός· συλλαμβάνον‐ ται ἐν διαβουλίοις οἷς διαλογίζονται. Ἢ ἐπειδὴ ὁ
5Θεὸς ὁ δρασσόμενός ἐστι τοὺς σοφοὺς ἐν τῇ πανουρ‐ γίᾳ αὐτῶν, κατὰ τὸν Ἀπόστολον, τοῦτο αὐτὸ ἤδη γενέ‐ σθαι παρακαλεῖ; Ἐπὶ πολλαῖς γὰρ ἀσεβείαις ὁρῶν‐ τες αὑτοὺς οἱ πολλοὶ εὐθυνουμένους τε καὶ μηδενὶ λυπηρῷ περιπίπτοντας, μακαρίους αὑτοὺς ἡγοῦν‐
10ται καὶ ἐπαίνων ἀξίους. Κἀκεῖνοί τε μεγάλα βλάπτον‐ ται καὶ οἱ ζηλωταὶ τῆς κακίας γενόμενοι. Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυ‐ μίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ ἀδικῶν ἐνευλογεῖ‐ ται. Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός· κατὰ
15τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει. Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ, βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ. Ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει. Τῇ παρούσῃ τῶν
20ἀσεβῶν ἐπεξέρχεται καταστάσει, τὴν μέλλουσαν κρί‐ σιν ἀναγκαίαν δεῖξαι βουλόμενος. Τὸ δὲ παρώξυνε, διέσυρεν Ἀκύλας ἡρμήνευσε. Τοὺς περὶ Θεοῦ γὰρ κρίσεως λόγους ἀληθῶς διασύρουσιν. Ἐπιμένων δέ τις ἁμαρτίαις, πρὸς τὸ Θεὸν ζητεῖν ἐμποδίζεται,
25συνάγων ἑαυτῷ πλῆθος ὀργῆς. Διὸ μὴ ζήτει καὶ τὰς περὶ Θεοῦ φυσικὰς ἐννοίας περικοπτόμενος, καὶ τοῦ βίου τὰς ὁδοὺς ἀκαθάρτους ἔχων· τούτου γε χάριν διὰ παντὸς καὶ τοῦ Θεοῦ τὰ κρίματα μὴ λαμβάνων εἰς νοῦν, ἐν τῷ συγχωρεῖσθαι μάλιστα κατακυριεῦ‐
30σαι τῶν ἐχθρῶν. Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου, ὑπὸ τὴν γλῶτταν αὐτοῦ κόπος καὶ πόνος. Τῶν γὰρ ἑτεροδόξων τὸ στόμα ἀρᾶς γέμει, κακολο‐ γούντων τὸν Δημιουργὸν, καὶ τῶν λοιδόρων· πικρίας
35δὲ τῶν θυμικῶν, δόλου τῶν δολίων.
37 Ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύ‐ φοις, τοῦ ἀποκτεῖναι ἀθῶον. Καὶ ταῦτα πράττει παραλογιζόμενος ἑαυτὸν, ὡς οὐχ ὁρῶντος Θεοῦ.
40 Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Ἐπιλέλησται ὁ Θεὸς, ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ εἰ‐ δεῖν εἰς τέλος. Ταῦτα δὲ πάντα ὁ ἀσεβὴς κατὰ τῶν πενήτων τοῦ Θεοῦ διαπράττεται, ἑαυτὸν ἀπατῶν καὶ τοῖς ἑαυτοῦ λογισμοῖς μὴ εἶναι Θεὸν ἔφορον διανοού‐
45μενος. Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. Βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς, τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου. Σοὶ ἐγκατα‐

23

.

136

(50)

λέλειπται ὁ πτωχὸς, ὀρφανῷ σὺ ἦσθα βοηθός. Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πο‐ νηροῦ· ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ. Οὕτως ἐπὶ τὴν τῶν ἀσεβῶν κρίσιν δι‐ εγείρει λοιπὸν τὴν ἀνοχὴν τοῦ Θεοῦ. Ἡ δὲ χεὶρ ὑψου‐
55μένη δύναμιν ἐδήλωσε κριτικήν. Ἐν ὅσῳ γὰρ αὐτὴ μὴ τιμωρεῖται τοὺς ἀσεβεῖς, τετιμωρεῖσθαι δοκεῖ·
ἀποδιδοῦσα δὲ ἑκάστῳ κατὰ τὸ δίκαιον, ὑψοῦσθαι λέ‐136 in vol. 23

23

.

137

γεται, καὶ ταύτην οὐδεὶς ἀποδράσεται. Διό φησι· Τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρά σου. Τοιγαροῦν ὁ σὸς πτωχὸς ἀκούσας τῶν σῶν λόγων φασκόντων· Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί· ἀλλὰ δότε τό‐
5πον τῇ ὀργῇ. Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ Ιʹ. Ἐπειδὴ καὶ τῷ Δαυῒδ εἰς τὸ τέλος γέγραπται· καὶ κατὰ τὸν Ἀκύλαν, τῷ νικοποιῷ, κατὰ δὲ τὸν
10Σύμμαχον, ἐπινίκιος τοῦ Δαυῒδ, φήσεις, ὅτι καὶ ὁ Δαυῒδ μετὰ τὴν συμβᾶσαν αὐτῷ συμφορὰν ἔφασκε τὰ προκείμενα. Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;
15Τελείου φωνὴ, καὶ κατὰ τὸν Ἀπόστολον εἰπεῖν δυνα‐ μένου, Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; Οὐ κατὰ τὸν ἀτελῆ τὸν φυγῇ μεταναστεύοντα τόπον ἐκ τόπου, καὶ περιφεύγοντα τοὺς διώκοντας. Καθὰ δὴ στρουθίον τοὺς θηρεύοντας, ὃς, κἂν διαφύ‐
20γοι, λέγοι ἄν· Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύ‐ σθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Ὅτι ἃ κατηρτίσω καθεῖλον· ὁ δὲ δίκαιος τί ἐποίησε; Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς
25τὸν πένητα ἀποβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Κύριος ἐξ‐ ετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ. Ὁ μόνος δίκαιος καὶ κριτὴς Θεὸς, τοὺς ἑαυτοῦ πολεμουμένους ὁρῶν, τί ἐποίησεν; Ἐν οὐρανῷ κατοικῶν καὶ βασιλείαν
30ἔχων ἀσάλευτον, οὐδὲν τῶν ἐπὶ γῆς παρορᾷ. Χαρίζε‐ ται δὲ τῷ πένητι τῶν εὐεργετικῶν αὐτοῦ δυνάμεων τὴν ἐπισκοπὴν, ἅς φησιν ὀφθαλμούς· ὥσπερ οὖν βλέφαρα τὴν κριτικὴν αὐτοῦ καὶ πάντα διακρίνου‐ σαν πρόνοιαν. Διὰ δικαιοσύνην δὲ κρινεῖ καὶ τοὺς δι‐
35καίους, μή τι καὶ αὐτὸς πεπλημμέληται.
38 Ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτη‐
40ρίου αὐτῶν. Τὰς ἐπιπόνους κολάσεις πολλαχῆ δηλοῖ τὸ ποτήριον, ὡς ἐν Ἡσαΐᾳ· Ἐξεγείρου, ἐξεγείρου, Ἱερουσαλὴμ, ἡ πιοῦσα τὸ ποτήριον εἰσπτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ. Λέγει δὲ καὶ τῷ Ἱερεμίᾳ Θεός· Λάβε τοῦ οἴνου τοῦ ἀκράτου ἐκ χειρός μου,
45καὶ ποτίσεις αὐτὸ πάντα τὰ ἔθνη, πρὸς οὓς ἐγὼ ἀποστελῶ σε. Ὁποῖον τὸ προκείμενον ποτήριον, οὗ τὸ πλήρωμα πῦρ καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος· οὗ δὴ σύμβολα τὰ κατὰ Σοδόμων ἐπενεχθέντα. Δηλοῖ δὲ τὸ πῦρ τὴν διακαύσεως ἀπειλὴν, τὸ δὲ θεῖον τὴν

23

.

137

(50)

διεγείρουσαν ἔτι μᾶλλον τὸ πῦρ ἀφορμὴν, τὸ δὲ πνεῦμα τῆς καταιγίδος, πειρασμοῦ συστροφήν. Εἴρη‐ ται γὰρ ἐν Ἡσαΐᾳ· Ὡς καταιγὶς δι’ ἐρήμου διέλ‐ θοι ἐρχομένη ἐγγύς· φοβερὸν τὸ ὅραμα καὶ σκλη‐ ρὸν ἀνηγγέλη μοι. Ἔστι δὲ καὶ τοῖς εὐσεβέσι ποτή‐
55ριον τὸ μεθύσκον ὡς κράτιστον, περὶ οὗ τάχα κἀ‐ κεῖνο λέλεκται· Κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου. Καὶ δι’ ἔργων ἀγαθῶν τὸ
μὲν φυγεῖν, τὸ δὲ αἱρήσασθαι.138 in vol. 23

23

.

140

Ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπη‐ σεν, εὐθύτητα εἶδε τὸ πρόσωπον αὐτοῦ. Ὡς γὰρ δίκαιος ἐπιβλέπει μὲν τὸν πένητα, παιδεύει δὲ τοὺς ἁμαρτωλούς· οὐσίᾳ δὲ δίκαιός ἐστιν, οὐ μετοχῇ.
5Πλὴν καὶ οὕτως ἔχων ἀγαπᾷ τὰς ἐν τοῖς πολλοῖς δι‐ καίοις δικαιοσύνας, τὴν ἑκάστου πρόθεσιν ἀποδεχό‐ μενος. Ἀλλὰ καὶ ἑκάστου κρίματός ἐστί τις δικαιο‐ σύνη· πολλὰ δὲ τὰ κρίματα τοῦ Θεοῦ, περὶ ὧν γέ‐ γραπται· Τὰ κρίματα Κυρίου ἀληθινὰ δεδικαιω‐
10μένα ἐπὶ τὸ αὐτό. Πολλαὶ ἄρα καὶ αἱ δικαιοσύναι. Βλέπει δὲ καὶ εὐθύτητα, τὴν πρὸς τὸν ὀρθὸν λόγον γνώμην· χαίρει γὰρ ἐπὶ τοῖς ἔχουσι, κἂν ὀνειδιζομέ‐ νους ὁρᾷ. Μήποτε δὲ ὡς πολλαὶ δικαιοσύναι ἐπὶ τοῖς κρίμασιν, οὕτως εὐθύτητες. Διὰ δὲ τὸ ἀποδέχεσθαι
15τὴν εὐθύτητα, τὸ πρόσωπον αὐτοῦ ὁρᾷ. Ἐπιφαίνεται γὰρ παρὼν ὁ Θεὸς τοῖς ἔργοις τῆς προνοίας καὶ τοῖς ἀποτελέσμασι τῶν κριμάτων.
19ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΙΑʹ.
20Εἰς τὸ τέλος περὶ τῆς ὀγδόης. Ἡ αὐτή ἐστι τῇ τοῦ ϛʹ ἐπιγραφή. Ἐλέγομεν δὲ, ὡς καὶ τὸν νόμον λύει Μωϋσέως, εἰ ἄγοι βρέφος ἐν Σαββάτῳ, ἡμέραν ὀγδόην τῆς περιτομῆς ἐν αὐτῇ γι‐ νομένης. Τὴν ὁμοίαν ἔχειν ἐλέγομεν δύναμιν καὶ τὴν
25Κυριακὴν, τὴν ἀναστάσιμον οὖσαν τοῦ Κυρίου, καὶ τυγχάνουσαν ἀπὸ τῆς πρώτης ὀγδόην, πρώτην δὲ κατὰ φύσιν ὑπάρχουσαν· καθαρτικὴ γάρ ἐστι πάσης ψυχῆς.
31 Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀν‐ θρώπων. Μάταια ἐλάλησαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν
35καρδίᾳ ἐλάλησαν. Διαβάλλει πᾶσαν τὴν καθ’ ἑαυ‐ τὸν γενεάν· λέξει γὰρ καὶ προϊών· Σὺ, Κύριε, φυ‐ λάξεις ἡμᾶς καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γε‐ νεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα. Τοιαύτη γὰρ ἡ προτέρα γενεὰ, περὶ ἧς ἔφη καὶ ὁ Σωτήρ· Ἄνδρες
40Νινευῗται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν· καὶ βασίλισσα Νότου, καὶ τὰ ἑξῆς· καὶ πάλιν οὕτως· Ἔσται τῇ γενεᾷ τῇ πονηρᾷ ταύτῃ. Οὐκ ἀδίκως δὲ ταύτης κατηγορῶ, φησὶν ὁ Προφήτης· ἀλλ’ ὅτι μη‐
45δεὶς ὅσιος ἐν αὐτῇ, μηδεὶς ἀληθής. Ἐπεὶ οὖν μηδένα μοι σωτηρίας αἴτιον εὑρίσκω, αὐτός μοι, Κύριε, τοῦτο γενοῦ. Διελέγχει δὲ τῶν Ἰουδαίων τὴν ἀπιστίαν, περὶ ὧν φησι καὶ Μωϋσῆς· Υἱοὶ, οἷς οὐκ ἔστι πί‐ στις ἐν αὐτοῖς. Ὅτι δὲ μάταια ἐλάλουν ἐπιβουλεύ‐

23

.

140

(50)

οντες τῷ Σωτῆρι καὶ δολίως αὐτῷ προσερχόμενοι, σαφῶς ἡ τῶν Εὐαγγελίων διδάσκει γραφή. Ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δό‐ λια, γλῶσσαν μεγαλοῤῥήμονα. Τοὺς εἰπόντας· Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη
55ἡμῶν παρ’ ἡμῶν ἐστι· τίς ἡμῶν Κύριός ἐστι;
Θεοῦ γὰρ ἦν, οὐκ ἀνθρώπου, τῆς ἐκείνων περιγενέ‐140 in vol. 23

23

.

141

σθαι κακίας, καὶ σβέσαι λόγους βλασφημοῦντας τὸν Ἰησοῦν. Ὁμοίως δὲ τῷ Φαραὼ φήσαντι· Οὐκ οἶδα τὸν Κύριον, καὶ αὐτοί φασι· Τίς ἡμῶν Κύριός ἐστι; νομίσαντες εἶναι κύριοι διὰ τῶν ἰδίων λόγων
5τὴν τοῦ Σωτῆρος σβέσαι διδασκαλίαν, ὡς ἂν ὄντες αὐτεξούσιοι. Ταῦτα δὲ ἦν τὰ Φαρισαίων καὶ Σαδδου‐ καίων χείλη, μεθ’ ὑποκρίσεως προσιόντων τῷ Σω‐ τῆρι, καὶ Ῥαββὶ καλούντων αὐτὸν, λάθρα δὲ κατ’ αὐ‐ τοῦ τυρευόντων. Μεγαλοῤῥήμονες δὲ ἦσαν οἱ πρεσβύ‐
10τεροι καὶ οἱ ἀρχιερεῖς τοῦ λαοῦ, τολμῶντες ἀνακρί‐ νειν τὸν Σωτῆρα καὶ λέγειν αὐτῷ· Ἐν ποίᾳ ἐξου‐ σίᾳ ταῦτα ποιεῖς, καὶ τίς σοι ἔδωκε τὴν ἐξου‐ σίαν ταύτην; Ἕνεκε τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ
15στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος. Θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. Ἢ καὶ οὕτως· Οἱ πτωχοὶ δι’ ἐμὲ καὶ πένητες γεγονότες τῷ πνεύματι στένουσιν ἀεὶ ταπεινούμενοι προσέχοντές μου τῷ λόγῳ, καὶ πίστιν ἀκλινῆ διασώ‐
20ζοντες· ὧν ἕνεκεν ἀναστήσομαι, καὶ κατὰ τὸ πρέπον τῇ ἐμῇ ἀναστάσει σωτήριον στήσομαι πᾶσιν ἀν‐ θρώποις· ἐφ’ ᾧπερ ὡς μεγάλῳ παῤῥησιάσομαι κατ‐ ορθώματι. Τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυ‐
25ρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπτα‐ πλασίως. Ὁ δὲ ἄργυρος πολλάκις πυρούμενος ἀμι‐ γὴς ἑτέρας ὕλης ἐστίν· οὕτω καθαρὰ ψεύδους τοῦ Κυρίου τὰ λόγια. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς καὶ διατηρήσεις
30ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα. Ἐπειδὰν φυλάξῃς τοὺς σοὺς πτωχοὺς, καὶ ἐπειδὰν ἡμᾶς περιτειχίσῃς ἅμα τῇ ἐρχομένῃ γενεᾷ, τῇ κα‐ λουμένῃ αἰωνίᾳ, οἱ παράνομοι τότε, ἐκτὸς γενόμενοι τῆς εἰς πάντας ἀνθρώπους χυθησομένης σου χάρι‐
35τος, κύκλῳ περιπατήσουσι, θεωροὶ γενησόμενοι τῶν σωζομένων καὶ τοῦτο ἔσται ὅταν ὑψωθῶσιν οἱ εὐτε‐ λεῖς τῶν ἀνθρώπων. Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι, κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων,
40Ἐπειδὴ ὁ κύκλος τῇ εὐθείᾳ ἐναντίος ἐστὶ κατὰ τὴν σκολιότητα καὶ εὐθύτητα, οἱ δὲ ἀσεβεῖς κύκλῳ περιπατοῦσιν, οἱ εὐσεβεῖς ἄρα εὐθεῖαν περιπατοῦ‐ σιν. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΙΒʹ.
45 Διὰ τὸ τέλος τὸ παρὰ τῷ Θεῷ πάντα πρὸ τοῦ τέ‐ λους ἀνδρικῶς ἠγωνίζετο· τὸ δὲ τέλος ὁ τῶν πόνων ἐστὶ καρπὸς, ζωὴν αἰώνιον καὶ βασιλείαν οὐρανῶν προξενῶν. Εἰς μὲν οὖν τὸ τέλος ἀνέπεμψε τὴν ᾠδὴν τῷ Θεῷ· κατὰ δὲ τὴν ἀρχὴν, ὡς ἀγωνιζόμενος ἔτι,

23

.

141

(50)

τὰς πρώτας προφέρει φωνάς·
52 Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ; Λή‐ θην δὲ Θεὸς ποιεῖται τῶν ἐπιλανθανομένων αὐτοῦ
55διὰ τῆς ἁμαρτίας· ἀποστρέφει καὶ τὸ πρόσωπον ἀπὸ τῶν αἰσχρόν τι πραττόντων, ἀναξίους εἶναι κρίνας τῆς ἐποπτείας αὐτοῦ· διόπερ ὑπὸ τοῦ συνειδότος νυτ‐
τόμενος καὶ τὴν τοῦ Θεοῦ δεδιὼς κρίσιν ἐπάγει·142 in vol. 23

23

.

144

Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ’ ἐμέ; Ἐπίβλε‐ ψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου. Φώτι‐
5σον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θά‐ νατον· μήποτε εἴποι ὁ ἐχθρός μου· Ἴσχυσα πρὸς αὐτόν. Ὑψοῦται δὲ κατὰ τοῦ ἁμαρτάνοντος ὁ ἐχθρὸς ταπεινουμένου τῇ ἁμαρτίᾳ· καὶ τοὐναντίον δικαιοπραγοῦντος. Ὡς μηδὲ βουλόμενος ἀμισθεὶ εἰσ‐
10ακουσθῆναι, προτάττει τὸ, ἐπίβλεψον, παρακαλῶν ἰδεῖν αὐτοῦ τὰ κατορθώματα. Ἢ καὶ ὡς τοῦ Θεοῦ μὴ εἰσακούοντος, εἰ μή τις δίκαιος ᾖ. Πρόσωπον δὲ Θεοῦ φωτὸς γέμει, δύναμις οὖσα πρὸς εὐεργεσίαν προνο‐ ουμένη· οὗ τις μετέχων φωτισθήσεται, καθάπερ
15ἡλιακῶν ἀπολαύων αὐγῶν. Ἀποστραφέντος δὲ, μηκ‐ έτι φωτιζομένη σκοτοῦται ψυχὴ, μηδὲν ἐνεργούν‐ των τῶν ἔνδον ὀφθαλμῶν, οἵτινες διανοίας εἰσὶ λογι‐ σμοί. Ἐπιμενούσης δὲ τῇ ἁμαρτίᾳ, καὶ τοῦ σκότους ἐπὶ πλέον ἐπικρατοῦντος, τῷ καὶ μένειν ἀπεστραμ‐
20μένον τὸ πρόσωπον τοῦ Θεοῦ, ἑξῆς οἱονεί πως γί‐ νεται κακίας ἀθεράπευτα πλημμελούσης, καὶ μήτι γρηγοροῦσα λέγοιτ’ ἂν εἰς θάνατον ἡμαρτηκέναι.
24ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΙΓʹ.
25 Ἐπεὶ ταῦτα προφητικῶς εἰρημένα ἐπὶ συντελείᾳ τῶν αἰώνων ἤμελλε γίνεσθαι, προγέγραπται τὸ, εἰς τὸ τέλος· ψαλμὸς δὲ οὐκ εἴρηται διὰ τὸ κατηγο‐ ρεῖν πάντων ἀνθρώπων. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός.
30Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμα‐ σιν· οὐκ ἔστι ποιῶν χρηστότητα. Τῶν δὲ ἀθέων οἱ μὲν μὴ εἶναι Θεὸν παντελῶς ἔδοξαν, ἀλλ’ εἶναι διὰ κενὸν ὄνομα· οἱ δὲ μὴ ὄντας ἀνέπλασαν, τὸν ὄντα παρωσάμενοι· οἱ δὲ εἶναι μὲν ἔφασαν, μὴ προνοεῖν
35δὲ τῶν ἐπὶ γῆς. Οἱ δὴ πάντες εἰς ἀθεΐαν περιετράπη‐ σαν φρονοῦντες οὕτως· εἰ καὶ μὴ ἐτόλμων εἰπεῖν δι’ ἃς ἔχουσι πάντες φυσικὰς ἐννοίας περὶ Θεοῦ· διὸ καρδίᾳ ἔλεγον, ἀλλ’ οὐ στόματι· ἐν τούτῳ γὰρ καὶ πολλοὺς λέγειν ἐδόκουν θεούς. Ἠλέγχοντο δὲ ἀφ’ ὧν
40ἔδρων· ἀπὸ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. Μηδεμιᾶς γὰρ ἀσελγείας φειδόμενοι, παντὶ δὲ τρόπῳ τὸν βίον διαφθειρόμενοι, εἰ καὶ μυρίους ὡμολό‐ γουν θεοὺς, δῆλοι ἦσαν οὐδὲν ὑγιὲς φρονοῦντες περὶ Θεοῦ. Ἄφρων οὖν ὄντως ὁ πρὸ τῆς τοῦ Σωτῆρος
45ἐπιδημίας βίος. Εἴπερ ἀρχὴ σοφίας φόβος Κυ‐ ρίου, οὐκοῦν τῷ μὴ φοβεῖσθαι καὶ ἀθετεῖν ἀντίκει‐ ται ἡ σοφία.
51 Πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Δοκεῖ δέ μοι τὰ προκείμενα καὶ αὐτοῦ τοῦ Ἰουδαίων ἔθνους
λεληθυῖαν κατηγορίαν περιέχειν. Εἰ γὰρ, διακύψας144 in vol. 23

23

.

145

ἐκ τοῦ οὐρανοῦ Κύριος καὶ ἐπισκοπήσας τοὺς ἐπὶ γῆς πάντας εὗρεν ἐκκλίναντας καὶ ἀχρειωθέντας, ὡς μηδένα μηδαμῶς εὑρίσκεσθαι ἐν ἀνθρώποις, μηδὲ μέχρις ἑνὸς, τὸν μηδὲ ἠχρειωμένον, μηδὲ ἐκκλί‐
5ναντα· ἀκόλουθόν ἐστι τοῖς πᾶσι συμπεριλαμβάνε‐ σθαι, καὶ τὸ Ἰουδαίων ἔθνος, καὶ αὐτὸν τὸν καλούμενον Ἰσραήλ. Τὰ μέντοι προκείμενα λόγια σαφῶς ἀπ‐ εφήνατο, ὅτι πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, ὡς μηδὲ εἶναι ποιοῦντα χρηστότητα, μηδὲ ἕως ἑνός.
10Ἔδει γὰρ τὸ μέγεθος παραστῆναι τῆς ἐν τοῖς ἀν‐ θρώποις ἐγγενομένης νόσου πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας· ὡς ἂν ἡ ἄφιξις αὐτοῦ φανείη τοῖς πᾶσιν ἀναγκαία. Πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χά‐
15ριτι. Ταύτην δὲ καὶ ὁ Ἡσαΐας συμφώνως ἀποδίδωσι τὴν διάνοιαν ἐν οἷς φησι πρὸς τὴν Ἰουδαίων συν‐ αγωγὴν ἀποτεινόμενος· Ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν, διότι ἦλθον, καὶ οὐκ ἦν ὁ ἄν‐
20θρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων. Τὸ γὰρ, διότι ἦλθον, ὅμοιον ἂν εἴη τῷ, Κύριος ἐξ οὐ‐ ρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων· τὸ δέ· Καὶ οὐκ ἦν ἄνθρωπος, καὶ οὐκ ἦν ὁ ὑπ‐ ακούων, ὅμοιον τῷ· Πάντες ἐξέκλιναν καὶ ἠχρειώ‐
25θησαν.
27 Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου; Καί μοι δοκεῖ προφητεύειν μεταβολὴν ἔσε‐
30σθαι τῶν ἐθνῶν ἐκ θηριώδους βίου, καὶ ἐξ ἀγνωσίας Θεοῦ, ἐπὶ ἥμερον καὶ θεοσεβῆ τρόπον· ὃ καὶ ἔστιν ὀφθαλμοῖς παραλαβόντα μαρτυρῆσαι ἀλήθειαν τῇ προφητείᾳ. Ἀναγνώσῃ τοίνυν τὰ προκείμενα ἐρωτη‐ ματικῶς, πυνθανομένου τοῦ λόγου καὶ φάσκοντος·
35Εἰ καὶ πάντες ἐξέκλιναν πρὸ τῆς τοῦ Χριστοῦ παρ‐ ουσίας καὶ ἠχρειώθησαν· μὴ τοίνυν οὐχὶ γνώσον‐ ται ἐν τῷ μετὰ ταῦτα χρόνῳ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; προσυπακουόντων ἡμῶν· Τὸν Κύριον, καὶ κατὰ κοινοῦ πάλιν λαμβανόν‐
40των τὰ ἑξῆς. Καὶ αὐτοὶ γὰρ οἱ πάλαι τὸν λαὸν τοῦ Θεοῦ ὡσεὶ ἄρτον ἐσθίοντες, καὶ τὸν Κύριον μηδε‐ πώποτε ἐπικαλεσάμενοι, μὴ οὐχὶ γνώσονται αὐ‐ τόν; Καὶ Ἡσαΐας δὲ συνᾴδει περὶ τῶν αὐτῶν θεσπί‐ ζων καὶ λέγων· Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ
45ὄψονται· καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσιν. Ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος. Ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ. Τίνες δὲ ἀλλ’ ἢ οἱ ἐργα‐ ζόμενοι τὴν ἀνομίαν, καὶ οἱ πρότερον μὴ ἐπικαλού‐ μενοι τὸν Κύριον; ἔσται γάρ ποτε καιρὸς, ὅτε ἐπι‐

23

.

145

(50)

γνώσονται αὐτὸν, καθ’ ὃν καὶ φόβον ἀναλήψονται τοῦ Θεοῦ καὶ δειλίαν ἀγαθήν. Ὅτι δὲ τὸν φόβον ἀναλαβεῖν Κυρίου ἀγαθόν ἐστι, δῆλον ἀπὸ τοῦ λέγεσθαι· Ἀρχὴ σοφίας φόβος Κυρίου. Οἱ δηλούμενοι τοίνυν φοβη‐
θήσονται ἐκεῖ φόβῳ· τουτέστι τότε. Τίνα δὲ φοβηθή‐146 in vol. 23

23

.

148

σονται ἢ τὸν Κύριον; ἐκεῖ δὲ, ποῦ ἢ ἐν τῇ μελλούσῃ συστήσεσθαι γενεᾷ; διὸ ἐπιλέγει·
4Ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ. Βουλὴν πτω‐
5χοῦ κατῃσχύνατε, ὁ δὲ Κύριος ἐλπὶς αὐτοῦ ἐστιν. Ὥσπερ ἐν τοῖς ἄλλοις κρίμασι τοῖς γινο‐ μένοις περὶ συναλλάγματα καὶ κοινωνίας οὐκ εἰς πρόσωπα βλέπειν δεῖ· οὕτως ἐν τοῖς βουλευο‐ μένοις οὐκ εἰς ἀρχὴν καὶ περιουσίαν σκοπητέον·
10ἀλλ’ εἰς νοῦν διηρθρωμένον καὶ τὸ εὐσυνείδητον ἔχοντα. Ἐπιστατέον ἐκλαβεῖν, εἰ δυνατὸν, περὶ τῶν Ἰουδαίων τὰ προκείμενα, τὴν τοῦ Σωτῆρος βουλὴν καταισχῦναι σπευδόντων, τῷ ἡγεῖσθαι αὐτὸν πτωχόν τινα εἶναι, καὶ μὴ πλοῦτον θεότητος. Ἀεὶ γοῦν
15καὶ ἀντιλέγουσι τῇ διδασκαλίᾳ αὐτοῦ, καὶ τὰς τε‐ ραστίους δυνάμεις κακολογοῦσιν, ὡς μὴ θεϊκῇ δυνά‐ μει, ἀλλ’ ἄλλοθέν ποθεν γεγενημένας.
19Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;
20ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφραν‐ θήσεται Ἰσραήλ. Πάντων ἐκκλινάντων καὶ ἅμα ἀχρειωθέντων καιρὸς ἦν εἰς εὐχὴν τρέψαι τὸν λόγον, ὡς πρεσβείας τρόπῳ φάναι· Τίς δώσει ἐκ Σιὼν τὸ
25σωτήριον τοῦ Ἰσραήλ; Αὐτοῦ γὰρ χρεία λοιπὸν, τοῦ ἄφεσιν ἁμαρτημάτων παρέχοντος, τοῦ αἰτίου τῆς αἰωνίου σωτηρίας. Τοῦτο τὸ σωτήριον τὸ κατὰ σάρκα ἐκ σπέρματος Δαυῒδ γεγονὸς, ἐκ τῆς Σιὼν δέδοται· Ἥξει γὰρ ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ
30ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. Εἰς τοῦτο λήψῃ τό· Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ, δυνατὸν ἐκλαβεῖν· ὡς καὶ ἐκ τῆς ἐπουρανίου Σιὼν ἐλήλυθε τὸ σωτήριον· ἐπείπερ ἐν αὐτῇ εἴρηται τὴν βασιλείαν ἔχειν ὁ Χριστός. Διὸ καὶ ὁ σκοπὸς ἡμῶν
35καὶ ἡ ἐλπὶς τῆς ἄνω κλήσεως ἡ βασιλεία τῶν οὐρανῶν τυγχάνει. Εἶθ’ ἑξῆς τὴν μέλλουσαν ἅπασιν ἀνθρώποις προξενεῖσθαι ἀπὸ κακῶν ἐλευθερίαν διὰ τοῦ σωτηρίου παρίστησι. Καὶ θέα τίνα τρόπον, ἑτέρων λυτρουμένων, ἑτέρους φησὶν ἀγαλλιᾶσθαι·
40ἐν τῷ γὰρ ἠλευθερῶσθαι τὴν αἰχμαλωσίαν τοῦ λαοῦ Κυρίου, Ἀγαλλιάσεται, φησὶν, Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Τῶν οὖν πάλαι ᾐχμαλω‐ τισμένων ὑπὸ τῆς δαιμονικῆς πλάνης ψυχῶν, μελλου‐ σῶν διὰ τοῦ σωτηρίου τοῦ Θεοῦ ἐλευθερίας τυγχάνειν,
45καὶ ἐξ ἁπάντων τῶν ἐθνῶν μελλόντων ἐπιστρέφειν ἐπὶ τὸν Κύριον, οἱ πάλαι παρὰ τῷ Θεῷ ἀναπεπαυ‐ μένοι δίκαιοι καὶ προφῆται, αὐτοὶ ὄντες ὁ ἀληθῶς Ἰσραὴλ καὶ ὁ ἀληθῶς Ἰακὼβ, ἀγαλλιάσονται καὶ εὐφρανθήσονται, διὰ τὸ πληροῦσθαι αὐτῶν τὰς περὶ

23

.

148

(50)

ἡμῶν προφητείας, καὶ διὰ τὸ συγχαίρειν τῇ ἡμε‐ τέρᾳ σωτηρίᾳ. Διὸ καὶ ὁ Συμεὼν, εἰπὼν περὶ τοῦ Σωτῆρος, ὅτι Φῶς ἔσται εἰς ἀποκάλυψιν ἐθνῶν, ἐπήγαγε, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΙΔʹ.
55 Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου;
Ἀπὸ τῶν προσεχεστέρων προβαίνων διαγράφει τὸν148 in vol. 23

23

.

149

τέλειον. Παροικία δέ ἐστι διαγωγὴ πρόσκαιρος ἐπ’ ἐλπίδι τῆς κρείττονος. Διό φησι καὶ Δαυΐδ· Πάροι‐ κός εἰμι καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Πάροικος γὰρ Ἀβραὰμ, μηδὲ βῆμα
5κεκτημένος ποδὸς, μόλις δὲ τάφον πριάμενος. Ὃ δὴ σύμβολον τοῦ ζῶντα μὲν ἐν σαρκὶ πάροικον εἶναι προσήκειν, μεταβαίνοντα δὲ ταύτης, τοῖς οἰκείοις τόποις ἀναπαύεσθαι. Καὶ μακάριόν φησιν ἐν ἀλλο‐ φύλοις παροικοῦντα, μὴ ὡς οἰκείοις προστετηκέναι
10τοῖς ἐν τῇ γῇ. Σκήνωμα δὲ Θεοῦ ἡ παρ’ αὐτοῦ δεδομένη σὰρξ τῇ τοῦ ἀνθρώπου ψυχῇ πρὸς ἐνοίκη‐ σιν. Τίς οὖν, ὡς ἀλλοτρίᾳ κεχρημένος, ἔγκαρπον αὐτὴν παραδώσει τῷ δεδωκότι, ὡς ἂν γένηται καὶ σκήνωμα τοῦ Θεοῦ τοῖς ἁγίοις ἐνοικοῦντος; Εἶτα
15πρὸς τὸ μεῖζον προσκόπτει· Καὶ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Οὐκ ἐν τῇ γηΐνῃ Σιὼν, ὅπερ Ἰουδαίοις δοκεῖ, ἀλλὰ περὶ ἧς ὁ Παῦλός φησι· Προσ‐ εληλύθατε ὄρει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπου‐ ρανίῳ. Παρελθὼν οὖν τις τὴν σάρκα ταύτην καὶ
20νεκρώσας αὐτοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, τὸν ἁγια‐ σμὸν κατορθώσας, ἐν τῇ ἁγίᾳ κατασκηνώσει πόλει· ἧς ἐπιθυμῶν ὁ Δαυῒδ ἔλεγε· Διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ· καὶ, Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε
25τῶν δυνάμεων! τὸ δὲ τούτου σπάνιον ἐμφαίνει τὸ, τίς, ὡς τὸ, Τίς ἔγνω τὸν νοῦν Κυρίου; καὶ τὸ, Τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; καὶ τὸ, Τίς ἄρα φρόνιμος καὶ πιστὸς οἰκονόμος; Μήποτε δὲ καὶ, τὸν Θεὸν ἐρωτήσας, ἔτυχε ἀποκρί‐
30σεως;
33 Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Τάχα δὲ
35καὶ ὁ μεθιστάμενος εἰς οὐρανὸν, ὡς ἀπὸ ξένης ἥκων διατριβῆς, παροικεῖ· Θεοῦ γὰρ σκήνωμα ὁ οὐ‐ ρανός. Ὅρα δὲ μήπως ὁ ἐπιμένων τῇ πολιτείᾳ τοῦ νόμου, εἰς Χριστὸν ὄντος παιδαγωγοῦ, παροικεῖ ἐν τῷ σκηνώματι τοῦ Κυρίου, περὶ τὴν σκηνὴν τοῦ
40μαρτυρίου τευτάζων· ὁ δὲ φθάσας ἐπὶ Χριστὸν καὶ τὴν εὐαγγελικὴν διδασκαλίαν κατασκηνοῖ ἐν ὄρει ἁγίῳ τοῦ Θεοῦ, περὶ οὗ προφητεύεται· Ἐμφανές ἐστι τὸ ὄρος τοῦ Κυρίου. Καὶ σκόπει πάλιν, μὴ Θεοῦ μὲν ὄρος ἅγιον ὁ τοῦ Θεοῦ Λόγος· σκήνωμα
45δὲ αὐτοῦ, ὃν ἀνέλαβεν ἄνθρωπον· καὶ δεῖ πρότερον ἐπιγνῶναι κατὰ σάρκα Χριστόν· εἶτα κατασκηνοῦν ἐν ὄρει ἁγίῳ Θεοῦ, θεασάμενον τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός· καὶ λέγειν· Εἰ γὰρ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν

23

.

149

(50)

οὐκέτι γινώσκομεν. Πρὸς τὸν τοιοῦτον γὰρ εἴρη‐ ται· Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζό‐ μενος τὴν Σιών. Ἄλλως ὄρος τοῦ Θεοῦ τὸ ὑπὸ μόνων ἁγίων ψυχῶν καὶ τελείων ἐν δικαιοσύνῃ κατ‐ οικηθησόμενον· ὁ οὐρανὸς αὐτὸς, καὶ ἡ ὑπὸ τοῦ
55Σωτῆρος εὐαγγελισθεῖσα βασιλεία τῶν οὐρανῶν. Αὕτη ἐστὶν Ἱερουσαλὴμ ἡ ἐπουράνιος· αὕτη ἐστὶ τὸ
Σιὼν ὅρος, καὶ ἡ πόλις τοῦ Θεοῦ τοῦ ζῶντος, κατὰ150 in vol. 23

23

.

152

τὸν ἱερὸν Ἀπόστολον, ὅς φησι· Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ. Τὴν δὲ σκηνὴν νοήσεις τὴν ἄνω ἐπὶ τοῦ ὄρους ἱδρυμένην ἀπὸ τοῦ φάσκοντος λόγου·
5Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελ‐ λόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέ‐ ρας σκηνῆς, οὐ χειροποιήτου, τουτέστιν, οὐ ταύτης τῆς κτίσεως.
11 Τούτων τοιγαροῦν καὶ ὁ Δαυῒδ εἰς ἔννοιαν ἐλθὼν, ἀναφωνεῖ λέγων· Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; Ἀληθῶς γὰρ σπάνιος καὶ δυσ‐ εύρετος, καὶ εἷς που ἀπὸ μυρίων, ὁ τῆς ἀναβάσεως
15ἐκείνης καὶ τῆς ἐν οὐρανοῖς παροικήσεως ἄξιος. Τὸ μὲν οὖν δηλωθὲν σκήνωμα, τὸ ἐν οὐρανοῖς, οἰκη‐ τήριον αὐτοῦ γένοιτ’ ἂν τοῦ Θεοῦ· ἄνθρωπος δὲ, ὥσπερ ἀπὸ αἰχμαλωσίας τῆς κατὰ γῆν διατριβῆς μέλλων μεθίστασθαι ἐπὶ τὴν οὐράνιον κατασκήνωσιν,
20ὥσπερ τις ξένος καὶ πάροικος ἔσται ἐκεῖ, ἅτε δὴ ἑτέρωθεν μετανάστης γεγονὼς, καὶ ἐξ ἑτέρας ὡρμη‐ μένος χώρας· διὸ λέλεκται· Τίς παροικήσει ἐν τῷ σκηνώματί σου; Μακάριος δὲ ὁ ἐν αὐτῷ γενόμενος τῷ ὄρει, καὶ ἱδρυθεὶς ἐν αὐτῷ, τοῦ λόγου διδάσκον‐
25τος παράμονον ἔσεσθαι καὶ διαιωνίζουσαν τοῖς ἀξίοις τὴν αὐτὴν μονήν. Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύ‐ νην. Οὐ γὰρ μία πρᾶξις τελειοῖ τὸν σπουδαῖον, ἀλλὰ παντὶ προσῆκε τῷ βίῳ ταῖς κατ’ ἀρετὴν ἐνεργείαις
30συμπαρατείνεσθαι, ἵνα ἄμωμοι καὶ ἀνέγκλητοι κατ’ αὐτὴν γενώμεθα τὴν ὁδόν. Εἴη δ’ ἂν αὕτη ἡ σωτήριος γνῶσις, ἣν αὐτὸς παριστὰς ἔλεγεν· Ἐγώ εἰμι ἡ ὁδός. Δεῖ γὰρ πρὸς τῷ πρώτῳ κατορθώματι, καὶ τῆς δι’ ἔργων καὶ πράξεων τῶν ἐν δικαιοσύνῃ πρόνοιαν
35ποιεῖσθαι.
38 Λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ· ὃς οὐκ ἐδό‐ λωσεν ἐν γλώσσῃ αὐτοῦ. Οὐ δεῖ τοίνυν κατεπαί‐
40ρεσθαί τινα τῶν ἀτελεστέρων μετὰ τὸ κατορθῶσαι τὰ εἰρημένα· ἵνα μὴ, οἷόν τι ναυάγιον παθὼν, ἀπολέσῃ τὰ ἑαυτοῦ καλά. Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει. Ὁ
45ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν. Ἐνταῦθα ἐπὶ ἑνὶ πράγματί φησιν εὐλόγως ποτὲ δεῖν ὀμνύναι, καὶ ὀμνύοντα μὴ παραβαίνειν τοὺς ὅρκους. Ἐπὶ ποίῳ δὲ τούτῳ, ἢ ἐπὶ τῷ ἑταιρίαν γνη‐ σίαν καὶ φιλίαν σπένδεσθαι; Ἔστι δὲ ὅρκος τοῦ τη‐

23

.

152

(50)

λικούτου ἀνδρὸς ἀκατάγνωστος λόγος, ἐφ’ ᾧ βεβαιοῦ‐ ται τὸ, Ναὶ ναὶ, καὶ τὸ, Οὒ οὔ. Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ, καὶ δῶρα ἐπ’ ἀθώοις οὐκ ἔλαβεν. Ἐπειδὴ συμβαίνει ποτὲ μετὰ πάντα τὰ κατηριθμημένα κατορθώματα
55σκάζειν τινὰ καὶ νοσεῖν περὶ δωροδοκίας καὶ τόκους, καὶ ταύτην προσθεραπεύει τὴν νόσον. Ὁ γὰρ τῆς βασιλείας τῶν οὐρανῶν ἕνεκεν, καὶ αὐτῆς τῆς πρὸς
τὸν πλησίον ἀγάπης καὶ φιλανθρωπίας τοῦτο πράτ‐152 in vol. 23

23

.

153

των, δίδωσι μὲν, ἀλλ’ οὐκ ἐπὶ τῷ τὴν ἀμοιβὴν παρὰ ἀνθρώπων λαβεῖν· ἑαυτῷ δὲ ταμιευόμενος ὥσπερ ἐν θησαυρῷ, καὶ αὑτῷ φυλάττων εἰς τὴν μέλλουσαν τῷ Θεῷ ἀνταπόδοσιν· Καὶ δῶρα ἐπ’ ἀθώοις οὐκ ἔλαβε.
5Τιμὴν μὲν γὰρ τάχα προσοῖτο [προσοίσοιτο] τὴν ἄλυ‐ πον καὶ ἀβλαβῆ τοῖς τιμῶσιν· ὑποκειμένης δὲ αἰτίας ἐφ’ ἑτέρου βλάβῃ, εἴ ποτε δέξαιτο δῶρα, παντάπασιν ἀνέτρεψε τὰ προλεχθέντα.
11ΣΤΗΛΟΓΡΑΦΙΑ ΤΩ ΔΑΥΙΔ ΙΕʹ. Τῷ μὲν Δαυῒδ ἐπιγέγραπται ὁ ψαλμός· ἢ, τοῦ Δαυῒδ, κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. Ψαλμὸν δὲ εἶπον καταχρησάμενος τῇ συνηθείᾳ· κατὰ γὰρ τὸ
15ἀκριβὲς οὐκ ἄν τις αὐτὸν εἴποι ψαλμὸν, ὅτι μὴ τοῦτο δηλοῦν βούλεται ἡ προγραφή· ἀλλ’ ἔστι στηλογραφία προφητείαν περιέχουσα θαυμαστὴν, καὶ γραφῆς αἰω‐ νίου, ὥσπερ ἐν στήλῃ τετυπωμένης, ἀξίαν. Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. Εἶπα
20τῷ Κυρίῳ· Θεός μου εἶ σύ· ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. Ὅτι μὲν οὖν διὰ τοῦ Δαυῒδ ἀνα‐ πεφώνηται τὰ ἐν τῇ προφητείᾳ περιεχόμενα, παντὶ ἂν εἴη σαφές. Ζητουμένου δὲ εἰς τίνα ἄρα χρὴ ἀνα‐ φέρειν τὰ λεγόμενα, ἀξιόχρεως ἡμῖν διδάσκαλος γέ‐
25νοιτ’ ἂν Πέτρος ὁ ἀπόστολος, ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων μνημονεύσας τῶν ἐν αὐτῇ φερομένων. Διελθὼν γὰρ πρὸς τὸν λαὸν τὰ τοῦ ψαλμοῦ, ταῦτά τε ἐπὶ τὸν Σωτῆρα τὰ εἰρημένα ἀναδιδάξας, ἑξῆς ἐπι‐ φέρει καί φησιν· Ἄνδρες ἀδελφοὶ, ἐξὸν εἰπεῖν μετὰ
30παῤῥησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυῒδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη· καὶ τὸ μνῆμα αὐ‐ τοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. Προ‐ φήτης οὖν ὑπάρχων, καὶ εἰδὼς, ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ
35κατὰ σάρκα ἀναστήσειν τὸν Χριστὸν, καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδην, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεὸς, οὗ πάντες ἡμεῖς
40ἐσμεν μάρτυρες. Ὧν οὕτως εἰρημένων, περιττὸν ἂν εἴη τοῦ λοιποῦ ζητεῖν, ἐπὶ τίνα χρὴ φέρειν τὴν προφητείαν, ἅπαξ ὑπὸ τηλικούτου μάρτυρος δεδι‐ δαγμένοι. Κατὰ μὲν οὖν τοὺς Ἑβδομήκοντα στηλο‐ γραφία λέλεκται ἡ προφητεία, τὸ περιέχειν τὴν κατὰ
45τοῦ θανάτου νίκην τοῦ Σωτῆρος διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ κατωρθωμένην. Ὥσπερ γὰρ τῶν ἀγωνιζομένων ἐν σταδίοις οἱ μέγιστοι καὶ παράδοξοι ἆθλοι στήλης ἀξιοῦνται, καὶ τῶν ἐν πολέμοις κατὰ τῶν ἐχθρῶν τρόπαια εἰς μακρὰν μνήμην στηλιτεύεται·

23

.

153

(50)

οὕτω καὶ τὸ μέγα τρόπαιον τοῦ Σωτῆρος, ὅπερ ἤγειρε καθελὼν τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ἄνωθεν ἀπὸ τῶν προφητικῶν χρόνων ἐστηλιτεύετο ταῖς ἑαυ‐ τῶν γραφαῖς· διὸ στηλογραφία λέλεκται.
55 Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. Οὐχ ἵνα τὰ ἐπάξια χαρίσηται ἀνθ’ ὧν αὐτῷ προσηγάγομεν.
Ἄλλοι δέ φασιν, ὡς ἐκ προσώπου τοῦ Σωτῆρος154 in vol. 23

23

.

156

εἴρηται ὁ ψαλμός· εἴρηται δὲ κατὰ τὸ ἀνθρώπειον, ὥσπερ αὐτοὶ αὐτὰ πολλὰ καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγε‐ λίοις εὑρίσκομεν· τοιοῦτόν ἐστι τό· Πάτερ, εἰ δυ‐ νατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ.
5Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ· καὶ, Πορεύο‐ μαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Οὕτως εὑρίσκομεν αὐτὸν εὐχόμενον συνεχῶς, καὶ τὰ γόνατα κάμπτοντα. Οὕτω τοίνυν καὶ ἐν τούτῳ τῷ ψαλμῷ αἰτεῖ φυλαχθῆναι, καὶ
10ὑφ’ ἑαυτοῦ φυλάττεται. Αἰτεῖ μὲν γὰρ ὡς ἄνθρωπος, δίδωσι δὲ τὴν αἴτησιν ὡς Θεός· εὐδοκοῦντος δηλονότι καὶ συνεργοῦντος τοῦ οἰκείου Πατρός. Ὅτι τῶν ἀγα‐ θῶν μου οὐ χρείαν ἔχεις. Τοῦτο ὁ Σύμμαχος ἑτέρως ἡρμήνευσεν· Ἀγαθόν μοι οὐκ ἔστιν ἄνευ σοῦ. Πᾶσα,
15φησὶ, τῶν ἀγαθῶν ἡ φορὰ διὰ τῆς σῆς ὑπάρχει μοι χάριτος. Ἀμφότερα δὲ τῆς εὐσεβείας ἔχεται. Καὶ ἡμεῖς γὰρ παρὰ τοῦ Θεοῦ τῶν ἀγαθῶν ἀπολαύομεν, καὶ αὐτὸς τῆς ἡμετέρας δικαιοπραγίας οὐ χρῄζει· χάριν μέντοι τῆς ἡμετέρας ὠφελείας ταύτην νομο‐
20θετεῖ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσε πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. —Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέλους. Δύναται, ἰδιοποιούμενος τὰ πάθη τῆς Ἐκκλησίας αὐτοῦ, τὰ
25προκείμενα ἐξ αὐτῆς λέγειν· Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσε πάντα τὰ θελήματα αὑ‐ τοῦ ἐν αὐτοῖς. Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐ‐ τῶν. Ἕτεροι δὲ γῆν αὐτοῦ τὴν Ἐκκλησίαν φασίν· ὅθεν καὶ θαυμάσια γίνονται τὰ τοῦ Θεοῦ θελήματα,
30Θελήματα δὲ Θεοῦ αἱ κατ’ εἶδος ἀρεταὶ παριστα‐ μένου τούτου· ἐκ τοῦ· Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσ‐ σαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου, τὰ οὕτως ἡρμηνευμένα θελήματα Θεοῦ. Θαυμαστοῖ δὲ Θεὸς ἐν τοῖς ἁγίοις
35αὐτοῦ, πλέον τι ἐχόντων τῶν κατὰ Θεὸν σοφῶν τῶν ἄλλων ἀνθρώπων ἐν τῷ κατὰ ἀρετὴν ἐνεργεῖν. Οὐ γὰρ ἀνδρεία ἡ αὐτὴ τῶν μαρτύρων τῆς ἀληθείας, προφητῶν τε καὶ ἀποστόλων, τῇ τῶν ἄλλως ἀνδριζο‐ μένων; ἀλλ’ οὐδὲ, ἡ σωφροσύνη τῶν τηρούντων ἣν
40ἔσχεν Ἰωσὴφ καὶ Σουσάννα, τῇ τῶν ἄλλων σωφρο‐ σύνῃ. Οὕτω δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἀρετῶν, θαυμα‐ στοῦντος Θεοῦ τὰς τῶν ἁγίων ἀρετὰς ὡς ἀσυγκρίτως ὑπερέχειν αὐτοὺς τῶν κατὰ ἀνθρώπους γενομένων σπουδαίων. Οὕτω θαυμασίων τῶν θελημάτων τοῦ
45Θεοῦ ἐν τοῖς ἁγίοις ὄντων, πληθύνονται αὐτῶν, τῶν ἁγίων λέγω, αἱ ἀσθένειαι, ὁρώντων ὡς πολὺ ἀπολεί‐ πονται τῆς Θεοῦ ἰσχύος καὶ τοῦ μεγέθους αὐτοῦ. Ὅμως, εἰ καὶ πληθύνονται αἱ προλεχθεῖσαι αὐτῶν ἀσθένειαι, οὐκ ἐμβραδύνουσιν, οὐ παραμένουσιν αὐ‐

23

.

156

(50)

τοῖς, παραχρῆμα ἀπερχόμεναι. Μέχρι γὰρ τοῦ ἐννοῆ‐ σαι αὐτὰς, ἔσχον αὐτὰς ταχυνούσας ἐν τῷ μηκέτ’ εἶ‐ ναι· διὰ τὸ ἰσχύειν ἐν τῷ ἐνδυναμοῦσθαι αὐτοὺς ὑπὸ Χριστοῦ πρώτων, ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν.
55Οἶμαι δὲ διὰ τούτων δηλοῦσθαι τῶν ἁπάντων τῶν
πάλαι εἰδωλολατρῶν τὴν προτέραν κατάστασιν· ἐν ᾗ,156 in vol. 23

23

.

157

ἄθεοι ὄντες καὶ εἰδωλολάτραι, οὐκ ἐπὶ μίαν ἐξώκει‐ λαν πλάνην. Πλῆθος γὰρ ἦν αὐτῶν τῆς πολυθεΐας καὶ εἰδωλολατρείας καὶ ἀσθενείας. Ἀλλ’ ἐπειδὴ ἐξ αὐτῶν ἐκείνων μεταβαλόντες διὰ τῆς σωτηρίου χάριτος γε‐
5γόνασιν ἅγιοι τοῦ Θεοῦ, διὰ τοῦτο λέλεκται· Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσε πάντα τὰ θελήματά μου ἐν αὐτοῖς· καὶ ἐπεὶ συνῆπται τό· Ἐπληθύνθησαν εἴδωλα αὐτῶν, ἢ τὰ διαπονήματα αὐτῶν, ἢ ἀσθένειαι αὐτῶν. Ταῦτα γὰρ πάντα προσῆν
10τοῖς ὕστερον ἁγίοις πρὸ τῆς ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μεταβολῆς. Ἀλλὰ μετὰ ταῦτα ἐτάχυναν, οὐκ ἀμελήσαντες, οὐδὲ βραδύναντες, ἀλλὰ διὰ τάχους τὴν μετάνοιαν ἐνδειξάμενοι μετὰ τὴν εἰς αὐτοὺς γενομένην χάριν, δι’ ἧς ἐθαυμαστώθη πάντα τοῦ
15Σωτῆρος θελήματα ἐν αὐτοῖς. Ὅθεν συγχώρησιν προτέρων ἁμαρτημάτων διδοὺς αὐτοῖς φησιν· Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων· ἢ κατὰ τὸν Ἀκύλαν· Οὐ μὴ σπείσω σπονδὰς αὐτῶν ἐξ αἱμάτων. Πάλαι μὲν γὰρ, φησὶ, σπονδὰς ἐποίουν
20ἐξ αἱμάτων, Ἰουδαῖοι μὲν κατὰ νόμον τῷ Θεῷ θυσίας προσφέροντες, Ἕλληνες δὲ, ὅτε τοῖς δαίμοσιν ἐλά‐ τρευον. Ἐγὼ δὲ καινὰς αὐτοῖς θυσίας παραδοὺς, οὐκ‐ έτι δέξομαι σπονδὰς αὐτῶν ἐξ αἱμάτων· οὐδὲ ταύτας σπείσω ἅτε ἀρχιερεὺς ἐκ τῶν χειρῶν αὐτῶν ἀποδε‐
25ξάμενος καὶ σπένδων· καινὰ δὲ μυστήρια παραδοὺς αὐτοῖς καὶ καινὰς θυσίας τὰς ἀναίμους καὶ ἀκάπνους, καὶ λογικὰς, ταύταις χρῆσθαι διδάξω αὐτούς· ἀλλ’ οὐδὲ μνημονεύσω διὰ τῶν χειλέων μου τῶν παλαιῶν αὐτῶν ὀνομάτων. Πάλαι μὲν γὰρ ἐπαξίως τῶν πρά‐
30ξεων ἐπήγοντο προσηγορίας οἱ ἀπὸ τῶν ἐθνῶν, βέβη‐ λοι καὶ ἀκάθαρτοι, καὶ εἰδωλολάτραι, πολύθεοί τε καὶ ἄθεοι ὀνομαζόμενοι· νῦν δὲ ἐκείνων μὲν οὐκέτι μνη‐ σθήσομαι τῶν ὀνομάτων, ἕτερα δὲ αὐτοῖς ἀντ’ ἐκείνων δωρήσομαι· εὐσεβεῖς αὐτοὺς καὶ θεοσεβεῖς, καὶ ἁγίους,
35κλητούς τε καὶ ἐκλεκτοὺς, καὶ Χριστιανοὺς ὀνομά‐ ζων. Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ πο‐ τηρίου μου, σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονο‐ μίαν μου ἐμοί. Ἀναμνησθῆναι προσήκει τῶν ἐν τῷ
40δευτέρῳ εἰρημένων ψαλμῷ. Καὶ γὰρ ἐκεῖ ἀνθρωπίνως πάλιν πρὸς αὐτὸν ἔλεγεν ὁ Πατήρ· Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις αὐτὸς πρὸς τὸν ἑαυτοῦ ἔφη
45Πατέρα περὶ τῶν ἱερῶν ἀποστόλων· Πάτερ, οὓς ἔδωκάς μοι σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπ‐ ωλείας. Ἀλλ’ ὥσπερ ἐνταῦθα ἀνθρωπίνως διαλέγεται λαβεῖν παρακαλῶν, οὕτως ἑτέρωθι δείκνυσι, ὡς αὐτός

23

.

157

(50)

ἐστι τῶν ἁπάντων δεσπότης· Τὰ πρόβατα γὰρ τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει· κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐ‐ τοῖς· καὶ πάλιν· Καὶ ἄλλα δὲ πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγα‐
55γεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται
μία ποίμνη, εἷς ποιμήν. Ἐν τῷ παρόντι μέντοι158 in vol. 23

23

.

160

ψαλμῷ, ἀνθρωπίνως λέγει· Κύριος μερὶς τῆς κλη‐ ρονομίας μου καὶ τοῦ ποτηρίου· κληρονομίαν καλῶν τὴν τῶν ἐθνῶν βασιλείαν· ποτήριον δὲ ὃν ὑπὲρ ἡμῶν ὑπέμεινε θάνατον. Οὕτω γὰρ καὶ ἐν τοῖς ἱεροῖς ἔλε‐
5γεν Εὐαγγελίοις· Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ· ὡσεὶ σαφέστερον ἔλεγε· Καὶ τῆς ἐμῆς Ἐκκλησίας, ἥτις ἐστὶν ἡ κληρονομία μου, μερίς ἐστιν ὁ Κύριος· ὁ αὐτὸς δὲ καὶ τοῦ ποτηρίου μου, τουτέστι τοῦ θανάτου, μερὶς γεγενημένος ὁ αὐτός. Σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου
10ἐμοί. Πάλαι μὲν γὰρ, φησὶν, ἄλλη τις ἦν κληρονομία μου, καὶ ἄλλα σχοινίσματά μου. Ὅτε γὰρ διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Ἀλλὰ τότε μὲν μερὶς καὶ κληρονομία, καὶ σχοίνισμα ὁ
15πρότερος ἦν λαός· οὗ διαπεσόντος καὶ ἀποβλήτου γενο‐ μένου διὰ τὰς ἀσεβείας αὐτῶν, ἑτέρα μερὶς καὶ ἄλλα σχοινία, καὶ ἕτεροι κλῆροι ἀντὶ τῶν προτέρων ἐκείνων ἐδόθησάν μοι ἐν τοῖς κρατίστοις. Αὕτη γὰρ, φησὶν, ἡ δευτέρα κρατίστη καὶ ἀρέσκουσά μοί ἐστιν.
20 Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παν‐ τός· ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ. Ὁ ἅγιος, ἀεὶ λογιζόμενος ἐν ὀφθαλμοῖς αὐτοῦ εἶναι τὸν Κύριον, οὐ σαλεύεται· ἀλλὰ βέβαιος ἕστηκεν ὁ Κύριος ἐκ δεξιῶν τοῦ δικαίου. Περὶ δὲ τοῦ Ἰούδα,
25διάβολος στήτω, φησὶν, ἐκ δεξιῶν αὐτοῦ. ΠΡΟΣΕΥΧΗ ΤΩ ΔΑΥΙΔ Ιϛʹ. Εἰσάκουσον, Κύριε, δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου. Ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις. Ἱκετεύει διὰ τῆς προσευ‐
30χῆς τὸν Θεὸν ἀκροατὴν γενέσθαι, οὐ τῆς φωνῆς, οὐδὲ τῶν ῥημάτων αὐτοῦ, ἀλλ’ αὐτῆς τῆς ἐν αὐτῷ ἀρετῆς, ὥσπερ βοώσης διὰ τῶν πράξεων τῆς δικαιοσύνης καὶ δυσωπούσης τὴν θείαν ἀκοήν. Οὐκ ἂν γάρ τις, ἑαυτῷ φαῦλα συνειδὼς, ῥᾳδίως ἂν τοιαύτην ἀφῆκε φωνήν.
35Τὸ δὲ, Πρόσχες τῇ δεήσει μου, εἴποι ἂν ἐκεῖνος ὁ βεβασανισμένος καὶ πρεπούσας Θεῷ ἐν τῇ προσευχῇ ἀναπέμπων δεήσεις, ὁ μὴ ἐπὶ μικροῖς καὶ τοῖς τυ‐ χοῦσιν αἰτήμασι, μηδ’ ἐπὶ θνητοῖς καὶ ἀνθρωπίνοις παρακαλῶν τὸν Θεόν. Τοῦτο γοῦν καὶ ὁ Σωτὴρ ἐδίδα‐
40σκε λέγων· Αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ προσ‐ τεθήσεται ὑμῖν. Καὶ τρίτον δὲ ἱκετεύει, καὶ αὐτὰ τὰ ῥήματα τῆς προσευχῆς ἐνωτίσασθαι, κρῖναί τε, ὡς εἰπεῖν, καὶ αὐτὴν τὴν φωνὴν, ὅτι μὴ ἐν χείλεσι δο‐ λίοις προφέρεται. Πολλάκις γὰρ σεμνὰ φθεγγόμεθα,
45καὶ λόγοις χρώμεθα τοῖς ἀπὸ τῶν θείων Γραφῶν, οὐ κεκαθαρμένοις τοῖς χείλεσιν. Ἤδη δέ τινες, ἀδιαφόρως λοιδορίαις κατά τινων χρησάμενοι, ἢ διαβολαῖς, ἢ ψευδολογίαις, ἢ ἀπάταις, ἢ ἐπιορκίαις, ἢ αἰσχροῤ‐ ῥημοσύναις, ἢ ἄλλοις τισὶν ἀτόποις φωναῖς, ἀθρόως

23

.

160

(50)

μεταβάλλοντες ἐν τῇ προσευχῇ τὸν Θεὸν ἐπικαλοῦν‐ ται. Μόνος δὲ ὁ ἅγιος καὶ τὴν γλῶτταν αὐτοῦ καὶ τὰ χείλη, καὶ τὴν φωνὴν αὐτὴν, καὶ τὰ κοινὰ ῥήματα κα‐ θαίρει· εἰδὼς εἰρημένον· Περὶ παντὸς ἀργοῦ ῥήμα‐ τος δώσετε λόγον ἐν ἡμέρᾳ κρίσεως. Προσευχῆς
55γὰρ οὐ διὰ χειλέων δολίων προσφερομένης, διὰ δὲ γλώττης κεκαθαρμένης, καὶ τὰ θεῖα λόγια μελετᾷν
εἰθισμένης, ἐνωτίζεται ὁ Θεός. Διὸ ἐπὶ μὲν τῆς δι‐160 in vol. 23

23

.

161

καιοσύνης, εἰσάκουσον, ἐλέγετο, ἐπὶ δὲ τῆς δεήσεως, πρόσχες· ἐπὶ δὲ τῆς διὰ χειλέων προφερομένης φω‐ νῆς, ἐνώτισαι. Τρία γοῦν ᾐτήσατο διὰ τῶν προκει‐ μένων, προτάξας τῶν δύο τὸ κρεῖττον.
5 Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυ‐ κτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδι‐ κία. Ὡς τὴν ἀνθρωπίνην ἀσθένειαν ὑπερβαίνει ἡ τῶν προκειμένων διάνοια! Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν; καὶ τίς παῤῥησιάζεται λέγων καθαρὸς εἶναι
10ἀπὸ ἁμαρτιῶν; Μόνῳ τοιγαροῦν ἁρμόζοι αὐτῷ Χριστῷ λέγειν τὰ προκείμενα. Μήποτε δὲ τὴν εἰς τὸν ᾅδην κάθοδον, καὶ τὸν ἐν τῷ θανάτῳ χῶρον, νύκτα κέκληκεν ἐπὶ τοῦ πάροντος; Εἰ γὰρ καὶ ἐν νυκτὶ γέγονεν ἐν τῷ καιρῷ τῶν πειρατηρίων καὶ ἐν τῷ σκοτεινῷ καὶ ἀφεγγεῖ
15τόπῳ τοῦ θανάτου· ἀλλὰ δοκιμασθεὶς, ἐπισκοπῆς τῆς παρὰ τοῦ Πατρὸς ἠξίωται διὰ τῆς ἀναστάσεως, καὶ ταύτης τετύχηκεν. Ἐπειδήπερ, οἷα χρυσὸς ἐν πυρὶ βληθεὶς, λαμπρὸς καὶ καθαρὸς διαμεμένηκεν. Ἐπει‐ δὴ μόνος τῶν ἐξ αἰῶνος ἁμαρτίαν οὐκ ἐποίησεν,
20οὐδὲ εὑρέθη δόλος, κατὰ τὸν Ἡσαΐαν, ἐν τῷ στό‐ ματι αὐτοῦ. Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. Ὁ δὲ Σύμμαχος εἰ‐
25πών· Ἐγὼ ἐφυλαξάμην ὁδοὺς παραβάτου, ἑτέραν παρέστησε διάνοιαν· ὡς τοῦ τὴν εὐχὴν διαπέμποντος πάντα ἄνθρωπον παραβάτην φεύγοντος, καὶ πάσας τὰς τῶν τοιούτων ὁδοὺς, διὰ τὸ χαλεπὰς εἶναι καὶ ἀποσκλήρους πάσας τὰς κατὰ κακίαν πράξεις.
30 Κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσι τὰ διαβήματά μου. Ὑπο‐ γραμμὸν ἡμῖν καὶ διὰ τούτων παρέσχεν ὁ Σωτὴρ, παιδεύων μήποτε ἐπιτρίβεσθαι, μηδὲ μέγα ἐφ’ ἑαυ‐ τοῖς φρονεῖν. Εὖ δὲ καὶ ἀκριβῶς πεπεῖσθαι, ὡς πάν‐
35τοτε τῆς παρὰ τοῦ Θεοῦ δεόμεθα βοηθείας, ἵνα μὴ σα‐ λευθῇ ἡμῶν τὰ διαβήματα, καὶ εἰς τὸ ἐφαρμόσαι ταῖς ἑαυτοῦ τρίβοις τοὺς ἡμετέρους πόδας. Θαυμάστωσον τὰ ἐλέη σου ὁ σώζων τοὺς ἐλπί‐ ζοντας ἐπὶ σέ. Σώζων δὲ εἴρηται τοὺς ἐλπίζοντας
40εἰς αὐτὸν, οὐ τοὺς ἐκ σπέρματος Ἰσραὴλ, οὐδὲ τοὺς κατὰ τὸν νόμον Μωϋσέως βιοῦντας· ἀλλ’ ὥσπερ και‐ νὴν ὁδὸν εὑράμενος, σώζων ἀνεφάνη τοὺς εἰς αὐτὸν ἠλπικότας. Μένει γὰρ, φησὶν ὁ Ἀπόστολος, πίστις, ἐλπὶς, ἀγάπη· τὰ τρία ταῦτα συμπέπλεκται, ὥσπερ
45ὑφ’ ἑνὶ δεσμῷ κατεσφιγμένα. Διὸ τὴν πίστιν τῇ ἐλ‐ πίδι συνάπτει λέγων· Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων· ταῦτα δ’ ἐξ ἀγάπης τῆς πρὸς τὸν Θεὸν φύεται· καὶ δι’ αὐτῶν πάλιν ἡ εἰς Θεὸν ἀγάπη κρατύνεται.
51 Ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου φύλαξόν με, Κύριε, ὡς κόρην ὀφθαλμοῦ. Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με. Καὶ πᾶς μὲν
55δίκαιος προσευχόμενος δείσθω τοῦ Θεοῦ, τῆς παρ’ αὐτοῦ καταξιοῦσθαι φυλακῆς· ὁμολογῶν μὴ ἱκανὸς
εἶναι φύλαξ αὐτὸς ἑαυτοῦ γίνεσθαι διὰ τὸ πλῆθος τῶν162 in vol. 23

23

.

164

ἀνθεστηκότων αὐτῷ· φυλαχθῆναί τε ἑαυτὸν, ὥσπερ τινὰ κόρην ὀφθαλμοῦ παρακαλείτω· ὁρῶν τοὺς ἀνθ‐ εστηκότας τῇ δεξιᾷ τοῦ Θεοῦ ἐχθρούς τινας, καὶ πο‐ λεμίους τῷ τῆς ψυχῆς αὐτοῦ ὀφθαλμῷ ἐπιβουλεύον‐
5τας, καὶ τυφλῶσαι αὐτὸν θέλοντας. Ἀλλὰ καὶ πολ‐ λῶν ὄντων ἀσεβῶν τῶν ταλαιπωριζόντων αὐτὸν, τουτέστι ταλαίπωρον αὐτὸν ἀποφαινόντων, βέλη τε κατ’ αὐτοῦ πεμπόντων, ὑπὸ τὰς πτέρυγας καταφεύ‐ γων τοῦ Θεοῦ, σκέπης τῆς ὑπ’ αὐτῷ τυχεῖν ἀξιούτω.
10Ἀλλὰ καὶ ὁ Σωτὴρ ὑπὲρ τῆς αὑτοῦ Ἐκκλησίας, ἥτις ἐστὶν αὐτοῦ σῶμα, ταύτας ἀνέπεμπε πρὸς τὸν Πατέρα τὰς φωνάς. Πτέρυγας δὲ νοήσεις τὰς τῆς προνοίας αὐτοῦ δυνάμεις. Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον, τὸ
15στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν. Ἐκβάλλοντές με νυνὶ περιεκύκλωσάν με· τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ. Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοι‐ μος εἰς θήραν, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀπο‐
20κρύφοις. Ἀντὶ δὲ τοῦ, Ἐκβάλλοντές με περιεκύ‐ κλωσάν με, ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· Μακα‐ ρίζοντές με παραχρῆμα περιεκύκλουν με, καὶ τοὺς ὀφθαλμοὺς δὲ αὐτῶν, φησὶν, ἔθεντο κατ’ ἐμοῦ τοῦ παρακλῖναί με. Παρασαλεῦσαι γάρ με καὶ ἀποκι‐
25νῆσαι τῆς στάσεως καὶ τῆς κατὰ Θεὸν προκοπῆς ἐσπούδαζον· μιμούμενοι τὸν ἀντίδικον ἡμῶν διάβο‐ λον, ὃς ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπίῃ. Ὑπέλαβόν με καὶ αὐτὸν ὡς λέων ἕτοι‐ μος εἰς θήραν, καὶ ὡς σκύμνος οἰκῶν ἐν ἀποκρύ‐
30φοις. Οὐδὲ γὰρ ἐκ τοῦ προφανοῦς ἐποιοῦντο τὴν κατ’ ἐμοῦ συσκευὴν, ἀλλὰ λαθραίως ἐνεδρεύοντες. Ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς καὶ ὑπο‐ σκέλισον αὐτούς· ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσε‐ βοῦς, ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου.
35Κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν, καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν. Ἐχορτάσθησαν υἱῶν, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν. Καὶ κατὰ τοῦτο ὠφεληθείην· ἀλλὰ καὶ τὴν ῥομφαίαν
40σου, φησὶ, ῥῦσαι ἀπὸ τῆς χειρὸς τῶν ἐχθρῶν· δέος γὰρ μήποτε τὴν σὴν ῥομφαίαν, ᾗ πεποιθὼς ἐγὼ κέ‐ χρημαι κατ’ αὐτῶν, τῆς ἐμῆς χειρὸς ἁρπάσαντες οἱ πολέμιοι, καὶ ἀφελόμενοί μου αὐτὴν, χρήσωνται αὐτῇ κατ’ ἐμοῦ. Εἴη δ’ ἂν ὁ τοῦ Θεοῦ λόγος ὁ ἐνερ‐
45γὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, ὁ τῇ ψυχῇ δεδομένος ἀντὶ ῥομφαίας πρὸς ἄμυναν τῶν ἐχθρῶν· ὅπερ συμβαίνει πολλάκις, ἐπειδὰν οἱ ἐχθροὶ τοῦ Θεοῦ, τὰς ἀπὸ τῶν θείων Γραφῶν λέξεις καὶ τὰ ἀναγνώσματα ἀποβαλόντες καὶ ἀνατρέψαντες, ἐξ αὐ‐

23

.

164

(50)

τῶν καὶ δι’ αὐτῶν τὰς ἀκεραίους καταπαλαίωσι ψυ‐ χάς. Διὸ εὔχεται ἀπὸ τῶν ἐχθρῶν τοῦ Θεοῦ ῥυσθῆναι τὴν ῥομφαίαν αὐτοῦ, καὶ ἀπὸ ὀλίγων ἀπὸ γῆς·
ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ἐξέδωκεν· ἀπὸ τεθνηκότων164 in vol. 23

23

.

165

ἐκ καταδύσεως· ὁ δὲ Σύμμαχος· Ἀπὸ νεκρῶν ἀπὸ ἐνδεδυκότων. Ῥυσθῆναι γὰρ εὔχεται καὶ ἀπὸ τῶν ἐν νεκροῖς ἤδη λελογισμένων διὰ τὸ πάμπαν ἐστερῆσθαι τῆς κατὰ Θεὸν ζωῆς. Ἀντὶ δὲ τοῦ, δια‐
5μέρισον αὐτοὺς, ὁ μὲν Ἀκύλας ἡρμήνευσεν, μέρος αὐτῶν ἐν ζωῇ· ὁ δὲ Σύμμαχος, ἡ μερὶς αὐτῶν ἐν ζῶσιν. Διδάσκει δὲ διὰ τούτων, ὡς τῶν μὲν ἀσεβῶν καὶ τῶν πολλάκις ὠνομασμένων ἐχθρῶν τοῦ Θεοῦ ἡ μερὶς, καὶ ὁ κλῆρος, καὶ πᾶσα ἡ περιουσία ἐν τῇ πα‐
10ρούσῃ ζωῇ τυγχάνει καὶ ἐν τῷ θνητῷ βίῳ· ἐν ᾧ καὶ ἐπλήσθη ἡ γαστὴρ αὐτῶν πάσης τροφῆς, καὶ πάσης ἀπολαύσεως, καὶ τρυφῆς. Ἀλλὰ καὶ τῶν κεκρυμ‐ μένων σου φησίν· ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν, καὶ τῶν ἀποθέτων. Ὅσα γάρ ἐστιν ἐν τῷ θνητῷ
15βίῳ καὶ τῇ θνητῇ ζωῇ τίμια, τῶν νομιζομένων ἀπο‐ θέτων καὶ ἀποκρύφων, ἐσχήκασιν. Αὐτοὶ γοῦν καὶ χρυσὸν καὶ ἄργυρον καὶ πάντα γῆς μέταλλα περιειργάσαντο, λίθους τε παντοίους τιμίους καὶ πολυτελεῖς ἐξηρεύνησαν, καὶ τούτων
20ἁπάντων ἐπλήσθησαν· τέκνων δὲ καὶ υἱῶν, καὶ θυγα‐ τέρων ἐνεφορήθησαν. Διὸ ἐπιλέγει· Ἐχορτάσθησαν υἱῶν. Καὶ οὐ μόνον γε αὐτοὶ τούτων ἐχορτάσθησαν, ἀλλ’ ἐμπλησθέντες αὐτοί τε πρότεροι, κλήρους καὶ διαδοχὰς τοῖς μετ’ αὐτοὺς ἐγγόνοις καταλελοίπασιν.
25Ἄλλος φησίν· Εἰ καὶ τῷ θανάτῳ τούτους παραπέμ‐ ψαι σοὶ ῥᾴδιον, ὦ Δέσποτα· ἀλλ’ οὖν ἱκετεύω ζῶντας αὐτοὺς σκεδασθῆναι, καὶ τὴν κακὴν αὐτῶν συμφω‐ νίαν διαλυθῆναι, καὶ τῶν ἀποκειμένων σοι τιμωριῶν μετασχεῖν. Οὕτω γὰρ ἐν τῇ μεγάλῃ ᾠδῇ τοῦ Μωϋ‐
30σέως αὐτὸς ὁ Θεός φησιν· Οὐκ ἰδοὺ ταῦτα πάντα συνῆκται παρ’ ἐμοὶ, καὶ ἐσφράγισται ἐν τοῖς θη‐ σαυροῖς μου· ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ ὅταν σφαλῇ ὁ ποῦς αὐτῶν. Καὶ τοῦτο δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· Χορτασθήσονται
35υἱοὶ, καὶ ἀφήσουσι τὰ λείψανα αὐτῶν τοῖς νη‐ πίοις αὐτῶν. Οἶδα, φησὶν, ὅτι τὴν δικαίαν σου τι‐ μωρίαν οὐ μόνον αὐτοῖς ἐπάξεις, ἀλλὰ καὶ τοῖς υἱέσι καὶ τοῖς ἐγγόνοις τῶν προγόνων πονηρίαν μιμησα‐ μένοις. Τὸ δὲ, χορτασθήσονται, ἀντὶ τοῦ, εἰς κόρον
40μεθέξουσι τῶν κακῶν. Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προ‐ σώπῳ σου· χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου. Ἐκεῖνοι μὲν τοιαύτας δώσουσι δί‐ κας· ἐγὼ δὲ τοῖς παρὰ τῆς δικαίας προνοίας ἀγαθοῖς
45ἐντρυφήσω, πεῖραν μεγίστην τῆς σῆς εὐεργεσίας δε‐ ξάμενος. Ἐγὼ δὲ τῇ πορισθείσῃ μοι δικαιοσύνῃ τε καὶ ἀρετῇ θαῤῥῶν πεπαῤῥησιασμένως ὀφθήσομαι τῷ προσώπῳ σου. Καὶ αὕτη μοί ἐστιν ἐλπὶς, καὶ οὗτος μέγας κλῆρος· οὗ ποτε πληρωθήσομαι, καὶ

23

.

165

(50)

χορτασθήσομαι πάσης τρυφῆς, ἐν τῷ ὀφθῆναι τὴν δόξαν σου ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ. ΨΑΛΜΟΣ ΙΖʹ. Εἰς τὸ τέλος τῷ παιδὶ Κυρίου τῷ Δαυῒδ, ἃ ἐλά‐
λησε τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης,166 in vol. 23

23

.

168

ἐν ἡμέρᾳ ᾗ ἐῤῥύσατο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκ χειρὸς Σαοὺλ, καὶ εἶπε. Σύμμαχος· Ἐπινίκιον τοῦ δούλου Κυ‐ ρίου τοῦ Δαυΐδ.
5 Ἔδει γὰρ ἡμᾶς ἀναγκαίως ἀπὸ τοῦ ψαλμοῦ γνῶ‐ ναι, ὅτι ἐπὶ ταῖς νίκαις ταῖς κατὰ τῶν ἐχθρῶν καὶ πολεμίων τὸν προκείμενον ὕμνον ἐπινίκιον τῷ πάσης νίκης αἰτίῳ, τῷ καὶ νικητὰς ἀπεργαζο‐ μένῳ, καὶ διὰ τοῦτο νικοποιῷ κεκλημένῳ, ἀνέθηκεν
10ὁ Δαυΐδ· καὶ ὅτι ἐπινίκιος οὗτος ὁ ὕμνος ἢ ἡ ᾠδὴ εἴρηται τοῦ Δαυΐδ. Εἰς τὸ τέλος δὲ, ἤτοι διὰ τὸ ἀμφὶ τοὺς τελευταίους τῆς ζωῆς αὐτοῦ χρόνους, καὶ μετὰ πάσας αὐτοῦ τὰς πράξεις τὰς φερομένας ἐν τῇ ἱστο‐ ρίᾳ λελέχθαι· ἢ διὰ τὸ προφητείας περιέχειν τῶν
15μελλόντων ἔσεσθαι ἐπὶ συντελείᾳ τοῦ αἰῶνος· ἢ τρίτον, διὰ τὸ ἐπὶ τὰ τέλη τῶν ἐμφερομένων λόγων τοῦ προκειμένου ὕμνου τὸν ἐντυγχάνοντα παραπέμ‐ πειν· ἐν οἷς τέλεσιν ἡ κλῆσις τῶν ἐθνῶν καὶ ἡ περὶ τοῦ Χριστοῦ προφητεία. Τοῦτον θεσπίζει τὸν τρό‐
20πον, συμπαραλαμβανομένου τοῖς πᾶσι καὶ τοῦ Σαούλ. Καὶ ἄλλως δὲ αὐτὸν ἐκ χειρὸς Σαοὺλ ἐῤῥύσατο, τῆς χειρὸς πολλάκις ἀντὶ πράξεως παραλαμβανομένης. Εἰκότως οὖν ὁ ῥυσάμενος Δαυῒδ ἐκ πάντων τῶν ἐχθρῶν αὐτοῦ, μειζόνως αὐτὸν εὐεργετῶν, καὶ ταύ‐
25της τῆς χειρὸς τοῦ Σαοὺλ, τουτέστι τῆς πράξεως αὐτοῦ, ἐῤῥύσατο, ὡς μὴ τὰ ὅμοια παθεῖν ἐκείνῳ. Ἀγαπήσω σε, Κύριε, ἰσχύς μου· Κύριος στε‐ ρέωμά μου καὶ καταφυγή μου, καὶ ῥύστης μου. Ὁ Θεός μου, βοηθός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν·
30ὑπερασπιστής μου, καὶ κέρας τῆς σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου ..... Καὶ ἄλλως δὲ ἰσχὺν καλεῖ τὸν Θεὸν, ὁμολογῶν τὴν ἀνθρωπίνην ἀσθένειαν, καὶ ὡς οὐδὲν ἂν ἴσχυσεν ἄνευ Θεοῦ· καὶ Παῦλος γὰρ ἔφη· Πάντα ἰσχύω ἐν τῷ ἐνδυνα‐
35μοῦντί με Χριστῷ. Ἀκύλας δὲ καὶ Σύμμαχος ἀντὶ τοῦ, στερέωμα, πέτραν ἡρμήνευσαν· ἔφη δὲ καὶ ὁ μέγας Ἀπόστολος· Ἡ πέτρα δὲ ἦν ὁ Χριστός. Ἐπὶ ταύ‐ την τὴν πέτραν τὴν ἑαυτοῦ οἰκίαν οἰκοδομῶν ὁ Δαυῒδ, ἀφωμοίωτο τῷ φρονίμῳ τῷ οἰκοδομήσαντι τὴν
40ἑαυτοῦ οἰκίαν ἐπὶ τὴν πέτραν. Διὸ καὶ πάντων κρείττων ἐγένετο, τῶν ὑετοῦ δίκην, πνευμάτων τε καὶ ποταμῶν προσβαλλόντων αὐτῷ πολεμίων. Ἀλλ’ οὐδὲ ἐπὶ δορυφόρους ἤλπιζεν ἢ στρατὸν, ἀλλ’ ἐπὶ Θεὸν, βοηθὸν αὐτὸν ἔχων, πανοπλίαν καὶ κέρας· ὥστ’
45ἂν εἰπεῖν καὶ αὐτόν· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Περιέσχον με ὠδῖνες θανάτου καὶ χείμαῤῥοι ἀνομίας ἐξετάραξάν με. Ὠδῖνες ᾅδου περιεκύκλω‐ σάν με, προέφθασάν με παγίδες θανάτου. Καὶ ἐν

23

.

168

(50)

τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα. Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ τὴν φωνήν μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ. Διδάσκει διὰ τούτων τίνα τρόπον, καὶ ὑπὸ τῶν χει‐
55μάῤῥων τῆς ἀνομίας ταρασσόμενος, καὶ τὰ λοιπὰ τὰ προειρημένα πάσχων, ᾔσθετο αὑτοῦ κινδυνεύοντος,
ἐπὶ τὸν λιμένα τῆς ἑαυτοῦ σωτηρίας κατέφευγε. Διό168 in vol. 23

23

.

169

φησιν· Ἐν τῷ θλίβεσθαι ἐπεκαλεσάμην τὸν Κύ‐ ριον, καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα. Εἶτα διδάσκει, ὡς οὐκ ἠστόχησε τοῦ σκοποῦ τοιαῦτα πιστεύσας· γὰρ ἐλπὶς οὐ καταισχύνει. Διὸ ἐπιφέ‐
5ρει· Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ. Ναὸν δὲ Θεοῦ ἐν τούτοις ποῖον χρὴ νοεῖν λέγεσθαι ὑπὸ τοῦ Δαυῒδ, μήπω τοῦ ἐν Ἱε‐ ροσολύμοις οἴκου κατεσκευασμένου, ἢ πάντως που
10τὴν ἐπουράνιον πόλιν τοῦ Θεοῦ, καὶ τὴν ἄνω Ἱε‐ ρουσαλὴμ, ἧς εἰκὼν ἐτύγχανεν ὁ ἐπὶ τῆς γῆς κατ‐ εσκευασμένος νεώς; Καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύ‐
15θησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός. Λευκότατα προφητεύων τὴν κατάβασιν τοῦ Κυρίου διὰ τὸν θά‐ νατον καὶ τοὺς χειμάῤῥους τῆς ἀνομίας, διά τε τὰς ὠδῖνας τοῦ ᾅδου καὶ τὰς παγίδας τοῦ θανάτου, τὴν ἐξ οὐρανῶν κατάβασιν πεποιημένου. Ἐπὶ τῇ κατα‐
20βάσει αὐτοῦ τίνα πέπρακται προδιηγεῖται λέγων· Καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ· ἀνθ’ οὗ Ἀκύλας φησί· Καὶ ἐκινήθη καὶ ἐσείσθη ἡ γῆ. Μαρτυρεῖ δὲ τῷ λόγῳ τὸ ἔργον. Ὡς γὰρ ἐπεδήμει ὁ Υἱὸς τοῦ Θεοῦ τῇ γῇ κατὰ τὴν ἔνσαρκον αὐτοῦ πα‐
25ρουσίαν, πάντες οἱ τὸ τῆς γῆς στοιχεῖον οἰκοῦντες ἐκινήθησαν καὶ ἐσείσθησαν· πᾶσά τε ἀκοὴ Ἑλληνική τε καὶ βάρβαρος ἐπληροῦτο τῆς περὶ αὐτοῦ φήμης. Τὰ δὲ λεγόμενα τῶν ὀρέων θεμέλια ἐταράχθησαν καὶ ἐσαλεύθησαν· ἢ κατὰ τὸν Σύμμαχον, περιετράπη‐
30σαν, ὅτι ὠργίσθη αὐτοῖς. Ὄρη δὲ ἦν τὰ ὑψώματα τὰ ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, δυνάμεις τινὲς ἀντικείμεναι, αἱ τὸν μακρὸν αἰῶνα τοὺς ἐπὶ γῆς ἅπαντας ἀποπλανήσασαι διὰ τῆς πολυθέου δεισι‐ δαιμονίας. Τούτων οὖν ὀρέων τὰ θεμέλια τουτέστι τὰ
35βάθη καὶ οἱ λογισμοὶ, τῆς τοῦ Κυρίου δυνάμεως αἰ‐ σθόμενα, ἐταράχθησαν, ὅτι ὠργίσθη αὐτοῖς.
39Τί οὖν ἐνεργεῖ ἡ ὀργὴ κατὰ τῶν ἀποδοθέντων ὁρέων,
40ἑξῆς διδάσκει λέγων· Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ. Ὥσπερ γὰρ δαλοῦ καιομένου ὑπὸ πυρὸς, κἄπειτα σβεννυμένου, καπνὸς ἀποδίδοται, τὸν αὐτὸν τρόπον αἱ ἀντικείμεναι δυνάμεις, πάλαι μὲν πρότερον πυρὶ παραβαλλόμεναι, τὰς τῶν ἀνθρώπων ψυχὰς κατέφλε‐
45γον καὶ ἐξέκαιον· ἐπεὶ δ’ ἐσβέννυτο αὐτῶν τὸ πῦρ ὑπὸ τῆς ὀργῆς τοῦ Κυρίου, τὰ σημεῖα τῆς σβέσεως αὐτῶν ἐδήλου ὁ ἐξ αὐτῶν ἀναπεμπόμενος καπνός. Εἶθ’ ἑξῆς εἴρηται· Καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται· ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ.

23

.

169

(50)

Ταῦτα γὰρ ὁ τοῦ Θεοῦ Υἱὸς ἐνήργει ἀφανῶς κατὰ τῶν ἀντικειμένων δυνάμεων, τὸ πῦρ αὐτὸν σβεννὺς ἑτέρῳ πυρὶ κρείττονι καὶ δυνατωτέρῳ. Διὸ λέλεκται παρὰ Μωϋσεῖ· Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστί· καὶ ἐν Ψαλμοῖς· Πῦρ ἐναντίον αὐτοῦ προπο‐
55ρεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ· καὶ πάλιν· Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν,
καὶ οὐ παρασιωπηθήσεται· πῦρ ἐνώπιον αὐτοῦ170 in vol. 23

23

.

172

καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα. Τοῦτο δὲ καὶ αὐτὸς ὁ Σωτὴρ ἐδηλοῦτο πῦρ, λέγων· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω, εἰ ἤδη ἀνήφθη; Ταῦτα πάντα ἐγίνετο, ἐπειδήπερ
5ἔκλινεν οὐρανοὺς καὶ κατέβη. Οὐχ ἕνα δὲ οὐρανὸν ἔκλινεν, ἀλλὰ τοὺς πάντας ὅσοι ποτέ εἰσιν. Ἡ γὰρ ταπείνωσις τοῦ ὕψους αὐτοῦ καὶ ἡ κένωσις τῆς θεό‐ τητος ἐδηλοῦτο διὰ τῶν εἰρημένων. Ἐμφατικώτατα γὰρ τὴν κατάβασιν αὐτοῦ, Ἔκλινεν οὐρανούς·
10σωματικώτερον τὴν κάθοδον αὐτοῦ σημαίνων. Καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ καὶ ἐπέβη ἐπὶ χεροὺβ, καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτε‐ ρύγων ἀνέμων. Τῇ μὲν οὖν ὁμίχλῃ καὶ τῷ γνόφῳ τὸ λεληθὸς καὶ ἀπόκρυφον παρίστησι τῆς κατὰ ἄν‐
15θρωπον αὐτοῦ οἰκονομίας· ἐπάνεισι δὲ λοιπὸν ὅθεν καὶ παρῆν· εἰς οὐρανούς τε ἀνῄει καὶ μετὰ τοῦ χε‐ ρουβὶμ, καὶ ἐπετάσθη· καίτοι μὴ σὺν αὐτῷ καταβάς· δίχα γὰρ τοῦ χερουβὶμ ἔκλινεν οὐρανοὺς αὐτὸς καὶ κατέβη. Ἐν δὲ τῇ ἐπανόδῳ λέλεκται· Καὶ ἐπέβη
20ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, μεθ’ οὗ ἀνείληφεν σώ‐ ματος. Καὶ ἐπειδὴ ἀναβαίνοντα οὕτως ἐθεώρουν αὐτὸν αἱ δυνάμεις αἱ θεῖαι, περὶ αὐτὸν γενόμεναι ἐδορυφό‐ ρουν αὐτοῦ τὴν ἄνοδον ἐπιβοῶσαι καὶ λέγουσαι· Ἄρατε τὰς πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρ‐
25θητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Ἐπληροῦτο δὲ ταῦτα κατὰ τὸν καιρὸν, καθ’ ὅν φησιν ἡ Γραφὴ τῶν Πράξεων τῶν ἀποστό‐ λων· Καὶ ταῦτα εἰπὼν, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ἀνέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν
30αὐτῶν. Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ. Τὴν ἀφανῆ καὶ λανθάνουσαν τοῦ Σωτῆρος διατρι‐ βὴν, ἣν σὺν ἀνθρώποις εἰσέτι καὶ νῦν ποιεῖται μετὰ τὴν ἀνάληψιν, διδάσκει λέγων· Καὶ ἔθετο σκότος
35ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. Οὐ λανθάνει γὰρ τοὺς πάντας ὅπως σύνεστιν ἡμῖν κατὰ τὸ εἰρη‐ μένον ὑπ’ αὐτοῦ· Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Σκη‐
40νὴν δὲ αὐτοῦ σημαίνει οὐχ ἑτέραν ἢ τὴν ἁγίαν Ἐκ‐ κλησίαν αὐτοῦ· ἐν ᾗ κατασκηνῶσαι ἐπηγγείλατο, εἰ‐ πών· Ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Ἐπειδὴ δὲ καὶ αἱ περὶ αὐτοῦ προφητεῖαι σκοτεινῶς εἴρηνται καὶ
45ἐπικεκρυμμένως, εἰκότως ἑξῆς λέγεται· Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. Ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός. Ὅτι γὰρ νεφέλας τοὺς προφήτας, καὶ τὸν ἐξ αὐτῶν φερόμενον ὑετὸν, δηλαδὴ τοὺς προ‐

23

.

172

(50)

φητικοὺς λόγους, τὸ Πνεῦμα τὸ θεῖον εἴωθεν ὀνομά‐ ζειν, διδάξει Ἡσαΐας, ἀλληγορικῶς τὸν λαὸν ἀμπε‐ λῶνα προσειπὼν, καθὰ εἴρηται, καὶ νεφέλας μηκέτι εἰς αὐτὸν ὑετὸν φερούσας. Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ
55Ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ. Διδάσκει ἐν τῷ πα‐172 in vol. 23

23

.

173

ρόντι ὁ λόγος τὰ μετὰ τὴν ἀνάληψιν τοῦ Σωτῆρος διὰ τῆς αὐτοῦ δυνάμεως καταπραχθέντα, σαφῶς δὲ τὴν ἄνοδον αὐτοῦ παρέστησε διὰ τῶν προκειμένων εἰπών· Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ. Πῶς δὲ ἐβρόντησεν ὁ
5ἀνωτέρω κλίνας τοὺς οὐρανοὺς καὶ καταβὰς, εἰ μὴ πάντως ἀνεληλύθει; ὅπερ ἐδηλοῦτο διὰ τοῦ· Καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. Οὐκοῦν ἀποδέδεικται κατεληλυ‐ θὼς, εἶτα μετὰ τοῦ χερουβὶμ ἀνεληλυθώς· εἶτ’ ἐξ
10οὐρανοῦ βροντῶν, καὶ ἑξῆς τὰ ἀναγεγραμμένα πράτ‐ των κατὰ τῶν ἐχθρῶν αὐτοῦ. Πρῶτον μὲν ἀπὸ τῆς τηλαυγήσεως αὐτοῦ ἐνώπιον αὐτοῦ αἱ νεφέλαι αὐτοῦ διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός. Ὡς γὰρ ἐπὶ τῆς Αἰγύπτου κατὰ τὴν ἑβδόμην πληγὴν εἴ‐
15ρηται· Κύριος δὲ ἔδωκε φωνὴν καὶ χάλαζαν, καὶ διέτρεχε, φησὶ, τὸ πῦρ ἐπὶ τῆς γῆς· καὶ ἔβρεξεν Κύριος ἐπὶ γῆν Αἰγύπτου. Ἦν δὲ ἡ χάλαζα καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ. Ἐπάταξε δὲ ἡ χάλαζα ἐν πάσῃ γῇ Αἰγύπτου· καὶ ταῦτα πάντα
20ἐγένετο ἵνα ὁ λαὸς τοῦ Θεοῦ ἐλευθερίας τῆς ὑπ’ Αἰ‐ γυπτίοις δουλείας τυχεῖν δυνηθῇ. Τὸν αὐτὸν τρόπον καὶ ἐνταῦθα τὰς ἐξ ἐθνῶν Ἐκκλησίας καὶ τὰς τῶν ἀνθρώπων ψυχὰς τῆς ὑπὸ τὴν ἄθεον εἰδωλολατρείαν καὶ τοὺς πονηροὺς δαίμονας ὑποταγῆς ἐλευθερῶν,
25κατὰ τῶν νοητῶν Αἰγυπτίων ἠφίει χάλαζαν καὶ ἄν‐ θρακας πυρὸς ὁ ἐπὶ τοῦ χερουβὶμ ἀναπτὰς Κύριος. Οἶμαι δὲ τὰς κατὰ τῶν ἀσεβῶν τιμωρητικὰς δυνά‐ μεις χάλαζαν καὶ ἄνθρακας πυρὸς ὀνομάζεσθαι. Δυ‐ νάμεις τοίνυν τιμωροὶ καὶ κολαστικαὶ, τῷ βουλήματι
30τοῦ Κυρίου ἀφανῶς ἐξυπηρετούμεναι κατὰ τῶν δαι‐ μόνων τῶν τὴν πολύθεον πλάνην ἐνεργούντων, πάν‐ τας αὐτοὺς ἤλαυνον. Διὸ σχεδὸν πάντα αὐτῶν ἐκλέ‐ λοιπε τὰ χρηστήρια, καὶ αἱ μαντεῖαι κατελύθησαν· ἔρημοί τε αὐτῶν κατέστησαν οἱ ναοί· σεσύληται τὰ
35ἀφιερώματα ἀοράτῳ καὶ ἀφανεῖ δυνάμει· τοῦ Κυρίου ταῦτα πάντα μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον διαπραξα‐ μένου. Καὶ ἐξαπέστειλε βέλη καὶ ἐσκόρπισεν αὐτοὺς, καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐ‐
40τούς. Καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀπεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης· ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύ‐ ματος ὀργῆς σου. Θεμέλια οἰκουμένης νοήσεις τὰς τῆς σοφίας τοῦ Θεοῦ δυνάμεις, δι’ ὧν καὶ πάλαι ἡ σύμ‐
45πασα κτίσις τεθεμελίωτο, καὶ μετὰ ταῦτα ἐστερεώθη ἡ οἰκουμένη, ἥτις οὐ σαλευθήσεται. Εἰ δὲ καὶ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ τὴν οἰκουμένην ἐθέλοις νοεῖν· θεμέλιον δὲ αὐτῆς πρῶτον μὲν τὴν ἀῤῥαγῆ καὶ στε‐ ρεὰν πέτραν, ἐφ’ ᾗ ᾠκοδόμηται κατὰ τό· Ἐπὶ τὴν

23

.

173

(50)

πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ἡ πέτρα δὲ ἦν ὁ Χριστός· ἢ κατὰ τὸν Ἀπόστολον, περὶ οὗ διδάσκει αὐτὸς λέγων· Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν
55Ἰησοῦς Χριστός· εἶτα μετ’ αὐτὸν θεμέλιοι τῆς Ἐκκλησίας προφητικοὶ καὶ ἀποστολικοὶ λόγοι κατὰ
τὸν Ἀπόστολον φήσαντα· Ἐποικοδομηθέντες ἐπὶ174 in vol. 23

23

.

176

τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ· οὐκ ἂν ἐκτὸς βάλοις τῆς ἀληθείας. Ταῦτ’ οὖν τὰ θεμέλια τῆς οἰκουμένης ἀνεκαλύφθησαν· τῶν ἐχθρῶν τοῦ Θεοῦ
5τῶν πάλαι ἐπισκοτούντων τὰ τῆς ψυχῆς ἡμῶν ὄμ‐ ματα πρὸς τὸ μὴ τὰ θεῖα βλέπειν ἐκ ποδῶν μετα‐ στάντων, καὶ τοῖς ἀποδοθεῖσι τοῦ Κυρίου βέλεσι διασκορπισθέντων, πεφευγότων τε ἀπὸ ἐπιτιμήσεως Κυρίου, καὶ ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς αὐ‐
10τοῦ. Εἰκότως οὖν ἐλευθερωθέντες τούτων ἡμεῖς καὶ ἀναβλέψαντες, τὰς πηγὰς τῶν ὑδάτων ἐθεασάμεθα, καὶ τὰ θεμέλια τῆς οἰκουμένης ἐπωπτεύσαμεν. Καὶ τοῦτο ἐφ’ ἡμῶν ἐν πολλοῖς γεγένηται κλίμασιν. Ἐξαπέστειλεν ἐξ ὕψους, καὶ ἔλαβέ με, προσ‐
15ελάβετό με ἐξ ὑδάτων πολλῶν. Καταποθέντα γὰρ αὐτὸν καὶ ληφθέντα ὥσπερ αἰχμάλωτον ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ, ἐξαποστείλας τὸν ἑαυτοῦ Υἱὸν, ἔλαβε. Πόθεν δὲ αὐτὸν ἔλαβεν, ἑξῆς διδάσκει λέγων, ἐξ ὑδάτων πολλῶν. Φησὶ γοῦν καὶ ἐν ἑξηκοστῷ ὀγδόῳ
20ψαλμῷ· Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Τούτοις τοιγαροῦν ἀκολού‐ θως καὶ ἐν τοῖς προκειμένοις εὐχαριστῶν, φησί· Προσελάβετό με ἐξ ὑδάτων πολλῶν. Τίνα δὲ τὰ
25ὕδατα, ἐπιφέρει σαφέστερον εἰπών· Ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώ‐ θησαν ὑπὲρ ἐμέ. Προέφθασάν με ἐν ἡμέρᾳ κακώ‐ σεώς μου. Καὶ ταῦτα δὲ τὸ Πνεῦμα τὸ ἅγιον εὐαγ‐ γελίζεται αὐτὸν ἀναλαβεῖν ἐκ τῶν πολλῶν ὑδάτων,
30ἐλευθερίαν δὲ τὴν ἀπὸ τῶν ἐχθρῶν τῶν πάλαι κατα‐ κεκρατηκότων αὐτοῦ γενέσθαι. Καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου. Καὶ ἐξήγαγέ με εἰς πλατυσμὸν, ῥύσεταί με, ὅτι ἠθέ‐ λησέ με. Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν
35δικαιοσύνην μου. Ἤδη μὲν, φησὶ, τῆς ἐξομολογή‐ σεώς μου καὶ τῶν προσευχῶν καὶ τῶν ἱκετηρίων ἐπ‐ ακούσας ὁ Κύριος, γέγονέ μοι ἀντιστήριγμα. Μέλ‐ λοντα γάρ με περιτρέπεσθαι, καὶ μέγα πτῶμα ὑπο‐ μένειν, εἰ μετὰ τὴν ἁμαρτίαν εἰς παντελῆ ἐξέπιπτον
40ἀποστασίαν, αὐτὸς παραστὰς ἔρεισμά μοι καὶ ἀντι‐ στήριγμα γέγονεν, ὁπηνίκα, τὸν αὑτοῦ προφήτην Ναθὰν πέμψας, ἔλεγχόν μοι ἐπήγαγε τῆς ἁμαρτίας, καὶ ἀνώρθωσεν. Ἀλλὰ καὶ ἐξήγαγέν με εἰς πλα‐ τυσμὸν, καὶ εἰς εὐρυχωρίαν, κατὰ τὸν Σύμμαχον.
45Στενοχωρηθέντα γάρ με, καὶ μικροῦ δεῖν ἀπογνόντα ἑαυτοῦ τὴν σωτηρίαν, ἐῤῥύσατο καὶ εἰς πλατυσμὸν ἐξήγαγεν, ὡς κατὰ πλάτος δυνηθῆναι ἐμαυτὸν ἀνα‐ λαβεῖν, καὶ τῆς ἐμαυτοῦ θεραπείας ἐπιμέλειαν ποιή‐ σασθαι. Πλὴν ἀλλὰ καὶ παντελῶς ῥύσεταί με, φησὶν,

23

.

176

(50)

διδοὺς ἄφεσιν τῆς ἁμαρτίας κατὰ τὸν προφητευόμε‐ νον καιρὸν τῆς αὑτοῦ παρουσίας. Καὶ τοῦτο ποιήσει εὐεργετῶν με ὁ Κύριος, ὅτι ἠθέλησέ με· ἢ κατὰ τὸν Ἀκύλαν, ὅτι ἐβουλήθη ἐν ἐμοί· οὐ γὰρ ἂν ἐπεστράφην, οὐδ’ ἂν τὸν ἔλεγχόν μοι προσήγα‐
55γεν, οὐδ’ ἂν τὸν προφήτην ἑαυτοῦ πρὸς ἐμὲ ἀπ‐ εστάλκει, εἰ μὴ σῶσαί με ἤθελεν. Εὖ δὲ οἶδα καὶ
ἀκριβῶς πέπεισμαι, ὅτι κατὰ τὸν καιρὸν τῆς δι‐176 in vol. 23

23

.

177

καιοκρισίας αὐτοῦ, οὐ μνημονεύσας μου τῆς ἁμαρ‐ τίας καὶ τῶν τολμηθέντων μοι ἐν ἡμέρᾳ ταλαιπωρίας μου, κατὰ τὴν δικαιοσύνην μου ἀποδώσει μοι. Τὰς γὰρ ἄλλας μου πράξεις τὰς ἐν ἀρετῇ καὶ δικαιο‐
5σύνῃ, ὥσπερ ἐν τρυτάνῃ καὶ ζυγῷ ἀντιπαραλαβὼν, καὶ ἀντιστήσας τῷ ἁμαρτήματί μου, κατὰ πολὺ πλεο‐ ναζούσας εὑρήσει τοῦ γενομένου ἁμαρτήματος. Διὸ ἀνταποδώσει μοι οὐ καθ’ ὃ ἥμαρτον (ἤδη γὰρ ἀντα‐ πέδωκε, μετελθών με κατὰ τὸν παρόντα βίον διὰ
10τῶν καταλαβουσῶν με συμφορῶν), κατὰ δὲ τὰς λοι‐ πὰς πράξεις, τὰς ἐν δικαιοσύνῃ, ἀποδώσει μοι ἐν τῇ ἡμέρᾳ τῆς αὑτοῦ δικαιοκρισίας, καὶ τῶν χειρῶν μου κατὰ τὴν καθαριότητα τὴν ἀμοιβὴν ποιήσεται· ἀπέ‐ πλυνα γὰρ τὸν πρότερον αὐταῖς ἐγγενόμενον ῥύπον·
15Καὶ ἔσομαι ἄμωμος μετ’ αὐτοῦ, καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθα‐ ριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι. Διεξέρχεται ἑξῆς καταλέγων τίς ἦν ἡ δικαιοσύνη αὐτοῦ, καὶ ὅπως ἀπεκάθηρεν ἑαυτοῦ τὰς χεῖρας.
20 Ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου, καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου. Ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου, καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπ‐ έστησεν ἀπ’ ἐμοῦ. Καὶ ἔσομαι ἄμωμος μετ’ αὐτοῦ, καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. Ἐπεὶ τοίνυν
25ταῦτα ἐπορισάμην ἐμαυτῷ, φησὶ, μετὰ τὴν ἁμαρτίαν, καὶ τοσαύτας συνήγαγον ἐμαυτῷ θεραπείας, εἰκότως πάλιν ἐπαναλαβὼν τὸν αὐτὸν ἐν δευτέρῳ λόγον φημί· ὅτι, διὰ τὰ προλεχθέντα, Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν
30καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλ‐ μῶν αὐτοῦ· ἀντὶ δὲ τοῦ, ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ, ὁ Σύμμαχος, τὴν ἀντικρὺ τῶν ὀφθαλμῶν αὐτοῦ, ἐξέδωκεν. Οὐ γὰρ ἀνθρώπων ὀφθαλμοῖς ἐσπού‐ δαζον τὴν ἐμαυτοῦ καθαριότητα δεικνύναι, οὐδὲ
35ὥστε ἀρέσκειν τοῖς πολλοῖς, ἀλλ’ ἀντικρὺ τῶν αὐτοῦ τοῦ κριτοῦ ὀφθαλμῶν πᾶσαν ἐποιούμην σπουδὴν τῆς ἐμαυτοῦ καθαρότητος. Μετὰ ὁσίου ὅσιος ἔσῃ, καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ· καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ
40μετὰ στρεβλοῦ διαστρέψεις. Ὅτι σὺ λαὸν ταπει‐ νὸν σώσεις, καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπει‐ νώσεις. Μήποτε προφητικῶς λαὸν μὲν ταπεινὸν, ἢ, κατὰ τὸν Ἀκύλαν, πένητα, ἢ, κατὰ τὸν Σύμμαχον, πρᾶον τὸν χορὸν αἰνίττεται τὸν ἀποστολικόν· ὑπε‐
45ρηφάνους δὲ τοὺς πάλαι ἐπηρμένους, τοὺς ἀρχιερέας καὶ διδασκάλους καὶ ἄρχοντας τοῦ ἐκ περιτομῆς λαοῦ; οὓς πάλαι ὀφθαλμοῖς ὑπερηφάνοις κατὰ τοῦ Σωτῆρος ἡμῶν κεχρημένους ἐταπείνωσεν ὁ Θεὸς, ἐν πᾶσι σώσας τὸν αὑτοῦ ταπεινὸν καὶ πένητα καὶ πρᾶον, τὸν τοῦ

23

.

177

(50)

Σωτῆρος ἡμῶν ἀποστόλων τε καὶ μαθητῶν λαόν.
54Ὅτι σὺ φωτιεῖς τὸν λύχνον μου, Κύριε, ὁ
55Θεός μου, φωτιεῖς τὸ σκότος μου. Ὅτι ἐν σοὶ ῥυ‐ σθήσομαι ἀπὸ τοῦ πειρατηρίου, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. Ζητῶν δὲ τὸν λύχνον τοῦ Δαυῒδ εὗρον ἐν ρλαʹ ψαλμῷ φερόμενον τὸ, Ἐκεῖ ἐξ‐
ανατελῶ κέρας τῷ Δαυΐδ· ἡτοίμασα λύχνον τῷ178 in vol. 23

23

.

180

Χριστῷ μου. Λύχνος δὲ ἑτοιμαζόμενος τῷ Χριστῷ ἐκ σπέρματος Δαυῒδ τίς ἂν γένοιτο ἢ τὸ γέννημα τὸ κατὰ σάρκα γενόμενον ἐκ διαδοχῆς Δαυῒδ, ᾧ κέχρη‐ ται ὁ Χριστὸς ἐν αὐτῷ γενόμενος, καὶ τὰς τῆς δυνά‐
5μεως αὐτοῦ μαρμαρυγὰς καὶ τοῦ φωτὸς τὰς ἀνατολὰς πᾶσιν ἐξέλαμψεν ἀνθρώποις; Διὸ καὶ ἐν τοῖς προκει‐ μένοις προφητικῶς φησιν ὁ Δαυΐδ· Ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε. Σὺ γὰρ αὐτὸς, φησὶν, ὁ Κύ‐ ριος, τὸ φῶς τὸ ἀληθινὸν τυγχάνων, ἑνωθείς ποτε
10ἀποῤῥήτως τῷ ἐξ ἐμοῦ γενησομένῳ λύχνῳ, φωτιεῖς αὐτόν· ἀλλὰ καὶ τὸ ἐγγενόμενόν μοί ποτε σκότος τότε παντελῶς περιελεῖς, ὡς μηδὲ μνήμην αὐτοῦ ἀνιέναι ἐπὶ τὴν ἐμὴν διάνοιαν. Εὖ δὲ οἶδα, ὅτι, καὶ τῆς παρὰ σοῦ δυνάμεως καὶ ἰσχύος καταξιωθεὶς, ἐπιβήσομαι
15τοῦ ἐν οὐρανοῖς τείχους· ἐν ἀσφαλεῖ τε γενόμενος, τότε τῆς παρὰ σοὶ τεύξομαι σωτηρίας. Ἤ· Ὑπερβή‐ σομαι καὶ ὑπερπηδήσω πάντα τὰ τῶν ἐχθρῶν ὀχυ‐ ρώματα καὶ τοὺς φραγμοὺς καὶ τὸ τεῖχος, ὃ περι‐ βάλλειν μοι εἰς τὸ ἀποκλεῖσαι σπεύδονται.
20 Ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ· τὰ λόγια Κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ’ αὐτόν. Ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίου; ἢ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν; Ἄμωμον εἶναι ἀποφαίνεται, τουτέστιν ἀνεπίληπτον
25τὴν διοίκησιν αὐτοῦ, καὶ τὴν τῆς προνοίας οἰκονο‐ μίαν. Ἀλλὰ καὶ τὰ λόγια αὐτοῦ πεπυρωμένα, του‐ τέστι βεβασανισμένα καὶ δεδοκιμασμένα· οὐκ ἔστι τε αὐτοῖς ἐπισκέψαι· οὐδὲ ἀλλοτρίας ὕλης παρεμβε‐ βλημένον τι ἐν αὐτοῖς εὑρεῖν, ὁποῖα τὰ παρὰ τοῖς
30σοφοῖς τοῦ αἰῶνος τούτου τυγχάνει· μετέχοντα μέν τινος ἔσθ’ ὅτε φαντασίας, πάσης δὲ ἀθεότητος καὶ δυσ‐ σεβείας πεπληρωμένα. Τί οὖν τὰ πεπυρωμένα λόγια τοῦ Κυρίου διδάσκει; ὡς ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ’ αὐτόν· καὶ ὅτι οὐκ ἔστιν ἄλλος
35Θεὸς ἢ μόνος ὁ ἡμέτερος Κύριος, οὐδ’ ἔστιν κρα‐ ταιὸς ἄλλος ἢ ὁ Θεὸς ἡμῶν· καὶ διὰ τοῦτο εἰκότως ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ’ αὐτὸν, μηδενὸς ἑτέρου εὑρισκομένου τοῦ δυναμένου στῆναι πρὸς τοσοῦτον καὶ τοιοῦτον.
40 Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφων, καὶ ἐπὶ τὰ ὕψη μου ἱστῶν με. Οὐκ ἀπρακτῶν, φησὶ, καὶ ἀργῶν προ‐ ΐσταται καὶ ὑπερασπίζει· ἀλλὰ καὶ αὐτῶν συμ‐
45βαλλομένων τῇ αὑτῶν σωτηρίᾳ διὰ τοῦ ἀγωνί‐ ζεσθαι καὶ τοὺς ἐχθροὺς καταπολεμεῖν. Οὕτω γοῦν καὶ ἐμὲ ὁπλίζων ταῖς ἑαυτοῦ δυνάμεσι, τὴν θνητὴν καὶ ἀνθρωπίνην μου ἰσχὺν τῇ αὑτοῦ χάριτι δυναμοῖ· ἵν’ ὥσπερ ἀνὴρ τὴν ὀσφὺν περιεζωσμένος τὴν ἐξ

23

.

180

(50)

αὐτοῦ χορηγουμένην μοι δύναμιν στῶ πρὸς τοὺς πολε‐ μίους. Ἀλλὰ καὶ ὥσπερ εἴρηται· Ὁ Θεὸς, ἄμωμος ἡ ὁδὸς αὐτοῦ· οὕτως κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν αὐτοῦ καὶ ἐμὲ βουλόμενος εἶναι, καὶ τὴν ἐμὴν ὁδὸν ἔθετο ἄμωμον, διδασκαλίαις καὶ παραινέσεσιν καὶ
55παντοίοις μαθήμασι τὴν ὁδόν μου, τουτέστι τὴν ζωὴν καὶ τὸν βίον ἄμωμον καταρτιζόμενος. Ἀντὶ δὲ τοῦ,
ἄμωμον, Ἀκύλας, τέλειον, ἐκδέδωκεν. Ἔτι δὲ180 in vol. 23

23

.

181

πρὸς τούτοις, καὶ τοὺς πόδας μου ὡσεὶ ἐλάφων κατηρτίσατο· περὶ ὧν ἐλάφων πολὺς ἐν τοῖς ἱεροῖς πράγμασι [γράμμασι] φέρεται λόγος. Ἐπὶ σχολῆς δ’ ἄν τις τῶν προτεθέντων ἐξετάσας, εὕροι ἂν αὐτῶν
5τὸν νοῦν ἀναφερόμενον ἐπὶ τοὺς ἁγίους τοῦ Θεοῦ ἄνδρας, τοὺς ἀναιρετικοὺς παντὸς ἑρπυστικοῦ καὶ ἰοβόλου ζώου. Ἐπεὶ καὶ τῆς ἐλάφου τοιαύτη πέφυκεν ἡ φύσις, ὀφιοκτόνος οὖσα καὶ ἀναιρετικὴ παντὸς ἑρπετοῦ. Ὀρεινοβατὲς δὲ τὸ ζῶον καὶ δρομικὸν, ὡς
10καὶ οἱ ἅγιοι τοῦ Θεοῦ τὰ ἄνω σκοποῦντες, καὶ μὴ τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ ὑψηλὰ διώκοντες, πόθῳ τῆς τῶν οὐρανῶν βασιλείας. Τὴν πρὸς τοὺς ἁγίους τοίνυν ὁμοιότητα ἑαυτοῦ καὶ ὁ Δαυῒδ τῇ τοῦ Θεοῦ χάριτι ἀνατίθησι, λέγων ἑξῆς· Καὶ ἐπὶ τὰ ὕψη μου ἱστῶν
15με. Εἰ γὰρ καὶ τὰ μάλιστα ἕτεροι καθέλκειν ἡμᾶς καὶ καταβιβάζειν ἐπὶ τὰ βάθη καὶ τὰς κοιλάδας τῆς κακίας πειρῶνται· ἀλλ’ ὁ Θεὸς ἡμῶν, οἷά τις ἀγωνο‐ θέτης διδάσκων ἡμᾶς ἀγαθοὺς εἶναι δρομεῖς, ἐπὶ τὰ κατάλληλα ἡμῖν ὕψη παρορμᾷ· αὐτοῦ τε ἡ χάρις. Οὐ
20γὰρ ἡμετέρα δύναμις ἵστησιν ἐν τοῖς ἡμετέροις ὕψε‐ σι· φύσει γὰρ ἀνθρώπου ψυχῇ τὸ οὐράνιόν ἐστιν οἰκητήριον· καὶ τὰ ἐκεῖ ὕψη οὐκ ἀλλότρια, ἀλλ’ οἰ‐ κεῖα· διὸ, Ἐπὶ τὰ ὕψη μου, φησὶν, ἱστῶν με. Διδάσκων χεῖράς μου εἰς πόλεμον, καὶ ἔθου
25τόξον χαλκοῦν τοὺς βραχίονας μου. Καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας, καὶ ἡ δεξιά σου ἀντ‐ ελάβετό μου. Πρὸς τούτοις ἅπασιν ὑπερασπισμὸν σωτηρίας μοι δέδωκας, τὸν σὸν Υἱὸν καταπέμψας τῇ ἰδίᾳ ἀσπίδι ὑπὲρ ἐμοῦ μαχησόμενον. Ἀκριβῶς γὰρ
30ἐπιστήσεις τί ποτέ ἐστι τὸ διὰ πάσης Γραφῆς προφη‐ τευόμενον σωτήριον τοῦ Θεοῦ περὶ οὗ καὶ Συμεὼν ἐν τῷ Εὐαγγελίῳ ἔλεγεν· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. —Καὶ ἡ
35δεξιά σου ἀντελάβετό μου. Τάχα δεξιὰ τοῦ Θεοῦ εἶναι δύναται ἐν ᾗ ἐστερέωσε τὸν οὐρανὸν, μονογε‐ νὴς Λόγος. Καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, καὶ ἡ παιδεία σου αὐτή με διδάξει. Σύμμαχος δὲ
40ἐξέδωκε· Καὶ τὸ ὑπακούειν με αὐξήσει με. Ὁ δὲ Ἀκύλας· Καὶ πραότητός σου ἐπλήθυνέ με. Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου. Τὰ διαβήματα, καθ’ ἃ ἐκ κακίας εἰς ἀρετὴν, καὶ ἐξ αἰσθητῶν ἐπὶ νοητὰ, καὶ ἀπὸ τοῦ παρόντος εἰς τὸν
45μέλλοντα αἰῶνα διαβαίνω, ἐπλάτυνας ὑποκάτω μου· κατ’ ἀρχὰς γὰρ στενὰ καὶ ἐπίπονα φαινόμενα τῷ τὴν τεθλιμμένην ὁδεύειν ὁδόν· ὑπεράνω αὐτῶν τῇ προκοπῇ γεγενημένος, πλατυνθέντα αὐτὰ ἐθεασά‐ μην. Ὁ γὰρ ἀνωτέρω τῶν προκοπῶν γεγενημένος,

23

.

181

(50)

τῷ ἐπὶ τέλος ἐφθακέναι, οὐκέτι αἴσθεται τῆς στενό‐ τητος, τῶν πόνων καὶ ἱδρώτων τῶν ἐπὶ ταῖς προκο‐ παῖς, ἐν εὐρυχωρίᾳ γεγενημένος. Καὶ οὐκ ἠσθένησε τὰ ἴχνη μου. Εἰ διηνεκῶς ἐν τῷ πονεῖν ἐτέλουν, κἂν ἠσθένησε τὰ ἴχνη μου, τουτέστι τοῦ ἔσω ἀνθρώ‐
55που τὰ σκέλη· ἐπειδὴ μετὰ τοὺς ὑπὲρ ἀρετῆς κα‐182 in vol. 23

23

.

184

μάτους ἀνάπαυλα διαδέχεται, οὐκ ἀσθενεῖ, ἀλλ’ ἰσχυ‐ ροποιεῖται τὰ ἴχνη μου, ὥστ’ ἂν εἰπεῖν· Καὶ ἔστη‐ σας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. Ἀλλὰ καὶ ὁ Ἰησοῦ ἑπόμενος ἐπακολουθεῖ τοῖς ἴχνεσιν αὐτοῦ· ἐξ
5αὐτοῦ τοῦ πατεῖν τὴν τετριμμένην ὑπὸ Ἰησοῦ ὁδὸν ἰσχυρὰ κτᾶται τὰ ἴδια ἴχνη, ὡς ἔργῳ φάναι· Οὐκ ἠσθέ‐ νησε τὰ ἴχνη μου ἐν τῇ στενοχωρίᾳ τῆς θλίψεως. Καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήψο‐ μαι αὐτοὺς, καὶ οὐκ ἀποστραφήσομαι ἕως ἂν
10ἐκλείπωσιν. Ἐκθλίψω αὐτοὺς καὶ οὐ μὴ δύνων‐ ται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου. Καὶ ὅσων ἐχθρῶν καὶ πολεμίων περιγέγονε διὰ τῆς τοῦ Θεοῦ βοηθείας! Καὶ τοῦτο δέ μοι, φησὶν, παρὰ τῆς σῆς χάριτος ὑπῆρξε, τὸ μὴ στενοχωρηθῆναί μου τοὺς
15πόδας, καὶ τὸ μὴ δικτύοις τῶν ἐχθρῶν, καὶ τοῖς σκανδάλοις τοῖς ὑπ’ αὐτῶν προβεβλημένοις περιπα‐ ρῆναι. Ταῦτα γὰρ πάντα περιελὼν σὺ αὐτὸς ὁ Θεός μου, ὁμαλὴν κατηρτίσω μου τὴν πορείαν. Τὸ δὲ, Πεσοῦνται ὑπὸ τοὺς πόδας μου, νοήσεις ἐπαξίως
20τοῦ προφητικοῦ πνεύματος, τῆς τοῦ Σωτῆρος πρὸς τοὺς ἀποστόλους ἐπαγγελίας μνησθεὶς δι’ ἧς πρὸς αὐτοὺς ἔλεγεν· Ἰδοὺ δίδωμι ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν δύναμιν τοῦ ἐχθροῦ. Καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον, συν‐
25επόδισας πάντας τοὺς ἐπανισταμένους ἐπ’ ἐμὲ ὑποκάτω μου. Ἐμοὶ μὲν, φησὶν, ἀνδρείαν ἐδωρήσω καὶ ῥώμην. Εἰπὼν ἀνωτέρω· Ὁ Θεὸς ὁ περιζων‐ νύων με δύναμιν, ἐνταῦθα καὶ τοῦ ἔργου τὸ ἀποτέ‐ λεσμα διδάσκει λέγων· Καὶ περιέζωσάς με δύναμιν
30εἰς πόλεμον· καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον· οἱ ἐκ μετανοίας ἄρτι τῆς ἔχθρας ἀπαλλαττό‐ μενοι, διὰ τὸ μηδέπω τὴν ἐπ’ ἀρετῇ παῤῥησίαν ἔχειν, τεθεῖεν τοῦ Ἰησοῦ νῶτος ὑπὸ τοῦ Πατρός· οὕτω γὰρ καὶ ἀκολουθῆσαι αὐτῷ ὀπίσω γενόμενοι δυνήσονται.
35Τάχα δὲ καὶ τοῦτο ῥηθείη· Ὁ σπουδαῖος, παῤῥησίαν πρὸς τὸν Θεὸν κεκτημένος, ἐνώπιον Κυρίου παρίστα‐ ται· ὁ δὲ φαῦλος, ὀπίσω ἐκβαλλόμενος διὰ τὴν ἰδίαν κακίαν, νῶτος τεθήσεται τοῦ Κυρίου. Ἐπεὶ γὰρ πρό‐ τεροι αὐτοὶ οἱ φαῦλοι ἔστρεψαν πρὸς αὐτὸν νῶτα, καὶ
40οὐχὶ πρόσωπα αὐτῶν, καὶ αὐτὸς, ἀποστραφεὶς αὐτοὺς, νῶτος αὐτοὺς ἕξει. Εἰ δὲ καὶ πᾶς δίκαιος ταῦτα λέγοι, ἐρεῖς, ὅτι αἱ μοχθηραὶ δυνάμεις, εἰς πρόσ‐ ωπον ἐρχόμεναι, βλάπτουσι τοὺς ὁρῶντας διὰ παντὸς ὄντες εἰδεχθεῖς· εἰς νῶτον δὲ ῥιφέντες, οὐδὲν δυνή‐
45σονται ἐπὶ τούτου τεκταίνεσθαι, κατὰ τό· Ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί.
48 Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεός μου, καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου. Ὁ Θεὸς ὁ

23

.

184

(50)

διδοὺς ἐκδικήσεις ἐμοὶ, καὶ ὑποτάξας λαοὺς ὑπ’ ἐμὲ, ὁ ῥύστης μου ἐξ ἐχθρῶν ὀργίλων. Εἰ γὰρ καὶ ἐταπείνωσεν ἑαυτὸν, κλίνας οὐρανοὺς καὶ κατα‐ βὰς, ἀλλ’ ὑψηλός ἐστι, κατὰ τό· Ὁ Θεὸς αὐτὸν ὑπερ‐ ύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν
55ὄνομα. Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ, καὶ
ὑποτάσσων λαοὺς ὑπ’ ἐμὲ, ὁ ῥύστης μου ἐξ ἐχ‐184 in vol. 23

23

.

185

θρῶν μου ὀργίλων, ἀπὸ τῶν ἐπανισταμένων ἐπ’ ἐμὲ ὑψώσεις με, καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. Τῷ μὲν γὰρ ἀπειθοῦντι λαῷ καὶ ἀντιλέγοντι ἐπάξειν τὰς ἐκδικήσεις καὶ τὰς τιμωρίας εἴρηται· ἢ κατὰ τὸν
5Σύμμαχον, Ὁ Θεὸς ὁ παρασχὼν τιμωρίας ἐμοί· τῷ δ’ ἑτέρῳ τάγματι περὶ οὗ ἀνωτέρω εἴρηται· Κα‐ ταστήσεις με εἰς κεφαλὴν ἐθνῶν. Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· τούτῳ τὴν ὑποταγὴν τὴν ὑπ’ αὐτὸν χαρίζεται. Διὸ ἐπιλέγει κατὰ τὸν Σύμμαχον·
10Καὶ ὑποτάσσων λαοὺς ἐπ’ ἐμέ. Οὗτος καὶ ῥύστης μου, φησὶ, γέγονεν ἐξ ἐχθρῶν μου ὀργίλων, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ’ ἐμὲ ὕψωσέ με, ὁ δ’ αὐτὸς καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ἐῤῥύσατό με. Δι’ ὧν σαφῶς παρίστησιν ἐχθρούς τινας αὑτοῦ καὶ ἀνθεστηκότας·
15καὶ παρὰ τούτους ἕτερόν τινα ἄνδρα, μεστὸν ὡς ἀλη‐ θῶς πάσης ἀδικίας. Σημαίνει δὲ ὁ λόγος διὰ τούτων προφητικῶς τοὺς ἄρχοντας τοῦ Ἰουδαίων ἔθνους καὶ τὸν προδότην Ἰούδαν, παντὸς ἀδίκου χείρονα γενό‐ μενον, ὅτι δὴ, τοιούτων ἀξιωθεὶς παρὰ τοῦ Σωτῆρος,
20τοῖς ἐναντίοις αὐτὸν ἠμείψατο. Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύ‐ ριε, καὶ τῷ ὀνόματί σου ψαλῶ. Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ Δαυῒδ, καὶ τῷ σπέρματι αὐτοῦ,
25ἕως αἰῶνος. Ἐπὶ τὸ ἕτερον μεταβαίνει, ὡς ἂν εἴποι τις τὸ δεξιὸν τάγμα, καὶ ἔστιν ἔργοις αὐτοῖς καὶ ὀφ‐ θαλμοῖς παραλαβεῖν· ὥσπερ ὁ Δαυῒδ μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν, ὥσπερ εἰσέτι καὶ νῦν ζῶν καὶ σὺν ἀνθρώποις πολιτευόμενος, διὰ τῶν ἑαυτοῦ
30γραφῶν ᾠδῶν τε καὶ ὕμνων ἐν πᾶσι τοῖς ἔθνεσι ψάλ‐ λει τῷ Θεῷ τῶν ὅλων· καὶ ὁ ἐκ σπέρματος δι’ αὐτοῦ γεγονὼς, οὗ εἰς πρόσωπον ἀναφέρεται τὰ προκεί‐ μενα, ὁμοίως κρείττων γενόμενος τῶν ἐπιβεβουλευ‐ κότων αὐτῷ, εἴποι ἄν· Καὶ ἀπὸ τῶν ἐπανισταμένων
35ἐπ’ ἐμὲ ὑψώσεις με. Ἐκείνους μὲν οὖν καταλείπει· τὴν δὲ χάριν τὴν ἐξ αὐτοῦ καὶ τὴν ἀλήθειαν πᾶσι τοῖς ἔθνεσιν μεταδίδωσιν· εἰσέτι τε καὶ νῦν πανταχοῦ γῆς αὐτὸς παρὼν, καὶ μέσος τῶν εἰς αὐτὸν ἠλπικότων ἑστὼς, τῷ Πατρὶ διὰ τῆς ἑαυτοῦ Ἐκκλησίας ἐξομο‐
40λογεῖται· διό φησι· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΙΗʹ. Καὶ ὁ παρὼν ψαλμὸς τῶν εἰς ἀγαθὸν τέλος παρα‐ πεμπόντων τυγχάνει· ἀλλὰ καὶ εὐχαριστήριος ἀνα‐
45γράφῃ ᾠδὴ τοῖς τοὺς ἐχθροὺς καταγωνισα‐ μένοις ἐπινίκιος εἰρημένη. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Ἐπινίκιος ᾠδὴ τοῦ Δαυΐδ. Ἀλλὰ καὶ διὰ τὸ ἀνακεῖσθαι τῷ τὰς νίκας δωρουμένῳ Θεῷ, κατὰ τὸν Ἀκύλαν, Τῷ νικοποιῷ μελῴδημα, λέλεκται.
51 Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Διδασκα‐ λίαν περιέχει τῆς τοῦ Θεοῦ μεγαλουργίας παραστα‐ τικήν. Ἐπειδὴ γὰρ τὸ ἀφανὲς καὶ ἀόρατον τῆς ἀσω‐
55μάτου καὶ ἀγενήτου καὶ θεϊκῆς οὐσίας, διὰ τὸ μὴ σαρκὸς ὀφθαλμοῖς καταλαμβάνεσθαι, οἱ τὰ ὄμματα τῆς ψυχῆς πεπηρωμένοι τῆς τῶν ὄντων ὑπάρξεως ἐκ‐ βεβλήκασιν, ἀθέοις στόμασιν ἀποφηνάμενοι μὴ εἶναι
Θεὸν, μηδὲ ὑπάρχειν τι κρεῖττον τῶν ἐν σώμασιν186 in vol. 23

23

.

188

ὁρωμένων· αὐτομάτῳ δὲ καὶ ἀλόγῳ συντυχίᾳ, εἰκῆ καὶ μάτην ἐξ οὐδεμιᾶς αἰτίας ὑποστῆναι τὸν πάντα κόσμον· ἀναγκαίως ὁ παρὼν λόγος διὰ τῆς ψαλμῳδίας ἀποδεικτικῶς καὶ μετὰ δημιουργικῆς τῶν ὅλων δυνά‐
5μεως τὴν θεολογίαν παρίστησι, τοιοῦτόν τινα λογι‐ σμὸν διεξιών. Θνητῶν μὲν φύσις μικρὰ τυγχάνει καὶ ἀσθενής· λογισμοί τε ἀνθρώπων δειλοὶ, καὶ ἐπισφα‐ λεῖς αἱ ἐπίνοιαι ἡμῶν· διὸ πλεῖστον ὅσον ἀποδέομεν τῆς κατ’ ἀξίαν τοῦ Θεοῦ δοξολογίας. Οὐδὲ γὰρ ἀνθρώ‐
10πων φωναῖς, οὐδὲ γλώττῃ σαρκὸς καὶ χείλεσιν δύνα‐ σθαί ποτε νομίζειν ἐπάξιον περὶ Θεοῦ λόγον ἀποδί‐ δοσθαι. Εἰ δὲ χρὴ διδασκαλίας ἐνεργοῦς καὶ μεγίστης αὐτῷ τε πρεπούσης τῷ Θεῷ ἐπακούειν, εἴ τις ἔῤῥω‐ ται τῆς ψυχῆς τὰ αἰσθητήρια, συντεινάτω ἑαυτὸν καὶ
15διεγειράτω πρὸς ἀκρόασιν ἐπαξίως ἀναφωνουμένην τῆς ἀπειρομεγέθους δυνάμεως τοῦ Θεοῦ· ἣν αὐτοὶ προφέρονται οἱ τὸν σύμπαντα περιέχοντες οὐρανοὶ, τὸν ἑαυτῶν κτίστην καὶ ποιητὴν τῶν ὅλων Θεὸν ᾠδαῖς καὶ δοξολογίαις ἀνυμνοῦντες. Αὐτοὶ γὰρ οἱ ἀνωτάτω
20πάντων, καὶ τοῦ ὑποβεβηκότος στερεώματος ὑπερ‐ κείμενοι οὐρανοὶ, οἱ σύμπασαν περιειληφότες τὴν αἰσθητὴν καὶ πνευματικὴν κτίσιν, τὴν δόξαν Θεοῦ οὐκ Ἑλληνικῇ φωνῇ φθεγγόμενοι, οὐδ’ ἑτέρᾳ τινὶ διαλέκτῳ χρώμενοι, αὐτῷ δὲ ἔργῳ διὰ τοῦ ἑαυτῶν κόσμου καὶ τῆς
25εὐρύθμου καὶ ἐναρμονίου καὶ πανσόφου στάσεως, τοῦ αἰτίου αὐτοῖς τῆς τοιᾶσδε κινήσεως τὴν ἀπειρομεγέθη δύναμιν ἐκδιδάσκουσιν. Ἐκ γὰρ μεγέθους καὶ καλ‐ λονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐ‐ τῶν θεωρεῖται· καὶ, Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως
30κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης. Ὁ οὖν τοὺς οὐ‐ ρανοὺς νομίζων δίχα τινὸς δημιουργικοῦ λόγου καὶ θείας ἄνευ δυνάμεως ἑαυτοὺς ὑποστήσασθαι, καὶ τοῦ τοσοῦδε μεγέθους καὶ τοῦ τοιοῦδε σχήματος, τῆς τε
35εὐσταθοῦς καὶ εὐτάκτου κινήσεως τὴν αἰτίαν τοῖς σώμασιν αὐτῶν προσγράφων, ἄφρων καὶ ἀσεβής. Διὸ τοὺς ἔμφρονα νοῦν κεκτημένους προσήκει συνομολο‐ γεῖν μονονουχὶ φωνῆς ἀκούειν ἔργῳ βοώσης αὐτῶν τῶν οὐρανῶν, τὴν πρέπουσαν δόξαν ἀναπεμπόντων
40τῷ ἑαυτῶν ποιητῇ καὶ δημιουργῷ Θεῷ. Οὕτω δὲ καὶ τὸ στερέωμα, ὃ δὴ Μωϋσῆς κατὰ τὴν δευτέραν ἡμέραν τῆς κοσμοποιίας γεγονέναι παρίστη· καὶ τοῦτο τοιγαροῦν τὸ στερέωμα, ἕτερον ὂν παρὰ τοὺς προωνομασμένους οὐρανοὺς, κηρύττει τοῖς πᾶσι
45καὶ κέκραγε διδάσκων, ὅτι μὴ ἐξ αὐτομάτου τοιόνδε ὑπέστη· ἔργον δέ ἐστι καὶ αὐτὸ τοῦ τῶν ὅλων ποιη‐ τοῦ Θεοῦ· διὸ εἴρηται· Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Οἶδε δὲ Μωϋσῆς πρὸ τῆς τοῦ στερεώματος συστάσεως οὐρανὸν πρότερον τῆς

23

.

188

(50)

ἡμέρας γεγενημένον, λέγων· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἑξῆς δ’ οὖν μετὰ τὴν ποίησιν τοῦ πρώτου οὐρανοῦ φωτὸς εἰσάγει δύνα‐ μιν καὶ γένεσιν, ἡμέραν τε διδάσκει τὸ φῶς κεκλῆσθαι, γεγονέναι τε πρωΐαν φησὶ καὶ ἑσπέραν, ἡμέραν μίαν.
55Εἶτα δευτέρας ἡμέρας ἀρχόμενος, τὴν τοῦ στερεώματος188 in vol. 23

23

.

189

εἰσάγει ποίησιν. Οἶδε δὲ ἡ Γραφὴ καὶ πλείους οὐρα‐ νούς· διό φησιν· Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρα‐ νῶν· καὶ πάλιν· Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν·
5καὶ ἀλλαχοῦ εἴρηται· Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ. Καὶ τὸ στερέωμα κέκληται οὐρανὸς, καὶ ὁ Σωτὴρ τὴν βασιλείαν τῶν οὐρανῶν ἐπαγγέλλεται, καὶ ἐν τῇ εὐχῇ διδάσκει εἰπεῖν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ, Αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
11 Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Διδάσκει ἡμέρα καὶ διδάσκει νὺξ τοὺς ἐθέλοντας παιδεύεσθαι, ὅση τίς ἐστιν ἡ σο‐ φία ἡ ἄῤῥητος καὶ ἀπερίληπτος δύναμις τοῦ τὰ δια‐
15στήματα τῶν χρόνων καταμετρήσαντος αὐτοῖς Θεοῦ. Εἰ μὲν γὰρ μηδεὶς ἦν ὁ καὶ ταύταις ὥραις καὶ χρό‐ νους καὶ καιροὺς διαταξάμενος, ἀπρονοήτῳ δὲ καὶ ἀλόγῳ κινήσει κατά τι σύμβαμα τυχιμαῖον ὑφεστῶτα ἦν· ἐχρῆν δήπου μὴ τὰ ἴσα διαστήματα τῶν ἡμερῶν
20διὰ παντὸς τοῦ αἰῶνος ὑφεστάναι, ἢ συγκεχυμένους αὐτῶν εἶναι τοὺς καιροὺς, καὶ τὰς νύκτας δὲ ὡσαύ‐ τως εἰκῆ καὶ ὡς ἔτυχεν φέρεσθαι. Ἀλογίας γὰρ ἀδελφὴ ἀταξία, καὶ τῷ τυχιμαίῳ ἕπεται σύγχυσις· ὡς ἔμπα‐ λιν πάσης εὐταξίας ἡγεῖται λόγος, ἁρμονίας τε καὶ
25συμφωνίας ἡγεῖται σοφία. Αἱ τοίνυν τούτων πρὸς ἀλ‐ λήλας ἀμοιβαὶ καὶ ὑποχωρήσεις, ποτὲ μὲν ἡμερῶν μηκυνομένων, ὑποχωρουσῶν δὲ αὐτῶν νυκτῶν, ποτὲ δὲ τῶν νυκτῶν τὸ προδεδανεισμένον χρέος κατὰ τὴν τῶν ὡρῶν αὔξησιν ἀπολαμβανουσῶν, μονονουχὶ φθέγ‐
30γονται καὶ λαλοῦσι μεγάλῃ φωνῇ τῇ πανσόφῳ δια‐ τάξει τοῦ τῶν ὅλων μαρτυροῦσαι Θεοῦ, καὶ κηρύτ‐ τουσιν ἀνθρώποις τὴν τοῦ Θεοῦ γνῶσιν· οὕτω δὲ κε‐ κραγόσιν αὐτοῖς ἔργοις αἱ τῶν ἡμερῶν καὶ τῶν νυκτῶν φωναὶ τοῖς ἐπαΐειν αὐτῶν δυναμένοις, ὡς
35μηδεμίαν ἀκοὴν λανθάνειν τὴν διδασκαλίαν αὐτῶν.
37 Πεπλήρωται γοῦν ἡ σύμπασα τῶν ἀνθρώπων οἰκου‐ μένη τῆς εὐρύθμου καὶ ἀμοιβαίας αὐτῶν χορείας· δι’ ἃ λέλεκται· Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ
40ἀκούονται αἱ φωναὶ αὐτῶν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν· δῆλον δὲ, ὅτι τῶν ἡμερῶν καὶ τῶν νυκτῶν, τῶν τε διηγουμένων τὴν τοῦ Θεοῦ δόξαν οὐρανῶν, καὶ τοῦ τὴν ποίησιν τῶν
45χειρῶν αὐτοῦ ἐξαγγέλλοντος στερεώματος. Ἔνθα δὲ γενομένῳ μοι θαυμάζειν ἔπεισιν, ὅπως ὁ ἱερὸς ἀπόστολος τό· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγ‐ γος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, ἐπὶ τοὺς μαθητὰς καὶ εὐαγγελιστὰς

23

.

189

(50)

καὶ ἀποστόλους τοῦ Σωτῆρος ἡμῶν ἀνήνεγκεν ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ. Ἐπιστήσας δὲ τὸν νοῦν τῇ ἀποστολικῇ λέξει, σφόδρα ἀκριβῶς εὗρον αὐτὸν κα‐ ταχρηστικῷ τρόπῳ εὐκαίρως τὴν παράθεσιν πεποιημέ‐ νον· οὐ γὰρ ὥσπερ ποτὲ μὲν ἔφη· Ἡσαΐας δὲ κράζει
55ὑπὲρ τοῦ Ἰσραὴλ, ποτὲ δὲ, καθὼς προείρηκεν
Ἡσαΐας· καὶ πάλιν· Καθὼς γέγραπται· καὶ αὖθις·190 in vol. 23

23

.

192

Λέγει γὰρ ἡ Γραφή· οὐχ οὕτως καὶ ἐπὶ τοῦ· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, εἴρηκε μετὰ προσθήκης ὁμοίας τοῖς προεκτεθεῖσιν. Εἰ γάρ τι τοιοῦτον προφήσας εἶπε, τάχ’ ἄν τις ἐλάβετο ὡς
5βεβιασμένως ἐκδεξαμένου τὴν ἐν τῷ ψαλμῷ ῥῆσιν· νυνὶ δὲ ἁπλῇ φράσει φαίνεται συγχρησάμενος τῇ ἀπὸ τοῦ ψαλμοῦ παραθέσει· διὸ εἴποι τις αὐτὸν κα‐ τακεχρῆσθαι εὐκαίρως καὶ ὠφελίμως καὶ εὐρύθμως τῇ μαρτυρίᾳ.
10 Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ. Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ· ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάν‐ τημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ· καὶ οὐκ
15ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ. Πρὸς τοῖς εἰρημένοις τῆς τοῦ Θεοῦ δοξολογίας διδάσκαλος καθέστηκεν ὁ ἥλιος, οἷα δεσπότου καὶ μεγάλου βασι‐ λέως νόμον ἀπαράβατον τηρῶν. Οὐ γάρ ποτε ἄλλην τρέπεσθαι παρὰ τὴν ὁρισθεῖσαν αὐτῷ πορείαν τολμᾷ
20οὐδ’ ὑπερβαίνει τοὺς ὅρους τῆς κατ’ οὐρανὸν διατά‐ ξεως· ἀλλ’ ἐκπορεύεται μὲν ὄρθριος, ὥσπερ ἐξ ἀδύτου καὶ ἀβάτου νυμφῶνος προϊὼν, ὡραϊσμένος δὲ οἷα νυμφίος καὶ τῷ τοῦ φωτὸς ἠγλαϊσμένος ἄνθει· ἐπει‐ δὰν τὸν ὁρίζοντα τὸν ἀνατολικὸν ὑπερβῇ, τὸν σύμ‐
25παντα διιππεύει κόσμον, ἀκοπιάστως τὸν οἰκεῖον ἐξ‐ ανύων δρόμον. Κυκλοῖ δὲ κυκλῶν οἷά τις γίγας ἰσχυ‐ ρὸς τὴν ἀλκὴν καὶ ἄμαχος, ὥσπερ ἐκ νύσσης ἀρξάμε‐ νος ἀπ’ ἄκρου κέντρου τοῦ κατὰ ἀνατολὰς ὁρίζοντος, διατρέχων νυχθημέρῳ ἑνὶ τὸν σύμπαντα κόσμον, ὡς
30μηδένα ἀνεπαίσθητον εἶναι θέρμης. Ταῦτα δὲ ἐνερ‐ γεῖ δουλεύων τῷ τοῦ πεποιηκότος αὐτὸν νεύματι, καὶ τεθεικότος ἐν τῷ στερεώματι. Διὸ εἴρηται· Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ. Ὅπερ σαφῶς εἰ‐ ρημένον, λευκότερον ἡρμήνευσαν οἱ λοιποί· ὁ μὲν
35Ἀκύλας εἰπών· Τῷ ἡλίῳ ἔθετο σκήνωμα ἐν αὐ‐ τοῖς· ὁ δὲ Σύμμαχος· Τῷ ἡλίῳ ἔταξε σκηνὴν ἐν αὐτοῖς· ὁ δὲ Θεοδοτίων, Τῷ ἡλίῳ ἔθετο σκή‐ νωμα ἐν αὐτοῖς· ὁμοίως δὲ καὶ ἡ πέμπτη ἔκδοσις ἐξέδωκεν. Ἐν γὰρ τοῖς προλεχθεῖσιν οὐρανοῖς καὶ ἐν
40τῷ ἀποδοθέντι στερεώματι τὸ τοῦ ἡλίου σκήνωμα καὶ τὸ οἰκητήριον τέθειται ὁ Θεὸς, κατὰ τὸ λελεγμέ‐ νον παρὰ Μωϋσεῖ· Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους· τὸν φωστῆρα τὸν μέ‐ γαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν
45ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέ‐ ρας. Καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐ‐ ρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς· Διὰ τούτων δει‐ κνὺς ὁ ἥλιος καὶ μονονουχὶ βοῶν· μὴ αὐτὸς εἶναι ἑαυτοῦ κύριος, μηδ’ ἐλεύθερος τυγχάνειν, γνωρίζειν δὲ τὸν καὶ ἑαυτοῦ καὶ πάντων Δεσπότην.

23

.

192

(50)

Ὁ νόμος Κυρίου ἄμωμος ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία Κυρίου πιστὴ σοφίζουσα νήπια. Τὰ δι‐ καιώματα Κυρίου εὐθέα εὐφραίνοντα καρδίαν· ἡ ἐντολὴ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς. Ὁ φόβος Κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶ‐
55νος· τὰ κρίματα Κυρίου ἀληθινὰ δεδικαιωμένα192 in vol. 23

23

.

193

ἐπὶ τὸ αὐτό· ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κη‐ ρίον. Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή. Ταῦτα
5δὲ πάντα περιείληφεν ὁ τοῦ Θεοῦ νόμος ὑπὲρ ἐπι‐ στροφῆς τῆς ψυχῆς. Μαρτυρίας γὰρ πρῶτον περι‐ έχει καὶ δικαιώματα καὶ ἐντολάς. Ἔπειτα τούτοις ἅπασιν ἐπήρτησεν, ὥσπερ βακτηρίαν ἐπιστρεπτικὴν, τὸν φόβον, καὶ ἐπὶ πᾶσιν ὥσπερ κορωνίδα τὰ κρί‐
10ματα ἐπέθηκε τοῦ Θεοῦ. Ἑκάστῳ δὲ τῶν εἰρημένων ἰδίωμα συνῆψε· τῷ μὲν κατὰ πάντα γενικῷ ὠνομα‐ σμένῳ νόμῳ τὴν τῆς ψυχῆς ἐπιστροφήν· ὅπως δὲ ἐπιστρέφει ψυχὴ, διὰ τῶν ἑξῆς παρίστησι, μαρτυ‐ ρίαν πιστὴν εἰπὼν δι’ ἧς σοφίζεται ὁ ἐν Χριστῷ νή‐
15πιος· ἔπειτα δικαιώματα Κυρίου, καὶ τούτων ἰδίωμα προσθεὶς τὸ εἶναι αὐτὰ εὐθέα, καρπόν τε τοῖς μετα‐ λαμβάνουσι παρέχοντα τὴν εὐφροσύνην. Καὶ ἐπὶ τούτοις ἐντολὴν Κυρίου, ἧς καὶ αὐτῆς τὸ ἰδίωμα παρ‐ έστησεν, τηλαυγῆ φήσας αὐτὴν καὶ τῶν ὀφθαλμῶν
20τῆς ψυχῆς φωτιστικήν. Τῷ δὲ φόβῳ τοῦ Κυρίου συν‐ ῆψεν τὴν ἁγνείαν, καὶ τῇ ἁγνείᾳ τὴν διαρκῆ καὶ αἰώνιον ζωήν. Καὶ ἐπὶ πᾶσι καὶ μετὰ πάντα προσ‐ έθηκεν τὴν τοῦ Θεοῦ κρίσιν, συνῆψέ τε αὐτῇ τὴν ἀλήθειαν καὶ τὴν δικαιοσύνην.
25 Παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τῷ δούλῳ σου. Ἀντὶ δὲ τοῦ, Ἀπὸ ἀλλοτρίων φεῖσαι τῷ δούλῳ σου, ὁ Ἀκύλας ἐξέδωκε· Καί γε ἀπὸ ὑπερηφάνων συντήρησον τὸν δοῦλόν σου. Σφό‐
30δρα ἀναγκαίως καὶ ταύτην ἐκπέμπων τὴν εὐχὴν, ὡς ἂν ῥυσθείη ἀπὸ ὑπερηφανίας. Ἐπειδὴ γὰρ τοῖς κατορ‐ θοῦσι παρέπεταί τις λογισμὸς πολλάκις ὑπερήφανος, ἐπαιρομένης καὶ χαυνουμένης τῆς ψυχῆς ἐφ’ οἷς ἑαυτῇ συνοῖδεν ἀγαθοῖς· εἶτα τῷ τῆς ὑπερηφανίας
35περιπεσοῦσα κακῷ, ἄλλῳ τρόπῳ τραχηλίζεται καὶ καταπίπτει· ὡς διὰ τοῦτο φάσκειν τὸν Ἀπόστολον· Ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου· ἀναγκαίως προειπών· Καὶ γὰρ ὁ δοῦλός σου φυ‐ λάσσει αὐτὰ, καὶ φύλακα τῶν τοῦ Θεοῦ ἐντολῶν
40ἑαυτὸν εἰπὼν, ἱκετεύει ῥυσθῆναι ἀπὸ ὑπερηφανίας, καὶ ἐπιλέγει· Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι, καὶ τότε καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης. Τέως μὲν γὰρ ἐπὶ τοῦ παρόντος εἰ καὶ φύλακα ἐμαυτὸν εἴρηκα τῶν τοῦ Θεοῦ παραγ‐
45γελμάτων, ἀλλ’ ἐπεὶ οὐδέπω συνοῖδα ἐμαυτῷ κεκαθα‐ ρισμένῳ ἐκ τῶν κρυφίων μου, ἔτι δ’ ἀγωνιῶ καὶ πε‐ φρόντικα ὡς ἂν ῥυσθείην ἀπὸ ὑπερηφανίας, εἰκότως φημὶ, ἅτε μηδέπω τὸ τέλειον καθορθώσας. Τότε ἀκρι‐ βῶς γνώσομαι ἐμαυτὸν ἄμωμον, καὶ τότε ἀπὸ μεγάλης

23

.

193

(50)

καθαρισθήσομαι ἁμαρτίας, ἐπειδὰν μήτε τὰ κρύφιά μου κατακυριεύσωσι, μήτε λογισμὸς ὑπερήφανος κα‐ ταδουλώσει με, ἢ πονηροὶ δαίμονες. Μεγάλην δὲ ἁμαρτίαν τὴν ἀποτελεσματικήν φησιν. Εἰ γὰρ
μὴ ἀπὸ τῶν κρυφίων μου καθαρισθείην, ἐπιμένοντα194 in vol. 23

23

.

196

ταῦτα τὰ παραπτώματα εἰς πρᾶξιν φαύλην μετα‐ φέρει, καὶ γίνομαι ὑπεύθυνος ἁμαρτίᾳ μεγάλῃ. Καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόμα‐ τός μου. Ὅταν ταῦτά μοι ὑπαρχθῇ παρὰ σοῦ, τὰ
5λόγια τοῦ στόματός μου ἃ προήνεγκα εὐχόμενός σοι, ὑμνῶν σε, εὐχαριστῶν σοι, εἰς εὐδοκίαν ἔσται. Εἰς εὐδοκίαν δέ ἐστιν τὰ λόγια τὰ ἀποδοχῆς ἄξια. Καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου ἐστὶ διὰ παντός. Ἡ μελέτη τοῦ διανοητικοῦ μου, γινομένη ἐν
10λογισμοῖς καὶ νοήσεσιν, ἐκτὸς οὖσα παντὸς μώμου, ἐνώπιόν σου τυγχάνει διὰ παντός. Τὸ μέντοι τῆς με‐ λέτης ἄμεμπτον οὐκ ἄλλοθεν ἢ ἐκ σοῦ ὑπῆρκται, καθαρίσαντός με ἀπὸ τῶν κρυφίων μου. Κύριε, βοηθέ μου καὶ λυτρωτά μου. Σοῦ βοηθοῦν‐
15τος, ὦ δέσποτα, οὐδενὶ ὑποπίπτω τῶν πνευματικῶς προσπολεμούντων. Εἰ δὲ καὶ παρ’ ἐμὴν ἀπροσεξίαν ἁλῶναι τοῖς ἐναντίοις συμβῇ, σύ με ἐκ τῶν κρατησάν‐ των λυτροῦσαι, ἅμα βοηθὸς καὶ λυτρωτὴς εὑρισκό‐ μενος.
20ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ. Ἐξ‐ αποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. Μνησθείη πάσης θυσίας σου,
25καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. Διάψαλμα. Ἔστι μὲν τῷ Δαυῒδ ἀνακείμενος ὁ ψαλμὸς, κατὰ τὴν προ‐ γραφήν. Ἐπίστησον δὲ μήποτε ὡς πρὸς τὴν ἱστορίαν εὐχή τις ἦν αὐτὴ συνεργὸς ταῖς τοῦ Δαυῒδ ἱκετηρίαις, δεομένου τε καὶ ἀντιβολοῦντος διὰ προσευχῆς τυχεῖν
30Θεοῦ Σωτῆρος πρὸς ἐχθροὺς καὶ πολεμίους παρατατ‐ τομένου. Εἰκὸς γὰρ ἦν αὐτῷ ταῦτα πράττοντι χορὸν ἁγίων ἀγγέλων ἢ καὶ θεοφιλῶν ἀνδρῶν, αὐτῶν δὴ τῶν ἱερῶν καὶ λειτουργῶν τοῦ Θεοῦ τὰ προκείμενα πάντα συνεύχεσθαι αὐτῷ καὶ λέγειν· Ἐπακούσαι
35σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, καὶ τὰ ἑξῆς· τό τε δὲ, Καὶ παρασταίη σοι τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ. Ἀπαρκεῖ γὰρ αὐτὴ ἡ ἐπίκλησις καὶ ἡ προσηγορία πρὸς ἄμυναν παντὸς ἐναντίου. Ταῦτα δὲ οὐ μόνῳ τῷ Δαυῒδ, ἀλλὰ καὶ παντὶ τῷ καθ’ ὁμοίωσιν ἐκείνου τὰς
40δι’ εὐχῶν ἀναπέμποντι τῷ Θεῷ νοερὰς καὶ καθαρὰς θυσίας, δυνάμεις ἁγίας, καὶ ἀγγέλων ἱερῶν χοροὺς, εἰκὸς ἂν εἴη συνεύχεσθαι καὶ ἐπεύχεσθαι. Δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου, καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι. Ἀγαλλιασό‐
45μεθα ἐν τῷ σωτηρίῳ σου, καὶ ἐν τῷ ὀνόματι Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου· νῦν ἔγνων, ὅτι ἔσωσε Κύριος τὸν Χριστὸν αὐτοῦ. Ἀπὸ τοῦ διαψάλματος οἱ εὐ‐ ξάμενοι προφητεύουσιν, αὐτῷ τὸν Θεὸν δώσειν, ᾧ

23

.

196

(50)

τὰς λογικὰς θυσίας προσήνεγκεν, ὅσα κατὰ διάνοιαν ᾔτησε, καὶ πλήρωσιν τῇ βουλῇ, ἢ ὅτι μὴ ἀλλότρια Θεοῦ τὰ βεβουλευμένα. Συναπολαύσομεν δέ σοι, φασὶ, τῶν ἀγαθῶν, ἀγαλλιώμενοι τῷ σωτηρίῳ τῷ σῷ· ἔγνωμεν γὰρ ἐξ ἁγίου Πνεύματος τὸ ἐκ σοῦ γενησό‐
55μενον γέννημα πάντων ἀνθρώπων σωτήριον· ἐφ’ ᾧ καὶ ἡμεῖς μεγαλυνθησόμεθα ἐν τῷ ὀνόματι τοῦ Θεοῦ ἡμῶν. Ἔστω δέ σου καὶ τὰ αἰτήματα καὶ γὰρ ἄξια
ταῦτα Θεοῦ.196 in vol. 23

23

.

197

Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ, ἐν δυναστείαις σωτηρία τῆς δεξιᾶς αὐτοῦ. Δεξιὰ δὲ χεὶρ, καὶ πᾶσαι αἱ σωτήριοι καὶ δεξιαὶ πράξεις ἐν δυναστείαις. Δυνάμεσι γὰρ καὶ σημείοις καὶ τέρασι
5τὰς εἰς ἀνθρώπους ποιήσεται εὐεργεσίας. Οὗτοι ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν ἐπικαλεσόμεθα. Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν· ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. Σῶσον, Κύριε, τὸν
10βασιλέα, καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπι‐ καλεσόμεθά σε. Ἀλλὰ γὰρ ἡ πεῖρα τῶν πραγμά‐ των γένοιτ’ ἂν ἔλεγχος τοῦ κρείττονος. Οἱ μὲν γὰρ σοὶ ἐχθροὶ ἐφ’ ἵπποις καὶ ἅρμασι πεποιθότες, συμπο‐ δισθέντες πεσοῦνται ὁμοίως τῷ Φαραὼ ἐπὶ τῆς Ἐρυ‐
15θρᾶς θαλάττης καταποντωθέντι· ἡμεῖς δὲ οἱ τῷ ὀνό‐ ματι Κυρίου τοῦ Θεοῦ ἡμῶν ὡπλισμένοι, καὶ σοὶ τῷ τὰς θυσίας ἀναπέμποντι ταῖς εὐχαῖς συναγωνιζόμε‐ νοι, ἀναστησόμεθα, καὶ ἀνορθωθησόμεθα, σοῦ τὰς κατὰ τῶν ἐχθρῶν νίκας ἀραμένου. Ἀλλὰ ταῦτα μὲν
20ἔσται, φασὶ, καὶ νῦν κατὰ τὸν καιρὸν τῆς τοῦ ἀποδοθέν‐ τος σωτηρίου ἐπιφανείας. Τότε γὰρ μάλιστα πᾶσαι αἱ ἀντικείμεναι δυνάμεις, καὶ οἱ ἀφανεῖς καὶ ἀόρατοι τοῦ Θεοῦ πολέμιοι, δι’ αὐτοῦ τοῦ σωτηρίου τροπούμε‐ νοι, πεσοῦνται. Πάντες δὲ οἱ τὸ σωτήριον παραδεξά‐
25μενοι, τοῦ πάλαι αὐτῶν πτώματος διαναστήσονται. Διὸ περὶ αὐτοῦ Συμεὼν ἔλεγεν· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν· πτῶσιν μὲν δηλαδὴ τῶν ἐχθρῶν αὐτοῦ καὶ τῶν πολεμίων· ἀνά‐ στασιν δὲ τῶν πάλαι πεπτωκότων, δι’ αὐτοῦ δὲ ἐγη‐
30γερμένων. Καὶ ταῦτα μὲν τότε γενήσεται· νῦν δὲ, Κύριε, σῶζε ἡμῖν τὸν βασιλέα Δαυῒδ, καὶ ἐν παντὶ τῷ ὄντι καιρῷ, καὶ ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε. Ἁρμόζει δὲ ταῦτα, ὡς ἄλλος φησὶ, καὶ ἐπὶ Ἐζε‐ κίᾳ. Νοήσεις δὲ ταῦτα καὶ κατὰ τὸν τῆς ἀναγωγῆς
35νόμον. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ Κʹ. Εἰς αἴσιον γὰρ ἀναπέμπεται τὰ λεγόμενα τέλος, καὶ τῶν ἐχθρῶν τοῦ Θεοῦ σημαίνει τὸν ὄλεθρον. Διὸ κατὰ μὲν Σύμμαχον, Ἐπινίκιός ἐστιν ᾠδή· κατὰ δὲ τὸν
40Ἀκύλαν, Τῷ νικοποιῷ μελῴδημα.
42 Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασι‐ λεύς. Οἶμαι καὶ ταῦτα λέγεσθαι τὰ προκείμενα ἐκ τῶν καὶ τὰ πρὸ τούτου τῷ Δαυῒδ ἐπευξαμένων. Μαθὼν γοῦν
45νῦν ὁ Δαυῒδ ἀπὸ τῶν πρὸς αὐτὸν γενομένων χρησμῶν τὰ περὶ τοῦ ἐκ σπέρματος αὐτοῦ προελευσομένου σω‐ τηρίου, καὶ τῆς ἐν τῷ σωτηρίῳ δυνάμεως, ἐπὶ τού‐ τοις εὐφρανθήσεται καὶ ἀγαλλιάσεται σφόδρα. Καὶ τούτοις γε θαρσῶν, τῶν τε ἐχθρῶν διὰ τούτων περι‐

23

.

197

(50)

γενόμενος, σοὶ τῷ νικοποιῷ Θεῷ τὰ βραβεῖα τῆς νίκης ἀνατίθησι. Χαίρει τε καὶ ὑπερβαλλόντως ἀγάλλεται, τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς ὑπὸ σοῦ διασωζόμενος· καὶ οὐχ οὕτως ἐπὶ τῆς ἑαυτοῦ σωτηρίᾳ ἀγαλλιᾷ, ὅσον ὅτι παρὰ σοῦ τὸ σωτήριον αὐτοῦ προσγίνεται. Καὶ γὰρ
55ἐπιθυμήσας τὸ παρὰ σοῦ σωτήριον, καὶ περὶ τούτου τοῖς χείλεσιν ἑαυτοῦ ἐν ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς
ἱκετηρίαν ἀναπέμψας, οὐκ ἐκπεσεῖται τῆς ἐλπίδος,198 in vol. 23

23

.

200

οὐδὲ στερηθήσεται τοῦ αἰτήματος, ἀλλὰ κατ’ [καὶ] εὐχὰς παρέξει τευξόμενος τῆς ἐπιθυμίας. Καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. Εὐφραίνει γὰρ αὐτὸν, φησὶν, ὁ Θεὸς ἐν χαρᾷ, ἐπειδὰν
5πρόσωπον πρὸς πρόσωπον τῆς αὐτοῦ δόξης ἐπόπτην αὐτὸν καταστήσηται. Διό φησιν ὁ Σύμμαχος· Χαρο‐ ποιήσεις αὐτὸν ἐν εὐφροσύνῃ παρὰ τοῦ προσώ‐ που σου. Τῷ γὰρ καιρῷ τοῦ δικαιωτηρίου, ἐπει‐ δὰν τὸ πρόσωπον τοῦ μεγάλου βασιλέως μέσος ἑστὼς
10ὁ Δαυῒδ τῶν σωζομένων θεάσοιτο, καὶ τῷ τιμίῳ λίθῳ τὴν κεφαλὴν ἐστεμμένος, δόξῃ τε καὶ μεγαλοπρεπείᾳ κεκοσμημένος, ἐνθέου χαρᾶς καὶ οὐρανίου εὐφροσύ‐ νης πληρωθήσεται. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ,
15καὶ τὴν δέησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. Διάψαλμα. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλο‐ γίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐ‐ τοῦ στέφανον ἐκ λίθου τιμίου. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα
20αἰῶνος. Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ’ αὐτόν. Ὅτι δώσεις αὐτῷ εὐλογίαν. Τὰς προλεχθείσας ἐπαγγελίας θεσπίσας ὁ λόγος τῷ Δαυῒδ, ἀκολούθως τὴν αἰτίαν διδάσκει δι’ ἣν τῶν τοσούτων τεύξεται.
25Τίς δὲ ἦν ἡ αἰτία ἀλλ’ ἐλπὶς ἡ ἐπὶ τὸν Κύριον, δι’ ἣν ἐλέου τυχὼν, τῆς παρὰ Θεοῦ τοῦ ὑψίστου ἐλπίδος οὐκ ἀποπεσεῖται, οὐδὲ σαλευθήσεται τῆς ἐῤῥωμένης ταύτης στάσεως; γὰρ ἐλπὶς οὐ καταισχύνει. Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ
30δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. Θή‐ σεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου. Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτοὺς, καὶ καταφάγεται αὐτοὺς ὁ πῦρ. Λέγεται ταῦτα πρὸς τὸν Θεὸν ὑπὸ τῶν τὴν εὐχὴν ἀναπεμπόν‐
35των, οἳ καὶ φασίν· εἰ καὶ τὰ μάλιστα οἱ ἑαυτοὺς ἐχθροὺς σοὶ τῷ Θεῷ καταστήσαντες, τὰς ἀνακειμένας σοι ψυχὰς καὶ τοὺς ἁγίους πάντας τούς σοι προσῳκειωμένους ἐκπολεμοῦντες οὐ παύονται· ἀλλ’ οὐ διαφεύξονται τὴν ἄφυκτόν σου χεῖρα καὶ τὴν ἀήττητόν σου δύναμιν.
40Τέως μὲν γὰρ εἰς ὅσον γυμνάζειν τοὺς σοὺς οἰκείους ὥσπερ ἀθλητὰς ἐπετράπησαν οἱ ἐχθροί σου, ἐπαίρον‐ ται· πλὴν πρὸς ὀλίγον ἐπαρθέντας αὐτοὺς οὐκ εἰς μακρὰν ἡ σὴ χεὶρ καταλήψεται, καὶ ἡ σὴ δεξιὰ φεύ‐ γοντας θηρεύσει. Τί δὲ ποιήσει καταλαβοῦσα; Θήσεις
45αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώ‐ που σου. Ἐν τῷ καιρῷ γὰρ τῆς ἐπιλάμψεως τοῦ προσώπου σου, ἐν ᾧ τὴν σαυτοῦ δείξεις βασιλείαν, αὐτοὺς ἑαυτοῖς τὸ τῆς κακίας πῦρ συνάξαντας, τὴν καθ’ ἑαυτῶν κόλασιν ἐξάψαι ποιήσεις· ὅπως αὐτοὶ

23

.

200

(50)

ἑαυτοῖς κλίβανος πυρὸς γένοιντο. Ὁποῖα πάσχουσιν οἱ ἐν ταῖς νόσοις τὸ σῶμα πυρέττοντες· μηδενὸς γὰρ ἔξωθεν ὑποκαίοντος, ἔνδον τὸ πῦρ ἐξ ἑαυτῶν ἐπάγον‐ ται. Οὕτως οὖν καὶ τοὺς ἐχθρούς σου καὶ τοὺς μισοῦν‐ τάς σε, φησὶ, θήσεις ὡς κλίβανον πυρός. Διὸ λεχ‐
55θήσεται πρὸς αὐτούς· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.
Τὸν καρπὸν αὐτὸν ἀπὸ γῆς ἀπολεῖς, καὶ σπέρ‐200 in vol. 23

23

.

201

μα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων. Διαδοχαὶ γὰρ γεγό‐ νασι μυρίων ἀσεβῶν καὶ ἀθέων ἀνδρῶν· πολλάκις δὲ καὶ πονηρῶν πατέρων υἱοὶ θεοσεβεῖς καὶ θεοφιλεῖς ἀπεφάνθησαν. Σπέρμα δὲ τῶν ἀθέων καὶ καρπὸς τῶν
5ἀσεβῶν, οἱ λόγοι αὐτῶν καὶ αἱ διδασκαλίαι καὶ τὰ ἄθεα δόγματα, μετὰ τὴν τελευτὴν αὐτῶν ἐν ἀνθρώποις ἀποφανθέντα, τυγχάνει. Ἃ δὴ ὡς ἀγαθὸς ὁ Θεὸς ἀπω‐ λείᾳ καὶ ἀφανισμῷ παραδίδωσιν· ἵνα μήτε καρπὸς τῶν ἀσεβῶν μήτε σπέρμα αὐτῶν περιλείπηται.
10 Ὅτι ἔκλιναν εἰς σὲ κακὰ, διελογίσαντο βουλὰς, ἃς οὐ μὴ δύνωνται στῆσαι. Ὅτι θήσεις αὐτοὺς νῶτον, ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσ‐ ωπον αὐτῶν. Πάλιν παρατίθησι τὴν αἰτίαν δι’ ἣν ταῦτα πείσονται, λέγων· Ὅτι ἔκλιναν εἰς σὲ κακά.
15Ἀντὶ δὲ τοῦ, Ἔκλιναν, ὁ Σύμμαχος· Ὅτι συνέφρα‐ ξαν κατὰ σοῦ εἰς κακόν. Εἰ γὰρ καὶ ἀνθρώπους ἐδό‐ κουν πολεμεῖν, ἀλλ’ ἐπεὶ μὴ δι’ εὔλογον αἰτίαν, μηδὲ διά τινα πρᾶξιν ἄτοπον ἐκείνοις ἐπεβούλευον, διὰ δὲ μόνην τὴν εἰς σὲ εὐσέβειαν· εἰκότως εἴποι ἄν τις αὐ‐
20τοὺς σοὶ τῷ Θεῷ ἐπιβεβουλευκέναι, καὶ πάσας τὰς μηχανὰς ἃς ἐβουλεύσαντο κατὰ τῶν σῶν ὁσίων κατὰ σοῦ τοῦ Θεοῦ μεμηχανῆσθαι. Διὸ δὴ τὰ προλεχθέντα αὐτοὺς καταλήψεται· οὐδὲ τὰς σὰς διαδράναι δυνήσον‐ ται χεῖρας. Οἱ μὲν γὰρ ἐμηχανῶντο καὶ πάντα ἔπρατ‐
25τον ἀθέῳ φρονήματι κατὰ σοῦ τοῦ Θεοῦ βουλευόμενοι· σὺ δὲ αὐτοὺς ἐπιστρόφους ἐποίεις καὶ φυγάδας, ὡς τὰ νῶτα παραχωρεῖν ἐλαυνομένους ὑπὸ τῆς σῆς ὀργῆς.
29ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΥΠΕΡ ΤΗΣ ΑΝΤΙΛΗΨΕΩΣ ΤΗΣ
30ΕΩΘΙΝΗΣ, ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΚΑʹ. Ἡ τοῦ ψαλμοῦ προγραφὴ πᾶσαν τὴν ὑπόθεσιν τῶν ἐν αὐτῷ φερομένων ἐν τῷ καιρῷ τῆς ἐκ νεκρῶν ἀνα‐ στάσεως τοῦ Σωτῆρος ἡμῶν ἀνατίθησι. Διὸ ἐπιγρά‐ φει, Περὶ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς. Ὁποῖα δὲ
35ἦν τὰ τῆς ἑωθινῆς ἀντιλήψεως, αὖθις οἱ εὐαγγελισταὶ παραστήσουσιν· ὁ μὲν Λουκᾶς ὧδε γράφων· Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέος ἐπὶ τὸ μνῆμα ἦλθον γυναῖκες, φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα. Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ
40μνημείου. Εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστη‐ σαν αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ, οἳ καὶ εἶπον· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; Οὐκ ἔστιν
45ὧδε, ἀλλ’ ἠγέρθη· μνήσθητε, ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ· ὁμοίως δὲ καὶ οἱ λοιποὶ εὐαγγελισταὶ εἰρήκασιν. Ὁρᾷς ὅπως τὰ τῆς ἑωθινῆς ἀντιλήψεως κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως τοῦ Σω‐ τῆρος ἡμῶν ἐπληροῦτο; Διὸ τὴν πᾶσαν οἰκονομίαν

23

.

201

(50)

τοῦ σωτηρίου πάθους τῇ ἀναστάσει αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἀνατίθησι, καὶ εἰς αὐτὸ ἐκεῖνο τὸ τέλος τὴν προφητείαν ἀναπέμπει διὰ τῆς λεγούσης προγραφῆς· Εἰς τὸ τέλος ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς, ψαλμὸς τῷ Δαυΐδ. Καὶ πῶς γὰρ οὐκ ἔμελλεν ψαλμὸς
55ἔσεσθαι ἡ τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἡμῶν περιέ‐
χουσα προφητεία, καὶ τῆς Ἐκκλησίας αὐτοῦ τὴν σύ‐202 in vol. 23

23

.

204

στασιν, καὶ τῶν ἐθνῶν ἁπάντων τὴν κλῆσιν τῆς τε γενεᾶς καὶ τοῦ τεχθησομένου λαοῦ τὴν πρόγνωσιν; Ἐπὶ τούτοις γὰρ ὡς ἐπὶ μεγάλοις ἀγαθοῖς συγχαῖ‐ ρον τὸ Πνεῦμα τὸ ἅγιον τὴν ψαλμῳδίαν ποιεῖται.
5 Ὁ Θεὸς ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκα‐ τέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λό‐ γοι τῶν παραπτωμάτων μου. Μὴ προκειμένου δὲ ἐν τῷ Ἑβραϊκῷ τοῦ, πρόσχες μοι, ὃ δὴ κατὰ μόνους τοὺς Ἑβδομήκοντα προσέκειτο τῷ πρώτῳ στίχῳ,
10ἀκριβῶς καὶ ὑπὸ τῆς φωνῆς τοῦ Σωτῆρος ἡμῶν πα‐ ραλέλειπται. Καὶ θέα τίνα τρόπον ἐν πᾶσι τούτοις οὐδαμοῦ πα‐ ραπτωμάτων ἐμνημόνευσαν οἱ λοιποὶ ἑρμηνευταί· οὐδὲ γὰρ ἥρμοζε παραπτώματα ἐφαρμόζειν τῷ τοῦ
15Σωτῆρος ἡμῶν προσώπῳ, ὃς ἁμαρτίαν οὐκ ἐποίη‐ σεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὑπὲρ δὲ τῶν κλαυθμῶν καὶ θρήνων ἄξια πραττόντων ἐν τῷ λαῷ, ὑπὲρ δὲ τοῦ ἀποστόλου αὐτοῦ Ἰούδα, τοῦ ἐξολισθήσαντος καὶ τῆς οἰκείας ἀξίας ἀποπεσόντος,
20ὀδυρόμενος διετέλει βοῶν· Μακρὰν ἀπὸ τῆς σωτη‐ ρίας μου οἱ λόγοι τῶν ὀδυρμῶν μου. Οἱ γὰρ λόγοι, φησὶ, τῶν ἐμῶν, τῶν ὑπὲρ τοῦ λαοῦ πάντοτε γινο‐ μένων, τῆς ἐμῆς σωτηρίας μακρὰν γεγόνασιν, οὐδὲν ὠφεληθέντος τοῦ λαοῦ ἀπὸ τῆς ἐξ ἐμοῦ προξενηθεί‐
25σης αὐτοῖς σωτηρίας. Ἵνα δὲ μὴ δόξωμεν, τοῖς ἄλλοις ἑρμηνευταῖς ἐνταῦθα κεχρημένοι ἐκ περινοίας, τοὺς ἑτέρως τὸν ψαλμὸν ἡρμηνευκότας ἐλέγχειν, τῇ τῶν Ἑβδομήκοντα ἑρμηνείᾳ χρησόμεθα· ταύτῃ γὰρ κἀ‐ κεῖνοι τηρήσει προσεσχηκότες, οὐκ ἔφασαν ἁρμόττειν
30τὸν ψαλμὸν τῷ Κυρίῳ. Ἀκουσάτωσαν τοίνυν Ἰωάννου βοῶντος· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρ‐ τίαν τοῦ κόσμου· τοῦ δὲ θεσπεσίου Παύλου λέγοντος· Τὸν μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα Θεοῦ δικαιοσύνη ἐν
35αὐτῷ· καὶ πάλιν· Χριστὸς ἡμᾶς ἠγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Τοιγαροῦν ὥσπερ δικαιοσύνης ὑπάρχων πηγὴ, τὴν ἡμετέραν ἁμαρτίαν ἀνέλαβε, καὶ εὐλογίας ὢν πέλα‐ γος, τὴν ἐπικειμένην ἡμῖν ἐδέξατο κατάραν, καὶ
40σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας· οὕτω καὶ τοὺς ὑπὲρ ἡμῶν ἐποιήσατο λόγους. Εἰ γὰρ τὴν ὡρι‐ σμένην ἡμῖν παιδείαν ὑπῆλθεν ἑκὼν, παιδεία γὰρ εἰρήνης ἡμῶν ἐπ’ αὐτὸν, ᾗ φησὶν ὁ προφήτης· πολ‐ λῷ μᾶλλον τοῖς ὑπὲρ ἡμῶν ἀνθ’ ἡμῶν ἐχρήσατο λόγοις,
45καὶ βοᾷ· Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. Μὴ ἀποβλέψῃς, φησὶν, εἰς. τὰ τῆς φύσεως πλημμελήματα. Ὁ Θεός μου, κεκράξομαι ἡμέρας πρὸς σὲ, καὶ οὐκ εἰσακούσῃ· καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. Ταῦτα δὲ περὶ ἡμῶν ἐξομολογούμενος, ὁ Σωτὴρ

23

.

204

(50)

λέγει· Οὕτω δέ μου βοῶντος, οἶδα, ὅτι εἰσακούσῃ· μεθ’ ὑποστιγμῆς γὰρ ἀναγνωστέον. Καὶ νυκτὸς δὲ κεκράξομαι, οὐκ ἀνοίας μοι λογιζομένης· ὅτε τὰ περιεστηκότα ἐστὶ σκυθρωπά. Τῶν πολλῶν ἐν ταῖς περιστάσεσι σκοτιζομένων, ὡς καὶ αὐτὸ τοῦτο τί δεῖ
55κράζοντα πρὸς Θεὸν λέγειν ἀγνοεῖν· ἐπίσταμαι γὰρ
ἐγὼ τίνος ἕνεκα περὶ ἐμὲ νυκτερινὴ κατάστασίς ἐστι.204 in vol. 23

23

.

205

Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ. Καὶ μὴν ἐν πᾶσι τοῖς ἁγίοις σου ἐνοικεῖς ἀεὶ συνὼν αὐτοῖς, καὶ πάντοτε αὐτῶν εἰσακούων. Ἐν τούτῳ γοῦν καὶ ἔπαινος γίνεσθαι εἴωθας τοῦ Ἰσραὴλ, τουτέστι
5παντὸς ἁγίου. Εἰ δὲ ἐν πᾶσι τοῖς ἁγίοις κατοικεῖ ὁ Θεὸς, πολλῷ μᾶλλον ἐν τῷ αὐτοῦ Μονογενεῖ, καὶ μειζόνως αὐτοῦ εἰσακούσεται. Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν καὶ ἐῤῥύσω αὐτούς. Πρὸς σὲ ἐκέκραξαν, καὶ ἐσώ‐
10θησαν· ἐπὶ σοὶ ἤλπισαν, καὶ οὐ κατῃσχύνθησαν. Ὧδε καίτοι, φησὶν, οἶδα σαφῶς ὡς ἅπαντες ἡμῶν οἱ πατέρες, τῇ σῇ βοηθείᾳ θαῤῥήσαντες, οὐκ ἐψεύσθη‐ σαν τῆς ἐλπίδος, καὶ εἰς ἐπικουρίαν σε καλέσαντες, τῆς σῆς προνοίας ἀπέλαυσαν· Ἐγὼ δέ εἰμι σκώληξ
15καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπου καὶ ἐξουθέ‐ νημα λαοῦ. Τὸν σκώληκα παντὸς μὲν ζώου εὐτελέ‐ στατον εἶναι συμβαίνει, ὑφίστασθαι δὲ ἀπὸ φθορᾶς σωμάτων· ἀφανιστικὸν δὲ εἶναι καὶ φθαρτικὸν οὗ δ’ ἂν ἐφάψηται. Μέμνηται δὲ τούτου Ἡσαΐας ὁ προφή‐
20της λέγων· Μὴ φόβου, σκώληξ Ἰακὼβ, ὀλιγοστὸς Ἰσραήλ· ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεὸς ὁ λυ‐ τρούμενός σε, ὁ ἅγιος Ἰσραήλ. Ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας, καινούς, πριστη‐ ροειδεῖς· καὶ ἀλοήσεις ὄρη, καὶ λεπτυνεῖς βου‐
25νοὺς, καὶ ὡς χοῦν θήσεις· καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτοὺς, καὶ καταιγὶς διασπερεῖ αὐτούς. Σὺ δὲ εὐφρανθήσῃ ἐπὶ τῷ Κυρίῳ. Δι’ ὧν ἡ προφητεία, σκώληκα ὀνομάσασα, καὶ ὀλιγοστὸν εἰ‐ ποῦσα διὰ τὸ εὐτελὲς καὶ σμικρὸν τοῦ ζώου, δύναμιν
30αὐτῷ μεγάλην συνῆψεν· Ἀλοήσεις ὄρη, φήσασα, καὶ λεπτυνεῖς βουνοὺς, καὶ ὡς χοῦν θήσεις, καὶ λικμήσεις. Καὶ διὰ τῶν προκειμένων τοίνυν λέγων ὁ Σωτήρ· Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος, τὸ εὐτελὲς καὶ ἀσθενὲς καὶ ἀπόβλητον καὶ ἀπεῤῥιμ‐
35μένον τοῦ πάθους ἑαυτοῦ παρίστησι, τό τε τῶν ἐναν‐ τίων δυνάμεων ἀφανιστικόν. Ἤμελλεν γὰρ, ὑποδὺς τὸν θάνατον, καὶ ἐν αὐτῷ γενόμενος τῷ τῶν νεκρῶν χωρίῳ, σκώληκος δίκην τὰς δυνάμεις τὰς ἀντικειμέ‐ νας φθορᾷ παραδιδόναι. Καὶ ἄλλως δ’ ἂν εἴποις σκώ‐
40ληκα αὐτὸν ὠνομάσθαι, καὶ οὐκ ἄνθρωπον, διὰ τὸ μὴ ὁμοίως ἀνθρώποις ἐκ συνουσίας ἄῤῥενος καὶ θηλείας τὴν τῆς σαρκὸς γένεσιν ἐσχηκέναι. Κατὰ τρίτον δὲ τρόπον, τὸν θάνατον ἑαυτοῦ σημαίνει, καὶ τὸν ἄψυ‐ χον νεκρόν· διὸ ἐπιλέγει· Ἐγὼ δέ εἰμι σκώληξ, καὶ
45οὐκ ἄνθρωπος· ὄνειδος ἀνθρώπων καὶ ἐξουδένη‐ μα λαοῦ. Ὁ γὰρ νεκρὸς οὐκ ἄνθρωπος. Ἀλλ’ εἰ μὲν ἦν πάντη νεκρὸς, ἀπήρκει φάναι· Ἐγὼ δέ εἰμι οὐκ ἄνθρωπος· ἀλλ’ ἐπεὶ δυνάμεώς τινος ἀφανιστικῆς τοῦ θανάτου μετεῖχεν, εἰκότως σκώληκα αὑτὸν καὶ οὐκ

23

.

205

(50)

ἄνθρωπον ὠνόμασεν. Γέγονε δὲ ἀληθῶς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν πάντων ὄνειδος, τὸν ἐπονείδιστον σταυ‐ ρὸν ὑπὲρ ἡμῶν ἀναδεδεγμένος. Διὸ καὶ ἑτέρα προφη‐ τεία ἐξ αὐτοῦ προσώπου φησίν· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ’ ἐμέ. Οἱ μὲν οὖν ἄλ‐
55λοι ἄνθρωποι ἐπονείδιστον αὐτὸν ἔσχον κατὰ τὸν τοῦ206 in vol. 23

23

.

208

πάθους καιρόν. Ἕτερον δὲ τάγμα παρὰ τούτοις ἐξου‐ δένωμα αὐτὸν ἐκτήσαντο. Ποῖον δὲ τοῦτο ἢ ὁ ἐκ περι‐ τομῆς λαός; Διὸ ἐπιλέγει ἑξῆς, καὶ ἐξουδένωμα λαοῦ. Διαπαίζοντες γὰρ αὐτὸν οὗτοι καὶ χλευάζοντες,
5ἔλεγον· Οὐά, ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν. Ἄλλους ἔσωσε, σωσά‐ τω ἑαυτόν. Εἰ βασιλεὺς τοῦ Ἰσραήλ ἐστιν, κα‐ ταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ.
10 Περὶ τῶν αὐτῶν καὶ τὰ ἑξῆς ἐπιφέρει λέγων· Πάν‐ τες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με· ἐλάλη‐ σαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν. Ἤλπισεν ἐπὶ Κυρίῳ, ῥυσάσθω αὐτόν· σωσάτω αὐτὸν, ὅτι θέλει αὐτόν. Καὶ ταῦτα ἐπληροῦτο κατὰ τὸν καιρὸν τοῦ
15σωτηρίου πάθους, καθ’ ὃν ἱστορεῖ λέγων ὁ Ματθαῖος· Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κι‐ νοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Οὐὰ, ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκο‐ δομῶν αὐτόν· σῶσον ἑαυτόν. Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ,
20κατάβηθι νῦν ἀπὸ τοῦ σταυροῦ. Ὁμοίως καὶ οἱ ἀρχιερεῖς παίζοντες μετὰ τῶν Φαρισαίων καὶ τῶν γραμματέων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, κατα‐ βάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐ‐
25τῷ. Πέποιθεν ἐπὶ τῷ Θεῷ, ῥυσάσθω αὐτὸν, εἰ θέ‐ λει αὐτόν· εἶπε γὰρ, ὅτι τοῦ Θεοῦ εἰμι ὁ Υἱός. Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. Ἐπὶ σὲ ἐῤῥίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σὺ,
30μὴ ἀποστῇς ἀπ’ ἐμοῦ. Παρίστησιν, ὅτι οὐ κατὰ φύ‐ σιν, οὐδὲ ὁμοίως τοῖς λοιποῖς ἅπασιν ἀνθρώποις, οὐδὲ τοῖς λοιποῖς ζώοις παραπλησίως, τοῖς ἐξ ἄῤῥενος καὶ θηλείας, συνιστάμενος, καὶ τὰ τῆς αὐτοῦ γενέσεως συνετελεῖτο· εἶχε δέ τι πλείω παρὰ τὴν κοινὴν φύ‐
35σιν. Ὅτι θλίψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. Πε‐ ριεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες πε‐ ριέσχον με. Οὐκ ἂν ἁμάρτοις τοὺς ἄρχοντας τοῦ Ἰουδαίων ἔθνους ταύρους πίονας, ἀρχιερέας καὶ γραμ‐
40ματεῖς καὶ πρεσβυτέρους, διὰ τούτων δηλοῦσθαι φή‐ σας. Μέμνηται δὲ αὐτῶν ὁ λόγος ἐν ἑξηκοστῷ ἑβδόμῳ ψαλμῷ λέγων· Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλά‐ μου· ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν. Ἀλλ’ ἐνταῦθα τοὺς μὲν λαοὺς δαμάλεις
45ὠνόμασε, τοὺς δὲ τῶν λαῶν ἡγουμένους ταύρους. Καὶ ἐν τῷ παρόντι δὲ ψαλμῷ, ἀντὶ τοῦ· Περιεκύκλωσάν με μόσχοι πολλοὶ, ὁ Ἀκύλας· Δαμάλαιοι ταῦ‐ ροι πίονες οἱ σιτιστοὶ περιέσχον με, φησὶ, καὶ πε‐ ριεστοιχίσαντό με· κατὰ δὲ τὸν Ἀκύλαν· Δυνάσται

23

.

208

(50)

Βασὰν διεδειγματίσαντό με, εἴρηται, τοῦ λόγου αἰ‐ νιττομένου τὴν τοῦ Πιλάτου στρατιωτικὴν τάξιν, ἣν Βασὰν ὠνόμασεν, οἳ στέφανον ἐξ ἀκανθῶν πλέξαντες, ἀντὶ διαδήματος ἐπέθηκαν αὐτῷ. Ἠνοίξαντ’ ἐπ’ αὐ‐ τῷ τὸ στόμα αὐτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυό‐
55μενος, βοῶντες· Αἶρε, αἶρε, σταύρωσον αὐτόν. Τὸ208 in vol. 23

23

.

209

αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Ἀκύλας δέ· Ὡς λέων, φησὶν, ἁλίσκων καὶ βρυ‐ χώμενος· κατὰ δὲ τὸν Σύμμαχον· Ὡς λέων θηρεύων βρυχώμενος. Οἱ γὰρ αἵματος διψῶντες, καὶ τοῖς ἑαυ‐
5τῶν τέκνοις ἐπισπώμενοι τὸ τοῦ Σωτῆρος αἷμα, βρυ‐ χωμένου λέοντος οὐδὲν διέφερον. Ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. Μετὰ τοὺς Ἰουδαίους τῶν ἐξ ἐθνῶν μνημονεύει στρατιωτῶν. Τούτοις γὰρ
10ἐκεῖνοι παρέδοσαν. Διὸ καὶ τὴν τάξιν ἡ προφητεία τῶν πραγμάτων ἐφύλαξεν. Εἰκότως δὲ ταύρους μὲν ἐκείνους, κύνας δὲ τούτους ὠνόμασεν· οἱ μὲν γὰρ ὑπὸ τὸν τοῦ νόμου ἦσαν ζυγὸν, εἰ καὶ προφανῶς τὸν νό‐ μον παρέβαινον· οἱ δὲ κατὰ νόμον ἦσαν ἀκάθαρτοι.
15Οὕτω δὲ καὶ ὁ Κύριος τὴν Χαναναίαν ὠνόμασεν. Οὐκ ἔστι γὰρ, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Ἀλλ’ ὅμως μετὰ τὸ πάθος οἱ πάλαι· κύνες διὰ τῆς πίστεως εἰς τὴν υἱῶν μεταβεβή‐ κασι τάξιν· οἱ δὲ πάλαι τὴν τῶν υἱῶν ἐσχηκότες κη‐
20δεμονίαν, τὴν κυνῶν προσηγορίαν ἐδέξαντο, ἅτε δὴ κυνῶν δίκην κατὰ τοῦ Δεσπότου λυττήσαντες. Περὶ τούτων ὁ μακάριος Παῦλος βοᾷ· Βλέπε τοὺς κύνας· βλέπετε τοὺς κακοὺς ἐργάτας· βλέπετε τὴν κα‐ τατομήν. Ὁ μέντοι προφητικὸς λόγος κύνας προσ‐
25αγορεύσας ἔφη· Συναγωγὴ πονηρευομένων περι‐ έσχον με· ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξη‐ ρίθμησαν πάντα τὰ ὀστᾶ μου. Καὶ τοῦτο δὲ δῆλόν ἐστι καὶ σαφὲς καὶ τοῖς λίαν φιλονεικοῦσιν· ἀκούομεν γὰρ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις αὑτοῦ τοῦ Κυρίου πρὸς
30τοὺς ἁγίους αὑτοῦ λέγοντος μαθητάς· Βλέπετε τὰς χεῖράς μου, καὶ τοὺς πόδας, ὅτι αὐτὸς ἐγώ εἰμι. Καὶ μέντοι καὶ τῷ Θωμᾷ τῶν ἥλων τοὺς τύπους ὑπ‐ έδειξε, καὶ τὴν ἀπὸ τῆς λόγχης πληγήν· τότε δὲ ἐξη‐ ρίθμησαν πάντα τὰ ὀστᾶ μου· τουτέστιν, οὕτω
35διέτειναν προσηλοῦντες, ὥστε ῥᾴδιον εἶναι τῷ βουλο‐ μένῳ καὶ τὸν τῶν ὀστῶν ἀριθμὸν διαγνῶναι. Αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με· ἀντὶ τοῦ ἐπιτωθά‐ ζοντες καὶ γελῶντες· Διεμέρισαν τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμὸν ἔβαλον κλῆρον·
40καὶ τοῦτο δὲ σαφέστερον ἡ τῶν ἱερῶν Εὐαγγελίων ἱστορία διδάσκει. Οἱ φοβούμενοι τὸν Θεὸν, αἰνέσατε αὐτόν· ἅπαν τὸ σπέρμα Ἰακὼβ, δοξάσατε αὐτόν· φοβηθήτω‐ σαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραήλ. Τοῦ παντὸς
45Ἰουδαίων ἔθνους εἰς τρία τάγματα διῃρημένου, πρῶ‐ τον μὲν εἰς τὸ κοινὸν πλῆθος τοῦ ἔθνους, ὅπερ ἐκα‐ λεῖτο Ἰσραήλ· ἔπειτα εἰς τὸ ἱερατικὸν, ὅπερ ἦν οἶ‐ κος Ἀαρὼν, καὶ τρίτον εἰς τὸ τῶν ἱερέων ὑπηρετι‐ κὸν, ὅπερ ἦν οἶκος Λευΐ. Τὰ τρία καταριθμησάμενος

23

.

209

(50)

ἕτερος ψαλμὸς, ἕτερον τάγμα τέταρτον παρὰ τὰ προ‐ ειρημένα εἰσάγει, τὸ τῶν φοβουμένων τὸν Κύριον. Τοῦτο δὲ ἦν τὸ ἐξ ἐθνῶν ἐπὶ τὸν Θεὸν ἐπιστρεφόν‐ των. Ἔφη γάρ· Οἶκος Ἰσραὴλ, εὐλογήσατε τὸν Κύ‐ ριον· ὁμοίως δὲ καὶ οἶκος Ἀαρὼν, καὶ οἶκος Λευΐ·
55ἐπὶ τέλει δὲ οἱ φοβούμενοι τὸν Κύριον. Ἀλλ’ ἐν τούτῳ μὲν προετάττοντο τῶν φοβουμένων τὸν Κύριον οἱ ἐκ
τοῦ Ἰσραήλ· ἐνταῦθα δὲ μετὰ τὴν ἀνάστασιν τοῦ Σω‐210 in vol. 23

23

.

212

τῆρος προτάττονται τοῦ Ἰσραὴλ οἱ φοβούμενοι τὸν Κύριον. Ἔδει γὰρ, εἰρηκότος αὐτοῦ· Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλη‐ σίας ὑμνήσω σε· τὸν ὕμνον πρώτοις παραδοθῆναι
5τοῖς τῆς Ἐκκλησίας αὐτοῦ. Οὗτοι δὲ ἦσαν οἱ ἐξ ἐθνῶν δι’ αὐτὸν σεσωσμένοι· οὓς δὴ σημαίνει λέγων· Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν. Σφόδρα ἀκριβῶς τοῖς μὲν ἑαυτοῦ ἀδελφοῖς καὶ μαθηταῖς τὸ ὄνομα διηγεῖσθαι τὸ πατρικὸν, ὡς ἂν κρείττοσι καὶ
10δυνατωτέροις, ἐπαγγέλλεται· ἐπὶ δὲ τῆς Ἐκκλησίας αὐτοῦ καὶ τοῦ πλήθους τοῦ λαοῦ οὐκέτι τὸ πατρικὸν ὄνομα παραδίδωσιν· οὐ γὰρ ἐχώρουν οὗτοι· ὕμνον δὲ αὐτοὺς διδάσκει· ἔπειτα τῷ σπέρματι Ἰακὼβ προσ‐ τάττει δοξάζειν αὐτὸν, δεύτερον τάγμα τιθεὶς τὸ
15Ἰουδαϊκὸν, μετὰ τὸν ἐξ ἐθνῶν λαόν· οὓς καὶ ὀνομά‐ ζει οὐκ Ἰακὼβ, ἀλλὰ σπέρμα Ἰακὼβ καὶ Ἰσραὴλ, σφόδρα ἀκριβῶς διὰ τὴν ἐκ τοῦ πατριάρχου γένεσιν. Οὐ γὰρ διὰ τὸν ζῆλον τὸν πατρικὸν, οὐδὲ διὰ τὴν πρὸς τὸν πατέρα ὁμοίωσιν ἄξιοι ἦσαν κεκλῆσθαι Ἰακὼβ,
20ἀλλὰ τοῦ σπέρματος ἕνεκεν τοῦτον ἐχρημάτιζον τὸν τρόπον· Ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ· οὐδὲ ἀπέστρεψε τὸ πρόσ‐ ωπον αὐτοῦ ἀπ’ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου.
26 Φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτὸν, ζήσον‐ ται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. Ἐνταῦθα μέν φησι φάγονται· ὑποκαταβὰς δὲ, ἔφαγον, καὶ
30προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς. Ἀλλ’ ὅτε μὲν ἔφαγον, πίονες ἐγένοντο· πρὸ δὲ τοῦ φαγεῖν πέ‐ νητες ὠνομάζοντο· οὓς ἐπαγγέλλεται βρώσει χρήσα‐ σθαι τῇ ὑπ’ αὐτοῦ χορηγηθησομένῃ. Φάγονται γὰρ, φησὶ, πένητες. Οὗτοι δὲ ἦσαν οὓς καὶ ἐν τοῖς μακα‐
35ρισμοῖς προτάττει τῶν λοιπῶν φάσκων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· οἷς καὶ τὰ ἑξῆς ἐπηγγείλατο λέγων· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιο‐ σύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Ἐπειδὰν δὲ φά‐
40γωσι, φησὶν, οἱ πένητες, καὶ φαγόντες ἐμπλησθῶσιν, ἢ κορεσθῶσιν, κατὰ τὸν Σύμμαχον, τότε αἰνέσουσι Κύριον ἐκζητοῦντες αὐτόν· φαγόντες δὲ τὴν ὑπ’ αὐτοῦ δοθεῖσαν αὐτοῖς βρῶσιν, καὶ ζητήσαντες αὐτὸν, μέγαν ἕξουσι καρπὸν τὸν ἑξῆς δηλούμενον· Ζήσον‐
45ται γὰρ αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. Ὁ γὰρ ἄρτος ζωῆς, ὁ ὑπ’ αὐτοῦ χορηγηθεὶς αὐτοῖς, αἴτιος αὐτοῖς ἔσται ἀθανασίας καὶ ζωῆς αἰωνίου, καθὼς ἐδίδαξεν αὐτὸς εἰπών· Ἐγώ εἰμι ὁ ἄρτος ζωῆς ὁ κατα‐ βαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ διδοὺς ζωὴν τῷ κόσμῳ·

23

.

212

(50)

καὶ πάλιν· Ἐάν τις φάγῃ ἐκ τοῦ ἐμοῦ ἄρτου, ζή‐ σεται εἰς τὸν αἰῶνα, καὶ τὰ ἑξῆς. Ὁρᾷς ὅπως συν‐ ᾴδει ταῦτα τῷ φάσκοντι ψαλμῷ· Φάγονται πένητες καὶ ἐμπλησθήσονται· καὶ, ζήσονται αἱ καρδίαι αὐ‐ τῶν εἰς αἰῶνα αἰῶνος;
55 Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύ‐ ριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνή‐
σουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν212 in vol. 23

23

.

213

ἐθνῶν. Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. Τοῦ γὰρ σωτηρίου φωτὸς αὐ‐ τοῖς ἐπιλάμψαντος, ἀναμνησθήσονται, ὡς ἄρα ἦν τις αὐτοῖς Κύριος, ὅ γε ἀληθῶς τῶν ὅλων δεσπότης· οἱ
5γὰρ νενομισμένοι αὐτοῖς ἦσαν Κυρίου· εἰς ἀνάμνησιν δὲ ἐλθόντες τοῦ σφῶν δεσπότου, ἐπ’ αὐτὸν καταφεύ‐ ξονται· καὶ ὃν πάλαι ἀπεστράφησαν, κατά τινα ἐχθρῶν ἐπιβουλὴν, τοῦτον Κύριον αὐτῶν ὄντα ἐπι‐ γνώσονται, καὶ ἐπιστραφήσονται πρὸς αὐτόν. Ἀλλ’
10ἵνα μή τις νομίσειε ταῦτα λέγεσθαι περὶ τοῦ Ἰου‐ δαίων ἔθνους, ἀκριβῶς ὁ λόγος προστίθησιν, ὡς ἄρα ταῦτα πληρωθήσεται ἐπὶ πάντα τὰ καθ’ ὅλης τῆς οἰκουμένης ἔθνη· εἶτ’ ἐπιστραφέντες τί ποιήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ἀνθ’ οὗ
15Σύμμαχος καὶ Ἀκύλας, πᾶσαι αἱ συγγένειαι τῶν ἐθνῶν, εἰρήκασι σφόδρα ἀκριβῶς. Ποῖον γὰρ ἔθνος οὐχὶ συγγενείας ἔχει ἐπιστραφείσας πρὸς τὸν τῶν ὅλων Θεόν; Ποία δὲ πόλις, ἢ ποία χώρα, ἢ ποῖος οἶκος οὐκ ἔχει τινὰς ἀφωρισμένους καὶ ἐξειλεγμένους
20τῷ Θεῷ; Πῶς δ’ ἔμελλον ἀποτίθεσθαι μὲν τὴν ἑαυ‐ τῶν λήθην, ἀνάμνησιν δὲ ποιεῖσθαι τοῦ τῶν ὅλων Θεοῦ αἱ συγγένειαι τῶν ἐθνῶν· πῶς δὲ ἐπιστρέφειν πρὸς αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς, ἐπιλέγει ἑξῆς· Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει
25τῶν ἐθνῶν. Οἱ γὰρ πάλαι κρατήσαντες δαίμονες καὶ διάβολος κατελύθησαν, καὶ μόνη ἡ τοῦ ἐπὶ πάντων Θεοῦ βασιλεία ἐπεκράτησε. Τάξει οὖν ὁ λόγος καὶ ἀκολουθίᾳ κέχρηται, πρῶτον φήσας· Μνησθήσον‐ ται, εἶτα δεύτερον, ἐπιστραφήσονται, καὶ τρίτον,
30προσκυνήσουσι. Ταῦτα δὲ πάντα ἔσται, Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. Ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς· ἐνώπιον αὐτοῦ προσπεσοῦνται πάντες
35οἱ καταβαίνοντες εἰς τὴν γῆν. Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ. Ἔστι δὲ καθ’ ἑκάστην ἀναστάσιμον ἡμέραν τοῦ Σω‐ τῆρος ἡμῶν, τὴν καλουμένην κυριακὴν, ὄψει παρα‐ λαβεῖν τοὺς τῆς τροφῆς τῆς ἁγίας καὶ τοῦ σώματος
40τοῦ σωτηρίου μεταλαμβάνοντας, καὶ μετὰ τὸ φαγεῖν προσκυνοῦντας τὸν δοτῆρα καὶ χορηγὸν τῆς ζωοποιοῦ τροφῆς, θαυμάσαι τε τῶν λόγων τὸ ἀποτέλεσμα, καὶ κατ’ αὐτὴν τὴν πρόχειρον λέξιν δι’ ἔργων πληρού‐ μενον. Ἀντὶ δὲ τοῦ· οἱ πίονες τῆς γῆς, ἡρμήνευσεν
45ὁ Σύμμαχος, οἱ λιπαροὶ τῆς γῆς. Σημαίνονται δὲ διὰ τούτων οἱ ἐκ τῆς οὐρανίου τροφῆς τὰς ψυχὰς εὐτραφεῖς καὶ ῥωμαλέοι. Ἀλλ’ οὗτοι μὲν ἔφαγον καὶ προσεκύνησαν. Ἐπειδὴ δὲ δεῖ αὐτῷ πᾶν γόνυ κάμψαι ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθο‐

23

.

213

(50)

νίων, εἰκότως ἑξῆς ἐπισυνάπτει λέγων· Ἐνώπιον αὐτοῦ προσπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆν· ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας· Εἰς πρόσωπον αὐτοῦ κάμψουσι πάντες οἱ καταβαίνοντες εἰς χοῦν, ἐκδέδωκε. Σαφῶς δὲ διὰ τούτων καὶ τὸ σχῆμα
55τῶν γόνυ κλινόντων ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ παρ‐ ίσταται, ἐν ᾗ γόνατα κλίναντες, καὶ τὰ μέτωπα εἰς
γῆν ἐρείσαντες, τοῦτον προσκυνεῖν εἰώθασι τὸν τρό‐214 in vol. 23

23

.

216

πον. Εἶθ’ ἑξῆς εἴρηται· Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ· καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ. Ὃ δὴ σαφέ‐ στερον ἡρμήνευσεν ὁ Σύμμαχος συνάψας καὶ εἰπών· Ἔμπροσθεν αὐτοῦ ὀκλάσουσιν ἅπαντες οἱ κατα‐
5βαίνοντες εἰς κόνιν· οὗ ἡ ψυχὴ ζήσει, σπέρμα δὲ λατρεύσει αὐτῷ. Πάντες γὰρ αὐτοὶ, φησὶν, ὀκλά‐ σαντες, καὶ γόνυ κλίναντες προσκυνήσουσιν· ὧν ἐλπὶς ζήσεσθαι τὴν ψυχὴν, καὶ ὧν τὸ σπέρμα λατρεύ‐ σει αὐτῷ. Εἰ δὲ ἐκ προσώπου τοῦ λέγοντος Σωτῆρος
10βούλοιτό τις ἀκοῦσαι τό· Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, κατὰ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν· καὶ, Τὸ σπέρμα μου δουλεύσει αὐτῷ· εἴποι ἂν ταῦτα λέ‐ γεσθαι ὑπὸ τοῦ Σωτῆρος, τοῦτον πάντα τὸν ψαλμὸν διεξιόντος περὶ πάσης ψυχῆς αὐτῷ ἀνακειμένης, καὶ
15περὶ τοῦ αὐτοῦ σπέρματος. Σπέρμα δὲ αὐτοῦ τί ἂν εἴποις ἢ τοὺς διὰ γεννήσεως ἁγίου Πνεύματος γεννωμένους αὐτῷ υἱοὺς, οἳ καὶ δουλεύσαντες τῷ αὐτοῦ Πατρὶ τῆς αἰωνίου καὶ μακαρίας ζωῆς μεθέξουσιν; Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ
20τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος. Προονομάσας σπέρμα αὐτοῦ ὁ Σωτὴρ ἐν τῷ· Καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· τί ποτε εἴη τοῦτο τὸ σπέρμα δια‐ σαφεῖ, γενεὰν ἐρχομένην ὀνομάζων καὶ λαὸν τεχθη‐ σόμενον. Ὥσπερ γὰρ τὰ γεννώμενα, ἀπὸ σπερμάτων
25τὴν ἀρχὴν τῆς ὑποστάσεως λαμβάνει, τὸν αὐτὸν τρό‐ πον τὸν τεχθησόμενον λαὸν καὶ τὴν ἐλευσομένην γε‐ νεὰν, νέαν οὖσαν καὶ καινὴν, οὐδαμόθεν ἕξειν τὴν ἀρχὴν παρίστησιν ἀλλ’ ἢ ἐκ τῶν αὐτοῦ λογικῶν σπερ‐ μάτων, ὧν ἐπὶ γῆς παρὼν κατεβάλλετο διὰ τῶν ἀπο‐
30στόλων αὐτοῦ, τὸ πνεῦμα τῆς υἱοθεσίας. Ἀντὶ δὲ τοῦ· Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, σφό‐ δρα θαυμαστῶς ὁ Σύμμαχος· Ἀναγραφήσεται ἐν βιβλίῳ τῷ Κυρίῳ. Ἤμελλεν ἀναγγέλλεσθαι ἡ γενεὰ ἡ ἐρχομένη· ἀλλ’ ἀνατεθήσεσθαι τῷ Κυρίῳ
35βίβλος προφητείας περὶ τῆς γενεᾶς τῆς ἐρχομένης, καὶ τοῦ τεχθησομένου λαοῦ. ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΚΒʹ. Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ
40ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με· τὴν ψυχήν μου ἐπέστρεψεν. Ὡδήγησέ με. Μέση τυγχάνει κατά‐ στασις ἡ τῶν προβάτων τῆς τε τῶν τελείων προκοπῆς καὶ τῶν ἐν βυθῷ κακίας καλινδουμένων, καὶ διὰ τοῦτο ἑρπετοῖς καὶ θηρίοις ἀγρίοις παραβαλλομένων. Ὁ
45μὲν γὰρ τέλειος γένοιτ’ ἂν ὁ κατὰ τὴν εἰκόνα τοῦ Θεοῦ καὶ τὴν ὁμοίωσιν αὐτοῦ τὴν ψυχὴν τοῖς κατ’ ἀρετὴν τρόποις κεχαρακτηρισμένοις· ὁ καὶ βασιλέα τὸν Κύριον, ἀλλ’ οὐ ποιμένα ἐπιγραφόμενος· ὁ δὲ ἐκπεσὼν ταύτης, ἐξ αὐτοπροαιρέτου δὲ διαστροφῆς ἐπὶ τὴν θη‐

23

.

216

(50)

ριώδη μεταβεβληκὼς ἕξιν, ἵππος θηλυμανὴς χρηματί‐ σοι ἂν, καὶ λύκος ἁρπακτικός. Ὄφεις δὲ, καὶ γεννήμα‐ τα ἐχιδνῶν, καὶ χοίρους, καὶ κύνας, καὶ ἀλώπεκας τοὺς τοιούτους εἴωθεν ὀνομάζειν ἡ Γραφή. Οἱ δὲ ἐκ τῆς τοι‐ αύτης καταπτώσεως μεταβάλλοντες ἐπὶ τὴν κρείττονα
55κατάστασιν, τέως μὲν ὥσπερ ἐν εἰσαγωγαῖς καὶ προ‐ θύροις γιγνόμενοι τῆς κατὰ Θεὸν γνώσεως, πρόβατα
ἂν εἰκότως κληθεῖεν Θεοῦ· προκόψαντες δὲ ἐπὶ τὸ216 in vol. 23

23

.

217

τελειότερον, ἄνθρωποι χρηματίζουσιν. Ὅτε γε μὴν πρόβατα τυγχάνουσιν, ὑπὸ ποιμένι τῷ διὰ Ἰεζεκιὴλ δηλωθέντι Δαυῒδ, τουτέστι τῷ ἐκ σπέρματος Δαυῒδ Σωτῆρι ἡμῶν καὶ Χριστῷ, ἀγόμενοι, διδάσκονται
5λέγειν· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστε‐ ρήσει. Οἱ δὲ αὐτοὶ τῆς νοερᾶς καὶ καινῆς τροφῆς καὶ πόας ἀντιλαμβανόμενοι τῆς ἐν τοῖς ἱεροῖς Εὐαγγε‐ λίοις ἐροῦσιν· Εἰς τόπον χλόης ἐκεῖ με κατεσκή‐ νωσεν. Πίνων δὲ τοῦ ὕδατος ὁ εἰσαγόμενος ἐν Χριστῷ,
10οὔπω δὲ τοῦ οἴνου τοῦ τῆς ἀληθινῆς ἀμπέλου οἷός τε ὢν μεταλαμβάνειν, διὰ τὸ ἔτι πρόβατον εἶναι, τέως δὲ τῷ σωτηρίῳ τρεφόμενος ὕδατι, περὶ οὗ ἐβόα ὁ Σωτὴρ λέγων· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· καὶ πάλιν· Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ
15ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· καὶ αὖθις· Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα· εἴποι ἄν· Ἐπὶ ὕδατος ἀναπαύ‐ σεως ἐξέθρεψέ με. Ἀλλὰ καὶ πᾶν ἄχθος ἀποθέμενος
20τῶν παλαιῶν ἁμαρτημάτων διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, εἴποι ἄν· Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Ἀναπαύσεως γὰρ ὡς ἀληθῶς ἐκεῖνο τὸ ὕδωρ, δι’ οὗ τὸ βαρὺ καὶ ἐπίμοχθον φορτίον τῶν ἁμαρτιῶν τὸ πιεζοῦν τὴν
25ψυχὴν ἀποῤῥίψας τις, καὶ πάντα ῥύπον καὶ σπίλον καὶ κηλίδα σμηξάμενος, δεσμῶν τε ἀνεθεὶς πολυπλό‐ κων, συνῃσθημένος τούτων ἁπάντων ἐρεῖ· Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Εἶθ’ ὥσπερ ἐκ‐ λείπων πάλαι τὴν ψυχὴν, ἔπειτα διὰ τῆς ἀποδοθείσης
30χλόης καὶ τοῦ σωτηρίου ὕδατος ἀναλαβὼν ἑαυτὸν, καὶ ὥσπερ ἐκ θανάτου παλινδρομήσας, φήσει· Τὴν ψυ‐ χήν μου ἐπέστρεψε. Ταῦτα πάντα ὑπάρξει τῷ διὰ τοῦ δηλωθέντος Δαυῒδ ὑπὸ τοῦ Κυρίου ποιμαινο‐ μένῳ. Ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν
35τοῦ ὀνόματος αὐτοῦ. Ταῦτα, φησὶ, πράττει, ὡς ἂν μὴ βλασφημῆται αὐτοῦ τὸ ὄνομα, τῶν αὐτοῦ προ‐ βάτων ἀπολλυμένων, ἢ κακῶς ἀγομένων. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβη‐ θήσομαι κακὰ, ὅτι σὺ μετ’ ἐμοῦ εἶ. Μακρὰν γὰρ ἡ
40ἁμαρτία παντὸς συνόντος Θεῷ. Σκιὰν θανάτου τὸν κοινόν φησι θάνατον, καὶ τὴν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος λύσιν, πρὸς ἀντιδιαστολὴν τοῦ θανάτου τῆς ψυχῆς, καθ’ ὃ εἴρηται· Ψυχὴ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται· καὶ, Ἔστιν ἁμαρτία πρὸς θάνατον.
45Οὐκ ἔστι γὰρ σκιὰ θανάτου· ἀλλ’ ἀληθινὸς θάνατος ἡ τῆς ψυχῆς ἀπώλεια τυγχάνει. Ἐπεὶ οὖν μεμαθήκασιν, ὡς ἄρα ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα, μεταβέβηκε δὲ ἀπὸ τοῦ θα‐ νάτου εἰς τὴν ζωὴν, σφόδρα ἀκριβῶς οὐ φασὶ θάνα‐

23

.

217

(50)

τον ἐπιέναι αὐτοῖς ἀλλ’ ἢ ἄρα σκιὰν θανάτου· ταύτῃ δηλοῦντες τοὺς κατὰ ἄνθρωπον κινδύνους καὶ τὸν σωματικὸν θάνατον οὐδὲν ἕτερον ὄντα ἢ χωρισμὸν ψυχῆς ἀπὸ σώματος. Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με
55παρεκάλεσαν. Ταῦτα οὖν παρακαλεῖ τὸν τυπτόμενον καὶ τὸν κολαζόμενον, πεπεισμένον, ὅτι μαστιγοῖ ὁ
Θεὸς πάντα υἱὸν ὃν παραδέχεται.218 in vol. 23

23

.

220

Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με. Ἐλίπανας ἐν ἐλαίῳ τὴν κε‐ φαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον ὡς κράτιστον! Ἴσασι γὰρ καὶ τὸ πνευματικὸν ἔλαιον,
5ὃ τὴν κεφαλὴν ἐπιάνθησαν, καὶ τὴν κρατύνουσαν, ἀλλ’ οὐ διαλύουσαν μέθην· καὶ τὴν μυστικὴν τροφὴν, ἣν προτίθησιν ἡμῖν ὁ πρὸς τὸ ποιμαίνειν καὶ νυμφίος γενόμενος. Τούτοις δὲ, φησὶν, ἐντρυφῶμεν τοῖς ἀγαθοῖς, τῶν δυσμενῶν ἀνιωμένων καὶ τρυχομένων· ὅτι οἱ πά‐
10λαι, φησὶ, δουλεύοντες τοσαύτης μεταβολῆς τετυχήκα‐ σιν, ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου.
13 Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν
15οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν. Πεποιθὼς τῷ σῷ ἐλέει, καὶ τῇ σῇ χάριτι, οἶδ’ ὅτι οὐκ ἐκπεσοῦμαι τῆς παρὰ σοὶ ἐλπίδος παιδαγωγούμενος πάσας τὰς ἡμέρας τῆς ζωῆς μου ὑπὸ τοῦ σοῦ ἐλέους. Τοῦτο γοῦν τὸ σὸν ἔλεος καὶ αὐτή σου ἡ χάρις κατηξίωσέ
20με οἰκητήριον κτήσασθαι τὸν σὸν οἶκον καὶ τὴν σὴν Ἐκκλησίαν· ἔνθα τὰς διατριβὰς ποιούμενος ὡς ἐν οἴκῳ Θεοῦ, ἱερῷ καὶ ἁγίῳ ναῷ, μακρότητος τῶν παρὰ σοὶ ἡμερῶν καὶ ζωῆς αἰωνίου τεύξομαι. Τὸ γὰρ κατ‐ οικεῖν με ἐν τῷ σῷ οἴκῳ, καὶ μηδέποτε αὐτοῦ ἐξ‐
25ίστασθαι μηδὲ ἀπονεύειν, ἀεὶ δὲ εἴσω περιβόλων ἱερῶν τὰς διατριβὰς ποιεῖσθαι, ταῦτά μοι αἴτια γενήσεσθαι πιστεύω μακρότητος ἡμερῶν τῶν ἐκ τοῦ σοῦ φωτὸς ὑφισταμένων. Ἀντὶ δὲ τοῦ, εἰς μακρότητα ἡμερῶν, εἰς μῆκος χρόνου ὁ Σύμμαχος ἡρμήνευσε, τῆς
30κατὰ τὸν Θεὸν ζωῆς τὸ ἄπειρον καὶ ἀθάνατον σημή‐ νας. ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΚΓʹ. Ἐν ἐνίοις ἀντιγράφοις εὗρον· «Τῆς μιᾶς τῶν Σαββάτων.»
35 Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Εἰ μὴ γὰρ Λόγος αὐτῆς, φησὶν, ἐπεστάτει θεῖος, καὶ εἰ μὴ σοφία Θεοῦ τοῦ‐
40τον αὐτὴν τεθεμελιώκει τὸν τρόπον, πάλαι ἂν φυ‐ σικῷ βάρει κάτω που φερομένη κατὰ βυθῶν κεχω‐ ρήκει. Ἀλλ’ ἦν ἄρα κρείττων αὐτῆς ἡ θαυματουργὸς καὶ παραδοξοποιὸς τοῦ τῶν ὅλων Κυρίου δύναμις, ἢ τὸν τοσοῦτον ὄγκον καὶ τὸ τοσοῦτον τῆς γῆς πλή‐
45ρωμα, ὅλην τε τὴν οἰκουμένην καὶ τοὺς κατοικοῦντας αὐτὴν ἄνω φέρεσθαι μετέωρον ὑπὲρ τὰ νῶτα τῶν ὑδάτων βεβούληται. Διὸ, αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, εἴρηται. Οὐ γὰρ αὐτὴ ἑαυτὴν ἡ βαρεῖα καὶ ἄψυχος γῆ ἐπὶ τῶν βυθῶν ἐστήριξεν,

23

.

220

(50)

ἀλλ’ ὁ πάντων δημιουργὸς ὁ τοῦ Θεοῦ Υἱὸς, ὃς τὸ στερέμνιον καὶ βαρὺ τῆς γῆς στοιχεῖον θεϊκῇ δη‐ μιουργίᾳ ὑπὲρ νώτων ὀχεῖσθαι θαλάσσης καὶ ὑπεράνω τῆς ὑγρᾶς φύσεως ἑστάναι βουληθεὶς, καὶ τοῦτον αὐτὴν θεμελιώσας τὸν τρόπον. Καὶ καθ’ ἕτε‐
55ρον δὲ λογισμὸν παρίστησι τὸ μὴ αὐτόματον ὑποστῆ‐
ναι τὴν γῆν, μηδὲ ὡς ἔτυχεν, εἰκῆ καὶ ἀλόγως, τὸ220 in vol. 23

23

.

221

τοιοῦτον αὐτῇ περιβεβλῆσθαι σχῆμα· διὸ ἐπιλέγει· Καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Εἰ μὲν γὰρ ὅλη δι’ ὅλου λεία καὶ ὁμαλὴ κατὰ τὴν σφαῖραν τῶν Ἑλλήνων ὑπῆρχεν, οὐκ ἄν ποτε τῆς τῶν ποταμῶν
5συστάσεως δεκτικὴ ἐγεγόνει· οὐδ’ ἂν εἰς γεωργίαν ἐπιτηδεία, ἐκρεόντων ἁπανταχόθεν τῶν εἰς αὐτὴν φερομένων ὄμβρων· ὡς αὖ πάλιν ἐκ τοῦ ἐναντίου, εἰ πλὰξ ἦν μία ἡπλωμένη καὶ ἀνειμένη εἰς πεδιάδας χώρας, οὐδ’ οὕτως συνέστησαν ἐν αὐτῇ ποταμοί· οἵ
10τ’ ἐξ ἀεννάων πηγῶν φερόμενοι, οἵ τε ἐκ τῶν χειμε‐ ρινῶν ὄμβρων συνιστάμενοι· πάλαι δ’ ἂν ἐπικλύσαν‐ τες πᾶσαν, οὔτε σπέρμασιν, οὔτε φυτοῖς, οὔτε γεωρ‐ γίαις ἐπιτηδείαν αὐτὴν παρεῖχον· ἀλλ’ οὐδὲ αὐτοῖς τοῖς οἰκήτορσιν γεγόνει ἂν χρήσιμος, πάντων ἐπι‐
15κλυζομένων καὶ κατασυρομένων ὑπὸ τῆς τῶν ὑδά‐ των πλημμύρας. Ταῦτα μὲν οὖν ἦν, εἰ μὴ λόγος τις δημιουργικὸς καὶ Θεοῦ σοφία τεχνικῶς αὐτῇ τοιόνδε σχῆμα περιβεβλήκει· νυνὶ δὲ οὕτως κατεσκευάσθη, ὡς εἰς ὄρη καὶ νάπας, βουνούς τε καὶ φάραγγας
20ἐσχηματίσθαι· ὡς καὶ ποταμοὺς τὰς ἑαυτῶν διεξόδους ἀκωλύτως ποιεῖσθαι· ὄρη τε καὶ ἄλση καὶ φυτὰ ζώοις ἀπονέμεσθαι· χώρας τε καὶ πεδιάδας εἰς οἰκήσεις καὶ γεωργίας ἀνθρώποις ἀφωρίσθαι. Τίς τοίνυν οὐκ ἂν ὁμολογήσειεν ἀληθῶς σοφῆς εἶναι προμηθείας ταῦτα;
25ἣ, προλαβοῦσα τὸ μέλλον πρὸ τοῦ πληρώματος τῆς γῆς, καὶ πρὸ τοῦ συστῆναι τὰ ἐν αὐτῇ, τοιάνδε αὐ‐ τὴν ἐσχημάτισε, καταλλήλῳ διαπλάττουσα τύπῳ, ὡς ἂν τοῖς πᾶσι γένοιτο ἐπιτηδεία. Μυστικώτερον δὲ τοῦ Κυρίου γέγονεν ἡ γῆ.
30 Τὶς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; τὸ τελικὸν ἀγαθὸν καὶ τὸν Θεὸν Λόγον λεκτέον, ἐφ’ ὃ ἀναβαίνει ὁ διὰ προκοπῆς ἐπὶ τὴν ἀκρώρειαν αὐτοῦ φθάσαι γλιχόμενος. Σπάνιος δὲ ὁ τοιοῦτος· διὸ εἴρηται· Τίς
35ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; ἢ τίς στήσε‐ ται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ, καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. Οὗτος λή‐
40ψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ. Αὕτη ἡ γενεὰ ζη‐ τούντων αὐτὸν, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. Διάψαλμα. Ἄρατε πύλας, οἱ ἄρ‐ χοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ
45εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ. Ἴσως δὲ διὰ τῆς πεύσεως καὶ ἀποκρίσεως διδάσκουσι πάν‐ τας ἀνθρώπους τὴν δεσποτείαν τοῦ Κυρίου ἡμῶν

23

.

221

(50)

Ἰησοῦ Χριστοῦ· εἴ γε τίς δ’ οἴῃ ταύτας μὴ ἀγνοεῖν. Τινὲς δὲ τὴν δευτέραν πεῦσιν καὶ ἀπόκρισιν, οὐ ταῖς ἔτι ἀνωτέρω δυνάμεσιν εἰρῆσθαι φασὶν, ἀλλὰ ταῖς αὐταῖς. Τό τε διάψαλμα πρὸ τοῦ· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, κείμενον, τῆς μελῳδίας ἔοικε με‐
55ταβολὴν πεποιῆσθαι· ἐπεὶ καὶ τῆς διανοίας αὐτῆς. Ἐν δὲ τῷ λέγειν εἰσελεύσεσθαι αὐτὸν, λεληθότως καὶ ἔξοδον αὐτοῦ ᾐνίξατο. Εἶτ’ ἐπεὶ μὴ μόνος ἤμελλεν εἰσιέναι εἰς τὴν αὐτοῦ βασιλείαν, πάσας ἀναπετα‐
σθῆναι τὰς πύλας ὁ λόγος παρακελεύεται διὰ τοὺς222 in vol. 23

23

.

224

μέλλοντας κληρονομεῖν τὴν βασιλείαν τῶν οὐρανῶν σὺν τῷ Υἱῷ τοῦ Θεοῦ. Πολλὰς γὰρ ἀνέῳξε καὶ διαφό‐ ρους πύλας τῆς εἰς τοὺς οὐρανοὺς εἰσόδου· ἐπεὶ καὶ πολλαὶ μοναὶ παρὰ τῷ Πατρί. Ὅρα δὲ εἰ μὴ ἐν τού‐
5τοις λυθείη ἂν τὸ ζητούμενον ἐν τῷ φάσκοντι ψαλμῷ· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Ἐνταῦθα γὰρ τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὸν ἀλαλαγμὸν καὶ τὴν φωνὴν τῆς σάλπιγγος ἀποδί‐ δωσιν. Ἐν γὰρ τῇ εἰς οὐρανοὺς ἀναβάσει τοῦ Υἱοῦ
10τοῦ Θεοῦ, τοὺς διακονησαμένους αὐτῷ ἀγγέλους τὴν εἰς ἀνθρώπους οἰκονομίαν προτρέχειν αὐτῷ εἰκὸς, καὶ τὰς οὐρανίους πύλας αὐτῷ παρασκευάζειν, φω‐ νάς τε ἀφιέναι καὶ βοὰς ἀγγελικὰς, τὰς ἐν τῷ ψαλμῷ φερομένας· ἃς δὴ ἀλαλαγμὸν καὶ φωνὴν σάλπιγγος
15ὠνόμασε φήσας· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύ‐ ριος ἐν φωνῇ σάλπιγγος. ΤΩ ΔΑΥΙΔ ΚΔʹ. Ἐπεὶ μήτε ψαλμὸς ἐπιγέγραπται, μήτε ᾠδὴ, μήτε τι τῶν παραπλησίων, ἀλλ’ οὐδ’ εἰς τὸ τέλος ἀνα‐
20πέμπεται τὰ προκείμενα· λόγοι δέ εἰσιν ἐν ἁγίῳ Πνεύ‐ ματι τῷ Δαυῒδ συγγεγραμμένοι· διὸ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς τοῦ Δαυῒδ προγέγραπται· εἰκότως φή‐ σομεν διδασκαλίαν περιέχειν τῆς πρὸς τὸν Θεὸν ἐξο‐ μολογήσεως, ᾗ πρῶτος μὲν αὐτὸς ὁ Δαυῒδ ἐχρήσατο,
25ἔπειτα δὲ καὶ ἡμῖν παραδέδωκε, παιδεύων ὅπως χρὴ νοσήσαντα τὴν ἑαυτῶν θεραπεύειν ψυχὴν δι’ ἐξο‐ μολογήσεως. Πρὸς σὲ, Κύριε, ᾖρα τὴν ψυχήν μου· ὁ Θεός μου, ἐπὶ σοὶ πέποιθα, μὴ κατασχυνθείην· μηδὲ
30καταγελασάτωσάν με οἱ ἐχθροί μου· καὶ γὰρ πάν‐ τες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσι. Ταῦτά φησιν, ὡσανεὶ ἐπάρας εἰς ὕψος μεταθείς τε καὶ μετεωρίσας τῶν τῇδε πραγμάτων τὴν ἑαυτοῦ ψυ‐ χήν· ἄνω τε πλησίον αὐτὴν τοῦ Θεοῦ τῇ διαθέσει κα‐
35ταστήσας δι’ ἀποστροφῆς μὲν τῶν θνητῶν καὶ ἀν‐ θρωπίνων, ἐπιστροφῆς δὲ γνησίας τῆς πρὸς αὐτόν. Ἔπειτά φησι· Τοῦτο πεποίηκα, οὐκ ἐμαυτῷ θαῤῥῶν, ἀλλ’ ἐπὶ σοὶ τῷ Θεῷ μου πεποιθὼς, πολλῇ παῤῥησίᾳ χρώμενος. Ὁ πάντων μὲν τῶν αἰσθητῶν καὶ ὁρω‐
40μένων καταφρονήσας, ἐπὶ δὲ τὸν ἀσώματον καὶ ἀόρα‐ τον Θεὸν τὴν ἑαυτοῦ ψυχὴν ἐπάρας, ὡς ἂν ἴδιον ἑαυ‐ τοῦ κτῆμα γενόμενον τὸν Θεὸν ἐπικαλεῖσθαι θαῤῥεῖ· διὸ λέγει· Ὁ Θεός μου, ἐπὶ σοὶ πέποιθα. Καὶ τὰ παρ’ ἐμοῦ μὲν, φησὶ, ταῦτα. Λοιπὸν δὲ εὐχῆς μοι δεῖ,
45καὶ τῆς παρὰ σοῦ τοῦ Θεοῦ συνεργείας, πρὸς τὸ μὴ ἐκπεσεῖν τοῦ σκοποῦ, μηδ’ ὥσπερ ἀφ’ ὑψηλῆς ἀκρω‐ ρείας πεσόντα ἀποῤῥαγῆναι. Διὸ δέομαι καὶ ἱκετεύω μὴ καταισχυνθῆναι, μηδὲ καταγελασθῆναι ὑπὸ τῶν ἐχθρῶν μου· ταῦτα δέ μοι ἔσται ἐκ τῆς σῆς τοῦ Θεοῦ

23

.

224

(50)

μου βοηθείας. Τὰ μὲν γὰρ πρῶτα ἐξ ἐμῆς ἦν προαι‐ ρέσεως, τὸ ἄγειν καὶ φέρειν τὴν ἐμαυτοῦ ψυχὴν ὅπη καὶ βούλομαι· τὰ δὲ δεύτερα τῆς σῆς ἀντιλήψεως καὶ συνεργείας δεῖται. Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. Μόνον
55ὑπομένειν τῇ προθέσει, μηδὲ μεταβάλλειν, καὶ μεθί‐ στασθαι τῆς πίστεως. Οἱ γὰρ εὐρίπιστοι καὶ παντὶ
ἀνέμῳ περιφερόμενοι πάθοιεν ἄν ποτε τὰ τῆς αἰσχύ‐224 in vol. 23

23

.

225

νης· οὐ μὴν καὶ οἱ λέγειν μεμαθηκότες· Ὑπομένων ὑπέμεινα τὸν Κύριον. Ἀντὶ δὲ τοῦ, ἀνομοῦντες, οἱ λοιποὶ καὶ ἡ πέμπτη ἔκδοσις, οἱ ἀποστατοῦντες ἡρμηνεύκασιν· σαφῶς τοὺς παραβάτας, καὶ μὴ τῷ
5προτέρῳ ἑαυτῶν σκοπῷ ἐμμένοντας καταισχυνθήσε‐ σθαι ἀποφηνάμενοι. Τῆς γὰρ ἀποστασίας ἑαυτῶν καρπὸν ὑπόκενον εὑρόντες, ὡς ἂν διακενῆς ἀποστα‐ τήσαντες τοῦ Θεοῦ, καταισχυνθήσονται.
11 Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με. Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ Σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέ‐
15ραν. Εἰσὶ δὲ ὁδοὶ τοῦ Κυρίου αἱ τῆς προνοίας αὐτοῦ διοικήσεις, καθ’ ἃς τὰ σύμπαντα διακυβερνᾷ· περὶ ὧν ὁ θεῖος Ἀπόστολος διδάσκων ἔλεγεν· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξ‐ ερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι
20αἱ ὁδοὶ αὐτοῦ. Οὕτω δὲ καὶ τρίβοι αὐτοῦ εἶεν αἱ κατὰ μέρος διοικήσεις τῶν ὅλων, καθ’ ἃς ὥσπερ ἐπιπορευόμενος τά τε κατ’ οὐρανὸν καὶ τὰ ἐπὶ γῆς τῇ προνοητικῇ δυνάμει, τρίβους ἑαυτοῦ καὶ πορείας τοῖς νοεῖν δυναμένοις δείκνυσι· διὸ κατὰ τὸν Σύμ‐
25μαχον, εἴρηται, καὶ τὰς πορείας σου δίδαξόν με. Ταῦτα δέ με διδάσκων, ἐπίστησόν με τῇ ἀληθείᾳ σου, πρὸς τὸ μὴ σφάλλεσθαι ψευδοδοξοῦντα, καὶ ἕτερα ἀνθ’ ἑτέρων ἐν τῇ τῶν φυσικῶν θεωρίᾳ δοξάζειν, ὁποῖα πεπόνθασιν οἱ σοῦ τοῦ Θεοῦ μὴ τυχόντες διδα‐
30σκάλου, λογισμοῖς δὲ θνητοῖς καὶ ἀνθρωπίνοις κατα‐ στοχασάμενοι τῶν πραγμάτων, καὶ μακρὰν τῆς ἀληθείας ἐξακοντισθέντες. Διδαχθεὶς δὲ παρὰ σοῦ, ὅτι μὴ μόνον κτίστης καὶ δημιουργὸς καὶ Θεός μου τυγχάνεις, ἀλλὰ καὶ Σωτήρ μου, εἰκότως σὲ ὑπ‐
35έμεινα ὅλην τὴν ἡμέραν, τουτέστι πᾶσαν τὴν ζωήν μου, μεμαθηκὼς, ὅτι πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν. Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. Ἁμαρτίας
40νεότητός μου, καὶ ἀγνοίας μου μὴ μνησθῇς. Οὐχ ἡγοῦμαι ταῦτα τῷ Δαυῒδ τοσοῦτον ἁρμόζειν, ὅσον τοῖς ἐξομολογεῖσθαι ἐπὶ τοῖς πρότερον ἁμαρτήμασιν ἑαυτῶν διδασκομένοις. Οὐ γὰρ εὑρίσκομεν τὸν Δαυῒδ ἐν τῇ νεότητι αὐτοῦ ἡμαρτηκότα, οὐδ’ ἐν τῇ παιδικῇ
45ἡλικίᾳ· ἀλλ’ οὐδ’ ἐν ἀγνοίᾳ γεγενημένον. Μήποτ’ οὖν ἡ διδασκαλία ὡς παρὰ ἰατροῦ τοῖς νενοσηκόσι, καὶ ἐν τῇ τῆς ἡλικίας ἀκμῇ ἐντὸς γενομένοις Θεοῦ γνώ‐ σεως, νεωτερικοῖς ἁμαρτήμασιν ἐγκαλινδηθεῖσιν, δί‐ κην φαρμάκου παραδέδοται; ὡς ἂν μαθόντες ἐξομο‐

23

.

225

(50)

λογοῖντο τὰ ἐν ἀγνοίᾳ αὐτοῖς πεπλημμελημένα, ἀνα‐ καλύπτοντες τῷ Θεῷ, καὶ ὥσπερ παλαιὰ τραύματα τῆς ἑαυτῶν ψυχῆς ἀπογυμνοῦντες αὐτῷ, δεόμενοί τε ἰάσεως καὶ θεραπείας τυχεῖν διὰ τοῦ ἐλέους αὐτοῦ, ἕνεκεν τῆς χρηστότητός σου, Κύριε.
55 Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος, διὰ τοῦτο νομο‐ θετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. Ὁδηγήσει πραεῖς
ἐν κρίσει, διδάξει πραεῖς τὰς ὁδοὺς αὐτοῦ. Χρη‐226 in vol. 23

23

.

228

στός ἐστιν καὶ εὐθὲς, φησὶν, ὁ Κύριος, εὖ διατιθέ‐ μενος τὰ πάντα, καὶ τὴν εὐθεῖαν ὁδὸν ἀγαπῶν, τά τε σκολιὰ εἰς εὐθεῖαν ἄγων. Διὰ τοῦτο οὐκ ἀποστρέ‐ φεται, οὐδὲ παρορᾷ καταλιμπάνων αὐτοὺς φθείρεσθαι
5ταῖς ἑαυτῶν ἁμαρτίαις· ἀλλ’ οἷα φιλάνθρωπος καὶ ἀγαθὸς Σωτὴρ νοσούντων μᾶλλον ἢ ὑγιαινόντων τὴν φροντίδα ποιεῖται· καὶ τούτοις νομοθετεῖ, μετανοίας ὁδοὺς ὑποδεικνὺς αὐτοῖς, καὶ νόμους τοὺς ἁρμόζοντας αὐτοῖς πρὸς σωτηρίαν παρατιθέμενος. Ἔστι γάρ τις
10καὶ ὁδὸς τοῖς ἁμαρτάνουσιν ἐπιδεδειγμένη σωτηρίας, ἡ τῆς ἐπιστροφῆς καὶ μετανοίας καὶ ἐξομολογήσεως, ὡς ἑτέρα οὖσα παρὰ τὴν τοῖς τελείοις δεδομένην. Νομοθετῶν γὰρ ὁ Θεὸς, ἄλλην μὲν ἁμαρτάνουσιν ὁδὸν δείκνυσιν, ἑτέραν δὲ τοῖς ἐπιστρέφουσιν ἐξ ἁμαρ‐
15τίας, καὶ ἄλλην πάλιν τοῖς ἐν ἀρετῇ προκόπτουσι, καὶ ἑτέραν τοῖς τελειοτέροις. Διὸ τοῖς μὲν ἁμαρτά‐ νουσιν ὑποδείκνυσιν ὁδόν· τοὺς δὲ πραεῖς ὁδηγήσει ἐν κρίσει κεκριμένως, καὶ αὐτῶν πρόνοιαν ποιούμενος ὡς βελτιόνων· διὸ καὶ μακαρισμῶν αὐτοὺς ἀξιοῖ,
20κατὰ τὸ, Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονο‐ μήσουσι τὴν γῆν. Τούτους δὲ καὶ διδάσκει ὁδοὺς αὐτοῦ. Ἀντὶ δὲ τοῦ, ὁδοὺς αὐτοῦ, ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος, ὁδὸν ἑαυτοῦ, ἔφησεν. Ταύτην γὰρ αὐτὸς ὁ Σωτὴρ ὥδευσε τὴν ὁδὸν κατὰ τὸ λελεγμένον· Μά‐
25θετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρ‐ δίᾳ. Κατὰ ταύτην οὖν ἄγων αὐτοὺς, ὁδηγὸς αὐτῶν καὶ χειραγωγὸς γίνεται· διόπερ ὡς σοφὸς νομοθέτης, ἄλλην μὲν ὁδὸν ἐπιδείκνυσι τοῖς ἁμαρτάνουσιν, ἑτέ‐ ραν δὲ τοῖς πράοις.
30 Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν Διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. Πολλαὶ μὲν, φησὶν, αἱ ὁδοὶ τοῦ Κυρίου, πλὴν ἀλλ’ ἐν πάσαις τὸ ἔλεος αὐτοῦ προτρέχει· τῷ τε ἐλέει συμπαρορμᾷ ἡ ἀλήθεια· ἐλεεῖ γὰρ τὰ ὄντα καὶ οὐδὲν
35βδελύσσεται ὧν ἐποίησεν· οὐδὲ γὰρ μισῶν τι κατ‐ εσκεύασε. Καθ’ ἑκάστην τοίνυν ὁδὸν τῆς τοῦ Θεοῦ διοι‐ κήσεώς τε καὶ προνοίας τὸ ἔλεος αὐτοῦ προτρέχει, ἕπεται δὲ τῷ ἐλέῳ ἡ ἀλήθεια. Τοῖς δ’ ἐκζητοῦσιν, ἀσχολουμένοις, ὁ εἰπών· Ζητεῖτε, καὶ εὑρήσετε,
40κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν, τὴν περὶ τῶν ζη‐ τουμένων ἀλήθειαν παραδίδωσιν. Διαθήκη δὲ αὐτοῦ γενικῶς καὶ καθ’ ὅλου ὠνόμασται πᾶσα ἡ ἀνθρώποις παραδοθεῖσα θεόπνευστος Γραφή. Μαρτύρια δὲ αὐτοῦ τυγχάνει ἤτοι τὰ προφητικῶς περὶ αὐτοῦ ἐν τῇ θείᾳ
45Γραφῇ μεμαρτυρημένα, ἢ τὰ κατὰ διαμαρτυρίαν ὑπ’ αὐτοῦ τοῖς τὰ θεῖα παιδευομένοις παρηγγελ‐ μένα. Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον; νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο. Ἡ ψυχὴ

23

.

228

(50)

αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. Ἀκουέτω, φησὶ, πᾶς ὁ φοβούμενος τὸν Κύριον, μίαν τε ὁδὸν ἣν ἂν ἕλοιτο διαπορευόμενος, τί αὐτὸν περιμένει. Νῦν μὲν κακο‐ παθήσει, οἷα εἰκὸς, ἐγγυμναζόμενος τοῖς τῆς θεοσε‐
55βείας ἄθλοις· ἔσται δὲ καιρὸς ὁπηνίκα ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται· ποίοις δὲ ἀγαθοῖς ἢ περὶ
ὧν εἴρηται· Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ τὰ ἑξῆς;228 in vol. 23

23

.

229

Τό γε μὲν σπέρμα, ὅπερ κατεβάλετο ἐν τῇ γῇ καθ’ ὃν ἐπολιτεύετο ἐπὶ γῆς χρόνον, πολλοὺς κληρονομή‐ σει, σωτηρίας αἴτιον γινόμενον πολλοῖς. Σπέρμα δὲ τί ἂν εἴποις ἢ τὴν διδασκαλίαν καὶ τοὺς λόγους καὶ
5τὰ συγγράμματα, ἢ τοὺς κατὰ Θεὸν αὐτῷ γεννη‐ θέντας καὶ μαθητευθέντας ἄνδρας; δι’ ὧν καὶ μετὰ τὴν ἐν ἀγαθοῖς ἀνάπαυσιν αὐτοῦ μυρίοι τῆς παρὰ τῷ Θεῷ κληρονομίας τεύξονται, ἅτε ἀγαθῶν σπερ‐ μάτων τυχόντες καὶ ὠφελημένοι τὴν ἔνθεον καρπο‐
10φορίαν. Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτὸν, καὶ ἡ Διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς. Ὁ μὲν Ἀκύλας, ἀπόῤῥητον Κυρίου ἐξέδωκεν· ὁ δὲ Σύμ‐ μαχος, ὁμιλία Κυρίου· ὁ δὲ Θεοδοτίων καὶ ἡ πέμπτη
15ἔκδοσις, μυστήριον Κυρίου. Ἐντεῦθεν γὰρ εἰς τοσ‐ αύτην ἤλασε μακαριότητα ὁ ἀνωτέρω προλεχθεὶς φοβούμενος Κύριον ἐκ τοῦ ὁμιλίαν τοῦ Κυρίου, καὶ ἀπόῤῥητον αὐτοῦ, καὶ τὸ μυστήριον αὐτοῦ γνωστὸν αὐτῷ γεγονέναι, καὶ τὰ ἐν τῇ Διαθήκῃ αὐτοῦ, τοῦτ’
20ἔστιν ἐν τῇ θείᾳ Γραφῇ, περιεχόμενα μυστήρια. Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογε‐ νὴς καὶ πτωχός εἰμι ἐγώ. Αἱ θλίψεις τῆς καρδίας
25μου ἐπληθύνθησαν, ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. Οὐ διὰ τὰ κατορθώματα ὥσπερ ὀφειλομένην τὴν σωτηρίαν αὐτῷ· οἶδα γὰρ, ὅτι, πάντα ποιήσας τὰ παρ’ ἐμαυτοῦ, ἔτι τοῦ σοῦ ἐλέους δέομαι. Διὸ ἐπί‐ βλεψον ἐπ’ ἐμὲ, καὶ ἐλέησόν με. Σύνοιδα γὰρ
30ἐμαυτῷ πτωχῷ καὶ ἀβοηθήτῳ καὶ μὴ ἐπαρκοῦντι πρὸς σωτηρίαν. Ἴδιόν τέ ἐστι πάντων τῶν θεοφιλῶν τὸ ἑαυτοὺς κακοῦν ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στε‐ νοχωρίαις, καὶ διωγμοῖς· ἀλλ’ οὐ καὶ ἀγνοοῦσι τὸ τού‐ των τέλος· διὸ τυχεῖν αὐτοῦ παρὰ τοῦ Θεοῦ ἱκε‐
35τεύουσι λέγοντες· Ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με· ὡς ἂν διελθόντες τὰς τοῦ βίου ἀνάγκας, τὰς δὲ συμφορὰς καὶ τὰς περιστάσεις, εἰπεῖν ποτε δυνη‐ θεῖεν· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξή‐ γαγες ἡμᾶς εἰς ἀναψυχήν.
40 Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με. Φύλαξον τὴν ψυχήν μου καὶ ῥῦ‐ σαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ.
45Τὰ μὲν παρ’ ἐμοῦ σπουδάζεται, τὰ δὲ παρὰ σοῦ τυ‐ χεῖν ἀξιῶ. Ἐγὼ μὲν οὖν ἐμαυτὸν κολάζω, καὶ ὥσπερ δίκην εἰσπραττόμενος ὧν πρότερον ἐπλημμέλησα, ἐμαυτὸν τιμωροῦμαι, ταπεινῶν ἐμαυτὸν ἐν κόποις καὶ πόνοις· σὺ δὲ, ὁ Θεὸς, οἷά τις ἀγωνοθέτης, τὸν ἐμὸν

23

.

229

(50)

ἀγῶνα θεωρῶν καὶ τοὺς ἐμοὺς καμάτους, δίδου τὴν ἄφε‐ σιν τῶν ἁμαρτημάτων, καὶ συγχώρει ὅσα πώποτε διε‐ πραξάμην ἐν ἁμαρτίαις. Ἀλλὰ καὶ θεασάμενος τοὺς ἐμοὺς ἐχθροὺς ὁπόσοι ὄντες ἐπεβούλευον, καὶ ὡς μῖ‐
σος ἄδικον ἐμίσησάν με, φύλαξ γενοῦ τῆς ἐμῆς ψυχῆς,230 in vol. 23

23

.

232

καὶ ῥῦσαί με τῆς τῶν πολεμίων ἐπιβουλῆς. Τοσαῦτα δὲ πράξας καὶ τοσαῦτα δεηθεὶς, μὴ καταισχυνθῆναι ἀξιῶ. Σὲ γὰρ ἐλπίδα ἐμαυτοῦ θέμενος, ἀκριβῶς οἶδα καὶ πέπεισμαι, ὅτι ἡ ἐλπὶς οὐ καταισχύνει.
6 Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι, ὅτι ὑπέμεινά σε. Λύτρωσαι, ὁ Θεὸς, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ. Καὶ τοῦτό μοι πρὸς τοῖς ἄλλοις κατορθώμασι μέγα ὑπῆρξε, καὶ σοὶ τῷ Θεῷ φίλον·
10πολλοῖς γὰρ ἐγινόμην ὑπογραμμὸς καρτερίας, βίου τε σεμνοῦ καὶ μετανοίας καὶ ἐξομολογήσεως· διὸ ἄκακοι ἄνδρες καὶ εὐθεῖς συνήπτοντό μοι κολλώμενοι, καὶ συμβιοῦν ἀξιοῦντες, δι’ οὐδὲν ἕτερον ἢ ὅτι ὑπέμε‐ νον καρτερῶν, καὶ πάντα ὑπέφερον, σὲ τὴν ἐμαυτοῦ
15ἐλπίδα προβεβλημένος. Τούτοις ἅπασιν ἐπιλέγει· Λύτρωσαι, ὁ Θεὸς, τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ· ἤτοι αὐτὸς ἑαυτὸν ἐξομολογούμενος Ἰσραὴλ ὀνομάζων διὰ τὰ προλεχθέντα αὐτοῦ κατορ‐ θώματα· τοιοῦτος γάρ ἐστιν ὁ κατὰ ψυχὴν Ἰσραήλ.
20Ἢ ἄλλως, διδασκόμενος μὴ ἑαυτὸν μόνον φυλάττειν, μηδὲ αὐτῷ μόνῳ σπουδάζειν, καὶ περὶ μόνου ἑαυτοῦ τὸν Θεὸν ἱκετεύειν· μετὰ δὲ τὸ κατορθῶσαι καὶ εὖ τὰ καθ’ ἑαυτὸν διαθέσθαι, ὑπὲρ τοῦ παντὸς λαοῦ τοῦ Θεοῦ τὰς παρακλήσεις ἀναπέμπει· ἱκετεύει τε, ἵν’
25ὥσπερ ἀνωτέρω ἑαυτὸν ἠξίου ῥυσθῆναι ἀπὸ τῶν ἑαυ‐ τοῦ θλίψεων, οὕτω καὶ πάντα τὸν τοῦ Θεοῦ λαὸν κατὰ διάνοιαν Ἰσραὴλ ὀνομαζόμενον.
30ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΚΕʹ. Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπο‐ ρεύθην, καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων οὐ μὴ σαλευθῶ. Ἰδίως ἄν τις ἐπὶ τὸν Δαυῒδ ἀναφέρων τοὺς προκει‐ μένους λόγους, εἴποι ἂν ἐντυχίαν αὐτὸν ποιεῖσθαι πρὸς
35τὸν Θεὸν περὶ τοῦ ἰδίου βίου. Τοῦ γὰρ ἱεροῦ Ἀποστό‐ λου φήσαντος· Πρῶτον πάντων δεῖ ποιεῖσθαι δεή‐ σεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας· καὶ διελόντος τὰ προλεχθέντα εἰς εἴδη τέσσαρα, ἡμᾶς προσήκει τὴν διάνοιαν τοῖς ἐν τῇ βίβλῳ τῶν Ψαλμῶν
40ἐμφερομένοις ἐφιστᾷν τὸν νοῦν, ἐπισημαινομένους τίνες μὲν αὐτῶν περιέχουσι δεήσεις, καὶ τίνες προσ‐ ευχὰς, καὶ τίνες ἐντεύξεις, καὶ ἐπὶ πᾶσι τίνες εὐ‐ χαριστίας· τί τε διαφέρει θάτερον θατέρου, ἀναλέ‐ γεσθαί τε ἀπὸ πάσης τῆς βίβλου τῶν Ψαλμῶν τὰ
45ἰδιώματα τῶν εἰρημένων· οἷον τὰς μὲν δεήσεις ἀπὸ τῶν περιεχόντων παρακλήσεις, καὶ ἱκετηρίας, ἐν αἷς δὲ καὶ ἐξομολογήσεις φέρονται· ὁποῖός ἐστιν ὁ εἰκο‐ στὸς τέταρτος ψαλμὸς, οὔτε ᾠδὴ, οὔτε ψαλμὸς, οὔτε ὕμνος, οὔτε τι τοιοῦτον· ἀλλ’ ἁπλῶς τῷ Δαυῒδ ἐπι‐

23

.

232

(50)

γεγραμμένος. Προσευχαὶ δέ εἰσιν, ὅσοι ἐν τῇ προ‐ γραφῇ προσευχῶν ἐπιγράφουσιν· οἷον ὁ ἓξ καὶ δέ‐ κατος, καὶ ὁ ὀγδοηκοστὸς πέμπτος, καὶ ὀγδοηκοστὸς ἔννατος, καὶ ἑκατοστὸς πρῶτος, καὶ ἑκατοστὸς τεσ‐ σαρακοστὸς πρῶτος. Εὐχαριστίαι δέ εἰσιν οἱ ὁμοίως
55ἔχοντες τῷ ἑκατοστῷ δευτέρῳ, ἐν ᾧ εἴρηται· Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου
πάσας τὰς ἀνταποδόσεις αὐτοῦ, καὶ τὰ ἑξῆς.232 in vol. 23

23

.

233

Ἔντευξιν δὲ περιέχει ὁ μετὰ χεῖρας, ἐν ᾧ γέγραπται· Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπο‐ ρεύθην, καὶ τὰ ἑξῆς. Ἐρεῖς οὖν, ἐπειδὴ ὄντως ἤρξατο ὁ Δαυῒδ, ὡς οἱ
5θεοφιλεῖς ἄνδρες ἐν τοῖς ἑαυτῶν τοῦ βίου κατορθώ‐ μασιν εἶχόν τινα πλεονεκτήματα ἐξαίρετα, ἐν οἷς ἕκαστος αὐτῶν ἰδίως διαπρεπὴς γέγονεν· οἶον ὡς ἐπὶ παραδείγματος, Ἰωσὴφ ἐν σωφροσύνῃ, Ἰὼβ τῇ τῶν δεινῶν ὑπομονῇ, Σολομὼν ἐν σοφίᾳ καὶ φρονήσει·
10Ἀβραὰμ διὰ τῆς πίστεως δεδικαιῶσθαι λέγεται· καὶ ἄλλος πάλιν ἐν ἄλλῳ ἀρετῆς ἀγῶνι μεμαρτύρηται διαλάμψας. Τούτοις οὖν ὁμοίως καὶ ὁ Δαυῒδ ἐξαίρε‐ τον ἀρετὴν κτησάμενος ἀναγέγραπται τὴν ἀνεξικα‐ κίαν· δι’ ἣν καὶ τὸν Σαοὺλ ἤνεγκε, μυρία κατ’ αὐτοῦ
15δεδρακότα, ἅπερ πράως καὶ ἀνεξικάκως ὑπομείνας ἀναγέγραπται. Ἐπεὶ τοίνυν ἐξαίρετος ἦν αὕτη τοῦ Δαυῒδ ἀρετὴ, λέγω δὲ ἡ τῆς πραότητος καὶ τα‐ πεινοφροσύνης καὶ ἀνεξικακίας, ταῦτα πάντα ὁμοῦ περιλαβὼν ἀκακίαν αὐτὰ ὠνόμασε· καὶ ὡς ἐν τούτῳ
20μάλιστα τῷ μέρει κατορθώσας, ἐν τῇ πρὸς τὸν Θεὸν ἐντεύξει φησί· Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. Ἐπεὶ δὲ μέγα περὶ ἑαυτοῦ ἀπε‐ φήνατο, ὥσπερ ἐγκαυχησάμενος τῷ ἐξαιρέτῳ ἑαυτοῦ κατορθώματι τῆς ἀκακίας ἢ τῆς ἁπλότητος, ἐπιλαμ‐
25βάνεται αὐτὸς ἑαυτοῦ καὶ ἐπιλέγει ἀναγκαίως ἑξῆς· Καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω. Ἀναγ‐ καίως οὖν συνέπλεξεν ἑαυτὸν τῇ ἐπὶ τὸν Κύριον ἐλπίδι, καὶ ἑαυτοῦ κατηγορεῖ, ὡς δυναμένου σαλευθῆναι καὶ ἐκτραπῆναι καὶ ἐξασθενῆσαι. Πλὴν οὐδὲν πείσεσθαι
30διὰ τὴν εἰς Θεὸν ἐλπίδα θαῤῥῶν διεβεβαιοῦτο· ᾔδει γὰρ, ὅτι ἡ ἐλπὶς οὐ καταισχύνει, κατὰ τὸν Ἀπόστολον Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με· πύρω‐ σον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου. Ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μου ἐστὶ,
35καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου. Οὐχ ὡς ἀλα‐ ζονευόμενος, οὐδ’ ἐπαιρόμενος ἔλεγε τό· Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με· πύρωσον τοὺς νε‐ φρούς μου καὶ τὴν καρδίαν μου· ἀλλ’ ὡς ἐν εὐχῇ παρακαλῶν ὑπὸ τοῦ Θεοῦ καθαρθῆναι διὰ τῆς πυρώ‐
40σεως, εἰ δέοιτο καθάρσεως. Παρακαλεῖ τοίνυν δοκι‐ μασθῆναι καὶ πειρασθῆναι τὴν προλεχθεῖσαν αὑτοῦ ἀρετὴν, καθ’ ἢν διαπρέψας ἀποδέδεικται, οὐκ ἐφ’ ἑαυτῷ πεποιθὼς, ἀλλ’ ἐπὶ τῷ τοῦ Θεοῦ ἐλέῳ. Οὕτω γοῦν, φησὶ, διὰ παντὸς σὲ τὸν Θεὸν καὶ τὸν σὸν ἔλεον
45πρὸ ὀφθαλμῶν ἔχων, πάντα τὸν ἐμαυτοῦ βίον καὶ πά‐ σας μου τὰς πράξεις ἐπαιδαγώγουν, ὡς εὐαρεστῆσαι ἐν τῇ ἀληθείᾳ σου. Οὐ γὰρ μεθ’ ὑποκρίσεως, ἀλλ’ ἐν ἀληθείᾳ περιεπάτησα καὶ ἀνεστράφην, μόνῳ τῷ Θεῷ εὐαρεστῆσαι σπουδάζων.

23

.

233

(50)

Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω. Εἴ που τοίνυν συνήρχοντο κατὰ τὸ αὐτὸ ἄνδρες οὐ σπουδαῖοι, οὐδ’ ἐπὶ σπουδαίοις πράγμασι
55συνεδρεύοντες, ἐπὶ ματαίοις δὲ καὶ οὐκ ἀναγκαίοις ποιούμενοι τὴν σύνοδον· τούτους, φησὶν, ἔφυγον, ὥστε
μὴ συμπεριπλέκεσθαι αὐτῶν τῇ ματαιότητι, *** ὡς234 in vol. 23

23

.

236

καὶ παρὰ τὸν θεῖον νόμον τολμᾷν τινὰ δρᾷν· καὶ τού‐ τους ἔτι μᾶλλον ἔφυγον, παραιτούμενος τὴν ἅμα αὐτοῖς εἰς τὴν πλάνην εἴσοδον. Καὶ εἴ ποτε δὲ ἑώ‐ ρων ἐκκλησιάζοντάς τινας, καὶ οὐκ ἐπὶ ματαιό‐
5τητος συνερχομένους, ἀλλ’ οὐδ’ ἐπὶ παρανόμοις ἔρ‐ γοις, ἀλλ’ ἐπὶ πονηροῖς καὶ ἀσεβέσι δόγμασιν, ἐν ἐκκλησίᾳ δῆθεν συγκροτουμένους, τούτους δὴ μά‐ λιστα παρὰ τοὺς προλεχθέντας μίσους ἀξίους ἡγού‐ μην. Καὶ ἕτερον δὲ τάγμα παρὰ τὰ προλελεγμένα
10εἰδὼς, τὸ τῶν ἀσεβῶν, τῶν τὸν Θεὸν μὴ εἰδότων, εἰδωλολατρείαις καὶ πλάνῃ καλινδουμένων, ἀνεχώρουν αὐτῶν, ὡς μηδὲ βούλεσθαι αὐτοῖς συγκαθέζεσθαι, μηδ’ ἐπὶ πολὺ συγχρονίζειν, μὴ ἄρα τις ἐξ αὐτῶν γένοιτό μοι μετάδοσις ἀσεβείας· διὸ φημί· Καὶ μετὰ
15ἀσεβῶν οὐ μὴ καθίσω. Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ κυ‐ κλώσω τὸ θυσιαστήριόν σου, Κύριε, τοῦ ἀκοῦσαι φωνῆς αἰνέσεως, καὶ διηγήσασθαι πάντα τὰ θαυ‐ μάσιά σου. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου
20σου, καὶ τόπον σκηνώματος δόξης σου. Κυκλῶν σου τὸ θυσιαστήριον, ὕμνους ἀνέπεμπον ἀντὶ θυσίας, καὶ τὴν ἐμὴν φωνὴν ἀκουστὴν ἐποίουν τοῖς πλησιάζου‐ σιν, ὥστε πάντας ἀκούειν τῆς ἐμῆς φωνῆς αἰνούσης σε τὸν Θεὸν καὶ διηγουμένης πάντα τὰ θαυμάσιά
25σου. Ἐν γὰρ τοῖς εἰς σὲ ὕμνοις συμπαρελάμβανον τὰς θαυμασίας σου πράξεις, ἃς ἐνεδείξω τοῖς ἡμετέ‐ ροις προπάτορσιν. Οὐ μόνον δὲ τὸ θυσιαστήριόν σου ἐκύκλουν, ἀλλὰ καὶ πάντα τὸν οἶκόν σου ἠγάπησα, Κύριε· καὶ τούτου μάλιστα τὴν εὐπρέπειαν θεωρου‐
30μένην ἐν εὐσεβέσι δόγμασι καὶ λόγοις, ἔν τε τοῖς θεο‐ πνεύστοις ἀναγνώσμασιν. Εὐπρέπεια δὲ εἴη τοῦ οἴκου τοῦ Θεοῦ καὶ ὁ τῶν συνερχομένων κόσμος, ὅ τε βίος ὁ ἀνεπίληπτος καὶ τὸ κόσμιον τοῦ πλήθους, καὶ ἡ ὁμο‐ φροσύνη τῶν συνερχομένων. Ἀλλ’ ἐπεὶ καὶ αὐτὸ
35ἔδαφος δι’ ὑπερβολὴν τῆς πρὸς Θεὸν ἀγάπης ἀγαπη‐ τὸν τυγχάνει ταῖς φιλοθέοις ψυχαῖς, ἕτερον ὂν παρὰ τὴν ἀποδοθεῖσαν ἡμῖν εὐπρέπειαν τοῦ οἴκου τοῦ Θεοῦ, εἰκότως ἐπιλέγει· Καὶ τόπον σκηνώματος δόξης σου. Ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί
40με, Κύριε, καὶ ἐλέησόν με. Ὁ ποῦς μου ἔστη ἐν εὐθύτητι, ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε. Ἐπεὶ τοίνυν ᾧ μέτρῳ μετροῦμεν ἀντιμετρηθήσεται ἡμῖν, καὶ ἐν ᾧ κρίματι κρίνομεν, κριθησόμεθα, διὰ τοῦτο συνεχῶς τὴν ἀκακίαν προβάλλεται, τουτέστι
45τὴν ἀμνηστίαν κακῶν, καὶ τὴν πρὸς τοὺς εἰς αὐτὸν ἡμαρτηκότας ἀνεξικακίαν· ὡς ἂν καὶ αὐτὸς τῆς ἴσης παρὰ τοῦ Θεοῦ τύχοι ἀμνηστίας ἐπὶ τῷ συμβεβηκότι αὐτῷ σφάλματι. Καὶ ταῦτα ἱκετεύσας ἐπιθειάζει τῷ ἁγίῳ καὶ προφητικῷ Πνεύματι λέγων ἑξῆς· Ὁ ποῦς

23

.

236

(50)

μου ἔστη ἐν εὐθύτητι, ἐν ἐκκλησίαις εὐλογήσω σε, Κύριε. Προφητεύει γὰρ, ὅτι, εἰ καί ποτε γέγο‐ νεν ἐν τοῖς ποσὶν αὐτοῦ σάλος καὶ κλόνος καὶ κίνη‐ σις· ἀλλ’ οὐ πεσεῖται ἐπὶ τούτοις, στήσεται δὲ ἐν εὐθύτητι, μέλλων ἐν ἐκκλησίαις εὐλογεῖν τὸν Θεὸν,
55τὴν διὰ πασῶν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ μνήμην ἑαυ‐
τοῦ προαναφωνήσας· εἰς ἔτι γοῦν καὶ σήμερον καθ’236 in vol. 23

23

.

237

ὅλης τῆς οἰκουμένης ἐν ταῖς Χριστοῦ ἐκκλησίαις ὁ Δαυὶδ εὐλογεῖ τὸν Κύριον.
4ΤΩ ΔΑΥΙΔ Κϛʹ.
5 Κύριος φωτισμός μου, καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; Καὶ διὰ τοῦτο τί διδά‐ σκει τὸ Πνεῦμα τὸ προφητικόν; Ὅπως προσήκει τὸν τῷ Θεῷ ἀνακείμενον εὐχαριστεῖν αὐτῷ, καὶ ὁποῖα
10παρὰ τοῦ Θεοῦ αἰτεῖν. Περιέχει δὲ ὁ λόγος εὐχαρι‐ στίαν. Εἰκότως τοίνυν οὔτε ψαλμὸς, οὔτε ᾠδὴ, οὔτε τι τῶν παραπλησίων ἐπιγέγραπται· Κύριος φωτι‐ σμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Ὁ μὲν τὴν ψυχὴν ἐν νυκτὶ καὶ σκότῳ καλινδούμενος,
15οὐκ εἰδὼς ὅποι φέρεται καὶ ὅπως προσκόπτει, μυρία κακὰ φοβηθήσεται, ὡς ἂν παντελῶς ἐπισπώμενος· ὅθεν πάντα φόβον ὑπιδόμενος καταπτήσσει, καὶ τῆς εἰς τὸν Θεὸν ὁμολογίας ἔξαρνος γίνεται. Ὁ δὲ τῆς ψυ‐ χῆς τοὺς ὀφθαλμοὺς ὑπὸ τῆς Κυρίου ἐλλάμψεως φω‐
20τισθεὶς πρῶτον μὲν ἁπάντων αὐτὸν τὸν αὐτοῦ πρό‐ μαχον καὶ σωτῆρα ὁπόσος τίς ἐστι θεωρεῖ· εἶτ’ ἔργῳ παραλαβὼν, ὡς ὁ τῶν ἁπάντων δεσπότης καὶ Κύριος, θυρεὸς αὐτοῦ καὶ ὅπλον ἄμαχον καὶ ὑπερασπιστὴς καθέστηκεν, ἀτρεμὴς γίνεται, καὶ ἅτε τοὺς ὀφθαλ‐
25μοὺς τῆς ψυχῆς ἀτρεμεῖς ἔχων, καὶ πεφωτισμένους, πάντας τοὺς ἑαυτοῦ ἐχθροὺς, εἴτε τοὺς τὸν Θεὸν ἀγνο‐ οῦντας ἀνθρώπους, εἴτε τὰς ἀοράτους καὶ πονηρὰς δυνάμεις, ἐρήμους ὁρᾷ τοῦ τοσούτου σωτῆρος καὶ βοηθοῦ, καὶ ὡς ἤδη πεπτωκότας θεωρεῖ· διὸ πάσης
30αὐτῶν τῆς ἐπιβουλῆς καταγελᾷ θαρσῶν τῷ ἑαυτοῦ ὑπερμάχῳ· διό φησιν· Εἰ μὲν μή μοι ὁ τοσοῦτος παρῆν βοηθὸς, φωτίζων μου τὴν ψυχὴν καὶ ὑπερ‐ ασπίζων μου τῆς ζωῆς, εἰκότως ἐφοβήθην ἂν τὰς ἀρ‐ χὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας
35τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, τούς τε ὑπὸ τούτων ἐνεργουμένους, καὶ κατὰ τῶν τοῦ Θεοῦ ἀθλητῶν ἐπανισταμένους. Ἱκανοὶ γὰρ ἦσαν οὗτοι θορυβῆσαι τὴν ψυχήν μου μὴ πεφω‐ τισμένην· ἐπεὶ δὲ αὐτὸς ὁ τῶν ὅλων δεσπότης, ὁ τοῦ
40Θεοῦ Υἱὸς, φωτισμὸς τυγχάνει, ὁ αὐτὸς δὲ καὶ σωτήρ μου ἐστὶν, εἰκότως φήσαιμ’ ἄν, Τίνα φοβηθήσομαι; Οὐδένα γὰρ ἐπιστραφήσομαι τῶν τοσούτων ἐχθρῶν, οὐδὲ ἀπό τινος τούτων δειλιάσω, θαρσῶν τῷ ὑπερ‐ ασπιστῇ τῆς ζωῆς μου. Πάλιν δ’ ἐνταῦθα τηρήσεις,
45ὡς τὸ, Σωτήρ μου, ἐν τῷ Ἑβραϊκῷ, τὸ ὄνομα τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ αὐτοῖς χαρακτῆρ‐ σιν Ἑβραϊκοῖς περιέχει, ἐν οἷς ἄν τις τὸν Ἰησοῦν γράψειεν. Ὁ δὲ ταῦτα λέγων διδάσκει ὁποίου πειραθεὶς τοῦ

23

.

237

(50)

ἑαυτοῦ σωτῆρος, τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς κατεγέ‐ λασε· διό φησιν· Ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦν‐ τας, τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντες καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν. Οἱ μὲν ἐπίεσάν μοι θηρίων ἀτιθάσσων δίκην, μονον‐
55ουχὶ καταπιεῖν με βουλόμενοι καὶ αὐτάς μου κατα‐ μασήσασθαι τὰς σάρκας. Διὸ λέλεκται παρὰ τῷ Συμ‐
μάχῳ· Ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακούργους εἰς238 in vol. 23

23

.

240

τὸ καταφαγεῖν τὰς σάρκας μου. Ἀλλ’ οἱ ταῦτα κατ’ ἐμοῦ διανοηθέντες, καὶ ἤδη πλησίον γενόμενοι τῶν ἐμῶν σαρκῶν, οὐκ οἶδ’ ὅπως ἅπερ πρᾶξαι κατ’ ἐμοῦ διανενόηντο, ταῦτα πεπόνθασιν· Αὐτοὶ γὰρ,
5φησὶν, ἠσθένησαν, καὶ ἔπεσαν, οὐδὲν ἐμοῦ κατ’ αὐτῶν ἐνηργηκότος· ἀλλὰ δηλαδὴ τοῦ ἐμοῦ φωτὸς καὶ τοῦ ἐμοῦ σωτῆρος ἀποῤῥήτῳ καὶ θεϊκῇ δυνάμει κατ’ αὐτῶν στρατευσαμένου καὶ καταβαλόντος αὐ‐ τοὺς, ἵν’ ἐγώ τε ῥυσθείην τῆς αὐτῶν ἐπιβουλῆς, καὶ
10μηδὲν βλαβείην, αὐτοί τε ὠφεληθεῖεν, τῆς ἑαυτῶν κακίας ἐξασθενήσαντες, κερδάναντες τῷ μὴ τὴν ἑαυ‐ τῶν αὐξῆσαι μοχθηρίαν διὰ τῆς κατ’ ἐμοῦ βλάβης. Ἔν τισιν ἐπιγέγραπται, Ψαλμὸς τοῦ Δαυῒδ πρὸ τοῦ χρισθῆναι.
15 Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζη‐ τήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ. Κάλλος Κυρίου καὶ εὐπρέπεια καὶ τερπνότης
20ἐν τῷ οἴκῳ τοῦ Θεοῦ θεωρεῖται, δηλαδὴ ἐν τῇ Ἐκ‐ κλησίᾳ αὐτοῦ, διὰ τῶν θεοπνεύστων καὶ ἱερῶν μα‐ θημάτων, ἐν οἷς τὸ ἀληθινὸν τοῦ λόγου κάλλος, καὶ ἡ ἀληθὴς εὐπρέπεια, ᾗ καὶ αὐτὸς ἐπιτέρπεται ὁ Θεὸς καὶ ἐμπολιτεύεται. Οὐκ ἂν δὲ ἁμάρτοις εὐπρέ‐
25πειαν λέγων καὶ τὸν σώφρονα καὶ σεμνὸν βίον καὶ πᾶσαν τὴν ἐνάρετον πολιτείαν τῶν ἐν θεοσεβείᾳ δια‐ πρεπόντων. Ὅτι ἔκρυψέ με ἐν σκηνῇ· ἐν ἡμέρᾳ κακῶν ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ.
30Ἐν πέτρᾳ ὕψωσέ με. Ταῦτά μοι πάντα παρέσχεν ὁ Σωτήρ μου ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου. Οἱ μὲν γὰρ ἠσθένουν καὶ ἔπιπτον· ἐγὼ δὲ ὑπὸ τῆς αὐτοῦ δεξιᾶς ἐκρυπτόμην ἐν σκηνῇ κατοικῶν, διὰ τὸ ἐν ἐρημίαις τὰς διατριβὰς
35ποιεῖσθαι, καὶ μὴ ἔχειν τότε τὸν οἶκον τοῦ Θεοῦ, μηδὲ τὸν ναὸν αὐτοῦ. Ἀλλὰ καὶ ἐσκέπασέ με ἐν τῇ τῶν κακῶν ἡμέρᾳ, τουτέστιν ἐν καιρῷ τῶν διωγμῶν καὶ τῶν πειρατηρίων· οὐκ ἀλλαχοῦ που, ἀλλ’ ἐν τῷ ἀπο‐ κρύφῳ τῆς σκηνῆς αὐτοῦ. Νοήσεις δὲ τὸ λελεγμένον
40ἀπὸ τῶν παρὰ Μωϋσεῖ περὶ τῆς σκηνῆς ἀναγεγραμ‐ μένων, καὶ περὶ τῶν ἐσωτάτω τῆς σκηνῆς τῶν τοῖς πᾶσιν ἀβάτων, ἅπερ ἐκάλουν Ἅγια ἁγίων. Ταῦτα γὰρ ἦν τὰ ἀπόκρυφα τῆς σκηνῆς. Οὕτω τοίνυν καὶ ἐν τῷ καιρῷ τῶν πειρατηρίων αὐτὸς ἐμὸς Κύριος
45καὶ Σωτὴρ ἐσκέπασε καὶ ἀπέκρυψέ με ἐν τῷ ἐσωτάτῳ τῆς αὑτοῦ σκηνῆς· οὐ πάντως ἐν τόπῳ τοίῳ δὴ κα‐ ταστήσας, ἀλλ’ ἐν ψυχῆς καταστάσει ἡγιασμένῃ καὶ τῆς τῶν πολλῶν κοινότητος ἀποκεχωρισμένῃ. Καὶ ταῦτα, φησὶ, περὶ ἐμὲ ἐγίνετο, μέχρι καιροῦ τῆς τῶν

23

.

240

(50)

κακῶν ἡμέρας, κατὰ τὸ λελεγμένον ἐν ἑτέροις· Βά‐ διζε, ὁ λαός μου, εἴσελθε εἰς τὰ ταμεῖά σου, ἀπό‐ κλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου. Ἀλλ’ οὐκ εἰς τὸ παντελὲς κρύπτεσθαί με βουληθεὶς, οὐδ’ ἐν τῷ ἀπο‐
55κρύφῳ τῆς σκηνῆς αὐτοῦ λανθάνειν, καὶ μόνον ὠφε‐ λεῖσθαι, χρήσιμον δὲ καὶ ἕτερον καταστῆναι κρίνας,
ἐπὶ τέλει τῆς τῶν κακῶν ἡμέρας ἐν πέτρᾳ ὕψωσέ240 in vol. 23

23

.

241

με. Ἡ πέτρα δὲ ἦν, φησὶν ὁ Ἀπόστολος, ὁ Χριστός. Ἐν γὰρ τῷ αὑτοῦ λόγῳ, καὶ τῇ αὑτοῦ σοφίᾳ, καὶ τῇ δυνάμει τῇ σωτηρίῳ ὕψωσέ με ὁ πάλαι ἀποκρύ‐ ψας ἐν τῇ σκηνῇ αὐτοῦ, καὶ σκεπάσας ἐν ἀποκρύφῳ
5τῆς σκηνῆς αὐτοῦ ἐν ἡμέρᾳ κακῶν. Παραγαγὼν γὰρ τὰ κακὰ καὶ τὸν καιρὸν τῶν ἐχθρῶν καὶ τῶν θλι‐ βόντων με πολεμίων, εἰς εὔδιον καὶ εἰρηναῖον λιμένα κατέστησεν, ἀγαγών τε εἰς τὸ ἐμφανὲς τὸν πάλαι κρυπταζόμενον, μετέωρον ἐπῆρε καὶ ὑψηλὸν ἔστησεν,
10ὡς πᾶσιν ὁρᾶσθαι καὶ παρὰ τοῖς πᾶσι δοξάζεσθαι, ἡδρασμένον καὶ τεθεμελιωμένον ἐν τῇ ἀῤῥαγεῖ καὶ ἀσφαλεστάτῃ αὐτοῦ πέτρᾳ.
14Καὶ νῦν ὕψωσε κεφαλήν μου ἐπ’ ἐχθρούς μου.
15Νοήσεις ἐπιστήσας ὅπως εἴρηται παρὰ τῷ Ἀποστόλῳ τό· Ἕως οὗ τὸ σήμερον καλεῖται. Οὕτω γὰρ ἐρεῖς καὶ ἐπὶ τοῦ παρόντος τὸ διαρκὲς τοῦ χρόνου σημαί‐ νεσθαι. Ὁ γὰρ τοῦ Θεοῦ ἄνθρωπος, τὰ νικητήρια κατὰ τῶν ἐχθρῶν εἰληφὼς, ἀεὶ τῆς τῶν ἐχθρῶν κε‐
20φαλῆς ἀνώτερος γίνεται· οὕτως καὶ αὐτὸς ὁ Δαυῒδ μέχρι τοῦ παρόντος χρόνου ἐπαίρεται καὶ ὑψοῦται, καθ’ ὅλης τῆς οἰκουμένης ᾀδόμενος καὶ βοώμενος παρὰ πᾶσι τοῖς ἔθνεσι, καὶ ὕψωταί γε ἀληθῶς ἡ κε‐ φαλὴ αὐτοῦ ἐπὶ τοὺς πάλαι γενομένους αὐτοῦ ἐχθροὺς,
25τὰς ἀοράτους δυνάμεις. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος, τοῦτον ὑψωθεὶς τὸν τρόπον, οὐκ ἀργίᾳ ἑαυτὸν δίδω‐ σιν, οὐδὲ ἀπραξίᾳ, πλείονα δὲ σπουδὴν περὶ τὴν τοῦ Θεοῦ λατρείαν εἰσφέρει. Διὸ ἐπιλέγει· Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ.
30Αὗται δὲ ἦσαν αἱ διὰ φωνῆς καὶ θεολογίας ὕμνων τε καὶ εὐχαριστίας ἀναπεμπόμεναι. Ἐν μὲν οὖν τῷ πρὸ τούτου ψαλμῷ μελλητικῶς ἐδιδάσκετο λέγειν ὁ τὰ θεῖα παιδευόμενος· Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε·
35ἐνταῦθα δὲ ὡς ἤδη προκύψας καὶ τυχὼν τῆς εὐχῆς τὸ ἀποτέλεσμα τῆς ἐπαγγελίας, ἐπάγει λέγων· Ἐκύ‐ κλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ· καὶ ἐν μὲν τοῖς ἔμπροσθεν ἐλέγετο· Τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεως· ἐνταῦθα δέ· ᾌσω
40καὶ ψαλῶ τῷ Κυρίῳ. Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου, ἧς ἐκέ‐ κραξα· Ἐλέησόν με καὶ εἰσάκουσόν μου. Σοὶ εἶ‐ πεν ἡ καρδία μου· Ἐζήτησέ σε τὸ πρόσωπόν μου· τὸ πρόσωπόν σου, Κύριε, ζητήσω. Ἀντὶ δὲ τοῦ·
45Σοὶ εἶπεν ἡ καρδία μου, Ἐζήτησέ σε τὸ πρόσωπόν μου, ὁ Σύμμαχος σαφέστερον ἐξέδωκεν εἰπών· Σοὶ προσελάλει ἡ καρδία μου· σὲ ἐζήτει τὸ πρόσωπόν μου. Τὸ γὰρ τῆς ψυχῆς πρόσωπον τὴν ἁρμόττουσαν θέαν ἐπόθει. Τούτου δὲ καὶ Μωϋσῆς ποτε τυχεῖν ἠξίου

23

.

241

(50)

λέγων τῷ Θεῷ· Ἰδοὺ εὕρηκα χάριν ἐνώπιόν σου· ἐμφάνισόν μοι σεαυτόν· γνωστῶς ἴδω σε· ὅπως ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατ‐ οπτρίζοιτο. Διό φησι· Τὸ πρόσωπόν σου, Κύριε, ζη‐ τήσω· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ.
55Εἰ γὰρ εἰς ἄκρον τελειότης, καὶ ἡ κατὰ Θεὸν ὑστάτη242 in vol. 23

23

.

244

προκοπὴ αὕτη ἂν γένοιτο, ἡ ἐπὶ τὸ πρόσωπον ἄγουσα τοῦ Θεοῦ, ὡς παρεστάναι αὐτῷ καὶ τῶν μαρμαρυγῶν τῆς αὐτοῦ θεότητος ἀπολαύειν. Εἰδὼς δὲ, ὅτι πολλάκις ὁ Θεὸς ἀπὸ τῶν μὴ χωρούν‐
5των τὸ αὐτοῦ πρόσωπον μηδὲ ἐξιὼν αὐτοῦ ὄντων, ἀποστρέφει ἑαυτὸν, τὰ νῶτα ἑαυτοῦ δεικνὺς, ὥσπερ οὖν τῷ Μωϋσεῖ ἔλεγεν· Ὄψει τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι· ἵν’ οὖν μὴ τοῦτο πάθοι ὁ διὰ τῶν προκειμένων δηλούμενος,
10ἱκετεύει καὶ δέεται λέγων· Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ· μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου. Βοηθός μου γενοῦ, μὴ ἀπο‐ σκορακίσῃς με, καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεὸς ὁ Σωτήρ μου. Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου
15ἐγκατέλιπέ με· ὁ δὲ Κύριος προσελάβετό μου. Μὴ, ὅτι τοιαῦτα τετόλμηκα, ἀποστράφῃς με τὸν δοῦ‐ λόν σου. Οὐ γὰρ ἐφεῖται ἀνθρώπῳ σάρκα περιβεβλη‐ μένῳ τῶν τοιούτων ἀξιοῦσθαι· διὸ ἔλεγες τῷ Μωϋσεῖ· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται.
20Ἀδυνατεῖ γὰρ ἡ θνητὴ ζωὴ πρὸς τὴν θέαν τοῦ προσ‐ ώπου σου· διὸ μᾶλλον βοηθός μου γενοῦ πρὸς τὸ τυ‐ χεῖν τῶν ᾐτημένων. Μὴ ἀποσκορακίσῃς με· ἀνθ’ οὗ ὁ Σύμμαχος, Μὴ ἀποῤῥίψῃς με, ἐξέδωκεν· ὁ δὲ Ἀκύλας· Μὴ ἐάσῃς με. Εἶτ’ ἐπιλέγει· Καὶ μὴ
25ἐγκαταλείπῃς με, ὁ Θεὸς ὁ Σωτήρ μου. Σοῦ γὰρ ἀντιλαμβανομένου, καὶ δεξιὰν ὀρέγοντος, πάντων ἐλπὶς τυχεῖν τῶν ἀγαθῶν. Ἐπεὶ μηδεὶς ἕτερός μοι πάρεστι βοηθός· τῶν γὰρ ἐν ἀνθρώποις ἀναγκῶν οὐ‐ δεὶς ἂν γένοιτο πατρὸς καὶ μητρὸς μᾶλλον προσφιλής·
30οὗτοι δὲ αὐτοὶ καταλελοίπασί με διὰ τὸ πάντων αὐτῶν ἀνακεχωρηκέναι, καὶ σοὶ μόνῳ σχολάζειν τῷ Θεῷ. Ὅθεν καὶ χάριν ὁμολογῶ, ὅτι πάντων ἔρημος καὶ κα‐ ταλειφθεὶς ὑπὸ σοῦ προσελήφθην. Νομοθέτησόν με ἐν τῇ ὁδῷ σου, καὶ ὁδήγησόν
35με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου. Μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέ‐ στησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδι‐ κία ἑαυτῇ. Πολλάκις περὶ ἑαυτοῦ ὁ θεῖος Ἀπόστολος διδάξας καὶ εἰπών· Οὐδὲν γὰρ ὑστέρηκα τῶν ὑπὲρ
40λίαν ἀποστόλων· τούτοις ἐπῆγε λέγων· Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι· διώκω δὲ εἰ καὶ κατα‐ λάβω· καὶ πάλιν ἀλλαχοῦ· Ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ· μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Ὅσον μὲν γὰρ ὡς πρὸς ἀνθρώπων
45σύγκρισιν, συνῄδει ἑαυτῷ προκεκοφότι, καὶ τὴν ἐν ἀνθρώποις τελειότητα ἀνειληφότι· ὅσον δὲ ἐπὶ τῷ ἀληθεῖ, ἐν πολλοῖς ἑαυτῶν ὑστερεῖν ἐγίνωσκεν, ἀτελῆ τε εἶναι ἑαυτὸν διὰ τοῦθ’ ὡμολόγει. Ταύτῃ μοι δοκεῖ τῇ διανοίᾳ καὶ ὁ τὰ προκείμενα διεξελθὼν περὶ μὲν

23

.

244

(50)

τῶν παρῳχηκότων τὴν πρέπουσαν εὐχαριστίαν ἀπο‐ δεδωκέναι τῷ Θεῷ, οἷα δὲ ἄνθρωπος τὸν ὄλισθον τῆς ἀνθρωπίνης ἀσθενείας ὑφορᾶσθαι. Διὸ περὶ τοῦ μέλ‐ λοντος χρόνου παρεκάλει τὸν Θεὸν, ὅπως αὐτὸς αὐτῷ γένοιτο νομοθέτης. Οὐ γὰρ ἀπαρκεῖ μοι, φησὶ, τὰ
55παρὰ Μωϋσεῖ νόμιμα· δικαίοις γὰρ ὁ νόμος ἐκεῖνος οὐ νενομοθέτητο, ἀλλ’ ἀνόμοις καὶ ἀνυποτάκτοις, ἀσε‐
βέσι καὶ ἁμαρτωλοῖς καὶ τοῖς παραπλησίοις. Τούτοις244 in vol. 23

23

.

245

γὰρ ὁ Μωϋσῆς ἐνομοθέτει, κατὰ τὴν σκληροκαρδίαν αὐτῶν διαταττόμενος. Ἐγὼ δὲ, φησὶν, οὐ τῇ Μωϋ‐ σέως νομοθεσίᾳ ὑποβέβληκα ἐμαυτόν. Διὸ οὐδὲ τὴν διὰ ζώων σφαγῆς θυσίαν ἐπηγγειλάμην, ἀλλὰ θυσίαν
5ἀλαλαγμοῦ, καινότερον τρόπον ἢ κατὰ τὰ Μωϋσέως νόμιμα. Διόπερ ἀξιῶ καινῆς νομοθεσίας παρὰ σοῦ τυχεῖν. Αὐτὸς οὖν τὴν σὴν ὁδὸν ἐπίδειξόν μοι· ἢ φώ‐ τισον, κατὰ τὸν Ἀκύλαν. Μὴ μόνον δὲ ὑποδείξῃς μηδὲ νομοθετήσῃς μοι, ὦ Κύριε, ἀλλὰ καὶ ὁδήγησόν
10με ἐν τρίβῳ εὐθείᾳ, πρὸς τὸ μὴ προσκόψαι πρὸς λίθον τὸν πόδα μου, ἕνεκεν τῶν ἐχθρῶν μου. Μὴ παρα‐ δῷς με εἰς ψυχὰς θλιβόντων με. Δι’ ὁμαλῆς γὰρ ὁδοῦ καὶ εἰρηνικῆς ὅπως διαγάγῃς με ἀξιῶ τὸν τῆς ζωῆς μου χρόνον. Οὐ γὰρ μόνον πολέμιοι τυγχάνου‐
15σιν, ἀλλὰ καὶ συκοφάνται ἄδικοι καὶ ψευδομάρτυρες, καὶ πάντα τὰ ἐχθρῶν πράττοντες. Τότε δὲ ἀληθῶς ἑαυτῇ ψεύδεται ἡ ἀδικία, ὅταν μὴ κατὰ πραγμάτων φέρηται, μηδὲ κατισχύῃ τῶν ψευδομαρτυρουμένων. Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζών‐
20των. Μήποτε δὲ καὶ ἐπὶ τὴν ἀνωτέρω αἴτησιν ἀνα‐ πέμπει· ἀγαθὰ Κυρίου λέγων τὸ ἀνωτέρω εἰρημένον πρόσωπον αὐτοῦ, περὶ οὗ ἔφασκε· Τὸ πρόσωπόν σου, Κύριε, ζητήσω. Μὴ ἀποστρέψῃς τὸ πρόσω‐ πόν σου ἀπ’ ἐμοῦ. Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται·
25Ἐπίστευσα τοῦ ἰδεῖν ἐν ἀγαθῷ Κυρίου· κατὰ δὲ τὸν Σύμμαχον· Ἐπίστευον ἰδεῖν τὴν ἀγαθοσύνην Κυρίου. Ἀλλ’ ὄψεταί γε τοῦ Κυρίου τὸ πρόσωπον καὶ τὰ ἀγαθὰ Κυρίου, οὐκ ἐν τῷ περιγείῳ τόπῳ, ἀλλ’ οὐδὲ ἐν τῷ τῶν θνητῶν χωρίῳ, ἀλλ’ ἐν γῇ ζώντων,
30ἣν καὶ ὁ Σωτὴρ ἐπηγγείλατο λέγων· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. ΤΩ ΔΑΥΙΔ ΚΖʹ. Πρὸς σὲ, Κύριε, κεκράξομαι, ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ, μήποτε παρασιωπήσῃς
35ἐπ’ ἐμοὶ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Οὐκ ἐπιλελησμένοι τῶν ἔμπροσθεν ἡμῖν λελεγμένων περὶ τῶν ἄνευ τινὸς προσθήκης ἐπιγε‐ γραμμένων τῷ Δαυῒδ,τοῦ Δαυῒδ, προσθήσομεν ἐκείνοις ἐπὶ τοῦ παρόντος τὴν εἰς ἡμᾶς ἐλθοῦσαν
40παράδοσιν. Φασὶ τοίνυν Ἑβραίων παῖδες ἐπὶ τῶν τοιαύτην ἐχόντων γραφὴν, δεῖν ἀνατρέχειν ἐπὶ τοὺς ἀνωτέρω, καὶ σκοπεῖν ὁποῖος ἦν ὁ ἐν ἀρχῇ προτε‐ ταγμένος ψαλμὸς τῶν μετὰ ταῦτα, ἤτοι παντελῶς ἀνεπιγράφων, ἢ τῷ Δαυῒδ ἐπιγεγραμμένων· καὶ μα‐
45θόντες ἐξ ἐκείνου τὴν προγραφὴν, ἐφαρμόζειν αὐτῇ καὶ τῶν μετὰ ταῦτα συνημμένων τὴν διάνοιαν. Ὁ μὲν οὖν μετὰ χεῖρας, κζʹ ὢν, ταύτην ἔχει τὴν προγραφὴν, καὶ ὁ κϛʹ καὶ ὁ κεʹ καὶ ὁ κδʹ· ἀλλ’ ὁ κγʹ ψαλμὸς ἦν τῷ Δαυῒδ, ὁμοίως δὲ καὶ ὁ κβʹ. Οὐκοῦν ἀκόλουθόν

23

.

245

(50)

ἐστι, κατὰ τὴν Ἑβραϊκὴν παράδοσιν, καὶ τοὺς ἐφεξῆς πάντας ψαλμοὺς εἶναι ὑπολαμβάνειν, ὡς, κατὰ τοῦ‐ τον τὸν λόγον, καὶ τὸν μετὰ χεῖρας ἡγεῖσθαι εἶναι ψαλμὸν, περιέχοντα δέησιν. Τοῦτο γὰρ παρίστησιν αὐτὸς προϊὼν καὶ λέγων·
55Εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ246 in vol. 23

23

.

248

δέεσθαί με πρὸς σέ. Τίνα δὲ διάνοιαν περιέχει ὁ τῆς δεήσεως λόγος, φέρε κατανοήσωμεν. Βοᾷν φησὶ πρὸς Κύριον, ἐπικαλεῖσθαί τε αὐτὸν ὡς ἴδιον αὐτοῦ Θεόν. Σὺ γὰρ, φησὶν, ὁ καταξιώσας ἐμὸς χρηματίσαι Θεὸς,
5καθ’ ἣν περιποιῆσαι πρὸς τοὺς ἁγίους ἐπαγγελίαν εἰπών· Καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Παράδεξαί μου τὴν δέησιν. Καὶ μὴ πα‐ ρασιωπήσῃς ἀπ’ ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν
10εἰς λάκκον. Ταῦτα δ’ ἔφασκεν ἐν ἀγωνίᾳ καθεστώς· μή πη ἄρα τοῖς μετὰ τὴν ἀνάλυσιν τοῦ θνητοῦ βίου καταβαίνουσιν εἰς τὸν τοῦ θανάτου λάκκον παρομοιω‐ θείη. Εἰ γὰρ τὰ μάλιστα ἐν τῷ πρὸ τούτου ἔλεγε ψαλμῷ· Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ
15ζώντων· ἀλλ’ ὅμως ὡς ἄνθρωπος, ἔτι σάρκα περι‐ κείμενος, ἠγωνία διὰ τὸ σαθρὸν καὶ εὐμετάβολον τοῦ βίου. Ἐπεὶ καὶ ὁ Ἀπόστολος ἠγωνία, μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένηται. Λάκκον δὲ εἰώθα‐ σιν οἱ θεῖοι λόγοι ὀνομάζειν τὸ τῶν ψυχῶν οἰκητήριον
20τὸ ἐν τῷ καλουμένῳ ᾅδῃ· ὃ δὴ παρίστησιν αὐτὸς ὁ Δαυῒδ οὐκ εἰς μακρὰν ἐν τῷ κθʹ ψαλμῷ λέγων· Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με· Κύ‐ ριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου· ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ὁρᾷς ὅπως
25τὸν ᾅδην καὶ τὸν λάκκον ἐν ταὐτῷ διὰ τούτων συνῆ‐ ψεν; Ἀλλ’ ἐν μὲν τῷ μετὰ χεῖρας βοὰς πρὸς τὸν Θεὸν ἀφίησιν, παρακαλῶν μὴ ὁμοιωθῆναι τοῖς καταβαίνουσιν εἰς λάκκον· ἐν δὲ τῷ ἐννάτῳ καὶ εἰκοστῷ κατωρθῶσθαι αὑτῷ τὰ τῆς εὐχῆς διδάσκει λέγων· Κύριε, ἐκέκραξα
30πρὸς σὲ, καὶ ἰάσω με· ἔσωσάς με ἀπὸ τῶν κατα‐ βαινόντων εἰς λάκκον. Προσφυῶς δὲ λάκκος ὠνό‐ μασται τὸ ἐν τῷ ᾅδῃ τῶν ψυχῶν οἰκητήριον. Ὡς γὰρ ὁ λάκκος δοχεῖόν ἐστι τῶν ἄνωθεν καὶ ἐξ ὕψους εἰς αὐτὸν καταφερομένων ὑδάτων· τὸν αὐτὸν τρόπον καὶ
35ὁ τοῦ θανάτου χῶρος, ὁ καλούμενος ᾅδης τὰς ἄνωθεν ἀπὸ τοῦ τῶν ἀνθρώπων βίου εἰς αὐτὸν καταφερομέ‐ νας ψυχὰς ὑποδεχόμενος, προσφυῶς λάκκος ὠνόμα‐ σται. Παρακαλεῖ τοίνυν μὴ συνελκυσθῆναι εἰς τὸν δεδηλωμένον λάκκον. Τοῦτο δὲ, φησὶν, ἔσται, εἰ ὅμοιος
40γενοίμην τοῖς λοιποῖς ἀνθρώποις τοῖς μὴ εἰσακουομέ‐ νοις ὑπὸ σοῦ· ὃ δὴ σημεῖον τυγχάνει τῆς σῆς ἀποστρο‐ φῆς. Ἀντὶ δὲ τοῦ· Μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ, ὁ Σύμμαχος, μὴ σιγήσῃς ἐξ ἐμοῦ, φησί· μήποτε, ἡσυ‐ χάσαντός σου ἄποθέν μου, ὁμοιωθῶ τοῖς καταβαίνου‐
45σιν εἰς λάκκον. Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου, καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, καθελεῖς αὐτοὺς, καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς. Ἔργα δὲ Κυρίου εἴποις ἂν τὴν τῶν γενητῶν πάντων ὑπόστασιν, καθ’ ἣν ἐξ

23

.

248

(50)

οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παρήγαγεν ὁ τῶν πάντων ποιητὴς Θεός· ἔργα δὲ χειρῶν αὐτοῦ τὴν τῶν γενομένων διοίκησιν, καθ’ ἣν προνοεῖ καὶ διέπει ὡσπερεὶ χερσὶ ταῖς ἑαυτοῦ προνοητικαῖς δυνάμεσι διακυβερνῶν τὰ πάντα.
55 Εὐλογητὸς ὁ Θεὸς, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. Κύριος βοηθός μου καὶ ὑπερ‐
ασπιστής μου· ἐπ’ αὐτῷ ἤλπισεν ἡ καρδία μοι248 in vol. 23

23

.

249

καὶ ἐβοηθήθην. Καὶ ἀνέθαλεν ἡ σάρξ μου, καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ. Ὁ ἀψευδὴς Θεὸς, πιστούμενος ἑαυτοῦ τὰς ὑποσχέσεις, δι’ ὧν ἐπήγγελται λέγων· Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ
5πάρειμι· ὡς ἐγγὺς ἑστὼς τῶν καθαρῶς αὐτὸν ἐπικα‐ λουμένων, καὶ ὡς οὐ πόῤῥω τυγχάνων τοῦ τὰ πρα‐ χθέντα [προλεχθέντα] δεηθέντος, ἐπήκοον ἑαυτὸν παρέσχε ταῖς προλεχθείσαις ἱκετηρίαις. Εἶθ’ ὥσπερ σημεῖον δίδωσι διὰ τοῦ προφητικοῦ πνεύματος τῇ
10τοῦ δεηθέντος ψυχῇ, περὶ τοῦ εἰσηκοῦσθαι αὐτήν. Ἡ δὲ, συναισθομένη, μεταβάλλει μὲν τὰς ἱκετηρίους φωνὰς εἰς εὐχαριστίαν, ἐγνωκέναι δὲ ὁμολογεῖ τὴν γενομένην αὐτῇ εὐεργεσίαν· διό φησιν· Εὐλογητὸς Κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς
15μου· Κύριος βοηθός μου καὶ ὑπασπιστής μου, ἐπ’ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθή‐ θην. Συνῄσθετο γὰρ τῆς δεξιᾶς τοῦ Θεοῦ ἐκταθείσης μέχρις αὐτῆς καὶ ἀντιλαμβανομένης αὐτῆς πρὸς τὸ μὴ καθελκυσθῆναι εἰς τὸν δηλωθέντα λάκκον. Ἐξ
20ὑπερβαλλούσης δὲ χαρᾶς ὁ προφήτης οὐ τὴν ψυχὴν μόνον, ἀλλὰ καὶ τὴν σάρκα αὐτοῦ φησὶ γεγηθέναι καὶ ἀνανεῶσθαι διὰ τὴν καὶ αὐτῷ σώματι ἐπηγγελμένην ἀγαθὴν ἐλπίδα κατὰ τὴν τῶν νεκρῶν ἀνάστασιν· διὸ ἐπιλέγει· Καὶ ἀνέθαλεν ἡ σάρξ μου· οἷς ἐπισυν‐
25άπτει· Καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ· ὅπερ ὅμοιον εἶναί μοι δοκεῖ τῷ· Ἑκουσίως θύσω σοι. Ἀντὶ δὲ τοῦ, καὶ ἀνέθαλεν ἡ σάρξ μου, ὁ μὲν Σύμμαχος, ἄνθησαι, φησὶν, ἡ καρδία μου· ὁ δὲ Ἀκύλας, ἐγαυριάσατο ἡ καρδία μου· ὁ δὲ Θεοδο‐
30τίων, καὶ ἀνέθαλεν ἡ καρδία μου· ἡ δὲ πέμπτη ἔκδοσις, ἐκρατύνθη ἡ καρδία μου. Καὶ πάλιν ἀντὶ τοῦ, ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ, ὁ μὲν Σύμμαχος· Καὶ ἐν ᾠδαῖς μου ὑμνήσω αὐτὸν, ἐξέδωκεν· ὁ δὲ Ἀκύλας, καὶ ἀπὸ ᾄσματός μου ἐξομολογήσομαι αὐτῷ. Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ, καὶ ὑπερ‐
35ασπιστὴς τῶν σωτηρίων τοῦ Χριστοῦ αὐτοῦ ἐστι. Σαφῶς οὖν ἐν τούτοις τοῦ Χριστοῦ καὶ τῶν ὑπ’ αὐτοῦ σωζομένων ἐμνημόνευσεν ἡ προφητεία, εὐκαίρως ἐξ ἑνὸς τοῦ Δαυῒδ τοὺς πάντας χαρακτηρίσασα. Ὥσπερ γὰρ, φησὶν, ἐκεῖνον δεηθέντα ἔσωσεν, οὕτως, φησὶν,
40καὶ παντὸς τοῦ ἰδίου λαοῦ κραταίωμα ἔσται. Σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κλη‐ ρονομίαν σου, καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐ‐ τοὺς ἕως τοῦ αἰῶνος. Ποία δὲ τοῦ Χριστοῦ ἡ κληρονο‐ μία δείκνυται ἐν τῷ δευτέρῳ ψαλμῷ· Αἴτησαι γὰρ,
45φησὶν, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Οὐκ ἂν δὲ ἁμάρτοις καὶ τοὺς ἐν τῷ προτέρῳ λαῷ θεοφιλεῖς καὶ προφήτας καὶ δικαίους ἄνδρας τῆς τοῦ Χριστοῦ γε‐ γονέναι κληρονομίας εἰπὼν, καὶ τῶν σωτηρίων αὐ‐

23

.

249

(50)

τοῦ μετεσχηκέναι. Οὐδὲ γὰρ τὰ πλήθη καὶ τοὺς ἀνα‐ ξίως παραβαλόντας τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ προσήκει λαὸν ἀποφαίνειν αὐτοῦ, ἀλλ’ ἢ μόνως τοὺς ἀρεσκόν‐ τως αὐτῷ βιοῦντας, περὶ ὧν εἴποι ἄν· Καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. —Καὶ
55ποίμανον αὐτοὺς, καὶ ἔπαρον ἕως τοῦ αἰῶνος. Ποιμαίνει δὲ αὐτοὺς ἐνταῦθα, τὴν ψυχὴν αὐτοῦ τιθεὶς
ὑπὲρ αὐτῶν, ὥς φησιν ἐν Εὐαγγελίοις· Ὁ ποιμὴν ὁ250 in vol. 23

23

.

252

καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προ‐ βάτων· καὶ πάλιν· Τὰ ἐμὰ πρόβατα τῆς φωνῆς μου ἀκούει· καὶ πάλιν· Ἔσομαι μεθ’ ὑμῶν ἕως τῆς συντελείας τοῦ αἰῶνος· καιρῷ δὲ ἐπιτηδείῳ ἐπάρας
5αὐτοὺς εἰς ὕψος, τῆς οὐρανίου βασιλείας καταξιώσει. ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΚΗʹ. Ἐξοδίου σκηνῆς. Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν. Ἐνέγκατε τῷ Κυρίῳ δόξαν
10καὶ τιμήν· Ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνό‐ ματι αὐτοῦ. Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Τούτοις ἰσοδυναμεῖν ἡγοῦμαι κατὰ τὴν διάνοιαν τὰ ἐν πέμπτῳ καὶ ἐνενηκοστῷ ψαλμῷ περὶ τῆς τῶν ἐθνῶν κλήσεως τοῦτον λελεγμένα τὸν τρόπον·
15ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν· ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. ᾌσατε τῷ Κυρίῳ, εὐλογήσατε ὄνομα αὐτοῦ, εὐαγγελίσασθε ἡμέραν ἐξ ἡμέρας τὸ σω‐ τήριον αὐτοῦ. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐ‐
20τοῦ. Ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, φο‐ βερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς· οἷς ἑξῆς ἐπι‐ λέγεται· Ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐ‐ τοῦ. Ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐ‐ λὰς αὐτοῦ. Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ
25ἁγίᾳ αὐτοῦ. Ἐν οἷς ὁ λόγος, τὴν εὐαγγελικὴν χάριν τὴν εἰς πάντα χυθεῖσαν τὰ καθ’ ὅλης τῆς οἰκουμένης ἔθνη προευαγγελισάμενος, καὶ τοῦ καινοῦ ᾄσματος, δηλαδὴ τῆς καινῆς Διαθήκης μνημονεύσας, ἑξῆς προστάττει κομίζειν τῷ Κυρίῳ δόξαν καὶ τιμὴν, καὶ
30τὰ ἑξῆς. Ταῦτά τε κομίζειν παρακελεύεται οὐκ Ἰου‐ δαίοις, ἀλλὰ ταῖς πατριαῖς τῶν ἐθνῶν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, καὶ κατὰ τὴν Ἑβραϊκὴν ἀκρί‐ βειαν, ταῖς συγγενείαις τῶν λαῶν. Ταῦτα μὲν οὖν σα‐ φῶς ἐν τῷ πέμπτῳ καὶ ἐνενηκοστῷ ψαλμῷ περὶ τῶν
35ἐθνῶν ἐθεσπίζετο· ἐν δὲ τῷ μετὰ χεῖρας ὁ λόγος τὰ αὐτὰ τῷ Κυρίῳ προσφέρειν τοῖς υἱοῖς τῶν κριῶν κελεύει· οὓς νομίζω μηδὲν διαφέρειν τῶν πατριῶν τῶν ἐθνῶν, ἢ τῶν συγγενειῶν τῶν λαῶν. Οὐ γὰρ αὐτοὶ οἱ κριοὶ προσ‐ τάττονται προσφέρειν τὰ κεκελευσμένα, ἀλλ’ οἱ υἱοὶ
40τῶν κριῶν. Καὶ ταῦτά φημι κατὰ τὴν Ἑβραίων ἀνάμνησιν, καθ’ ἣν οὐκ ἐκφέρεται τό· Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ. Διὸ καὶ ὠβέλισται παρὰ τοῖς Ἑβδομήκοντα, ὡς μὴ κείμενον μήτε ἐν τῷ Ἑβραϊκῷ μήτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς. Εἰ δὲ χρὴ καὶ
45εἰς τὴν τῶν Ἑβδομήκοντα θεωρῆσαι ἔκδοσιν, φημὶ τὸν λόγον προστάττειν τοῖς υἱοῖς τοῦ φέρειν τῷ Κυ‐ ρίῳ οὐ κριοὺς, ἀλλὰ υἱοὺς κριῶν· καὶ δόξαν καὶ τιμὴν καὶ τὰ ἑξῆς ἐπιλεγόμενα· ἃ δὴ ἀπὸ τῆς παραθέσεως τοῦ πέμπτου καὶ ἐνενηκοστοῦ ψαλμοῦ περὶ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς εἴποιμι ἂν προφητεύεσθαι.

23

.

252

(50)

Οὐκ ἂν δὲ ἁμάρτοιμεν τοὺς ἐνταῦθα υἱοὺς Θεοῦ λεγομένους τοὺς τοῦ Σωτῆρος ἡμῶν μαθητὰς καὶ
ἀποστόλους καὶ εὐαγγελιστὰς εἶναι ἀποφηνάμενοι,252 in vol. 23

23

.

253

δι’ ὧν ἡ κλῆσις τῶν ἐθνῶν φαίνεται κατωρθωμένη· οἷς ὁ μετὰ χεῖρας λόγος προστάττει φέρειν τῷ Κυρίῳ πρῶτον μὲν ἁπάντων υἱοὺς κριῶν, ἀλλ’ οὐ κριούς· ἐπειδήπερ πρὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἐλέγετο ἐν
5τῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ· Ἀντὶ τῶν πατέ‐ ρων σου ἐγενήθησαν υἱοί σου. Τῶν δὲ πατέρων λήθην ποιήσασθαι παρεκελεύσατο αὐτῇ ὁ λόγος εἰπών· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου
10τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστι Κύριός σου. Ταῦτα γὰρ οὐδὲ πρὸς ἄλλην ἢ πρὸς μόνην τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ ἐλέγετο· παραινοῦντος αὐτῇ τοῦ θείου Πνεύματος λήθην ποιήσασθαι τοῦ προτέρου αὐτῆς
15λαοῦ, καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς διὰ τὴν πολύθεον πλάνην, καὶ τὴν τῶν πατέρων αὐτῆς δεισι‐ δαιμονίαν. Εἶτ’ ἐπειδὴ τῶν πατέρων ἐπιλαθέσθαι αὐτῇ παρεκελεύσατο, ἀναγκαίως ἐπάγει λέγων· Ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν οἱ υἱοί σου.
20Τούτους υἱοὺς κριῶν διὰ τὸ ἄλογον ἀποκαλεῖ. Εἶτ’ ἐπιλέγει· Ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν· ὃ δὴ νοήσεις ἀπὸ τῆς τοῦ Σωτῆρος ἡμῶν πρὸς τοὺς μαθητὰς παρακελεύσεως, δι’ ἧς παραινεῖ λέγων αὐτοῖς· Λαμψάτω τὰ ἔργα ὑμῶν ἔμπροσθεν τῶν ἀν‐ θρώπων, ὅπως, βλέποντες τὰ καλὰ ὑμῶν ἔργα, δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
25 Καὶ τρίτον ἔτι πρὸς τούτοις, φέρειν τῷ Κυρίῳ προστάττει συμφώνως ὁ μετὰ χεῖρας ψαλμὸς, καὶ ὁ ἐνενηκοστὸς πέμπτος, δόξαν ὀνόματι αὐτοῦ. Αὐτῷ μὲν γὰρ προσφέρομεν δόξαν διὰ δογμάτων ἐῤῥωμέ‐ νων· ἀλλὰ καὶ τιμὴν αὐτῷ προσφέρομεν, πειθαρ‐
30χοῦντες προστάγματι λέγοντι· Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης. Τῷ δὲ ὀνόματι αὐτοῦ δόξαν περιάπτομεν, ἐπειδὰν λάμπῃ ἡμῶν τὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων· ὥστε ὁρῶντας αὐτοὺς
35δοξάζειν τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὅπως δὲ παρὰ τοῖς ἔθνεσι τὸ ὄνομα αὐτοῦ δοξάζεται, καὶ ὁ διὰ τοῦ προφήτου παρίστησι λόγος πρὸς τὸ Ἰουδαίων ἔθνος ἀποτεινόμενος καὶ λέγων· Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παν‐
40τοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· διότι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δεδόξασται τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι· καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνό‐ ματί μου καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά
45μου ἐν τοῖς ἔθνεσιν· ὑμεῖς δὲ βεβηλοῦντες αὐτό. Πρὸς τούτοις ἅπασιν οἱ δηλωθέντες υἱοὶ τοῦ Θεοῦ, ἢ υἱοὶ τῶν κριῶν κελεύονται προσκυνεῖν τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Οὐ γὰρ ἔξω τῆς αὐλῆς βούλεται, οὐδὲ ἀνακεχωρημένως ἰδιάζοντας προσκυνεῖν αὐτῷ,

23

.

253

(50)

ἀλλ’ ἀπαντῶντας εἰς τὴν Ἐκκλησίαν αὐτοῦ. Ἀντὶ δὲ τοῦ, ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ, ὁ μὲν Ἀκύλας, ἐν δια‐ πρεπείᾳ ἡγιασμένῃ, ἐξέδωκεν· ὁ δὲ Σύμμαχος, ἐν διαπρεπείᾳ ἁγίᾳ. Βούλεται γὰρ ἡμᾶς ὁ λόγος μετὰ τοῦ πρέποντος κόσμου, καὶ τῆς τῷ Θεῷ προσφιλοῦς δικαιοσύνης τὴν προσκύνησιν ποιεῖσθαι, ὅλους αὐ‐
55τοὺς ἐν ἁγιασμῷ γενομένους καὶ ἐν εὐπρεπείᾳ.254 in vol. 23

23

.

256

Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δό‐ ξης ἐβρόντησε· Κύριος ἐπὶ ὑδάτων πολλῶν. Ὅτι, αἰθρίας οὔσης ἐπὶ τὴν κορυφὴν τοῦ Καρμή‐ λου, ἤκουε φωνὴν ὑδάτων πολλῶν. Καὶ ὅλως, συν‐
5αγαγών τις τὰ ἐν τῇ Παλαιᾷ περὶ ὑδάτων ἀναγεγραμ‐ μένα, καὶ ὡς τὸ, Πνεῦμα τοῦ Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος· καὶ τό· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα· τά τε ἐν τῷ κατακλυσμῷ, ὡς, ἁπάντων ὑποβρυχίων γι‐
10νομένων, μόνος ὁ Νῶε καὶ οἱ σὺν αὐτῷ διεσώζοντο ἐν τῇ κιβωτῷ· καὶ τὰ ἐπὶ τῆς Αἰγύπτου, καὶ τὰ ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, καὶ τὰ ἐν τῷ Ἰορδάνῃ, ὅπως ἀβρόχῳ ποδὶ διεβίβασαν οἱ υἱοὶ Ἰσραὴλ, ὄψεται.
15 Φωνὴ Κυρίου ἐν ἰσχύϊ. Ὁ γὰρ πάντα ἰσχύων ἐν τῷ ἐνδυναμοῦντι αὐτὸν Χριστῷ, οὗτος ἀκούει τῶν ἐντολῶν Κυρίου, καὶ ποιεῖ. Φωνὴ οὖν Κυρίου οὐκ ἐν τῇ ἀσθενεῖ καὶ λελυμένῃ ψυχῇ, ἀλλ’ ἐν τῇ εὐτόνῳ ἰσχυρῶς κατεργαζομένῃ τὸ ἀγαθόν. Φωνὴ Κυρίου
20ἐν μεγαλοπρεπείᾳ. Οὐ διὰ μόνων, φησὶ, τῶν εἰρη‐ μένων ἡμῖν περὶ ὑδάτων ἡ φωνὴ παρίσταται τοῦ Κυ‐ ρίου· ἀλλὰ καὶ διὰ τῆς ἰσχύος αὐτοῦ καὶ τῆς μεγα‐ λοπρεπείας, ἣν ἔστιν ὀφθαλμοῖς κατανοῆσαι ἀθρόως τὸν σύμπαντα κόσμον ἀπείρατα, ἰδίως τε τὰ τούτου
25μέρη θεασάμενον, τά τε μεγέθη τὰ ἀνεκδιήγητα καὶ τὰ ἀνέκφραστα κάλλη, τήν τε ἐν αὐτοῖς ὁρωμένην πολυποίκιλον σοφίαν· ἃ δὴ τυγχάνει παραστατικὰ τῆς τοῦ συστησαμένου τὰ πάντα δυνάμεώς τε καὶ ἰσχύος. Ἔνθεν οἱ προφητικοὶ λόγοι τὴν θεολογίαν ἀπὸ
30τῆς μεγαλουργίας αὐτοῦ παρελάμβανον. Διὸ εἴρηται παρὰ τῷ Ἱερεμίᾳ· Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ τὰ ἑξῆς.
34Φωνὴ Κυρίου συντρίβοντος κέδρους· συντρί‐
35ψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου· καὶ λε‐ πτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τοῦ Λιβάνου καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. Ἢ καὶ οὕτως· Μόσχον ἔοικε Λιβάνου, τὸν υἱὸν μονοκερώ‐ των, τὴν Ἱερουσαλὴμ λέγειν, καὶ τὸν πάλαι ἠγαπη‐
40μένον υἱὸν μονοκερώτων. Ἐπεὶ πατέρων γεγόνασιν ἁγίων, οἵτινες ἐλέγοντο μονοκέρωτες, διὰ τὸ μόνῳ Θεῷ κέρατι κεχρῆσθαι, ὡς ἐπ’ αὐτῷ σεμνύνεσθαι καὶ λέγειν· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Ὧν υἱοὶ γεγόνασιν οἱ ἡγούμενοι τῶν ἐκ περιτομῆς
45Σαρίων ἐνταῦθα κεκλημένοι κατὰ τὰς ἄλλας ἐκδό‐ σεις, ὃ ἑρμηνεύεται ἄρχοντες, οὓς ἀπειλῇ συνέτριψε μετὰ τῆς Ἱερουσαλὴμ, ἣν μόσχον ἔφη καὶ Λίβανον. Σαφῶς γὰρ Ἰεζεκιὴλ ὁ προφήτης τοῦτο παρέστησε φήσας· Τάδε λέγει· Ὁ ἀετὸς ὁ μέγας ὁ μεγα‐

23

.

256

(50)

λοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύ‐ χων ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου, τὰ ἄκρα τῆς ἁπαλότητος, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χαλ‐ δαίων· ἃ καὶ διὰ τῶν ἑξῆς ἡρμήνευσε λέγων· Ὅταν
55ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ, καὶ256 in vol. 23

23

.

257

λήψεται τὸν βασιλέα αὐτῆς καὶ τὸν ἄρχοντα αὐ‐ τῆς. Τούτους γὰρ ἐπίλεκτα καὶ ἄκρα κέκληκεν ἁπαλότητος. Μόσχον δὲ αὐτῆς φησι τὸ θυσιαστή‐ ριον, ἐν ᾧ μόσχους καὶ θυσίας ἀνέφερον· ἃ δὴ πάντα
5συντέτριπται μετὰ Σαρίων, ὅ ἐστιν ἀρχόντων. Οὕτως οὖν φησι συντρίψει καὶ τοὺς ἐν τοῖς λοιποῖς ἔθνεσιν ἀσεβεῖς, τοὺς ἐπαιρομένους ὡς τὰς κέδρους τοῦ Λι‐ βάνου. Φωνὴ Κυρίου συσσείοντος ἔρημον, συσσείσει
10Κύριος τὴν ἔρημον Κάδης. Ἀληθῶς γὰρ ἡ σύμ‐ πασα τῶν ἀνθρώπων οἰκουμένη, ἔρημος οὖσα πρότε‐ ρον Θεοῦ γνώσεως καὶ εὐσεβείας, συνεσείσθη διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος, ὡς μεταβαλεῖν αὐτὴν ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ ἀπὸ ἀγνοίας εἰς ἐπιστήμην
15θείαν. Γέγονεν οὖν ἐξ ἐρήμου οἰκουμένη.
17 Φωνὴ Κυρίου καταρτιζομένου ἐλάφους, καὶ ἀποκαλύψει δρυμοὺς, καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Ἐλάφους γὰρ, φησὶν, ὁ Κύριος
20καταρτισάμενος· ζῶον φιλέρημον ὀφιοκτόνον τε καὶ κερασφόρον, καὶ κατὰ τὸν νόμον καθαρὸν, ὃν ἐξ‐ έπεμψεν εἰς τὴν προδηλωθεῖσαν ἔρημον. Οἱ δὲ ταύτην διαδραμόντες τοὺς ἐν αὐτῇ ὄφεις τοῖς ἑαυτῶν κατε‐ πάτησαν ποσὶ, πάντα τε τὰ ἐν τῇ ἐρήμῳ ἰοβόλα θη‐
25ρία μακρὰν ἀπήλασαν· ὧν ἐλαθέντων, ἀπεκαλύφθη‐ σαν οἱ δρυμοί· Καὶ ἐν τῷ ναῷ πᾶς τις λέγει δό‐ ξαν. Σφόδρα ἀκριβῶς εἴρηται· Καὶ ἐν τῷ ναῷ αὐ‐ τοῦ πᾶς τις λέγει δόξαν· οὐκέτι γὰρ Ἰουδαῖοι, οὐδὲ ὁ ἐκ περιτομῆς λαὸς, ἀλλὰ πᾶς τις ὁ ἐξ ἁπάν‐
30των τῶν ἐθνῶν ἐπιστραφείς. Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει· Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ. ΨΑΛΜΟΣ ΩΔΗΣ ΤΟΥ ΕΓΚΑΙΝΙΣΜΟΥ ΤΟΥ ΟΙΚΟΥ ΤΟΥ ΔΑΥΙΔ ΚΘʹ.
35 Ἀλλ’ εἴποι τίς ἂν πρὸς τοῦτο, ὡς οὐδεμίαν οἰκο‐ δομῆς οἴκου ἢ ναοῦ ποιεῖται μνήμην· οὐδέ τις λόγος ἐστὶν ἐν τῷ ψαλμῷ δυνάμενος ἁρμόζειν ἐγκαινίοις οἴκου, ὡς νομίσαι τινὰ ἐπὶ ἐγκαινισμῷ τοῦ ἐν Ἱεροσολύμοις νεὼ τὸν προκείμενον ψαλμὸν εἰρῆσθαι.
40Ἀλλ’ ἐπεὶ προγέγραπται, ᾨδῆς ἐγκαινισμοῦ τοῦ οἴκου· σκόπει μήποτε οἶκον ἐνταῦθα τὴν ἑαυτοῦ ψυχὴν αἰνίττεται· ἐν ᾗ τὸ θεῖον Πνεῦμα, ὡς ἐν ναῷ οἰκῆσάν ποτε, καιρῷ τινι ἔρημον αὐτὴν καταλέλοι‐ πεν, ἀναχωρῆσαν διὰ τὴν πλημμεληθεῖσαν αὐτῷ
45κατὰ τὸν Οὐρίαν καὶ τὴν τούτου γυναῖκα πρᾶξιν· δι’ ἣν καὶ μέχρι τοῦ θανάτου κατελήλυθε, τὰ πρὸ θάνατον ἁμαρτήσας· δυνάμει δὲ τότε καὶ εἰς τὸν λάκκον, καὶ εἰς τὸν ᾅδην κατηνέχθη, κατέβη τε ἀληθῶς εἰς διαφθοράν· ὡς διὰ ταῦτα θρήνοις αὐτὸν

23

.

257

(50)

σχολάσαι, σάκκον τε ἀντὶ τῆς βασιλικῆς ἐσθῆτος περιβαλέσθαι. Ἀλλ’ ἐπειδὴ ἀξιόλογον ἐνδειξάμενος μετάνοιαν, ἑαυτόν τε κολάσας καὶ τιμωρησάμενος, ἱκανῶς τε ἐγκαρτερήσας ταῖς ἐξομολογήσεσιν, ἐπαγ‐ γελίαν ἀφέσεως τῆς ἁμαρτίας εἴληφε, διὰ τοῦ ἐκ
55σπέρματος αὐτοῦ προελευσομένου Χριστοῦ, μέλλοντος καὶ μέχρις ᾅδου καταβήσεσθαι· εἰκότως τῆς κατη‐ φείας μεταβαλὼν, καὶ τῆς ἐφ’ οἷς ἐτόλμησεν ἐξομο‐
λογήσεως, εὐχαριστίαν ἀναπέμπει τῷ Θεῷ λέγων·258 in vol. 23

23

.

260

Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον, μεταβε‐ βλῆσθαί τε αὐτῷ τὰ τοῦ πένθους εἰς εὐφροσύνην σημαίνει καὶ δι’ ὧν φησίν· Ἔστρεψας τὸν κοπετὸν
5εἰς χαρὰν ἐμοί· διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην. Δεδειγμένου τοί‐ νυν τοῦ οἴκου τῆς τοῦ Δαυῒδ ψυχῆς, ἄρα τῷ ἐγκαι‐ νισμῷ τοῦ τοιούτου οἴκου ἐφαρμόζειν τὰ προκεί‐ μενα.
10 Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ’ ἐμοί. Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω μοι. Κύ‐ ριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ταῦτα
15μὲν ὁ Δαυῒδ διὰ τοῦ μετὰ χεῖρας ψαλμοῦ λέγει· ἐν δὲ τῷ εἰκοστῷ ἑβδόμῳ ψαλμῷ ὁ αὐτὸς ἐβόα λέγων· Πρὸς σὲ, Κύριε, κεκράξομαι, ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν
20εἰς λάκκον. Ἀλλ’ ἐπεὶ μὲν ταῦτα ηὔχετο· ἐνταῦθα δὲ εὐχαριστεῖ ὡς κατενεχθεὶς πρότερον καὶ καταπεσὼν εἰς τὸν λάκκον, ἀνενεχθεὶς δὲ πάλιν καὶ ἀνασωθεὶς ἐξ αὐτοῦ, καὶ μὴ ταῦτα παθὼν τοῖς καταβεβηκόσιν μὲν εἰς αὐτὸν, μὴ ἀναβεβηκόσι δέ· προηγουμένως γὰρ
25μακάριον τὸ μὴ ἁμαρτεῖν· ἐπειδὴ ἡ ἀσθένεια τῆς ἀνθρωπίνης φύσεως τούτοις ὑπόκειται, δεύτερος, ὡς ἂν εἴποι τις, πλοῦς τὸ ἀναπαλέσαι καλὸν, καὶ τὸ ἀναλαβεῖν ταὐτὸν μετὰ τὴν νόσον, καὶ τὴν κατὰ φύσιν ἀπολαβεῖν ὑγείαν.
30 Ψάλατε τῷ Κυρίῳ οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομο‐ λογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ. Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ. Συγχαίρειν αὐτῷ μετανοήσαντι, καὶ ἐξομο‐ λογεῖσθαι, τουτέστιν εὐχαριστεῖν τῇ μνήμῃ τῆς
35ἁγιωσύνης αὐτοῦ· ἀντὶ τοῦ, τὴν μνήμην ἀναζωπυ‐ ροῦντες, μηδ’ ἐπιλανθανόμενοι τῶν παρὰ τοῦ Κυρίου χορηγουμένων ἀνθρώποις ἀγαθῶν. Μάλιστα δὲ προσ‐ ήκει τὴν εὐχαριστίαν ἐπιτείνειν, μεμνημένους τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἥτις τοσαύτη τυγχάνει, ὡς
40μηδέποτε βούλεσθαί τι κακὸν ἀνθρώποις. Εἰ δὲ καί ποτέ τις διὰ τὴν οἰκείαν μοχθηρίαν ἐπιστροφῆς δεηθείη, αὐτὸς μὲν ἑαυτῷ κατασκευάζει θυμὸν ὀργῆς· τό γε μὴν θέλημα τοῦ Θεοῦ, μήποτε βούλε‐ σθαι θάνατον ἀνθρώπῳ, ἀλλὰ ζωήν. Διὸ ἐν ἑτέροις
45λέγεται· Ζῶ ἐγὼ, λέγει Κύριος· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐ‐ τοῦ. Οὕτω γοῦν καὶ ἐνταῦθα λέλεκται· Ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· οὐ γὰρ ὀργὴ ἐν τῷ θελήματι αὐτοῦ. Παρὰ προαίρεσιν δὲ Θεοῦ καὶ παρὰ τὸ

23

.

260

(50)

βούλημα αὐτοῦ τοῖς ἁμαρτάνουσι κατασκευάζεται θυμὸς καὶ ὀργή· ὃ δὴ παρίστησιν ὁ Ἀπόστολος φήσας· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρο‐ νεῖς; ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς
55μετάνοιάν σε ἄγει. Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ
δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.260 in vol. 23

23

.

261

Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σα‐ λευθῶ εἰς τὸν αἰῶνα. Δικαιοῖ τὴν κρίσιν τοῦ Κυρίου ὁμολογῶν πόθεν αὐτῷ συμβέβηκεν ἡ πτῶσις· δέον γὰρ ἑστῶτα ἐν τῇ παρὰ τῷ Θεῷ στάσει μεμνῆσθαι
5τοῦ φάσκοντος λόγου· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ, ὁμολογεῖν τε τῷ Θεῷ χάριν ὑπὲρ τῆς στάσεως. Ὁ δὲ, οὐκ ὀρθῶς λογισάμενος, παρὰ τὴν αὐτοῦ ἀρετὴν ἐν τοῖς καλλίστοις ἑστάναι ἐνόμιζεν· ἀπέφαινέ τε ἑαυτὸν καὶ ἄτρεπτον καὶ ἀμετάβλητον.
10Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. Ἐπεὶ ταῦτα τὰ προειρημένα οὐκ ὀρθῶς ἐλογίζετο, ἔγνω, ὅτι ἡ στάσις αὐτοῦ ἐκείνη, καὶ ἡ εὐθηνία καὶ τὸ προσὸν αὐτῷ τότε κάλλος οὐκ ἦν ἐξ αὐτοῦ, οὐδὲ παρὰ τὴν ἑαυτοῦ αἰτίαν ὑπῆρχεν
15αὐτῷ. Διὸ ἐξομολογούμενος ταῦτά φησιν ἔργῳ τὴν πεῖραν παραλαβὼν τῆς ἑαυτοῦ ἀσθενείας· Ἀπέ‐ στρεψας δέ σου τὸ πρόσωπον, καὶ ἐγενήθην τε‐ ταραγμένος. Σὺ μὲν γὰρ οὐδὲν πλέον ἔπραξας, οὔτε ὦσας, οὔτε κατέβαλες· αὐτὸ δὲ τοῦτο διὰ τὴν ἐμὴν
20μεγαλαυχίαν μεμονωμένον με εἴασας, καὶ τῆς παρὰ σοῦ βοηθείας ἔρημον. Ἀπέστρεψας τὸ πρόσωπόν σου· ἐγὼ δὲ παραχρῆμα ἠλεγχόμην, καὶ ἐγινόμην τεταραγμένος, ὑποπίπτων τοῖς ἐμοῖς ἁμαρτήμασι, καὶ τοῖς ἐμοῖς ἐχθροῖς.
25 Πρὸς σὲ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; Κατὰ δὲ τὸν Σύμμαχον· Ἐν τοῖς κακοῖς γενόμενος ἔλεγον· Πρὸς σὲ, Κύριε, βοήσω, καί σε τὸν δεσπότην
30μου ἱκετεύσω· τί κέρδος ἐν τῷ αἵματί μου, κατενεχθέντος μου εἰς διαφθοράν; Μὴ ἐξομο‐ λογήσεταί σοι κόνις, ἢ ἀπαγγελεῖ τὴν ἀλήθειάν σου; Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ἱκετεύω, κάτωθεν κραυγὰς ἀφιεὶς ἀπὸ τοῦ βαθυτάτου λάκκου,
35πυθόμενος ὡς παρὰ διδασκάλου μαθεῖν παρὰ σοῦ τοῦ Θεοῦ. Τίς ὠφέλεια γίνεται ἢ ἐμοὶ ἢ ἑτέροις ἐκ τοῦ ἐμοῦ αἵματος; Ἢ τί πλέον ἀνθρώποις ὑπάρξει ἐκ τοῦ ἐμὲ ἐλθεῖν εἰς διαφθοράν; Ἑτέρου μὲν γὰρ ἐν τῷ αἵματι ὑπάρξει πολλή τις καὶ μεγάλη ὠφέλεια
40τῷ παντὶ κόσμῳ· ἐπειδὰν ὁ σὸς ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὡς πρόβατον ἐπὶ σφαγὴν ἔλθοι, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος ἄφωνος. Τούτου γὰρ τῷ αἵματι ἀπολύτρωσις καὶ κακῶν ἐλευθερία πᾶσι τοῖς δι’ αὐτοῦ σωθησομένοις γενήσεται.
45Ἀλλὰ καὶ ἡ κατάβασις ἐκείνου ἡ μέχρι τῶν δια‐ φθαρέντων, καὶ ἐν θανάτῳ γενομένων, πολλοῖς αἰτία σωτηρίας ἔσται. Πολλὸς γὰρ χοῦς καὶ πολλὴ κόνις τῶν πάλαι καὶ σαρκίνων καὶ χοϊκῶν ἀνθρώπων ἐξ‐ ομολογήσεταί σοι· οἳ καὶ ἐπὶ τὸ κρεῖττον μεταβλη‐

23

.

261

(50)

θέντες, ἀπαγγελοῦσι τὴν ἀλήθειάν σου. Μήτι οὖν καὶ ἐν τῷ ἐμῷ αἵματι ἔσται τι τοιοῦτον ἀγαθὸν τῷ κόσμῳ; ἢ ὠφεληθήσεταί τις ἐμοῦ κατασυρέντος ὑπὸ τοῦ θανάτου; ἢ χοῦς καὶ ὁ ἀπὸ τοῦ χοῦ ληφθεὶς καὶ γεγονὼς ἄνθρωπος, μεταβληθεὶς ἀπὸ τοῦ χοϊκοῦ
55καὶ γενόμενος πνευματικὸς, ἀπαγγελεῖ τὴν ἀλήθειάν σου; Ἀλλὰ γὰρ οὐδὲν ἔσται ἐξ ἐμοῦ τοιοῦτον· διὸ ἱκετεύω μὴ ὁμοιωθῆναι τοῖς καταβαίνουσιν εἰς
λάκκον.262 in vol. 23

23

.

264

Ἤκουσε Κύριος, καὶ ἠλέησέ με· Κύριος ἐγε‐ νήθη βοηθός μου. Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην. Ταῦτα, φησὶ, δεηθέντος
5μου, ὁ μὴ μακρὰν ἀφεστὼς τῶν καθαρῶς καὶ πιστῶς ἐπικαλουμένων αὐτὸν Κύριος ἤκουσε, περὶ οὗ εἴρη‐ ται· Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ· καὶ ἀκούσας ἠλέησέ με, καὶ ἔργον ἐπεδείξατο τοῦ εἰς ἐμὲ οἴκτου· ἐγενήθη γὰρ
10βοηθός μου. Ταῦτα ὡς πρὸς ἡμᾶς διαλεχθεὶς, καὶ τὰ συμβεβηκότα αὐτῷ διδάξας ἡμᾶς, ἀποστρέφει πάλιν τὴν εὐχαριστίαν ἐπ’ αὐτὸν Θεὸν, τὰς εἰς αὑτὸν εὐερ‐ γεσίας διεξιών. Ἠλέησας γάρ με σὺ, φησὶ, καὶ γέ‐ γονας βοηθός μου· οὕτω τε μετέβαλες τὰ παλαιά
15μου δάκρυα, καὶ τοὺς θρήνους καὶ τὸν κοπετὸν εἰς γέλωτα καὶ χαρὰν, καὶ ἀγαλλίασιν, ἐπαληθεύσας τὸν ὕστερόν ποτε λεχθέντα μακαρισμὸν περὶ τῶν κλαιόν‐ των καὶ πενθούντων, κατὰ τό· Μακάριοι οἱ κλαίον‐ τες, ὅτι γελάσονται· καὶ μακάριοι οἱ πενθοῦντες,
20ὅτι παρακληθήσονται. Τὰ σύμβολα γοῦν τοῦ πέν‐ θους ἀπέδυσάς με, τὸν σάκκον, ἐν ᾧ κακοπαθὼν ἐμαυτὸν ἐτιμωρούμην, καὶ ζώσματι εὐφροσύνης πε‐ ριέζωσάς με. Καὶ ταῦτα πάντα μοι παρέσχου, ἵνα μὴ ἀπομείνω κόνις καὶ χοῦς ὁ μὴ ἐξομολογούμενός
25σοι, ἀλλ’ ἵνα ψάλλῃ σοι ἡ δόξα μου. Ἐν μὲν γὰρ τῷ καταβῆναί με εἰς διαφθορὰν οὐδεμία τις ἦν ὠφέ‐ λεια οὔτ’ ἐμοὶ οὔτε ἑτέροις. Ἐγώ τε γὰρ ἀπεστερού‐ μην τῆς παρὰ σοῦ ζωῆς, ἄλλοι τε οὐδαμῶς ἐτύγχανον τῆς δι’ ἐμοῦ σωτηρίας.
30 Ἐν δὲ τῷ μεταβάλλειν σε τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, καὶ ἐν τῷ διαῤῥῆξαί σε τὸν σάκκον μου καὶ περιζῶσαι εὐφροσύνην, οὐχ ἡ τυχοῦσα γε‐ γένηται ὠφέλεια· ἀπολαβὼν γὰρ τὴν προτέραν ἐμαυ‐ τοῦ δόξαν, διὰ ταύτης σοι ψαλῶ, καὶ ψαλῶ σοι οὐ μετά
35τινος φαύλης συνειδήσεως, ἀλλὰ μετὰ πεπαῤῥησια‐ σμένης καὶ καθαρᾶς διανοίας. Διό φησιν· Ὅπως ἂν ψάλλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ. Οὕτω τε διατελέσω εἰς τὸν σύμπαντα αἰῶνα, ἐξομο‐ λογούμενός σοι, καὶ τὰς σὰς διὰ παντὸς εὐεργεσίας
40τὰς εἰς ἐμὲ διεξιών. Κύριος ἐγενήθη βοηθός μου. Σημειωτέον, ὅτι τὸ, ἐγενήθη, οὐκ ἀεὶ οὐσίωσιν σημαίνει· ἀλλ’ ἔσθ’ ὅτε καὶ πρός τινα σχέσιν. Εἴ ποτε οὖν καὶ ἐπὶ τοῦ Σωτῆρος τοιαύτη γένοιτο φωνὴ, σχέσιν πρός τι καὶ οὐχὶ οὐσίωσιν σημαίνει. Ἔστρε‐
45ψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. Ἡ, κοπε‐ τὸς, φωνὴ, τὴν συναίσθησιν σημαίνει, ὡς καὶ αὐτὴ ἡ πρᾶξις παρίστησι, τῶν χειρῶν τὸ στῆθος κοπτου‐ σῶν. Ὁ οὖν ἐν συναισθήσει ἰδίων ἁμαρτημάτων γεγονὼς, καὶ ἐνεργητικῶς διὰ χειρῶν πνευματικῶν

23

.

264

(50)

τὴν αἴσθησιν αὐτοῦ διεγείρας, μεταβαλὼν ἀπὸ τοῦ ὀλοφύρεσθαι, χαρὰν τὸν καρπὸν τοῦ Πνεύματος ἀνα‐ λήψεται. Τὸ, ἔστρεψας, δηλοῖ τὴν ἐκ τοῦ κόπτε‐ σθαι καὶ λυπεῖσθαι εἰς χαρὰν μεταβολήν· τὸ δὲ, οὐ μὴ κατανυγῶ, οὐ μὴ μεταγνῶ, φησί. Δόξα δὲ
55ψάλλουσα τοῦ ταῦτα λέγοντος τῷ Θεῷ, ὀρθὴ πολιτεία καὶ γνῶσίς ἐστιν εἰλικρινής. Κύριε ὁ Θεός μου, εἰς
τὸν αἰῶνα ἐξομολογήσομαί σοι· ἀντὶ τοῦ, ἐπὶ πᾶσι264 in vol. 23

23

.

265

τοῖς συμβαίνουσιν, οὐ προσηνέσι μόνον, ἀλλὰ καὶ ἐπὶ πόνοις, εὐχαριστῶ σοι, Δέσποτα. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ, ΕΚΣΤΑ‐ ΣΕΩΣ Λʹ.
5 Οὔτε ἐν τῇ Ἑβραίων Γραφῇ, οὔτε παρὰ τοῖς λοι‐ ποῖς ἑρμηνευταῖς ἡ προγραφὴ περιέχει, ἐκστάσεως. Μήποτε δὲ διὰ τὸ ἐκφέρεσθαι τῷ ψαλμῷ· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Ἀπέῤῥιμμαι ἀπὸ προσ‐ ώπου τῶν ὀφθαλμῶν σου, τὴν προσθήκην τις ἐποιή‐
10σατο ἐν τῇ προγραφῇ εἰς τὸν καιρὸν καθ’ ὃν ἐν ἐκ‐ στάσει γενόμενος εἶπεν· Ἀπέῤῥιμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου, ἀναπέμψας τὰ ἐμφερόμενα τῷ λόγω; Πλὴν ἀλλ’ εἰς τὸ τέλος τοὺς ἐντυγχάνοντας πα‐ ραπέμπει καὶ ἡ παροῦσα προγραφὴ, ἤτοι διὰ τὰ τε‐
15λευταῖα, ἐν οἷς παραίνεσιν ἀναγκαιοτάτην περιέχει ἡ λέγουσα· Ἀγαπήσατε τὸν Κύριον πάντες οἱ ὅσιοι αὐτοῦ, ὅτι ἀληθείας ἐκζητεῖται Κύριος, καὶ τὰ ἑξῆς· ἢ διὰ τὸ προφητεύειν τινὰ περὶ τῶν κατὰ τὸ πάθος τοῦ Σωτῆρος πεπραγμένων· ἃ δὴ γίγνεσθαι
20ἤμελλεν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος. Ἀλλ’ ἐπεὶ καὶ τοῦ Δαυῒδ ἐλπίδας ὑπογράφει ἀγαθὰς ὁ λόγος, αἵτινες ἤμελλον αὐτῷ εἰς τὸν μέλλοντα χρόνον ἀποδίδοσθαι, εἰκότως εἰς τὸ τέλος ἀναπέμπει τὴν προγραφήν. Πε‐ ριέχει δὲ ὁ πᾶς ἱκετηρίαν τοῦ Δαυΐδ, ὅλον ἑαυτὸν
25ἀναρτήσαντος τοῦ Θεοῦ, καὶ παρακαλεῖ μὴ ἐκπεσεῖν τῆς ἐλπίδος. Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα· ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. Κλῖνον πρὸς μὲ τὸ οὖς σου, τά‐ χυνον τοῦ ἐξελέσθαι με. Πολλῷ τε πλούτῳ περιῤ‐
30ῥεόμενος, εἰ καὶ νίκαις ταῖς κατ’ ἐχθρῶν ἐκόμα, ἀλλὰ τούτων οὐδὲν πρὸς ἀσφάλειαν συμβαλεῖσθαι αὐτῷ ἐπέ‐ πειστο, μόνην δὲ τὴν ἐπὶ Κύριον ἐλπίδα· διὸ ἱκέτευε ταύτης μήποτε ἐκπεσεῖν· ἀλλὰ καὶ ἡμᾶς ἐδίδασκε τὰ ὅμοια αὐτῷ ζηλοῦντας καὶ φρονεῖν καὶ λέγειν. Ἀντὶ
35δὲ, ἐν τῇ δικαιοσύνῃ σου· ἐν τῇ ἐλεημοσύνῃ σου, ὁ Σύμμαχος ἐξέδωκε. Γενοῦ μοι εἰς Θεὸν ὑπερα‐ σπιστὴν, καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. Ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ, καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ δια‐
40θρέψεις με. Ταῦτα καὶ ἐν τῷ ἑπτακαιδεκάτῳ εἶπε ψαλμῷ. Ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε. Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου· ἐλυ‐
45τρώσω με, Κύριε ὁ Θεὸς τῆς ἀληθείας. Ἐξ ὧν ἐπειράθην πάλαι πρότερον, πέπεισμαι, ὅτι καὶ νῦν ἐξάξεις με ἐκ πάσης παγίδος τῆς ὑπὸ τῶν ἐχθρῶν μοι κατασκευαζομένης. Ἕως γὰρ ἐν τῷ βίῳ τῷ θνητῷ τυγχάνω, οἶδα πολεμούμενος· καὶ μέχρις ἐσχάτης

23

.

265

(50)

ἀναπνοῆς ἐν ἀγωνίᾳ κατέστην καὶ διὰ τὰς τῶν ἐχθρῶν ἐπιβουλάς. Ἀλλὰ πέπεισμαι, ὅτι ἐπὶ σοὶ ἀναρτήσας τὴν ἐμαυτοῦ ἐλπίδα, οὐ καταισχυνθήσομαι εἰς τὸν αἰῶνα. Θεὸν δὲ ἀληθείας εὐκαίρως καὶ καταλλήλως τοῖς λεγομένοις ὠνόμασεν· οὐ γὰρ ἔστι διαψευσθῆναι
55τὸν ἐπὶ σὲ ἠλπικότα, οὐδὲ τὸν ἐπὶ ταῖς σαῖς ἐπαγγε‐ λίαις πεπιστευκότα. Ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας
διακενῆς. Ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα· ἀγαλ‐266 in vol. 23

23

.

268

λιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου· Εἰκότως χαίρεις μὲν τοῖς τῆς ἀληθείας ἐρασταῖς, καὶ τούτους προσίεσαι· διὸ λέλεκται· Ἀληθείας ἐκζητεῖ Κύριος· τοὺς δὲ τὴν ματαιότητα περιέποντας εἰκό‐
5τως ἀποτρέπῃ καὶ μισεῖς, ὡς ἂν τὸ ψεῦδος μεταδιώ‐ κοντας. Ματαιότης γὰρ τὸ ψεύδους γέμον· διὸ παραι‐ νεῖς λέγων· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρ‐ διοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖσθε ψεῦδος; Ἐγὼ δὲ, ἀποστραφεὶς τὰ μάταια, ἐπὶ σὲ
10μόνον τὸν ἐμαυτοῦ Κύριον ἤλπισα· διὸ πέπεισμαι, οὐκ εἰκῇ σοι ἐμαυτὸν παρατεθεῖσθαι. Τὸ γὰρ τέλος τῆς εἰς σὲ ἐλπίδος χαρὰ καὶ εὐφροσύνη. Ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. Καὶ οὐ συνέκλει‐
15σάς με εἰς χεῖρας ἐχθρῶν· ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. Ἤδη καὶ ἄλλοτε ἐπεῖδες τὴν ταπεί‐ νωσίν μου· πολλάκις τε περιπεσούσης τῆς ἐμῆς ψυ‐ χῆς ἀνάγκαις ταῖς ὑπὸ τῶν ἐχθρῶν ἐπιτεθείσαις αὐ‐ τῇ, ἐμοῦ τε μηδὲν πλέον πράττοντος ἢ ταπεινοῦντος
20ἐμαυτὸν καὶ κακοῦντος διὰ τῶν πρὸς σὲ τὸν Θεὸν ἱκε‐ τηρίων, σὺ αὐτὸς ὁ ἐμὸς ὑπέρμαχος καὶ ὑπερασπι‐ στὴς, μὴ ἀντιπαρελθών με, ἀποδεξάμενος δὲ τὴν ἐμὴν ταπείνωσιν, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου, καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν·
25παραδόξως δέ με εἴσω δικτύων ἤδη γενόμενον, καὶ ταῖς χερσὶ τῶν ἐχθρῶν παραδεδομένον ἁρπάσας ἐλεύ‐ θερον ἀνῆκας, καὶ τοὺς πόδας μου ἐν πλατύτητι καὶ εὐρυχωρίᾳ κατέστησας, συγχωρήσας ἄφετόν με βα‐ δίζειν ὅποι καὶ βούλομαι. Διδάσκει δὲ καὶ ἡ ἱστορία,
30ὅτι, πολλάκις καταληφθεὶς ὑπὸ τοῦ Σαοὺλ, καὶ μέν‐ τοι καὶ ἐν τῷ σπηλαίῳ καθειρχθεὶς, τὰς ἐκείνου χεῖ‐ ρας διέφυγε, καὶ ἄλλοτε τοὺς Γετθαίους παραπληξίαν σχηματισάμενος. Ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι· ἐταράχθη ἐν
35θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου, καὶ ἡ γαστήρ μου. Ἱκετεύω, φησὶ, καὶ δέομαι ἐλεηθῆναι, ὅτι θλί‐ βομαι· ἀνθ’ οὗ ὁ Ἀκύλας φησίν· Ὅτι στενὸν ἐμοί. Τὴν γὰρ στενὴν καὶ τεθλιμμένην ὁδεύω διὰ σὲ, καὶ τὰς σὰς ἐπαγγελίας. Ἀλλὰ καὶ ὁ τῆς ψυχῆς μου ὀφ‐
40θαλμὸς, αὐτὸς ὁ νοῦς καὶ τὸ ἐν ἐμοὶ λογιστικὸν, ἐτα‐ ράχθη ἐν θυμῷ· ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας φησίν· Ηὐχμώθη ἐν παροργισμῷ ὁ ὀφθαλμός μου· ὁ δὲ Σύμμαχος· Ἐθολώθη διὰ παροργισμὸν ὀφθαλμός μου. Ὅτε γὰρ παρώργισα, φησὶ, καὶ θυμὸν ἐμαυτῷ
45ἐπήγειρα, τολμήσας διαπράξασθαι τὰ θυμοῦ καὶ ὀρ‐ γῆς ἄξια, τὸ τηνικαῦτα σύγχυσις καὶ θόλωσις καὶ αὐχμὸς τὸ λογιστικὸν τῆς ἐμῆς ψυχῆς κατείληφεν. Ἀλλὰ καὶ ἡ ψυχή μου, φησὶ, καὶ ἡ γαστήρ μου, καὶ αὐτὴ ἐθολώθη καὶ ἐταράχθη κατὰ τὸν καιρὸν τοῦ παρ‐

23

.

268

(50)

οργισμοῦ μου. Ὥσπερ δὲ ὀφθαλμὸν ψυχῆς κατὰ με‐ ταφορὰν τοῦ αἰσθητοῦ ὀφθαλμοῦ νενοήκαμεν, οὕτω καὶ τὴν γαστέρα αὐτῆς οὐκ ἂν ἁμάρτοις εἰπὼν τὴν δύναμιν τὴν μνημονικὴν, ἐν ᾗ ὥσπερ ἐν κοιλίᾳ καὶ γαστρὶ πάσας τὰς διὰ λόγων τροφὰς ἐναποτίθεσθαι
55εἴωθε. Διὸ λέλεκταί που· Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ
ἅγιον αὐτοῦ. Καὶ ὁ Σωτὴρ δέ· Ὃς ἂν πίῃ ἐκ τοῦ268 in vol. 23

23

.

269

ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοι‐ λίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομέ‐ νου εἰς ζωὴν αἰώνιον. Κἀνταῦθα τοίνυν τὴν μνημο‐ νικὴν δύναμιν, ἢ καὶ αὐτὸ τὸ ἡγεμονικὸν τῆς ψυχῆς,
5κοιλίαν ὠνόμασεν ὁ Σωτήρ. Θολωθεὶς τοίνυν τὸν ὀφ‐ θαλμὸν τῆς ψυχῆς, καὶ τὴν γαστέρα τὴν παραδεδομέ‐ νην, ἰατρείᾳ καὶ θεραπείᾳ ἐμαυτὸν παρεῖχον, ὀδύνῃ καὶ στεναγμοῖς, καὶ πτωχείᾳ παραδιδοὺς τὸν ἐμαυτοῦ βίον, ὥσπερ διά τινων κύκλων ἰατρευόμενος. Ἀντὶ δὲ
10τοῦ, Ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν· σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· Διὰ τὴν κάκωσίν μου ἡ ἰσχύς μου καὶ τὰ ὀστᾶ μου ηὐρωτίασαν. Οὕτω γὰρ, φησὶν, ἐμαυτὸν ἐκάκουν, ὡς διὰ τὴν ὑπερβολὴν τῆς κακώσεως ἐξατο‐
15νῆσαί μου καὶ ἐξασθενῆσαι τὴν ἰσχὺν, καὶ αὐτὰ τὰ τῆς ψυχῆς μου ὀστέα, καὶ τὰς δυνάμεις ἐν αἷς πάλαι ἠνδριζόμην ηὐρωτίασαν· ἢ κατὰ τὸν Ἀκύλαν· Καὶ τὰ ὀστᾶ μου ηὐχμώθη. Ταῦτα δὲ ἀναγκαῖα πρὸς δι‐ δασκαλίαν καὶ ὑπογραμμὸν τῶν ἀφέσεως τυχεῖν βου‐
20λομένων τῶν οἰκείων πλημμελημάτων. Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνει‐ δος, καὶ τοῖς γείτοσί μου σφόδρα, καὶ φόβος τοῖς γνωστοῖς μου. Οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ’ ἐμοῦ· ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας· ἐγε‐
25νήθην ὡσεὶ σκεῦος ἀπολωλός. Ταῦτα ἀναφέρομεν ἐπὶ τὸν καιρὸν τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν, ἁρ‐ μόζοι ἂν ὑπ’ αὐτοῦ λέγεσθαι, ὅτε οἱ ἐχθροὶ ἀνηρτη‐ μένον ὁρῶντες αὐτὸν ἐπετώθαζον ὀνειδίζοντες, κατὰ τὰ γεγραμμένα ἐν τοῖς Εὐαγγελίοις· οἵ τε γνωστοὶ,
30καὶ οἱ μαθηταὶ, καὶ φίλοι, φόβῳ ὑποπεσόντες, ἀνεχώ‐ ρουν καταλείποντες αὐτόν· ὅτε καὶ ὁ πρωτοστάτης τοῦ χοροῦ τῶν αὐτοῦ μαθητῶν ἤρνηται αὐτὸν τρίτον. Τότε δὲ καὶ ἀπελήσθη ὡσεὶ νεκρὸς ἀπὸ καρδίας· ἀλλὰ καὶ ἐνομίσθη γεγονέναι ὡς σκεῦος ἀπολωλός. Πλὴν
35ἀλλὰ καὶ ταῦτα ἐπὶ τὸν ἐν τῷ ψαλμῷ ἐξομολογούμε‐ νον ἀναφερόμενα ὑπερβάλλουσαν αὐτοῦ παρίστησι κά‐ κωσιν. Οὕτω γὰρ ἑαυτὸν ἐξέτηκεν, ὡς ἐκλείπειν μὲν αὐτοῦ ἐν ὀδύνῃ τὴν ζωὴν, καὶ ἔτη ἐν στεναγμοῖς, ἀσθενῆσαι δὲ ἐν πτωχείᾳ τὴν ἰσχὺν, καὶ τὰ ὀστέα τῆς
40ψυχῆς αὐτοῦ ταραχθῆναι· ἐφ’ οἷς καὶ ἐγελᾶτο ὑπὸ τῶν ἐχθρῶν, ὡς εἰκῆ καὶ μάτην ἑαυτὸν κατακόπτων. Οὐ μόνον δὲ παρὰ τοῖς ἐχθροῖς ἐγίνετο ὄνειδος, ἀλλὰ καὶ παρὰ τοῖς γείτοσιν αὐτοῦ τοῖς μάλιστα αὐτὸν εἰ‐ δόσι, διὰ τὸ ἔγγιστα οἰκεῖν. Οὗτοι γὰρ, ὁρῶντες αὐ‐
45τὸν κατατρύχοντα ἐν τῇ πρὸς τὸν Θεὸν ἐξομολογήσει, κατεγέλων αὐτοῦ καὶ ὠνείδιζον. Οἱ δὲ προσήκοντες αὐτῷ συγγενεῖς καὶ φίλοι καὶ ἐφοβοῦντο, ὡς μεμη‐ νότα καὶ τὰς φρένας ἐξεστηκότα· ὥστε ἀναχωρεῖν καὶ φεύγειν ἐξ αὐτοῦ, ἀπογινώσκοντας αὐτοῦ τὴν σω‐

23

.

269

(50)

τηρίαν, λήθην τε αὐτοῦ ποιεῖσθαι ὡσεὶ καὶ νεκροῦ ἤδη γενομένου, καὶ ὡς περὶ σκεύους ἀπολωλότος δια‐ κεῖσθαι. Ταῦτα πάντα πεπονθέναι ἔφασκεν, ἑαυτὸν κακῶν ἐξομολογήσει καὶ μετανοίᾳ. Ἀλλ’ οἵδε μὲν, φη‐ σὶ, τοιοῦτοι γεγόνασι περὶ ἐμέ. Ἐγὼ δὲ οὐκ ἄνευ λό‐
55γου οὕτως ἐμαυτὸν ἦγον, ἀλλ’ ἐπειδήπερ ἤκουον ψόγον πολλῶν παροικούντων κυκλόθεν, οἱ τότε συναιρόμενοι
ἐπὶ τὸ αὐτὸ λαβεῖν τὴν ψυχήν μου ἐνεθυμοῦντο· οἱ γὰρ270 in vol. 23

23

.

272

ἀφανεῖς καὶ ἀόρατοι ἐχθροὶ, περιπεσόντος μου τῇ ἁμαρτίᾳ, συνετάσσοντο πρὸς ἀλλήλους, ὅπως διαρ‐ πάσωσι τὴν ἐμὴν ψυχήν. Διόπερ ἐγὼ, τῆς τούτων ἐπιβουλῆς συναισθόμενος, τῇ τοσαύτῃ ἐμαυτὸν ἐπεδί‐
5δουν τιμωρίᾳ, εἴ πως ἄρα ὁ Θεὸς διὰ τὴν τοσαύτην μου ταπείνωσιν ἐλεήσειέ με καὶ ῥύσαιτο τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς. Ἐγὼ δὲ ἐπὶ σοὶ ἤλπισα, Κύριε· εἶπα· Σὺ εἶ ὁ Θεός μου, ἐν ταῖς χερσί σου οἱ κλῆροί μου. Ταῦτα
10τῶν ἐχθρῶν μου, φησὶ, βουλευομένων κατ’ ἐμοῦ, ἐπὶ σὲ ἤλπισα, Κύριε· ἔλεγόν τέ σε μόνον βοηθόν μοι ἀπαρκεῖν· Θεὸς γάρ μου εἶ σὺ, ἐν ταῖς χερσί σου οἱ κλῆροί μου· ἀνθ’ οὗ, οἱ καιροί μου, ἡ Ἑβραϊκὴ ἀνάγνωσις καὶ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν. Εἰ
15γὰρ καὶ τὰ μάλιστα νῦν οἱ ἐχθροὶ κατισχύουσιν, ὥσπερ καιρὸν ἔχοντες κατ’ ἐμοῦ, ἀλλ’ οἱ ἐμοὶ καιροὶ πεφυλαγμένοι εἰσὶν ἐν ταῖς σαῖς χερσίν· ἐν οἷς και‐ ροῖς καὶ τοὺς ἐμαυτοῦ κλήρους οἶδα παρὰ σοὶ φυλάτ‐ τεσθαι. Διὸ εἰκότως ἱκετεύω καὶ δέομαι ἐπὶ τοῦ πα‐
20ρόντος ῥυσθῆναι ἐκ τῶν ἐχθρῶν μου καὶ ἐκ τῶν κατα‐ διωκόντων με. Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου σῶσόν με ἐν ἐλέει σου· Κύριε, μὴ καται‐ σχυνθείην, ὅτι ἐπεκαλεσάμην σε. Ὥσπερ ἡλίου
25ἀνατείλαντος λύεται τὸ σκότος· ὑπὸ γῆν δὲ γενομέ‐ νου, νὺξ διαλαμβάνει τὸ πᾶν· προΐασί τε ἐκ τῶν οἰ‐ κείων καταδύσεων θῆρες ἄγριοι καὶ ἄνδρες κακουρ‐ γίας ἐργάται· οὕτως, ἀποστρεφομένου μὲν τοῦ Θεοῦ, οἱ τῆς ψυχῆς ἐχθροὶ ἐπανίστανται καὶ κατατρέχουσιν
30αὐτῆς· ἐπιλάμψαντος δὲ αὐτοῦ τὸ φῶς τῆς αὐτοῦ θεό‐ τητος, ὅπερ πρόσωπον Θεοῦ ὀνομάζειν εἴωθεν ἡ Γρα‐ φὴ, ἀποτρέπονται μὲν καὶ ἀποφεύγουσι πάντες οἱ τὰ φίλα τοῦ σκότους ἔργα διαπραττόμενοι, διαλύεται δὲ πᾶν τὸ ἐναντίον τῷ Θεῷ. Διὸ παρακαλεῖ ὁ τὰ πρῶτα
35ἐξομολογησάμενος φάσκων· Ἐπίφανον τὸ πρόσ‐ ωπόν σου εἰς τὸν δοῦλόν σου· καὶ πάλιν· Οὐ διὰ τὰς ἐμὰς πράξεις, φησὶ, διὰ δὲ τὸ σὸν ἔλεος σωθῆ‐ ναι ἀξιῶ· καὶ αὖθις· Ἐπεὶ δέ σε ἐπεκαλεσάμην, φησὶ, μὴ καταισχυνθείην, ὅτι ἐπὶ σοὶ ἤλπισα. Τοῖς
40μὲν γὰρ ἀσεβέσι, τοῖς σὲ τὸν Θεὸν οὐκ ἐπισταμένοις, αἰσχύνη πρέπει· διό φησιν· Αἰσχυνθείησαν ἀσε‐ βεῖς καὶ καταχθείησαν εἰς ᾅδου· ἢ κατὰ τὸν Ἀκύ‐ λαν καὶ τὸν Σύμμαχον· Σιωπάτωσαν εἰς ᾅδην. Νῦν μὲν γὰρ λαλοῦσι πολλὰ τολμῶντες· ἐπειδὰν δὲ κα‐
45ταχθῶσιν εἰς τὸ κατάλληλον αὐτοῖς χωρίον, τὸ τηνι‐ καῦτα παύσονται τῆς μεγαλαυχίας· τότε δὲ καὶ ἄλαλα γενήσεται τὰ ἐπὶ τοῦ παρόντος πολλὰ κατὰ τοῦ δι‐ καίου φθεγγόμενα χείλη μεθ’ ὑπερηφανίας· τότε δὲ καὶ ἐκδικηθήσεται πᾶσα ἡ κατὰ τῶν δικαίων ἐξουδέ‐

23

.

272

(50)

νωσις. Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύ‐ ριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε! Ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. Κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ
55τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων. Σκεπάσεις αὐτοὺς ἐν σκηνῇ. ἀπὸ ἀντιλογίας γλωσσῶν. Ταῦτα, φησὶν, ἱκέτευσα, ἐπιφάναι τὸ πρόσ‐ ωπόν σου ἐπὶ τὸν δοῦλόν σου, καὶ σωθῆναι τῷ ἐλέει
σου μὴ καταισχῦναι, ὅτι ἐπεκαλεσάμην σε, πεπεισμέ‐272 in vol. 23

23

.

273

νος, ὡς ἡ σὴ χρηστότης πολλή τις καὶ ἄφατος τυγχά‐ νει, πλούτου δὲ γέμει πολλοῦ. Διὸ καὶ παρὰ τῷ Ἀπο‐ στόλῳ εἴρηται· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας κα‐
5ταφρονεῖς; Ἀλλὰ νῦν μὲν οὐ τοῖς πᾶσι φανερὰν ποιεῖς τὴν χρηστότητά σου· κρύπτεις δὲ αὐτὴν καὶ τα‐ μιεύῃ φυλάττων τοῖς φοβουμένοις σε. Ἐπεὶ καὶ ἐξειρ‐ γάσω αὐτὴν εἰς αὐτὸ τοῦτο· λέγω δὲ εἰς τὸ τοῖς ἐλπί‐ ζουσιν ἐπὶ σὲ παρασχεῖν αὐτὴν, καὶ παρέξεις γε
10αὐτὴν κατὰ καιρὸν πρὸ τῶν ὀφθαλμῶν τῶν υἱῶν τῶν ἀνθρώπων, ὥστε πάντας ἰδεῖν τὴν σὴν χρηστό‐ τητα, καιρῷ τῆς τῶν ἀγαθῶν ἀμοιβῆς διδομένην τοῖς ἀξίοις· διόπερ καὶ ἐν τῷ βίῳ τάς σοι ἀνακειμένας ψυχὰς κατὰ τοὺς τῶν πειρατηρίων καιροὺς τῆς παρὰ
15σαυτοῦ σκέπης καταξιῶν ἀποκρύπτεις, ῥυόμενος αὐ‐ τοὺς ἀπὸ ταραχῆς ἀνθρώπων, καὶ ὥσπερ ἐν σκέπη ὑπὸ τὴν σαυτοῦ χεῖρα σκεπάζων αὐτοὺς ἀπὸ ἀντι‐ λογίας γλωσσῶν, πρὸς τὸ μηδὲν καταβλάπτεσθαι μήτε ὑπὸ τῶν λόγοις αὐτοὺς καταπολεμούντων, μήτε ὑπὸ
20τῶν δι’ ἔργων τὰς κατ’ αὐτῶν μηχανὰς συσκευαζο‐ μένων. Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς. Διὰ τοσούτων τὴν πρὸς τὸν Θεὸν ἔντευξιν πεποιημένος ὁ ἐξομολογούμενος,
25ἐπὶ χρηστὸν περιγράφει τέλος τὸν λόγον, εὐλογῶν τὸν Θεὸν, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς· ὅπερ ὁ Σύμμαχος ἡρμήνευσεν οὕτως· Εὐλογητὸς Κύριος ὁ παραδείξας τὸ ἔλεος αὐτοῦ ἐμοὶ, ὡς ἐν πόλει περιπεφραγμένῃ. Δι’ ἐμοῦ γὰρ,
30φησὶν, ὁ Θεὸς ἐδοξάσθη, ὅτι, μυρίων ἐπ’ ἐμὲ πολε‐ μίων συστάντων, καὶ δίκην μεγάλης πόλεως τὴν ἐμὴν ψυχὴν πολιορκεῖν πεπειραμένων, ὁ ἐμὸς φύλαξ, φραγμόν μοι περιβαλὼν, τὸ ἔλεος αὐτοῦ θαυμαστὸν ἔδειξεν, οὕτω με σώσας ὡσεὶ καὶ πόλιν τείχει περι‐
35βεβλημένην ὀχυρῷ. Τοιοῦτος δέ μοι γέγονας σὺ ὁ ἐμὸς Κύριος, ὁπηνίκα αὐτὸς ἐμαυτὸν ταπεινῶν ἐν τῇ γενομένῃ μοι ἐκστάσει, ἐν ᾗ ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου καὶ ἡ ψυχή μου, καὶ ἡ γαστήρ μου. Οὐκ ἐπετρίβην, ἀλλ’ ἐταπείνουν ἐμαυτὸν, ὡς ἀποῤ‐
40ῥιφεὶς ἀπὸ τῶν σῶν ὀφθαλμῶν διὰ τὴν ἐμὴν ἁμαρ‐ τίαν. Ἀλλὰ ταῦτα ἐγὼ μὲν ἔλεγον ἐξομολογούμενος· σὺ δὲ φιλάνθρωπος καὶ ἀγαθὸς Θεὸς, οὐκ ἀπέῤῥιψας τὸν σὸν οἰκέτην, ἀλλὰ κατὰ τὴν ἐπαγγελίαν τὴν φά‐ σκουσαν· Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σω‐
45θήσῃ· ταῦτα ἐμοῦ λέγοντος εἰσήκουσας, καὶ διὰ τοῦτο ἐθαυμάστωσας τὸ ἔλεός σου ἐμοὶ ἐν πόλει περιοχῆς. ΤΩ ΔΑΥΙΔ ΣΥΝΕΣΕΩΣ ΛΑʹ. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπε‐

23

.

273

(50)

καλύφθησαν αἱ ἁμαρτίαι. Πολλὰ κακώσας ἑαυτὸν ἐπὶ τῷ συμβεβηκότι πλημμελήματι ὁ Δαυΐδ, καὶ τὰς διὰ τοῦ τριακοστοῦ φωνὰς προέμενος, φροντίζων καὶ ἀγωνιῶν τὴν τοῦ Θεοῦ κρίσιν, ἐφ’ οἷς αὐτὸς ἑαυτῷ συν‐ εγνώκει· εἶτα τῷ Πνεύματι τῷ ἁγίῳ καὶ τῇ δυνάμει τῇ
55προφητικῇ τὴν διὰ τῆς σωτηρίου χάριτος μέλλουσαν ἔσεσθαι πᾶσιν ἀνθρώποις συγχώρησιν τῶν ἁμαρτη‐
μάτων ἐπιγνοὺς, καὶ ὡς οἱ ἐξ ἐθνῶν εἰδωλολάτραι274 in vol. 23

23

.

276

καὶ ἄθεοι, μυρίοις κακοῖς ἐμπεπαρμένοι, ἀθρόας ποτὲ τεύξονται ἀφέσεως ἁμαρτιῶν διὰ λουτροῦ πα‐ λιγγενεσίας, τρισμακαρίους τούτους ἀποφαίνει διὰ τῶν προκειμένων. Ὀδυρμοῖς, φησὶν, ἐγὼ καὶ δάκρυσι
5θαμινοῖς διὰ τὴν ἁμαρτίαν προστετηκὼς, καὶ παν‐ τοδαπαῖς συμφοραῖς ταύτης χάριν περιπεσὼν, ζηλω‐ τοὺς ἐκείνους καὶ μακαρίους ἀποκαλῶ, τοὺς ἀτα‐ λαιπώρως τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ τῶν ἁμαρτη‐ μάτων δεξαμένους τὴν ἄφεσιν. Τοσαύτῃ γὰρ περὶ
10αὐτοὺς χρῆται φιλοτιμίᾳ, ὡς μὴ μόνον ἀφεῖναι, ἀλλὰ καὶ καλύψαι τὰς ἁμαρτίας, καὶ μηδὲ ἴχνη τούτων καταλείπειν. Μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος.
15Τὰ μὲν προλελεγμένα γενικῶς εἴρηται, καὶ καθόλου περὶ πάντων τῶν μελλόντων ἀφέσεως ἁμαρτιῶν διὰ τῆς χάριτος τυγχάνειν· τὰ δὲ προσκείμενα ὅπως ἡ ἄφεσις δίδοται παρίστησι διὰ τοῦ· Οὗ μὴ λογίσηται Κύριος ἁμαρτίαν. Ἅπαξ μὲν γὰρ γενομένην τὴν
20παραχθεῖσαν ἁμαρτίαν ἀγένητον μὴ δύνασθαι εἶναι δηλοῖ· τόν γε μὲν Κύριον τὸν ἐξουσίαν ἔχοντα ἐν τῷ λογοθεσίῳ λογίζεσθαι τῷ ἡμαρτηκότι, ἢ μὴ λογί‐ ζεσθαι τὸ πεπραγμένον, ἀλλὰ συγχωρεῖν ποιεῖσθαι τὴν ἄφεσιν. Καὶ ἐπειδήπερ ἕκαστος τῶν προσιόντων
25τῇ διὰ τοῦ βαπτίσματος δωρουμένῃ συγχωρήσει δι’ ὁμολογίας τῆς εἰς τὸν Σωτῆρα, τῆς γε εἰς τὸν τῶν ὅλων Θεὸν πίστεως, καὶ δι’ ἐξομολογήσεως εἰλι‐ κρινοῦς, τῆς ἀφέσεως τεύξεται· σφόδρα ἀκριβῶς ὁ λόγος προστίθησι τὴν φάσκουσαν προσθήκην· Οὐδ’
30ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος, ἢ, ἐν τῷ πνεύ‐ ματι αὐτοῦ δόλος· ἑκατέρως γὰρ φέρεται ἐν τῷ ἀναγνώσματι. Οὗτος γὰρ μακάριος, ὁ καθαρῷ πνεύ‐ ματι τὴν ἐξομολόγησιν ποιούμενος, καὶ τὰς ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας φωνὰς προσφερόμενος. Εἰ
35δ’ εὑρεθείη ἐν τῷ στόματι αὐτοῦ δόλος, ἢ ἐν τῷ πνεύματι καὶ τῇ ψυχῇ, ὡς ἀπατήσας ἑαυτὸν πρὸς τὸ μὴ τυχεῖν τῆς ἀφέσεως, ἔτι καὶ αὐξήσει τὰ ἑαυτοῦ κακὰ ἐπισωρεύσας καθ’ ἑαυτοῦ πλείονα ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς.
40 Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν, κ.τ.λ. Ἐκεῖνοι μέν εἰσι μακάριοι, οὓς τῷ πνεύματι γνοὺς ἐμακάρισα· ἐγὼ δὲ πολλὰ κοπιάσας ἐν ταῖς πρὸς τὸν Θεὸν βοαῖς καὶ ἐξομολογήσεσιν, ἀπέκαμον καὶ ἐσίγησα· ἀνθ’ οὗ
45ὁ μὲν Σύμμαχος, Ὅτι ἀπεσίγησα· ὁ δὲ Θεοδοτίων, Ὅτι ἐκοπίασα, ἡρμήνευσαν. Ἀντὶ δὲ τοῦ ἀπὸ τοῦ κράζειν με, Ἀπὸ τοῦ ὀδύρεσθαί με πᾶσαν ἡμέ‐ ραν, ἐκδέδωκεν ὁ Σύμμαχος, Ἐπαλαιώθη δὲ αὐτοῦ τὰ ὀστᾶ συντριβόμενα ἐκ τῆς πολλῆς κακώσεως τῆς

23

.

276

(50)

κατὰ τὴν ἐξομολόγησιν αὐτῷ γεγενημένης· ἐν ᾗ καὶ τὰς δυνάμεις τῆς ψυχῆς ὀστέα ὀνομαζομένας κατ‐ επόνει. Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· Ὅτι ἐκώφευ‐ σα, κατετρίβη τὰ ὀστᾶ μου ἐν βρυχήματί μου· κατὰ δὲ τὸν Σύμμαχον, Ὅτι ἀπεσιώπησα, ἐπα‐
55λαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ ὀδύρεσθαι πᾶσαν ἡμέραν. Οὐδὲ μέχρι μηνὸς, ἀλλὰ πάσας τὰς ἡμέρας κατέτρυχεν ἑαυτὸν καὶ κατεπόνει. Τὴν ἁμαρτίαν μου ἐγνώρισα, καὶ τὴν ἀνομίαν
μου οὐκ ἐκάλυψα. Εἶπα· Ἐξαγορεύσω κατ’ ἐμοῦ276 in vol. 23

23

.

277

τὴν ἀνομίαν μου τῷ Κυρίῳ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Διάψαλμα. Ἄλλοι δὲ οὐ, τὴν ἀσέβειαν τῆς καρδίας, ἀλλὰ, τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου, ἐξέθεντο. Ἀντὶ δὲ τούτου ἀκρι‐
5βέστερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· Ἵνα σὺ ἀφέλῃς τὴν ἁμαρτίαν μου. Τάδε γὰρ, φησὶ, καὶ τάδε διεπραξάμην, ἵνα τάδε μοι γένωνται. Οὐκ ἤδη τετυχηκὼς τῆς ἀφέσεως, ἀλλ’ ὡς πάντα πράττων, ἵνα αὐτῆς τύχῃ, ταῦτ’ ἔλεγε κατὰ τὸν Σύμμαχον.
10Καὶ ἔχεταί γε λόγου ἡ τοιαύτη ἑρμηνεία· εἰ γὰρ ἑτέρους ἐμακάριζεν, ὧν ἀφέθησαν αἱ ἀνομίαι, ὡς μηδέπω αὐτὸς τετυχηκὼς τῆς ἀφέσεως, πῶς ἐνταῦθα ἐδύνατο λέγειν· Καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς ἁμαρτίας μου; Διόπερ κατὰ τὸν Σύμμαχον ἀκριβέ‐
15στερον εἰρῆσθαί φημι τὸ, Ἵνα σὺ ἀφέλῃς τὴν ἀσέ‐ βειαν τῆς ἁμαρτίας μου. Ὑπὲρ ταύτης προσεύξεταί σοι πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ. Πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσι. Διὰ τοῦτο πᾶς
20ὅσιος ὑπόδειγμα λαβὼν ἐκ τῶν κατ’ ἐμὲ πεπραγμέ‐ νων προθυμότατα καὶ εὐθαρσῶς προσεύξεταί σοι, εἴ ποτε καιρὸς αὐτὸν καλῇ ἐπὶ τὴν ὁμοίαν ἐμοὶ προσ‐ ευχὴν ἐλθεῖν. Προσευξαμένου δὲ αὐτοῦ κατὰ τὸ ὑπό‐ δειγμα τὸ ἐμὸν, καὶ αὐτοῦ ἐπακούσεις, παρέξεις τε
25αὐτῷ τὴν παρὰ σοῦ σωτηρίαν, ὥστε μηδὲν αὐτὸν βλαβῆναι, κἂν μυρία κατακλύζοντα ὕδατα κατ’ αὐτοῦ φέρηται. Ὡς γὰρ ἐπὶ πέτραν οἰκοδομήσας αὑτοῦ τὴν οἰκίαν, καὶ ἐπὶ σὲ τὸν μέγαν Σωτῆρα ἀναρτήσας ἑαυτοῦ τὰς ἐλπίδας, ἄπτωτος καὶ ἑδραῖος μενεῖ· διὰ
30γὰρ τὴν σὴν φυλακὴν οὐδὲ πλησιάσαι αὐτῷ, οὐδὲ ἐγγὺς γενέσθαι δυνήσεται. Καὶ ταύτην γε τὴν διά‐ νοιαν ἡ τοῦ Συμμάχου παρέστησεν ἑρμηνεία, φή‐ σασα· Περὶ τούτου προσεύξεται πᾶς ὅσιος, ἀντὶ τοῦ, Διὰ τοῦτο προσεύξεται πᾶς ὅσιός σοι καιρὸν
35εὑρὼν, ὥστε ἐπικλύζοντα ὕδατα πολλὰ πρὸς αὐτὸν μὴ ἐγγίσαι. Ἐὰν δὲ κατὰ τοὺς Ἑβδομήκοντα λέγη‐ ται· Ὑπὲρ ταύτης προσεύξεται πᾶς ὅσιος, ἐροῦ‐ μεν, ὅτι, ὑπὲρ ταύτης, δηλαδὴ τῆς ἀφέσεως τῆς ἐμοὶ γενομένης. Διὰ γὰρ τὸν σὸν ἔλεον καὶ τὴν εἰς ἐμὲ
40γενομένην φιλανθρωπίαν πᾶς ὅσιος εὔελπις ἔσται, τῶν ὁμοίων παρὰ σοῦ τυχεῖν· εἴ ποτε αὐτῷ γένοιτο, ὡς ἀνθρώπῳ σάρκα περικειμένῳ, τοιοῦτό τι σφάλμα καὶ καιρὸς δεόμενος ὁμοίας ἐμοὶ ἐξομολογήσεως καὶ προσευχῆς.
45 Συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ· ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου. Τὸ λεγόμενον διὰ τοῦ προφήτου· Ἔτι λαλοῦντός σου, ἐρῶ· Ἰδοὺ πάρειμι, καὶ ἐπὶ τοῦ Δαυῒδ ἐπλη‐ ροῦτο. Διότι εὐχομένου καὶ τὴν δέησιν ἀναπέμποντος,

23

.

277

(50)

τὸ Πνεῦμα τὸ θεῖον ἀποκρίσεως αὐτὸν ἀξιοῖ, θαρσεῖν αὐτῷ παρακελευόμενον. Ἐγὼ γάρ σε, φησὶν, συν‐ ετιῶ καὶ συμβιβῶ σε· ἀνθ’ οὗ ὁ Ἀκύλας φησίν· Ἐπιστημώσω σε καὶ φωτίσω σε ἐν ὁδῷ ταύτῃ ᾗ πορεύσῃ· ὁ δὲ Σύμμαχος· Συνετίσω σε καὶ ὑπο‐
55δείξω σοι ὁδὸν ἣν ὁδεύσεις. Ἐπαγγέλλεται γὰρ δεῖξαι αὐτῷ τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ὁδός. Ἦν δὲ
οὗτος ὁ τοῦ Θεοῦ Λόγος, ὁ τοὺς ὁδεύοντας ἄγων ἐπὶ278 in vol. 23

23

.

280

τέλος τὸ τρισμακάριον, τὸν ἑαυτοῦ Πατέρα. Ἀντὶ δὲ τοῦ, Ἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου, ὁ Σύμμαχος, Βουλεύσομαι, φησὶ, περὶ σοῦ τῷ ὀφθαλμῷ μου. Ἐπειδὴ γὰρ ὀφθαλμοὶ Κυρίου ἐπὶ
5δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· εἰκό‐ τως τὸν τοσαῦτα ηὐγμένον καταξιοῖ τοῦ ἰδίου ὀφθαλ‐ μοῦ, ὅπως, ἐκ τῶν φωτιστικῶν αὐτῶν τῶν ἐκ τοῦ θείου ὀφθαλμοῦ πεμπομένων φωτισθεὶς τὴν διάνοιαν, τὴν ὁδὸν θεάσηται τὴν ἐπηγγελμένην αὐτῷ. Διόπερ
10ὀφθαλμοὶ Κυρίου οὐκ ἐπὶ πάντας, ἀλλ’ ἐπὶ μόνους τοὺς δικαίους· ἀπὸ γὰρ τῶν ἀσεβῶν ἀποστρέφει τοὺς ἑαυτοῦ ὀφθαλμούς. Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δί‐ καιοι, καὶ καυχᾶσθε, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Περιγράψας ὁ λόγος τὴν πρὸς τὸν εὐξάμενον ἀπό‐
15κρισιν, ἐπαγγειλάμενός τε αὐτῷ τὰ προλελεγμένα, μεταβαίνει ἐπὶ τὸ κοινὸν τῶν ἀνθρώπων γένος, δι’ ὑπερβολὴν φιλανθρωπίας πάντας βουλόμενος σω‐ θῆναι. Καὶ αὐτὸς δὲ ὁ Δαυΐδ, προσδιελθὼν τὴν ἑαυτοῦ ἐξομολόγησιν, αἰσίας τε ἀποκρίσεως καὶ ἐπαγγελίας
20καταξιωθεὶς, ἐξ ὑπερβαλλούσης χαρᾶς καὶ τοῖς λοιποῖς ἀνθρώποις προξενεῖ τὰ τῆς ὠφελείας. Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι, καὶ καυχᾶ‐ σθε πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Ὥσπερ τῷ ἀρι‐ στερῷ τάγματι τῶν ἁμαρτωλῶν τὰ κατάλληλα παρῄ‐
25νεσεν, ἑαυτὸν ὑπόδειγμα παρασχὼν τοῖς ἐξ ἁμαρτιῶν ἐπιστρέφουσιν· οὕτω καὶ τοῖς δικαίοις τὰ οἰκεῖα καὶ αὐτοῖς ἁρμόδια εὐαγγελίζεται διὰ τῶν προκειμένων, παραινῶν αὐτοῖς ἐπὶ μηδενὶ μὲν τῶν κοσμικῶν εὐ‐ φραίνεσθαι, ἐπὶ δὲ τὸν Κύριον μέγα φρονεῖν, καὶ
30ἐπ’ αὐτῷ μόνῳ εὐφραίνεσθαι, χαίρειν τε καὶ ἀγαλλιᾷν ἐπὶ τῷ τοσούτῳ ἀγαθῷ. Ἀλλὰ καὶ ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω, κατὰ τὸν Ἀπόστολον. Εἰκότως οὖν καὶ ἐνταῦθα τὸ συμπέρασμα τοῦ παντὸς λόγου ἐπισφραγίζεται λέγων· Καὶ καυχᾶσθε ἐν αὐτῷ, πάν‐
35τες οἱ εὐθεῖς τῇ καρδίᾳ· μὴ γὰρ ἐφ’ ἑαυτοῖς μέγα φρονεῖν, ἀλλ’ ἐπ’ αὐτῷ τῷ πάσης ὑμῖν ἀρετῆς αἰτίῳ γενομένῳ Κυρίῳ. ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΛΒʹ. Κατὰ τὴν Ἑβραϊκὴν ἀνάγνωσιν καὶ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ἀνεπίγραφός ἐστιν ὁ ψαλμός·
40πολλὴν δὲ σώζει ἀκολουθίαν πρὸς τὸν πρὸ αὐτοῦ. Προειπὼν γὰρ κατὰ τὸ τέλος ἐκείνου· Εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθε, δίκαιοι, μονονουχὶ αὐτῆς ἤρξατο τῆς λέξεως τοῦ προκειμένου, φήσας· Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ. Καί μοι δοκεῖ
45προφητικῶς τὰ λεγόμενα διὰ τῶν προκειμένων εἰς πρόσωπον ἀναπέμπεσθαι τῶν ἐν τῷ πρὸ τούτου ψαλμῷ δηλωθέντων, κατὰ τὸ, Μακάριοι ὧν ἀφέθη‐ σαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρ‐ τίαι. Ὡς γὰρ πρὸς ἐκείνους τοὺς τετυχηκότας τῆς

23

.

280

(50)

ἀφέσεως τῶν ἁμαρτημάτων διὰ τῆς σωτηρίου χάρι‐ τος ἀναφωνεῖται τὸ, Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυ‐ ρίῳ. Μὴ γὰρ ἐφ’ ἑαυτοῖς ἢ ἐπί τι τῶν κοσμικῶν, ἀλλ’ ἐπὶ τῷ Κυρίῳ πεποιθότες, καὶ ἐπ’ αὐτῷ σεμνυ‐ νόμενοι καὶ ἐν αὐτῷ καυχώμενοι, ἀγαλλιᾶσθε ὑμεῖς οἱ
55μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκα‐ λύφθησαν αἱ ἁμαρτίαι. Πρέπει γὰρ, φησὶ, πᾶσιν
τοῖς εὐθέσιν ἡ εἰς τὸν Θεὸν αἴνεσις. Κατὰ δὲ τὸν280 in vol. 23

23

.

281

Ἀκύλαν, Τοῖς εὐθέσιν ὡραιοῦται ὕμνησις. Ἐπεὶ γὰρ οὐχ ὡραῖος ὕμνος ἐν στόματι ἁμαρτωλοῦ, εἰκό‐ τως τοῖς καθαρὰς διανοίας καὶ καθαρὰ χείλη κεκτη‐ μένοις εὐπρέπει ἡ τοῦ Θεοῦ αἴνεσις.
5 Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλ‐ τηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. Κατὰ πρώτην τοῦ νόμου παράδοσιν γεγραμμένα. Καὶ ὁ τὰς ἔσω δὲ καὶ τὰς ἔξω αἰσθήσεις καθαρὰς καὶ ἀμέμπτους φυλάττων ἐν δε‐ καχόρδῳ ψαλτηρίῳ ψάλλει τῷ Θεῷ. ᾌσατε αὐτῷ ᾆσμα
10καινόν. Τὸ μὲν παλαιὸν ᾆσμα διὰ παλαιᾶς κιθάρας καὶ παλαιοῦ ψαλτηρίου, τῶν ἀψύχων ὀργάνων, ὥσπερ διὰ συμβόλων καὶ εἰκόνων ἐσπουδάζετο τῷ προτέρῳ λαῷ· τὸ δὲ καινὸν ᾆσμα μεγαλοφυέστερον καὶ θεο‐ πρεπέστερον διὰ κιθάρας ζώσης, καὶ διὰ τοῦ ἀποδο‐
15θέντος δεκαχόρδου ψαλτηρίου ἀναπέμπεται τῷ Θεῷ. Καλῶς ψάλατε ἐν ἀλαλαγμῷ. Οὗτος ὁ ἀλαλαγμός ἐστι μυστικός· διὸ εἴρηταί που· Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Ἀλλὰ καὶ ἀντὶ βοῶν καὶ μόσχων, καὶ τῶν δι’ αἵματος θυσιῶν, θυσίας ἀλα‐
20λαγμοῦ κατατεθυκέναι φησὶν ὁ εἰπών· Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγ‐ μοῦ. Ὅτι εὐθὺς ὁ λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. Ἀγαπᾷ ἐλεημοσύνην καὶ
25κρίσιν· τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. Τὰ μὲν τῆς τῶν ὄντων καταλήψεως διὰ πίστεως ἡμῖν χω‐ ρείτω, τὰ δὲ τοῦ πρακτικοῦ βίου διὰ ἐλεημοσύνης καὶ κρίσεως. Ταῦτα γὰρ ἀγαπᾷ ὁ εὐθὺς τοῦ Κυρίου λόγος· ἅτε κριτικοὺς ἡμᾶς κατασκευάσας καὶ δια‐
30κριτικοὺς τοῦ τε καλοῦ καὶ τοῦ ἐναντίου. Διὸ βού‐ λεται ἡμᾶς μηδὲν ἀκρίτως πράττειν, μηδὲ ἀλόγως φέρεσθαι ταῖς ἐξ αὐτῶν ὁρμαῖς, κεκριμένως περὶ τῶν πρακτέων βουλεύεσθαι, καὶ πρός γε πάντων ἐλεημονικοὺς εἶναι, συγνωμονικοὺς δὲ πρὸς τοὺς
35ἁμαρτάνοντας γιγνομένους, συμπαθεῖς δὲ καὶ φιλαν‐ θρώπους πρὸς τοὺς ἐλέου δεομένους. Τῷ λόγῳ τοῦ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύ‐ ναμις αὐτῶν. Τῷ οὖν Πατρὶ πᾶσα ἡ δύναμις ἡ
40ὑπερουράνιος ἐστερεώθη· τουτέστι τὸ εὔτονον καὶ βέβαιον καὶ πάγιον ἐν ἁγιασμῷ, καὶ πάσῃ πρεπούσῃ ταῖς ἱεραῖς δυνάμεσιν ἀρετῇ, ἐκ τῆς τοῦ Πνεύματος ἐπικουρίας ἔχουσιν. Ἐνθάδε μὲν οὖν πνεῦμα στό‐ ματος αὐτοῦ ἀναγέγραπται. Εὑρήσομεν δὲ ἀλλαχοῦ
45καὶ λόγον στόματος αὐτοῦ εἰρημένον, ἵνα νοηθῇ ὁ Σωτὴρ καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα. Ἀμφότερα δὲ συνήργησεν ἐν τῇ κτίσει τῶν οὐρανῶν καὶ τῶν ἐν αὐτοῖς δυνάμεων· διὰ τοῦτο εἴρηται· Τῷ λόγῳ Κυ‐ ρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι

23

.

281

(50)

τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Οὐδὲν γὰρ ἁγιάζεται μὴ τῇ παρουσίᾳ τοῦ Πνεύματος. Ἀγγέλων γοῦν τὴν μὲν εἰς τὸ εἶναι πάροδον ὁ δη‐ μιουργὸς Λόγος, ὁ ποιητὴς τῶν ὅλων, παρείχετο· τὸν ἁγιασμὸν δὲ αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον συνεπέφερεν·
55οὐ γὰρ νήπιοι κτισθέντες οἱ ἄγγελοι. Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ· ἀπ’ αὐτοῦ
δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν282 in vol. 23

23

.

284

οἰκουμένην. Σφόδρα δὲ ἀκολούθως τὰς τοῦ Θεοῦ με‐ γαλουργίας παραστήσας, καὶ μονονουχὶ ὀφθαλμοῖς ἐπιδείξας ὁπηλίκος ἐστὶν ὁ τῶν τοιούτων δημιουργὸς Κύριος, παρακελεύεται τοῦτον φοβεῖσθαι. Εὐαγγε‐
5λίζεται δὲ εἰδώλοις μηκέτι προσέχειν τὸν νοῦν, μήτε δαίμονας σέβεσθαι, ἀλλὰ τὸν τοσούτων ποιητήν. Ἀντὶ δὲ τοῦ, σαλευθήτωσαν, ὁ Σύμμαχος, εὐλαβείσθω‐ σαν, ἐξέδωκε. Νοήσεις ὅπως ἔμελλον σαλεύεσθαι ἀπ’ αὐτοῦ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην,
10ἐπιστήσας τὴν διάνοιαν, ὡς ἐπὶ τῷ κηρύγματι τῷ εὐαγγελικῷ καὶ τῇ σωτηρίῳ διδασκαλίᾳ καθ’ ὅλης τῆς οἰκουμένης Ἐκκλησίαι τῷ Θεῷ συνέστησαν· πᾶσά τε ἀκοὴ ἐπληρώθη τοῦ λόγου, καὶ πάντες ἄνθρωποι ἐπὶ τῇ τοσαύτῃ δυνάμει κεκίνηνται, μεταβάλλοντες ἀπὸ
15τῆς προτέρας περὶ τὰ εἴδωλα πλάνης, καὶ εἰς ὑπόμνησιν ἐλθόντες τῆς ἀληθοῦς εὐσεβείας· Ὅτι αὐ‐ τὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ
20λογισμοὺς λαῶν, καὶ ἀθετεῖ βουλὰς ἀρχόν‐ των. Ἐπεὶ συνεώρα τὸ προφητικὸν πνεῦμα μέλ‐ λοντας ἐξάπτεσθαι διωγμοὺς κατὰ τῶν ἀναχωρούν‐ των μὲν τῆς προτέρας δεισιδαιμονίας καὶ ἀποστρεφο‐ μένων τὴν πολύθεον πλάνην, ἐπὶ δὲ τὸν τῶν ὅλων
25Κύριον ἐπιστρεφόντων, ἀναγκαίως τῶν ἐν ἀπιστίᾳ μεινάντων ἐθνῶν τοὺς φόβους καὶ τὰς ἀπειλὰς μὴ δεδιέναι παρακελεύεται τοῖς τῶν ὅλων ποιητὴν ἐπε‐ γνωκόσιν. Κἂν γὰρ μυρία καθ’ ὑμῶν ἐπιβουλεύσων‐ ται· ἀλλ’ οὐδὲν, φησὶν, ἰσχύσουσι καθ’ ὑμῶν ἐνεργῆ‐
30σαι. Αὐτὸς γὰρ ὁ πάντων δημιουργὸς καὶ Κύριος, ᾧ προσεφύγετε, τὰς καθ’ ὑμῶν ἐπιβουλὰς τῶν ἐθνῶν καὶ τῶν ἀπίστων λαῶν, τοὺς καθ’ ὑμῶν λογισμοὺς ἑνὶ νεύματι διασκεδάσει. Εἰ δὲ καὶ ἄρχοντές ποτε καὶ βασιλεῖς μέλλοιεν καθ’ ὑμῶν ἐξάπτεσθαι, ἀλλὰ
35καὶ τούτων ἀθετήσει βουλάς· κρατήσει δὲ μόνη ἡ αὐ‐ τοῦ βουλὴ εἰς τὸν αἰῶνα. Ἀλλὰ καὶ τῆς σοφίας οἱ λογισμοὶ αὐτοῦ οὐχ ὁμοίως τοῖς λογισμοῖς τῶν ἀν‐ θρώπων ἀθετήσονται· παραμένουσι δὲ ἑαυτοῦ κρίσεις εἰς γενεὰν καὶ γενεάν. Φυλάττει γὰρ τοὺς αὐτοῦ λο‐
40γισμοὺς τοῖς ἑαυτοῦ ἀξίοις· καὶ ἐπειδήπερ καθ’ ἑκά‐ στην γενεὰν καὶ διαδοχὴν ἀνθρώπων εὑρίσκονταί τινες ἄξιοι, εἰκότως τούτοις αὐτοῖς διατηρῶν τοὺς αὐτοῦ λογισμοὺς, εἰς γενεὰν καὶ γενεὰν αὐτοὺς παρεκτείνει. Καὶ ταῦτα μὲν πάλαι προελέγετο προφητικῶς· ἔργοις
45δὲ αὐτοῖς τὴν ἔκβασιν τῶν λόγων ἡμεῖς παρειλήφα‐ μεν. Ὅσα γὰρ ἐμηχανήσαντο κατὰ τῆς Ἐκκλησίας αὐτοῦ, καὶ ὁποίους καθ’ ἡμῶν ἐπήγειραν διωγμοὺς, ὁποίας τε βουλὰς ἐβουλεύσαντο οἱ ἄρχοντες τοῦ αἰ‐ ῶνος τούτου καθ’ ἡμῶν, οὐκ ἔστιν ἐπαξίως διηγήσα‐

23

.

284

(50)

σθαι· καὶ ὡς ταῦτα πάντα Θεοῦ δυνάμει διεσκεδάν‐ νυντο· καὶ ὡς οὐκ ἐφ’ ἡμῶν μόνον, ἀλλὰ καθ’ ἑκά‐ στην γενεὰν ἔργοις ταῦτα ἐπληροῦτο ἀπὸ τῶν χρόνων τῆς τοῦ Σωτῆρος θεοφανείας ἀρξάμενα.
55 Μακάριον τὸ ἔθνος οὗ ἐστιν ὁ Κύριος ὁ Θεὸς αὐτοῦ, λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ. Πάλαι μὲν γὰρ ἦν Ἰσραὴλ μερὶς καὶ κλη‐ ρονομία αὐτοῦ· ἀλλ’ ἐπεὶ ἠθέτησε μεταβέβληται ἡ
χάρις ἐπὶ τὰ ἔθνη. Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύ‐284 in vol. 23

23

.

285

ριος, εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐξ ἑτοίμου κατοικητηρίου αὑτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. Ὁ πλάσας καταμόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς ἐπὶ
5πάντα τὰ ἔργα αὐτῶν. Ἵνα γνῶμεν πῶς ὑπέστη τὸ μακαριζόμενον ἔθνος, καὶ πόθεν εἴληφε τὴν σύ‐ στασιν ὁ λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ, ἀκολούθως διδάσκει, ὡς ἄρα αὐτὸς ὁ Κύριος πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων τοὺς κατοικοῦντας τὴν γῆν
10ἐπισκεψάμενος, ἐξ ἁπάντων τούτων συνεστήσατο τὸ προλεχθὲν ἔθνος, καὶ τὸν προειρημένον λαὸν, οὐ διακόνοις ἑτέροις κεχρημένος. Ἀντὶ δὲ τοῦ· Ἐξ ἑτοί‐ μου κατοικητηρίου αὑτοῦ, ὁ μὲν Ἀκύλας, ἀπὸ ἑδράσματος καθέδρας αὑτοῦ, ἡρμήνευσεν· ὁ δὲ
15Σύμμαχος, ἀπὸ ἕδρας κατοικίας αὑτοῦ ἐπέβλεψεν. Ὁ δὲ Λόγος αὐτοῦ τὴν σωτηρίαν διεκονεῖτο τοῖς σω‐ ζομένοις· Ἀπέστειλε γὰρ τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν δια‐ φθορῶν αὐτῶν. Διὰ τί δὲ ἐξ οὐρανοῦ ἐπέβλεψε Κύ‐
20ριος, καὶ τί τὸ αἴτιον τοῦ καταξιῶσαι τῆς ἑαυτοῦ ἐπι‐ σκοπῆς πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, παρίστη‐ σιν ἑξῆς λέγων· Ὁ πλάσας καταμόνας τὰς καρ‐ δίας αὐτῶν· ἀνθ’ οὗ ὁ Σύμμαχός φησιν· Ὁ πλάσ‐ σων καταμόνας ἑκάστην καρδίαν αὐτῶν. Εἰ μὲν
25γὰρ ὁμοίως τοῖς ἀλόγοις ζώοις καὶ τὸν ἀνθρώπινον νοῦν ὑφίστη, οὐδὲν ἦν ἀναγκαῖον ἐπιβλέπειν αὐτὸν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἀπήρκει γὰρ ἡ καθ’ ὅλου πρόνοια πάντων ἐξ ἴσου προνοουμένη· νυνὶ δὲ, ἐπειδήπερ ἐξαίρετός τις οὐσία ἀνθρώπου ψυχὴ, ἐπεὶ
30περὶ μόνου ἀνθρώπου μεμαρτύρηται εἰρηκώς· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· καὶ ἐποίησεν ὁ Κύριος τὸν ἄν‐ θρωπον· κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· εἰκότως, ὡς ἂν τῆς ἑαυτοῦ εἰκόνος προνοῶν, ἐξ οὐρανοῦ ἐπέ‐
35βλεψε καὶ εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώ‐ πων. Ὃ δὴ παριστὰς ὁ παρὼν λόγος φησίν· Ὁ πλάσσων καταμόνας τὰς καρδίας αὐτῶν· κατα‐ μόνας δὲ εἴρηται ἀντὶ τοῦ, ἀφωρισμένως παρὰ τὰ λοιπὰ ζῶα. Καρδίας δὲ λέγων τοὺς λογισμοὺς ἐδήλου,
40καὶ ὅτι ἀφωρισμένως ἕκαστος ἄνθρωπος ὥσπερ τα‐ μιεῖον ἀποκεκλεισμένον ἔχει τὴν ἑαυτοῦ διάνοιαν, ὡς μηδένα δύνασθαι ἑτέρους καταλαμβάνειν λογισμούς. Οὐδεὶς γοῦν οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. Διὸ
45περὶ μόνου τοῦ Σωτῆρος ἡμῶν εἰς παράστασιν τῆς αὐτοῦ θεότητος ἐλέγετο· Αὐτὸς γὰρ ᾔδει τί ἦν ἐν τῷ ἀνθρώπῳ· καὶ πάλιν· Εἰδὼς δὲ τοὺς διαλο‐ γισμοὺς αὐτῶν. Τοῦτο δὲ καὶ ἐν τοῖς προκειμένοις παρίσταται· μετὰ γὰρ τό· Ὁ πλάσας καταμόνας

23

.

285

(50)

τὰς καρδίας αὐτῶν, συνῆπται τό· Ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν. Μόνος γὰρ αὐτὸς συνίησιν ἐξ ὁποίας προαιρέσεως τὰ τῶν ἀνθρώπων ἔργα ἐπιτελεῖται, μη‐ δενὸς ἄλλου δυναμένου συνιέναι ποίᾳ προθέσει καὶ ὁποίᾳ ὁρμῇ ἕκαστος τῶν ἀνθρώπων πράττει ἃ πράττει. Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ.
55Ψευδὴς ἵππος εἰς σωτηρίαν· ἐν δὲ πλήθει δυνά‐ μεως αὐτοῦ οὐ σωθήσεται. Ἰδοὺ οἱ ὀφθαλμοὶ
Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν, τοὺς ἐλπί‐286 in vol. 23

23

.

288

ζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. Ἔχεται τῆς τῶν προλελεγμένων διανοίας τὰ προκεί‐ μενα. Συγκαλέσας γὰρ ὁ λόγος πάντας τοὺς ἐπὶ γῆς
5ἀνθρώπους ἐπὶ τὸν φόβον τοῦ Θεοῦ διὰ τοῦ προει‐ πεῖν· Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ· εἶτα πα‐ ραθαῤῥύνας μὴ ἀγωνιᾷν μηδὲ φοβεῖσθαι τοὺς μέλ‐ λοντας ἐπανίστασθαι αὐτοῖς διωγμοὺς, συνῆψε διὰ τῶν ἔμπροσθεν τό· Κύριος διασκεδάζει βουλὰς
10ἐθνῶν, καὶ τὰ ἑξῆς. Τῆς οὖν αὐτῆς διανοίας ἐχόμε‐ νος καὶ διὰ τῶν προκειμένων φησί· Θαρσεῖτε, πάν‐ τες ὑμεῖς πρὸς οὓς ὁ λόγος. Εἰ γοῦν προσέλθοιτε τῷ αὐτοῦ φόβῳ, ἕξετε τοὺς αὐτοῦ ὀφθαλμοὺς καὶ τὴν διο‐ ρατικὴν αὐτοῦ δύναμιν ἐπισκοποῦσαν ὑμᾶς, καὶ πάν‐
15των ἐχθρῶν καὶ ἐπιβούλων ῥυομένην. Ἰδοὺ γὰρ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν. Δίχα γὰρ αὐτῶν τῶν τοῦ Θεοῦ ὀφθαλμῶν οὐκ ἔστιν ἄλλη σωτηρίας
20ἐλπὶς, οὔτε βασιλεῖ στρατιωτικῇ δυνάμει θαῤῥοῦντι, οὔτε γίγαντι ἐπὶ πλήθει δυνάμεως καὶ ἰσχύος γαυ‐ ρουμένῳ, οὔτε ἵππῳ ποδῶν ὠκύτητι θαῤῥοῦντι. Πάν‐ τα γὰρ ταῦτα διαψεύδεται, σφάλλει καὶ πλανᾷ τοὺς ἐπ’ αὐτοῖς ἠλπικότας. Ἀλλ’ ὑμεῖς θαρσεῖτε, οἱ τὸν
25Κύριον ἐπικαλοῦντες, καὶ τὸν αὐτοῦ φόβον ἀνειληφό‐ τες. Καὶ μήτε βουλὰς ἐθνῶν φοβεῖσθε, ἃς ὁ Κύριος διασκεδάννυσι, μήτε λογισμοὺς λαῶν, οὓς ὁ Κύριος ἀθετεῖ, μήτε βουλὰς ἀρχόντων, ἃς αὐτὸς ἀνατρέπει. Ἀλλὰ μηδὲ βασιλέα πλήθει στρατιωτικῆς δυνάμεως
30πεποιθότα καταπλήττεσθε, μηδὲ γίγαντα ἰσχύϊ καὶ ἀλκῇ σώματος τυφούμενον. Ἔχοντες δὲ μέγα φυ‐ λακτήριον τοὺς τῆς προνοίας αὐτοῦ ὀφθαλμοὺς, ἐπ’ αὐτὸν ἐλπίζετε μόνον καὶ ἐπὶ τὸ ἔλεος αὐτοῦ, εἰς τὸ ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν. Θάνατος
35δ’ ἂν εἴη ψυχῆς ἡ ἄρνησις τοῦ Θεοῦ καὶ ἡ παντελὴς ἀποστασία, καὶ αἱ πρὸς θάνατον ἁμαρτίαι· ὥστε, κἂν συμβῇ ποτε τῶν ἐλπιζόντων ἐπὶ τὸν Κύριον τὰ σώ‐ ματα θανάτῳ παραδίδοσθαι τῷ κοινῷ διὰ τὴν εἰς αὐ‐ τὸν μαρτυρίαν, ἀλλ’ οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ κρείττονος
40ἐπιμεληθέντες τὰς ψυχὰς αὐτῶν ἐῤῥύσαντο ἐκ θανά‐ του. Οὐ μόνον δὲ τοῦτο ποιοῦσιν, ἀλλὰ καὶ τοῦ δια‐ θρέψαι αὐτοὺς ἐν λιμῷ πρόνοιαν ποιοῦνται. Ἐν γὰρ τοῖς καιροῖς τῶν διωγμῶν, καθ’ οὓς πολλάκις κεκώ‐ λυνται μὲν αἱ διδασκαλίαι καὶ τὰ τῶν θεοπνεύστων
45Γραφῶν ἀναγνώσματα, σπανίζει δὲ ὁ τὰς πνευματι‐ κὰς τροφὰς ταῖς τῶν ἀνθρώπων διαδιδοὺς ψυχαῖς, ὅμως οἱ ὀφθαλμοὶ τοῦ Κυρίου τῇ τοῦ θείου Πνεύματος ἐπιῤῥοῇ, καὶ τούτων τὰς ψυχὰς διατρέφουσι θεοδιδάκτους αὐτοὺς ἀπεργαζόμενοι, ὡς καὶ ἄνευ τῆς ἀν‐ θρώπων διδασκαλίας ἀποῤῥήτῳ δυνάμει τρέφεσθαι.

23

.

288

(50)

ΕΙΣ ΤΟΝ ΨΑΛΜΟΝ ΤΩ ΔΑΥΙΔ ΛΓʹ. Ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐνώπιον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν καὶ ἀπῆλθεν. Ὑπέλαβόν τινες τὴν τοῦ προκειμένου ψαλμοῦ προγραφὴν ἐκείνην σημαίνειν τὴν ἱστορίαν, δι’ ἧς,
55φεύγων Δαυῒδ ἀπὸ προσώπου Σαοὺλ, ἐληλυθέναι πρὸς Ἀγχοὺς βασιλέα Γὲθ ἀναγέγραπται· ὅτε μανίαν προσ‐
ποιηθεὶς ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως,288 in vol. 23

23

.

289

καὶ παρεφέρετο, καὶ ἔπιπτε, καὶ κατέῤῥει τὰ σίελα αὐτοῦ ἐπὶ τὸν πώγωνα αὐτοῦ· ὥστ’ εἰπεῖν τὸν Ἀγχοῦς πρὸς τοὺς παῖδας αὐτοῦ· Ἄνδρα ἐπίληπτον ἵνα τί εἰσηγάγετε πρὸς μέ; Ἀλλ’ ὅτι μὲν ἠλλοίωσε τὸ
5πρόσωπον αὐτοῦ, ἤκουσαν οἱ τοιοῦτοι· ὅτι δ’ ἑξῆς συνῆπται, ἐναντίον Ἀβιμέλεχ, δοκοῦσί μοι παρεω‐ ρακέναι. Ὁ μὲν οὖν Ἀγχοῦς τῶν ἀλλοφύλων ἦν βα‐ σιλεὺς τῶν κατοικούντων τὴν Γέθ· ὁ δὲ Ἀβιμέλεχ ἱερεὺς τοῦ Θεοῦ μνημονεύεται· πρὸς ὃν καὶ αὐτὸν
10ἐληλυθὼς ὁ Δαυῒδ πρὸ τῆς παρουσίας τῆς πρὸς τὸν Ἀγχοὺς ἱστορεῖται· λέγει γὰρ ἡ Γραφή· Καὶ ἔρχε‐ ται ὁ Δαυῒδ εἰς Νοβὰ πρὸς Ἀχιμέλεχ τὸν ἱερέα, καὶ ἐξέστη Ἀχιμέλεχ τῇ ἀπαντήσει αὐτοῦ· καὶ εἶπεν αὐτῷ· Τί ὅτι σὺ μόνος καὶ οὐδεὶς μετὰ σοῦ;
15Καὶ εἶπε Δαυῒδ τῷ ἱερεῖ· Ὁ βασιλεὺς ἐντέταλ‐ ταί μοι ῥῆμα σήμερον καὶ εἶπέ μοι· Μηδεὶς γνώτω τὸ ῥῆμα περὶ οὗ ἐγὼ ἀποστέλλω σε, καὶ ὑπὲρ οὗ ἐντέταλμαί σοι, καὶ τοῖς παιδαρίοις διαμε‐ μαρτύρημαι ἐν τῷ τόπῳ τῷ λεγομένῳ Θεοῦ πί‐
20στις. Καὶ νῦν εἴ εἰσιν ὑπὸ τὴν χεῖρά σου ἄρτοι, δὸς εἰς χεῖράς μου τὸ εὑρεθέν. Καὶ ἀπεκρίθη ὁ ἱερεὺς τῷ Δαυῒδ, καὶ εἶπεν· Οὐκ εἰσὶν ἄρτοι βέ‐ βηλοι ὑπὸ τὴν χεῖρά μου, ὅτι ἀλλ’ ἢ ἄρτοι ἅγιοί εἰσιν· εἰ πεφυλαγμένα τὰ παιδάριά ἐστιν ἀπὸ
25γυναικὸς, καὶ φάγετε. Καὶ ἀπεκρίθη Δαυῒδ τῷ ἱερεῖ, καὶ εἶπεν αὐτῷ· Ἀλλ’ ἀπὸ γυναικὸς ἀπεσχή‐ μεθα ἐχθὲς καὶ τρίτην ἡμέραν· ἐν τῷ ἐξελθεῖν με εἰς ὁδὸν γέγονε τὰ παιδάρια ἡγνισμένα· καὶ αὕτη ἡ ὁδὸς βέβηλος· διότι σήμερον ἁγιασθήσεται διὰ
30τὰ σκεύη μου. Καὶ ἔδωκεν αὐτῷ Ἀχιμέλεχ ὁ ἱερεὺς τοὺς ἄρτους τῆς προθέσεως· ὅτι οὐκ ἦν ἄρτος, ἀλλ’ ἢ ἄρτοι τοῦ προσώπου οἱ ἀφῃρημένοι ἐκ προσώπου Κυρίου τοῦ παρατεθῆναι ἄρτον θερμὸν, ᾗ ἡμέρᾳ ἔλαβεν αὐτούς. Ταῦτα μὲν οὖν ἡ περὶ τοῦ Ἀχιμέλεχ διήγησις περιέχει· ἑξῆς δὲ συνῆπται ὡς ἀνέστη Δαυῒδ καὶ
35ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· τοῦ τε Ἀχιμέλεχ ἀνα‐ χωρήσας, ἦλθε πρὸς Ἀγχοῦς βασιλέα Γέθ. Ὁ μὲν οὖν τις ἐρεῖ, ἐπεὶ μὴ ἐμφέρεται ἐν τῇ ἱστορίᾳ τῇ κατὰ τὸν Ἀχιμέλεχ «ἀλλοιώσας τὸ πρόσωπον αὐ‐ τοῦ ὁ Δαυῒδ,» κατὰ σφάλμα κεῖσθαι τὸ ὄνομα τοῦ
40Ἀβιμέλεχ ἀντὶ τοῦ ὀνόματος Ἀγχούς· σαφῶς γὰρ ἐπὶ τοῦ Ἀγχοῦς εἴρηται· «ἀλλοιώσας τὸ πρόσωπον αὐ‐ τοῦ,» ὅτε καὶ τὰ σίελα αὐτοῦ κατέῤῥει καὶ ἐτυμπάνι‐ ζεν. Ἔργον δὲ θρασὺν, καὶ προπετὲς εἶναι ἡγοῦμαι τὸ ἀποφήνασθαι τολμᾷν τὴν θείαν Γραφὴν ἡμαρτῆ‐
45σθαι, καὶ τοσοῦτον περιέχειν σφάλμα, ὡς ἀντὶ ἀλλο‐ φύλου ἀνδρὸς ἱερέα Θεοῦ παρενθεῖναι· μάλιστα ὅτε καὶ ἡ Ἑβραϊκὴ ἀνάγνωσις καὶ οἱ λοιποὶ ἑρμηνευταὶ πάντες τὸν Ἀχιμέλεχ περιέχουσιν. Οὐκοῦν ἀκόλουθον ἂν εἴη, ἀληθευούσης τῆς προγραφῆς, ἐπιζητεῖν πῶς

23

.

289

(50)

καὶ πότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ Δαυῒδ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθε. Δοκεῖ δή μοι ἐκ τῆς παραθέσεως τῶν λοιπῶν ἑρμηνευτῶν λύσεις εὑρίσκεσθαι τοῦ ζητουμένου. Ὁ μὲν γὰρ Ἀκύλας καὶ ἡ πέμπτη ἔκδοσις τοῦτον ἡρ‐
55μήνευσαν τὸν τρόπον· Τοῦ Δαυῒδ ὅτε ἠλλοίωσε τὸ γεῦμα αὐτοῦ εἰς πρόσωπον Ἀβιμέλεχ, καὶ ἐξέ‐
βαλεν αὐτὸν, καὶ ἀπῆλθε. Μήποτε γὰρ διὰ τοὺς290 in vol. 23

23

.

292

ἄρτους τῆς προθέσεως, οὓς λαβὼν παρὰ τοῦ Ἀβιμέ‐ λεχ, ἔφαγεν αὐτὸς καὶ τὰ παιδάρια τὰ μετ’ αὐτοῦ, ἠλλοιωκέναι λέγεται τὸ γεῦμα αὐτοῦ εἰς πρόσωπον Ἀβιμέλεχ. Ἡγιασμένης γὰρ τροφῆς γευσάμενος, καὶ
5τῶν ἄρτων τῶν ἱερατικῶν, οἷς οὐκ ἐξῆν χρήσασθαι εἰ μὴ μόνοις τοῖς ἱερεῦσιν, ἠλλοίωσε τὸ γεῦμα αὐτοῦ. Ὁ δὲ Σύμμαχος εἰπών· Τοῦ Δαυῒδ ὁπότε μετεμόρ‐ φωσε τὸν τρόπον τὸν ἑαυτοῦ ἔμπροσθεν Ἀβιμέ‐ λεχ, ἑτέραν διάνοιαν ὑποβέβληκε, τὸν τρόπον τοῦ
10Δαυῒδ ἠλλοιῶσθαι φήσας ἔμπροσθεν Ἀβιμέλεχ, διὰ τὸ, ἐρωτηθέντα τίς εἴη αὐτῷ ἡ αἰτία τῆς ὁδοῦ, ψεύ‐ σασθαι καὶ παραλογίσασθαι τὸν ἱερέα· ἀλλότριον γὰρ ἦν τοῦ τρόπου τοῦ Δαυῒδ τὸ ἀπάτῃ κεχρῆσθαι, ᾗ κατ’ ἐκεῖνον τὸν καιρὸν χρησάμενος, ἠλλοίωσε τὸν
15τρόπον αὐτοῦ, κατὰ τὸν Σύμμαχον. Ἐκ δὲ τῶν εἰρη‐ μένων καὶ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν ἐφαρμό‐ σεις τῇ κατὰ τὸν Ἀβιμέλεχ ἱστορίᾳ, φησάσῃ ἠλ‐ λοιωκέναι τὸν Δαυῒδ τὸ πρόσωπον ἑαυτοῦ ἐνώπιον Ἀβιμέλεχ, διὰ τὸ μὴ ἀπαγγεῖλαι αὐτῷ τὸν ἀληθῆ
20λόγον τῆς ἑαυτοῦ φυγῆς, παραλογίσασθαι δὲ καὶ ἕτερα ἀνθ’ ἑτέρων εἰπεῖν· ὡς καὶ τὴν ῥομφαίαν τοῦ Γολιὰθ παρ’ αὐτοῦ δέξασθαι, γενέσθαι τε αὐτῷ αἴ‐ τιον ἀπωλείας. Μαθὼν γὰρ μετὰ ταῦτα Σαοὺλ τὰ πε‐ πραγμένα, πέμψας ἀνεῖλεν αὐτόν τε τὸν Ἀβιμέλεχ
25καὶ πάντας τοὺς ἱερεῖς τοῦ Κυρίου καὶ τὴν Νοβὰν τὴν πόλιν τῶν ἱερέων ἐπάταξε. Καὶ ταῦτα πάντα πέπρακται, διότι ἠλλοίωσε Δαυῒδ τὸν τρόπον αὐτοῦ ἢ τὸ πρόσωπον αὐτοῦ ἐνώπιον Ἀβιμέλεχ. Ἡ τῶν Βα‐ σιλειῶν Γραφὴ Ἀχιμέλεχ περιέχει· ἐναλλαγῆς στοι‐
30χείου γενομένης, οὐδὲν δεῖ κινεῖσθαι· παρὰ γὰρ τὴν ὁμοιότητα τοῦ στοιχείου τοῦ βὴθ παρ’ Ἑβραίοις κα‐ λουμένου καὶ τοῦ χὰφ διαφόρως ἐξεδόθη τοὔνομα· σχεδὸν γὰρ ἓν καὶ ταυτόν ἐστι τὰ δύο στοιχεῖα, βρα‐ χυτάτης κεραίας μόνης ἐναλλαττούσης. Μέμνηται δὲ
35καὶ ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις τῆς προκειμένης κατὰ τοῦ Δαυῒδ ἱστορίας λέγων· Οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυῒδ, ὅτε ἐπείνασε καὶ οἱ μετ’ αὐτοῦ· ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξὸν ἦν
40φαγεῖν οὐδὲ τοῖς μετ’ αὐτοῦ, εἰ μὴ μόνοις τοῖς ἱερεῦσι; Τοῦτο μὲν οὖν ἐν τῷ κατὰ Ματθαῖον Εὐαγ‐ γελίῳ εἴρηται. Ἐπεὶ δὲ ἐν τῷ κατὰ Μάρκον Εὐαγ‐ γελίῳ ἀναγέγραπται ὁ Σωτὴρ εἰρηκώς· Οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυῒδ, ὅτε χρείαν ἔσχε, καὶ
45ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ τοῦ ἀρχιε‐ ρέως, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγε; τίς οὐκ ἂν ἀπορήσειε, πῶς ὁ Σωτὴρ ἐνταῦθα οὐ τοῦ Ἀβι‐ μέλεχ, ἀλλὰ τοῦ Ἀβιάθαρ μέμνηται; Πρὸς ὃ εἴποι

23

.

292

(50)

τις ἂν διώνυμον γεγενῆσθαι τὸν Ἀβιμέλεχ, ὥστ’ εἶναι τὸν αὐτὸν τῷ Ἀβιάθαρ. Αὐτίκα γοῦν καὶ υἱὸς αὐτῷ Ἀβιάθαρ κεκλημένος ἐμφέρεται τῇ Γραφῇ τῶν Βα‐ σιλειῶν· ὃς, διαφυγὼν ἀπὸ τῶν ἀναιρεθέντων ἱερέων μόνος, τῷ Δαυῒδ συνῆν. Ἄλλος δ’ ἂν εἴποι τοῦ μὲν
55Ἀβιμέλεχ τὴν ἱστορίαν ὡς ἱερέως μνημονεύειν· ἐν‐
ταῦθα δὲ τὸν Σωτῆρα τὸν Ἀβιάθαρ ἀρχιερέα τυγχά‐292 in vol. 23

23

.

293

νειν κατ’ ἐκεῖνο καιροῦ φῆσαι. Εἰσῆλθε γὰρ, φησὶν, Δαυῒδ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ τοῦ ἀρχιερέως. Καὶ φαίνεται ἡ τῶν ἱστοριῶν γραφὴ, τὸν Ἀχιμέλεχ καὶ τοὺς ἱερεῖς τοῦ Θεοῦ ἀνῃρῆσθαι φή‐ σασα ὑπὸ τοῦ Σαοὺλ, ἀρχιερέα ἀνῃρημένον οὐχ ἱστορήσασα. Ταῦτα μὲν οὖν ἡμῖν εἰς τὴν τοῦ ψαλμοῦ
5προγραφὴν εἰρήσθω. Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Εὐ‐ χαριστῶν ὁ Δαυῒδ ἐφ’ οἷς ἠξιώθη τροφῆς ἱερατικῆς, Οὐκ ἐπὶ τοῦ παρόντος, φησὶ, μόνον, ἀλλὰ καὶ διὰ
10πάσης τῆς ζωῆς χάριτας ὁμολογῶν καὶ εὐλογῶν αὐ‐ τὸν διατελέσω· οὐδὲ ἀπολειφθήσεταί ποτε τὸ στόμα μου τῆς εἰς αὐτὸν αἰνέσεως. Ἀντὶ γὰρ θυσίας καὶ ὁλοκαυτωμάτων πεπαίδευμαι τὴν διὰ χειλέων προσά‐ γειν αὐτῷ θυσίαν.
15 Ἐπειδὴ γὰρ φεύγοντί μοι οὐδεὶς βοηθὸς πάρεστιν, οὐδέ τις καταφυγὴ, οὐδὲ ἀσφάλεια· μόνον δὲ τὸν Κύ‐ ριον φυλακτήριον ἐπάγομαι τῆς ἐμαυτοῦ ψυχῆς, καὶ ἐπ’ αὐτῷ, ἀλλ’ οὐκ ἐπὶ ταῖς ἐμαῖς δικαιοπραγίαις ἡ ψυχή μου θαῤῥεῖ· εἰκότως, ἐπὶ τῷ Κυρίῳ καυχήσε‐
20ται ἡ ψυχή μου· ἀκουσάτωσαν πραεῖς καὶ εὐφραν‐ θήτωσαν. Ἐμὲ δὲ λαβόντες ὑπόδειγμα πάντες οἱ πρᾶοι καὶ ταπεινοὶ καὶ ἐπιεικεῖς διὰ τὴν εἰς τὸν Θεὸν εὐλάβειαν, θαῤῥείτωσαν καὶ πληρούσθωσαν εὐφροσύ‐ νης, τὰ ἴσα μοι προσδοκήσαντες, καὶ αὐτὸν ἐλπίδα
25τὸν Κύριον θέμενοι. Ἐπεὶ δὲ καὶ τὴν ῥομφαίαν Γολιὰθ τοῦ ἀλλοφύλου παρὰ τῷ Ἀβιμέλεχ λαβὼν ἀπῄει· Ἀλλ’ οὐδ’ ἐπὶ τούτῳ, φησὶ, καυχήσομαι, ἀλλ’ ἐπὶ τῷ Κυρίῳ, δι’ ὃν ταύτην ἐκτησάμην τὴν ῥομφαίαν· ὡς καὶ τὸν ἱερέα εἰπεῖν αὐτῷ· Ἰδοὺ ἡ ῥομφαία Γολιὰθ τοῦ Φι‐
30λισταίου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ἠλᾷ, καὶ αὐτὴ ἐνειλημμένη ἱματίῳ. Εἰ ταύτην λήψῃ, σαυ‐ τῷ λάβε, ὅτι οὐκ ἔστιν ἑτέρα παρὲξ αὐτῆς. Ὥστε τούτων ἀκούσαντα τὸν Δαυῒδ εἰπεῖν· Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου. Μεγάλην δόξαν ἔφερεν
35ἐκεῖνο τὸ δόρυ τῷ Δαυῒδ, παιδαρίῳ μὲν ὄντι, καὶ μη‐ δὲ φέρειν ὅπλα πολεμικὰ ἐπισταμένῳ, πίστει δὲ τῇ εἰς Θεὸν καταγωνισαμένῳ τὸν Γολιὰθ, ὡς διὰ τοῦτο ἀντὶ ἀναθήματος τὴν ῥομφαίαν μόνην ἐκείνην ἀνα‐ κεῖσθαι ἐν τῷ ἱερῷ· ὃ δὴ καὶ ἐπεσημήνατο φήσας ὁ
40ἱερεύς· Καὶ οὐκ ἔστιν ἄλλη. Οὐδὲ γὰρ ἐξῆν ἐν τῇ σκηνῇ τοῦ Θεοῦ ὅπλα πολεμικὰ ἀποτίθεσθαι· μόνη δὲ ἐκείνη εἰς μνήμην τοῦ Δαυῒδ τῆς κατὰ τοῦ ἀλλο‐ φύλου νίκης ἀνέκειτο, ὡσανεὶ εὐχαριστήριον ἀποκει‐ μένη τῷ τὴν νίκην αὐτῷ δεδωρημένῳ τῷ Θεῷ.
45 Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ, καὶ ὑψώσω‐ μεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. Οἱ γὰρ δι’ ἔργων καὶ βίου τοῦ κατ’ ἀρετὴν τὴν ἐν ἑαυτοῖς εἰκόνα τοῦ Θεοῦ κοσμοῦντες, αὐτὸν δοξάζουσι καὶ ὑψοῦσιν. Ἐξε‐ ζήτησα τὸν Κύριον καὶ ἐπήκουσέ μου. Ἐπεὶ τῷ,

23

.

293

(50)

ἐξεζήτησα, τὸ, ἐπήκουσέ μου, ἀνταπεδόθη.
52 Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσή‐ κουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν. Πάλιν ἑαυτὸν, ὡς καὶ ἐν τοῖς ἔμπροσ‐
55θεν, ὑπογραμμὸν παρέχει τῆς ἑτέρων διδασκαλίας. Πτωχὸν γὰρ ἑαυτὸν εἰπὼν διὰ τὴν τῆς ψυχῆς ἑαυτοῦ
ταπείνωσιν καὶ μετριοσύνην, ὡς περὶ ἑτέρου περὶ ἑαυ‐294 in vol. 23

23

.

296

τοῦ διδάσκει λέγων· Οὗτος ὁ πτωχὸς ἐκέκραξε καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ. Ἀλλὰ μὴ ἐμὲ, φησὶ, μόνον τετυχηκέναι νομίζετε, τὸν νομιζόμενον μὲν εἶναι βασιλέα καὶ ἄρχοντα τοῦ παντὸς ἔθνους, τῇ δὲ ψυχῇ
5πτωχεύοντα διὰ τὸν τοῦ Θεοῦ φόβον· ἀκριβῶς δὲ γι‐ νώσκεται, ὅτι ὁ αὐτὸς Κύριος καὶ παρὼν τῶν ὁμοίως ἐμοὶ πτωχῶν, λέγω δὲ τῶν φοβουμένων αὐτὸν, εἰσα‐ κούσεται. Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύ‐ ριος· μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπ’ αὐτόν· Ὁ διὰ τὸ
10τελείως καὶ ἀνελλιπῶς ἐλπίζειν ἐπὶ Θεὸν ἀνὴρ ὑπάρ‐ χων μακάριός ἐστιν. Οὐκ ἀπεικότως ἄν τις ἐφαρμό‐ σειεν τῇ κατὰ τὸν Ἀκύλαν ἑρμηνείᾳ τὴν προκειμένην λέξιν· ἐπείπερ ἐν τῇ προγραφῇ κατὰ τὸν Ἀκύλαν ἐλέ‐ γετο· Τοῦ Δαυῒδ, ὅτε ἠλλοίωσε τὸ γεῦμα αὐτοῦ εἰς
15πρόσωπον Ἀβιμέλεχ. Ἐπεὶ τοίνυν αὐτὸς, τῶν ἄρ‐ των τῆς προθέσεως μεταλαβὼν, ἠλλοίωσε τὸ γεῦμα αὐτοῦ, εἶτ’ ἀπὸ τῆς γεύσεως ᾔσθετο δυνάμεως θείας χορηγηθείσης αὐτῷ· τούτου χάριν κατὰ τό· Ἀδόλως ἔλαβον, ἀφθόνως μεταδίδομαι, παρακαλεῖ καὶ ἑτέ‐
20ρους σπεύδειν ἐπὶ τὴν ὁμοίαν αὐτῷ γεῦσιν, εὔξασθαί τε τραφῆναι τῷ ἄρτῳ τῆς ζωῆς· οὗ σύμβολον καὶ εἰ‐ κὼν ἐτύγχανον οἱ διὰ Μωϋσέως νενομοθετημένοι ἄρτοι τῆς προθέσεως. Διόπερ ὁ Δαυῒδ, νοήσας τίνος ἦν εἰ‐ κὼν ὁ τῆς προθέσεως ἄρτος, οὐκ ἐπὶ τὸν σωματικὸν
25σπεύδειν προτρέπει, ἀλλ’ ἐπὶ τὸν δι’ αὐτοῦ νοούμενον. Ἡμεῖς μὲν οὖν οἱ ἐπὶ γῆς ἐκ τοῦ οὐρανοῦ καταβεβη‐ κότος τοῦ ἄρτου καὶ τοῦ Λόγου κενώσαντος ἑαυτὸν καὶ σμικρύναντος μεταλαμβάνομεν· οἱ δὲ ἐν τῇ βασι‐ λείᾳ τῶν οὐρανῶν πλήρους αὐτοῦ καὶ τελείου μετα‐
30λαμβάνουσι, τρεφόμενοι αὐτοῦ τῇ θεότητι, καὶ τῶν τῆς σοφίας θεωρημάτων ἀπολαύοντες, ὧν καὶ ἡμᾶς καιρῷ ποτε μετασχεῖν ἐλπίζειν προσήκει, διὸ λέλεκται· Μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπ’ αὐτόν.
35 Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. Πάντα ταῦτα γνωμικῶς ὁ Δαυῒδ εἰς τὴν ἑτέρων ὠφέ‐ λειαν προφέρεται, αὐτὸς πρότερον ἀπολαύσας αὐτῶν, ὅτε, ἐκζητήσας τὸν Κύριον, ἐπηκόου αὑτοῦ τετύχη‐
40κε. Παρακελεύεται τοίνυν τὸν φόβον τοῦ Κυρίου πρὸ ὀφθαλμῶν τίθεσθαι τοὺς ἁγίους αὐτοῦ· ὑπὸ γὰρ αὐτοῦ τοῦ φόβου ἅγιοι ἀνατελοῦνται· διὸ λέλεκται ἐν ἑτέρῳ ψαλμῷ· Ὁ φόβος Κυρίου ἁγνὸς, ἀντὶ τοῦ, ἁγνοποιός, Διὸ καὶ ὁ θεῖος νόμος φησίν· Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ
45Κύριος ὁ Θεὸς ὑμῶν ἅγιος. Καὶ σημεῖον τοῦ φο‐ βεῖσθαι τὸν Κύριον τοῦτ’ ἂν γένοιτο, τὸ καθαρεύειν μὲν πάσης ῥυπαρίας καὶ αἰσχρᾶς πράξεως, φυλάττειν δὲ αὑτοὺς ἁγίους καὶ σώματι καὶ πνεύματι. Τοῖς δὲ τὸν Κύριον φοβουμένοις, καὶ διὰ τὸν αὐτοῦ φόβον

23

.

296

(50)

ἡγιασμένοις, οὐδὲν ἂν δεήσῃ ὡς ἂν μέγαν πλοῦτον καὶ θησαυρὸν ἀγαθὸν ἐν αὐτῷ τῷ φόβῳ Κυρίου εὑρη‐ κόσιν. ΤΟΥ ΔΑΥΙΔ ΛΔʹ· Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμη‐
55σον τοὺς πολεμοῦντάς με. Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ· καὶ ἀνάστηθι εἰς βοήθειάν μοι. Ἔκχεον
ῥομφαίαν, καὶ σύγκλεισον ἐξεναντίας τῶν κατα‐296 in vol. 23

23

.

297

διωκόντων με. Ἐπεὶ καὶ ἐν τῷ Ἰεζεκιὴλ πολλὰ περὶ ῥομφαίας εἴρηται· Ῥομφαία γὰρ, φησὶ, ῥομφαία, ἐξεγέρθητι, καὶ φάγε αἷμα τραυματιῶν· καὶ πάλιν· Γῆ ἐὰν ἁμάρτῃ μοι, καὶ ἀποστελῶ ῥομφαίαν ἐπ’
5αὐτήν· πάντα δὲ ταῦτα κατὰ τῆς ἐν ἀνθρώποις κακίας ἐπαφίησιν, ὡς ἀγαθὸς, πρὸς ὠφέλειαν τῶν ὑπ’ αὐτῆς κεκρατημένων· ἐπεὶ καὶ πολέμων σώζει, ὥσπερ ἰατρὸς, τέμνων καὶ καίων τὰ πεπονθότα τοῦ σώματος πρὸς θεραπείαν παντός· τούτοις ἐπιφέρει λέγων ἑξῆς·
10Εἶπον τῇ ψυχῇ μου· Σωτηρία σου ἐγώ εἰμι· πι‐ στεύων καὶ ἀκριβῶς πεπεισμένος, ὅτι τὸ λεγόμενον ὑπὸ τοῦ Θεοῦ οὐκ ἀργῶς πρόεισιν, ἀλλ’ εἰς ἔργον ἐκ‐ βαίνει πάντως τὸ λεγόμενον. Καὶ ἐν τούτῳ δὲ τὴν μὲν ἑαυτοῦ ἠρνεῖτο σωτηρίαν, καὶ τὴν ἑαυτοῦ παρῃτεῖτο
15ζωὴν, τὴν δὲ τοῦ Κυρίου σωτηρίαν τῇ ἑαυτοῦ ψυχῇ χαρισθῆναι ηὔχετο, ὅπως καὶ αὐτὸς ἔχοι λέγειν· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Αὐτὸς γάρ ἐστιν ἡ σωτηρία ἡμῶν· τοῦτο γοῦν αὐτὸ σημαίνει καὶ ἡ τοῦ Ἰησοῦ ὀνόματος ἑρμηνεία.
21 Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Τούτου γὰρ, φησὶ, Κύριε, ὑπὸ σοῦ γενομένου, καὶ ἐπακούσαντός μου τῆς εὐχῆς, αἰσχυνθήσονται καὶ ἐντραπήσονται ὡς μάτην ἐπιχειρή‐
25σαντες· διὸ καὶ ἀπέτυχον τοῦ σπουδαζομένου. Ἀπο‐ στραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά. Οὐκέτι γὰρ στήσονται πρὸ προσώπου μου· νῶτα δὲ δόντες παραχωρήσουσί μοι τὰ νικητήρια. Φεύγοντας δὲ αὐτοὺς καὶ εἰς τὰ ὀπίσω
30χωροῦντας διασκορπισμὸς λήψεται. Γενηθήτωσαν γὰρ ὡσεὶ χοῦς κατὰ πρόσωπον ἀνέμου καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτοὺς, μηδὲ συναχθῆναι, μηδὲ παλινδρομῆσαι συγχωρῶν, ὁ δ’ αὐτὸς ἐπιμενέτω ἐκ‐ θλίβων αὐτοὺς, τουτέστι κολάζων. Γενηθήτω ἡ ὁδὸς
35αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς. Ὁδὸν ἀσεβῶν τὸν μοχθηρὸν βίον ὀνομάζει, καθ’ ὃν τὴν πορείαν ἐποιήσαντο. Ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν. Ἀνθ’ οὗ ὁ Σύμμαχος ἐξέδωκεν οὕτως· Ὅτι ἀναιτίως κατέκρυψάν μοι διαφθορὰν δικτύων αὐ‐
40τῶν, Μηδὲν γὰρ ὑπ’ ἐμοῦ προπεπονθότες δωρεὰν καὶ ἀναιτίως ἐπεβούλευόν μοι κρύπτοντες παγίδα, δι’ ἧς ἐμοὶ διαφθορὰν κατεσκεύαζον. Εἰ καὶ τὰ μάλιστα γὰρ ἐδόκουν δι’ ἀνθρώπων με πολεμεῖν, ἤτοι διὰ τοῦ Σαοὺλ, ἢ καὶ δι’ ἑτέρων, ἀλλ’ οὐκ ἠγνόουν ἐγὼ τῆς τοῦ Σαοὺλ
45ζηλοτυπίας τοὺς αἰτίους καὶ τῶν λοιπῶν ἐχθρῶν τοὺς ὑποβολεῖς. Ἄλλοι γὰρ ἦσαν οἱ τὰς ἑαυτῶν παγίδας κρύπτοντες καὶ τὴν ψυχήν μου διαφθεῖραι πειρώμε‐ νοι, οἳ καὶ μάτην ὠνείδισαν τὴν ψυχήν μου· ἀνθ’ οὗ ὁ Σύμμαχος ἐξέδωκεν· Ἀναιτίως ὑπώρυξαν τὴν

23

.

297

(50)

ψυχήν μου. Πάντα γὰρ ἔπραττον, ἐκστῆσαι βουλό‐ μενοι αὐτοῦ τὴν ψυχὴν τῆς ἐνυπαρχούσης αὐτῇ πραό‐ τητος καὶ ἀνεξικακίας, καὶ ὅπως, πληρωθεὶς θυμοῦ καὶ ὀργῆς, ἐπὶ τὴν ἄμυναν ἔλθοι, καὶ δράσῃ τι κα‐ κὸν τὸν Σαούλ. Ταῦτα μὲν οὖν περὶ τῶν πολλῶν ἐχ‐
55θρῶν· περὶ δὲ τοῦ ἐν αὐτοῖς κορυφαίου ἐπιλέγει· Ἐλθέτω αὐτῷ παγὶς ἣν οὐ γινώσκει, καὶ ἡ θήρα
ἣν ἔκρυψε συλλαβέτω αὐτὸν, καὶ ἐν τῇ παγίδι πε‐298 in vol. 23

23

.

300

σεῖται ἐν αὐτῇ. Ταῦτα δὲ ὥσπερ ἐν εὐχῇ τῷ Δαυῒδ εἰρημένα μελλόντων ἦν προαγορευτικὰ, καὶ συμβησο‐ μένων προφητικά. Οὕτω γοῦν καὶ ἀνωτέρω προφητι‐ κῶς ἐλέγετο· Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν,
5ἀντὶ τοῦ, Αἰσχυνθήσονται καὶ ἐντραπήσονται· καὶ πά‐ λιν· Ἀποστραφήτωσαν καὶ καταισχυνθήτωσαν, καὶ γενηθήτωσαν ὡς χοῦς, ἀντὶ τοῦ· Ἀποστραφήσον‐ ται καὶ αἰσχυνθήσονται καὶ γενήσονται ὡς χοῦς. Τὰ γὰρ μέλλονται συμβήσεσθαι τοῖς ἐχθροῖς αὐτοῦ προη‐
10γόρευεν. Καὶ ὁ μὲν γὰρ ἡγήσεται περὶ τοῦ Σαοὺλ εἰρῆσθαι τὴν προκειμένην ῥῆσιν· ἐπεὶ καὶ πέπονθεν οὐκ εἰς μακρὰν ταῦτα· ἡμεῖς δὲ, μεμνημένοι τῶν προ‐ λελεγμένων εἰς τὴν ἀρχὴν τοῦ ψαλμοῦ, καὶ ταῦτα εἰς ἕνα τινὰ τῶν νοητῶν ἐχθρῶν τὸν ὡς ἐν κακίᾳ δυνα‐
15τώτερον, δηλαδὴ τὸν διάβολον, ἐκληψόμεθα. Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, τίς ὅμοιός σοι; Ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπα‐ ζόντων αὐτόν. Ὀστᾶ ψυχῆς αἱ διανοητικαὶ αὐτῆς
20δυνάμεις ὡς ἔμπροσθεν εἴρηται· φωτιζόμεναι δὲ αὗται ἐκ τῆς αὐτοῦ παρουσίας, φήσουσι· Κύριε, τίς ὅμοιός σοι; Εἰ μὴ γὰρ σὺ παρῇς τῷ πτωχῷ, καὶ κατηξίωσας αὐτὸν τῆς παρὰ σοῦ βοηθείας, τίς ἂν καὶ πόσος μόνος αὐτὸς συγκρινόμενος τοῖς τοσούτοις καὶ τηλικούτοις
25αὐτοῦ ἐχθροῖς; Νοήσεις δὲ καὶ ἀπὸ ψιλῆς τῆς ἱστο‐ ρίας τὸν λόγον, ἐν νῷ λαβὼν, ὡς φεύγων ὁ Δαυῒδ εἰς τοσαύτην ἤλαυνε πτωχείαν, ὥστε ἄρτων καὶ τῆς ἀναγκαίας τροφῆς δεηθῆναι, εἰς ἀνάγκην τε ἐλθεῖν τοῦ τολμῆσαι τῶν ἄρτων τῆς προθέσεως μεταλαβεῖν.
30Οὐ γὰρ τρυφῶν ἐπὶ τοῦτ’ ἤρχετο, οὐδ’ ἐπαιρόμενος δικαιοσύνῃ, οὐδ’ ἄλλως καταφρονῶν τοῦ νόμου, ἀλλ’ ἐκ πολλῆς ἀσιτίας. Διό φησιν ὁ Σωτήρ· Οὐκ ἀνέ‐ γνωτε τί ἐποίησε Δαυῒδ, ὅτε ἐπείνασε; Καὶ αὐτὸς μὲν ἦν πτωχὸς σὺν ὀλίγοις φεύγων· οἱ δ’ ἐλαύνοντες
35αὐτὸν δυνατοί· βασιλεὺς γὰρ ἦν τοῦ παντὸς ἔθνους Σαοὺλ, παὶ οἱ μετ’ αὐτοῦ ἄρχοντες· οἵ τε τῶν ἀλλο‐ φύλων πολεμίων καθηγεμόνες στερεώτεροι ὄντες τοῦ Δαυΐδ, ὧν τὰς χεῖρας διαδιδράσκων, οὐκ ἠγνόει τὸν αὐτοῦ βοηθόν. Καὶ ταῦτα μὲν πρὸς τὴν ἱστορίαν· εἰ
40δὲ τοὺς ἀφανεῖς καὶ ἀοράτους ἐχθροὺς τῆς τοῦ δικαίου ψυχῆς νοήσειας, ὄψει, ὡς οὐδ’ ἄλλου βοηθοῦ δεόμεθα καὶ Σωτῆρος ἢ τοῦ Χριστοῦ αὐτοῦ ἐν τῇ παρατάξει τῇ πρὸς τοὺς νοητοὺς πολεμίους, τοὺς τὴν ψυχὴν αὐτοῦ διαρπάζειν ἀεὶ πειρωμένους. Ἐπιστήσεις δὲ εἰ ἕτερός
45ἐστιν ὁ πτωχὸς παρὰ τὸν πένητα, καὶ πότερον τῇ ὑποστάσει, ἢ τῇ ἐπινοίᾳ τῷ ἐγχωρεῖν τὸν αὐτὸν καὶ πτωχὸν εἶναι πτωχεύσαντα τῷ ἀποπεπτωκέναι οὗ εἶχε πλούτου, καὶ πένητα τῷ μετὰ πόνον περιποιεῖν τὰ πρὸς τὸ διαζῇν.
51 Ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με. Οἱ μὴ δικαιοσύνης, ἀλλ’ ἀδικίας μάρ‐ τυρες, διαναστάντες καὶ διεγείραντες αὐτοὺς, σοφι‐ στικῶς ἐπερωτῶσιν ἃ οὐ γινώσκω. Οὐδὲν γὰρ τῶν
55φαύλων γινώσκει ὁ σπουδαῖος, τουτέστιν οὐδενὶ τῶν πονηρῶν ἀνακέκραται. Μαρτύριον δέ· Ὁ φυλάσσων
ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν. Καὶ ἐνταῦθα300 in vol. 23

23

.

301

γὰρ τὸ οὐ γνώσεται, οὐ πεποίηται οὐδὲ ἀνακέκρα‐ ται κατὰ ῥῆμα πονηρόν· ψεῦδος γὰρ τὸ νομίζειν μὴ ἐπίστασθαι ῥῆμα πονηρὸν τὸν φυλάττοντα τὴν θείαν ἐντολήν. Διάκρισιν γὰρ ἔχων πονηροῦ καὶ ἀγαθοῦ,
5τἄλλα πάντα ἀποστραφεὶς ῥήματα, ἐπιτηρεῖν τὴν ἐν‐ τολὴν ἦλθεν. Ὃ οὖν λέγει τοιοῦτόν ἐστιν· Πεῖραν οὐκ ἔχοντα οὐδὲ γνῶσιν ἢ ἔννοιαν τῶν κακῶν, διερεθίζον‐ τές με ἐπερώτων με περὶ αὐτῶν, ὥσπερ ἡ Αἰγυπτία τὸν Ἰωσὴφ, καὶ οἱ πρεσβύτεροι τὴν Σουσάνναν.
10 Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. Ἐμοῦ φιλοτιμουμένου τὰ πρὸς πάντας καθήκοντα ἀμέμπτως ἐπιτελεῖν βού‐ λεσθαι, εἰ δυνατὸν μετὰ πάντων ἀνθρώπων εἰρηνεύειν, αὐτοὶ ἀντὶ τούτων τῶν καλῶν πονηρὰ ἀνταπεδίδουν
15μοι, ἐχθροὶ καὶ δυσμενεῖς διὰ πάντων ἀναφαινόμενοι· τὸ ὅσον δὲ ἐπ’ αὐτοῖς τὴν ἐν καλοῖς εὐτεκνίαν τῆς ψυχῆς μου ἀναιρεῖν ἐπεχείρουν. Εἰ γοῦν, πεισθεὶς αὐτῶν ταῖς ἐρωτήσεσι τοιοῦτος ἐγεγόνειν οἷον ἤθελόν με ποιῆσαι, ἠτεκνώθη ἂν ἡ ψυχή μου, μηκέτι δεχο‐
20μένη τὰς θείας τοῦ νυμφίου γονάς. Εἰ δὲ τέκνα λέ‐ γοιντο οἱ μαθηταὶ τοῦ διδάξαντος, καὶ ὄντως ἀτεκνοῦ‐ ται ἡ ψυχὴ τοῦ διδασκάλου, σφάλμασι περιπεσοῦσα τῷ ἑαυτῆς σκανδάλῳ, ἀναιροῦσα τοὺς ἐξ αὐτῆς γενο‐ μένους διὰ μαθητείας. Ἀντὶ δὲ τοῦ, ἀτεκνίαν τῇ
25ψυχῇ μου, Ἀνεστραμμένα κατὰ τῆς ψυχῆς μου, ὁ Σύμμαχος ἐξέδωκεν.
28 Ἐπειδὴ τὰ προκείμενα συνῆπται τοῖς ἐν τῷ τρια‐ κοστῷ τρίτῳ ψαλμῷ προλελεγμένοις· ἐκεῖνα δὲ τῆς
30ἱστορίας ἐμνημόνευε τῆς κατὰ τὸν Ἀβιμέλεχ, ἐφ’ οὗ ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ, κατὰ τὰ ἀποδεδομένα· τάχα που δύναται καὶ τὰ μετὰ χεῖρας ἐπ’ ἐκεῖνα ἀνα‐ φέρεσθαι. Μαθὼν γὰρ ὁ Σαοὺλ παρὰ Δωὴκ, ὡς ἀφῖκται Δαυῒδ πρὸς Ἀβιμέλεχ, ἄρτους τε εἰληφὼς διασέσω‐
35σται, πάντας ἀνεῖλε τοὺς ἱερεῖς τοῦ Κυρίου, αὐτόν τε τὸν Ἀβιμέλεχ παγγενεί. Δύναται οὖν ταῦτα ὁ Δαυῒδ εἰς πρόσωπον τοῦ Σαοὺλ εἰρηκέναι, ὡς καὶ πάντα τὸν ψαλμὸν εἰς ἐκεῖνον ἀναφέρεσθαι τὸν καιρὸν, καθ’ ὃν Δωὴκ ἐψευδομαρτύρησε τοῦ Ἀβιμέλεχ παρὰ τοῦ
40Σαούλ· καὶ τάχα τὸ Πνεῦμα τὸ ἅγιον, τὰ πάθη τῶν ἱερέων ὑπογράφον, τὰ προκείμενα ἀνεφώνει λέγων· Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, καὶ τὰ ἑξῆς. Τὰ δὲ μονοτρόπως εἰρημένα περὶ ἑνός τινος ἐν τῷ, Ἐλθέτω αὐτῷ παγὶς ἣν οὐ γινώσκει, καὶ ἡ θήρα
45ἣν ἔκρυψε συλλαβέτω αὐτὸν, καὶ ἐν τῇ παγίδι πε‐ σεῖται ἐν αὐτῇ, δύναται τῷ Δωὴκ ἐφαρμόζειν. Καὶ τὸ, Ἀναστάντες μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον ἠρώτων με· ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγα‐ θῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ μου, ἐκ προσώπου

23

.

301

(50)

λεχθείη ἂν τοῦ Ἀβιμέλεχ. Καὶ ταῦτα δὲ εἰκὸς εἰρη‐ κέναι τὸν Δαυΐδ· αὐτοῦ γὰρ ἐπιγέγραπται ὁ ψαλμὸς, ἀποστολικῇ διαθέσει λέξοντος ἄν· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυ‐ ροῦμαι; καὶ, Παθόντος ἑνὸς μέλους, συμπάσχει
55πάντα τὰ μέλη. Καὶ ἄλλος δὲ παρὰ ταῦτα μάρτυρας μὲν ἀδίκους εἴποι ἄν τις πάντας τοὺς ἐνδιαβάλλοντας
τὸν Δαυῒδ παρὰ τοῦ Σαούλ· τότε μὲν γὰρ οἱ Ζιφαῖοι302 in vol. 23

23

.

304

ἔλεγον ἐλθόντες· Ἰδοὺ Δαυῒδ κέκρυπται παρ’ ἡμῖν, καὶ ἄλλοτε ἄλλους εἰκὸς, κεχαρισμένα τῷ βασιλεῖ πράττοντας, πολλὰ κατ’ αὐτοῦ ψευδομαρτυρεῖν, καὶ ἃ μὴ ἐγίνωσκεν μηδὲ διενοεῖτο, ταῦτα κατ’ αὐτοῦ λέ‐
5γειν. Τὸ δ’, Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγα‐ θῶν, δύναται εἰς αὐτὸν ἀναφέρεσθαι. Ἐπειδὴ πολλά‐ κις εὖ παθὼν ὑπὸ τοῦ Δαυῒδ ὁ Σαοὺλ, τοῖς ἐναντίοις αὐτὸν ἠμείβετο, δεινὰ κατὰ τῆς ψυχῆς αὐτοῦ μηχα‐ νώμενος, καὶ ἀτεκνίαν ἐμποιῶν τῇ ψυχῇ αὐτοῦ.
10Ἀτεκνία δὲ ψυχῆς ἐστιν, ὅταν τὰ ἑαυτῆς σπέρματα, ἃ καταβάλλεται δι’ εὐποιιῶν εἰς ἑτέρους, ἢ καὶ διὰ διδασκαλίας μὴ φέρει καρπόν. Οὕτω γοῦν, πολλὰ γεννῶντος ἀγαθὰ τοῦ Δαυῒδ εἰς τὸν Σαοὺλ, ἀτεκνίαν αὐτῷ ὁ Σαοὺλ εἰργάζετο, μὴ ἀξίους προφέρων καρ‐
15ποὺς τῶν εἰς αὐτὸν ἐσπαρμένων. Ἐγὼ δὲ, ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, ἐνε‐ δυόμην σάκκον, καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. Πρὸς τοῖς ἀποδοθεῖσιν ἐπίσκεψαι,
20μήποτε τὰ προκείμενα ἐφαρμόζειν δύναται τῷ προσ‐ ώπῳ τοῦ Σωτῆρος ἡμῶν, προφητικῶς ἐξ αὐτοῦ τεθε‐ σπισμένα. Ὅρα δ’ οὖν εἰ μὴ καὶ οὕτως ἐξομαλίζεται ἡ διάνοια κατ’ οὐδένα τρόπον ἐμποδιζομένη. Ἔστω γὰρ ὁ Σωτὴρ ἡμῶν λέγων κατὰ τὸ ἀνθρώπινον πρὸς
25τὸν ἑαυτοῦ Πατέρα τὴν ἀρχὴν τοῦ ψαλμοῦ ἕως, Καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν διωκόντων με· καὶ ἐν εἰκοστῷ δὲ καὶ πρώτῳ ψαλμῷ, σαφῶς ὑπ’ αὐτοῦ λεγομένῳ, εἴρηται· Εἰς τὴν βοήθειάν μου πρόσχες· ἀλλὰ καὶ ἐν τοῖς Εὐαγγελίοις τῇ προσευχῇ σχολάζων
30ἱστορεῖται. Ναὶ μὴν καὶ δι’ ἔργων ἐπλήρου τὰ ἀνα‐ γεγραμμένα μετὰ τὴν κατ’ αὐτοῦ τῶν Ἰουδαίων τόλ‐ μαν. Ῥομφαία γὰρ στρατιωτικὴ καὶ πόλεμος Ῥω‐ μαϊκὸς οὐκ εἰς μακρὰν μετῆλθεν αὐτοὺς, οὐκ ἄνευ τῆς τοῦ Θεοῦ κρίσεως. Θεὸς γὰρ ἦν ὁ πολεμῶν αὐ‐
35τοὺς διὰ τοῦ τῶν πολεμίων στρατοῦ. Τοῦτο καὶ αὐτὸς ὁ Σωτὴρ διὰ παραβολῆς παρίστησι τοῖς παρῃτημένοις τὴν κλῆσιν τοῦ γάμου, καὶ τοὺς κλήτορας φονεύσασι· πέμψαι φήσας τὸν βασιλέα τὰ στρατιωτικὰ αὐτοῦ καὶ τὴν πόλιν αὐτῶν ἐμπρῆσαι. Οὕτω τοίνυν καὶ τὰ
40μετὰ χεῖρας ἐπληροῦτο. Ἐπειδὴ γὰρ αὐτοὶ ἠδίκουν τὸν Υἱὸν τοῦ Θεοῦ, ἐδικάσθησαν, ἐκδικουμένου τοῦ αἵματος αὐτοῦ. Καὶ ἐπειδὴ πολεμίους αὐτοὺς κατέ‐ στησαν τοῦ Χριστοῦ, ἐπολεμήθησαν ὑπὸ τοῦ Θεοῦ μετελθόντος ὅπλῳ καὶ θυρεῷ καὶ ῥομφαίᾳ. Οὐ γὰρ
45ἀφανῶς αὐτοὺς ἡ θεία μετῄει δίκη, ἀλλὰ διὰ τῶν ἐν ἀνθρώποις πολεμίων. Θαυμάσαι δ’ ἔστιν ὅπως εἴρηται τό· Ἔκχεον ῥομφαίαν· οὐκέτι γὰρ κατὰ τὸ πα‐ λαιὸν μερικῶς αὐτοὺς ὁ πόλεμος μετῄει· ἀλλ’ ἐξεχύθη κατ’ αὐτῶν πολεμικὴ ῥομφαία· διὸ λέλεκται· Ἔφθα‐

23

.

304

(50)

σε δ’ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος· καὶ ἀλλαχοῦ· Ἔκχεον ἐπ’ αὐτοὺς τὴν ὀργήν σου. Τίς δὲ, διελ‐ θὼν τὰς Φλαυΐου Ἰωσήππου Ἱστορίας, μαθών τε ἐξ αὐτῶν ὅπως, ἐν συγκλεισμῷ ἀποληφθέντες, λιμῷ καὶ στάσει διεφθάρησαν, οὐ θαυμάσει τὴν ἐνταῦθα
55λέγουσαν φωνήν· Καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με; Ἑξῆς δὲ τούτοις μόνῳ τῷ
Σωτῆρι πρέπει ἂν λέγειν τῷ ἑαυτοῦ Πατρὶ κατὰ τὸ304 in vol. 23

23

.

305

ἀνθρώπινον· Εἶπον τῇ ψυχῇ μου· Σωτηρία σου εἰμὶ ἐγὼ, καὶ τὰ ἑξῆς, ἕως τοῦ, Καὶ ἄγγελος Κυ‐ ρίου ἐκθλίβων αὐτούς. Καὶ ταῦτα δὲ ἐπληροῦτο, ὅτε τῆς μὲν ἑαυτῶν μητροπόλεως ἠλαύνοντο, διε‐
5σκορπίζοντο δὲ εἰς πάντα τὰ ἔθνη. Εἶτα λέλεκται· Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα. Ὁδὸς δὲ αὐτῶν ἣν ὥδευον πάλαι ἡ σωματικὴ ἐτύγ‐ χανε λατρεία, ἥτις αὐτοῖς γέγονε σκότος καὶ ὀλί‐ σθημα· ἀλλὰ καὶ, Ἄγγελος Κυρίου καταδιώκων
10αὐτούς. Ταῦτα μὲν οὖν τἀπίχειρα ὧν κατ’ αὐτοῦ τετολμήκασιν. Ἀκούσῃ δὲ τῶν εἰρημένων, οὐχ ὡς τοῦ Σωτῆρος κατευχομένου τῶν ἑαυτοῦ ἐχθρῶν τοῦ τοῖς ἑαυτοῦ μαθηταῖς παρηγγελκότος, Προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ ἀδικούντων αὐτούς·
15ἀλλὰ γὰρ τούτων ἄκουε ὡς προφητικῶς εἰρημένων, καὶ τὰ μέλλοντα αὐτοῖς συμβήσεσθαι προαναφωνούν‐ των. Ταῦτα δὲ αὐτοῖς ἔσεσθαι θεσπίζει διὰ ποίαν αἰτίαν, ἑξῆς διδάσκει λέγων· Ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου. Καὶ ταῦτα μὲν περὶ τοῦ πλήθους τῶν κατ’ αὐτοῦ
20συνελθόντων· τὰ δὲ ἑξῆς οὐκέτι περὶ πολλῶν, περὶ δ’ ἑνὸς λελεγμένα, δύναται προσαγορεύεσθαι περὶ τοῦ Ἰούδα, ὃς, κρύπτων τὴν κατ’ αὐτοῦ συσκευὴν, φι‐ λίαν τε καθυποκρινόμενος, φιλήματι παρεδίδου τὸν Διδάσκαλον. Διὸ περὶ αὐτοῦ λέγοι ἂν τὸ, Ἐλθέτω
25αὐτῷ παγὶς ἣν οὐ γινώσκει, καὶ ἡ θήρα ἣν ἔκρυ‐ ψε συλλαβέτω αὐτὸν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ. Καὶ ταῦτα μὲν περὶ τούτων. Εὖ δὲ εἰδὼς εἰς οἷον ἀγαθὸν τέλος ἡ κατ’ αὐτοῦ παραστήσεται ἐπιβουλὴ, καὶ τοῦτο παρίστησι λέ‐
30γων· Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυ‐ ρίῳ, τερφθήσεται τῷ σωτηρίῳ αὐτοῦ. Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, τίς ὅμοιός σοι; ῥυόμε‐ νος πτωχὸν ἀπὸ τῶν διαρπαζόντων αὐτόν. Ἐν μὲν οὖν τῷ καʹ ψαλμῷ, σαφῶς ἐκ προσώπου τοῦ Σω‐
35τῆρος λελεγμένῳ, εἴρητο· Ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου· τοῦ λόγου σημαίνοντος τῶν ἀποστόλων αὐτοῦ τὸν διασκορπι‐ σμὸν καὶ τὴν φυγὴν, ἣν ὑπέμειναν κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ, ὅτε ἐπληροῦτο τό· Πατάξω τὸν
40ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης. Ὀστᾶ γὰρ ἦσαν τοῦ σώματος αὐτοῦ οἱ πρῶτοι αὐτοῦ μαθηταὶ, οἳ τότε μὲν διεσκορπίσθησαν σκανδαλισθέντες ἐπ’ αὐτῷ, ὥσπερ οὖν καὶ αὐτὸς ἐδή‐ λου λέγων· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν
45ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ. Μετὰ δὲ τὴν ἀνάστασιν, θεασάμενοι αὐτὸν, ἐπληρώθησαν χαρᾶς καὶ ἀγαλλιά‐ σεως. Καὶ ἐν τοῖς μετὰ χεῖρας δὲ περὶ τῶν αὐτῶν λέλεκται· Πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, τίς ὅμοιός σοι; Σφόδρα δὲ κατάλληλα τῷ τοῦ Σωτῆρος

23

.

305

(50)

ἡμῶν προσώπῳ καὶ τὰ τούτοις συνημμένα τυγχάνει, δι’ ὧν εἴρηται· Ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἠρώτων με. Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. Τούτοις ὅμοια καὶ ἐν ρηʹ ψαλμῷ εὑρήσεις ἐν οἷς εἴ‐
55ρηται· Καὶ ἐπολέμησάν με δωρεάν· ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με· καὶ ἔθεντο κατ’ ἐμοῦ
κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπή‐306 in vol. 23

23

.

308

σεώς μου. Ἀτεκνίαν δὲ αὐτῷ εἰργάσαντο πάντα πράττοντι ἐπὶ τὸ συναγαγεῖν αὐτοὺς καὶ ἀναγεννῆ‐ σαι ἑαυτῷ ὃ δὴ καὶ ἐδήλου λέγων· Ποσάκις ἐθέ‐ λησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρ‐
5νις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Οὕτω γοῦν ἀνταπεδίδοσαν αὐτῷ πονηρὰ ἀντὶ ἀγαθῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ αὐτοῦ. Ἀλλὰ γὰρ ἐν τούτοις ταῦτα θεσπίσας, διὰ τῶν ἑξῆς τὸ αὑτοῦ φιλάνθρωπον καὶ ἀνεξίκακον παρίστησι λέγων· Ἐγὼ δ’ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι,
10ἐνεδυόμην σάκκῳ. Ἀντὶ δὲ τοῦ, Ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, σφόδρα θαυμαστῶς ὁ μὲν Ἀκύλας φησί· Καὶ ἐγὼ ἐν ἀῤῥωστίᾳ αὐτῶν ἔνδυσίς μου σάκκος· ὁ δὲ Σύμμαχος· Ἐμοῦ ἐν ταῖς ἀῤῥωστίαις αὐτῶν τὸ ἔνδυμα σάκκος· καὶ ὁ Θεοδοτίων δὲ καὶ
15ἡ πέμπτη ἔκδοσις· Ἐγὼ δὲ ἐν τῷ παρενοχλεῖσθαι αὐτοὺς, εἰρήκασιν. Ἐπεὶ γὰρ τοῖς ἐκείνων κακοῖς καὶ ταῖς ἀῤῥωστίαις τῆς αὐτῶν ψυχῆς συμπάσχων ὁ Σωτὴρ πένθους καὶ ὀδυρμῶν σύμβολα ποιεῖ, σάκ‐ κον περιβαλλόμενος ὑπὲρ αὐτῶν, ἀλλὰ καὶ ἐταπεί‐
20νου ἐν νηστείᾳ τὴν ψυχὴν αὐτοῦ. Διὸ καὶ ἐδίδασκε λέγων· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· καὶ, Νῦν ἡ ψυχή μου τετάρακται. Ταῦτα γὰρ ὑπερβολῇ φιλανθρωπίας ὑπέμεινεν ὑπερπάσχων καὶ ὑπεραλγῶν, οἷα πατὴρ ἐφ’ υἱοὺς ἀπολλυμένους. Διὸ
25ἔλεγεν ἐν προφήταις περὶ αὐτοῦ· Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν· καὶ πάλιν· Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ αὖθις· Αὐτὸς δ’ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς
30ἰάθημεν. Διὸ καὶ ἐν ταῖς ἀῤῥωστίαις αὐτῶν καὶ ἐν τῷ παρενοχλεῖσθαι αὐτοὺς, ἐκείνους θεωρῶν ὁ Σωτὴρ τὸν καταληψόμενον αὐτοὺς ὄλεθρον, καὶ τὴν ἐσχά‐ την ἀπώλειαν, ὑπὲρ αὐτῶν ἐνεδύετο σάκκον, καὶ ἐταπείνου ἐν νηστείᾳ τὴν ψυχὴν αὐτοῦ. Οἱ δὲ τοιαῦτα
35ἔπραττον, ὡς τὴν εὐχὴν αὐτοῦ τὴν ὑπὲρ αὐτῶν μὴ παραπέμπεσθαι εἰς τὰ ὦτα τοῦ Πατρός· ἀλλ’ ὥσπερ ἀντικρουομένην ὑπὸ τοῦ μεγέθους τῆς αὐτῶν δυσσε‐ βείας, καθέλκεσθαι καὶ ἐπαναστρέφειν πρὸς αὐτόν· διὸ ἔλεγε· Καὶ ἡ προσευχή μου εἰς κόλπον μου
40ἀποστραφήσεται. Εἰ γὰρ σώζεσθαι ἔμελλον καὶ μεταβάλλειν τῶν ἀσεβημάτων, εὐθυδρομοῦσα ἡ προσ‐ ευχὴ τοῦ Σωτῆρος, ἀκωλύτως καὶ ἀπαραποδίστως ἐπὶ τὰ ὦτα τὰ πατρικὰ παρῄει. Καὶ ταῦτα δέ μοι πᾶσαν ψηλαφῶντι διάνοιαν, εἰς τοὺς τόπους ἀναγ‐ καίως τεθεωρήσθω.
45 Καὶ κατ’ ἐμοῦ ηὐφράνθησαν, καὶ συνήχθησαν· συνήχθησαν ἐπ’ ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων. Διεσχίσθησαν, καὶ οὐ κατενύγησαν. Ταῦτα ἐκλη‐ πτέον διχῶς, ὡς καὶ ἤδη ἔφαμεν. Ἢ γὰρ ὁ Δαυῒδ ταῦτα περὶ ἑαυτοῦ διεξῄει ὑπὸ τοῦ Σαοὺλ διωκόμενος·

23

.

308

(50)

ἢ περὶ τοῦ Σωτῆρος προφητικῶς ὑπὸ τοῦ ἁγίου Πνεύματος λέγεται. Ἀντὶ δὲ τοῦ· Κατ’ ἐμοῦ ηὐ‐ φράνθησαν, ὁ Ἀκύλας δουλεύων τῇ Ἑβραϊκῇ λέξει φησί· Καὶ ἐν σκασμῷ μου ηὐφράνθησαν, καὶ συν‐ ελέγησαν· ὁ δὲ Σύμμαχος· Σκάζοντος δέ μου ηὐ‐
55φραίνοντο καὶ ἠθροίζοντο· ἡ δὲ πέμπτη ἔκδοσις· Καὶ ἐν τῇ ἀσθενείᾳ μου ηὐφράνθησαν. Δι’ ὧν
ἡγοῦμαι δηλοῦσθαι τὸν καιρὸν τοῦ πάθους, ἐν ᾧ κατὰ308 in vol. 23

23

.

309

τὸν Ἀπόστολον, ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Ὑπέμεινε δὲ καὶ σκασμὸν δι’ ἡμᾶς, ἑκὼν ὑπομείνας τὴν ὑπὲρ ἡμῶν ἀσθένειαν. Αὐτὸς γὰρ ἑαυτὸν ἀσθενῆ πεποίηκεν, οὐ νικηθεὶς
5ὑφ’ ἑτέρου, ἀλλ’ ὑπερβαλλούσῃ δυνάμει κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβὼν, ἐπικρύψας τε καὶ ταπεινώσας ἑαυτὸν καὶ ἀσθενῆ ποιήσας μέχρι θανά‐ του. Ἐν τοίνυν τῷ σκασμῷ καὶ ἀσθενείᾳ συνήχθη‐ σαν· ἀλλὰ καὶ μάστιγας αὐτῷ ἐπιτεθείκασι· ὃ δὴ καὶ
10ἐν ἑτέρῳ ἐδήλου προφήτῃ φάσκοντι ἐξ αὐτοῦ προσ‐ ώπου· Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα. Τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Ἐπληροῦτο δὲ ταῦτα κατὰ τὸν τοῦ πάθους αὐτοῦ
15καιρόν. Ὁ δὲ Σύμμαχός φησι· Καὶ ἀποῤῥήσσοντες οὐκ ἠρέμουν. Οὐκ ἔγνων δὲ, φησὶ, τὴν αἰτίαν δι’ ἣν ἐμάστιζον· οὐ γὰρ εἶχόν τινα εὔλογον πρόφασιν ὧν ἐπετίθεσάν μοι πληγῶν. Ἀντὶ δὲ τοῦ· Ἐπείρασάν με μυκτηρισμῷ, ὁ Σύμμαχός φησιν· Ἐν ὑποκρί‐
20σει φθέγμασι πεπλασμένοις, ἔπριον κατ’ ἐμοῦ ὀδόντας αὐτῶν. Πολλὰ δ’ ἂν εὕροις ἐν τοῖς Εὐαγ‐ γελίοις τούτων παραστατικά· καὶ ὡς προσῄεσαν πει‐ ράζοντες αὐτὸν οἱ Φαρισαῖοι, ἄλλοτε δὲ ἐμυκτήριζον, καὶ ὡς ἔβρυχον κατ’ αὐτοῦ τοὺς ὀδόντας αὐτῶν δια‐
25πριόμενοι ἐπὶ τῷ πλήθει τῶν μαθητευομένων αὐτῷ. Κύριε, πότε ἐπόψῃ; ἀποκατάστησον τὴν ψυ‐ χήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόν‐ των τὴν μονογενῆ μου. Ἀντὶ τοῦ· Πότε ἐπόψῃ; συμφώνως οἱ λοιποὶ πάντες ἑρμηνευταὶ, Κύριε, πόσα
30ὄψῃ; εἰρήκασιν. Ἀποθαυμάζει ὁ Σωτὴρ τοῦ Πατρὸς τὴν μακροθυμίαν, καὶ τὴν ὑπερβάλλουσαν ἀνοχήν. Διό φησι· Πόσα ὄψῃ; Εἶτα παρακαλεῖ λέγων· Ἀποκατάστησον τὴν ψυχήν μου. Ὅμοιον δ’ ἂν εἴη τοῦτο τῷ· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον
35πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἑξῆς παρα‐ καλεῖ ῥυσθῆναι τὴν μονογενῆ αὐτοῦ ἀπὸ λεόντων. Συγγενὴς δὲ ὢν τῷ μετὰ χεῖρας ψαλμῷ καὶ ὁ καὶ, κατὰ τὰ ἤδη πρότερον ἀποδεδειγμένα, τὰ ὅμοια τού‐ τοις περιέχων, φάσκων· Σῶσόν με ἐκ στόματος
40λέοντος καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Κἀκεῖ γὰρ μονογενοῦς ἐμνημόνευσε καὶ κυνὸς καὶ λέοντος· οὐ μόνον, ἀλλὰ καὶ μονοκερώτων, λέγων· Καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου· δι’ ὧν σημαίνειν αὐτὸν ἡγοῦμαι τὰς ἀντικει‐
45μένας δυνάμεις, τὰς κατὰ τὸν καιρὸν τοῦ πάθους τῇ μονογενεῖ αὐτοῦ ψυχῇ ἐπιβεβουλευκυίας. Ἀντὶ δὲ τοῦ, τὴν μονογενῆ μου· ὁ μὲν Ἀκύλας, τὴν μο‐ ναχήν μου· ὁ δὲ Σύμμαχος, τὴν μονότητά μου, ἡρμήνευσεν. Εἰ δὲ ὁ Δαυῒδ ταῦτα λέγει, οὐδὲ χαλε‐

23

.

309

(50)

πὸν καὶ εἰς αὐτὸν τὰ τῆς διανοίας ἐφαρμόσαι. Ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ. Καὶ ὁ καʹ ἐκ προσώπου τοῦ Σωτῆρος ἡμῶν λελεγμένος, μετὰ τὰς προφητείας τὰς περὶ τοῦ πάθους αὐτοῦ, τῆς
Ἐκκλησίας αὐτοῦ ἐμέμνητο δι’ ὧν ἔφη· Ἐν μέσῳ310 in vol. 23

23

.

312

Ἐκκλησίας ὑμνήσω σε. Ταῦτα δὲ ἐκεῖ ἐλέγετο μετὰ τό· Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων
5τὴν ταπείνωσίν μου. Συνῆπτο γοῦν τούτοις τό· Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Καὶ ἐν τοῖς προκει‐ μένοις παραπλησίως προειπών· Ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ
10λεόντων τὴν μονογενῆ μου, ἐπιλέγει· Ἐξομολο‐ γήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. Ἀντὶ δὲ τοῦ, βαρεῖ, ὁ Ἀκύλας ἐξέδωκεν ὀστεΐνῳ, τουτέστιν, ἰσχυρῷ, ἐπεὶ τοῦ παντὸς σώ‐ ματος τὰ δυνατώτατα καὶ ἰσχυρότατα ὀστᾶ τυγχάνει.
15Βαρὺς οὖν ὁ ἐπὶ τὴν πέτραν τεθεμελιωμένος, ὁ ἀσά‐ λευτος καὶ ἀῤῥαγής. Τῷ τοίνυν Πατρὶ ἐξομολογεῖ‐ ται, εὐχαριστῶν ἐπὶ τῇ Ἐκκλησίᾳ αὐτοῦ τῇ πολλῇ. Πολλὴ γὰρ ὡς ἀληθῶς αὕτη ἡ Ἐκκλησία· ἣν ἐν τῷ εἰκοστῷ πρώτῳ μεγάλην ὠνόμασεν εἰπών· Παρὰ
20σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ. Ὁ μὲν οὖν Πατὴρ ἔπαινον τῷ Υἱῷ κατεργάζεται ἐν Ἐκκλη‐ σίᾳ μεγάλῃ· ὁ δὲ Υἱὸς ἐξομολογεῖται τῷ Πατρὶ ἐν Ἐκκλησίᾳ πολλῇ, τῇ καθ’ ὅλης τῆς Ἐκκλησίας ἱδρυ‐ μένῃ. Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδί‐
25κως, οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς. Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ’ ὀργῇ δόλους διελογίζοντο. Καὶ ἐπλάτυναν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν· εἶπον· Εὖγε, εὖγε, εἶ‐ δον οἱ ὀφθαλμοὶ ἡμῶν. Εἰ μὴ τὰ τέλη αἴσια τὰ μετὰ
30τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν ἑωρᾶτο, τάχα που χώ‐ ραν εἶχον καταχαρῆναι αὐτοῦ οἱ τὴν κατ’ αὐτοῦ συ‐ σκευὴν μεμηχανημένοι, ὡς ἀφανισθέντος καὶ μηδὲν δεδυνημένου· ἐπεὶ δὲ ἡ Ἐκκλησία αὐτοῦ ἡ πολλὴ καὶ μεγάλη διαλάμπει καθ’ ὅλης τῆς οἰκουμένης· αὐτός
35τε εἰσέτι καὶ νῦν ἐν μέσῳ ἑστὼς συγκροτεῖ τὸν βαρὺν καὶ δυνατὸν αὑτοῦ λαὸν, καὶ ἐξομολογεῖται δι’ αὐτῶν τῷ ἑαυτοῦ Πατρί· Ὅπου γὰρ δύο ἢ τρεῖς συν‐ ηγμένοι εἰς τὸ αὐτοῦ ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐ‐ τῶν· εἰκότως οἱ ἐπιχαιρεσίκακοι, αἰσχύνην καταχεά‐
40μενοι, ἀπεστράφησαν εἰς τὰ ὀπίσω. Τί γὰρ καὶ ἄξιον ἔχθρας παθόντες τὸ πρὸς αὐτὸν ἤραντο μῖσος; διό‐ περ ὁ Ἀκύλας, ἀναιτίως, ἡρμήνευσε. Διένευον δὲ ὀφθαλμοῖς χλευάζοντες αὐτὸν, καὶ διασύροντες τὰ τῆς σοφίας μου παιδεύματα. Εἶτα, Ἐμοὶ μὲν, φη‐
45σὶν, εἰρηνικὰ ἐλάλουν, ἐν δὲ τῇ καρδίᾳ αὐτῶν δό‐ λους καὶ ὀργὴν διελογίζοντο. Ἐπληροῦτο δὲ καὶ ταῦτα, ὅτε λαβὰς θηρώμενοι ἔλεγον πρὸς αὐτὸν οἱ Φαρισαῖοι· Διδάσκαλε, οἴδαμεν, ὅτι ἀληθὴς εἶ, καὶ τὸν λόγον τοῦ Θεοῦ ἐπ’ ἀληθείας διδάσκεις,

23

.

312

(50)

καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον· εἰπὲ οὖν ἡμῖν· Ἔξεστι δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; Ταύτας γὰρ δολίως προ‐ έφερον τὰς φωνάς· διὸ προλαβὼν ταῦτ’ ᾐνίττετο φά‐ σκων· Ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ’ ὀργῇ
55δόλους διελογίζοντο. Ἀλλ’ ἐνταῦθα μὲν δολίως τὰς πρὸς αὐτὸν ἐποιοῦντο ὁμιλίας· ἐν τέλει γε μὴν κατὰ
τὸν καιρὸν τοῦ πάθους ὅλῳ τῷ στόματι ἐβόων αἰτοῦν‐312 in vol. 23

23

.

313

τες αὐτοῦ τὸ αἷμα καθ’ ἑαυτῶν καὶ κατὰ τῶν τέκνων αὐτῶν· ὃ δὴ καὶ αὐτῷ παρίστησι διὰ τῶν προκειμέ‐ νων λέγων· Ἐπλάτυναν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν. Εἶτ’ ἐπειδὴ παρεδόθη αὐτοῖς ὡς πρόβατον ἐπὶ σφα‐
5γὴν, καὶ ὡς ἀμνὸς ἄκακος ἐναντίον τοῦ κείραντος ἄφωνος, ὁρῶντες αὐτοῦ τὸ πάθος ἐπεφώνουν· Εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν. Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς. Καὶ ἄνωθεν εἶπε· Πότε ἐπόψῃ; καὶ διὰ τῶν προκειμένων·
10Εἶδες, Κύριε. Τί δὲ εἶδεν; Ὡς δολίως αὐτῷ προσ‐ ῄεσαν, καὶ ὡς ἐπλάτυναν κατ’ αὐτοῦ τὸ στόμα αὐ‐ τῶν, καὶ ὡς κατ’ εὐχὰς πράξαντες ἐπεβόων· Εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν. Σὺ δὲ, Κύριε, ταῦτα θεασάμενος, ἀνασχόμενός τε καὶ μακροθυμή‐
15σας, μὴ παρασιωπήσῃς· ἀλλ’ ἀναλαβὼν τὸ τῆς δι‐ καιοσύνης σου κριτήριον λέγε· Ταῦτα ἐποίησας, καὶ ἐσίγησα· καὶ πάλιν· Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιω‐ πήσομαι; Ἀνθρωπίνως δὲ ἱκετεύει λέγων πρὸς τὸν ἑαυτοῦ Πατέρα· Μὴ ἀποστῇς ἀπ’ ἐμοῦ· καὶ, Ἐξ‐
20εγέρθητι καὶ πρόσχες τῇ κρίσει, ὁ Θεός μου καὶ ὁ Κυριός μου εἰς τὴν δίκην μου. Κατὰ γὰρ τὸν καιρὸν τοῦ ὑπὲρ ἡμῶν πάθους τοιαύτας ἠφίει φωνὰς, ἵνα πιστευθῇ ἄνθρωπος ἀτρεκέως κατὰ ἀλήθειαν γεγονὼς, καὶ τὸν ὑπὲρ ἡμῶν θάνατον ἑκουσίως κατα‐
25δεχόμενος. Καὶ μὴ ἐπιχαρήσειάν μοι, μὴ εἴποι‐ σαν ἐν καρδίαις αὐτῶν· Εὖγε, εὖγε, ἡ ψυχὴ ἡμῶν! μηδὲ εἴποισαν· Κατεπίομεν αὐτόν. Σοῦ γὰρ, φησὶν, ἐπεξελθόντος τοῖς τετολμημένοις, καὶ κρί‐ ναντος κατὰ τὴν δικαιοσύνην σου, οὐκ ἐπιχαρήσον‐
30ται, οὐδ’ ἐροῦσιν ἐν ταῖς καρδίαις αὐτῶν· Εὖγε, εὖγε, ἴσχυσεν ἡ ψυχὴ ἡμῶν. Εἰ γὰρ καὶ τῷ στόματι αὐτῶν ποτε τοῦτο εἰρήκασιν, ἀλλ’ οὐ καὶ ταῖς καρ‐ δίαις αὐτῶν ἐροῦσιν· οὐδὲ φήσουσι· Κατεπίομεν αὐ‐ τὸν, τὴν ἀνάστασίν μου καὶ τῆς Ἐκκλησίας τῆς
35ἐμῆς τὴν καθ’ ὅλης τῆς οἰκουμένης ἵδρυσιν θεώμενοι. Καταπίνεται μὲν γὰρ ὁ ἅπαξ εἰς βυθὸν χωρήσας καὶ μηκέτ’ ἀναβεβηκώς· οὕτω γάρ ποτε κατέπιεν ὁ θά‐ νατος ἰσχύσας. Ἀλλὰ κἀκεῖ οἱ καταποθέντες ἐπαλιν‐ δρόμησαν, διὸ λέλεκται· Καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς
40πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. Καὶ ἐνταῦθα τοίνυν, εἰ καὶ πρὸς καιρόν τινα ἔδο‐ ξαν αὐτὸν καταπίνειν, ἀλλ’ οὐκ εἰς τέλος, φησὶν, ἐροῦσι, προφητικῶς κατ’ αὐτὰ θεσπίζων· Αἰσχυν‐ θείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες
45τοῖς κακοῖς μου· ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπ’ ἐμέ. Καὶ ταῦτα δὲ ὅπως τέλους ἔτυχεν ἀναφερόμενα ἐπὶ τὸ τοῦ Σωτῆρος ἡμῶν πρόσωπον, ῥᾴδιον δὴ ἰδεῖν. Ἐξ ἐκεί‐ νου γὰρ, καὶ εἰς δεῦρο τοῦ χρόνου ἀπεῤῥιμμένοι καὶ

23

.

313

(50)

ἀπόβλητοι τυγχάνουσι πάλαι κομῶντες ἐπὶ πολλοῖς χαρίσμασιν, Οἱ δ’ ἐξ ἁπάντων τῶν ἐθνῶν τὸν ὑπ’ αὐτῶν ἀνῃρημένον παραδεδεγμένοι τῆς μὲν πολυθέου πλάνης ἠλευθέρωνται, τὸν δ’ ἐπὶ πάντων Θεὸν εὐσε‐ βοῦντες διατελοῦσιν. Εἶθ’ οἱ μὲν αἰσχύνην καταχεά‐
55μενοι ἐφ’ οἷς ἔδρασαν, ἐνετράπησαν, οἱ δὲ χαρᾷ καὶ παῤῥησίας ὁσημέραι πληροῦνται· ὡς πληροῦσθαι τὸ
παρὰ Μωϋσεῖ λόγιον φῆσαν πρὸς τὸν Ἰουδαίων λαόν·314 in vol. 23

23

.

316

Ὁ προσήλυτος ὁ ἐν ὑμῖν ἔσται ἄνω ἄνω· σὺ δὲ ἔσῃ κάτω κάτω· αὐτός σου ἔσται κεφαλὴ, σὺ δὲ ἔσῃ οὐρά. Ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες
5τὴν δικαιοσύνην μου καὶ εἰπάτωσαν διὰ παντός· Μεγαλυνθήτω ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαι‐ νόν σου. Ἡ μὲν ἀρχὴ τῆς προφητείας δίκην καὶ
10πόλεμον ἐπελεύσεσθαι ἠπείλει κατὰ τῶν ἀδικησάντων καὶ πολεμησάντων τὸν προφητευόμενον· τὰ δὲ μέσα τὸν τρόπον αὐτῶν διέβαλλε· τὰ δὲ ἐπὶ τέλει τὴν καταλαβοῦσαν αὐτοὺς διέγραφεν αἰσχύνην καὶ ἐντρο‐ πήν. Ἡ δὲ τῆς ὅλης προφητείας περιγραφὴ ἀγαλ‐
15λίασιν καὶ εὐφροσύνην, καὶ ἀγαθὰ πάντας εὐαγγε‐ λίζεται τοὺς τὴν δικαιοσύνην αὐτοῦ θέλοντας. Νοήσεις δὲ τὴν αὐτοῦ δικαιοσύνην, θεότητα αὐτοῦ ἐκλαβών· ἐπειδὴ αὐτὸς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιο‐ σύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Οἱ γοῦν
20ταύτην νοήσαντες ἀγαλλιάσαιντο, φησὶ, καὶ εὐφραν‐ θείησαν· τούτους δὲ καὶ διδάσκει λέγειν ἀεὶ, Μεγα‐ λυνθήτω ὁ Κύριος, εἰ δὴ ἀσπάζοιντο τὴν πρὸς τὸν προφητευόμενον εἰρήνην· ἐπεὶ οἱ ἀράμενοι πρὸς αὐτὸν ἔχθραν, δίκην δεδώκασιν τὴν ἀξίαν. Εἴη δ’ ἂν αὕτη
25ἡ εἰρήνη αὐτοῦ, ἣν ἐχαρίζετο τοῖς ἑαυτοῦ μαθηταῖς λέγων· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Καὶ ταῦτα μὲν περὶ τῶν ἐθε‐ λόντων καὶ ἀγαπώντων τὴν εἰρήνην αὐτοῦ, τήν τε δικαιοσύνην αὐτοῦ τιμώντων. Λοιπὸν δὲ αὐτὸς περὶ
30ἑαυτοῦ τὸ τέλος τοῦ παντὸς λόγου ἐπισφραγίζεται φάσκων· Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δι‐ καιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου; Τούτων, φησὶ, γενομένων ἐπί τε τοὺς ἀγα‐ πῶντάς με καὶ μισοῦντάς με, οὐ παύσομαι μελετῶν
35τὴν δικαιοσύνην σου, καὶ ὅλην τὴν ἡμέραν τὸν ἔπαι‐ νόν σου, οὐχὶ πάσας τὰς ἡμέρας, ἀλλὰ μίαν μόνην τὴν ἄπειρον καὶ διηνεκῆ. Ἡ γὰρ παρὰ σοὶ μονὴ καὶ δια‐ τριβὴ ἡμέρα αἰώνιος τυγχάνει. Μελετήσω δὲ αὐτὴν ἀνυμνῶν, καθ’ ἣν τὰ δίκαια κρίνας, οὐχ ἓν ἔθνος,
40ἀλλὰ πάντα τὰ καθ’ ὅλης τῆς οἰκουμένης τῆς σῆς χάριτος καὶ κλήσεως κατηξίωσας. Καθ’ ἑτέραν δὲ διάνοιαν, ἐπεὶ σῶμά ἐσμεν Χριστοῦ, καὶ μέλη ἐκ μέρους, οἱ ἀσκηταὶ τῶν θείων μαθημάτων, λέγοιντο ἂν αὐτοῦ γλῶσσα, ὡς δύνασθαι καὶ εἰς αὐτοὺς ἀνα‐ φέρεσθαι τὰ προκείμενα.
45ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΤΩ ΔΟΥΛΩ ΚΥΡΙΟΥ ΤΩ ΔΑΥΙΔ ΛΕʹ. Οὔτε ψαλμὸς, οὔτε ᾠδὴ, οὔτε τι τοιοῦτον ἐπιγέγρα‐ πται· διδασκαλίαν δὲ περιέχει κατὰ μὲν τὴν ἀρχὴν ἐλέγχουσαν πάντα τὸν ἄφοβον καὶ ἀνευλαβῆ, καὶ διὰ

23

.

316

(50)

τοῦτο πάσαις παρανομίαις ἐκδεδομένον, κατὰ δὲ τὸ συμπέρασμα τὸ τῶν τοιούτων τέλος. Εἰπὼν γοῦν ἐν
ἀρχῇ· Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν316 in vol. 23

23

.

317

ἑαυτῷ, πρὸς τῷ τέλει, Ἐκεῖ ἔπεσαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐξώσθησαν καὶ οὐ δυ‐ νήσονται στῆναι. Κατὰ δὲ τὰ μέσα θεολογίαν πε‐ ριέχει καὶ τῶν θεοφιλῶν ἀνδρῶν ἀγαθὰς ἐλπίδας.
5Λέλεκται δὲ ταῦτα τῷ δούλῳ Κυρίου τῷ Δαυΐδ. Τοῦτο γὰρ ἡ προγραφὴ σημαίνει· ὃς, ἀφορίσας ἑαυτὸν τῆς τῶν παρανόμων τάξεως, συνῆψε τῇ τοῦ Θεοῦ ἱκετείᾳ, τῷ νόμῳ καὶ ταῖς τοῦ Θεοῦ διαταγαῖς ἑαυτὸν κατα‐ δουλώσας. Διδάσκει δὲ καὶ τοὺς λοιποὺς ἀνθρώπους
10τὰ ὅμοια αὑτῷ πράττειν, καὶ μὴ συναπάγεσθαι τοῖς παρανόμοις. Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῧ. Ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ, τοῦ εὑρεῖν
15τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι. Σαφέστερον δὲ τὰ προκείμενα ἡρμήνευσεν ὁ Σύμμαχος, τοῦτον ἀποδοὺς τὸν τρόπον· Φησὶν περὶ ἀσυνθεσίας τοῦ ἀσεβοῦς ἔνδοθεν ἡ καρδία μου· Οὐ πρόκειται ὁ φόβος Θεοῦ ἄντικρυς τῶν ὀφθαλμῶν αὐτοῦ. Ὅτι ἐξολισθαί‐
20νειν τὰ περὶ αὐτοῦ δοκεῖ, τοῦ εὑρεθῆναι τὴν ἀδικίαν αὐτοῦ εἰς τὸ μισηθῆναι αὐτήν. Διὰ τούτων γὰρ αὐτὸς ὁ Δαυῒδ, Ἐμοῦ, φησὶν, ἡ καρδία καὶ ὁ ἐμὸς λογισμὸς ταῦτα περὶ τοῦ ἀσεβοῦς ἀνδρὸς ἐνενό‐ ησε. Τὴν γὰρ θεωρητικὴν αὐτοῦ δύναμιν, δι’ ἧς ἐδύ‐
25νατο γνῶναι τὸν φόβον τοῦ Θεοῦ, ἐδόλωσεν αὐτοὺς ἑαυτὸν τῆς διανοίας αὐτοῦ τοὺς ὀφθαλμοὺς διαστρέ‐ ψας. Διὸ κατὰ τὴν Ἑβραϊκὴν ἀνάγνωσιν· Ἐν ὀφθαλ‐ μοῖς αὐτοῦ εἴρηται δεδολωκέναι, τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ, καὶ μισῆσαι· Οὕτω, φησὶν, ἑαυτὸν
30διέστρεψε, καὶ τὸν φόβον τοῦ Θεοῦ τῶν ἑαυτοῦ ἀπέῤ‐ ῥιψεν ὀφθαλμῶν, ὡς τὴν ἀνομίαν αὐτοῦ προφανῆ τυγχάνειν, καὶ πάλιν ὁρᾶσθαι καὶ εὑρίσκεσθαι· καὶ διὰ τοῦτο μίσους ἀξίαν εἶναι. Ἀκαλύπτως δὲ ὁ τοιοῦ‐ τος ἐξέδωκεν ἑαυτὸν τῇ ἁμαρτίᾳ, ὡς καὶ τὰ ῥήματα
35τοῦ στόματος αὐτοῦ ἀνομίαν εἶναι καὶ δόλον. Πάνυ δὲ ταῦτα ἑκὼν εἵλετο, ἅτε δὴ αὐτεξούσιος ὢν, καὶ δυνά‐ μενος μὲν τὴν ἀγαθὴν μετελθεῖν ὁδὸν, μὴ βουληθεὶς δέ· διὸ λέλεκται· Οὐκ ἐβουλήθη συνιέναι τοῦ ἀγαθῦναι· ἀνομίαν δὲ διελογίσατο ἐπὶ τῆς κοί‐
40της αὐτοῦ. Οὐδὲ γὰρ, κατὰ τὸν καιρὸν τῆς ἡσυχίας ἐν ᾧ μετὰ τὰς μεθημερινὰς πράξεις ἑαυτοὺς ἐπιδιδόασιν ἄνθρωποι ἠρεμίᾳ καὶ εὐσταθείᾳ καὶ ὕπνῳ, ἐν καταστάσει γαλήνῃ γέγονεν ὁ τοιοῦτος· ἀλλὰ καὶ ἐν τούτῳ τῷ καιρῷ ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοί‐ της αὐτοῦ. Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου. Σφόδρα ἀκο‐
45λούθως μετὰ τὴν ὑπογραφὴν τῆς τοῦ παρανόμου κα‐ κίας τὸν ὑπερβάλλοντα πλοῦτον τῆς τοῦ Θεοῦ μακρο‐ θυμίας παρίστησιν, δι’ ἧς καὶ τῶν παρανόμων καὶ ἀσεβῶν ἀνδρῶν ἀνέχεται· διδάσκων, ὅτι ὁ πλοῦτος τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς

23

.

317

(50)

μακροθυμίας ἐλέου πεπλήρωται μεγάλου. Καὶ τοῦτο τὸ ἔλεος τοῦ Θεοῦ αἴτιον τυγχάνει τῆς τῶν ἁμαρτω‐ λῶν καὶ ἀσεβῶν ἀνδρῶν ζωῆς τε καὶ εὐθυμίας. Τὸν μὲν οὖν θησαυρὸν τοῦ ἐλέους αὐτοῦ τεταμιεῦσθαί φησιν ἐν τῷ οὐρανῷ ἀλλὰ καὶ τὴν ἀλήθειαν αὐτοῦ
55εἶναι παρ’ αὐτῷ, πληροῦντες * πάντα τὰ ὑπερουράνια· ὅμως δὲ καὶ μέχρι τῶν νεφελῶν, ἢ, μέχρι τῶν
αἰθέρων, κατὰ τὸν Σύμμαχον, διήκειν. Οὕτω γοῦν καὶ318 in vol. 23

23

.

320

ἐν ἑτέρῳ λέλεκται· Ἐν τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Ἔστι μὲν οὖν ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ οὐρανῷ, δίκην δὲ ὑετοῦ φερομένου διὰ νεφῶν καὶ μέχρι τῆς γῆς ἐπιστάζει. Διὸ εἴρηται· Καὶ ἡ
5ἀλήθειά σου ἕως τῶν νεφελῶν. Ἐκ δὲ τῶν λεγομέ‐ νων νεφελῶν καὶ εἰς ἀνθρώπους προχέεται ἡ τοῦ Θεοῦ ἀλήθεια· νεφέλας δὲ τοὺς προφήτας ἢ τὰς ἀγγελικὰς δυνάμεις, δι’ ὧν ἡ ἀλήθεια τοῦ Θεοῦ καὶ εἰς ἀνθρώ‐ πους κατελήλυθεν, εἴωθεν ὁ λόγος ὀνομάζειν. Οὕτω
10λέλεκται ἐν Ἡσαΐᾳ· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετὸν, δηλαδὴ εἰς τὸν Ἰουδαίων λαὸν, ἀμπελῶνα τροπικῶς ὠνομασμένον. Ἔτι πρὸς τούτοις ἡ δικαιοσύνη σου, φησὶν, ὦ Κύριε, μεγάλη τυγχάνει καὶ ὑψηλὴ, ὄρεσι παραβαλλο‐ μένη, καὶ ὄρεσι Θεοῦ, καὶ πρὸς τούτοις τὰ κρίματά
15σου ἀκατάληπτα. Ὡς γὰρ ἡ καλουμένη ἄβυσσος ἄπειρός ἐστιν ἀνθρώποις καὶ ἀκατάληπτος· ὃ δὴ σημαίνει ὁ φήσας λόγος· Τιθεὶς ἐν θησαυροῖς ἀβύσ‐ σους· οὕτως καὶ τὰ σὰ κρίματα, ὦ Κύριε, τὰ ἐκ τῆς σῆς δικαιοσύνης φερόμενα, ὡς ἡ ἄβυσσός ἐστι
20πολλή. Ἀντὶ δὲ τοῦ, Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ, ὁ Ἀκύλας, Δικαιοσύνη σου ὡς ὄρη ἰσχυρὰ, ἡρμήνευσε. Τούτων δὲ πάντων εὐκαίρως ἐμνημόνευ‐ σεν ὁ λόγος· δεικνὺς, ὅτι διὰ τὸ ἔλεός σου τοῦ Θεοῦ τὸ ἐν τῷ οὐρανῷ, καὶ διὰ τὴν ἀλήθειαν αὐτοῦ καὶ
25διὰ τὴν δικαιοσύνην αὐτοῦ, καὶ διὰ τό· Ὡς ἄβυσσος πολλὴ ἀκατάληπτα τὰ κρίματα αὐτοῦ, καὶ ἀσεβεῖς καὶ ἄθεοι καὶ ἁμαρτωλοὶ οὐ μόνον ζωῆς ἀπολαύουσιν, ἀλλὰ καὶ τῶν λοιπῶν τῶν ἀπὸ τῆς φιλανθρωπίας αὐτοῦ χορηγουμένων. Διὸ ἐπιλέγεται· Ἀνθρώπους καὶ κτήνη σώσεις,
30Κύριε, ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός. Διὰ γὰρ τὰ κρίματά σου τὰ ὡς ἄβυσσος πολλὴ, καὶ διὰ τὴν δικαιοσύνην σου καὶ τὴν ἀλήθειάν σου τὴν ἐν τῷ οὐρανῷ, ἄνθρωποι καὶ κτήνη κατὰ τὸ αὐτὸ σώζονται· οὕτως ἐπλήθυνας τὸ ἔλεός σου, Θεὸς, ὡς μὴ μόνον
35τοὺς ἀξίους τῆς ἐκ σοῦ ζωῆς μεταλαμβάνειν, ἀλλὰ καὶ τοὺς κτηνώδεις καὶ ἀνοήτους τῶν ἀνθρώπων. Ἐπειδὴ γὰρ πολλοὶ μέμφονται καὶ καταιτιῶνται· Ἵνα τί ἀσεβεῖς εὐθηνοῦσι, καὶ τῶν τοῦ Θεοῦ ἀγαθῶν ἀπολαύουσιν; ἀναγκαίως διδάσκει, ὅτι πολυέλεός
40ἐστιν. Ἀλλ’ εἰ μὲν ἦν ἔλεος μόνον καὶ φιλανθρωπία, οὐδὲν ἐκώλυεν τὸν τῶν ἁμαρτωλῶν μετέρχεσθαι βίον· διδάσκει δὲ, ὅτι σὺν τῷ ἐλέῳ ἀνακέκραται ἀλήθεια καὶ δικαιοσύνη, ὡς τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας διαληψομένης τοὺς ἁμαρτωλοὺς μετὰ τὸ ἔλεος. Εἰ γὰρ
45μὴ ὠφελοῖντο τῷ ἐλέῳ καὶ τῇ μακροθυμίᾳ τοῦ Θεοῦ, ἡ δικαιοσύνη αὐτοῦ καὶ ἡ ἀλήθεια μετελεύσεται αὐ‐ τούς· ὑποβληθήσονται γὰρ κρίσει δικαίᾳ. Ἔστι γὰρ, ἔστιν ἀπόῤῥητα τὰ κρίματα τοῦ Θεοῦ· πολύς τε καὶ ἄπειρος βυθὸς, ἢ, καθὼς ἡ Γραφή φησιν, ἄβυσσος

23

.

320

(50)

πολλὴ ἐν τῷ λόγῳ τῶν κριμάτων αὐτοῦ περιέχεται. Ταῦτα τοίνυν μένει τοὺς ἀσεβεῖς.
53 Οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύ‐ γων σου ἐλπιοῦσι. Μεθυσθήσονται ἀπὸ πιότητος
55οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ
φωτί σου ὀψόμεθα φῶς. Ἐπειδὴ τὰ κρίματά σου320 in vol. 23

23

.

321

ἄβυσσος πολλὴ, εἰκότως οὐ μόνον ἀνθρώπων, ἀλλὰ καὶ κτηνῶν προνοεῖς· οὕτως ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός. Ἔστι δ’ ἔτι παρὰ ταῦτα ἐξαίρετον τάγμα τῶν μετὰ τὰ προλεχθέντα ὀνομαζομένων υἱῶν
5ἀνθρώπων· οἵτινες, πλέον τι ἔχοντες τῶν ἀνθρώπων καὶ τῶν κτηνῶν τῶν ὑπὸ σοῦ σωζομένων, κατηξίωνται ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπίζειν· ἢ κατὰ τὸν Σύμμαχον, Ὑπὸ σκιὰν τῶν πτερύγων σου ἀμερι‐ μνοῦσι. Τοὺς γὰρ ἐπὶ σὲ ἠλπικότας, καὶ ἀφωρισμέ‐
10νους τοῦ τάγματος τῶν διαβεβλημένων, σὺ αὐτὸς ὁ Θεὸς ταῖς ἑαυτοῦ πτέρυξι περιέπεις καὶ σκέπεις. Καὶ ἐπεὶ ἤλπισαν οὗτοι ἀγαθὴν ἐλπίδα, Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει· μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς
15αὐτούς. Οἶκος μὲν τοῦ Θεοῦ ἐστιν ἡ Ἐκκλησία αὐτοῦ· πιότης δὲ τοῦ οἴκου τὰ θεόπνευστα ἀναγνώσματα· μέθη δὲ σώφρων καὶ νηφάλιος ἡ ἀπὸ τῶν ἀναγνω‐ σμάτων ὠφέλεια· χείμαῤῥος δὲ τρυφῆς, ἐξ οὗ ποτί‐ ζονται οἱ ἐπὶ σκέπῃ τῶν πτερύγων αὐτοῦ ἠλπικότες,
20ὁ ἐν Ἐκκλησίᾳ τοῦ Θεοῦ ποταμὸς, περὶ οὗ λέλεκται· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πό‐ λιν τοῦ Θεοῦ· καὶ, Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώ‐ θη ὑδάτων. Χείμαῤῥος δὲ τρυφῆς ὁ Χριστὸς διὰ τὸ πρόσκαιρον τῆς ἐν ἀνθρώποις ἐπιφανείας αὐτοῦ. Ὅτι
25παρὰ σοὶ πηγὴ ζωῆς. Ζωὴν δὲ ὄντα ἔγνωμεν τὸν Χριστὸν ἐκ τῆς εὐαγγελικῆς διδασκαλίας, δι’ ἧς αὐτὸς ὁ Σωτὴρ διδάσκει λέγων· Ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Ἀλλὰ καὶ, ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώ‐
30πων. Διὸ καὶ ἐνταῦθα τῇ ζωῇ συνῆπται τὸ φῶς συμ‐ φώνως τῷ Εὐαγγελίῳ· μετὰ γὰρ φάναι· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐπιλέγεται· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Φωτὸς γὰρ λογικοῦ χορηγητικὴ τυγ‐ χάνει αὕτη ἡ ζωή· διὸ λέγεται· Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Οἱ δὲ τούτων μεταλαβόντες τέλος
35ἕξουσι τοῦ φωτὸς τὴν θέαν. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε, καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ. Τοῖς μὴ γινώσκουσιν αὐτὸν πρόσκαιρον ἔσται τὸ ἔλεος· τοῖς δὲ γινώσκουσί σε, Σῶτερ, παράτεινον τὸ ἔλεός
40σου καὶ τὴν δικαιοσύνην σου· ἐν ᾗ κατ’ ἀξίαν κρίνων τοῖς μὲν ἀποδώσεις κατὰ τὰ ἔργα αὐτῶν, τοῖς δὲ πι‐ στώσεις τὰς σὰς ἐπαγγελίας. Ἀντὶ δὲ τοῦ, Καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ, ὁ Σύμμα‐ χος, Καὶ τὴν ἐλεημοσύνην σου τοῖς ἁπλοῖς τὴν
45καρδίαν, ἐξέδωκε. Μὴ ἐλθέτω μοι ποῦς ὑπερ‐ ηφανίας, καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσαι με. Ἐκεῖ ἔπεσον οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Ἐξώ‐ σθησαν καὶ οὐ μὴ δυνήσονται στῆναι. Μηδὲ κτησαίμην χεῖρα καὶ πράξεις ἁμαρτωλῶν· ταῦτα γὰρ

23

.

321

(50)

σαλεύειν εἴωθε καὶ μετακινεῖν τῆς παρὰ σοὶ τῷ Θεῷ στάσεως τοὺς εἰς τὸ σκότος τὸ ἐξώτερον ἐξω‐ σθησομένους. Ἀντὶ δὲ τοῦ· Ἐκεῖ ἔπεσον, ὁ Σύμμα‐ χος, ὅπου πίπτουσιν οἱ ἐργαζόμενοι τὴν ἀδικίαν, ἐξέδωκε. Μὴ γὰρ γενοίμην, φησὶν, ἐκεῖ, ἔνθα οἱ σα‐
55λευθέντες πίπτουσι, καὶ πεσόντες ἐξωθοῦνται, καὶ
ἐξωσθέντες οὐκέτι ἐπανελθεῖν δυνήσονται. Ἀκολούθως322 in vol. 23

23

.

324

δὲ αὐτὰ ἔφη, μετὰ τὸ ὑπογράψαι ὁποῖον ἔσται τὸ τέλος τῶν ἐν τῇ σκέπῃ τοῦ Θεοῦ ἠλπικότων ἐπανα‐ λαμβάνων τὴν μνήμην τοῦ κατ’ ἀρχὰς παρανόμου, ὃς ἔφασκεν ἐν ἑαυτῷ τοῦ ἁμαρτάνειν, καὶ τῶν ἐκείνῳ παραπλησίων.
5ΤΟΥ ΔΑΥΙΔ Λϛʹ. Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. Ἐπειδὴ γὰρ ἐν ἐκείνῳ εἰσῆγε τὸν παράνομον παρορμῶντα ἑαυτὸν εἰς ἁμαρτίας, τόν τε βίον ὑπέγραφε τοῦ τοιούτου καὶ
10τὸ τέλος τῆς καταστροφῆς αὐτοῦ· ἀκολούθως ἐπὶ τοῦ παρόντος παραινεῖ φεύγειν τοὺς τῶν παρανόμων τρόπους, μηδὲ τὰς ὁμοίους αὐτῶν πράξεις ζηλοῦν. Ἐπεὶ δ’ ἕτερόν ἐστι τοῦ ζηλοῦν τὸ παραζηλοῦν, ἐρεῖς, ὅτι τὸ ἐρεθίζειν καὶ εἰς ζηλοτυπίαν ἐγείρειν, τοῦτό
15ἐστι τὸ παραζηλοῦν. Ὅθεν ὁ μὲν Ἀκύλας ἡρμήνευσεν· Μὴ διαμάχου ἐν πονηρευομένοις· ὁ δὲ Σύμμαχος· Μὴ φιλονείκει κακούργοις. Νοήσεις δὲ τὸ εἰρημέ‐ νον καὶ ἀπὸ τοῦ· Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν·
20κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει· ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. Οὕτω καὶ ὁ Ἀπό‐ στολος γράφων Κορινθίοις ἔλεγεν· Ἢ παραζηλοῦ‐ μεν τὸν Κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν; Τὸ δὲ ζηλοῦν τοῦ βούλεσθαι καὶ ἑαυτῷ ὑπάρχειν ὃ
25νομίζει τῷ πέλας παρεῖναι, ἀγαθόν. Καὶ ἔστι τὸ ζη‐ λοῦν μέσον· πολλάκις γὰρ ὁ ζῆλος περὶ οὗ ὁ αὐτός φησιν· Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλ’ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν. Φθόνος μὲν οὖν οὐκ ἂν γένοιτό ποτε ἀγαθός· λύπη γάρ ἐστιν ἐπὶ τῇ τοῦ πέλας εὐπρα‐
30γίᾳ· ζῆλος δέ ἐστιν ὅτε γίνεται ἀγαθὸς καθὼς ἀπο‐ δεδώκαμεν. Ἐνταῦθα δὲ ὁ λόγος κατὰ μὲν τὸν Ἀκύ‐ λαν μὴ διαμάχεσθαι ἐν πονηρευομένοις παραινεῖ, κατὰ δὲ Σύμμαχον, μὴ φιλονεικεῖν ἐν κακούργοις, κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν, μὴ ἐρεθίζεσθαι ἐν
35πονηρευομένοις· κατὰ δὲ τοὺς Ἑβδομήκοντα· Μὴ παροξύνου, φησὶ, μηδὲ ἐρεθίζου ὁρῶν ἑτέρους πονη‐ ρευομένους· μηδέ σε ἐγειρέτωσαν εὐθηνούμενοι κακοὶ ἐπὶ τὸ καὶ ἐθέλειν ὁμοίως αὐτοῖς εὐπραγεῖν. Ἐκεῖνοι μὲν γὰρ εὐθηνούμενοι καὶ τρυφῶντες παραζηλοῦσί
40σε· σὺ δὲ μὴ παραζήλου μηδὲ παροξύνου· ἀλλὰ μηδὲ ζήλου τοὺς ποιοῦντας ἀνομίαν, μηδὲ μακάριζε αὐτοὺς, καὶ ἐν ἀγαθοῖς εἶναι νόμιζε· μηδ’ εὔχου καὶ σαυτὸν ὁμοίως αὐτοῖς πράττειν. Ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται.
45Εἶτα τὴν αἰτίαν διδάσκει, λέγων, ὅτι τὸ τέλος αὐτῶν τοιοῦτόν ἐστιν, ὁποῖον τὸ τοῦ χόρτου· ὃς πρὸς ὀλίγον ἀνθήσας, ταχὺ ἀποξηραίνεται. Πᾶσα γὰρ σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν. Ἀλλὰ

23

.

324

(50)

καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται· οὐδὲ γεωργουμένοις λαχάνοις ἄξιοί εἰσι παραβάλλεσθαι. Τί οὖν ἄξιον ζηλοῦν τούτους, οἳ πρὸς ὀλίγον ἀνθήσαν‐ τες, αὔριον εἰς κλίβανον βάλλονται, ὡς ἐδίδαξεν ὁ Σωτήρ; Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστό‐
55τητα, καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ
ἐπὶ τῷ πλούτῳ αὐτῆς. Κατατρύφησον τοῦ Κυ‐324 in vol. 23

23

.

325

ρίου, καὶ δῴη σοι πάντα τὰ αἰτήματα τῆς καρδίας σου. Ἀποστρέψας τοῦ ζήλου τῶν πονηρῶν διὰ τῶν πρώτων, εὐθὺς ἐκ παραλλήλου τὴν ὀρθὴν καὶ βασι‐ λικὴν ὁδὸν τίθησι, δεικνὺς ὁποίαν χρὴ βαδίζειν. Διό
5φησιν· Ἄνω βλέπε, ὦ οὗτος, ἀφορῶν εἰς τὸν τῶν ὅλων κυβερνήτην, καὶ αὐτὸν σεαυτοῦ ἐλπίδα θέμε‐ νος· θάρσει ὡς ἐπὶ μεγάλην ἄγκυραν ἡδρασμένος. Καὶ τὰ μὲν τῆς διανοίας σου ταύτην ἐχέτω τὴν ἐλπίδα· ταῖς δὲ πράξεσιν ἐργάζου καὶ ποίει χρηστότητα,
10ὡσανεὶ σπόρους σαυτῷ βαλλόμενος ἐπ’ ἀγαθῇ καρ‐ πῶν συγκομιδῇ. Ταῦτα δὲ τὰ δύο κτησάμενος, μη‐ κέτι περί τινος ἀγωνία. Κατασκήνου τὴν γῆν ἀμερί‐ μνως, καὶ τὴν πρόσκαιρον ταυτηνὶ ζωὴν, ὥσπερ ἐν σκηνῇ, πρὸς ὀλίγον ἑστὼς δίαγε. Ποιμανθήσῃ γὰρ
15δίκην θρέμματος ἀγαθοῦ ὑπὸ ποιμένι καλῷ ποιμαι‐ νόμενος. Εἰ γάρ τίς ἐστιν ἐν ἀνθρώποις ἀληθινὸς ψυχῆς πλοῦτος, ὁ ἐν θείοις δόγμασι καὶ τοῖς τῶν θείων ἀναγνωσμάτων μαθήμασι, τούτων ἀπολαύσεις, ὥστε λέγειν· Κύριος ποιμαίνει με, καὶ οὐδέν με
20ὑστερήσει. Οὐδὲν γάρ σε ὑστερήσει ποιμαινόμενον ἐν τῷ πλούτῳ τοῦ καλοῦ ποιμένος, τῷ δεδωρημένῳ τοῖς ἔτι ἐπὶ γῆς ποιμαινομένοις ἀνθρώποις. Ἀντὶ δὲ τοῦ, Καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς, ὁ Σύμμαχος, Καὶ ποιμαίνου διηνεκῶς, ἐξέδωκεν· ὁ δὲ Ἀκύλας,
25Καὶ νέμου πίστιν. Εἶθ’ ὥσπερ τῶν πονηρευομένων καὶ τῶν ποιούντων τὴν ἀνομίαν ὑπέγραψε τὸ τέλος, οὕ‐ τως καὶ σοὶ τῷ ἐλπίζοντι ἐπὶ τὸν Κύριον καὶ ποιοῦντι χρηστότητα ὁπόσα ὑπάρξει ἀγαθὰ καταριθμεῖται. Πρῶ‐ τον μὲν γὰρ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ τῷ ἀληθινῷ
30τοῦ καλοῦ ποιμένος· δεύτερον, κατατρυφήσεις τοῦ Κυρίου· καὶ τρίτον, δώσει σοι τὰ αἰτήματα τῆς καρ‐ δίας σου. Κατατρυφᾷν δὲ τοῦ Κυρίου δυνήσεται ὁ τῆς ψυχῆς τὰ αἰσθητήρια κεκαθαρισμένος, ὡς δύνα‐ σθαι ἐσθίειν τὸν ζῶντα ἄρτον καὶ τὰς ζωοποιοὺς αὐτοῦ
35σάρκας, πίνειν τε τὸ σωτήριον αὐτοῦ αἷμα. Τούτοις τρεφόμενος καὶ πιαινόμενος, τῆς ἐνθέου μέθης ἀπο‐ λαύων· Κατατρύφησον τοῦ Κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου. Ἤδη μὲν γὰρ ἐντεῦθεν κατατρυφήσει, ἐθελήσας σε αὐτὸν ἐπιδοῦναι αὐτῷ.
40Αἴτει δὲ αὐτὸν καὶ τὰ μέλλοντα, ὧν προσδοκᾷς τὴν λῆψιν. Ὁ γὰρ τὰ παρόντα δεδωκὼς ἀφθόνως δωρήσεται καὶ ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ οὖς ἤκου‐ σεν, οὐδ’ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Ἀντὶ δὲ τοῦ, Ὑποτάγηθι τῷ Κυρίῳ, καὶ ἱκέτευ‐ σον αὐτὸν, ὁ Ἀκύλας φησί· Σίγησον τῷ Κυρίῳ,
45καὶ ἀποκαραδόκει αὐτόν· ὁ δὲ Σύμμαχος· Ἡσύ‐ χαζε τῷ Κυρίῳ, καὶ ἱκέτευε αὐτῷ. Τὰ γὰρ προλε‐ χθέντα πράττοντα, καὶ ἐπὶ τοῖς εἰρημένοις ἐλπίζοντα, ἡσυχάζειν προσήκει τέως ἐν τῷ παρόντι, καὶ μετὰ σιωπῆς προσδοκᾷν τὰ ἐπηγγελμένα. Μὴ παραζήλου

23

.

325

(50)

ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀν‐ θρώπῳ ποιοῦντι παρανομίας. Παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλειπε θυμὸν, μὴ παραζήλου ὥστε πονη‐ ρεύεσθαι. Ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθή‐ σονται, οἱ δὲ ὑπομένοντες τὸν Κύριον, αὐτοὶ
55κληρονομήσουσι γῆν. Ἐπαναλαμβάνει τὸν λόγον ἀναγκαίως. Ἐπεὶ γὰρ ἔγνως, φησὶν, ὁποῖός σοι πλοῦ‐
τος τεταμίευται, μὴ παραζήλου ἐν τῷ νομιζομένῳ326 in vol. 23

23

.

328

κατὰ τὸν παρόντα βίον κατευοδοῦσθαι ἀνθρώπῳ ποιοῦντι παρανομίας· μὴ γὰρ παροξύνου, μηδὲ μα‐ κάριζε τὸν τοιοῦτον, ἀκριβῶς εἰδὼς, ὅτι μένει αὐτὸν ὀργὴ ἐν ἡμέρᾳ ὀργῆς καὶ δικαιοκρισίας τοῦ Θεοῦ.
5Διὸ σὺ μὴ ὀργίζου, μηδὲ θυμοῦ κατὰ τοῦ νομιζομέ‐ νου εὐθηνεῖν ἀσεβοῦς, μηδὲ ζήλου αὐτὸν ὡς καὶ θέ‐ λειν τὰ ὅμοια αὐτῷ πονηρεύεσθαι· εὖ γὰρ ἴσθι καὶ πέπεισο ἀκριβῶς, ὅτι τὸ τέλος τῶν πονηρευομένων ὀλέθριον τυγχάνει. Οἱ γὰρ πονηρευόμενοι ἐξολο‐
10θρευθήσονται, μόνοι δὲ οἱ μακρόθυμοι καὶ ὑπομέ‐ νοντες τὸν Κύριον, αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Εἴ τις γάρ ἐστι γῆ ἀγαθὴ τοῖς ἁγίοις ἐπηγγελ‐ μένη, ταύτην κληρονομήσουσιν οἱ ὑπομένοντες τὸν Κύριον· μετὰ γὰρ τῶν ἄλλων τῶν κατηριθμημένων
15ἀγαθῶν, καὶ αὐτὸς αὐτοῖς δοθήσεται ὁ κλῆρος. Εἰ δ’ ἔστιν ἐν οὐρανοῖς Ἰερουσαλὴμ καὶ Σιὼν ὄρος τοῦ Θεοῦ τὸ ἐπουράνιον, ἀκόλουθόν ἐστι καὶ γῆν ἐπουρά‐ νιον νοεῖν τὴν ἐπηγγελμένην τοῖς ἀξίοις. Καὶ ἔτι ὀλίγον, καὶ οὐ μὴ ὑπάρξῃ ἁμαρτωλός. Διερμηνεύει τὰ ἀνωτέρω λελεγμένα, τὸ μὲν, Ὅτι
20ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται, διὰ τοῦ, Ἔτι ὀλίγον, καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός· καὶ ζη‐ τήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς· τὸ δὲ, Κατατρύφησον τοῦ Κυρίου, καὶ δώσει σοι τὰ αἰ‐
25τήματα τῆς καρδίας σου, σαφέστερον ἀποδίδωσι διὰ τοῦ, Οἱ δὲ πραεῖς κληρονομήσουσι τὴν γῆν, καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. Πῶς γάρ τις κατατρυφήσει τοῦ Κυρίου παρίστησι, πλῆ‐ θος εἰρήνης παρ’ αὐτῷ εἶναι λέγων· οὗ πλήθους εἰ‐
30ρήνης ἀπολαύσουσιν οἱ τοῦ Κυρίου κατατρυφήσαν‐ τες. Διὰ τούτων δὲ ὁ λόγος σαφῶς ἑτέραν τινὰ γῆν ἀγαθὴν τὴν τοῖς πραέσι δοθησομένην διδάσκει, καὶ τρυφὴν καὶ πλῆθος εἰρήνης εἰς μέλλουσαν ἀναπέμπει ζωήν. Οὐ γὰρ ἠγνόει, ὅτι ὁμοίως τοῖς ἁμαρτωλοῖς
35κατὰ τὸν παρόντα βίον καὶ οἱ δίκαιοι τελευτήσουσιν, ὡς δύνασθαι καὶ περὶ αὐτῶν λέγεσθαι τό· Ἔτι ὀλί‐ γον, καὶ οὐ μὴ ὑπάρξῃ ὁ δίκαιος, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ, καὶ οὐ μὴ εὕρῃς· τελευτῶσι γὰρ ὁμοίως τοῖς ἁμαρτωλοῖς καὶ αὐτοί. Οὐκ ἂν δὲ εἶπε περὶ τῆς
40παρούσης γῆς τόδε· Οἱ πραεῖς κληρονομήσουσι τὴν γῆν, σαφῶς ὁρῶν τῶν πάντων πραότατον Μωϋ‐ σέα, πάλαι ἐξ ἀνθρώπων γενόμενον καὶ τῆς παρού‐ σης γῆς ἀπηλλαγμένον. Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ
45βρύξει ἐπ’ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ. Τῶν τε ἀσε‐ βῶν τὰς κατὰ τῶν δικαίων ἐπαναστάσεις, καὶ ἀμ‐ φοτέρων τῶν ταγμάτων τὰ τέλη. Μὴ γὰρ ἀρκούμε‐ νος, φησὶ, τοῖς ἑαυτοῦ πλημμελήμασιν ὁ ἁμαρτωλὸς, οὐ φέρει βλέπων τὸν δίκαιον θεοσεβοῦντα· ἔλεγχον

23

.

328

(50)

γὰρ τὸν ἐκείνου βίον τῆς ἑαυτοῦ μοχθηρίας ἡγεῖται· διὸ λέγει· Βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος· ὅθεν ἐπιτηρεῖ ὅπως αὐτὸν καταβάλῃ. Ἀλλ’ ὁ μὲν δίκαιος οὐ προσποιεῖται, οὐδὲ γινώσκει τὰ λαθραίως κατ’ αὐτοῦ μηχανώμενα· ὁ δὲ παντεπόπτης Κύριος, προ‐
55ορῶν τὴν τοῦ ταῦτα διανοουμένου πτῶσιν, τῶν λογι‐ σμῶν αὐτοῦ καταγελᾷ. Καὶ τέως μὲν πλέον οὐδὲν ἢ γελᾷ ἐπ’ αὐτῷ μάτην τοιαῦτα λογιζομένῳ· ἐπειδὰν δ’ ἐπὶ τὰ ἔργα χωρῇ, ἀκονήσας ἑαυτοῦ τὰ ξίφη ὡς
μέχρι θανάτου ἐπιβουλεῦσαι τῷ τὴν διὰ Θεὸν πτω‐328 in vol. 23

23

.

329

χείαν καὶ πενίαν ἀνειληφότι, καὶ τὴν ἄκραν κατορ‐ θοῦντι φιλοσοφίαν, τὸ τηνικαῦτα στρέφει τὴν αὐτῶν ῥομφαίαν κατὰ τῆς αὐτῶν καρδίας ὁ πάλαι καταγε‐ λῶν αὐτῶν Κύριος, καὶ τὰ κατὰ τοῦ δικαίου τόξα τῶν
5ἀσεβῶν συντρίβει. Μετελεύσεται γὰρ αὐτούς· οὐδὲ ἔτι γελῶν ἐφ’ οἷς διανοοῦνται, ἀλλὰ τῇ δίκῃ τῇ προσ‐ ηκούσῃ κατ’ αὐτῶν χρώμενος. Ταῦτα δὲ, ὅτι μὴ λόγοι τυγχάνουσιν, ἀλλ’ ἔργα ἀληθῆ μαρτυρούμενα ὑπ’ αὐ‐ τῆς ἐνεργείας, καὶ ἡμῖν αὐτοῖς τοῖς ταῦτα νυνὶ δι‐
10εξιοῦσιν ἡ πεῖρα τῶν ἔργων ἐπιστώσατο. Ὀφθαλμοῖς γοῦν παρειλήφαμεν, ὡς οἱ ἁμαρτωλοὶ ἐν τοῖς καθ’ ἡμῶν διωγμοῖς ῥομφαίαν ἐσπάσαντο κατὰ τῶν δι‐ καίων, καὶ ὡς ἐνέτειναν τὰ τόξα αὐτῶν τοῦ κατα‐ βαλεῖν πένητα καὶ πτωχὸν, καὶ τοῦ σφάξαι τοὺς εὐ‐
15θεῖς τῇ καρδίᾳ, καὶ ὡς ἔπραξαν καὶ κατέβαλον καὶ ἀνεῖλον ποικίλοις τρόποις θανάτων τοὺς κατὰ Θεὸν ἀνδρισαμένους ἁγίους μάρτυρας. Ὥσπερ δὲ ταῦτα ἱστορησάμενοι, οὕτω καὶ τὴν μετελθοῦσαν αὐτοὺς τοῦ Θεοῦ δίκην τεθεάμεθα, τοιαύτην γενομένην, ὡς
20μὴ ἁμαρτεῖν τὸν φήσαντα ἀληθῶς, τὴν ῥομφαίαν αὐ‐ τῶν εἰσεληλυθέναι εἰς τὴν καρδίαν αὐτῶν καὶ τὰ τόξα αὐτῶν συντετρῖφθαι. Κρεῖσσον ὀλίγον τῷ δικαίῳ. Οὐ προείρηται μό‐ νον, ἀλλὰ δι’ ἔργων ἀποπεπλήρωται, καὶ τὸν ἄλλον
25δὲ χρόνον. Ὁ μὲν δίκαιος πτωχεύων, ἀρκεῖται τῷ ὀλίγῳ, δεδιδαγμένος ἐν προσευχῇ λέγειν· Τὸν ἄρ‐ τον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· ὁ δὲ ἁμαρτωλὸς, πλούτῳ περιῤῥεόμενος, ἀγαθοῦ τινος ἀπόλαυσιν νομίζει. Ἀλλ’ ἐγὼ, φησὶν, εὖ οἶδα, διδά‐
30σκω δὲ καὶ ἑτέρους· ὅτι πολλῷ βελτίων ἐστὶν ὁ δί‐ καιος τὸν ἐφήμερον ἄρτον παρὰ τοῦ Θεοῦ λαμβάνων τοῦ τῶν ἁμαρτωλῶν πλούτου. Εἰ δ’ ἐρωτᾷς, τὴν αἰ‐ τίαν μάνθανε· ὅτι ὁ μὲν ὀλίγῳ ἀρκούμενος ἔχει τὸν Κύριον ὑποστηρίζοντα αὐτοῦ τὴν ψυχὴν καὶ τὴν ζωὴν
35καὶ τὸν βίον, ὑπὲρ πάντα τε πλοῦτον ἐπαρκοῦντα αὐτῷ· οἱ δὲ τῶν ἁμαρτωλῶν βραχίονες οὐ διαμένου‐ σιν ἰσχυροὶ, οὐδὲ ὁ πλοῦτος αὐτῶν βέβαιος· συντρι‐ βήσονται γὰρ ὅσον οὐδέπω γενόμενοι ὡσεὶ λάχανα χλόης καὶ ὡσεὶ χόρτος ἀποξηραινόμενοι.
40 Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων, καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται. Οὐ κατ‐ αισχυνθήσονται ἐν καιρῷ πονηρῷ, καὶ ἐν ἡμέ‐ ραις λιμοῦ χορτασθήσονται, ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται. Ὅτι τοῦ δεξιοῦ τάγματος, λέγω δὲ
45τῶν δικαίων, οὐ μόνον ὑποστηρίζει ὁ Θεὸς τὴν ζωὴν, ἀλλὰ καὶ τὰς περιμενούσας αὐτοὺς ἐν τῷ μέλλοντι αἰῶνι ἡμέρας ἀκριβῶς οἶδε, τήν τε ἡτοιμασμένην αὐτοῖς κληρονομίαν, περὶ ἧς ἀνωτέρω ἐλέχθη. Διὸ οὐδὲν αὐτοὺς καταβλάψει τὸ βραχὺ, καὶ λυπηρὸν τοῦ

23

.

329

(50)

παρόντος βίου, καὶ τὸ πένεσθαι καὶ πτωχεύειν διὰ τὸν Κύριον. Γυμνάσιον γὰρ αὐτῶν ἐστι τῆς προαιρέ‐ σεως ἡ καρτερία, δι’ ἧς τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύοντες, τεύξονται τῶν ἐπηγγελμένων, Ἀντὶ δὲ τοῦ, γινώσκει, ὁ Σύμμαχος, Προοῖδεν ὁ Κύριος τὰς
55ἡμέρας τῶν ἀμώμων, ἐξέδωκεν. Καὶ ἄλλο δὲ μέγα ὑπάρξει τούτοις· ἐν γὰρ καιρῷ πονηρῷ οὐ κατ‐
αισχυνθήσονται, καὶ ἐν ἡμέραις λιμοῦ χορτασθή‐330 in vol. 23

23

.

332

σονται. Καιρὸς δὲ πονηρός ἐστιν ὁ τῆς κατὰ τῶν ἀσεβῶν ὀργῆς, ἐν ᾧ οἱ μὲν τῆς δικαιοκρισίας τοῦ Θεοῦ πειρασθήσονται, οἱ δὲ τοῦ δεξιοῦ τάγματος ἀπο‐ λείψονται δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν, ζητοῦντες
5ζωὴν αἰώνιον. Οὐ μὴν ἀλλὰ καὶ κατὰ τὸν ἑστῶτα καιρὸν, οἱ μὲν δίκαιοι τῆς ἐνθέου τροφῆς ἀπολαύον‐ τες χορτασθήσονται· οἱ δὲ ἁμαρτωλοὶ λιμῷ καὶ ἐν‐ δείᾳ λογικῆς τροφῆς ἀπολοῦνται. Τίς δὲ ὀφθαλμοῖς παραλαβὼν τοὺς καθ’ ἡμᾶς ἀσεβεῖς πλούτῳ καὶ δόξῃ
10καὶ ἀξιώμασι θαυμασθέντας, μεγάλων τε ἐθνῶν ἄρ‐ ξαντας, ἀθρόως ἐκπεσόντας τοῦ ὑψώματος, οὐκ ἂν ὁμολογήσειεν ἀληθῆ τυγχάνειν τὸ φῆσαν λόγιον· Οἱ δ’ ἐχθροὶ τοῦ Θεοῦ ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ἐπαρθῆναι ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον.
15Καπνὸς δὲ πυρὸς σβεσθέντος σημεῖον· διὸ καὶ τού‐ τους καιρῷ φλέξαντας πυρὸς δίκην, κἄπειτα ἀποσβε‐ σθέντας, ὁμοίως ἐν τῷ παραδείγματι. Δανείζεται ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτίσει· ὁ δὲ δίκαιος οἰκτείρει καὶ διδοῖ. Μηδὲν κεκτημένος,
20παρὰ τοῦ δικαίου πολλάκις δανειζόμενος λόγους ὠφε‐ λίμους καὶ σωτηρίους, ἢ παρὰ τοῦ Θεοῦ εὐεργεσίας τυγχάνων, οὐκ ἀποτίννυσι τὴν ὀφειλήν. Δέον γὰρ ὠφεληθέντα, ἔργα καὶ πράξεις παρασχεῖν ἀξίας ὧν εἴληφεν. Ὁ δὲ οὐκ ἀποτίννυσιν, μένει δὲ ἄκαρπος
25τῶν τῆς δικαιοσύνης ἔργων. Ὁ δὲ δίκαιος, πλουτῶν ἐν τῷ κατὰ Θεὸν πλούτῳ, οἰκτείρει καὶ παρέχει τοῖς δεομένοις. Ἀλλὰ καὶ οἱ τὸν δίκαιον εὐλογοῦντες συγ‐ κληρονόμοι αὐτοῦ γενήσονται. Ἣν γὰρ ἐπηγγείλατο ἀνωτέραν τοῖς δικαίοις κληρονομίαν ὁ λόγος, ταύτην
30αὐτὴν καὶ τοῖς εὐλογοῦσι τὸν δίκαιον ὑπισχνεῖται, ἀκολούθως τῷ· πρὸς τὸν Ἀβραὰμ χρησμῷ φήσαντι· Καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε. Τὸ δὲ, Καὶ οἱ καταρώμενοι αὐτὸν ἐξολοθρευθήσονται, ὅμοιον ἂν εἴη τῷ λελεγμένῳ πρὸς τὸν Ἀβραάμ· Καὶ τοὺς
35καταρωμένους σε καταράσομαι. Ὥσπερ γὰρ ὁ βάλ‐ λων λίθον εἰς ὕψος ἐπὶ τὴν κεφαλὴν ἑαυτοῦ βάλλει, οὕτως ὁ κατάραις βάλλων τὸν δίκαιον, διὰ τὸ μὴ δύ‐ νασθαι κατάραν ἵστασθαι κατ’ αὐτοῦ, ἀντιστρέφουσαν αὐτὴν εἰς ἑαυτὸν λήψεται.
40 Παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευ‐ θύνεται. Πρὸς τοῖς εἰρημένοις καὶ ταῦτα ὑπάρχει τῷ τοῦ Θεοῦ ἀνθρώπῳ· τὰς ὁδοὺς αὐτοῦ ἐξομαλίζει ὁ Θεὸς, ὥστε εὐροεῖν αὐτοῦ τὸν βίον, καὶ ἀπαραπο‐ δίστως θεοσεβεῖν, μηδενὸς ὑποσκελίζοντος διὰ τὸν
45κατευθύνοντα αὐτοῦ τὰ διαβήματα, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει, ἀποδοχῆς ἀξίαν ποιοῦντα· ὥστε λέ‐ γεσθαι, Καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει. Ὅταν πέσῃ οὐ καταῤῥαχθήσεται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ. Εἰ δὲ καὶ πεσεῖν αὐτόν ποτε ὀλισθή‐

23

.

332

(50)

σαντα συμβῇ, καὶ ἐν πειρασμῷ γενόμενος ὀλισθή‐ σειεν, ὀκλάσας τε ὑποπέσοι τινὶ ἁμαρτήματι, ἀλλ’ οὐ καταῤῥαχθήσεται· οἷα δὲ γενναῖος ἀθλητὴς ἐκ‐ βιασθεὶς καὶ πρὸς ὀλίγον ἐνδοὺς, παραχρῆμα ἑαυτὸν ἀναλήψεται.
55Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ
οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ332 in vol. 23

23

.

333

σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Ἀλλ’ ἐκ παίδων μέχρι γήρως τὸν τοῦ δικαίου περιεργασάμενος βίον. Ὅτι οὐδὲ εἷς γέγονε καιρὸς καθ’ ὃν ἔρημος κα‐ ταλέλειπται ὁ δίκαιος, ἀεὶ δὲ πάρεδρον καὶ βοηθὸν
5κέκτηται τὸν ἑαυτοῦ Κύριον. Διό φησιν· Νεώτερος ἐγενόμην, ἢ κατὰ τὸν Σύμμαχον, νέος ἐγενόμην, ἀλλὰ καὶ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκα‐ ταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Καὶ πῶς γὰρ οἷόν τε ἦν τὸ σπέρμα τοῦ δι‐
10καίου ἐνδεὲς ἄρτων γενέσθαι, ὁπότε αὐτὸς διὰ τὸν παρὰ τοῦ Θεοῦ χορηγούμενον αὐτῷ πλοῦτον ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει; Νοήσεις δὲ τοῦτο κατὰ μὲν τὴν διάνοιαν μαθὼν, ὅτι, τάλαντα λαβὼν παρὰ τοῦ οἰκοδεσπότου καὶ τὴν μνᾶν τὴν παρὰ τοῦ
15Κυρίου, τῇ τούτων χρῆται πραγματείᾳ πειθαρχῶν τῷ φήσαντι· Ἔδει σε τὸ ἀργύριόν μου βαλεῖν εἰς τράπεζαν. Τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύ‐ ριον πεπυρωμένον, δοκίμιον τῇ γῇ. Ὁ τοίνυν ἀνακείμενος τῇ τῶν θείων ἀσκήσει λόγων, καὶ πολλὰ
20λογικὰ χρήματα συναγαγὼν, οὐδὲν ἕτερον οἶδε πράτ‐ τειν, ἢ διὰ πάσης ἡμέρας ἐλεεῖν καὶ δανείζειν. Κατὰ δὲ τὸν Ἀκύλαν, ὅλην τὴν ἡμέραν δωρεῖται καὶ δανείζει· τοῖς μὲν δωρεῖται, τοῖς δὲ δανείζει· τὰ μὲν δόγματα θεωρήματα δωρεῖται ταῖς τῶν χωρούν‐
25των ψυχαῖς· τὰ δ’ ἐν ἠθικαῖς ἐντολαῖς δανείζει, ἐπὶ τῷ τοὺς εἰληφότας δι’ ἔργων τὸν καρπὸν ἀποδοῦναι τοῦ δάνους. Οὕτως ἀκούσῃ καὶ Μωϋσέως ἐπαγγελλο‐ μένου τοῖς τῶν θείων νόμων φύλαξιν· τὸ, Δανιεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανιεῖ. Καὶ τοῦτόν γε
30τὸν τρόπον οἱ θεῖοι ἀπόστολοι ἐδάνειζον ἔθνεσι πολ‐ λοῖς, καὶ μάλιστά γε ὁ Παῦλος· καὶ διὰ τοῦτο οἱ μα‐ θητευόμενοι αὐτοῖς, σπέρμα ὄντες αὐτῶν, οὐδεπώποτε ἐνδεεῖς ἦσαν ἄρτων· ἅτε δὴ ἔχοντες τοὺς χορηγοῦν‐ τας αὐτοῖς τὴν λογικὴν τροφὴν, ἧς μεταλαμβάνον‐
35τες, εὐλογίαις ἐπληροῦντο. Διὸ λέλεκται· Καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται. Καὶ κατὰ ψι‐ λὴν δὲ τὴν λέξιν, εἴ τις λογίσαιτο ὅπως εἴρηται τῷ Σωτῆρι τὸ, Καὶ ἐν τῷ αἰῶνι τούτῳ ἑκατονταπλα‐ σίονα λήψεται, ἔργοις τε αὐτοῖς θεάσαιτο πληρού‐
40μενον τὸν λόγον διὰ τῶν αὐτοῦ μαθητῶν, ὄψεται πῶς ὁ δίκαιος ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει. Εἰ γὰρ πάντων τῶν πιστευόντων ἦν ἡ ψυχὴ καὶ ἡ καρ‐ δία μία, καὶ οὐδεὶς ἔλεγεν ἴδιόν τι ἑαυτοῦ εἶναι, ἀλλ’ ἦν πάντα κοινὰ, ὅσοι τε ἦσαν κύριοι κτημάτων
45πιπράσκοντες ἐτίθεσαν παρὰ τοὺς πόδας τῶν ἀποστό‐ λων, διεμέριζόν τε ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχε· δῆλον ὅπως ὅλην τὴν ἡμέραν οὗτοι ἠλέουν καὶ ἐδάνειζον, Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Ἐλευθερώσας σεαυτὸν πάσης κακίας, ἐπὶ σοὶ γάρ ἐστι τοῦτο, καὶ βουληθεὶς δυνήσῃ· οὐ μὴν ἤδη τέ‐

23

.

333

(50)

λειος ἔσῃ τοῦτο πράξας, εἰ μὴ καὶ τὸ δεύτερόν σοι παρείη· τοῦτο δ’ ἐστὶ τὸ ἐργάζεσθαι τὸ ἀγαθόν. Πρὸς γὰρ τὸ μὴ κλέπτειν προσήκει σε καὶ τῶν σῶν ὑπαρ‐ χόντων τοῖς δεομένοις κοινωνεῖν· καὶ πρὸς τὸ μὴ πλεονεκτεῖν, ἕτερον, τὸ καὶ εὐεργετεῖν τοὺς δεομέ‐
55νους· καὶ πρὸς τὸ κακίας ἀπέχεσθαι, τὸ καὶ ἑτέρους ἀπὸ κακίας ῥύεσθαι. Ἐπὰν δὲ ταῦτα ποιήσῃς, κα‐
τασκήνου, φησὶν, εἰς αἰῶνα αἰῶνος. Ἀνθ’ οὗ ὁ334 in vol. 23

23

.

336

Σύμμαχος ἐξέδωκε, Καὶ ἠρεμήσεις εἰς αἰῶνα· Τοῦτο γὰρ περιμένει σε τὸ τέλος τῆς αἰωνίου ζωῆς. Κριτικὸς γὰρ ὢν ὁ Κύριος ἀγαπᾷ κρίσιν, καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ, ἀλλ’ εἰς τὸν
5αἰῶνα αὐτοὺς διαφυλάξει. Ἄνομοι ἐκδικηθήσονται, καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται. Δίκαιοι δὲ κληρονομήσουσι τὴν γῆν, καὶ κατασκηνώσου‐ σιν εἰς αἰῶνα αἰῶνος ἐπ’ αὐτῆς· ἀκολούθως τοῖς προειρημένοις διδάσκει, ὅτι οἱ μὴ τὸ παράγγελμα
10φυλάξαντες ἄνομοι δίκην δώσουσιν αἰώνιον· καὶ ὥσπερ τοῦ δικαίου τὸ σπέρμα εἰς εὐλογίαν ἔσεσθαι ἐλέγετο, οὕτως τῶν ἀσεβῶν τὸ σπέρμα ἐξολοθρευ‐ θήσεται. Οἱ δὲ δίκαιοι τὴν ἐπηγγελμένην τοῖς πραέσι κληρονομήσουσι γῆν, καὶ κατασκηνώσουσιν ἐν αὐτῇ
15εἰς αἰῶνα αἰῶνος. Ἐπίτηδες δὲ ταῦτα πολλάκις ἐπαγ‐ γέλλεται ὁ λόγος, βεβαιῶν διὰ τῆς ἐπαναλήψεως τὰς ὑποσχέσεις, ἡμᾶς τε βουλόμενος ἐνδιατρίβειν τοῖς αὐτοῖς λόγοις καὶ καταμελετᾷν αὐτοὺς, ὡσανεὶ τρο‐ φὴν λογικὴν μασωμένους, εἰς ἀνάδοσιν τῆς κατὰ τὴν
20ψυχὴν ἡμῶν εὐπεψίας. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελι‐ σθήσεται τὰ διαβήματα αὐτοῦ. Κατανοεῖ ὁ ἁμαρ‐
25τωλὸς τὸν δίκαιον, καὶ ζητεῖ τοῦ θανατῶσαι αὐ‐ τόν. Ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, οὐδ’ οὐ μὴ καταδικάσηται αὐ‐ τὸν ὅταν κρίνηται αὐτῷ. Ἐπιμένων τῇ τοῦ λόγου προτροπῇ, ζηλωτὰς ἡμᾶς γίνεσθαι τοῦ δικαίου παρ‐
30ορμᾷ, τὸν πλοῦτον αὐτοῦ καταριθμούμενος. Πρὸς γὰρ τοῖς εἰρημένοις ἔτι καὶ ταῦτα αὐτῷ πρόσεστι· κεχάρισται αὐτῷ μέγα δῶρον ὁ Θεὸς ἀνθρώπῳ ὄντι, τῆς ἀληθοῦς σοφίας τὴν γνῶσιν. Σοφία μὲν γάρ ἐστι θείων καὶ ἀνθρωπείων ἐπιστήμη, καὶ δι’ ἧς πάντα
35γέγονε· πάντα γὰρ ἐν σοφίᾳ ἐποίησε. Καὶ αὕτη ἐστὶν ὁ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεὸς Λόγος, δι’ οὗ τὰ πάντα ἐγένετο. Ταύτης οὖν φωνὰς καὶ λόγους καὶ μαθή‐ ματα ὁ Θεὸς εἰς ἀνθρώπους κατεβάλετο, ὡς ἂν μὴ ἀργὸς εἴη ὁ δίκαιος, μηδὲ ἄπρακτος καὶ ἔρημος ἀγα‐
40θῶν· ἔχοι δὲ ἅμα στόμα τῆς οὐρανίου σοφίας τὴν μελέτην· ἧς μεταλαμβάνων ὥσπερ οὐρανίου τροφῆς, τὴν ψυχὴν πρῶτος αὐτὸς δυναμοῦται, εἶτα καὶ ἑτέ‐ ροις χορηγεῖ. Διὸ λέλεκται· Στόμα δικαίου μελε‐ τήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρί‐
45σιν. Εἰδὼς δὲ, ὅτι ὁ νόμος τοῦ Θεοῦ πνευματικός ἐστι, συνήδεται δὲ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, ἐν αὐτῇ τῇ καρδίᾳ αὐτοῦ τὴν θεωρίαν τοῦ νόμου καὶ τὸ βάθος τῶν ἐν αὐτῷ μυστηρίων ὑποδέ‐ δεκται· διὰ δὲ ταύτην τὴν ἄσκησιν οὐχ ὑποσκελι‐

23

.

336

(50)

σθήσεται τὰ διαβήματα αὐτοῦ· ἐπειδὴ παρὰ Κυ‐ ρίου τὰ διαβήματα αὐτοῦ κατευθύνεσθαι, καὶ διὰ τῶν ἀνωτέρω ἐλέλεκτο. Εἰ δὲ καί ποτε ἁμαρτωλὸς δια‐ φθονούμενος τῇ αὐτοῦ προκοπῇ ἐπιβουλεύσειεν αὐτῷ εἰς θάνατον, ἄφρων οὗτος λεχθήσεται ἀδυνάτοις ἐπι‐
55χειρῶν. Ὁ γὰρ μέγας αὐτοῦ προστάτης οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, οὐδ’ οὐ μὴ καταδικάσῃ αὐτὸν ἐν τῷ κρίνεσθαι αὐτῷ.
Ὁ δὲ Σύμμαχος, Οὐδὲ καταδικάσει κρινόμενον.336 in vol. 23

23

.

337

Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρό‐ μενον ὡς τὰς κέδρους τοῦ Λιβάνου. Οὕτως ἐπὶ τοῦ παρόντος διὰ πείρας ἐληλυθέναι τοῦ τέλους τῶν ἀσε‐ βῶν φησιν· Οὐ γὰρ ἐξ ἀκοῆς πάλαι ποτὲ γενόμενα
5ἑτέρων λεγόντων ἀκήκοα· ἀλλ’ αὐτὸς εἶδον, φησὶ, βλασφήμους ἄνδρας καὶ ἀθέους θαυμαζομένους μὲν ὑπὸ πάντων, ἐπαιρομένους δὲ καὶ γαυριῶντας, οἰο‐ μένους τε διαιωνίζειν ἐν τῷ βίῳ. Ἀλλ’ ὡς ἔτι παρ’ ἐμαυτῷ διελογιζόμην πῶς οἵδε, καίπερ ἀσεβεῖς ὄντες,
10τοσούτων τετυχήκασι, δεύτερον αὐτοὺς θεάσασθαι βουληθεὶς, ἐπῇρα τοὺς ὀφθαλμούς· οἱ δὲ οὐκ ἦσαν οὐδαμοῦ, ἀφανεῖς δ’ ἀθρόως ὑπῆρχον, Εἶτα δὲ ἴχνος αὐτῶν καὶ ὑπόλειμμα βουληθεὶς καταλαβεῖν, οὐδὲ τὸν τόπον ἐν ᾧ ἑστάναι ἐδόκουν εὑρεῖν δεδύνημαι.
15Διόπερ ἐπειδὴ τοιοῦτο τὸ τούτων τέλος, φεῦγε σὺ ὁ μαθητευόμενος τοῦτον τῶν ἀσεβῶν τὸν τρόπον, καὶ ἀπόνιψον μὲν ἑαυτοῦ πᾶσαν κακίαν, ἀγάπησον δὲ τὴν εὐθεῖαν ὁδόν. Μένει γὰρ ἐγκατάλειμμα καὶ ἐλπὶς ἀγαθὴ, τῷ τὴν εἰρήνην καὶ τὴν φιλίαν τὴν πρὸς τὸν
20Θεὸν μεταδιώξαντι, καὶ διὰ τοῦτο εἰρηνικῷ ἀνθρώπῳ γενομένῳ. Κατὰ δὲ τὸν Σύμμαχον, Φύλασσε, φησὶν, ἁπλότητα, καὶ ὅρα εὐθὺ, ὅτι ἔστι μέλλοντα ἀν‐ θρώπῳ εἰρηνικῷ. ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΛΖʹ.
25Εἰς ἀνάμνησιν. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Αὐτοῖς ῥήμασι καὶ αὐταῖς συλλαβαῖς καὶ ὁ ϛʹ ψαλμὸς τούτῳ παραπλησίως ἄρ‐ χεται, καὶ τὰ λοιπὰ δὲ τοῦ ἕκτου τοῖς ἐν τῷ προκει‐
30μένῳ φερομένοις συγγενῆ τυγχάνει. Ἀλλ’ ἐν μὲν τῷ ἕκτῳ ἡ προγραφὴ περιεῖχεν· Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαυΐδ· ἐν δὲ τῷ παρόντι τούτων μὲν οὐδὲν, μόνον δὲ τὸν ψαλμὸν τῷ Δαυῒδ εἰς ἀνάμνησιν δέδεικται. Ἥ γε μὴν προσ‐
35θήκη ἡ, εἰς ἀνάμνησιν, ἔοικεν ἀναπέμπειν ἡμᾶς εἰς τὴν ἐν τῷ ἕκτῳ προγραφὴν, ὥστ’ εἶναι τὰ παρόντα εἰς τὸ τέλος, καὶ, ἐν ὕμνοις, καὶ ὑπὲρ τῆς ὀγδόης· πάντων γὰρ ἂν εἴη τούτων παραστατικὸν τὸ, εἰς ἀνά‐ μνησιν. Ἀλλ’ ἐπεὶ διεξιόντες τὰ ἐν τῷ ἕκτῳ, τὰ
40ὑποπεσόντα εἰς τὴν προγραφὴν εἰρήκαμεν, εἰς τὴν ἐκείνων ἀνάμνησιν καὶ ἡμεῖς ἀναπέμψομεν τὸν ἐντυγχάνοντα. Δοκεῖ δέ μοι ὁ Δαυῒδ, διαφόρως ἐν πολ‐ λοῖς περὶ τοῦ πραχθέντος αὐτῷ πλημμελήματος ἐξ‐ ομολογησάμενος, ἰδίως τὸν παρόντα ψαλμὸν ἀφωρι‐
45κέναι ἑαυτῷ εἰς ἀνάμνησιν, ὡς ἀεὶ καὶ διὰ παντὸς φέρειν αὐτὸ ἀνὰ στόμα. Κεχρῆσθαι δὲ αὐτῷ ἀντὶ ἐπῳδῆς ἐπὶ θεραπείᾳ τῆς αὑτοῦ ψυχῆς. Ἱκετηρίαν γοῦν ἀναπέμπει τῷ Θεῷ, δι’ ἧς ἀποστρέφει μὲν τὴν ὀργὴν τὴν πᾶσι τοῖς ἁμαρτάνουσιν ἐπηρτημένην, ἱλά‐

23

.

337

(50)

σκεται δὲ τὸν ἀγαθὸν Κύριον ταῖς μεθ’ ὑπερβαλλού‐ σης ἐξομολογήσεως φωναῖς. Λέγων δέ· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, οὐ τὸν ἔλεγχον παραι‐ τεῖται, ἀλλὰ τὸν μετὰ θυμοῦ· οὐδὲ τὸ παιδευθῆναι φεύγει, ἀλλὰ τὸ μετὰ ὀργῆς· ὡσεὶ καὶ ἰατρῷ τις τὰ
55διὰ καυτῆρος καὶ σιδήρου καὶ πικρῶν ἀντιδότων προσφέροντι βοηθήματα ἐπὶ θεραπείᾳ πάθους ὑποκεί‐ μενος λέγοι· Μὴ διὰ πυρός με θεραπεύσῃς, μηδὲ διὰ σιδήρου καὶ τομῶν, ἀλλὰ διὰ ἠπίων καὶ πραοτέρων
φαρμάκων. Ὁ γὰρ τοιοῦτος οὐ τὴν θεραπείαν ἀρ‐338 in vol. 23

23

.

340

νεῖται, ἀλλὰ τὸν ἐπίπονον τρόπον τῶν βοηθημάτων. Πολλάκις δὲ εἴρηται, ὡς ὀργὴ καὶ θυμὸς Θεοῦ λεγό‐ μενα ἐν ταῖς θεοπνεύστοις Γραφαῖς οὐ πάθη περὶ τὸν Θεὸν σημαίνει, παντὸς γὰρ πάθους ἀλλότριον τὸ
5Θεῖον· κατὰ μεταφορὰν δὲ τὰ τοιαῦτα εἴωθεν ὀνομά‐ ζειν ὁ τῆς Γραφῆς λόγος, ὡς καὶ ὀφθαλμοὺς Θεοῦ, καὶ ὦτα καὶ χεῖρας καὶ δακτύλους, καὶ πόδας καὶ τὰ λοιπὰ μέλη· ἅπερ ὡς πρὸς ἀνθρώπους χρησίμως οἰκονομεῖται, συγκατιὼν τῇ τῶν ἀκροωμένων νηπιό‐
10τητι. Οὕτως οὖν καὶ τὰς ἐπαγομένας τιμωρίας τοῖς ἁμαρτάνουσι κατὰ Θεοῦ κρίσιν, σκυθρωπὰς οὔσας καὶ ἀλγεινὰς τοῖς πάσχουσιν, ὡσανεὶ ἐξ ὀργῆς καὶ θυμοῦ ἐπαγομένας ὑποτυποῦται. Τοῦτο γοῦν διδάσκει καὶ ὁ ἱερὸς Ἀπόστολος λέγων· Κατὰ δὲ τὴν σκληρότητά
15σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιο‐ κρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· ὡς εἴ τις καὶ τὰς ἐκ τοῦ νόμου τῷ ἀνδροφόνῳ ἐπηρτημένας κολάσεις ὀργὴν καὶ θυμὸν ὀνομάζοι· οὐκ
20ἀληθῶς τοῦ νόμου θυμουμένου καὶ ὀργιζομένου, τοῦ δὲ κολαζομένου ὀργὴν τοῦ νόμου τὴν τιμωρίαν ὑπειληφό‐ τος. Ἤδη δὲ καὶ οἱ τὰς κολάσεις διακονούμενοι κατὰ τῶν ἀσεβῶν πονηροὶ δαίμονες, αἵ τε ὑπηρετικαὶ δυνάμεις τοῦ Θεοῦ αἱ τοιαίδε, ὀργὴ καὶ θυμὸς ὠνομάσθησαν. Οὕτω
25γοῦν εἴρηται ἐν τῷ περὶ τῆς δεκαπλήγου τῆς κατ’ Αἰγυπτίων ἐπαχθείσης λόγῳ τό· Ἀπέστειλεν ἐπ’ αὐτοὺς θυμὸν καὶ ὀργὴν, ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν. Οὕτω δεξιὰ λέλεκται Θεοῦ τὰ διὰ τῶν δεξιῶν καὶ ἀγαθῶν δυνάμεων τοῖς ἀξίοις χορηγού‐
30μενα. Ἱκετεύει τοίνυν ὁ Δαυῒδ μὴ διὰ πονηρῶν δυνάμεων ἐλεγχθῆναι, μηδὲ δι’ ἀποστολῆς ἀγγέλων σκυθρωπῶν παιδευθῆναι· διὰ λόγων δὲ σωτηρίων, καὶ μαθημάτων ὠφελίμων καὶ ἄλλως δὲ ἀντιβολεῖ μὴ τηρηθῆναι εἰς ἡμέραν ὀργῆς καὶ ἀποκαλύψεως
35καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ἤδη δὲ ἐντεῦθεν κατὰ τὸν παρόντα βίον πρὸ τῆς τελευτῆς ἀπολούσασθαι τὰ ἁμαρτήματα· καὶ ἔτυχέ γε τοῦ σκοποῦ. Φαίνεται γοῦν δίκην δεδωκὼς, δι’ ὧν ἔπαθε πρὸ τῆς τελευτῆς, ὡς ἐκ τῆς ἱστορίας τῶν Βασιλειῶν μεμαθήκαμεν.
40Καὶ ἄλλως δὲ αὐτὸς ἑαυτὸν ἐτιμωρεῖτο παντοίαις ὑποβάλλων κακώσεσιν ἐν τοῖς τῆς ἐξομολογήσεως τρόποις. Καὶ ἄλλως δέ φησιν· εἰ πέπρακταί μοι τοιοῦτον ἐφ’ οἷς ἄξιον ὑπὸ θυμοῦ ἐλεγχθῆναι, ἀλλά γε μετανοήσας παρακαλῶ ὑπὸ λόγου, καὶ μὴ ὑπὸ θυμοῦ ἐλεγχθῆναι, καὶ ὑπὸ διδασκαλίας, καὶ μὴ ὑπὸ ὀργῆς παιδευθῆναι. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι. Ὁ μὲν γὰρ
45ἀθλητὴς Ἰὼβ, παντοίους ὑπομείνας πειρασμοὺς, οὐκ ἠγνόει πόθεν αὐτῷ ταῦτ’ ἐγίνετο· διὸ ἔλεγεν· Βέλη γὰρ Κυρίου ἐν τῷ στόματί μού εἰσιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα. Ὁ δὲ Δαυῒδ, οὐ τὸ σῶμα πληγεὶς ὁμοίως τῷ Ἰὼβ, αὐτὴν δὲ τὴν ψυχὴν

23

.

340

(50)

καιρίαν τρωθεὶς, οὐχ ὁμοίως τῷ Ἰὼβ φάσκει· Βέλη γὰρ Κυρίου ἐν τῷ στόματί μου ἐστίν· ἀλλ’, Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. Ὁ δὲ μνημονεύει τῆς χειρὸς Κυρίου λέγων· Χεὶρ γὰρ Κυρίου ἐστὶν ἡ ἁψαμένη
55μου. Καὶ ὁ διάβολος τῷ Κυρίῳ, Ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει, ἔφασκε· καὶ
πάλιν· Ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι τῶν340 in vol. 23

23

.

341

σαρκῶν αὐτοῦ καὶ τῶν ὀστέων αὐτοῦ. Ἀλλ’ ἑτέρα τις ἦν χεὶρ καὶ ἕτερα βέλη τῶν σαρκῶν αὐτοῦ τὰ καθικόμενα καὶ τῶν σωματικῶν ὑπαρχόντων· ἐνταῦθα δ’ ἐπειδήπερ τὴν ψυχὴν αὐτὴν νενόσηκεν ὁ Δαυῒδ, ἕτερα βέλη καθικέ‐
5σθαι αὐτοῦ σημαίνει, καὶ ἑτέραν χεῖρα τοῦ Θεοῦ ἧφθαι αὐτοῦ, καθὰ ἔφθημεν εἰπόντες, τὰ λογικὰ βέλη, μᾶλλον δὲ αὐτοὺς τοῦ Θεοῦ λόγους νύττοντας αὐτοῦ τὴν ψυχὴν, καὶ τὴν συνείδησιν αὐτὴν τιμωρουμέ‐ νους. Μήποτε δὲ καὶ αὐτὸν τὸν διάβολον καὶ τὰ τοῦ
10διαβόλου πεπυρωμένα βέλη τὰ παθητικὰ καὶ ἐρωτικὰ τὰ εἰς ἐπιθυμίαν αὐτὸν ἐξάψαντα τῆς τοῦ Οὐρίου γυναικὸς σημαίνει; ὧν καὶ ὁ Ἀπόστολος διδάσκει λέγων· Ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι πάντα τὰ πεπυρωμένα βέλη τοῦ
15πονηροῦ σβέσαι. Ὥσπερ δὲ Ἰὼβ τὰ τοῦ διαβόλου βέλη καὶ τὰ ἕλκη τὰ ἐπιτεθέντα αὐτῷ κατὰ τοῦ σώ‐ ματος, ἐπειδὴ κατὰ συγχώρησιν ἐγίνετο τοῦ Θεοῦ, βέλη Κυρίου ὠνόμασεν εἰπών· Βέλη γὰρ Κυρίου ἐν τῷ στόματί μου ἐστὶν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει
20μου τὸ αἷμα· οὕτως εἰκὸς καὶ τὸν Δαυῒδ ἐνταῦθα βέλη Κυρίου εἰρηκέναι, ἐπεὶ κατὰ συγχώρησιν τοῦ Κυρίου κατεστρατεύσατο αὐτοῦ ὁ ἀντίπαλος, ἵνα μάθῃ μὴ λέγειν· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ἐπεὶ γὰρ τῇ χάριτι τοῦ Θεοῦ δυναμούμενος μέγα ἐφ’
25ἑαυτῷ ἐφρόνησέ ποτε, ὡς ἀπαυθαδίσασθαι καὶ εἰπεῖν· Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα· τούτου χάριν εἰκότως παρεδόθη τῷ πειράζοντι, ὃς, τῆς ψυχῆς αὐτοῦ καθαψάμενος, μει‐ ζόνως αὐτὸν ἢ τὸν Ἰὼβ ἐζημίωσεν. Εἰ δὲ οἱ λόγοι
30τοῦ Θεοῦ, οἱ τῆς δικαιοκρισίας αὐτοῦ ὑπομνηστικοὶ καὶ τῆς ὀργῆς τῆς τοῖς ἁμαρτάνουσιν ἐπηρτημένης διδασκαλικοὶ, βελῶν εἰσιν ὀξύτεροι, τὴν συνείδησιν νύττοντες· καὶ οὕτως εἴποις ἂν τὸν Δαυῒδ, τοῖς ἱεροῖς τούτοις καὶ θείοις βέλεσι κεντούμενον, εὐλόγως παραι‐
35τεῖσθαι τὸν διὰ τοῦ θυμοῦ ἔλεγχον. Προσλαβόντα γὰρ, φησὶ, τὴν ὀργὴν καὶ τὸν θυμὸν τὰ παρὰ σοῦ καθικό‐ μενά μοι βέλη, ἱκανῶς με τιμωρεῖται, καὶ αὐτάρκως με κολάζει· ἀλλὰ καὶ ἡ χείρ σου καθήψατο διὰ τῶν ἐπαλλήλων συμφορῶν. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσ‐
40ώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Τὴν γὰρ σάρκα μου, δι’ ἧς πέπρακταί μοι τὸ ἁμάρ‐ τημα, κολάσεσι παρέδωκα τιμωρούμενος ἐμαυτόν. Τοῦτο γὰρ καὶ ἐδήλου δι’ ἑτέρων λέγων· Καὶ ἐταπεί‐
45νουν ἐν νηστείᾳ τὴν ψυχήν μου· καὶ Ἡ σάρξ μου ἠλλοιώθη δι’ ἔλαιον· καὶ, Ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου ἀπὸ προσώπου τοῦ στεναγμοῦ μου, καὶ ὅσα τοιαῦτα. Ἀντὶ δὲ τῆς ὀργῆς, συμφώνως Ἀκύλας καὶ ὁ Σύμμαχος, Ἀπὸ προσώπου τῆς

23

.

341

(50)

ἐμβριμήσεώς σου, ἡρμήνευσαν. Ἀπήρκει γάρ μοι ἡ ἀπὸ τῶν σῶν θείων Γραφῶν ἐμβρίμησις, καὶ ἡ διὰ τοῦ προσώπου Ναθὰν ἀπειλή. Ἀντὶ δὲ τοῦ· Ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου, ὁ Σύμμαχος ἡρμή‐ νευσε, Διὰ τὰς ἁμαρτίας μου. Ἄτοπον δὲ οὐδὲν
55ὀστᾶ τοὺς οἰκείους ἀποκαλεῖν. Εἰ γάρ ἐσμεν ἀλλήλων
μέλη, καὶ ὡς ἑνὶ πάντες κατελογίσθημεν σώματι τὸ342 in vol. 23

23

.

344

ἀπεῖργον, καὶ ὀστᾶ τοὺς κατὰ μέρος καὶ χρειωδεστά‐ τους μάλιστα λέγειν. Πλὴν οὐχὶ μόνῳ ταῦτα συμβῆ‐ ναί φαμεν τῷ θεσπεσίῳ Δαυῒδ, ἀλλὰ γὰρ καὶ πλεί‐ στοις ἑτέροις· μᾶλλον δὲ καὶ εἰς δεῦρο πράττεται πει‐
5ραζομένων ἁγίων. Ἀδόκητοι γὰρ περιστάσεις ἀνα‐ φύονται πολλάκις, ὥστε δυσφορητότερον εἶναι τοῦ παρ’ ἐχθρῶν πολέμου τὰς τῶν οἰκείων ἐπαναστάσεις, οὓς καὶ ὀστᾶ φαμεν ὠνομάσθαι τροπικῶς, Εἰ δὲ ἅπασι ταῦτα κοινὰ, κοινὸς ἂν εἴη πάντων τῆς προσευχῆς ὁ
10τρόπος. Παντὶ γὰρ ἁρμόζει πειραζομένῳ καὶ κάμνοντι, γλιχομένῳ τε τυχεῖν ἡμερότητος τῆς παρὰ Θεοῦ. Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Διὰ
15τούτων διδάσκει ἡμᾶς ὁ λόγος, μὴ κρύπτειν τὰ ἑαυτῶν κακὰ, μηδ’ ὥσπερ τινὰ μελανίαν καὶ σῆψιν κατὰ βάθους τῆς ψυχῆς συνέχειν τὰ ἁμαρτήματα. Ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην, ὅτι ἡ ψυχή μου ἐνεπλήσθη ἐμπαιγμῶν ἐμπαιζόν‐
20των. Νοήσεις δὲ καὶ οὕτως, προεπισημηνάμενος ἐν τῇ προγραφῇ, ὡς ἄρα εἴη εἰς ἀνάμνησιν, εἰκότως ἀναπεμπάζεται, καὶ τὰ πάλαι αὐτῷ συμβεβηκότα ἐπαναλαμβάνει. Διδάσκει τε ἐν οἷς γέγονε, τῷ τῆς ἁμαρτίας ὀλίσθῳ περιπεσὼν, οὗ χάριν καὶ τὴν πᾶσαν
25ποιεῖται ἐξομολόγησιν. Εἰς ταῦτα γὰρ πάντα ἐλήλυθα, φησὶν, ἐπειδήπερ καιρῷ τινι Ἡ καρδία μου ἐτα‐ ράχθη, καὶ ἐγκατέλειπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἦν μετ’ ἐμοῦ. Κατὰ γὰρ τὸν τῆς ἁμαρτίας καιρὸν οὐ μικρὰν ὑπ‐
30έμεινεν αὐτοῦ ταραχὴν τὸ διανοητικὸν, συγχυθὲν καὶ σκοτωθὲν ὑπὸ τοῦ τὴν ἁμαρτίαν ἐνεργοῦντος, ὡς καὶ εἰς ἀφροσύνην πεσεῖν καὶ πράττειν ἀφροσύνης ἔργα. Τότε δὲ καὶ ἐγκατέλειπεν αὐτὸν ἡ ἰσχὺς αὐτοῦ· οὐκ‐ έτι γὰρ οἷός τε ἦν λέγειν· Πάντα ἰσχύω ἐν τῷ ἐνδυ‐
35ναμοῦντί με, νικηθεὶς ὑπὸ τοῦ πάθους καὶ ἐξατονή‐ σας. Καὶ ἄλλο δέ τι, φησὶ, χαλεπὸν περὶ ἐμὲ γέγονε· Τὸ γὰρ φῶς τῶν ὀφθαλμῶν μου (τοῦτο δὲ ἦν τὸ προφητικὸν πνεῦμα, τὸ φωτίζον αὐτοῦ τῆς ψυχῆς τὴν ὅρασιν) καὶ αὐτὸ οὐκ ἦν μετ’ ἐμοῦ, καταλεῖψάν με
40καὶ ἀναχωρῆσαν· ἐπεὶ εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία· οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίαις· ἅγιον γὰρ Πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογι‐ σμῶν ἀσυνέτων. Ἀλλὰ καὶ οἱ πρότερον αὐτοῦ φίλοι
45καὶ πλησίον αὐτοῦ, οἱ τὸν σύμπαντα χρόνον αὐτῷ συνόντες, ἐάσαντες αὐτὸν μακρόθεν ἔστησαν, οὐκέτ’ αὐτῷ συνεῖναι δυνάμενοι, πόῤῥωθεν δὲ ἀποκλᾳόμενοι ὡς οἰκείου φίλου συμφοράν. Τίνες δ’ ἦσαν οὗτοι ἀλλ’ ἢ οἱ ἐπὶ τοῖς προτέροις ἀγαθοῖς αὐτοῦ χαίροντες,

23

.

344

(50)

ἄγγελοι δηλαδὴ ἀγαθοὶ καὶ λειτουργοὶ Θεοῦ, τῇ τῶν ἀνθρώπων συγχαίρειν εἰωθότες σωτηρίᾳ; Ὧν μα‐ κράν μου γενομένων, ἄλλοι τινὲς τὴν ἁμαρτίαν ἐνερ‐ γοῦντες, πλησίον μου γενόμενοι, ἐξεβιάζοντο καὶ τῆς ἐμῆς ψυχῆς κατέπαιζον. Πάλαι γὰρ οὗτοι διψῶντες
55τοῦ ἐμοῦ αἵματος, καὶ ἐκ μακρῶν χρόνων εὐχόμενοι θεάσασθαί μου τὴν πτῶσιν, ὡσανεὶ καιροῦ λαβόμενοι,
ὅτε εἶδον καταλείπουσάν με τὴν ἰσχὺν, καὶ τὸ φῶς344 in vol. 23

23

.

345

τῶν ὀφθαλμῶν μου ἀναχωρῆσάν μου, τούς τε φίλους καὶ τοὺς πλησίον μακρὰν γενομένους, παραχρῆμα ἐπιπηδήσαντες ἐξεβιάζοντο τὴν ψυχήν μου· καὶ ὡς ἂν ἐθελόκακοι ἐλάλησάν μοι ματαιότητας, ἔνδον
5ὑποβάλλοντές μου εἰς τὴν ψυχὴν ματαίους λογισμούς· ἀλλὰ καὶ σὺν δόλῳ θέλγοντες καὶ ἀπατῶντες, ὡς ἐπὶ ἀγαθοῖς ἐδελέαζον καθέλκοντές με εἰς τὴν ἁμαρτίαν. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Καὶ ἐγε‐ νόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων
10ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ἐπεὶ τούτοις, φησὶν, οὐδὲν εἶχον λέγειν αἰσχύνης πεπληρωμένος· οὐδὲν γάρ μοι λόγος ἦν πρὸς ἀπολογίαν, οὐδ’ εἶχόν τινα τοῖς ἐχθροῖς προσφθέγγεσθαι ἅπαξ ὑπ’ αὐτῶν νενικημένος· οὐκ ἐμαυτῷ θαῤῥῶν, οὐδ’ ἄλλην τινὰ
15πρὸ ὀφθαλμῶν θέμενος ἐλπίδα ἢ σὲ, τὰ τῆς ἰάσεως ὑπέγραφον ἐμαυτῷ. Ἐπεὶ οὖν ἐπὶ σὲ ἤλπισα, Κύ‐ ριε, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει· διὰ τοῦτο εἰσ‐ ακούσῃ, ὅτι θελητὴς ἐλέους εἶ, καὶ οὐ θέλεις τὸν θάνα‐ τον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ. Διὸ,
20ἐλπίσας ἐπὶ σὲ, ἱκετεύω τῆς παρὰ σοῦ θεραπείας τυχεῖν· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, οὔπω μὲν γὰρ παντελῶς ἐχάρησαν. Ἐπιχαροῦνται δὲ, εἰ μὴ τύχοιμι τοῦ σοῦ ἐλέους. Ἀλλ’ ἵνα μὴ ἐπι‐ χαρεῖέν μοι οἱ ἐχθροί μου, οἱ ἤδη καὶ πρότερον ἐν τῷ
25σαλευθῆναι πόδας μου μεγαλοῤῥημονήσαντες, ἐπὶ σὲ κατέφυγον, καί φημι· Μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. Οὐ γὰρ πάντη περιετράπην, οὐδὲ πτῶμα ἔπε‐ σον τοιοῦτον, οἷον οἱ ἀποστάται σου γενόμενοι.
30ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΤΩ ΙΔΙΘΟΥΜ, ΩΔΗ ΤΩ ΔΑΥΙΔ ΛΗʹ.
32 Πολλὴν δὲ ἐμφέρειαν ἔχει τὰ ἐν τῇ προκειμένῃ ᾠδῇ λεγόμενα τοῖς ἐν τῷ πρὸ τούτου ψαλμῷ. Ἀλλ’ ἐκεῖνον μὲν ὁ Δαυῒδ ψάλλων, εἰς ἀνάμνησιν ἑαυτῷ
35συνέταττεν· οὗτος δὲ ἤδη καὶ ἑτέρους παραδίδωσι τοὺς τὰ ὅμοια πεπονθότας αὐτῷ, διὰ τῆς ἴσης ἐξομο‐ λογήσεως ζηλοῦν αὐτὸν καὶ μιμεῖσθαι παιδεύων· εἰ μὴ ἄρα τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Ἰδιθοὺμ ταῦτα τὸν Δαυῒδ ἐδίδασκε λέγειν. Ἠξίωτο γὰρ καὶ αὐτὸς ὁ
40Ἰδιθοὺμ πνεύματος προφητικοῦ. Μανθάνομεν δὲ διὰ τῶν προκειμένων, ὡς ἄρα προσήκει ἕκαστον ἑαυτῷ διαλέγεσθαι, μηδὲ περιμένειν τοὺς ἔξωθεν διδασκά‐ λους, αὐτὸν δι’ ἑαυτοῦ προσομιλοῦντα τῷ λογισμῷ καὶ τῇ διανοίᾳ.
45 Εἶπα· Φυλάξω τὰς ὁδούς μου. Κατ’ αὐτὸν, φησὶ, τὸν καιρὸν τοῦ πειρασμοῦ, ἐπαναβαίνοντός μοι τοῦ τὴν ἁμαρτίαν ἐνεργοῦντος, ἐγὼ ἔλεγον· Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. Τότε δὲ καὶ ἐθέμην τῷ στόματί μου φυλα‐

23

.

345

(50)

κήν· καὶ ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσί‐ γησα ἐξ ἀγαθῶν. Ὁ δὲ Σύμμαχος οὕτως ἡρμήνευ‐ σεν· Εἶπον· Φυλάξω τὰς ὁδούς μου, μὴ ἁμαρτεῖν διὰ τῆς γλώσσης μου. Φυλάξω τὸ στόμα μου φιμῷ, ἔτι ὄντος ἀσεβοῦς ἐξ ἐναντίας μου. Ἄλα‐
55λος ἐγενόμην σιγῇ, ἐσιωπήθην μὴ ὢν ἐν ἀγαθῷ. Ὁρᾷς τίνα τρόπον τὴν αἰτίαν τοῦ μὴ τολμᾷν διαίρειν τὸ στόμα ἐδίδαξεν εἰπών· Καὶ ἐσιώπησα ἐξ ἀγα‐
θῶν, ἢ, ἐσιωπήθην μὴ ὢν ἐν ἀγαθῷ, κατὰ τὸν346 in vol. 23

23

.

348

Σύμμαχον; Μὴ γὰρ ὢν ἐν ἀγαθοῖς, μηδὲ παῤῥησίαν ἄγων, ἐμεμνήμην τοῦ λέγοντος· Ἥμαρτες, ἡσύχα‐ σον· διὸ ἐσιώπησα μὴ ὢν ἐν ἀγαθῷ. Οὐ μόνον δὲ ἐκωφώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν, ἀλλὰ καὶ ἄλ‐
5γημά μου ἀνεκαινίσθη. Τὸ γὰρ τῆς ψυχῆς μου ἄλ‐ γος καὶ τὸ ἐκ τῆς ἁμαρτίας ἐγγενόμενόν μοι ἕλκος, κατὰ βάθους ἐγκείμενον, καὶ κατ’ αὐτῆς τῆς συνει‐ δήσεως ἐμπεπηγμένον, ἀνενεοῦτο, ἐπαναβαίνοντός μοι καὶ ἐπονειδίζοντος τοῦ τὴν ἁμαρτίαν ἐνηργη‐
10κότος. Ἐθερμάνθη ἡ καρδία μου ἐντός μου. Ἀναμιμνη‐ σκόμενος, φησὶ, τῆς ἁμαρτίας, τῆς ἀθυμίας ἐνεπιμ‐ πράμην πυρὶ, ὑπ’ αὐτῆς πυρούμενος τῆς συνειδή‐ σεως, Ἐλάλησα ἐν γλώσσῃ μου· Γνώρισόν μοι,
15Κύριε, τὸ πέρας μου, Καὶ μετὰ τὴν ἐξομολόγησιν ὁποίου τέλους τεύξομαι μαθεῖν ἀξιῶ. Βαρούμενος δὲ ταῦτα ἔλεγε, τὴν πρόσκαιρον καὶ θνητὴν ζωὴν διὰ τὸ ἐπαχθὲς αὐτῆς μακροτάτην ἡγούμενος. Διὸ γνωρι‐ σθῆναι αὐτῷ τὸν τῆς ἀπαλλαγῆς χρόνον ἐπόθει· ἵν’
20εὔθυμος γένοιτο, τὴν ἀπὸ τῶν τῇδε ἐλευθερίαν καὶ τῶν πειρατηρίων τὴν ἀπαλλαγὴν εὐαγγελισθείς. Καὶ ἐν τοῖς δ’ ἑξῆς προϊὼν ἔλεγεν· Πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πα‐ τέρες μου. Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου,
25καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου. Ἀνθ’ οὗ ὁ Σύμμαχος, Ἰδοὺ ὡς σπιθαμὰς ἔδωκας τὰς ἡμέρας μου, ἐξέδωκεν. Ἄλλος δ’ ἂν εἴποι πα‐ λαιστὰς εἰρῆσθαι τὰς τῶν ἀνθρώπων ἡμέρας, διὰ τὸ πεπληρῶσθαι αὐτὰς ἀγῶνος καὶ πάλης καὶ πειρα‐
30τηρίων. Ἑξῆς τούτοις φησί· Καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου· ἀνθ’ οὗ ὁ Ἀκύλας ἡρμή‐ νευσε· Καὶ ἡ κατάδυσίς μου ὡς οὐκ ἔστιν ἐναν‐ τίον σου· ὁ δὲ Σύμμαχος· Καὶ ἡ βίωσίς μου ὡς οὐδὲν ἀντικρύ σου. Ὁ γὰρ πᾶς τῆς ζωῆς ἀνθρώ‐
35που χρόνος, παραβαλλόμενος τῇ τοῦ Θεοῦ ζωῇ, καὶ τοῖς αἰῶσι τοῖς ἀπείροις, ὥσπερ οὐθέν ἐστι ἐνώπιον τοῦ Θεοῦ. Διὸ ἀλλαχοῦ εἴρηται· Οἱ οὐρανοὶ ἀπ‐ ολοῦνται· σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται· καὶ ὡσεὶ περιβολαὶ ἑλίξεις αὐ‐
40τοὺς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Ἀλλὰ καὶ πᾶσα ἡ παρὰ ἀνθρώποις σπουδὴ ματαιότης ματαιοτήτων ἐστὶ, καὶ, τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν, ἢ, πᾶς ἄνθρωπος ἐστηλωμένος, κατὰ τὸν Ἀκύλαν·
45ἢ, πᾶς ἄνθρωπος ἑστὼς, κατὰ τὸν Σύμμαχον. Ὁ γὰρ νῦν ἑστὼς καὶ ὁ κατὰ τὸν παρόντα χρόνον τὴν θνητὴν ἔτι ζωὴν διεξανύων ματαιότης ἂν εἴη. Εἰ γοῦν μὴ ἀπέκειτό τις ἀνθρώποις ἐλπὶς ἀθανασίας, καὶ ζωῆς αἰωνίου βασιλείας τε οὐρανῶν, εὐλόγως ἂν ἐνομίσθη μάταιόν τι εἶναι πᾶς ἄνθρωπος ζῶν.

23

.

348

(50)

Καὶ νῦν τίς ἡ ὑπομονή μου, οὐχὶ Κύριος; Ὁ δὲ Σύμμαχος οὕτως τὰ προκείμενα ἐξέδωκε ῥητά· Νῦν οὖν τί προσδοκῶ, Δέσποτα; ἡ ἀναμονή μου εἰς σέ ἐστιν. Ἀπὸ πασῶν τῶν ἀθεσιῶν μου ἐξέλου με, ἐπονείδιστον ἄφρονι μὴ τάξῃς με. Ἄλαλος
55ἐγενόμην, οὐκ ἀνοίξεις στόμα μου· σὺ γὰρ ἐποίη‐ σας. Μετὰ τὰ προλελεγμένα πάντα, φησὶν, οὐδέν μοι
λείπεται, ὦ Κύριε, ἢ σὲ προσδοκᾷν καὶ εἰς σὲ τὰς348 in vol. 23

23

.

349

ἐλπίδας ἔχειν· παρὰ σοῦ γὰρ τῆς ψυχῆς ἡ ὑπόστασίς ἐστι. Διὸ δέομαι καὶ ἱκετεύω ἐλευθερωθῆναί με τῶν τῇδε κακῶν, καὶ τῶν ἀνομιῶν μου ῥυσθῆναι. Ἅπαξ γὰρ περιπέπτωκα ἄφρονι, περὶ οὗ καὶ ἀνωτέρω ἔλε‐
5γον· Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐνώπιόν μου, ἐκωφώθην, καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν. Αὐτίκα γοῦν ἀφροσύνῃ παραδοθεὶς γέγονα ἐπονείδιστος· εἰκότως οὖν, ὡς ἂν γνωσιμαχῶν ἐφ’ οἷς ἥμαρτον, ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου,
10ὅτι σὺ ἐποίησας. Ὁ γὰρ σὸς φόβος κωφῶσαί με ἐποίησε, πλήττων με ἐφ’ οἷς ἥμαρτον, καὶ κατασι‐ γάζων πρὸς τὸ μὴ φθέγγεσθαι. Ἀντὶ δὲ τοῦ, ὄνειδος ἄφρονι ἔδωκάς με, ὁ μὲν Ἀκύλας, ὄνειδος ἀποῤ‐ ῥέοντι, φησὶ, μὴ θῇς με· ὁ δὲ Σύμμαχος, ἐπονείδι‐
15στον ἄφρονι μὴ δῷς με· ἡ δὲ πέμπτη ἔκδοσις· ὄνειδος ἄφρονι μὴ δῷς με. Ὅπερ παράκλησιν ἐμ‐ φαίνει τοῦ ἡμαρτηκότος, ἱκετεύοντος μὴ παραδοθῆναι εἰς ὀνειδισμὸν ἄφρονι. Εἰ δ’ αὐτὸς ὁ Κύριος παραδί‐ δωσιν ἄφρονι τὸν ἡμαρτηκότα, ὀνειδίζεσθαι πρὸς αὐ‐
20τοῦ, καὶ τοῦτο ἂν εἴποις ἐπ’ ὠφελείᾳ γίνεσθαι τοῦ ὀνειδιζομένου, ὡς ἂν, κακούμενος, μείζονα ποιήσοιτο τὴν ἐπὶ τοῖς ἡμαρτημένοις ἐξομολόγησιν· ὅπερ ἠξίου μὴ παθεῖν ὁ Δαυῒδ, ὡς πάντα πράττων τὰ τῷ Θεῷ ἀρεστὰ ἐξ ἑαυτοῦ. Ἀπόστησον ἀπ’ ἐμοῦ τὰς μάστι‐
25γάς σου· ἀπὸ γὰρ τῆς χειρὸς τῆς ἰσχύος σου ἐγὼ ἐξέλιπον· ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον, καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ, πλὴν μάτην πᾶς ἄνθρωπος· διάψαλμα. Ἐν μὲν τῷ πρὸ τούτου ψαλμῷ παρεῖχεν ἑαυτὸν
30ἐπιστρεπτικαῖς πληγαῖς, οἷά τις εὐγνώμων μαθητὴς διδασκάλῳ· διὸ ἔλεγεν· Ἐγὼ εἰς μάστιγας ἕτοιμος. Ἐπεὶ δὲ λοιπὸν αὐτάρκως τῶν μαστίγων ἐπεπειρᾶτο ἐπιμόνως αὐτὸν αἰκιζομένων, ἱκετεύει τοῦ λοιποῦ παύσασθαι, καὶ μέχρι τούτου στῆναι τὰς μάστιγας,
35ὁμολογεῖ τε ἑξῆς λέγων· Ἀπὸ τῆς ἰσχύος χειρός σου ἐγὼ ἐξέλιπον. Περὶ δὲ τῆς χειρὸς ταύτης καὶ ἀνωτέρω ἐλέγετο· Ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖ‐ ρά σου. Εἶτα διδάσκει, ὅτι μὴ μάτην ἡ χεὶρ ἐπαί‐ δευε, μηδὲ εἰς ἀργὸν ἐμαστίγου, ἀλλ’ ἐπ’ ὠφελείᾳ τοῦ
40ἡμαρτηκότος· διό φησιν· Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνο‐ μίας ἐπαίδευσας ἄνθρωπον. Ὑπὲρ γὰρ τῆς παρ‐ αχθείσης ἀνομίας καὶ διὰ τὸ παραχθὲν ἁμάρτημα ἐλέγχων τὸν παιδευόμενον καὶ τὰς μάστιγας ἐπῆγες καὶ τὴν χεῖρά σου προλεχθεῖσαν· τούτοις δὲ αὐτοῖς
45καὶ τὴν ψυχὴν τοῦ παιδευομένου ἐξέτηξας, ταπεινου‐ μένην καὶ λεπτυνομένην ἐπ’ ὠφελείᾳ τῇ αὐτῆς. Καθ’ ὃν γὰρ ἐτρύφα χρόνον, εἰς ἁμαρτίας ἐξώλισθε, κατὰ τό· Ἔφαγε καὶ ἔπιεν Ἰακὼβ, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐπλατύνθη καὶ ἐπαχύνθη, καὶ ἀπ‐

23

.

349

(50)

έστη ἀπὸ Θεοῦ τοῦ τρέφοντος αὐτόν. Διὸ, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου, ἡ σὰρξ παραδέδοται εἰς ὄλεθρον· ἧς τιμωρουμένης, ἐκτή‐ κεται ψυχὴ ἐξισχνουμένη δίκην ἀράχνης· διό φησι· Καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ· καὶ
55ἐπιλέγει· Πλὴν μάτην πᾶς ἄνθρωπος, πάλιν τὸν ἐν τῷ βίῳ τούτῳ εἰκῆ καὶ μάτην μοχθοῦντα καὶ κακο‐
παθοῦντα ταλανίζων.350 in vol. 23

23

.

352

Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, καὶ τῆς δεήσεώς μου· ἐνώτισαι τῶν δακρύων μου. Μὴ παρασιωπήσῃς, ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες
5μου. Ἐνταῦθα ὁμολογεῖ πάροικος εἶναι καὶ παρεπί‐ δημος· οἶδέ τε ἑτέραν ζωὴν ἀναψύξεως, ἧς τυχεῖν γλίχεται λέγων· Ἄνες μοι, ἵνα ἀναψύξω. Οὔκουν μάτην πάντα ἄνθρωπον πάροικον ἔλεγε, μετὰ κλαυ‐ θμοῦ δὲ καὶ δακρύων τὴν ἱκετηρίαν ἀναπέμπει, ἀκρι‐
10βῶς εἰδὼς, ὅτι Μακάριοι οἱ κλαίοντες, ὅτι γελά‐ σονται, καὶ, Μακάριοι οἱ πενθοῦντες, ὅτι παρα‐ κληθήσονται· καὶ τὰ κατορθώματα δὲ αὐτοῦ ὑπο‐ γράφει ἐπιλέγων· Ὅτι πάροικος ἐγώ εἰμι καὶ παρ‐ επίδημος, καθὼς πάντες οἱ πατέρες μου. Σπανίου
15δέ ἐστιν ἀνδρὸς τὸ δύνασθαι κατὰ μίμησιν τῶν θεοφι‐ λῶν πατέρων καὶ τῶν προφητῶν τοῦ Θεοῦ μὴ ὡς ἔνοικος, ἀλλ’ ὡς πάροικος τὴν πρόσκαιρον διαβιοῦν ζωήν· ἐφ’ ᾧ καὶ ὁ παρὼν ἐσεμνύνετο παροικίαν ἡγού‐ μενος καὶ ξενιτείαν τὸν ἀνθρώπινον βίον· Ἄνες μοι,
20ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι μὴ ὑπάρξω. Ἀνθ’ οὗ ὁ Σύμμαχός φησι· Ἀπόσχου μου, ἵνα μειδιάσω πρὶν ἀπελθεῖν με, καὶ μὴ ὑπάρχειν. Ἐὰν γὰρ ἐντεῦθεν, φησὶ, μὴ, μεταβαλὼν τὰ δάκρυα εἰς γέλωτα διὰ τὴν σὴν χάριν, μειδιάσω, καὶ ἐὰν μὴ
25ἐν τῷ παρόντι βίῳ ἀνῇς μοι τὸ ἁμάρτημα καὶ συγ‐ χωρήσῃς τὰ πεπραγμένα, ἵνα ἀναλάβω ἐμαυτὸν καὶ ἀναψύξω ἀπαλλαγεὶς τοῦ προσκαίρου βίου, οὐκ ἔστι καιρὸς μετανοίας. Μὴ τυχὼν δὲ ἀφέσεως οὐκέτι ὑπάρ‐ ξω ἐν τῇ παρὰ σοὶ ζωῇ· ἀπόβλητος δὲ γενόμενος,
30ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Διὸ ἐντεῦθεν ἱκετεύω λέγων· Μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ’ ἐμοῦ, καὶ ὁμοιω‐ θήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΔΑΥΙΔ ΛΘʹ.
35 Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. —Ἐπειδὴ ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Εἰκότως οὐχ ἁπλῶς ὁ δί‐ καιος ὑπομένει, ἀλλ’ ἐπιτείνων τὴν ἐλπίδα καὶ μὴ
40ἀπογινώσκων τὴν παρὰ Θεῷ σωτηρίαν, παραμένει τῇ ὑπομονῇ. Κἂν παραχρῆμα δεηθεὶς μὴ ὑπακουσθῇ, ὅμως ἐλπίζων ὑπομένει καὶ προσκαρτερεῖ ταῖς δεή‐ σεσι καὶ ταῖς προσευχαῖς. Εἰ δὲ καὶ ἐν σφάλματί ποτε γένοιτο, ὥσπερ ὁ Δαυῒδ, ὁμολογεῖ μὴ ἀγνοεῖν οἷα κα‐
45κῶν ἐλήλυθεν. Εἰ δὲ καὶ μετὰ ταῦτα ἀναλάβοι ἑαυ‐ τὸν τοῦ σφάλματος συνῃσθημένος, εὐχαριστήσει γνωρίζων ἀφ’ οἵου βάθους ταλαιπωρίας ἀνιμήσατο αὐτὸν ὁ τῆς ψυχῆς αὐτοῦ γενόμενος ἰατρὸς καὶ σωτήρ· διόπερ ἐρεῖ· Ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας

23

.

352

(50)

καὶ ἀπὸ πηλοῦ ἰλύος. Τούτου δὲ τεύξεται, ἐπειδή‐ περ ὑπομένων ὑπέμεινε τὸν Κύριον. Λάκκον δὲ τα‐ λαιπωρίας τὸ βάθος τῆς ἁμαρτίας, καὶ πηλὸν ἰλύος τὰς τοῦ πηλώδους σώματος ἡδυπαθείας, ἐν αἷς ὀλι‐ σθήσασα ψυχὴ βαπτίζεται καὶ ὥσπερ ἐν βυθῷ κατα‐
55ποντοῦται, οὐκ ἂν ἁμάρτοις εἰπών. Ὁ δὴ οὖν ἐκ τού‐ των ἀνακύψας, καὶ ὑπὸ τῆς δεξιᾶς τοῦ Σωτῆρος ἀν‐
ιμηθεὶς, εἶτα λοιπὸν ἐν καθαρῷ τῷ λόγῳ τὰς τῆς ψυχῆς352 in vol. 23

23

.

353

βάσεις στηρίξας, εὐλόγως ἐρεῖ· Καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος· καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύ‐ θυνε τὰ διαβήματά μου. Πέτραν δὲ πρὸς ἀντιδια‐
5στολὴν τοῦ στερεοῦ λόγου θεμέλιον ὀνομάζει, ἐφ’ ὃν ὁ βεβηκὼς φήσει· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμός; καὶ τὰ ἑξῆς. Οὐ μόνον δ’ ἔστησε τοὺς πόδας ἐπὶ τὴν πέτραν, ἀλλὰ καὶ βαδίζειν καὶ τρέχειν ἐπ’ αὐ‐
10τῆς διὰ τῆς τῶν καλῶν εὐδοκιμήσεως ποιεῖ· διὸ ἐπι‐ λέγει· Καὶ κατηύθυνε τὰ διαβήματά μου. Εἶτα ἀκολούθως, ὡς ἂν μεταβληθεὶς ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω, τὸ μὲν παλαιὸν ᾆσμα, δι’ οὗ ἀπεκλαύσατο τὰ ἐν τοῖς πρὸ τούτου ψαλμοῖς λελεγμένα, ἀποτίθε‐
15ται· ἀναλαμβάνει δὲ ᾆσμα καινὸν τοῦ σώσαντος αὐ‐ τὸν, καὶ ἐμβάλλοντος εἰς τὸ στόμα αὐτοῦ καινὸν ᾆσμα καὶ ὕμνον, ἀποδυσαμένου τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ἐνδυσαμένου δὲ τὸν νέον τὸν ἀνακαινούμενον κατ’ ἐπίγνωσιν τοῦ Θεοῦ. Εἶτα μετὰ
20πάντα ταῦτα ὑπόδειγμα πολλοῖς γίνεται, ὡς ἂν καὶ ἕτεροι, τὴν μεταβολὴν αὐτοῦ θεώμενοι, ἐλπίδας ἀγα‐ θὰς ἀναλάβοιεν, καὶ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω ποιήσαιντο μεταβολήν· διό φησιν· Ὄψονται πολλοὶ καὶ φοβηθήσονται, καὶ ἐλπιοῦσιν ἐπὶ Κύ‐
25ριον. Τί δὲ ὄψονται; Αὐτὸ τοῦτο, φησὶν, ὡς εἰς βά‐ θος ἐλήλυθα κακῶν, καὶ εἰς τὸν λάκκον καὶ τὸν πηλὸν τῆς ἰλύος· κἀκεῖθεν Θεοῦ χάριτι ἀνελκυσθεὶς, ἐπὶ τὴν πέτραν ἔστην καὶ κατηυθύνθη τὰ διαβήματά μου, καὶ ᾄσματος κατηξιώθην καινοῦ. Ταῦτα γὰρ οἱ πολ‐
30λοὶ θεασάμενοι φόβον Θεοῦ, περὶ οὗ λέλεκται, Ἀρχὴ σοφίας φόβος Θεοῦ, ἀναλήψονται, καὶ τὴν ὁμοίαν ἑαυτοῖς ὑπογράψουσιν ἐλπίδα. Μακάριος ἀνὴρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς. Ὁ διὰ πείρας ἐλθὼν τῆς τοῦ Θεοῦ
35χάριτος τοῖς πᾶσι κηρύττει τὰς εἰς αὐτὸν γενομένας εὐεργεσίας, προφέρει τε καθολικὴν ἀπόφασιν ἐκ τῶν περὶ αὐτὸν συμβάντων, διδάσκων, ὅτι πᾶσι δυνατὸν ἀνθρώποις τῶν ὁμοίων αὐτῷ τυχεῖν. Οὐ γὰρ ἐγὼ, φησὶ, μόνος, τοιούτων ἀξιωθεὶς, εἴην ἂν μακάριος·
40ἔκκειται δὲ τοῖς πᾶσιν ἡ αὐτὴ ὁδὸς, καὶ οὐ τισὶ μὲν, τισὶ δὲ οὔ. Πᾶς οὖν ὁ τὴν ἐλπίδα αὐτοῦ ἐπὶ τὸν Θεὸν ἀναθήσας οὐκ ἀποπεσεῖται τοῦ μακαρισμοῦ, οὗ καὶ αὐτὸς κατηξιώθην. Ματαιότης δὲ καὶ μανίαι ψευδεῖς πᾶσαι αἱ περὶ τὰ πρόσκαιρα καὶ μάταια τυγχάνουσι
45σπουδαί· ἐπείπερ Ματαιότης ματαιοτήτων, τὰ πάν‐ τα ματαιότης· καὶ διὰ τῶν ἔμπροσθεν ἐλέγετο· Πλὴν τὰ πάντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· καὶ πάλιν· Πλὴν μάτην ταράσσονται. Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει ταῦτα. Μανίαι δὲ

23

.

353

(50)

ψευδεῖς αἱ εἰς κενὸν καὶ μάταιον σπουδαζόμεναι τοῖς πολλοῖς φροντίδες. Ὥσπερ οὖν μανία σώφρων ἡ τοῦ παρόντος βίου κατεξανάστασις, δι’ ἣν καὶ ἐξεστῶτες ἐνομίζοντο τοῖς πολλοῖς οἱ τοῦ Θεοῦ προφῆται. Σε‐ μνύνεται δ’ ἐπὶ τῇ τοιαύτῃ ἐκστάσει λέγων ὁ δίκαιος·
55Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρω‐ πος ψεύστης· καὶ ὁ Ἀπόστολος δὲ τοῦτο πεπονθὼς ἔλεγεν· Εἴτε γὰρ ἐξέστημεν Θεῷ, εἴτε σωφρονοῦ‐
μεν ὑμῖν.354 in vol. 23

23

.

356

Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυ‐ μάσιά σου. Ὁ τὴν πολυποίκιλον τοῦ Θεοῦ σοφίαν κα‐ τανενοηκὼς ἔν τε τοῖς καθόλου κτίσμασι καὶ τοῖς κα‐ τὰ μέρος, τοῖς τε αἰσθητοῖς καὶ τοῖς κατὰ διάνοιαν
5θεωρουμένοις, εἰς ἔκπληξιν ἐλθὼν τῆς ὑπερμεγέθους δυνάμεως τοῦ τῶν ὅλων Θεοῦ, εἴποι ἄν· Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου. Ἀλλὰ καὶ τοὺς λόγους ἐξετάσας τῆς καθόλου προνοίας, καθ’ οὓς τὰ σύμπαντα διοικεῖ, κἄπειτα εὑ‐
10ρὼν αὐτοὺς ἀκαταλήπτους, προσθήσει λέγων· Καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι. Οἷος ἦν ὁ λέγων· Ὢ βάθους πλούτου καὶ σο‐ φίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!
15Ἐν δὲ τοῖς προκειμένοις ὁ Δαυῒδ κατὰ καιρὸν ταύτας προηνέγκατο τὰς φωνὰς, ἔργῳ μαθὼν, ὡς καινῷ τινι τρόπῳ σέσωσται τῷ δι’ ὑπακοῆς τῶν θείων λογίων. Πάλαι μὲν γὰρ διὰ Μωϋσέως θυσίαι καὶ ὁλόκαυτοι ἀναφοραὶ προσετάττοντο ὑπὲρ ἁμαρτιῶν προσφέρε‐
20σθαι· νυνὶ δὲ καινὸς παραδίδοται τρόπος σωτηρίας, ὁ δίχα θυσιῶν καὶ ὁλοκαυτωμάτων. Διδάσκει δὲ καὶ ὡς ἔστι μυρία σωτηρίας φάρμακα, ἅπερ ἡ τοῦ Θεοῦ χά‐ ρις τοῖς ἀνθρώποις ἐδωρήσατο. Οὐκ ἔστι τε κατ’ ἀξίαν εἰπεῖν, οὐδὲ διανοίᾳ περιλαβεῖν τῶν τοῦ Θεοῦ διαλο‐
25γισμῶν τὸ πλῆθος. Ὁ δὲ Σύμμαχος, Πάμπολλα, φη‐ σὶν, ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ τεράστιά σου, καὶ τοὺς διαλογισμούς σου τοὺς ὑπὲρ ἡμῶν οὐκ ἔστιν ἐκθέσθαι ἐπὶ σοῦ. Εἶτα ἀντὶ τοῦ· Ἀπήγ‐ γειλα καὶ ἐλάλησα, ἐπληθύνθησαν ὑπὲρ ἄμμον,
30πάλιν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἐὰν ἀπαγγέλλων καταγγέλλω, πλείω ἐστὶ τοῦ δι‐ ηγηθῆναι. Ἐκ μέρους μὲν γὰρ, φησὶ, γινώσκο‐ μεν, καὶ ἐκ μέρους προφητεύομεν. Τά γε μὴν πάντα ἀναρίθμητα καὶ ἀκατάληπτα τυγχάνει τὰ θαυ‐
35μάσιά σου· πλὴν ἐν οἷς κατέλαβον καὶ τοῦθ’ εὗρον, ὅτι κατὰ τὸν παρόντα καιρὸν τὰς παρὰ Μωϋσεῖ θυ‐ σίας καὶ προσφορὰς οὐκ ἠθέλησας· ἀντὶ δ’ ἐκείνων τὰ ὦτά μου καὶ τὴν ὑπακοὴν τῶν σῶν λογίων κατηρ‐ τίσω· καὶ ἀντὶ ὁλοκαυτωμάτων καὶ τῶν περὶ ἁμαρ‐
40τίας θυσιῶν αὐτὸς ἐμαυτὸν προσήγαγόν σοι. Διό φη‐ σιν· Ἰδοὺ ἥκω κληθεὶς ὑπὸ σοῦ, καὶ προθυμότατα ὑπακούσας. Ἥκω δὲ σπεύσας τοῦ ποιῆσαι τὸ θέλημά σου· τοῦτο γὰρ ἀντὶ πάσης ὁλοκαύτου θυσίας πέ‐ πεισμαί σε ἀποδέχεσθαι. Καὶ τοῦτο δὲ ἐν κεφαλίδι
45βιβλίου γέγραπται περὶ ἐμοῦ· τοῦτο δὲ ποῖον ἢ τὸ προτιμῆσαι τὸ θέλημά σου θυσιῶν καὶ ὁλοκαυτωμά‐ των; καὶ τὸ ποιῆσαι τὸν νόμον σου οὐ κατὰ τὴν πρό‐ χειρον λέξιν, οὐδὲ ὁμοίως τοῖς πολλοῖς τὰ παρὰ Μωϋ‐ σεῖ παρηγγελμένα φυλάττοντας· ἐν μέσῳ δὲ τῆς

23

.

356

(50)

κοιλίας μου· ἢ κατὰ τὸν Σύμμαχον· Προεθυμήθην τὸν νόμον σου ἔνδοθεν τῶν ἐγκάτων μου. Εἰ γάρ τίς ἐστι κοιλία ψυχῆς, τροπικῶς οὕτως ὀνομαζομένη, περὶ ἧς ἐν Εὐαγγελίοις λέλεκται· Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλο‐
55μένου εἰς ζωὴν αἰώνιον· ἐν τούτῳ τῷ ἀποῤῥήτῳ καὶ ἀποκρύφῳ τῆς ψυχῆς ταμείῳ τὸν νόμον σου, φη‐
σὶν, ἐβουλήθην ποιῆσαι, καὶ περὶ θυσιῶν καὶ ὁλο‐356 in vol. 23

23

.

357

καυτωμάτων ἐντολὰς πνευματικῶς καὶ κατὰ διάνοιαν ἐπιτελέσαι. Ταῦτα γὰρ ἔγνων σοι φίλα, καὶ πολλῷ κρείττονα τῶν σωματικῶς Ἰουδαίοις παραδεδομένων. Εὐηγγελισάμην δικαιοσύνην ἐν Ἐκκλησίᾳ με‐
5γάλῃ, ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω· Κύριε, σὺ ἔγνως. Τὴν δικαιοσύνην μου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου· τὴν ἀλήθειάν σου καὶ τὸ σωτή‐ ριόν σου εἶπα. Ἀλήθειαν δὲ τὴν ἀντιδιαστελλομένην τῇ σκιᾷ. Νοήσεις δὲ καὶ οὕτως· Ὡς ὁ μακάριος Δαυῒδ
10ὑπισχνεῖται ἐν Ἐκκλησίᾳ μεγάλῃ τῇ κατὰ πᾶσαν τὴν οἰκουμένην ὑπὸ τῆς θείας χάριτος συλλεγείσῃ τὴν τοῦ Θεοῦ δικαιοσύνην κηρύττειν, καὶ τὴν τῆς προφητείας ἀλήθειαν, καὶ τὴν ἀξιάγαστον σωτηρίαν, καὶ τὸν ἀμέ‐ τρητον ἔλεον καὶ αὐτῶν δὲ τῶν πιστῶν ὁ σύλλογος
15εἴποι ἂν ταῦτα ὑπισχνούμενος τὴν ὑπὲρ τῆς σωτη‐ ρίας ἀντίδοσιν δώσειν, τῷ συντρέχειν εἰς Ἐκκλησίαν καὶ τὰ χείλη κινεῖν εἰς ὑμνῳδίαν, καὶ τοῦ Θεοῦ τὴν δικαίαν κρίσιν ἀνακηρύττειν, καὶ τὴν ἄῤῥητον διεξιέ‐ ναι κηδεμονίαν, καὶ τῶν προφητικῶν ὑποσχέσεων
20ὑποδεικνύναι τὸ ἀληθές. Σὺ δὲ, Κύριε, μὴ μακρύ‐ νῃς τοὺς οἰκτιρμούς σου ἀπ’ ἐμοῦ· τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου. Καὶ τυχοῦσα τῆς σωτηρίας ἡ τοῦ Θεοῦ Ἐκκλησία, δεῖται πάλιν τῆς αὐτῆς προμηθείας διὰ τὰς παντοδα‐
25πὰς τῶν ἀνθρώπων καὶ δαιμόνων ἐπαναστάσεις, ὧν ἐν τοῖς ἑξῆς τὴν μνήμην πεποίηται. Ὅτι περιέσχον με κακὰ ὧν οὐκ ἔστιν ἀριθμός· κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν. Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς
30μου, καὶ ἡ καρδία μου ἐγκατέλιπέ με. Μηδεὶς δὲ ἀνάρμοστα ἡγείσθω τὰ εἰρημένα τοῖς ἡρμηνευμένοις. Καὶ γὰρ οἱ τρεῖς παῖδες, τῆς ἄκρας ἀρετῆς ἐπειλημ‐ μένοι, καὶ τὸν νικηφόρον ἀναδησάμενοι στέφανον, ἐν τῇ καμίνῳ προσευχόμενοι ἔλεγον· Ἡμάρτομεν, ἠνο‐
35μήσαμεν, ἠδικήσαμεν, καὶ ἀπέστημεν ἀπὸ τῶν ἐντολῶν σου, καὶ οὐκ ἐφυλάξαμεν τὰ δικαιώματά σου. Οὕτως ὁ θαυμάσιος Δανιὴλ, οὕτως ὁ θεσπέσιος Ἱερεμίας, οὕτως ὁ θεῖος Ἡσαΐας, οὕτως ὁ σοφώτα‐ τος Παῦλος· Χριστὸς γὰρ, φησὶν, εἰσῆλθεν εἰς τὸν
40κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· καὶ πάλιν· Οὐκ εἰμὶ ἄξιος καλεῖσθαι ἀπόστολος. Οὕτω τοίνυν κἀνταῦθα ταῖς παρὰ τῶν δυσσεβῶν τρι‐ κυμίαις βαλλομένη ἡ τοῦ Θεοῦ Ἐκκλησία οὐ μέγα φρονεῖ, ὡς ἀγωνιζομένη, ἀλλ’ ἁμαρτίαις καὶ πλημμε‐
45λείαις ἀνατίθησι τὰ γενόμενα, καὶ τῆς παρὰ τοῦ Σω‐ τῆρος ἐπικουρίας ἀπολαῦσαι παρακαλεῖ. Ἄλλως τε, οὐδ’ ἐκ τελείων ἅπασα συνέστηκεν ἡ τοῦ Θεοῦ Ἐκ‐ κλησία, ἀλλ’ ἔχει καὶ τοὺς ῥᾳστώνῃ συζῶντας, καὶ τὸν ἀνειμένον βίον ἀσπαζομένους, καὶ ἡδοναῖς δου‐

23

.

357

(50)

λεύειν αἱρουμένους. Καὶ ἐπειδὴ ἕν ἐστι σῶμα, ὡς ἐξ ἑνὸς προσώπου καὶ ταῦτα κἀκεῖνα προσφέρεται. Νοήσεις καὶ οὕτως· Ἐπεὶ οὐ δεῖ μακαρίζειν ἄν‐ θρωπον πρὸ τελευτῆς αὐτοῦ, εἰκότως ὁ μὲν ἀπόστο‐ λος, καίπερ ἀπόστολος ὢν καὶ κλητὸς καὶ ἐκλεκτὸς
55Χριστοῦ Ἰησοῦ, ὅμως οὐκ ὀκνεῖ λέγειν· Ὑποπιέζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως, ἄλλοις κη‐
ρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Τὸ αὐτὸ δὲ καὶ ὁ358 in vol. 23

23

.

360

Δαυῒδ εἰ καὶ ἐν πολλοῖς ἐνδειξάμενος, ἔτυχεν ὑπ‐ ηκόου τοῦ Θεοῦ, ἠλευθέρωτό τε ἐκ λάκκου ταλαιπω‐ ρίας καὶ ἀπὸ πηλοῦ ἰλύος· ἐν ἀσφαλεῖ τε ἤδη λοιπὸν ἑστήκει, ὡς ἂν ἐπὶ πέτραν τοὺς πόδας ἐρηρεισμένος,
5καὶ ᾄσματος καινοῦ ἠξιωμένος τοῦ περὶ θυσιῶν ἀλη‐ θοῦς λόγου, τουτέστι τοῦ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ μεγάλῃ εὐηγγελισμένου κηρύγματος· τοῦτο γὰρ ἦν τὸ καινὸν ᾆσμα, οὗ χάριν ἀνωτέρω ἔλεγε· Καὶ ἐν‐ έβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν· ὅμως δ’ οὖν,
10τοσούτων τετυχηκὼς, διὰ τὸ σαθρὸν τῆς ἐν ἀνθρώ‐ ποις ζωῆς ἐπαναλαμβάνει τοὺς τῆς ἱκετηρίας λόγους, ἀντιβολεῖ τε καὶ δέεται φυλάττεσθαι ὑπὸ τῆς χάριτος καὶ τοῦ ἐλέου τοῦ Θεοῦ. Ἀνεπεμπάζετο γὰρ διὰ τούτων καὶ ἀνεπόλα τὰ πρότερον αὐτῷ συμβεβηκότα κακά.
15Ἡ γοῦν μνήμη τῶν παλαιῶν κακῶν, φυλακτικωτέ‐ ρους ἡμᾶς ἀπεργάζεται πρὸς τὸ μὴ αὖθις τοῖς αὐ‐ τοῖς περιπεσεῖν· ἀλλὰ καὶ τῆς μεταβολῆς τῆς ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω ἡ ἀνάμνησις εὐχαρίστους ἡμᾶς ἀπεργάζεται καὶ συντεταμένους μᾶλλον εἰς
20προσοχήν. Εἰκότως τοίνυν ἐπαναλαμβάνει τὴν τῶν προτέρων αὐτοῦ ἀνομιῶν μνήμην, διδάσκει τε, ὡς τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς καιρῷ τινι συνεκάλυψαν αἱ ἀνομίαι αὐτοῦ, δίκην ἀχλύος τῷ τῆς διανοίας βλεπτικῷ ἐπιχυθεῖσαι. Τὰ δὲ λοιπὰ τοῖς προειρημένοις ἀκολούθως· Εὐδό‐ κησον, Κύριε, τοῦ ῥύσασθαί με· Κύριε, εἰς τὸ
25βοηθῆσαί μοι πρόσχες. Καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν. Ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ θέλοντές μοι κακά. Κο‐ μισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέ‐
30γοντές μοι· Εὖγε, εὖγε. Ἔτι καὶ νῦν αἴσθεται πολ‐ λῶν περὶ αὐτὸν ἐχθρῶν ἐπικειμένων τῇ αὐτοῦ ψυχῇ, καὶ περὶ τούτων τὴν προκειμένην εὐχὴν ἀναπέμπει. Οὐ γὰρ παύονται διαφθονούμενοι καὶ τοῖς ἤδη τελείοις καὶ βεβηκόσιν ἐπὶ τὴν πέτραν. Διὸ ῥυσθῆναι ἀπὸ τῶν
35εἰρημένων ἀξιοῖ, κἀκείνους μὲν καταισχυνθῆναι καὶ ἐντραπῆναι τοὺς ἐκζητοῦντας αὐτοῦ τὴν ψυχὴν τοῦ ἐξᾶραι αὐτήν· αὐτὸν δὲ περιφράττεσθαι ὑπὸ τῆς αὐ‐ τοῦ δεξιᾶς. Ἐντρέπονται δὲ καὶ ἀσχημονοῦσιν (οὕτως γὰρ ἐξέδωκεν ὁ Σύμμαχος) οἱ ζητοῦντες τὴν ψυχὴν
40τοῦ δικαίου, ἐπειδὰν, πᾶσαν κατ’ αὐτοῦ μηχανὴν ἐπι‐ νοήσαντες, ἄπρακτοι γένωνται· εἶθ’ ὡς μηδὲν δεδυ‐ νημένοι ἀπογνόντες ἀπαλλάττονται, αἰσχύνην κατα‐ χεάμενοι. Διὸ μετὰ τὸ ἀσχημονῆσαι αὐτοὺς, καται‐ σχυνθῆναί τε καὶ ἐντραπῆναι ἐπιλέγει· Ἀποστρα‐
45φείησαν εἰς τὰ ὀπίσω, καὶ ἐντραπείησαν οἱ θέλον‐ τες τὰ κακά μοι. Μηδὲν γὰρ δεδυνημένοι, καὶ μὴ κατελπίσαντες περιγενήσεσθαι, ἀποστρέφονται καὶ ἀπαλλάττονται εἰς τὰ ὀπίσω· εἶτ’ ἀπαλλαγέντες καὶ μακρὰν γενόμενοι, τἀπίχειρα τῆς αὑτῶν ἀπολήψονται

23

.

360

(50)

κακίας· διὸ μετὰ ταῦτα λέλεκται· Κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι· Εὖγε, εὖγε. Ἀνθ’ οὗ ὁ Ἀκύλας ἡρμήνευσεν· Ἀὰ, ἀὰ, αὐτῇ συγχρησάμενος οὕτως ἐχούσῃ τῇ Ἑβραϊκῇ φωνῇ. Ἔστι δὲ αὕτη σχετλιαστικὴ τῶν ἤδη νενικημέ‐
55νων καὶ εἰς τὰ ὀπίσω κεχωρηκότων, καὶ τὴν ἑαυτῶν αἰσχύνην ἀπειληφότων. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα καὶ τὸν Σύμμαχον φήσαντα· Οἱ λέγοντες περὶ ἐμοῦ·
Εὖγε, εὖγε, τάχα ποτὲ οἱ ἐχθροὶ τοῦ δικαίου πολλὰς360 in vol. 23

23

.

361

ἐπιβουλὰς ἐπινοοῦντες κατ’ αὐτοῦ, ἐφ’ ἑκάστῃ προσδοκῶντες περιγενήσεσθαι, ἔλεγον. Εὖγε, εὖγε. Ἀλλὰ πολ‐ λάκις τοῦτο, φησὶν, εἰρηκότες, διὰ τὴν σὴν χάριν ἀπαλλαττέσθωσαν ἤδη ποτὲ, τὴν ἑαυτῶν κομισάμενοι αἰσχύνην. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ Μʹ. Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν
5ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Κύριος διαφυλάξαι αὐτὸν καὶ ζωώσαι αὐτὸν, καὶ μακα‐ ρίσαι αὐτὸν ἐν τῇ γῇ, καὶ μὴ παραδῷ αὐτὸν εἰς ψυχὴν ἐχθρῶν αὐτοῦ. Κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ, ὅλην τὴν κοίτην αὐτοῦ
10ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ. Προιὼν ἑξῆς ὁ λόγος ἐπιφέρει· Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμε‐ γάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν. Ταῦτα δὲ ἀναγέγρα‐ πται ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐν τῷ κατὰ Ἰωάν‐
15νην Εὐαγγελίῳ ὡς ἐξ οἰκείου προσώπου εἰρηκὼς ἐν τῇ πρὸς τοὺς μαθητὰς ὁμιλίᾳ· δι’ ὧν ἔφασκεν· Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν· Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε
20ὅταν ποιεῖτε αὐτά. Οὐ περὶ πάντων ὑμῖν λέ‐ γω· ἐγὼ οἶδα οὓς ἐξελεξάμην· ἀλλ’ ἵνα ἡ Γραφὴ πληρωθῇ· Ὁ τρώγων μου τὸν ἄρτον ἐπῆρεν ἐπ’ ἐμὲ πτέρναν αὐτοῦ. Ἄλλη δὲ Γραφὴ τοῦτο φήσασα οὐχ εὑρίσκεται, μόνη δὲ ἡ παροῦσα, δι’ ἧς εἴρηται·
25Ὁ ἐσθίων ἄρτον μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερ‐ νισμόν. Ὥρα τοιγαροῦν εἰς τὸ αὐτοῦ πρόσωπον τὰ ἐμφερόμενα τῷ ψαλμῷ ὡς ἂν προφητικῶς εἰρημένα ἐκλαβεῖν. Διὸ καὶ εἰς τὸ τέλος ἐπιγέγραπται, ἀνα‐ πέμποντα ἡμᾶς ἤτοι ἐπὶ τὴν συντέλειαν τοῦ αἰῶνος
30καθ’ ἣν ἐπληροῦτο τὰ ἀναγεγραμμένα, ἢ ἐπὶ τὰ τε‐ λευταῖα τῶν διὰ τοῦ ψαλμοῦ δηλουμένων. Εἰ μὲν οὖν ἐπὶ τοῦ Σωτῆρος ἀναφέροιτο τὰ προκείμενα, εἴποις ἂν μακαρίζεσθαι τὸν δυνάμενον συνιέναι δι’ ἣν αἰτίαν ἀνείληφε δι’ ἡμᾶς πτωχείαν. Ἔτι γὰρ πλούσιος ὢν,
35δι’ ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτω‐ χείᾳ πλουτήσωμεν· Ἐν μορφῇ τε Θεοῦ ὑπάρχων ἐκένωσεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν, σαφῶς ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος. Καὶ ἄλλος δ’ ἄν τις συν‐ ήσει ἐπὶ πτωχὸν καὶ πένητα, ἀκούων αὐτοῦ λέγοντος
40ἐν Εὐαγγελίοις· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐπο‐ τίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με·
45γυμνὸς, καὶ περιεβάλετέ με· ἠσθένουν, καὶ ἐπ‐ εσκέψασθε· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρὸς μέ· οἷς ἐπιλέγει· Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τῶν τούτων τῶν ἐλαχίστων τῶν ἀδελφῶν μου, ἐμοὶ ἐποιήσατε. Καὶ οὕτως οὖν μακάριος ἀληθῶς ὁ συνιὼν ἐπὶ τὸν

23

.

361

(50)

οὕτως ἀποδοθέντα πτωχὸν καὶ πένητα. Εἰ δὲ καὶ ἐπὶ τὸν Δαυῒδ ἀναφέροιτο τὰ λελεγμένα, εἴποις ἂν ἀκο‐ λούθως τῷ πρὸ τούτου ψαλμῷ ταῦτα συνῆφθαι. Ἐπεὶ γὰρ πρὸς τοῖς τελευταίοις τοῦ λθʹ ἐλέγετο ἐκ προσ‐ ώπου τοῦ Δαυΐδ· Ἐγὼ δὲ πένης εἰμὶ καὶ πτωχός·
55ταῦτα δ’ ἔλεγεν ὁ τοσοῦτος βασιλεύς, ὁ τὸν ἄφατον πλοῦτον συναγηοχὼς εἰς τὴν παρασκευὴν τοῦ μετὰ
ταῦτα ἐγηγερμένου διὰ Σολομῶνος ναοῦ, σμικρύνων362 in vol. 23

23

.

364

ἑαυτὸν καὶ ταπεινῶν, καὶ τῇ ψυχῇ μετριοφρονῶν, καὶ ἀληθῶς τῇ διαθέσει πτωχεύων· τούτου χάριν ἐπι‐ συνῆπται ὁ παρὼν ψαλμὸς, μακαρίζων τοῦ συνιέντος ἐπὶ τὸν οὕτω πτωχόν. Τὸ δὲ, πένητα, οὔτε ἐν τῷ
5Ἑβραϊκῷ, οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς ἐμφέ‐ ρεται. Καὶ κατὰ τετάρτην διάνοιαν εἴποι τις ἂν γνω‐ μονικὸν εἶναι τὸν λόγον καὶ παραινετικὸν φιλανθρω‐ πίας καὶ φιλοπτωχίας. Προσήκει γὰρ ἐπὶ τῶν κοινό‐ τερον λεγομένων πτωχῶν συμπαθητικοὺς εἶναι καὶ
10μεταδοτικοὺς, συνιέντας, ὡς ὁ κρίνων αὐτοὺς πτω‐ χεύειν Θεὸς εἰς ταύτην αὐτοὺς ἤγαγε τὴν κατάστασιν· ὁμοῦ μὲν καὶ αὐτοὺς γυμνάζων διὰ τῆς πτωχείας, ὁμοῦ δὲ καὶ τοὺς ἐν περιουσίᾳ βίου καρποὺς τῆς ἑαυ‐ τῶν προαιρέσεως παρέχειν διὰ τῆς εἰς τοὺς ἐνδεεῖς
15κοινωνίας βεβουλημένος. Πειράζεται γοῦν ὁ πλούσιος διὰ τοῦ πένητος, εἴτε τις ἀνηλεὴς καὶ ἀσυμπάθητος, καὶ ἄσπλαγχνος εἴη, εἴτε φιλάνθρωπος καὶ ἐλεημο‐ νικός. Διὸ πολὺς ὁ περὶ τῶν πενήτων καὶ πτωχῶν λόγος ἐν τοῖς θείοις παραγγέλμασι. Καὶ κατὰ πέμ‐
20πτην δὲ διάνοιαν ἄλλο τάγμα πτωχῶν εὕροις ἂν, τὸ ὑπὸ τοῦ Σωτῆρος μακαριζόμενον κατὰ τό· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασι‐ λεία τῶν οὐρανῶν· ἐν οἷς τοὺς κατὰ Θεὸν φιλοσο‐ φοῦντας, καὶ τὴν ἔνθεον ἄσκησιν πτωχεύοντας ὁ Σω‐
25τὴρ ἐμακάριζεν· οἳ ἦσαν οἱ αὐτοῦ μαθηταὶ καὶ ἀπό‐ στολοι. Μακάριος οὖν ὁ συνιὼν ἐπὶ πτωχὸν, ἐπὶ τὸν οὕτω πτωχὸν καὶ πένητα· τῆς ἀγαθῆς ταύτης καὶ τρισμακαρίας συνέσεως καρπὸν λήψεται τὸν ἑξῆς εἰρημένον· Ἐν ἡμέρᾳ γὰρ πονηρᾷ ῥύσεται αὐτὸν
30ὁ Κύριος· ἣ κατὰ τὸν Σύμμαχον, Ἐν ἡμέρᾳ κακώ‐ σεως. Εἰ γὰρ γένοιτό τις πειρασμὸς, ἢ περιπέσοι ποτὲ συμφορᾷ καὶ περιστάσει, ὥσπερ αὐτὸς συνῆκεν ἐπὶ πτωχὸν καὶ πένητα, οὕτω καὶ αὐτοῦ εὐκαίρως συνήσει ὁ Κύριος, μετρῶν αὐτῷ τὸ ἴσον μέτρον ᾧ
35ἐμέτρησεν. Κύριος φυλάξαι αὐτὸν καὶ ζήσαι αὐτόν. Ἀλλὰ καὶ φυλάξει αὐτὸν καὶ ζῆσαι ποιήσει αὐτόν· ἢ κατὰ τὸν Σύμμαχον· Φυλάξει αὐτὸν, καὶ περισώσει αὐ‐ τόν. Καὶ τρίτον δὲ αὐτῷ παρέξει, μακαρίσει αὐτὸν
40ἐν τῇ γῇ· ἢ κατὰ τὸν Σύμμαχον, Μακαριστὸς ἔσται ἐν τῇ γῇ. Ὡς ἔτι γὰρ ἐν τῇ γῇ ταύτῃ τυγχάνει, τῆς παρὰ τοῦ Θεοῦ μακαριότητος τεύξεται, μενόντων αὐ‐ τὸν τῶν μετὰ ταῦτα ἐπηγγελμένων οὐρανίων ἀγα‐ θῶν. Τούτοις ἐπιλέγει· Καὶ μὴ παραδῷ αὐτὸν εἰς
45χεῖρας ἐχθρῶν αὐτοῦ· ἀνθ’ οὗ ὁ Σύμμαχός φησι· Καὶ οὐκ ἐκδώσει αὐτὸν εἰς ψυχὰς ἐχθρῶν. Ἰστέον δὲ, ὡς τό· Ἐγὼ εἶπα, Κύριε, ἐλέησόν με, τινὲς ἐκ προσώπου τοῦ Δαυῒδ εἰρῆσθαί φασιν· ἢ παρεμβεβλημένον ἐν τῷ μέσῳ, ἢ ἕως ἐκεῖ περιγρά‐

23

.

364

(50)

φοντες τὰ λεγόμενα ὑπ’ αὐτοῦ.
52 Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν. Κατὰ δὲ τὸν Σύμμαχον· Ἀλλὰ
55καὶ ἄνθρωπος ὃς εἰρήνευέ μοι, φησὶν, ᾧ ἐπεποί‐ θειν, συνεσθίων μοι ἄρτον ἐμὸν, κατεμεγαλύνθη
μου ἀκολουθῶν· ἢ κατὰ τὸν Ἀκύλαν· Κατεμεγα‐364 in vol. 23

23

.

365

λύνθη μου πτέρνᾳ. Τῆς δὲ τοῦ Σωτῆρος εἰρήνης ἦν ἄνθρωπος ὁ Ἰούδας, ἀκούσας καὶ αὐτὸς μετὰ τῶν λοιπῶν μαθητῶν τοῦ Σωτῆρος λέγοντος· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι
5ὑμῖν. Ἀλλὰ καί· Ἐφ’ ὃν ἤλπισα, φησί· ἢ κατὰ τὸν Ἀκύλαν, ἐπεποίθησα, ἢ κατὰ τὸν Σύμμαχον, ἐπεποίθειν· ἐπειδήπερ καὶ αὐτῷ ὁμοίως τοῖς λοιποῖς ἀποστόλοις τῶν ἴσων μετεδίδου χαρισμάτων. Ἐπ‐ εποίθει δὲ ἐπ’ αὐτῷ ὁ Σωτὴρ, καὶ ἀγαθὰς εἶχεν ἐλπί‐
10δας ἐπ’ αὐτῷ, διὰ τὸ καὶ ἐπ’ αὐτῷ αὐτεξούσιον. Οὐ γὰρ ἦν φύσεως ἀδυνάτου σώζεσθαι ὁ Ἰούδας· ἀλλ’ οἷός τε ἦν, θελήσας, ὁμοίως τοῖς λοιποῖς ἀποστόλοις μαθητευθῆναι τῷ Υἱῷ τοῦ Θεοῦ, καὶ καλὸς καὶ ἀγα‐ θὸς μαθητὴς ἀποτελεῖσθαι· συνέστιος δὲ ὢν τῷ Διδα‐
15σκάλῳ, οὐ τὸν κοινὸν ἄρτον αὐτῷ μόνον συνήσθιεν, ἀλλὰ καὶ τοῦ τῆς ψυχῆς θρεπτικοῦ μεταλαμβάνειν ἠξιοῦτο· περὶ οὗ ἔλεγεν ὁ Σωτήρ· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τοῖς ἀνθρώποις. Οὗτος οὖν ὁ τοσούτων ἠξιωμένος τὴν
20πτέρναν αὐτοῦ ὥσπερ λὰξ ἐντείνων κατὰ τοῦ Σωτῆ‐ ρος ἐπῆρε· διὸ λέλεκται· Ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν. Ἀντὶ δὲ τοῦ, πτερνισμὸν, παρὰ τοῖς Ἑβδομήκοντα εἰρημένον, ἡ Ἑβραϊκὴ ἀνάγνωσις πτέρ‐ ναν περιέχει. Οὕτως οὖν δουλεύσας τῷ Ἑβραϊκῷ ὁ
25Ἀκύλας ἐξέδωκεν. Ὅθεν καὶ ὁ εὐαγγελιστὴς Ἰωάν‐ νης, ὡς ἂν Ἑβραῖος ἐξ Ἑβραίων, τὸν Σωτῆρα, οὐ πτερνισμὸν, ἀλλὰ καὶ πτέρναν ὠνομακέναι ἐμνημό‐ νευσεν. Εἰς τό· Ἐμοῦ διὰ τὴν ἀκακίαν ἀντελάβου·
30κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον, διὰ τὴν ἁπλότητα· ἐπειδήπερ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος ἄφωνος, οὕτως οὐκ ἀνοίγων τὸ στόμα· καὶ, Λοιδορούμενος οὐκ ἀντελοιδόρει· πάσχων οὐκ ἠπείλει· τὴν ἄκραν δὲ
35ἀνεξικακίαν ἐνδεικνύμενος ἐν τῷ κατηγορεῖσθαι ἐσιώπα, ψευδομαρτυρούμενός τε οὐδὲν ἀπεκρίνατο· ἀλλὰ καὶ τὸν νῶτον αὐτοῦ δέδωκεν εἰς μάστιγας καὶ τὰς σιαγόνας εἰς ῥαπίσματα· τὸ δὲ πρόσωπον οὐκ ἀπέστρεψεν ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. Διό φησιν·
40Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίω‐ σάς με ἐνώπιόν σου εἰς αἰῶνα. Τούτοις πᾶσιν ἐπὶ τέλει τὸ προφητικὸν πνεῦμα εὐχαριστήριον φωνὴν ἀναπέμπει τῷ Θεῷ λέγον· Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα·
45γένοιτο, γένοιτο· ἢ κατὰ τὸν Ἀκύλαν, πεπιστω‐ μένως, πεπιστωμένως· κατὰ δὲ τὸν Σύμμαχον· Ἀμὴν, ἀμήν· ἔνθεν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐν τοῖς ἑαυτοῦ διαλόγοις εἰς πίστωσιν τῶν ὑπ’ αὐτοῦ λεγομένων παραλαμβάνειν εἴωθε τό· Ἀμὴν λέγω

23

.

365

(50)

ὑμῖν· οὗ τὴν διάνοιαν σαφέστερον ἡρμήνευσεν ὁ Ἀκύλας εἰπὼν, πεπιστωμένως, πεπιστωμένως. Ἀλλὰ γὰρ διῃρημένης τῆς ὅλης βίβλου τῶν ψαλ‐ μῶν εἰς πέντε μέρη, τὸ πρῶτον μέρος ἐνταῦθα περι‐ γράφεται, ἀρχόμενον μὲν ἀπὸ τοῦ αʹ ψαλμοῦ, τελευ‐
55τῶν δὲ εἰς τὸν μετὰ χεῖρας. Ὥρα δὴ οὖν μεταβῆναι ἐπὶ τὸ δεύτερον· ὅπερ ἄρχεται μὲν ἀπὸ τοῦ μαʹ ψαλ‐
μοῦ, συμπεραιοῦται δὲ εἰς τὸν οαʹ.366 in vol. 23

23

.

368

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΕΙΣ ΣΥΝΕΣΙΝ ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΜΑʹ. Τὸ μὲν πρῶτον μέρος τῆς τῶν ψαλμῶν βίβλου μʹ ψαλμοὺς, καὶ πάντας τοῦ Δαυῒδ, περιεῖχε· τὸ δὲ
5μετὰ χεῖρας λαʹ· ὧν ὀκτὼ μέν εἰσι τῶν υἱῶν Κορὲ, εἷς δὲ τοῦ Ἀσὰφ, καὶ Σολομῶνος εἷς· οἱ δὲ λοιποὶ τοῦ Δαυΐδ. Πρώτους δὲ τούτων ὄντας, τοὺς τῶν υἱῶν Κορὲ, διασκεψώμεθα, ἐπὶ τὸ συνιέναι τὰ λεγόμενα. Παρορ‐ μῶσιν ἡμᾶς οἱ υἱοὶ Κορὲ διὰ τῶν προγραφῶν πρὸς
10τὸ μὴ παρέργως χρήσασθαι τῇ τῶν λεγομένων ἐντεύ‐ ξει. Εἰσάγει δὲ ὁ παρὼν ψαλμὸς τὸν προφητικὸν χο‐ ρὸν περίλυπον καὶ σκυθρωπὸν τὴν ψυχὴν ἐπὶ τῇ τοῦ λαοῦ τοῦ ἐκ περιτομῆς ἐκπτώσει· καὶ ἐξαιτεῖ τε λύ‐ τρωσιν καὶ κακῶν ἐλευθερίαν διὰ τῆς σωτηρίου βοη‐
15θείας. Ὃ δὴ καὶ ἐπὶ τέλει τοῦ λόγου ἐπισφραγίζεται εἰπών· Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσο‐ μαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου. Οὔτε ψαλμὸν, οὔτε ᾠδὴν, οὔτε τι τῶν τοιούτων ἡ
20προσγραφὴ περιέχει· καὶ εἰκότως. Ἐπειδήπερ σκυ‐ θρωποτέρων λόγων πεπλήρωται τὰ ἑξῆς ἐπιλεγό‐ μενα, διὰ ταῦτα ἁπλῶς εἰς τὸ τέλος ἐπιγέγραπται. Μὴ γὰρ ὑφεστώτων πραγμάτων, μελλόντων δέ ποτε ἔσεσθαι, προῤῥήσεις περιέχει. Γεγόνασι μὲν γὰρ οἱ
25υἱοὶ Κορὲ ἐπὶ τῆς ἐρήμου κατὰ τοὺς χρόνους Μωϋ‐ σέως. Εἶτα τοῦ πατρὸς αὐτῶν τοῦ Κορὲ καταστασιά‐ σαντος Μωϋσέως, καὶ ἀπολομένου τῇ αὑτοῦ φρατρίᾳ, τοὺς τούτου παῖδας συνέβη μὴ συναπολέσαι τῷ πατρί· διὰ τὸ μὴ κεκοινωκέναι αὐτοὺς τῇ τοῦ πατρὸς δυσσε‐
30βείᾳ, μετάνοιαν δὲ ἐνδειξαμένους καὶ πλείστην περὶ τὸν Θεὸν εὐλάβειαν, τοσαύτης ἀποδοχῆς ἠξιωκέναι παρὰ τῷ Θεῷ, ὡς καὶ προφητικοῦ χαρίσματος με‐ τασχεῖν. Ἐκ δὲ τῆς τούτων διαδοχῆς κατὰ τοὺς χρό‐ νους Δαυῒδ γίνεται ἕτερος Κορὲ, ὁμώνυμος τῷ προ‐
35τέρῳ, καὶ τούτου ἕτεροι παῖδες. Εἴτ’ οὖν οὗτοι, εἴτε οἱ πρότεροι, τὴν μακρὰν ὕστερον γενομένην αἰχμα‐ λωσίαν τοῦ λαοῦ καὶ τὴν εἰς πάντα τὰ ἔθνη τοῦ Ἰου‐ δαίων ἔθνους διασπορὰν θεσπίζουσι διὰ τὸν μετὰ χεῖρας. Προϊόντες γοῦν φασι· Καὶ οἱ μισοῦντες
40ἡμᾶς διήρπαζον αὐτούς. Ἔδωκας ἡμᾶς ὡς πρό‐ βατα βρώσεως, καὶ ἐν τοῖς ἔθνεσι διέσπειρας ἡμᾶς. Ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς· καὶ ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν. Οὐ γὰρ ἐπὶ τοῦ Δαυῒδ ταῦτα ἡ ἱστορία γεγενῆσθαι περιέχει· διὰ τοῦτο προ‐
45γέγραπται εἰς τὸ τέλος. Καὶ ἐπὶ θεϊκῆς δὴ συνέσεως τῷ μέλλοντι ταῦτα νοεῖν ἀναγκαίως εἴρηται, εἰς σύνεσιν. Ἀντὶ δὲ τοῦ, τοῖς υἱοῖς Κορὲ, συμφώνως ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος, τῶν υἱῶν Κορὲ, ἡρμή‐ νευσαν, διδάσκοντες αὐτῶν εἶναι τὰς προφητείας· οἳ

23

.

368

(50)

διψῇν ὡμολόγουν αὐτὸν τὸν Θεὸν, πόθον τε καὶ ἵμερον, καὶ ἐπιθυμίαν ἔχειν τῆς παρ’ αὐτῷ πηγῆς, περὶ ἧς εἴρηται· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Διὸ ἔλεγον·
55 Ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς
σὲ, ὁ Θεός. Κερασφόρον ζῶον ἡ ἔλαφος· ἀλλὰ368 in vol. 23

23

.

369

καὶ καθαρὸν κατὰ τὸν νόμον, ἤδη δὲ καὶ ὀφι‐ οκτόνον, καὶ πάντων ἑρπετῶν ἀναιρετικὸν, ἀλλὰ καὶ τῶν τὰς ἐρήμους μεταδιωκόντων. Τοιοῦτος δὲ ἦν ὁ προφητικὸς χορὸς, φιλέρημος καὶ ἀνα‐
5κεχωρηκώς. Ἐν ἐρημίαις γοῦν καὶ ὄρεσι, καὶ σπη‐ λαίοις πεποιῆσθαι λέγονται τὰς διατριβάς· ἀλλὰ καὶ πάσης ἐτύγχανον ἀντικειμένης δυνάμεως, καὶ παντὸς τοῦ κατὰ διάνοιαν ἑρπετοῦ ἀναιρετικοὶ, ὡς ἂν ἔχον‐ τες καὶ αὐτοὶ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ
10ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Κερασφόροι δὲ ὑπῆρχον, ὡς λέγειν δύνασθαι· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Ἀλλὰ καὶ καθαροὶ τὴν ψυχὴν ἐτύγχανον, εἰ καί τινες ἄλλοι· διὸ ἐλάφῳ παρεβάλ‐ λοντο. Ἐπεὶ καὶ αὐτὸς ὁ νυμφίος ἐν ᾌσματι ᾀσμάτων
15νεβρῷ ἐλάφῳ ἀφωμοίωτο, καὶ ἐν τῷ Ἰὼβ δὲ εἴρηται· Ἐφύλαξας δὲ μῆνας ἐλάφων ὠδῖνάς τε· αὐτοὺς ἐξαποστελεῖς. Τοιαύτας δὲ λογικὰς ἐλάφους ὁ Κύ‐ ριος καταρτίζεσθαι λέγεται ἐν κηʹ ψαλμῷ, φάσκοντι· Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους.
20 Αὗται τοίνυν αἱ ἔλαφοι, τῆς πηγῆς διαλειπούσης αὐτὰς διὰ τὰς ἀνομίας τοῦ λαοῦ, καὶ ἀποστραφέντος τοῦ Θεοῦ, καθ’ ἑαυτὰς ἀπεκλαίοντο, καὶ τοῖς ἑαυτῶν δάκρυσιν ἐχρῶντο τροφῇ, νυκτὸς καὶ ἡμέρας τὴν ἀπ‐ ώλειαν τοῦ λαοῦ ἀποθρηνοῦσαι· ὡμολόγουν τε διψῇν
25οὐ τοῖς σώμασι καὶ ταῖς σαρξὶ τὰς τούτῳ φίλας ἡδο‐ νὰς, ἀλλ’ αὐτὴ ἡ ψυχὴ ποθεῖν καὶ ἱμείρεσθαι κατὰ τὸν Σύμμαχον τῆς πρὸς τὸν Θεὸν πορείας. Διὸ ἔλεγον· Οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός· καὶ πάλιν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν
30ἰσχυρὸν τὸν ζῶντα. Ζῇν γὰρ τὸν Κύριον κατὰ τὸ εἰρημένον, Ὁ μόνος ἔχων ἀθανασίαν· καὶ μόνον ζωὴν ἔχειν παρ’ ἑαυτῷ, κατὰ τό· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ᾔδεσαν. Καὶ τοῦτό γε τὸ ζῶν ὕδωρ, ὕστερόν ποτε ἐπιστᾶσα κατὰ τὰς τῶν προφητῶν εὐχὰς ἡ πηγὴ,
35αὐτὸς ὁ Σωτὴρ παρέχειν ἀνθρώποις ἐδίδασκεν, ὧδέ πη λέγων· Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Καὶ πάλιν· Εἴ τις διψᾷ ἐρχέσθω πρὸς μὲ, καὶ πινέτω. Ὁ πιστεύων
40εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τούτου δὴ οὖν τοῦ πόματος ὁ προφητικὸς χορὸς διψῶν ἔλεγεν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυ‐ ρὸν τὸν ζῶντα, καὶ, Πότε ἥξω, καὶ ὀφθήσομαι τῷ
45προσώπῳ τοῦ Θεοῦ; Ὁρῶντες γὰρ ἑαυτοὺς μακρὰν ὑπάρχοντας τῆς πρόσωπον πρὸς πρόσωπον θέας τοῦ Θεοῦ, ταῦτα ἔλεγον. Ἀλλὰ καὶ συναισθόμενοι, ὡς ἀπέστραπτο τὸν λαὸν τὸ τοῦ Θεοῦ πρόσωπον, οὐκέτ’ αὐτοὺς ἐπισκοπεῖ ἡ πάντοτε πρόνοιαν αὐτῶν ποιου‐

23

.

369

(50)

μένη δύναμις, ἀπεθρήνουν μὲν τὴν ἐπὶ γῆς διατριβὴν, εὐχὴν δ’ ἐτίθεντο παραστῆναί ποτε τῷ προσώπῳ τοῦ Θεοῦ· διὸ ἔλεγον· Πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Πολλῆς δὲ γέμοντες παῤῥησίας καὶ συνειδήσεως ἀγαθῆς τοιαύταις ἐχρῶντο φωναῖς.
55Ὡς γὰρ ὅλοι διόλου τὰς ψυχὰς ὑγιεῖς καὶ παντὸς μώ‐370 in vol. 23

23

.

372

μου καὶ σπίλου, καὶ μολυσμοῦ κεκαθαρμένοι, ὀφθῆναι ἠξίουν τῷ προσώπῳ τοῦ Θεοῦ. Ὁ δὲ ἁμαρτάνων φεύ‐ γει τὸ πρόσωπον, καὶ παραιτεῖται δι’ εὐχῆς καὶ ἱκετηρίας λέγων· Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου.
5 Πάντα τὰ ἐπὶ γῆς ἀποστρεφόμενος, καὶ πᾶσαν τρυφὴν τὴν ἐν ἀνθρώποις βδελυττόμενος, μόνῳ δὲ ἄρτῳ ἐπάναγκες χρώμενος, καὶ τούτῳ μετὰ δακρύων, ἐρεῖ· Ἐγενήθη τὰ δάκρυά μου ἄρτος μοι ἡμέρας
10καὶ νυκτός. Ὁ δὲ τῶν προφητῶν χορὸς, ἐπεὶ ἑώρα τὸ πρόσωπον τοῦ Θεοῦ ἀποστραφὲν πάντα τὸν λαὸν, τὴν τῶν πολλῶν ἀπώλειαν ἑαυτοῦ εἶναι ζημίαν ἡγού‐ μενος, τοὺς ὑπὲρ ἁπάντων ἀνεδέχετο θρήνους· εἰς τοσοῦτον δὲ ἐπέτεινον τὴν κακοπάθειαν οἱ τοῦ Θεοῦ
15ἄνθρωποι, ὡς τοῖς δάκρυσιν ἑαυτῶν τρέφεσθαι καὶ διὰ πάσης ἡμέρας καὶ νυκτὸς παραιτεῖσθαι μὲν καὶ αὐτὸν τὸν ἄρτον, μόνῳ δὲ τῷ κλαυθμῷ σχολάζειν. Μά‐ λιστα δὲ ταῦτ’ ἔπραττον καὶ ταῦτ’ ἔπασχον, ἀκούον‐ τες αὐτοῦ τοῦ λαοῦ, μᾶλλον δὲ τῶν ἀσεβῶν τῶν ἐν
20αὐτῷ λεγόντων· Ποῦ ἐστιν ὁ Θεός σου; Οὐ γὰρ δή‐ που οἱ ἐχθροὶ καὶ πολέμιοι καθ’ ἑκάστην ἡμέραν ταῦτα αὐτοῖς ἔλεγον· ἀλλ’ εἰκὸς τοὺς ἐν τῷ ἔθνει ἀπίστους ὡς μάτην θεοσεβοῦντας καὶ εἰκῆ μοχθοῦντας τοὺς προφήτας καταμέμφεσθαι καὶ λέγειν αὐτοῖς· Ποῦ
25ἐστιν ὁ Θεός σου; Ἃ δὴ παρὰ τῶν ἀδελφῶν καὶ συγγενῶν, καὶ γνωρίμων ἀκούοντες, τὰ τοῦ πένθους ἐπέτεινον· διό φασι· Ταῦτα ἐμνήσθην, καὶ ἐξέχεα ἐπ’ ἐμὲ τὴν ψυχήν μου. Οὐ γὰρ ἔξω τὴν ἐμαυτοῦ ταραχὴν ἐνέφαινον, ἀλλ’ ἔνδον ἐν τῇ ἐμαυτοῦ ψυχῇ
30κρύπτων τὴν ἐμὴν ἀλγηδόνα καὶ παρ’ ἐμαυτῷ συγ‐ χεόμενος. Τοιοῦτον δέ τι πεπονθὼς ὁ Ἀπόστολος ἔλε‐ γεν· Ἀλλ’ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θα‐ νάτου ἐσχήκαμεν. Οὕτως οὖν καὶ νῦν, Ἐξέχεα ἐπ’ ἐμὲ τὴν ψυχήν μου, φασί. Τελείου δ’ ἐστὶ τὸ δύνα‐
35σθαι τοῦτο λέγειν. Λεγόντων μοι, φησὶ, τῶν ὀνειδιζόντων με· Ποῦ ἐστιν ὁ Θεός σου; ἐδακνόμην μὲν τῇ λύπῃ καὶ ὑπερήλγουν τὴν ψυχὴν πληττόμενος ὑπὸ τῶν λόγων τῶν ἀσεβῶν. Ὅμως δ’ οὖν ἐν ἐμαυτῷ συνεῖχον τοὺς
40ἐμαυτοῦ λογισμοὺς, πρὸς τὸ μὴ προχυθῆναι καὶ τῆς προκειμένης μοι τοῦ Θεοῦ ἐκπεσεῖν ἐλπίδος. Ἀν‐ έφερον γὰρ τῇ μνήμῃ τὸ περιμένον με τέλος· ἐπεὶ μὴ ἠγνόουν, ὅτι Μακάριοι οἱ πενθοῦντες, ὅτι παρα‐ κληθήσονται. Διὸ δὴ ἀκριβῶς ἐπιστάμενος, ὅτι
45μετὰ τὰ σκυθρωπὰ διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζον‐ τος, ταῦτα ἐμνήσθην· καὶ οὐκ ἐξέπιπτον τῆς ἐλπίδος, ἀλλ’ εἴσωπερ ἐμαυτῷ ἐξέχεα τὴν ψυχήν

23

.

372

(50)

μου. Καὶ ἐπειδὴ τοιαύτας ὑπέγραφεν ἑαυτῷ ἐλπίδας, εἰκότως αὐτὸς ἑαυτὸν θεραπεύει καὶ λέγει· Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συντα‐ ράσσεις με; Ἔλπισον ἐπὶ Θεὸν, ὅτι ἐξομολογή‐ σομαι αὐτῷ σωτήριον τοῦ προσώπου μου καὶ ὁ
55Θεός μου· θαρσεῖ γὰρ ἑαυτῷ καὶ τὰ παρόντα λυπηρὰ γενναίως φέρειν παρεκελεύετο. Λέγων δὲ ὁ Σύμμα‐
χος, Ὅτι ἐξελεύσομαι εἰς τὴν σκηνὴν, διαβαστα‐372 in vol. 23

23

.

373

χθήσομαι ἕως τοῦ οἴκου τοῦ Θεοῦ, μετὰ φωνῆς εὐφημίας καὶ ἐξομολογήσεως πλήθους πανηγυ‐ ριζόντων· ἢ κατὰ τὸν Ἀκύλαν, Αἰνέσεως καὶ εὐχα‐ ριστίας ὄχλου ἑορτάζοντος· παρίστη ὁποῖον ἔσται
5τὸ τέλος τῶν ἐν τῷ παρόντι βίῳ πᾶν τὸ ἐπιὸν γενναίως ὑπομενόντων. Διαδέξεται γὰρ τούτους τὸ τρισμακάριον τέλος, ἡ θαυμαστὴ σκηνὴ τοῦ Θεοῦ, καὶ ὁ ἐνδοτάτω αὐτῆς οἶκος αὐτοῦ, ἐν ᾧ οἱ ἄξιοι διαβασταζόμενοι, καὶ μετέωροι ὑπὸ ἀγγελικῶν δυνάμεων αἰρόμενοι
10εἰσαχθήσονται. Ἃ δὴ καὶ ὁ Ἀπόστολος εἰδὼς ἔλεγεν· Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Σκηνὴν δὲ θαυμαστὴν τοῦ Θεοῦ ὀνομάζει πρὸς
15ἀντιδιαστολὴν ἑτέρας οὐ θαυμαστῆς, ὁποία ἦν ἡ ἐπὶ Μωϋσέως ἐπὶ γῆς κατεσκευασμένη. Θαυμαστὴν δὲ ἀληθῶς σκηνὴν νοήσεις, ἣν οἱ μακάριοι τοῦ Θεοῦ ἐν ἐλπίσιν ἐτίθεντο. Αὕτη δὲ ἦν ἡ ἐπουράνιος, ἧς τύπους κατεσκεύαζε Μωϋσῆς ἐπὶ τῆς ἐρήμου. Περὶ ἧς θαυμα‐
20στῆς σκηνῆς καὶ ὁ θεῖος Ἀπόστολος διδάσκων ἔλεγεν· Τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλοσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀλη‐ θινῆς, ἣν ἔπηξεν ὁ Κύριος, οὐκ ἄνθρωπος· οἷς
25ἐπιλέγει ἑξῆς· Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λα‐ τρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν. Ὅρα, γάρ φησι, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Ἀλλὰ ταῦτα μὲν εἰκόνες
30ἦσαν καὶ σύμβολα τῶν ἐπουρανίων· Χριστὸς δὲ, παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγα‐ θῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτί‐ σεως, οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων, διὰ
35δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος. Εἰ δὲ χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς τῶν ἀγγέλων τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, εἰκότως, θεοφιλοῦς ψυχῆς μετὰ τὸν αὐτάρκη καὶ τὸν παρόντα βίον διὰ
40γυμνασίαν καταξιουμένης τῆς εἰς τὰ ἅγια τὰ ἐπου‐ ράνια εἰσόδου, φωνὴ γίνεται εὐφημίας πλήθους πα‐ νηγυριζόντων καὶ εὐχαριστούντων ἐπὶ τῇ σωτηρίᾳ τοῦ σωζομένου. Ἃ δὴ πεπεισμένος εἶναι ἀληθῆ ὁ τούτοις μαθητευθεὶς, εἰκότως πρὸς ἑαυτὸν φάσκει·
45Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἢ κατὰ τὸν Σύμμαχον· Τί κα‐ τακάμπτῃ, ἡ ψυχή μου, καὶ τί θορυβῇ κατ’ ἐμοῦ; Ἀνάμεινον τὸν Θεὸν, ὅτι διηνεκῶς ἐξομολογή‐ σομαι αὐτῷ τὰς σωτηρίας τοῦ προσώπου αὐτοῦ·

23

.

373

(50)

ἢ, ταῖς σωτηρίαις τοῦ προσώπου αὐτοῦ, κατὰ τὸν Ἀκύλαν. Γενόμενος γὰρ ὅσον οὐδέπω ἐν τῇ σκηνῇ τοῦ Θεοῦ, καὶ ὑπὸ ἀγγέλων ἁγίων διαβασταχθεὶς διὰ τὸ ὕψος καὶ τὸ ἔπαρμα αὐτῆς τὸ ἐπουράνιον, παρα‐ στήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ, καὶ τεύξομαι τῆς
55θέας τοῦ σωτηρίου αὐτοῦ· τούτων ἀξιωθεὶς, κατὰ καιρὸν ἀναπέμψω τὴν ἐξομολόγησιν καὶ τὴν ὀφειλο‐
μένην εὐχαριστίαν αὐτῷ.374 in vol. 23

23

.

376

Τὰ μὲν ἐν ἐλπίσιν ἀποκείμενά μοι ταῦτ’ ἔστι τὰ λε‐ λεγμένα. Τέως δ’ ἐπὶ τοῦ παρόντος πολλῶν με ταρατ‐ τόντων, αὐτὸς οὐχ οὕτως ἐταραττόμην, ὡς ἐκπεσεῖν καὶ φανερῶς γενέσθαι τοῖς ταράττουσιν· ἀλλ’ ὥσπερ
5ἀνωτέρω, ἐξέχεα ἐπ’ ἐμὲ τὴν ψυχήν μου, οὕτω καὶ ἐνταῦθα πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη. Κατὰ δὲ τὸν Σύμμαχον, Ἐπ’ ἐμὲ, φησὶν, ἡ ψυχή μου κατατήκεται, ὅταν ἀναμιμνήσκωμαί σου ἀπὸ γῆς Ἰορδάνου καὶ ἀπὸ Ἑρμωνιεὶμ, ὄρους μικροτάτου.
10Ἄβυσσος ἀβύσσῳ ἀπαντᾷ ἀπὸ ἤχου τῶν κρου‐ νῶν σου. Δοκεῖ δέ μοι ἡ τῶν εἰρημένων διάνοια τοῦ‐ τον ἔχειν τὸν νοῦν· Μετὰ τὴν Μωϋσέως τελευτὴν, Ἰησοῦ τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσαγα‐ γόντος, ὡς οἱ ἱερεῖς ἐπέβησαν τῷ Ἰορδάνῃ τὴν κιβω‐
15τὸν ἐπ’ ὤμων φέροντες. Ὁ δὲ Ἰορδάνης, ὥς φησιν ἡ Γραφὴ, ἐπληροῦτο καθόλου τὴν κρηπῖδα αὐτοῦ, ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν. Καὶ ἔστη τὰ ὕδατα καταβαίνοντα ἄνωθεν πῆγμα ἕν. Τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν τῶν ἁλῶν. Καὶ πάντες
20οἱ υἱοὶ Ἰσραὴλ διέβησαν διὰ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου, τοῦ μὲν κάτω φερομένου ῥεύματος χω‐ ροῦντος εἰς τὴν θάλασσαν τὴν ἁλυκήν· τοῦ δὲ ἄνωθεν κατιόντος παραδόξως Θεοῦ δυνάμει ἀναστελλομένου καὶ εἰς τοὐπίσω χωροῦντος. Καὶ δὴ τὰ ἀπὸ τῶν πη‐
25γῶν ἄνωθεν προχεόμενα τοῦ Ἰορδάνου ῥεύματα, μὴ ἔχοντα διέξοδον, ἐκυρτοῦτο, καὶ σωρὸς εἷς ἐγένετο ἐπαιρομένων κατ’ ἀλλήλων τῶν ὑδάτων, διὰ τὸ ἀπο‐ κεκλεῖσθαι αὐτοῖς τὴν διέξοδον. Τότε δὴ ἄβυσσος ἀβύσσῳ ἀπήντα, ἀναστελλομένων τῶν ὑδάτων καὶ
30κορυφουμένων. Ἀναπολῶν οὖν τῇ μνήμῃ τῆς τότε γενομένης τῷ λαῷ ἐπισκοπῆς τὴν χάριν, εἰκότως ἐπὶ τοῦ παρόντος τὴν ψυχὴν κατατήκομαι, μηδεμιᾶς τοιαύτης καὶ ἐφ’ ἡμῶν γιγνομένης Θεοῦ προνοίας. Οἱ μὲν γὰρ παραδόξως τὸν Ἰορδάνην διῆλθον καὶ τὸ ὄρος
35τὸ πρὸς αὐτὸ, Ἑρμωνιεὶμ ὀνομαζόμενον, μικρότατον τυγχάνον· ἐπ’ ἐμοῦ δὲ τοῦ ταῦτα λέγοντος τοιοῦτον μὲν οὐδὲν πέπρακται· Πάντες δὲ οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ’ ἐμὲ διῆλθον· ἢ κατὰ τὸν Σύμμαχον· Πᾶσαι αἱ καταιγίδες σου καὶ τὰ
40κύματά σου ἐπάνω μου παρῆλθον. Εἰκότως οὖν πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη· ἢ, Ἐπ’ ἐμὲ ἡ ψυχή μου κατατήκεται, ὅταν ἀναμιμνήσκωμαί σου ἀπὸ γῆς Ἰορδάνου, κατὰ τὸν Σύμμαχον, καὶ ἀπὸ Ἑρμωνιεὶμ, ὄρους μικροτάτου. Ἐν γὰρ τού‐
45τοις τοῖς χωρίοις πάλαι ποτὲ ἄβυσσος ἀβύσσῳ ἀπήντα ἀπὸ ἤχου τῶν κρουνῶν σου, ἀναστελλο‐ μένου τοῦ ὕδατος εἰς τὸ μὴ διοχλῆσαι τοὺς τὸν Ἰορδάνην παριόντας. Ἀλλὰ τότε μὲν ταῦτα διὰ τὴν ἐπισκοποῦσαν τοὺς τότε πρόνοιαν· νυνὶ δὲ πᾶσαι αἱ καταιγίδες σου καὶ τὰ κύματά σου ἐπάνω μου

23

.

376

(50)

παρῆλθον, κατακλύζοντά με καὶ καταποντοῦντα, μηδενὸς ἀναστέλλοντος. Λέγει δὲ ταῦτα εἰκότως ὁ χορὸς τῶν υἱῶν Κορὲ, προφητικῶς ἀποκλαιόμενοι τὴν ἐσχάτην ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους οὗ, πάθη εἰς ἑαυτὸν ἀνελάμβανεν. Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς τὴν ᾠδὴν αὐτοῦ. Εἰ καὶ πᾶσαι, φησὶν,
55αἱ καταιγίδες σου καὶ τὰ κύματά σου ἐπάνω μου παρῆλθον, ἀλλ’ εὖ οἶδα καὶ πέπεισμαι ἀκριβῶς, ὅτι
οὐκ ἔστι καιρὸς ἐν ᾧ οὐκ ἐλεεῖς· Θεὸς γὰρ ἐλεήμων376 in vol. 23

23

.

377

εἶ, ναὶ καὶ οἰκτίρμων καὶ μακρόθυμος. Διὸ ἐμαυ‐ τὸν θεραπεύων ἀγαθαῖς ἐλπίσιν, εἰδὼς, ὅτι καθ‐ ημέραν τὸ ἔλεος αὐτοῦ ἐντελεῖται ὁ Θεὸς, τὰς νύκτας τῇ ᾠδῇ αὐτοῦ σχολάζων διατελῶ. Μεθ’ ἡμέ‐
5ραν μὲν γὰρ τὰς τῶν ἀνθρώπων ὀρῶν πράξεις καὶ τὰς κυκλούσας ἡμᾶς συμφορὰς, τούς τε μετεωρι‐ σμούς σου καὶ τὰ κύματά σου, πρὸς ἐμαυτὸν ἀπο‐ δύρομαι· τῶν δὲ δι’ ἡμέρας με θορυβούντων σχολάσας διὰ τῆς νυκτὸς, ἀναπεμπάζομαι τὰ ἐλέη τοῦ Κυρίου·
10ἀναμιμνησκόμενός τε ὅπως καθ’ ἡμέραν τὸ ἔλεος αὐτοῦ ἐντέλλεται, ᾄσματα αὐτῷ καὶ ᾠδὰς ἀναπέμπω σχολὴν ἄγων τὰς νύκτας. Διὸ δὴ καὶ λέλεκται· Καὶ νυκτὸς ᾠδὴ αὐτοῦ παρ’ ἐμοί· κατὰ δὲ τὸν Ἀκύλαν· Καὶ ἐν νυκτὶ ᾆσμα αὐτοῦ μετ’ ἐμοῦ. Οὐ
15μόνον δὲ τοῦτο, ἀλλὰ καὶ προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου. ᾌδω μὲν γὰρ ὕμνον εὐχαριστήριον, δε‐ δειγμένος ἐν παντὶ εὐχαριστεῖν, ταῖς μελλούσαις ἐλπίσιν χρησταῖς ἐμαυτὸν ἀνακτώμενος. Διὰ δὲ τὰ τέως ἐν τῷ παρόντι συνέχοντά με λυπηρὰ προσευχὴν
20ἀναπέμπω τῷ Θεῷ τῆς ζωῆς μου· οἶδα γὰρ, ὅτι αὐτὸν ἔχω τῆς ἐμαυτοῦ ζωῆς αἴτιον. Προσευχόμενος δὲ αὐτῷ φημι· Ἀντιλήπτωρ μου· ἢ κατὰ τὸν Ἀκύ‐ λαν καὶ Σύμμαχον, πέτρα μου· ἐφ’ ἣν ἑστὼς οὐ διατραπήσομαι· διὰ τί μου ἐπελάθου; Ἐγὼ μὲν
25γάρ σου οὐκ ἐπιλέλησμαι· ἀλλ’ οἶδά σου τὰ ἐλέη καὶ τοὺς οἰκτιρμούς· οἶδα δὲ καὶ τὰς ἀποκειμένας μοι ἐλπίδας· διὸ καὶ τὴν ᾠδήν σου παρ’ ἐμαυτῷ ἀδια‐ λείπτως φυλάττω· σὺ δέ μου ἐπελάθου· διὰ τί; Τὴν αἰτίαν μαθεῖν βούλομαι, δι’ ἣν πάντες οἱ μετεωρισμοί
30σου καὶ τὰ κύματά σου, οἱ πειρασμοὶ δηλαδὴ καὶ τοσαῦται περιστάσεις ἐπ’ ἐμὲ διῆλθον, σοῦ συγχωροῦντος. Μέγα γάρ τι ὀφείλει τυγχάνειν τὸ αἴτιον τῆς περὶ ἐμοῦ λήθης. Λέγων δὲ ταῦτα ὁ χορὸς προφητικὸς, ἰδιοποιεῖ‐ ται, ὡς ἔφην, τὴν τοῦ λαοῦ κατάστασιν· τὴν γὰρ ἐσχά‐
35την ἀποβολὴν καὶ τὴν ἀπόπτωσιν τοῦ παντὸς ἔθνους τὴν γενομένην μετὰ τὴν εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν ἀπιστίαν αὐτῶν ἐμφαίνειν μοι διὰ τούτων δο‐ κεῖ. Εἶπε δ’ ἂν αὐτῷ ἐρωτήσαντι καὶ φάντι· Διὰ τί μου ἐπελάθου; τὸ ἐν Εὐαγγελίῳ λεχθέν· Ποσάκις
40ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ὑποσυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἐπεὶ τοίνυν διὰ τὴν αὑτῶν κακίαν ἐπελήσθησαν, εἰκότως ὁ χορὸς ὁ προφητικὸς, ἐπεὶ φυσικοῖς λόγοις πάσχοντος ἑνὸς μέλους, συμ‐
45πάσχει πάντα τὰ μέλη, ὡς ὑπὲρ οἰκείου σώμα‐ τος ἀλγῶν ἐπιλέγει κατὰ τὸν Σύμμαχον· Ἵνα τί σκυθρωπὸς περιπατῶ, θλίβοντος ἐχθροῦ; καὶ ὡς σφαγὴν τῶν ὀστῶν μου ὠνείδιζον οἱ ἐναντίοι μου· ἢ, Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου ὠνείδι‐

23

.

377

(50)

ζόν με οἱ θλίβοντές με. Τῶν γὰρ ὀστέων τῶν προ‐ φητικῶν διὰ τοῦ κλαυθμοῦ καὶ τῶν ὀδυρμῶν κα‐ ταθλωμένων, τουτέστι τῶν τῆς ψυχῆς δυνάμεων, οἱ ἐν τῷ λαῷ ἐχθροὶ τοῦ Θεοῦ, ὡς μηδενὸς ἐπαμύνοντος, ἐπανέβαινον ὀνειδίζοντες καὶ λέγοντες· Ποῦ ἐστιν ὁ
55Θεός σου; ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΜΒʹ.
Ἀνεπίγραφος παρ’ Ἑβραίοις ὁ ψαλμός· διὸ οὐδὲ378 in vol. 23

23

.

380

παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς ἐπιγραφὴν ἔχει. Ἀλλὰ καὶ ὅτι μέρος ἔοικεν εἶναι τοῦ πρὸ αὐτοῦ, δεδήλωται ἔκ τε τῶν ὁμοίων ἐν ἀμφοτέροις λόγων καὶ ἐκ τῆς ἐμφεροῦς διανοίας. Φημὶ τοίνυν καὶ ἐπὶ τοῦ παρόντος
5τὸν χορὸν τὸν προφητικὸν τὰ προκείμενα διεξιέναι ὑπὲρ τοῦ λαοῦ, ὡς ἀπωσμένου καὶ παραδοθέντος ἔθνεσι καὶ ἀνθρώποις πονηροῖς, δεομένου δὲ καὶ ἀντιβολοῦντος ἐκδικίας τυχεῖν, καὶ ῥυσθῆναι τῶν χειρῶν τῶν πολεμίων. Ὥσπερ δὲ διὰ τὴν τοῦ λαοῦ
10κάκωσιν συνέβαινε τοῖς δικαιοπραγοῦσι συμπάσχειν καὶ συναλγεῖν, καὶ συνδιατίθεσθαι, τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν θεοφιλῶν ἀνδρῶν δικαιοπραγία κοινωνίαν καὶ μετάδοσιν ἀγαθῶν παρέχει. Διὸ δὴ, τὰ πάθη τοῦ λαοῦ εἰς ἑαυτοὺς ἀναλαμβάνοντες, εὐχὰς ὑπὲρ τοῦ
15πλήθους ἐποιοῦντο, κοινήν τε ἱκετηρίαν τῷ Θεῷ ἀνέπεμπον. Εἰκότως οὖν ὡς ἐξ ἑνὸς στόματος ταύτας ἠφίεσαν τὰς φωνάς. Κρῖνόν με, ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου· ἀπὸ ἀνθρώπου δολίου καὶ
20ἀδίκου ῥῦσαί με. Ὅτι σὺ ὁ Θεὸς κραταίωμά μου, ἵνα τί ἀπώσω με; ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίψαι ἐχθρόν; Εἴποι δ’ ἄν τις ταῦτα λέγειν ἕνα που καὶ δεύτερον ἐν ὅλῳ τῷ ἔθνει τῶν Ἰουδαίων, εὑρημένον δίκαιον. Αὐτὸς οὖν ὁ εἷς καὶ
25σπάνιος, οἷον Ἱερεμίας ἤ τις ἕτερος ὅμοιος αὐτῷ, ἀποκλαιέσθω, καὶ ταύτας ἀναπεμπέτω τὰς φωνὰς, ἱκετεύων ῥυσθῆναι ἐξ ἀνοσίου ἔθνους· δηλούτω δὲ αὐτοὺς τοὺς ἐκ περιτομῆς, καὶ ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου, ὡς ἂν μήποτε καὶ αὐτὸς γένοιτο ἄδικος καὶ
30δόλιος. Παρακαλείτω δὲ τὸν Θεὸν λέγων· Σὺ εἶ ὁ Θεὸς κραταίωμά μου· ἵνα τί με ἀπώσω, καταλιπών με ἐν μέσῳ τοιούτου λαοῦ; Ἥρμοζε δὲ τὰ προκείμενα καὶ τῷ προφήτῃ Ἡλίᾳ, ὃς ἔλεγεν κατεντυγχάνων τοῦ λαοῦ· Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ
35θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχὴν λαβεῖν αὐτήν. Σαφῶς δὲ διδάσκει Ἱερεμίας ἐκλελοιπέναι πάντα δί‐ καιον ἐκ τοῦ λαοῦ, λέγων· Περιδράμετε ἐν ταῖς ἀμφόδοις Ἱερουσαλὴμ, καὶ ἐν ταῖς πλατείαις
40αὐτῆς, καὶ ἴδετε εἰ ἔστι συνιὼν, καὶ ἵλεως ἔσο‐ μαι αὐτοῖς. Εἶτ’ ἐπειδὴ τὸ πλῆθος τῶν κακῶν ἀνδρῶν θλίψιν παρεῖχε τῷ δικαίῳ, σκυθρωπάζειν ἐπὶ τούτῳ ἔλεγεν· Ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίψαι ἐχθρόν; Καὶ ἄλλως δὲ, τῶν ἐχθρῶν καὶ
45πολεμίων θλιβόντων καὶ ἐπικρατεστέρων γενομένων τοῦ ἔθνους, ὁ τῷ Θεῷ ἀνακείμενος ἐδάκνετο τὴν ψυχὴν, ζήλου πληρούμενος ἐπὶ τῇ τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν εὐπραγίᾳ. Διὸ καὶ ἱκετηρίαν ἀν‐ έπεμπεν, ὡς ἂν, κρίνας ὁ Θεὸς καὶ δικάσας αὐτῷ, καὶ

23

.

380

(50)

τὴν πρέπουσαν περὶ αὐτοῦ δίκην ἐξενεγκάμενος, τὴν αὐτοῦ προσοφειλομένην ἀμοιβὴν τῶν αὐτοῦ κατορθω‐ μάτων τῷ παντὶ πλήθει χαρίσοιτο, καὶ δι’ αὐτοῦ ῥύσαιτο τοὺς πάντας ἐκ χειρὸς τῶν πολεμίων· ἵν’, ὥσπερ κοινωνὸς αὐτὸς γέγονε τῆς τοῦ λαοῦ κακο‐
55πραγίας, οὕτω καὶ ὁ λαὸς μετάσχοι τῆς αὐτοῦ δι‐ καιοπραγίας. Ὥσπερ δὲ οἱ δίκαιοι ἔχοντες ἐν τοῖς
δικαστηρίοις, τοὺς δικαστὰς ἱκετεύουσιν ἐπακοῦσαι380 in vol. 23

23

.

381

τῶν δικαίων αὐτῶν, δικάσαι τε καὶ κρίνειν αὐτοὺς ὀρθῶς· τὸν αὐτὸν τρόπον καὶ ὁ θεοφιλὴς διὰ τῶν προκειμένων τῷ Θεῷ φησι· Κρῖνόν μοι, ὁ Θεὸς, οὐχὶ, κρῖνόν με· κατὰ δὲ τὸν Σύμμαχον, κρῖνόν
5μοι. Σὺ γὰρ αὐτὸς γενοῦ μοι κριτὴς, καὶ τὴν κρίσιν μου ταύτην κρῖνον, καὶ ὑπερδίκησον τῆς δίκης μου, ἵνα, τυχὼν ἐκδικίας, συμβάλωμαι τῇ σωτηρίᾳ τοῦ παντὸς πλήθους τὰ ἐμαυτοῦ κατορθώματα. Ἐξαπόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν
10σου· αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου. Νοήσεις καὶ οὕτως· Τοῦ παρὰ σοὶ φωτὸς καὶ τῆς παρὰ σοὶ ἀληθείας τυχὼν ὁδηγηθήσομαι, ὑπὸ μὲν τοῦ φωτὸς φωτιζόμενος, ὑπὸ δὲ τῆς σῆς ἀλη‐
15θείας χειραγωγούμενος ἐπὶ τὸ ὄρος τὸ ἅγιόν σου τὸ ἐπ‐ ουράνιον καὶ ἐπὶ τὰ αὐτόθι σκηνώματά σου, περὶ ὧν καὶ ἐν τῷ πρὸ τούτου ἔλεγον· Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου
20ἑορτάζοντος· ὡς ἂν δέ σοι τῷ Θεῷ ἱερωμένος, ἐπὶ τὰ ἐνδοτάτω καὶ μέχρι τοῦ θυσιαστηρίου ἥξω, καὶ πρὸς σὲ τὸν Θεὸν ἐλεύσομαι τὸν εὐφραίνοντα τὴν νεότητά μου τὴν πνευματικήν. Ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεός. Κιθάραν δὲ τὸ σῶμά φησι,
25δι’ οὗ ἀνακρούεσθαι πέφυκεν ὁ νοῦς, καὶ διὰ τῶν αἰσθητηρίων ὥσπερ διὰ χορδῶν τὴν τῷ Θεῷ πρέ‐ πουσαν μελῳδίαν ἀναπέμπειν εἴωθε. Σαφῶς δὲ διὰ τούτων ὁ χορὸς ὁ προφητικὸς παρακαλεῖ τὸ φῶς ἀποσταλῆναι τοῦ Θεοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ,
30ὡς μηδέπω τότε φαῖνον ἐπὶ τῆς γῆς, μηδὲ τῆς ἀληθείας ὑπαρχούσης πως σὺν ἀνθρώποις, ὅτε ταύτας ἠφίει τὰς φωνάς. Φῶς δὲ ἀποστελλόμενον ἕτερον ἂν εἴη τοῦ ἀποστέλλοντος, περὶ οὗ εἴρηται· Ἦν τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχό‐
35μενον εἰς τὸν κόσμον. Διδάσκει δὲ καὶ αὐτὸς ὁ Σω‐ τὴρ αὐτοπροσώπως λέγων· Ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτή‐
40ριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου. Σύμμα‐ χος δέ· Τί καταῤῥέεις, ψυχή μου, καὶ τί θορυβεῖς ἐπ’ ἐμέ; Ἀνάμεινον τὸν Θεόν· εἰσαεὶ γὰρ ἐξομο‐ λογήσομαι αὐτῷ, τῇ σωτηρίᾳ τοῦ προσώπου μου καὶ τῷ Θεῷ μου. Ἀνάμεινον, φησὶν, ἵνα καὶ αὐτὴ
45δυνηθῇς ποτε εἰπεῖν· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. Ἀλλὰ καὶ ἔλπισον ἐπὶ τὸν Θεόν· γὰρ ἐλπὶς οὐ καταισχύνει. Τί γὰρ ἂν χρὴ ταράττεσθαι; τί δὲ περίλυπον γίνεσθαι, το‐ σούτων προσδοκωμένων ἀγαθῶν; Ἔτι γὰρ μικρὸν

23

.

381

(50)

ὅσον ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ, καὶ τὸ φῶς ἀποσταλήσεται, καὶ ἡ ἀλήθεια παραγενήσεται, καὶ τὰ προφητευθέντα τέλους τεύξεται· καὶ τέλος παν‐ τὸς λόγου τὸ σωτήριόν ἐστι τοῦ προσώπου, αὐτὸς ὁ Θεός μου. Ἐπειδὰν γὰρ καταξιωθῶ, παραστὰς τῷ
55Θεῷ, πρόσωπον πρὸς πρόσωπον ἐποπτεῦσαι τὸ σω‐ τήριον, περὶ οὗ πολὺς ὁ λόγος διὰ πασῶν τῶν Γρα‐
φῶν· τότε δὴ αὐτῷ ἐξομολογήσομαι ὡς ἂν Θεῷ382 in vol. 23

23

.

384

μου καὶ Σωτῆρί μου· καλῶς δὲ συνῆψε τὸ φῶς τῇ ἀληθείᾳ· ὅπερ γὰρ φῶς αἰσθητὸν ὀφθαλμοῖς σώμα‐ τος, τοῦτο ἀλήθεια τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς ἐνατε‐ νίζουσι τῇ φύσει τῶν πραγμάτων, καὶ μηκέτι ἀπα‐
5τωμένοις, δι’ αὐτῆς δὲ τῆς τῶν ὄντων καταλήψεως φωτιζομένοις, καὶ γνῶσιν τῆς ἀληθείας ἀναλαμβά‐ νουσιν. Ἡρμήνευσε τοίνυν αὐτὸς ὁ λόγος τοῦ νοητοῦ φωτὸς τὴν ἐνέργειαν, ἀληθείας οὖσαν παραστατικήν. Εἰκότως οὖν ὁ Σωτὴρ ταῦτα παραδιδοὺς τοῖς αὑτοῦ μαθηταῖς ἐδίδασκε λέγων· Ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Καὶ ἑκάστῃ δὲ τῶν λοιπῶν ἐκδόσεων ἁρμόσεις ἀκολούθως τὸ τέλος, εἴτε τοῖς ἐν
10Βαβυλῶνι ταῦτα λέγουσιν, εἴτε τοῖς ἐξ ἐθνῶν μήπω πεπιστευκόσιν. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΕΙΣ ΣΥΝΕ‐ ΣΙΝ ΜΓʹ. Ἀλλ’ οὐδὲ οἱ προκείμενοι λόγοι ψαλμὸν κατὰ τὴν προγραφὴν περιέχουσιν, οὐδὲ ᾠδὴν, οὐδὲ ὕμνον, οὐδέ
15τι τῶν τοιούτων· ἐπεὶ μηδὲ τὰ τῆς διανοίας τῶν ἐν αὐτοῖς φερομένων τοιαύτης ἔχεται θεωρίας· ἱκετη‐ ρίαι δέ εἰσιν ὅμοιαι ταῖς ἔμπροσθεν, καὶ περὶ τῆς αὐτῆς ὑποθέσεως· λέγω δὲ περὶ τῆς ἀποπτώσεως τοῦ Ἰουδαίων ἔθνους ἐκ προσώπου τῶν προφητῶν
20προσπεφωνημέναι διὰ τῶν υἱῶν Κορέ. Διασαφοῦσι δ’ ἐπὶ τοῦ παρόντος λευκότερον ἐκφαίνοντες τὴν διάνοιαν, δι’ ἣν ἐν τοῖς ἔμπροσθεν ἀπεκλαύσαντο. Διεξέρχονται γοῦν τὰ συμβεβηκότα πάθη τῷ λαῷ. Ὅθεν διεγείρουσιν ἡμᾶς εἰς σύνεσιν, καὶ εἰς τὸ τέλος
25ἀναπέμπουσι διὰ τῆς προγραφῆς, διὰ τὸ μέλλειν ἐπὶ τέλει ταῦτα συμβαίνειν, εἰ καὶ ὡς ἤδη συμβεβηκότα αὐτὰ οἱ υἱοὶ Κορὲ προφητικῶς ἐθέσπιζον. Διὰ μὲν οὖν τῶν ἔμπροσθεν ἀπεκλαύσαντο, καὶ τὰς ἑαυτῶν ἐξήγγειλαν τῷ Θεῷ λύπας· ἐν δὲ τοῖς προκειμένοις καὶ αὐτὰ τὰ πάθη ἐξέρχονται.
30 Ὁ Θεὸς, τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν. Ἀντὶ τοῦ· Ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακὼβ, ὁ Σύμμα‐ χος· Σὺ εἶ ὁ βασιλεύς μου· ὁ Θεὸς, ἔντειλαι περὶ τῆς σωτηρίας Ἰακώβ. Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Οἱ μὲν ἐν τῷ λαῷ κατορθοῦντες,
35οἵ τε ἐν αὐτῷ προφῆται, ταῦτα ἂν εἴποιεν ὁμολο‐ γοῦντες μὴ οἰκείᾳ δυνάμει, μηδὲ τόξῳ καὶ ῥομφαίᾳ ἑαυτοῖς τὰ σωτηρίας περιποιεῖσθαι, τῇ δὲ τοῦ κέρως αὐτῶν δυνάμει. Κέρατα δὲ ἡ τοῦ Δανιὴλ Γραφὴ τὰς βασιλείας ὀνομάζει· τῶν δὲ ἁγίων κέρας λέλεκται
40αὐτὸς ὁ Κύριος· διό φησι· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Καὶ ἐν ἑτέροις λέλεκται· Ὑπερ‐ ασπιστής μου καὶ κέρας σωτηρίας μου εἶ. Τοίνυν αὐτός ἐστι τὸ κέρας· ζήτει ὅπως λέλεκται ἀλλαχοῦ· Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ
45οὐρανοῦ, καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὡς ἑτέρου ὄντος τοῦ ὑψοῦντος τὸ προδεδηλωμένον κέρας. Ὅρα οὖν εἰ μὴ σαφῶς ὁ Θεοῦ Λόγος, αὐτὸς ὁ Κύριος, εἴη ἂν τὸ κέρας τοῦ λαοῦ, ὁ δὲ ὑψῶν αὐτὸν ὁ γεννή‐ σας αὐτὸν Πατήρ. Ἐπειδὴ γὰρ ἐταπείνωσεν ἑαυτὸν

23

.

384

(50)

μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, διὰ τοῦτο ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, κατὰ τὸν Ἀπόστολον. Τούτῳ οὖν τῷ κέρατι ἑαυτῶν καὶ τῷ βασιλεῖ θαῤῥοῦντες, ὁμολογοῦσι μὴ τόξῳ, μηδὲ ῥομφαίᾳ, μηδὲ οἰκείᾳ ἀρετῇ τῶν ἐχθρῶν περιγενήσεσθαι, ἀλλὰ τῇ τοῦ βα‐
55σιλέως αὐτῶν δυνάμει. Εἶτ’ ἐπειδὴ βασιλέα καὶ κέρας384 in vol. 23

23

.

385

ἐκτήσαντο αὐτὸν τὸν Κύριον, εἰκότως τοῖς ἐχθροῖς μὴ ὑποχείριοι γενήσεσθαί φασι· κρείττους δὲ τῶν πολεμίων ὑπάρξαι. Τοῦτο γοῦν δηλοῦσι λέγοντες· Ἔσωσας ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς
5μισοῦντας ἡμᾶς κατῄσχυνας. Καὶ ἐπειδήπερ οἱ μὲν ἐχθροὶ αἰσχύνην κατεχέαντο, αὐτοὶ δὲ οὐκ οἰκείᾳ δυνάμει, τῇ δὲ τοῦ κέρως αὐτῶν ἐσώθησαν· εἰκότως ἐπισυνάπτουσι λέγοντες· Ἐν τῷ Θεῷ ἐπαινεθη‐ σόμεθα ὅλην τὴν ἡμέραν· ἢ κατὰ τὸν Ἀκύλαν, Ἐν
10τῷ Θεῷ καυχησόμεθα· ἢ κατὰ τὸν Σύμμαχον, Τὸν Θεὸν ὑμνοῦμεν ὅλην τὴν ἡμέραν, καὶ τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα. Τὴν δὲ ἐξ‐ ομολόγησιν ἀντὶ εὐχαριστίας παραλαμβάνειν εἰώθασιν αἱ Γραφαί· ὥστε εἰκότως καὶ καυχᾶσθαι καὶ ὑμνεῖν,
15καὶ ἐπαινεῖν καὶ ἐπαινεῖσθαι, εὐχαριστεῖν τε καὶ ἐξομο‐ λογεῖσθαι οἱ σεσωσμένοι τῇ τοῦ βασιλέως αὐτῶν ἀρετῇ φασιν. Ἀλλὰ ταῦτα μὲν ἐκ προσώπου τοῦ χοροῦ τῶν προφητῶν εἴρηται· τὰ δ’ ἑξῆς ἐπιφερόμενα πάλιν οἱ αὐτοὶ, ἰδιοποιούμενοι τὰ τῷ πλήθει συμβεβηκότα, διεξέρχονται. Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς, καὶ
20οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν. Ἐπεὶ τὸ πλῆθος τοῦ παντὸς Ἰουδαίων ἔθνους, ἐν παντοίαις ἀσε‐ βείαις καὶ παρανομίαις ἐξητασμένον, οὐκ ἦν ἀλλότριον τοῦ σώματος τοῦ προφητικοῦ, εἰκότως τὰ τῷ πλήθει συμβάντα ἰδιοποιούμενοι οἱ τὰ πρῶτα εἰρηκότες,
25μέσου διαψάλματος παρεμβληθέντος, εἰς παράτασιν τῆς μεταβολῆς τῶν λεχθησομένων προφέρονται. Οἱ μὲν οὖν πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν, καὶ τοῖς ἡμε‐ τέροις ἠκούομεν ὠσὶν ὁποῖα κατειργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, καὶ τὰ ἑξῆς. Νυνὶ δὲ ὀφθαλμοῖς οὐ
30τοιαῦτα ὁρῶμεν· τὰ δὲ τούτοις ἐναντία. Ἀπώσω γὰρ ἡμᾶς, σὺ ὁ Θεὸς, ὁ πάλαι τοὺς πατέρας ἡμῶν διασώσας, διὰ τὰς ἡμετέρας ἁμαρτίας τοὺς πάλαι ἐπὶ σοὶ μέγα φρονοῦντας, καὶ ἐν σοὶ καυχωμένους κατῄσχυνας, ἐρήμους καταλιπὼν καὶ ἀβοηθήτους
35ἐν τῇ πρὸς τοὺς πολεμίους συμβολῇ. Οὐδὲ γὰρ συνεξῆλθες ταῖς δυνάμεσιν ἡμῶν· ἢ κατὰ τὸν Σύμμαχον, τοῖς στρατεύμασιν ἡμῶν Καὶ διὰ τοῦτο ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν· ἢ, κατὰ τὸν Σύμμαχον· Ἔταξας ἡμᾶς ἐσχά‐
40τους παντὸς ἐναντίου, καὶ οἱ μισοῦντες ἡμᾶς διαρπάζουσιν ἑαυτοῖς. Ἔδωκας ἡμᾶς ὡς βοσκή‐ ματα βρώσεως, καὶ εἰς τὰ ἔθνη ἐλίκμησας ἡμᾶς. Ἀπέδου τὸν λαόν σου οὐχ ὑπάρξεως, καὶ οὐ πολλὴν ἐποίησας τὴν τιμὴν αὐτῶν· προπηλα‐
45κισμὸν μετὰ χλευασμοῦ τοῖς κύκλῳ ἡμῶν. Ἐποίησας ἡμᾶς παραβολὴν ἐν τοῖς ἔθνεσι, κί‐ νησιν κεφαλῆς ἐν ταῖς φυλαῖς. Δι’ ὅλης ἡμέρας ἡ ἀσχημόνησίς μου ἄντικρύς μου, καὶ ὁ καται‐ σχυμμὸς τοῦ προσώπου μου καλύπτει με ἀπὸ

23

.

385

(50)

φωνῆς ὀνειδίζοντος καὶ βλασφημοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ τιμωροῦντος ἑαυτῷ. Το‐ σαῦτα κατὰ τὸν Σύμμαχον ὁ χορὸς ὁ προφητικὸς ἐν τῇ πρὸς τὸν Θεὸν ἱκετηρίᾳ διεξῆλθεν, εἰς ἑαυτὸν ἀναλαμβάνων τὰ τοῦ λαοῦ πάθη. Σεσαφήνισται τοίνυν ἐν τοῖς προκειμένοις δι’ ἣν ἔμπροσθεν ἀπεκλαύσατο.
55 Ταῦτα πάντα ἦλθεν ἐφ’ ἡμᾶς, καὶ οὐκ ἐπελα‐ θόμεθά σου. Ὥσπερ ἀσεβήσαντός ποτε τοῦ λαοῦ ἐπὶ τῆς ἐρήμου, ἔπειτα παραδοθέντος τῷ ὀλοθρευτῇ, λαβὼν Ἀαρὼν τὸ θυμιατήριον προσήνεγκεν ὑπὲρ τοῦ
λαοῦ τὸ θυμίαμα· καὶ ἱλάσθη ὁ Θεὸς τῷ πλήθει διὰ386 in vol. 23

23

.

388

τὴν τοῦ ἱερέως ἀναφοράν· τὸν αὐτὸν τρόπον καὶ ὁ χορὸς ὁ προφητικὸς, καὶ οἱ ἐν τῷ λαῷ κατορθοῦντες τὴν λογικὴν αὐτῶν θυσίαν διὰ τῆς ὑπὲρ τοῦ λαοῦ εὐχῆς ἀναπέμπουσι, τὰ οἰκεῖα κατορθώματα ἀντὶ θυ‐
5σίας καὶ θυμιάματος εὐώδους ὑπὲρ τοῦ πλήθους τῷ Θεῷ προσάγοντες. Οὐ γὰρ ἁρμόζει ταῦτα τῷ πλήθει λέγειν, οὐδὲ τοῖς διὰ τὰς ἀσεβείας αὐτῶν τοῖς ἐχθροῖς παραδεδομένοις· ἀλλ’ ὥσπερ τὰ πάθη τοῦ λαοῦ εἰς ἑαυτοὺς ἀνελάμβανον οἱ προφῆται, καὶ αὐτοὶ ταῦτα
10πεπονθέναι ἔφασκον· οὕτω τὰ ἑαυτῶν κατορθώματα κοινοποιοῦσιν εἰς πάντας. Οὐ γὰρ ἠγνόουν ἑαυτοὺς εἶναι μέλη τοῦ παντὸς σώματος· ἀκόλουθον δὲ ἦν, πάσχοντος μέλους ἑνὸς, συμπάσχειν πάντα τὰ μέλη, καὶ δοξαζομένου πάλιν μέλους, συγχαίρειν πάντα τὰ
15μέλη. Πάντα τοίνυν, φασὶν, ἃ προειρήκαμεν πεπόν‐ θαμεν· ἀλλ’ ἡμᾶς τούτων οὐδὲν παρεκίνησε τῆς περὶ σοῦ μνήμης, καὶ οὐκ ἠδικήσαμεν ἐν Διαθήκῃ σου· ἢ κατὰ τὸν Σύμμαχον· Οὐδὲ παρελογησάμεθα τὴν συνθήκην σου, οὐδὲ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρ‐
20δία ἡμῶν. Ἀντὶ δέ· Καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου, ὁ Σύμμαχος σαφέστερον ἐξέδωκεν εἰπών· Οὐδὲ μετετέθη τὰ ὑπορθοῦντα ἡμᾶς· ἐν τόπῳ κακώσεως· ἢ κατὰ τὸν Ἀκύλαν· Συνέθλασας ἡμᾶς ἐν τόπῳ ἀνοικήτῳ, καὶ ἐπ‐
25επώμασας ἡμῖν σκιὰν θανάτου. Οὐκ ἐπελαθό‐ μεθά σου οὐδὲ παρέβημεν τὰς πρὸς σὲ συν‐ θήκας. Εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν, καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλ‐
30λότριον· οὐχὶ ὁ Θεὸς ἐκζητήσει ταῦτα; Σὲ μάρ‐ τυρα, φησὶν, ἀνακαλούμεθα, κριτήν τε καὶ ἐξεταστὴν τῶν ἡμετέρων λόγων καὶ τῶν κατὰ διάνοιαν λανθα‐ νόντων τοὺς πολλοὺς λογισμῶν. Αὐτὸς γοῦν οἶσθα, εἰ, τοσαῦτα παθόντες καὶ ταπεινωθέντες ἐν τόπῳ κα‐
35κώσεως, καὶ καλυφθέντες ὑπὸ τῆς σκιᾶς τοῦ θανά‐ του, λήθην τοῦ ὀνόματός σου πεποιήμεθα· καὶ εἰ μὴ ἐπὶ τῷ σῷ ὀνόματι παῤῥησίας γέμοντες ἐκαυχώμεθα· εἰ δὲ καὶ, ἀπογνόντες τὴν παρὰ σοῦ βοήθειαν, ἐπὶ ἕτερόν τινα ἤλθομεν, ἑτέρῳ Θεῷ χεῖρας ἀναπετάσαν‐
40τες· καὶ τούτων σὺ κριτὴς τυγχάνεις. Οἶσθα δὲ καὶ τὰ κρύφια τῆς καρδίας καὶ τοὺς λογισμοὺς αὐτοὺς, ἐν οἷς καθ’ ἑκάστην ἡμέραν ἕνεκα τῆς εὐσεβείας θα‐ νατούμεθα. Ὁ γὰρ τῇ προθέσει λογισάμενος ἐφ’ ἑκάστῳ πειρασμῷ τὸν ὑπὲρ ἀληθείας ἀναδέξασθαι
45θάνατον, δυνάμει ὁ τοιοῦτος τέθνηκε. Καὶ ὁ Ἀπόστο‐ λος δὲ τοῦτο ἔλεγεν, ἐπειδὴ συνεχεῖς ἦσαν καὶ ἐπάλ‐ ληλοι διωγμοὶ, καὶ οἱ περισπασμοὶ θάνατον ἀπειλοῦν‐ τες αὐτῷ. Ὁ δὲ καθ’ ἕκαστον πειρασμὸν παρ‐ εσκεύαστο ἐνστατικῶς μέχρι θανάτου ἀγωνίσασθαι·

23

.

388

(50)

διὸ εἰκότως καθ’ ἡμέραν ἀποθνήσκειν ἔλεγε. Ταύτῃ οὖν τῇ διανοίᾳ καὶ οἱ πάλαι τοῦ Θεοῦ προφῆται διὰ τῶν προκειμένων ταῦτα ἔφασκον· Ἐν γὰρ τοῖς κρυ‐ φίοις ἡμῶν ἐθανατούμεθα πᾶσαν ἡμέραν. Ἀλλὰ γὰρ καὶ ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ἅπαξ γὰρ
55ἑαυτοὺς παραδεδωκότες ὥσπερ εἰς θυσίαν ἀντὶ παν‐
τὸς τοῦ λαοῦ, τῷ λογισμῷ καὶ τῇ προθέσει ἐσφαγιά‐388 in vol. 23

23

.

389

σθημεν, ὡς αὐτὸς σὺ ὁ Θεὸς μαρτυρεῖς· μόνος γὰρ γινώσκεις τὰ κρύφια τῆς καρδίας. Ἐπεὶ τοίνυν το‐ σαῦτα πεπόνθαμεν, εἰκότως μετὰ παῤῥησίας ἐπι‐ στρέφομέν σε πρὸς ἡμᾶς καὶ διεγείρομεν ὥσπερ κα‐
5θεύδοντα καί φαμεν· Ἵνα τί ὑπνοῖς, Κύριε; Ἀνά‐ στηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος· ἢ κατὰ τὸν Σύμ‐ μαχον· Ἵνα τί ὡς ὁ ὑπνῶν εἶ, Δέσποτα; Ἐξ‐ ύπνισον, καὶ μὴ ἀποβάλῃ εἰς τέλος. Εἰ γὰρ καὶ ἐκ μέρους ἀπώσω διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ, ἀλλ’ ἱκε‐
10τεύομεν μὴ εἰς τέλος ἀπώσασθαι, τὰ δ’ ἡμέτερα πα‐ ραδέξασθαι κατορθώματα ὑπὲρ τοῦ παντὸς λαοῦ. Ἐπισημήνασθαι δὲ δεῖ, ὅτι δυάδα προσώπων ὁ λόγος ᾐνίξατο. Ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις; ἐπιλαν‐ θάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν;
15Σύμμαχος· Ἵνα τί τὸ πρόσωπόν σου κρύπτεις, ἐπιλανθάνῃ τῆς κακώσεως ἡμῶν καὶ θλίψεως; Κρύπτεις μὲν τὸ ἑαυτοῦ πρόσωπον, ὁ Θεὸς, καὶ ἀποστρέφεις πρὸς τὸ μὴ βλέπειν τὰ αἰσχρὰ καὶ ἀπρεπῆ, καὶ τῆς σῆς θέας ἀλλότρια. Ἀλλ’ ἐπεὶ ἡμεῖς
20ἐπὶ τοῖς λεχθεῖσι κατορθώμασι παῤῥησίαν ἄγομεν, ἵνα τί τὸ πρόσωπόν σου κρύπτεις; Τοσαῦτα δὲ πασχόντων καὶ κακοπαθούντων τῆς σῆς ἕνεκεν εὐσε‐ βείας, ἵνα τί ἐπιλανθάνῃ τῆς κακώσεως ἡμῶν; ἤτοι τῆς πτωχείας, κατὰ τοὺς Ἑβδομήκοντα. Εἰ
25γὰρ καὶ μεγάλα ταῦτα ὡς πρὸς ἡμᾶς κατορθώματα, ἀλλ’ ὡς πρὸς σὲ πάντα πτωχὰ καὶ σμικρὰ, καὶ ὀλί‐ γιστα. Πλὴν ὡς ἐξ ἡμῶν μεγάλα. Διὸ ἱκετεύομεν μὴ λήθην ποιήσασθαι τῆς ἡμετέρας πτωχείας· μνησθῆ‐ ναι δὲ καὶ τῆς θλίψεως ἡμῶν, ἧς ὑπεμείναμέν σου
30χάριν. Καὶ ἐπεὶ ἡ ψυχὴ ἡμῶν εἰς χοῦν τεταπεί‐ νωται, συγγνῶναι ταῖς ἀσθενείαις ἡμῶν ἱκετεύομεν. Καὶ ἀλλαχοῦ δὲ τῷ αὐτῷ λόγῳ δυσωπεῖ τὸν Θεὸν, λέ‐ γων· Μνήσθητι, ὅτι χοῦς ἐσμεν· ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ. Ἀλλὰ καὶ ἡ γαστὴρ
35ἡμῶν ἐκολλήθη εἰς γῆν. Δέον γὰρ αὐτὴν πεπλη‐ ρῶσθαι ναμάτων ἁγίων καὶ πηγῆς ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον, ἐξ ἀνυδρίας ὑπερβαλ‐ λούσης ἡ γαστὴρ ἡμῶν ἐκολλήθη εἰς γῆν. Γαστέρα δὲ ψυχῆς νόει τὸ μνημονικὸν αὐτῆς, ἢ καὶ τὸ ἡγεμο‐
40νικὸν, ἐν ᾧ πάντα συνάγει τὰ μαθήματα καὶ τὰ θεωρήματα· ἐν ᾧ καὶ σπέρμα ὑποδεξαμένη κύει, καὶ τελεσφορήσασα γεννᾷ πνεῦμα σωτηρίας, κατὰ τὸν φήσαντα· Ἐκ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα
45σωτηρίας. Τοσαῦτα δυσωπητικὰ οἱ πάλαι τοῦ Θεοῦ προφῆται, καὶ οἱ κατορθοῦντες ἐν τῷ λαῷ δεηθέντες, ἱκετεύουσι καὶ λυτρώσεως τυχεῖν· ὃ δὴ καὶ γεγένηται· ἔτι γὰρ λαλούντων αὐτῶν εἰσακούσας ὁ Θεὸς, με‐ ταβάλλει τοὺς ὀδυρμοὺς αὐτῶν ἐπὶ τὸ φαιδρότερον.

23

.

389

(50)

Διόπερ ἑξῆς οἱ τοσαῦτα ἀποκλαυσάμενοι ὑπὲρ τῶν ἀλλοιωθησομένων προφητεύουσι, καὶ ᾠδὴν ᾄδουσι τὴν ὑπὲρ τοῦ Ἀγαπητοῦ, δι’ οὗ τὴν κακῶν ἐλευθερίαν καὶ τῶν ψυχῶν τὴν ἀπολύτρωσιν ὁ ἀγαθὸς Θεὸς, ἐπακούσας τῶν εὐξαμένων, τῷ παντὶ γένει τῶν ἀνθρώ‐
πων ἐδωρήσατο.390 in vol. 23

23

.

392

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΑΛΛΟΙΩΘΗΣΟΜΕΝΩΝ, ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ, ΕΙΣ ΣΥΝΕΣΙΝ, ΩΔΗ ΥΠΕΡ ΤΟΥ ΑΓΑΠΗΤΟΥ ΜΔʹ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, λέ‐
5γω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Οἱ τὰ τοσαῦτα διὰ τῶν ἔμπροσθεν ἀποκλαυσάμενοι ἐντεῦθεν ᾠδὰς καὶ ᾄσματα ἀντὶ τῶν προτέρων ὀδυρμῶν ᾄδουσι, τῆς ἀπὸ τῶν σκυθρωπῶν μεταβολῆς αἴτιον αὐτοῖς γεγονέ‐
10ναι τὸν Ἀγαπητὸν τοῦ Θεοῦ δηλοῦντες· ὃν καὶ δι’ ὅλης τῆς ᾠδῆς ἀνυμνοῦσιν. Ἀλλ’ ἐπείπερ ταῦτα μα‐ κροῖς ὕστερον χρόνοις γίγνεσθαι ἤμελλεν, εἰκότως Εἰς τὸ τέλος ἐπιγράφουσι τὴν προφητείαν, ἢ ἐπινίκιον, τῷ νικοποιῷ, διὰ τὰ κατὰ τῶν νοητῶν πολεμίων
15νικητήρια. Προσέθηκαν δὲ τῇ ἐπιγραφῇ τὸ, ὑπὲρ τῶν ἀλλοιωθησομένων· ἐπειδὴ καὶ αὐτοὶ οἱ ταῦτα φάσκοντες ἀλλοίωσιν τὴν ἀπὸ τῶν σκυθρωπῶν λόγων ἐπὶ τὴν φαιδροτέραν ᾠδὴν πεποίηνται. Οὐ μὴν ἀλλὰ καὶ τὰ ἐμφερόμενα δι’ ὅλης τῆς ᾠδῆς πλείστης πε‐
20πλήρωται ἀλλοιώσεως. Ὅ τε γὰρ Ἀγαπητὸς τοῦ Θεοῦ, ἑαυτὸν κενώσας, καὶ μορφὴν δούλου λαβὼν, σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἀλλοίωσιν οὐ τὴν τυχοῦσαν ἔδοξεν ὑπομένειν, ἀναλλοίωτος ὢν καὶ ἄτρεπτος ὡς Θεός· οἵ τε δι’ αὐτοῦ τῆς ὑπὸ τὸν διάβολον αἰχμαλω‐
25σίας λυτρωθέντες, εἰς ἐλευθερίαν τε τὴν ὑπὸ τῷ Θεῷ μετενηνεγμένοι, τὴν καλλίστην ἀληθῶς αὐτοὶ ἀλ‐ λοίωσιν ὑπομεμενήκασι. Διὸ καὶ ἡ ἐμφερομένη τοῖς λόγοις βασίλισσα κελεύεται λήθην ποιήσασθαι τοῦ λαοῦ ἑαυτῆς καὶ τοῦ οἴκου τοῦ πατρὸς ἑαυτῆς· καὶ
30θυγάτηρ δὲ Τύρου ἀλλόφυλος ἐπὶ τὴν καλὴν μεταβο‐ λὴν ταύτην καλεῖται· παρθένοι τε καὶ υἱοί τινες ἀντὶ πατέρων γενόμενοι, λαοί τε ἐξομολογούμενοι τῷ Θεῷ, τῆς αὐτῆς ἠξιώθησαν ἀλλοιώσεως. Ὧν δὲ ἕνεκα πάντων ὑπὲρ τῶν ἀλλοιωθησομένων προγέγραπται ἡ
35ᾠδή· κατὰ δὲ τὸν Ἀκύλαν, ἐπὶ τοῖς κρίνοις· κατὰ δὲ τὸν Σύμμαχον, ὑπὲρ τῶν ἀνθῶν. Οἱ γὰρ ἀλλοιωθέν‐ τες, οὗτοι εὐωδίας πνεύσαντες, καὶ ἄνθη νεαρὰ τῆς Ἐκκλησίας γενόμενοι, τοῦτον ὠνομάσθησαν τὸν τρό‐ πον. Διὸ, ἵνα ταῦτα νοηθῇ, ἀναγκαίως πρόσκειται τῇ
40προγραφῇ τὸ, εἰς σύνεσιν· καὶ ἵνα συνῶμεν, ὡς ὁ πᾶς λόγος ᾠδὴν περιέχει ὑπὲρ τοῦ Ἀγαπητοῦ, ἢ κατὰ τὸν Σύμμαχον· ᾌσμα εἰς τὸν Ἀγαπητόν. Ἔνθα δὲ γενόμενος, πάντα ὅσα περὶ Ἀγαπητοῦ συν‐ άξεις· οἷον ἐν Ἡσαΐᾳ· ᾌσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα
45τοῦ Ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. Ἀμπελὼν ἐγε‐ νήθη τῷ ἠγαπημένῳ· δι’ ὧν σημαίνεται ἀμπελὼν μὲν ὁ οἶκος τοῦ Ἰσραήλ· τοῦτο γὰρ ἑξῆς ὁ λόγος δη‐ λοῖ· ἠγαπημένος δὲ καὶ Ἀγαπητὸς ὁ Μονογενὴς τοῦ Θεοῦ Υἱὸς, οὗ μερὶς γέγονε καὶ κλῆρος πρότερος ὁ

23

.

392

(50)

δηλωθεὶς ἀμπελών. Ἐπεὶ δὲ πᾶς ἠγαπημένος καὶ ἀγαπητὸς ἔχει τὸν ἀγαπῶντα, σαφῶς διὰ τούτων ὁ λόγος παρίστησι τὸν ἀμπελῶνα κτῆμα γεγονέναι τοῦ
Ἀγαπητοῦ τοῦ Θεοῦ, περὶ οὗ ἡ προκειμένη ᾠδὴ εἴ‐392 in vol. 23

23

.

393

ρηται, ὑπὲρ τοῦ Ἀγαπητοῦ. Καὶ ἐν Ψαλμοῖς δὲ λέ‐ λεκται· Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ Ἀγαπητοῦ. Σαφῶς δὲ κἀνταῦθα ἰδίως μνημονευομέ‐
5νου Κυρίου τοῦ Θεοῦ τῶν ὅλων· καὶ πάλιν ἰδίως τοῦ Ἀγαπητοῦ, καὶ ἐν τῇ τρίτῃ τάξει τῶν εὐαγγελιζο‐ μένων τὸν Ἀγαπητὸν, οἷς δίδοσθαι ῥῆμα ἐξ αὐτοῦ τοῦ Θεοῦ ἄνωθεν λέλεκται, καὶ ἡ περὶ τοῦ Σωτῆρος ἡμῶν συνίσταται μαρτυρία. Καὶ ἐν ἑτέρῳ δὲ αὖθις
10εἴρηται· Καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. Προκείσθω τούτοις καὶ τὸ ἐπισφράγισμα τῶν ὅλων, τὸ σωτήριον Εὐαγγέλιον ἐν φωνῇ πατρικῇ τὸν Ἀγα‐ πητὸν ἄνωθεν παρ’ ἀνθρώποις ἐδείκνυ, βοώσῃ· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα.
15Τοσούτων ἀποδεδειγμένων περὶ τοῦ Ἀγαπητοῦ, σα‐ φὴς ἂν εἴη λοιπὸν καὶ ἀναμφίλεκτος ἡ προκειμένη προφητεία διὰ τῆς προγραφῆς φήσασα· ᾨδὴ ὑπὲρ τοῦ Ἀγαπητοῦ. Ὅτι δὲ ὁ Χριστὸς ἦν οὗτος, ἕτερος ὢν παρὰ τὸν χρίσαντα αὐτὸν Πατέρα, προϊὼν ἑξῆς ὁ λόγος ἐν αὐτῷ τῷ ψαλμῷ παρέστησε. Ταῦτα μὲν
20οὖν εἰς τὴν προγραφὴν εἰρήσθω· τὰ δ’ ἑξῆς πάλιν ὁ χορὸς ὁ προφητικὸς διεξέρχεται, ὁ καὶ τὰ πρῶτα διεξελθών. Τινὲς ᾠήθησαν, ὡς ἐκ προσώπου τοῦ Πατρὸς λέ‐ γεσθαι τὸν ψαλμὸν ἤτοι τὴν ᾠδὴν περὶ τοῦ ἐν ἀρχῇ ὄντος πρὸς αὐτὸν Λόγου, ὃν ἐκ τῆς οἱονεὶ καρδίας, ἢ
25αὐτῶν τῶν σπλάγχνων, φησὶ, προήγαγε· καὶ ἀπὸ ἀγαθῆς καρδίας ἀγαθὸς λόγος προῆλθεν. Ἐμοὶ δὲ δοκεῖ ταῦτα ἐπὶ τὸ προφητικὸν ἀναφέρεσθαι πρόσ‐ ωπον· τὰ γὰρ ἐφ’ ἑξῆς τοῦ ῥητοῦ οὐκέτι ὁμοίως ἐξ‐ ομαλίζει ἡμῖν τὴν περὶ τοῦ Πατρὸς ἐξήγησιν. Οὔτε
30γὰρ ἂν περὶ τῆς ἑαυτοῦ γλώσσης ὁ Πατὴρ εἶπεν, ὅτι· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγρά‐ φου. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώ‐ πων. Οὐ γὰρ ἐκ τῆς πρὸς τοὺς ἀνθρώπους συγκρί‐ σεως τὴν ὑπεροχὴν τοῦ κάλλους ἔχει. Καὶ προϊὼν δέ
35φησι· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως· οὐ γὰρ εἶπεν· Ἔχρισά σε ἐγὼ ὁ Θεὸς, ἀλλ’ ἔχρισέ σε· ὥστε ἐκ τούτου παρ‐ ίστασθαι ἕτερον εἶναι τὸ διαλεγόμενον πρόσωπον. Ποῖον οὖν ἐστι τοῦτο ἢ ὁ προφήτης, ὁ χωρήσας τὴν
40τοῦ ἁγίου Πνεύματος εἰς ἑαυτὸν γενομένην ἐνέρ‐ γειαν; Ἀντὶ δὲ τοῦ· Ἐξηρεύξατο ἡ καρδία μου, ὁ Σύμ‐ μαχος· Ἐκινήθη, φησὶν, ἡ καρδία μου λόγῳ ἀγαθῷ. Ὡς γὰρ ἑτέρου ἀπαγγείλαντος τὸν λόγον,
45αὐτὸς κεκινῆσθαί φησι διὰ τῆς ἀκοῆς. Ἐν τῷ φά‐ σκειν· Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ, οὐδέτε‐ ρον δηλοῦσι βασιλέα, ἢ τὸν Ἀγαπητὸν αὐτὸν, ᾧ καὶ τὰ ἑξῆς πεφώνηται. Τούτῳ γὰρ, φησὶ, τὰ ἔργα μου διηγήσομαι· ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον,

23

.

393

(50)

τὰ δικαιώματά μου ἐξαγγελῶ. Πολλῆς δὲ γέμων παῤῥησίας ἐπ’ ἀγαθοῖς ἔργοις ὁ τῶν προφητῶν χο‐ ρὸς, ταῦτα λέγειν τεθάρσηκεν. Εἰ δὲ καὶ γνῶναι ποθεῖς τίνα ἦν τῶν προφητῶν τὰ ἔργα, μάθοις ἂν διὰ τῶν ἔμπροσθεν, ἐν οἷς ἔφασκον· Ταῦτα πάντα
55ἦλθεν ἐφ’ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου, καὶ
οὐκ ἠδικήσαμεν ἐν Διαθήκῃ σου· καὶ πάλιν· Ὅτι394 in vol. 23

23

.

396

ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν. Μέγα δὲ ἦν ἔργον καὶ τὸ διὰ γλώττης τὰ μέλλοντα προ‐ φητεύειν, καὶ τῷ βασιλεῖ διακονεῖσθαι τὴν εὐαγγε‐ λικὴν ᾠδήν. Ἀντὶ δὲ τοῦ· Κάλαμος γραμματέως
5ὀξυγράφου, ὁ μὲν Ἀκύλας· Σχοῖνος γραμματέως ταχινοῦ· ὁ δὲ Σύμμαχος· ἡ γλῶσσά μου, φησὶ, γραφεῖον γραφέως ταχινοῦ. Σφόδρα δὲ θαυμαστῶς τὴν ἑαυτοῦ γλῶσσαν, οὐ χεῖρα γραμματέως ἐπιστή‐ μονος, οὐδὲ γραμματέα φησὶν, ἀλλὰ κάλαμον γραμ‐
10ματέως ὀξυγράφου· δηλῶν, ὅτι ὄργανον ἦν ἡ προφη‐ τικὴ γλῶσσα ἑτέρου τοῦ χρωμένου αὐτῇ, ἁγίου Πνεύ‐ ματος· ὅπερ ὁ γραμματεὺς, οὗ γραφεῖον καὶ κάλα‐ μος ἐτύγχανεν ἡ τῶν προφητῶν γλῶσσα, ὥσθ’ ἕτερον εἶναι τὸν ὀξυγράφον γραμματέα, δηλαδὴ τὸ Πνεῦμα
15τὸ ἅγιον, καὶ ἕτερον τὸν προφήτην, καὶ τρίτον τὴν γλῶσσαν τὴν προφητικὴν, ἣ καλάμου καὶ γραφείου χώραν ἐπεῖχεν, ὄργανον τυγχάνουσα τοῦ χρωμένου αὐτῇ ἁγίου Πνεύματος. Εἰδέναι δὲ δεῖ, ὡς κατὰ τὴν τῶν Ἑβδομήκοντα ἑρ‐ μηνείαν συνῆπται ἡ διάνοια τῷ καλάμῳ τοῦ γραμμα‐
20τέως, ὑφ’ ἕνα τε στίχον τὸ ὅλον ἀπείληπται λόγιον, οὕτως ἔχον· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου· ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐπεὶ δὲ ἡ Ἑβραϊκὴ λέξις καὶ οἱ λοιποὶ ἑρμηνευταὶ, τὴν τῶν ἀνωτέρω διάνοιαν περιγράψαν‐
25τες, ἀπὸ ἑτέρας ἀρχῆς τὴν ἔκθεσιν ἐποιήσαντο· εἰκό‐ τως καὶ ἡμεῖς ἐξ ἑτέρας ἀρχῆς τό· Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, παρεθήκαμεν. Ὁ μὲν οὖν Ἀκύλας τοῦτον ἡρμήνευσε τὸν τρόπον, Κάλλει ἐκαλλιώθης ἀπὸ υἱῶν ἀνθρώπων· ὁ δὲ
30Σύμμαχος· Κάλλει καλὸς εἶ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ὥστε εἶναι τὰ πρῶτα τῆς ᾠδῆς ἀντὶ προοιμίου λελεγμένα. Μέλλων γὰρ εὐαγγελίζεσθαι τὸν ὑπὲρ τοῦ Ἀγαπητοῦ λόγον, καὶ τὴν ὑπὲρ αὐτοῦ προφέρειν ᾠδὴν ὁ προφητικὸς χορὸς, προοιμίῳ κέχρη‐
35ται, στήσας τὸ προοίμιον ἕως τοῦ· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ἐντεῦθεν δὲ λοιπὸν ἀπάρχεται τῆς εἰς πρόσωπον τοῦ Ἀγαπητοῦ ᾠδῆς· ἀναφωνεῖ τε πρὸς αὐτόν· Ὡραῖος εἶ κάλλει, καλὸς εἶ, ἢ κάλλει ἐκαλλιώθης, ἢ κάλλει ὡραιώθης,
40ὦ Ἀγαπητὲ, παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Εἰ γὰρ καὶ τὰ μάλιστα εἷς τις γέγονας καὶ αὐτὸς υἱῶν τῶν ἀνθρώπων, καὶ κατηριθμήθης τοῖς ἐπὶ γῆς πολιτευ‐ σαμένοις· ἀλλ’ οὐκ ἔστι παραβάλλειν τῷ κάλλει σου ἕτερον. Δῆλον δὲ, ὅτι κατὰ τὴν ἀρετήν· οὕτω γὰρ
45οὔτε δόξει ἐναντία τούτοις Ἡσαΐας λέγειν φήσας· Καὶ ἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλ‐ λος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐκεῖνα γὰρ τὸν σταυρὸν καὶ τὸ πάθος προανεφώνει, ἃ παροινίας καὶ ὕβρεως

23

.

396

(50)

ὑπῆρχε μεστά· διὸ δὴ καὶ ἐπήγαγεν ὁ προφήτης· Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλα‐ κίαν, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Ὁ δὲ ψαλμὸς κάλλος αὐτοῦ καλεῖ, καθ’ ἃ εἴρηται, οὐ τὸ τοῦ σώ‐ ματος, ἀλλὰ τὸ τῆς ἀρετῆς, ἁμαρτίας οὐ δεξάμενον
55σπῖλον. Τούτοις ἑξῆς εἴρηται· Ἐξεχύθη ἡ χάρις
ἐν χείλεσί σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς396 in vol. 23

23

.

397

τὸν αἰῶνα. Μωϋσῆς μὲν οὖν εὗρε μίαν τινὰ χάριν· καὶ Νῶε πάλιν εὗρέ τινα χάριν ἐνώπιον τοῦ Θεοῦ· καὶ ἕκαστος τῶν δικαίων χάριτος μετέσχεν. Ἐπεὶ δὲ τοῦ Ἀγαπητοῦ πᾶσα ἡ πατρικὴ εἰς αὐτὸν ἐκενώθη
5χάρις· ἦν γὰρ ὁ Πατὴρ λαλῶν ἐν Υἱῷ· ἔνθεν καὶ ἡ διακονησαμένη τὴν εἰς ἀνθρώπους αὐτοῦ πάροδον κε‐ χαριτωμένη ἐλέχθη. Ἐν αὐτῷ γὰρ εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματικῶς διὸ πάν‐ τες οἱ ἅγιοι ἐκ τοῦ πληρώματος αὐτοῦ εἰλήφασιν.
10 Ἐπιβαλεῖς δὲ καὶ οὕτως· Τὸ πρῶτον ἔργον τοῦ Ἀγαπητοῦ ἡ χάρις ἡ ἐν τοῖς χείλεσιν αὐτοῦ κεχυ‐ μένη, κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν· καὶ καθ’ ἕτε‐ ρον δὲ τρόπον, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Ἐπειδὴ πάντα χαριζόμενος ἔπραττε
15τοῖς μὲν ἀφιεὶς τὰς ἁμαρτίας, τῶν δὲ τὰς νόσους καὶ τὰς μαλακίας ἰώμενος, τοῖς δὲ τὸ ἅγιον Πνεῦμα δω‐ ρούμενος. Δι’ ὃ πρὸς αὐτὸν εἰκότως εἴρητο· Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου. Τούτοις ἑξῆς οἱ πρόσθεν ἀποκλαυσάμενοι, καὶ τὴν ὑπὸ τοῖς πολεμίοις δουλείαν
20ἑαυτῶν ὑπογράψαντες, εὐκαίρως τὸν Ἀγαπητὸν ἱκε‐ τεύουσι σπεῦσαι καὶ μέχρις αὐτῶν ἐλθεῖν, φραξάμε‐ νον ὅπλοις πολεμικοῖς διὰ τοὺς ἐπικειμένους ἐχθροὺς, ὡς ἂν τροπωσάμενος αὐτοὺς, τὴν ὑπ’ αὐτοῖς αἰχμα‐ λωσίαν ὑπεξαγάγοι. Διό φασι· Περίζωσαι τὴν ῥομ‐
25φαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ· ὡραῖος μὲν γὰρ εἶ καὶ καλὸς, πλὴν ἀλλὰ πρὸς τῇ ὡραιότητί σου καὶ πρὸς τῷ κάλλει σου ἀνάλαβε τὴν σαυτοῦ παν‐ οπλίαν δι’ ἡμᾶς τοὺς σοὺς ἱκέτας· ῥομφαίαν τε πε‐ ρίθου τῷ σαυτοῦ μηρῷ, καὶ οὕτω τὴν σὴν δύναμιν
30ἀναλαβὼν, ἔντεινόν σου τὰ τόξα. Ἔπειτα βαλὼν τοὺς ἐχθροὺς, κατευοδοῦ καὶ βασίλευε. Ῥομφαίαν δὲ τοῦ Ἀγαπητοῦ νόει τὴν δύναμιν τὴν τῶν ἐχθρῶν κα‐ θαιρετικὴν καὶ κολαστήριον. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν
35μάχαιραν δίστομον. Καὶ ἄλλως δὲ ῥομφαίας Θεοῦ ὁ προφήτης μέμνηται Ἰεζεκιὴλ ὧδε λέγων· Τάδε λέγει Ἀδοναῒ Κύριος· Εἶπον· Ῥομφαία, ῥομφαία, ὀξύνου καὶ θυμώθητι, ὅπως σφάξῃς σφάγια· ὀξύνου, ὅπως γένῃ εἰς στίλβωσιν ἑτοίμη εἰς πα‐
40ράλυσιν· καὶ πάλιν· Ἀνάκραγε καὶ ὀλόλυξον, υἱὲ ἀνθρώπου· ὅτι αὐτὴ ἐγένετο ἐν τῷ λαῷ μου· αὕτη ἐν τοῖς ἀφηγουμένοις τοῦ Ἰσραήλ· καὶ ἑξῆς· Διάταξον σεαυτῷ δύο ὁδοὺς τοῦ εἰσελθεῖν ῥομφαίαν βασιλέως Βαβυλῶνος· ἐκ χώρας μιᾶς
45ἐξελεύσονται· καὶ τὰ τούτοις ἀκόλουθα, δι’ ὧν ῥομ‐ φαίαν τοῦ Κυρίου λέγει τὴν ῥομφαίαν τοῦ Ναβουχο‐ δονόσορ τὴν ἐπαχθεῖσαν τῷ λαῷ. Ἔχεις δὲ καὶ ἐν τοῖς Εὐαγγελίοις, ὡς ὁ ποιῶν γάμους τῷ υἱῷ αὑτοῦ βασι‐ λεὺς τοὺς παραιτησαμένους τὴν κλῆσιν, καὶ ἀνελόν‐

23

.

397

(50)

τας τοὺς βασιλικοὺς δούλους, παραδίδωσιν εἰς σφα‐ γήν· Καὶ πέμψας, φησὶ, τὸ στράτευμα αὑτοῦ, ἐνέπρησε τὴν πόλιν αὐτῶν. Στράτευμα δὲ τοῦ βασιλέως τὴν Ῥωμαϊκὴν χεῖρα σημαίνει τὴν πο‐ λιορκήσασαν τὴν Ἱερουσαλήμ. Ἐπεὶ τοίνυν χρεία ἦν καὶ τοιαύτης ῥομφαίας κατὰ τῶν ἐπαναστάντων τῷ
55Ἀγαπητῷ, εἰκότως φησὶν ἡ προφητεία εἰς αὐτοῦ πρόσωπον· Περίζωσαι τὴν ῥομφαίαν ἐπὶ τὸν μη‐ ρόν σου, δυνατέ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον, καὶ κατευοδοῦ καὶ βα‐
σίλευε.398 in vol. 23

23

.

400

Εἶτ’ ἐπιλέγει· Ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Ταῦτα δὲ ὁμοίως τοῖς ἄλλοις ἐξηγήσατο· Τὰ βέλη σου ἠκονημένα, καὶ λαοὶ ὑποκάτω σου
5πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως· ὃ δὴ καθ’ ὑπερβατὸν κεῖται. Συνάψεις δὲ τὴν διάνοιαν τοῦτον τὸν τρόπον· Τὰ βέλη σου ἠκονημένα ἐν καρ‐ δίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Πρῶτον μὲν γάρ φησι· Τὰ βέλη σου ἠκονημένα γενήσεται κατὰ τῆς καρδίας
10τῶν σῶν ἐχθρῶν· ἔπειτα, λαοὶ ὑποκάτω σου πε‐ σοῦνται, ἐλαθέντων τοῖς σοῖς βέλεσι τῶν ἐχθρῶν. Τὸ τηνικαῦτα γοῦν ἐλευθερίας τυχόντες οἱ λαοὶ, καὶ ἀναπνεύσαντες τῶν πιεζόντων αὐτοὺς κακῶν, τοῖς σοῖς ὑποδραμοῦνται ποσί. Βέλη δὲ τοῦ. Ἀγαπητοῦ
15ἀποστελλόμενα κατὰ τῆς καρδίας τῶν ἐχθρῶν ἀορά‐ τους τινὰς καὶ ἀφανεῖς πληγὰς νοήσεις κατὰ τῶν ἀρ‐ χόντων τοῦ αἰῶνος τούτου· οἷς βέλεσι τιτρωσκόμενοί ποτε οἱ δαίμονες ἔλεγον· Ἔα, τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς.
20 Ὅτι ὡραῖος καὶ καλὸς καὶ χάριτος πλήρης, εὐλο‐ γημένος τε βασιλεὺς καὶ τῶν ἐχθρῶν νικητὴς ὁ Ἀγα‐ πητὸς τοῦ Θεοῦ ἦν, ἐκ τῶν ἔμπροσθεν μεμαθήκαμεν· ὅτι δὲ πρὸς ἐκείνοις πᾶσι καὶ Θεὸς ἦν, διὰ τῶν προ‐ κειμένων διδασκόμεθα. Εἰς αὐτοῦ γὰρ πρόσωπον τὸ
25Πνεῦμα τὸ ἅγιον ἀναφωνεῖ λέγον· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ἢ κατὰ τὸν Ἀκύλαν· Ὁ θρόνος σου, Θεὲ, εἰς αἰῶνα καὶ ἔτι. Ἐπεὶ δὲ καὶ βασιλέα αὐτὸν ὠνόμασε διὰ τῶν ἔμπρο‐ σθεν, εἰκότως ἐπιλέγει· Ῥάβδος εὐθύτητος ἡ ῥά‐
30βδος τῆς βασιλείας σου. Οὐδὲν γὰρ ἐν αὐτῷ σκο‐ λιὸν οὐδὲ στραγγαλιῶδες. Καὶ ἵνα μή τις Ἰουδαϊκῶς ἐκδεξάμενος ὑπολάβοι θνητόν τινα τοῖς πολλοῖς ὅμοιον ἔσεσθαι βασιλέα τὸν Ἀγαπητὸν τοῦ Θεοῦ, ἀναγκαίως διδάσκει, ὡς ἄρα ἐξ αἰῶνος ἦν ὁ θρόνος τῆς βασιλείας
35αὐτοῦ, διαρκῶν τε καὶ διαμένων ἔσται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ταῦτα δὲ ὅτι μὴ εἰς πρόσωπον τοῦ Πατρὸς ἀναπεφώνηται, ἀλλ’ εἰς τὸ τοῦ ἀγαπητοῦ καὶ μονογενοῦς Υἱοῦ, προϊὼν διασαφεῖ λέγων· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο
40ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου. Θεὸς γὰρ ἐν τούτοις χριόμενος ὑπὸ Θεοῦ τίς ἂν εἴη ἢ ὁ ἐν Εὐαγγελίοις θεολογούμενος· Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος; Οὗτος οὖν ὁ Θεὸς Λόγος ἠγά‐ πησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀνομίαν. Ἀνθ’ οὗ ὁ
45Ἀκύλας ἀκριβέστερον ἡρμήνευσεν εἰπών· Ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀσέβημα. Κρίσει γὰρ ὀρθῇ τοὺς ὑπ’ αὐτοῦ δικαίους ἀγαπᾷ, μισεῖ δὲ τοὺς ἐναντίους· διὸ χρίεται κρείττονι ἢ παρὰ τοὺς μετ‐ όχους αὐτοῦ ἐλαίῳ τῷ καλουμένῳ ἀγαλλιάσεως, καὶ

23

.

400

(50)

χρίεται ὑπὸ τοῦ Θεοῦ τοῦ ἑαυτοῦ Πατρὸς, ἢ ἐλαίῳ χαρᾶς κατὰ τὸν Ἀκύλαν, ἢ ἐλαίῳ ἀγλαϊσμοῦ κατὰ τὸν Σύμμαχον. Πολλῶν δὲ ὄντων τῶν μετόχων αὐτοῦ, ἢ ἑταίρων αὐτοῦ τῶν τῆς αὐτοῦ χάριτος μετ‐ εσχηκότων, οἳ καὶ εἴποιεν ἄν· Μέτοχοι τοῦ Χριστοῦ
55γεγόναμεν. Ἀνέγνωσαν δέ τινες τὴν προκειμένην λέξιν ὧδέ πως· Διὰ τοῦτο ἔχρισέ σε, Θεὲ, ὁ Θεός
σου, καὶ ταύτῃ γε κέχρηνται ἀναγνώσει, τῇ Ἑβραϊκῇ400 in vol. 23

23

.

401

λέξει δουλεύσαντες. Ἐπειδήπερ Ἐλωεὶμ ὁ Θεὸς ἐν τῇ Ἑβραϊκῇ ὠνόμασται γραφῇ, εἰπών· Ἐν ἀρχῇ θρόνος σου, Θεὲ, εἰς αἰῶνα καὶ ἔτι. Οἱ μὲν οὖν Ἑβδομήκοντα καὶ ὁ Σύμμαχος· Ὁ θρόνος σου, ὁ
5Θεὸς, εἰρήκασιν· ὁ δὲ Ἀκύλας· Θεὲ, δουλεύσας τῇ Ἑβραϊκῇ λέξει, περιεχούσῃ Ἐλωείμ. Ἀλλ’ ὁ αὐτὸς Ἀκύλας, ὁ νῦν Θεὲ εἰρηκὼς, προϊὼν ἑξῆς δεύτερον εἰρημένου τοῦ Ἐλωεὶμ, ἐν τῷ, Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, οὐκέτι, Θεὲ, ἡρμήνευσεν, ἀλλὰ, Θεὸς,
10εἰπών· Ἐπὶ τούτῳ ἤλειψέ σε ὁ Θεὸς ὁ Θεός σου, δέον ἑαυτῷ συμφώνως καὶ ἐνταῦθα Θεὲ εἰπεῖν ἐπὶ τῆς αὐτῆς λέξεως· οὕτω δὲ ἑρμηνεύσας, εἶπεν ἄν· Διὰ τοῦτο ἔχρισέ σε, Θεὲ, ὁ Θεός σου. Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱμα‐ τίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων. Ἀντὶ δὲ βάρεων ἐλεφαντίνων, ὁ Ἀκύλας· Ἀπὸ ναῶν
15ὀδόντος, εἴρηκε. Ναοὶ γὰρ ἐνταῦθα εἴρηνται τοῦ Νυμφίου αἱ Ἐκκλησίαι, καὶ αἱ Χριστῷ ἀνακείμεναι ψυχαὶ, ἐν λογικῇ τροφῇ πᾶσαν ἔχοντες τὴν δύναμιν. Τροφῆς δὲ καὶ λόγων σύμβολον οἱ ὀδόντες. Ἔνθεν καὶ αὐτοῦ τοῦ Χριστοῦ οἱ ὀδόντες λευκοὶ λέγονται
20εἶναι ὑπὲρ γάλα ἐν τῇ περὶ αὐτοῦ φασκούσῃ προφη‐ τείᾳ· Χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα. Κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς, ἐλεφάντινοι οἱ ναοὶ ἢ αἱ βάρεις αὐτοῦ λέγονται, διὰ τὸ νεκροῦ ζώου τυχεῖν
25τὸν ἐξ ἐλέφαντος κόσμον· οἵ τε ἐν τῇ Ἐκκλησίᾳ εὐ‐ δοκιμοῦντες οὐκ ἄλλως διαλάμπουσιν ἢ νεκρώσαντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, κατατὴν ἀποστολικὴν παρ‐ αγγελίαν. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱμα‐
30τισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Αἱ μὲν θυγατέρες τῶν βασιλέων, Χριστοῦ δηλαδὴ καὶ τῆς Ἐκκλησίας αὐτοῦ, αἱ κατὰ μέρος ἦσαν ψυχαί. Αὐτὴ δὲ ἡ βασίλισσα ἡ μήτηρ τῶν θυγατέρων παρ‐ έστη ἐκ δεξιῶν αὐτοῦ ἐν ἱματισμῷ διαχρύσῳ περι‐
35βεβλημένη, πεποικιλμένη. Τίς δ’ ἂν εἴη αὐτὴ ἀλλ’ ἢ πᾶσα καθολικὴ Ἐκκλησία, ἡ ἀπὸ περάτων γῆς ἕως περάτων ἐκ πάντων ἐθνῶν συνειλεγμένη; ἣν αὐτὸς ἑαυτῷ ᾠκοδόμησεν ἐπὶ τὴν πέτραν, πρὸς τὸ μὴ πύλας ᾅδου κατισχύειν αὐτῆς. Κυριώτερον δ’ ἂν
40εἴποις διὰ τούτου τὴν ἐπουράνιον δηλοῦσθαι Ἐκκλη‐ σίαν, ἥτις ἐστὶ μήτηρ τῶν ἐπὶ γῆς ἁγίων ἀνδρῶν. Τοῦτο γοῦν ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος εἰπών· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Καλεῖ δ’ αὐτὴν καὶ πόλιν Θεοῦ ζῶντος Ἱε‐
45ρουσαλὴμ ἐπουράνιον ἐν μυριάσιν ἀγγέλων πα‐ νηγύρει, καὶ Ἐκκλησίαν πρωτοτόκων ἀπογεγραμ‐ μένων ἐν οὐρανοῖς, συνεστῶσαν. Αὕτη μὲν οὖν εἴη ἂν ἡ τελεία Χριστοῦ νύμφη. Ταύτης δ’ οὐκ ἂν ἁμάρτοις θυγατέρα φήσας ὑπάρχειν τὴν ἐπὶ γῆς

23

.

401

(50)

Ἐκκλησίαν. Βασίλισσα δ’ ἐκείνη, ὡς ἂν ἤδη συμβα‐ σιλεύουσα τῷ ἑαυτῆς νυμφίῳ· διὸ ἐκ δεξιῶν παρεστά‐ ναι τοῦ Βασιλέως εἴρηται· ἅτε νύμφη οὖσα αὐτοῦ, καὶ τὰ παρ’ αὐτοῦ σπέρματα δεχομένη, κύουσά τε καὶ τίκτουσα διὰ παντὸς πνεῦμα σωτηρίας· ἣ καὶ τὸ
55βασιλικὸν ἔνδυμα περιτίθησι, τὸ φωτοειδὲς τῆς ἀφθαρ‐ σίας ἔνδυμα· ὃ δὴ, πνευματικὸν διόλου τυγχάνον,
ταῖς κατ’ οὐρανὸν ἀγγελικαῖς δυνάμεσι περιβέβληται.402 in vol. 23

23

.

404

Τοῦτο καὶ διάχρυσον ὁ παρὼν λόγος ὠνόμασε. Τὸ δὲ, περιβεβλημένη καὶ πεποικιλμένη, οὔτε ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται· διὸ ὠβέλισται. Πᾶσα ἡ δόξα αὐτῆς θυγατρὸς τοῦ βασιλέως
5Ἐσεβὼν ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. Νοήσεις, φησὶ, πῶς κροσσοῖς χρυ‐ σοῖς περιβέβληται, Παύλου λέγοντος ἀκούων· Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Ἡ γὰρ γνῶσις ἡ ἐκ μέρους ἐν ἄκροις μόνοις χρυσίου
10τὸν κόσμον αὐτῇ περιτίθησιν· Ὅταν δ’ ἔλθῃ τὸ τέ‐ λειον, φησὶ, τὸ ἐκ μέρους καταργηθήσεται. Ἐπει‐ δὰν εἰς τὴν ἐπουράνιον Ἐκκλησίαν μεταστῇ ἡ τέως ἐκ γῆς παιδοτροφουμένη, τὸ τηνικαῦτα ἀποθήσεται μὲν τὰ κροσσωτὰ τὰ χρυσᾶ, τὴν ἐκ μέρους γνῶσιν,
15ἐν ἱματισμῷ δὲ χρυσῷ. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Ἡ διὰ τῶν ἔμπροσθεν πολλάκις ὠνομασμένη θυγάτηρ οὐκ ἐπὶ γῆς εἰς τὸ παντελὲς διαμένει, μετατεθήσεται
20δὲ κατὰ καιρόν. Ἀλλ’ οὐ πᾶσα ἀθρόως τῆς τοιαύτης μεταβάσεως ἀξιωθήσεται· ἐν μέρει δὲ αἱ πρώτῳ βαθμῷ ἐν αὐτῇ τετιμημέναι ἀπενεχθήσονται τῷ Βα‐ σιλεῖ. Αὗται δέ εἰσιν αἱ τὴν ἐν Χριστῷ ἁγνείαν κατ‐ ορθώσασαι ψυχῇ καὶ σώματι, καὶ πνεύματι καθ‐
25ηγιασμέναι. Μετὰ δὲ τὸ πρῶτον τάγμα αἱ πλησίον αὐτῶν ἀπενεχθήσονται· πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρί. Αὗται δέ εἰσιν αἱ τὸν ἔγγιστα τόπον τῶν παρ‐ θένων ἐπέχουσαι διὰ σεμνοῦ καὶ σώφρονος βίου. Ὅπως δὲ ἀπενεχθήσονται παρίστησι λέγων· ἐν
30εὐφροσύνῃ καὶ ἀγαλλιάσει. Νοήσεις δὲ ὅπως εἴρη‐ ται τοῦτο, παραθεὶς τὴν ἀποστολικὴν φωνὴν ᾗ φησιν· Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Οὐ γὰρ ἐλεύσονται οὐδὲ ἀπελεύσονται τῷ
35Βασιλεῖ παρθένοι, ἀλλ’ ἀπενεχθήσονται, ἄλλων αὐτὰς ἀπαγόντων· ἀγγέλων δηλαδὴ θείων μετεωριζόντων αὐτὰς καὶ εἰς ὕψος ἐπαιρόντων, ὡς ἂν εὐμαρῆ τὴν ἄνω ποιήσαιντο πορείαν. Ἀπενεχθήσονται δ’ ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, καὶ εἰσαχθήσονται εἰς
40ναὸν βασιλέως, εἰς τὸν οἶκον τὸν βασιλικὸν τῆς τῶν οὐρανῶν βασιλείας καταξιούμεναι. Ναὸς δὲ οἶκος Θεοῦ ἐστιν· ὥστε Θεὸς ὁ Βασιλεὺς, ᾧ ἀπάγονται. Ἄγουσι δὲ αὐτὰς καὶ οἱ τὰ παιδεύματα παραδιδόντες αὐταῖς, ὅ τε Νόμος καὶ οἱ προφῆται,
45 Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί. Τούτων τὴν διάνοιαν σαφέστερον ἀποδεδώκασιν οἱ λοιποί· ὁ μὲν Ἀκύλας εἰπών· Ἀντὶ τῶν πατέρων σου ἔσονταί σοι υἱοί· ὁ δὲ Σύμμαχος· Ἀντὶ πα‐ τέρων ἐγένοντο υἱοί σου. Ἡ δ’ ἑρμηνεία τοῦ λόγου

23

.

404

(50)

ταύτην ἔχει τὴν διάνοιαν· Οἱ υἱοί σου οἱ ἐν σοὶ καὶ ὑπὸ σοῦ γεγεννημένοι ἀντὶ πατέρων γενήσονταί σοι. Ἕξεις γὰρ αὐτοὺς πατέρας, οὓς αὐτὴ γεγέννηκας. Νοήσεις δὲ τοῦ λόγου τὸ ἀποτέλεσμα, ἐπιστήσας ὅπως οἱ ἐξ ἐθνῶν ἀλλόφυλοι, προσελθόντες τῇ Ἐκκλησίᾳ τοῦ
55Θεοῦ, καὶ ἀναγεννηθέντες ἐν αὐτῇ, υἱοὶ αὐτῆς γί‐ γνονται· κἄπειτα ἐπιδιδόντες τῇ προκοπῇ, πατέρες
αὐτῆς καθίστανται, προαγόμενοι εἰς τὴν αὐτῆς προ‐404 in vol. 23

23

.

405

στασίαν, καὶ τῆς ἱερατικῆς λειτουργίας καταξιούμε‐ νοι. Πῶς δ’ ἕξεις αὐτοὺς ἀντὶ πατέρων διερμηνεύει, σαφέστερον λέγων· Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Λέγει δὲ ταῦτα πρὸς τὴν ἐπὶ
5γῆς Ἐκκλησίαν ὁ λόγος, τὴν ἀπὸ περάτων ἕως περάτων διήκουσαν· ἐφ’ ἣν ἄρχοντας καὶ πατέρας τοὺς ἰδίους υἱοὺς αὐτὴ ἡ Ἐκκλησία τοῦ Θεοῦ καθίστησιν. Διὰ τοῦτο λαοὶ ὑμνήσουσί σε εἰς αἰῶνα διηνε‐ κῶς. Ἡ προλεχθεῖσα θυγάτηρ τῶν βασιλέων, αὕτη
10δὲ ἦν ἡ ἐπὶ γῆς Ἐκκλησία, συναισθομένη τῆς δυνά‐ μεως τοῦ πατρικοῦ ὀνόματος, ἐπειδήπερ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνό‐ ματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπι‐ γείων καὶ καταχθονίων, μετὰ τὰς πρὸς αὐτὴν λε‐
15χθείσας ἐπαγγελίας, πιστεύσασα φωναῖς, χαρᾶς τε καὶ εὐφροσύνης πληρωθεῖσα. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΥΙΩΝ ΚΟΡΕ, ΥΠΕΡ ΤΩΝ ΚΡΥΦΙΩΝ, ΨΑΛΜΟΣ ΜΕʹ. Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς
20ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. Εὐχαριστήριον ὕμνον ἀναπέμπει τῷ μεγάλων αὐτὸν καταξιώσαντι ὁ λόγος· ὅτι φροῦδος ἔσται, καθάπερ
25τινὶ παραπεμφθεῖσα βυθῷ, ἡ πάλαι κρατήσασα τῶν δαιμόνων ἀσέβεια, ἡ τῶν ὀρῶν μιμουμένη τὸ ὕψος, καὶ τῆς οἰκουμένης ἐπὶ πλεῖστον ἐσχηκυῖα τὸ κράτος. Εἶτα λέγει ὁ προφητικὸς λόγος, ὡς τὰ ὕδατα ζάλην ἐδέξατο, καὶ τὰ ὄρη κλόνον ὑπέμεινε, τοῦ εὐαγγελικοῦ
30διαπορθμευομένου κηρύγματος. Ἐνταῦθα δὲ ὄρη τὸ τῶν δαιμόνων προσηγόρευσε στῖφος διὰ τὸν τῆς ἀλα‐ ζονείας ὄγκον καὶ τοῦ τύφου τὸ ὑψηλόν· ὕδατα δὲ τῶν ἀνθρώπων τὰς γνώμας, τὰς δίκην ὑδάτων τῇδε κἀκεῖσε φερομένας ῥᾳδίως, καὶ ὑπὸ τῶν τῆς ἀπάτης
35κυκωμένας πνευμάτων. Ταῦτα δὲ διδάσκει ἡμᾶς καὶ ἡ τῶν Πράξεων ἱστορία· ὅπως, τῶν ἱερῶν ἀποστόλων τὴν οἰκουμένην περινοστούντων, ζάλης ἐμπίπλαντο καὶ θορύβων αἱ πόλεις. Καὶ γὰρ ἐν Ἐφέσῳ Δημή‐ τριος πᾶσαν τὴν πόλιν ἐκύκωσε· καὶ ἐν Λύστροις καὶ
40Δέρβῃ ταὐτὸ τοῦτο γεγένηται. Καὶ πάλιν ἐν Φιλίπποις καὶ Θεσσαλονίκῃ, καὶ Ἀθήναις, καὶ Κορίνθῳ, τῶν τῆς ἀπάτης πνευμάτων ταῦτα διεγειρόντων τὰ κύ‐ ματα, ὑπὸ τούτων τινὲς ἐνεργούμενοι κατὰ τῶν ἱερῶν ἐβόων ἀποστόλων· Οἱ τὴν οἰκουμένην ἀναστατώ‐
45σαντες, οὗτοι καὶ ἐνθάδε πάρεισι. Ταῦτα καὶ ὁ μακάριος προηγόρευσεν Ἀβακούμ· Ἐπεβίβασας, γάρ φησιν, εἰς θάλασσαν τοὺς ἵππους σου, τα‐ ράσσοντας ὕδατα πολλά. Ἵππους δὲ προσηγόρευ‐ σεν ὄχημα θεῖον γεγενημένους τοὺς ἱεροὺς ἀποστό‐

23

.

405

(50)

λους· ἐπ’ αὐτῶν γὰρ ὀχούμενος ὁ Δεσπότης, τὰ πολλὰ καὶ διάφορα τῆς ἀσεβείας δόγματα διεσκέδασε. Νοή‐ σεις δὲ καὶ ἄλλως τὴν σύγχυσιν τῆς γῆς καὶ τὴν τα‐ ραχὴν αὐτῆς, ἀκούων τοῦ Σωτῆρος λέγοντος· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ τί θέλω εἰ ἤδη
55ἀνήφθη; καὶ πάλιν· Μὴ νομίσητε, ὅτι ἦλθον βα‐
λεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰ‐406 in vol. 23

23

.

408

ρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄν‐ θρωπον κατὰ τοῦ πατρὸς, καὶ θυγατέρα κατὰ τῆς μητρὸς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς, καὶ ἐχ‐ θροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ· ὡσεὶ σαφέ‐
5στερον ἔλεγε· Καὶ ἐχθροὺς ἑκάστου ποιῆσαι τοὺς οἰ‐ κιακοὺς αὐτοῦ. Τί χρὴ λέγειν, ὡς καὶ πόλεις ὅλαι καὶ δῆμοι ἔθνη τε παντοῖα ἐπὶ τῷ εὐαγγελικῷ λόγῳ συν‐ εχύθησαν, λυομένης αὐτοῖς τῆς παλαιᾶς δεισιδαιμο‐ νίας; Ἀλλὰ τούτων ταραττομένων καὶ συγχεομένων,
10οἱ τῆς Ἐκκλησίας υἱοὶ καὶ προεστῶτες αὐτῆς φασιν· Οὐ φοβηθησόμεθα. Ἰδιοποιοῦνται δὲ τὸν Θεὸν λέ‐ γοντες· Ὁ Θεὸς ἡμῶν, πρὸς ἀντιδιαστολὴν τῶν πε‐ πλανημένως παρὰ τοῖς ἔθνεσιν ὀνομαζομένων θεῶν. Καὶ εἰ μὲν ἄνθρωποι μόνον ἐταράσσοντο, ἀπήρκει
15εἰπεῖν· Ἐν τῷ ταράσσεσθαι τὴν γῆν οὐ φοβηθησό‐ μεθα· ἐπεὶ δὲ καὶ ἀφανεῖς δυνάμεις καὶ δαίμονες πο‐ νηροὶ ἐπὶ τῷ σωτηρίῳ λόγῳ κλόνον καὶ σάλον ἐπε‐ πόνθεσαν, εἰκότως καὶ περὶ τούτων, ὥσπερ κρυφίων καὶ λανθανόντων τοὺς τῶν ἄλλων ὀφθαλμοὺς, ᾐνίττετο φάσκων, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίᾳ θαλασσῶν.
20 Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν· ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. Νοήσεις δὲ ταῦτα τὰ ὄρη τὰ πνευματικὰ τῆς πονηρίας ἀπὸ τῆς εὐαγγελικῆς διδασκαλίας. Ὁπηνίκα γὰρ τὸν σεληνιαζόμενον ὁ Σωτὴρ ἰάσατο, ἐπιφέρει λέγων τοῖς
25μαθηταῖς· Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· Μετάβηθι ἐντεῦθεν ἐκεῖ· καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυ‐ νατήσει ὑμῖν· ὄρος ὀνομάζων τὸ προδηλωθὲν δαιμό‐ νιον. Πῶς δ’ ἐν καρδίᾳ θαλασσῶν μετατίθεται τὰ ὄρη,
30μάθοις ἂν ἀπὸ τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου, ἔνθα εἴρηται, ὅτι παρεκάλουν τὸν Σωτῆρα οἱ δαίμονες, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Τὴν δὲ ἄβυσσον εἴωθεν ἡ Γραφὴ καλεῖν θαλάσσας, ὡς ἐν τῷ Ἰὼβ εἴρηται· Ἦλθες δ’ ἐπὶ τῆς θαλάσσης· ἐν δὲ
35ἴχνεσιν ἀβύσσου περιεπάτησας. Περὶ ταύτης τῆς ἀβύσσου καὶ Μωϋσῆς ἐν τῇ κοσμοποιίᾳ ἐδίδασκε λέ‐ γων· Καὶ σκότος ἐπάνω τῆς ἀβύσσου. Ἀλλὰ τού‐ των γινομένων· Ἡμεῖς, φησὶν, οὐ φοβηθησόμεθα, ἠχούντων καὶ θολουμένων τῶν ὑδάτων αὐτῶν, καὶ
40σειομένων ὀρέων ἐν τῷ παραδοξασμῷ αὐτοῦ, κατὰ τὸν Σύμμαχον. Ἐνδοξασμὸς δὲ ἦν τοῦ Σωτῆ‐ ρος ἡ τῆς Ἐκκλησίας αὔξησις καὶ πληθυσμὸς τῶν εἰς αὐτὸν πιστευόντων, ἥ τε ἀνατροπὴ τῆς πολυθέου πλάνης. Τὸ διάψαλμα διαστολὴν εἰργάσατο τῆς τῶν προ‐
45λεχθέντων διανοίας πρὸς τὰ μέλλοντα ῥηθήσεσθαι. Διόπερ ὡς ἐπὶ ἕτερον τάγμα διαβὰς ὁ λόγος, πάλιν δι’ αἰνιγμῶν τῆς Ἐκκλησίας τοῦ Θεοῦ τὴν εἰρηνικὴν κατάστασιν σημαίνει, ἣν πόλιν τοῦ Θεοῦ ὀνομάζει διὰ τὸ θεοσεβὲς πολίτευμα. Θεοῦ δὲ πόλις τὸ τῶν κατὰ

23

.

408

(50)

Θεὸν πολιτευομένων σύστημα· τοῦτο δὲ τὴν σύμπα‐ σαν οἰκουμένην πληροῖ. Ἐπειδήπερ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἔστιν εὑρεῖν διὰ τῆς Ἐκκλησίας συνισταμένην τὴν τοιαύτην Θεοῦ πόλιν, ἥτις, τὸν οὐράνιον ἔχουσα λόγον πηγάζοντα ἐν αὐτῇ καὶ ἀνομ‐
55βροῦντα, πάσης θεϊκῆς εὐφροσύνης πληροῦται. Ἀκύ‐ λας δὲ καὶ Σύμμαχος· Τοῦ ποταμοῦ, φασὶν, αἱ διαι‐
ρέσεις εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Νοήσεις408 in vol. 23

23

.

409

δὲ τὰς διαιρέσεις ἀκούων Παύλου λέγοντος· Διαιρέ‐ σεις χαρισμάτων εἰσὶ, τὸ δ’ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις εἰσὶν ἐνεργημάτων, ὁ δ’ αὐτὸς Θεὸς,
5ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Κατὰ δὲ τὸν Σύμμαχον· Τὸ ἅγιον τῆς κατασκηνώσεως τοῦ Ὑψίστου. Μεγάλης γὰρ οὔσης καὶ πολλῆς τῆς πόλεως, ἔστι τι αὐτῆς τὸ ἐξαίρετον. Τῶν γὰρ ἐν τῇ
10Ἐκκλησίᾳ πολὺ μὲν τὸ ἄλλο πλῆθος, σπανίοι δὲ οἱ τῇ ἁγιοσύνῃ προσανακείμενοι, καὶ τὴν ἐντολὴν τὴν λέ‐ γουσαν· Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ἅγιος, φυλάττοντες. Καὶ ἐν τούτοις τε τοῖς ἁγίοις ἡ κατασκήνωσις λέλεκται εἶναι τοῦ Ὑψίστου·
15ἐν μόνοις γὰρ αὐτοῖς χώραν ἔχει ἡ φάσκουσα τοῦ Θεοῦ φωνή· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς οὐ σαλευθήσεται· βοη‐
20θήσει αὐτῇ ὁ Θεὸς τῷ πρωῒ, πρωΐ. Ἕτερος δὲ πά‐ λιν φησίν· Οἶμαι αὐτὸν αἰνίττεσθαι τὰς πρωϊνὰς συνόδους, ἐν αἷς εἰώθαμεν κατὰ τὰς ἁπανταχοῦ γῆς ἐκκλησίας συγκροτεῖσθαι. Καὶ ἄλλως δὲ διεγείρει ἡμᾶς τὸ λόγιον καὶ παρορμᾷ ἐπὶ τὰς ἑωθινὰς προσ‐
25ευχάς· ἵν’ ὥσπερ τὰς ἀπαρχὰς τῆς ἑαυτῶν ζωῆς ἀνα‐ φέροιμεν αὐτῷ· κατὰ γὰρ τούτους τοὺς καιροὺς ἀτάραχος οὖσα μάλιστα ἡ κεκαθαρμένη διάνοια, ἱερέως τρόπον λειτουργεῖν εἴωθε τῷ Θεῷ. Διά‐ ψαλμα.
30 Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι· ἔδωκε φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ. Ἐνταῦθα τοὺς τὴν γῆν οἰκοῦντας ἀνθρώπους εἰσάγει ταραττομένους, τάς τε ἐπὶ γῆς βασιλείας ὁπλιζομένας κατὰ τῆς Ἐκκλη‐ σίας, καὶ πόλεμον αἰρομένας κατὰ τοῦ εὐαγγελικοῦ
35λόγου. Εἶθ’ ὥσπερ ἐν ταῖς συμβολαῖς, ἐπικρατοῦντος τοῦ τῶν νικώντων μέρους, τὸ ἐναντίον ταράττεται καὶ εἰς φυγὴν χωρεῖ· οὕτω καὶ νῦν, νικῶντος τοῦ εὐαγγελικοῦ λόγου, ἐταράχθησαν ἔθνη καὶ ἔκλιναν βασιλεῖαι, ἢ, περιετράπησαν βασιλεῖαι, κατὰ τὸν
40Σύμμαχον. Ἀλλὰ καὶ διδόντος φωνὴν αὐτοῦ διελύθη ἡ γῆ. Τοῦ γὰρ εὐαγγελικοῦ λόγου νεωστὶ περιιόντος εἰς τὸν βίον, ξενιζόμενα τὰ ἔθνη, καὶ τὴν προτέραν αὐτῶν δεισιδαιμονίαν διεκδικοῦντα συνεκινήθη· οἵ τε τούτων βασιλεῖς ἐπανέστησαν τῇ Ἐκκλησίᾳ. Ἀλλ’
45ἐπεὶ ὁ Θεὸς καταφυγὴ αὐτῆς ἦν, οἱ πάντες ἀνετρά‐ πησαν, πλέον οὐδὲν ἢ φωνὴν μόνην τοῦ Σωτῆρος ἡμῶν δεδωκότος. Ἔδωκε γὰρ φωνὴν αὐτοῦ, ἡ δ’ ἐσαλεύετο. Ποίαν δὲ φωνὴν ἢ τὴν διὰ τοῦ κηρύγμα‐ τος τῶν ἀποστόλων αὐτοῦ; Εἰκότως οὖν πάλιν ἡμεῖς

23

.

409

(50)

οἱ ἀνωτέρω εἰρηκότες· Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, τὴν αὐτὴν ὁμολογίαν ἐπαναλαμβάνομεν λέγοντες, ὅτι μὴ ἐξ ἡμετέρας δυνάμεως τὰ τοσαῦτα κατορθώματα, ἀλλ’ ἦν μεθ’ ἡμῶν ὁ ταῦτα ἐνεργῶν Κύριος τῶν δυνάμεων. Αὐτός τε ἦν ἀντιλήπτωρ ἡμῶν
55ὁ Θεὸς Ἰακώβ. Εὐκαίρως δὲ καὶ ἐνταῦθα τοῦ Θεοῦ Ἰακὼβ ἐμνημόνευσαν, ἀναπέμποντες ἡμᾶς ἐπὶ τὸν
ὀφθέντα τῷ Ἰακὼβ ἐν σχήματι ἀνδρός. Ἐπάλαισε410 in vol. 23

23

.

412

γὰρ, φησὶν, ἄνθρωπος μετ’ αὐτοῦ, ὃς καὶ εἶπεν αὐτῷ· Οὐκ ἔτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ Θεοῦ. Καὶ ἀναστὰς Ἰακὼβ ἐκάλεσε τὸ ὄνομα τοῦ
5τόπου ἐκείνου, Εἶδος Θεοῦ, εἰπών· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον. Οὗτος γὰρ αὐτὸς ἐκεῖνος ὁ ἐν ἀνθρώπου σχήματι τῷ Ἰακὼβ φανείς. Αὐτὸς δέ ἐστιν ὁ Κύριος τῶν δυνάμεων ὁ μεθ’ ἡμῶν, καὶ αὐτός ἐστιν ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Δι’ αὐτοῦ γὰρ τὰ προγεγραμμένα πάντα
10κατωρθώσαμεν. Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Κυρίου, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. Τόξον συντρίψει, καὶ συγ‐ κλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί.
15Ἔστι γε, ἐπιστήσαντα τοῖς χρόνοις, καὶ πρὸς λέξιν αὐτὰ ταῦτα πεπληρωμένα παραλαβεῖν· εἴ γε πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας τοποκρατίαι καὶ τοπαρχίαι κατὰ χώρας ἦσαν καὶ κατὰ πόλεις· πό‐ λεμοί τε συνίσταντο καθ’ ἑκάστην γωνίαν τῆς γῆς·
20ὡς καὶ αὐτοὺς τοὺς γεωπόνους, τὴν χώραν ἐργαζο‐ μένους, δοράτων καὶ ξιφῶν καὶ παντοίων πολεμικῶν ὅπλων ἐπιμελεῖσθαι. Μετὰ δὲ τὴν σωτήριον θεοφά‐ νειαν μόναρχος μὲν ἡ Ῥωμαίων βασιλεία ἐπικρατεῖν πλείστων ἐθνῶν ἤρξατο· διέτρεχε δὲ συναρξάμενον
25αὐτῇ τὸ σωτήριον Εὐαγγέλιον εἰς πάντα τὰ ἔθνη. Ἐπληροῦτο δὲ καὶ ἄλλη προφητεία, ὧδέ πη ἀναφω‐ νοῦσα διὰ Ἡσαΐου· Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέ‐ πανα· καὶ οὐ μὴ λήψεται ἔθνος ἐπὶ ἔθνος μάχαιραν,
30καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Ταῦτα δὴ οὖν καὶ διὰ τῶν παρόντων δηλοῦται, καὶ τέλους ἐτύγχανε, ῥητῶς μὲν κατὰ τὴν ἀποδοθεῖσαν ἱστορίαν, πρὸς δὲ διάνοιαν, κατὰ τὴν τῶν νοητῶν καὶ ἀοράτων πολεμίων καθαίρεσιν. Δόρατα δὲ καὶ ὅπλα, καὶ θυρεοὺς τῶν
35ἀντικειμένων δυνάμεων ἐποίησαν εἶναι τὰ ἄψυχα ξόανα καὶ τὰ ἀγάλματα τῆς πολυθέου πλάνης, ἢ καὶ τοὺς ἀθέους ἄνδρας καὶ τοὺς δυσσεβεῖς λογισμοὺς τοὺς ταῖς διανοίαις τῶν ἀνθρώπων ὑποβαλλομένους ὑπὸ τῶν ἀοράτων πνευμάτων, δι’ ὧν κατατοξεύουσιν
40ἀκοντίζοντες τὰ πεπυρωμένα βέλη κατὰ τῶν ἀφρά‐ κτων καὶ μὴ τῇ πίστει πεφραγμένων ψυχῶν. Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς, ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. Ἐπειδὴ λοιπὸν πέπαυτο τὰ τοῦ πολέμου καὶ λέ‐
45λυτο τὰ τῆς ταραχῆς, εἰρήνη δὲ βαρεῖα δέδοτο τοῖς ἐπὶ γῆς ἅπασιν· εἰκότως βούλεται εἰς ἀγαθὸν χρῆσθαι τῷ καιρῷ, καὶ σχολὴν ἀναλαβεῖν ψυχῆς σωτήριον. Διό φησι· Σχολάσατε καὶ γνῶτε· οὐδὲ γὰρ ἑτέρως ἔστι γνώσεως μετασχεῖν θείας, μὴ σχολάσαντα τῶν

23

.

412

(50)

ἀφελκόντων ἐπὶ τἀναντία. Ἔνθεν εἰκότως ὁ τῆς Αἰ‐ γύπτου βασιλεὺς, πρὸς τὴν τοιαύτην διαβεβλημένος σχολὴν, τοῖς φάσκουσιν· Ὁδὸν τριῶν ἡμερῶν πορευ‐ σόμεθα, καὶ λατρεύσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἀποκρίνεται λέγων· Σχολάζετε, σχολασταί ἐστε.
55Εἶτα, μὴ βουλόμενος αὐτοὺς τῷ Θεῷ σχολάζειν, κα‐ ταπονεῖ τῷ πηλῷ καὶ τῇ πλινθείᾳ. Ἀλλ’ ἡμῖν γε οἱ
καταστάντες ἄρχοντες ἐπὶ πᾶσαν τὴν γῆν ἐπιβοῶσι412 in vol. 23

23

.

415

σχολάζειν, καρπὸν τῆς σχολῆς ἐπαγγελλόμενοι τὴν ἔνθεον γνῶσιν. Λαλεῖ δὲ ὁ Θεὸς δι’ αὐτῶν λέγων· Γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός· ἀλλὰ καὶ ὅτι ὑψωθή‐ σομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.
5Πάλαι μὲν γὰρ παρὰ Ἰουδαίοις ἐγινωσκόμην μόνοις, ὅτε γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσ‐ ραὴλ μέγα τὸ ὄνομα αὐτοῦ· νυνὶ δὲ ὑμῖν παρακε‐ λεύομαι σχολὴν ἄγειν, ὡς ἂν μάθοιτε καὶ γνῶτε τίνα τρόπον καὶ παρὰ πᾶσι τοῖς ἔθνεσιν ὑψωθήσομαι, δο‐
10ξαζόμενος παρ’ αὐτοῖς μᾶλλον ἢ παρὰ τοῖς πάλαι με εἰδέναι νομιζομένοις. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΥΙΩΝ ΚΟΡΕ, ΨΑΛ‐ ΜΟΣ Μϛʹ. Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε
15Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Δοκεῖ μοι τὰ τῆς προγραφῆς ἐσφαλμένως ἔχειν. Οὐ γὰρ ὑπὲρ τῶν υἱῶν Κορὲ, ἀλλὰ, τοῖς υἱοῖς Κορὲ, τῶν υἱῶν Κορὲ, ἐχρῆν ἐπιγεγράφθαι κατὰ τὰς
20ἔμπροσθεν προγραφάς. Οἱ γὰρ λοιποὶ ἑρμηνευταὶ καὶ τὸ Ἑβραϊκὸν ὁμοίως ἔχουσι τοῖς ἔμπροσθεν. Καὶ ἐπειδήπερ σαφέστατα τοῖς ἔθνεσιν ὁ λόγος παρακε‐ λεύεται, οὐδὲν ἔχων ἐπικεκαλυμμένον, εἰκότως οὐδὲ τὰ τῆς προγραφῆς εἰς σύνεσιν ἡμᾶς παρορμᾷ, οὐδὲ
25ὑπὲρ τῶν κρυφίων· ψαλμὸς δὲ ἁπλῶς εἴρηται, ἢ μελῴδημα, ἢ ᾆσμα κατὰ τοὺς λοιπούς. Τὸ δὲ, εἰς τέλος, ἀναγκαίως πρόκειται, διὰ τὸ ἐν ὑστέροις χρόνοις μέλλειν ἀποπληροῦσθαι τὴν πρόῤῥησιν. Προστάττει δὲ τὸ Πνεῦμα τὸ ἅγιον σφόδρα ἀκολού‐
30θως μετὰ τὰ προλεχθέντα περὶ τοῦ Ἀγαπητοῦ, καὶ περὶ τῶν τούτου κηρύκων, πᾶσι τοῖς ἔθνεσιν εὐφρο‐ σύνης σύμβολα πράττειν, διὰ τοῦ κροτεῖν μὲν τὰς χεῖρας ὡς ἐπὶ γάμοις συντελουμένοις νυμφίου καὶ νύμφης· ἀλαλάζειν δὲ τῷ Θεῷ, ὡς ἐπὶ βασιλέως εὐ‐
35φημουμένου ἐπὶ τῇ κατὰ τῶν πολεμίων νίκῃ. Καὶ εἰκότως μετὰ τὴν κατὰ τῶν πολεμίων νίκην τοῦ Σω‐ τῆρος, νύμφην ἑαυτοῦ δηλαδὴ τὴν Ἐκκλησίαν ἀπει‐ ληφότος, πάντας παρακαλεῖ τὸ Πνεῦμα τὸ ἅγιον σπεύδειν ἐπὶ τὴν ἑορτήν. Διὸ βοᾷ πᾶσι τοῖς κατὰ τὴν
40οἰκουμένην ἔθνεσι λέγον· Πάντα τὰ ἔθνη, κροτή‐ σατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλ‐ λιάσεως. Τὸ δ’ αἴτιον τῆς παρακελεύσεως διδάσκει ἑξῆς φάσκον· Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασι‐ λεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Πρότερον μὲν γὰρ
45Κύριος αὐτὸς ὁ ὕψιστος μόνων τῶν κατ’ οὐρανὸν ἐβα‐ σίλευεν· ἠγνοεῖτο δὲ τοῖς ἐπὶ τῆς γῆς, ὅτε δαίμονες ἐκράτουν ἐπὶ γῆς ἀνθρώπων· νυνὶ δὲ διὰ τοῦ Ἀγα‐ πητοῦ ἐπέλαμψε τοῖς ἐπὶ γῆς τὴν αὐτοῦ χάριν καὶ αὐτὸς ὁ Ὕψιστος, φοβερὸς γέγονεν ἐκείνοις τοῖς πο‐

23

.

415

(50)

λεμίοις τοῖς τὴν πολύθεον ἐνεργοῦσι πλάνην· πάν‐ τας γὰρ αὐτοὺς ἤλασε, καὶ μακρὰν τῆς τῶν ἀνθρώ‐ πων ἐποίησεν ἀγέλης. Σχολῆς δὲ γενομένης, βασιλεὺς μέγας τῶν ἐπὶ πᾶσαν τὴν γῆν ἐθνῶν ἀνεκηρύττετο. Διὸ τοῖς βασιλευομένοις κροτεῖν ταῖς χερσὶν ὁ λόγος
55παρακελεύεται, τουτέστιν ἔργοις καὶ πράξεσι· ὥσπερ εἰ φωνὰς ἀφιέναι ἀξίας τῆς τοῦ Ὑψίστου βασιλείας,
καὶ ἀλαλάζειν δὲ αὐτῷ ἐν φωνῇ ἀγαλλιάσεως414 in vol. 23

23

.

416

προστάττει, ὡς ἂν μὴ μόνον ἔργοις καὶ βίῳ, ἀλλὰ καὶ δόγμασιν ὀρθοῖς καὶ θεολογίαις ἀνυμνεῖν αὐτόν. Ὑπέταξε τοὺς λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν
5αὐτοῦ, τὴν καλλονὴν Ἰακὼβ, ἣν ἠγάπησεν. Ὅτι τοῖς υἱοῖς Κορὲ οὔτε λαοὶ ὑπετάγησαν, οὔτε ἔθνη ὑπὸ τοὺς πόδας αὐτῶν γεγένηνται, παντί τῳ δῆλον. Οὐκ‐ οῦν ὡς ἐκ προσώπου τῶν ἀποστόλων ταῦτα εἴρηται. Οὗτοι γὰρ προσταχθέντες ὑπ’ αὐτοῦ τοῦ Σωτῆρος
10μαθητεῦσαι πάντα τὰ ἔθνη, ὑπὸ τῆς αὐτοῦ δυνάμεως ἐμπνευσθέντες, τὴν εἰς πάντα τὰ ἔθνη πορείαν στειλά‐ μενοι, διῆλθον καὶ τὰ βάρβαρα φῦλα, καὶ τὴν οἰκου‐ μένην διέδραμον σύμπασαν. Εἰκότως οὖν ἐξ αὐτῶν προσώπου τοῖς τὸ κήρυγμα παραδεξαμένοις λέγεται
15ταῦτα· Ὅτι εἰ καὶ μὴ σώματι καταλαμβάνεται καὶ σαρκὸς ὀφθαλμοῖς ὁ ὑφ’ ἡμῶν κηρυττόμενος Κύριος· ἀλλ’ αὐτῷ ἔργῳ μάθετε τίς ποτέ ἐστι καὶ πηλίκος οὗ‐ τος. Οὐχ ὁρᾶτε τοὺς κήρυκας ἡμᾶς τίνες ἐσμὲν καὶ ὁποῖοι ἄνδρες εὐτελεῖς καὶ ἰδιῶται; ὅμως γοῦν τοσοῦ‐
20τον ὁ δι’ ἡμῶν ἰσχύει λόγος, ὡς τὴν σύμπασαν οἰκου‐ μένην πληρῶσαι. Πόθεν οὖν ἡ τοσαύτη δύναμις, ἡ ὑποτάξασα ἡμῖν λαοὺς καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν, τοὺς μὲν προτέρους λαοὺς τοὺς πειθηνίους γενομένους τῇ ἡμετέρᾳ διδασκαλίᾳ· τὰ δὲ ἔθνη τοὺς
25ἔτι ἐν ἀπιστίᾳ μείναντας· οὓς ἐπαναστάντας πολλάκις, καὶ πολεμῆσαι βεβουλημένους ἡμᾶς τε καὶ τὸν ὑφ’ ἡμῶν κηρυττόμενον λόγον, ὁ μέγας Βασιλεὺς ὑπέτα‐ ξε τοῖς ἡμετέροις ποσὶν, ὡς ἐπελθεῖν ἡμᾶς καὶ ἐπι‐ βῆναι αὐτοῖς; Αὐτίκα δ’ οὖν καὶ μὴ βουλομένων αὐ‐
30τῶν ἡμεῖς ἐν μέσαις ταῖς αὐτῶν πόλεσί τε καὶ χώραις τῷ ἡμετέρῳ Θεῷ συνεστησάμεθα Ἐκκλησίας. Ἐξελέ‐ ξατο δὲ ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ, ἣν ἐπηγγεί‐ λατο τῷ ἑαυτοῦ Ἀγαπητῷ εἰπών· Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου,
35καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ταύτην οὖν δηλαδὴ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἡμῖν τοῖς ἀποστόλοις αὐτοῦ ἐκλεξάμενος διένειμεν. Ἐκλε‐ κτὴ γάρ ἐστιν αὕτη, κατ’ ἐκλογὴν ἐκ πάντων τῶν ἐθνῶν ὑποστᾶσα, καὶ οὐ κατὰ διαδοχὴν γένους. Ἀντὶ
40δὲ τοῦ, κληρονομίαν ἑαυτοῦ, οἱ λοιποὶ, τὴν κληρο‐ νομίαν ἡμῶν, ἢ, τὴν κληρουχίαν ἡμῶν, ἐκδεδώ‐ κασιν. Ὥσπερ γὰρ ἐπὶ τοῦ προτέρου λαοῦ τὴν γῆν ἐπαγγελίας κλήρῳ διενείμαντο οἱ μετὰ Ἰησοῦ τοῦ Ναυῆ, τοὺς πρὶν οἰκήτορας ἐκβάλλοντες, τὸν αὐτὸν
45τρόπον καὶ οἱ τῆς τοῦ Θεοῦ βασιλείας κήρυκες, τὴν σύμπασαν οἰκουμένην διελθόντες, κατεκληρώσαντο τοὺς προλεχθέντας λαοὺς, τοὺς ἀφανεῖς καὶ ἀοράτους πολεμίους ἐλάσαντες. Ταύτην τὴν κληρονομίαν τὴν καλλονὴν Ἰακὼβ εἶναί φησιν· ἢ κατὰ τὸν Ἀκύλαν,

23

.

416

(50)

τὸ ὑπερφερὲς Ἰακώβ· κατὰ δὲ τὸν Σύμμαχον, τὸν ἐνδοξασμὸν Ἰακώβ· κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν, τὸ καύχημα Ἰακώβ. Ἡ γὰρ Ἐκκλησία Χριστοῦ καύχημα καὶ δόξα τοῦ παλαιοῦ προφήτου Ἰακὼβ γέ‐ γονε διὰ τὰς αὐτοῦ Ἰακὼβ περὶ τῶν ἐθνῶν προανα‐
55φωνήσεις· ἀδοξία γὰρ ἦν αὐτῷ τὸ μὴ ἐπαληθεῦσαι αὐτοῦ τοὺς λόγους· τὸ δὲ εἰς ἔργα κεχωρηκέναι δόξα
καὶ καύχημα αὐτοῦ.416 in vol. 23

23

.

417

Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφό‐ δρα ἐπήρθησαν. Μετὰ τῶν ἄλλων τῶν προλεχθέν‐ των, καὶ ἄρχοντες λαῶν ὑπὸ μίαν συνήχθησαν Ἐκ‐
5κλησίαν, γενόμενοι λαὸς τοῦ Θεοῦ Ἀβραάμ· οὕτως γὰρ ἡρμήνευσε θαυμαστῶς ἀποδοὺς ὁ Σύμμαχος εἰ‐ πών· Ἄρχοντες λαῶν ἠθροίσθησαν, λαὸς τοῦ Θεοῦ Ἀβραάμ. Οἱ γὰρ πάλαι ἄρχοντες τῶν λαῶν οἱ εἰδωλολάτραι, καὶ πάσῃ δεισιδαιμονίᾳ πλάνης ἐκδεδο‐
10μένοι, οὗτοι λαοὶ γεγόνασι τοῦ Θεοῦ Ἀβραὰμ, τὸν Θεὸν Ἀβραὰμ ἐπιγνόντες, καὶ τοῦτον ἐν ταῖς εὐχαῖς ἀναβοώμενοι, καὶ μετ’ αὐτοῦ ποιούμενοι τὴν σύνοδον. Καὶ ὁ Θεοδοτίων δὲ, εἷς καὶ αὐτὸς τῶν ἐπιμελῶς ἑρ‐ μηνευσάντων τυγχάνων, ὁμοίως τῷ Συμμάχῳ ἡρμή‐
15νευσεν εἰπών· Ἄρχοντες λαῶν συνήχθησαν, λαὸς τοῦ Θεοῦ Ἀβραάμ. Διὰ τί δὲ οἱ Ἑβδομήκοντα, μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, εἰρήκασι; Ἐπειδὴ ἡ Ἑβραϊκὴ φωνὴ τοῖς αὐτοῖς στοιχείοις γράφει τὸ, μετὰ, καὶ τὸ, λαός. Εἴρηται γὰρ, ἀμ’ Ἐλοΐμ· ὃ δύναται καὶ, μετὰ
20τοῦ Θεοῦ, λέγεσθαι, καὶ, λαὸς τοῦ Θεοῦ. ΩΔΗ ΨΑΛΜΟΥ ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΜΖʹ. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ εὐρίζῳ· ἀγαλλιά‐ ματι πάσης τῆς γῆς, ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ
25Βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Τρεῖς μὲν οἱ πρῶτοι ἐπιγεγραμμένοι τῶν υἱῶν Κορὲ συμ‐ φορᾶς καὶ λύπης περιεῖχον λόγους· ὁ δὲ τέταρτος μεταβολὴν ἐπὶ τὸ φαιδρότερον ἐδήλου· διὸ ᾠδὴ ἐτύγχανεν ὑπὲρ τοῦ Ἀγαπητοῦ· ὡσαύτως καὶ ὁ
30πέμπτος, ὑπὲρ τῶν κρυφίων ἦν· ἀλλὰ καὶ ὁ ἕκτος ὁμοίως ψαλμὸς ἦν. Ὁ δὲ μετὰ χεῖρας, μείζονα τῶν ἔμπροσθεν θεολογίαν περιέχων, εἰκότως ᾨδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορὲ ἐπιγέγραπται· κατὰ τὸ αὐτὸ γὰρ οἱ μὲν διὰ φωνῆς ἀναβοῶντες ὕμνουν τὸν Θεὸν, οἱ δὲ
35δι’ ὀργάνων μουσικῶν τὴν αὐτὴν ἀνεκρούοντο ᾠδὴν, τῷ μέλει σύμφωνον ποιούμενοι τὴν ἁρμονίαν. Ὕμνον δὲ ὑπὲρ τῆς Ἐκκλησίας ἀναπέμπουσι τῷ τὰς κατὰ τῶν πολεμίων νίκας ἀραμένῳ, καὶ τὴν Ἐκκλησίαν αὐτοῦ τῆς πικρᾶς καὶ χαλεπῆς δουλείας λυτρωσα‐
40μένῳ. Ὁ μὲν οὖν πρὸ τούτου παρεκελεύετο τοῖς ἔθνεσι κροτεῖν καὶ ἀλαλάζειν τῷ Θεῷ ἐν φωνῇ ἀγαλ‐ λιάσεως, καὶ ψάλλειν αὐτῷ, ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός· ψάλλειν τε συνετῶς, ἐπείπερ ἐβα‐ σίλευσεν ἐπὶ τὰ ἔθνη. Ἔδει δὲ τοὺς κεκελευσμένους
45ταῦτα πράττειν, καὶ τὸν τρόπον τοῦ ἀλαλαγμοῦ, καὶ τὸν ψαλμὸν αὐτὸν ὡς παρὰ διδασκάλου μαθεῖν· διὸ ἀναγκαίως ὁ παρὼν λόγος τοῦτο διδάσκει. Παιδεύεται τοίνυν τὰ ἔθνη τὰ ἐξ ἀθεότητος ἐπὶ τὴν ἔνθεον διδα‐ σκαλίαν μεταβεβλημένα τὸν ἑαυτῶν θεολογεῖν Κύριον

23

.

417

(50)

καὶ λέγειν· Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα· ἢ, καὶ ὑμνητὸς σφόδρα, κατὰ τοὺς λοιπούς. Νοήσεις δὲ ὅπως μέγας εἴρηται, ἀναβλέψας εἰς τὸν οὐρανὸν, καὶ τὸν σύμπαντα περιαθρήσας κόσμον, κατὰ τὸν Ἡσαΐαν φήσαντα· Ἐπάρατε εἰς ὕψος τοὺς ὀφθαλ‐
55μοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα· ἐκ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων ἀνα‐
λόγως ὁ γενεσιουργὸς θεωρεῖται· οὐ σωματικῷ με‐418 in vol. 23

23

.

420

γέθει, δυνάμει δὲ ἀκαταλήπτῳ ἀλλὰ καὶ σοφίᾳ μέ‐ γας ἐστὶ καὶ ἀγαθότητι καὶ ἀνεξικακίᾳ καὶ φιλαν‐ θρωπίᾳ, ταῖς τε λοιπαῖς ἐπινοουμέναις ἐν αὐτῷ θεϊ‐ καῖς δυνάμεσι διὸ λέλεκται· Καὶ τοῖς διαλογισμοῖς
5σου οὐκ ἔστι τίς ὁμοιωθήσεται. Ἀθέους τινὰς ὄντας δαίμονας ἐπῳδῶν πε‐ ποιημένους ὁ τὴν ἑαυτοῦ βασιλείαν ἐπὶ γῆν συστη‐ σάμενος, καὶ τὰ καθ’ ἕκαστον τῶν ἔμπροσθεν κατη‐ ριθμημένων ἐν ἀνθρώποις ἐπιτελέσας. Οὐ μόνον δὲ
10μέγας ἐστὶν, ἀλλὰ καὶ ὑμνητὸς σφόδρα· οὐ μὴν παρὰ πᾶσιν, οὐδὲ ἐν παντὶ τόπῳ, ἀλλ’ ἐν τῇ πόλει τοῦ Θεοῦ ἡμῶν, καὶ ἐν τῷ ὄρει ἁγίῳ αὐτοῦ. Ἐπείπερ οἱ ἔξω τῆς αὐτοῦ πόλεως, ἀμαθεῖς ὄντες τῆς ἐνθέου δι‐ δασκαλίας, οὐκ ἴσασιν αὐτὸν ὑμνεῖν, οὐδ’ ἐπαξίως
15θεολογεῖν· διόπερ τὴν σεβάσμιον προσηγορίαν ἐπὶ τὴν ἄψυχον ὕλην καταβεβλήκασιν, ἢ ζώων ἀλόγων γένη, ἢ ἐπὶ τὰ στοιχεῖα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἢ ἐπὶ τὰ μέρη τοῦ κόσμου· καὶ ἄλλοι ἄλλως πως περὶ Θεοῦ ἐδόξασαν ἀσεβῶς· καὶ διὰ τοῦτο, τῆς πόλεως
20ὄντες ἀλλότριοι τοῦ Θεοῦ, ἀποπεπτώκασι τοῦ ἀλη‐ θοῦς ὕμνου. Πόλις δὲ τοῦ Θεοῦ ἡμῶν ἡ Ἐκκλησία, ἣν καὶ τὰ ἀνωτέρω ἐδήλου λόγια, δι’ ὧν εἴρητο· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Καὶ
25ταῦτα μὲν περὶ τῆς κατὰ γῆν Ἐκκλησίας· περὶ ἧς εἴρηται· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Εἰ δ’ ἔστι τις ἄλλη κρείττων ταύτης πόλις, ἧς τεχνίτης καὶ δημιουργὸς αὐτός· θέα ὅπως καὶ ἐν
30ταύτῃ μέγας καὶ ὑμνητὸς, καὶ αἰνετός ἐστι σφόδρα, κατ’ ἀξίαν νοούμενος ἐν αὐτῇ καὶ θεολογούμενος. Ποῖ δὲ γῆς ᾠκοδόμηται ἡ πόλις αὕτη, ὁ μὲν ψαλμὸς διδάσκει λέγων· Ἐν ὄρει ἁγίῳ αὐτοῦ εὐρίζῳ· τουτέστι τῷ εὖ τεθεμελιωμένῳ καὶ ἐῤῥιζωμένῳ, καὶ
35τῷ ἀγαλλιάματι πάσης τῆς γῆς. Ποῖον δ’ ἂν εἴη τοῦτο τὸ ὄρος, ὁ μέγας Ἀπόστολος διδάσκει λέγων· Προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶν‐ τος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέ‐ λων πανηγύρει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπο‐
40γεγραμμένων ἐν οὐρανοῖς. Ταύτην δὲ αὐτὴν εἶναι τὴν πόλιν τοῦ Θεοῦ τὴν ἀληθινὴν ὁ αὐτὸς παρίστη λέ‐ γων· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Ὄρος δὲ τοῦ Θεοῦ ἐπάξιον αὐτὸς ὁ οὐρανός. Ἐπειδὴ δὲ καὶ τοὺς ἐπὶ γῆς ἀνθρώπους
45οὐκ ἀπηξίωσε τῆς οἰκείας βασιλείας· τοῦτο γὰρ ἐδή‐ λου ὁ πρὸ τούτου ψαλμὸς λέγων· Βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλατε συνετῶς· ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη· εἰκότως καὶ ἐπὶ τῆς γῆς συν‐ έστη αὐτῷ πόλις, τὸ θεοσεβὲς δηλαδὴ πολίτευμα τὸ

23

.

420

(50)

καθ’ ὅλης τῆς οἰκουμένης διὰ τοῦ εὐαγγελικοῦ συστὰν κηρύγματος. Ὄρος δὲ τοῦ Θεοῦ ἐν ᾧ τὸ πολίτευμα τοῦτο συνέστηκε, μὴ ὄκνει λέγειν τὸν Λόγον τοῦ Θεοῦ, ἤτοι τὸν Χριστόν· ἐπείπερ ἐπὶ τὴν πέτραν ᾠκοδόμη‐ ται αὐτοῦ ἡ Ἐκκλησία· αὐτός τε ἦν ἡ πέτρα. Οὗτος
55οὖν καὶ ὄρος καὶ πέτρα καὶ θεμέλιος τῆς Ἐκκλησίας,
αὐτὸς ἂν μόνος εἴη κατὰ τὸν φάσκοντα· Θεμέλιον420 in vol. 23

23

.

421

γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμε‐ νον, ὅς ἐστιν Ἰησοῦς Χριστός· καὶ ἀγαλλίαμα δὲ τυγχάνει πάσης τῆς γῆς. Τὰ πλευρὰ τοῦ Βοῤῥᾶ. Διόπερ καὶ τὰ πλευρὰ τοῦ
5Βοῤῥᾶ ἐπέχειν λέγεται. Παρὰ μὲν οὖν τοῖς παλαιοῖς ἐλέγετο· Ἀπὸ Βοῤῥᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. Ἐπεὶ δὲ ἡ βασιλεία τοῦ Θεοῦ, ἐπὶ τῆς γῆς συστᾶσα, ἤλασε τοὺς τὰ πλευρὰ τοῦ Βοῤῥᾶ πάλαι κρατοῦντας, καὶ τὸν ἐν
10αὐτοῖς λέβητα τὸν ὑποκείμενον ἔσβεσε, κρείττων τε γεγένηται τῶν κακῶν τῶν πάλαι τὸν Βοῤῥᾶν πληρούν‐ των· εἰκότως ἐνταῦθα τὸ προλεχθὲν ὄρος διήκειν λέ‐ γεται ἐπὶ τὰ πλευρὰ τοῦ Βοῤῥᾶ. Ἐπεὶ δὲ καὶ μέχρι τῶν πάλαι εἰδωλολατρῶν ἐθνῶν ἡ τοῦ βασιλέως ἐξε‐
15χύθη χάρις· δύο δὲ νοουμένων κατὰ τὰς γεωγραφίας τῆς ὅλης γῆς μερῶν, τοῦ μὲν κατὰ τὸ μεσημβρινὸν καὶ νότιον κλίμα, ὃ δή φασιν εἶναι τῆς ἀντοικουμένης· τοῦ δ’ ἑτέρου κατὰ τὸ βόῤῥειον, ὃ οἰκοῦμεν ἡμεῖς· εἰκότως ὁ παρὼν λόγος τὴν καθ’ ἡμᾶς οἰκουμένην σημαίνων
20τὰ πλευρὰ τοῦ Βοῤῥᾶ ὠνόμασεν. Ἄλλως δὲ οὐκ ἔστι ταῦτα δέξασθαι ἢ μόνως οὕτως· ἐπειδήπερ ἡ Ἐκκλη‐ σία τοῦ Θεοῦ, πεπληρωκυῖα τὰ πλευρὰ τοῦ Βοῤῥᾶ καὶ πᾶσαν τὴν βόῤῥειον οἰκουμένην, ὀφθαλμοῖς ὁρᾶται· διὰ λέλεκται· Ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ Βοῤῥᾶ, ἡ
25πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται. Πάλιν κἀνταῦθα σημεῖα τῆς παρουσίας τοῦ Θεοῦ τῆς ἐν τῇ πόλει αὐτοῦ τῇ προλεχθείσῃ δίδωσιν. Ὥσπερ γὰρ ἐν τοῖς ἀνωτέρω εἴρητο· Ὁ Θεὸς ἐν μέσῳ αὐ‐
30τῆς, καὶ οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωῒ πρωΐ. Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ· τὸν αὐτὸν τρόπον καὶ νῦν τὸ ἐναργὲς τῆς παρουσίας τοῦ Θεοῦ ἐν τῇ πόλει αὐτοῦ παρίστησι λέγων·
35Θεὸς ἐν βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμ‐ βάνηται αὐτῆς. Ἀντὶ δὲ τοῦ, Ἐν ταῖς βάρεσιν αὐ‐ τῆς, ὁ Σύμμαχος· Ἐν τοῖς βασιλείοις αὐτῆς γνω‐ σθήσεται, εἴρηκεν. Ἀφανοῦς γὰρ ὄντος τοῦ Θεοῦ καὶ ἀοράτου, τότε μάλιστα ἡ παρουσία αὐτοῦ γινώσκεται,
40ὅταν, πολεμίων ἐπιθεμένων τῇ αὐτοῦ πόλει, τὴν ἀντί‐ ληψιν αὐτῇ παρέχει. Βάρεις δὲ τῆς πόλεως τίνας ἂν εἴποις ἢ τὰς ἀφωρισμένας κατὰ χώρας καὶ κατὰ τόπους ἐκκλησίας; Τὸ μὲν γὰρ πᾶν θεοσεβὲς πολίτευμα τὸ καθ’ ὅλης τῆς οἰκουμένης συνεστὼς ἡ μεγάλη νοεῖται
45πόλις τοῦ βασιλέως· αἱ δὲ κατὰ τόπον ἐκκλησίαι τυγ‐ χάνουσιν αἱ βάρεις, ὧν μέσος ἀεὶ ὢν ὁ εἰρηκὼς Θεός· Ὅπου δύο ἢ τρεῖς συνηγμένοι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· καὶ, Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· τότε γι‐

23

.

421

(50)

νώσκεται, ἐπειδὰν, πολεμίων ἐπιθεμένων, ἀντιλαμ‐ βάνηται τῆς ἑαυτοῦ πόλεως καὶ τῶν βάρεων αὐτῆς. Ἑξῆς τούτοις συνῆπται ἡ τῶν πολεμίων κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ ἔφοδος· εἴρηται· Ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν, διήλθοσαν ἐπὶ τὸ αὐτό.
55Κατὰ δὲ τὸν Σύμμαχον· Ἰδοὺ γὰρ, φησὶν, οἱ βα‐ σιλεῖς συνετάξαντο, ἦλθον ὁμοῦ. Ποῖοι δὲ βασιλεῖς
ἢ οἱ ἐχθροὶ τοῦ θεοσεβοῦς πολιτεύματος συνετάξαντο422 in vol. 23

23

.

424

ἀλλήλοις καὶ νόμους ἐγγράφους ἔθεντο τοῦ πολεμεῖν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ; Πλὴν τὸ μέγα θαῦμα τοῦ ἐν ταῖς βάρεσιν αὐτῆς γινωσκομένου Θεοῦ τότε δεί‐ κνυται, ἐπειδὰν οἱ βασιλεῖς, συναχθέντες, πόλεμον
5ἄρωνται κατὰ τῆς Ἐκκλησίας αὐτοῦ, διωγμούς τε κινοῦντες, καὶ μυρίας ἐπιβουλὰς κατ’ αὐτῆς βουλευό‐ μενοι, μηδὲν ἰσχύωσι. Διὸ ἐπιλέγει· Αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν· ἔργῳ γὰρ τὴν δύναμιν αὐτοῦ παραλαβόντες, οὕτως ἐθαύμασαν, πρὸ τούτου μὴ
10θαυμάσαντες. Εἶτα ἐταράχθησαν, ὡς ἂν Θεοῦ πολέ‐ μιοι καταστάντες· Ἐσαλεύθησάν τε καὶ τρόμος ἐπελάβετο αὐτῶν. Ἐκεῖ ὠδῖνες ὡς τικτούσης. Λοιπὸν γὰρ ὑπέπιπτεν αὐτῶν τοῖς ὀφθαλμοῖς ὁ περὶ τῆς κρίσεως τοῦ Θεοῦ λόγος, τοῦ ὑπ’ αὐτῶν πολεμου‐
15μένου. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Αὐτοὶ ἰδόν‐ τες οὕτως ἐθαύμασαν, ἐταράχθησαν, ἐξεπλάγη‐ σαν, φρίκη κατέσχεν αὐτοὺς, ὠδῖνες ὡς τικτού‐ σης. Ὤδινον γὰρ κατὰ τὸ λελεγμένον· Ἰδοὺ ὠδί‐ νησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνο‐
20μίαν. Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυ‐ φὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. Ταῦτα δι’ ἔργων πληρούμενα ὀφθαλμοῖς αὐτοῖς ἡμεῖς παρει‐
25λήφαμεν· ἃ καὶ εἰκὸς τοῖς μεθ’ ἡμᾶς ἀπίστοις μηδὲ ἀκοῇ πιστεύεσθαι λεγόμενα. Πάντες γοῦν οἱ καθ’ ἡμᾶς τῆς Ἐκκλησίας τοῦ Θεοῦ πολέμιοι καταστάντες, ἄρ‐ χοντες τοῦ αἰῶνος τούτου καὶ τύραννοι, θεηλάτοις μάστιξιν αἰκισθέντες· οἱ μὲν σήψεις τοῦ σώματος
30ὑπέμειναν, ὡς καὶ σκώληκας ἐξ αὐτῶν ἔτι ζώντων μετ’ ἀφορήτου δυσωδίας βρύειν· οἱ δὲ τὰς ὄψεις ἔτι ζῶντες ἐπηρώθησαν, ὡς καὶ εἰς συναίσθησιν ἐλθεῖν τῆς καταλαβούσης αὐτοὺς θεηλάτου μάστιγος, παλιν‐ ῳδίαν τε ᾆσαι καὶ τὸν τῆς Ἐκκλησίας Θεὸν μέγαν
35εἶναι καὶ ἀληθῆ καὶ μόνον Κύριον ὁμολογῆσαι· προσ‐ τάξαι δὲ σὺν πολλῇ σπουδῆ ἀνανεοῦσθαι καὶ οἰκοδο‐ μεῖν τὴν πάλαι πρὸς αὐτῶν πολεμηθεῖσαν τοῦ Θεοῦ πόλιν. Τὸ δ’ ἑξῆς εἰρημένον· Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς· ἢ κατὰ τὸν Ἀκύλαν·
40Ἐν πνεύματι καύσωνος συντρίβεις νῆας Θαρ‐ σεῖς· ἢ κατὰ τὸν Σύμμαχον· Δι’ ἀνέμου βιαίου κατ‐ άξεις ναῦς Θαρσεῖς· νοήσεις ἐπιστήσας ὡς νῆες Θαρσεῖς ἐλέγοντο πλοῦτον μέγαν φέρειν τῷ Σολομῶντι ποτὲ κατὰ τὴν ἱστορίαν τὴν ἐν ταῖς Βασιλείαις κειμέ‐
45νην. Οὕτως οὖν καὶ τῶν προλεχθέντων βασιλέων τὸν πλοῦτον καὶ τὴν δυναστείαν συντριβήσεσθαι, ὁλόστολόν τε καὶ κατὰ βυθῶν χωρήσειν, παντελῶς τε ἀφανισθήσεσθαι, ὁ λόγος ᾐνίξατο διὰ τῶν νηῶν Θαρσεῖς τῶν συντριβομένων. Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν ἐν πό‐

23

.

424

(50)

λει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν· ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Οἱ πάλαι μὲν ἤκουον αὐτὸ μόνον τῶν προφητικῶν φω‐ νῶν ἐκ τῶν ἱερῶν ἀναγνωσμάτων· νυνὶ δὲ αὐτοῖς
πράγμασι τὰ ἀποτελέσματα τῶν προῤῥήσεων ὀφθαλ‐424 in vol. 23

23

.

425

μοῖς ὁρῶντες φασί· Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν. Διὸ τοῖς ταῦτα φάσκουσιν ἔλεγεν ὁ Σωτήρ· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε· καὶ, Ὑμῶν δὲ μακάριοι οἱ ὀφ‐
5θαλμοὶ, ὅτι βλέπουσιν. Ἁρμόζοι δ’ ἂν καὶ ἡμῖν ἡ τοιαύτη φωνὴ, τὰ ὅμοια τεθεαμένοις κατὰ τοὺς ἡμε‐ τέρους χρόνους· ἃ δὴ καὶ ἐπληροῦτο ἐν τῇ προλεχθεί‐ σῃ πόλει, ἣν οὐκ ἄνθρωπος, ἀλλ’ αὐτὸς ὁ Θεὸς ἐθε‐ μελίωσεν εἰς τὸν αἰῶνα. Μάλιστα γὰρ τότε αὐτῆς
10φαίνεται ὁ θεμέλιος αἰώνιος, ἥ τε οἰκοδομὴ οὐκ ἐξ ἀν‐ θρώπων ἱδρυμένη, ἀλλ’ ἐξ αὐτοῦ τοῦ Θεοῦ, ἐπειδὰν, τοσούτων πολεμίων πολιορκούντων, ἀήττητος καὶ ἀκαθαίρετος διαμένῃ. Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτως καὶ ἡ αἴνε‐
15σίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς· δικαιοσύνης πλή‐ ρης ἡ δεξιά σου. Ἐπειδήπερ ἡ δεξιὰ αὐτοῦ, ἡ εὐερ‐ γετικὴ καὶ πάντων τῶν ἀγαθῶν πάροχος, πεπλήρω‐ ται ἰσότητος καὶ δικαιοσύνης, οὐκ ἔστι τε προσωπο‐ ληψία παρ’ αὐτῷ· εἰκότως τὸ Εὐαγγέλιον πᾶσιν ἐκη‐
20ρύττετο τοῖς ἔθνεσι. Διό φησιν ὁ Ἀπόστολος· Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον. Δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰου‐ δαίῳ τε πρῶτον καὶ Ἕλληνι. Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. Τούτοις ἀκολούθως ἐπιλέ‐
25γεται ἑξῆς· Εὐφρανθήτω ὄρος Σιών· τοῦτο δὲ καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο, ἐφ’ ᾧ τεθεμελίωτο ἡ Ἐκκλησία. Ἡ πέτρα οὖν καὶ τὸ ὄρος αὐτὸς ἦν ὁ Χριστός. Χαίρει τοίνυν καὶ πάσης εὐφροσύνης πλη‐ ροῦται ἐπὶ τῇ μεγάλῃ ἐπ’ αὐτῷ οἰκοδομῇ, καὶ τῇ
30ἀκαταμαχήτῳ πόλει, καὶ συγχαίρει τοῖς σωζομένοις ὁ σώζων αὐτοὺς Κύριος· ἀλλὰ καὶ αἱ θυγατέρες τῆς Ἰουδαίας ἀγαλλιῶνται ἕνεκεν τῶν κριμάτων τοῦ Θεοῦ. Τίνες δ’ ἂν εἶεν αὗται ἀλλ’ ἢ αἱ ἀποστολικαὶ ψυχαὶ καὶ πᾶς ὁ τῶν μαθητῶν καὶ εὐαγγελιστῶν τοῦ Κυρίου
35καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χορὸς ἐξ Ἰουδαίων γεγενημένος; Ἔχαιρόν γε μὴν καὶ πάσης ἀγαλλιάσεως καὶ θυμηδίας ἐπληροῦντο διὰ τὰ δίκαια κρίματα τοῦ Θεοῦ· ἐπείπερ δι’ αὐτῶν πᾶσιν ὁμοῦ τοῖς ἔθνεσι καὶ πᾶσιν ἀνθρώποις ἐκηρύττετο τὸ σωτήριον Εὐαγγέλιον.
40 Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτὴν, διη‐ γήσασθε ἐν τοῖς πύργοις αὐτῆς. Θέσθε τὰς καρ‐ δίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ καταδιέ‐ λεσθε τὰς βάρεις αὐτῆς, ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. Ὅτι οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν,
45αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας. Τὰ μὲν προλεχθέντα πάντα θεολογίαν περιέχει τοῦ τὰ τοσαῦτα ἐν ἀνθρώποις κατωρθωκότος· τὰ δὲ προκείμενα προσ‐ φωνεῖται εἰς πρόσωπόν τινων, ὡς ἂν τὴν προλεχθεῖ‐ σαν πόλιν τοῦ Θεοῦ διαλάβοιεν κυκλώσαντες αὐτὴν,

23

.

425

(50)

καὶ ταῖς χερσὶ περιλαβόντες· ὡς ἂν, πανταχόθεν αὐ‐ τὴν περιστοιχισάμενοι, φυλάττοιεν. Τίσι δὲ ἆρα προσ‐ τάττεται ταῦτα ποιεῖν; Οἶμαι, ὅτι ταῖς τὴν Ἐκκλη‐ σίαν τοῦ Θεοῦ καὶ τὸ ἐν αὐτῇ θεοσεβὲς πολίτευμα φρουρούσαις θείαις δυνάμεσιν, ἀγγέλοις τε ἁγίοις.
55Τούτοις οὖν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον προσφωνεῖ λέγον· Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτήν·
ἤγουν, περιτειχίσατε, κατὰ τὸν Σύμμαχον. Ἀντὶ426 in vol. 23

23

.

428

δὲ τοῦ· Διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς, ὁ μὲν Ἀκύλας, Ψηφίσατε, φησὶ, πύργους αὐτῆς· ὁ δὲ Σύμ‐ μαχος· Ἀριθμήσατε. Μάλιστα γὰρ τὰ ἐξοχώτατα τῶν οἰκοδομημάτων καὶ τὰ ὀχυρώτατα τῆς πόλεως,
5ὡς ἂν κρείττονα καὶ τῶν λοιπῶν ἀναγκαιότερα, δέδο‐ ται σὺν ἀριθμῷ τοῖς εἰρημένοις φρουροῖς φυλάττειν ἐπιμελῶς, ὡς ἂν παραδῶσιν ἔμπαλιν σῶον καὶ πλήρη ὃν παρειλήφασι ἀριθμόν. Νοήσεις δὲ τὸ λεγόμενον ἀπὸ τῆς σωτηρίου φωνῆς, δι’ ἧς τοῖς αὐτοῖς μαθη‐
10ταῖς καὶ ἀποστόλοις, τοῖς ὡσπερεὶ πύργοις ἐξέχουσι καὶ διαφέρουσι τῆς λοιπῆς οἰκοδομῆς, ἔλεγεν· Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. Ὁ γὰρ εἰς τοσοῦτον ὕψος αὐτοὺς ἐπάρας, καὶ πύργους τῆς Ἐκκλησίας αὐτοῦ καταστήσας, ὡς ἂν
15μή τινα πάθοιεν ὑπὸ τῶν ἐχθρῶν, μείζοσιν αὐτοὺς φύλαξιν, ἁγίοις ἀγγέλοις, παραδίδωσιν. Ἔνθεν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, εἰδότες, ὡς ἕκαστος τῶν μαθητῶν τοῦ Σωτῆρος ἀγγέλοις τισὶ παραδέδοται τῆς παιδίσκης ἀπαγγειλάσης, ὡς ἄρα Πέτρος εἴη ὁ
20τὴν θύραν παίσας, οἱ λοιποὶ μαθηταὶ ἔφασαν· Μήποτε ἄγγελος αὐτοῦ ἐστι; Διδάσκει δ’ οὖν καὶ περὶ τῶν μικρῶν ἐν τῇ Ἐκκλησίᾳ ὁ Σωτὴρ λέγων· Οἱ γὰρ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Εἰκότως οὖν
25προστάττει ὁ παρὼν λόγος τούτοις αὐτοῖς λέγων· Ἀριθμήσατε τοὺς πύργους αὐτῆς· εἶθ’ ἑξῆς τό· Τάξατε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς· κατὰ δὲ τὸν Σύμμαχον· Τάξατε τὰς καρδίας ὑμῶν εἰς τὸν
30περίβολον αὐτῆς· διαμετρήσατε τὰ βασίλεια αὐτῆς. Πάντα ταῦτα προστάττονται ποιεῖν οἱ φρουροὶ τῆς Ἐκκλησίας Παρεμβαλεῖ γὰρ ἄγγελος Κυρίου κύ‐ κλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ποίας δὲ βάρεις φησὶν, ἢ περὶ ὧν καὶ ἀνωτέρω ἐλέγε‐
35το· Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς; Ἐλέγομεν δὲ πόλιν μὲν νοεῖσθαι πᾶν τὸ θεοσεβὲς πολίτευμα τὸ καθ’ ὅλης τῆς οἰκουμένης, βάρεις δὲ αὐτῆς τὰς κατὰ μέρος καὶ κατὰ τόπον ἐκκλησίας. Αὐτὸς οὖν ταύτας τὰς κατὰ
40μέρος ὁ παρὼν προστάττει λόγος καταδιελέσθαι. Βού‐ λεται γὰρ ἕκαστον τῶν ἀγγέλων ἀφωρισμένως ἐκκλη‐ σιῶν τινων φρουρὸν ἐπιστῆσαι. Εἶτ’ ἐπιλέγει τούτοις· Ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. Ἀγγέ‐ λων γὰρ ἦν τὸ εἰς γενεὰς διαφόρους δύνασθαι τὰς
45ἀρετὰς τοῦ Θεοῦ διηγήσασθαι. Καὶ ὅτι οὗτός ἐστιν ὁ Θεὸς ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας. Ὑμεῖς μὲν γὰρ φρουροὶ ἂν εἴητε καὶ ὥσ‐ περ ποίμνης φύλακες· ὁ δὲ τῶν θρεμμάτων ποιμὴν ἄλλος ἂν εἴη. Τίς δὲ οὗτος ἢ ὁ εἰπών· Ἐγώ εἰμι ὁ ποι‐ μὴν ὁ καλός; ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΨΑΛΜΟΣ ΜΗʹ.

23

.

428

(50)

Ἔδει δὲ τοὺς υἱοὺς Κορὲ, τὰ πρῶτα κατὰ καιρὸν ἐκθεμένους, καὶ τὰ δεύτερα εὐαγγελισαμένους, ἐπὶ τούτοις τε τὴν τῶν ἐθνῶν κλῆσιν κηρύξαντας, τὰ περὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ παραδόντας, μετὰ πάντα διαμαρτύρεσθαι τὰ περὶ τῆς συντελείας τοῦ παρόντος
55βίου καὶ τοῦ θείου δικαιωτηρίου· ἐν ᾧ πᾶν τὸ ποίη‐
μα ἄξει ὁ Θεὸς εἰς κρίσιν, καὶ πάντες παραστη‐428 in vol. 23

23

.

429

σόμεθα τῷ βήματι τοῦ Θεοῦ, ἵνα κομίσηται ἕκα‐ στος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτ’ ἀγαθὸν, εἴτε φαῦλον. Ἀναγκαίως τοίνυν πάντα κα‐ λεῖ τὰ ἔθνη ἐπὶ τὴν τῶν λεχθησομένων ἀκρόασιν.
5Ὡς γὰρ ἐπὶ τὴν σωτηρίαν πᾶν γένος ἀνθρώπων παρ‐ εκάλει, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τὴν διδασκαλίαν τῆς θείας κρίσεως ὁμοῦ πάντας ἀνακαλεῖται φάσκων· Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· οἵ τε γη‐
10γενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Ἐπειδὴ τῶν ἐθνῶν τὰ μὲν ἀγριώτερα τυγχάνει ἐν ἐρήμοις σκηνοποιούμενα, τὰ δὲ τὸν πολι‐ τικὸν μετέρχεται βίον καὶ τὰς γεωργουμένας χώρας οἰκεῖ, ἀναγκαίως διαστολῇ κέχρηται, καὶ μετὰ τὴν
15κοινὴν κλῆσιν τῶν ἐθνῶν, ἴδιον εἰσάγει τάγμα τὸ τῶν οἰκούντων τὴν οἰκουμένην· διό φησιν· Ἐνωτί‐ σασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον, οἱ κατοι‐ κοῦντες τὴν κατάδυσιν· οὕτω δὲ καλεῖ τὰς πόλεις
20καὶ τὰς κώμας καὶ τοὺς οἴκους, ἐν οἷς καταδύνουσιν οἱ ἐν αὐτοῖς κατοικοῦντες. Εἶτα πάλιν διαιρεῖ τοὺς οἰκήτορας τῆς γῆς φάσκων· Οἵ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων· ἐπεὶ μὴ μόνον ἐλευθέρους, ἀλλὰ καὶ τὸ οἰκετικὸν γένος προσίεται ἐπὶ τὴν ἀκρόασιν, ἢ τοὺς
25ἀγροικώτερον μετερχομένους βίον, καὶ τοὺς ἄλλως εὖ γεγονότας καὶ τροφῆς ἠξιωμένους ἐλευθερίου· ἢ γηγενεῖς μὲν τοὺς τὴν ἔρημον οἰκεῖν ᾑρημένους, τοὺς δὲ ἀνθρώπων τοὺς ἡμερωτέρους. Ὁ δὲ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἥ τε ἀνθρωπότης
30καὶ προσέτι καὶ υἱοὶ ἑκάστου ἀνδρός· ἵν’ ᾖ διὰ μὲν τοῦ προτέρου καθολικῶς πᾶν γένος ἀνθρώπων δη‐ λούμενον, διὰ δὲ τοῦ δευτέρου ὁ κατὰ μέρος ἕκαστος. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Κλινῶ εἰς παραβολὴν
35τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Ταῦτα δὲ καὶ ἀπὸ τῶν ἀποστόλων δύναται λέ‐ γεσθαι. Παραβολὰς δὲ καλεῖ τοὺς αἰνιγματώδεις λόγους. Καὶ γὰρ ὁ Κύριος, παραβολικῶς τοῖς ὄχλοις διαλεγό‐ μενος, τοῖς ἀποστόλοις κατ’ οἶκον ταύτας διέλυε. Τού‐
40τῳ νῦν ὁ χορὸς τὴν τοῦ Θεοῦ σοφίαν τὸν Χριστὸν ἐπὶ στόματος φέρων· Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, ἐλέγετο· Τὸ στόμα μου λαλήσει σο‐ φίαν. Τοῦτον γὰρ πᾶσιν ἀνθρώποις ἐκήρυττον. Ἠκονημένοι δὲ τὸν νοῦν, πάσας τοῦ Χριστοῦ συνίε‐
45σαν τὰς παραβολὰς καὶ πρὸ τῆς αὐτοῦ ἑρμηνείας. Διὸ μετὰ ταύτας ὁ μὲν Σωτὴρ ἔλεγε· Συνήκατε ταῦτα πάντα; Οἱ δὲ λέγουσιν αὐτῷ, ναί. Ἡ καρδία τοί‐ νυν αὐτῶν ἐμελέτα συνέσεις, ἃς ἤνοιγον τοῖς μὴ παρα‐ κολουθεῖν δυναμένοις, τοῦ σωματικοῦ ὀργάνου τῇ ἐνοι‐

23

.

429

(50)

κούσῃ πρὸς τοῦτο διακονοῦντος ψυχῇ. Τοῦτο γὰρ ἀντὶ ψαλτηρίου παρέλαβε πρὸς τὴν διὰ τούτων θείων ὕμνων ἀνάκρουσιν, ἑκάστου μέρους ἐπιστημονικῶς ἐν αὐτῷ κινουμένου. Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία
55τῆς πτέρνης μου κυκλώσει με. Εἰ δὲ πρόσωπον Κυρίου τὸ λέγον, πτέρναν αὐτοῦ εὕρῃς τὸν ἔσχατον
τοῦ σώματος καὶ τῇ γῇ πλησιάζοντα Ἰούδαν· σῶμα430 in vol. 23

23

.

432

γὰρ Κυρίου οἱ ἀπόστολοι. Οὐ φοβοῦμαι οὖν τὴν Ἰούδα προδοσίαν ἐν τῷ καιρῷ τοῦ σταυροῦ· ἐπεὶ μηδὲ ἕκα‐ στος τὴν τοῦ Ἀδὰμ παρακοήν. Ταύτην γὰρ ὑπῃνι‐ ξάμεθα πτέρναν ἀνομίας εἶναι. Οὐδεὶς γὰρ δι’ ἄλλου
5κακίαν καταδικάζεται. Ἀνομίαν δὲ πτέρνης τὴν πα‐ ρακοὴν εἶπον Ἀδὰμ, τῷ τὸν ὄφιν ἐξουσίαν ἔχειν κατὰ τῆς πτέρνης αὐτοῦ.
10 Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; οὐ δώσει τῷ Θεῷ ἐξίλασμα αὐτοῦ, καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ. Νοήσεις δὲ καὶ οὕτως· οὐκ ἀδελφὸς ἀδελφὸν, οὐ φίλος φίλον λυτρώ‐ σεται· ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται, καὶ ἑκά‐
15στου τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει· καὶ οὐ δώσει τις ἐξίλασμα τῷ Θεῷ ὑπὲρ ἑαυτοῦ κατ’ ἐκεί‐ νην τὴν ἡμέραν· οὐδὲ τιμὴν καταθήσεται καθάπερ ἑαυ‐ τὸν ἐξωνούμενος. Μάταιος ἄρα τοῖς κεκτημένοις ὁ πλοῦτος· πλὴν εἰ μή τις κατὰ τὸν παρόντα βίον εὑρεθῇ
20πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὃς ἐν καιρῷ δώσει τὸ σιτομέτριον τοῖς συνδούλοις. Οὗτος γὰρ, ἐντεῦθεν ἤδη σπείρας ἑαυτῷ εἰς δικαιοσύνην, τρυγήσει τότε καρποὺς ζωῆς. Λύτρον γὰρ ἀνδρὸς, φησὶν ὁ Σοφὸς, ὁ ἴδιος πλοῦτος. Οἱ δὲ μήτε πλούτῳ μήτε δυνάμει
25σώματος ἀλαζονευόμενοι, ἐπίπονον δὲ τὸν παρόντα κτησάμενοι βίον, καταξιωθήσονται τῆς ἐν ἐπαγγελίᾳ ζωῆς. Ἀντὶ δὲ τοῦ· Ἐκοπίασεν εἰς τὸν αἰῶνα, ὁ Σύμμαχος, Ἀλλὰ παυσάμενος, φησὶ, τῷ αἰῶνι, ζῶν εἰς αἰῶνα διατελέσει ὁ τοιοῦτος. Ὁ κοπιῶν διὰ τῆς
30πρακτικῆς ζήσεται εἰς τέλος διὰ τῆς γνώσεως. Καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν, καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα. Ἕτερος ἔφη· Καταλείψουσιν ἑτέροις τὸν αἰσθητόν τε πλοῦτον αὐτῶν καὶ τὸν ἐν συγγράμ‐
35μασιν. Οὐδὲν γὰρ ἐξ αὐτῶν αἱρήσουσι κέρδος κα‐ τὰ τὴν ἡμέραν τῆς κρίσεως. Ἀπαχθήσεται γὰρ ἡ τούτων ψυχὴ, οὐδὲν πλέον ἢ τὸν ἑαυτῆς τάφον ἐπαγομένη· δηλαδὴ τὸ σῶμα καὶ τὴν φθορὰν, ἐν ᾗ ὥσπερ ἐν τάφῳ κατώρυκτο. Καὶ ἄλλως δὲ οὐδὲν
40πλέον ἕξει τις ἐκ τῶν γηΐνων κτημάτων, ἢ τοῦ τά‐ φου τὸν τόπον, ἐν ᾧ τελευτήσας κείσεται νεκρὸς ἐφ‐ θαρμένος. Τὰ δὲ σκηνώματα αὐτῶν, ἐν οἷς ἔτι ζῶν‐ τες κατῴκουν, εἰς ἑτέρους ἀλλοτρίους ἥξει, καὶ δια‐ δοθήσεται εἰς γενεὰν καὶ γενεάν.
46 Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς. Εἰπὼν τῶν ἀσεβῶν τὰ πρὸ τοῦ θανάτου, νῦν οἷα πείσονται λέγει ἐν αὐτῷ τῷ ᾅδῃ γενόμενοι. Θρέμματα γὰρ ἔσονται θανάτου ὑπὸ αὐτοῦ ποιμαινο‐

23

.

432

(50)

μένοι· κατὰ δὲ Σύμμαχον, ὡς βοσκήματα ᾅδου ἔταξαν ἑαυτούς. Οὐ γὰρ ἠθέλησαν ὑπὸ τῷ καλῷ ποιμένι τετάχθαι καὶ διὰ τοῦτο γεγόνασι θρέμματα θανάτου, καὶ τοὺς μὲν ἀπάξει εἰς τὸ πῦρ τὸ αἰώνιον, τοὺς δὲ Ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόν‐
55των, τοὺς δὲ εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἀντὶ δὲ τοῦ· Καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ ἐκ
τῆς δόξης αὐτῶν, ὁ μὲν Ἀκύλας, Καὶ χαρακτὴρ αὐ‐432 in vol. 23

23

.

433

τῶν κατατρίψαι ᾅδην ἐκ κατοικητηρίου αὐτῶν. Ὁ γὰρ χαρακτὴρ αὐτῶν ὃν ἑαυτοῖς ἐξετύπωσαν, τὸ μὲν κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ ἐξ αὐτῶν ἀφανίσαντες, εἴδη δὲ καὶ μορφὰς ἀλόγων ζώων καὶ
5ἑρπετῶν διὰ τρόπων μοχθηρίας τῇ ψυχῇ περιθέμενοι, κατατριβήσεται ἐν τῷ κατοικητηρίῳ τοῦ ᾅδου. Κατὰ δὲ Σύμμαχον· Τὸ δὲ κρατερὸν αὐτῶν παλαιώσει ᾅδης ἀπὸ τῆς οἰκήσεως τῆς ἐντίμου αὐτοῦ. Ὃ γὰρ ἔδοξαν περιποιεῖν ἑαυτοῖς κραταιὸν διὰ τῆς ἐμ‐
10φυείσης ἐν αὐτοῖς κακίας, τοῦτο παλαιώσει ὁ ᾅδης ἐν ταῖς οἰκήσεσι ταῖς παρ’ αὐτῷ. Καὶ τοῦτο μὲν τῶν ἀσεβῶν τὸ τέλος. Οἱ δὲ εὐσεβεῖς κατ’ ἐκεῖνο καιροῦ πρωΐας ἀξιωθέντες καὶ νέου φωτὸς, ἀνατολῆς τῆς τῶν ἀσεβῶν κατακυριεύσουσι· ἢ κατὰ τὸν Ἀκύλαν·
15ἑνὶ κρατήσουσιν, ἢ κατὰ τὸν Σύμμαχον· ὑποτάξου‐ σιν αὐτοῖς. Τῶν γὰρ ἐνταῦθα ταπεινωσάντων τοὺς εὐθεῖς ἀσεβῶν, ἐκεῖ ῥύσεται τὴν ψυχὴν πρὸς τὸ μὴ συναπαχθῆναι τοῖς ἀσεβέσιν, ἀλλ’ ἐν ἑτέροις εἶναι χωρίοις τε καὶ ποιμνίοις.
20 Ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθή‐ σεται, ἐξομολογήσεταί σοι ὅταν ἀγαθύνῃς αὐτῷ. Ὁ μὲν δίκαιος εὐλογεῖ τὸν Κύριον ἐν παντὶ καιρῷ· ὁ δὲ ἁμαρτωλὸς τοτηνικαῦτα ἐξομολογούμενος, εὐλογεῖ τὸν Θεὸν ὁπηνίκα ἂν ἀγαθόν τι αὐτῷ ἐκ Θεοῦ ἀποβῇ.
25ΨΑΛΜΟΣ ΤΩ ΑΣΑΦ ΜΘʹ. Οἱ ἐπιγεγραμμένοι τοῦ Ἀσάφ εἰσι μὲν οἱ πάντες τὸν ἀριθμὸν ιβʹ· ἐφεξῆς δὲ οἱ ιαʹ ἀρχόμενοι ἀπὸ τοῦ οβʹ· ἐξ ὧν ὁ παρὼν ἀπεσπάσθη ψαλμὸς, οὐχ ἁπλῶς· ἀλλ’ ἐπείπερ ὁ πρὸ τούτου ψαλμὸς περὶ κρίσεως
30τοῦ Θεοῦ διεστέλλετο, τοιοῦτος δὲ καὶ ὁ παρὼν, εἰκό‐ τως κατὰ τοῦτο ἀκολουθίαν ἐδέξατο. Ἀλλὰ καὶ τὴν διὰ Μωϋσέως ἀνατρέπων νομοθεσίαν, παραδίδωσι τῆς καινῆς Διαθήκης τὸν δοθέντα τοῖς ἔθνεσι τρόπον. Καὶ τοῦτο δὲ ἦν ἐν τοῖς τῶν υἱῶν Κορὲ ψαλμοῖς·
35οἵτινες καὶ αὐτοὶ τυγχάνουσι μὲν ιβʹ. Ἀλλ’ ηʹ οἱ προ‐ λαβόντες ἐφεξῆς κατετάγησαν, ὧν ἀποσπασθέντες οἱ λείποντες τέσσαρες, μετὰ τοὺς τοῦ Ἀσὰφ ψαλμοὺς κατετάγησαν· ἴσως ἐπεὶ οἱ τοῦ Ἀσὰφ πάντες, ὡς εἰ‐ πεῖν, τοῦ Ἰσραὴλ ἐθέσπιζον τὴν ἀποβολὴν, καὶ τὴν
40εἰς πάντα τὰ ἔθνη διασπορὰν, μεθ’ ἣν ἡ χάρις τοῦ Θεοῦ τὰ ἔθνη πάντα μετῆλθεν· ὅθεν οἱ λοιποὶ τῶν υἱῶν Κορὲ ψαλμοὶ διεδέξαντο, τὴν τῶν ἐθνῶν ἁπάν‐ των προαγορεύοντες κλῆσιν. Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν.
45Οἱ λοιποὶ δὲ τρεῖς ἡρμήνευσαν· Ἰσχυρὸς Θεὸς λαλή‐ σας ἐκάλεσε τὴν γῆν. Οἱ δὲ Ἑβδομήκοντα θεοὺς ἐκάλεσαν τούς τε ἄρχοντας καὶ κριτὰς, ὅπερ ἴδιον μό‐ νου Θεοῦ. Τοιγαροῦν ἐν παʹ ψαλμῷ προφήσας· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς

23

.

433

(50)

διακρίνει, ἐπήγαγεν· Ἕως πότε κρίνετε ἀδικίαν; Οὕτω καὶ ὁ νόμος διαγορεύει· Θεοὺς οὐ κακολογή‐ σεις, καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Εὐλόγως δ’ ἂν κληθεῖεν οἱ τὸ κατ’ εἰκόνα φυλάξαν‐ τες· ὁ τούτων Θεὸς πᾶσαν συνάγει τὴν οἰκουμένην
55εἰς τὸ κριτήριον· αὐτὸς ὢν ὁ Κύριος ὁ τοῦ Θεοῦ Λό‐ γος ἐνανθρωπήσας ἐλάλησε διὰ τοῦ Εὐαγγελίου, καὶ
πάντας μὲν καλεῖ, οὐ πάντες ὑπήκουσαν τῷ Εὐαγγε‐434 in vol. 23

23

.

436

λίῳ. Ἀλλ’ οἱ μὲν ὑπακούσαντες τῶν ἐπηγγελμένων τυγχάνουσι· τοῖς δὲ τὴν χάριν ἀθετοῦσι, τὸ πῦρ ἀπει‐ λεῖ κατὰ τὴν ἔνδοξον αὐτοῦ παρουσίαν, ἥξων ἐκ τῆς ἐπουρανίου Σιὼν, περὶ ἧς ὁ Παῦλος φησίν· Ἡ δὲ
5ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν· καὶ, Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ. Εὐπρέπεια δὲ ὡραιότητος ἡ ἔνδοξος αὐτοῦ θεοφάνεια· ταύτην καὶ τὸ, Ὁ Θεὸς ἐμφανῶς ἥξει, δηλοῖ. Κατὰ μὲν οὖν τὴν
10πρώτην αὐτοῦ παρουσίαν ὑπὸ ἀνθρώπων κρινόμενος ἐσιώπα· οὐδὲ τοσαῦτα πάσχων ἠμύνατο, οὐδὲ πᾶσιν ἐδείκνυ τὴν ἰδίαν θεότητα· Τότε δὲ, φησὶν, ἐμφανῶς ἥξει, καὶ οὐ παρασιωπήσεται. Προλαμβάνον δὲ τὸ πῦρ τὴν αὐτοῦ βασιλείαν καθαίρει, πᾶσαν ὕλην καυ‐
15στὴν ἀναλίσκον, πρὸς τὸ μὴ ξύλα, μὴ χόρτον, μὴ κα‐ λάμην πρὸ προσώπου αὐτοῦ φαίνεσθαι. Ἐλέγξει δὲ ἢ ἀποδέξεται, τοῖς μὲν λέγων· Δεῦτε, οἱ εὐλογημέ‐ νοι τοῦ Πατρός μου, τοῖς δὲ, Πορεύεσθε ἀπ’ ἐμοῦ. Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται· πῦρ ἦλθον βα‐
20λεῖν ἐπὶ τὴν γῆν. Πῦρ δὲ ἐνταῦθα τὴν διδασκαλίαν τοῦ Θεοῦ Λόγου λέγει· ὅτι περ πῦρ καίει μὲν τὰς μο‐ χθηρὰς ἕξεις, δοκιμάζει δὲ τοὺς καθαρούς. Διὰ γὰρ τοῦτο, κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα· ὅσοι γὰρ θέλουσι εὐσεβῶς ζῇν ἐν Χριστῷ, διωχθήσονται·
25ἀλλὰ καὶ θλίψιν, φησὶν, ἕξετε ἐν τῷ κόσμῳ. Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ. Συναγάγετε αὐτῷ τοὺς ἁγίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν Διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. Ἄλλως, τοῦ προτέρου λαοῦ τὴν
30κρίσιν ἰδιάζουσαν δείκνυσι, τὸν οὐρανὸν προσκαλού‐ μενος καὶ τὴν γῆν· ἐπειδὴ τὸν νόμον διὰ Μωϋσέως παραδιδοὺς ἔλεγε· Μαρτύρομαι ὑμῖν σήμερον τόν τε οὐρανὸν καὶ τὴν γῆν· καὶ πάλιν ἐν μεγάλῃ ᾠδῇ· Πρόσεχε, οὐρανὲ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ
35ῥήματα ἐκ στόματός μου. Διὸ καὶ Ἡσαΐας, Ἄκουε, φησὶν, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὁ Κύριος ἐλά‐ λησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Καὶ νῦν τοίνυν τοὺς αὐτοὺς ἐπικαλέσεται μάρτυρας· καὶ ὥσπερ ὁ Σωτὴρ ἐν Εὐαγγελίοις τὸ
40ποίμνιον αὐτοῦ διακρίνει, δηλαδὴ τοὺς τῆς Ἐκκλη‐ σίας, τὰ πρόβατα μὲν ἱστῶν ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· τὸν αὐτὸν τρόπον ὁ αὐτὸς Κύριος καὶ νῦν διακρίνει τὸν λαὸν αὐτοῦ. Τὸ Ἑβραϊκὸν καὶ οἱ λοιποὶ, Συναγάγετέ μοι, φασίν· ὡς γὰρ ἐν Εὐαγγε‐
45λίοις εἴρηται· Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐ‐ τοῦ, καὶ συνάξουσι πάντα τὰ ἔθνη· οὕτω καὶ νῦν τοῖς αὐτοῖς ἐπιτάττει. Πρώτους δὲ βούλεται ἀφορι‐ σθῆναι πρὸ τῶν ἀσεβῶν τοὺς ὁσίους αὐτοῦ, τυχεῖν τῶν ἐπηγγελμένων ὀφείλοντας.

23

.

436

(50)

Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίο‐ μαι; Τροφὴ δὲ Θεοῦ περὶ ἧς εἶπεν· Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ὑφ’ ὧν τρεφόμενος λέξω· Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Ἔστι δὲ
55θῦσαι λογικῶς καὶ διὰ θεολογίας καὶ εὐχαριστίας·
καὶ ἐπεὶ δ’ ἄν τις τῷ Θεῷ πρέπον ὑποσχόμενος ἔργοις436 in vol. 23

23

.

437

ἐπιτελέσειεν. Εὐχὰς γὰρ ἡ Γραφὴ τὰς ἐπαγγελίας φησὶν, ὡς ἐν τῷ· Ἐὰν εὔξῃ εὐχὴν, μὴ βραδύνῃς ἀποδοῦναι. Ἀγαθὸν τὸ μὴ εὔξασθαι, ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. Οὕτως οὖν σπείρας εἰς δικαιοσύ‐
5νην, ἔλπιζε τρυγήσειν καρπὸν ζωῆς.
7 Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ διηγῇ τὰ δικαιώματά μου, καὶ ἀντιλαμβάνεις τὴν Δια‐ θήκην μου διὰ τοῦ στόματός σου; Μετάβασιν ὁ
10λόγος ἔχει ἀπὸ τοῦ τῶν δικαίων τάγματος ἐπὶ τὸ τάγμα τῶν πονηρῶν. Ἐκεῖνο γάρ τι πλέον ἔσχε, τῆς καινῆς Διαθήκης τὴν ἐπιστήμην. Ἁμαρτωλὸν δὲ οὐ τὸν ἀλλότριον τῶν Γραφῶν, ἀλλὰ τὸν παραβάτην κα‐ λεῖ. Ἐλέγχει δὲ αὐτὸν οὐκ ἐπὶ παραβάσει σαββάτων
15ἢ θυσιῶν, ἢ τοιῶνδε βρωμάτων, ἀλλὰ τῶν φυσικῶν νόμων, ἐφ’ οἷς ἀνόητα ἦν αὐτῷ τοῦ Θεοῦ τὰ μαθή‐ ματα· ταῦτα γὰρ ἁμαρτάνων ἀπέῤῥιπτε. Φυσικὸς γὰρ ὁ νόμος τὸ μὴ δεῖν ποιεῖν, ἃ δὴ παθεῖν οὐ βου‐ λόμεθα. Μοιχοὶ δὲ καὶ οἱ ἄθεοι εἰδωλολάτραι· κλέ‐
20πται δὲ καὶ οἱ κλέπτοντες τὴν ἀλήθειαν. Ποτὲ μὲν οὖν, Ἐπαῤῥησιάζου, φησὶ, τῇ κακίᾳ, ποτὲ δὲ, Δο‐ λίως ἐπεβούλευες, προσεποιοῦ δὲ γνησίως καὶ ὡς ἀδελφοῖς ὁμιλεῖν, λάθρα τούτων καταλαλῶν· ἐν‐ ήδρευες δὲ καὶ τοὺς ἐκ τῆς αὐτῆς σοι μητρὸς, ἤτοι
25συναγωγῆς, ἢ καὶ ἐκκλησίας· ἐφ’ οἷς ἐμοῦ σιωπῶν‐ τος ἡνίκα ἐνηνθρώπησα· ἢ καὶ ἄλλως· Ἐπὶ τὸ χεῖ‐ ρον ἐβάδιζες καταφρονῶν τῆς ἐμῆς χρηστότητος καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας· διὸ λοιπὸν οὐκ ἀνέξομαι. Καὶ γὰρ διέκεισό με τὰς σὰς ἀποδέχεσθαι
30πράξεις, ἢ καὶ μηδένα τούτων μεμνῆσθαι. Ἀλλ’ ἐγώ σε διελέγχων πρὸ τῶν σῶν ὀφθαλμῶν ἅπαντα θήσω, ὅπως ὁρῶν αἰσχυνθῇς. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ Νʹ. Ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Ναθὰν τὸν προφήτην,
35ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Ὡς ἐπὶ μεγάλῳ δὲ ψυχῆς τραύματι μεγάλου δεῖσθαι ἐλέου ὁμολογεῖ. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου,
40καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅρα δὲ πρὸς τὸ Χριστοῦ πάλιν μυστήριον· τὴν γὰρ ἐν νόμῳ κάθαρσιν ἡ τοῦ βαπτίσματος ὑπερβαίνουσα δύναμις, καὶ ταύτης τῆς ψυχῆς ἐργάζεται κάθαρσιν. Ἐκείνη γὰρ πρὸς τῆς ψυχῆς προσελαμβάνετο καθαρότητα.
45 Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Οὐ τοῦτό φησιν, ὅτι τὸν Οὐρίαν οὐκ ἠδίκησα· ἀλλ’ ὅτι τὴν μεγίστην παρανομίαν εἰς αὐτὸν τετόλμηκε τὸν Θεὸν, ἀπὸ προ‐

23

.

437

(50)

βατέως μὲν γενόμενος βασιλεὺς, κρατήσας δὲ τῶν ἐχθρῶν, παντοδαποῖς δὲ κοσμηθεὶς ἀγαθοῖς, καὶ τοι‐ ούτοις τὸν εὐεργέτην ἀμειψάμενος. Τὸ δὲ, ἐνώπιόν σου, καὶ ἐν τῇ ἱστορίᾳ δεδήλωται· Ὤφθη, γὰρ φησὶ, τὸ γεγονὸς πονηρὸν ἐνώπιον Κυρίου. Ἢ οὕτως·
55Ἐδόκουν τις εἶναι πάλαι σκεπόμενος ὑπὸ σοῦ. Νενό‐ μικα δὲ λοιπὸν ἀσάλευτος εἶναι, λέγων ἐν τῇ εὐθη‐
νίᾳ μου. Οὐ μὴ σαλευθῶ· διὸ ἀπέστρεψας τὸ438 in vol. 23

23

.

440

πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ἐγενήθην τεταραγμέ‐ νος· διδαχθεὶς ἐλέῳ τῷ σῷ· Ἐὰν μὴ Κύριος οἰκο‐ δομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδο‐ μοῦντες.
5 Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ὅμοια δ’ ἂν εἴη καὶ ταῦτα τοῖς παρὰ τῷ Ἰώβ· Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νὺξ ἐν ᾗ εἶπαν· Ἰδοὺ ἄρσεν. Διὰ τί γὰρ ἦν ἐπικατάρατος, ἀλλ’ ὅτι
10ἐν ἀνομίαις συνελήφθη; Ἀκόλουθον γὰρ ἦν κατάραν ἕπεσθαι ἁμαρτίᾳ. Τοῖς αὐτοῖς Ἱερεμίας ἐχρήσατο φήσας· Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ, καὶ ἡ νὺξ ἐν ᾗ συνέλαβέ με μήτηρ μου. Μακάριον γὰρ ἦν τὸ μηδὲ τὴν πρώτην γυναῖκα πα‐
15ραβᾶσαν τῇ φθαρτῇ γενέσει διακονήσασθαι, μένειν δὲ ἐν παραδείσῳ θείοις ὁμοιωθεῖσαν ἀγγέλοις· ἀλλὰ φθόνῳ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Θανάτῳ δὲ ἡ δι’ αἱμάτων καὶ σαρκὸς ὑπηρετεῖτο γέ‐ νεσις εἰς τοῦ θνητοῦ γένους διαμονήν. Διὸ καὶ ἡ σύλ‐
20ληψις, ὡσανεὶ θανάτῳ ὑποκειμένη, τοῖς μακαρίοις διεβάλλετο. Ὁ δὲ Σύμμαχος· Εἰς ἀδικίαν ὠδυνήθην, καὶ ἐν ἁμαρτίαις ἐκύησέ με ἡ μήτηρ μου. Ὠδυ‐ νήθην γὰρ καὶ ἐκυήθην, φησὶν, ἵνα παρέλθω εἰς ἀδι‐ κίαν, καὶ ἵνα, ἐν ἁμαρτίαις γενόμενος, ἐλεγχθῶ κατὰ
25ταύτην τὴν ἔννοιαν· Οὐκ ἐν ἀνομίαις, φησὶ, τῆς ἐμῆς συνελήφθην μητρὸς, οὐδὲ ταῖς ἑαυτῆς ἀνομίαις ἐκίσ‐ σησέ με· ἀλλ’ ἐγὼ εἰς ἀδικίαν ἐγεννήθην, θνητὴν, περιβαλλόμενος σάρκα καὶ ταῦτά φημι, ἐπείπερ ἀλήθειαν ἠγάπησας.
30 Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Τὸ ὕσσωπόν ἐστι σύμβολον ἀπαθείας, καὶ ἡ πλύσις γνῶ‐ σιν σημαίνει· καὶ διὰ μὲν ἀπαθείας καθαριζόμεθα, διὰ δὲ τῆς γνώσεως λευκαινόμεθα.
35 Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρ‐ τιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Ἄλλως, ὁ μὲν τὴν ψυχὴν κεκαθαρμένος ἀπὸ συνει‐ δήσεως πονηρᾶς εἴποι ἂν τῷ Θεῷ· Τὸ πρόσωπόν σου, Κύριε, ζητήσω, μὴ ἀποστρέψῃς τὸ πρόσ‐
40ωπόν σου ἀπ’ ἐμοῦ· ὁ δὲ τὸ αἰσχρὸν τῶν τῆς ψυχῆς τραυμάτων ὁρῶν ἐκκαλυπτόμενος εἰκότως λέγει τῷ μεγάλῳ κριτῇ· Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, ἀλλὰ μὴ ἐξ ἐμοῦ αὐτοῦ· ἀλλ’ ὡς νοσοῦντα θεράπευσον.
45 Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου. Πλείστης δὲ παρ’ Ἑβραίοις τῆς κοινότερον σωτηρίας σου λεγομένης καὶ τοῦ σωτηρίου σου δηλοῦται δια‐ φορά. Γράφεται γὰρ τὸ μὲν σωτήριόν σου παρ’ αὐ‐ τοῖς, Ἰησουὰχ, σαφῶς δηλοῦν τοὔνομα τοῦ Σωτῆρος

23

.

440

(50)

ἡμῶν Ἰησοῦ· συμφώνως γὰρ οὕτως ἑρμηνεύουσιν ἅπαντες· τὸ δὲ, σωτηρία σου, Οἰσουάθ. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἄλλος εἶπεν· Ὑγιέσι μὲν ἁρμόττει
55τῆς αἰνέσεως ἡ θυσία· νοσοῦσι δὲ ἡ διὰ τῆς τεταπει‐440 in vol. 23

23

.

441

νωμένης καὶ συντετριμμένης καρδίας. Καὶ ἐπειδὴ κατεαγυῖα γέγονεν ἡ καρδία μου, κατὰ Σύμμαχον, εἰκότως εὐξάμην καρδίαν καθαρὰν ἐν ἐμοὶ ὁ Θεὸς ἀντὶ τῆς κατεαγυίας· καὶ ἀντὶ τοῦ συντετριμμένου
5πνεύματος, κατὰ Σύμμαχον, ἔλεγον· Καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Συντετριμ‐ μένον δὲ πνεῦμα τὸ δι’ ἐξομολογήσεως ἑαυτὸ συντρί‐ βον τυγχάνει· τοιαύτη καὶ ἡ διὰ τῆς μετανοίας ἑαυ‐ τὴν ταπεινοῦσα καρδία. Τοιαύτην γὰρ αὐτὴν γενομέ‐
10νην μετὰ τὸ τῆς ἁμαρτίας οἴδημα ἀντὶ θυσίας προσ‐ δέξεται ὁ Θεός. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφο‐ ρὰν καὶ ὁλοκαυτώματα. Ἀλλὰ πρὸς ταῦτα φήσειεν ἄν τις, πῶς ἀρτίως εἰπών, Ὅτι, εἰ ἠθέλησας θυ‐
15σίαν, ἔδωκα ἂν, νῦν ὡς μέλλοντος θυσίαν δέχεσθαι τοῦ Θεοῦ μετὰ τὸ τὴν πόλιν ἀνακτισθῆναι, φησὶ, Τότε εὐδοκήσεις θυσίαν; Ἀλλ’ οὐχ ἁπλῶς ἔφη θυσίαν, ἀλλὰ δικαιοσύνης. Ὅτε γὰρ εὐδοκήσεις τὴν Σιὼν καὶ οἰκοδομηθῇ τὰ τείχη Ἱερουσαλὴμ, τοιαύτη
20σοι θυσία προσενεχθήσεται. Τὸ γὰρ θεοσεβὲς πολί‐ τευμα εἰκόνα φέροι ἂν τῆς ἐπουρανίου πόλεως τοῦ Θεοῦ· διὸ καὶ ταύτης ὁμώνυμος ἡ τοῦ Θεοῦ Ἐκκλη‐ σία, ἧς τείχη λέγει τοὺς περιφράττοντας ταύτην ἀγ‐ γέλους ἢ καὶ τοὺς ἱερωμένους καὶ προμαχοῦντας
25αὐτῆς, Προσδέξῃ δὲ, εἶπεν, ἀντὶ τοῦ, εὐδοκήσεις, ὁ Σύμμαχος. Καὶ τὴν ἀναφορὰν δὲ, καὶ τὰ ὁλοκαυ‐ τώματα, δικαιοσύνης νοητέον, καὶ προσέτι τοὺς μό‐ σχους. Πάντα γὰρ δικαιοσύνης ἐκτελεῖται, κατὰ τὰς ἀναίμους καὶ πνευματικὰς θυσίας, τὰς ἐν τῇ τοῦ Θεοῦ
30Ἐκκλησίᾳ καθ’ ὅλης τῆς οἰκουμένης προσφερομένας. Καὶ ἐν ἄλλῳ γὰρ εἴρηται πρὸς Ἰουδαίους προφήτῃ· Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παν‐ τοκράτωρ, καὶ θυσίας οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν. Διότι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι
35δυσμῶν δεδόξασται τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι· καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνό‐ ματί μου, καὶ θυσία καθαρά. Αὐτὴ νῦν λέγεται θυ‐ σία δικαιοσύνης· ἔστι δὲ καὶ αἰνέσεως, καθὰ πρόσ‐ θεν ἔλεγε· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως.
40ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΣΥΡΕΣΕΩΣ ΤΩ ΔΑΥΙΔ ΝΑʹ. Ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον, καὶ ἀναγγεῖ‐ λαι τῷ Σαοὺλ, καὶ εἰπεῖν αὐτῷ· Ἦλθε Δαυῒδ εἰς τὸν οἶκον Ἀχιμέλεχ. Ὁ μὲν λγʹ ψαλμὸς εἴρηται τῷ Δαυῒδ, ὁπότε ἠλ‐
45λοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθεν. Οὗτος δὲ ἐκείνῳ ἀκόλουθος ἂν εἴη κατὰ τὴν ἱστορίαν. Λέγει γὰρ ἡ Γραφὴ τῶν Βασιλειῶν, Καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαοὺλ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Ἐπι‐

23

.

441

(50)

σημαίνεται δὲ τὸν καιρὸν ἐν ᾧ ἦλθε Δαυῒδ εἰς τὸν οἶκον τοῦ Ἀβιμέλεχ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγε λαβὼν παρὰ τοῦ ἀρχιερέως. Κατ’ αὐτὸ γὰρ ἐκεῖνο τοῦ καιροῦ φθάσας Δωὴκ ὁ Σύρος, ὁ νέμων τὰς ἡμιόνους Σαοὺλ, καὶ ἐλθὼν πρὸς Σαοὺλ εἶπεν·
55Ἑώρακα τὸν υἱὸν Ἰεσσαὶ παραγενόμενον εἰς Νο‐ βὰν πρὸς Ἀβιμέλεχ τὸν υἱὸν Ἀχιτὼβ τὸν ἱερέα,
καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ· καὶ442 in vol. 23

23

.

444

ἠρώτα αὐτῷ διὰ τοῦ Θεοῦ, καὶ ἐπισιτισμὸν ἔδω‐ κεν αὐτῷ. Καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Ἀβιμέλεχ τὸν ἱερέα, καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοῦ Κυρίου τοὺς ἐν
5Νοβὰν, καὶ παρεγένοντο πάντες πρὸς τὸν βασι‐ λέα· Ὅτε κελεύσαντος τοῦ Σαοὺλ, αὐτὸς ἐκεῖνος ὁ Δωὴκ, ἐθανάτωσε τοὺς ἱερεῖς τοῦ Κυρίου τʹ καὶ εʹ ἄνδρας φέροντας ἐφοὺδ, καὶ τὴν Νοβὰν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ
10ἀνδρὸς ἕως γυναικὸς, ἀπὸ νηπίου ἕως θηλάζον‐ τος, καὶ μόσχου καὶ ὄνου καὶ προβάτου. Ταῦτ’ οὖν μαθὼν Δαυῒδ τοῦτον πεπραγμένα τὸν τρόπον, τοὺς προκειμένους προσφέρεται λόγους, οὔτε ᾠδὴν περι‐ έχοντας, οὔτε ὕμνον, οὔτε ἄλλο τοιοῦτον. Πῶς γὰρ
15καὶ οἷόν τε ἦν ἐπὶ συμφορᾷ τοσούτων ἱερέων, ᾠδὰς αὐτῶν καὶ ψαλμοὺς ᾄδειν; διὸ οὐδὲν τοιοῦτον ἐπι‐ γέγραπται· μόνον δὲ εἰς τὸ τέλος εἴρηται καὶ συν‐ έσεως· ἐπειδὴ τὰ τελευταῖα τῶν λόγων ἀγαθῶν ἐστιν ἀπαγγελτικὰ ἐν οἷς φησιν· Ἐγὼ δὲ ὡσεὶ ἐλαία
20κατάκαρπος, καὶ τὰ ἑξῆς. Καὶ συνέσεως δὲ τῆς ἐκ Θεοῦ δεῖται ἡ τῶν ἐμφερομένων λόγων διάνοια. Ὅτε μὲν οὖν παρὰ τῷ Ἀβιμέλεχ γενόμενος, τῆς ἱερατι‐ κῆς ἀπεγεύσατο τροφῆς, ἀλλοιώσας τὴν γεῦσιν αὐτοῦ ἢ τὸν τρόπον αὐτοῦ κατὰ τὴν τῶν λοιπῶν ἑρμηνείαν·
25εὐλογίας καὶ εὐχαριστίας ἀνέπεμπεν τῷ Θεῷ λέγων· Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διαπαντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου, καὶ τὰ ἑξῆς. Νυνὶ δὲ, ὅτε τοῦ διαβόλου Δωὴκ τὴν πρᾶξιν ἔγνω, καὶ ὡς τοσούτους ἀνεῖλεν ἱερεῖς, ἔργῳ διαβολικῷ χρησάμε‐ νος, ὡς πρὸς αὐτὸν συντάττει τοὺς προκειμένους λόγους φάσκων· Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός; ἀνομίαν
30ὅλην τὴν ἡμέραν, καὶ ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου. Καὶ λέλεκται μὲν τὰ μετὰ χεῖρας πολὺ πρότερον τοῖς χρόνοις τῆς ἱστορίας τοῦ νʹ ψαλμοῦ. Ἔτι γὰρ ζῶντος τοῦ Σαοὺλ, καὶ πρὸ τοῦ βασιλεῦσαι τὸν Δαυῒδ, καὶ πέπρακτο καὶ εἴρητο. Μα‐
35κροῖς δὲ ὕστερον χρόνοις, μετὰ τὸν θάνατον Σαοὺλ, καὶ πρὸς τοῖς τελευταίοις τῆς αὐτοῦ βασιλείας, ὁ Δαυῒδ τὴν ἐν τῷ νʹ ποιεῖται ἐξομολόγησιν, ἣν προὔ‐ ταξε διὰ τὴν πρὸς τὸν μθʹ ψαλμὸν ἀκολουθίαν, ὥσπερ οὖν καὶ ἀποδέδεικται. Οἱ δ’ ἀπὸ τοῦ αʹ καὶ
40νʹ τὸν ἀριθμὸν εἴκοσι, τοῦ Δαυῒδ ἐπιγεγραμμένοι, μέχρι τοῦ οʹ ἐξ ἑτέρας ἀρχῆς τὴν ὑπόθεσιν εἰλήφα‐ σιν· ἐοίκασι γοῦν ἔτι ζῶντος Σαοὺλ εἰρῆσθαι, πρὶν ἢ βασιλεῦσαι τὸν Δαυΐδ. Ὅ τε γὰρ μετὰ χεῖρας ἔτι ζῶντος Σαοὺλ ἐλέχθη, Ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν
45Ἰδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ, ὅτι ἦλθε Δαυῒδ εἰς τὸν οἶκον Ἀβιμέλεχ. Ἀλλὰ καὶ ὁ νγʹ· Ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους, καὶ εἰπεῖν τῷ Σαούλ· Οὐχὶ ἰδοὺ Δαυῒδ κέκρυπται παρ’ ἡμῖν; εἴρητο. Καὶ ὁ εʹ δὲ καὶ νʹ· Ὅτε ἐκράτησαν αὐτὸν

23

.

444

(50)

οἱ Ἀλλόφυλοι ἐν Γὲθ, ἐπιγέγραπται· ἦν δὲ καὶ οὗτος ὁ χρόνος ὁ πρὸ τῆς βασιλείας τοῦ Δαυῒδ, ἔτι τοῦ Σαοὺλ περιόντος τῷ βίῳ, καὶ ὁ νϛʹ ἐπιγράφει· Τῷ Δαυῒδ, ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσ‐ ώπου Σαοὺλ εἰς τὸ σπήλαιον. Ὡσαύτως καὶ ὁ
55νηʹ· Ὁπότε, φησὶν, ἀπέστειλε Σαοὺλ, καὶ ἐφύ‐ λαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν.
γε μὴν νθʹ, εἰ καὶ μετὰ τὸν θάνατον Σαοὺλ εἴρητο,444 in vol. 23

23

.

445

ἤδη βασιλεύοντος τοῦ Δαυῒδ, ἀλλὰ καὶ αὐτὸς πρὸ τῆς κατὰ τὸν Οὐρίαν πράξεως· ὃ δὴ σημαίνεται ἀπὸ τῆς προγραφῆς, ἥτις δηλοῖ τὸν χρόνον φάσκουσα· Ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν
5Συρίαν Σωβᾶ, καὶ ἀπέστρεψεν Ἰωὰβ καὶ ἐπά‐ ταξε τὴν φάραγγα τῶν Ἁλῶν, δώδεκα χιλιάδας. Ταῦτα δὲ τοῖς χρόνοις προάγει τὴν ἐν τῷ νʹ ψαλμῷ ἐξομολόγησιν. Ἔτι μὴν καὶ ὁ ξβʹ ψαλμὸς ἐλέχθη τῷ Δαυῒδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰδου‐
10μαίας, ζῶντος ἔτι τοῦ Σαούλ. Καὶ θέα ὅπως σχεδὸν οἱ πλεῖστοι τοῦ δευτέρου μέρους τῆς βίβλου τῶν ψαλ‐ μῶν τοῦ Δαυῒδ, παρεκτὸς τοῦ νʹ, τοὺς πρόπαλαι εἰρη‐ μένους αὐτῷ πρὸ τῶν χρόνων τῆς κατὰ τὸν Οὐρίαν πράξεως περιειλήφασι. Τό γε μὴν πρῶτον μέρος τῆς
15αὐτῆς βίβλου τὸ ἀπὸ πρώτου καὶ μέχρι μʹ τὴν ἐν‐ αντίαν εἶχε τάξιν· τοὺς γὰρ μετὰ τὴν ἐξομολόγησιν τοῦ νʹ ἐκεῖνο περιεῖχε τὸ μέρος. Ὁ γοῦν τρίτος ψαλ‐ μὸς λέλεκτο τῷ Δαυῒδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ. Ἔφευγε
20δὲ τὸν υἱὸν μετὰ τὴν ἱστορίαν τοῦ Οὐρίου. Ἀλλὰ καὶ ἐν τῷ ϛʹ τῆς αὐτῆς ἕνεκα πράξεως ἀπεκλάετο λέγων· Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ’ ἑκά‐ στην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. Καὶ ὁ ζʹ δέ· Ὑπὲρ τῶν λό‐
25γων Χουσὶ υἱοῦ Ἰεμινεὶ λελεγμένος, τῶν αὐτῶν εἴη ἂν χρόνων. Χουσὶ γὰρ ἀρχιεταῖρος γεγονὼς τοῦ Δαυῒδ, τῷ Ἀβεσσαλὼμ συνεγένετο. Ἔτι μὴν καὶ ὁ ιζʹ ἀποδέδεικται περὶ τὰ τελευταῖα τῆς ζωῆς Δαυῒδ λελεγμένος. Ἀλλὰ καὶ ὁ λζʹ, ἐπιγεγραμμένος εἰς
30ἀνάμνησιν, τὴν αὐτὴν ἔχων διάνοιαν τῷ ϛʹ, ἄρχεται μὲν ἀπὸ τῶν αὐτῶν ῥημάτων λέγων· Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύ‐ σῃς με. Προϊὼν δὲ τὴν αὐτὴν ἐξομολόγησιν τῇ ἐν τῷ νʹ φερομένῃ ποιεῖται ἔν τε τοῖς ἄλλοις καὶ δι’ ὧν
35φησιν· Ὅτι αἱ ἀνομίαι μου ὑπερῆσαν τὴν κεφα‐ λήν μου. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Καὶ σὺ δ’ ἂν κατὰ σαυτὸν συναγαγὼν εὕροις ἂν τὰ πλεῖστα τῶν ἐν τῷ πρώτῳ μέρει τῶν ψαλμῶν μετὰ τοὺς χρό‐
40νους τῆς κατὰ τὸν Οὐρίαν ἱστορίας εἰρημένα, τὰ δὲ μετὰ τὸν νʹ τοῖς χρόνοις προάγοντα τὴν κατὰ τὸν Οὐ‐ ρίαν πρᾶξιν. Τί δήποτε οὖν οὐ κατὰ τὴν τῶν χρόνων ἀκολουθίαν οἱ πρῶτοι τοῖς χρόνοις πρῶτοι κατετάγη‐ σαν· ἀλλ’ οἱ τὴν πρῶτοι λελεγμένοι ἔτι ζῶντος Σαοὺλ
45ἐν τῷ δευτέρῳ μέρει τῶν ψαλμῶν· ἐν δὲ τῷ πρώτῳ οἱ τοῖς χρόνοις ὕστατοι; ἡγοῦμαι δὲ ταύτην εἰληφέναι τὴν τάξιν, ὡς ἂν μὴ ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω φέροιτο ὁ λόγος· τὸ γὰρ, εἰς τὸ τέλος μὴ δια‐ φθείρῃς, καὶ ἐπὶ τῆς τῶν ψαλμῶν τάξεως πεφυλά‐

23

.

445

(50)

χθαι ἔοικεν. Διὸ καὶ τὰ σκυθρωπότερα πρῶτα τέθει‐ ται· ἵνα δεύτερα τὰ χρηστότερα φυλαχθῇ, καλυπτο‐ μένων καὶ ἐξαφανιζομένων τῶν χειρόνων, διὰ τῶν ἐν τοῖς δευτέροις κρειττόνων. Εἰκὸς δὲ τὸν Δαυῒδ τὸ πλημμεληθὲν αὐτῷ ὕστερον διὰ τῶν προτέρων αὐτοῦ
55κατορθωμάτων ἐθέλειν καλύπτειν. Εἴποι δ’ ἄν τις, ὅτι446 in vol. 23

23

.

448

καθ’ ὑπερβολὴν εὐλαβείας πρώτας ἔταττε τὰς ἐξομο‐ λογήσεις ἑαυτοῦ· Ἐπειδὴ δίκαιος ἑαυτοῦ κατήγο‐ ρος ἐν πρωτολογίᾳ. Ἀλλὰ τοσούτων ἡμῖν εἰς τὴν ἀπο‐ δοθεῖσαν τάξιν γεγυμνασμένων, καιρὸς ἤδη καὶ ἐπὶ
5τὰς προκειμένας φωνὰς τοῦ ναʹ παρελθεῖν.
7 Γράφει τοίνυν τοὺς προκειμένους λόγους, μαθὼν ὁποῖα διεπράξατο Δωὴκ ὁ Σύρος ἐν ταῖς κατ’ αὐτοῦ διαβολαῖς. Διὸ ὡς πρὸς αὐτὸν ἀποτείνεται λέγων·
10Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός; ἢ ὡς πρὸς τὸν ἐνεργήσαντα ἐν αὐτῷ διάβολον. Οὐ γὰρ ἠγνόει τὸν πάντοτε αὐτῷ ἀντικείμενον, καὶ διὰ παντὸς αὐτὸν πολεμοῦντα, ποτὲ μὲν διὰ τοῦ Σαοὺλ, νυνὶ δὲ διὰ τοῦ Δωὴκ, καὶ ἄλλοτε ἄλλως δι’ ἑτέρων. Ὁ μὲν οὖν ἀδύ‐
15νατος καὶ ἄτονος καὶ ὀλίγος ἐν κακίᾳ, πλεονάζοντος ἐν αὐτῷ τοῦ κρείττονος τρόπου, ὡς ἂν ἀσθενέστερος ἐν κακίᾳ, ἐγκαλύψεται ἁμαρτάνων, καὶ ὑπὸ τῆς συν‐ ειδήσεως κεντούμενος, μετανοήσειεν ἂν, καὶ τῆς ἑαυτοῦ κακίας περινοήσειεν ἑαυτῷ φάρμακον δι’ ἐξ‐
20ομολογήσεως καὶ εἰλικρινοῦς μετανοίας· ὁ δὲ δυνατὸς ἐν κακίᾳ τυφοῦται ἐπ’ αὐτῇ, καὶ ἐγκαυχᾶται, ὡς ἐπὶ μεγάλῳ κατορθώματι σεμνυνόμενος. Καί μοι δοκεῖ τὸν ἐναντίον τρόπον διαγράφειν ὁ παρὼν λόγος τῷ προεξομολογησαμένῳ ἐν τῷ νʹ ψαλμῷ. Ἐν ἐκείνῳ μὲ
25γὰρ ὀλισθήσας ἐν κακίᾳ ἅπαξ, ποτὲ μετεγίνωσκε καὶ ἑαυτὸν ἔκοπτεν ἐξομολογούμενος, καὶ τὰ ἑαυτοῖ κακὰ ἀποκλαόμενος· ὁ δὲ παρὼν ἐν κακίᾳ ὤν φησι· Καὶ ἀποξύσει σε ἀπὸ τῆς σκηνῆς, καὶ ἐκ
30ῥιζώσει σε ἐκ γῆς ζώντων εἰσαεί· ἵνα δίκαιοι βλέ‐ ποντες ἀεὶ φοβῶνται, καὶ καταγελῶσιν αὐτοῦ λέγον‐ τες· Ἰδοὺ ἄνθρωπος, ὃς οὐ προέθετο τὸν Θεὸν ἰσχὺν αὐτοῦ· ἀλλ’ ἐπεποίθησε τῷ πλήθει τοῦ πλούτου αὐτοῦ, καὶ ἐνισχυρεύσατο τῇ συμφορᾷ
35ἑαυτοῦ. Λέλεκται δὲ ταῦτα ὡς πρὸς τὸν Δωὴκ, ὄντα μὲν Σύρον τὸ γένος, ἀναστρεφόμενον δὲ ἐν μέσῳ τοῦ Ἰσραήλ· καί που τάχα καὶ παραβάλλοντα μετὰ τοῦ πλήθους εἰς τὴν σκηνὴν τοῦ Θεοῦ, θεοσεβεῖν τε προσ‐ ποιούμενον. Λέλεκται δὲ καὶ πρὸς πάντα τὸν ἐν κα‐
40κίᾳ δυνατὸν, τῇ γλώσσῃ χρώμενον ἀντὶ ξίφους ἐπὶ ψυχῶν ἀπωλείᾳ, ὥσπερ τινὰ πικρὰν καὶ λυμαντικὴν ῥίζαν, ὁ τῶν ψυχῶν γεωργὸς ἐκτῖλαι, κἂν δοκῇ πρὸς βραχύν τινα χρόνον ἐν τῷ σκηνώματι τοῦ Θεοῦ καὶ ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ πεφυτεῦσθαι, Ἐκταλεὶς
45δὲ ὁ τοιοῦτος καὶ μακρὰν ἀποῤῥιφεὶς τοῦ τῶν ἁγίων σκηνώματος, θέαμα κείσεται οἰκτρὸν ἐπ’ ὠφελείᾳ καὶ σωφρονισμῷ τῶν ὁρώντων, οἳ, τὴν ἀπότομον τοῦ Θεοῦ κατὰ τοῦ τοιούτου κρίσιν ὀφθαλμοῖς παραλαβόν‐ τες, ἀγωνιάσουσι καὶ φυλάξονται μὴ τοῖς ὁμοίοις

23

.

448

(50)

περιπεσεῖν. Εἶτα ἀναφέροντες τῇ μνήμῃ τὴν προτέ‐ ραν τοῦ δυνατοῦ ἐν κακίᾳ μεγαλαυχίαν, τό τε ὕψος καὶ τὴν ὑπερηφανίαν αὐτοῦ, ὁρῶντες δὲ καὶ τὴν μετὰ ταῦτα μετελθοῦσαν αὐτὸν ταπείνωσίν τε καὶ ἀπώ‐ λειαν, καταγέλαστον αὐτὸν ἡγήσονται, ἐξ οἵων εἰς
55οἷα μεταπέπτωκε θεώμενοι· ἀποδέξονται δὲ τοῦ Θεοῦ τὴν κρίσιν, δικαίαν αὐτὴν εἶναι ὁμολογοῦντες. Εἶτα
καὶ τὰς αἰτίας διελεύσονται, δι’ ἃς ταῦτα πέπονθεν448 in vol. 23

23

.

449

ὁ ἀσεβὴς, δικαιοῦντες τὴν τοῦ Θεοῦ κρίσιν. Δέον γὰρ μὴ ἐπὶ πλούτῳ μέγα φρονεῖν, μηδ’ ἐπὶ τῇ ματαιότητι τοῦ παρόντος βίου ἐπαίρεσθαι, μόνον δὲ τὸν Θεὸν ἐλπίδα καὶ βοηθὸν αὑτοῦ τίθεσθαι, καὶ ἐπὶ ταύτῃ μὴ
5σαλεύειν τῇ ἐλπίδι· ὁ δὲ τὴν μὲν ἀγαθὴν ἄγκυραν τῆς ἑαυτοῦ ψυχῆς καταλέλοιπεν, ἐπὶ ματαίῳ δὲ πλούτῳ τὰς ἐλπίδας ἀναρτήσας, ἑαυτὸν ἔπαιξε, πλέον οὐδὲν ἢ γέλωτα ὀφλήσας ἐπὶ τῇ αὑτοῦ μα‐ ταίᾳ καὶ ἄφρονι μεγαλαυχίᾳ.
10 Ἐγὼ δὲ, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὁ μὲν ἐν κακίᾳ δυνατὸς ὁποίου τέλους τεύξεται, διὰ τῶν εἰ‐ ρημένων μεμαθήκαμεν. Ἐγὼ δὲ, φησὶν ὁ Δαυῒδ,
15ταῦτα παιδευθεὶς πρὸς τοῦ ἁγίου Πνεύματος, οὔτε ἐπὶ πλήθει πλούτου προσκαίρου ἐπαρθείην ποτὲ, οὔτε ἐπὶ ματαιότητι τοῦ θνητοῦ βίου· Ματαιότης γὰρ ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἀλλὰ καὶ φεύγων τὴν ὁδὸν τοῦ δυνατοῦ ἐν κακίᾳ, τὴν
20ἐμαυτοῦ γλῶτταν καὶ τὰ ῥήματα οὐκ εἰς ἀπώ‐ λειαν ἑτέρων ἀκονήσαιμι, ἀλλ’ ἐπ’ ὠφελείᾳ ψυχῶν, καὶ εἰς διακονίαν σωτηρίων λόγων. Καὶ ταῖς λοιπαῖς δὲ πράξεσιν οὕτως ἂν γενοίμην εὐθαλὴς καὶ εὔκαρ‐ πος, ὡς παραβάλλεσθαί μου τὴν ψυχὴν ἀειθαλεῖ
25καὶ πολυκάρπῳ φυτῷ ἐν οἴκῳ Θεοῦ πεφυτευμένῳ. Διό φημι· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· ἢ κατὰ τὸν Σύμμαχον· Ἐγὼ δὲ ὡσεὶ ἐλαία εὐθαλὴς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Οὐδὲ γὰρ ἀπένευον τοῦ οἴκου τοῦ Θεοῦ· ἀλλ’ ἔνδον ἐν αὐτῷ
30ὥσπερ ἐν γεωργίῳ Θεοῦ πεφυτευμένος, καὶ τῶν να‐ μάτων τῆς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πηγῆς ἀπολαύων, πολύκαρπος ἐγινόμην καὶ ἀειθαλὴς, κατὰ τὸ παρά‐ δειγμα τοῦ τῆς ἐλαίας φυτοῦ, ὅπερ ἐν τοῖς ἀειθαλέσι παρείληπται. Τήρει δὲ, ὅτι ταῦτα λέγων ὁ Δαυῒδ,
35οὔτε ἐπὶ τῆς Ἱερουσαλὴμ ἐτύγχανεν, ἣν ἐνόμιζον εἶναι Ἰουδαίων παῖδες οἶκον τοῦ Θεοῦ· οὔτε γὰρ ᾠκοδόμητο· ἀλλ’ οὐδὲ ἐν τῇ σκηνῇ τῇ ὑπὸ Μωϋσέως κατεσκευασμένῃ, εἰσέτι τότε παρὰ Ἰουδαίοις οὔσῃ. Φεύγων γὰρ τὸν Σαοὺλ παρ’ ἑτέροις τὰς διατριβὰς
40ἐποιεῖτο· ὅμως δ’ οὖν οὐκ ἠγνόει ἑαυτὸν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πεφυτευμένον· οἶκον Θεοῦ νοῶν τὸ θεοσεβὲς πολίτευμα. Καὶ ἐπειδήπερ κατάκαρπος, οὐδὲ πικροὺς φέρων καρποὺς, γλυκεῖς δὲ καὶ πολλῆς γέμοντας φι‐ λανθρωπίας, εἰκότως ἐλαίας φυτῷ κατακάρπῳ παρ‐
45εβάλλετο, τὸν εἰς τοὺς πέλας ἔλεον σημαίνοντος, καὶ τὴν εἰς ἅπαντας φιλανθρωπίαν τοῦ παραδείγματος. Ὡς οὖν τοσούτοις βρίθων ἀγαθοῖς, ἀκολούθως ἐπιλέ‐ γει· Ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Τοῦ μὲν γὰρ ἐν κακίᾳ δυνατοῦ τὸ τέλος ἐκρίζωσιν αὐτῷ καὶ ἀφανισμὸν ἐδήλου. Ἐχρῆν γὰρ τὴν τῶν

23

.

449

(50)

πικρῶν οἰστικὴν ῥίζαν καρπῶν πρὸς τοῦ τῶν ὅλων σοφοῦ γεωργοῦ ἀποκταλῆναι. Ὁ δὲ ὡσεὶ ἐλαία κα‐ τάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισεν ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ἀθανασίαν καὶ ζωὴν αἰώνιον ποριζόμενος ἀπὸ τῆς
55ἀγαθῆς ἐλπίδος, ἧς οὔποτε ἐκπεσεῖται· γὰρ ἐλπὶς, κατὰ τὸν Ἀπόστολον, οὐ καταισχύνει. Εἶθ’
ὡς ἐπ’ ἀγαθοῖς καρποῖς, ἀγαθὰς ἐλπίδας ἑαυτῷ ὑπο‐450 in vol. 23

23

.

452

τυπωσάμενος, τὴν αἰτίαν ἐξάπτει τῷ πάντων τῶν ἀγαθῶν χορηγῷ λέγων· Ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας. Οὐ γὰρ ἐγὼ, φησὶν, ἐποίησα ἐμαυτὸν ὡσεὶ ἐλαίαν κατάκαρπον, ἀλλὰ σὺ
5ἐποίησας· παρὰ σοῦ γὰρ ἡ χάρις· διὸ οὐδέποτε παύ‐ σομαί σοι τὴν χάριν εἰδὼς, καί σοι ἐξομολογούμενος· ἅπαξ δὲ ἐλπίσας ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ, ὑπομενῶ τὸ ὄνομα αὐτοῦ. Τῆς γὰρ ἀγαθῆς ἐλπίδος ὑποκειμένης, ὑπομονῆς ἡμῖν χρεία. Διὸ ὑπομενῶ τὸ ὄνομά σου,
10φησὶν, ὅτι χρηστόν ἐστιν ἐναντίον τῶν ὁσίων σου· ἢ κατὰ τὸν Σύμμαχον, Ὅτι ἀγαθὸν τὸ ὄνομά σου ἄντικρυς τῶν ὁσίων σου. Εἰδὼς οὖν, ὅτι ἀγαθόν ἐστι, καὶ ἀγαθῶν ποιητικὸν, οὐ τοῖς δυνατοῖς ἐν κα‐ κίᾳ, οὐδὲ τοῖς ἀποβλήτοις τῶν ζώντων, ἀλλὰ τοῖς
15ὁσίοις, εἰκότως ὑπομενῶ τὸ ὄνομά σου, εὔελπις ὢν μήποτε ἐκπεσεῖν τοῦ σοῦ ἐλέους. Οὕτω γοῦν ἤλ‐ πισα ἐπ’ αὐτῷ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΜΑΕΛΕΘ, ΣΥΝΕΣΕΩΣ ΤΩ
20ΔΑΥΙΔ ΝΒʹ Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις, οὐκ ἔστι ποιῶν ἀγαθόν. Ὁ μὲν νʹ ἐξομολόγησιν τρόπου μεταγινώσκοντος ἐφ’ οἷς ἥμαρτεν, περιεῖχεν· ὁ δὲ
25ἑξῆς αὐτῷ, ἀπόνοιαν τοῦ ἐν κακίᾳ δυνατοῦ καὶ ἀθέου τρόπου· ὁποῖόν τε τοῦτον διεδέχετο τὸ τέλος, καὶ ὁποῖον τὸν πρότερον. Τῷ μὲν γὰρ καυχησαμένῳ ἐπὶ τοῖς ἑαυτοῦ κακοῖς ἐλέγετο· Διὰ τοῦτο ὁ Θεὸς καθ‐ ελεῖ σε εἰς τέλος, ἐκτῖλαι σε καὶ μεταναστεῦσαί
30σε ἀπὸ σκηνώματος· ἐκ προσώπου δὲ τοῦ ἐξομολο‐ γησαμένου ἐπήγετο ἑξῆς τὸ, Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος αὐτοῦ εἰς τὸν αἰῶνα. Ὁ δὲ παρὼν οὐκ ὢν ψαλμὸς, οὐ γὰρ οὕτως ἐπιγέγραπται, ἀλλ’ οὐδὲ ᾠδὴ,
35οὐδέ τι τῶν τοιούτων, προφητείαν περιέχει τῆς σω‐ τηρίου θεοφανείας, ἣν πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν. Ὥσπερ οὖν καὶ ὁ μετὰ χεῖρας ἐπὶ τῇ πάντων ἀνθρώπων διαπτώσει, καὶ ὥσπερ ἐπὶ κοινῷ ναυαγίῳ εὐχόμενος καὶ λέγων· Τίς δώσει ἐκ
40Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέ‐ ψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ· ὅτε γὰρ, ἐξομολογούμενος καὶ ἐξαγορεύων τὰ ἑαυ‐ τοῦ ἁμαρτήματα διὰ τῆς σωτηρίου θεοφανείας, κα‐
45θάρσεως ἔμελλε τεύξεσθαι· ὅτε ἄθεος ἐν ἀνθρώποις καὶ ἐν κακίᾳ δυνατὸς τρόπος οὐδ’ ἄλλως οἷός τε ἦν ἢ διὰ μόνου τοῦ Σωτῆρος θεραπείας τυχεῖν, τοῦ καὶ τὰ ἀνίατα τῆς ψυχῆς πάθη ἰάσασθαι δυναμένου. Καὶ ταῦτα μὲν εἰς τὴν ἀκολουθίαν εἰρήσθω.

23

.

452

(50)

Σημειώσῃ δὲ, ὅτι δεύτερον ἤδη ἡ προκειμένη προ‐ φητεία ἔγκειται τῇ βίβλῳ τῶν Ψαλμῶν· ἐν μὲν τῷ πρώτῳ μέρει κατὰ τὸν ιγʹ, ἐν δὲ τῷ δευτέρῳ κατὰ τὰ προκείμενα. Σχεδὸν γὰρ αὐτοῖς ῥήμασιν ἀπ’ ἀρ‐ χῆς μέχρι τέλους καὶ ὁ ιγʹ ὁμοίως ἔχει τῷ παρόντι·
55ἀρχόμενος μὲν ἀπὸ τοῦ· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός· τελευτῶν δὲ εἰς τό· Τίς
δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ452 in vol. 23

23

.

453

ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Βραχεῖαι δὲ λέξεις τὴν ἐν ἀμφοτέροις διαφορὰν ἐργάζονται. Ἐν μὲν γὰρ τῇ προγραφῇ ὁ
5μὲν ιγʹ εἰς τὸ τέλος τῷ Δαυῒδ ἐλέγετο· ὁ δὲ παρὼν ἔχει μὲν τὴν αὐτὴν ῥῆσιν, πλεονάζει δὲ ἐν τῷ λέγειν, ὑπὲρ Μαελὲθ, συνέσεως. Ὁ μὲν Ἀκύλας, ἐπὶ χο‐ ρείᾳ, ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, διὰ χοροῦ· ὁ δὲ Θεοδοτίων, ὑπὲρ τῆς χορείας, καὶ ἡ πεμπτὴ ἔκδοσις
10ὡσαύτως. Ἀναγκαίως δὲ πρόκειται τὸ, συνέσεως· ἐπειδήπερ συνέσεως ἡμῖν δεῖ πρὸς τὸ νοῆσαι τίς ἐστιν ἡ χορεία ἡ διὰ τῆς προγραφῆς δηλουμένη, καὶ τίς ὁ λόγος, καθ’ ὃν ἅπαξ προλεχθείσης τῆς προφητείας κατὰ τὸν ιγʹ δεύτερον ἐνταῦθα παρείληπται. Τὸ δὲ,
15εἰς τέλος, ἐν ἀμφοτέροις κείμενον, σημαντικὸν ἂν εἴη τοῦ χρόνου καθ’ ὃν ἤμελλεν ἀποτελεῖσθαι τὰ προφη‐ τευόμενα. Ἐπειδὴ γὰρ κατὰ τὴν συντέλειαν τοῦ αἰῶνος, τὸ Σωτήριον τοῦ Θεοῦ, ἐπιφανὲν τοῖς ἐπὶ γῆς ἀνθρώποις, χορείαν συνεστήσατο τὴν ἐξ ἁπάντων
20τῶν ἐθνῶν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ συγκροτουμένην, εἰς ὕμνους καὶ δοξολογίας τοῦ αὐτοῦ Πατρός· εἰκότως ἐπὶ σύνεσιν ἡμᾶς ταύτης τῆς χορείας ὁ λόγος παρορ‐ μᾷ. Καὶ ὅρα τὸ παράδοξον· προγράφει μὲν γὰρ ὑπὲρ τῆς χορείας,ὑπὲρ τοῦ χοροῦ, εἰσάγει δὲ οὐδένα
25ἐπὶ γῆς ἄνθρωπον ἀγαθὸν, οὐδὲ ποιοῦντα χρηστότητα ἕως ἑνὸς, λέγων ἑξῆς· Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν καὶ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν ἀγαθὸν, οὐκ ἔστιν ἕως ἑνός.
30 Εἰ δὲ οὖν τοιαῦτα ἦν τὰ ἐν ἀνθρώποις, ὡς μηδένα ἀγαθὸν εὑρίσκεσθαι ἐν τοῖς υἱοῖς τῶν ἀνθρώπων, πῶς ὑπὲρ τῆς χορείας τὰ τῆς προγραφῆς λέγεσθαι ση‐ μαίνει; Ἀλλ’ ἐρεῖς, ὅτι, ἐπειδὴ πάντες ἐξέκλιναν ἕως ἑνὸς, διεφθάρησάν τε οἱ ἐπὶ γῆς καὶ ἐβδελύχθη‐
35σαν ἐν ἀνομίαις, εἰκότως ὁ προφήτης ἐπηύξατο ἐν τοῖς μετὰ ταῦτα εἰπών· Τίς δώσει ἐκ Σιὼν τὸ Σω‐ τήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Συνεῖδε γὰρ
40τῇ προγνώσει τοῦ πνεύματος τοῦ προφητικοῦ, ὡς ἄρα διὰ τοῦ Σωτηρίου ἤμελλεν ἡ αἰχμαλωσία τοῦ λαοῦ ἐπιστρέφειν καὶ ἐλευθεροῦσθαι τῆς τῶν πολε‐ μίων δυναστείας· ὧν ἐπιτελουμένων, ἡ τοῦ Θεοῦ χο‐ ρεία συνίστατο ἐξ αὐτῶν ἐκείνων τῶν ἐλευθερουμένων
45τῆς αἰχμαλωσίας. Εἰκότως οὖν εἰς τὸ τέλος ἀνα‐ πέμπεται τὰ λεγόμενα, καὶ ὑπὲρ Μαελὲθ, τουτ‐ έστιν ὑπὲρ τῆς χορείας, λέλεκται· ὡσεὶ σαφέστερον ἡρμήνευτο, ὑπὲρ τῶν ἐλευθερωθησομένων τῆς αἰχμα‐ λωσίας· διόπερ καὶ εἰς σύνεσιν ἡμᾶς ἀναπέμπει.

23

.

453

(50)

Εἴρηται δὲ, τῷ Δαυῒδ, ἡ προφητεία, ὑπ’ αὐτοῦ λεχθεῖσα. Διὸ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς, τοῦ Δαυῒδ, ἐπιγέγραπται. Καὶ ἔστιν εἰπεῖν ὡς ἄρα αὐ‐ τὸς ὁ Δαυῒδ, προφήσας τό· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ
55ἔλεος τοῦ Θεοῦ, οὐκ ἄλλως τεύξεσθαι τοῦ ἐλέους ἠπίστατο ἢ διὰ τοῦ προφητευομένου σωτηρίου. Διὸ
ἐν μὲν τῷ νʹ ἔλεγεν· Ἀπόδος μοι τὴν ἀγαλλίασιν454 in vol. 23

23

.

456

τοῦ Σωτηρίου σου· ἐν δὲ τῷ προκειμένῳ Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; Ηὔχετο γὰρ καὶ αὐτῷ δοθῆναι τὸ κοινὸν ἀγαθόν. Καὶ ὁ ιγʹ δὲ πρὸς τὸν πρὸ αὐτοῦ, λέγω δὲ τὸν ιβʹ, πολλὴν εἶχεν ἀκολου‐
5θίαν. Εὐξάμενος γὰρ ἐν τῷ ιβʹ, ὁ αὐτὸς καὶ εἰπών· Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ; καὶ τὰ τούτοις ἑξῆς συνάψας, ἐπιλέγει· Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα. Ἀγαλλιάσεται ἡ καρ‐
10δία μου ἐπὶ τῷ Σωτηρίῳ σου. Καὶ ἐπειδήπερ ἐμνη‐ μόνευσε τοῦ Σωτηρίου ἐν τῷ ιβʹ, ἐν τῷ ιγʹ ἀκολούθως φησί· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; Ἡ μὲν οὖν προγραφὴ, πολλῆς συνέσεως δεομένη, ὑπὲρ τῆς χορείας ἐλέγετο, τῆς μελλούσης διὰ τοῦ
15Σωτηρίου συνίστασθαι ἐν ἀνθρώποις· ἥτις ἔργῳ ἐπ‐ ετελέσθη μετὰ τὴν ἐπιφάνειαν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· δι’ οὗ καθ’ ὅλης τῆς οἰκουμένης μία συνέστη τῷ Θεῷ χορεία, οἵα οὐδεπώποτε, ἡ καθ‐ ολικὴ τοῦ Θεοῦ Ἐκκλησία ἐπὶ τὴν ἀῤῥαγῆ καὶ ἄσει‐
20στον πέτραν τοῦ σωτηρίου λόγου τεθεμελιωμένη. Τὰ δὲ ἐν ἀρχῇ τῆς προφητείας λεγόμενα ἁπάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ὥσπερ τι ναυάγιον εἰσάγει. Εἶπε γάρ· Φησὶν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ·
25οὐκ ἔστι ποιῶν ἀγαθόν. Τὰ αὐτὰ δὲ καὶ ἐν τῷ ιγʹ ἐδηλοῦτο, μάλιστα κατὰ τὴν Ἑβραϊκὴν γλῶσσαν, ἐν ᾗ αἱ αὐταὶ λέξεις ἐμφέρονται καὶ τὰ αὐτὰ στοιχεῖα ἐν ἀμφοτέροις· εἰ καὶ μάλιστα τῆς παρ’ ἡμῖν ἑρμη‐ νείας, λέξεις τινὰς ἐνηλλαγμένας περιέχειν δοκεῖ.
30Ἀντὶ γὰρ τοῦ, Διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ, ὁ ιγʹ, Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι· καὶ πάλιν ἀντὶ τοῦ, Οὐκ ἔστι ποιῶν ἀγαθὸν, Οὐκ ἔστι ποιῶν χρηστότητα, περιέχει· παρὰ γὰρ τοὺς ἑρμηνεύσαντας ἡ ἐναλλαγὴ φέρεται.
35Σημαίνει δὲ διὰ τούτων ὁ λόγος τὴν ἔκπτωσιν τῶν κοινῶν περὶ Θεοῦ ἐννοιῶν, καὶ τὸν δυσσεβῆ καὶ ἄθεον λογισμὸν τῆς ἀνθρωπότητος ἁπάσης πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας ἐπικρατήσαντα. Τοῦ γὰρ Θεοῦ ταῖς κοιναῖς ἐννοίαις ἀγαθὰ σπέρματα τῆς
40περὶ αὐτοῦ γνώσεως καταβαλλομένου, τοσαύτη τις κατέσχεν διαστροφὴ πάντα τὸν ἐν ἀνθρώποις ἄφρονα, ὡς δόξαν ἄθεον ἐν τῷ ἑαυτοῦ λογισμῷ κτήσασθαι, καὶ ὅτι μηδείς ἐστι μηδὲ ὑφέστηκεν ἐν τῷ παντὶ ὁ Θεὸς διανοηθῆναι. Οὗτος μὲν οὖν ἀληθῶς ἄθεός τις
45ἦν καὶ παντελῶς ἄφρων, οὔτε πρόνοιαν τὰ πάντα ἐφορῶσαν, οὔτε νοῦν τὸν καθόλου, οὔτε τὴν ἐπέκεινα τῶν ὅλων οὐσίαν τὴν ἁπάντων ποιητικὴν, ὑφεστάναι ὁριζόμενος· οἱ δὲ λοιποὶ τῶν ἀνθρώπων, πολυθέῳ πλάνῃ τῇ κατὰ τὴν εἰδωλολατρείαν ἑαυτοὺς ἐκδόντες,

23

.

456

(50)

ἑτέρῳ ἀφροσύνης τρόπῳ εἰς ἀθεότητα πεπτώκασιν· οἳ καὶ αὐτοὶ διέφθειραν τὰ σπαρέντα ἐν αὐτοῖς ὑγιῆ περὶ Θεοῦ σπέρματα, καὶ τῇ τῶν νεκρῶν εἰδώλων βδελυρίᾳ ἑαυτοὺς παραδεδώκασιν, ἄτιμα καὶ ἀληθῶς βδελύγματα σεβασθέντες. Διὸ εἴρηται· Διέφθειραν
55καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ· ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Διεφθάρησαν καὶ
βδελυρίαν ἐπετήδευσαν μετὰ ἀδικίας. Ἐπετή‐456 in vol. 23

23

.

457

δευσαν γὰρ τὴν βδελυρίαν, τὰ μὴ ὄντα ὡς ὄντα ἂν εἰδωλοποιήσαντες μετὰ τῆς ἀνωτάτω ἀδικίας. Τίς γὰρ ἂν γένοιτο ταύτης ἑτέρα χείρων ἀδικία, καθ’ ἣν φά‐ σκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν
5δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετρα‐ πόδων, καὶ ἑρπετῶν, κατὰ τὸν ἱερὸν Ἀπόστο‐ λον; Εἶτ’ ἀκόλουθα δρῶντες τοῖς ἀθέοις καὶ διαστρό‐
10φοις ἑαυτῶν ἐπιτηδεύμασιν, εἰς πᾶν εἶδος βίου μο‐ χθηρίας περιπεπτώκασι. Διὸ ἐπιλέγεται ἑξῆς· Οὐκ ἔστι ποιῶν ἀγαθόν. Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν,
15ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα ἕως ἑνός. Ὁ μὲν ἄφρων ἠπάτα ἑαυτὸν, λέγων ἐν τῇ καρδίᾳ ἑαυτοῦ μὴ εἶναι Θεόν· καὶ οἱ λοιποὶ δὲ πάν‐ τες ἐβδελύχθησαν βδελυρίαν ἐπιτηδεύσαντες. Ὁ δὲ ἀληθὴς λόγος τὸν ἐπὶ πάντων Θεὸν καὶ Κύριον οὐχ
20ὑφεστάναι μόνον καὶ τὰ πάντα περιέχειν, ἀλλὰ καὶ ἐφορᾷν καὶ ἐπισκέπτεσθαι, οὐ τὰ καθόλου μέρη τοῦ παντὸς μόνον, ἀλλὰ καὶ τὰ κατὰ μέρος, καὶ τοὺς ἐπὶ τῆς γῆς τὰς διατριβὰς ποιουμένους υἱοὺς τῶν ἀνθρώ‐ πων, διδάσκει. Εἶτ’ ἐπειδήπερ πρόνοιαν ποιούμενος
25τῶν υἱῶν τῶν ἀνθρώπων, τοῦ ἰδίου μεγέθους ὑπο‐ βαίνων, καὶ ὥσπερ ἐξ ὑψηλοτάτης ἀκρωρείας τῆς ἀνωτάτω καὶ ὑπὲρ πάντα δυνάμεως ἑαυτοῦ, καθίησιν ἐπὶ τὴν διάκρισιν τῶν ἐπὶ γῆς ἀνθρώπων, ἐπισκοπῶν εἴ πού τίς ἐστι τῆς αὐτοῦ προνοίας τὴν διοίκησιν
30συνιὼν, καὶ εἴ πού τις, πάντα δεύτερα θέμενος τὰ τῆς τοῦ βίου ἀπάτης, τὴν περὶ αὐτοῦ ζήτησιν ἀνείλη‐ φε. Καὶ ἐπειδὴ, ζητῶν, οὐδένα τοιοῦτον εὗρεν, τῷ πάντας ἐκκλῖναι, ὁμοῦ τε καὶ κατὰ τὸ αὐτὸ ἀχρειω‐ θῆναι, ὡς μὴ ποιοῦντα ἀγαθὸν ἕως ἑνὸς εὑρεῖν· εἰκό‐
35τως ἐπαπειλεῖ τοῖς διαφθείρασιν αὑτοὺς, τὰ ἑξῆς λέ‐ γων· Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρ‐ του; Τὸν Κύριον οὐκ ἐπεκαλέσαντο· ἐκεῖ φοβη‐ θήσονται φόβῳ οὗ οὐκ ἦν φόβος. Ἐπειδὴ, διακύ‐
40ψας ἐκ τοῦ ἰδίου κατοικητηρίου ὁ Θεὸς, τουτέστιν ἐκ τοῦ οὐρανοῦ, ἔνθα κατοικεῖν λέγεται διὰ τοὺς αὐτόθι χωροῦντας αὐτοῦ τὴν βασιλείαν, πάντας εἶδε τοὺς υἱοὺς τῶν ἀνθρώπων ἀχρειωθέντας καὶ τῆς εὐθείας καὶ ὀρθῆς ἀποκλίναντας ὁδοῦ· εἰκότως οἷά τις ποιμὴν
45ἀγαθὸς κηδόμενος τῆς ἐν ἀνθρώποις αὐτοῦ ἀγέλης, ἐπαπειλεῖ τοῖς αἰτίοις τῆς διαστροφῆς, λέγων· Οὐχὶ γνώσονται οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ ἐσθίον‐ τες τὸν λαόν μου βρώσει ἄρτου; Καί μοι δοκεῖ ταῦτα περὶ δυνάμεων ἀντικειμένων λέγεσθαι τῶν

23

.

457

(50)

ἀοράτων ἐχθρῶν καὶ πολεμίων τοῦ γένους τοῦ ἀν‐ θρωπείου. Οὗτοι γὰρ τὸ τῶν ἀνθρώπων γένος κατά‐ βρωμα ἑαυτοῖς ἐποιήσαντο, οἷα δεινοὶ θῆρες τὰς ψυ‐ χὰς αὐτῶν κατεσθίοντες, κατὰ τὸ εἰρημένον ἐν προφητείαις· Οἱ κατεσθίοντες τὸν λαόν μου ὅλῳ τῷ στόματι.
55 Οὗτοι οὖν αὐτοὶ νῦν μὲν, φησὶν, ὡς οὐκ ἂν τὸν Θεὸν πρὸ ὀφθαλμῶν θέμενοι, ταῦτα κατὰ τοῦ λαοῦ
καὶ κατὰ τῆς ἐμῆς ἐν ἀνθρώποις λογικῆς ἀγέλης δι‐458 in vol. 23

23

.

460

επράξαντο. Μήτι οὖν καὶ εἰς τὸ παντελὲς ταῦτα πράτ‐ τοντες διατελέσουσιν; Ἔστω δὲ νῦν, τὸν Θεὸν οὐκ ἐπεκαλέσαντο, τἀναντία τῷ Θεῷ καὶ τὰ ἐχθρὰ αὐτῷ ἐνεργοῦντες, μὴ οὐχὶ γνώσονται καιρῷ τινι τὴν ἐπ‐
5ελευσομένην αὐτοῖς δίκην; Καὶ μὴν ἔσται καιρὸς, ἐν ᾧ φοβηθήσονται φόβον. Ποῖος δ’ ἂν εἴη οὗτος ἢ ἐκεῖνος καθ’ ὃν ἐπιλάμψαντος τοῦ Σωτηρίου, οὐκέτι τοῖς ἐμοῖς θρέμμασι φόβος ἐπιστήσεται· αὐτοὺς δὲ τοὺς δεινοὺς θῆρας καὶ τοὺς ἀφανεῖς καὶ ἀοράτους
10δαίμονας φόβος λήψεται ἐκεῖ οὗ οὐκ ἔσται φόβος; Τότε γὰρ τοῖς μὲν τῶν ἀγαθῶν ἀξίοις οὐκ ἔσται φό‐ βος, τοῖς δὲ νῦν ἐπαιρομένοις κατὰ τοῦ λαοῦ μου ἐπι‐ πεσεῖται φόβος ὁ τῆς μετελευσομένης αὐτοὺς ὀργῆς, ἥτις ἐπιστᾶσα διασκορπίσει ὀστᾶ ἀνθρωπα‐
15ρέσκων· ἐν ᾗ καὶ καταισχυνθήσονται, ἐπειδὴ τότε αὐτοὺς ὁ τῶν ἁπάντων ἐξουδενώσει κριτής. Ἀντὶ δὲ τοῦ· Ὅτι ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπα‐ ρέσκων, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ὁ γὰρ Θεὸς διασκορπίσει ὀστᾶ τῶν παρεμβαλ‐
20λόντων περὶ σέ· καταισχυνθήσῃ, ὅτι ὁ Θεὸς ἀπεδοκίμασεν αὐτούς. Καὶ ὁ Ἀκύλας δὲ τῆς αὐ‐ τῆς ἔχεται διανοίας λέγων· Ὅτι ὁ Θεὸς ἐσκόρπισεν ὀστᾶ παρεμβεβληκότων σου· ᾔσχυνας, ὅτι ὁ Θεὸς ἀπέῤῥιψεν αὐτούς. Ἡ δὲ τοῦ λόγου διάνοια παρ‐
25ίστησι τῶν προλεχθέντων ἐπιβούλων τοῦ λαοῦ, δηλαδὴ τῶν ἀοράτων ἐχθρῶν καὶ τῶν ἀφανῶν πολεμίων, τὰς δυνάμεις καθαιρεθήσεσθαι. Ὀστᾶ γὰρ διασκορπιζό‐ μενα τῶν ἐχθρῶν εἶεν ἂν αἱ τῆς κακίας αὐτῶν δυνά‐ μεις, ἃς διασκορπίζειν κατὰ τὸν σημαινόμενον και‐
30ρὸν ὁ λόγος ἀπειλεῖ. Τότε δὲ καὶ καταισχυνθήσονται, ἐπειδὰν ἀποδοκιμάσῃ αὐτοὺς ὁ Θεὸς ἢ ἐξουθενήσῃ, τὸ μηθὲν αὐτοὺς εἶναι ἀποδείξας. Ταῦτα εἰκότως ἠπεί‐ λησεν ὁ τῶν ἀνθρώπων κηδεμὼν τοῦ Θεοῦ λόγος· ἐπειδὴ διακύψας ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς υἱοὺς τῶν
35ἀνθρώπων, ζητήσας τε ἐν αὐτοῖς εἰ ἔστι συνιὼν ἢ ζητῶν τὸν Θεὸν, οὐδένα εὗρε· κατέλαβε δὲ τοὺς πάν‐ τας ἐξ ἐπιβουλῆς ἐχθρῶν ἐκκλίνοντας καὶ ἀχρειωθέν‐ τας, ὡς μηδὲ ἕως ἑνὸς περιλείπεσθαι ἀγαθῶν ἔργων ποιητήν. Τὰ μὲν οὖν πρῶτα ὁμοίως καὶ ὁ ιγʹ περι‐
40έχει· παρήλλακται δὲ τὰ ἑξῆς. Ἐν μὲν γὰρ τῷ ιγʹ συν‐ ῆπται τούτοις τὸ, Ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ, βουλὴν πτωχοῦ κατῃσχύνατε, ὅτι Κύριος ἐλπὶς αὐτοῦ ἐστιν· ἐνταῦθα δὲ, Ὅτι ὁ Θεὸς διεσκόρπι‐ σεν ὀστᾶ ἀνθρωπαρέσκων, κατῃσχύνθησαν, ὅτι
45ὁ Θεὸς ἐξουδένωσεν αὐτούς. Ἀλλὰ μὲν εἰς τὸν ιγʹ οἰκείας ἔτυχεν ἑρμηνείας κατὰ τοὺς οἰκείους τόπους· τὰ δὲ προκείμενα, ὅπως ἡμῖν παρέστη, πρόκειται τοῖς ἐντυγχάνουσιν. Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; ἐν

23

.

460

(50)

τῷ ἐπιστρέψαι τὸν Θεὸν τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθή‐ σεται Ἰσραήλ. Μεγάλα φαντασθεὶς ὁ Προφήτης ἐκ τῆς τοῦ ἁγίου Πνεύματος ἀποκαλύψεως περὶ τῆς ἀπ‐ ωλείας τῶν ἐχθρῶν τοῦ τῶν ἀνθρώπων γένους, ἑξῆς
55ἐπήγαγε τὸ, Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον; ὡσεὶ ἔλεγε· Τίς δώσει ἤδη ποτὲ ταῦτα δι’ ἔργων χωρῆ‐
σαι; Οὐ γὰρ ἄλλως σεσῶσθαι κακῶν ἐλευθερίαν τοῖς460 in vol. 23

23

.

461

υἱοῖς τῶν ἀνθρώπων ἢ διὰ μόνης τῆς ἐπιφανείας τοῦ Σωτηρίου τοῦ Θεοῦ, περὶ οὗ πολὺς ὁ λόγος διὰ πασῶν φέ‐ ρεται τῶν Γραφῶν. Ἐπεύχεται τοίνυν λέγων· Τίς δώ‐ σει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; Πολλάκις δὲ
5ἡμῖν εἴρηται, ὡς ὁ Χριστὸς τοῦ Θεοῦ, ὁ Σωτὴρ καὶ Κύ‐ ριος ἡμῶν τοῦτον ἐν ταῖς προφητείαις προαγορεύεται τὸν τρόπον· Σωτήριον γὰρ αὐτὸν καλεῖν εἰώθασιν· ὃ καὶ πᾶσι τοῖς ἔθνεσι γνωσθήσεσθαι προεκήρυττον ἔντε τοῖς ἄλλοις καὶ ἐν οἷς εἴρηται· ᾌσατε τῷ Κυρίῳ ᾆσμα
10καινὸν, ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. ᾌσατε τῷ Κυ‐ ρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ. Εὐαγγελίσασθε ἡμέραν ἐξ ἡμέρας τὸ Σωτήριον αὐτοῦ. Ἀναγ‐ γείλατε τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ· καὶ πάλιν· ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ
15ἐποίησεν. Ἐγνώρισε Κύριος τὸ Σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ· καὶ ὁ Ἡσαΐας, Ἀποκαλύψει, φησὶ, Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ τὰ ἑξῆς. Ἤδη δὲ πολλάκις παρατε‐
20θείμεθα τῶν λόγων τὸ ἀποτέλεσμα, μαρτυρούμενον ὑπὸ τοῦ Συμεῶν, ὃς, τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἔτι νήπιον ὄντα, ταῖς ἀγκάλαις λα‐ βὼν, ἀνεφώνησε λέγων· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ὄνομά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ Σωτήριον, ὃ ἡτοίμασας
25κατὰ πρόσωπον πάντων τῶν ἐθνῶν. Ἀλλὰ ταῦτα μὲν ἐν Εὐαγγελίοις ἐπληροῦτο. Οἵ γε μὴν παλαιοὶ προφῆται, τὸ μέλλον τῷ Πνεύματι προ‐ θεωροῦντες, καὶ τῶν ἀγαθῶν εἰς ἔρωτα καὶ πόθον ἐρχόμενοι, ἐπεβόων ἐν εὐχαῖς, τοτὲ μὲν φάσκοντες·
30Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ Σωτή‐ ριόν σου δῴης ἡμῖν· τοτὲ δὲ ἐν εὐχῇ λέγοντες· Τίς δώσει ἐκ Σιὼν τὸ Σωτήριον τοῦ Ἰσραήλ; Τί γὰρ καὶ ἔμελλε γίγνεσθαι ἐπιφανέντος τοῦ Σωτηρίου, ἑξῆς ὁ λόγος παρίστησι φάσκων· Ἐν τῷ ἐπιστρέ‐
35ψαι τὸν Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Ὁρᾷς, ὡς, ἐπιφανέντος τοῦ Σωτηρίου, ἐπιστροφὴν γενήσεσθαι τῆς αἰχμαλωσίας θεσπίζει κατὰ τὴν σω‐ τήριον φωνὴν τὴν ἐμφερομένην ἐν τῷ λέγοντι ἐξ αὐ‐
40τοῦ προσώπου προφήτῃ· Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίζεσθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, τυ‐ φλοῖς ἀνάβλεψιν; ἢν μετὰ χεῖρας αὐτὸς ὁ Σωτὴρ ἐπὶ τῆς συναγωγῆς τῶν Ἰουδαίων λαβὼν, καὶ τὸν
45τόπον διελθὼν ἐπεσφραγίσατο φήσας· Σήμερον ἡ Γραφὴ αὕτη πεπλήρωται ἐν τοῖς ὠσὶν ὑμῶν. Τῆς οὖν αἰχμαλωσίας ἀνεθείσης, χορεῖαι λοιπὸν ἐξ αὐτῆς συνίστανται, τοὺς ὕμνους ἀναπέμπουσαι τῷ ἐλευθε‐ ρωτῇ βασιλεῖ. Τότε δὲ καὶ ἀγαλλιάσεται Ἰακὼβ,

23

.

461

(50)

καὶ εὐφρανθήσεται Ἰσραήλ. Τότε δὲ, πότε, ἢ κατὰ τὸν καιρὸν τῆς δηλουμένης ἐλευθερίας τοῦ λαοῦ τοῦ Θεοῦ, ὡς νοεῖν σε ἕτερον μὲν εἶναι τὸν ἐλευθερούμε‐ νον λαὸν, καὶ ἑτέρους τοὺς ἐπὶ τῇ αὐτοῦ σωτηρίᾳ εὐφραινομένους; Τοῦτο γὰρ ἡ διάνοια ὑποβάλλει
55φάσκοντος τοῦ λόγου· Ἐν τῷ ἐπιστρέψαι τὸν Θεὸν
τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, καὶ τὰ ἑξῆς.462 in vol. 23

23

.

464

Οὗτοι γὰρ εὐφρανθήσονται ἐν τῷ ἐπιστρέφειν Κύ‐ ριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ. Δύο τοίνυν διὰ τούτων παρίσταται τάγματα, τὸ μὲν τῶν μὴ ὑποπε‐ πτωκότων τῇ αἰχμαλωσίᾳ, τὸ δὲ τῶν ὑποπεπτωκότων
5μὲν, ἐλευθερίας δὲ τετυχηκότων διὰ τοῦ Σωτηρίου. Ἐρεῖς οὖν τοὺς μὲν πάλαι προφήτας καὶ δικαίους, καὶ πατριάρχας, καὶ πάντας τοὺς καθαροὺς τῆς εἰδω‐ λολάτρου πλάνης γενομένους, αὐτοὺς εἶναι τοὺς μὴ ὑποπεπτωκότας τῇ τῶν νοητῶν πολεμίων ἁλώσει·
10τοὺς δὲ ἐξ ἐθνῶν εἰς ἀθεότητα περιτραπέντας, τούς τε τῇ πολυθέῳ πλάνῃ καταδουλωθέντας, ἢ καὶ τοὺς ἐκ περιτομῆς τοὺς ταῖς ἑαυτῶν ἁμαρτίαις πραθέν‐ τας, καὶ ἁπαξαπλῶς ἅπαντας, περὶ ὧν ἀνωτέρω ἐλέ‐ γετο· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι
15Θεὸς, διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἀνομίᾳ, τούτους τυγχάνειν τοὺς τὴν αἰχμαλωσίαν πεπονθότας. Ὧν ἐλευθερουμένων διὰ τῆς τοῦ Σωτηρίου ἐπιλάμ‐ ψεως, ὁ πάλαι παρὰ Θεῷ ἤδη ἀναπεπαυμένος προ‐ φητικὸς χορὸς, Ἰακὼβ καὶ Ἰσραὴλ κυρίως ὀνομαζό‐
20μενος διὰ τὰ ἐκ τῶν ὀνομάτων σημαινόμενα πράγμα‐ τα, ἀγαλλιάσεται καὶ εὐφρανθήσεται, συγχαίρων ὡς οἰκείοις μέλεσι τοῖς διὰ τοῦ Σωτηρίου ἐλευθερουμένοις. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ ΥΜΝΟΙΣ, ΣΥΝΕΣΕΩΣ ΤΩ ΔΑΥΙΔ, ΕΝ ΤΩ ΕΛΘΕΙΝ ΤΟΥΣ ΖΙΦΑΙΟΥΣ ΚΑΙ ΕΙΠΕΙΝ ΤΩ ΣΑΟΥΛ· ΟΥΚ ΙΔΟΥ ΔΑΥΙΔ ΚΕ‐
25ΚΡΥΠΤΑΙ ΠΑΡ’ ΗΜΙΝ; ΝΓʹ. Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσον με, καὶ ἐν τῇ δυναστείᾳ σου κρῖνόν με. Ὥσπερ ἀπεδείκνυντο οἱ κατὰ τὸ πρῶτον μέρος τῆς βίβλου τῶν Ψαλμῶν μετὰ τὸ πταῖσμα τὸ εἰς τὴν τοῦ Οὐρίου γεγονὸς λε‐
30λεγμένοι ἐκ τῆς ἐφ’ ἑκάστῳ κειμένης προγραφῆς· οὕτω καὶ νῦν αἱ καθ’ ἕκαστον ψαλμὸν προγραφαὶ δη‐ λωτικαὶ τυγχάνουσι τοῦ χρόνου καθ’ ὃν ἐλέχθησαν. Αὐτίκα γοῦν καὶ ὁ προκείμενος ἀνέπεμψεν ἐπὶ τὴν πρώτην βίβλον τῶν Βασιλειῶν· ὡς ἂν ἐκεῖθεν μάθοι‐
35μεν, ἐφ’ οἵοις πράγμασι τὸν προκείμενον ὕμνον ὁ Δαυῒδ ἀνέπεμψεν. Ἔχει δὲ ἡ ἱστορία τοῦτον τὸν τρό‐ πον· Καὶ ἐκάθισε Δαυῒδ ἐν τῇ ἐρήμῳ Μασεδὲκ ἐν τοῖς στενοῖς· καὶ ἐκάθητο ἐν τῷ ὄρει ἐν τῇ ἐρήμῳ Ζείφ. Εἶθ’ ὡς ἦλθεν Ἰωνάθαν ὁ υἱὸς Σαοὺλ πρὸς
40αὐτὸν, καὶ εἶπεν αὐτῷ· Μὴ φοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαοὺλ τοῦ πατρός μου, καὶ σὺ βασι‐ λεύσεις ἐπὶ Ἰσραὴλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύ‐ τερον, καὶ Σαοὺλ ὁ πατήρ μου οἶδεν οὕτως. Καὶ συνέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον Κυρίου,
45καὶ Δαυῒδ ἐκάθητο, καὶ Ἰωνάθαν ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ· οἷς ἑξῆς ἐπιλέγει· Καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαοὺλ ἐπὶ τὸν βουνὸν, λέγοντες· Οὐκ ἰδοὺ Δαυῒδ κέκρυπται παρ’ ἡμῖν ἐν Μεσαρᾶ ἐν τοῖς στενοῖς, ἐν τῇ καινῇ;

23

.

464

(50)

δὴ μαθὼν Σαοὺλ ἐπὶ δίωξιν ἐτράπη τοῦ Δαυΐδ. Ἤδη τε λοιπὸν ἐγγὺς ἦν τοῦ λαβεῖν αὐτὸν ὑποχείριον· γέ‐ γραπται γάρ· Καὶ ἤκουσε Σαοὺλ καὶ κατεδίωξεν ὀπίσω Δαυῒδ εἰς τὴν ἔρημον Μαών. Καὶ πορεύον‐ ται Σαοὺλ καὶ οἱ ἄνδρες αὐτοῦ ἐκ μέρους τοῦ
55ὄρους τούτου· καὶ ἐγένετο Δαυῒδ σκεπαζόμενος πορεύεσθαι ἀπὸ προσώπου Σαούλ· καὶ Σαοὺλ καὶ
οἱ ἄνδρες αὐτοῦ παρενέβαλλον ἐπὶ Δαυῒδ καὶ464 in vol. 23

23

.

465

τοὺς ἄνδρας αὐτοῦ, συλλαβεῖν αὐτούς. Καὶ ἄγ‐ γελος ἦλθε πρὸς Σαοὺλ λέγων· Σπεῦδε καὶ δεῦρο, ὅτι ἐπέθεντο ἀλλόφυλοι ἐπὶ τὴν γῆν. Καὶ ἀν‐ έστρεψε Σαοὺλ μὴ καταδιώκειν ὀπίσω Δαυῒδ, καὶ
5ἐπορεύθη εἰς συνάντησιν τῶν ἀλλοφύλων. Ταῦτα μὲν τὰ ἀπὸ τῆς ἱστορίας. Ἐφ’ οἷς τὸν προκείμενον ὕμνον διασωθεὶς ἐκ χειρὸς Σαοὺλ ὁ Δαυῒδ γραφῇ πα‐ ραδίδωσιν, ἐπισημηνάμενος τὸν καιρὸν καὶ τὸ πρᾶγμα δηλώσας διὰ τῆς προγραφῆς. Διὸ καὶ ἐπὶ σύνεσιν
10ἡμᾶς παρορμᾷ τῶν ἐμφερομένων, λέγων· Εἰς τὸ τέ‐ λος ἐν ὕμνοις συνέσεως τῷ Δαυΐδ. Κατὰ δὲ τὸν Ἀκύλαν· Τῷ νικοποιῷ ἐν ψαλμοῖς ἐπιστήμονος τοῦ Δαυΐδ· κατὰ δὲ τὸν Σύμμαχον· Ἐπινίκιον διὰ ψαλτηρίων περὶ συνέσεως τοῦ Δαυΐδ. Ἐπειδὴ καὶ
15φεύγων καὶ τὴν ἔρημον μεταδιώκων, ἀντὶ φυλακτηρίου ἐπήγετο τὸ τοῦ ψαλτηρίου ὄργανον, αὐτῷ χρώ‐ μενος καὶ τοῖς δι’ αὐτοῦ εἰς Θεὸν ἀναπεμπομένοις ὕμνοις· καὶ ᾠδαῖς μὲν καὶ ψαλμοῖς πνευματικοῖς ἀντὶ θυσίας χρώμενος, ἀντὶ δὲ εὐώδους θυμιάματος δι’ εὐχῶν τὴν πνευματικὴν ἀποτελῶν λειτουργίαν. Ἐν τῷ ἐλθεῖν τοίνυν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· Οὐκ ἰδοὺ Δαυῒδ κέκρυπται παρ’ ἡμῖν;
20Τοῦτο μαθὼν ὁ Δαυῒδ ἤτοι ἐξ ἀποκαλύψεως τοῦ πνεύ‐ ματος τοῦ προφητικοῦ ἢ ἔκ τινος τῶν τὰς τοιαύτας ἀπαγγελίας διακονεῖν εἰωθότων, τὸ ψαλτήριον μετὰ χεῖρας παραχρῆμα λαβὼν, δι’ αὐτοῦ τῷ Θεῷ τὴν λογι‐ κὴν ἀναφέρει θυσίαν λέγων τὰ προκείμενα, δι’ ὧν ἀξιοῖ
25σωθῆναι ὑπὸ τοῦ Θεοῦ, οὐκ ἄλλως ἢ διὰ τοῦ ὀνόματος αὐτοῦ· διό φησιν· Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με· ᾔδει γὰρ εἶναί τι ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Ὥσπερ γάρ ἐστί τινα ἐν ταῖς ἐπῳδαῖς κατὰ τῶν ἰοβόλων ἑρπε‐ τῶν ῥήματα καὶ ὀνόματα, τοσαύτην ἐμφαίνοντα δυνά‐
30μεως ἰσχὺν, ὡς κατακοιμίζειν ἢ καὶ νεκροῦν τὰ φοβε‐ ρώτατα τῶν ἑρπετῶν· τὸν αὐτὸν τρόπον καὶ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα ἠπίστατο σωτήριον μὲν τυγχά‐ νειν τῶν σωτηρίας ἀξίων, τῶν δὲ ἐχθρῶν καὶ ἐναν‐ τίων δυνάμεων ἀπελατικόν. Ἐβούλετο τοίνυν σωθῆ‐
35ναι ἐν τῷ ὀνόματι τοῦ Θεοῦ, καὶ οὐκ ἀκρίτως τε ἐβού‐ λετο· ἀλλ’ εἰ ἄξιος εὑρίσκοιτο τῆς σωτηρίας. Διὸ ἐπι‐ λέγει· Καὶ ἐν τῇ δυναστείᾳ σου κρινεῖς μοι· ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, δικάσεις μοι. Πρό‐ τερον γὰρ ἀξιοῖ κρίνεσθαι καὶ δικάζεσθαι πρὸς τοὺς
40ἐλαύνοντας ἢ καὶ διαβεβληκότας αὐτόν· εἶθ’ οὕτως εἰ φάνειε ἀδικούμενος ἐκδικήσεως τυχεῖν τῆς παρὰ τοῦ κριτοῦ, μετερχομένου τοὺς ἀδικοῦντας. Ταῦτ’ εἰπὼν, προστίθησι λέγων· Ὁ Θεὸς, εἰσάκουσον τῆς προσ‐ ευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός
45μου· ὥσπερ δικαιολογίαν ποιούμενος ἐνώπιον τοῦ κρίνοντος αὐτῷ τε καὶ τοῖς ἀδικοῦσιν αὐτόν. Καὶ ἵνα γε τὰ τῆς δικαιολογίας παραδεχθῇ, τὴν εὐχὴν ἀνα‐ πέμπει, ἣν καὶ εἰσακουσθῆναι ἀξιοῖ λέγων· Ὁ Θεὸς, εἰσάκουσον, καὶ τὰ ἑξῆς. Τί δ’ ἂν ἐβούλετο ἡ προσ‐

23

.

465

(50)

ευχὴ, καὶ ποίαν δικαιολογίαν εἶχε, ἑξῆς παρίστησι λέγων· Ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ’ ἐμὲ, καὶ κρα‐ ταιοὶ ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προ‐ έθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν. Ταῦτ’ ἦν τὰ τῆς
55δικαιολογίας. Καὶ ὅρα πῶς οὐ διὰ μακρῶν ἐκτείνει τοὺς λόγους, ἀλλ’ ἅτε Θεῷ τῷ πάντα εἰδότι διαλεγό‐ μενος, αὐτῷ μόνον ὑπόμνησιν ποιεῖται, τὴν μακρὰν τῶν πραγμάτων ἀποσιωπῶν διδασκαλίαν. Μήποτε δὲ
τοὺς μὲν ἀλλοτρίους ᾐνίσσετο τοὺς Ζιφαίους τοὺς πρὸς466 in vol. 23

23

.

468

τὸν Σαοὺλ ἐνδιαβάλλοντας αὐτόν; τοὺς δὲ κραταιοὺς τὴν ψυχὴν αὐτοῦ ζητοῦντας αὐτὸν τὸν Σαοὺλ καὶ τοὺς σὺν αὐτῷ, οἳ, μὴ προθέμενοι τὸν Θεὸν ἐνώπιον αὐ‐ τῶν, ἤλαυνον τὸν μηδὲν αὐτοὺς ἠδικηκότα, ἑαυτοὺς
5ἀπατῶντες τῷ νομίζειν, ὅτι καὶ παρὰ τὸ βούλημα τοῦ Θεοῦ δυνήσονταί τι κατ’ αὐτοῦ; Τοῦτο δ’ ἦν ἀνδρῶν μὴ προθεμένων τὸν Θεὸν ἐνώπιον αὐτῶν.
9Ἐγράφη δὲ ταῦτα, φησὶν ὁ Ἀπόστολος, εἰς νου‐
10θεσίαν ἡμῶν, ὡς ἂν μιμηταὶ γιγνοίμεθα τῶν ἁγίων, εἴποτε τοῖς ὁμοίοις περιπίπτοιμεν. Οὐκ ἔστι γὰρ ὅτε πάντες οἱ θέλοντες εὐσεβῶς ζῇν οὐχὶ διώκονται, καὶ μὴ μισοῦνται μῖσος ἄδικον ὑπὸ τῶν τὸν ἐναντίον αἱ‐ ρουμένων βίον. Καὶ ἀναγκαῖά γε ἡμῖν τὰ προκείμενα
15εἰς διδασκαλίαν· ὡς ἂν καὶ αὐτοὶ δίκην ἐπῳδῆς ἑαυ‐ τοῖς ἐπᾴδοιμεν τὰς τοιαύτας φωνὰς ἀναπέμποντες τῷ Θεῷ, ἐπειδὰν ἐχθροῖς περιπεσόντες ἐπιβουλευοίμεθα ὑπ’ αὐτῶν, καὶ διαβαλλοίμεθα, καὶ κινδυνεύοιμεν· πεπεισμένοι οὐκ ἀργὰ ἔσεσθαι τὰ ῥήματα τῆς προσ‐
20ευχῆς, τὰ μεγάλα δὲ συμβαλοῦνται ἡμῖν, ὥσπερ οὖν καὶ αὐτοῖς τοῖς πρώτοις εὐξαμένοις. Αὐτίκα γοῦν εὐ‐ ξάμενος ταῦτα ὁ Δαυῒδ, παραχρῆμα ἐπηκόου ἔτυχε τοῦ Θεοῦ, καὶ ἀξιοῦται τῆς παρ’ αὐτοῦ βοηθείας. Ἤδη γὰρ μέλλων ἁλίσκεσθαι καὶ ταῖς τοῦ Σαοὺλ
25χερσὶ παραδίδοσθαι, παραδόξως ἐκ Θεοῦ σώζεται, ἀγγελίας τὸν Σαοὺλ ἀπαγαγούσης ἐφ’ ἑτέρας ἀσχολίας κατὰ τὴν παρατεθεῖσαν ἱστορίαν. Διὸ ἑξῆς φησιν· Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς
30μου, καὶ ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. Διάψαλμα. Τὸ διάψαλμα μεταβολὴν εἰργάσατο τῆς διανοίας. Τὰ μὲν γὰρ ὡς ἐν προσευχῇ ἀνεπέμπετο τῷ Θεῷ· τὰ δὲ προφητικῶς ἐπιλέγει, τὰ θεσπίζοντα σωτηρίαν μὲν τῷ εὐξαμένῳ, πτῶσιν δὲ τοῖς ἐχθροῖς,
35ἀφ’ ὧν ῥυσθῆναι ηὔξατο. Ταῦτ’ οὖν ἐξ ἁγίου Πνεύμα‐ τος προφητεύει, τὰ μὲν περὶ αὐτὸν σημαίνων ἐν τούτοις· Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, Κύριος ἀν‐ τιλήπτωρ τῆς ψυχῆς μου· τὰ δὲ περὶ τῶν ἐναντίων αὐτῷ, ἤτοι περὶ τῶν Ζιφαίων τῶν διαβεβληκότων
40αὐτὸν πρὸς τὸν Σαοὺλ, ἢ καὶ νοητῶν τινων ἢ καὶ ἀφανῶν ἐχθρῶν τῶν διαφθονουμένων αὐτοῦ τῇ κατὰ Θεὸν προκοπῇ, καὶ διὰ τοῦτο συσκευαζομένων αὐτὸν, ἐν τῷ, Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, καὶ ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. Κατὰ δὲ
45τὸν Σύμμαχον· Ἀνταποδώσει, φησὶ, κακὰ τοῖς ἀποτειχίζουσί με, ἐν τῇ ἀληθείᾳ σου ἀποσιώπη‐ σον αὐτούς. Καὶ ὅρα εἰ μὴ συμφωνεῖ ταῦτα τῇ ἱστο‐ ρίᾳ. Ἐπειδήπερ οἱ Ζιφαῖοι βουλόμενον αὐτὸν κρύπτε‐ σθαι παρ’ αὐτοῖς, ὥσπερ ἀπογυμνοῦντες καὶ ἀποτει‐

23

.

468

(50)

χίζοντες, διέβαλλον πρὸς τὸν Σαοὺλ, λόγοις διαβολι‐ κοῖς κατ’ αὐτοῦ χρώμενοι· διόπερ αὐτοὺς, ὡς εἰκὸς, αἰνιττόμενος ἔλεγεν· Ἀνταποδώσει κακὰ τοῖς ἀπο‐ τειχίζουσί με, καὶ ἐν τῇ ἀληθείᾳ σου ἀποσιώπη‐ σον αὐτούς. Καλὴ γὰρ αὐτοῖς ἡ σιωπὴ, ἵνα μὴ τοι‐
55αύταις χρῶνται κατ’ ἐμοῦ διαβολαῖς. Σφόδρα δὲ κατ‐ αλλήλως τὸν Θεὸν ἀντιλήπτορα, ἢ ὑπέρεισμα, κατὰ
τὸν Σύμμαχον, ὠνόμασε τῆς ἑαυτοῦ ψυχῆς. Ἐπειδὴ468 in vol. 23

23

.

469

γὰρ ἀνωτέρω οἱ κραταιοὶ ἐζήτουν τὴν ψυχὴν αὐτοῦ, οὐχ οὕτως ἐπιβουλεῦσαι αὐτοῦ τῷ σώματι προῃρημέ‐ νοι, ὡς τῇ ψυχῇ· εἰκότως καὶ αὐτὸς τὸν Κύριον ἀν‐ τιλήπτορα τῆς ἑαυτοῦ ψυχῆς ὠνόμαζεν. Ἔμελε γὰρ
5αὐτῷ οὐδὲν τοῦ σώματος, οὐδὲ τῶν ἐκτὸς ὑπαρχόν‐ των, οὐδὲ τῆς προσκαίρου ταύτης ζωῆς, μόνης δὲ τῆς ἑαυτοῦ ψυχῆς. Ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόμα‐ τί σου, Κύριε, ὅτι ἀγαθόν. Διὰ τῶν πρώτων δέησιν
10καὶ ἱκετηρίαν ἀναπέμψας τῷ Θεῷ, καὶ τὴν δικαιολο‐ γίαν αὐτοῦ ἐκθέμενος, ἐν τοῖς δευτέροις, πληρωθεὶς τοῦ πνεύματος, θεσπίζει τά τε περὶ αὐτὸν μέλλοντα ἔσεσθαι, τά τε τοῖς ἐχθροῖς αὐτοῦ συμβησόμενα· εἶθ’ ἑξῆς καὶ ἀκολούθως ἐν τῷ τρίτῳ μέρει θυσίας
15καὶ εὐχαριστίας ἀνύσειν ἐπαγγέλλεται τῷ Θεῷ ἐφ’ οἷς εὖ πέπονθεν. Ὡς γὰρ δὴ διασωθεὶς καὶ τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς ἠλευθερωμένος, οὐ μόνον, ἀλλὰ καὶ τὸν ὄλεθρον τῶν ἐχθρῶν ἐπιδὼν, θύειν καὶ ἐξομολο‐ γήσασθαι τῷ ὀνόματι τοῦ Κυρίου ὑπισχνεῖται· καὶ
20ταῦτα προλέγει θεσπίζων πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως. Ὅτε γὰρ οἱ Ζιφαῖοι ἐλθόντες πρὸς τὸν Σαοὺλ εἶπον· Ἰδοὺ Δαυῒδ κέκρυπται παρ’ ἡμῖν· ἀρχὴν ἔτ’ ἐχούσης τῆς κατ’ αὐτῶν ἱστορίας καὶ τῶν Ζιφαίων ἄρτι διαβεβληκότων αὐτὸν, τότε δὴ τὰ τέλη
25τῶν πραγμάτων αὐτὸς θεσπίζει, τὰ ὕστερόν ποτε γενησόμενα προλαμβάνων ὡς ἤδη γεγονότα. Διό φη‐ σιν· Ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. Ταῦτα γὰρ ὕστερον μέν ποτε γέγονεν· ὅμως δὲ προγνώσει
30τοῦ ἁγίου Πνεύματος ὡς ἤδη αὐτὰ γεγονότα ἀπαγ‐ γέλλει, καὶ ἐπ’ αὐτοῖς εὐχαριστεῖ, καὶ θύσειν ἐπαγ‐ γέλλεται, καὶ ἐξομολογήσεσθαι τῷ Κυρίῳ, λέγων· Ἑκουσίως θύσω σοι. Ὁ δὲ Ἀκύλας, Ἐν ἑκου‐ σιασμῷ, φησὶ, θυσιάσω σοι. Ἐπειδὴ γὰρ ἄοικος
35καὶ ἄπολις καὶ ἀνέστιος ὢν, ἐν ταῖς ἐρήμοις ἐποιεῖτο τὰς διατριβὰς, καινὸν ἐξεῦρε τρόπον θυσίας. Τίς δ’ ἦν οὗτος; Ἐν ἑκουσιασμῷ, φησὶ, θυσιάσω σοι. Ἀρκεῖ γὰρ ἡ ἑκουσιότης καὶ ἡ προαίρεσις, δι’ ἧς ἀναπέμψω σοι τὴν θυσίαν. Οὐ γὰρ ἠγνόει τὸν Θεὸν
40παραιτούμενον μὲν τὰς δι’ αἱμάτων καὶ ζώων σφαγῆς θυσίας, λογικὴν δὲ θυσίαν τὴν δι’ αἰνέσεως ἀσπαζό‐ μενον, ἅτε προμεμαθηκὼς τὸ, Θῦσον τῷ Θεῷ θυ‐ σίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Κυρίῳ τὰς εὐχάς σου. Ταύτην οὖν, φησὶν, ἑκουσίως θύσω σοι τὴν θυ‐
45σίαν, αὐτὸ τὸ ἐπ’ ἐμοὶ ἑκούσιον καὶ τὸ θέλημά μου καὶ τὴν ἐμὴν προαίρεσιν ἀνατιθείς σοι, τήν τε εὐχα‐ ριστίαν αὐτὴν ἀντὶ θυσίας σοι προσφέρων. Διὸ συν‐ άπτει ἑξῆς λέγων· Ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν· σαφέστατα ἐπὶ τοῦ παρόν‐

23

.

469

(50)

τος τῆς ἐξομολογήσεως ἀντὶ εὐχαριστίας παραλαμ‐ βανομένης. Ἐφ’ οἷς γὰρ ἐκ πάσης θλίψεως ἐῤῥύσθη, καὶ ἐν τοῖς ἐχθροῖς αὐτοῦ ἐπεῖδεν ὁ ὀφθαλμὸς αὐτοῦ, ἐπὶ τούτοις εὐχαριστίας ἀναπέμπει, καὶ τὰς τοῦ ἑκουσιασμοῦ θυσίας ἐπαγγέλλεται ἀποδώσειν τῷ Θεῷ.
55ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ ΥΜΝΟΙΣ, ΣΥΝΕΣΕΩΣ, ΤΩ ΔΑΥΙΔ ΝΔʹ. Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, καὶ μὴ
ὑπερίδῃς τὴν δέησίν μου. Ὡς μὲν πρὸς τὴν ἱστο‐470 in vol. 23

23

.

472

ρίαν, δόξειεν ἂν τὰ προκείμενα εἰρῆσθαι τῷ Δαυῒδ καθ’ οὓς ἀπεδίδρασκε χρόνους, φεύγων ἀπὸ προσώπου Σαοὺλ, ἐν ταῖς ἐρήμοις τὰς διατριβὰς ποιούμενος. Λέγει δ’ οὖν ἑξῆς προϊών· Ἰδοὺ ἐμάκρυνα φυγα‐
5δεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ. Καὶ ἐπειδὴ μέχρι θανάτου ἐπεβούλευεν αὐτῷ Σαοὺλ καὶ οἱ συμ‐ πράττοντες αὐτῷ, εἶπεν ἂν ἐξ οἰκείου προσώπου καὶ τὸ, Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταρά‐ χθην ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρ‐
10τωλοῦ. Ὅτι ἐξέκλιναν ἐπ’ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. Ταῦτα μὲν οὖν ἁρμόσαι τῷ τοῦ Δαυῒδ προσώπῳ οὐ δυσχερές· οὐ μὴν καὶ τὰ ἑξῆς, ἐν οἷς ἐπιλέγει· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει ἡμέρας καὶ νυκτός· κυκλώσει αὐτὴν
15ἐπὶ τὰ τείχη αὐτῆς, καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς. Καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ τὰ ἑξῆς. Ποίαν γὰρ πόλιν βούλε‐ ται σημαίνειν, ἐφ’ ἧς ταῦτα τεθέαται, ἅ φησιν ἑωρα‐
20κέναι, οὐκ ἂν ἔχοι τις ἀπὸ τῆς ἱστορίας εἰπεῖν. Τίς δὲ οὗτος ἦν ᾧ προσεφώνει λέγων· Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα; Εἰ μὲν γὰρ ὑπ’ ἐχθροῦ ταῦτ’ ἔπασχον, φησὶν, ἢ εἰ μῖσος ὁμολογῶν
25τις ἔχειν πρός με ταῦτ’ ἐποίει, οὐδὲν ἦν θαυμαστόν· νυνὶ δὲ οὔτε μισῶν οὔτε ἐχθρὸς, συνήθης δὲ ὢν καὶ φίλος, ἰσόψυχός τε καὶ ἡγεμὼν ὑπ’ ἐμοῦ καθεσταμέ‐ νος, κοινῆς τε τραπέζης ἀξίωμα ἔχων, ἴσον μιᾶς τε καὶ τῆς αὐτῆς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ εἰσόδου μοι καὶ
30εὐχῆς κεκοινωνηκὼς, τοιαῦτα εἰς ἐμὲ τετόλμηκας; Ταῦτα δὲ τὸν Δαυῒδ λέγειν ἐξ οἰκείου προσώπου, οὐκ οἶδ’ εἴ τινα ἔχοι λόγον. Οὔτε γὰρ Σαοὺλ ἰσόψυχος αὐ‐ τοῦ ἢ φίλος, ἢ, κατὰ τὸν Σύμμαχον, ὁμότροπος ἦν. Ποία γὰρ ὁμοιοτροπία γένοιτ’ ἂν ἐν τοῖς ἑκατέρων
35βίοις πάμπολυ διαλλάττουσιν; Ἀλλ’ οὐδὲ ἰσόψυχος πώποτε γέγονε τῷ Δαυῒδ ὁ Σαοὺλ, οὐδὲ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἱστοροῦνται πώποτε πεπορευμένοι ἐν ὁμο‐ νοίᾳ. Προφανῶς δ’ ἐχθρὸς ὁ Σαοὺλ τοῦ Δαυῒδ πάντοτε φαίνεται γεγονώς· ἔφευγε δ’ οὖν αὐτὸν εἰκότως, καὶ
40ἐκρύπτετο, ὡς φανερὸν ἐχθρὸν φυλαττόμενος. Ἀλλ’ οὐδὲ τὰ περὶ τῆς εἰρημένης πόλεως ἐφαρμόσαι ἄν τις τῇ κατὰ τὸν Δαυῒδ ἱστορίᾳ. Ἐν ποίᾳ γὰρ εἶδε πόλει ἥν φησιν ἀνομίαν καὶ ἀντιλογίαν, οὐ μόνον ἡμέρας, ἀλλὰ καὶ νυκτὸς, κόπον τε καὶ πόνον, ἀδικίαν τε καὶ
45τόκον ἐκ τῶν πλατειῶν αὐτῆς μὴ ἐκλείποντα; Ἡ μὲν γὰρ πόλις τοῦ Σαοὺλ ἐλέγετο εἶναι ἡ Ῥαμὰ, τὸ δ’ οἰκητήριον αὐτοῦ ἡ Γαβεὲ, οὔπω τῆς Ἱερουσαλὴμ ὑπὸ τῷ Ἰσραὴλ γενομένης, ἀλλ’ ἔτι ἀλλοφύλων οὔσης.

23

.

472

(50)

Τὸ δ’ ἐπαρᾶσθαι δοκεῖν τὸν Δαυῒδ, καὶ λέγειν· Ἐλ‐ θέτω θάνατος ἐπ’ αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες, ποίαν ἔχοι συμφωνίαν πρὸς τὸ σεμνο‐ λόγημα τῆς ὑμνουμένης αὐτοῦ ἀρετῆς, ἐφ’ ἧς λέγων ἀναγέγραπται· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί
55μοι κακὰ, ἀποπεσείην ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός; τὸ γὰρ τοιαύτας ἀρὰς κατεύχεσθαι τῶν ἐχ‐ θρῶν, οὐκ ἂν εἴη τοῦ ἀνεξικάκου Δαυῒδ, ὃς πάντοτε τιμῶν καὶ σέβας ἔχων τοῦ Σαοὺλ, ὡς μηδὲ τολμᾷν
ἐπιβάλλειν αὐτῷ χεῖρας, ὅτε καί ποτε ὑποχείριον αὐ‐472 in vol. 23

23

.

473

τὸν εἴληφεν, ἐξ αὐτῆς δείκνυται τῆς ἱστορίας. Καὶ προϊὼν δὲ ἐπιλέγει· Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. Τίνα οὖν ἄν τις ἔχοι δεῖξαι τὸν ταῦτα τῷ Δαυῒδ πεποιηκότα; Ἐξ
5ὧν ἁπάντων ἡγοῦμαι μὴ χώραν ἔχειν ἀναφέρεσθαι τὰ προκείμενα ἐπὶ τὸ τοῦ Δαυῒδ πρόσωπον· προφη‐ τικῇ δὲ οἶμαι δυνάμει λελέχθαι αὐτὰ, καὶ ἐπὶ μόνον τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν συνίστασθαι πεπληρω‐ μένα, ὅτε, κατὰ τὸ αὐτὸ συναχθέντες οἱ τοῦ Ἰουδαίων
10ἔθνους ἄρχοντες ἐπὶ τῆς Ἱερουσαλὴμ, συνέδριον ἐποιήσαντο καὶ σκέψιν, ὅπως αὐτὸν ἀπολέσωσιν· ἐν ᾧ οἱ μὲν θάνατον αὐτοῦ κατεψηφίσαντο· ἕτεροι δὲ ἀντέλεγον, ὡς ὁ Νικόδημος λέγων· Μὴ ὁ νόμος ἡμῶν κατακρίνει τὸν ἄνθρωπον, εἰ μή τι ἀκούσῃ
15παρ’ αὐτοῦ; Ταῦτ’ οὖν προφητικῶς τὸ Πνεῦμα τὸ ἅγιον ἀποθεσπίζει διὰ τῶν προκειμένων λέγον· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει ἡμέρας καὶ νυκτός. Σαφῶς δὲ καὶ ἡ τοῦ Εὐαγγελίου γραφὴ μαρτυρεῖ τῇ προφητείᾳ, ἐπὶ τὸν προδότην Ἰούδαν
20ἐκλαβοῦσα τὸ, Εἰ ὁ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν· καὶ εἰ ὁ μισῶν με, ἐπ’ ἐμὲ ἐμεγαλοῤῥημόνη‐ σεν, ἐκρύβην ἂν ἀπ’ αὐτοῦ. Σὺ δὲ, ἄνθρωπε ἰσό‐ ψυχε, καὶ τὰ ἑξῆς. Ἐπεὶ τοίνυν καὶ ἡ σύμφρασις τῶν λόγων οὐκ ἄλλως πεπληρῶσθαι ἀποδείκνυται ἢ
25διὰ τῶν εἰς τὸν Σωτῆρα πεπραγμένων, ἥ τε μαρτυρία τῆς εὐαγγελικῆς παραθέσεως ἐπὶ τὸν προδότην ἀνα‐ φέρει τὸ προλεχθὲν μέρος τοῦ ἀναγνώσματος· ἀκό‐ λουθον ἂν εἴη καὶ ἡμᾶς ἐπὶ τὸν καιρὸν τοῦ Σωτηρίου πάθους τὴν παροῦσαν ἐκλαβεῖν προφητείαν, δεῖξαί τε
30ἕκαστα τῶν ἐν ταύτῃ φερομένων ἐν καιρῷ τῆς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῆς τέλους τετυχηκότα. Τὰ μὲν οὖν τῆς προγραφῆς καὶ νῦν ἡμᾶς ἐπὶ σύνεσιν διεγείρει τῶν ἐμφερομένων, καὶ εἰς τὸ τέλος δὲ πα‐ ραπέμπει, διὰ τὸ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος δι’ ἔργων
35αὐτὰ πεπληρῶσθαι. Εἴρηται δὲ καὶ ἐν ὕμνοις· ἢ, κατὰ τὸν Ἀκύλαν, ἐν ψαλμοῖς· ἢ, κατὰ τὸν Σύμ‐ μαχον, διὰ ψαλτηρίων· ἐπειδὴ τὸ τέλος τοῦ πάθους τοῦ Σωτηρίου ὕμνων καὶ ψαλτηρίων, καὶ ᾠδῶν μετεῖχε τῆς τε ἀναστάσεως αὐτοῦ ἕνεκα καὶ τῆς σωτη‐ ρίας τῶν δι’ αὐτῆς λελυτρωμένων. Καὶ τοιαῦτα μὲν τὰ τῆς προγραφῆς.
40 Τὰ δὲ τῆς προφητείας παρακαλεῖ τὸν Θεὸν ἐνωτί‐ σασθαι τοῦ λέγοντος, καὶ τοῦτ’ αὐτῷ πρῶτον παρα‐ σχεῖν· εἶτα δεύτερον, γνῶναι τὴν διὰ τῆς προσευχῆς ἀναπεμπομένην δέησιν καὶ ἱκετηρίαν, μὴ ὑπεριδεῖν τε αὐτήν· καὶ τρίτον, τὴν κατάστασιν θεάσασθαι τοῦ
45τὴν προσευχὴν ἀναπέμποντος, καὶ οὕτως αὐτὸν κατ‐ αξιῶσαι τῆς ἑαυτοῦ ἀκοῆς· διὸ ἐπιλέγει· Πρόσχες μοι καὶ εἰσάκουσόν μου. Ὥσπερ γὰρ δυσωπεῖ τὸν Θεὸν ἑαυτὸν δεικνὺς ὁ τὴν προσευχὴν ἀναπέμπων, καὶ λέγων τῷ Θεῷ· Πρόσχες μοι· τὴν δὲ ἑαυτοῦ

23

.

473

(50)

κατάστασιν παρίστησι καὶ ἑξῆς λέγων· Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. Τὴν γὰρ λύ‐ πην ἑαυτοῦ δείκνυσι τῷ Θεῷ καὶ τὴν ταραχὴν, καὶ ἥν φησιν ἀδολεσχίαν, καὶ ὡς ἄξια τῆς ἑαυτοῦ θεω‐
55ρίας. Διὸ, τούτοις, φησὶν, πρόσχες, ὅπως ἐλυπήθην, ὅπως ἐταράχθην, ὅπως ἀδολεσχίας πεπλήρωμαι·
ἀποδεξάμενός τε ταῦτα, ἐπάκουσόν μου. Λέγει δὲ474 in vol. 23

23

.

476

ταῦτα Πνεύματι θείῳ ὁ προφήτης, τὰ κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ μέλλοντα ὑπὸ Ἰουδαίων τολμᾶσθαι, ὡς ἤδη παρόντα βλέπων· ἐφ’ οἷς συγχεόμενος καὶ ταραττό‐ μενος, λύπης τε πληρούμενος καὶ ἀμηχανίας, ἣν ἀδο‐
5λεσχίαν ὠνόμασε, διετέλει. Ἐλυπεῖτο γοῦν καὶ ἐτα‐ ράττετο, καὶ ἠδολέσχει ἀμηχανῶν καὶ ἀπορῶν ἐπὶ τοῖς τολμωμένοις, ἃ μικρὸν ὕστερον διέξεισι φάσκων· Εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει, καὶ τὰ ἑξῆς· ἅπερ, ὕστερόν ποτε δι’ ἔργων κεχωρηκότα,
10προλαβὼν τῷ Πνεύματι τῷ ἁγίῳ ὁ προφήτης, ἐλυ‐ πεῖτο καὶ ἐταράττετο καὶ ἠδολέσχει, ἀθυμίας ἐμπι‐ πλάμενος ἐπὶ τοῖς τὰ τοιαῦτα τολμῶσι. Διὸ καὶ τὸν Θεὸν ἐπόπτην τῆς ἑαυτοῦ καταστάσεως γενέσθαι πα‐ ρακαλεῖ λέγων· Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν
15μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου· πρόσχες μοι καὶ εἰσάκουσόν μου. Ἐν τοιαύτῃ δὲ γεγονὼς καταστάσει, ἠξίου λέγων ἑξῆς· Καταπόντισον, Κύ‐ ριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν· δι’ ὧν ἱκέτευε τὴν συμφωνίαν αὐτῶν τὴν κατὰ τοῦ Σωτῆρος
20διασκεδασθῆναι, τήν τε μεγαλαυχίαν αὐτῶν καὶ τὸ τῆς ἀλαζονείας ἔπαρμα ταπεινωθῆναι, πρὸς τὸ μὴ ἐπιτρίβεσθαι, καὶ αὔξειν αὐτῶν τὰ κακά. Εὔλογα τοί‐ νυν αἰτῶν, διὰ τῆς δεήσεως ἠξίου μὴ ὑπεροραθῆναι· ἀλλὰ καὶ λύπης ἐπληροῦτο καὶ ταραχῆς, καὶ ἀδολε‐
25σχίας, φάσκων· Ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλί‐ ψεως ἁμαρτωλοῦ, ἐχθροῦ δηλαδὴ καὶ ἁμαρτωλοῦ λαοῦ· θλίψιν γὰρ παρεῖχον τῷ πνεύματι τῷ προφη‐ τικῷ οἱ τὰ τοιαῦτα τολμῶντες. Εἶτ’ ἐπιλέγει ἑξῆς· Ὅτι ἐξέκλιναν ἐπ’ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐν‐
30εκότουν μοι, ἰδιοποιούμενον τὰ κατὰ τοῦ Σωτῆρος τετολμημένα. Καὶ ἐκ προσώπου δὲ τοῦ Σωτῆρος δύνα‐ ται λέγεσθαι τά τε ἄλλα καὶ τό· Ὅτι ἐξέκλιναν ἐπ’ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι· ἢ κατὰ τὸν Σύμμαχον· Ὅτι ἐπέγραψαν κατ’ ἐμοῦ ἀσέβειαν,
35καὶ μετ’ ὀργῆς ἠναντιώθησάν μοι. Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ’ ἐμὲ, καὶ τὰ λοιπά. Πάντα ταῦτα πεπονθέναι ὁ προφήτης ὁμολογεῖ, διὰ τὸ προεωρακέναι τῷ πνεύ‐ ματι τῷ προφητικῷ τὴν ἑξῆς δηλουμένην πόλιν ἀνο‐
40μίας πληρουμένην καὶ ἀντιλογίας, καὶ κόπου, καὶ πόνου, καὶ ἀδικίας· καὶ τὸν ἰσόψυχον καὶ γνωστὸν τοῦ Σωτῆρος ἡμῶν τὰ ἐχθρῶν αὐτὸν καὶ πολεμίων διατιθέντα. Ἐπὶ τούτοις γὰρ τὴν συμπάθειαν αὐτοῦ δείκνυσι τῷ Θεῷ, καὶ ἣν ὑπέμεινεν εὔλογον ταραχήν·
45περὶ ἧς καὶ ἀνωτέρω ἔλεγεν· Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην· καὶ νῦν πάλιν· Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί· κατὰ δὲ τὸν Ἀκύ‐ λαν, Ἡ καρδία μου, φησὶν, ὠδίνησεν ἐν ἐγκάτῳ μου· κατὰ δὲ τὸν Σύμμαχον· Ἡ καρδία μου δι‐

23

.

476

(50)

εστρωφᾶτο ἔνδον μου. Ἀλλὰ καὶ δειλία θανάτου εἰσ‐ έπεσεν ἐπ’ αὐτόν· ἤτοι τοῦ Σωτηρίου θανάτου, ἐφ’ ᾧ δειλίας ὁ προφήτης ἐπληροῦτο, ἀνθρωπίνῳ λογισμῷ κινούμενος, ἢ τοῦ τῶν ψυχῶν θανάτου τῶν ἀπόλλυ‐ σθαι μελλόντων διὰ τὰ τοιαῦτα τολμήματα. Ἀλλὰ καὶ
55φόβος καὶ τρόμος δι’ ὑπερβολὴν εὐλαβείας ἐπέπιπτε τῷ προφήτῃ, ὁρῶντι τὸν Ἀγαπητὸν τοῦ Θεοῦ τοιαῦτα ὑπὸ τῶν ἀσεβῶν πάσχοντα. Ἐκάλυπτέ τε αὐτὸν σκό‐ τος, ἢ, κατὰ τὸν Ἀκύλαν, εἱλίνδησις· ἢ, κατὰ τὸν
Σύμμαχον, φρίκη· ὡσανεὶ φρικτὰ καὶ σκότους ἀλη‐476 in vol. 23

23

.

477

θῶς ἄξια τὰ κατὰ τοῦ Σωτῆρος δρώμενα θεωροῦντα. Νοήσεις δὲ τὰ λεγόμενα ἐκ παραδείγματος τῶν κατὰ τοὺς ὀνείρους ἡμῖν συμβαινόντων· ἐπεὶ πολλάκις ὀνειρώττοντες, κἄπειτά τινα ὁρῶντες φοβερὰ, ἢ θῆ‐
5ρας διώκοντας, ἢ ἑρπετὰ, ἢ πολεμίους ἐπιόντας ἡμῖν, θορυβούμεθα τὴν ψυχὴν καὶ ἐξιστάμεθα, τρόμου καὶ ἀγωνίας, καὶ ἱδρῶτος ἐμπιπλάμενοι. Κατὰ τὸν αὐτὸν γὰρ, οἶμαι, τρόπον καὶ τὴν τοῦ προφήτου ψυχὴν τῶν μηδέπω παρόντων, μελλόντων δὲ γίγνεσθαι
10πραγμάτων, τὴν θεωρίαν φωτὶ τοῦ προφητικοῦ πνεύματος τοῖς τῆς διανοίας ὀφθαλμοῖς ἐντυπουμένην ὁρῶντα τεταράχθαι, καὶ φόβου καὶ δειλίας, καὶ τρόμου πεπληρῶσθαι διὰ τὴν τῶν θεωρουμένων κακῶν ὑπερ‐ βολήν. Εἶθ’ ὥσπερ μέσος ἀποληφθεὶς τῶν ταῦτα δρώντων, μηδεμίαν τε ἔχων ἀποφυγὴν, μηδὲ ὅποι κλίνας ἑαυ‐
15τὸν ἐκτὸς τῶν κακῶν γένοιτο, εὔχεται μετέωρος ἀρ‐ θῆναι, πτηνός τε δι’ ἀέρος ἐκφυγεῖν. Διὸ ἐπιλέγει·
18 Καὶ εἶπα· Τίς δώσει μοι πτέρυγας ὡς περιστερᾶς, καὶ πετασθήσομαι, καὶ καταπαύσω; Περιστερᾶς
20γὰρ δίκην ἀκάκου πτέρυγας ἐκφεῦξαι καὶ πετασθῆ‐ ναι, ὡς ἂν φύγοι τὰ κακὰ, ἠξίου. Οὐκοῦν καὶ περὶ τούτου ἀνωτέρω ἔλεγε τὸ, Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, ὡς ἂν τύχοι πτερύγων περιστερᾶς καὶ πετασθείη· μόνως γὰρ οὕτως, καὶ οὐδὲ ἄλλως,
25πόῤῥω γίνεσθαι τῆς τῶν ἀσεβῶν πόλεως οἷός τε ἦν. Κατὰ δὲ τὸν Σύμμαχον· Καὶ εἶπον· Τίς δώσει μοι πτέρυγας ὡς περιστερᾶς, πετασθῆναι, καὶ ἑδρα‐ σθῆναι; Πόῤῥω ἂν ἐποίησα τὴν ἀναχώρησίν μου, ηὐλιζόμην ἂν ἐν τῇ ἐρήμῳ. Ἐξαίφνης ἂν ἐποίησα
30τὴν ἔκφευξίν μου ἀπὸ πνεύματος ἐπαίροντος· πόῤῥω γὰρ ἂν ἐποίησα, φησὶ, τὴν ἀναχώρησίν μου, εἰ ἔτυ‐ χον πτερύγων, φεύγων τοὺς τὰ προλεχθέντα τολμῶν‐ τας, καὶ τὰς ἐρήμους μᾶλλον τῆς εἰρημένης πόλεως προετίμων. Οὕτως τε ἐν τῇ ἐρήμῳ γεγονὼς, προσ‐
35εδεχόμην ἂν τὸν σώζοντά με ἀπὸ τῆς γενομένης μοι ὀλιγοψυχίας, καὶ ἀπὸ τῆς καταλαβούσης με καταιγίδος. Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, καὶ τὰ ἑξῆς. Τὴν αἰτίαν δι’ ἣν ηὔξατο πτερύγων τυχεῖν, ὡς ἂν πετασθείη καὶ φύγοι,
40ἔρημόν τε μᾶλλον οἰκεῖν ἑλέσθαι ἢ τὴν δηλουμένην πόλιν, διὰ τῶν προκειμένων διδάσκει λέγων· Ἐπειδὴ τάδε καὶ τάδε προγνώσει τοῦ προφητικοῦ πνεύματος ἐθεασάμην πραχθησόμενα ἐν τῇ πόλει, τούτου χάριν ἐντεῦθεν ἤδη φεύγειν διανενόημαι τὴν τῶν κακῶν
45πληθύν. Πρῶτον γὰρ ἀσέβημα τῶν τὴν προλεχθεῖσαν πόλιν οἰκησάντων ὁρῶ τὸ ἐκ τῆς γλώττης αὐτῶν. Πάντες γὰρ ὤξυναν ἑαυτῶν ἐπὶ κακῷ συμφωνήσαν‐ τες τὰς γλώττας κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ· διὸ, μὴ φέρων αὐτῶν τὴν μοχθηρὰν ταύτην καὶ ἀσεβῆ συμ‐

23

.

477

(50)

φωνίαν, εὔχομαι λέγων· Ὦ Κύριε, καταπόντισον καὶ καταδίελε τὰς γλώσσας αὐτῶν. Ἢ, κατὰ τὸν Σύμμαχον· Καταποντισθῆναι ποίησον, Δέσποτα, καὶ ἀσύμφωνον ποίησον τὴν γλῶσσαν αὐτῶν. Τῆς γὰρ μοχθηρᾶς συμφωνίας πολὺ κρεῖττον γένοιτ’
55ἂν ἡ ἀσυμφωνία, ἀτονωτέραν καὶ ἀσθενεστέραν κα‐ κίαν ἀπεργαζομένη. Τοῦτο μὲν οὖν τὸ πρῶτον ἦν αὐ‐ τῶν κακόν. Οἵ τε γὰρ τοῦ ἔθνους προεστῶτες, νομο‐ διδάσκαλοι καὶ ἀρχιερεῖς, καὶ λοιποὶ ἄρχοντες τοῦ
λαοῦ, δολίως αὐτῷ προσιόντες, πειράζειν αὐτὸν ἐτόλ‐478 in vol. 23

23

.

480

μων, λαβὰς θηρώμενοι, καὶ ἐπιβουλὰς κατ’ αὐτοῦ συσκευαζόμενοι. Ὃ δὴ καὶ ἕτερος ᾐνίττετο ψαλμὸς ἐξ αὐτοῦ προσώπου φήσας· Περιεκύκλωσάν με ταῦ‐ ροι πολλοὶ, μόσχοι πίονες περιέσχον με. Ἤνοι‐
5ξαν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. Κἀκεῖ γὰρ τοὺς ἄρχοντας ᾐνίττετο τοῦ λαοῦ· διὸ πάλιν τοῦ στόματος αὐτῶν ἐμνημόνευε διὰ τὰς κατ’ αὐτοῦ ἐπιβουλάς τε καὶ σκέψεις. Καὶ ὁ πᾶς δὲ τῶν Ἰουδαίων λαὸς ὁποίας ἐπὶ τοῦ Πον‐ τίου Πιλάτου κατ’ αὐτοῦ προσήκατο φωνὰς, ἱστορεῖ τὰ
10Εὐαγγέλια. Ὃ δὴ καὶ αὐτὸ παρίστη ἐν καʹ ψαλμῷ ὁ εἰπών· Ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συν‐ αγωγὴ πονηρευομένων περιέσχον με. Καὶ ταῦτα πάντα ἐν τῇ δηλουμένῃ ἐπράττετο πόλει· διὸ λέλεκται ἐν τοῖς προκειμένοις· Καταπόντισον, Κύριε, καὶ
15καταδίελε τὰς γλώσσας αὐτῶν. Εἶτ’ ἐπιλέγει· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει· ἡμέ‐ ρας καὶ νυκτὸς κυκλώσει αὐτὴν, καὶ τὰ ἑξῆς· ἀνθ’ ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ὅτι ἐθεώρησα βίαιον ἀδικίαν καὶ ἀδικασίαν ἐν τῇ
20πόλει, ἡμέρας καὶ νυκτὸς κυκλοῦντα αὐτῆς τὰ τείχη, ὀδύνην καὶ ταλαιπωρίαν ἔνδον αὐτῆς, ἐπη‐ ρείας ἔνδον αὐτῆς, ἀχώριστον ἀπὸ τῶν πλατειῶν αὐτῆς ζημίαν καὶ ἐπίθεσιν. Ἀνομίας δὲ ἔργα ἦν τὰ κατὰ τοῦ Σωτῆρος τολμώμενα, καὶ βίαιος ὡς ἀλη‐
25θῶς ἀδικία. Ἀντὶ γὰρ τοῦ ἀγαπᾷν, φησὶν, ἐνδιέβαλ‐ λόν με· καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Ἀντιλογία δὲ ἦν ἐν αὐτοῖς καὶ ἀδικασία, πολλῶν μαρτύρων παριόντων κατ’ αὐτοῦ, καὶ μηδὲν ἀληθὲς σύμφωνον λεγόντων. Καὶ
30ταῦτα ἐπράττετο οὐ δι’ ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτός. Οὕτω γὰρ ἐν νυκτὶ Πέτρος ἀρνεῖται, ὅτε Ἰού‐ δας μετὰ φανῶν καὶ λαμπάδων ἐπῄει. Ἀλλὰ καὶ νὺξ ἦν ὅτε ἀπῆγον αὐτὸν ποτὲ μὲν πρὸς Ἄνναν, ποτὲ δὲ καὶ πρὸς Καϊάφαν, ὕβρεσι παντοίαις ἀτιμάζοντες.
35Πρωΐας τε γενομένης, δήσαντες αὐτὸν ἤγαγον καὶ παρέδωκαν Πιλάτῳ, τά τε κατὰ τὸ πάθος ἐνήργουν. Ἃ δὴ πάντα τῷ πνεύματι προϊδὼν ὁ προφήτης, ἀν‐ εφώνει λέγων· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει ἡμέρας καὶ νυκτὸς κυκλοῦντα αὐτὴν,
40κατὰ τὸν Σύμμαχον. Καὶ ταῦτα μὲν ἐν τῇ πόλει· περὶ δὲ τὰ τείχη αὐτῆς ἀνομία καὶ κόπος, ἢ, κατὰ τὸν Σύμ‐ μαχον, ὀδύνη καὶ ταλαιπωρία. Σημαίνει δὲ τὰ ἐκ‐ τὸς τῆς πόλεως πεπραγμένα, ὁπηνίκα κατεξαγαγόν‐ τες αὐτὸν ἤγαγον εἰς τὸν λεγόμενον τόπον Γολγοθά.
45Καὶ τὰ μὲν ἔξω τοιαῦτα ἦν, μεστὰ ἀληθῶς ὀδύνης καὶ ταλαιπωρίας· πάλιν δὲ τὰ ἔνδον αὐτῆς, ἐπηρείας, φησὶ καὶ ζημίας καὶ ἐπιθέσεως εἶδον μεστά· ἀδικία τε ἦν ἐν μέσῳ αὐτῆς, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλα‐ τειῶν αὐτῆς τόκος καὶ δόλος· ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας,

23

.

480

(50)

ὄφλημα καὶ ἐπίθεσιν, ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, ζημίαν καὶ ἐπίθεσιν. Πάντων γὰρ πεπλήρωντο κακῶν οἱ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν συσκευα‐ σάμενοι. Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ
55εἰ ὁ μισῶν με ἐπ’ ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύ‐ βην ἂν ἀπ’ αὐτοῦ. Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγε‐
μών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐλίπα‐480 in vol. 23

23

.

481

νάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπο‐ ρεύθημεν ἐν ὁμονοίᾳ. Εἰς ἑαυτοῦ πρόσωπον ἀναλα‐ βὼν ὁ Προφήτης τὰ κατὰ τοῦ Σωτῆρος ἡμῶν τολμη‐ θησόμενα, εἰκότως ἔφασκε τεταράχθαι καὶ δειλίας
5θανάτου πεπληρῶσθαι. Μάλιστα μὲν γὰρ καὶ πᾶσα, φησὶν, ἡ πόλις πεπλήρωτο ἀνομίας καὶ ἀντιλογίας, οὐ δι’ ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτός· τὰ δ’ ἐκτὸς τῆς πόλεως ἀμφὶ τὰ τείχη αὐτῆς ἀνομίας ἔμπλεα ἦν καὶ ὀδύνης καὶ ταλαιπωρίας· οὐ μὴν ἀλλὰ καὶ πάν‐
10των αὐτῶν αἱ ψυχαὶ ζημίας ἐτύγχανον καὶ ἐπιθέσεως μεσταί. Τὸ δὲ πάντων χείριστον, ὅτι καὶ τῶν ἐμῶν ἰσοψύχων εἷς, τῶν τε σφόδρα γνωρίμων καὶ γνωστῶν ἐμοὶ, τοιαῦτα κατ’ ἐμοῦ πεπαρῴνηκεν, ὡς ἀφόρητα εἶναι, καὶ οὐκ οἰστά. Τὰ μὲν γὰρ ὑπ’ ἐχθρῶν καὶ
15ὁμολογούντων ἐναντιοῦσθαι καὶ μισεῖν ἐκ τοῦ προφα‐ νοῦς, οἰστὰ ἂν γένοιντό ποτε· ἐπεὶ καὶ προφυλάττεσθαι τοὺς ἐχθροὺς κρύπτεσθαί τε ἀπ’ αὐτῶν δυνατὸν, καὶ μηδὲν ξένον ἡγεῖσθαι τοὺς τῶν ἐχθρῶν ὀνειδισμούς· ὅταν δὲ φίλος ἰσόψυχος, ὅταν ὁ τῆς παρ’ ἐμοὶ τιμῆς
20τε καὶ ἐκλογῆς κατηξιωμένος, ὅταν ὁμοτράπεζος μα‐ θητὴς, ὅταν ὁ συνεισελθὼν ἐμοὶ πολλάκις εἰς τὸν τοῦ Θεοῦ οἶκον, συμπροσευξάμενός τε καὶ μυστικῆς ἀπο‐ λαύσας τροφῆς, λόγων τε ἀποῤῥήτων τῶν περὶ τῆς βασιλείας τῶν οὐρανῶν μετασχὼν, τοιαῦτα κατ’ ἐμοῦ
25ὁρῶν, οὐκέτ’ ἂν γένοιτο ἀνεκτά. Ταῦτα δὲ ἀκολούθως μετὰ τὰ προλεχθέντα περὶ τῶν ἐν τῇ πόλει τετολμη‐ μένων, ἰδίως περὶ τοῦ προδότου Ἰούδα ἐθεσπίζετο. Ἃ δὴ καὶ αὐτὰ τοῦτον ὁ Σύμμαχος ἡρμήνευσε τὸν τρό‐ πον· Οὐ γὰρ ἐχθρὸς προεπηλάκισέ με, ἵνα βα‐
30στάξω· οὐδὲ διὰ μίσους μοι ἐπ’ ἐμὲ ἐμεγάλυνε πτερνισμὸν, ἵνα κρύβωμαι αὐτόν. Ἀλλὰ σὺ, ἄν‐ θρωπε, ὁμοιότροπός μοι, συνήθης καὶ γνώριμός μοι, οἵτινες ἐκοινολογούμεθα γλυκεῖαν ὁμιλίαν· ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἀναστρεφόμεθα συνδιαιτώ‐
35μενοι. Ἐλθέτω θάνατος ἐπ’ αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν, ἐν μέσῳ αὐτῶν. Ἤδη πολλάκις ἡμῖν καὶ διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται, ὅτι τὰ προῤῥητικὰ
40προστακτικῷ τρόπῳ ἔθος τῇ θείᾳ Γραφῇ προφέρεσθαι· καὶ ἐνταῦθα τοίνυν ἀντὶ τοῦ, Ἐλεύσεται θάνατος ἐπ’ αὐτοὺς, καὶ καταβήσονται εἰς ᾅδου ζῶντες, προστακτικῶς εἴρηται τὰ προκείμενα. Θεσπίζει δὲ τὸ Πνεῦμα τὸ ἅγιον τὰ συμβησόμενα τοῖς τὰ προ‐
45λεχθέντα τετολμηκόσιν. Ὁ γοῦν Ἀκύλας ὀρθότερον ἡρμήνευσεν εἰπών· Ἐπάξει θάνατον ἐπ’ αὐτούς. Τίς δὲ θάνατον ἐπάξει ἐπ’ αὐτοὺς ἢ τὰ ἔργα αὐτῶν; Αὐτὰ γὰρ αὐτοῖς αἴτια γεγένηται θανάτου, ἢ ὁ κρίνας αὐτοὺς θανάτου ἀξίους διὰ τὰς ἀσεβεῖς πράξεις αὐτῶν.

23

.

481

(50)

Θάνατος δὲ τοὺς ἀσεβεῖς μετερχόμενος οὐχ ὁ κοινὸς ἂν λέγοιτο· οὗτος γὰρ καὶ τοὺς δικαίους ἅπαντας με‐ τῆλθεν· οἳ καὶ μετὰ τὸν κοινὸν θάνατον ζῶσι παρὰ τῷ Θεῷ· ὥσπερ οὖν ἐδίδαξεν ὁ Σωτὴρ εἰπών· Ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακὼβ,
55οὐκ ἔστι Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· ψυχῶν δὲ θάνατος καὶ παρὰ τῷ Ἐζεκιὴλ δεδήλωται φάσκοντι·
Ψυχὴ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. Ἐπεὶ482 in vol. 23

23

.

484

τοίνυν ἑαυτοὺς τῆς ζωῆς οἱ δηλούμενοι κεχωρίκασιν, ἦν δὲ ὁ Σωτὴρ ἡμῶν ἡ ζωή· Ὃ γέγονε γὰρ ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· εἰκότως, ἀποτμηθέντες αὐτοῦ, τῷ τῆς ψυχῆς θανάτῳ
5παρεδόθησαν· οὐχ ὥστε φθαρῆναι αὐτὴν καὶ ἀφανισθῆ‐ ναι εἰς τὸ μὴ ὂν χωρήσασαν, ἀλλ’ ὥστε ζῶσαν αὐτὴν καὶ ἀθάνατον τὴν οὐσίαν κεκτημένην ἐν τῷ λεχθέντι θανάτῳ διάγειν. Διὸ λέλεκται· Καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες. Οὐ τὸν ἀφανισμὸν ψυχῶν ἐδήλου
10λέγων· Ἐλθέτω θάνατος ἐπ’ αὐτοὺς, ἀλλὰ τὸν ἀπὸ τῆς κατὰ Θεὸν ζωῆς χωρισμὸν, καὶ τὴν εἰς τὸν ᾅδην κατοίκησιν. Μήποτε δὲ καὶ ἄλλως ζῶντες εἰς ᾅδου κατῄεσαν, ἐν γνώσει ἁμαρτάνοντες, καὶ εἰδότες μὲν τὸν Σωτῆρα ὡς αὐτὸς εἶ ὁ Χριστὸς τοῦ Θεοῦ, προσ‐
15ποιούμενοι δὲ μὴ εἶναι; Διὸ καὶ ὁμοίως τοῖς περὶ Δα‐ θὰν καὶ Ἀβηρὼν καταποθήσεσθαι καὶ αὐτοὺς, εἰς ᾅδου τε ζῶντας καταβήσεσθαι προαγορεύει. Ἀντὶ δὲ τοῦ, Πονηρίαι ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν· τῶν γὰρ κατὰ τοῦ Σωτῆρος γενομένων αἱ
20συστάσεις καὶ αἱ κατὰ τὸ αὐτὸ σύνοδοι πονηραὶ γε‐ γόνασι, διὸ καὶ ὁ Ἀκύλας φησίν· Ὅτι πονηρίαι ἐν συστροφῇ αὐτῶν. Ἐπεὶ τοίνυν οὐκ ἐπὶ καλῷ συνήρχοντο, συστροφάς τε καὶ συστάσεις πονηρὰς ἐποιοῦντο, εἰκότως ἐθέσπισεν ὁποῖον αὐτοὺς δια‐
25λήψεται τέλος. Ἐγὼ πρὸς Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος ἔσωσέ με, καὶ τὰ ἑξῆς. Εἰ καὶ τὰ μάλιστα, φησὶ, τῷ πνεύ‐ ματι τῷ προφητικῷ τὴν μέλλουσαν γενήσεσθαι ἀνο‐ μίαν ἐν τῇ προλεχθείσῃ πόλει θεασάμενος, ἐλυπήθην
30ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην· ὅμως δ’ οὖν, τὰ τέλη συνιδὼν τῶν πραγμάτων, εὖ οἶδ’, ὅτι, βοή‐ σας πρὸς τὸν Θεὸν, οὐ καταλειφθήσομαι, τεύξομαι δὲ σωτηρίας, τῆς τοῦ κοινοῦ Σωτῆρος χάριτος καὶ μέχρις ἐμοῦ διαβησομένης. Λέγει δὲ ταῦτα ὁ προφή‐
35της, κατὰ μὲν τοὺς Ἑβδομήκοντα, τὸ μέλλον ἔσεσθαι ὡς παρῳχηκὸς ἑρμηνεύων· διὸ λέλεκται· Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος ἔσωσέ με· κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς, μελλητικῶς προφητεύει καὶ ταῦτα. Ὁ γοῦν Ἀκύλας φησίν· Ἐγὼ πρὸς τὸν
40Θεὸν καλέσω, καὶ Κύριος σώσει με· καὶ ὁ Θεοδοτίων· Ἐγὼ πρὸς τὸν Θεὸν κεκράξομαι, καὶ Κύριος σώσει με. Τῶν γὰρ κατὰ τοῦ Σωτῆρος τολμηθησομένων τοιούτων ὄντων, ἐγὼ ὁ πρότερον εἰρηκὼς, Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπε‐
45σεν ἐπ’ ἐμέ· φόβος καὶ τρόμος ἦλθεν ἐπ’ ἐμὲ, καὶ ἐκάλυψέ με σκότος, ταῦτα παθὼν διὰ τὴν τῶν ἀπο‐ καλυφθέντων μοι θέαν, πρὸς τὸν Θεὸν ἐκέκραξα. Ὁ δὲ, μὴ παριδών με, κατηξίωσε φανερά μοι καταστῆ‐ σαι, ὥσπερ τὰ σκυθρωπὰ πρότερον ἐδείκνυ, οὕτω καὶ

23

.

484

(50)

τὰ φαιδρότερα· λέγω δὲ καὶ τὴν ἀνάστασιν τοῦ Σω‐ τῆρος καὶ τὴν παρὰ τῷ Πατρὶ δόξαν. Καὶ ταῦτα δὲ ἰδὼν, ἐσώθην· διό φημι· Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέ‐ κραξα, καὶ Κύριος ἔσωσέ με. Σωθεὶς δὲ οὐκέτι ἠρε‐ μῶ, οὐδὲ ἡσυχίαν ἄγειν δύναμαι· ἀλλὰ κηρύττω καὶ
55πάντας ἀνθρώπους εὐαγγελίζομαι, διηγούμενος ἐφ’ ἑκάστης ἡμέρας καὶ ὥρας, ἀπαγγέλλων τε εἰς πάν‐
τας ἅπερ ἐν ἁγίῳ πνεύματι τῷ προφητικῷ τεθέαμαι484 in vol. 23

23

.

485

θαυμαστὰ καὶ παράδοξα. Διό φημι· Ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ. Ἐμοῦ δὲ ταῦτα βοῶντος εἰς πάντας ἐξότε καὶ μέχρις ἑσπέρας, ἐν αὐτῷ τε τῷ ἀκμαιοτάτῳ φωτὶ τῆς με‐
5σημβρινῆς ἡμέρας τὰ σωτήρια τέλη κηρύττοντος, εἰσακούσεται τῆς φωνῆς μου ὁ ταύτης τῆς γνώσεως καταξιώσας· καὶ οὐκέτι μὲν ταράττεσθαι ἐν ἐμοὶ ἐάσει τὴν καρδίαν μου, οὐδὲ τὴν δειλίαν τοῦ θανάτου ἐπι‐ κεῖσθαί μοι. Ταῦτα δὲ πάντα παραγαγὼν, καὶ διασκε‐
10δάσας τῆς ἐμῆς ψυχῆς, λυτρώσεται αὐτὴν ἐν εἰρήνῃ ἀπὸ τῶν θορυβεῖν αὐτὴν ἐθελόντων. Διό φημι· Λυτρώ‐ σεται τὴν ψυχήν μου ἐν εἰρήνῃ ἀπὸ τῶν ἐγγιζόν‐ των μοι· ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί· ἀνθ’ οὗ ἐξέδωκεν ὁ Σύμμαχος· Πολλοστοὶ γὰρ ἐγένοντο πρὸς
15ἐμέ. Οἱ γὰρ θορυβεῖν ἐθέλοντές μου τὴν ψυχήν μου βραχεῖς τινες ἦσαν, οὓς ὁ Θεὸς ὁ πρὸ τῶν αἰώνων ὑπάρχων ταπεινώσει, τῆς ἐμῆς κραυγῆς ἐπακούσας. Ταῦτα μὲν οὖν ὡς τοῦ Προφήτου ἐξ οἰκείου προσ‐
20ώπου τὰς προκειμένας φωνὰς προενηνεγμένου. Εἰ δὲ ἐξ αὐτοῦ τοῦ Σωτῆρος ταῦτα λέγοιτο διὰ τοῦ προφη‐ τικοῦ πνεύματος, ἐπειδήπερ ἐξ αὐτοῦ ἐλέγετο τὸ, Εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ τὰ ἑξῆς, ἀκολούθως καὶ ταῦτα φήσειεν ἂν ὁ Σωτήρ· Ὅτι ὁ
25μὲν οὐκ ἐχθρὸς, ἀλλὰ φίλος· καὶ οὐχ ὁ μισῶν, ἀλλ’ ὁ μικρῷ πρόσθεν ἀγαπῶν, τοιαῦτα κατ’ ἐμοῦ τετόλ‐ μηκεν. Ἐγὼ δὲ πλέον οὐδὲν ἔπραττον, ἀλλ’ ἐβόων πρὸς τὸν Θεόν· εἶχόν τε αὐτὸν οἷα Πατέρα ἐπήκοον. Ἀλλὰ καὶ οἱ μὲν ἐπεβούλευον ἐμοὶ, ὁ δὲ ἔσωζέ με· διὸ
30οὐ παύσομαι ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας τὰς τοῦ Πατρὸς ἀρετὰς διηγούμενος εἰς πάντας, εἰσακου‐ στόν τε πᾶσιν ἀνθρώποις κηρύττων τὸ σωτήριον Εὐαγγέλιον· καὶ ταύτης μου τῆς φωνῆς ἐπακούσας ὁ Πατὴρ, λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ
35τῶν ἐγγιζόντων μοι, τουτέστιν ἀπὸ τῶν ἐγγύθεν καὶ οὐ πόῤῥωθέν με πολεμούντων· οἵτινες ἦσαν πολλοστοί· οὓς καὶ ταπεινώσει ὁ προϋπάρχων πρὸ τῶν αἰώνων Θεός. Οὐδὲ γὰρ ἡ πρὸς ὀλίγον αὐτοῖς γενομένη εὐκαι‐ ρία, καθ’ ἣν ἐμεγαλαύχησαν, καὶ ἐπλήρωσαν τὴν
40ἑαυτῶν πόλιν ἀνομίας καὶ ἀντιλογίας, παραμενεῖ αὐτοῖς· ὅσον δὲ οὔπω ταπεινωθήσονται, τῆς ἐκ Θεοῦ ὀργῆς μετελευσομένης αὐτοὺς καὶ τὴν πόλιν αὐτῶν, ὡς καὶ τὸν ἐν αὐτῇ διαβόητον νεὼν ἀφανισθῆναι καὶ πᾶσαν τὴν ἐν αὐτῷ ἐπιτελουμένην λατρείαν καταλυ‐
45θῆναι. Οὕτως οὖν, τῆς ἐμῆς ἐπακούσας ὁ Θεὸς βοῆς, ταπεινώσει αὐτούς. Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τὸν Θεὸν, καὶ τὰ ἑξῆς. Ταπεινώσει τοὺς προλεχθέντας ἀσεβεῖς ὁ προϋπάρχων πρὸ τῶν

23

.

485

(50)

αἰώνων Θεός· ἔσονταί τε ταπεινοὶ καὶ διαμενοῦσιν ἐπὶ μήκιστον τοιοῦτοι· ἐπεὶ μηδεὶς ἔσται ὁ ὑπὲρ αὐ‐ τῶν διδοὺς ἀντάλλαγμα. Ἅπαξ γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ λύτρον ἑαυτὸν διδοὺς καὶ ἀντάλλαγμα ὑπὲρ τῶν ἁμαρ‐ τωλῶν, τοὺς μὲν εἰς αὐτὸν πεπιστευκότας ἐξηγόρασε,
55πάντων τε αὐτοὺς τῶν προτέρων ἁμαρτημάτων ἠλευ‐ θέρωσεν· τοὺς δὲ εἴασε ταπεινοὺς, ἐπεὶ μὴ προσ‐ ήκαντο τὴν ὑπὲρ αὐτῶν δοθεῖσαν τιμὴν, μηδὲ ἐπί‐ στευσαν εἰς τὸ τίμιον αἷμα τοῦ πάντων ἀνθρώπων
Λυτρωτοῦ καὶ Σωτῆρος. Διό φησι περὶ αὐτῶν ὁ λό‐486 in vol. 23

23

.

488

γος· Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα. Διὰ τί δὲ οὐκ ἔστιν αὐτοῖς ἀντάλλαγμα, ἑξῆς διδάσκει λέγων· ἐπεὶ μὴ ἐφοβήθησαν τὸν Θεόν. Ὁ μὲν γὰρ, ἅτε ἀγαθὸς, πάντας ἀνθρώπους θέλων σωθῆναι, καὶ εἰς
5ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἐξέτεινε τὴν χεῖρα αὐ‐ τοῦ τὴν σωτήριον εἰς τὸ καὶ αὐτοὺς μεταδοῦναι τῶν ἑαυτοῦ ἀγαθῶν· οἱ δὲ οὐκ ἐδέξαντο παρὰ τῆς δεξιᾶς τοῦ Θεοῦ προτεινόμενα, ἀλλ’ ἐβεβήλωσαν τὴν διαθή‐ κην αὐτοῦ, τὸν καινὸν νόμον τὸν εὐαγγελικὸν παρα‐
10κρουσάμενοι. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Ἐξ‐ έτεινε τὴν χεῖρα αὐτοῦ εἰς τοὺς εἰρηνεύοντας πρὸς αὐτόν· παρέβησαν συνθήκην· καὶ κατὰ τὸν Ἀκύλαν· Ἀπέστειλε χεῖρα αὐτοῦ ἐν εἰρηνικοῖς αὐτοῦ. Αὐτὸς μὲν γὰρ εἰρηνικὴν δεξιὰν προὔτεινε
15πρὸς ἐλθόντας παραδέχεσθαι τὴν παρ’ αὐτοῦ εἰρή‐ νην· οἱ δὲ παρέβησαν τὴν διαθήκην αὐτοῦ, μὴ κατα‐ δεξάμενοι τὴν προτεινομένην αὐτοῖς εἰρήνην. Διὸ, πόλεμον ἀντικαταλλαξάμενοι εἰρήνης, διεμερίσθη‐ σαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ. Ἐπεὶ γὰρ
20μὴ προσεδέξαντο τὴν χάριν, εἰκότως, ὀργῇ παραδο‐ θέντες, μακρὰν διεσκορπίσθησαν, καὶ εἰς πάντα τὰ ἔθνη διασκεδασθέντες διεσπάρησαν. Ἀντὶ δὲ τοῦ, Καὶ ἤγγισεν ἡ καρδία αὐτοῦ. Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες,
25σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Λειό‐ τερα βουτύρου τὰ στόματα αὐτῶν· πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν. Ἁπαλώτεροι οἱ λόγοι αὐ‐ τοῦ ἐλαίου, ὄντες ἀνατμητικοί. Ὅρα δὲ τίνα τρόπον κἀνταῦθα δύο τάγματα παρίστησιν ὁ λόγος· ἒν
30μὲν πολλῶν ἀθρόως κατὰ τὸ αὐτὸ, περὶ ὧν πληθυν‐ τικῶς φησι· Λειότερα βουτύρου τὰ στόματα αὐ‐ τῶν· πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐτῶν· ἕτε‐ ρον δὲ ὥσπερ ἑνὸς μεμονωμένου, περὶ οὗ ἰδίως ἐπι‐ λέγει· Ἁπαλώτεροι οἱ λόγοι αὐτοῦ ἐλαίου, ὄντες
35ἀνατμητικοί. Καὶ ταῦτ’ ἦν τὰ δύο τάγματα τὰ διὰ τῶν ἔμπροσθεν δηλούμενα, τό τε τῶν τὴν πόλιν οἰ‐ κούντων, περὶ ὧν ἐλέγετο· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει· καὶ τὸ περὶ τοῦ προδό‐ του, περὶ οὗ ἔφασκεν ὁ λόγος· Ὅτι, εἰ ἐχθρὸς ὠνεί‐
40δισέ με, ὑπήνεγκα ἄν. Καὶ ἐνταῦθα τοίνυν, ἐπειδὴ προσῄεσαν τῷ Σωτῆρι μεθ’ ὑποκρίσεως καὶ κολα‐ κείας οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους, ποτὲ μὲν διδάσκαλον ἀποκαλοῦντες οὐ σὺν καθαρᾷ καρδίᾳ, ποτὲ δὲ λέγοντες αὐτῷ· Οἴδαμεν, ὅτι ἀληθὴς εἶ,
45καὶ τὸν λόγον τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις· καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου· εἰκότως περὶ αὐτῶν φη‐ σιν ἐνταῦθα ὁ λόγος· Λειότερα βουτύρου τὰ στό‐ ματα αὐτῶν· πολεμεῖ δὲ ἡ καρδία ἑκάστου αὐ‐

23

.

488

(50)

τῶν. Ἰδίως δὲ πάλιν περὶ τοῦ προδότου, ἐπειδὴ καὶ Ῥαββεὶν αὐτὸν καὶ διδάσκαλον ἀποκαλεῖ, σύμβολά τε διαθέσεως καὶ φιλίας παρεῖχε, τὴν προδοσίαν ποιούμενος, εἰκότως περὶ αὐτοῦ λέλεκται· Ἁπαλώτεροι οἱ λόγοι αὐτοῦ ἐλαίου, ὄντες ἀνατμητικοί· ἢ κατὰ τοὺς Ἑβδομήκοντα· Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ
55αὐτός σε διαθρέψει· οὐ δώσει εἰς τὸν αἰῶνα σά‐
λον τῷ δικαίῳ, καὶ τὰ ἑξῆς. Οἱ μὲν σὺν ἀπάτῃ488 in vol. 23

23

.

489

καὶ ὑποκρίσει ἁπαλύνοντες ἑαυτῶν τοὺς λόγους ἐκ τοῦ φανεροῦ, ἔσωθεν δὲ αὐτοὺς ἀκοντίσαντες ὑπὲρ βολίδας, ἀλλὰ καὶ αὐτὸς ὁ προδότης γεγονὼς τοῦ Σωτῆρος, ὁποίου τέλους τεύξονται δεδήλωται· σὺ δὲ
5ὁ τούτων ἀκροώμενος, σωφρονισθεὶς ἀπὸ τοῦ τῶν προλελεγμένων τέλους, καὶ ὁ τῷ προφητευομένῳ ὅλον σαυτὸν ἐπιδιδοὺς, θάρσει, τὴν σαυτοῦ φροντίδα ἐπιῤῥίψας ἐπ’ αὐτὸν, οἷα Καινῇ Διαθήκῃ μαθητευ‐ θεὶς, δι’ ἧς αὐτὸς ὁ Σωτὴρ παιδεύει λέγων· Μὴ με‐
10ριμνήσητε τί φάγητε, μηδὲ τί πίητε· καὶ, Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν. Ταῦτ’ οὖν φυλάξας, ἐπίῤῥι‐ ψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει, τὸν ἄρτον σοι διδοὺς τὸν ἐπιούσιον, καὶ
15τὴν λογικὴν καὶ ἐπουράνιον τροφήν· ἐπαρκῶν δὲ καὶ τὰ πρὸς τὸν βίον χρειώδη. Τούτῳ γὰρ ἐπήγγελ‐ ται φήσας· Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὧν χρείαν ἔχετε πρὸ τοῦ τι αὐτὸν αἰτῆσαι ὑμᾶς. Αὐτός σε δὲ διαθρέψει, ὡς καὶ πάντα δίκαιον·
20οὐδένα γὰρ πώποτε τῶν δικαίων καταλέλοιπεν, ὡς ὑπομεῖναι αὐτὸν σάλον πρὸς τὸ σαλευθῆναι καὶ ἐκ‐ πεσεῖν. Διὸ λέλεκται ἑξῆς· Οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ· ἢ κατὰ τὸν Σύμμαχον· Οὐκ ἐκδώσει εἰς αἰῶνα κλεισθῆναι δίκαιον. Διὸ λέ‐
25λεκται ἐν ἑτέροις· Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμέ‐ νον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Ταῦτ’ εἰπὼν, ἑξῆς ἐπάγει περὶ τῶν ἐπιβούλων τοῦ Σωτῆ‐ ρος τὸ, Σὺ δὲ ὁ Θεὸς κατάξεις αὐτοὺς εἰς φρέαρ
30διαφθορᾶς· ἢ κατὰ τὸν Σύμμαχον· Σὺ δὲ ὁ Θεὸς κατενέγκεις αὐτοὺς εἰς λάκκον διαφθορᾶς· περὶ οὗ λάκκου μυρία διὰ τῶν ἔμπροσθεν εἴρηται· ὥσπερ ἐν τῷ· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαι‐
35πωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος· καὶ πάλιν· Μή‐ ποτε παρασιωπήσῃς ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον· καὶ αὖθις· Κύ‐ ριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ἀλλ’ ὁ
40μὲν δίκαιος διασώζεται πρὸς τὸ μὴ κατενεχθῆναι εἰς τὸν δηλούμενον λάκκον· οἱ δὲ ἀσεβεῖς κάτω φέρονται εἰς αὐτὸν, ὑπὸ τοῦ Θεοῦ καταρασσόμενοι, ὡς εἰς κατ‐ άλληλον αὐτοῖς χωρίον. Λάκκον δὲ ταλαιπωρίας καὶ πηλὸν ἰλύος, καὶ φρέαρ διαφθορᾶς τὸν τοῦ θανάτου
45τόπον καλεῖν εἴωθεν ὁ λόγος· εἰς ὃν καταβάλλονται δίκην τῶν ἄνωθεν καταφερομένων ἐν τοῖς λάκκοις ὑδάτων αἱ τῶν ἀσεβῶν ψυχαί. Καὶ ἐπειδήπερ διὰ τῶν ἔμπροσθεν τοὺς φονευτὰς τοῦ Σωτῆρος ἡμῶν ἐδήλου, ἀκολούθως καὶ νῦν περὶ τῶν αὐτῶν φησιν·

23

.

489

(50)

Ἄνδρες αἱμάτων καὶ δολιότητος· οὐ μὴ ἡμισεύ‐ σωσι τὰς ἡμέρας αὐτῶν· ἢ κατὰ τὸν Σύμμαχον· Μιαιφόνοι καὶ δόλιοι οὐχ ἡμισεύσωσι τὰς ἡμέ‐ ρας αὐτῶν· ἢ κατὰ τὸν Ἀκύλαν· Ἄνδρες αἱμάτων καὶ ἐπιθέσεως οὐχ ἡμισεύσωσιν ἡμέρας αὐτῶν.
55Νοήσεις δὲ ὅπως ἐπληροῦντο καὶ ταῦτα ἐπιστήσας,
ὡς παραχρῆμα καὶ μετ’ οὐ πολὺν χρόνον τῆς κατὰ490 in vol. 23

23

.

492

τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῆς ἄρδην τὸ πᾶν γένος τῶν προλεχθέντων ὀλέθρῳ παρεδόθη, μετελθούσης αὐτοὺς τῆς ὀργῆς ἐν τῇ καταλαβούσῃ αὐτοὺς πολιορ‐ κίᾳ κατὰ τὸν Ῥωμαϊκὸν πόλεμον. Καὶ τέως μὲν
5κατὰ τὸν παρόντα καιρὸν, καὶ τὸν θνητὸν ἐν ἀνθρώ‐ ποις βίον, μηδὲ ἡμισεύσαντες τὰς ἡμέρας αὐτῶν τοι‐ αύτῃ παρεδόθησαν ἀπωλείᾳ οἱ ἄνδρες αἱμάτων καὶ δολιότητος· μετὰ δὲ τὴν ἐνταῦθα τελευτὴν, ὁποῖα αὐτοὺς διαδέξεται, προδεδήλωται διὰ τοῦ, Σὺ δὲ ὁ Θεὸς κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς. Ταῦτα μὲν οὖν ἐκεῖνοι πείσονται· Ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ· ἤτοι ὁ ταῦτα θεσπίζων προφήτης, ἢ καὶ αὐτὸς ὁ προ‐
10φητευόμενος. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΥΠΕΡ ΤΟΥ ΛΑΟΥ, ΤΟΥ ΑΠΟ ΤΩΝ ΑΓΙΩΝ ΜΕΜΑΚΡΥΜΜΕΝΟΥ, ΤΟΥ ΔΑΥΙΔ ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ, ΟΠΟΤΕ ΕΚΡΑΤΗΣΑΝ ΑΥΤΟΝ ΟΙ ΑΛΛΟΦΥΛΟΙ ΕΝ ΓΕΘ. ΝΕʹ.
15 Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄν‐ θρωπος, ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με. Λαὸς ἀπὸ τῶν ἁγίων μεμακρυμμένος, ὅσον ἐπὶ τῆς ἱστορίας, ἔοικεν εἶναι ὁ σὺν τῷ Δαυῒδ φεύγων ἀπὸ προσώπου Σαούλ· ἦσαν δὲ τὸν ἀριθμὸν ἄνδρες ἑξα‐
20κόσιοι, ὡς ἡ Γραφὴ μαρτυρεῖ τῶν Βασιλειῶν. Ἐπεὶ δὲ δὶς γέγονεν παρὰ τοῖς ἐν Γὲθ ἀλλοφύλοις· ἅπαξ, ὅτε μόνος ἀποληφθεὶς εἴσω πυλῶν, μανίαν προσ‐ εποιήθη, ὅτε καὶ ἐτυμπάνιζεν ἐν ταῖς πύλαις τῆς πό‐ λεως, καὶ κατέῤῥει τὰ σίελα αὐτοῦ ἐπὶ τὸν πώγωνα
25αὐτοῦ· ἄλλοτε δὲ, ὅτε σὺν ἀνδράσιν χʹ προσέφυγε τῷ βασιλεῖ τῆς Γὲθ, ἀφώρισέ τε αὐτῷ οἰκητήριον τὴν Σίκελα. Ταῦτ’ ἔοικεν ἡ προκειμένη στηλογραφία εἰ‐ ρῆσθαι τῷ Δαυῒδ, καθ’ ὃν καιρὸν ἅμα τοῖς χʹ τοῖς σὺν αὐτῷ φεύγουσιν ἐπεδήμει τοῖς ἐν Γέθ· ὑπεδέξαντό
30τε αὐτὸν καὶ κατέσχον παρ’ ἑαυτοῖς ὡς φίλον, ὅτε καὶ τιμῆς ἀξιοῦται παρὰ τῷ βασιλεῖ Γέθ. Διὸ τὰ τῆς προγραφῆς περιέχει· Εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ, τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου, τῷ Δαυῒδ, στηλογραφία, ὅτε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν
35Γέθ. Κατὰ δὲ τὸν Ἀκύλαν εἴρηται· Τῷ νικοποιῷ ὑπὲρ περιστερᾶς ἀλάλου, μακρυσμῶν τοῦ Δαυῒδ ταπεινοῦ, τελείου, ἐν τῷ κρατῆσαι αὐτὸν Φυλι‐ σταίους ἐν Γέθ· κατὰ δὲ τὸν Σύμμαχον· Ἐπινί‐ κιον ὑπὲρ τῆς περιστερᾶς, ὑπὲρ τοῦ φύλου ἀπω‐
40σμένου τοῦ Δαυῒδ, τοῦ ταπεινόφρονος καὶ ἀμ‐ ώμου, ὅτε κατέσχον αὐτὸν οἱ Φυλισταῖοι ἐν Γέθ· ἡ δὲ πέμπτη ἔκδοσις· Τῷ νικοποιῷ ὑπὲρ τῆς περι‐ στερᾶς τῆς μογιλάλου, κεκρυμμένων τῷ Δαυῒδ, εἰς στηλογραφίαν, ὁπότε ἐκράτησαν αὐτὸν οἱ
45ἀλλόφυλοι ἐν Γέθ· καὶ ὁ Θεοδοτίων δὲ ἀντὶ τοῦ, Ὑπὲρ τοῦ λαοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου, ὑπὲρ τῆς περιστερᾶς, ὁμοίως τοῖς λοιποῖς ἐξέδωκε. Τάχα δέ που αἰνίττονται οἱ περιστερὰν ἄλαλον ἢ μογιλάλον εἰρηκότες αὐτὸν τὸν Δαυῒδ παρὰ τοῖς ἀλ‐

23

.

492

(50)

λοφύλοις ὄντα, καὶ μὴ δυνάμενον λαλεῖν συνήθως τὰς ἐν ἁγίῳ Πνεύματι προφητείας, μηδὲ σὺν παῤῥησίᾳ τοὺς ὕμνους προσφέρεσθαι. Διὸ μογιλάλον περιστε‐ ρὰν ἢ καὶ ἄλαλον αὐτὸν ὠνόμαζον. Καὶ ἐν τῷ πρὸ τούτου δὲ ψαλμῷ λέλεκτο· Τίς δώσει μοι πτέρυγας
55ὡσεὶ περιστερᾶς; Καὶ πετασθήσομαι ἢ καὶ ἑδρα‐ σθήσομαι. Πόῤῥω ἂν ἐποίησα τὴν ἀναχώρησίν
μου, ηὐλιζόμην ἂν ἐν τῇ ἐρήμῳ, κατὰ τὸν Σύμμα‐492 in vol. 23

23

.

493

χον. Ἐπεὶ τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐν τῷ Προ‐ φήτῃ ἐνεργοῦν, ὃ καὶ ἐν εἴδει περιστερᾶς ἐπὶ τὸν Σω‐ τῆρα κατεληλυθέναι μαρτυρεῖται, τρυφερὸν ὂν καὶ ἄκακον, ἠλαύνετο ὑπὸ τοῦ Σαοὺλ διωκομένου τοῦ
5Δαυῒδ, ἐλαυνόμενόν τε οὐκ ἠμύνετο, ἀλλ’ ἐῴκει περι‐ στερᾷ ἀλάλῳ μακρυνομένῃ καὶ ἀπωθουμένῃ ὑπὸ τῶν διωκόντων· τούτου χάριν κατὰ τοὺς λοιποὺς ἑρμη‐ νευτὰς, ὑπὲρ τῆς περιστερᾶς, εἴρηται. Ἀντὶ δὲ τοῦ, εἰς στηλογραφίαν, ὁ μὲν Ἀκύλας, ταπεινοῦ τε‐
10λείου· ὁ δὲ Σύμμαχος, τοῦ ταπεινόφρονος καὶ ἀμώμου, ἡρμήνευσεν, τὸν τρόπον δηλοῦντες δι’ ὃν ὥσπερ στήλης καὶ αἰωνίας μνήμης ἠξιοῦτο παρὰ τῷ Θεῷ ἡ τοῦ Προφήτου ἀρετή. Τὸ γὰρ μέγιστον τοῦ Δαυῒδ κατόρθωμα ἡ ταπεινότης ἦν καὶ ἡ ταπεινοφρο‐
15σύνη, καθ’ ἣν τελείαν ἐπεδείκνυτο ἀρετὴν, οὐδένα μῶμον ἐπαγομένην. Διὸ τοὺς προκειμένους λόγους, ὑπερβαλλούσης καὶ τελείας ταπεινοφροσύνης δείγματα περιέχοντας, ἀνέπεμπε τῷ Θεῷ λέγων· Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄν‐ θρωπος, ὡς πρὸς τὴν λέξιν τὸν Σαοὺλ σημαίνων, ἐπαναβάντα αὐτῷ, καὶ οὐ μίαν ἡμέραν, ἀλλὰ καὶ
20πολλὰς ἐπιθέμενον τῷ κατ’ αὐτοῦ πολέμῳ· διὸ ἐπι‐ λέγει· Ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με. Εἶτ’ ἐπειδήπερ τῷ θείῳ Πνεύματι συνεώρα οὐχ οὕ‐ τως τὸν Σαοὺλ αἴτιον ὄντα τῆς τοσαύτης κατ’ αὐτοῦ σπουδῆς, ὅσον ἀφανεῖς τινας καὶ νοητοὺς ἐχθροὺς
25ἀοράτους, δηλαδὴ δυνάμεις καὶ πνεύματα πονηρὰ, τὸν Σαοὺλ ἐνεργοῦντα καὶ διεγείροντα ἐπὶ τὸν κατ’ αὐτοῦ πόλεμον, εἰκότως ἐπιλέγει· Κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν· ἢ κατὰ τὸν Σύμμαχον· Ἐπέτριβον οἱ θλίβοντές με κατὰ πᾶ‐
30σαν ἡμέραν. Τίνες δὲ οἱ ἐχθροὶ καὶ οἱ θλίβοντες αὐ‐ τὸν, οἱ τὸν Σαοὺλ ἐνεργοῦντες, διασαφεῖ ἑξῆς λέγων· Ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους. Οὐ γὰρ ἠγνόει, ὡς οὐκ ἦν αὐτῷ ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας, πρὸς τοὺς
35κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευ‐ ματικὰ τῆς πονηρίας, ὑφ’ ὧν ὁ Σαοὺλ ἀκονώμενος, τὸν μηδὲν αὐτῷ λελυπηκότα πώποτε μάτην ἤλαυνε καὶ ἐπολέμει. Εἶθ’ ἑξῆς φησιν· Ἡμέρας φοβηθήσο‐ μαι, ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ. Ὃ δὴ διεσάφησεν ὁ Σύμ‐
40μαχος εἰπών· Ἐν ᾗ ἂν ἡμέρᾳ φοβηθῶ, σοὶ πέ‐ ποιθα. Εἰ γὰρ καὶ τὰ μάλιστα δοκεῖ ἄνθρωπός με καταπεπατηκέναι, πολὺς γενόμενος κατ’ ἐμοῦ ὁ Σαοὺλ, ἀλλ’ οἱ ἐχθροί μου καὶ οἱ πολεμοῦντές με ἄνωθεν, ἀπὸ ὕψους τὰ ἑαυτῶν βέλη κατὰ τῆς ἐμῆς
45βάλλοντες ψυχῆς πλεῖστοι τυγχάνουσι. Τούτων δὲ πάντων καταφρονεῖν μεμάθηκα διὰ σὲ τὸν ἐμὸν πρό‐ μαχον καὶ ὑπερασπιστήν. Σοὶ γὰρ πεποιθὼς, εἴποτε ἐμπέσοι φόβος τῇ ἐμῇ ψυχῇ, διακρούομαι τοῦτον, σοὶ τῷ ὑπερασπιστῇ μου θαῤῥῶν.

23

.

493

(50)

Ἐν τῷ Κυρίῳ ἐπαινέσω τοὺς λόγους μου, ἐπὶ τῷ Θεῷ ἤλπισα· οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ. Ἀντὶ τοῦ, ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λό‐ γους μου, ὁ μὲν Σύμμαχος, διὰ τοῦ Θεοῦ ὑμνήσω τὸν λόγον αὐτοῦ· ὁ δὲ Ἀκύλας· ἐν τῷ Θεῷ
55ὑμνήσω ῥήματα αὐτοῦ· καὶ ἡ πέμπτη ἔκδοσις· ἐν τῷ Θεῷ ἐπαινέσω τὸν λόγον μου, ἐκδεδώκα‐ σιν. Εἴ ποτε, φησὶ, φόβος ἐκ τῆς τῶν πολεμούντων με ταραχῆς ἐνέπιπτέ μοι, διεκρουόμην αὐτὸν ἐλπί‐
ζων ἐπὶ σέ· καὶ ἀντὶ ἐπῳδῆς καὶ φυλακτηρίων,494 in vol. 23

23

.

496

ὕμνους διεξῄειν· ὑμνῶν γὰρ τὸν λόγον σου ἐβοηθού‐ μην, ὡς μηδένα τῶν διωκόντων ἐπιστρέφεσθαι. Οὕ‐ τως ἐπὶ τῷ Θεῷ ἐλπίζων, καὶ τοὺς λόγους αὐτοῦ φέ‐ ρων ἐν τῷ στόματί μου, πάσης τῆς ἐξ ἀνθρώπων
5ἐπιβουλῆς κατεφρόνουν, οὐ φοβούμενος τί ποιήσει μοι σάρξ. Τί γὰρ ἂν καὶ δύναιτο σὰρξ καὶ αἷμα πρὸς Θεὸν βοηθόν; Εἰ γὰρ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν; φησὶν ὁ Ἀπόστολος. Σὰρξ δὲ ἦν ὁ Σαοὺλ, τὰ τῆς σαρκὸς φρονῶν· ὃ δὴ παρίστησιν ὁ Ἀπόστο‐
10λος γράφων Κορινθίοις· Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σάρκινοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Ὁ δὲ καὶ τὸν Σαοὺλ ζήλου πεπληρω‐ μένον καὶ ἔριδος, καὶ διὰ ταῦτα τὸν Δαυῒδ ἐλαύ‐ νοντα, σάρκα ὠνόμασεν εἰπών· Οὐ φοβηθήσομαι
15τί ποιήσει μοι σάρξ. Εἶτά φησιν· Ὅλην τὴν ἡμέ‐ ραν τοὺς λόγους μου ἐβδελύσσοντο, κατ’ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν· ὃ δὴ σα‐ φέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Διὰ πάσης ἡμέρας λόγους περὶ ἐμοῦ ἐφρόντιζον· κατ’ ἐμοῦ
20πᾶς διαλογισμὸς αὐτῶν εἰς κακόν. Ὡς γὰρ μηδὲν ἔχοντες ἕτερον πράττειν, μηδὲ περὶ ἑτέρων λόγους κινεῖν, τὴν πᾶσαν ἑαυτῶν σχολὴν τοῖς περὶ ἐμοῦ λό‐ γοις καὶ τοῖς κατ’ ἐμοῦ λογισμοῖς ἀνετίθεσαν, οὐδὲν ἀγαθὸν περὶ ἐμοῦ βουλευόμενοι. Ἀλλ’ εἰς κακὸν
25καὶ ἐπὶ κακῷ τὴν ἑαυτῶν ἀναλίσκοντες σπουδήν. Παροικήσουσι καὶ κατακρύψουσιν, αὐτοὶ τὴν πτέρναν μου φυλάξουσι. Καθάπερ ὑπέμειναν τὴν ψυχήν μου, ὑπὲρ τοῦ μηδενὸς σώσεις αὐ‐ τούς· ἐν ὀργῇ λαοὺς κατάξεις, ὁ Θεός. Καὶ ταῦτα
30ἀσαφῶς εἰρημένα παρὰ τοῖς Ἑβδομήκοντα, λευκότε‐ ρον διηρμήνευσεν ὁ Σύμμαχος, εἰπών· Συνήγοντο λάθρα, καὶ τὰ ἴχνη μου παρετήρουν προσδοκῶν‐ τες τὴν ψυχήν μου διὰ τὴν ἀδικίαν. Ῥῦσαι ἀπ’ αὐτῶν, ἐν ὀργῇ λαοὺς κατάγαγε, ὁ Θεός. Οὕτως
35γὰρ, φησὶ, διὰ πάσης ἡμέρας ἐμοὶ ἐσχόλαζον, τοὺς περὶ ἐμοῦ λόγους κινοῦντες, καὶ πᾶς διαλογισμὸς αὐ‐ τῶν κατ’ ἐμοῦ ἐγίγνετο· ὡς σπουδάζειν συνάγεσθαι αὐτοὺς ὁμοῦ συσκευάς· καὶ μὴ μέχρι τούτου χωρεῖν, ἀλλὰ καὶ περιεργάζεσθαί μου τὴν πτέρναν, τουτέστι
40τὴν τοῦ βίου πορείαν, εἴ πως σκελίσαντες δυνηθεῖεν καταβαλεῖν με. Καὶ τὰ ἴχνη δέ μου παρετήρουν, ὅποι ἂν βαδίζοιμι, καὶ ἵν’ ὅπως ἐπιλάβοιντό μου. Ταῦτα μὲν οὖν οἱ μάτην διώκοντες κατ’ ἐμοῦ ἔπραττον. Σὺ δὲ, Κύριε, ἡ ἐμὴ ἐλπὶς, ἐμὲ μὲν τῆς ἀδίκου αὐτῶν
45συσκευῆς ῥῦσαι, αὐτοὺς δὲ μετελθὼν τῇ σεαυτοῦ ὀργῇ, κατάβαλε τῆς μεγαλαυχίας καὶ τῆς ὑψηλοφρο‐ σύνης· τοῦτο γὰρ αὐτοῖς συνοίσει. Ὑψούμενοι γὰρ καὶ ἐπαιρόμενοι, ἐπ’ ὀλέθρῳ τῷ ἑαυτῶν ταῦτ’ ἔπρατ‐ τον· γὰρ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπει‐

23

.

496

(50)

νοῖς δὲ δίδωσι χάριν· διὸ, ἱκετεύω, πάντας τοὺς ἐπανισταμένους μοι κατάγαγε· ἢ, κατὰ τὸν Ἀκύλαν, καταβίβασον· ὡς ἂν, μέτριον φρόνημα λαβόντες καὶ ταπεινὰ φρονοῦντες, τὰ μεγάλα ὠφεληθεῖεν. Τὴν ζωήν μου ἐξήγγειλά σοι, ἔθου τὰ δάκρυά
55μου ἐνώπιόν σου· ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου, ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω, ἐν ᾗ
ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε. Καὶ ταῦτα ὁ Σύμμαχος496 in vol. 23

23

.

497

σαφέστερον ἡρμήνευσεν, οὕτως εἰπών· Τὰ ἔνδον μου ἐξηρίθμησας· σὺ ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου. Μὴ οὐχὶ ὅταν ἐξαριθμῇς, τότε ἀποστραφή‐ σονται οἱ ἐχθροί μου ὀπίσω, ᾗ ἂν ἡμέρᾳ ἐπικα‐
5λέσωμαί σε; Οἱ μὲν ἐχθροί μου, φησὶ, διὰ πάσης ἡμέρας λόγους περὶ ἐμοῦ ἀνεκίνουν, καὶ κατ’ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν ἦσαν· ἐγὼ δὲ ὁποίους ἐν ἐμαυτῷ συνῆγον λογισμοὺς καὶ ὁποίας ἐνθυμήσεις εἶχον, σὺ αὐτὸς, ὡς καρδιογνώστης Θεὸς, οἶδας. Τὰ
10γὰρ ἔνδον μου ἐξηρίθμησας πάντα, καὶ τὰ κρύφιά μου καὶ τὰς ἐνθυμήσεις τῆς ψυχῆς μου γινώσκεις· διόπερ ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου, καὶ οὐκ ἀπεστρά‐ φης αὐτά· ἀλλ’ ὥσπερ ἐν τῇ ἐπαγγελίᾳ σου ὑπισχνοῦ λέγων· Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι,
15οὕτως ἀκόλουθα πράττων ταῖς σαῖς ἐπαγγελίαις, ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου. Καὶ κατὰ τὴν τῶν Ἑβδομήκοντα δὲ ἑρμηνείαν, Τὴν ζωήν μου, φησὶν, ἐξήγγειλά σοι, ὡς ἂν παῤῥησίαν ἄγων καὶ μὴ ἐπαισχυνόμενος ἐπὶ τῇ ἐμαυτοῦ ζωῇ. Σύ τε ἀποδεχό‐
20μενός μου τὴν ζωὴν, τὰ δάκρυά μου οὐκ ἀπεσείσω, ἀλλὰ πρὸ τῶν σῶν ὀφθαλμῶν ἔθου αὐτὰ, πιστούμενος τὰς σὰς ἐπαγγελίας. Διὸ συνέβαινεν, ἐμοῦ εἰσακουομέ‐ νου, τοὺς ἐχθρούς μου εἰς τὰ ὀπίσω χωρεῖν· ὅθεν φημί· Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ἐπιστρέ‐
25ψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω· κατὰ δὲ τὸν Σύμμαχον· Μὴ οὐχὶ ὅταν, φησὶν, ἐξαριθμῇς, τότε ἀποστραφήσονται οἱ ἐχθροί μου ὀπίσω; Ἐπειδὰν φυλοκρινῶν διακαθάρῃς ἀφορίζων τοὺς σεαυτοῦ ἀξίους, καὶ ἐξαρίθμησιν ποιούμενος τῶν μελλόντων εἰς τὰ
30δεξιὰ ἵστασθαι, καὶ τῶν εἰς ἀριστερὰ χωρούντων, τότε, ἐν τῷ σὲ τὴν ἐξαρίθμησιν ταύτην ποιεῖ‐ σθαι, ἀποστραφήσονται οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω. Ἰδοὺ ἔγνων, ὅτι Θεός μοί ἐστιν. Ἐπὶ τῷ Θεῷ
35αἰνέσω ῥῆμα, ἐπὶ τῷ Κυρίῳ αἰνέσω λόγον· ἐπὶ τῷ Κυρίῳ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Κατὰ δὲ τὸν Σύμμαχον τοῦτό φησιν· Οἶδα, ὅτι ἔστι Θεός μοι. Τὸν Θεὸν ὑμνολογήσω, διὰ τοῦ Θεοῦ ὑμνοποιήσομαι λόγον· τῷ Θεῷ
40πέποιθα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρω‐ πος. Αὐτοῖς ἔργοις, φησὶ, παρείληφα, καὶ ἔγνων ἀλη‐ θῶς, ὅτι οὐκ ἐπὶ ματαίῳ ἤλπισα· ἀλλὰ Θεὸν βοηθὸν ἐκτησάμην. Τούτου δὲ ἔλεγχος, ἐπεὶ ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου. Εἶτα ἐμοῦ μὲν ἐπήκοος ἐγίγνου,
45οἱ δὲ ἐχθροί μου ἐχώρουν εἰς τὰ ὀπίσω· διὸ ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα· ἢ, κατὰ τὸν Ἀκύλαν· Ἐν Θεῷ καυχήσομαι ῥῆμα· κατὰ δὲ τὸν Σύμμαχον· Τὸν Θεὸν ὑμνολογήσω· ἀλλὰ καὶ ἐπὶ τὸν Κύριον αἰνέσω λόγον· ἢ, κατὰ τὸν Ἀκύλαν, ἐν Κυρίῳ ὑμνήσω

23

.

497

(50)

λόγον· ἢ, κατὰ τὸν Σύμμαχον, διὰ τοῦ Κυρίου ὑμνο‐ ποιήσομαι λόγον· καὶ πάλιν, ὡς ἀνωτέρω μοι εἴρη‐ ται· Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ· καὶ νῦν φημι, Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρω‐
55πος. Σὰρξ γὰρ καὶ ἄνθρωπος ἓν καὶ ταυτόν ἐστιν, ἐπειδὴ λέλεκται· Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνή‐
σκετε· καὶ, Ὅταν γὰρ ᾖ ἐν ὑμῖν ζῆλος καὶ ἔρις,498 in vol. 23

23

.

500

οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπα‐ τεῖτε; Ἐν ἐμοὶ, ὁ Θεὸς, αἱ εὐχαὶ, ἃς ἀποδώσω αἰνέσεώς σοι. Ὅτι ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου,
5καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος, τοῦ εὐαρε‐ στῆσαι ἐνώπιον τοῦ Θεοῦ ἐν φωτὶ ζώντων. Ἀντὶ τοῦ, Ἐν ἐμοὶ, ὁ Θεὸς, αἱ εὐχαὶ, ἃς ἀποδώσω αἰνέ‐ σεώς σοι, σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰ‐ πών· Ἀναδέχομαι, Θεὲ, ἃ ηὐξάμην· ἀποδώσω
10αἰνέσεις σοι. Οὐ γὰρ ἐπιλέλησμαι, φησὶ, ὧν ηὐξά‐ μην· ἀλλ’ ἐν ἐμοί εἰσι, καὶ κατέχω τῇ μνήμῃ πάντα ὅσα ἐπηγγειλάμην εὐξάμενος· ἃ καὶ ὥσπερ τι χρέος ἀποδώσω, θυσίας ἀναφέρων τὰς δι’ αἰνέσεως, καὶ κατὰ τὸ φάσκον λόγιον· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέ‐
15σεως, καὶ ἀπόδος τῷ Κυρίῳ τὰς εὐχάς σου. Ἀπο‐ δώσω τοίνυν αἰνέσεώς σοι· ἐπειδὴ πολλὰ σύνοιδα ἐμαυτῷ ὀφείλοντι ὑπὲρ τῆς ἐμαυτοῦ σωτηρίας. Αὐτὴν γοῦν τὴν ψυχήν μου ἐῤῥύσω ἐκ θανάτου. Οἱ μὲν γὰρ ἐχθροί μου τὸ ὅσον ἐπ’ αὐτοῖς ἤλαυνον αὐτὴν, καὶ
20ἐξεβιάζοντο εἰς θάνατον ἐκπεσεῖν. Ἐλαύνοντές με γὰρ, καὶ μέσον ἀλλοφύλων καὶ ἀλλογενῶν ἐθνῶν οἰ‐ κεῖν καταναγκάζοντες, τὸ ἐπ’ αὐτοῖς τὴν ψυχήν μου ἐθανάτουν· ἥγουν ἤμελλον συνάπτεσθαι τῇ τῶν ἀλ‐ λοφύλων εἰδωλολατρείᾳ, μέσος αὐτῶν οἰκῶν, καθ’
25οὓς χρόνους παρὰ τῷ Ἀχοῦς καὶ ἐν τῇ Γὲθ παρὰ τοῖς ἀλλοφύλοις ἐποιούμην τὰς διατριβὰς, πάλαι ἂν τὴν ψυχήν μου τεθνήκειν, τῆς παρὰ σοὶ ζωῆς ἐκπεσών· ἀλλ’ ἡ σὴ χάρις καὶ τὸ σὸν ἔλεος οὐ συν‐ εχώρησε τοῦτο γενέσθαι· ἐπεὶ καὶ παρὰ τοῖς ἀλλοφύ‐
30λοις με ὄντα περιέφραττες, ὡς μηδὲν καταβλάπτε‐ σθαι ἐκ τῆς τούτων συνουσίας. Διό φημι· Ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου· ἀλλὰ καὶ τοὺς πόδας μου ἐῤῥύσω ἐξ ὀλισθήματος. Τίς γὰρ οὐκ ἂν δι‐ ετράπη, ὥσπερ εἰς πηλὸν ἐμβὰς, καὶ ὀλισθηροῖς
35περιπεσὼν χωρίοις, μέσος τοσούτων ἀπολειφθεὶς ἀθέων καὶ εἰδωλολατρῶν ἀνδρῶν; Ἀλλ’ ἦν ἄρα καὶ ἐν τούτῳ τὸ σὸν ἔλεος, καὶ ἡ σὴ χάρις ῥυομένη μου τοὺς πόδας ἐξ ὀλισθήματος· οὐ γὰρ ἐμαυτοῦ δυνάμει ἐπιγράφω ταῦτα· ἐπεὶ μηδ’ οὕτως ἤμην στεῤῥὸς
40τὴν ψυχὴν ὡς ἀδιάτρεπος μένειν, ἐν τῷ μεταξὺ τοσού‐ των εἱλῆσθαι, εἰ μὴ σὺ ἦσθα βοηθός. Διὸ ἐξομολο‐ γούμενος εὐχαριστῶ, ὅτι ἐῤῥύσω τοὺς πόδας μου ἐξ ὀλισθήματος. Καὶ ταῦτά μοι τὸ σὸν ἔλεος ἐδωρεῖτο, ὑπὲρ τοῦ εὐαρεστῆσαι ἐνώπιόν σου ἐν φωτὶ ζών‐
45των· ἢ, κατὰ τὸν Σύμμαχον, ὡς τὸ ὁδεύειν ἔμπρο‐ σθεν τοῦ Θεοῦ διὰ φωτὸς τῆς ζωῆς. Διατρίβων γοῦν καὶ παρὰ τοῖς ἀλλοφύλοις, τῆς ὀρθῆς καὶ βασι‐ λικῆς ὁδοῦ οὐ παρέξεισιν· ἀλλὰ σοὶ εὐαρέστως ὥδευον ὑπὸ σοῦ ποδηγούμενος καὶ φωτιζόμενος, φωτός τε

23

.

500

(50)

μεταλαγχάνων οὐ τοῦ κοινοῦ καὶ πᾶσιν ἐγκειμένου, λογικοῖς τε καὶ ἀλόγοις, θηρίοις τε καὶ ἑρπετοῖς, νε‐ κροῖς τε καὶ ἀψύχοις, ἀλλὰ τοῦ μόνοις τοῖς παρὰ σοῦ ζῶσιν ἀφωρισμένου. Νοήσεις δὲ τὸ φῶς τῶν ζώντων, ἐν ᾧ καὶ Δαυῒδ καὶ πάντες οἱ θεοφιλεῖς προφῆται καὶ
55δίκαιοι ἐφωτίσθησαν, ἐπιστήσας τῷ εὐαγγελιστῇ λέ‐ γοντι· Ὃ γέγονεν ἐν αὐτῷ, δηλαδὴ τῷ Λόγῳ τοῦ
Θεοῦ τῷ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν ὄντι, ζωὴ ἦν, καὶ ἡ500 in vol. 23

23

.

501

ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· καὶ πάλιν· Ἦν τὸ φῶς τὸ ἀληθινὸν, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν
5οὐκ ἔγνω. Οὐκοῦν ἦν ἐν τῷ κόσμῳ· κἀκείνῳ τῷ φωτὶ οἱ τῆς παρὰ τῷ Θεῷ ζωῆς καταξιούμενοι ἐφωτίζοντο. Ὕστερον δὲ καὶ εἰς τὰ ἴδια ἦλθεν· ὅσοι τε ἐδέ‐ ξαντο αὐτὸν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Τοσαύτη δύναμις παρῆν τῷ φωτὶ τῶν
10ζώντων, ὡς τέκνα Θεοῦ ἀπεργάζεσθαι τοὺς καταδε‐ χομένους αὐτό· ὅπερ εἰδὼς ὁ Δαυῒδ δι’ εὐχῆς εἶχε τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ Θεοῦ ἐν φωτὶ ζώντων. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ΔΙΑΦΘΕΙΡΗΣ, ΤΩ ΔΑΥΙΔ ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ ΕΝ ΤΩ ΑΥΤΟΝ ΑΠΟΔΙΔΡΑΣ‐
15ΚΕΙΝ ΑΠΟ ΠΡΟΣΩΠΟΥ ΣΑΟΥΛ ΕΙΣ ΤΟ ΣΤΗ‐ ΛΑΙΟΝ. Νϛʹ. Ἐλέησόν με, ὁ Θεὸς, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου. Ὥσπερ ἀπὸ τῆς ἱστορίας ἐδείκνυτο δεύτερον γινόμενος ὁ Δαυῒδ παρὰ τοῖς ἐν
20Γὲθ ἀλλοφύλοις, παρ’ οἷς διατρίβων τὸν νεʹ ἀναγέγρα‐ πται ψαλμὸν εἰρηκώς· οὕτω δὶς φαίνεται ἐν τῷ σπη‐ λαίῳ ἐληλυθώς· ἅπαξ μὲν, ὅτε, μανίαν προσποιηθεὶς, τὰς χεῖρας τοῦ Ἀγχοῦς καὶ τῶν ἐν Γὲθ ἀλ‐ λοφύλων διαφεύγει· κἀκεῖθεν διασώζεται εἰς τὸ σπή‐
25λαιον τὸ Ὀδολλὰμ, ἔνθα πάντες οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶς ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καταβαίνουσι πρὸς αὐτόν. Συνήγοντό τε παρ’ αὐτῷ πᾶς ἐν ἀνάγκῃ ὢν, καὶ πᾶς ὑπόχρεως, καὶ πᾶσα κατ‐ ώδυνος ψυχή· καὶ ἦν ἐπ’ αὐτῶν ἡγούμενος. Ἦσαν
30δὲ ὡς τετρακόσιοι ἄνδρες· δεύτερον δὲ, ὅτε ἀν‐ έστρεψεν ὁ Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ ἀπηγγέλη αὐτῷ, ὅτι Ἰδοὺ Δαυῒδ ἐν τῇ ἐρήμῳ τῇ Γαδδί· καὶ ἔλαβε μεθ’ ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτῶν ἐκ τοῦ Ἰσραὴλ, καὶ ἐπορεύθη
35ζητῶν τὸν Δαυῒδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Αἰλείν. Καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ γῆς ὁδοῦ. Καὶ ἦν ἐκεῖ σπή‐ λαιον, καὶ εἰσῆλθε Σαοὺλ παρασκευάσασθαι· καὶ Δαυῒδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτεροι τοῦ σπη‐
40λαίου ἐκάθηντο. Καὶ εἶπαν οἱ ἄνδρες Δαυῒδ πρὸς αὐτόν· Ἰδοὺ ἡ ἡμέρα αὕτη, ἣν εἶπε Κύριος πρὸς σὲ, παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. Καὶ ἀνέστη Δαυῒδ καὶ ἀφεῖλε τὸ πτερύγιον
45τῆς διπλοΐδος Σαοὺλ λαθραίως. Καὶ ἐγενήθη μετὰ ταῦτα, καὶ ἐπάταξε καρδία Δαυῒδ αὐτὸν, ὅτι ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ. Καὶ εἶπε Δαυῒδ πρὸς τοὺς ἄνδρας αὐτοῦ· Μηδα‐ μῶς μοι παρὰ Κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο

23

.

501

(50)

τῷ κυρίῳ μου τῷ χριστῷ Κυρίου, ἐπενεγκεῖν χεῖρά μου ἐπ’ αὐτόν· ὅτι Χριστὸς Κυρίου ἐστὶν οὗτος. Καὶ ἔπεισε Δαυῒδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις, καὶ οὐκ ἔδωκεν αὐτοὺς ἀναστάντας θανατῶσαι τὸν Σαούλ. Ζητητέον οὖν κατὰ ποίους
55χρόνους τὴν προκειμένην στηλογραφίαν ὁ Δαυῒδ ἀν‐
έγραψε, καὶ ἐν ποίῳ σπηλαίῳ διατρίβων· πότερον ἐν502 in vol. 23

23

.

504

τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ, ἢ ἐν τῷ σπηλαίῳ τῷ Ἐνγαδδί. Ἀλλὰ καὶ ἐπειδὴ δύο εἴρηνται ψαλμοὶ αὐτῷ ἐν τῷ σπηλαίῳ, ὁ μὲν προκείμενος στηλογραφία τυγχάνων, ὁ δὲ ρμαʹ ἐπιγεγραμμένος, Συνέσεως
5τῷ Δαυῒδ ἐν τῷ σπηλαίῳ προσευχή· ζητήσαι ἄν τις εὐλόγως εἰ κατὰ τὸν αὐτὸν εἴρηνται χρόνον, καὶ εἰ ἐν τῷ σπηλαίῳ τυγχάνων ἀμφοτέρους συνέταξεν. Δοκεῖ τοίνυν ἐμοὶ, κινουμένῳ ἐκ τῶν ἐν ἑκατέρῳ φε‐ ρομένων λόγων, ἡ μὲν μετὰ χεῖρας στηλογραφία ἐν
10τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ εἰρῆσθαι, ἡ δὲ ἐν τῷ ρμαʹ, προσευχὴ, ἐν τῷ σπηλαίῳ τῷ Ἐνγαδδὶ, ὅτε, τοῦ Σαοὺλ παρασκευαζομένου, ἐν τῷ σπηλαίῳ ἔνδον κρυπτόμε‐ νος εὕρηται. Οὕτω δέ μοι παρέστη κινηθέντι ἐκ τῶν παρ’ ἑκατέρῳ φερομένων λόγων. Ὁ μὲν ρμαʹ φαίνε‐
15ται εἰρημένος ἐν πολλῇ συνοχῇ καὶ ἀγῶνι τυγχάνοντι τῷ Δαυΐδ· φησὶ γοῦν ἐν αὐτῷ· Φωνῇ μου πρὸς Κύ‐ ριον ἐκέκραξα· φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεή‐ θην. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου· τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ
20ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἐγί‐ νωσκες τὰς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Διὰ τούτων γὰρ τὴν συνοχὴν ἐν ᾗ ἐξητάζετο παρίστησι· καὶ ἔτι μᾶλ‐ λον δι’ ὧν ἐπάγει λέγων ἑξῆς· Ἀπώλετο φυγὴ ἀπ’
25ἐμοῦ· πρὸ τῶν θυρῶν γὰρ τοῦ σπηλαίου καθεζομένου τοῦ Σαοὺλ, ἔνδον κρυπτόμενος, ἀπεγνώκει τὴν ἑαυ‐ τοῦ φυγήν. Πλὴν τὴν φυγὴν ἀπογνοὺς, ἐπὶ τὸν σωτή‐ ριον λιμένα καταφεύγει· διὸ ἐπιλέγει· Ἐκέκραξα πρὸς σὲ, Κύριε, εἶπα· Σὺ εἶ ἐλπίς μου· καὶ
30προστίθησι λέγων· Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου. Ὁρᾷς ὅπως τὸν εἴσω τοῦ σπηλαίου ἀποκλεισμὸν σημαίνει; Εἰκότως οὖν καὶ προσευχὴν ἐπιγράφει τοὺς λόγους, δηλῶν διὰ τῆς προγραφῆς τὸν καιρόν. Λέγει γοῦν· Συνέσεως τῷ Δαυῒδ, ἐν
35τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ, προσευχή. Ἀλλὰ ταῦτα μὲν προσηύξατο ἐν μεγάλῳ περιστὰς ἀγῶνι κατὰ τὸν δηλωθέντα χρόνον· ἡ δὲ μετὰ χεῖρας στη‐ λογραφία λέλεκτο αὐτῷ, ὡς οἶμαι, ὄντι ἐν τῷ σπη‐ λαίῳ τῷ Ὀδολλὰμ, πάντας τε ὑποδεχομένῳ τούς τε
40ἀδελφοὺς αὐτοῦ καὶ τοὺς συγγενεῖς καὶ τοὺς λοιποὺς φυγάδας, τάχα που δι’ αὐτὸν ἐπιβουλευομένους ὑπὸ τοῦ Σαούλ· ἀλλὰ καὶ πᾶς κατώδυνος ψυχὴ καὶ πᾶς ἀδικούμενος κοινωνὸς ἐγίγνετο τῆς τοῦ Δαυῒδ φυγῆς. Δίκαιον γὰρ ἄνδρα καὶ παρὰ τῷ Θεῷ τετιμημένον,
45ἐλαυνόμενον ὑπὸ τοῦ Σαοὺλ ἀδίκως ὁρῶντες, τὰ ἑαυ‐ τῶν παρεμυθοῦντο κακά. Εἶτα καὶ αὐτοὶ τοὺς ἀδι‐ κοῦντας αὐτοὺς φεύγοντές τε, τὸν Δαυῒδ ἐζήλουν, ἠσπάζοντό τε τὴν σὺν αὐτῷ μερίδα, μᾶλλον ἀγαπῶν‐ τες ἐλαύνεσθαι σὺν αὐτῷ, ἢ τῷ ἐλαύνοντι συνεῖναι.

23

.

504

(50)

Ἐπὶ σχολῆς τοίνυν διάγων ἐν τῷ σπηλαίῳ τῷ Ὀδολ‐ λὰμ τὴν παροῦσαν ἔγραφε στηλογραφίαν. Παρίστησι δὲ τοῦτο τὰ ἐπιλεγόμενα, τά τε ἄλλα καὶ δι’ ὧν φη‐ σιν· Ἐξαπέστειλεν ἐξ οὐρανοῦ, καὶ ἔσωσέ με· καὶ πάλιν· Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ
55καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυ‐ χήν μου ἐκ μέσου σκύμνων. Ὁρᾷς, ὡς τοὺς ἐν
Γὲθ ἀλλοφύλους διαφυγὼν, ἅτε δὴ ἐν ἀσφαλείᾳ504 in vol. 23

23

.

505

τυγχάνων, καὶ ἐν ἀνέσει ὢν, τοιαύτας ἠφίει φωνὰς, καὶ ἔτι μᾶλλον τὰς ἑξῆς ἐπιφερομένας δι’ ὧν εἴρηται· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ᾄσομαι καὶ ψαλῶ. Ἐξεγέρθητι ἡ δόξα μου, ἐξεγέρθητι ψαλτήριον
5καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Ἐξομολογή‐ σομαι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. Ταῦτα γὰρ πολλῆς σχολῆς ἐμφατικὰ τυγχάνει, ἀλλὰ καὶ θυμηδίας. Λέγει γοῦν ὁ ἱερὸς ἀπόστολος· Κακο‐ παθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλάτω. Ἀλλ’ οὐδὲ οἷός τε ἦν ταῦτα λέγειν ἐν τῷ σπηλαίῳ τῷ Ἐνγαδδὶ συνεχόμενος ὑπὸ τοῦ Σαοὺλ πρὸ τῆς εἰσόδου καθεζομένου. Ποία γὰρ ἦν εὐκαιρία
10τότε, ὡς ψαλτήριον ἀναλαμβάνειν καὶ κιθάραν, κρυπταζόμενον ἐνδοτάτω τοῦ σπηλαίου; ὡς αὖ πάλιν οὐκ εἶχε λόγον, ἐν σχολῇ καὶ ἀνέσει διάγοντα αὐτὸν ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ μετὰ τετρακοσίων ἀν‐ δρῶν τῶν συνόντων αὐτῷ, λέγειν· Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ, καὶ, Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυ‐ χήν μου. Ταῦτα μὲν οὖν εἰρήσθω εἰς τὴν διαφορὰν τῶν
15προκειμένων. Ἴωμεν δὲ ἐπὶ τὴν τοῦ μετὰ χεῖρας ἐξήγησιν. Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυῒδ εἰς στηλογραφίαν, καὶ τὰ ἑξῆς. Ἤλαυνε μὲν ὁ Σαοὺλ τὸν Δαυΐδ· ὁ δ’ ἔργοις ἐπιτελῶν τὸ, Ἐὰν διώ‐ κωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς
20τὴν ἑτέραν, ἀπεδίδρασκεν, ὡς ἂν μὴ παρὼν ἐρεθί‐ ζοι τὸν ἐχθρὸν, αἴτιός τε αὐτῷ γίγνοιτο μιαιφονίας. Τὸ γὰρ, Μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, πάντων μᾶλλον Δαυῒδ ἠπίστατο· διὸ ὑπεχώρει καὶ παρεχώρει, καίπερ ἀγαπώμενος ὑπὸ παντὸς τοῦ ἔθνους, πλείστους
25τε ἔχων τοὺς συμπάσχοντας καὶ συναλγοῦντας, δυνα‐ μένους τε αὐτὸν οἴκοι παρ’ ἑαυτοῖς ὑποδέχεσθαι καὶ κρύπτειν. Ἀλλὰ ἵνα μὴ καὶ ἑτέροις αἴτιος γίγνοιτο κινδύνων, ἔφυγεν ἐπὶ τὰς ἐρήμους χώρας, καὶ τὰς ἐν τοῖς σπηλαίοις ἠσπάζετο διατριβάς. Καί μοι δοκεῖ
30καὶ αὐτοῦ τὴν μνήμην αἰνίττεσθαι λέγων ὁ ἱερὸς Ἀπόστολος· Ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Ὥσπερ δὲ ὁ προτεταγμένος τοῦ παρόντος, ψαλμὸς οὐκ ἦν, ἀλλὰ στηλογραφία, ὅπερ ἡρμήνευσεν ὁ Ἀκύλας, ταπεινοῦ
35τελείου· ὁ δὲ Σύμμαχος, τοῦ ταπεινόφρονος καὶ ἀμώμου· οὕτως καὶ ὁ παρὼν λόγος, τὴν εἰς ἄκρον πραότητος καὶ ἀνεξικακίας τοῦ Δαυῒδ ἀρετὴν, ταπει‐ νοῦ τελείου, ταπεινόφρονος καὶ ἀμώμου· εἶθ’ ὥσπερ αἰωνίου μνήμης τὴν ταπεινοφροσύνην ἀξίαν ἀνατί‐
40θησι στηλογραφία. Ἐπὶ ταύτῃ δὲ τῇ ἀρετῇ καὶ Μωϋ‐ σῆς ἐμαρτυρεῖτο, καὶ ὁ Σωτὴρ δὲ καὶ Κύριος ἡμῶν ἐπὶ ταύτην παρεκάλει λέγων· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ἐπεὶ δὲ ἐδεῖτο παραμονῆς καὶ τῆς ἐπὶ μήκιστον φυλακῆς ἡ
45τοιαύτη ἀρετὴ ( γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται·) διὰ τοῦτο ἐπιγέγραπται, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς. Πολλοὶ γὰρ, καλῶς ἀρξάμενοι, οὐ διήρκεσαν εἰς τέλος. Ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, τοῦ Δαυῒδ τὴν φυγὴν καὶ τὴν ἐν ἐρημίαις διατριβὴν, τήν

23

.

505

(50)

τε ἐν σπηλαίοις καρτερικωτάτην οἴκησιν ἀποδεχόμε‐ νον, φησὶν αὐτῷ, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, μένε δὲ δι’ ὅλου τοιοῦτος, ὡς ἂν τύχοις στηλογραφίας καὶ μνήμης αἰωνίου. Ὁ δὲ ἐπὶ τούτοις, οὐ κατὰ Κυ‐ νικοὺς τῶν τὴν σοφίαν τοῦ αἰῶνος τούτου μετερχο‐
55μένων τυφούμενος, οὐδὲ μέγα φρονῶν καὶ βρεν‐
θυόμενος ἐπὶ τῇ τοῦ βίου καρτερίᾳ, οὐδ’ ὅτι πλείους506 in vol. 23

23

.

508

τοὺς παρ’ αὐτῷ συνηγμένους μιμητὰς καὶ μαθητὰς τοῦ οἰκείου τρόπου ἐκέκτητο χαυνούμενος· οὐδὲ ὡς ἐπὶ δορυφόροις καὶ συμμάχοις θαρσῶν· τὸν δὲ πρᾶον καὶ ταπεινὸν, τέλεόν τε καὶ ὡς ἀληθῶς ταπεινόφρονα
5καὶ ἄμωμον ἔργῳ παριστὰς, ἐβόα πρὸς τὸν Θεὸν λέ‐ γων· Ἐλέησόν με, ὁ Θεὸς, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ. Οἶδα μὲν γὰρ τὰς σὰς πτέρυγας καὶ τὴν σὴν σκέπην τελείαις ψυχαῖς ἀφωρισμένας· ἐγὼ δὲ, μικρὸς
10ὢν καὶ ταπεινὸς, οὐκ ἐπὶ ταῖς σαῖς πτέρυξιν, ἀλλ’ ἐπὶ τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως ἂν παρέλθῃ ἡ ἀνομία· ἢ, κατὰ τὸν Ἀκύλαν, ἕως ἂν παρέλθῃ ἡ ἐπιβουλή· κατὰ δὲ τὸν Σύμμαχον, ἕως ἂν παρέλθῃ ἐπηρεαστής. Ἐπειδὰν δὲ παρέλθῃ ἡ
15ἀνομία, καὶ ἡ κατ’ ἐμοῦ ἐπιβουλὴ, καὶ ὁ ὠνομασμέ‐ νος ἐπηρεαστὴς, οὐκέτι ἐν τῇ σκιᾷ, ἀλλ’ ἐν αὐταῖς ταῖς σαῖς πτέρυξιν, ὡς ἂν προκόψας καὶ ἠλευθερωμένος πάσης ἀνόμου πράξεώς τε καὶ ἁμαρτίας, ἐλπιῶ. Κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον, τὸν
20Θεὸν τὸν εὐεργετήσαντά με. Ἐξαπέστειλεν ἐξ οὐ‐ ρανοῦ καὶ ἔσωσέ με, ἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με. Διάψαλμα. Κραυγὰς καὶ βοὰς εἰώθασιν οἱ δίκαιοι τῷ Θεῷ πέμπειν, οὐ γεγωνῷ τῇ φωνῇ, δυνάμει δὲ ψυχῆς ὑπερβαλλούσῃ. Διὸ καὶ σιω‐
25πῶντες πολλάκις τῷ πνεύματι ἐβόων· αὐτὸ γὰρ τὸ Πνεῦμα στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ Θεῷ, κατὰ τὸν Ἀπόστολον. Οὕτως οὖν καὶ ὁ Δαυῒδ ἐκεκράγει πρὸς τὸν Θεόν. Εἶθ’ ὡσανεὶ πολλάκις πεῖραν εἰληφὼς τοῦ ἑαυτοῦ Σωτῆρος, εὐγνωμόνως
30ἐπάγει λέγων, τὸν Θεὸν τὸν εὐεργετήσαντά με. Εἰπὼν δὲ, Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με, ἐμφαίνει ἀπεστάλθαι τινὰ Σωτῆρα ἐκ τοῦ Θεοῦ. Τίνα δὲ τοῦτον νῦν μὲν οὐ παρέστησεν, ἐν ἑτέρῳ δὲ διδάσκει, ἔνθα φησίν· Ἀπέστειλε τὸν λόγον αὐτοῦ,
35καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Οὐκοῦν λόγος ἦν Θεοῦ, ὁ καὶ πάλαι ἀποστελλόμενος, καὶ τῶν ἀξίων τῆς αὐτοῦ σω‐ τηρίας Σωτὴρ γιγνόμενος, ὃν καὶ ὁ Δαυῒδ ἀκριβῶς εἰδὼς ἔλεγεν· Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ
40με. Τὸν μὲν οὖν σωτηρίας ἄξιον ἔσωζε διὰ τοῦ Σω‐ τῆρος ὁ Ὕψιστος· ὁ δὲ αὐτὸς, δίκαια κρίνων, τοὺς ἐπανισταμένους καὶ καταπατοῦντας τὸν δίκαιον ἐδί‐ δου εἰς ὄνειδος, ὤφελον καὶ βελτίους ἀπεργαζόμενος, διὰ τοῦ ὀνειδίζειν καὶ ἐπιστρέφειν εἰς ἑαυτόν. Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν
45ἀλήθειαν αὐτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων, καὶ τὰ ἑξῆς. Τὴν ἀνωτέρω λεί‐ πουσαν διάνοιαν διὰ τῶν προκειμένων ἀποδέδωκε. Ζητουμένου γὰρ τίνα ἐξαπέστειλεν ἐκ τοῦ οὐρανοῦ, καὶ ἔσωσε τὸν Δαυῒδ, παρέστησεν ἐνταῦθα εἰπών·

23

.

508

(50)

Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. Ἔλεος δὲ καὶ ἀλήθεια ἐξαποστελ‐ λομένη τίς ἂν εἴη ἢ ὁ τοῦ Θεοῦ λόγος, περὶ οὗ ἐλέ‐ γετο, Ἐξαπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν
55αὐτῶν; Ὁ δ’ αὐτὸς ὁμοίως καὶ φῶς ἀποστελλόμενον
εἴρηται ἐν τῷ φάσκοντι ψαλμῷ· Ἐξαπόστειλον τὸ508 in vol. 23

23

.

509

φῶς σου καὶ τὴν ἀλήθειάν σου, αὐτά με ὁδηγή‐ σει. Φῶς δὲ καὶ ἀλήθεια καὶ λόγος ἀποστελλόμενα παρὰ τοῦ ὑψίστου Θεοῦ, οὐκ ἀνούσια, οὐδὲ ἀνυπό‐ στατα· οὐ γὰρ οἷόν τε ἦν πρᾶγμα ἀνυπόστατον ἀπο‐
5στέλλεσθαι. Ὥσπερ δὲ Λόγος νοεῖται ἰάσεως καὶ σω‐ τηρίας ποιητικὸς, οὕτως ἐπὶ τοῦ παρόντος ὁ αὐτὸς ἔλεος ὠνόμασται, ὡς ἂν ὑπηρετικὸς ὢν τῆς τοῦ Πα‐ τρὸς φιλανθρωπίας· ὁμοίως δὲ καὶ ἀλήθεια, ὡς ἂν ἀληθῶς ὑφεστὼς καὶ κατ’ ἐνέργειαν οὐσιωμένος. Ὁ
10γοῦν ἡμέτερος λόγος ὢν, συλλαβαῖς καὶ ῥήμασι καὶ ὀνόμασι τὴν ὑπόστασιν ἔχων, καὶ διὰ γλώττης καὶ φωνῆς ἐξηχούμενος, οὐκ ἂν λεχθείη κυρίως καὶ ἀλη‐ θῶς λόγος. Ἔχει γοῦν ἕτερον τὸν γεννῶντα αὐτὸν, ὃν καὶ κυρίως ἄν τις εἴποι ἀληθῆ λόγον· τοῦτον δ’
15εἶναί φασι τὸν ἐνδιάθετον. Ὥσπερ οὖν ὁ ἐν ἡμῖν ἐν‐ διάθετος λόγος, ὁ καὶ κυρίως ἂν ῥηθεὶς ἀληθῶς λό‐ γος, ὑπόστατος τυγχάνει, κατ’ οὐσίαν ὑφεστὼς, ἕτε‐ ρός τε ὢν παρὰ τὸν ἀποστέλλοντα αὐτόν· διὸ ἀνω‐ τέρω μὲν ἐλέγετο, Ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ
20ἔσωσέ με. Τίνα δὲ ἐξαπέστειλε, ἐπὶ τοῦ παρόντος διδάσκει φάσκων· Ἐξαπέστειλε τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυ‐ χήν μου ἐκ μέσου σκύμνων· ὧν μέσος γενόμενος ἐκοιμήθην, φησὶ, τεταραγμένος. Μέσος γὰρ ἀπο‐
25ληφθεὶς σκύμνων τῶν ἐν Γὲθ ἀλλοφύλων, ἢ τῶν ἄλ‐ λως πολεμούντων με ἐχθρῶν, τὸ ὅσον ἐπ’ ἐμοὶ καὶ τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ, ἐκοιμήθην τεταραγμένος. Ὁ δὲ ὕψιστος Θεὸς, τὸν προλεχθέντα λόγον αὐτοῦ καὶ τὴν ἀλήθειαν καὶ τὸν ἔλεον ἐξαποστείλας, ἐῤῥύ‐
30σατο τὴν ψυχήν μου, ὡς μηδὲν αὐτὴν παθεῖν ἐκ τῆς ταραχῆς τῶν σκύμνων. Κατὰ δὲ τοὺς λοιποὺς ἑρμη‐ νευτάς· Οὐ τεταραγμένος, φησὶν, ἐκάθευδον μέσος ἀποληφθεὶς λεόντων, ἀλλ’ ἀπτόητος ἤμην καὶ εὐ‐ θαρσής. Λέγει γοῦν ὁ Ἀκύλας· Ἐν μέσῳ λεαινῶν
35κοιμηθήσομαι λάβρων· ὁ δὲ Σύμμαχος· Ἐν μέσῳ λεόντων εὐθαρσῶν ἐκοιμήθην. Τίνες δὲ ἦσαν οἱ λέοντες, ἢ οἱ σκύμνοι καὶ αἱ λέαιναι, διασαφεῖ ἑξῆς λέγων· Υἱοὶ ἀνθρώπων οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.
40Παντὸς γὰρ θηρὸς ἀγρίου ἰοβόλου τε ἑρπετοῦ, χείρων ἂν γένοιτο φαῦλος καὶ πονηρὸς ἄνθρωπος, μάλιστα ὁ διαβολαῖς καὶ καταλαλιαῖς σχολάζων, καὶ ταῖς τῶν θεοφιλῶν ψυχαῖς ἐπιβουλεύων, οὐχ ὅπλοις δὲ καὶ δό‐ ρασι, κεκρυμμένοις δὲ καὶ λανθάνουσι τοῖς διὰ λόγων
45ἀναιρετικοῖς ὀργάνοις. Κέχρηνται γοῦν οἱ τοιοῦτοι τῇ μὲν τῶν ὀδόντων περιβολῇ ὥσπερ τινὶ ὅπλῳ περι‐ φράττοντι, καὶ περικλείοντι τοὺς εἴσω τῶν ὀδόντων κρυπτομένους λόγους· τῇ δὲ γλώττῃ καὶ ταῖς ἐκ ταύ‐ της διαπεμπομέναις διαβολαῖς, ὥσπερ τισὶ βέλεσιν

23

.

509

(50)

ἀκοντιζομένοις. Ἡ δ’ αὐτὴ τῶν τοιούτων γλῶττα μαχαίρας ὀξυτάτης οὐδὲν ἂν διαφέροι κεντούσης, καὶ τὰ πρὸς θάνατον ἐνεργούσης. Ἀλλ’ οἱ μὲν ἀνθρώπι‐ νοι λέοντες καὶ ὠνομασμένοι σκύμνοι τοιοῦτοι. Ἐγὼ δὲ αὐτῶν διέφερον τὴν ἐπιβουλὴν, διὰ τὸν ἐκ τοῦ
55Θεοῦ ἀπεσταλμένον μοι Σωτῆρα, τὸν ῥυσάμενον τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. Εἴτε δὲ ταῦτα περὶ τοῦ Σαοὺλ ἐλέγετο, εἴτε περὶ τῶν διαβαλλόντων τὸν Δαυῒδ παρὰ τὸν Σαοὺλ, εἴτε περὶ τῶν ἐν Γὲθ ἀλλοφύ‐
λων, εἴτε περὶ ἀοράτων ἐχθρῶν, καὶ αὐτὸς ἐπιστήσεις.510 in vol. 23

23

.

512

Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, καὶ τὰ ἑξῆς. Τῷ ἐξαποσταλέντι ὑπὸ τοῦ Ὑψίστου βοηθῷ ἑαυτοῦ καὶ Σωτῆρι, ὡς ἂν ἑαυτὸν ταπεινώσαντα διὰ τῆς μέχρις
5ἀνθρώπων καθόδου, ῥυσαμένῳ τε τὴν ψυχὴν αὐτοῦ ἐκ μέσου σκύμνων, ἐπιφωνεῖ λέγων ὁ Προφήτης· Ἐπειδὴ, τοῦ οἰκείου μεγέθους ὑποκαταβὰς, καὶ σεαυ‐ τὸν σμικρύνας, τῆς ἐμῆς ταπεινότητος ἐφρόντισας, ἐῤῥύσω τε τὴν ψυχήν μου ἐκ μέσου τῶν προλεχθέν‐
10των, ὑψώθητι λοιπὸν, καὶ ἀπολάμβανε τὸν σαυτοῦ θρόνον καὶ τὴν πρέπουσάν σοι ἐν οὐρανῷ βασιλείαν. Οὐδὲ οὕτως γὰρ ἀποστερηθήσεται ἡ γῆ τῆς σῆς δό‐ ξης, κἂν ἐν οὐρανῷ διατρίβῃς. Ὥσπερ γὰρ ἥλιος, τὸν οἰκεῖον ἀποτελῶν δρόμον, οὐκ ἀποστερεῖ τοὺς ἐπὶ
15γῆς τῆς ἑαυτοῦ λαμπηδόνος· τὸν αὐτὸν τρόπον καὶ σὺ, ὦ Κύριε, εἰ καὶ τὰ μάλιστα δι’ ὑπερβολὴν φιλαν‐ θρωπίας τοῦ καταπέμψαντός σε Πατρὸς μέχρι τῆς ἐμῆς σμικρότητος ἐξητάσθης, ἀλλ’ ὑψώθητι λοιπὸν ἐπὶ τοὺς οὐρανοὺς, καὶ τοῖς κόλποις τῆς Πατρικῆς
20θεότητος ἐνοικῶν, πλήρου τῆς σαυτοῦ δόξης πᾶσαν τὴν γῆν. Λέγω δὲ ταῦτα εἰκότως, ἐν ἀμεριμνίᾳ παν‐ τὸς κακοῦ γεγονὼς, καὶ τῶν προλεχθέντων σκύμνων καὶ λεόντων διὰ τῆς σῆς ἐπισκοπῆς ῥυσθείς· οἵτινες παγίδας ἡτοίμασαν τοῖς ποσί μου, καὶ, τὸ ὅσον
25ἐπ’ αὐτοῖς, κατέκαμψαν τὴν ψυχήν μου· ἀλλὰ καὶ ὤρυξαν πρὸ προσώπου μου βόθρον. Ταῦτα δὲ καθ’ ἑαυτῶν, ἀλλ’ οὐ κατ’ ἐμοῦ διὰ τὴν σὴν σκέπην εἰργά‐ σαντο. Ἔφθασαν γὰρ αὐτοὶ μᾶλλον εἰς τὸν ἑαυτῶν καταπεσόντες βόθρον. Διόπερ ἐπειδὴ ταῦτα εἰργάσω
30σὺ ὁ ἀπεσταλμένος ὑπὸ τοῦ Πατρὸς, ὑψώθητι λοιπὸν, καὶ ἀπολάμβανε τὰς οὐρανίους, ὡς οἰκείας καὶ συν‐ ήθεις τῇ σῇ θεότητι διατριβάς. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρ‐ δία μου, ᾄσομαι καὶ ψαλῶ, καὶ τὰ ἑξῆς. Ὁ Σωτὴρ
35ἐν ταῖς πρὸς τοὺς μαθητὰς διδασκαλίαις ταῦτ’ εἰρη‐ κὼς περὶ τοῦ ἁγίου Πνεύματος· Ἐὰν ἀγαπᾶτε ἐμὲ, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε· καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα ᾖ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς
40ἀληθείας· καὶ πάλιν· Ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων· ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ Πατήρ μου ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει· καὶ αὖθις· Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύ‐
45νασθε βαστάζειν ἄρτι. Ὅταν δὲ ἔλθῃ ἐκεῖνος τὸ Πνεῦμα τῆς ἀληθείας, διηγήσεται ὑμῖν τὴν ἀλή‐ θειαν, ὅτι ἐκ τοῦ ἐμοῦ λήψει, καὶ ἀναγγελεῖ ὑμῖν. Δι’ ὧν παρίστησι μείζονα μὲν εἶναι τὰ παρ’ αὐτοῦ καὶ μὴ χωρούμενα ὑπὸ τῶν ἀποστόλων· Οὐ

23

.

512

(50)

γὰρ δύνασθε, φησὶ, βαστάζειν· τὸ δὲ Πνεῦμα τῆς ἀληθείας τὸ ἐξ αὐτοῦ χορηγούμενον καὶ τοῖς ἀποστό‐ λοις ὑπ’ αὐτοῦ πεμπόμενον ἀναγγέλλειν αὐτοῖς πᾶσαν τὴν ἀλήθειαν. Εἰ δὴ οὖν ταῦτα νενόηται, εἰκότως καὶ ὁ Δαυῒδ τῷ ἀπεσταλμένῳ Θεῷ εἰς τὴν αὐτοῦ βοήθειαν
55προφήσας, Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, ἱκετεύει
ἑξῆς τὸν αὐτὸν καταπέμψαι αὐτῷ τὸ Πνεῦμα τὸν512 in vol. 23

23

.

513

Παράκλητον, τὸ προφητικὸν, ἕτοιμον εἶναι ἑαυτὸν φάσκων εἰς ὑποδοχὴν αὐτοῦ· κεκαθάρθαι γὰρ τὸν ἐν αὐτῷ ναὸν καὶ τὸ δοχεῖον τῆς αὐτοῦ ψυχῆς· δηλαδὴ τὴν αὐτὴν διάνοιαν, ἣν τροπικῶς καρδίαν εἴωθεν ὀνο‐
5μάζειν ὁ λόγος· ὃ δὴ παρίστησι λέγων· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου. Ἡ μὲν οὖν ἐμὴ καρδία καὶ τὸ διανοητικὸν ἕτοιμον τυγχάνει, φησί. Σὺ δὲ λοιπὸν κατάπεμπέ σου τὸ Πνεῦμα. Ἐπιστάντος γὰρ αὐτοῦ καὶ ἐποχουμένου
10τῇ ἐμῇ ψυχῇ, συνήθως ᾄσομαι καὶ ψαλῶ, τὴν ἐμαυ‐ τοῦ διακονίαν καὶ ὑπηρεσίαν παρέχων τῇ δυνάμει τοῦ προφητικοῦ Πνεύματος. Καὶ ταῦτ’ εἰπὼν, παραχρῆμά τε εἰσακουσθεὶς κατὰ τὸ, Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι, συνήσθετο τῆς τοῦ ἁγίου Πνεύ‐
15ματος παρουσίας. Εἶθ’ ὥσπερ ἐπὶ θύραις ἑστῶτος, ἐπιστρέφεται ὁ Προφήτης, καὶ διεγείρει αὐτὸς ἑαυτὸν ἐπὶ τὴν διακονίαν τῆς προφητείας· διὸ ἐπιφέρει· Ἐξεγέρθητι, ἡ δόξα μου. Δόξα μου ἐστὶ τὸ προφη‐ τεύειν. Εἶτ’ ἐπιλέγει· Ἐξεγέρθητι, ψαλτήριον καὶ
20κιθάρα· τὴν μὲν ψυχὴν διὰ τοῦ ψαλτηρίου, τὴν δὲ κιθάραν διὰ τοῦ σώματος αἰνιττόμενος· ἢ καὶ αὐτὰ τὰ συνήθη ὄργανα ταῖς χερσὶν ἀναλαμβάνων, ἐπὶ τῷ ἀνακρούσασθαι τὰ ὑπὸ τοῦ Πνεύματος ὑποβαλλόμενα. Καὶ τούτοις προστίθησι λέγων· Ἐξεγερθήσομαι ὄρ‐
25θρου. Ἄρτι γὰρ φωτισθεὶς διὰ τῆς τοῦ Πνεύματος παρουσίας, ἐν ἡμέρᾳ τε θείου φωτὸς γενόμενος, ἕτοιμός εἰμι προφητεύειν. Καὶ ταῦτ’ εἰπὼν, ἀνατίθη‐ σιν ὅλον ἑαυτὸν τῷ Πνεύματι· τὸ δὲ ὡς δι’ ὀργάνου διὰ τοῦ προφήτου ἀγαθῶν ἀπαγγέλλει, ἀνὰ πᾶσιν
30εὐαγγελίζεται τοῖς ἔθνεσι φάσκον· Ἐξομολογήσο‐ μαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν. Ἐπειδὴ γὰρ ἐπὶ τοῦ παρόντος τὸ Ἰουδαίων ἔθνος καὶ ὁ τούτων λαὸς τοὺς σοὺς ἐλαύνει προφήτας, ὡς μηδενὸς τόπου παραχωρεῖν αὐτοῖς· ἔσται δὲ καιρὸς
35καθ’ ὃν πάντα τὰ ἐπὶ γῆς ἔθνη καὶ πάντες οἱ ἐν ἀν‐ θρώποις λαοὶ τοῦ σοῦ ἐλέου μεθέξουσιν, ὡς ἐμὲ τὸ προφητικὸν Πνεῦμα πάντας ἀθρόως λαοὺς πληρῶσαι καιρῷ τῷ θεσπιζομένῳ, γενόμενον ἐν αὐτοῖς, καὶ ἐξομολογήσασθαί σοι καὶ εὐχαριστῆσαι, ὅτε καὶ ψαλῶ
40σοι, οὐκ ἐν τῷ Ἰουδαίων λαῷ, ἀλλ’ ἐν πᾶσι τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἔθνεσι· τούτου χάριν φημί· Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. Τὸ δὲ τούτου αἴτιον, λέγω δὲ τὸ ἐν πᾶσι τοῖς καθ’ ὅλης τῆς οἰκουμένης λαοῖς καὶ παρὰ πᾶσι
45τοῖς ἔθνεσιν ἐμπολιτεύεσθαι τὸ προφητικὸν πνεῦμα. Καὶ τοὺς πάλαι ἀναφωνηθέντας προφητικοὺς λόγους εἰς ἔργα χωρήσειν ἑξῆς διασαφεῖ φάσκον· Ὅτι ἐμε‐ γαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Τὸ γὰρ παρά‐

23

.

513

(50)

δοξον τοῦτ’ ἦν, ὅτι τὰ μὲν οὐράνια ἐλέους φημὶ ἀξιοῦσθαι, τὰ δὲ ἐπίγεια τῆς ἀληθείας. Εἰ γὰρ καὶ τὰ μάλιστα δοκεῖ τὰ ἐν οὐρανοῖς κεκαθαρμένα τυγχάνειν, καὶ πάντα τέλεια καὶ εἰς ἄκρον ἀρετῆς ἐληλακότα· ὅμως δ’ οὖν καὶ αὐτὰ διὰ τὸν σὸν ἔλεον
55τοιαῦτα ὄντα καθέστηκεν. Οὐ γὰρ ἐξ αὐτῶν, οὐδὲ παρ’ ἑαυτῶν τῆς τοιαύτης μετέχει μακαριότητος,
ἀλλὰ παρὰ σοῦ τοῦ πάντων ἀγαθῶν χορηγοῦ. Ἢ514 in vol. 23

23

.

516

ἄλλως, Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου, τὸ χυθὲν εἰς πάντας ἀνθρώπους, Ὃ δὴ καὶ ἀνωτέρω ἀπεστάλθαι ἐλέγετο ἐν τῷ, Ἐξαπέστει‐ λεν ὁ Θεὸς τὸ ἔλεος αὑτοῦ καὶ τὴν ἀλήθειαν αὑ‐
5τοῦ. Τοιαῦτα γὰρ ἐν ἀνθρώποις κατώρθωσε τὸ ἀπο‐ σταλὲν ἔλεος, ὡς ἐν πᾶσι τοῖς λαοῖς ἐμὲ τὸ Πνεῦμα τὸ ἅγιον ἐξομολογήσασθαί σοι, καὶ ἐν πᾶσι τοῖς ἔθνεσι ψάλαι σοι· ὅθεν ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν· ἐπεὶ μέχρι τῶν οὐρανῶν τοὺς ἐν ἀνθρώποις προκόψαντας
10εἵλκυσεν, ὡς καὶ ἐπαγγελίαν αὐτοῖς δεδόσθαι βασι‐ λείας οὐρανῶν. Ἀλλὰ καὶ ἕως τῶν νεφελῶν, φησὶν, ἡ ἀλήθειά σου. Νεφέλαι δὲ ὑπηρετικαὶ τυγχάνουσιν ὑετῷ, τῷ τῆς θείας Προνοίας βουλήματι διακονούμεναι. Οὕτω δὲ παρίστησιν ὁ λόγος προνοεῖν ἀνθρώπων τὸν Θεὸν, ἐκ
15τοῦ μέχρι τῶν νεφελῶν ἐκτείνεσθαι αὐτοῦ τὴν διοίκησιν, καὶ τὴν ἀλήθειαν τῆς ἐπισκοπῆς αὐτοῦ μέχρι τῆς τῶν νεφελῶν ὑπηρεσίας φθάνειν. Καὶ ἄλλως δὲ τὰς ἐν ἀνθρώποις τελείας ψυχὰς, τὰς προφητικὰς ὥσπερ ὑετοὺς τὰς ἐκ Θεοῦ διδασκαλίας χορηγούσας ταῖς
20τούτων δεομένων ψυχαῖς, νεφέλας εἴωθεν ὀνομάζειν ἡ Γραφή. Ὅτε γοῦν ἠπείλει τῷ Ἰουδαίων ἔθνει ἐρη‐ μίαν ὁ προφήτης Ἠσαΐας, τὸν Θεὸν εἰσῆγε λέγοντα· Καθελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρ‐ παγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται
25εἰς καταπάτημα. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδὲ μὴ σκαφῇ· καὶ ἀναβήσε‐ ται εἰς αὐτὸν ὡσεὶ χέρσον ἄκανθα. Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ’ αὐτὸν ὑετόν. Ἄντικρυς διὰ τούτων τῶν θείων προφητῶν,
30νεφελῶν ὠνομασμένων, οἱ πνεύματος οὐρανίου πλη‐ ρούμενοι λογικοὺς ὑετοὺς ταῖς τῶν ἀνθρώπων ἐχορή‐ γουν ψυχαῖς. Ἐπειδὴ τοίνυν ἡ ἀλήθεια τοῦ Θεοῦ καὶ τὸ ἔλεος αὐτοῦ, περὶ ὧν μικρὸν πρόσθεν ἔλεγεν, Ἐξ‐ απέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὑτοῦ καὶ τὴν ἀλή‐
35θειαν αὑτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων· πάλαι μὲν τὴν ψυχὴν ἐῤῥύσατο τοῦ Δαυῒδ, ἤμελλε δὲ καὶ μετὰ ταῦτα καὶ πάντα ἐπι‐ σκοπεῖν τὰ ἔθνη· εἰκότως τὸ Πνεῦμα τὸ ἅγιον, ταῦτα εὐαγγελιζόμενον, καὶ ὅτι ἐν λαοῖς ἐξομολογήσεται,
40καὶ ἐν πᾶσι τοῖς ἔθνεσι ψαλεῖ τῷ Θεῷ, τὴν αἰτίαν προστίθησι λέγον· Ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐ‐ ρανῶν τὸ ἔλεός σου, καὶ τὰ ἑξῆς. Εἶτα τούτοις ἅπασι τὸ ἐπισφράγισμα ἐπάγει λέγον· Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν
45γῆν ἡ δόξα σου, δεύτερον ἐπαναλαβὼν τὴν αὐτὴν θεολογίαν. Σοὶ γὰρ, φησὶ, πρέπει ὑψοῦσθαι, εἰ καὶ τὰ μάλιστα δι’ ἀνθρώπους συγκαταβαίνεις τῇ ἡμετέρᾳ ταπεινώσει, λαοὺς καὶ ἔθνη προσκαλούμενος τῇ σαυ‐ τοῦ χάριτι. Ἀλλ’ ὑψώθητι, καὶ ἀπολάμβανε τὸν σαυ‐

23

.

516

(50)

τοῦ θρόνον. Καὶ οὕτως γὰρ ἐν οὐρανοῖς τὰς διατρι‐ βὰς ποιούμενος, καὶ ἐν τῇ σαυτοῦ τυγχάνων θεότητί τε καὶ βασιλείᾳ, πᾶσαν τὴν γῆν πληροῦν δυνήσῃ τῆς σαυτοῦ δόξης. Ὃ δὴ καὶ Μωσῆς ἀναγράφει τὸν Θεὸν εἰσάγων περὶ μὲν Ἰουδαίων λέγοντα δι’ ἣν εἰργάσαντο μοσχοποιίαν· Ἔασόν με, καὶ θυμωθεὶς
55ὀργῇ ἐκτρίψω αὐτούς· περὶ δὲ τῆς τῶν ἐθνῶν κλήσεως ἐπάγοντα τὸ, Ζῶ ἐγὼ, καὶ ζῇ τὸ ὄνομά μου, ὅτι πληρωθήσεται τῆς δόξης μου πᾶσα ἡ γῆ. Καὶ παρὰ τῷ Ἠσαΐᾳ δὲ τὰ σεραφὶμ, κυκλοῦντα τὸν Κύ‐
ριον Σαβαὼθ, ἐβόα· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Θεὸς Σαβαὼθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.516 in vol. 23

23

.

517

Οἷς συμφώνως καὶ ἐν οαʹ ψαλμῷ τὰ περὶ τοῦ Χριστοῦ σαφῶς διαγορεύοντι λέλεκται· Εὐλογητὸς Κύ‐ ριος ὁ Θεὸς Ἰσραὴλ, καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ, καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Ταῦτ’ οὖν καὶ ἡ παροῦσα προφητεία ἐπισφραγίζεται λέγουσα· Ὑψώθητι ἐπὶ τοὺς οὐρα‐ γοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.
5ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ΔΙΑΦΘΕΙΡΗΣ ΤΩ ΔΑΥΙΔ, ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ. ΝΖʹ. Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρί‐ νετε, υἱοὶ τῶν ἀνθρώπων. Εἰς τὸ τέλος μὴ διαφθεί‐ ρειν, φυλάττειν δὲ ἕκαστον τὰ ἑαυτοῦ τέλη, καὶ ὁ
10παρὼν παραινεῖ λόγος. Ἄμφω δὲ, ὅ τε μετὰ χεῖρας καὶ ὁ πρὸ αὐτοῦ τὴν ἴσην ἔχουσι προγραφὴν, ὁμοίως τὸ, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς τῷ Δαυῒδ, καὶ τὸ, εἰς στηλογραφίαν, περιέχοντες. Ὅ γε μὴν χρόνος, εἰ καὶ μὴ ἐν τῷ παρόντι, ἀλλ’ ἐν τῷ πρὸ τούτου δεδή‐
15λωται κατὰ τὴν προσθήκην ᾗ φησιν, Ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπή‐ λαιον. Κατὰ τὸν αὐτὸν οὖν εἰρῆσθαι χρόνον καὶ ὁ προκείμενος, οὐ μόνον ἐκ τῶν εἰρημένων δοκεῖ μοι, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς ἐπιφερομένων. Ἐπειδὴ γὰρ ἡ
20πρὸ τούτου στηλογραφία περὶ τῶν υἱῶν τῶν ἀνθρώ‐ πων ἔλεγεν, Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη· εἰκότως καὶ ἡ μετὰ χεῖρας τοῖς αὐτοῖς υἱοῖς τῶν ἀνθρώπων εὐθὺς ἐν ἀρχῇ προσφωνεῖ λέγουσα· Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνετε,
25οἱ υἱοὶ τῶν ἀνθρώπων. Καὶ ἐπειδήπερ ἐν τῷ πρὸ τούτου ἐλέγετο· Ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων, ἢ, ἐκ μέσου λεόντων, κατὰ τοὺς λοιποὺς, εἰκότως ἐν τῷ μετὰ χεῖρας ἐπιφέρεται, Τὰς μύλας τῶν λεόντων συνέθλασε Κύριος. Ἔδει γὰρ ἡμᾶς
30μαθεῖν ὅπως ἐῤῥύσατο τὴν ψυχὴν τοῦ Δαυῒδ ἐκ μέσου σκύμνων. Καὶ πάλιν περὶ τῶν ὀδόντων τῶν ἐνδιαβαλ‐ λόντων αὐτὸν ἐν μὲν τῷ πρὸ τούτου, Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, ἐλέγετο, ἐν δὲ τῷ μετὰ χεῖρας· Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας
35αὐτῶν ἐν τῷ στόματι αὐτῶν. Ἀφ’ ὧν δείκνυται ἡ ἐν ἀμφοτέραις ταῖς στηλογραφίαις συμφωνία. Καὶ ἄλλως δ’ οὖν τις εἴποι, ἐπειδὴ ἡ πρὸ τούτου περι‐ έχει τὴν κλῆσιν τῶν ἐθνῶν, εἰκότως τῇ τοιαύτῃ προ‐ φητείᾳ ἡ παροῦσα στηλογραφία συνῆπται, διαγο‐
40ρεύουσα τοῖς υἱοῖς τῶν ἀνθρώπων τὸν περὶ τῆς δι‐ καιοκρισίας τοῦ Θεοῦ λόγον, διαστελλομένη τε πᾶσι τοῖς λαοῖς σὺν ἀληθινῇ προαιρέσει καὶ συνειδήσει κα‐ θαρᾷ τῇ τοῦ λόγου προσιέναι διδασκαλίᾳ, καὶ μὴ καθυποκρίνεσθαι τὴν θεοσέβειαν. Διὸ πρὸς πάντας
45τοὺς ἀνωτέρω λαοὺς ὠνομασμένους καὶ πρὸς πάντα τὰ ἔθνη, περὶ ὧν ἐλέγετο, Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι, τὴν προσ‐ φώνησιν ποιούμενος ὁ παρὼν λόγος διαμαρτύρεται λέγων· Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα

23

.

517

(50)

κρίνετε, υἱοὶ τῶν ἀνθρώπων. Εἰ γὰρ ἀληθῶς τις δικαιοσύνην ἐπαγγέλλοιτο, οὐδ’ ἄλλοθεν δειχθήσεται, ἢ ἀπὸ τοῦ κρίνειν εὐθέα. Κρίνει δὲ εὐθέα ὁ κρίνας παρ’ ἑαυτῷ τὴν κατὰ τὸν ὀρθὸν λόγον, καὶ μηδὲ σκο‐ λιὸν μηδὲ διάστροφον πράττειν. Εἶθ’ ὡς τῶν υἱῶν
55τῶν ἀνθρώπων ὀρθὰ μὲν λαλούντων τοῖς χείλεσι, καὶ τῷ στόματι δικαιοσύνην ἐπαγγελλομένων, ἐλεγχομέ‐
νων δὲ ἀπὸ τῶν ἔργων, ὅτι τἀναντία κατὰ διάνοιαν518 in vol. 23

23

.

520

λογίζονται, ἐπιλέγει· Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ· τούτου δὲ, φησὶν, ἔλεγχος αἱ ὑμέτεραι πράξεις· Ἀδικίαν αἱ χεῖρες ὑμῶν συμ‐ πλέκουσι. Κρίνατε οὖν εὐθέα, υἱοὶ τῶν ἀνθρώπων,
5καὶ λογίσασθε παρ’ ἑαυτοῖς, εἰ τοῖς ὑμετέροις λόγοις συμφωνεῖ τὰ ἔργα. Εἰ γὰρ δικαιοσύνην λαλεῖτε, πῶς αἱ χεῖρες ὑμῶν ἀδικίαν συμπλέκουσιν; Ἀφ’ οὗ δεί‐ κνυσθε ἀνομίας ἐν τῇ καρδίᾳ λογιζόμενοι, καὶ ἕτερα μὲν διανοούμενοι, ἕτερα δὲ τῷ στόματι λαλοῦντες.
10Εἰ δὴ οὖν ἀληθῶς δικαιοσύνην λαλεῖτε, κρίνατε τὰ εὐθέα, ὦ οὗτοι, καὶ ἅπερ λαλεῖτε, ταῦτα καὶ πράττετε, μηδὲ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε, μηδὲ αἱ χεῖρες ὑμῶν ἀνομίαν συμπλεκέτωσαν. Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ.
15Καὶ ταῦτα πρὸς τοὺς υἱοὺς τῶν ἀνθρώπων ἀποτεί‐ νεται τοὺς ἐπαγγελλομένους θεοσεβεῖν, καὶ τοὺς τῆς δικαιοσύνης μετέρχεσθαι νόμους, μὴ κρίνοντας δὲ ὀρθῶς. Φησὶν οὖν πρὸς αὐτούς· Ἀκούσατε, ὦ οὗτοι, οἱ λαλοῦντες μὲν δικαιοσύνην τῷ στόματι, ἐργαζό‐
20μενοι δὲ ταῖς χερσὶν ἀδικίαν, καὶ πολλὰς κατὰ τὸ αὐτὸ συμπλέκοντες ἁμαρτίας· τὸν μέγαν κριτὴν οὐ‐ δὲν λανθάνει τῶν κατὰ διάνοιαν ἑκάστῳ λογιζομένων. Κἂν γὰρ δοκῇ τις ἀνθρώπων ὀφθαλμοὺς κρύπτειν, ἀλλ’ ἴστω, ὅτι δεινὴν πλάνην πεπλάνηται ἑαυτὸν
25ἀπατῶν. Οὐ γὰρ τὸν μέγαν τῶν ὅλων κριτὴν λήσε‐ ται, οὗ πάντες πρὸ τοῦ βήματος παραστησόμεθα. Πῶς δ’ ἂν καὶ λάθοιεν τὸν Θεὸν οὗτοι, ὁπότε καὶ πρὶν εἰς φῶς προελθεῖν αὐτοὺς, πάντα εἰδότι πρὸ γενέσεως αὐτῶν ἐγνωρίζοντο; Διὸ πρὶν γεννηθῆναι αὐτοὺς,
30ὡς ἤδη ὑφεστῶτας, καὶ τοιούτους ὄντας οἷοι νῦν εἰσι προεώρα· ἤδη τε ἐξ ἐκείνου ἀπόβλητοι ἦσαν παρ’ αὐτῷ. Ἀπηλλοτριώθησαν γοῦν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας. Καὶ εἰ καὶ τὰ μάλιστα σήμερον δικαιοσύνην λαλεῖν προσποιοῦνται, τοῖς ἔργοις τὰ ἐναντία μετερ‐
35χόμενοι, ἀλλ’ οὐ καὶ παρὰ Θεῷ νῦν ἐφάνησαν τοιοῦ‐ τοι· πρὶν δὲ ἀπὸ γαστρὸς προελθεῖν αὐτοὺς, μᾶλλον δὲ καὶ πρὸ τοῦ συλληφθῆναι ἐν τῷ τῆς μήτρας δο‐ χείῳ, ἐν πεπλανημένοις ἐλογίσθησαν παρ’ αὐτῷ, καὶ μέλλοντες ἔσεσθαι τοιοῦτοι οὐκ ἠγνοοῦντο. Ἤδη δὲ ἐξ
40ἐκείνου ὡς ἂν μέλλοντες τὰ ψευδῆ λαλεῖν ἐγινώ‐ σκοντο, καὶ ὡς θυμὸς αὐτοῖς ἐστι κατὰ τὴν ὁμοίω‐ σιν τοῦ ὄφεως. Θυμὸν δὲ καὶ τὴν ψυχὴν καὶ παῖδες Ἑλλήνων καλεῖν εἰώθασιν. Ἐπεὶ τοίνυν καὶ ὁ πα‐ λαιὸς ὄφις, τὴν Εὔαν ἀπατήσας, προσεποιεῖτο μὲν
45γλυκείᾳ καὶ φιλικῇ κεχρῆσθαι ὁμιλίᾳ, μνήμην τε Θεοῦ ποιεῖσθαι, καί τινα ἐπιδείκνυσθαι εὐλάβειαν, λέγων τῇ γυναικί· Τί ὅτι εἶπεν ὁ Θεός· Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ; καὶ πάλιν· ᾜδει γὰρ ὁ Θεὸς, ὅτι ᾗ δ’ ἂν ἡμέρᾳ

23

.

520

(50)

φάγητε ἀπ’ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες κα‐ λὸν καὶ πονηρόν· καὶ τοιαῦτα μὲν ὑποκρινόμενος, καὶ τὸν Θεὸν εἰδέναι προσποιούμενος, ὡμίλει τῇ γυ‐ ναικὶ, ἐν καρδίᾳ δὲ ἀνομίας εἰργάζετο, καὶ τοῖς
55ἔργοις ἀδικίαν συνέπλεκεν· εἰκότως καὶ οἵδε λέγονται θυμὸν ἔχειν καὶ ψυχὴν ὁμοίαν τῷ προλεχθέντι ὄφει· ὃ δὴ καὶ αὐτὸ προείληφεν ὁ Θεὸς τῇ προγνώσει. Τῶν
γὰρ θείων εἰσακούοντες λόγων καὶ τοῖς ἱεροῖς μαθη‐520 in vol. 23

23

.

521

τευόμενοι ῥήμασι, οὐδὲν τικτήσονται πρὸς ὠφελείας, διὰ τὸ βύειν τὰ ὦτα, καὶ μὴ καταδέχεσθαι τῶν θείων ἐπῳδῶν τὰς δυνάμεις, ἀφομοιοῦσθαι δὲ ἀσπίδι κωφῇ καὶ βυούσῃ τὰ ὦτα αὐτῆς, πρὸς τὸ μὴ ἀκοῦσαι φω‐
5νῆς ἐπᾳδόντων, φαρμακοῦται φαρμακευομένου παρὰ σοφοῦ. Τῷ μὲν οὖν ὄφει ὡμοιώθησαν διὰ τὴν ὑπόκρισιν καὶ τὴν ἐπίπλαστον περὶ Θεοῦ ὁμιλίαν, τῇ δὲ ἀσπίδι διὰ τὸ κρύπτειν ἐν αὐτοῖς τὸν θανατηφόρον ἰόν. Ἀλλ’ εἰ μὲν ἁπλῶς ἀσπίδι παρεβλήθησαν, ἐλπὶς
10ἂν ἦν ποτε ὠφεληθήσεσθαι· ἐπεὶ καὶ τὸ δεινὸν ἑρπε‐ τὸν ἐκεῖνό ἐστιν ὅτε ἐξ ἐπῳδῆς καὶ κατασκευῆς ἑτέ‐ ρων τινῶν ἀποῤῥίπτει τὸν ἰὸν, καὶ τὸν θυμὸν ἀποτί‐ θεται, καὶ ὥσπερ ἀπονεκροῦται τὴν κακίαν· εἰ δὲ ἡ τοιαύτη τῆς ἀσπίδος πικρία δυνάμει λόγων τινῶν
15ἐξασθενεῖ καὶ ἀπομαραίνεται, τὸν ἰόν τε ἀποῤῥίπτει, τί χρὴ λέγειν περὶ ἀνθρώπου ψυχῆς, τῆς κατ’ εἰκόνα Θεοῦ γεγενημένης, ἀλλ’ ὅτι καὶ αὐτὴ πολὺ μᾶλλον ἢ τὸ ἑρπυστικὸν ἐκεῖνο γένος μετέβαλεν ἂν ἐπὶ τὸ κρεῖττον, τῆς κακίας ἰὸν ἀποθεμένη, εἰ παρεῖχεν
20ἑαυτὴν τῇ ἐκ τῶν θείων μαθημάτων ὠφελείᾳ, καὶ ταῖς ἀληθῶς θεοπνεύστοις ἐπῳδαῖς; Διὸ δὴ ἀκριβῶς ὁ λόγος οὐχ ἁπλῶς ἀσπίδι τὴν τοιαύτην παρέβαλεν, ἀλλ’ ἀσπίδι κωφῇ, οὐκ ἐκ φύσεως οὔσῃ τοιαύτῃ, ἀλλ’ ἐκ προαιρέσεως ἑαυτὴν ἀποκωφούσῃ. Διὸ εἴρη‐
25ται, Ὡς ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς. Οὕτω γάρ ποτε καὶ ἄνθρωπος τῶν θείων ἀνήκοος λόγων, οὐ παρὰ τὸ κεκωφῶσθαι τὴν ψυχὴν, ἐστέρηται τῆς ἀκοῆς, παρὰ δὲ τὴν οἰκείαν βούλησιν· ἑκὼν γὰρ ἑαυτὸν ἀποκωφοῖ βιαζόμενος τὴν ἑαυτοῦ
30φύσιν. Θεὸς γὰρ κωφὴν ψυχὴν οὐκ εἰργάσατο, ὡς οὐδὲ τυφλὴν, οὐδὲ ἀνάπηρον, οὐδὲ ὅλως λελωβημένην· ἐῤῥωμένην δὲ κατὰ πάσας αὐτῆς τὰς δυνάμεις· ἐπεὶ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν τὴν αὐτοῦ τὸν ἄνθρω‐ πον ὑπεστήσατο. Ἕκαστος δὲ ἑαυτὸν ἀποκωφοῖ καὶ
35τυφλοῖ, καὶ τὴν οὐσίαν τῆς ἑαυτοῦ ψυχῆς λωβᾶται. Τοῦτο δὲ διὰ Ἠσαΐου τοῦ προφήτου ὁ ἐκ περιτομῆς ἀπελέγχεται πράττων λαός. Διὸ λέλεκται πρὸς αὐ‐ τούς· Ἐπαχύνθη ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς
40ἐκάμμυσαν, καὶ τὰ ὦτα ἐβάρυναν· μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Οὕτως οὖν ἀσπίδι κωφῇ ἑαυτὴν ἀποκωφούσῃ ὁ τῶν θείων ἀνήκοος λόγων παρωμοίωται. Διὸ λέ‐
45λεκται κατὰ τὸν Σύμμαχον· Ὡς ἀσπίδι κωφῇ, βυούσῃ ὠτίον αὐτῆς, ἵνα μὴ ἀκούσῃ φωνὴν ψι‐ θυριζόντων, ἑκάστου ἐπῳδὰς σεσοφισμένου. Ἀλλ’ ὁ μὲν νῦν ὑφεστὼς ἅνθρωπος, καὶ τοιοῦτον ἑαυτὸν κατασκευάσας, ὅτε ταῦτα πράττει, τοῖς πολλοῖς γι‐

23

.

521

(50)

νώσκεται· τῷ δὲ Θεῷ καὶ πρὸ γενέσεως, καὶ πολὺ πρότερον πρὸ τῆς κατὰ γαστρὸς συλλήψεως, τοιοῦ‐ τος ἐσόμενος ἐγνωρίζετο. Μάτην ἄρα ἑαυτὸν ἀπατᾷ ὁ λαλεῖν μὲν δικαιοσύνην ἐπαγγελλόμενος, ταῖς δὲ χερσὶν αὑτοῦ συμπλέκων ἀδικίαν· ἔπειτα κρύπτων ἐν τῇ καρδίᾳ ἑαυτοῦ τὴν ἀνομίαν, ὡς καὶ τὸν Θεὸν λησόμενος ἐν τῷ θείῳ δικαιωτηρίῳ. Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ
55στόματι αὐτῶν, καὶ τὰ ἑξῆς. Τὰ προλεχθέντα μα‐522 in vol. 23

23

.

524

θόντες περὶ τῶν ἁμαρτωλῶν οἱ υἱοὶ τῶν ἀνθρώπων, καὶ ὡς, προγνωσθέντες ὑπὸ τοῦ Θεοῦ, καὶ πρὶν εἰς ἀνθρώπους παρελθεῖν, ἐγνωρίζοντο αὐτῷ ἐσόμενοι τοιοῦτοι, ἀκούετε ὁποῖον τέλος αὐτοὺς διαλήψεται.
5Ἐπειδὴ γὰρ, φύσεως ἐλευθέρας καὶ αὐτεξουσίου γενόμενοι, διακριτικοί τε τοῦ καλοῦ καὶ τοῦ ἐναντίου, τήν τε εἰς ἑκάτερα ῥοπὴν τὴν ἐν ἑαυτοῖς κεκτημένοι, οὐκ ὀρθῶς ἐχρήσαντο τῷ κριτηρίῳ, οὐδὲ ἠγάπησαν τὴν εὐθεῖαν, καίπερ εἰδότης αὐτὴν, οὐδ’ ἔργοις μετ‐
10ῆλθον τὴν δικαιοσύνην, ἣν λόγῳ μόνῳ καὶ χείλεσιν ἐπηγγέλλοντο, τῷ παλαιῷ δὲ ὄφει ὁμοιωθέντες, ἀσπί‐ δος κωφῆς χείρους ἐγένοντο· τούτου χάριν ἐπακούσα‐ τε τίνα καὶ αὐτοὺς περιμένει, μαθόντες, ὡς ὁ τῶν ὅλων κριτὴς Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν κατ’
15οὐδὲν διαφερόντων λεόντων, καὶ ὡς μετὰ πάντα δια‐ λυθήσονται δίκην ὕδατος ἐκρέοντος. Ἀντὶ γὰρ τοῦ, Ἐξουδενωθήσονται ὡς ὕδωρ παραπορευόμενον, ὁ Σύμμαχος ἡρμήνευσε, Διαλυθήτωσαν ὡς ὕδωρ παρερχόμενον ἑαυτῷ. Ἐπειδὴ γὰρ τῷ στόματι καθ‐
20υποκρίνονται τὴν δικαιοσύνην, εἰκότως τοὺς ὀδόντας αὐτῶν ὁ Θεὸς ἐν τῷ στόματι αὐτῶν συντρίψει. Καὶ ἐπεὶ μὴ ἀπήρκεσεν αὐτοῖς ὁμοιωθῆναι τῷ ὄφει καὶ τῇ προλεχθείσῃ ἀσπίδι κωφῇ, ἤδη δὲ καὶ ἑτέρους λυ‐ μαινόμενοι, λέουσι παρεβλήθησαν καὶ σκύμνοις, ἀφ’
25ὧν τὴν ἑαυτοῦ ψυχὴν ἐῤῥῦσθαι εὔχεται ὁ Δαυῒδ λέγων ἐν τῷ πρὸ τούτου· Καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων, ἢ, ἐκ μέσου λεόντων τὰς μύ‐ λας αὐτῶν συνθλάσειν λέγεται ὁ Θεὸς, δηλαδὴ τὰς τῆς κακίας αὐτῶν δυνάμεις, αἷς ἐπ’ ὀλέθρῳ πολλῶν
30ἐχρήσαντο. Ἐπειδὰν δὲ τοὺς ὀδόντας αὐτῶν καὶ τὰς μύλας συντρίψῃ ὁ Θεὸς, τότε λοιπὸν ἐξουδενωθήσονται ὡς ἂν νεκρωθέντες, καὶ διαλυθήσονται ὡς ὕδωρ παρ‐ ερχόμενον ἑαυτῷ. Καὶ τοιοῦτον μὲν ἔσται τῶν ἀσε‐ βῶν πάντων τὸ τέλος. Ὃ δὴ ἀναγκαῖον ὑμᾶς γνῶναι,
35ὦ υἱοὶ τῶν ἀνθρώπων, ἵν’, εἰ ἀληθῶς ἄρα δικαιο‐ σύνην λαλεῖτε, εὐθέα κρίνητε, καὶ μὴ μετέρχησθε τὴν τῶν εἰρημένων ἀνδρῶν ὁδὸν, μηδὲ ἐν καρδίᾳ ἀνο‐ μίας ἐργάζησθε, μηδὲ ἀδικίαν αἱ χεῖρες ὑμῶν συμ‐ πλέκωσι, μηδὲ ἑαυτοὺς κατασκευάζητε ὁμοίους τῷ
40ὄφει, μηδὲ γένησθε ὡς ἀσπὶς κωφὴ βύουσα τὰ ὦτα αὐτῆς, μηδὲ τοῖς προλεχθεῖσιν ἀσεβέσι καὶ ἁμαρτω‐ λοῖς συναπάγοισθε· οὓς προλαβὼν ὁ Θεὸς τῇ προγνώ‐ σει, πρὶν εἰς φῶς προελθεῖν, ἔγνω μὲν τοιούτους ἐσο‐ μένους, ὅμως δ’ οὖν συνεχώρησε γεννηθῆναι καὶ εἰς
45φῶς προελθεῖν, τὴν παρ’ αὐτοῦ χάριν καὶ αὐτοῖς δω‐ ρησάμενος, εἰς τὸ φανεροὺς γενέσθαι τὴν προαίρεσιν. Ἐπεὶ καὶ τὸ τῶν δικαίων τάγμα, ἐξ οἰκείας προαι‐ ρέσεως τὴν ὀρθὴν καὶ ἀδιάστροφον μέλλον ὁδεύειν, προλαβὼν ὁ Θεὸς ἔγνω. Εἶτ’ ἀμφοτέρων τῶν ταγμά‐

23

.

524

(50)

των τὴν αὐτεξούσιον ὁρμὴν ἐλευθέραν ἀνῆκεν, ὡς ἐν σταδίῳ ποιεῖσθαι τὸν δρόμον ἐπιτρέψας αὐτοῖς. Καὶ αὐτὸς μὲν ὁμοίους τὴν φύσιν τοὺς πάντας ὑποστησά‐ μενος, προαιρέσει οἰκείᾳ χρῆσθαι πρὸς τὴν τῶν κρειττόνων αἵρεσιν τοῖς πᾶσιν ὁμοίως συγκεχώρηκεν·
55οἱ δὲ, ἅτε κύριοι ἑαυτῶν καθεστῶτες, ἄφετοί τε καὶ ἐλεύθεροι τὴν ὁρμὴν, αὐτοπροαιρέτῳ γνώμῃ διέστη‐
σαν, οἱ μὲν τὴν εὐθεῖαν ὁδεύειν, οἱ δὲ τὴν διάστροφον524 in vol. 23

23

.

525

ἑλόμενοι. τούτου χάριν ὁ δίκαιος κριτὴς, ἀγωνοθετῶν ἑκατέρῳ τάγματι, τῷ καταλλήλῳ καὶ προσήκοντι τέ‐ λει τοὺς ἀξίους παραδίδωσιν· οὐ καθάπερ ἄνθρωποι μαθὼν ἐκ τῆς τῶν πραγμάτων ἀποβάσεως τὸν ἑκά‐
5στου τρόπον, οἷα δὲ Θεὸς καὶ πρὸ γενέσεως εἰδὼς ἅπαντα. Διὸ οἱ μὲν ἀπηλλοτριώθησαν παρ’ αὐτῷ καὶ πρὶν ἢ τοῖς λοιποῖς γνωσθῆναι· οἱ δὲ ἅγιοι ἐκλογῆς ἠξιώθησαν ὁμοίως Ἱερεμίᾳ τῷ προφήτῃ, ᾧ φησιν ὁ Θεός· Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί
10σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε. Καὶ ὁ Ἀπόστολος τοῦτο ἐδήλου φάσκων· Καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐ‐ τοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ
15Ἰησοῦ Χριστοῦ· καὶ πάλιν· Ἐν ᾧ καὶ ἐκληρώθη‐ μεν προορισθέντες κατὰ πρόγνωσιν τοῦ τὰ πάντα ἐνεργοῦντος καὶ κατὰ τὴν βουλὴν τοῦ θελή‐ ματος αὐτοῦ, εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ. Ὁρᾷς ὅπως πρὸ καταβολῆς κόσμου ἐξει‐
20λέχθαι καὶ προωρίσθαι εἰς υἱοθεσίαν, κατὰ πρόθεσιν τοῦ πάντα ἐνεργοῦντός φησι; τὴν αὐτὴν δὲ παρίστησι διάνοιαν ὁ αὐτὸς λέγων· Οἴδαμεν δὲ, ὅτι τοῖς ἀγα‐ πῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν· ὅτι οὓς προέγνω
25καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτοτόκον ἐν πολλοῖς ἀδελφοῖς. Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε, καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσε, οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε. Τὰ ὅμοια δὲ καὶ
30περὶ ἑαυτοῦ διδάσκει ἐν οἷς φησίν· Ὅτε δὲ ηὐδό‐ κησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἀποκαλύψαι τὸν Υἱὸν αὑτοῦ ἐν ἐμοί. Ὥσπερ οὖν τούτους προγνοὺς μέλλοντας ἀγαπᾷν αὐτὸν προώρι‐ σεν, οὕτω καὶ τοὺς ἀσεβεῖς, ἐπειδὴ προέγνω μέλλον‐
35τας λαλεῖν δικαιοσύνην διὰ τὸ γινώσκειν αὐτὴν, οὐ μὴν καὶ τοῖς ἔργοις αὐτὴν μετελευσομένους, διὰ τὸ ταῖς χερσὶν ἀδικίαν συμπλέκειν, τούτου χάριν ἀπηλ‐ λοτρίωσεν ἀπὸ μήτρας, καὶ ἐν πλανωμένοις καὶ λα‐ λοῦσι ψευδῆ παρ’ ἑαυτῷ κατηρίθμησε πρὶν γενέσθαι·
40συνεχώρησέ τε εἰδὼς αὐτοὺς τοιούτους ἐσομένους εἰς φανερὸν ἐλθεῖν, ὡς ἂν τὸ διάφορον τῶν δικαίων καὶ θεοσεβῶν ἀνδρῶν ἐκ τῆς τῶν χειρόνων παραθέσεως διαλάμψειε. Μιᾶς γὰρ ὄντες φύσεως οἱ πάντες, οἱ μὲν ἑκόντες εἵλαντο τὰ κρείττω, οἱ δὲ τὴν ἐναντίαν ὥδευ‐
45σαν, αὐτεξουσίῳ προαιρέσει χρησάμενοι. Ὑψηλὸς δὲ ὁ μέγας τῶν ὅλων κριτὴς, προκαθεζόμενος ἑκατέρῳ τάγματι, βραβεύει τὰ πρέποντα. Διὸ τοὺς μὲν ἀγα‐ πήσαντας αὐτὸν ἐδόξασε, συμμόρφους ἀποδείξας τῆς εἰκόνος τοῦ Υἱοῦ αὑτοῦ, ὡς ἂν ἔργῳ τὴν εἰς αὐτὸν

23

.

525

(50)

ἐνδειξαμένους ἀγάπην· τοὺς δὲ ἐναντίους, ὡς ἂν ἑαυ‐ τοὺς ἀπαλλοτριώσαντας τῆς αὐτοῦ χάριτος, κατα‐ βάλλει συντρίβων αὐτῶν τοὺς ὀδόντας, οἷς οὐ δεόντως ἐχρήσαντο, καὶ συνθλῶν τὰς μύλας αὐτῶν, δι’ ὧν πολλοῖς ἐλυμήναντο· καὶ τέλος εἰς ἐξουδένωσιν αὐτοὺς παραδιδοὺς καὶ χλεύην καὶ ὄνειδος· ὅτε καὶ δίκην τῶν
55ῥευστῶν καὶ οὐχ ἑστώτων ὑδάτων ἀποῤῥέουσιν, αὐτοὶ ἑαυτοῖς τὸ τοιοῦτον προξενήσαντες τέλος. Ἐντενεῖ τὸ τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσουσιν.
Ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται· ἔπεσε526 in vol. 23

23

.

528

πῦρ ἐπ’ αὐτοὺς, καὶ οὐκ εἶδον τὸν ἥλιον. Πρὸ τοῦ συνιέναι τὰς ἀκάνθας ὑμῶν τὴν ῥάμνον, ὡσεὶ ζῶντας, ὡσεὶ ἐν ὀργῇ καταπίεται ὑμᾶς. Ἀσαφῶς τούτων παρὰ τοῖς Ἑβδομήκοντα φερομένων, μετρίως
5πως τὴν διάνοιαν σαφέστερον ἀποδέδωκεν ὁ Σύμμα‐ χος, τοῦτον ἑρμηνεύσας τὸν τρόπον· Ὁ τείνων τὸ τόξον αὑτοῦ θορυβηθήτω ὡς τὰ θρυπτόμενα, ὡς περιχωρίον διαλυθὲν, διαφωνείη ἔκτρωμα γυναι‐ κὸς, ἵνα μὴ ἴδωσιν ἥλιον. Πρὶν ἢ αὐξήσωσιν αἱ
10ἄκανθαι ὑμῶν, ὥστε γενέσθαι ῥάμνος, ἔτι ζῶντα ὡς ὁλόξηρον λαίλαψ ἀρεῖ. Εἴη δ’ ἂν ὁ νοῦς τῶν προκειμένων τοιοῦτος. Ἐπειδὴ τὰ τέλη τῶν ἁμαρ‐ τωλῶν ὁποῖα ἔσται διαγράφειν πρόκειται, καὶ ταῦτα πρὸς τοῖς προλεχθεῖσι περιμένειν αὐτοὺς, ὦ υἱοὶ τῶν
15ἀνθρώπων, μανθάνετε. Ἐλέγετο δὴ πρὸ τούτου, ὅτι Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στό‐ ματι αὐτῶν, καὶ τὰς μύλας τῶν λεόντων συνθλά‐ σει Κύριος, καὶ, ἐξουδενωθήσονται ὡς ὕδωρ δια‐ πορευόμενον. Πρὸς τούτοις οὖν καὶ τάδε πείσονται·
20ὁ πάλαι πρότερον τὸ ἑαυτοῦ τόξον ἐντείνων, βάλλων τε καὶ ἀναιρῶν ἑτέρους ὥσπερ βέλεσι τοῖς ἑαυτοῦ λόγοις, οὗτος ἐν τῷ τῆς κρίσεως καιρῷ θορυβηθήσε‐ ται, καὶ τὰ βέλη αὐτοῦ δι’ ὧν ἠκόντιζε καὶ ἀνῄρει πολλοὺς, θρυπτόμενα ἀφανισθήσεται. Εἶθ’ ὥσπερ
25χωρίον προχωρῆσαν ἀπὸ γυναικὸς, οὐδεμιᾶς μετέχει ζωῆς, διαλυθὲν δὲ διαφωνεῖ· ἢ ὥσπερ τὸ ἐν τῷ χωρίῳ ἐναποθανὸν ἔκτρωμα, προελθὸν τῆς κατὰ γαστρὸς αὐτὸ φερούσης, οὐδεμιᾶς μετέχει αἰσθήσεως εἰς τὸ ἀπολαῦσαι φωτὸς καὶ ἡλίου· οὕτως οἱ ἀσεβεῖς καὶ
30ἁμαρτωλοὶ οἱ διὰ τῶν προλεχθέντων δηλωθέντες ἔσον‐ ται. Τὸ μὲν γὰρ σῶμα αὐτοῖς διαλυθὲν ὁμοίως χωρίῳ, φθορᾷ παραδοθήσεται, ἐλπίδα τῆς μετὰ τῶν ἁγίων ἀναστάσεως οὐχ ἕξον· ἡ δὲ ἐν τῷ σώματι ὥσπερ ἐν χωρίῳ συνειλημένη αὐτῶν ψυχὴ ἐκτρώματι γυναικὸς
35ὁμοιωθήσεται, μήτε ζωῆς, μήτε φωτὸς, μήτε ἡλίου αὐγῶν ἀπολαύουσα, ἀπὸ σκότους δὲ ἐπὶ σκότος χωρήσει· καὶ οὔτε ἐν χώρᾳ ζώντων ἀναληφθήσεται, οὔτε εὐ‐ αρεστήσει τῷ Κυρίῳ ἐν φωτὶ ζώντων· οὐδὲ μὴν ἐρεῖ· Ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν
40σου, ὅτι Κύριος εὐηργέτησέ σε· στερηθεῖσα δὲ τούτων ἁπάντων, σκότῳ παραδοθήσεται. Οὗ μνημο‐ νεύσας ὁ Σωτὴρ, ἔλεγε· Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας, ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς
45τῶν ὀδόντων. Καὶ τοῦτο μὲν ἔσται τῶν ἀσεβῶν τὸ τέλος. Τὸν δὲ καρπὸν αὐτῶν καὶ τὰς πράξεις, ἀκαν‐ θῶν οὐδὲν διαφέροντας, πρὶν τελεσφορῆσαι καὶ εἰς τελείωσιν κακίας ἐλθεῖν, ἔτι ἐν ἀρχαῖς οὔσας ξηρανεῖ ἡ καταληψομένη αὐτοὺς ἐκ Θεοῦ ὀργή. Ὃ δὴ σημαί‐

23

.

528

(50)

νει ὁ λόγος φάσκων· Πρὶν ἢ αὐξήσωσιν αἱ ἄκανθαι ὑμῶν, ὥστε γενέσθαι ῥάμνον, ἔτι ζῶντα, ὡς ὁλόξηρον λαίλαψ ἀρεῖ. Ἐπειδὴ τοίνυν τῆς τοῦ Συμ‐ μάχου ἑρμηνείας μετρίως πως τὸν νοῦν κατειλήφα‐ μεν, ὥρα καὶ ἐπὶ τὴν τῶν Ἑβδομήκοντα παρελθεῖν,
55ἔκ τε τῆς λεχθείσης παραθέσεως καὶ τὴν παρ’ αὐ‐528 in vol. 23

23

.

529

τοῖς διάνοιαν συνιδεῖν. Φησὶν οὖν· Ἐντενεῖ τὸ τό‐ ξον αὐτοῦ ἕως ἀσθενήσουσιν. Ὁ δὴ μέλλων συν‐ τρίβειν τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, καὶ τὰς μύλας τῶν λεόντων συνθλᾷν Κύριος, αὐτὸς τὸ
5ἑαυτοῦ τόξον ἐπὶ τοσοῦτον κατ’ αὐτῶν ἐντενεῖ βάλ‐ λων αὐτοὺς καὶ τιμωρούμενος, ἕως ἀσθενήσωσιν. Οἱ δὲ βαλλόμενοι τῷ πεπυρωμένῳ βέλει, κηροῦ δίκην ὑπὸ πυρὸς τηκομένου διαλυθήσονται· Διὸ λέλεκται· Ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται, ἔπεσε
10πῦρ. Ὥσπερ γὰρ πεσόντος πυρὸς διαλυθεὶς κηρὸς ἀφανίζεται, τὸν αὐτὸν τρόπον καὶ οἱ δηλωθέντες ὑπὸ τῆς καταληψομένης αὐτοὺς ὀργῆς ἀνταναιρεθήσονται, ὡς μὴ καταξιωθῆναι αὐτοὺς τὸν τῆς δικαιοσύνης ἥλιον ὀφθαλμοῖς ψυχῆς θεάσασθαι· ἀλλὰ καὶ πρὸ τοῦ αὐ‐ ξῆσαι τὰς ἀκάνθας αὐτῶν καὶ εἰς ῥάμνον χωρῆσαι, ἔτι νεαρὰς οὔσας αὐτῶν τὰς ἀκανθώδεις πράξεις ἡ ὀργὴ καταλήψεται καὶ καταπίεται.
15 Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν, τὰς χεῖρας αὑτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρ‐ τωλοῦ. Καὶ ἐρεῖ ἄνθρωπος· Εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ, ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ. Σύμμαχος· Χαρήσεται δίκαιος ἰδὼν ἐκδίκη‐
20σιν, τοὺς πόδας αὑτοῦ νίψεται αἵματι ἀσεβοῦς. Ὥσπερ οἱ ψευδῶς δικαιοσύνην λαλοῦντες, ἔργοις δὲ ἀδικίαν συμπλέκοντες, προεγράφησαν ὁποῖον ἕξουσι τέλος· οὕτως ἐχρῆν ἐκ παραλλήλου τοῦ ἀληθινοῦ δι‐ καίου, τοῦ δι’ ἔργων ἐνδεικνυμένου τὴν δικαιοσύνην,
25τὸ χρηστὸν τέλος διδαχθῆναι. Τί συνέσται ἀγαθὸν τῷ τοιούτῳ; Νῦν μὲν, φησὶ, κατὰ τὸν παρόντα καιρὸν, οὐχ’ ὁρῶν τὴν κατὰ τῶν ἀσεβῶν ἐκδίκησιν, πολλάκις σχετλιάζει, ἀποκλαιόμενος καὶ λέγων· Ἵνα τί ἀσε‐ βεῖς εὐθηνοῦσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ·
30ὁ σπόρος αὐτῶν κατὰ ψυχὴν, τὰ δὲ παιδία αὐ‐ τῶν εὐφραίνεται ἀναλαμβάνοντα ψαλτήριον καὶ κιθάραν; Καὶ νῦν ὁ αὐτὸς ταπεινούμενός φησιν· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζή‐
35λωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλοῦ θεω‐ ρῶν. Ἐπειδὰν δὲ ἴδῃ τὸ τέλος τῶν ἀσεβῶν καὶ τὴν κατ’ αὐτῶν ἐκδίκησιν, τηνικαῦτα χαρήσεται καὶ εὐ‐ φρανθήσεται, οὐ τῇ τῶν ἀσεβῶν ἀπωλείᾳ ἐπιχαίρων, ἀλλ’ ἐπὶ τῇ τοῦ Θεοῦ δικαιοκρισίᾳ εὐφραινόμενος.
40Καὶ τοὺς πόδας δὲ αὑτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἀσεβοῦς· οὐχ αἱμοπότης τις ὢν καὶ φιλοπόλεμος, ἀλλὰ καθαιρόμενος διὰ τῆς ἐκείνων τιμωρίας, καὶ βελτιούμενος διὰ τῆς ἑτέρων ἐπιστροφῆς. Ἢ ἄλλως· Νίψεται τὰς χεῖρας ἐπὶ τῷ αἵματι τοῦ ἁμαρτωλοῦ,
45ἀθῶον καὶ ἀναίτιον, καὶ καθαρὸν ἑαυτὸν δεικνὺς τῆς ἀπωλείας αὐτοῦ. Ἐπειδὰν οὖν οἱ μὲν ἀσεβεῖς δίκας δῶσι τὰς προσηκούσας· ὁ δὲ δίκαιος ἐκδικηθεὶς, εὐ‐ φροσύνης καὶ χαρᾶς ἐμπλησθῇ, καὶ τὰς χεῖρας καὶ τοὺς πόδας αὐτοῦ, κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, ἐν

23

.

529

(50)

τῷ αἵματι τοῦ ἁμαρτωλοῦ νίψηται, κατὰ τὴν ἀποδο‐ θεῖσαν διάνοιαν· εὐλόγως τότε πᾶς ἄνθρωπος, καὶ πᾶσα φωνὴ καὶ γλῶσσα ἀποφανεῖται, ὅτι, Εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳ, ἄρα ἐστὶν ὁ Θεὸς ὁ κρί‐ νων αὐτοὺς ἐν τῇ γῇ. Εἰ γάρ ἐστι καρπὸς τῷ δι‐
55καίῳ, περὶ οὗ καρποῦ εἴρηται ἐν πρώτῳ ψαλμῷ· Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ
τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὑτοῦ530 in vol. 23

23

.

532

δώσει ἐν καιρῷ αὐτοῦ. Καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδω‐ θήσεται. Εἰ οὖν ἔσται μισθὸς καὶ καρπὸς ἀγαθὸς τῷ τὴν δικαιοσύνην ἐργασαμένῳ, ὃν ἀπολήψεται κατὰ τὸν
5τῆς δικαιοκρισίας τοῦ Θεοῦ καιρόν, ἀκόλουθόν ἐστι νοεῖν, ὅτι καὶ πρὸ τῆς κρίσεως τοὺς ἐπὶ τῆς γῆς τὸν θνητὸν ἔτι διεξανύοντας βίον ἔστι Θεὸς ἐφορῶν καὶ διακρίνων. Εἰ γὰρ καὶ τὰ μάλιστα οὐχ ὁρῶνται αὐτοῦ αἱ κρίσεις ἐπὶ τοῦ παρόντος, ἀλλ’ ὅμως οὐκ ἄκριτα,
10οὐδὲ ἀνεξέταστα τυγχάνει παρ’ αὐτῷ τὰ ἐν ἀνθρώ‐ ποις. Εἰ μὲν γὰρ ἔμελλον οἱ δίκαιοι τοῖς ἀδίκοις συν‐ απολέσθαι, καὶ μηδεὶς ἦν καρπὸς τῷ δικαίῳ, ἦν ἂν εἰπεῖν μηδὲ ἐφορᾷν τὰ ἀνθρώπινα τὸν Θεόν· ἐπεὶ δὲ ἔσται τις καιρὸς ἐν ᾧ ὁ μὲν δίκαιος χαρήσεται, οἱ δὲ ἁμαρτωλοὶ τὸ προλεχθὲν περὶ αὐτῶν τέλος ἕξου‐
15σιν, εἰκότως οὐδὲ ἀμφιβάλλειν προσήκει, ὁμολογεῖν δὲ πάντα ἄνθρωπον καὶ ἀποφαίνεσθαι, ὅτι ἔστι Θεὸς ἔφορος καὶ ἐπίσκοπος τῶν ἐν ἀνθρώποις πραττομένων, κρίνων ἅπαντας τοὺς ἐν τῇ γῇ πολιτευσαμένους. Ταῦτα μὲν οὖν ταύτῃ. Ἐπιστῆσαι δὲ προσήκει, μήποτε ἡ μετὰ χεῖρας προφητεία, πᾶσα ἀκόλουθος οὖσα καὶ συνημμένη ταῖς
20πρὸ αὐτῆς, τὰ τέλη διαγράφει τῶν τὰς περὶ Χρι‐ στοῦ προφητείας μελετώντων καὶ δικαιοσύνην τῷ στόματι λαλούντων καὶ παραδεξαμένων αὐτὸν ἐλθόντα, μηδὲ ἐπακουσάντων αὐτοῦ τῆς φωνῆς βοῶντος πρὸς αὐτοὺς, καὶ λέγοντος· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω·
25οἵτινες ὡμοίωσαν ἑαυτοὺς τῷ ὄφει, καὶ τὰ ὦτα αὑτῶν πεποιήκασιν ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὑτῆς. Οἱ δὲ αὐτοὶ καὶ τοὺς ὀδόντας αὐτῶν καὶ τὰς μύλας διὰ τῶν κατὰ τοῦ Σωτῆρος ἡμῶν βλασφη‐ μιῶν ἠκόνησαν. Εἰκότως οὖν περὶ αὐτῶν λεχθείη ἄν·
30Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συν‐ έθλασεν ὁ Κύριος. Δύναται δὲ ταῦτα καὶ περὶ πάν‐ των τῶν τὰ ἄθεα δόγματα καὶ τὰς ἀσεβεῖς ψευδοδοξίας ἐν ταῖς ἀθέοις αἱρέσεσι συστησαμένων λέγεσθαι,
35καὶ περὶ τῶν τὴν σοφίαν τοῦ αἰῶνος τούτου ἐπαγγελ‐ λομένων, οἳ τὰς γλώσσας αὐτῶν ἠκόνησαν κατὰ τῆς σωτηρίου διδασκαλίας· οὐ παραιτητέον δὲ καὶ τοὺς ἐν τῇ Ἐκκλησίᾳ διαβολαῖς καὶ καταλαλιαῖς ἐπ’ ὀλέ‐ θρῳ τῶν πλησίον σχολάζοντας τούτοις συμπαραλαμ‐
40βάνειν· πρὸς οὓς ἅπαντας λέγοιτ’ ἂν τὸ, Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθέα κρίνετε, υἱοὶ τῶν ἀνθρώπων· εἰδότες, ὅτι πᾶν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν· καὶ, δεῖ τοὺς πάντας παραστῆ‐ ναι τῷ βήματι τοῦ Θεοῦ· ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν
45εἴτε κακόν. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ΔΙΑΦΘΕΙΡΗΣ ΤΩ ΔΑΥΙΔ, ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ, ΟΠΟΤΕ ΑΠΕΣΤΕΙΛΕ ΣΑΟΥΛ, ΚΑΙ ΕΦΥΛΑΞΕ ΤΟΝ ΟΙΚΟΝ ΑΥΤΟΥ, ΤΟΥ ΘΑΝΑΤΩΣΑΙ ΑΥΤΟΝ. ΝΗʹ.

23

.

532

(50)

Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεὸς, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ’ ἐμὲ λύτρωσαί με. Τετη‐ ρήκαμεν ἤδη πρότερον, ὅτι οἱ ἀπὸ τοῦ αʹ καὶ νʹ πρὸ τοῦ βασιλεῦσαι τὸν Δαυῒδ, ἔτι ζῶντος τοῦ Σαοὺλ, εἴ‐ ρηντο· ὥσπερ οὖν οἱ κατὰ τὸ πρῶτον μέρος τῆς βί‐
55βλου σχέδον πάντες, παρεκτὸς ὀλίγων, μετὰ τὸ πλημ‐ μεληθὲν αὐτῷ σφάλμα, καὶ ὅτι καθ’ ὑπερβολὴν εὐλα‐
βείας πρώτους ἔταξεν ἐν τῇ βίβλῳ τοὺς ἐξομολόγησιν532 in vol. 23

23

.

533

περιέχοντας, δευτέρους ὄντας τῷ χρόνῳ· τοὺς δὲ τῷ χρόνῳ πρώτους, δευτέρους συνῆψε, ὡς ἂν καλύπτοιτο τὰ τῆς ἐξομολογήσεως διὰ τῆς τῶν κατορθωμάτων μνήμης. Τοῦτο τοίνυν καὶ ὁ παρὼν συνίστησι ψαλ‐
5μός· συνήθως δὲ εἰρήσθω, ἐπείπερ καὶ αὐτὸς στηλο‐ γραφία τυγχάνει, ἐπισημαινόμενος καθ’ ὃν ἐλέχθη καιρόν· ἦν δὲ οὗτος, Ὁπότε ἀπέστειλε Σαοὺλ καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν. Πλατύτερον δὲ τὴν ἱστορίαν ἡ πρώτη τῶν Βασιλειῶν
10παρίστησι, τοῦτον ἔχουσα τὸν τρόπον· Καὶ προσέθετο πόλεμος γενέσθαι· καὶ κατίσχυσε Δαυῒδ, καὶ ἐπο‐ λέμησε τοὺς ἀλλοφύλους, καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην σφόδρα, καὶ ἔφυγον ἐκ προσ‐ ώπου αὐτοῦ. Καὶ ἐγένετο πνεῦμα πονηρὸν ἐπὶ
15Σαούλ· καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ· καὶ ἰδοὺ Δαυῒδ ἔψαλλεν ἐν ταῖς χερσὶν αὐτοῦ. Καὶ ἐζήτει Σαοὺλ πατάξαι τὸ δόρυ εἰς Δαυΐδ· καὶ ἀπέστη Δαυῒδ ἐκ προσώπου Σαοὺλ, καὶ ἐπάταξε τὸ δόρυ εἰς τὸν τοῖχον. Καὶ Δαυῒδ ἀνεχώ‐
20ρησε καὶ διεσώθη. Καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἀπέστειλεν ἀγγέλους εἰς οἶκον Δαυῒδ φυλάξαι αὐτὸν, τοῦ θανατῶσαι αὐτὸν πρωΐ. Καὶ ἀνήγγειλε τῷ Δαυῒδ Μελχὸλ, ἡ γυνὴ αὐτοῦ, λέγουσα· Ἐὰν μὴ σὺ σωθῇς τὴν ψυχὴν σεαυτοῦ τὴν νύκτα
25ταύτην, αὔριον θανατωθήσῃ. Καὶ κατάγει ἡ Μελ‐ χὸλ τὸν Δαυῒδ διὰ τῆς θυρίδος, καὶ ἀπῆλθε καὶ ἔφυγε, καὶ σώζεται· ὅτε καὶ τὴν προκειμένην στηλογραφίαν συντάττει· διὸ προγέγραπται· Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυῒδ εἰς στηλογραφίαν,
30ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. Τὸ μὲν οὖν, εἰς τὸ τέλος τῷ Δαυῒδ, καὶ τὸ, μὴ διαφθείρῃς, καὶ ἡ στηλογραφία, τρίτον ἤδη εἴρηται ἐφεξῆς· ἀλλὰ τὸ μὲν πρῶτον, ἕτερον ἐσήμανε καιρὸν, ὃν ἐδήλου ἡ
35προγραφὴ λέγουσα· Ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ· τὸ δὲ δεύτερον, Ἐν τῷ ἀποδι‐ δράσκειν αὐτὸν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον· ἐνταῦθα δὲ, Ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι
40αὐτόν. Τὸ δὲ αἴτιον τῆς τοῦ Σαοὺλ κατὰ τοῦ Δαυῒδ ἐπιβουλῆς φθόνος ἦν. Ἐπειδὴ γὰρ τὴν κατὰ τοῦ ἀλλοφύλου Γολιὰθ ἤρατο νίκην, ὑμνεῖτό τε ἐπὶ τοῦτο παρὰ τοῖς πᾶσι, τούτου χάριν ὡρμᾶτο θανατῶσαι αὐτόν· καὶ μάλιστα ὅτε εἶδεν, ὡς Κύριος ἦν μετὰ
45τοῦ Δαυῒδ, καὶ αὐτὸς συνῆκε σφόδρα, καὶ πᾶς Ἰσραὴλ καὶ Ἰούδα ἠγάπα τὸν Δαυΐδ. Ἔτι τε μᾶλλον ἐξήφθη τὰ τῆς ζηλοτυπίας, ὡς ἑώρα αὐτὸν κρατοῦντα ἐν πολέμοις συνεργείᾳ καὶ βοηθείᾳ Θεοῦ. Λέγει δ’ οὖν ἡ Γραφή· Καὶ εἶδε Σαοὺλ, ὅτι Κύριος μετὰ Δαυῒδ,

23

.

533

(50)

καὶ πᾶς Ἰσραὴλ ἠγάπα αὐτόν. Καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυῒδ ἔτι. Καὶ ἐγένετο Δαυῒδ ἐχθρὸς τοῦ Σαοὺλ πάσας τὰς ἡμέρας. Ἐπεὶ δὲ καὶ αὖθις προσέθετο πόλεμος γενέσθαι, καὶ κατ‐ ίσχυσε Δαυῒδ, καὶ ἐπολέμησε τοὺς ἀλλοφύλους,
55καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ· πάλιν τὸ πνεῦμα τοῦ
φθόνου τὸν Σαοὺλ ἔπνιγεν, ὡς ἤδη καὶ αὐτόχειρα534 in vol. 23

23

.

536

ἐθέλειν γενέσθαι τοῦ ἀνδρός. Ἐπειρᾶτο γοῦν τῷ δόρατι κατ’ αὐτοῦ· ὡς δ’ ἠστόχησε τῆς πληγῆς, οὐκέτ’ ἐπικεκρυμμένως, ἐκ δὲ τοῦ φανεροῦ ἀπο‐ στείλας εἰς τὸν οἶκον τοῦ Δαυῒδ, θανατῶσαι αὐτὸν
5ὡρμήθη. Ὁ δ’ ἐν τοιαύτῃ ἀποληφθεὶς συμφορᾷ, τὴν προκειμένην στηλογραφίαν συντάττει, ἀναβοῶν πρὸς τὸν Θεὸν καὶ λέγων· Ἐξελού με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεὸς, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ’ ἐμὲ λύτρωσαί με. Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων
10τὴν ἀνομίαν, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. Εὔχεται δὲ διὰ τούτων φύλακος τυχεῖν τοῦ Θεοῦ, βοηθοῦ τε καὶ σωτῆρος, εἰς τὸ μὴ ἁλῶναι ὑπὸ τῶν ἐχθρῶν, μηδ’ ὑποχείριον αὐτοῖς γενέσθαι· ἢ καὶ ὑπὲρ τοῦ μὴ καὶ αὐτὸν ὅμοιον αὐτοῖς ἀποφανθῆναι,
15μηδὲ γενέσθαι ἕνα τῶν ἐργαζομένων τὴν ἀνομίαν, μηδὲ τῆς μερίδος τῶν ἀνδρῶν τῶν αἱμάτων, περὶ ὧν καὶ ἐν τοῖς ἀνωτέρω ἐλέγετο· Ἄνδρες αἱμάτων καὶ δολιότητος, οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ. Ἐχθροὺς δὲ ὅτι μὴ τοὺς
20ὁρατοὺς μόνους ἐγίνωσκεν, ἀλλὰ τοὺς ἀφανεῖς καὶ ἀοράτους, οἳ καὶ αὐτοὶ ἐνήργουν τὸν Σαούλ· πνεῦμα γὰρ πονηρὸν ἦν ἐπὶ Σαοὺλ, ὑφ’ οὗ κινούμενος ἐξ‐ εκαίετο ἐπὶ τὸν κατὰ τοῦ Δαυῒδ φθόνον· πολλάκις ἡμῖν ἀποδέδεικται. Κἀνταῦθα τοίνυν τῶν μὲν πολε‐
25μίων περιγενόμενος ἀναγέγραπται, νίκην τε πολλάκις ἀράμενος κατὰ τῶν ἀλλοφύλων. Δεινοὶ δὲ ἦσαν ἄρα ἐχθροὶ καὶ πολέμιοι οἱ ἀφανεῖς αὐτοῦ ἐχθροὶ, οὓς παριστὰς καὶ διὰ τῶν προκειμένων ἔλεγεν· Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ’ ἐμὲ
30κραταιοί. Ἐκ μὲν οὖν τῆς ἱστορίας οὐδετέρους φαί‐ νεται ἐσχηκὼς ἐχθροὺς ἢ μόνον τὸν Σαούλ. Τοῦτο γὰρ παρέστησεν ἡ Γραφὴ μαρτυραμένη, ὅτι ἠγαπᾶτο ὑπὸ παντὸς τοῦ λαοῦ· καὶ τοῦτ’ ἦν μάλιστα τὸ αἴτιον τῆς κατ’ αὐτοῦ βασκανίας. Εἰ τοίνυν πάντες ἠγάπων
35τὸν Δαυῒδ, μόνος δὲ Σαοὺλ καὶ ἐπὶ τούτῳ φθόνῳ πιμπράμενος ἐπεβούλευσεν αὐτῷ, πῶς ἐνταῦθα πλη‐ θυντικῶς φησιν, Ἐξελού με ἐκ τῶν ἐχθρῶν μου καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ’ ἐμέ· καὶ πάλιν, Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ’ ἐμὲ
40κραταιοί; Ἀλλὰ γὰρ σαφῶς διὰ τούτων παρίστανται ἀόρατοι καὶ ἀφανεῖς ἐχθροὶ, περὶ ὧν καὶ ὁ Ἀπό‐ στολος ἔλεγεν· Οὐκ ἔστιν ἡμῖν πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξου‐ σίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τού‐
45του, καὶ πρὸς τὰ πνεύματα τῆς πονηρίας. Οὗτοι γοῦν ἐξέκαον τὸν Σαοὺλ κατὰ τοῦ Δαυΐδ· διὸ ἐξ αὐτῶν ῥυσθῆναι ἐδεῖτο τοῦ Θεοῦ. Πρὸς μὲν γὰρ τὸν Γολιὰθ, καὶ πρὸς τοὺς λοιποὺς ἀλλοφύλους ἀπήρκει αὐτὸς ἱστάμενος, καὶ πολέμου νόμῳ τοῖς πᾶσιν ἐπ‐

23

.

536

(50)

εξιών· πρὸς δὲ τὰς ἀφανεῖς δυνάμεις καὶ τοὺς ἀορά‐ τους ἐχθροὺς Θεὸν ὑπέρμαχον ἠξίου αὐτῷ γενέσθαι. Ὅτι δὲ μηδὲν ἀδικήσας τὸν Σαοὺλ, μάτην ἠλαύνετο ὑπ’ αὐτοῦ, παρίστησι μὲν ἡ ἱστορία, ἐμφαίνει δὲ καὶ αὐτὸς ἑξῆς λέγων· Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ
55ἁμαρτία μου· ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύ‐ θυνα. Ἀντὶ δὲ τοῦ, ἄνευ ἀνομίας ἔδραμον καὶ
κατηύθυνα, ὁ Σύμμαχος, μὴ οὔσης, φησὶν, ἁμαρ‐536 in vol. 23

23

.

537

τίας, ἐπιτρέχουσιν, ἵνα ἑλκύσωσί με. Μηδεμιᾶς γὰρ προφάσεως ὑποκειμένης, τοσαῦτα κατ’ αὐτοῦ ἐνεχείρουν οἱ δηλωθέντες. Καὶ θέα τίνα τρόπον ἐπὶ μὲν τοῖς προκειμένοις παῤῥησίαν ἄγων ὁ Δαυῒδ φαί‐ νεται· ἐν δὲ τῷ πρώτῳ μέρει τῶν Ψαλμῶν ἔλεγεν· Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου,
5ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσ‐ ώπου τῆς ἀφροσύνης μου. Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ἐξωμολογεῖτο διὰ τῶν ἔμπροσθεν· ἐπὶ δὲ τοῦ παρόντος φησίν· Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου, Κύριε, ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα. Νοήσεις δὲ τὸν δρόμον, ὃν ἔτρεχε Δαυῒδ, παραθεὶς τὴν ἀποστολικὴν φωνὴν δι’ ἧς ἔλεγε· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι
10ὁ τῆς δικαιοσύνης στέφανος. Ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἴδε, καὶ σὺ, Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραήλ. Ὡς ἀγαθὸς δρομεὺς καὶ ἀγωνιστὴς ἄριστος τὸν ἀγῶνα τὸν καλὸν ἀγωνιζόμενος, ἐφ’ οἷς ἐπαῤῥησιάσατο εἰ‐
15πών· Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου· ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα· διεγείρει τὸν ἀγωνοθέτην ἐπὶ τὴν θέαν τῆς οἰκείας ἀρετῆς, καὶ ἰδεῖν ἀξιοῖ ὅπως τοῖς εἰρημένοις λόγοις σύμφωνα ᾖ αὐτῷ τὰ ἔργα, Δείκνυται δὲ τοῦτο καὶ ἀπὸ τῆς ἱστο‐
20ρίας, ἐν ᾗ μυρία μὲν πεπονηκὼς ὑπὸ τοῦ Σαοὺλ φαί‐ νεται, οὐδὲν δὲ αὐτὸς κατ’ αὐτοῦ λυπηρὸν δράσας, ἐκ δὲ τοῦ ἐναντίου πολλάκις ἁλόντα αὐτὸν διασώσας αὐ‐ τίκα. Καὶ ὅτε τὸ πονηρὸν πνεῦμα ἔπνιγεν αὐτὸν, σω‐ τὴρ αὐτῷ παρεφαίνετο Δαυῒδ, ἀνακρουόμενος μὲν τῷ
25ὀργάνῳ, δυνάμει δὲ τοῦ ἐν αὐτῷ θείου Πνεύματος τὴν ἐν τῷ Σαοὺλ ἐναντίαν δύναμιν ἐλαύνων. Τὸ ἀνεξίκακον τοίνυν ἑαυτοῦ καὶ τὸ πρᾶον, καὶ τὸ ὑπομονητικὸν δει‐ κνὺς τῷ Θεῷ ἔλεγεν· Οὔτε ἡ ἀνομία μου, καὶ τὰ ἑξῆς. Ἐξεγέρθητι εἰς συνάντησίν μου, καὶ ἴδε.
30Εἶθ’ ἑξῆς τοσαύτῃ χρησάμενος παῤῥησίᾳ, φωτίζεται ὑπὸ τοῦ προφητικοῦ πνεύματος, καὶ διδάσκεται, ὡς ἄρα ἔσται τις καιρὸς ἐν ᾧ καὶ ὁ Χριστὸς τοῦ Θεοῦ διωχθήσεται, καὶ ἐπιβουλευθήσεται ὑπὸ τοῦ Ἰουδαίων ἔθνους, σωτήρ τε καὶ ἐπίσκοπος τῶν ἐθνῶν ἁπάντων
35γενήσεται· ἐν ᾧ καιρῷ καὶ αὐτοῦ τοῦ Δαυῒδ τὰ κατορ‐ θώματα καὶ αἱ ἀρεταὶ ᾀσθήσονται καὶ βοηθήσονται ἐν πᾶσι τοῖς ἔθνεσι. Καὶ τοῦτο γνοὺς καθ’ ὑποβολὴν τοῦ ἁγίου Πνεύματος, ἐπιστῆναί ποτε τοῦτον εὔχεται τὸν καιρόν. Διὸ ἑξῆς φησι· Καὶ σὺ, Κύριε ὁ Θεὸς τῶν
40δυνάμεων, ὁ Θεὸς Ἰσραὴλ, πρόσχες ἐπισκέψα‐ σθαι πάντα τὰ ἔθνη. Ὁ μὲν γὰρ Ἰσραὴλ, ὁ σὸς χρηματίσας πρότερος λαὸς, πολλῶν εὐεργεσιῶν τε‐ τυχηκὼς, καὶ πολλῶν ἀγαθῶν ἀξιωθεὶς, οὐδένα σου ἄξιον ἐπεδείξατο καρπόν· ἀεὶ δὲ καὶ πάντοτε παν‐
45τοίαις ὑποπέπτωκεν ἀσεβείαις, τοτὲ μὲν εἰδωλολα‐ τρῶν, τοτὲ δὲ τοὺς σοὺς προφήτας ἀναιρῶν· τέλος δὲ καὶ αὐτῷ τῷ Χριστῷ σου χεῖρας ἐπιβαλών. Θαυμαστὰ δὲ ὑπὸ τοῦ σοῦ Πνεύματος προμαθὼν περὶ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς, εἰκότως ἐπιστῆναι τὸν καιρὸν

23

.

537

(50)

ἐκεῖνον εὔχομαι, εἰδὼς, ὅτι οὐκ ἔστι παρὰ σοὶ προσ‐ ωποληψία. Δικαιοσύνῃ δὲ τὰ πάντα διέπων, οἶδας καὶ ἔθνη ἀλλόφυλα καὶ ἀλλογενῆ τῆς πλάνης ἐπιστρέ‐ φοντα σώζειν· οἶδας καὶ τοὺς νομιζομένους τῆς σῆς εἶναι μερίδος, εἰ ἀνάξιοι εὑρίσκοιντο, τῆς τοιαύτης
55κλήσεως μετέρχεσθαι. Διὸ περὶ μὲν τῶν ἐθνῶν εὔ‐ χομαι λέγων· Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα
τὰ ἔθνη· περὶ δὲ τοῦ ἑτέρου μέρους φημί· Μὴ οἰ‐538 in vol. 23

23

.

540

κτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνο‐ μίαν. Λέγων δὲ ἀδιορίστως, πάντας, καὶ τὸν Ἰσραὴλ συμπαραλαμβάνει, καὶ τοὺς ἐν αὐτῷ πάλαι γενομέ‐ νους τοιούτους. Τί γὰρ καὶ πλέον γέγονε, φησὶ, τῷ
5Σαοὺλ, τὸ μὲν γένος ἀπὸ τοῦ Ἰσραὴλ ὁρμωμένῳ, καὶ φυλῆς Βενιαμὶν, βασιλεῖ δὲ τοῦ τοσούτου ἔθνους καθ‐ ισταμένῳ, τοσαῦτα δὲ εἰκῆ καὶ μάτην κατὰ τοῦ μη‐ δὲν ἠδικηκότος ἐπιχειροῦντι; Εἰ δὲ οὖν τὰ ἀδελφὰ τῷ Σαοὺλ φρονοῦντές τε καὶ πράττοντες γένοιντό ποτε
10ἕτεροι, οὐ παρὰ τοῦτο σώζεσθαι αὐτοὺς ἀνάγκη διὰ τὸ νομίζεσθαι τῆς σῆς μερίδος εἶναι· ὡς ἔμπαλιν ἐν τοῖς ἀλλοφύλοις ἔθνεσιν, εἰ εὑρίσκοιντό τινες ἐπιτη‐ δείως ἔχοντες πρὸς σωτηρίαν, οὐδὲν ἂν κωλύοι τῆς σῆς ἐπισκοπῆς αὐτοὺς τυχεῖν κατὰ τὸν τοῦ δικαίου
15λόγον. Διό φημι· Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη· τοὺς δὲ ἐργαζομένους τὴν ἀνομίαν, ὅθεν δή‐ ποτε εἶεν, μὴ οἰκτειρήσῃς. Μέμνηται δὲ τῶν ἐργα‐ ζομένων τὴν ἀνομίαν καὶ ἀνωτέρω λέγων· Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν, καὶ ἐξ ἀνδρῶν
20αἱμάτων σῶσόν με. Οὕτω δὲ ἐκάλει τοὺς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἀθέους ἐπενέγκαντας χεῖρας. Τοὺς αὐτοὺς δὲ ᾐνίττετο καὶ ἐν νδʹ ψαλμῷ λέγων· Ὅτι εἶ‐ δον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. Ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτήν· καὶ πάλιν· Ἐβεβή‐
25λωσαν τὴν διαθήκην αὐτοῦ, διεμερίσθησαν ἀπ’ ὀργῆς τοῦ προσώπου αὐτοῦ· καὶ αὖθις· Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· ἐγὼ δὲ ἐπὶ σὲ ἐλπιῶ. Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Σφόδρα ἀκολού‐
30θως ἐπισκοπὴν τῶν ἐθνῶν ἱκετεύσας γενέσθαι, τῶν τε ἐργαζομένων τὴν ἀνομίαν ἐκδίκησιν, ἑξῆς θεσπί‐ ζει φάσκων· Ἐπιστρέψουσιν εἰς ἑσπέραν. Τίνες δὲ οὗτοι ἀλλ’ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν καὶ οἱ ἄν‐ δρες τῶν αἱμάτων; Διὰ τί δὲ εἰς ἑσπέραν; ἐπειδὴ
35ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἤμελλε ταῦτα γίγνεσθαι. Ἀντὶ δὲ τοῦ, Καὶ λιμώξουσιν ὡς κύων, ὁ μὲν Ἀκύ‐ λας, Καὶ ὀχλασάτωσαν ὡς κύων, ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, Καὶ συνηχήσουσιν ὡς κύνες· ὁ δὲ Θεο‐ δοτίων, Καὶ ἠχήσουσιν ὡς κύων· καὶ ἡ πέμπτη
40ἔκδοσις ὁμοίως, Καὶ ἠχήσουσιν ὡς κύνες. Ἄντι‐ κρυς δὲ διὰ τούτων τοὺς ὀψέ ποτε κατὰ τοὺς χρόνους τῆς τοῦ Σωτῆρος ἡμῶν ἀφίξεως ὁμοίως τῷ τότε Σαοὺλ, τὸν ἀναίτιον διώξαντι, μέλλοντας καὶ αὐτοὺς τὸν Χριστὸν τοῦ Θεοῦ πολεμεῖν, κύνας ὠνόμασεν.
45Ἐπεὶ καὶ διὰ τοῦ προφήτου Ἠσαΐου τὸ αὐτὸ ἅγιον Πνεῦμα περὶ τῶν αὐτῶν διδάσκει λέγον· Πάντες κύνες ἐνεοὶ οὐκ εἰδότες ὑλακτεῖν· καὶ ἐν καʹ ψαλ‐ μῷ, τὰ πάθη τοῦ Σωτῆρος ἡμῶν διαγράφοντι, ἐξ αὐ‐ τοῦ προσώπου λέλεκται τοῦ Σωτῆρος· Περιεκύκλω‐

23

.

540

(50)

σάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. Οἱ οὖν ἐργαζόμενοι τὴν ἀνομίαν καὶ οἱ ἄνδρες τῶν αἱμάτων, εἰ καὶ τὰ μάλιστα νῦν πολλὰ δύνασθαι δοκοῦσι, καὶ τῆς βασιλείας κρατεῖν ὥσπερ Σαοὺλ τέως ἐπὶ τοῦ παρόντος, ἀλλὰ πάντες γε οἱ τὰ
55ἀδελφὰ τούτῳ πράξαντες ἐπιστρέψουσιν ὀψέ ποτε, καὶ εἰς ἑσπέραν ὀχλάσουσί τε καὶ συνηχήσουσιν, οὐδὲν
μὲν ἔναρθρον φθεγγόμενοι, οὐδὲ ἐκ λογικῆς δια‐540 in vol. 23

23

.

541

νοίας λόγους ἀξίους μνήμης προσφέροντες, κυσὶ δὲ παραπλησίως ὑλαγμοὺς ἀφιέντες, φωνάς τε ὑβριστι‐ κὰς καὶ ἀναιδεῖς. Διὸ καὶ λιμώξουσιν τοῦ τῆς ζωῆς ἄρτου στερηθέντες· ἐπεὶ μὴ παρεδέξαντο τὴν σωτή‐
5ριον καὶ οὐράνιον τροφὴν, αὐτὸν τὸν εἰρηκότα· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ διδοὺς ζωὴν τοῖς ἀνθρώποις. Ὅθεν καὶ ἕτερος προφήτης τὸν λιμὸν τοῦτον αἰνιττόμενος ἐβόα λέγων· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ
10πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε. Στερηθέντες δὲ τῆς αἰωνίου τροφῆς καὶ τὸν ἄρτον τῆς ζωῆς παραιτησάμενοι, οὐκέθ’ ὡς πρόβατα γενήσονται τοῦ καλοῦ ποιμένος· παραβληθήσονται δὲ κυσίν. Εἶτα δὲ καὶ τῆς ἑαυτῶν
15πόλεως, ἣν κακῶς ᾤκησαν, ἀπελασθήσονται· ἀπο‐ κλεισθήσονταί τε αὐτῆς, ὡς μηκέτ’ αὐτῆς ἐπιβαίνειν τολμᾷν· ἐπειδήπερ οἱ οἰκοῦντες αὐτὴν αἱμάτων αὐτὴν ἐπλήρουν. Διὸ ἐν τῷ προδηλωθέντι ἐλέγετο· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.
20Ἀλλ’ ἐκεῖ μὲν τὰ τολμηθέντα τῷ Ἰσραὴλ ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ κατὰ τοῦ Σωτῆρος ἐδηλοῦτο· ἐνταῦθα δὲ τὸ συμβεβηκὸς αὐτοῖς μετὰ ταῦτα τῇ τοῦ ἁγίου Πνεύματος προγνώσει ἡ Γραφὴ στηλιτεύει· διὸ καὶ στηλογραφία κέκληται. Τοῦ δὲ λόγου τὸ ἀποτέλεσμα
25παρίστησιν ἡ τῶν πραγμάτων ἔκβασις. Μετὰ γοῦν τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν, ἐπι‐ στάντες Ῥωμαῖοι τέλος ἐπῆγον τοῖς προφητικοῖς λόγοις. Νόμοις γοῦν τῶν κρατούντων ἐξ ἐκείνου τὸ πᾶν Ἰουδαίων ἔθνος ἀπηγόρευται τοῖς τόποις ἐπι‐
30βαίνειν, ἀπαραιτήτου τιμωρίας ἐπαιωρουμένης τοῖς τοῦ νόμου παραβάταις. Διὸ εἰσέτι καὶ σήμερον ἀμφὶ μὲν τοὺς ὅρους καὶ κύκλῳ παριόντες πόῤῥωθεν ἵστανται· μηδ’ ἐξ ἀπόπτου τὸ πάλαι νενομισμένον αὐτοῖς ἱερὸν ἔδαφος θεάσασθαι καταξιούμενοι· ἔξω‐
35θεν δὲ κυκλοῦντες, πίστιν ἐπάγουσι τῇ μετὰ χεῖρας λεγούσῃ Γραφῇ· Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Καὶ τούτοις ἑξῆς ἐπιλέγεται ἡ αἰτία δι’ ἣν ταῦτα πείσονται· Ἰδοὺ γὰρ, φησὶν, ἀποφθέγξονται
40ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χεί‐ λεσιν αὐτῶν, ὅτι τίς ἤκουσε; ταῦτα γὰρ ἅπαντα πεπόνθασι διὰ τὰς ἀθέους αὐτῶν καὶ δυσσεβεῖς φωνὰς, ἃς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἠφίεσαν, ἐπὶ τοῦ Πιλάτου βοῶντες· Αἶρε, αἶρε, σταύρωσον αὐτόν.
45Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· ὃ δὴ σημαίνει φάσκων ὁ λόγος· Ἰδοὺ ἀπο‐ φθέγξονται ἐν στόματι αὐτῶν καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν. Ἀντὶ δὲ τοῦ, Ὅτι τίς ἤκουσε; σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Ὡς

23

.

541

(50)

οὐδενὸς ἀκούοντος ἐβόων. Τοιαῦτα γὰρ κατὰ τοῦ Σωτῆρος ὑλάκτουν, ὡς μηδενὸς ὑφορῶντος, καὶ ὡς μὴ τῆς φωνῆς αὐτῶν ἐπακροωμένου τοῦ Θεοῦ. Ἀλλ’ ἐκεῖνοι μὲν ὡς μηδενὸς ἀκούοντος ἐβόων· σὺ δὲ αὐτὸς ὁ πάντων ἔφορος κριτὴς οὐ μόνον ἤκουες τὰ τοιαῦτα ὑλακτούντων, ἀλλὰ καὶ καταγελάστους ἐποί‐
55εις. Καὶ πῶς γὰρ οὐκ ἦσαν, καταγέλαστοι οἱ νομίζοντες δύνασθαι τὸν τῶν τοσούτων παραδόξων ἔργων ποιητὴν τῇ ἑαυτῶν νικήσειν κακίᾳ; Καὶ ἐν τῷ βʹ δὲ εἴρηται ψαλμῷ· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγε‐
λάσεται αὐτοὺς, καὶ Κύριος ἐκμυκτηριεῖ αὐτούς.542 in vol. 23

23

.

544

Ἐξουδενώσεις πάντα τὰ ἔθνη. Ἀντὶ δὲ τοῦ, Ἐξουδενώσεις πάντα τὰ ἔθνη, ὁ Σύμμαχος, Ἐπι‐ φράξει πᾶσι τοῖς ἔθνεσιν, ἡρμήνευσε. Δηλοῖ δὲ ὁ λόγος ἐπιτίμησίν τινα τοῦ Θεοῦ πρὸς πάντα τὰ
5ἔθνη. Ἐπειδὴ γὰρ ἀνωτέρω ἐλέγετο· Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη· ἀκολούθως διδάσκει, ὡς ἐπισκοπῶν ὁ Θεὸς ἐπιτιμήσει πρότερον πᾶσι τοῖς ἔθνεσιν, εἶτ’ ἐπιστρέψει αὐτὰ τῆς πολυθέου καὶ εἰδω‐ λολάτρου πλάνης. Γνῶναι δέ ἐστι τοῦ λόγου τὸ ἀπο‐
10τέλεσμα ἐπιστήσαντα, ὡς μετὰ τὴν παρουσίαν τοῦ Σωτῆρος ἡμῶν, τὰ μάλιστα περὶ τὴν πολύθεον πλάνην ἐπτοημένα ἔθνη, κατ’ ἀρχὰς τοῦ κηρύγματος ἐναντιωθέντα τῇ τοῦ λόγου παραδοχῇ, πολιορκίαις καί τισιν ἄλλαις ἐπιστρεπτικαῖς περιστάσεσιν ἐσω‐
15φρονίσθη, τοῦ Θεοῦ τοῦτον τὸν τρόπον ἐπιφθεγγομέ‐ νου καὶ ἐπιτιμῶντος αὐτοῖς· οὕτω γοῦν, μετὰ ταῦτα σωφρονισθέντες, καθυπετάγησαν τῷ σωτηρίῳ λόγῳ, Διὸ ἐπιλέγεται ἑξῆς ἐκ προσώπου τοῦ Σωτῆρος· Τὸ κράτος μου πρὸς σὲ φυλάξω, ὅτι ὁ Θεὸς ἀντι‐
20λήπτωρ μου, ὁ Θεός μου, τὸ ἔλεος αὐτοῦ προ‐ φθάσει με· ὁ Θεὸς δείξει μοι ἐν τοῖς ἐχθροῖς μου· ἢ κατὰ τὸν Σύμμαχον, Ἐπιδεῖν ποιήσει με τοῖς ἀποτειχίζουσί με. Καὶ ἐν ἑτέρῳ δὲ εἴρηται· Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐπανισταμένοις
25ἐπ’ ἐμὲ πονηρευομένοις, εἰσακούσεται τὸ οὖς μου. Ἀλλὰ καὶ ὁ Δαυῒδ τοῦ Σαοὺλ τὴν πτῶσιν καὶ τὴν τελευτὴν εἶδεν, ἐπεῖδέ τε αὐτοῦ τῇ καταστροφῇ τοῦ θανάτου. Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ λαοῦ σου. Πάλιν πληθυντικῶς,
30Μὴ ἀποκτείνῃς αὐτοὺς, φησὶ, καὶ διασκόρπισον αὐτοὺς, καὶ κατάγαγε αὐτούς· οὐδενὸς ἐχθροῦ τῷ Δαυῒδ καθ’ ὃν καιρὸν ταῦτα ἐλέγετο δεικνυμένου ἐκ τῆς ἱστορίας ἢ μόνου τοῦ Σαούλ. Ἀλλὰ γὰρ καὶ ταῦτα τὸ πνεῦμα τὸ προφητικὸν ἐκ προσώπου τοῦ
35Σωτῆρος ἀναφωνεῖ περὶ τῶν ἐπαναστάντων αὐτῷ, περὶ ὧν ἐλέγετο· Καὶ λαοὶ ἐμελέτησαν κενά. Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχον‐ τες συνέστησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Τούτους οὖν τοὺς εἰς
40κενὸν τὰς περὶ αὐτοῦ προφητείας μελετήσαντας, τούς τε ἄρχοντας αὐτῶν καὶ καθηγουμένους μὴ ἀποκτείνῃς, φησὶν, ἀλλὰ διασκόρπισον καὶ κατ‐ άγαγε. Εὔχεται δὲ αὐτοὺς καθαιρεθῆναι τοῦ ἀξιώ‐ ματος· ὃ δὲ καὶ γέγονεν. Οὐκέτι γοῦν βασιλεὺς, οὐδὲ
45ἀρχιερεὺς, οὐδὲ προφήτης, ἀλλ’ οὐδὲ γραμματεῖς καὶ Φαρισαῖοι, καὶ Σαδδουκαῖοι παρ’ αὐτοῖς εἰσιν. Οὐ μὴν καὶ ἀποκτανθῆναι αὐτούς φησι. Διὸ συν‐ έστηκεν αὐτῶν τὸ γένος, καὶ τῶν παίδων ἡ δια‐ δοχὴ πληθύνει. Οὐ γὰρ ἀπεκτάνθησαν, οὐδὲ ἐξ

23

.

544

(50)

ἀνθρώπων ἀπεσβέσθησαν· ἀλλ’ εἰσὶ μὲν καὶ ὑφ‐ εστήκασιν· οὕτω δὲ ὡς καταβεβλημένοι καὶ κατ‐ ενηνεγμένοι ἧς πάλαι ἠξίωντο παρὰ Θεῷ τιμῆς. Ἀλλὰ καὶ διασκόρπισον αὐτοὺς, φησὶν, ἐν τῇ δυνάμει σου· ἢ κατὰ τὸν Σύμμαχον· Ἀναστά‐
55τωσον αὐτοὺς τῇ δυνάμει σου. Ὃ δὴ καὶ αὐτὸ τὸ πρᾶγμα ἐναργέστερον παντὸς λόγου παρίστησιν,
ἁπανταχοῦ γῆς τοῦ Ἰουδαίων ἔθνους διεσκορπισμένου,544 in vol. 23

23

.

545

καὶ ἀναστάτου τυγχάνοντος· ὥστ’ εἰ μέγα φρονοῖεν ἐπὶ τούτῳ Ἰουδαῖοι, ὡς πάντα πληροῦντες τὰ ἔθνη παρά τε βαρβάροις καὶ ἐν μέσοις Ἕλλησιν οἰκοῦντες· ἀλλ’ ἴστωσαν, ὅτι ἐν κατάρας λόγῳ ταῦτα περὶ
5αὐτῶν ἐθεσπίζετο. Ἡ γοῦν παροῦσα προφητεία φησὶν περὶ αὐτῶν· Διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου, καὶ κατάγαγε αὐτοὺς, ὁ ὑπερασπιστής μου Κύριε. Ἀλλὰ καὶ τὸ μὴ πάμπαν αὐτοὺς ἐξ ἀνθρώπων ἠφανίσθαι σημαίνει λέγουσα· Μὴ ἀπο‐
10κτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ λαοῦ σου. Εἰ γὰρ ἦσαν ἐξ ἀνθρώπων ἀφανισθέντες, καὶ μηδαμῶς ἐν ζῶσιν ὄντες, οὐκ ἂν εἶδον, φησὶ, τὸν ἐμὸν λαὸν, οὐδ’ ἂν ἔγνωσαν ἀνθοῦσαν τὴν ἐμὴν Ἐκκλησίαν· ἀλλ’ ἵνα βλέπωσιν αὐτὴν καὶ τὸν ἐμὸν
15θεωρῶσι λαὸν, μὴ ἀποκτείνῃς μὲν αὐτοὺς, διασκόρ‐ πισον δὲ αὐτοὺς ἁπανταχοῦ γῆς, ἔνθα μέλλει καὶ ἡ ἐμὴ Ἐκκλησία συνίστασθαι· ὅπως, βλέποντες τὸν ἐμὸν λαὸν καὶ τὴν καθ’ ὅλης τῆς οἰκουμένης ὑπ’ ἐμοῦ θεμελιωθεῖσαν Ἐκκλησίαν, εἰς ζῆλον ἔρχοιντο θεοσεβείας, καὶ τῷ παραδείγματι τοῦ ἐξ ἐθνῶν
20ἐπιστρέφοντος λαοῦ καὶ αὐτοὶ παύσοιντό ποτε τοῦ ἀνιάτου παρ’ αὐτοῖς καὶ ἀθεραπεύτου κακοῦ τῆς εἰδωλολατρείας. Οὐκοῦν καὶ ταῦτα ὑπὲρ αὐτῶν ὁ Σωτὴρ ηὖκται, δεηθεὶς τοῦ Πατρὸς μὴ ἀναιρεθῆναι μὲν αὐτοὺς, μένειν δὲ ἐν τῷ βίῳ καὶ φυλάττεσθαι ἐπὶ τῷ θεωρεῖν τὸν αὐτοῦ λαὸν καὶ μεγάλα ἐξ αὐτοῦ ὠφελεῖσθαι. Ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐ‐
25τῶν· καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐ‐ τῶν. Πάλιν κἀνταῦθα τὴν αἰτίαν παρίστησι τῶν προ‐ λεχθέντων. Διὰ τί γὰρ ταῦτα παθεῖν αὐτοὺς ἠξίου, ἀναγκαίως διδάσκει λέγων· Δι’ ἁμαρτίαν στόματος αὐτῶν, καὶ διὰ τὸν λόγον τῶν χειλέων αὐτῶν. Καὶ
30ἔστι θαυμάσαι τὸ ἀκριβὲς τῆς τοῦ ἁγίου Πνεύματος προῤῥήσεως. Ἐπειδὴ γὰρ οὐκ αὐτοὶ Ἰουδαῖοι, κατὰ τὸν τοῦ Σωτῆρος ἡμῶν καιρὸν τὸν θάνατον αὐτῷ εἰρ‐ γάσαντο, Ῥωμαϊκῇ δὲ χειρὶ τοῦτ’ ἐπράττετο, δικά‐ ζοντος μὲν Πιλάτου, διαλαβόντων δὲ στρατιωτῶν καὶ
35ἀπαγαγόντων αὐτὸν, Ἰουδαίων δὲ τούτων μηδ’ ὁτιοῦν πεποιηκότων· εἰκότως οὐκ αὐτὸ τὸ ἔργον τοῦ θανάτου τούτοις ἀνατίθησι, ἀλλὰ τὴν αἰτίαν. Οἵ τε γὰρ ἄρ‐ χοντες τῶν Ἰουδαίων, συνέδριον ποιησάμενοι, πᾶσαν ἐκίνησαν μηχανὴν, ὅπως αὐτὸν ἀπολέσωσιν· οἵ τε
40τούτοις χαριζόμενοι ψευδομάρτυρες καὶ συκοφάνται εἰς πρόσωπον ἔστησαν τοῦ Σωτῆρος· ὅ τε πᾶς λαὸς φωναῖς καὶ χείλεσιν οἰκείοις τὸ αἷμα αὐτοῦ καθ’ ἑαυ‐ τῶν καὶ κατὰ τῶν ἰδίων παίδων ἐζητήσαντο. Εἰκότως οὖν ὁ παρὼν λόγος οὐ τῆς τοῦ θανάτου πράξεως,
45ἣν ὥρισε μὲν Πιλάτος, διεπράξαντο δὲ οἱ ὑπ’ αὐτῷ στρατιῶται, μνημονεύει, ἀλλὰ τῆς τῶν ἀρχιερέων συσκευῆς, καὶ τῆς τῶν συκοφαντῶν μαρτυρίας, τῆς τε φωνῆς τοῦ πλήθους ἐπιβοήσαντος κατ’ αὐτοῦ. Διό φησιν· Ἁμαρτίαν στόματος αὐτῶν, λόγον χει‐

23

.

545

(50)

λέων αὐτῶν· ὡσεὶ ἔλεγε σαφέστερον· Δι’ ἁμαρτίαν στόματος αὐτῶν, καὶ διὰ λόγον χειλέων αὐτῶν. Διὰ γὰρ ταῦτα διασκόρπισον αὐτοὺς τῇ δυνάμει σου, καὶ κατάγαγε αὐτοὺς, ὁ ὑπερασπιστής μου Κύριε. Κατὰ δὲ τὸν Σύμμαχον, Ἁμαρτίᾳ, φησὶ, τοῦ στό‐
55ματος αὐτῶν, καὶ τῷ λόγῳ τῶν χειλέων αὐτῶν τὰ προλεχθέντα αὐτοῖς ἐπαχθήσεσθαι. Καὶ ἐπιλέγει· Καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν·
ἢ, κατὰ τὸν Σύμμαχον, Συλληφθήτωσαν μετὰ τῆς546 in vol. 23

23

.

548

ὑπερηφανίας αὐτῶν. Ὑπερήφανοι γάρ τινες ὄντες καὶ ἀλαζόνες, οὐκ ἔφερον τοῦ Σωτῆρος ἡμῶν τὴν παῤῥη‐ σίαν. Διὸ μετὰ πολλῆς ὑπερηφανίας προσελθόντες ἔλεγον αὐτῷ· Τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην;
5καὶ ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Ἡμῶν γὰρ κρα‐ τούντων τοῦ ἱεροῦ καὶ τοῦ παντὸς ἔθνους ἀρχόντων, σὺ τίς ὢν καὶ πόθεν τὰ τοιαῦτα τολμᾷς; Τούτων οὖν ἕνεκα τῶν λόγων ἐνταῦθα εἴρηται· Καὶ συλληφθή‐ τωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· καὶ ἐξ ἀρᾶς
10καὶ ψεύδους διαγγελήσονται· ἀνθ’ οὗ ὁ Σύμμα‐ χος ἡρμήνευσε· Συλληφθήτωσαν μετὰ τῆς ὑπερ‐ ηφανίας αὐτῶν, ἀρὰν καὶ ψεῦδος λαλοῦντες. Εἶθ’ ἑξῆς ἐπιλέγει· Ἐν συντελείᾳ, ἐν ὀργῇ συντε‐ λείας, καὶ οὐ μὴ ὑπάρξωσιν. Ἀνθ’ οὗ πάλιν ὁ
15Σύμμαχος λευκότερον ἀπέδωκε φήσας· Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον ἵνα μὴ ὦσι. Ταῦτα δὲ τὸ Πνεῦμα τὸ προφητικὸν οὐκ ἐπαρώμενον τοῖς ταῦτα μέλλουσι πείσεσθαι προαναφωνεῖ, τὰ δὲ συμβησόμενα προαγορεῦον, τῆς διανοίας τοιοῦτον παριστώσης νοῦν.
20Διὰ τὴν ἁμαρτίαν τοῦ στόματος αὐτῶν, καὶ διὰ τὸν λόγον τῶν χειλέων αὐτῶν συλληφθήσονται ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν, καὶ συλληφθήσονται ἀρὰν καὶ ψεῦδος λαλοῦντες· γενήσονταί τε ἐν συντελείᾳ καὶ ἐν ὀργῇ ἀναλισκούσῃ αὐτοὺς ὡς μηκέθ’ ὑπάρχειν.
25Κατὰ δὲ τὸν Ἀκύλαν εἴρηται· Τέλεσον ἐν χόλῳ, τέλεσον, καὶ οὐχ ὑπάρξουσιν. Ὥσπερ οὖν καὶ κατὰ τὸν Σύμμαχον· Συντέλεσον ἐν θυμῷ, ἀν‐ άλωσον, ἵνα μὴ ὦσι. Θεσπίζει δὲ διὰ τούτων ὁ λόγος μηκέτι ὑπάρχειν ἐν τῇ προλεχθείσῃ πόλει τοὺς
30τὰ τοιαῦτα τετολμηκότας· τέλος δὲ λαβεῖν λοιπὸν τὴν πάλαι σπουδαζομένην ἐν τῇ πόλει λατρείαν καὶ τὴν ἐν αὐτῇ συνεστῶσαν βασιλείαν, καὶ πάντα τὰ πρότερον αὐτοῖς ὑπάρχοντα ἐκ Θεοῦ ἀγαθὰ, προ‐ φητῶν δηλαδὴ παρουσίας, καὶ ἀγγέλων ἐπιφανείας καὶ
35τὴν λοιπὴν ἐπισκοπήν· ἃ δὴ ἀληθῶς τέλους ἔτυχε διὰ τῆς ἐπενεχθείσης αὐτοῖς ὀργῆς. Ὅτι δὲ περὶ τούτων λέλεκται τὸ, Συντέλεσον ἐν θυμῷ, ἀνάλω‐ σον, ἵνα μὴ ὦσι, δῆλον ἀπὸ τοῦ λεγομένου ἑξῆς. Τί δὲ ἦν τοῦτο; Καὶ γνώσονται, ὅτι ὁ Θεὸς δεσπό‐
40ζει τοῦ Ἰακὼβ τῶν περάτων τῆς γῆς. Εἰ γὰρ περὶ αὐτοῦ ἐλέγετο τοῦ ἔθνους καὶ περὶ αὐτῶν τῶν ἀνδρῶν τό· Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσι, πῶς, συντελεσθέντες, καὶ μηκέθ’ ὑπάρ‐ χοντες, ἐδύναντο γινώσκειν, ὅτι ὁ Θεὸς δεσπό‐
45ζει τῶν περάτων τῆς γῆς; πῶς δὲ καὶ ἀνωτέρω ἐλέγετο. Μὴ ἀποκτείνῃς αὐτούς, ἔδοξε γὰρ ἂν ἐναντίον εἶναι τὸ, Μὴ ἀποκτείνῃς αὐτοὺς, τῷ, Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσιν. Ἀλλ’ οὐκ εἴρη‐ ται ἐνταῦθα, Συντέλεσον αὐτούς· ἀλλ’ ἀορίστως,

23

.

548

(50)

Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσιν, ἐπι‐ νοούντων ἡμῶν καὶ προσυπακουόντων ἔξωθεν τὸ, ἵνα μὴ ὦσιν ὁποῖοι καὶ ἦσαν πρότερον, καὶ ἵνα μὴ ὑπάρ‐ χωσιν ἐν ᾗ ἐτύγχανον πάλαι παρὰ τῷ Θεῷ τιμῇ· ἧς ἀφαιρεθείσης αὐτῶν, καὶ τῶν πάλαι ὑπαρχόντων
55αὐτοῖς ἀρθέντων, γυμνοὶ καταλειφθέντες καὶ κατ‐ ενεχθέντες ἀπὸ τοῦ ὕψους τῆς ὑπερηφανίας αὐτῶν,
διασκορπισθέντες τε εἰς πάντα τὰ ἔθνη, ἔγνωσαν548 in vol. 23

23

.

549

αὐτοῖς ἔργοις, ὅτι ὁ πάλαι Θεὸς Ἰακὼβ χρηματίζων, οὗτος αὐτὸς δεσπόζει οὐκέτι τοῦ Ἰακὼβ, οὐδὲ τοῦ Ἰσραὴλ, ἀλλὰ πάντων τῶν περάτων τῆς γῆς. Θεὸν δὲ Ἰακὼβ καὶ νῦν εὐκαίρως ὠνόμασε, τὸν Χριστὸν
5δηλώσας· αὐτὸς γὰρ ἦν ὁ ἐν ἀνθρώπου σχήματί τε καὶ μορφῇ τῷ πατριάρχῃ Ἰακὼβ ὀφθεὶς, ὅτε ἐπά‐ λαιεν ἄνθρωπος μετ’ αὐτοῦ. Μετονομάζει τε αὐτὸν λέγων· Οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας
10μετὰ τοῦ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός. Αὐτὸς οὖν ἐκεῖνος ὁ τῷ Ἰακὼβ χρηματίσας Θεὸς τῶν περάτων τῆς γῆς ἄρξει κυριολογούμενος παρὰ πᾶσι τοῖς ἔθνεσι, δεσπότης τε καὶ Κύριος ὀνομαζόμενος. Ἅπερ ἵνα ὀφθαλμοῖς παραλάβωσιν οἱ ἀρνησάμενοι
15αὐτὸν, ἀναγκαίως προείρηται· Μὴ ἀποκτείνῃς αὐ‐ τοὺς, μήποτε ἐπιλάθωνται τοῦ λαοῦ μου· καὶ ἐνταῦθα· Καὶ γνώσονται, ὅτι δεσπόζει τῶν περά‐ των τῆς γῆς ὁ Θεὸς Ἰακώβ. Ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώ‐
20σουσι πόλιν. Εἰς βεβαίωσιν τῶν προλεχθέντων δευ‐ τεροῖ τὸν λόγον, ἐπαναλαβὼν τὴν αὐτὴν προφητείαν, θεσπίζει τε, ὅτι οὐκ ἀφανισθήσονται ἐξ ἀνθρώπων οὐδὲ ἀποκτανθήσονται, ἐπιστρέψουσι δὲ, τουτέστιν, εἰς συναίσθησιν ἐλεύσονται ὀψέ ποτε καὶ ἑσπέραν·
25Λιμώξουσί τε ὡς κύων· ἢ, κατὰ τὸν Ἀκύλαν, Ὀχλάσουσιν ὡς κύων· ἢ, κατὰ τὸν Σύμμαχον, Θορυβηθήσονται ὡς κύνες, καὶ περικυκλώσουσι πόλιν. Ταῦτα δὲ καὶ διὰ τῶν ἔμπροσθεν ἐθεσπίζετο· ἀλλ’ ἐκεῖ μὲν ἀνεφέρετο ἑξῆς ἡ αἰτία ἐν τῷ, Ἰδοὺ
30ἀποφθέγξονται τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν, καὶ δι’ ἁμαρτίαν στόμα‐ τος αὐτῶν, καὶ λόγον χειλέων αὐτῶν· ἐνταῦθα δὲ μετὰ τὸ, Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν,
35ἐπενήνεκται· Αὐτοὶ διασκορπισθήσονται τοῦ φα‐ γεῖν· ἐὰν δὲ μὴ χορτασθῶσι καὶ γογγύσουσιν. Ἀνθ’ οὗ ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἀνακαμπτέτωσαν εἰς ἡμέραν, θορυβείτωσαν ὡς κύνες, περιερχόμενοι πόλιν ῥεμβόμενοι, ἵνα μὴ
40ἀχόρταστοι αὐλισθῶσι. Διασκορπισθέντες γοῦν εἰς πάντα τὰ ἔθνη δίκην κυνῶν λιμωττόντων ζητοῦσι τοῦ φαγεῖν· μὴ εὑρίσκοντες δὲ τροφὴν λογικὴν, ἐκλείπουσιν. Εἰ δὲ καί ποτε ἀπὸ ψιλῆς τῶν θείων Γραφῶν ἀναγνώσεως μεταλάβοιεν τροφῆς, ὅμως, οὐδενὸς στεῤῥοῦ μεταλαμβάνοντες οὔτε ζωοποιοῦ ἄρτου ἀπογευόμενοι, ἀχόρταστοι διαμένουσι· μὴ χορταζόμενοι δὲ, καταγογγύζουσιν, ὥσπερ οὖν κατ‐ εγόγγυσάν ποτε ἐπὶ τῆς ἐρήμου. Τοῦτο γὰρ αὐτοῖς ποιεῖν σύνηθες. Διὸ πρὸς ἡμᾶς φησιν ὁ Ἀπόστολος·
45Μηδὲ γογγύζητε, καθὼς τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τῶν ὄφεων. Ἐγὼ δὲ ᾄσομαι τὴν δύναμίν σου, καὶ ἀγαλ‐ λιάσομαι τῷ πρωὶ τὸ ἔλεός σου· ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεώς μου. Βοηθός μου, σοὶ ψαλῶ, ὅτι Θεὸς

23

.

549

(50)

ἀντιλήπτωρ μου εἶ, ὁ Θεός μου τὸ ἔλεός μου. Ταῦτα μὲν οὖν οἱ ἐπαναστάντες μοι πείσονται· ἐγὼ δὲ τὴν δύναμίν σου τοῦ ἐμοῦ Πατρὸς ᾄσομαι. Λέγε‐ ται δὲ ταῦτα ἐκ προσώπου τοῦ Σωτῆρος προφητικῷ πνεύματι, ὡς καὶ ἐν ἑτέροις ἐλέγετο ἐξ αὐτοῦ·
55Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Καὶ ἀγαλλιάσομαι
δὲ, φησὶ, τῷ πρωὶ τὸ ἔλεός σου· ὅπερ ὁ Σύμμαχος550 in vol. 23

23

.

552

ἡρμήνευσε· Καὶ ὑμνήσω κατ’ ὄρθρον τὸ ἔλεός σου. Σημαίνει δὲ διὰ τούτου προφητικῶς τὴν κατ’ ὄρθρον καὶ καθ’ ἑκάστην πρωίαν τῆς ἀναστασίμου ἡμέ‐ ρας καθ’ ὅλης τῆς οἰκουμένης ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ
5συντελουμένην λατρείαν. Ἐν μὲν γὰρ τῷ λέγεσθαι, Ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε, ὁ τόπος ἐδηλοῦτο καθ’ ὃν ὑμνήσειν τὸν Πατέρα ὁ Χριστὸς ἐπηγγέλλετο· ἐν δὲ τῷ, Καὶ ὑμνήσω κατ’ ὄρθρον τὸ ἔλεός σου, ὁ χρόνος παρίσταται, ἐν ᾧ τὸ ἔλεος τὸ πατρικὸν τὸ εἰς
10πάντα χυθὲν τὰ ἔθνη ὁ Μονογενὴς αὐτοῦ διὰ τοῦ ἰδίου λαοῦ ὑμνεῖ χαίρων καὶ ἀγαλλιώμενος ἐπὶ τούτῳ. Καὶ ταῦτα δὲ πάντα ἀποδώσω σοι, φησίν· ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλί‐ ψεώς μου. Τούτων γὰρ ἁπάντων παρὰ τοῦ Πατρὸς
15τυχὼν, εἰκότως κατ’ ὄρθρον ὑμνήσω τὸν ἔλεόν σου, καί σοι ψαλῶ αὐτὸς ἐγώ· ὅτι γέγονάς μου ἀντι‐ λήπτωρ, καὶ Θεός μου καὶ ἔλεός μου. Οὐδεὶς γὰρ τῶν ὑποβεβηκότων οἷός τε ἦν ἐμοὶ ὀρέγειν χεῖρα ἢ σὺ μόνος ὁ ὑπὲρ μὲ Πατήρ. Διὸ καί σου ἀνηρτῆσθαι
20ὁμολογῶ, καὶ τὴν δύναμίν σου ᾄσομαι, ἀντιλήπτορα καὶ καταφυγὴν ἐμαυτοῦ σὲ μόνον ἐπιγραφόμενος. Εἶεν δ’ ἂν αὗται αἱ φωναὶ τοῦ Σωτῆρος, διδάσκοντος τοὺς πάντας εὐσεβεῖν εἰς τὸν αὑτοῦ Πατέρα. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΤΟΙΣ ΑΛΛΟΙΩΘΗΣΟΜΕΝΟΙΣ ΕΙΣ
25ΣΤΗΛΟΓΡΑΦΙΑΝ, ΤΩ ΔΑΥΙΔ ΕΙΣ ΔΙΔΑΧΗΝ, ΟΠΟΤΕ ΕΝΕΠΥΡΙΣΕ ΤΗΝ ΜΕΣΟΠΟΤΑΜΙΑΝ ΣΥΡΙΑΣ, ΚΑΙ ΤΗΝ ΣΥΡΙΑΝ ΣΩΒΑΛ, ΚΑΙ ΑΠΕΣ‐ ΤΡΕΨΕ ΙΩΑΒ ΚΑΙ ΕΠΑΤΑΞΕ ΤΗΝ ΦΑΡΑΓΓΑ ΤΩΝ ΑΛΩΝ ΔΩΔΕΚΑ ΧΙΛΙΑΔΑΣ ΝΘʹ.
30 «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης καὶ ᾠκτείρησας ἡμᾶς.» Εἰς στηλογραφίαν μέν ἐστι καὶ ὁ παρὼν λόγος, οὐ μὴν κατὰ τοὺς αὐτοὺς εἴρηται χρό‐ νους ταῖς πρὸ αὐτῆς. Ἐκεῖναι μὲν γὰρ ἔτι ζῶντος Σαοὺλ καὶ πρὸ τοῦ βασιλεῦσαι τὸν Δαυῒδ ἐλέχθησαν·
35ἡ μὲν πρώτη, «ὁπότε ἐκράτησαν αὐτὸν οἱ Ἀλλόφυλοι ἐν Γέθ·» ἡ δὲ δευτέρα, «ἐν τῷ ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον·» ἡ δὲ τελευταία, «ὅτε ἀπέστειλε Σαοὺλ καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν.» Τὴν δὲ μετὰ χεῖρας μετὰ τὸν
40θάνατον Σαοὺλ, τὴν ἀρχὴν ἤδη τῆς βασιλείας διέπων, πολύν τε ἐν αὐτῇ χρόνον διαγενόμενος, ὁ Δαυῒδ θεσπί‐ ζει. Τοῦτο δὲ ἐπισημαίνεται ἡ προγραφὴ φάσκουσα· «Ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σωβᾶ, καὶ ἐπέστρεψεν Ἰωὰβ, καὶ ἐπά‐
45ταξε τὴν φάραγγα τῶν Ἁλῶν δώδεκα χιλιάδας.» Εὕροις δ’ ἂν τὴν ἱστορίαν ἐν τῇ δευτέρᾳ τῶν Βασι‐ λειῶν, ἐν ᾗ γέγραπται· «Καὶ ἐπάταξε Δαυῒδ τὸν Ἀδραζὰρ υἱὸν Ἰαὰβ βασιλέα Σωβᾶ, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν

23

.

552

(50)

Εὐφράτην. Καὶ προκατελάβετο Δαυῒδ τῶν αὐτοῦ χίλια ἅρματα, καὶ ἑπτὰ χιλιάδας ἱππέων, καὶ εἴκοσι χιλιά‐ δας ἀνδρῶν πεζῶν. Καὶ παρέλυσε Δαυῒδ πάντα τὰ ἅρματα, καὶ ὑπελείπετο αὐτῷ ἐξ αὐτῶν ἑκατὸν ἅρ‐ ματα. Καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι
55τῷ Ἀδραζὰρ βασιλεῖ Σωβᾶ. Καὶ ἐπάταξε τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν. Καὶ ἔθετο Δαυῒδ φρου‐
ρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν. Καὶ ἐγένετο ὁ Σύ‐552 in vol. 23

23

.

553

ρος τῷ Δαυῒδ εἰς δούλους φέροντας ξένια. Καὶ ἔσωσε Κύριος τὸν Δαυῒδ ἐν πᾶσιν οἷς ἐπορεύετο.» Τούτοις ἑξῆς μετὰ βραχέα ἐπιλέγεται· «Καὶ ἐβασίλευσε Δαυῒδ ἐπὶ Ἰσραήλ· καὶ ἦν Δαυῒδ ποιῶν κρῖμα καὶ
5δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ. Καὶ Ἰωὰβ υἱὸς Σαρουΐας ἐπὶ τῆς στρατείας.» Καὶ αὖθις μεθ’ ἕτερα εἴρηται· «Καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἀμμὼν, καὶ ἐμισθώσαντο τὴν Συρίαν Ῥοὼβ καὶ τὴν Συρίαν Σοβὰλ εἴκοσι χιλιάδας πεζῶν, καὶ τὸν βασιλέα Μα‐
10χαὰ χιλίους ἄνδρας, καὶ Εἰστὼβ ιβʹ χιλιάδας ἀνδρῶν. Καὶ ἤκουσε Δαυῒδ, καὶ ἀπέστειλε τὴν δύναμιν, τοὺς δυνατούς. Καὶ ἐξῆλθον υἱοὶ Ἀμμὼν, καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῆς πύλης Συρίας Σωβᾶ καὶ Ῥοὼβ καὶ Εἰστώβ. Καὶ εἶδεν Ἰωὰβ, ὅτι ἐγενήθη πρὸς
15αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου ἐκ τοῦ κατὰ πρόσ‐ ωπον· καὶ ἐπέλεξεν ἐκ πάντων τῶν νεανίσκων Ἰσ‐ ραὴλ, καὶ παρετάξαντο ἐξεναντίας Συρίας,» καὶ τὰ τούτοις ἑξῆς. Οἷς ἑξῆς ἐπιφέρεται· «Καὶ εἶδον οἱ δοῦλοι Ἀδραζὰρ, ὅτι ἔπταισεν ἔμπροσθεν Ἰσραὴλ,
20καὶ ηὐτομόλησαν μετὰ Ἰσραὴλ, καὶ ἐδούλευσαν αὐ‐ τοῖς.» Διὰ τούτων ἡ ἱστορία καὶ τοῦ Εὐφράτου καὶ τῆς Σωβὰλ καὶ τῆς Συρίας καὶ τοῦ Ἰωὰβ, καὶ τῶν ιβʹ χιλιάδων ἐμνημόνευσε, καὶ ὡς τῶν πολεμίων ἁπάντων περικρατὴς γέγονεν ὁ Δαυΐδ· ὅπως τε ὁ
25ἀρχιστράτηγος αὐτοῦ Ἰωὰβ, παραταξάμενος τοῖς ἀλλοφύλοις, ὑποχειρίους αὐτοὺς εἰλήφει. Αὐτοὺς δὴ οὖν ἐκείνους, καθ’ οὓς ταῦτα ἐπράττετο, σημαίνει ἡ μετὰ χεῖρας στηλογραφία. Κατὰ δὲ τὸν Σύμμαχον τὰ τῆς προγραφῆς οὕτως ἔχει· «Ἐπινίκιον ὑπὲρ τῶν
30ἀνθῶν τοῦ ταπεινόφρονος καὶ ἀμώμου τοῦ Δαυῒδ, εἰς διαδοχὴν, ὁπότε, ἐμπρήσας τὴν Συρίαν τῆς Μεσοπο‐ ταμίας, καὶ τὴν Συρίαν Σωβὰλ, καὶ ἀνέστρεψε Ἰωὰβ, καὶ ἐπάταξε τὸν Ἐδὼμ ἐν τῇ φάραγγι τοῦ Ἁλὸς ιβʹ χιλιάδας.» Δηλοῖ δὲ ὁ χρόνος εἰρῆσθαι τὰ προ‐
35κείμενα, ἐν τῷ διαπρέπειν καὶ τὰ μεγάλα κατορθοῦν βασιλεύοντα τὸν Δαυῒδ, πρὸ τῆς κατὰ τὴν Βηθσαβεὲ ἱστορίας, ὅτε καλῶς αὐτῷ τὰ πράγματα προὐχώρει εὐδοκιμοῦντι παρὰ τῷ Θεῷ καὶ παρὰ τοῖς πᾶσιν· ὡς μαρτυρεῖσθαι, ὅτι ἦν ποιῶν κρῖμα καὶ δικαιοσύνην
40ἐν τῷ Ἰσραήλ. Ἀλλὰ γὰρ ἄξιον ἐν τούτοις ἀπορῆ‐ σαι, πῶς, ἐν τοιαύτῃ τυγχάνων καταστάσει, ἀρχό‐ μενος τῆς στηλογραφίας φάσκει· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς.» Καὶ μὴν τρόπαια κατ’ ἐχθρῶν ἀνίστη, καὶ νίκας κατὰ πολεμίων ᾕρητο·
45δέον οὖν ἐπὶ τούτοις ᾠδὰς ἐπινικίους ᾄδειν, θύειν τε εὐχαριστήρια τῷ Θεῷ. Ὁ δὲ τούτων μὲν οὐδὲν πράτ‐ τει, τἀναντία δὲ ἀπολοφύρεται λέγων· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης, καὶ ᾠκ‐ τείρησας ἡμᾶς.» Ἀντὶ δὲ τοῦ, «καὶ ᾠκτείρησας

23

.

553

(50)

ἡμᾶς,» «καὶ περιήγαγες ἡμᾶς,» ὁ Σύμμαχος ἡρμή‐ νευσεν· ἡ δὲ πέμπτη ἔκδοσις, «καὶ περιεκύκλωσαν ἡμᾶς·» ὁ δὲ Ἀκύλας, «θυμωθεὶς μετέστρεψας ἡμῖν.» Εἶτα ἐπιλέγει ἑξῆς· «Ἔδειξας τῷ λαῷ σου σκληρά· ἐπότισας ἡμᾶς οἶνον κατανύξεως.» Ταῦτα δὲ ἀκατ‐
55άλληλα καὶ ἀνάρμοστα δόξαι ἂν εἶναι τοῖς ἐν τῇ προ‐ γραφῇ δηλουμένοις. Ἀλλὰ γὰρ οὐκ ἀσκόπως ἡγοῦμαι
τὴν προγραφὴν εἰς τὸ τέλος ἡμᾶς ἀναπέμπειν, καὶ554 in vol. 23

23

.

556

«τοῖς ἀλλοιωθησομένοις» ἐπιγράφειν, καὶ στηλογρα‐ φίαν τοὺς λόγους ἀποκαλεῖν. «Εἰς» μὲν γὰρ «τὸ τέλος,» διὰ τὸ ἐπὶ συντελείᾳ τῶν αἰώνων μέλλειν πληροῦσθαι τὰ προφητευόμενα, εἴρηται· πρόσκειται δὲ, «τοῖς
5ἀλλοιωθησομένοις,» ἀναγκαίως διὰ τὴν μέλλουσαν διαλήψεσθαι ἀλλοίωσιν τὴν κατάστασιν τῶν τότε πραγμάτων. Ὅτε μὲν γὰρ ταῦτ’ ἐλέγετο, ἐκράτει τῶν ἀλλοφύλων ὁ Ἰσραὴλ, καὶ τῶν πολεμίων κρείτ‐ των ἐτύγχανεν. Ἔμελλε δὲ ἄρα καιρῷ τινι ἀλλοίωσιν
10ὑπομένειν, καὶ ὑπὸ τοῖς ἐχθροῖς γίνεσθαι. Διό φησιν ἡ προγραφή· «Εἰς τὸ τέλος τοῖς ἀλλοιωθησομένοις·» ὁ δὲ Σύμμαχος, «Ὑπὲρ τῶν ἀνθῶν·» ὁ δὲ Ἀκύλας, «Ἐπὶ κρίνων.» Ὡς γὰρ τὰ κρίνα τοῦ ἀγροῦ καὶ ὁ χόρτος δοκεῖ μέν τινα πρὸς βραχὺ φαίνεσθαι ὡραῖα,
15ὅσον δὲ οὔπω μεταβάλλει καὶ φθείρεται· οὕτως καὶ τὰ πράγματα τοῦ λαοῦ, ἀνθοῦντα τότε, ἔμελλεν ὅσον οὔπω μεταβάλλειν. Διὸ καὶ ὁ Σωτὴρ ἐν ταῖς διδα‐ σκαλίαις ἔλεγε· «Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ·» καὶ πάλιν· «Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον
20ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον·» ἀλλὰ καὶ, «Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα·» οἷς ὁ Προ‐ φήτης κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς προστίθησι λέ‐
25γων· «Ἀληθῶς χόρτος ὁ λαός· ἐξηράνθη ὁ χόρτος, ἐξέπεσε τὸ ἄνθος,» ἀκαλύπτως τὸ Ἰουδαίων ἔθνος δη‐ λώσας. Αὐτὰ δὴ οὖν ταῦτα καὶ νῦν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Δαυῒδ μαρτύρεται, προαναφωνοῦν τὴν μέλλουσαν ἔσεσθαι τοῦ λαοῦ ἀλλοίωσιν καὶ μεταβο‐
30λήν. Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται, «Ἐπὶ κρίνων μαρτυρίας·» κατὰ δὲ τὸν Σύμμαχον, «Ὑπὲρ τῶν ἀν‐ θῶν μαρτυρία·» κατὰ δὲ τοὺς Ἑβδομήκοντα, «Τοῖς ἀλλοιωθησομένοις εἰς στηλογραφίαν,» Πολλὴν δὲ ἀκο‐ λουθίαν ἔχοι ἂν πρὸς τὰ ἐν τῷ πρὸ τούτου λελεγμένα.
35Ἐπεὶ κἀκεῖνος τὴν τοῦ ἔθνους ἀποβολὴν ἐδήλου λέ‐ γων· «Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν,» καὶ τὰ ἐπιφερό‐ μενα. Οἷς ἑξῆς περὶ τῆς κλήσεως τῶν ἐθνῶν ἔφασκε· «Καὶ σὺ, Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ὁ Θεὸς Ἰσ‐
40ραὴλ, πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη.» Τὴν δὲ στηλογραφίαν καὶ νῦν ὡς καὶ ἐν τοῖς ἔμπρο‐ σθεν ὁ μὲν Ἀκύλας, «ταπεινοῦ τελείου τοῦ Δαυΐδ·» ὁ δὲ Σύμμαχος, «ταπεινόφρονος τοῦ Δαυῒδ καὶ ἀμώ‐ μου,» ἡρμήνευσαν. Στήλης γὰρ ἦν ἀξία ἡ τοῦ τοσού‐
45του βασιλέως μετριοφροσύνη. Τοσούτων γὰρ πολέμων περιγενόμενος, καὶ τοὺς μέχρι τῆς Μέσης τῶν ποτα‐ μῶν ὑποτάξας, ὑποφόρους τε αὐτοὺς καταστησάμενος, ἐν τῷ οἰκείῳ διέμενεν ἤθει, ἐν ᾧ καὶ ὅτε ἠλαύνετο ὑπὸ τοῦ Σαοὺλ, καὶ τὰς ἐρήμους φεύγων κατῴκει, διέπρεπε. Καὶ τότε γὰρ ὑπὸ τῆς θείας Γραφῆς, ὡς ταπεινὸς τέλειος, ἢ ταπεινόφρων καὶ ἄμωμος στηλῶν αἰωνίων

23

.

556

(50)

ἠξιοῦτο· καὶ νῦν δ’ ὅτε βασιλεύων τοσούτοις ἐπεξῄει πολεμίοις, καὶ τὸν ἁπάντων συνῆγε πλοῦτον, ἐπὶ τῆς αὐτῆς διέμενε προαιρέσεως· διὸ στηλογραφίας ἠξιοῦτο, καὶ πνεύματος ἠξιοῦτο προφητικοῦ. Ἐπιτήρει δὲ ὅπως κατὰ τούτου τοῦ χρόνου ὁ Ἰσ‐ ραὴλ, βασιλεύοντος Δαυῒδ, μέχρι τῆς Μέσης τῶν πο‐ ταμῶν ἐκράτει, καὶ φόρους παρὰ τῶν πέριξ ἐθνῶν
55ἐλάμβανε, τῆς τοῦ Θεοῦ ἐπαγγελίας τῆς πρὸς τὸν Ἀβραὰμ εἰς ἔργα χωρούσης· δι’ ἧς ἐπηγγέλλετο δώ‐
σειν τῷ σπέρματι αὐτοῦ πᾶσαν τὴν γῆν ἀπὸ τοῦ πο‐556 in vol. 23

23

.

557

ταμοῦ Αἰγύπτου, μέχρι τοῦ ποταμοῦ Εὐφράτου· ἃ δὴ βασιλεύοντος τοῦ Δαυῒδ ἔργοις ἐπληροῦτο· τοῦτο γοῦν καὶ ἡ παρατεθεῖσα ἱστορία τῆς Βασιλειῶν γρα‐ φῆς ἐμαρτύρει. Ἀλλὰ γὰρ φωτισθεὶς ὁ προφήτης
5ὑπὸ τοῦ ἁγίου Πνεύματος, θεσπίζει τὰ ἐν τοῖς μέλ‐ λουσι χρόνοις συμβησόμενα. Τίνα δὲ ἦν ταῦτα διδά‐ σκει λέγων· «Εἰς τὸ τέλος τοῖς ἀλλοιωθησομένοις.» Εἶθ’ ἑξῆς προϊὼν ἐπάγει· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς,» καὶ τὰ ἑξῆς· οἷς μεθ’ ἕτερα ἐπι‐
10λέγει· «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· ἀγαλ‐ λιάσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω,» καὶ τὰ ἑξῆς. Σημαίνει δὲ διὰ τούτων τοῦ Θεοῦ διαλλαγὰς πρὸς τοὺς ἀλλοφύλους. Ὁ Θεὸς γὰρ, φησὶν, ἐλάλησε, καὶ λαλήσας ἐν τῷ
15ἁγίῳ αὐτοῦ τῷ Γαλαὰδ καὶ τῷ Μανασσῇ, καὶ τῷ Ἐφραῒμ, καὶ τῷ Ἰούδᾳ, συμπεριλαμβάνει τὸν Μωὰβ καὶ τὴν Ἰδουμαίαν καὶ πάντας τοὺς λοιποὺς ἀλλοφύ‐ λους. «Μωὰβ» γὰρ, φησὶ, «λέβης τῆς ἐλπίδος μου·» ἀνθ’ οὗ ὁ Σύμμαχος ἐξέδωκε, «Μωὰβ λέβης ἀμερι‐
20μνίας μου·» ὁ δὲ Ἀκύλας, «Μωὰβ λέβης λουτροῦ μου.» Εἶτα περὶ τῆς Ἰδουμαίας αὐτὸς ἐπαγγέλλε‐ ται λέγων· «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπό‐ δημά μου·» ἢ κατὰ τὸν Σύμμαχον, «Ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβήσομαι τῷ ὑποδήματί μου.» Καὶ
25τοιαῦτα μὲν ἐπαγγέλλεται τῷ Μωὰβ καὶ τῇ Ἰδου‐ μαίᾳ. Περὶ δὲ τῶν ἀλλοφύλων πάλιν ὁ αὐτὸς ἐπιλέ‐ γει· «Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν·» ἢ, κατὰ τὸν Ἀκύλαν· «Ἐπ’ ἐμὲ Φυλιστιαία ἡταιρήσατο·» κατὰ δὲ τὸν Θεοδοτίωνα, «Ἐμοὶ ἀλλόφυλοι ἐφιλία‐
30σαν.» Αὐτὰ δὲ ταῦτα τοῖς αὐτοῖς ῥήμασι, καὶ αὐταῖς λέξεσι καὶ ἐν τῷ ρζʹ εἴρηται ψαλμῷ, ἐν ᾧ καὶ κατὰ τοὺς Ἑβδομήκοντα φιλιάσειν τῷ Θεῷ οἱ ἀλλόφυλοι θεσπίζονται. Γέγραπται γοῦν καὶ ἐν ἐκείνῳ· «Μωὰβ λέβης τῆς ἐλπίδος μου. Ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ
35τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ἐφιλίασαν.» Καὶ ταῦτα μὲν περὶ τῶν ἀλλοφύλων διῆλθε. Μετὰ δὲ ταῦτα ἐκ προσώπου τοῦ Ἰουδαίων λαοῦ ἡ προφητεία πάλιν ἐπάγει φάσκουσα· «Οὐχὶ σὺ ὁ Θεὸς ὁ ἀπωσάμενος ἡμᾶς, καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν;»
40Ἃ δὴ ὅμοια γένοιτ’ ἂν τοῖς κατὰ τὴν ἀρχὴν λελεγμέ‐ νοις ἐν τῷ, «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς·» δι’ ὧν σαφῶς ἑαυτοὺς μὲν ἀπεῶσθαι λέγουσι καὶ καθαιρεῖσθαι, μὴ ἔχειν τε τὸν Θεὸν βοηθὸν ἐν ταῖς ἑαυτῶν δυνάμεσι· τοὺς δὲ ἀλλοφύλους καθόλου
45μὲν πάντας φίλους γεγονέναι τῷ Θεῷ, ἰδίως δὲ τὸν Μωὰβ λέβητα αὐτοῦ τῆς ἐλπίδος, ἢ λέβητα τοῦ λου‐ τροῦ αὐτοῦ, ἢ τῆς ἀμεριμνίας αὐτοῦ γεγονέναι· τὴν δὲ Ἰδουμαίαν τοῦ ὑποδήματος τοῦ Θεοῦ κατηξιῶσθαι. Ταῦτ’ οὖν τῷ Πνεύματι τῷ θείῳ φωτισθεὶς ὁ Δαυῒδ,

23

.

557

(50)

κοινοποιεῖ τὸν λόγον ὡς ἐκ προσώπου τοῦ παντὸς λαοῦ καί φησιν· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς·» ἢ, κατὰ τὸν Σύμμαχον· «Ὁ Θεὸς, ἀπεβάλου ἡμᾶς, καὶ διέκοψας ἡμᾶς·» σαφῶς ἀποβολὴν καὶ ἀποκοπὴν αὐτῶν δηλώσας. Εἶτ’ ἐπιλέγει· «Ὠργίσθης,
55καὶ ᾠκτείρησας ἡμᾶς·» κατὰ δὲ τὸν Ἀκύλαν, «Θυμωθεὶς μετέστρεψας ἡμᾶς·» κατὰ δὲ τὸν Σύμμαχον, «Ὠρ‐ γίσθης, καὶ περιήγαγες ἡμᾶς·» κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν, «Καὶ περιήγαγες ἡμᾶς.» Ταῦτα δὲ
μᾶλλον τῶν λόγων ἡ τῶν πραγμάτων ἔκβασις παρίστησι.558 in vol. 23

23

.

560

Μετὰ γοῦν τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν πάντα ταῦτα πεπόνθασιν, ὅτε ἔφθασεν ἐπ’ αὐτοὺς ὀργὴ εἰς τέλος, ἀπώσθησάν τε καὶ καθῃρέθησαν καὶ ἀπεβλήθησαν· διεκόπησάν τε καὶ περιήχθησαν δια‐
5σκορπισθέντες εἰς πάντα τὰ ἔθνη. Ἀλλὰ καὶ «συν‐ έσεισας, φησὶ, τὴν γῆν, καὶ συνετάραξας αὐτὴν,» διὰ τὸ μυρία κακὰ ἐν αὐτῇ γίγνεσθαι· λέγω δὲ τῇ αὐτῶν γῇ, ἤτοι τῇ Ἱερουσαλὴμ, ἐν ᾗ καὶ τὸ βασίλειον, καὶ τὸ ἁγίασμα, καὶ πάντα τὰ σεμνὰ τοῦ νόμου συνετε‐
10λεῖτο· ἢ καὶ πάσῃ αὐτῶν τῇ χώρᾳ, ἢ καὶ ταῖς ψυ‐ χαῖς αὐτῶν τροπικῶς γῆν ὠνομασμέναις. Ἃ δὴ πάντα ἀθρόως διὰ τὰς παρανόμους αὐτῶν πράξεις συνεσεί‐ σθη καὶ συνεταράχθη. Ὅμως δ’ οὖν ἱκετεύει ὁ προ‐ φήτης λέγων ἑξῆς· «Ἴασαι τὰ συντρίμματα αὐτῆς,
15ὅτι ἐκινήθη.» Κινηθεῖσα γὰρ καὶ σαλευθεῖσα τῆς οἰ‐ κείας μονῆς καὶ στάσεως ἡ προλεχθεῖσα γῆ, συντρίμ‐ ματα καὶ κατάγματα ἐκτήσατο. Διόπερ ἑξῆς ἐπιλέ‐ γεται· «Ἔδειξας τῷ λαῷ σου σκληρά·» καὶ ποτίζει δὲ αὐτοὺς οἶνον κατανύξεως· ἢ, κατὰ τὸν Ἀκύλαν,
20«οἶνον καρώσεως·» ἢ, κατὰ τὸν Σύμμαχον, «οἶνον σάλου.» Καὶ ἔστι γε εἰπεῖν τὸν ἀπὸ τῶν θείων Γρα‐ φῶν λόγον, ἐλεγκτικὸν ὄντα αὐτῶν τῆς εἰς τὸν Χρι‐ στὸν τοῦ Θεοῦ ἀπιστίας, οἶνον ὑπάρχειν κατανύξεως, νυττομένης αὐτῶν καὶ τιτρωσκομένης τῆς συνειδήσεως
25ἀπὸ τῶν περὶ τοῦ Σωτῆρος προφητειῶν· ἐξ αὐτῶν τε τῶν περιεχόντων αὐτοὺς πραγμάτων καὶ ἐκ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς. Ταῦτα γὰρ, κἂν ἀπροσποίητοι εἶναι δοκῶσιν, ὅμως τὴν συνείδησιν αὐτῶν τιτρώσκει, πλήττοντα καὶ εἰς συναίσθησιν αὐτοὺς ἄγοντα τῆς εἰς
30τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν ἀπιστίας. Ἀλλ’ ἐκεί‐ νοις μὲν τοιαῦτα μέλλειν ἔσεσθαι θεσπίζει. Τοὺς δὲ μέλλοντας προστρέχειν τῷ Χριστῷ τοῦ Θεοῦ, καὶ τὴν δι’ αὐτοῦ σωτηρίαν παραδέχεσθαι, εὐαγγελίζεται ἑξῆς λέγων· «Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν
35τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.» Κατὰ δὲ τὸν Ἀκύ‐ λαν· «Ἔδωκας, φησὶ, τοῖς φοβουμένοις σε σύσση‐ μον, τοῦ σημειοῦσθαι ἀπὸ προσώπου βεβαιότητος·» κατὰ δὲ τὸν Σύμμαχον· «Ἔδωκας τοῖς φοβουμένοις σε σημεῖον, εἰς τὸ ἐκφυγεῖν ἀπὸ προσώπου τοξεύμα‐
40τος.» Εἰ μὲν οὖν ἦσαν καὶ οἱ διὰ τῶν ἔμπροσθεν δε‐ δηλωμένοι τῷ σημείῳ τούτῳ, οὐκ ἂν ἀπώσθησαν, οὐδ’ ἂν καθῃρέθησαν, οὐδ’ ἂν τῇ ὀργῇ παρεδόθησαν· ἀλλ’ ἐπεὶ μὴ ἠβουλήθησαν καταδέξασθαι τὸ σωτήριον ση‐ μεῖον, εἰκότως τούτοις περιπεπτώκασιν. Οἱ δέ γε
45φοβούμενοι τὸν Κύριον (οὕτω δὲ εἴωθε καλεῖν ὁ λόγος τοὺς ἐξ ἐθνῶν πιστεύοντας, ὡς πολλάκις διὰ πλειόνων ἐδείξαμεν), λαβόντες τὸ σημεῖον χρησάμενοί τε αὐτῷ, καὶ κατὰ τοῦ προσώπου σφραγιζόμενοι, εὕραντο φυ‐ γὴν ἀπὸ προσώπου τόξου, μηδενὸς νοητοῦ καὶ ἀοράτου

23

.

560

(50)

πολεμίου βάλλειν αὐτοὺς τολμῶντος διὰ τὸ ἐπικείμε‐ νον αὐτοῖς σημεῖον καὶ τοῖς παλαιοῖς δεδομένον. Μωϋ‐ σῆς μὲν γὰρ τὰς φλιὰς τῶν οἴκων τῶν Ἰσραηλιτῶν αἵματι τοῦ προβάτου τοῦ Πάσχα κατασημαίνεσθαι διετάξατο εἰς ἀποτροπὴν τοῦ ὀλοθρευτοῦ· καὶ ἐν τῷ
55Ἐζεκιὴλ δὲ, μελλούσης ἀφανίζεσθαι τῆς πόλεως, ἀναγέγραπται ὁ Θεὸς εἰρηκὼς πρὸς τὸν ἐνδεδυμένον
τὸν ποδήρη, ὅστις ποτ’ ἦν· «Δίελθε μέσην τὴν πόλιν560 in vol. 23

23

.

561

τὴν Ἱερουσαλὴμ, καὶ δὸς τὰ σημεῖα ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ τῶν κατοδυ‐ νωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῶν.» Εἶθ’ ἑτέροις ἐλέχθη· «Πορεύεσθε
5εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε· μὴ φείδε‐ σθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε πρεσβύ‐ τερον καὶ νεανίσκον, καὶ νήπια καὶ παρθένον, καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας ἐφ’ οὕς ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν
10ἁγίων μου ἄρξασθε.» Ὁρᾷς ὅπως οἱ μὲν ἀπώλοντο· οἱ δὲ τὸ σημεῖον ἐπὶ τοῦ μετώπου φέροντες διεσώ‐ ζοντο; τοιοῦτοί τινες ἦσαν καὶ οὓς ἡ παροῦσα στηλο‐ γραφία παρίστησι λέγουσα· «Ἔδωκας τοῖς φοβου‐ μένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου·»
15οὐ γὰρ τῷ Ἰσραὴλ, φησὶν, ἔδωκας, ἀλλὰ τοῖς φοβου‐ μένοις σε. Ὅτι δὲ ἔθος ἐστὶ τῇ προφητείᾳ φοβουμέ‐ νους τὸν Κύριον καλεῖν τοὺς ἐξ ἐθνῶν ἐπὶ τὸν Θεὸν καταφεύγοντας, πολλάκις ἀπεδείξαμεν, καθὼς προείρηται. Ὥσπερ οὖν ἀπὸ προσώπου τοῦ ὀλοθρευτοῦ δι‐ έφυγόν ποτε οἱ ἐν Αἰγύπτῳ τὰς πληγὰς, χρήσαντες τῷ σημείῳ τοῦ αἵματος, τὸν αὐτὸν τρόπον εἰς ἀπο‐
20τροπιασμὸν τοῦ πολεμίου καὶ ἐχθροῦ τῶν ἀνθρωπίνων ψυχῶν, τοῦ τοξεύειν καὶ καταβάλλειν αὐτὰς ἐπὶ τὴν τῆς εἰδωλολατρείας πλάνην εἰωθότος, δέδοται τὸ λεγόμενον ἐνταῦθα σημεῖον τοῖς φοβουμένοις τὸν Κύριον. «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου.» Ταῦτα καὶ τὰ τούτοις ἀκόλουθα μέχρι τοῦ τέλους καὶ ὁ ρζʹ περιέχει ψαλ‐
25μός. Ἀλλ’ ἐν μὲν τοῖς προκειμένοις τὰ προλεχθέντα ἀποβολὴν ἐδήλου τοῦ Ἰσραήλ· τοῦ ρζʹ τὰ πρὸ τού‐ του, «ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου» καὶ τῶν ἐπι‐ φερομένων, σαφῆ κλῆσιν ἐθνῶν θεσπίζει. Προειπὼν γὰρ ὁ λόγος ἐν τῷ ρζʹ, «Ἑτοίμη ἡ καρδία μου, ὁ
30Θεὸς, ἑτοίμη ἡ καρδία μου· ᾄσομαι καὶ ψαλῶ. Ἐξ‐ εγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κι‐ θάρα, ἐξεγερθήσομαι ὄρθρου,» ἐπιφέρει· «Ἐξομο‐ λογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν· ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἡ
35ἀλήθειά σου ἕως τῶν νεφελῶν. Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.» Εἶτ’ ἐπιλέγει τὰ ἐν τῷ μετὰ χεῖρας προκεί‐ μενα λόγῳ· «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου,» καὶ τὰ
40λοιπὰ συμφώνως τοῖς προκειμένοις, Σφόδρα δὲ ἐθαύ‐ μασα τοῦ ἁγίου Πνεύματος τὴν οἰκονομίαν· ἀπὸ γὰρ δύο στηλογραφιῶν ἕνα ψαλμὸν πεποίηκε, τὸν ρζʹ. Τὰ μὲν γὰρ πρῶτα, ἐν οἷς ἐλέγετο· «Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, καὶ τὰ ἑξῆς, ἀπὸ τῆς τοῦ νϛʹ στηλογραφίας
45τοῦ Δαυῒδ ἐξελὼν, ἐν ᾗ καὶ αὐτῇ λέλεκτο· ἑτοίμη ἡ καρ‐ δία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου· ᾄσομαι καὶ ψαλῶ,» καὶ τὰ ἐπιλεγόμενα δ’ ἑξῆς συμφώνως τοῖς ἐν τῷ ρζʹ μέχρι τοῦ· «Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου·» τὰ δὲ δεύτερα

23

.

561

(50)

τὰ ἀπὸ τοῦ, «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου,» σὺν τοῖς μέ‐ χρι τέλους ἐπενηνεγμένοις ἀπὸ τῆς μετὰ χεῖρας στη‐ λογραφίας, διδάσκοντος ἡμᾶς θείου Πνεύματος μίαν καὶ τὴν αὐτὴν διάνοιαν ἐμφέρεσθαι ἐν ἀμφοτέροις.
55Ἐν μὲν γὰρ τῷ νϛʹ ἐξομολογήσασθαι τῷ Κυρίῳ ἐν λαοῖς καὶ ψάλλειν αὐτῷ ἐν ἔθνεσιν εὐηγγελίζετο· ἐν
δὲ τῷ μετὰ χεῖρας ἀποβολὴν σημαίνει τοῦ Ἰσραὴλ,562 in vol. 23

23

.

564

ὥσπερ οὖν ἐδίδασκε τὰ προλεχθέντα. Καὶ δὴ μετὰ τὰ πρῶτα, δι’ ὧν ἐδηλοῦτο ἡ ἀποβολὴ τοῦ προτέρου λαοῦ, τό τε σημεῖον τὸ τοῖς φοβουμένοις αὐτὸν δοθησόμε‐ νον, ἑξῆς μέσου διαψάλματος παρεντεθέντος, τὸ
5Πνεῦμα τὸ ἅγιον εὐχὴν ἀναπέμπει τῷ Θεῷ φάσκον· «Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δε‐ ξιᾷ σου, καὶ ἐπάκουσόν μου.» Ἱκετεύει δὲ ταῦτα δεόμενον, ὅπως, τῇ αὑτοῦ χρησάμενος δεξιᾷ ὁ Θεὸς, ῥύσηται καὶ σώσῃ τοὺς ἀγαπητοὺς αὐτοῦ· καὶ οὐχ
10ἁπλῶς ἱκετεύει, «Σῶσον,» ἀλλὰ «τῇ δεξιᾷ ἑαυτοῦ» πρῶτον μὲν ῥύσασθαι, ἔπειτα σῶσαι. Ἀγαπητοὺς δὲ τοῦ Θεοῦ οὐδ’ ἄλλους ἠπίστατο ἢ τοὺς κατ’ εἰκόνα τὴν αὐτοῦ πεποιημένους ἀνθρώπους. Εἰ γὰρ καὶ τὰ μάλιστα ὑποπεπτώκασι τῇ ἁμαρτίᾳ, ἀλλ’ ὅμως διὰ
15τὴν ψυχῆς οὐσίαν νοερὰν οὖσαν καὶ λογικὴν, ἀγαπη‐ τοὶ εἴρηνται τοῦ Θεοῦ. Δυσωπεῖ τοίνυν ὁ λόγος τὸν Θεὸν διὰ τῆς μνήμης τῶν ἀγαπητῶν αὐτοῦ, παρακα‐ λεῖ τε ῥύσασθαι αὐτοὺς ἀπὸ νοητῶν τε ἐχθρῶν καὶ πολεμίων· ῥυσάμενόν τε σῶσαι αὐτοὺς διὰ τῆς ἑαυ‐
20τοῦ δεξιᾶς. Δεξιὰν δὲ τοῦ Θεοῦ τίνα ἄν τις εἴποι ἢ τὸν Χριστὸν αὐτοῦ τροπικῶς οὕτως ὠνομασμένον, Ὡς γὰρ ἀλλαχοῦ δύναμις καὶ σοφία λέλεκται, δικαιο‐ σύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις, οὕτω καὶ νῦν δεξιὰ χρηματίσειεν ἄν· ἐπειδὴ τὰ δεξιὰ καὶ σω‐ τήρια πᾶσιν ἀνθρώποις προξενήσειν ἔμελλεν.
25 «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ,» καὶ τὰ ἑξῆς. Εὐξαμένου τοῦ ἁγίου Πνεύματος ὅπως ῥυσθῶ‐ σιν οἱ ἀγαπητοὶ τοῦ Θεοῦ, μηδὲν ὑπερθέμενος ὁ Θεὸς ἀποκρίνεται λέγων· «Ὑψωθήσομαι καὶ διαμε‐ ριῶ Σίκιμα.» Ταῦτα δὲ τοῦ Θεοῦ διὰ τοῦ Λόγου
30αὐτοῦ ὡς δι’ ἑρμηνέως λαλήσαντος, τὸ Πνεῦμα τὸ ἅγιον ἐπακοῦσαν, διδάσκει καὶ ἡμᾶς εἰδέναι αὐτά· διό φησιν· «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ.» Τὸν δὲ ἅγιον τοῦ Θεοῦ μορφὴν δούλου λαβόντα οὐκ ἠγνόησάν ποτε οἱ δαίμονες· διὸ ἐβόων λέγοντες·
35«Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ.» Ἀλλὰ καὶ ἐν πηʹ ψαλμῷ λέλεκται· «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυῒδ ψεύσομαι.» Ὡς γὰρ πατὴρ ἐφ’ υἱῷ ἀγαπητῷ, οὕτως ὁ τῶν ὅλων Θεὸς ἐπὶ τῷ Υἱῷ ὤμνυσι. Καὶ ἐνταῦθα τοίνυν «ὁ Θεὸς ἐλάλησεν ἐν τῷ
40ἁγίῳ αὐτοῦ·» ἢ, κατὰ τὸν Ἀκύλαν, «Ὁ Θεὸς ἐλά‐ λησεν ἐν ἡγιασμένῳ αὐτοῦ.» Πότε δὲ καὶ τοῦτ’ ἐπλη‐ ροῦτο, ἢ ὅτε ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ; Τί δὲ ἐλάλησεν ἢ τὰ ἐπιφερόμενα λέγων· «Ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα;» Ἐν μὲν
45οὖν τῷ ρζʹ εἴρηται· «Ὑψωθήσομαι, καὶ διαμεριῶ Σίκιμα,» σφόδρα καταλλήλως· ἐπειδὴ ἐν ἐκείνῳ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· «Ὑψώθητι ἐπὶ τοὺς οὐρα‐ νοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.» Πρὸς γὰρ τὸ, «ὑψώθητι,» ἐπενήνεκται τὸ, «ὑψωθή‐

23

.

564

(50)

σομαι·» ἐνταῦθα δὲ πρὸς τὸ, «σῶσον τῇ δεξιᾷ σου,» καὶ πρὸς τὸ, «ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου,» χαίρων ἐπὶ τῇ τῶν ἀγαπητῶν αὐτοῦ σωτηρίᾳ, τὴν ἀπόκρισιν ποιεῖται λέγων, «Ἀγαλλιάσομαι·» ἢ, κατὰ τὸν Ἀκύλαν, «Γαυριάσομαι·» ἢ, κατὰ τὸν Σύμμαχον,
55«Γαυριάσω καὶ διανεμήσω Σίκιμα·» Αὕτη δὲ ἦν ἡ πάλαι ἀφωρισμένη τῷ Ἰωσὴφ μερὶς κατ’ ἐξαίρετον,
ἐφ’ ᾗ καὶ μέγα ἐφρόνουν πρότερον μὲν Ἰουδαίων564 in vol. 23

23

.

565

παῖδες, νῦν δὲ τὸ Σαμαρειτῶν φῦλον. Ἡ αὐτὴ δέ ἐστι Σίκιμα τῇ Συχὲμ, ἣν ἔδωκεν Ἰακὼβ τῷ Ἰωσήφ· ἔνθα καὶ τὸ φρέαρ καὶ ἡ πηγὴ τοῦ Ἰακὼβ τυγχάνει, ὧν μέμνηται τὸ Εὐαγγέλιον, τὸν Σωτῆρα φάσκον ἐπι‐
5δεδημηκέναι, πολλούς τε αὐτῶν εἰς αὐτὸν πεπιστευ‐ κέναι. Ἀλλὰ καὶ μετὰ τὴν ἀνάληψιν αὐτοῦ οἱ ἀπόστο‐ λοι, ἐν τῇ Σαμαρείᾳ γενόμενοι, σημεῖα καὶ τέρατα ἐποίουν ἐν αὐτῇ, ὡς ἱστορεῖσθαι ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὸ Πνεῦμα τὸ ἅγιον δεδόσθαι τοῖς τὸν
10τόπον οἰκοῦσι, χαράν τε μεγάλην γεγονέναι αὐτόθι. Γέγραπται γοῦν, ὅτι Φίλιππος, κατελθὼν εἰς τὴν πόλιν τῆς Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. Προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φι‐ λίππου ὁμοθυμαδὸν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέ‐
15πειν τὰ σημεῖα ἃ ἐποίει· ἐγένετο δὲ φωνὴ χαρᾶς μεγάλη ἐν τῇ πόλει ἐκείνῃ. Καὶ ἑξῆς εἴρηται· «Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην· οἵτινες κατα‐
20βάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσι Πνεῦ‐ μα ἅγιον·» καὶ ἐπιλέγει· «Τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ’ αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα ἅγιον.» Ταῦτ’ οὖν ἐγένετο ἐν τῇ Σαμαρείᾳ, πληρουμένης τῆς μετὰ χεῖρας ἐπαγγελίας, φασκούσης· «Ὑψωθήσομαι
25καὶ διαμεριῶ Σίκιμα. Τοῖς γὰρ ἐπὶ τῆς Σαμαρείας διεμέρισε τὸ Πνεῦμα τὸ ἅγιον μετὰ τὴν ἀνάληψιν αὐτοῦ, καὶ μετὰ τὸ ὑψωθῆναι αὐτὸν, ὅτε «ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκε δόματα ἐν ἀνθρώποις.» Καὶ ταῦτα ἐγίνετο μετὰ τὸ διωχθῆ‐
30ναι τοὺς μαθητὰς τοῦ Σωτῆρος ἀπὸ Ἱεροσολύμων. Λέγει γοῦν ἡ Γραφή· «Ἐγένετο δὲ διωγμὸς μέγας ἐπὶ τὴν Ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν·» καὶ πάλιν· «Οἱ μὲν οὖν διασπα‐ ρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.» Εἶθ’
35ἑξῆς εἴρηται ὅπως τοῖς ἐν τῇ Σαμαρείᾳ εὐηγγελί‐ ζοντο, καὶ ὡς τοῦ Πνεύματος τοῦ ἁγίου μετεδίδοσαν αὐτοῖς οἱ ἀπόστολοι. Δέδεικται τοίνυν ὅπως εἴρηται τὸ, «Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα·» μετὰ γὰρ τὸ ὑψωθῆναι τὸν Σωτῆρα πάντα ταῦτα ἐπληροῦτο.
40Ἄλλος δ’ ἂν εἴποι, διὰ τὸ πάλαι μὲν τῶν Ἰουδαίων εἶναι τὸν τόπον, νυνὶ δὲ μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάληψιν Ἕλλησι καὶ Σαμαρείταις ἐκδεδόσθαι, τούτου χάριν εἰρῆσθαι τὸ, «Ὑψωθήσομαι καὶ διαμεριῶ Σί‐ κιμα·» ἀλλὰ καὶ «τὴν κοιλάδα τῶν σκηνῶν διαμε‐
45τρήσω.» Κοιλάδα δὲ εἴωθεν ὀνομάζειν ὁ προφητικὸς λόγος τὸ πάντων ἀνθρώπων οἰκητήριον· διὸ λέλεκται ἀλλαχοῦ· «Διέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶ‐ νος.» Τοῦτο δὴ οὖν τὸ πάντων ἀνθρώπων οἰκητή‐ ριον, καὶ τὴν κοιλάδα ταύτην ἐκκλησιῶν, φησὶν,

23

.

565

(50)

ἐμαυτοῦ πληρώσω· ὃ δὴ αἰνίττεται λέγων, «Σκη‐ νῶν διαμετρήσω.» Καὶ ὁ Ἀκύλας δὲ τοῦτον ἡρμή‐ νευσε τὸν τρόπον, «Κοιλάδα συσκιασμῶν καταμε‐ τρήσω.» Εἶθ’ ὥσπερ ἐμὸς, φησὶ, γέγονεν ὁ Γαλαὰδ, καὶ ἐμὸς γέγονέ ποτε ὁ Μανασσῆς, καὶ Ἐφραῒμ ἦν
55ποτε, ὅτε ὑπῆρχε, «κραταίωσις τῆς κεφαλῆς μου,» ἢ, κατὰ τὸν Σύμμαχον, «ἰσχὺς τῆς ἀρχῆς μου·»
ὁμοίως τε ὥσπερ, ἦν ποτε «ὁ Ἰούδας βασιλεύς μου,»566 in vol. 23

23

.

568

ἢ, κατὰ τὸν Ἀκύλαν, «Ἰούδας ἀκριβαστής μου·» τὸν αὐτὸν τρόπον ἔσται καὶ ἡ τῶν ἀλλοφύλων χώρα τε καὶ πόλις ἡ καλουμένη Μωάβ· γενήσεται γὰρ «λέβης τῆς ἐλπίδος μου,» ἢ, κατὰ τὸν Ἀκύλαν· «λέβης
5λουτροῦ μου·» ἢ, «λέβης ἀμεριμνίας μου,» κατὰ τὸν Σύμμαχον. Τὸν δὲ Ἐφραῒμ κραταίωσιν τῆς κε‐ φαλῆς ἑαυτοῦ ὠνόμασεν, ἢ ἰσχὺν τῆς ἀρχῆς ἑαυτοῦ· ἐπειδήπερ οἱ ἐκ φυλῆς Ἐφραῒμ βασιλεύσαντες ἦρξάν ποτε ἐν τῇ Σαμαρείᾳ τῶν ἐννέα ἥμισυ φυλῶν τοῦ Ἰσραήλ. Δύο δὲ παίδων γενομένων τῷ Ἰωσὴφ, τοῦ Ἐφραῒμ
10καὶ τοῦ Μανασσῆ, οἱ μὲν τοῦ Ἐφραῒμ, ἀποσχίσαντες τῆς Ἱερουσαλὴμ, ἐν τῇ Σαμαρείᾳ καὶ τῇ προλεχθείσῃ Συχὲμ τῇ καὶ Σίκιμα συνέστησαν τὸ βασίλειον· διὸ λέλεκται· «Ἐφραῒμ κραταίωσις τῆς κεφαλῆς μου,» ἢ, «ἰσχὺς τῆς ἀρχῆς μου·» οἱ δὲ ἐκ τοῦ Μανασσῆ
15γενόμενοι ἔσχον τὴν Γαλαάδ· διὸ εἴρηται· «Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς.» Ὁ μὲν γὰρ τόπος ἐκ τοῦ Γαλαὰδ ἐσημαίνετο, οἱ δὲ οἰκήτορες ἐκ τοῦ Μανασσῆ. Ὥσπερ οὖν οὗτοι, φησὶ, γεγόνασιν ἐμοὶ, οἵ τε τὴν Γαλαὰδ οἰκήσαντες υἱοὶ Μανασσῆ, καὶ
20οἱ ἐν Σικίμοις ἄρξαντες τοῦ λαοῦ υἱοὶ Ἐφραΐμ· ἀλλὰ καὶ ὡς ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ οἱ ἐκ φυλῆς Ἰούδα βασιλεύσαντες ἦσαν ἐμοὶ, καὶ τῆς ἐμῆς μερίδος βασιλεῖς· οὕτως ἔσται ποτὲ ἐμὰ καὶ τὰ τῶν ἀλλο‐ φύλων ἔθνη. Δηλοῖ δὲ πάντας ἀλλοφύλους διὰ τοῦ
25Μωὰβ καὶ διὰ τῆς Ἰδουμαίας, ἐκ δύο τούτων ἐθνῶν τῶν ἀπηγορευμένων εἰσιέναι εἰς τὴν Ἐκ‐ κλησίαν τοῦ Θεοῦ καὶ τὰ λοιπὰ πάντα παραδεξά‐ μενος. Γέγραπται γοῦν· «Ἀμμανῖται καὶ Μωαβῖται οὐκ εἰσελεύσονται εἰς Ἐκκλησίαν Κυρίου ἕως τρίτης
30καὶ τετάρτης γενεᾶς, καὶ ἕως εἰς τὸν αἰῶνα.» Μωὰβ δὲ καὶ Ἀμμὰν γεγόνασιν υἱοὶ Λὼτ ἐκ παρανόμου μίξεως τῶν αὐτοῦ θυγατέρων, ἔκ τε τοῦ Σοδομιτικοῦ σπέρματος· ὧν τὴν διαδοχὴν, Μωαβίτας καὶ Ἀμμα‐ νίτας, ἀποβλήτους ποιεῖται ὁ Μωϋσέως νόμος. Ἀλλ’ ὁ
35παρὼν νόμος τῷ μὲν Μωὰβ εὐαγγελίζεται κάλλιστα λέγων· «Μωὰβ, λέβης τῆς ἐλπίδος μου·» ἑτέρῳ δὲ ἔθνει τῷ ἀπὸ τοῦ Ἡσαῦ ὑφεστῶτι τὰ χρηστὰ σημαί‐ νει, ἐπιφέρων ἑξῆς· «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου.» Ἰδουμαία δ’ ἐκέκλητο ἀπὸ τοῦ
40Ἐδώμ· οὗτος δὲ ἦν ὁ Ἠσαῦ περὶ οὗ λέλεκται· «Μή τις πόρνος, ἢ βέβηλος, ὡς Ἠσαῦ.» Μυρίαι τε ἄλλαι προφητεῖαι κατὰ τῶν Ἰδουμαίων καὶ κατὰ τῆς Ἰδου‐ μαίας εἴρηνται. Ἀλλ’ ὁ παρὼν λόγος τὰ κάλλιστα καὶ τούτοις εὐαγγελίζεται, λέγοντος τοῦ Θεοῦ· «Ἐπὶ
45τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου.» Εἶθ’ ἑξῆς καὶ περὶ τῶν λοιπῶν ἐθνῶν ἀδιορίστως ἐπιλέγει· «Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν,» ἢ «ἐφιλίασαν.» Λέβητα δὲ τὸν Μωὰβ τῆς ἑαυτοῦ ἐλπίδος καλεῖ, ἢ λέβητα τοῦ λουτροῦ ἑαυτοῦ, ἢ τῆς ἀμεριμνίας ἑαυ‐

23

.

568

(50)

τοῦ· ἐπειδὴ οὐκ ἄλλως ἐξῆν αὐτῷ, ἅπαξ ἀποβλήτῳ γενομένῳ, εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ παραβάλ‐ λειν, μὴ οὐχὶ διὰ λουτροῦ παλιγγενεσίας. Ὥσπερ οὖν λέβητι ἀπολουσάμενος καὶ ἀποκαθαρθεὶς τῆς προτέ‐ ρας δυσσεβείας, καταξιοῦται τῆς χάριτος, καὶ οὕτως
55ἀμεριμνίας τυγχάνει. Καὶ ταῦτα δι’ ἔργων κεχωρη‐ κότα πάρεστιν ὀφθαλμοῖς παραλαβεῖν, τῇ τῶν Ἀράβων ἐπιδημήσαντας χώρᾳ, θεωμένους τε τοὺς παρ’ αὐ‐
τοῖς πληθύνοντας λαοὺς, Μωαβίτας καὶ Ἀμμανίτας568 in vol. 23

23

.

569

πληροῦντας τὰς Ἐκκλησίας τοῦ Θεοῦ. Ὡσαύτως δὲ καὶ, «Ἐπὶ Ἰδουμαίαν ἐπιβήσομαι, φησὶ, τῷ ὑπο‐ δήματί μου,» κατὰ τὸν Σύμμαχον. Καὶ ταύτην δὲ τὴν πρόῤῥησιν οὐδὲν ἂν εἴη δυσχερὲς ἰδεῖν, τῇ τῶν
5Ἰδουμαίων ἐπιστάντας χώρᾳ καὶ τὰ πλήθη τῶν αὐ‐ τόθι Ἐκκλησιῶν τοῦ Θεοῦ ὄψει παραλαβόντας· ὡς μὴ ὀκνῆσαί τινα ἀληθῶς ἐπίβασιν γεγονέναι τοῖς τόποις ἐκείνοις ὁμολογῆσαι. Διὰ δὴ ταῦτα ἀνωτέρω ἐλέγετο· «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· Ἀγαλλιάσο‐
10μαι.» Μέλλον γὰρ πᾶν τὸ τῶν ἀνθρώπων γένος ἐπὶ σωτηρίᾳ ἀνακαλεῖσθαι, πρεπόντως αὐτοῦ τῇ φιλαν‐ θρωπίᾳ, συνέχαιρε τῇ τῶν σωζομένων σωτηρίᾳ. Καὶ ἄλλως δὲ ὑπόδημα αὐτοῦ οὐκ ἂν ἁμάρτοις λέγων τοὺς ἀποστόλους, ἢ τοὺς εἰς ἔτι δεῦρο τῷ περὶ αὐτοῦ κη‐
15ρύγματι διακονουμένους. Ταῦτα δὴ οὖν πάντα εἰργά‐ σατο ὁ Θεὸς, ὅτε ἐπ’ ἐσχάτῳ τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν τῷ ἁγίῳ αὐτοῦ. Καθ’ ἑτέραν δὲ ἐκδοχὴν λα‐ λήσας ὁ Θεὸς ἐν τῷ ἁγίῳ αὐτοῦ, πάντας ἁπαξαπλῶς Ἰουδαίους τε καὶ Ἕλληνας, τά τε καθ’ ὅλης τῆς οἰκου‐
20μένης ἔθνη εἰς τὴν ἑαυτοῦ χάριν ἀνεκαλέσατο· διὸ καὶ τὴν Σίκιμα καὶ τὸν Γαλαὰδ, καὶ τὸν Μανασσῆν καὶ τὸν Ἐφραῒμ καὶ τὸν Ἰούδαν καὶ τὸν Μωὰβ καὶ τὴν Ἰδουμαίαν καὶ τοὺς ἀλλοφύλους ἅπαντας κατ‐ ηριθμήσατο, ἐξ ἴσου τῆς ὁμοίας κλήσεως καταξιώσας
25ἅπαν τὸ τῶν ἀνθρώπων γένος· πλὴν ἀλλὰ πρώτους τοὺς ἀπὸ τοῦ Ἰσραὴλ καλεῖ. Ἐχρῆν γὰρ τὰ πρωτεῖα καὶ τὰς ἀπαρχὰς τοῦ εὐαγγελικοῦ κηρύγματος πρώ‐ τοις αὐτοῖς ἀπονεῖμαι διὰ τὰς πρὸς τοὺς αὐτῶν πατέ‐ ρας ἐπαγγελίας, δι’ ἃς καὶ αὐτὸς ὁ Σωτὴρ πρώτοις
30αὐτοῖς εὐηγγελίζετο μαρτυρόμενος καὶ λέγων· «Οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Καὶ τοῖς ἀποστόλοις δὲ αὐτοῦ πρώτοις αὐτοῖς κηρύσσειν τὸ Εὐαγγέλιον παρῄνει φάσκων· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμα‐
35ρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Εἶτα μετ’ ἐκείνους προσέταττε τοῖς ἑαυτοῦ μαθηταῖς εὐαγγε‐ λίζεσθαι πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματι αὐτοῦ. Οὕτως οὖν καὶ ἐπὶ τοῦ παρόντος ὁ τῶν ὅλων Θεὸς ἐνοικήσειν
40ἐν τῷ ἁγίῳ αὐτοῦ, ἐν αὐτῷ τε καὶ δι’ αὐτοῦ λαλήσειν ἀνθρώποις θεσπίζεται· καὶ ὡς ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ τὸν Ἐφραῒμ καὶ τὸν Μανασσῆν καὶ τὸν Ἰούδαν εἰσδέξεται· οἳ πάλαι μὲν ἦσαν διεστῶτες, ὅτε ὁ μὲν Ἰούδας ἐβασίλευεν ἐν Ἱερουσαλὴμ, ὁ δὲ Ἐφραῒμ,
45ἐν Σικίμοις καὶ Σαμαρείᾳ, ὁ δὲ Μανασσῆς ᾤκει τὴν Γαλαάδ. Ὡς μηκέτι τοίνυν ἀφορισμοῦ, μήτε διαστά‐ σεως οὔσης ἐν αὐτοῖς, πρώτους αὐτοὺς εἰσκαλεῖται· εἶτα Μωαβίτας καὶ Ἀμμανίτας, Ἰδουμαίους τε καὶ τοὺς λοιποὺς ἅπαντας ἀνθρώπους τοὺς καθ’ ὅλης τῆς

23

.

569

(50)

οἰκουμένης οἰκοῦντας. Γνώσεις δ’ ἂν ἐκ τῆς ἱστορίας τῶν Εὐαγγελίων, ὅπως καθ’ οὓς χρόνους ὁ ἅγιος τοῦ Θεοῦ καὶ τοῖς Σικίμοις ἐπεδήμει, καὶ αὐτῇ Σαμα‐ ρείᾳ, τῇ τε Ἱερουσαλὴμ, ἡνωμένου τότε τοῦ Ἰσραὴλ, καὶ μηδεμιᾶς οὔσης ἐν αὐτῷ διαστάσεως· οὕτω δὲ καὶ τοὺς ἑαυτοῦ ἀποστόλους πρὸς τὰ πρόβατα ἀπολωλότα οἴκου Ἰσραὴλ ἐν πρώτοις διεπέμπετο· μετὰ
55δὲ ταῦτα, τοῖς αὐτοῖς ὥσπερ ὑποδήμασι χρώμενος, τὸ πάντων ἀνθρώπων γένος τῆς σωτηρίου κατηξίου χάριτος. «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγή‐
σει με ἕως τῆς Ἰδουμαίας; Οὐχὶ σὺ ὁ Θεὸς ὁ ἀπ‐570 in vol. 23

23

.

572

ασάμενος ἡμᾶς; καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν;» Ἐπιστήσας τῇ τῶν προλεχθέντων διανοίᾳ ὁ Προφήτης, ὑπερεκπλήττεται τὸ θαῦμα τῆς παρα‐ δόξου τῶν ἀλλοφύλων ἐθνῶν μεταβολῆς. Εἶτα τοῦ
5Θεοῦ εἰρηκότος, «Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου,» τὸν λόγον ἀποθαυμάζει, εἰ μέλλοι ποτὲ Θεὸς αὐτὸς, ὑποδήματι χρησάμενος, ἐπιβαίνειν οὐ τῇ Ἱερουσαλὴμ, οὐδὲ τῇ Σαμαρείᾳ, οὐδὲ ἄλλῃ τινὶ τῇ τοῦ Ἰσραὴλ, ἀλλὰ τῶν ἀλλοφύλων Ἰδουμαίων.
10Διὸ μακαρίζει μὲν τούτους, οἷς ἐπιδημήσειν ἤμελλεν ὁ Θεός· εὐχὴν δὲ τίθεται καταξιωθῆναί ποτε καὶ αὐ‐ τὸν τῆς τούτων θέας· διό φησι· «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδου‐ μαίας;» Ηὔχετο γὰρ ὁδηγηθῆναι καὶ παρατεῖναι
15τοὺς τῆς ζωῆς αὐτοῦ χρόνους ἐπὶ τὸν καιρὸν ἐκεῖνον, καθ’ ὃν ἤμελλεν ὁ Θεὸς ἐπὶ τὴν Ἰδουμαίαν ἐκτείνειν τὸ ὑπόδημα αὐτοῦ, ὡς ἂν ἴδοι τὸ μέγα θέαμα, Θεὸν ἐπιδημοῦντα ἀνθρώποις καὶ ἐμπεριπατοῦντα τῇ Ἰδουμαίᾳ, ἀλλοφύλους τε αὐτῷ ὑποτεταγμένους καὶ
20φιλιάζοντας· διό φησι· «Τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;» Πόλιν δὲ περιοχῆς καλεῖ τὴν Ἐκκλη‐ σίαν τοῦ Θεοῦ, περιπεφραγμένην στεῤῥῷ καὶ ὀχυρω‐ τάτῳ τείχει, τῇ σωτηρίῳ δυνάμει, ἣν καὶ αὐτὴν ἰδεῖν ηὔχετο· διὸ ἔλεγε· «Τίς ἀπάξει με εἰς πόλιν
25περιοχῆς;» Θέα δὲ ὅπως οὐκ ηὔξατο ὁδηγηθῆναι ἕως τῆς Ἱερουσαλὴμ, ἢ ἕως τῆς Γαλαὰδ, ἢ ἕως τῆς Συχὲμ, ἢ ἕως τοῦ Ἐφραῒμ, ἢ ἕως τοῦ Ἰούδα· ἀλλ’ ὥσπερ ἐκπλαγεὶς τὸ παράδοξον τῆς ἐπαγγελίας, εἰ τοῦ μεμισημένου καὶ πόρνου Ἠσαῦ οἱ ἀπόγονοι τοι‐
30αύτης τότε τεύξονται χάριτος, ὡς ἐπιβῆναι αὐτοῖς τὸν Θεὸν, εὔχεται λέγων· «Τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;» Σφόδρα δὲ θαυμαστῶς ὁ Θεὸς ἐμπερι‐ πατήσειν οὐ γυμνοῖς ποσὶ λέλεκται, ἀλλὰ δι’ ὑποδη‐ μάτων· αἰνιττομένου τοῦ λόγου τὰς ὑπηρετικὰς τοῦ
35βουλήματος αὐτοῦ ψυχὰς, δι’ ὧν τὴν τῶν ἐθνῶν κλῆ‐ σιν ποιησάμενος, πανταχοῦ γῆς τὴν ἑαυτοῦ συνεστή‐ σατο πόλιν, λέγω δὲ τὴν καθολικὴν αὑτοῦ Ἐκκλη‐ σίαν, καὶ τὸ σύστημα τῆς τῶν θεοσεβῶν πολιτείας· περὶ ἧς εἴρηται ἀλλαχοῦ· «Δεδοξασμένα ἐλαλήθη
40περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ·» καὶ, «Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Καὶ ταύτην οὖν τὴν πόλιν τῆς περιοχῆς διψῶν θεάσασθαι ὁ Προφήτης ἔλεγε· «Τίς ἀπάξει με εἰς πόλιν περι‐ οχῆς;» ἢ, «εἰς πόλιν πεφραγμένην;» οὕτως γὰρ ἡρ‐
45μήνευσεν ὁ Σύμμαχος. Πύλαι γὰρ αὐτὴν καὶ θύραι καὶ μοχλοὶ θείων δυνάμεων περιφράττουσι, πρὸς τὸ μή τινα ὑπομεῖναι πολιορκίαν. Διὸ περὶ αὐτῆς ἔλε‐ γεν ὁ Σωτήρ· «Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν

23

.

572

(50)

αὐτῆς.» Ταύτην οὖν τὴν περιπεφραγμένην πόλιν ἐπιθυμῶν ἰδεῖν ὁ Προφήτης ἔλεγε· «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;» Καὶ τὴν τῶν ἀλλοφύλων σωτη‐ ρίαν εὐχόμενος ὀφθαλμοῖς παραλαβεῖν, προσετίθει λέγων· «Τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;»
55Εἶτα πρῶτον καὶ δεύτερον εἰπὼν, «Τίς;» τὸν μό‐ νον δυνατὸν ταῦτα δεικνύναι γνωρίζειν ὁμολογεῖ· ἦν
δὲ οὗτος ὁ Θεός· ὃ κατ’ ἀρχὰς τῆς προκειμένης στη‐572 in vol. 23

23

.

573

λογραφίας ἔλεγεν· «Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθ‐ εῖλες ἡμᾶς.» Διὸ πρὸς ἐκείνην τὴν φωνὴν ἀποδί‐ δωσιν ἐνταῦθα τὴν αὐτὴν διάνοιαν λέγων· «Οὐχὶ σὺ ὁ Θεὸς ὁ ἀπωσάμενος ἡμᾶς;» Τίς γὰρ ἄλλος, φησὶ,
5δύναται δεῖξαι ἡμῖν τὰς ἐπαγγελίας τὰς σὰς καὶ τῶν σῶν λόγων τὰ ἀποτελέσματα, εἰ μὴ σὺ αὐτὸς ὁ ἀπ‐ ωσάμενος ἡμᾶς; ἢ, κατὰ τὸν Σύμμαχον, «Εἰ μὴ σὺ ὁ Θεὸς ὁ ἀποβαλλόμενος ἡμᾶς, καὶ μὴ προσελθὼν ἐν ταῖς στρατεύσεσιν ἡμῶν;» Ἀπώσω γὰρ ἡμᾶς σὺ,
10Κύριε, καὶ καθεῖλες ἡμᾶς· ἀλλὰ καὶ πάλαι εἰωθὼς συνεξιέναι καὶ συμπολεμεῖν ταῖς ἡμετέραις δυνά‐ μεσι, νῦν ὅτε τὴν κλῆσιν ἐποιήσω τῶν ἐθνῶν, ἀπώσω ἡμᾶς καὶ οὐκέτι συνεξέρχῃ ταῖς ἡμετέραις δυνάμεσι. Ἄλλη οὖν οὐκ ἔστιν ἡμῖν ἐλπὶς πρὸς τὸ θεάσασθαί
15σου τὰς ἐπαγγελίας, εἰ μὴ σὺ αὐτὸς βουληθείης. Σοῦ γὰρ θελήσαντος, δυνατὸν ἡμῖν τοὺς σοὺς προ‐ φήτας συγκαταλεγῆναι τῇ πόλει σου τῇ περιπεφρα‐ γμένῃ, καὶ ὁδηγηθῆναι ἕως τῆς ἀποδειχθείσης Ἰδου‐ μαίας
22 «Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σω‐ τηρία ἀνθρώπων. Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Οἱ τῶν
25ἐπαγγελιῶν καταξιωθέντες διδάσκονται διὰ τῶν προ‐ κειμένων νήφειν καὶ ἐγρηγορέναι, παρασκευάζεσθαί τε εἰς θλίψεις, καὶ δι’ εὐχῶν λέγειν τῷ ἑαυτῶν βα‐ σιλεῖ· «Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως·» ματαίαν γὰρ εἶναι πᾶσαν τὴν ἐξ ἀνθρώπων ἐλπίδα. Εἶτ’ εὐ‐
30ξάμενοι ταῦτα, τὴν ἀγαθὴν ἐπιδείκνυνται προθυμίαν λέγοντες· «Ἐν Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Τοιοῦτος ἦν ὁ Παῦλος λέγων· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με·» καὶ πάλιν· «Οὐκ ἐγὼ δὲ, φησὶν, ἀλλ’ ἡ
35χάρις ἡ σὺν ἐμοί.» Ταῦτα δὲ λέγειν παιδεύονται οἱ ἐκ τῆς Ἰδουμαίας καὶ ἐκ τῶν ἀλλοφύλων ἐθνῶν τῇ τοῦ Θεοῦ χάριτι προσεληλυθότες. Εἰ δὲ ἐκ προσώπου τοῦ προφητικοῦ χοροῦ λέγοιτο καὶ ταῦτα, πρέποι ἂν αὐτοὺς, ἀποκλαυσαμένους τὸν ἀπωσμὸν καὶ τὴν καθ‐
40αίρεσιν τοῦ προτέρου λαοῦ, εὐχὴν ἀναπέμπειν ὑπὲρ τοῦ κοινοῦ πάντων αὐτῶν σώματος, καὶ λέγειν τῷ Θεῷ τὰ προκείμενα. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ ΥΜΝΟΙΣ, ΤΩ ΔΑΥΙΔ Ξʹ. «Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου, πρόσχες
45τῇ προσευχῇ μου.» Οἱ μὲν ἐπιγεγραμμένοι στηλο‐ γραφίας ἐφεξῆς πέντε μέχρι τοῦ νθʹ τέλος ἔχουσιν· εἰσὶ δὲ πάντες οἱ ταύτην ἔχοντες τὴν προγραφὴν ἕξ· οἵ τε προλεχθέντες καὶ ὁ ιεʹ ἐν τῷ πρώτῳ μέρει τῆς βίβλου τῶν Ψαλμῶν κείμενος. Ὅ γε μὴν μετὰ χεῖρας

23

.

573

(50)

ὕμνος ὢν καὶ αὐτὸς εἰς τὸ τέλος διὰ τὰς ἐπὶ τέλει τοῦ ὕμνου φερομένας ἐπιχρήστας ἐπαγγελίας ἀνα‐ πέμπει. Εἰσὶ δὲ πάντες οἱ ἐπιγεγραμμένοι «Ἐν ὕμνοις» πέντε· δύο μὲν ἐν τῷ πρώτῳ μέρει τῆς βίβλου, ὁ τέταρτος καὶ ὁ ϛʹ. Ἀλλ’ οὗτοι μὲν «Ἐν
55ὕμνοις ψαλμοὶ» λέγονται· οἱ δὲ ἐν τῷ δευτέρῳ μέρει τῆς βίβλου τρεῖς «Ἐν ὕμνοις» ἐπιγράφονται μόνον,
ὁ νγʹ, καὶ ὁ νδʹ, καὶ ὁ μετὰ χεῖρας. Οἱ μὲν οὖν «Ἐν574 in vol. 23

23

.

576

ὕμνοις ψαλμοὶ» ἐοίκασι σὺν τῷ μουσικῷ ὀργάνῳ τῷ καλουμένῳ ψαλτηρίῳ λελέχθαι, ὡς δεηθέντος τῆς διὰ τοῦ σώματος, ὅπερ ἐστὶν ὄργανον τῆς ψυχῆς, πρα‐ κτικῆς ἐνεργείας τοῦ ψάλλοντος. Οἱ δὲ ἁπλῶς ὕμνοι
5διὰ μόνης φωνῆς τοῦ τὸν ὕμνον ἀναπέμψαντος εἴρην‐ ται, οὐ συμπαραληφθείσης τῆς διὰ τοῦ ψαλτηρίου κρούσεως, τῷ μόνης τῆς κατὰ διάνοιαν θεωρίας δε‐ δεῆσθαι τοὺς ἐν αὐτοῖς λόγους. Τοῦτο γοῦν παρίστη‐ σιν ὁ μετὰ χεῖρας ὕμνος λέγων· «ἀπὸ τῶν περάτων
10τῆς γῆς πρὸς σὲ ἐκέκραξα·» δι’ οὗ σημαίνει ὥσπερ ἔξω γεγενῆσθαι τῆς τοῦ σώματος καταστάσεως θεο‐ ληπτούμενον τὸν Προφήτην. Οὐκ ἀγνοῶ δὲ τοὺς λοι‐ ποὺς ἑρμηνευτὰς οὐχ ἑτέρως ἐκδεδωκέναι. Παρακα‐ λεῖ δὲ διὰ τῶν μετὰ χεῖρας ὁ Δαυῒδ λέγων· «Εἰσ‐
15άκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου.» Ἐνδεὴς γὰρ ὢν μεγάλων τινῶν καὶ θείων, τούτων τυγχάνειν παρα‐ καλεῖ. Εἶθ’ ὥσπερ ἄξιον ἑαυτὸν τοῦ εἰσακουσθῆναι παραστήσας, ἐπιλέγει· «Πρόσχες τῇ προσευχῇ μου.» Πολλῆς γὰρ καὶ βαθείας διανοίας πεπληρῶσθαι αὐ‐
20τοῦ τὴν προσευχὴν θαρσῶν, ἠξίου τὸν Θεὸν ἐπιβλέ‐ ψαι, καὶ τοῖς ἐν αὐτῇ λόγοις ἐνατενίσαι, καὶ δοκιμά‐ σαι τὰ λεγόμενα, ὡς ἂν τῶν αὐτοῦ ἀκοῶν ἄξια. Εἶτα καὶ τὸ ἔργον δείκνυσιν, οὗ χάριν θεωρὸν τὸν Θεὸν τῆς ἑαυτοῦ προσευχῆς ἀνεκαλεῖτο· διὸ ἐπιλέγει·
25«Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.» Καὶ ἐπειδήπερ συμφώνως οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδε‐ δώκασιν, ὁ μὲν Ἀκύλας εἰπὼν, «Ἀπὸ τελευταίου τῆς γῆς πρὸς σὲ ἐπικαλέσομαι·» ὁ δὲ Σύμμαχος, «Ἀπὸ περάτων τῆς γῆς σὲ ἐπικαλοῦμαι·» ἡ δὲ πέμπτη
30ἔκδοσις, «Ἀπὸ περάτων τῆς γῆς πρὸς σὲ κεκράξο‐ μαι·» τίς οὐκ ἂν εὐλόγως τὸν νοῦν τῆς λέξεως ἐπι‐ ζητήσειε; Πῶς γὰρ ἄν τις δύναται, τὴν σύμπασαν ὑπερβὰς οἰκουμένην, καὶ ὑπὲρ αὐτὸν ἐλθὼν τὸν Ὠκεανὸν, «Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέ‐
35κραξα,» βοᾷν; Ἀλλ’ ὅρα εἰ μὴ πᾶς ὁ τῷ Θεῷ φί‐ λος εὐλόγως ἂν τὰ πέρατα τῆς γῆς ῥηθείη. Ὁ μὲν γὰρ φαῦλος ἀνὴρ, ἀγορὰς καὶ δήμους, βουλευτήριά τε καὶ δικαστήρια περιτρέχων, ὅλως τε ταῖς τοῦ σώ‐ ματος ἡδυπαθείαις κατορωρυγμένος, ἐν βυθῷ τῆς
40γῆς οἰκεῖν λέγοιτ’ ἂν εἰκότως· οἱ δὲ «περιελθόντες ἐν μηλωταῖς καὶ ἐν αἰγίνοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,» φεύγοντές τε τὰ μέσα τῶν πόλεων, καὶ τὰς διατριβὰς ἐν ἐρημίαις ποιούμε‐ νοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς,
45εὐλόγως ἂν λεχθεῖεν ἔξω τυγχάνειν τῆς γῆς· καὶ εἰ μὲν μὴ παντελῶς ἦσαν ἀπηλλαγμένοι τοῦ σώματος, κἂν ἐκτὸς ἦσαν αὐτοῦ· νῦν δὲ ἐπειδὴ ἐν αὐτῷ βιοῦν‐ τες, ὀργάνῳ τε αὐτῷ χρώμενοι, οὐκ ἐνεβαπτίζοντο τοῖς τοῦ βίου κακοῖς, ἀκροθίνως δὲ αὐτὸ μόνον τῆς

23

.

576

(50)

ἀναγκαίας τροφῆς, καὶ τῶν λοιπῶν χρειῶν ἐφαπτό‐ μενοι διετέλουν· εἰκότως ἐν ἄκροις ἐδόκουν εἶναι καὶ ἐν τοῖς πέρασι τοῦ σώματος· οἷος ἦν ὁ Παῦλος λέ‐ γων· «Ἐν σαρκὶ γὰρ ζῶντες, οὐ κατὰ σάρκα στρα‐ τευόμεθα·» καὶ, «Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ
55οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός·» Ὁ δὴ οὖν οὕτω διακείμενος εὐλόγως ἂν εἴποι τῷ Θεῷ· «Πρόσχες τῇ προσευχῇ μου,» πολλὴν ἄγων παῤῥησίαν ἐπὶ τῇ
τοιαύτῃ τοῦ βίου ζωῇ· οὐδ’ ἂν ψεύσαιτο φάσκων·576 in vol. 23

23

.

577

«Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.» Προστίθησι δὲ καὶ τὴν αἰτίαν ἐπιλέγων, «Ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου·» ἢ «Ἐν τῷ ἀδημονεῖν τὴν καρδίαν μου,» κατὰ τὸν Σύμμαχον. Ἀκηδιᾷ γὰρ,
5καὶ ἀδημονεῖ πᾶσα θεοφιλὴς ψυχὴ τῷ θνητῷ ἐνδια‐ τρίβουσα βίῳ· διὸ καὶ φήσαι ἂν, οἶμαι· «Ὅτι ἐμα‐ κρύνθη ἡ παροικία μου.» Καὶ ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι. Ἔστενεν οὖν καὶ ὁ Παῦλος ἀκηδιῶν ἐπὶ τῇ παρεκτάσει τοῦ θνητοῦ βίου·
10διὸ καὶ ἀπεκλᾴετο λέγων· «Ταλαίπωρος ἐγὼ ἄνθρω‐ πος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» Ἀκηδιᾷ δὲ καὶ ἀδημονεῖ καὶ διὰ φιλαν‐ θρωπίαν, τὸ πλῆθος τῶν ἀπολλυμένων θεωρῶν· ἐπειδὴ «πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα
15εἰς τὴν ἀπώλειαν·» οὕτως πάλιν ὁ αὐτὸς πενθεῖ πολλοὺς, περὶ ὧν ἔλεγε· «Πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἁμαρτίᾳ καὶ ἀνομίᾳ καὶ ἀσεβείᾳ ᾗ ἔπραξαν.» Ὁ δ’ αὐτὸς ὑπεραλγῶν καὶ ὑπερπάσχων ἑτέρων ἐβόα·
20«Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» Ὁμοίως δὲ καὶ οἱ προφῆ‐ ται τὸν πάλαι ἀπεκλᾴοντο λαὸν, ὥσπερ οὖν καὶ ὁ Δαυΐδ. Διὸ αὐτὸς μὲν ἔφευγε τὰ μέσα τῆς γῆς, καὶ ἐν ἄκροις αὐτῶν γινόμενος ἐβόα πρὸς τὸν Θεόν· ἐπὶ
25δὲ τῇ τῶν πολλῶν καὶ αὐτοῦ τοῦ Σαοὺλ ἀπωλείᾳ τὴν ψυχὴν ἀλγῶν ἀπεκλᾴετο. «Ἐν πέτρᾳ ὕψωσάς με, ὅτι ἐγενήθης ἐλπίς μου, πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ·» καὶ τὰ ἑξῆς, Κατὰ μὲν τοὺς Ἑβδομήκοντα, εὐχαριστίαν περιέχει
30ὁ λόγος. Ταῦτά μοι, φησὶν, ὑπῆρξεν ὅσα προείρηκα· ἐπειδὴ σὺ αὐτὸς ὁ Θεὸς ἐπῆράς με καὶ ὕψωσας στήσας ἐν τῇ παρὰ σοὶ πέτρᾳ, ἥτις ἐστὶν ὁ προϊών σου Λό‐ γος· ἡ πέτρα γὰρ ἦν ὁ Χριστός. Ἐπεὶ τοίνυν ἐν τῷ Λόγῳ σου ὕψωσάς με καὶ μετέωρον ἐποίησας, ὡς μηκ‐
35έτι κατοικεῖν τὰ μέσα τῆς γῆς, ἀλλ’ ἐν ἄκροις αὐτῆς γενέσθαι, ἤδη δὲ καὶ ὡδήγησάς με, ὥστε πλησίον σου φθάσαι· γέγονάς τε ἐλπίς μου, δι’ ἣν ἐλπίδα οὐ καται‐ σχυνθήσομαι· ἀλλὰ καὶ πολλῶν ἐπικειμένων μοι νοητῶν ἐχθρῶν καὶ πολεμίων τῶν ζητούντων τὴν
40ψυχήν μου, ἀντὶ πάντων ἀπήρκεσας σὺ μόνος, πύρ‐ γος ὀχυρός μοι γενόμενος, καὶ περιφράττων με ἐν ἀσφαλεῖ τῆς παρὰ σοὶ σωτηρίας, ὡς μηδένα τῶν ἐμῶν ἐχθρῶν ἐπιστρέφεσθαι· εἰκότως τούτων ἁπάντων τυ‐ χὼν, σοὶ τοὺς ὕμνους ἀναπέμπω, ὡς ἁπάντων μοι
45τῶν ἀγαθῶν γενομένῳ αἰτίῳ. Ἀντὶ δὲ τοῦ, «Ἐν πέ‐ τρᾳ ὕψωσάς με,» καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος ἕτερον ἀπέδωκε νοῦν εἰπών· «Ὅταν στερεὸς κατεπαίρεταί μου, ὁδηγήσεις με. Ἐγένου γὰρ ἀφοβία μου, πύργος ὑψηλὸς ἀπὸ προσώπου ἐχθροῦ·» καὶ ὁ Ἀκύλας ὁμοίως

23

.

577

(50)

τὸν αὐτὸν ἀπέδωκε νοῦν εἰπών· «Ἐν στερεῷ ὑψώθητι παρ’ ἐμὲ, καθοδηγήσεις με,» καὶ τὰ ἑξῆς. Διδάσκει δὲ ἡμᾶς διὰ τούτων ὁ λόγος μηδένα τῶν κατεπαιρο‐ μένων ἡμῶν ἐπιστρέφεσθαι, ὅλους δὲ γενέσθαι τοῦ Θεοῦ, ἐπ’ αὐτῷ μόνῳ θαρσοῦντας. Ὁ γοῦν ἀγαθαῖς
55ἐλπίσιν ἐφωδιασμένος, καὶ τὸν Θεὸν κτησάμενος πύρ‐
γον ἰσχύος, ἢ, κατὰ τὸν Ἀκύλαν, «πύργον κράτους·»578 in vol. 23

23

.

580

ἢ, «πύργον ὀχυρὸν,» κατὰ τὸν Σύμμαχον· ἐρεῖ· «Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας· σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου» Οὐ γὰρ ἐπ’ ἐμαυτῷ, φησὶν, εὐθαρσήσω, ἀλλ’ ἐπὶ τῇ
5σκέπῃ τῶν σῶν πτερύγων. Οὕτω δὲ καλεῖν εἴωθεν ὁ Λόγος τὰς προνοητικὰς τοῦ Θεοῦ δυνάμεις, ὑφ’ ἃς σκεπάζεται ὁ θεοφιλὴς, μηδέποτε τῆς σκέπης ἀνα‐ χωρῶν τοῦ Θεοῦ, ἀλλὰ δι’ αἰῶνος ἔνδον ἐν αὐτῇ κατ‐ οικῶν· καὶ ἤδη μὲν ἀπολαύων τῆς Ἐκκλησίας αὐτοῦ
10καὶ τῆς εὐπρεπείας τοῦ οἴκου αὐτοῦ, ὥστε λέγειν· «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου» καὶ «τόπον σκηνώματος τῆς δόξης σου·» καὶ, «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω, τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου· τοῦ
15θεωρεῖν με τὴν τερπνότητα τοῦ Κυρίου, καὶ ἐπισκέ‐ πτεσθαι τὸν ναὸν αὐτοῦ.» Εἰ δέ ἐστι καὶ ἐπουράνιος σκηνὴ, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος, ἧς τὴν εἰκόνα Μωϋσῆς προσταχθεὶς ἐποίει, εἰς ἐκείνην ἀναπέμπων τὴν σκηνὴν, εἴποι ἂν τό· «Παροικήσω
20ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας.» Ταύτην γὰρ εἴληφε τὴν ἐπαγγελίαν ὁ τέλειος, οὐ σκοπῶν τὰ βλε‐ πόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου, ἔδωκας
25κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.» Εἰ μὲν ψιλή τις ἦν προσευχὴ ὑπὸ τοῦ Δαυῒδ ἀναπεμφθεῖσα ἡ μετὰ χεῖρας, οὐδὲν ἦν ἀναγκαῖον αὐτὴν ἀναληφθῆναι τῇ βίβλῳ τῶν Ψαλμῶν· εἰκὸς γὰρ αὐτὸν καὶ μυρίας ἄλλας εὐχὰς πρὸς τὸν Θεὸν πεποιῆσθαι· ὥσπερ οὖν
30καὶ ἡμεῖς ἐφ’ ἑκάστης ἡμέρας, καὶ κατὰ καιροὺς ἄλλοτε ἄλλους εὐχόμεθα διαφόρους· ἐπεὶ δὲ πολλάκις ἐν αὐτῷ τῷ προσεύχεσθαι, ἢ τοὺς ψαλμοὺς ἀνακρούε‐ σθαι, ἢ τοὺς ὕμνους ἀναπέμπειν, προφητικῆς ἐπλη‐ ροῦτο δυνάμεως· εἰκότως οὐκέθ’ ὡς ψιλὰς προσευχὰς,
35ἀλλ’ ὡς ἄλλους λόγους προφητικοὺς ἐπεσημαίνοντο τὰ λεγόμενα, καὶ ταῖς θείαις βίβλοις ἐγκατέταττον οἱ τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευμάτων εἰληφότες. Οὕτως οὖν καὶ ἐνταῦθα μετὰ τὰ προλεχθέντα, διαψάλ‐ ματος μεταξὺ παρεντεθέντος, μεταβολὴν ποιεῖται
40τοῦ λόγου ὁ Προφήτης, αἰσθόμενος τῆς τοῦ ἁγίου Πνεύ‐ ματος ἀφίξεως, φωτισθείς τε ὑπ’ αὐτοῦ καὶ γνοὺς, ὅτι τὰ τῆς προλεχθείσης αὐτῷ δεήσεως ἐπηκόου ἔτυχε τοῦ Θεοῦ. Διὸ ἀνωτέρω μὲν εὐχόμενος ἔλεγε· «Εἰσ‐ άκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου·» ἐνταῦθα δὲ μετὰ
45τὸ διάψαλμα φάσκει· «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου.» Ὁρᾷς ὅπως συνῄσθετο εἰσακουσθείς; καὶ τοῦτ’ ἦν τὸ διὰ τοῦ προφήτου Ἡσαΐου τοῖς ἀξίοις ἐπηγγελμένον ὑπὸ τοῦ λέγοντος Θεοῦ· «Ἔτι λαλοῦν‐ τός σου ἐρῶ· Ἰδοὺ πάρειμι·» ἔτι γὰρ φθεγγομένου

23

.

580

(50)

τοῦ Προφήτου, τὸ Πνεῦμα ἐπιστὰν τὸ ἅγιον ἐδήλου αὐτῷ, ὡς ἄρα εἰσακουσθεὶς εἴη. Διό φησιν· «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου.» Καὶ κατὰ τοὺς λοιποὺς δὲ ἑρμηνευτὰς ἡ αὐτὴ παρίσταται διάνοια· ἐπεὶ κατὰ τὸν Ἀκύλαν εἴρηται· «Ὅτι σὺ, ὦ Θεὲ,
55ἤκουσας τῶν εὐχῶν μου·» κατὰ δὲ τὸν Σύμμαχον· «Σὺ
γὰρ, ὁ Θεὸς, εἰσήκουσας τῶν προσευχῶν μου.» Εἶτ’580 in vol. 23

23

.

581

ἐπιλέγει· «Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.» Ἐμοῦ μὲν γὰρ τέως εἰσήκουσας· ἔγνων δὲ ὑπὸ τοῦ σοῦ Πνεύματος φωτισθεὶς, ὅτι οὐκ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ πᾶσι τοῖς φοβουμένοις τὸ ὄνομά σου
5καρπὸν ἄξιον τοῦ σοῦ φόβου δώσεις, τὴν κληρονομίαν ἣν ἐπηγγείλω αὐτοῖς. Ἀορίστως δὲ εἰπὼν, «τοῖς φοβουμέ‐ νοις τὸ ὄνομά σου,» ἥπλωσε τὴν χάριν ἐπὶ πάντας ἀν‐ θρώπους. Οὐ γὰρ τῷ Ἰσραὴλ ἐπήγγελται τὴν κληρονο‐ μίαν, οὐδὲ τῷ Ἰουδαίων ἔθνει μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς
10φοβουμένοις τὸ ὄνομα αὐτοῦ. «Ἰουδαίῳ τε πρῶτον,» φησὶν ὁ Ἀπόστολος, «καὶ Ἕλληνι.» Πολλάκις δὲ ἡμῖν ἀποδέδεικται, ὡς πάντας τοὺς ἐξ ἐθνῶν τῷ Θεῷ προσ‐ ιόντας, φοβουμένους τὸν Κύριον καλεῖν εἴωθεν ὁ Λό‐ γος. Τούτοις οὖν αὐτοῖς, φησὶν, ἔδωκας κληρονομίαν·
15καὶ ποίαν οὐκ εἶπεν, ἡμῖν δὲ καταλέλοιπεν ζητεῖν. Τῷ μὲν οὖν Ἰσραὴλ τὴν ῥέουσαν μέλι καὶ γάλα ἐπήγ‐ γελται διὰ Μωϋσέως· τοῖς δὲ φοβουμένοις ὁποίαν ἔδωκε κληρονομίαν, εἴασε ζητεῖσθαι. Εὑρήσεις δὲ ἐν τοῖς τοῦ Σωτῆρος ἡμῶν μακαρισμοῖς ταύτην, ἐν οἷς
20εἴρηται· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν·» καὶ πάλιν ἔχεις τοῦ Σωτῆρος ἡμῶν ἐπαγγελίαν, δι’ ἧς φησι· «Καὶ ἐν τῷ αἰῶνι τούτῳ πολυπλασίονα λήψεται, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον κληρονομήσει.» Καὶ
25ταύτης ἕνεκα τῆς κληρονομίας ὁ πέμπτος ψαλμὸς ἐπεγέγραπτο, «Εἰς τὸ τέλος, ὑπὲρ τῆς κληρονομού‐ σης·» καὶ ἐν τῷ ιεʹ δὲ ψαλμῷ ἡ αὐτὴ κληρονομία ἐδηλοῦτο κατὰ τὸ, «Κύριος ἡ μερὶς τῆς κληρονο‐ μίας μου καὶ τοῦ ποτηρίου μου, σὺ εἶ ὁ ἀποκαθιστῶν
30τὴν κληρονομίαν μου ἐμοί. Καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν.» «Ἡμέρας ἐφ’ ἡμέρας βασιλέως προσθήσεις· τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς αὐτοῦ δια‐ μενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ. Ἔλεος καὶ
35ἀλήθειαν τίς ἐκζητήσει αὐτοῦ;» Προειπὼν, «Ὅτι σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου,» καθ’ ὑπερ‐ βατὸν συνῆψε τὸ, «Ἡμέρας ἐφ’ ἡμέρας βασιλέως προσθήσεις.» Εἰσάκουσον γὰρ, φησὶ, τῶν εὐχῶν μου, ἡμέρας ἐφ’ ἡμέρας μοι προσέθηκας. Διὰ μέσου δὲ
40ἐνεβλήθη ἡ περὶ τῶν φοβουμένων τὸ ὄνομα τοῦ Κυ‐ ρίου μνήμη· ἐπειδὴ καὶ αὐτοῖς ἐπήγγελται τὴν κλη‐ ρονομίαν ἡ προφητεία. Ἦν δὲ ἡ κληρονομία ἡ αἰώνιος ζωὴ, ἣν ὁ λόγος σημαίνει φάσκων· «Ἡμέρας ἐφ’ ἡμέρας βασιλέως προσθήσεις.» Μεγάλα τοίνυν εὐξα‐
45μένῳ τῷ βασιλεῖ Δαυῒδ ἐπήγγελται ὁ Θεὸς διὰ τοῦ Πνεύματος ἡμέρας ἐφ’ ἡμέρας προσθήσειν, καὶ τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς. Ταύτην γὰρ αὐτῷ τὴν κληρονομίαν ἐπηγγείλατο· ὃ δὴ καὶ ἐν τῷ κʹ δηλοῦται ψαλμῷ, ἐν ᾧ εἴρηται· «Κύριε, ἐν τῇ

23

.

581

(50)

δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς. Τὴν ἐπιθυ‐ μίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ·» καὶ ἑξῆς· «Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα καὶ εἰς αἰῶνα αἰῶνος.» Ἐπειδὴ γὰρ τῶν οὐρανίων ὀριγνώμενος, καὶ τῶν παρὰ σοὶ ἀγα‐
55θῶν ἐπιθυμήσας, ηὔξατο· εἰσήκουσας αὐτοῦ, φησὶ, καὶ εἰσακούσας, «τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ
ἔδωκας αὐτῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ582 in vol. 23

23

.

584

ἐστέρησας αὐτόν.» Τίς δὲ ἦν ἡ ἐπιθυμία αὐτοῦ, καὶ τίς ἡ αἴτησις τῶν χειλέων αὐτοῦ, διδάσκει ἑξῆς λέ‐ γων· «Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρό‐ τητα ἡμερῶν εἰς αἰῶνα καὶ εἰς αἰῶνα τοῦ αἰῶνος.»
5Καὶ ἐπὶ τοῦ παρόντος τοίνυν παραπλησίως ἐκείνοις ηὔξατο Δαυῒδ, καὶ εὐξάμενος εἰσηκούσθη· εἰσακου‐ σθείς τε ταύτης ἔτυχε τῆς ἐπαγγελίας, δι’ ἧς εἴρηται· «Ἡμέρας ἐφ’ ἡμέρας βασιλέως προσθήσεις· τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς·» ἢ, κατὰ τὸν
10Σύμμαχον· «Ἡμέρας ταῖς ἡμέραις τοῦ βασιλέως προσθήσεις, ἔτη αὐτοῦ, ἐφ’ ὅσον γενεὰ καὶ γενεά· οἰκήσει αἰωνίως ἔμπροσθεν τοῦ Θεοῦ· ἔλεος καὶ ἀλή‐ θεια περιφράξει αὐτόν.» Τούτων δὲ πάντων τεύξε‐ ται ὁ δυνηθεὶς εἰπεῖν· «Ἀπὸ τῶν πτερύγων τῆς γῆς
15πρὸς σὲ ἐκέκραξα ἐν τῷ ἀκηδιᾶσαι τὴν καρδίαν μου.» Τῆς γὰρ τοιαύτης προκοπῆς καρπὸν ἐπάξιον λήψεται τὴν αἰώνιον ζωήν. Φάσκων δὲ ὁ λόγος, «Τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς,» σημαίνει, ὡς ἄρα ἔσται ὁ Δαυῒδ μνημονευόμενος οὐ καθ’ ὃν μόνον ἐβίου
20χρόνον, ἀλλὰ καὶ καθ’ ἑκάστην γενεὰν, ἢ κατὰ δύο τινὰς γενεὰς, αἰνιττομένου τοῦ λόγου τόν τε ἐκ πε‐ ριτομῆς λαὸν καὶ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. Ἐφ’ ὅσον γοῦν χρόνον ἡ γενεὰ ἡ πρώτη τοῖς θείοις ἐντυγ‐ χάνει γράμμασι, φέρει διὰ μνήμης τὸν Δαυΐδ· καὶ ἡ
25δευτέρα δὲ γενεὰ ἡ τῆς ἐξ ἁπάντων ἐθνῶν ἐκλογῆς ὡσαύτως τοῦ Δαυῒδ οὔποτε διαλείπει μνημονεύουσα, διὰ τὸ φέρειν ἀνὰ στόμα τὴν βίβλον τῆς γενέσεως Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ Δαυΐδ. Τοῦτο οὖν ᾐνίξατο φήσας ὁ λόγος· «Τὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ
30γενεᾶς.» Καὶ ἐν μὲν ἀνθρώποις ταύτης τεύξεται τῆς μακρότητος· παρὰ δὲ αὐτῷ τῷ Θεῷ οὔποτε, φησὶν, ἀπολεῖται· ἀθανάτου δὲ καὶ εἰς ἄπειρον διαρκούσης ζωῆς τυχὼν, «διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ.» Πῶς δὲ διαρκεῖν καὶ τῇ τοῦ Θεοῦ ζωῇ συμ‐
35παρεκτείνεσθαι ἀνθρώπου φύσις οἵα τε ἂν εἴη, διδά‐ σκει ἑξῆς φάσκων· «Ἔλεος καὶ ἀλήθειαν τίς ἐκζη‐ τήσει αὐτοῦ;» Ὅπερ σαφέστερον ἡρμήνευσεν ὁ Σύμ‐ μαχος εἰπών· «Ἔλεος καὶ ἀλήθεια περιφράζει αὐτόν·» καὶ ὁ Ἀκύλας ὁμοίως, «Ἔλεος καὶ ἀλή‐
40θεια διατηρήσουσιν αὐτόν.» Ταῦτα γὰρ τῆς ἀθανα‐ σίας αὐτῷ ἔσται αἴτια, τὸ τοῦ Θεοῦ ἔλεος καὶ ἀλή‐ θεια· ὧν μεταλαμβάνων πᾶς ὁ θεοφιλὴς, ὥσπερ ἀπὸ ἁλῶν ἁλιζόμενος, φυλαχθήσεται εἰς αἰώνιον ζωήν. Οὐ γὰρ δὴ ὁμοίως τῷ Θεῷ πεφυκὼς τὴν οὐσίαν,
45ὁμοίως αὐτῷ ζήσεται, ἀλλ’ ὑπὸ τοῦ ἐλέους τοῦ Θεοῦ καὶ ὑπὸ τῆς ἀληθείας αὐτοῦ διακρατούμενος. «Οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.» Ταῦτα τοῦ ἁγίου Πνεύματος τῇ τοῦ Δαυῒδ

23

.

584

(50)

ὑφηγήσαντος ψυχῇ, μαθὼν ὥσπερ παρὰ διδασκάλου τὰ λεχθέντα, ἐπισφραγίζεται τῇ πίστει τὸν λόγον ἀνα‐ φωνῶν καὶ λέγων· «Οὕτω ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·» οὐχ ἀπλῶς δὲ, «Ψαλῶ, φησὶ, τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,» ἀλλὰ
55μετὰ προσθήκης τῆς, «Οὕτω.» Πῶς δὲ οὕτω; ἀλλ’ ὡς προεδίδαξε τὸ Πνεῦμα τὸ ἅγιον φῆσαν· «Ἔλεος καὶ ἀλήθεια περιφράξει αὐτόν.» Οὕτω γὰρ ὑπὸ τοῦ σοῦ ἐλέους καὶ ὑπὸ τῆς σῆς ἀληθείας περιφραττόμε‐
νος καὶ διατηρούμενος, ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν584 in vol. 23

23

.

585

αἰῶνα τοῦ αἰῶνος. Τεθάρσηκα γὰρ ζωῆς αἰωνίου τεύ‐ ξεσθαι καὶ ἀθανασίας τῆς παρὰ σοὶ διὰ τὸν σὸν ἔλεον καὶ διὰ τὴν σὴν ἀλήθειαν, ἀλλ’ οὐ διὰ τὰς ἐμὰς ἀρε‐ τάς «Οὕτως οὖν ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν
5αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας·» ἢ κατὰ τὸν Σύμμαχον, «Ἀπο‐ διδοὺς τὰς εὐχάς μου καθ’ ἑκάστην ἡμέραν.» Οὐδε‐ πώποτε γὰρ ἀπολείψομαι τοῦ μὴ ἀποδιδόναι τὰς ἐμὰς ἐπαγγελίας, ὥσπερ ὀφειλὰς διηνεκεῖς καὶ ἐμοὶ
10σωτηρίους. Ταύτας γὰρ διατελέσω καὶ εἰς τὸν ἄπει‐ ρον αἰῶνα ἀποδιδούς. Οὐδὲ γὰρ ἀργὸς καὶ ἄπρακτος ἔσομαι κατ’ ἐκείνην τὴν αἰώνιον ζωὴν, τὴν δὲ πρέ‐ πουσαν καὶ ὀφειλομένην ἀποδιδοὺς τῷ Θεῷ κἀκεῖ πρᾶξιν διατελέσω. Αὕτη δέ ἐστιν ἡ ὀφειλομένη καὶ αὐτῷ πρέπουσα διηνεκὴς εὐχαριστία.
15ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΙΔΙΘΟΥΜ ΨΑΛΜΟΣ Τῼ ΔΑΥΙΔ ΞΑʹ. «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ’ αὐτῷ γὰρ τὸ Σωτήριόν μου.» Ὁ μὲν προκείμενος ψαλμὸς εἴρηται μὲν τῷ Δαυῒδ, πρόκειται δὲ τῇ ἐπι‐
20γραφῇ, «ὑπὲρ Ἰδιθούμ·» διδάσκοντος ἡμᾶς τοῦ λόγου, ὡς ἄρα ὁ Δαυῒδ, ὑπὲρ τοῦ Ἰδιθοὺμ συντάξας τὸν ψαλμὸν, παρέδωκεν αὐτῷ μελετᾷν, καὶ ἀντὶ ἐπῳ‐ δῆς χρῆσθαι εἰς θεραπείαν, συμφορᾶς τινος ἐπισυμ‐ βάσης αὐτῷ. Καὶ ὁ λʹ δὲ καὶ ηʹ ἐπεγέγραπτο, «Εἰς
25τὸ τέλος, τῷ Ἰδιθοὺμ, ᾠδὴ τοῦ Δαυΐδ·» ἐν ᾧ καὶ αὐτῷ ὁμοίως διδασκαλίαν παρεδίδου ὁ Δαυῒδ τῷ Ἰδι‐ θοὺμ διὰ τὴν αὐτὴν, οἶμαι, κατάστασιν. Ἐνταῦθα μὲν γὰρ λέλεκται· «Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. Ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον, φονεύεσθε πάν‐
30τες ὑμεῖς;» ἐν δὲ τῷ ληʹ· «Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαι‐ νίσθη·» καὶ πάλιν· «Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με· ὄνειδος ἄφρονι ἔδωκάς με.» Καὶ θέα τίνα
35τρόπον ἐμφαίνει δι’ ἀμφοτέρων ἐν πειρασμῷ τινι ἐξ‐ ητάσθαι καὶ δεινὰ πεπονθέναι· διὸ ταύτας προσίετο τὰς φωνάς. Καὶ ἐν μὲν τῷ μετὰ χεῖρας ψαλμῷ προϊών φησι· «Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευ‐ δεῖς υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς, τοῦ ἀδικῆσαι αὐ‐
40τοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό·» καὶ ἐν ἐκείνῳ δὲ ὁμοίως εἴρητο· «Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· καὶ πάλιν· «Πλὴν μάτην πᾶς ἄνθρωπος·» ἅπερ οὐδὲν ἂν διαφέροι τοῦ· «Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, αὐτοὶ ἐκ ματαιότητος
45ἐπὶ τὸ αὐτό.» Ἔτι πρὸς τούτοις ἐν τῷ ληʹ εὕροις ἂν εἰρημένον τό· «Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. Πλὴν μάτην ταράσσονται. Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.» Σύμφωνα δὲ τούτοις εἴη ἂν καὶ τὰ μετὰ χεῖρας λεγόμενα ἐν τού‐

23

.

585

(50)

τοις· «Μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν, καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε τῇ καρδίᾳ.» Καὶ σὺ δ’ ἂν, ἐπὶ σχολῆς ἐκ παραλλήλου τὰς ἐν ἀμφοτέροις τοῖς δηλωθεῖσι ψαλμοῖς ἐγκειμέ‐
νας λέξεις παραθεὶς ἀλλήλαις, εὕροις ἂν μιᾶς καὶ τῆς586 in vol. 23

23

.

588

αὐτῆς ἐχομένας διανοίας. Ὁ τοίνυν Δαυῒδ ἔοικε τῷ Ἰδιθοὺμ πειρασμῷ τινι πεπτωκότι, τάχα που καὶ ὀλισθήματι, διδασκαλίαν θεραπευτικὴν παραδεδωκέ‐ ναι· ὅπως ἂν λάβοι ἑαυτὸν, καὶ ἀνακτήσοιτο τοῦ
5συμβάντος αὐτῷ πταίσματος. Ἐδίδασκε γοῦν αὐτὸν ἐν μὲν τῷ ληʹ ἑαυτῷ παραινεῖν, καὶ πρὸς ἑαυτὸν δια‐ λέγεσθαι καὶ λέγειν· «Εἶπα· Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. Ἐθέμην τῷ στό‐ ματί μου φυλακὴν, ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν
10ἐνώπιόν μου. Ἐκωφώθην, καὶ ἐταπεινώθην, καὶ ἐσί‐ γησα ἐξ ἀγαθῶν, καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη,» καὶ τὰ τούτοις ἑξῆς. Ἐν οἷς ἦν καὶ τὸ, «Ἀπὸ πα‐ σῶν τῶν ἀνομιῶν μου ῥῦσαί με· ὄνειδος ἄφρονι ἔδω‐ κάς με. Ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου,
15ὅτι σὺ ἐποίησας·» καὶ πάλιν· «Ἀπόστητον ἀπ’ ἐμοῦ τὰς μάστιγάς σου. Ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον.» Ταῦτα καὶ τὰ τοιαῦτα ἐδιδάσκετο λέγειν καὶ τῷ Θεῷ τοιαύτας εὐχὰς ἀναπέμπειν ὁ Ἰδιθοὺμ ἐν ἐκείνῳ· καὶ ἐν τῷ μετὰ χεῖρας δὲ ὡσαύ‐
20τως τὸν αὐτὸν ἄνδρα ὁ Δαυῒδ διδάσκει ἑαυτῷ προσδια‐ λέγεσθαι καὶ λέγειν· «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ’ αὐτοῦ γὰρ τὸ σωτήριόν μου.» Σημαίνει σεσαλεῦσθαι αὐτὸν, καί τινα ταραχὴν τῇ ψυχῇ πεπονθέναι. Ἐπεὶ τοίνυν, τῶν πειραζόντων
25ἐπιθεμένων αὐτῷ, γέγονέ τις αὐτῷ ἀτονία, ᾔσθετό τε ἑαυτοῦ οὐ κατὰ τὸν εἰρηκότα· «Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες,» ἀλλὰ καὶ ἀληθῶς σαλευθέντος· ἀναγκαίως διδάσκεται λέγειν· «Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον·» ἢ κατὰ τὸν Ἀκύλαν· «Σφα‐
30λήσομαι πολλήν·» καὶ κατὰ τὴν πέμπτην δὲ ἔκδοσιν εἴρηται· «Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.» Σύμφωνος δ’ ἂν εἴη ὁ νοῦς τῆς προκειμένης διδασκαλίας τῇ φασκούσῃ προφητείᾳ· «Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι
35δαμάλεως τὰς ἀνομίας·» καὶ τῷ, «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, καὶ ὁ ἀποστρέφων οὐκ ἀναστρέφει; Ἵνα τί ἀποστρέφεται ἀποστροφὴν ἀναιδῆ, λέγει Κύ‐ ριος;» Πάντα γὰρ ταῦτα διδάσκει τὸν ἅπαξ ἡμαρ‐ τηκότα μὴ παραμένειν τῷ ἁμαρτήματι, μηδὲ ἀπο‐
40γινώσκειν ἑαυτὸν, μηδὲ ἔκδοτον παρέχειν τῷ τοῦ πει‐ ρατηρίου ῥεύματι. Διὸ ἀναγκαίως διδάσκεται ὁ Ἰδι‐ θοὺμ ἐπᾴδειν ἑαυτῷ, καὶ τὰ προκείμενα λέγειν· καὶ πρῶτον μὲν ἐπὶ τὸν μέγαν Σωτῆρα καὶ τῶν ψυχῶν ἰατρὸν καταφεύγειν· ἔπειτα ὑποτάττειν τὴν ἑαυτοῦ
45ψυχὴν, μηκέτι ἀνθρώποις, μηδὲ τοῖς ἐκφοβοῦσιν· ἕνα δὲ μόνον πρὸ ὀφθαλμῶν θέμενον τὸν μέγαν κριτήν τε καὶ Θεὸν, αὐτῷ μόνῳ τὴν ἑαυτοῦ ψυχὴν ὑποτάττειν, ἐλευθεροῦν τε αὐτὴν παντὸς ἀλλοτρίου φόβου. Διό φησιν· «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;» καὶ τὰ ἑξῆς. Πάλιν δὲ κἀνταῦθα τὸ σωτήριον Ἑβραϊκῇ φωνῇ διὰ τῶν αὐτῶν στοιχείων, δι’ ὧν γράφεται τὸ

23

.

588

(50)

τοῦ σωτηρίου ἡμῶν Ἰησοῦ ὄνομα, φέρεται. Εὐλόγως δέ τις ζητήσειε τούτοις ἐντυγχάνων· Τί δήποτε μόνων δύο ὄντων τῶν «ὑπὲρ τοῦ Ἰδιθοὺμ,» ἢ «περὶ τοῦ Ἰδιθοὺμ» κατὰ τὸν Ἀκύλαν εἰρημένων, οὔτ’ ἐφεξῆς ἀλλήλοις κεῖνται ἀμφότεροι, μακρὰν δ’
55ἀπεσχοινισμένοι τυγχάνουσι. Τὴν δὲ τούτων αἰτίαν ἐν588 in vol. 23

23

.

589

τοῖς εἰρημένοις ἡμῖν εἰς τὸν ληʹ, γραμματικαῖς ἀπο‐ δείξεσι παρεστήσαμεν. Ἀλλὰ καὶ τίς ἦν ὁ Ἰδιθοὺμ, ἤδη πρότερον ἐν αὐτῷ ἐκείνῳ δεδηλώκαμεν, τὴν ἀπὸ τῶν Παραλειπομένων ἱστορίαν παραθέμενοι· δι’ ἧς
5ἐδείκνυτο εἷς τῶν ἐκλελεγμένων εἰς τὸ αἰνεῖν τὸν Θεὸν γεγονώς. Γέγραπται γοῦν· «Καὶ κατέλειπον ἐκεῖ ἐναντίον τῆς κιβωτοῦ τῆς Διαθήκης Κυρίου τὸν Ἀσὰφ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λειτουργοὺς ἐναντίον τῆς κι‐ βωτοῦ.» Καὶ ἑξῆς εἴρηται· «Αἰμὰν καὶ Ἰδιθοὺμ, καὶ
10οἱ λοιποὶ ἐκλεγέντες ἐπ’ ὀνόματος τοῦ αἰνεῖν τὸν Κύ‐ ριον, ὅτι εἰς αἰῶνα τὸ ἔλεος αὐτοῦ·» καὶ πάλιν· «Μετ’ αὐτῶν Αἰμὰν καὶ Ἰδιθοὺμ, σάλπιγγές τε καὶ κύμβαλα τοῦ ἀναφωνεῖν, καὶ ὄργανα τῶν ᾠδῶν τοῦ Θεοῦ, υἱοὶ Ἰδιθοὺμ εἰς τὴν πύλην·» καὶ αὖθις· «Καὶ
15ἔστησεν ὁ βασιλεὺς Δαυῒδ καὶ οἱ ἄρχοντες τῆς δυνά‐ μεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ καὶ Αἰμὰν, καὶ Ἰδιθοὺμ, τοὺς ἀποφθεγγομένους ἐν κινύρᾳ καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις.» Ἀντὶ δὲ τοῦ, «τοὺς ἀποφθεγγομένους,» ὁ μὲν Ἀκύλας, «τῶν προφη‐
20τῶν,» ὁ δὲ Σύμμαχος, «τῶν προφητευσάντων διὰ λύρας,» ἐξέδωκεν· ὥστε προφήτας χρὴ νομίζειν γεγο‐ νέναι τοὺς δηλουμένους. Καὶ αὖθις ἑξῆς εἴρηται τῷ Ἰδι‐ θούμ· «Υἱοὶ Ἰδιθοὺμ, Γοδολείας καὶ Σουρεὶ καὶ Αἰείας, καὶ Σεδείας, καὶ Ματθίας, ἓξ μετὰ τὸν πατέρα αὐτῶν
25Ἰδιθοὺμ ἐν κινύραις ἀνακρουόμενοι.» Ἀντὶ δὲ τοῦ, «ἐν κινύραις ἀνακρουόμενοι,» πάλιν ὁ Ἀκύλας, «κιθάρᾳ προφητεύων·» ὁ δὲ Σύμμαχος, «διὰ λύρας τοῦ προφητεύοντος,» ἐξέδωκεν. Οὐκοῦν καὶ ὁ Ἰδι‐ θοὺμ εἷς ἦν τῶν προφητευόντων διὰ λύρας· διὸ καὶ
30εἰκότως εἴποι ἄν τις, ἐντεῦθεν ὁρμώμενος, μὴ τὸν Δαυῒδ συντάξαι τὸν ψαλμὸν, καὶ δεδωκέναι τῷ Ἰδι‐ θοὺμ, μηδὲ τὸν Ἰδιθοὺμ ὑποπεπτωκέναι τῷ πειρα‐ σμῷ, καὶ θεραπείας δεδεῆσθαι τῆς παρὰ τοῦ Δαυΐδ. Μηδὲ γὰρ τὴν Γραφὴν ὑπαίτιόν που τὸν Ἰδιθοὺμ εἰσ‐
35άγειν· ἀλλ’ ἔμπαλιν μᾶλλον τὸν Δαυῒδ πειρασμῷ περιπεπτωκέναι διδάσκειν. Διὸ καὶ φῆσαι ἂν εἰκό‐ τως, προφήτην ὄντα τὸν Ἰδιθοὺμ, τοὺς ἐν ἀμφοτέ‐ ροις τοῖς προδηλωθεῖσι ψαλμοῖς λόγους συντάξαι, καὶ τῷ Δαυῒδ παραδεδωκέναι, ὡς ἂν ὠφελοῖτο καὶ
40θεραπεύοιτο ἐξ αὐτῶν ἐπὶ τοῖς αὐτῷ συμβεβηκόσι. Δοκεῖ δέ πως ταύτῃ τῇ διανοίᾳ συμβάλλεσθαι καὶ ὁ Σύμμαχος, τὴν προγραφὴν τοῦτον ἑρμηνεύσας τὸν τρόπον· «Ἐπινίκιος διὰ Ἰδιθοὺμ ᾠδὴ εἰς Δαυΐδ.» Καὶ μήποτε μετὰ τὸ σφάλμα τὸ ἐπισυμβὰν τῷ Δαυῒδ
45ἐπὶ τῇ τοῦ Οὐρίου γυναικὶ, μηκέτι οἵου τε αὐτοῦ κατὰ τὸ παλαιὸν προφητεύειν, πολλῶν δὲ πειρασμῶν ἐπα‐ νισταμένων αὐτῷ καὶ συμφορῶν ἐπαλλήλων, ὁ Ἰδι‐ θοὺμ, Πνεύματι ἁγίῳ συντάξας τοὺς προκειμένους λόγους, ὥσπερ τινὰ φάρμακα ψυχῆς θεραπευτικὰ

23

.

589

(50)

ἐπιδίδωσιν αὐτῷ, εἰς τὸ παραμυθεῖσθαι ἐκ τῆς ἐν αὐτοῖς διδασκαλίας; Καὶ δὴ δυσὶν ἐκδοχαῖς ἐπιβάλ‐ λοντες εἰς τὰ προκείμενα τοῖς ἐντυγχάνουσι, θατέρας αὐτῶν τὴν αἵρεσιν καταλείψομεν. «Ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον, φονεύετε πάν‐ τες ὑμεῖς; ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ.» Ἐμφαίνει διὰ τούτων μὴ ἕνα μόνον πειρασμὸν ὑπο‐
55μεμενηκέναι ὁ Δαυῒδ, μηδ’ ὥσπερ μίαν πληγὴν εἰλη‐ φέναι ὑπὸ τῶν ἀντιπάλων· ὡς δὲ ἐπὶ μακρῷ χρόνῳ
τυπτόμενος, καὶ καρτερῶς ὑπομένων τὰς ἐπαγομέ‐590 in vol. 23

23

.

592

νας αὐτῷ πληγὰς, φάσκειν τοῖς τύπτουσιν· «Ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον;» ἢ κατὰ τὸν Ἀκύ‐ λαν· «Ἕως τίνος ἐπιβουλεύετε;» ἢ κατὰ τὸν Σύμ‐ μαχον· «Ἕως τίνος ματαιοπονήσετε;» Εἶτα τὴν προ‐
5αίρεσιν τῶν ἐπιβουλευόντων αὐτῷ διελέγχων φησί· «Φονεύετε πάντες ὑμεῖς.» Φονευταὶ γάρ ἐστε, φησί· καὶ οὐχ ὥσπερ ἀνταγωνισταὶ πρὸς ἀθλητὴν ἱστάμενοι μέχρι γυμνασίου ποιεῖσθαι τὴν ἅμιλλαν· ἀλλὰ φονικῇ προαιρέσει ἐπιτίθεσθέ μοι, καὶ ἐπιτίθεσθε ὡς ἀβοη‐
10θήτῳ, καὶ ὡς ἤδη κεκλιμένῳ τοίχῳ καὶ φραγμῷ ὠ‐ σμένῳ. Ὡς γὰρ μηδενὸς περιφράττοντος μηδὲ περι‐ τειχίζοντος καὶ τὴν ἐμὴν φρουροῦντος ψυχὴν, οὕτως ἐπιτίθεσθε. Ἕως οὖν πότε ταῦτα ματαιοπονήσετε, καὶ οὐχὶ παύσεσθε λοιπὸν, γνόντες, ὅτι εὗρον τὴν
15ἐμαυτοῦ φυλακὴν, καὶ τὸν ἐμαυτοῦ φρουρὸν καὶ Σω‐ τῆρα; Διὸ ἐθάρσησα φάναι· «Οὐχὶ τῷ Θεῷ ὑποτα‐ γήσεται ἡ ψυχή μου; παρ’ αὐτοῦ γὰρ τὸ σωτήριόν μου. Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντι‐ λήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. Πλὴν τὴν
20τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν δί‐ ψει· τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐ‐ τῶν κατηρῶντο. Διάψαλμα.» Τὰ μὲν πρῶτα αὐτὸς ἑαυτῷ ἤτοι Δαυῒδ, ἢ Ἰδιθοὺμ διείλεκται· τὰ δὲ δεύ‐ τερα πρὸς τοὺς ἐχθροὺς ἀπετείνατο· τὰ δὲ τρίτα διὰ
25τῶν προκειμένων ἡμᾶς διδάσκει, τίποτε βουλευόμενοι οἱ ἐπιβουλεύοντες αὐτῷ τὴν ἐπιβουλὴν κατεσκεύαζον. Διό φησι· «Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώ‐ σασθαι.» Ἡ γὰρ πᾶσα σκέψις αὐτῶν καὶ ἡ βουλὴ οὐδὲν ἕτερον, φησὶν, ἢ καταβαλεῖν με τῆς παρὰ τῷ
30Θεῷ τιμῆς, καὶ γυμνῶσαι τῆς δόξης ἧς εἶχον πρότε‐ ρον ἐσπούδαζον. Εἶτα βουλευσάμενοι ταύτην μου τὴν τιμὴν περιελεῖν, ἔδραμον ἐν δίψει τὴν ἐμὴν ἀπώ‐ λειαν θεάσασθαι διψῶντες. Ἀντὶ δὲ τοῦ, «ἐν δίψει, ἐν διαψεύσματι,» ὁ Ἀκύλας· ὁ δὲ Σύμμαχος, «ἐν
35ψεύσματι·» ἡ δὲ πέμπτη ἔκδοσις, «ἐν ψεύδει·» καὶ πάλιν ἑτέρα ἔκδοσις, «ἐν δόλῳ,» ἡρμήνευσαν. Εἰ‐ κὸς οὖν καὶ ἐν τῇ καθ’ ἡμᾶς ἀναγνώσει κεῖσθαι μὲν πρότερον τὸ, «ἐν ψεύδει,» ἵν’ ᾖ τὸ λεγόμενον· «Ἔδραμον ἐν ψεύδει·» τουτέστιν οἱ ἐχθροί μου καὶ
40οἱ ἐπιβουλεύοντες, οὐ σὺν ἀληθείᾳ τὸν κατ’ ἐμοῦ δρό‐ μον καὶ τὴν κατ’ ἐμοῦ σπουδὴν ἐποιοῦντο, ὅλους δὲ αὐτοὺς τῷ ψεύδει παραδόντες· σφάλμα δὲ γραφικὸν γεγονέναι ἐν τοῖς μετὰ ταῦτα συνέβη χρόνοις, ὥστε ἀντὶ τοῦ, «ἐν ψεύδει, ἐν δίψει» γραφῆναι. Πῶς δὲ
45ψευδόμενοι οἱ ἐπιβουλεύοντες ἔδραμον, διερμηνεύει λέγων ἑξῆς· «Τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο.» Ἀπατῶντες γὰρ, λόγοις γλυκέσιν ἐχρῶντο πρὸς τὸ καθελκῦσαί με καὶ κατα‐ βαλεῖν τῆς παρὰ τῷ Θεῷ στάσεως· διὸ εὐλογεῖν ἐδό‐

23

.

592

(50)

κουν καὶ ἐπαινεῖν με, καὶ ἀποδέχεσθαι εἰς πρόσωπον· τὰ δὲ τῆς διανοίας αὐτῶν πεπλήρωτο καταρῶν, δι’ ὧν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, καὶ κατάρᾳ με ὑποβαλεῖν. Διδασκόμεθα δὲ διὰ τούτων ὅτι δὴ πάντες οἱ τοῖς τοῦ Θεοῦ ἀνθρώποις ἐπιβουλεύοντες
55οὐδὲν ἕτερον σπουδάζουσιν ἢ τῆς παρὰ τῷ Θεῷ τιμῆς γυμνῶσαι αὐτούς. «Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου, ὅτι παρ’ αὐτοῦ ἡ ὑπομονή μου. Καὶ γὰρ αὐτὸς Θεός μου καὶ
Σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ μεταναστεύσω.»592 in vol. 23

23

.

593

Ἀρχόμενος μὲν ἔλεγεν· «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;» ὥσπερ ἐνδυάζων ἔτι· ἐνταῦθα δὲ ἀπο‐ φατικῶς, βεβαιωθεὶς ἐκ τῶν εἰρημένων, τῇ ἑαυτοῦ ψυχῇ ἐπιθαρσῶν παρακελεύεται· διό φησι πρὸς αὐ‐
5τήν· «Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου.» Καὶ ἀνωτέρω μὲν ἔλεγε· «Παρ’ αὐτοῦ γὰρ τὸ σωτήριόν μου·» ἐνταῦθα δέ· «Ὅτι παρ’ αὐτοῦ ἡ ὑπομονή μου.» Ὅμοιον δ’ ἂν εἴη τοῦτο τῷ φήσαντι· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με.» Οὐ γὰρ παρ’ ἐμαυτοῦ κέ‐
10κτημαι τὴν ἰσχὺν, ἀλλὰ παρὰ τοῦ ἐνδυναμοῦντός με· καὶ ἐνταῦθα, «Ἡ ὑπομονή μου» οὐκ ἐξ ἐμῆς, φησὶν, ἀρετῆς καὶ δυνάμεως συνέστηκεν, ἀλλὰ παρὰ τῆς αὐτοῦ χάριτος· «Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου·» διόπερ ὡς Θεός μου καὶ Σωτήρ μου παρέχει
15μοι τὴν ὑπομονήν. Εἶτ’ ἀνωτέρω μὲν ἔχεις τὸ, «Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ μεταναστεύσω·» ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον, «οὐ σφαλήσομαι.» Πολλὴ δὲ διαφορὰ τοῦ φάσκοντος, «οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον,» καὶ τοῦ λέ‐
20γοντος, «οὐ σφαλήσομαι,» καὶ, «οὐ μεταναστεύσω.» Τὸ μὲν γὰρ ἐδήλου σαλεύεσθαι μὲν, ἀλλ’ οὐκ ἐπὶ πλεῖον· ἐνταῦθα δὲ ἄρνησίς ἐστι παντελὴς τοῦ πταί‐ σματος. «Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου, Θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ
25Θεῷ.» Καὶ ἐνταῦθα τὸ «Σωτήριον» ὁ Ἰησοῦς τῇ Ἑβραϊκῇ φωνῇ ὠνόμασται, καὶ τοῖς χαρακτῆρσι τοῖς αὐτοῖς ἐγγέγραπται. Ὥσπερ δὲ ὁ θεῖος Ἀπόστολος περὶ τοῦ Σωτῆρος ἡμῶν λέγων ἔγραφε· «Δικαιού‐ μενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως
30τῆς ἐν Χριστῷ Ἰησοῦ· ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι·» καὶ πάλιν· «Ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Θεὸν, Ἰη‐ σοῦν Χριστὸν δίκαιον· καὶ αὐτός ἐστιν ἱλασμὸς ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν·» τὸν αὐτὸν τρόπον καὶ ἐνταῦθα
35λέλεκται· Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου, καὶ ἡ βοήθειά μου καὶ ἡ ἐλπίς μου. Ὡς εἰ λευ‐ κότερον τὸ σημαινόμενον ἀπὸ τῆς Ἑβραϊκῆς φωνῆς τέθειτο ἐν τῇ ἑρμηνείᾳ, οὕτως ἂν περιεῖχεν· Ἰησοῦς τὸ σωτήριόν μου ἐν τῷ Θεῷ τυγχάνων, καὶ ἐν τοῖς
40κόλποις τοῦ Πατρὸς, αὐτός ἐστιν ἡ δόξα μου καὶ ὁ φύλαξ μου, καὶ ὁ Θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἡ ἐν τῷ Θεῷ. Ταῦτα γὰρ πάντα ὁ τοῦ Θεοῦ Λό‐ γος ἐστὶ τοῖς εἰς αὐτὸν ἐλπίζουσι. Διὸ καὶ κατὰ τὸν Ἀκύλαν εἴρηται· «Ἐπὶ Θεῷ σωτήριόν μου καὶ δόξα
45μου, στερεὸς κράτους μου, ἐλπίς μου ἐν Θεῷ. Ἐλ‐ πίσατε ἐπ’ αὐτὸν, πᾶσα συναγωγὴ λαῶν· ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν. Ὁ Θεὸς βοηθὸς ἡμῶν. Διάψαλμα.» Μνημονεύσας τοῦ Σωτηρίου, συνεῖδεν, ὅτι οὐ μόνον αὐτοῦ θεραπευτικὸν ἔσται,

23

.

593

(50)

κοινὸν δὲ γενήσεται ἀγαθόν· διὸ ἐπ’ αὐτὸ συγκαλεῖ τοὺς πάντας, φιλαυτίαν μὲν ἐκτρεπόμενος, φιλανθρω‐ πίαν δὲ καὶ τὴν πρὸς τοὺς πέλας ἀγάπην ἐνδεικνύ‐ μενος. Προσκαλεῖται τοίνυν ὡς ἐπὶ σωτήριον λιμένα φάσκων· «Ἐλπίσατε ἐπ’ αὐτὸν, πᾶσα συναγωγὴ
55λαῶν·» ἢ κατὰ τὸν Ἀκύλαν, «Ἀμεριμνᾶτε ἐν αὐτῷ ἐν παντὶ καιρῷ, λαός.» Ἀμεριμνῶντας δὲ ἐν αὐτῷ
καὶ ἐλπίζοντας, ἐξαπλοῦν προσήκει τοὺς λογισμοὺς594 in vol. 23

23

.

596

καὶ τῆς ψυχῆς ἀπογυμνοῦν αὐτῷ ὥσπερ ἰατρῷ τὰ πάθη. Διὸ ἐπιλέγει· «Ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν. Ὁ Θεὸς βοηθὸς ἡμῶν.» Ἔχοντες γὰρ, φησὶ, βοηθὸν, μηδὲν ὑποστέλλεσθε, μηδέ τι ἐν
5ταῖς διανοίαις ὑμῶν ὑποκρύπτετε, ἀναπετάσαντες δὲ τὰ ταμιεῖα τῆς ψυχῆς, τοὺς ἐν αὐτῇ κρυπτομένους λογισμοὺς ἀνακαλύπτετε, ὡς ἂν μόνῳ ἀγαθῷ καὶ δυ‐ νατῷ τὰ πάντα ἰᾶσθαι ἑαυτοὺς ἐμπιστεύοντες. «Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ
10υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγῷ, τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.» Καὶ ἐν τῷ ληʹ ἐλέγετο· «Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν.» Καὶ πάλιν· «Πλὴν μάτην ταράσσονται·» καὶ, «Μέν‐ τοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος.» Κἀνταῦθα
15συμφώνως ἐκείνοις λέλεκται τὰ προκείμενα· δι’ ὧν διδασκόμεθα ἐπὶ μόνον τὸν Σωτῆρα ἐλπίζειν, κἀκεῖ‐ νον βοηθὸν ἐπιγράφεσθαι· ἐπειδὴ πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων, κἂν ἄρχοντες εἶναι δοκοῖεν, κἂν πολλὰ δυνάμενοι κατὰ τὸν βίον, μάταιοι· ἢ κατὰ τὸν Σύμ‐
20μαχον, «ἀτμὸς,» μετ’ ὀλίγον ἐσόμενοι «ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.» Ἐν‐ τεῦθεν ὁ Σολομὼν ὠφεληθεὶς τὸν πατέρα, «Ματαιό‐ της ματαιοτήτων, τὰ πάντα ματαιότης,» καὶ ὅσα τοιαῦτα ἔγραφε. Ψευδεῖς δέ εἰσι κατὰ δύο τρόπους οἱ
25υἱοὶ τῶν ἀνθρώπων· καθ’ ἕνα μὲν ψευδολογοῦντες καὶ μακρὰν τῆς ἀληθείας ἀπεῤῥιμμένοι· κατὰ θάτερον δὲ ἀπάταις καὶ ψευδολογίαις πλανῶντες τοὺς πιστεύ‐ οντας αὐτοῖς. Διὸ οὐ προσήκει τοῖς τοιούτοις ἑαυτοὺς ἐκδιδόναι· ψεύδεσθαι γὰρ εἰώθασι, καὶ οὐκ ἔστιν ἐν
30αὐτοῖς ἀλήθεια· ἀλλὰ καὶ ζυγοὶ τῆς αὐτῶν ψυχῆς οὐδὲν δίκαιον οὐδὲ ἰσόῤῥοπον περιέχουσιν· ἑτεροκλι‐ νεῖς δὲ ὄντες, τἀναντία τῷ δικαίῳ πράττουσι. Τούτοις οὖν τοῖς ἀδίκοις αὐτῶν ζυγοῖς τὴν ματαιότητα περι‐ έπουσι, τὴν ἀλήθειαν καὶ τὸν ταύτης Θεὸν ἀποστρε‐
35φόμενοι· διὸ οὐ προσήκει αὐτοῖς ἐμπιστεύειν· μόνον δὲ τὸν λεχθέντα Σωτῆρα βοηθὸν ἐπιγράφεσθαι. «Μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν, καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρ‐ δίᾳ.» Καὶ ἐν τῷ ληʹ συγγενῶς τούτοις ἐλέγετο·
40«Πλὴν μάτην ταράσσονται. Θησαυρίζει, καὶ οὐ γι‐ νώσκει τίνι συνάξει αὐτά.» Ἐπεὶ τοίνυν ὁ θησαυρί‐ ζων ἐπὶ τῆς γῆς, καὶ πολλὰ χρήματα συνάγων, εἰς μάταιον συνάγει· οὔτε γὰρ ἐξ ἅπαντος αὐτὸς αὐτῶν ἀπολαύσει, πταρμοῦ τάχιον τοῦ βίου μεθιστάμενος,
45οὔτε ὁποῖον ἕξει διάδοχον ἀκριβῶς πέπεισται· τί καὶ θορυβεῖται μάτην; Πολλοὶ γοῦν ἢ καὶ σχεδὸν οἱ πάντες σφᾶς αὐτοὺς ἠπάτησαν, υἱοῖς μὲν καὶ φιλτάτοις τὸν αὐτῶν πλοῦτον καταλιπεῖν προσδοκήσαντες, ἀγνοή‐ σαντες δὲ τὸ μέλλον καὶ ἀστοχήσαντες τοῦ σκοποῦ.

23

.

596

(50)

Μάτην οὖν ταράττονται ἀληθῶς θησαυρίζοντες, καὶ οὐ γινώσκοντες τίς συνάξει αὐτά. Διὸ προσήκει μὴ ἐλπίζειν ἐπὶ ἀδικίαν καὶ τὰ ἐξ ἀδικίας ποριζόμενα. μηδὲ πλοῦτος ἐὰν ῥέῃ ποταμηδὸν φερόμενος, ἐπαίρε‐ σθαι. Εἰ δὲ προσήκει καὶ διὰ πλούτου ποτὲ ἀγαθήν
55τινα πορίζεσθαι ἐλπίδα, δικαίῳ χρησάμενοι πλούτῳ τῷ ἐκ Θεοῦ πολλάκις παρεχομένῳ· καὶ ζυγοῖς ὀρθοῖς
καὶ ἰσοστασίοις, δεξιαῖς, ὦ οὗτοι, χρήσασθε πράξεσι,596 in vol. 23

23

.

597

θησαυρίζοντες ἑαυτοῖς θησαυροὺς ἐν οὐρανοῖς, καὶ σπείροντες ἐν εὐλογίαις κατὰ τὸ λελεγμένον· «Ἐσκόρ‐ πισεν, ἔδωκε τοῖς πένησι, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.» Αὕτη γὰρ μόνη ἐλπὶς ἀγαθή· ἄλλως
5δὲ προσήκει μὴ ἐλπίζειν ἐπὶ ἀδικίαν, μηδὲ ἐπὶ τοῖς ἐξ ἁρπαγῆς καὶ πλεονεξίας συναγομένοις χρήμασι μέγα φρονεῖν· ἀλλὰ καὶ εἰ συμβαίη ποτὲ εὐροεῖν ἡμῖν τὰ πράγματα, καὶ ἀκωλύτως φέρεσθαι πανταχόθεν τὸν πλοῦτον ποταμοῦ δίκην ῥέοντα, καὶ ὅθεν οὐκ ἄν
10τις ἀδικήσειε, φορᾷ τινι ἀδοκήτῳ φερόμενον, μὴ πάν‐ τως ἐκ Θεοῦ τοῦτο γίνεσθαι καὶ νόμιζε, μηδὲ μακάριζε σεαυτὸν ἀπατώμενος τῇ διανοίᾳ καὶ προστιθέμενος ὡς ἀγαθῷ τῷ πλούτῳ. Γίνωσκε δὲ, ὅτι ῥευστῆς ὢν φύ‐ σεως, ὥσπερ ῥέων φέρεται, οὕτω καὶ ἀποῤῥεῖ· οὐδὲν δὲ
15βέβαιον οὐδὲ στεῤῥὸν καὶ ἀσφαλὲς κεκτημένος. Θαυ‐ μαστῶς δὲ τῷ τῆς ῥοῆς ὀνόματι κέχρηται, «Πλοῦτος ἐὰν ῥέῃ,» φήσας· κατὰ δὲ τὸν Σύμμαχον· «Πλοῦτος, φησὶν, ἐὰν καρποφορῇ, μὴ τάσσετε τὴν καρδίαν.» Ἀλλ’ ἐπὶ τίνα δεῖ τάσσειν τὴν καρδίαν καὶ τίνι προσ‐
20τίθεσθαι, εἴρηται πολλάκις ἐν τῷ, «Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου;» καὶ πάλιν· «Πλὴν τῷ Θεῷ ὑποτάγηθι ἡ ψυχή μου· αὐτὸς γὰρ Θεός μου καὶ Σωτήρ μου καὶ ἀντιλήπτωρ μου·» καὶ, «Ἐλπίσατε ἐπ’ αὐτὸν, πᾶσα συναγωγὴ λαοῦ.» Οὐκοῦν, ἔχοντες
25τὸν μέγαν πλοῦτον καὶ τὸν ἀληθινὸν θησαυρὸν, μὴ ἐλπίσωμεν ἐπὶ τῷ ματαίῳ καὶ ῥευστῷ καὶ ἀδίκῳ πλούτῳ· μάταιοι γὰρ ἀληθῶς πάντες οἱ υἱοὶ τῶν ἀν‐ θρώπων οἱ ἐπὶ τούτῳ πεποιθότες.
30 «Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα· ὅτι τὸ κράτος τοῦ Θεοῦ, καὶ σοὶ, Κύριε, τὸ ἔλεος· ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Τοσαῦτα προπαιδεύσας ὁ λόγος, ἀκολούθως τῆς τοῦ Θεοῦ δι‐ καιοκρισίας ὑπομιμνήσκει· ὡς ἂν, ταύτην πρὸ ὀφθαλ‐
35μῶν θέμενοι, μήτε τῇ ἀδικίᾳ μήτε τοῖς ἁρπάγμασι, μήτε τῷ προσκαίρῳ καὶ τυφλῷ πλούτῳ ἑαυτοὺς ἐπι‐ δίδωμεν. Οὐ γὰρ ἅπαξ μόνον περὶ τῆς κρίσεως ὁ Θεὸς διεστείλατο, ἀλλὰ καὶ δεύτερον. Καὶ ταῦτα, φησὶν, αὐτὸς ἐγὼ ἤκουσα ἀκριβῶς, τὸν νοῦν ἐπιστήσας τοῖς
40δυσὶ τούτοις παραγγέλμασιν. Ἅπαξ γὰρ ἐλάλησεν ὁ Θεὸς, ἀλλ’ ἐγὼ δύο ταῦτα ἤκουσα· ἐλάλησε γὰρ καὶ διὰ προφητῶν, ἐλάλησε καὶ διὰ ἀποστόλων· καὶ τὸν ἕνα λόγον τὸν ἅπαξ ὑπὸ τοῦ Θεοῦ ὁρισθέντα καὶ διὰ παλαιᾶς Διαθήκης καὶ διὰ τῆς καινῆς ἤκουσα. Τίς δὲ
45ἦν οὗτος, ἀλλ’ «Ὅτι τὸ κράτος τοῦ Θεοῦ καὶ σοὶ, Κύριε, τὸ ἔλεος,» καὶ, «Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ;» Ἔλεος δὲ, φησὶ, καὶ κράτος· τὸ μὲν κράτος πρὸς τὸ τιμωρεῖσθαι καὶ ταπεινοῦν τοὺς ἀφηνιῶντας, τὸ δὲ ἔλεος πρὸς τὸ σώζειν τοὺς

23

.

597

(50)

εἰς αὐτὸν ἠλπικότας. «Ἴδε οὖν χρηστότητα καὶ ἀπο‐ τομίαν,» φησὶν ὁ Ἀπόστολος· ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομίαν διὰ τοῦ κράτους, ἐπὶ δὲ σὲ χρηστότης διὰ τοῦ ἐλέους. Ταῦτ’ εἰπὼν, ἄνω τὸ πρόσωπον ἀνατείνας, προσφθέγγεται τῷ Θεῷ λέγων· «Ὅτι σὺ ἀποδώσεις
55ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Καὶ ὁ Ἀκύλας δὲ τὰ προκείμενα τοῦτον ἡρμήνευσε τὸν τρόπον· «Ἐλάλη‐
σεν ὁ Θεὸς, καὶ δεύτερον ἐπήκουσα· ὅτι ἡ ἰσχὺς τοῦ598 in vol. 23

23

.

600

Θεοῦ, καὶ σοὶ, Δέσποτα, τὸ ἔλεος. Σὺ δὲ ἀπόδος κατὰ ἄνδρα ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΕΝ ΤΩ ΕΙΝΑΙ ΑΥΤΟΝ ΕΝ Τῌ ΕΡΗΜῼ ΤΗΣ ΙΟΥΔΑΙΑΣ ΞΒʹ
5 «Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.» Φεύγων ὁ Δαυῒδ παραγίνεται πρὸς Ἀχιμέλεχ τὸν ἱερέα· ἔνθεν πρὸς Ἀχοῦς τὸν βασιλέα Γὲθ, κἀκεῖθεν εἰς Μάσσηφα τῆς Μωάβ. Συνὼν δὲ αὐτῷ Γὰδ ὁ προφήτης, παραινεῖ μὴ ποιεῖσθαι παρὰ τοῖς ἀλλοφύλοις τὰς διατριβάς. Διὸ
10μεταστὰς ἐντεῦθεν, τὴν ἐρημίαν τῆς Ἰουδαίας οἰκεῖ· ὅτε καὶ ἱστορεῖ λέγουσα ἡ Γραφή· «Καὶ ἐκάθισε Δαυῒδ ἐν τῇ ἐρήμῳ Μασσενὲθ ἐν τοῖς στενοῖς· καὶ ἐκάθητο ἐν τῷ ὄρει ἐν τῇ ἐρήμῳ Ζείφ. Καὶ ἐζήτει αὐτὸν Σαοὺλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν
15αὐτὸν Κύριος εἰς τὰς χεῖρας αὐτοῦ.» Ἐν τούτοις ὢν, τὸν προκείμενον ψαλμὸν συντάττει, τὸν καιρὸν διὰ τῆς προγραφῆς σημήνας. Διὸ εἴρηται, «Ψαλμὸς τῷ Δαυῒδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας.» Εὔλογον δὲ ἐνταῦθα γενομένους ἐπισημήνασθαι πά‐
20λιν, ὅτι μὴ κατὰ ἀκολουθίαν τῶν τῆς ἱστορίας χρόνων ἡ τῶν ψαλμῶν σύγκειται τάξις· ἐνήλλακται δὲ παρὰ πολὺ τοῖς χρόνοις. Αὐτίκα γοῦν ἡ μὲν ἱστορία πρώ‐ την περιέχει τὴν διήγησιν καθ’ ἣν ἀπέστειλε Σαοὺλ ἀγγέλους εἰς τὸν οἶκον Δαυῒδ, τοῦ θανατῶσαι αὐτόν·
25ὅτι Μελχὸλ ἡ γυνὴ αὐτοῦ καθῆκεν αὐτὸν διὰ τῆς θυ‐ ρίδος· ἡ δὲ τῶν ψαλμῶν γραφὴ ἐν τῷ νηʹ ταύτης μέμνηται τῆς πράξεως. Εἶθ’ ἑξῆς ἡ μὲν Γραφὴ τῶν ἱστοριῶν διδάσκει, ὡς ἔρχεται Δαυῒδ εἰς Νοβᾶ πρὸς Ἀχιμέλεχ τὸν ἱερέα· ἡ δὲ βίβλος τῶν Ψαλμῶν ταύτης
30μέμνηται τῆς. πράξεως ἐν τῷ λγʹ ψαλμῷ. Καὶ πάλιν ἡ μὲν γραφὴ τῶν Βασιλειῶν φησι· «Καὶ ἀπηλλάγη Δαυῒδ ἐντεῦθεν, καὶ ἔρχεται, καὶ διεσώθη εἰς τὸ σπή‐ λαιον τὸ Ὀδολλάμ·» ἡ δὲ βίβλος τῶν Ψαλμῶν ἐν τῷ νϛʹ μέμνηται τῆς τάξεως. Καὶ αὖθις μετὰ ταῦτα ἡ
35μὲν γραφὴ τῶν Βασιλειῶν τοῦ Δωὴκ μέμνηται, ὡς διαβέβληκε τῷ Σαοὺλ τὸν ἱερέα Ἀχιμέλεχ· ἡ δὲ βί‐ βλος τῶν Ψαλμῶν ἐν τῷ ναʹ τοῦτον σημαίνει τὸν χρό‐ νον. Γνοὺς δὲ ὁ Δαυῒδ τὴν τοῦ Δωὴκ διαβολὴν, φεύγει καὶ παραγίνεται εἰς τὴν ἔρημον τῆς Ἰουδαίας, ὅτε
40καὶ συντάττει τὸν μετὰ χεῖρας ψαλμόν. Καὶ ἡ μὲν γραφὴ τῶν Βασιλειῶν μετὰ τὸν χρόνον τοῦ μετὰ χεῖ‐ ρας ψαλμοῦ, λέγω δὲ τοῦ ξβʹ, πράξεών τινων μέμνη‐ ται, ὡς οἱ Ζιφαῖοι διαβάλλουσι τῷ Σαοὺλ τὸν Δαυΐδ· ἡ δὲ βίβλος τῶν Ψαλμῶν τούτων μέμνηται ἐν τῷ νγʹ, ὃς
45ἐπιγράφεται, «Εἰς τὸ τέλος ἐν ὕμνοις, συνέσεως τῷ Δαυῒδ, ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους, καὶ εἰπεῖν τῷ Σαούλ· Ἰδοὺ Δαυῒδ κέκρυπται παρ’ ἡμῖν. «Καὶ ὁ νεʹ ἐπιγέγραπται· «Ὅτε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ.» Τοῦτο δὲ ἡ τῶν Βασιλειῶν γραφὴ ἐν ὑστέροις

23

.

600

(50)

τίθησι τῆς ἱστορίας. Ὁρᾷς ὅπως τὰ πρῶτα ὕστερα, καὶ τὰ ὕστερα πρῶτα τέτακται; ὡς εἰ κατὰ ἀκολου‐ θίαν τῶν χρόνων τέθειτο, πρῶτος ἂν τέτακτο ὁ νηʹ, ἑξῆς τούτῳ ὁ λγʹ, καὶ τρίτος καὶ μετὰ τούτων ὁ νϛʹ, καὶ τούτοις τέταρτος ὁ ναʹ, εἶτ’ ἀκολούθως πέμπτος ὁ
55ξβʹ, καὶ ἕκτος ὁ νγʹ, καὶ μετὰ πάντας τούτους ὁ νεʹ.
Μετὰ δὲ τὸν θάνατον τοῦ Σαοὺλ πρῶτον ψάλλει τὸν600 in vol. 23

23

.

601

νθʹ, ἡνίκα ἐπάταξεν Ἰωὰβ τὴν φάραγγα τῶν Ἁλῶν, καὶ ὑποχειρίους εἷλε τοὺς Μωὰβ ιβʹ χιλιάδας. Τὸν δὲ νʹ· μετὰ ταῦτα, ὅτε ἦλθε πρὸς αὐτὸν Ναθὰν ὁ προ‐ φήτης, ἡνίκα καὶ εἰσῆλθε πρὸς Βηθσαβεέ. Εἶτα τὸν
5τρίτον συντάττει, ὅτε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ· καὶ μετὰ ταῦτα τὸν ζʹ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμινεί. Τίς οὖν οὐκ ἂν τὴν τούτων ζητήσειεν αἰτίαν; Οὐ γὰρ ἔχει λόγον τὸ μὴ διά τινας ἀναγκαίας ὑποθέσεις ταῦτα τοῦτον δια‐
10τετάχθαι τὸν τρόπον. Ἄλλος μὲν οὖν τοὺς ἀριθμοὺς αὐτοὺς οἰήσεται ἔχειν τινὰ δύναμιν· διὸ καταλλήλως ἑκάστῳ ἀριθμῷ ἐφηρμόσθαι τὴν διάνοιαν τῶν ἐμφε‐ ρομένων λόγων· οἷον ὡς ἐπὶ παραδείγματος ὁ νʹ ἀρι‐ θμὸς τὸν περὶ ἀφέσεως ἁμαρτημάτων λόγον περιέχει
15διὰ τὴν ἐν τῷ νόμῳ φερομένην πεντηκονταετηρίδα, ἣν Ἰωβηλαῖον παῖδες Ἑβραίων ἐκάλουν, ἐν ᾧ ἀφέσεις καὶ συγχωρήσεις ἐγένοντο τοῖς χρεωφειλέταις, ἐλευ‐ θερία τε οἰκέταις, καὶ ἄλλα τινὰ τοιαῦτα πράττειν νενομοθέτητο. Τούτου χάριν τὴν ἐξομολόγησιν τοῦ
20πλημμελήματος ὑπὲρ συγχωρήσεως καὶ ἀφέσεως ἁμαρτιῶν τῷ νʹ ψαλμῷ ἐφήρμοσεν. Οὕτως οὖν καὶ ἐφ’ ἑκάστῳ ψαλμῷ κατά τινας λόγους τῇ τῶν ἀριθμῶν δυνάμει τὰς οἰκείας διανοίας εἴποι ἂν ἐφηρμόσθαι. Ἀλλ’ ὁ ταῦτα λέγων οὔ μοι δοκεῖ τυγχάνειν τοῦ σκο‐
25ποῦ· πρῶτον μὲν ὅτι οὐδὲ ὅλως ἀριθμός τις ἐν τῇ Ἑβραϊκῇ βίβλῳ τῶν Ψαλμῶν φέρεται· ἄνευ δὲ τῆς τοῦ ἀριθμοῦ προσθήκης ἀνεγράφησαν· εἶθ’ ὅτι διαφό‐ ρως οἱ μὲν εἰσὶ συνημμένοι, οἱ δὲ διῃρημένοι. Αὐτίκα γοῦν ὁ πρῶτος καὶ ὁ δεύτερος κατὰ τὴν ἀρχὴν τῆς
30βίβλου συνημμένοι εἰσὶ κατὰ τὸ Ἑβραϊκόν· καὶ πάλιν ὁ θʹ συνημμένος παρ’ ἡμῖν ἐν τῷ Ἑβραϊκῷ διῄρηται εἰς δύο. Καὶ πᾶσα δὲ ἡ τῶν Ψαλμῶν βίβλος εἰς μέρη εʹ διῄρηται, καθὼς ἤδη πρότερον εἴρηται. Ὧν οὕτως ἐχόντων, σχολάζοι ἂν ἡ προλεχθεῖσα τῶν ἀριθμῶν
35θεωρία. Ποῖον δὲ καὶ λόγον εἴποι ἄν τις ἔχειν, φέρ’ εἰπεῖν, τοῦ μετὰ χεῖρας ψαλμοῦ, λέγω δὲ τοῦ ξβʹ, τὴν διάνοιαν πρὸς τὸν τοιόνδε ἀριθμὸν ἐφαρμόττειν, ἢ τῶν ἐφ’ ἑκάστῳ τῶν ρνʹ ἀριθμῶν ἴδιον ἀφοριεῖσθαι νοῦν προσήκοντα τῷ τοιῷδε, ἢ τῷ τοιῷδε ἀριθμῷ; ἀλλὰ
40ταῦτα μὲν ὅπη τις ἐθέλοι παραδεχέσθω. Ἐγὼ δὲ ἡγοῦμαι τῆς τῶν ἐγγεγραμμένων διανοίας ἕνεκεν ἐφεξῆς ἀλλήλων τοὺς ψαλμοὺς κεῖσθαι κατὰ τὸ πλεῖ‐ στον, οὕτως ἐν πολλοῖς ἐπιτηρήσας καὶ εὑρών· διὸ καὶ συνῆφθαι αὐτοὺς ὡσανεὶ συγγένειαν ἔχοντας καὶ ἀκο‐
45λουθίαν πρὸς ἀλλήλους. Ἔνθεν μὴ κατὰ τοὺς χρόνους ἐμφέρεσθαι, ἀλλὰ κατὰ τὴν τῆς διανοίας ἀκολουθίαν. Δέδεικται δὲ τοῦτο ἤδη πρότερον καὶ ἀπὸ πλειόνων μὲν ἑτέρων, μάλιστα δὲ ἀπὸ τοῦ μαʹ μέχρι τοῦ νʹ, ἐν οἷς ἀποδεικτικῶς παρεστήσαμεν τοὺς μὲν ἐπιγε‐

23

.

601

(50)

γραμμένους τῶν υἱῶν Κορὲ πολλὴν σώζειν ἀκολου‐ θίαν πρὸς τὸν νοῦν τὸν ἐξ αὐτῶν δηλούμενον· ἐφεξῆς δὲ τούτοις κείμενον τὸν τοῦ Ἀσὰφ καὶ πάλιν τούτων συνημμένην τοῦ Δαυῒδ τὴν ἐξομολόγησιν τὴν ἐν τῷ νʹ φερομένην, ἀβίαστον τὴν ἀποδοθεῖσαν ἡμῖν θεωρίαν
55παρέχειν. Μία μὲν οὖν αὕτη ἡ αἰτία, ὡς ἐμοὶ δοκεῖ, τῆς ἀκολουθίας γένοιτ’ ἂν τῶν ψαλμῶν· ἔχω δὲ καὶ ἄλλην εἰπεῖν. Πολλῆς γὰρ εἰδωλολατρείας κατα‐
κρατησάσης τοῦ Ἰουδαίων ἔθνους, λήθην αὐτοὺς πε‐602 in vol. 23

23

.

604

ποιῆσθαι τῶν πατρίων γραφῶν ἡ τῶν Βασιλειῶν ἱστο‐ ρία διδάσκει· ὡς μηδὲ φαίνεσθαι βίβλον τοῦ Μωϋσέως νόμου, μηδὲ μνήμην τῆς τῶν πατέρων εὐσεβείας σώζεσθαι παρ’ αὐτοῖς. Οὕτω γοῦν καὶ τοὺς προφήτας
5ἀνῄρουν διελέγχοντας αὐτῶν τὰς δυσσεβείας, καὶ τούτων ἕνεκα τὸ πρῶτον τῇ τῶν Ἀσσυρίων παρεδό‐ θησαν αἰχμαλωσίᾳ. Οὐδὲν οὖν θαυμαστὸν ἐν τοιαύτῃ καταστάσει καιρῶν, καὶ τὰ ἐμφερόμενα τῇ βίβλῳ τῶν Ψαλμῶν διαπεπτωκέναι, λήθῃ τε μακροῖς παρα‐
10δεδόσθαι χρόνοις. Μετὰ δὲ ταῦτα εἴτε Ἔσδραν, εἴτε τινὰ ἕτερον προφητῶν, περὶ τὴν συναγωγὴν αὐτῶν ἐσπουδακέναι, μετά τε τῶν λοιπῶν καὶ τὴν βίβλον τῶν Ψαλμῶν συναγηοχέναι, οὐκ ἀθρόως εὑρόντα τοὺς πάντας, ἀλλὰ κατὰ διαφόρους χρόνους. Κατατάττειν δὲ
15ἐν πρώτοις τοὺς πρώτους εὑρισκομένους· διὸ μηδὲ τοῦ Δαυῒδ ἐφεξῆς κεῖσθαι τοὺς πάντας· ἐν δὲ τῷ μεταξὺ καὶ τῶν υἱῶν Κορὲ, καὶ τοῦ Ἀσὰφ, καὶ Σολομῶνος καὶ Μωϋσέως, Αἰθάν τε καὶ Αἰμὰν, καὶ πάλιν τοῦ Δαυῒδ εὑρίσκεσθαι ἀναμὶξ ἐν τῇ βίβλῳ κατατεταγμέ‐
20νους, οὐ καθ’ οὓς ἐλέχθησαν χρόνους, ἀλλὰ καθ’ οὓς εὕρηνται. Ἔνθεν συμβῆναι τοὺς τοῖς χρόνοις ὑστέ‐ ρους πρώτους εὑρεθέντας ἀναληφθῆναι πρώτους, καὶ τοὺς τοῖς χρόνοις προτέρους, μετὰ ταῦτα εὑρημένους, ἐν δευτέρᾳ καταταγῆναι χώρᾳ. Ταῦτα μὲν οὖν ἡμῖν
25εἰς τὴν προταθεῖσαν ζήτησιν ἐξ εἰκότων εἰρήσθω. Ἤδη δὲ καὶ τῶν ἐμφερομένων ἐν τῷ μετὰ χεῖρας ψαλμῷ ἐφάψασθαι καιρός. Πλανώμενος Δαυῒδ ὁμοίως τοῖς λοιποῖς προφήταις ἐν ἐρημίαις καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς, τοῖς τε τῆς ἀνεξικακίας πόνοις ἐγγυμναζό‐
30μενος, καὶ τὸν μετὰ χεῖρας ᾖδε ψαλμὸν, τῇ κατὰ Θεὸν ἀνατιθεὶς φιλοσοφίᾳ τὴν ἐπὶ τῆς ἐρήμου σχολήν· καὶ τὸν ἑαυτοῦ περὶ τὰ θεῖα ἔρωτα διεγείρων, ὁμο‐ λογεῖται διψῇν τοῦ τῆς ἀθανασίας πόματος· διὸ ἐβόα πρὸς τὸν Θεὸν λέγων· «Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ
35ὀρθρίζω. Ἐδίψησέ σοι ἡ ψυχή μου, πῶς ἁπλῶς σοι ἡ σάρξ μου.» Ἀντὶ δὲ τοῦ, «πῶς ἁπλῶς σοι ἡ σάρξ μου,» ὁ μὲν Ἀκύλας, «ἐπετάθη σοι ἡ σάρξ μου,» ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, «Ἱμείρεταί σε ἡ σάρξ μου·» ὥστε οὐχ ἡ ψυχὴ μόνη τοῦ Δαυῒδ πρὸς τὸν
40Θεὸν τέτατο, ἀλλὰ καὶ αὐτὴ ἡ σὰρξ καὶ τὸ σῶμα αὐτοῦ, ἁγνεύοντος δηλαδὴ καὶ καθαρεύοντος διὰ τὸ τῷ Θεῷ σχολάζειν. Καὶ τὸ λέγειν δὲ, «Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω,» παραστατικὸν ἦν τῆς νυκτερινῆς καθαρότητος. Οὐδεὶς γὰρ ἐν κοίταις
45καὶ ἀσελγείαις ῥυπάνας ἑαυτοῦ τὴν ψυχὴν, καὶ τὸ σῶμα μιαρὸς ὢν καὶ ἀκάθαρτος, οἷός τ’ ἂν εἴη τὰς τοιαύτας προσίεσθαι φωνάς. Πλὴν ὁ μέγας Δαυῒδ πεπαῤῥησιασμένῃ συνειδήσει οὐχ ἀπλῶς τὸν Θεὸν ἀνε‐ καλεῖτο, λέγων, «Ὁ Θεός·» δεύτερον δὲ ὡς ἑαυτοῦ

23

.

604

(50)

ἴδιον ὄντα ἐπεγράφετο· διὸ προστίθησι φάσκων· «Ὁ Θεός μου.» Εἶτ’ ἐπειδήπερ ἑαυτοῦ Θεὸν ἀναγορεῦσαι αὐτὸν τετόλμηκε, τῆς τόλμης τὴν αἰτίαν διδάσκει λέ‐ γων, «Πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σοι ἡ ψυχή μου, πῶς ἁπλῶς σοι ἡ σάρξ μου.» Διὰ ταῦτα γὰρ Θεόν μου
55προσεῖπον, ἐπειδήπερ οὐδενὸς τῶν ἐπιγείων, ἀλλ’ οὐδὲ τῶν ὀφθαλμοῖς σαρκὸς ὁρωμένων περιέλκει με πόθος. Ὥσπερ δὲ ὁ Ἀπόστολος, «Ζῶ, φησὶν, οὐκ‐
έτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός·» τοιαύτῃ διανοία604 in vol. 23

23

.

605

καὶ Δαυῒδ τῷ Θεῷ ἔλεγε· «Πρὸς σὲ ὀρθρίζω. Ἐδί‐ ψησέ σοι ἡ ψυχή μου.» Ὡσεὶ καὶ χώρα τις, μὴ τυ‐ χοῦσα τοῦ συνήθους ὑετοῦ, διψῇν λέγοιτο τούτου· τὸν αὐτὸν δὲ τρόπον ἐδίψησέ σοι, ἢ ἱμείρεταί σε πρὸς
5τῇ ψυχῇ μου καὶ αὐτὴ ἡ σάρξ μου, πολυπλάσιον ὡς διψῶσα. Ὥσπερ γὰρ φυσικοῖς λόγοις τὴν γῆν αὐτήν φαμεν διψῇν ὕδατος, οὕτω καὶ ἡ σάρξ μου ἐδίψησέ σοι, φησί· διὸ ἐπιφέρει· «Ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ, καὶ ἀνύδρῳ,» ἢ κατὰ τὸν Σύμμαχον· «Ὡς ἐν γῇ
10διψάδι καὶ ἐκλύσει μὴ ὑπάρχοντος ὕδατος.» Δύναται δὲ καὶ τὴν ἔρημον αὐτὴν σημαίνειν διὰ τούτων, ἐν ᾗ φεύγων τὸν Σαοὺλ τὰς διατριβὰς ἐποιεῖτο. Πάντως γάρ που ἐν ταύτῃ τυγχάνων καὶ μακρὰν ἀπῳκισμέ‐ νος τῆς κιβωτοῦ τοῦ Θεοῦ καὶ τῆς τοῦ ἁγιάσματος
15σκηνῆς, ἐν ᾗ τὰς κατὰ νόμον ἐποιοῦντο λατρείας, τούτων ἐπόθει τὴν θέαν. Ὥσπερ δὲ γῆ διψῶσα ὕδα‐ τος ὀρέγεται, οὕτω, φησὶ, καὶ ἡ ἐμὴ ψυχὴ τὰ σοὶ τῷ Θεῷ ἀρεστὰ καὶ φίλα διψεῖ· ὡς ἐκλείπειν καὶ ἐκτήκε‐ σθαι, εἰ μὴ μεταλάβοι τῆς παρὰ σοὶ πηγῆς· περὶ ἧς
20εἴρηται. «Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. Διὸ ἐδίψησέ σοι ἡ ψυχή μου.» Ἐδίψησε δὲ πῶς, ἑρμηνεύει λέ‐ γων ἑξῆς· «Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι,» ὡσεὶ ἔλεγε τοῦτο· Ἐδίψησεν ἡ ψυχή μου τὸ ὀφθῆναί σοι ἐν τῷ σῷ ἁγιάσματι, «τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ
25τὴν δόξαν σου.» Τοιοῦτον δέ ἐστι καὶ τὸ διὰ τῶν ἔμπροσθεν εἰρημένον· «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα, πότε ἥξω καὶ ὀφθή‐ σομαι τῷ προσώπῳ τοῦ Θεοῦ.» Γενόμενος γὰρ ἐν τῷ ἁγίῳ σου, περὶ οὗ εἴρηται ἐν ἑτέρῳ, «Ἅπαξ
30ὤμοσα ἐν τῷ ἁγίῳ μου,» πρῶτον μὲν αὐτὸς ὀφθήσο‐ μαί σοι, δοκιμασθησόμενος εἰ ἄξιος εἴην τῆς σῆς θέας. Εἶτα ἄξιος ὀφθεὶς, ὄψομαι τὴν δύναμίν σου καὶ τὴν δόξαν σου· ὧν ἀδύνατόν ἐστιν εἰς θεωρίαν ἐλθεῖν, μὴ οὐχὶ πρότερον ἐν τῷ ἁγίῳ γενόμενον, καὶ πρῶτον
35ὀφθέντα ἄξιον τῶν τοῦ Θεοῦ ἀγαθῶν. Μετὰ γὰρ ταῦτα ὄψεταί τις, ὡς ἂν ἤδη δεδοκιμασμένος, τὴν δύναμιν τοῦ Θεοῦ καὶ τὴν δόξαν αὐτοῦ. Καὶ τέλος τῶν ἀγαθῶν τοῦτ’ ἂν εἴη τὸ ἐν θεωρίᾳ τούτων γενέσθαι· διὸ λέλε‐ κται· «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν
40Θεὸν ὄψονται.» Τοῦτο οὖν ἐδίψησεν ἡ ψυχὴ τοῦ Δαυΐδ· διὸ ἔλεγεν· «Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σοι ἡ ψυχή μου.» «Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς, τὰ χείλη μου ἐπαινέσουσί σε.» Ὁ τὴν φύσιν τοῦ θνητοῦ βίου
45κατανοήσας, καὶ τὴν πρόσκαιρον ζωὴν ὅση τίς ἐστι καὶ ὁποία ἐξητακὼς, ἀποστρέφεται μὲν ταῦτα ὡς μικρὰ καὶ οὐδενὸς λόγου ἄξια· ὅλος δὲ τῆς ἄνω ἐλπί‐ δος γενόμενος, ἐκείνης τυχεῖν εὔχεται, ἐλέῳ Θεοῦ χορηγουμένης. Οὐ γὰρ δὴ κατὰ ὀφειλὴν, οὐδὲ κατ’

23

.

605

(50)

ἀξίαν τῆς ἑαυτοῦ δικαιοσύνης τεύξεταί τις τῶν ἐπου‐ ρανίων. Διόπερ ἀλλαχοῦ που εἴρηται· «Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ;» τὸ δὲ πᾶν ἐλέῳ Θεοῦ καὶ φιλανθρωπίᾳ δωρεῖται, τοῖς σμικρὰ κατωρθωκόσι τὰ μεγάλα χαριζομένου. Ὃ δὴ σημαίνει ὁ παρὼν λόγος
55φάσκων· «Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς.»
Κἂν γὰρ μακρόβιος καὶ μακροχρόνιος ἐπὶ τοῦ πα‐606 in vol. 23

23

.

608

ρόντος γένηταί τις, ὥσπερ πολλὰς ζωὰς ἐν πολλαῖς ἐτῶν περιόδοις κτησάμενος· ἀλλ’ οὐδέν ἐστι ταῦτα συγκρινόμενα πρὸς τὸ ἔλεος τοῦ Θεοῦ, τὸ τῆς αἰωνίου ζωῆς καὶ τῶν ἐπουρανίων ἀγαθῶν αἴτιον. Διόπερ καὶ
5τῷ σῷ ἐλέῳ ἐπιθαρσήσας, πᾶσάν μου τὴν παροῦσαν ζωήν σοι ἀναθήσω, ὥσπερ τινὰ τίμια ἀναθήματα, καὶ πολυτελῆ κειμήλια τὰ μέλη μου καὶ τὰ αἰσθητή‐ ρια τῇ σῇ ἀφορίσας λειτουργίᾳ. Διὸ τὰ μὲν χείλη μου οὐδὲν ἕτερον λαλήσει, ἁγνεύσει δὲ καὶ καθαρὰ φυ‐
10λαχθήσεται, εἰς τὸ σχολάζειν τοῖς σοῖς ὕμνοις καὶ λόγοις· ἡ δὲ ζωή μου αὕτη περὶ τὸ εὐλογεῖν σε πάν‐ τοτε νύκτωρ καὶ μεθ’ ἡμέραν ἀσχοληθήσεται· καὶ τὰς χεῖρας δὲ τοῦ σώματός μου, τάς τε διὰ τούτων ἐπιτελουμένας πράξεις, ἐν τῷ ὀνόματί σου ἀρῶ με‐
15τεωρίζων εἰς ὕψος, καὶ σοὶ καθαρὰς πάσης παρανό‐ μου πράξεως ἐπιδεικνὺς αὐτὰς κατὰ τὸν φήσαντα· «Βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἐπαίροντας ὁσί‐ ους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν.» Οὕτως δὲ τὰ χείλη μου καὶ αἱ χεῖρες ἀφορισθήσονταί σοι, ὡς τὰ
20μὲν χείλη θυμιάματος εὐώδους τὸ μηθὲν διαφέρειν, τὰς δὲ χεῖρας θυσίας ἐνεργοῦς καὶ ἀληθινῆς μὴ λεί‐ πεσθαι· ὡς εἰπεῖν με εὐκαίρως περὶ μὲν τῶν χει‐ λέων μου τὸ, «Γενηθήτω ἡ προσευχή μου ὡς θυμί‐ αμα ἐνώπιόν σου·» περὶ δὲ τῶν πράξεών μου τὸ,
25«Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.» Καὶ ἡ μὲν σὰρξ καὶ τὸ σῶμα οὕτως ἀνατεθήσεται τῇ σῇ λειτουργίᾳ· ἡ δὲ ψυχή μου πλείονος μεθέξει δυνάμεως· διὸ καὶ περὶ αὐτῆς φημι· «Ὡσεὶ στέατος καὶ πιό‐ τητος ἐμπλησθείη ἡ ψυχή μου.» Οὐκέτι γὰρ ὁμοίως
30τῷ σώματι καὶ ἡ ψυχὴ χείλεσιν οὐδὲ χερσὶν, οὐδὲ κατά τι μέρος ἢ μέλος ἕτερον, ὅλη δὲ αὕτη καθ’ ἑαυ‐ τὴν ὑπὲρ πᾶσαν ὁλόκαυτον θυσίαν, καὶ ὑπὲρ πᾶν ζῶον εὐτραφὲς πιότητος καὶ στέατος γέμον, σοὶ τῷ Θεῷ προσενεχθήσεται, μόσχου καὶ ταύρου, καὶ παντὸς
35ἀλόγου ζώου τιμιωτέρα παρὰ σοὶ λελογισμένη. Διὸ καὶ ταύτην σοι πιοτάτην καί σοι προσφιλῆ θυσίαν, λέγω δὲ τὴν ἐμαυτοῦ ψυχὴν, ἀναθήσω. Ἐπὶ τούτοις τε χάριτας ὁμολογῶν ὅλῳ τῷ στόματι καὶ αὐτοῖς χεί‐ λεσι χαρᾶς πεπληρωμένοις ἀνυμνήσω σε· διό φημι· «Καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου·» ἢ
40κατὰ τὸν Σύμμαχον· «Καὶ διὰ χειλέων εὐφήμων ὑμνήσει τὸ στόμα μου.» «Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ, ὅτι ἐγενήθης βοηθός μου. Καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιά‐ σομαι, ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀν‐
45τελάβετο ἡ δεξιά σου. Ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας διατρίβων ὁ θαυμάσιος Δαυῒδ, οὐ ζῶα θύειν ἐπαγγέλ‐ λεται, οὐδὲ τὰς ἐξ ἀλόγων θρεμμάτων θυσίας, τὰς δὲ προλεχθείσας διὰ λόγων καὶ πράξεων, καὶ ψυχῆς αὐτῆς. Εἶτ’ ἐπὶ τούτοις τῷ Θεῷ δείκνυσιν ὅπως ἀνέ‐

23

.

608

(50)

κειτο σωφροσύνῃ καὶ παντελεῖ ἁγνείᾳ· διό φησιν· «Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ·» ἢ κατὰ τὸν Σύμμαχον· «Ἀναμιμνησκόμενός σου ἐπὶ τῆς στρωμνῆς μου, καθ’ ἑκάστην φυλακὴν ἐμελέτων σε.» Οὐ γὰρ ἄλλως,
55φησὶν, οἷός τε ἤμην πρὸς σὲ ὀρθρίζειν, οὐδὲ λέγειν εὐχόμενος· «Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω,»
εἰ μὴ καθαρὰν ἐκεκτήμην τὴν στρωμνήν. Ἐγινώ‐608 in vol. 23

23

.

609

σκετο δέ μου ἡ καθαρότης οὐκ ἄλλοθεν ἢ ἀπὸ τοῦ κατὰ τὸν ὄρθρον τὰ σὰ μελετᾷν λόγια. Δῆλον γὰρ ἦν ἐκ τούτου μηδ’ ἄλλο τι πράττειν με τὰς νύκτας, ἢ σὲ τὸν Θεὸν πρὸ ὀφθαλμῶν ἔχειν. Κατὰ δὲ τὸν Σύμμα‐
5χον λέγοντα, «καθ’ ἑκάστην φυλακὴν ἐμελέτων σε,» καὶ κατὰ τὸν Ἀκύλαν φήσαντα, «ἐν φυλακαῖς φθέγ‐ γομαι ἐν σοὶ,» δηλοῦν ἔοικε τὰς νυκτερινὰς ὥρας ἀσκεῖσθαι ταῖς τῶν θείων Γραφῶν μελέταις. Διῄρη‐ ται μὲν γὰρ ὁ πᾶς τῆς νυκτὸς χρόνος εἰς φυλακὰς
10διαφόρους· οὕτω γοῦν εἴρηται ἐν εὐαγγελίοις τετάρτῃ φυλακῇ ἐληλυθὼς ὁ Σωτὴρ πρὸς τοὺς μαθητάς. Καὶ ἀλλαχοῦ δὲ αὐτός φησι· «Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ φυλακῇ ὁ Κύριος ὑμῶν ἔρχεται·» καὶ πάλιν· «Ἐκεῖνο δὲ γινώσκετε, ὅτι, εἰ ᾔδει ὁ οἰκοδεσπότης
15ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται.» Ὁ δέ γε θεοφιλὴς καὶ τῷ Θεῷ ἀνακείμενος, ἀναμιμνησκόμενος ἐπὶ τῆς ἑαυτοῦ στρωμνῆς τοῦ Θεοῦ, ἄσπιλόν τε αὐτὴν καὶ ἁγνὴν, καὶ ἀμίαντον φυλάττων, καθ’ ἑκάστην φυλα‐ κὴν τῆς νυκτὸς ἀνιστάμενος, εὐχαῖς προσεῖχε, καὶ
20τοῖς θείοις ἐνησκεῖτο μαθήμασιν· ὃ δὴ διδάσκων κατὰ τὸν Σύμμαχον ἔλεγεν· «Ἀναμιμνησκόμενός σου ἐπὶ τῆς στρωμνῆς μου, καθ’ ἑκάστην φυλακὴν ἐμελέτων.» Εἰς σὲ γὰρ αὐτὸν ἐμελέτων τὸν Θεὸν ἀντὶ πάσης βίβλου καὶ γραφῆς, ἄνω πρὸς σὲ τὸν νοῦν
25τεταμένος, μελετῶν τε καὶ ἀναμιμνησκόμενος ὅσων ἠξιώθην ὑπὸ σοῦ εὐεργεσιῶν, καὶ ὡς γέγονάς μου πάντοτε βοηθὸς, καὶ ἐκ μυρίων με πειρασμῶν διέσω‐ σας, καὶ ὡς ἐκσπάσας με ταῖς σαυτοῦ πτέρυξι, δη‐ λαδὴ ταῖς δυνάμεσι τῆς σαυτοῦ προνοίας· ἅτινα ἀνα‐
30πεμπαζόμενος τῇ μνήμῃ, χαρᾶς ἐπληρούμην, ἢ ἀνηυφήμουν σε τὸν Θεὸν κατὰ τὸν Σύμμαχον φήσαντα, «καὶ σκεπόμενος ἐν ταῖς πτέρυξί σου ἀνηυφήμουν.» Μελετῶν δὲ τὰ σὰ λόγια καθ’ ἑκάστην φυλακὴν τῆς νυκτὸς, κἄπειτα ἀκούσας τοῦ φήσαντος θείου νόμου·
35«Ὀπίσω Κυρίου τοῦ Θεοῦ σου πορεύσῃ,» καὶ πρὸς αὐτὸν «κολληθεὶς, ἢ διατεθεὶς τὴν ψυχὴν πειθήνιος γέγονα τῷ νόμῳ, ὅλος τε εἰχόμην τοῦ πράγματος, πάντα τε ἡγησάμενος, μᾶλλον δὲ ἀποστραφεὶς τὰ μετὰ τὸν Θεὸν πάντα, ἀνώτερος καὶ ὑψηλότερος τῷ
40πόθῳ τῆς ψυχῆς κατέστην, καὶ σοὶ τῷ Θεῷ μου συνήφθην, ὡς εἰπεῖν μὴ ψευσάμενον· «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου.» Εἰς τοσαύτην δὲ ἤλασα προ‐ κοπὴν καὶ εἰς τοσοῦτον μέγεθος ἀρετῆς προῆλθον, οὐκ ἐμαυτοῦ δυνάμει χρησάμενος, ἀλλὰ τῇ σῇ δεσποτείᾳ·
45σὺ γὰρ αὐτὸς τῷ σῷ ἐλέῳ τοῦτό μοι ἐδωρήσω. Ὁρῶν γάρ μου τὸν περὶ σὲ πόθον καὶ ἀποδεξάμενος αὐτὸν, κατηξίωσας τὴν σαυτοῦ δεξιὰν ἐκτείνας ἐπιλαβέσθαι μου καὶ ἀνελκῦσαι ἄνω πρὸς ἑαυτόν· διὰ τοῦτο γὰρ δεδύνηται ἡ ψυχή μου ὑπὸ σοῦ βοηθηθεῖσα κολληθῆ‐

23

.

609

(50)

ναι ὀπίσω σου· ἐπειδήπερ «ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου.» Οὐ γὰρ ἂν ἄλλως ἐφικνούμην τοῦ τοσούτου ὕψους, εἰ μὴ ἀντελάβετό μου ἡ δεξιά σου. Διδάσκει δὲ ὁ Ἀπόστολος πῶς τις κολλᾶται τῷ Κυρίῳ, λέγων· «Ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν· ὡς καὶ
55ὁ κολλώμενος· τῇ πόρνῃ ἓν σῶμά ἐστι.» Λέγων δὲ Δαυῒδ τῷ Κυρίῳ· «Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, δῆλος ἦν καὶ ἐκ τούτου ἁγνείᾳ καὶ καθαρότητι σχολάζων.
«Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου.»610 in vol. 23

23

.

612

Ἐγὼ μὲν, φησὶ, σοὶ τῷ ἐμαυτοῦ Σωτῆρι προσεῖχον, καὶ σοὶ τὴν ἐμὴν ψυχὴν συνῆπτον, τοῖς τε σοῖς ἐμε‐ λέτων λόγοις, ἐν φυγῇ τυγχάνων, καὶ ἐν ἐρημίαις ποιούμενος τὰς διατριβάς. Οὐ γὰρ ἠμυνόμην τοὺς
5ἐλαύνοντάς με, ἀλλ’ οὐδὲ σοὶ τῷ Θεῷ σχολάζων εὐχὰς κατὰ τῶν ἐχθρῶν ἀνέπεμπον· σοὶ δὲ μόνῳ προσεῖχον, ὡς ἔφην. Οἱ δὲ οὐ διέλειπον ματαίαν σπουδὴν κατὰ τῆς ψυχῆς μου ποιούμενοι· εἰς μάταιον γὰρ ἐζήτουν αὐτὴν, ἀνεύρετον αὐτοῖς οὖσαν διὰ τὸ κεκολλῆσθαι
10ὀπίσω σου· διόπερ τὰ περιμένοντα αὐτοὺς αὐτοὶ μὲν οὐκ ἴσασι, τὸ δὲ Πνεῦμα τὸ ἅγιον θεσπίζει. Εἶθ’ ἑξῆς τούτοις προφητικῶς ἀναφωνεῖ λέγων· «Εἰσελεύσον‐ ται εἰς τὰ κατώτατα τῆς γῆς.» Ἐπειδὴ γὰρ τὰ τῆς γῆς ἐφρόνουν καὶ τῶν κάτω γεγόνασιν, εἰκότως τἀπί‐
15χειρα πείσονται οἷς ἔδρασαν. Ὁ μὲν γὰρ τῷ Θεῷ συναφθεὶς, καὶ τὴν ψυχὴν αὐτῷ προσκολληθεὶς, ἐλπί‐ δας ἕξει βασιλείας οὐρανῶν· οἱ δὲ τὴν ἐναντίαν δρα‐ μόντες καὶ τὰ κάτω φρονήσαντες, εἰς τὸν ἀλλαχοῦ λάκκον ὠνομασμένον καταχθέντες, ἐν τοῖς κατωτάτω
20τῆς γῆς ἐλεύσονται. Τέως μὲν γὰρ πᾶς ἄνθρωπος, τὴν ἐπιφάνειαν οἰκῶν τῆς γῆς, τὰ κάτω μόνα οἰκεῖν λέγεται κατὰ τὸν φήσαντα· «Ὅτι ὁ Θεὸς ἐν τῷ οὐ‐ ρανῷ ἄνω, καὶ σὺ ἐν τῇ γῇ κάτω.» Μετὰ δὲ τὴν ἐνθένδε ἀπαλλαγὴν, οἱ μὲν θεοφιλεῖς οὐρανὸν ἕξουσιν
25οἰκητήριον, εἰς τὰ ἀνώτερα μετεωρισθέντες καὶ ἁρ‐ παγησόμενοι ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου, οὕτω τε πάντοτε σὺν Κυρίῳ ἐσόμενοι· οἱ δ’ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ εἰς τὰ κατώτατα τῆς γῆς καταβήσον‐ ται· ὧν μεμνημένος ὁ Ἀπόστολος ἔλεγεν· «Εἰς τὰ
30κατώτερα τῆς γῆς ὁ καταβὰς, αὐτός ἐστιν ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.» Καὶ μέχρι γὰρ τῶν κατωτάτω τῆς γῆς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν καταβέβηκεν, ἵνα πληρώσῃ τὰ πάντα τῆς σωτηρίου δυνάμεως. Τοῦτο δὲ καὶ τῷ
35Ἰὼβ σημαίνει ὁ χρηματίζων Κύριος ἐν οἷς φησιν· «Ἦλθες δὲ ἐπὶ γῆν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσ‐ σου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου· πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Ἀλλ’ ὁ μὲν καὶ μέχρι τῶν ἐκεῖ καταβέβηκεν, ἵνα τὰς
40πάλαι τῶν ἁγίων αὐτόθι συνεχομένας ψυχὰς ἐλευθε‐ ρίας ἀξιώσῃ· οἱ δὲ ἀσεβεῖς, εἰς τὰ κατώτατα τῆς γῆς κατενεχθέντες, παραδοθήσονται εἰς χεῖρας ῥομφαίας. Ἔστι γάρ τις ἐκεῖ ῥομφαία θανάτου, ἧς ὁ Σωτὴρ μνημονεύων ἐν καʹ ψαλμῷ ἔλεγε· «Ῥῦσαι ἀπὸ ῥομ‐
45φαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονο‐ γενῆ μου· σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.» Ταῦτα δὲ πάντα περὶ ἀντικειμένων δυνάμεων ἐλέγετο. Οὐ μόνον δὲ εἰς χεῖρας ῥομφαίας παραδοθήσονται οἱ

23

.

612

(50)

προλεχθέντες, ἀλλὰ καὶ διασπασθήσονται ὧδε κἀκεῖσε περιελκόμενοι ὑπὸ δεινῶν τινων καὶ πανούργων πνευ‐ μάτων, οὓς ἀλώπεκας ὀνομάζει ὁ παρὼν λόγος, διὰ τὸ καταδεδυκέναι καὶ τοῖς κατωτάτω μυχοῖς ἐμφω‐ λεύειν. Οὗτοι δ’ οὖν οἱ ἀλώπεκες ὥσπερ εὕρεμα τὰς
55ἐκεῖ καταπιπτούσας ψυχὰς τῶν ἀσεβῶν λαβόντες
διαρπάζουσιν, εἰς ἑαυτοὺς αὐτὰς μεριζόμενοι. Καὶ612 in vol. 23

23

.

613

τῶν μὲν ἀσεβῶν τοιοῦτον ἔσεσθαι τὸ τέλος τὸ Πνεῦμα τὸ ἅγιον θεσπίζει. Περὶ δὲ τοῦ δικαίου τοῦ τὰ προ‐ λεχθέντα κατωρθωκότος ἐπιφέρει λέγον· «Ὁ δὲ βα‐ σιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ· ἐπαινεθήσεται
5πᾶς ὁ ὀμνύων ἐν αὐτῷ· ὅτι ἐνεφράγη στόμα λαλούν‐ των ἄδικα.» Σφόδρα παραδόξως ἐνταῦθα τὸ τοῦ βα‐ σιλέως εἰσῆκται ὄνομα· Δαυῒδ μὲν γὰρ φεύγων τὸν Σαοὺλ, καὶ τὴν ἔρημον τῆς Ἰουδαίας οἰκῶν καθ’ οὓς ταῦτα ἔλεγε χρόνους, δείκνυται, οὐ μὴν ἤδη που βα‐
10σιλεύων· Σαοὺλ δὲ, κρατῶν τοῦ ἔθνους, τῆς βασιλείας ἡγεῖτο. Ποῖος οὖν βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ; Ἀλλ’ ἐρεῖ τις κατὰ πρόγνωσιν τοῦ μέλλοντος αὐτὸν σημαίνεσθαι τὸν Δαυΐδ· ἤμελλε γὰρ ὅσον οὔπω τελευτήσαντος τοῦ Σαοὺλ βασιλεύειν αὐτός. Ἕτερος
15δέ φησι καὶ τότ’ ἤδη βασιλέα εἶναι αὐτόν· ἐπειδὴ κέχριστο ὑπὸ τοῦ Σαμουὴλ εἰς βασιλέα, καὶ παρὰ τῷ Θεῷ λελόγιστο ἤδη βασιλεύς· οὐ μὴν ἀλλὰ καὶ ἐβα‐ σίλευε τοῦ συνόντος αὐτῷ πλήθους, οὗ μέμνηται ἡ ἱστορία. Ἐπεὶ τοίνυν τὸ τέλος τῶν ἐλαυνόντων αὐτὸν
20παρέστησεν ὁ λόγος, εἰκότως καὶ αὐτοῦ ὡς ἂν πολλὴν ἐνδειξαμένου προκοπὴν τὰ τέλη τῶν πόνων προφη‐ τεύεται. Διὸ λέγεται· «Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ» Ὡς γὰρ γενναῖος τοῦ Θεοῦ ἀθλητὴς, με‐ γάλους ἀγῶνας διεξελθὼν, βραβείων τε καὶ θείων
25στεφάνων κατηξιωμένος, εὐφροσύνης ἀπολαύσει τῆς παρ’ αὐτῷ τῷ ἀγωνοθέτῃ. Ὥσπερ γὰρ οἱ ἐχθροὶ αὐ‐ τοῦ τέλος οὐκ αἴσιον εἰλήφασιν, εἰς τὰ κατώτατα τῆς γῆς εἰσελθόντες, καὶ παραδοθέντες εἰς χεῖρας ῥομ‐ φαίας, μερίδες τε ἀλωπέκων γενόμενοι· ἃ δὴ καὶ
30ἐπληροῦτο πρὸς λέξιν κατὰ τὴν ἱστορίαν, ὁπηνίκα, φεύγων ὁ Σαοὺλ τοὺς πολεμίους, ἐκρυπτάζετο, ζητῶν τε παρὰ τοῦ Θεοῦ βοήθειαν, οὐχ εὕρισκεν· ἀλλ’ οὐδὲ ἀποκρίσεως θείας ἠξιοῦτο· ὡς διὰ τοῦτ’ ἐλθεῖν αὐτὸν ἐπὶ τὴν ἐγγαστρίμυθον, καὶ πολυπραγμονεῖν τὰ ἀπη‐
35γορευμένα ὑπὸ τοῦ Θεοῦ. Τότε γοῦν ἀληθῶς μερίδες ἀλωπέκων γεγόνασιν αὐτός τε καὶ οἱ σὺν αὐτῷ. Διὸ καὶ καταλειφθέντες ὑπὸ τοῦ Θεοῦ, τῇ τῶν πολεμίων ῥομφαίᾳ παρεδόθησαν πεσόντες ἐν τῷ πολέμῳ. Ὥσπερ οὖν ταῦτα μηδέπω γενόμενα κατὰ πρόγνωσιν εἴρητο
40μέλλοντα ἔσεσθαι τοῖς τὸν Δαυῒδ ἐλαύνουσιν· οὕτω καὶ αὐτῷ τὰ αἴσια τέλη τὸ Πνεῦμα τὸ ἅγιον ἀνεφώνει λέγον· «Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ.» Ἐλπίσας γὰρ ἐπὶ τὸν Θεὸν, καὶ τὴν αὐτοῦ ψυχὴν συνάψας αὐτῷ, ὡς εἰπεῖν, «Ἐκολλήθη ἡ ψυχή μου
45ὀπίσω σου,» τῆς ἀνωτάτω τεύξεται παρὰ τῷ Θεῷ εὐφροσύνης. Καὶ πᾶς δὲ ὁ ἐπὶ τούτοις ὀμνὺς ὡς ἂν εὐορκῶν ἐπαινεθήσεται· ἢ κατὰ τὸν Ἀκύλαν, «Καυ‐ χήσεται ὁ ὀμνύων ἐν αὐτῷ.» Ὁ γὰρ μὴ ἀμφιβάλλων, ἀλλὰ καὶ ὅρκον τιθέμενος περὶ τοῦ μήποτε ἐκπεσεῖ‐

23

.

613

(50)

σθαι τὸν βασιλέα τῆς ἐπηγγελμένης ἐλπίδος, ὡσανεὶ εὐορκῶν, ἐπαινεθήσεται. Καὶ ταῦτα ἔσται περὶ τὸν βασιλέα καὶ περὶ πάντα τὸν ὀμνύντα περὶ αὐτοῦ, «Ὅτι ἐνεφράγη τὸ στόμα λαλούντων ἄδικα.» Καθ’ ἑτέραν δὲ διάνοιαν τοῦ δικαίου τελειουμένου κατὰ τὰς ἀπο‐
55δοθείσας ἐν ἀρετῇ προκοπὰς, χαίρει καὶ εὐφραίνεται ὁ βασιλεὺς, ὁ τοῦ Θεοῦ Μονογενὴς Υἱὸς εὐχαριστῶν τῷ ἑαυτοῦ Πατρὶ, τῷ τὰ τηλικαῦτα χαρίσματα δεδω‐ ρημένῳ τῇ τῶν ἀνθρώπων φύσει. Τοῦτον δὲ τὸν βα‐
σιλέα ὁ γνοὺς, καὶ ὅρκιον αὐτοῦ ποιούμενος τοὔνομα,614 in vol. 23

23

.

616

παντὸς γένοιτ’ ἂν ἐπαίνου ἄξιος, ὡς ἂν μεμαθηκὼς ὅτι τῇ αὐτοῦ δυνάμει καὶ ὁ δίκαιος ἐτελειώθη, καὶ πᾶν στόμα τὸ πολλὰ λαλοῦν ἄδικα ἐνεφράγη. Εἰ γὰρ καὶ τὰ μάλιστα καιρῷ τινι συνεχωρεῖτο τῷ τῶν ἀσε‐
5βῶν στόματι λαλεῖν ἄδικα καὶ καταβλασφημεῖν τοῦ δικαίου, καὶ αὐτοῦ τοῦ Θεοῦ, ὡς μηδὲν ἐπαμύνοντος τοῖς δι’ αὐτὸν ἐλαυνομένοις· ἀλλ’ οὐκ εἰς τέλος τοιαῦτα λαλεῖν συγχωρηθήσονται· φραγήσεται δὲ αὐτῶν τὸ ἀσεβὲς στόμα, καὶ ἡ κατὰ τῶν θεοφιλῶν ἀνδρῶν με‐ γαλαυχία παυθήσεται, ἐπειδὰν καταλάβῃ αὐτοὺς τὰ προλεχθέντα τέλη.
10ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ Τῼ ΔΑΥΙΔ ΞΓʹ. «Εἰσάκουσον, ὁ Θεὸς, προσευχῆς μου ἐν τῷ δέ‐ εσθαί με, ἀπὸ φόβου ἐχθροῦ ἐξέλου τὴν ψυχήν μου.» Καὶ ὁ παρὼν ψαλμὸς εἰς τὸ τέλος ἀναπέμπει· ἐν ᾧ τὰ βραβεῖα τῆς ἄνω κλήσεως, καὶ τοὺς τῆς δικαιο‐
15σύνης στεφάνους οἱ τὸν ἀγῶνα τὸν καλὸν διηγωνισμέ‐ νοι παρὰ τοῦ μεγάλου λήψονται ἀγωνοθέτου. Διὸ τὰ μὲν πρῶτα τοῦ ψαλμοῦ ἐχθροὺς εἰσάγει καὶ πονη‐ ρευομένους ἐπανισταμένους τῷ δικαίῳ· ἐν δὲ τῷ τέ‐ λει τοῦ παντὸς λόγου χρηστὰς ἐλπίδας ἐπισφραγίζε‐
20ται λέγων· «Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ’ αὐτόν· καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.» Τοιαῦτα τὰ τέλη τῶν ὑπὲρ εὐσε‐ βείας ἠγωνισμένων εἶναι διδάσκει. Ὁ γέ τοι τῆς θεο‐ σεβείας ἀθλητὴς, μυρίους ἔχων ἐχθροὺς καὶ πολεμίους
25τῆς αὐτοῦ ψυχῆς, οὐχ ὁρατοὺς μόνον, ἀλλὰ καὶ ἀφα‐ νεῖς, μόνῳ προσφεύγει τῷ Θεῷ καὶ τὴν παρ’ αὐτοῦ βοήθειαν αἰτεῖ, μονονουχὶ λέγων· «Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν;» Διὸ ταῖς εὐχαῖς σχολάζει τὸν Θεὸν ἀνακαλούμενος καὶ λέγων· «Εἰσάκουσον, ὁ
30Θεὸς, προσευχῆς μου ἐν τῷ δέεσθαί με.» Ὁ δὲ μὴ τοιοῦτος, παρακούων δὲ τῶν τοῦ Θεοῦ παραγγελμά‐ των, οὐκ ἂν δύναιτο χρῆσθαι τῇ τοσαύτῃ παῤῥησίᾳ· ᾧ γὰρ μέτρῳ μετροῦμεν ἀντιμετρεῖται ἡμῖν. Διόπερ ἐν Παροιμίαις ἡ τοῦ Θεοῦ σοφία πρὸς τοὺς ἀπειθεῖς
35ἀποτείνεται λέγουσα· «Ἀνθ’ ὧν ἐκάλουν, καὶ οὐχ ὑπηκούσατε, καὶ ἐξέτεινον λόγους, καὶ οὐ προσείχετε· ἀλλ’ ἀκύρους ἐποιεῖτε τὰς ἐμὰς βουλὰς, ταῖς δὲ ἐμαῖς ἐντολαῖς οὐ προσείχετε. Τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι.» Ἔσται γὰρ ὅτε
40ἐπικαλέσεσθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι. Εἰ τοίνυν εἰσακούεσθαι βουλόμεθα ἐν οἷς δεόμεθα τοῦ Θεοῦ, καὶ αὐτοὶ τοῦτο πράττωμεν τοῖς τοῦ Θεοῦ παραγγέλμασι καταπειθεῖς γιγνόμενοι. Τότε γὰρ σὺν πολλῇ παῤῥη‐ σίᾳ καὶ αὐτοὶ φάναι δυνησόμεθα τῷ Θεῷ· «Εἰσάκου‐
45σον, ὁ Θεὸς, τῆς προσευχῆς μου ἐν τῷ δέεσθαί με.» Τί δὲ ἐδεῖτο ὁ μακάριος Δαυΐδ; (αὐτοῦ γάρ εἰσιν οἱ λόγοι, ὡς οἶμαι, κατὰ τοὺς χρόνους εἰρημένοι, καθ’ οὓς τὸν Σαοὺλ ἔφευγε καὶ τοὺς σὺν αὐτῷ·) τὴν ψυ‐ χὴν αὐτοῦ ῥυσθῆναι ἀπὸ φόβου ἐχθροῦ, οὐκ ἐχθροὺς

23

.

616

(50)

μὴ ἔχειν, οὐδὲ τὰς ἐκείνων ἀποκρουσθῆναι προαιρέ‐ σεις· τὴν δὲ αὐτοῦ ψυχὴν ἄτρομον καὶ ἀπτόητον, καὶ ἄφοβον διατηρεῖσθαι, ὅπως, ἐν ἕξει γενόμενος ἀταρα‐ ξίας, λέγῃ καὶ αὐτὸς ὁμοίως Παύλῳ· «Ἐν παντὶ θλι‐ βόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι· διωκόμενοι, ἀλλ’
55οὐκ ἐγκαταλειπόμενοι· καταβαλλόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι.» Λέγων δὲ ταῦτα πρὸς τὸν Θεὸν ὁ Δαυῒδ,
οὐκ ἠμνημόνει τῶν ἤδη πρότερον εἰς αὐτὸν γε‐616 in vol. 23

23

.

617

νομένων εὐεργεσιῶν. Διὸ εὐχαριστῶν ἐπὶ τοῖς παρ‐ ῳχηκόσιν, ἐπιλέγει· «Ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων, ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν.» Ἤδη γὰρ πεῖραν εἰληφὼς τῶν φθασάντων εἰς ἐμὲ,
5οὔποτε λήθην αὐτῶν ποιήσασθαι δύναμαι· φέρων δὲ αὐτὰ διὰ παντὸς ἐν μνήμῃ, εὐχάριστος εἰσαεὶ τυγ‐ χάνω. Ὅμως δὲ καὶ νῦν τῆς αὐτῆς ἀξιῶ παρὰ σοῦ βοηθείας τυχεῖν. Κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς, μία καὶ ἡ αὐτὴ πεφύλακται τοῦ λόγου ἔγκλησις, καὶ
10μία διάνοια τῶν εἰρημένων· διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· «Εἰσάκουσον, ὁ Θεὸς, τῆς φωνῆς μου προσλαλοῦντος, ἀπὸ ἐκπλήξεως ἐχθροῦ περιφράξεις τὴν ζωήν μου· κρύψεις με ἀπὸ συσκέψεων κακούρ‐ γων, ἀπὸ κυκήσεως ἐργαζομένων ἀδικίαν.» Οὐ γὰρ
15ὡς περὶ παρῳχηκότων, ἀλλ’ ὡς περὶ μελλόντων τὰ ὅλα εἴρηται, καὶ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ὁμοίως. «Οἵτινες ἠκόνησαν ὡς ῥομφαίας τὰς γλώσσας αὐ‐ τῶν, ἐνέτειναν τόξον πρᾶγμα πικρὸν, τοῦ κατατοξεῦ‐
20σαι ἐν ἀποκρύφοις ἄμωμον. Ἐξάπινα κατατοξεύσου‐ σιν αὐτὸν, καὶ οὐ φοβηθήσονται.» Εἰ καὶ προῆγε τοῖς χρόνοις εἰς τὴν σωτήριον ἐπιδημίαν ὁ Δαυῒδ, ἀλλ’ οὐκ ἠγνόει τὰ εὐαγγελικὰ μαθήματα θείῳ Πνεύματι με‐ μαθητευμένος· ᾔδει δὲ εὖ μάλα τὸ σωτήριον λόγιον
25τὸ φῆσαν· «Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι·» διὸ οὐκ ἠγωνία στρατιωτικῆς παρατάξεως πληθὺν, οὐδὲ τοὺς παντευχίαις καὶ δόρασι παραταττομένους· ἀλλὰ τούτων μὲν κατεφρόνει, ὡς ἂν τὸν τοσοῦτον Γολιὰδ
30ἀκμητὶ καὶ ἀνιδρωτὶ καταβαλών· ἐκείνους δὲ ἠγωνία οὓς ᾐνίττετο διὰ τῶν προκειμένων λέγων· «Οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον πρᾶγμα πικρόν.» Ὁρᾷς ὁποίαν διαγράφει πανοπλίαν ἐχθρῶν; Καὶ ἐν τοῖς ἔμπροσθεν δὲ ἐλέ‐
35γετο· «Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλον καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.» Ταῦτα δὲ ἀναγέγραπται εἰρηκὼς, «ὁπότε ἀπεδίδρα‐ σκεν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον.» Ἀπὸ τῶν ὁμοίων τοιγαροῦν λόγων φαίνεται ὁ αὐτὸς ὢν
40χρόνος, καθ’ ὂν καὶ τὰ μετὰ χεῖρας περὶ αὐτῶν ἐκεί‐ νων καὶ τῶν ἐκείνοις παραπλησίων λέλεκτο. Ἀλλὰ καὶ «ὅτε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτὸν,» περὶ τῶν αὐτῶν πάλιν τὰς ὁμοίας ἠφίει φωνὰς λέγων· «Ἰδοὺ ἀποφθέγξονται
45ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς στό‐ μασιν αὐτῶν.» Ἀλλ’ ἐν ἐκείνοις μὲν ταῦτ’ ἐλέ‐ γετο· ἐν δὲ τοῖς μετὰ χεῖρας τοὺς ἐχθροὺς αὐτοῦ, ὧν ἀπὸ φόβου ῥυσθῆναι ηὔχετο, ἠκονηκέναι φησὶ τὰς γλώσσας αὐτῶν δίκην ῥομφαίας· ἢ κατὰ τοὺς λοιποὺς

23

.

617

(50)

ἑρμηνευτὰς, «ὡς μάχαιραν·» ἀλλὰ καὶ ἐνέτειναν τὸ τόξον αὐτῶν, κατὰ μὲν τοὺς Ἑβδομήκοντα ἑρμη‐ νευτὰς, «ἐν πράγματι πικρῷ·» διὰ γὰρ πικροῦ πρά‐ γματος κατατοξεύειν ἐπειρῶντο τὸν δίκαιον· κατὰ δὲ τὸν Σύμμαχον, «Ἐπλήρωσαν, φησὶ, τὸ τόξον αὐτῶν
55λόγῳ πικρῷ.» Ἦσαν γὰρ ἀληθῶς πικροὶ, οὐδὲν γλυκὺ περιέχοντες, οἱ τὸν Δαυῒδ διαβάλλοντες πρὸς
τὸν Σαούλ· οἷος ἦν ὁ Δωὴκ, καὶ οἱ Ζιφαῖοι, καὶ οἱ618 in vol. 23

23

.

620

τούτοις παραπλήσιοι. Ἀλλὰ καὶ πᾶς ἄθεος λόγος πι‐ κρὸς ἂν εἴη, ὥσπερ ὁ θεῖος, χρηστὸς καὶ γλυκύς. Διὸ εἴρηται· «Γεύσασθε, καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύ‐ ριος.» Δεινὰ δὲ τόξα καὶ μάχαιραι ὡς ἀληθῶς ὀξεῖαι
5αἱ τῶν ἀθέων ἑτεροδόξων, τῶν τὰς ἀκεραίους ψυχὰς κατατοξευόντων, καὶ ταῖς ἑαυτῶν ῥομφαίαις κα‐ τασφαττόντων αὐτάς. Καὶ οἱ σοφοὶ δὲ τοῦ αἰῶνος τούτου, τὸν ἀπατηλὸν καὶ σεσοφισμένον λόγον προ‐ βαλλόμενοι, πολλὰς ἀνεῖλον ψυχάς. Εὐχῆς οὖν ἡμῖν
10δεῖ συντεταμένης, πρὸς τὸ ῥυσθῆναι τούτων ἁπάντων. Μάλιστα δὲ οἱ προλεχθέντες τὸν ἁπλοῦν καὶ ἀφελῆ κατατοξεύειν πειρῶνται· διὸ λέλεκται· «Ἐνέτειναν τόξον, πρᾶγμα πικρὸν, τοῦ κατατοξεῦσαι ἐν ἀποκρύ‐ φοις ἄμωμον.» Καὶ τὸν ἀναίτιον δὲ ἄμωμον καλεῖ,
15τὴν κατὰ τῶν μηδὲν ἠδικηκότων ὑπογράφων συκο‐ φαντίαν. Ἀντὶ δὲ τοῦ, «ἄμωμον, ἁπλοῦν,» ἡρμή‐ νευσεν ὁ Ἀκύλας. Τὸν γὰρ ἁπλοῦν καὶ ἀπειρόκακον μάλιστα κατατοξεύειν οἱ τοιοῦτοι πειρῶνται· διὸ ἐπι‐ λέγει· «Ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ
20φοβηθήσονται.» Καιροφυλακοῦντες γὰρ οὗτοι, ἀθρόως καὶ ἀπροσδοκήτως ἐπέρχονται τῷ ἀμώμῳ, ἢ τῷ ἀπλῷ καὶ ἀκεραίῳ. Διὸ γράφων που ὁ Ἀπόστολος πρὸς τοὺς τοιούτους φησί· «Φοβοῦμαι μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς
25ἁπλότητος τῆς ἐν Χριστῷ.» Τὸν γὰρ πεφραγμένον τὴν ψυχὴν οὐκ ἄν ποτε δύναιντο καταβαλεῖν οἱ προ‐ λεχθέντες, «οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσ‐ σας αὐτῶν, καὶ ἐνέτειναν τόξον, πρᾶγμα πικρὸν, τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον·» ἢ, «τοῦ κα‐
30τατοξεῦσαι ἐν ἀποκρύφοις ἁπλοῦν. Ἐξάπινα κατατο‐ ξεύσουσιν αὐτὸν, καὶ οὐ φοβηθήσονται.» Καὶ ὅρα τίνα τρόπον κατατοξεύσουσιν αὐτόν φησιν, ἀλλ’ οὐκ ἐμὲ τὸν ταῦτα λέγοντα· τὸν δὲ ἁπλοῦν, τουτέστι τὸν ἀφελῆ καὶ ἀκέραιον, καὶ ἔτι μικρὸν, ὡς ἂν εἴποι τις,
35ἐξ ἐκείνων ὄντα περὶ ὧν ὁ Σωτὴρ ἐδίδασκε λέγων· «Μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τῶν ἐν τῇ Ἐκκλησίᾳ μου·» καὶ, «Ὅστις ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν, συμφέρει αὐτῷ βληθῆναι εἰς τὴν θάλασσαν.» Σκανδαλιζόμενον γὰρ κἀκεῖ ὁ Σωτὴρ οὐ μέγαν εἰσά‐
40γει, ἀλλὰ τὸν ἐν τῇ Ἐκκλησίᾳ μικρὸν, ὥσπερ ἐνταῦθα τὸν ἁπλοῦν. Οἱ τοίνυν ἐχθροὶ οὐδὲ τολμῶσι προσιέναι τοῖς μεγάλοις, οὐδὲ τοῖς παρὰ Θεῷ σοφοῖς· τοὺς δὲ ἁπλοῦς καὶ ἀκεραίους μάλιστα θηρεύουσι. Διόπερ ὁ Δαυῒδ, μνημονεύσας τῶν ἐχθρῶν, καὶ περὶ τίνας
45μάλιστα εἱλεῖσθαι εἰώθασιν οὗτοι παρέστησεν. «Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν· διηγή‐ σαντο τοῦ κρύψαι παγίδας.» Τροπικῶς διὰ τῶν ἔμπροσθεν τοὺς τῆς ψυχῆς ἐχθροὺς τὴν ῥομφαίαν αὐτῶν ἀκονῆσαι καὶ τὰ τόξα ἐντεῖναι προειπὼν, σα‐

23

.

620

(50)

φέστερον διὰ τῶν προκειμένων τίς ἦν ἡ ῥομφαία, καὶ τί τὸ τόξον παρίστησιν εἰπών· «Ἐκραταίωσαν ἑαυ‐ τοῖς λόγον πονηρόν.» Οὐ γὰρ παρὰ τοῦ Θεοῦ λαβόν‐ τες λόγον, ἀλλ’ ἑαυτοῖς πλασάμενοι καὶ συνθέντες, τοῦτον ἐκράτυναν. Τοιοῦτοι δέ εἰσιν οἱ συκοφάνται,
55καὶ οἱ κρατύνειν καὶ βεβαιοῦν πειρώμενοι ἃς ἑαυτοῖς ἀνεζωγράφησαν καὶ ἀνεπλάσαντο ψευδοδοξίας. Εἶτα
δὲ τὸν πονηρὸν λόγον ὃν ἑαυτοῖς ἐκράτυναν ὁρῶντας620 in vol. 23

23

.

621

σαθρὸν, οὐ γυμνὸν αὐτὸν προβάλλονται, ἀλλὰ περι‐ βάλλουσιν ἔξωθεν παγίσι, κρύπτοντες διά τινων σο‐ φισμάτων καὶ παραλογισμῶν τὴν κατὰ τῶν ἐπιβου‐ λευομένων συσκευήν· οὕτω γὰρ ἄληπτοι καὶ ἀθήρα‐
5τοι ἔσεσθαι ὑπολαμβάνουσι. Διὸ «εἶπαν» ἐν ἑαυτοῖς· «Τίς ὄψεται αὐτούς;» καὶ, «ἐξερεύνησαν ἀνο‐ μίας.» Οὐδὲν γὰρ ὠφέλιμον ἀπὸ τοῦ θείου νόμου ζητή‐ σαντες εὗρον· ἀλλ’ ἀνομίας ἑαυτοῖς ἐπενόησαν. Κατὰ δὲ τὸν Σύμμαχον, «ἐξερεύνησαν ἀνομίας σύμπαν‐
10τες·» καὶ ἐπὶ τούτοις πολλὰ ζητήσαντες καὶ μυρία παρ’ ἑαυτοῖς ἐπινοήσαντες, μηδὲν δὲ ἀληθὲς ἐπὶ τέλει εὑρόντες, ἐξέλιπον, πλέον οὐδὲν ἀπὸ τῆς πολλῆς ἐρεύ‐ νης κτησάμενοι. Διὸ λέλεκται· «Ἐξέλιπον ἐξερευ‐ νῶντες ἐξερευνήσεις.» Τοσούτους τινὰς διέγραψεν
15ὁ Δαυῒδ τοὺς ἐχθροὺς καὶ πολεμίους, ἐξ ὧν τὴν ἑαυ‐ τοῦ ψυχὴν ῥυσθῆναι ηὔχετο, ἐξερευνητικούς τινας, καὶ ζητητικοὺς ἀνομίας. Οἱ γὰρ τοιοῦτοι ψυχῆς ἀλη‐ θῶς ἂν εἶεν φονευταί· διὸ δὴ μάλιστα Θεὸν βοηθὸν ἐπὶ τῶν τοιούτων ἀνεκαλεῖτο, τοὺς αἰσθητοὺς πολε‐
20μίους καὶ τοὺς τοῖς σώμασι παραταττομένους ἐπ’ οὐ‐ δενὶ λόγῳ τιθέμενος. «Προσελεύσεται ἄνθρωπος ἐν καρδίᾳ βαθείᾳ, καὶ ὑψωθήσεται ὁ Θεός. Βέλος νηπίων,» καὶ τὰ ἑξῆς. Οἱ μὲν τῆς ψυχῆς πολέμιοι, λόγοις πονηροῖς ἑαυτοὺς
25περιφράξαντες, καὶ τὰς ἑαυτῶν ἐγκρύψαντες παγί‐ δας, ἀνομίας τε ἐξερευνῶντες, καὶ διὰ τούτων τὰς ἑαυτῶν ῥομφαίας ἀκονήσαντες, καὶ ταῖς ἑαυτῶν γλώσ‐ σαις ἐντείναντες τόξα, τὸν ἄμωμον, ἢ τὸν ἁπλοῦν καὶ ἀκέραιον περιῄεσαν ζητοῦντες, ὅπως ἀνέλωσιν αὐτοῦ
30τὴν ψυχήν· ἀλλ’ ἐκεῖνον μὲν ὁ Θεὸς ῥύσεται. Τῶν γὰρ μικρῶν ἐν τῇ Ἐκκλησίᾳ οἱ ἄγγελοι διὰ παντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς Πατρός. Προσ‐ ελεύσεται δέ τις αὐτοῖς ἄνθρωπος, ἀληθῶς ἀνὴρ τέλειος καὶ φορῶν τὸν κατ’ εἰκόνα Θεοῦ πεποιημένον,
35ὃς, ἐν καρδίᾳ βαθείᾳ πεφραγμένος, ἀκατάπληκτος αὐτοῖς παρατάξεται, πάντας τε αὐτοὺς καταλύσει, ὡς ὑψωθῆναι καὶ δοξασθῆναι δι’ αὐτοῦ τὸν Θεὸν, καὶ πάντων ἐκείνων τὰ βέλη ἐλεγχθῆναι ἄτονα καὶ ἀσθενῆ, ὡς νηπίων λογισθῆναι βέλη τὰς πληγὰς αὐτῶν, καὶ
40τὰς γλώσσας αὐτῶν ἐπ’ αὐτοὺς ἐξασθενῆσαι. Τοιοῦ‐ τος γάρ ἐστιν ὁ τοῦ Θεοῦ ἄνθρωπος, ὁ παραταττό‐ μενος τοῖς προλεχθεῖσιν ἐν καρδίᾳ βαθείᾳ· ὡς δέχε‐ σθαι μὲν αὐτὸν τὰς πληγὰς καὶ τὰ διὰ σοφισμάτων βέλη, γελᾷν δὲ αὐτὰ καὶ τὸ μηδὲν ἡγεῖσθαι, ὡς ὑπὸ
45νηπίων ἀτόνων κατ’ αὐτοῦ πεμπόμενα. Εἶτα καὶ ἐπι‐ λυόμενος αὐτῶν τὰ σοφίσματα, τὰς γλώσσας αὐτῶν καὶ τοὺς λόγους ἐξασθενοῦντας ἐλέγξει. Βαθεῖα δὲ καρδία ἡ μὴ ἐξ ἐπιπολῆς ἔχουσα τὰ μαθήματα, μηδὲ ἐν τῷ προφορικῷ λόγῳ σεμνυνομένη, ἀλλ’ ἔνδον

23

.

621

(50)

ἐν αὐτῇ τοὺς τῆς πίστεως θεμελίους ἐῤῥιζωμένους. Ἀκολούθως τοίνυν λογικούς τινας πολεμίους τὴν γλῶτ‐ ταν ἀκονήσαντας, καὶ τόξα τοῖς χείλεσιν ἐντείνοντας ὑποστησάμενος, ἀντιτάττει αὐτοῖς ἄνθρωπον Θεοῦ καρδίαν βαθεῖαν κεκτημένον· καὶ τὸν μὲν Θεὸν
55διὰ τούτου δοξαζόμενον, ἐκείνους δὲ ἡττωμένους καὶ ἀσχημονοῦντας. «Ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτοὺς, καὶ ἐφοβήθη πᾶς ἄνθρωπος.» Ἀκόλουθον ἦν, τῶν δοκή‐
σει σοφῶν ἀνατραπέντων καὶ τῶν τῆς ψυχῆς πολε‐622 in vol. 23

23

.

624

μίων ἀπελεγχθέντων ὑπὸ τοῦ ἀνθρώπου τοῦ Θεοῦ, τοὺς μὴ οὕτω δεινοὺς ἐν σοφίᾳ τοῦ αἰῶνος τούτου ταράττεσθαι. Τῆς γὰρ μερίδος ὄντες τῶν ἡττωμένων, ἄθεοι καὶ αὐτοὶ καὶ δυσσεβεῖς· πλὴν ὡς ἐν κακίᾳ τῆς
5ἐκείνων δεινότητος ἐλάττους, ὁρῶντες νενικημένους τοὺς ἑαυτῶν βελτίους, ταράττονται. Διὸ λέλεκται· «Ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς.» Ὅ γε μὴν τοῦ Θεοῦ ἄνθρωπος καὶ πάντες οἱ τούτῳ φί‐ λοι, διὰ τοῦ ἑνὸς τὰ κατ’ ἐχθρῶν βραβεῖα ἀράμενοι,
10μειζόνως τὸν Θεὸν ἐφοβήθησαν, «καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ Θεοῦ,» καὶ τὰ δικαιώματα αὐτοῦ συνῆκαν. Εἰ γὰρ καὶ τὰ μάλιστα ἄνθρωπος ἐδόκει, καὶ καρδίᾳ βαθείᾳ τὴν τῶν πολεμίων ἀνατροπὴν πεποιῆσθαι, ἀλλὰ τοῖς συνετοῖς ἐγνωρίζετο, αὐτὸς ὢν ὁ Θεὸς ὁ
15τῆς νίκης αἴτιος. Διὸ τὰ ἔργα τοῦ Θεοῦ ἀπήγγελλον, ὑμνοῦντες αὐτοῦ τὰ δι’ ἀνθρώπων κατορθώματα. Οὗτοι μὲν οὖν, ὥσπερ θεαταὶ, τὸν Θεὸν δοξάζοντες ἐπὶ τῇ νίκῃ τοῦ νενικηκότος διετέλουν. Αὐτὸς δὲ ὁ νικητὴς «εὐφρανθήσεται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐλπιεῖ
20ἐπ’ αὐτόν.» Οὐ γὰρ ἐφ’ ἑαυτῷ μέγα φρονήσει, οὐδ’ ἐπὶ τῇ νίκῃ ἐπαρθήσεται· χαρᾶς δὲ θείας καὶ εὐφρο‐ σύνης πληρωθήσεται, ὡς ὑπουργὸς καὶ διάκονος τοῦ νικοποιοῦ Θεοῦ γεγονώς. Τούτου δὲ εὐφραινομένου, πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ ἐπαινεθήσονται, διὰ τοῦ
25ἑνὸς καὶ αὐτοὶ ὥσπερ νικηταὶ ἀποδειχθέντες. Ὅλον γὰρ τὸ τάγμα καὶ τὸ σῶμα τῶν ἁγίων ἐπαίνου τεύ‐ ξεται· ἐπειδὴ, δοξαζομένου μέλους ἑνὸς, συνδοξά‐ ζεται πάντα τὰ μέλη, κατὰ τὸν ἱερὸν Ἀπόστολον. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ Τῼ ΔΑΥΙΔ ῼΔΗΣ. ΞΔʹ.
30 «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν, καὶ σοὶ ἀπο‐ δοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ.» Προφητείαν περιέ‐ χει μελλόντων εἰς τὸ τέλος ἀπαντήσεσθαι πραγμάτων· διὸ ἐπιγέγραπται· «Εἰς τὸ τέλος.» Τίνα δὲ ταῦτα, δι‐ δάσκει ἑξῆς λέγων, «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει.»
35Οὐκέτι γὰρ μόνον τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ καὶ πᾶσα σὰρξ, τουτέστι πᾶν γένος ἀνθρώπων. Οὕτως γὰρ εἴωθεν ὁ Λόγος πάντας ἀνθρώπους σημαίνειν τοὺς πάλαι σαρκίνους καὶ γεώδεις. Διὸ καὶ ἐν τῷ νόμῳ λέλεκται· «Διέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ·»
40καὶ πάλιν· «Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» Ἀλλὰ τότε μὲν πᾶσα σὰρξ κατηγορεῖτο· νῦν δὲ ἥξειν πρὸς τὸν Θεὸν λέγεται. Διὸ καὶ μετὰ τὸν Δαυῒδ Ἰωὴλ, προφήτης γενόμενος, τὰ κάλλιστα πάσης
45σαρκὸς θεσπίζει λέγων· «Ἐκχεῶ ἀπὸ τοῦ πνεύμα‐ τός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν.» Ἀλλὰ καὶ ὁ Ἡσαΐας ταὐτὸν παρίστησιν εἰπών· «Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.» Σω‐ τήριον δὲ Θεοῦ πάσῃ σαρκὶ γνωσθησόμενον τί ποτε

23

.

624

(50)

ἦν ἄρα, ἢ ὁ Χριστὸς τοῦ Θεοῦ, καθὼς πολλάκις ἀπε‐ δείξαμεν; Τοῦτο οὖν τὸ σωτήριον πᾶσιν ἀνθρώποις τοῖς πάλαι σαρκίνοις ἀποκαλυφθήσεσθαι προεφη‐ τεύετο. Εἰκότως οὖν καὶ ὁ μετὰ χεῖρας ψαλμὸς, τοῦτο αὐτὸ σημαίνων, ἐπισφραγίζεται τὴν ἐπαγγελίαν διὰ
55τοῦ φάναι· «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει.» Ὑποκατα‐ βὰς δὲ, σαφέστερον ἑρμηνεύει τὴν διάνοιαν ἐπιλέγων·
«Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς624 in vol. 23

23

.

625

πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν·» καὶ ἔτι σαφέστερον ἐπιλέγει· «Καὶ φο‐ βηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν ση‐ μείων σου.» Τὸ γὰρ φοβηθῆναι πάντας τοὺς κατοι‐
5κοῦντας τὰ πέρατα ἀπὸ τῶν σημείων τοῦ Θεοῦ ἀγα‐ θῶν ἦν καὶ σοφίας ἀρχή· ἐπείπερ «ἀρχὴ σοφίας φό‐ βος Κυρίου.» Διὰ δὴ ταῦτα «Εἰς τὸ τέλος» προγέ‐ γραπται ὁ ψαλμός· καὶ ἔστιν ᾠδῆς ψαλμὸς, ἐπινίκιον ὕμνον εἰς τὸν Σωτῆρα τῶν ἐθνῶν περιέχων. Ἐφ’ οἷς
10τὸ Πνεῦμα τὸ ἅγιον τὸν ἐπὶ πάντων Θεὸν ἀνυμνεῖ φάσκον· «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιών.» Τίνα γὰρ ἐχρῆν ἄλλον ἐπὶ τῇ πάντων ἀνθρώπων σωτηρίᾳ ὑμνεῖσθαι ἢ τὸν παντὸς αἴτιον ἀγαθοῦ; Διδάσκει δὲ τὸ αὐτὸ Πνεῦμα τοὺς προσιόντας ἐξ ἐθνῶν μόνῳ τῷ
15Θεῷ λέγειν· «Σοὶ πρέπει ὕμνος·» ὡς ἂν κατεγνω‐ κότας ἑαυτῶν, ὅτε μὴ πρέποντας ὕμνους ἀνέπεμπον τῇ πολυθέῳ πλάνῃ. Πρέπει δὲ ὕμνος τῷ Θεῷ οὐ πᾶς, ἀλλ’ ὁ ἐν Σιὼν ἀναπεμπόμενος, δηλαδὴ ὁ ἐν τῇ Ἐκ‐ κλησίᾳ αὐτοῦ. Σιὼν μὲν γάρ ἐστιν ἀληθινὴ ἡ ἐπου‐
20ράνιος Ἱερουσαλὴμ, καὶ τὸ ἐπουράνιον ὄρος τοῦ Θεοῦ· περὶ οὗ διδάσκων ὁ Ἀπόστολος ἔλεγε· «Προσεληλύ‐ θατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρα‐
25νοῖς·» καὶ πάλιν· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευ‐ θέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν.» Αὕτη ἂν εἴη ἡ ἀληθὴς Ἱερουσαλὴμ, καὶ ἡ κυρίως ἀναδειχθεῖσα Σιὼν, ἐφ’ ἧς καὶ βασιλεύειν λέλεκται ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ὥσπερ οὖν διδάσκει λέγων αὐτὸς ἐν
30βʹ ψαλμῷ· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ.» Ἡ αὐτὴ δ’ ἂν εἴη ἡ καταγγελλο‐ μένη τοῖς τὸ Εὐαγγέλιον παραδεχομένοις βασιλεία οὐρανῶν. Εἰκὼν δ’ ἐκείνης ἡ ἐπὶ γῆς γένοιτ’ ἂν Ἐκκλησία· ὁμωνύμως καὶ αὐτὴ καλουμένη ποτὲ μὲν
35Σιὼν, ποτὲ δὲ Ἱερουσαλὴμ, καὶ ἄλλοτε θυγάτηρ Σιὼν, ἢ θυγάτηρ Ἱερουσαλήμ. Οὕτω γοῦν αὐτὴν οἱ προφῆται θεσπίζοντες ἀνηγόρευον. Ὁ τοίνυν ὕμνος ὁ ἐν τῇ Σιὼν, ἤτοι τῇ ἐπουρανίῳ, ἢ καὶ τῇ ἐπὶ γῆς Ἐκκλησίᾳ τοῦ Θεοῦ ᾀδόμενος, πρέποι ἂν μόνος τῷ
40ὑμνουμένῳ Θεῷ. Πᾶσα δὲ ἡ ἐκτὸς τῆς Ἐκκλησίας τοῦ Θεοῦ λεγομένη θεολογία, εἴτε παρὰ τοῖς Ἑλλήνων σοφοῖς, εἴτε παρὰ τοῖς ἀθέοις ἑτεροδόξοις, ἀπρεπὴς ἂν εἴη. Τῶν γὰρ παρ’ Ἕλλησι σοφῶν οἱ μὲν εἰς ἀθεότητα παντελῆ καταπεπτώκασιν, οἱ δὲ τὴν πολύ‐
45θεον πλάνην ἐσέμνυναν. Τῶν δὲ ἀθέων αἱρεσιωτῶν οἱ μὲν πλείστας καὶ ἐναντίας ἀρχὰς ὑπεστήσαντο, οἱ δὲ πονηραῖς καὶ φαύλαις δυνάμεσι τὴν τοῦ παντὸς διοίκησιν ἀνατεθείκασιν. Ἤδη δὲ καὶ αὐτῶν Ἰουδαίων παῖδες, ἀνθρωπόμορφον καὶ ἀνθρωποπαθῆ τὸν Θεὸν,

23

.

625

(50)

τῷ μὴ νοεῖν τὰς Γραφὰς, εἰσάγοντες· ἀλλὰ καὶ μυ‐ ρία ἔκτοπα καὶ ταπεινὰ μυθολογοῦντες, μακρὰν ἀπο‐ πεπτώκασι τοῦ πρέποντος ὕμνου. Μόνοι δὲ οἱ ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τὸν πρέποντα ὕμνον παρ’ αὐτοῦ δεδιδαγμένοι τοῦ Σωτῆρος ἐπαξίως. τὸν Πατέρα θεο‐
55λογοῦσιν· ὃ δὴ παρίστησι διὰ τῆς μετὰ χεῖρας φάσκων ᾠδῆς· «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιών.» Ἀπρε‐
πὴς δὲ ὕμνος λεχθείη ἂν ὁ δαίμοσι πονηροῖς καὶ πνεύ‐626 in vol. 23

23

.

628

μασιν ἀκαθάρτοις ἀναπεμπόμενος· ἀπρεπὴς δέ ἐστι καὶ ὁ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις καὶ τοῖς λοιποῖς τοῦ κόσμου μέρεσιν ὑπὸ τῶν ταῦτα θεοποιούντων ᾀδόμενος. Καὶ ἔτι μᾶλλον αἰσχίων καὶ ἀπρεπέστατος
5ὁ δι’ αἰσχρῶν καὶ ἀκολάστων ᾀσμάτων τοῖς περὶ θεῶν ἐρωτικοῖς διηγήμασιν ἀναπλαττόμενος. Μόνος δ’ ἐκεῖνος ὡραῖος λεχθείη ἂν καὶ εὐπρεπὴς ὕμνος, ὁ τῷ μόνῳ Ποιητῇ καὶ Δημιουργῷ καὶ Βασιλεῖ τῶν ὅλων Θεῷ ἀναπεμπόμενος, ᾧ καὶ τὰς εὐχὰς ἀποδιδόναι
10προσήκει, καὶ τοῦτο ποιεῖν μὴ ἐκτὸς τῆς Ἐκκλησίας αὐτοῦ. Διὸ λέλεκται κατὰ τοὺς Ἑβδομήκοντα· «Καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ.» Εὐχὴν δὲ σύνηθες τῇ θείᾳ Γραφῇ καλεῖν τὴν ἐπαγγελίαν, ἣν ἂν ἐπαγγέλληταί τις τῷ Θεῷ, ἤτοι σωφρονεῖν ταξά‐
15μενος καὶ τὸν ἑαυτοῦ βίον ἀναθεῖναι τῇ κατὰ Θεὸν φιλοσοφίᾳ, ἢ τῶν κτημάτων ἀφιερῶσαί τι, ἢ τάξα‐ σθαί τινα σεμνὴν ἐπαγγελίαν πρέπουσαν τῷ κατὰ Θεὸν βίῳ. Διὸ λέλεκταί που· «Ἐὰν εὔξῃ εὐχὴν, μὴ χρονίσῃς ἀποδοῦναι· ἀγαθὸν τὸ μὴ εὔξασθαι, ἢ τὸ
20εὔξασθαι καὶ μὴ ἀποδοῦναι.» Πρέπει τοίνυν πρῶτα μὲν ἐπαξίως τὸν τῶν ὅλων Ποιητὴν καὶ Σωτῆρα ἀνυμνεῖν· ἔπειτα δι’ ἔργων ἀκόλουθα πράττειν τῇ θεολογίᾳ ἐν ἀγαθαῖς ἐπαγγελίαις. Ἐπειδὰν δὲ καὶ τὸν ὕμνον πρεπόντως καὶ τὰς εὐχὰς ἀποδῶμεν αὐτῷ, τηνικαῦτα,
25ὡς ἂν τὰ παρ’ ἑαυτῶν πεπληρωκότες, παῤῥησίας μεθέξομεν· ὥστε λέγειν· «Εἰσάκουσον προσευχῆς.» Ἀκριβῶς δ’ ἐνταῦθα προσευχῆς, ἀλλ’ οὐκ εὐχῆς εἴρηται· ἡ μὲν γὰρ ἐπαγγελίαν ἐδήλου· ἡ δὲ προσ‐ ευχὴ δέησιν καὶ ἱκετηρίαν, ἣν τὸ Πνεῦμα τὸ ἅγιον
30ὑπὲρ ἡμῶν ἐποιεῖτο, πρέπουσαν ἱκετηρίαν προσα‐ γαγὸν τῷ Θεῷ καὶ λέγον· «Εἰσάκουσον προσευχῆς.» Τίνων δὲ προσευχῆς εἰσάκουσον; Παρίστησιν ἑξῆς, τῶν ἐθνῶν τὴν κλῆσιν θεσπίζον· διό φησι· «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει.» Ὑπερηύχετο δὲ τὸ Πνεῦμα τὸ
35ἅγιον πάσης σαρκὸς, ἵν’ ἐπειδὰν ἐπιστραφῇ πᾶσα σὰρξ πρὸς τὸν Θεὸν, καὶ ἐπικαλῆται αὐτὸν, τύχοι αὐ‐ τοῦ ἐπηκόου. Διὸ οὐκ εἶπεν· «Εἰσάκουσον τῆς ἐμῆς προσευχῆς·» ἀλλ’· «Εἰσάκουσον προσευχῆς, πρὸς σὲ πᾶσα σὰρξ ἥξει·» ὡσεὶ σαφέστερον ἔλεγεν· Ἐπειδὴ
40μέλλει πᾶσα σὰρξ καὶ πᾶν γένος ἀνθρώπων ἀναχω‐ ρεῖν μὲν τῆς πολυθέου πλάνης, ἐπιστρέφειν δὲ ἐπὶ σὲ τὸν μόνον ἀληθινὸν Θεὸν, ὕμνους τέ σοι ἀναπέμπειν καὶ εὐχὰς ἀποδιδόναι, προσευχάς τε καὶ ἱκετηρίας ποιεῖσθαι, εἰσάκουσον τῆς αὐτῶν προσευχῆς.
45 «Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς, καὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ.» Σφόδρα ἀκολούθως μετὰ τὰ περὶ πάσης σαρκὸς λελεγμένα, ἐπενήνεκται τὰ προκείμενα τῆς ὠνομασμένης πάσης σαρκὸς ἐξομο‐ λόγησιν περιέχοντα. Οἱ γοῦν ἐξ ἁπάντων τῶν ἐθνῶν

23

.

628

(50)

τῶν πάλαι σαρκίνων τῆς δεισιδαίμονος πλάνης ἐπι‐ στρέψαντες διδάσκονται ὑπὸ τοῦ θείου Πνεύματος ὁμολογεῖν ἐν ὁποίοις ποτὲ κακοῖς γεγόνασι, τῶν τε οἰκείων ἀσεβημάτων μνημονεύειν. Διό φησι· «Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς, καὶ ταῖς ἀσεβείαις
55ἡμῶν σὺ ἱλάσῃ.» Ταῦτα μὲν οὖν λεγόμενα ἐκ προσώ‐ που τῆς ἀποδοθείσης πάσης σαρκὸς πολλὴν ἂν ἔχοι
ἀκολουθίαν. Ἐπεὶ δὲ «τοῦ Δαυῒδ» ἐπιγέγραπται ἡ ᾠδὴ628 in vol. 23

23

.

629

τοῦ ψαλμοῦ, ζητήσειεν ἄν τις, πότε τὸν Δαυῒδ ἢ τοὺς σὺν αὐτῷ λόγοι ἀνόμων ὑπερεδυνάμωσαν· ἢ κατὰ τὸν Σύμμαχον, «κατεδυνάστευσαν·» ποίας δὲ καὶ ἀσεβείας ἐκτήσατο ὁ τοσοῦτος τοῦ Θεοῦ προφήτης καὶ
5οἱ σὺν αὐτῷ, ἐπείπερ, «τὰς ἀσεβείας ἡμῶν σὺ ἱλάσῃ,» φησίν. Ἀλλὰ γὰρ, ὡς ἀποδεδώκαμεν, προφητικῶς τὸ Πνεῦμα τὸ ἅγιον, τῆς τῶν ἐθνῶν κλήσεως μνημο‐ νεῦσαν, καὶ φῆσαν· «Πρὸς σὲ πᾶσα σὰρξ ἥξει,» ἀκολούθως τὴν ἐξομολόγησιν αὐτῶν διαγράφει, ἐξ
10αὐτῶν προσώπου φάσκον· «Λόγοι ἀνόμων ὑπερ‐ εδυνάμωσαν ἡμᾶς,» τουτέστι κρείττους ἡμῶν γεγό‐ νασι καὶ δυνατώτεροι ἡμῶν οἱ τῶν ἀνόμων λόγοι. Ἄνομοι δὲ πάντες ἦσαν οἱ πρῶτοι συστησάμενοι τὴν τῶν εἰδώλων θεοποιίαν· λόγοι τε αὐτῶν οἱ διὰ ποιη‐
15τῶν καὶ τῶν σοφῶν τοῦ αἰῶνος τούτου περὶ τῆς πολυ‐ θέου πλάνης ἐν συγγράμμασι καταβεβλημένοι. Ἀλλ’ οὗτοι μὲν «κατεδυνάστευσαν ἡμῶν,» κατὰ τὸν Σύμμαχον· σὺ δ’ οὐχ ὑπερεῖδες ἡμᾶς, Δέσποτα· ἱλάσω δὲ τὰς ἀσεβείας ἡμῶν, καταπέμψας ἡμῖν τὸν
20ἱλασμὸν, δι’ οὗ κατέστης ἡμῖν ἵλεως, ὑπερβὰς ἡμῶν τὰς ἀσεβείας. Τίς δέ ἐστιν ὁ ἱλασμὸς, διδάσκει λέγων ὁ Ἀπόστολος περὶ τοῦ Σωτῆρος· «Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι·» καὶ πάλιν· «Αὐτὸς ἱλασμός ἐστιν ὑπὲρ τῶν ἁμαρτιῶν
25ἡμῶν· οὐχ ὑπὲρ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ ὑπὲρ ὅλου τοῦ κόσμου.» «Μακάριος ὃν ἐξελέξω καὶ προσελάβου, κατοική‐ σει ἐν ταῖς αὐλαῖς σου.» Οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν ἐπιστρέψαντες, τὰς ἑαυτῶν ἀσεβείας ἐξομολογησά‐
30μενοι, καὶ ὡς κατηξιώθησαν τοῦ ἱλασμοῦ, προκοπὴν ἐπιδείκνυνται, καὶ ψυχῆς ὠφέλειαν πολλὴν, γνῶσιν ἀνειληφέναι διδάσκοντες τοῦ ἀληθῶς μακαρίου. Πά‐ λαι μὲν γὰρ τὸν θνητὸν βίον καὶ τὴν πρόσκαιρον ζωὴν μόνην εἰδότες, πάντως που ἐμακάριζον τοὺς
35ταύτης ἀπολαύοντας, τέλος ἡδονὴν ὁριζόμενοι, καὶ πλούτους, καὶ τὴν ἐν σώματι τρυφήν· νῦν δ’ ὅτε τετυχήκασι τοῦ ἱλασμοῦ, καὶ τὰς ἑαυτῶν ἀσεβείας ἀπεκαθήραντο, γνῶσιν ἀνειλήφασι τοῦ ἀληθῶς μα‐ καρίου· καὶ τοῦτον εἶναί φασι τὸν ὑπὸ Θεοῦ ἐκλεγό‐
40μενον καὶ τῆς ὑπ’ αὐτοῦ προσλήψεως κατηξιωμένον· διό φασι· Πάντες ἡμεῖς τῆς κλήσεως κατηξιώμεθα οἱ πάλαι ὄντες σάρξ· ἀλλ’ ἴσμεν, ὅτι πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Εἰκότως οὖν ὡς ἂν σπάνιον μακαρίζομεν τὸν ἐκλεκτόν. Τίς δέ ἐστιν
45οὗτος ἀλλ’ ἢ ὁ ἀφορισθεὶς τῶν πολλῶν καὶ ἀνα‐ ληφθεὶς ὑπὸ τοῦ Θεοῦ; Καὶ πῶς γὰρ οὐ μακάριος ἀληθῶς ὁ τοιοῦτος, ὁπότε, τῶν δύο τούτων τυχὼν, λέγω δὲ τῆς ἐκλογῆς καὶ τῆς τοῦ Θεοῦ προσλήψεως, ἑτέρου κρείττονος καταξιωθήσεται; κατοικήσει γὰρ

23

.

629

(50)

ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ. Καὶ ταύτην λοιπὸν τὴν μονὴν εὑρὼν καὶ τὴν ἀνάπαυλαν, ἐνταῦθα στη‐ ριχθήσεται· τὸ τέλος ἀγαθὸν τοῦτο ἀπολαύων, οὗ τυχεῖν καὶ ἄλλος ηὔχετο προφήτης ὁ εἰπών· «Ἐπι‐ ποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ
55Κυρίου.» Αὐλαὶ δὲ τοῦ Κυρίου εἰσὶν αἱ κατ’ οὐρανὸν
μοναὶ, περὶ ὧν εἴρηται ἐν Εὐαγγελίῳ· «Πολλαὶ μοναὶ630 in vol. 23

23

.

632

παρὰ τῷ Πατρί.» Ὁ τοίνυν ἐξ ἐθνῶν πάλαι μὲν ὢν σὰρξ, μεταβαλὼν δὲ καὶ γενόμενος Θεοῦ ἄνθρωπος, μακαρίζει τὸν ἐξαίρετον καὶ ἤδη ἐκλεκτόν· ὡς ἂν προσληφθέντα ὑπὸ τοῦ Θεοῦ καὶ παραληφθέντα εἰς
5τὰς αὐλὰς τῆς ἐπουρανίου Ἱερουσαλήμ. «Πλησθη‐ σόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.» Οἱ προλεχθέντες, τυχεῖν εὐχόμενοι καὶ αὐτοὶ τῶν ἐπουρανίων ἀγαθῶν, ὧν ἠξίωται ὁ προειρημένος μακάριος, φασίν· «Πλη‐
10σθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου.» Ἔγνω‐ σαν γὰρ τὸν οἶκον τοῦ Θεοῦ τὸν ἐπουράνιον, οὗ ἐν ταῖς αὐλαῖς ὁ ἤδη ἐκλεκτὸς κατατέτακται. Διὸ ἱκε‐ τεύουσι καιρῷ ποτε καὶ αὐτοὶ τυχεῖν τῶν ἐπουρα‐ νίων ἀγαθῶν. Εἰ δὲ καὶ οἶκος Θεοῦ ἡ Ἐκκλησία
15αὐτοῦ ἐστι κατὰ τὸν Ἀπόστολον φήσαντα· «Ἵνα ἴδῃς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας·» εἰκότως φασὶν, ὅτι Ὁ μὲν μακάριος ἤδη τῆς παρὰ σοὶ τετύχηκεν ἐκλογῆς· ἡμεῖς δὲ
20οἱ μηδέπω τοιοῦτοι, ἔτι δὲ περιβεβλημένοι ἀγαπῶμεν ἐντεῦθεν ἤδη τῶν ἐν τῷ οἴκῳ σου ἀγαθῶν ἀπολαύ‐ οντες, λόγων δηλαδὴ θείων καὶ τῶν τῆς σοφίας μαθημάτων τε καὶ χαρισμάτων τοῦ ἁγίου Πνεύμα‐ τος, οἷς κεκόσμηται ὁ οἶκος τοῦ Θεοῦ· «ᾯ μὲν γὰρ
25διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύ‐ ματι· ἄλλῳ χαρίσματα ἰαμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν,» καὶ ὅσα ἄλλα κατέλεξεν ὁ θεῖος Ἀπόστο‐ λος. Ἐν τούτοις οὖν ἑαυτοὺς παρασκευάζουσιν οἱ
30τῶν κρειττόνων ἐφιέμενοι. Εἶτ’ ἐπειδὴ περὶ οἴκου Θεοῦ ἐμνημόνευσαν, ἀκολούθως ὁποῖος οὗτος τυγχά‐ νει διδάσκουσι λέγοντες· «Ἅγιος ὁ ναός σου, θαυ‐ μαστὸς ἐν δικαιοσύνῃ.» Οὗτος γὰρ ἦν ὁ οἶκος τοῦ Θεοῦ, ὁ ἅγιος αὐτοῦ νεώς. Νεὼν δὲ ἄκουε τοῦ Θεοῦ
35ἅγιον οὐ τοίχων καὶ ὀρόφων οἰκοδομήματα, ἀλλὰ τὸν ἐκ ψυχῶν ἐκλεκτῶν συνεστῶτα ἤδη. Λίθοι ζῶντες οἱ ἅγιοι, καὶ οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον τὸ σύστημα τῶν θεοσεβῶν εἶναι ὁ ἱερὸς Ἀπόστολος ἐδίδαξεν εἰπών· «Ὑμεῖς δὲ πάντες οἶκος Θεοῦ ἐστε,
40καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν· εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Τοῦτο δὲ εἰπὼν, συνῳδὰ τῷ μετὰ χεῖρας ἐδίδασκε λόγῳ φάσκοντι· «Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν
45δικαιοσύνῃ.» Ὡς γὰρ τῶν αἰσθητῶν ναῶν θαυμάζε‐ ται πολλάκις ἡ κατασκευὴ διὰ φιλοκάλου πολυτελείας γενομένη· χρυσόροφα γοῦν καὶ διάγλυφα τεκταίνουσι, φιλοκαλοῦντες, ὕλῃ τε κιόνων καὶ μαρμάρων κα‐ τακοσμοῦσι τὰς οἰκοδομάς· τὸν αὐτὸν τρόπον ὁ τοῦ

23

.

632

(50)

Θεοῦ νεὼς ἅγιος ὢν, καὶ τοῦτο πρῶτον κάλλιστον ἀγαθὸν κεκτημένος, τὸν ἔξωθεν περιβέβληται κόσμον, πολυποικίλῳ σοφίᾳ Θεοῦ, δικαιοσύνῃ τε καὶ ταῖς λοιπαῖς ἀρεταῖς, τοῖς τε τοῦ ἁγίου Πνεύματος χα‐ ρίσμασι πεποικιλμένος, ὡς ἔκπληξιν ἐμποιεῖν καὶ
55θαῦμα παρέχειν τοῖς ὁρῶσιν. Ὅθεν οἱ καταξιούμενοι τῆς ἐν αὐτῷ διατριβῆς χαίροντές φασι· «Πλησθησό‐
μεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός632 in vol. 23

23

.

633

σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.» Τήρει δὲ ὅπως ταῦτα κατὰ τοὺς χρόνους ἐλέγετο τοῦ Δαυῒδ, καθ’ οὓς ὁ αἰσθητὸς ὑπὸ Σολομῶνος οὐδέπω κατεσκεύαστο νεώς· δεικνύντος ἐναργῶς τοῦ λόγου, ὅτι ὁ ἀληθῶς ναὸς
5τοῦ Θεοῦ οὐχ ὁ ἐκ λίθων ἀψύχων ᾠκοδομημένος ἦν, ἀλλ’ ὁ ἀποδοθεὶς ἡμῖν κατὰ τὴν ἀποστολικὴν μαρτυ‐ ρίαν. Καὶ ἄλλως δὲ καθ’ ἑτέραν ἐκδοχὴν, ἐπειδὴ ἀνωτέρω ἐμακάρισαν τὸν ἐκλεγέντα καὶ ἀναληφθέντα ὑπὸ τοῦ Θεοῦ, κατοικήσαντά τε ἤδη ἐν ταῖς αὐλαῖς
10αὐτοῦ ταῖς ἐπουρανίοις, εἰκότως καὶ αὐτοὶ τέως μένοντες κλητοὶ, εὐχόμενοι δὲ ἐκλεκτοὶ γενέσθαι καὶ τῶν αὐτῶν ἐπουρανίων μονῶν καταξιωθῆναι, ἐλπίδας ἀγαθὰς ἑαυτοῖς ὑπογράφουσιν, ἱκετεύοντες τυχεῖν τοῦ αὐτοῦ ἐπουρανίου οἴκου καὶ τῶν ἐν αὐτῷ ἀγαθῶν.
15Εἶθ’ ὡς μεμαθηκότες ὁποῖός ἐστιν ὁ ἐπουράνιος τοῦ Θεοῦ οἶκος, ἑρμηνεύουσι τὴν ἀρετὴν αὐτοῦ φάσκον‐ τες· «Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.» Ναὸς δὲ ἐπουράνιος καὶ ἀληθῶς ἐπάξιος τοῦ Θεοῦ, ἐν ᾧ κατοικῶν ἐπινοεῖται ὁ τῶν ὅλων Θεὸς, τίς ἂν
20γένοιτο, ἢ ὁ μονογενὴς αὐτοῦ Λόγος, εἰς ὃν εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι; Οὗτος οὖν ἀληθῶς θαυμαστός ἐστιν ἐν δικαιοσύνῃ· ἐπειδὴ γέγονεν ἡμῖν αὐτὸς σοφία ἀπὸ τοῦ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.
25 «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ τῶν ἐν θαλάσσῃ μακράν.» Ὁ μὲν δὴ ἐκλελεγμένος ὑπὸ σοῦ καὶ ἀναληφθεὶς εἰς τὸν ἐπουράνιον ναὸν μακάριος ἀληθῶς καὶ τρισμακάριος· ἡμεῖς δὲ ἐν ἐπαγγελίαις ὄντες τῶν
30προλεχθέντων ἀγαθῶν, ἐλπίσι τε ἀνηρτημένοι, ἤδη ποτὲ τούτων τυχεῖν εὐχόμεθα· διὸ παρακαλοῦμεν λέγοντες· «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν·» ἐπακού‐ σας δὲ, μακαρίους γενέσθαι καταξίωσον, καὶ ἡμᾶς προσ‐ λαβόμενος, καὶ ἐκλεξάμενος καὶ κατοικίσας ἐν ταῖς αὐ‐
35λαῖς σου· ἵν’ ἐκεῖ γενόμενοι πλησθῶμεν τῶν ἀγαθῶν τοῦ οἴκου σου. Ἀγαθὰ δὲ τοῦ ἐπουρανίου οἴκου, ὁποῖα ἄν τις νοήσειεν, ἢ οἷα ὁ θεῖος Ἀπόστολος διέγραψεν εἰπών· «Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν
40ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν;» Ἐπάκουσον τοίνυν ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, καὶ ἐπακούσας κατ‐ αξίωσον καὶ ἡμᾶς τῶν ἀγαθῶν τοῦ οἴκου σου. Ταῦτα διδάσκονται λέγειν οἱ πάλαι ὄντες σάρκες, τῆς δὲ τοῦ Θεοῦ κλήσεως κατηξιωμένοι. Ἐπικα‐
45λοῦνται δὲ εὐκαίρως ἐν τούτοις τὸν ἑαυτῶν Σωτῆρα, ὃν καὶ ἀνωτέρω ἱλασμὸν ὠνόμασαν εἰπόντες, «καὶ τὰς ἀνομίας ἡμῶν σὺ ἱλάσῃ.» Καὶ ἐνταῦθα δὲ τὸν Σωτῆρα ἡ Ἑβραϊκὴ Γραφὴ τούτοις ἐγγράφει τοῖς χαρακτῆρσι, δι’ ὧν καὶ ὁ ἡμέτερος Σωτὴρ Ἰησοῦς

23

.

633

(50)

γράφεται. Τοῦτον δὲ αὐτὸν τὸν Σωτῆρα καὶ τὸν ἱλασμὸν, «ἐλπίδα πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακρὰν» ὀνομάζουσιν, ἄντικρυς παριστῶντες μηδὲν ταῦτα πρὸς Ἰουδαίους· οὐ γὰρ μόνοις αὐτοῖς, πᾶσι δὲ τοῖς ἔθνεσι τὴν τοῦ Σωτῆρος
55χάριν εὐαγγελίζεσθαι, οἷς γνώμην Θεοῦ καὶ ἐπιστή‐ μην θεσπίζουσιν· ὡς μηκέτι τὰς ἐλπίδας ἀναρτᾷν
ἐπὶ τοὺς πάλαι νομιζομένους αὐτῶν θεοὺς, ἀλλ’ ἐπὶ634 in vol. 23

23

.

636

μόνον τὸν αὐτῶν γενόμενον Σωτῆρα. «Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ, περιεζωσμένος ἐν δυναστεία.» Ἀντὶ τοῦ, «ἑτοιμάζων ὄρη, ἥδρασας ὄρη,» ὁ Σύμ‐ μαχος ἡρμήνευσεν. Ἐπάξει δὲ ὁ λόγος τὰς περὶ τοῦ
5προλεχθέντος Σωτῆρος θεολογίας. Σὺ γὰρ εἶ, φησὶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς ὁ τάδε καὶ τάδε τῇ σαυτοῦ δυνάμει μεγαλουργήσας. Πρῶτον μὲν ἡτοίμασας ὄρη ἐν τῇ ἰσχύϊ σου περιζωσάμενος δυνα‐ στείαν· εἶτα συνετάραξας τὸ κύτος τῆς θαλάσσης,
10καὶ τῶν κυμάτων αὐτῆς τὸ ἦχος ἐπράϋνας· εἶτα διὰ τούτων ἐτάραξας ἔθνη. Τούτων δὲ γενομένων, τὰ μεγάλα ὠφελήθησαν οἱ κατοικοῦντες τὰ πέρατα. Ἔγνωσαν γάρ σε, καὶ ἐφοβήθησαν ἀπὸ τῶν σημείων σου, ὡς μηκέτι λοιπὸν ἄλλην τινὰ ἐλπίδα πρὸ
15ὀφθαλμῶν τίθεσθαι ἢ σέ. Διὸ ἀνωτέρω ἐλέγετο· «Ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς.» Οὗτοι γὰρ οἱ τὰ πέρατα τῆς γῆς οἰκοῦντες ἐν τοῖς προκει‐ μένοις φοβηθήσεσθαι τὸν Θεὸν ἀπὸ τῶν σημείων αὐτοῦ θεσπίζονται ὑπὸ τοῦ φήσαντος λογίου· «Καὶ
20φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου.» Ποῖα δὲ ἦν τὰ σημεῖα, ἅπερ θεασά‐ μενοι οἱ κατοικοῦντες τὰ πέρατα ἐφοβήθησαν τὸν Θεὸν καὶ εἰς αὐτὸν ἤλπισαν, προεδίδαξεν εἰπών· «Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ, περιεζωσμένος
25ἐν δυναστείᾳ, ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς.» Τίς ὑποστήσεται; «Τα‐ ραχθήσονται ἔθνη.» Ταῦτα θεασάμενοι οἱ κατοικοῦν‐ τες τὰ πέρατα, ἐφοβήθησαν ἀπὸ τῶν σημείων αὐτοῦ. Δηλοῦται δὲ διὰ τούτων ἡ τῶν πάλαι ἐπαιρομένων
30κατὰ τῆς γνώσεως τοῦ Θεοῦ πονηρῶν πνευμάτων ταπείνωσις καὶ ἡ καθαίρεσις τῆς διαβολικῆς παρα‐ τάξεως, ἀρχῶν δηλαδὴ καὶ ἐξουσιῶν, καὶ κοσμο‐ κρατόρων καὶ πνευματικῶν τῆς πονηρίας· ἅτινα πάλαι μὲν κατεκράτει τῶν ἐπὶ γῆς οἰκούντων ἐθνῶν,
35συνεκύκα τε καὶ συνετάραττε τὴν τοῦ ἀνθρω‐ πείου βίου θάλασσαν, ὡς θεῶν δόξαν ἀποστέλλειν παρὰ πᾶσι τοῖς τὸ τῆς γῆς οἰκοῦσι στοιχεῖον. Καθῄ‐ ρηται δὲ πάντα καὶ ἀνατέτραπται διὰ τῆς σω‐ τηρίου θεοφανείας. Τὰ ὅμοια δὲ τούτοις καὶ ἄλλος
40προφήτης ὧδε θεσπίζει λέγων· «Ἀκούσατε, λαοὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ· καὶ ἔσται ὁ Θεὸς ὑμῖν εἰς μαρτύριον, Κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. Διότι ἰδοὺ Κύριος καταβήσεται ἐκ τοῦ τόπου αὐτοῦ· καὶ ἐπιβήσεται, Κύριος ἐπὶ τὰ ὕψη τῆς γῆς. Καὶ συν‐
45τριβήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ· καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς δι’ ἀσέ‐ βειαν Ἰακώβ· ταῦτα πάντα καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ.» Ἀλλὰ καὶ ἐν τῷ ιζʹ ψαλμῷ, τὴν ἐξ οὐρα‐ νῶν ἐπὶ γῆς κατάβασιν τοῦ αὐτοῦ Κυρίου περιέχοντι

23

.

636

(50)

λέλεκται· «Καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Κύριος.» Σημαί‐ νεται δὲ διὰ τούτων κάθοδος τοῦ Κυρίου, δηλαδὴ τοῦ Θεοῦ Λόγου· εἶτ’ ἐπὶ τῇ εἰς ἀνθρώπους καθόδῳ αὐ‐
55τοῦ τῶν ἀφανῶν καὶ ἀοράτων δυνάμεων τῶν πάλαι εἰς ὕψος ἐπηρμένων, καὶ παρὰ πᾶσι τοῖς ἔθνεσι τε‐
τιμημένων καθαίρεσις καὶ ταπείνωσις καὶ σκεδασμός.636 in vol. 23

23

.

637

Διὸ καὶ ἐν τοῖς μετὰ χεῖρας εἴρηται· «Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ, περιεζωσμένος ἐν δυναστείᾳ.» Δυναστείᾳ γὰρ περιεζωσμένος, τῇ αὐτοῦ ἰσχύϊ, τὰ προλεχθέντα ὄρη οὔπω μὲν εἰς τὸ παντελὲς ἀπώλε‐
5σεν· ἡτοίμασε δὲ εἰς τιμωρίαν τέως ἀφορίσας αὐτὰ καὶ ἀποστήσας τῆς κατὰ τῶν ἀνθρώπων τυραννίδος· ἀλλὰ καὶ τὸ κύτος τῆς θαλάσσης τῇ ἑαυτοῦ δυναστείᾳ κατέπαυσε. Διὸ λέλεκται· «Συνταράσσων τὸ κύτος τῆς θαλάσσης, ἤχους κυμάτων αὐτῆς.» Ἀντὶ δὲ τοῦ,
10«ὁ συνταράσσων,» ὁ μὲν Ἀκύλας, «καταστέλλων·» ὁ δὲ Θεοδοτίων, «καταπραΰνων,» καὶ ἡ πέμπτη ἔκδοσις, «ὁ καταπραΰνων,» ἡρμήνευσαν. Λέγει δ’ οὖν ὁ Ἀκύ‐ λας· «Καταστέλλων ἦχον θαλάσσης, θόρυβον κυμά‐ των αὐτῆς καὶ ὄχλον φυλῶν.» Ὥσπερ γὰρ τὰ προ‐
15λεχθέντα ὄρη εἰς τὴν μέλλουσαν αὐτὰ διαλήψεσθαι τιμωρίαν ἡτοίμασεν, οὕτω κατέστειλε τὸν ἦχον θα‐ λάσσης καὶ τὸν θόρυβον τῶν κυμάτων αὐτῆς. Τίς δὲ ἡ θάλασσα, καὶ ποταπὸς ὁ ἦχος αὐτῆς, καὶ τίς ὁ θό‐ ρυβος τῶν κυμάτων αὐτῆς, ἑξῆς διασαφεῖ ὁ Ἀκύλας
20εἰπών· «Καὶ ὄχλον φυλῶν.» Ὁ γὰρ πολὺς ὄχλος τῶν πάλαι ἐθνῶν, καὶ τῶν κατὰ πᾶν γένος ἀνθρώ‐ πων φυλῶν ἦν, ὅτε κῦμα τοῦ τῶν ἀνθρώπων βίου, καὶ ἡ τοιαύτη τοῦ θνητοῦ βίου θάλασσα τῆς τῶν ἀν‐ θρώπων κακίας πεπληρωμένη, πολὺν θόρυβον εἶχε,
25μέγαν τε ἦχον ἐξαπέστελλεν· ἅτε τὸν δράκοντα οἰ‐ κοῦντα ἐν αὐτῇ κεκτημένη, περὶ οὗ λέλεκται· «Ἐπ‐ άξει Κύριος ὁ Θεὸς τὴν μάχαιραν ἐπὶ τὸν δράκοντα, ὄφιν τὸν σκολιὸν, καὶ ἀνελεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ·» καὶ ἀλλαχοῦ προειπὼν ὁ λόγος· «Αὕτη
30ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος,» ἐπιλέγει· «Ἐκεῖ δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.» Ἀλλὰ γὰρ ἀθρόως καὶ τὸν δράκοντα καὶ τὴν θάλασσαν, καὶ τὸν τῶν κυμάτων αὐτῆς ἦχον, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, ἐπιφανεῖσα ἀνθρώποις, κατέστειλε
35καὶ κατεπράϋνε, τόν τε ὄχλον τῶν φυλῶν ἔσβεσε. Τού‐ των δὲ γενομένων, ἑξῆς καὶ ἀκολούθως εἴρηται· «Καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου.» Ἱκανὰ γὰρ ἦν τὰ προλεχθέντα ση‐ μεῖα, ὄρη ταπεινούμενα καὶ θαλάσσης ἦχος καταστελ‐
40λόμενος, θόρυβός τε κυμάτων μηκέτι ταράττων κατὰ τὸ παλαιὸν, ἀλλὰ καὶ ὄχλος φυλῶν καὶ αὐτὸς σβεννύ‐ μενος, φόβον ἐμποιῆσαι τοῖς κατοικοῦσι τὰ πέρατα· ὡς μηκέτι τὰ προλεχθέντα πάντα φοβεῖσθαι, ἀλλ’ ἕνα μόνον τὸν πάντων ἐκείνων νικητήν· ὅντινα λοι‐
45πὸν γνόντες καὶ φοβούμενοι, τοῦ φάσκοντος μακα‐ ρισμοῦ τυγχάνουσι· «Μακάριοι πάντες οἱ φοβούμε‐ νοι τὸν Κύριον.» Τίνες δ’ ἂν εἶεν οὗτοι, τὸ παρὸν λό‐ γιον διδάσκει φάσκον· «Καὶ φοβηθήσονται οἱ κατοι‐ κοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου.» Κατοι‐

23

.

637

(50)

κεῖν δὲ λέγονται τὰ πέρατα οὐ πάντως οἱ τὰς ἐσχα‐ τιὰς τῆς γῆς οἰκοῦντες, ἀλλ’ οἱ δυνάμενοι ὁμοίως Παύλῳ λέγειν· «Ἐν σαρκὶ γὰρ ζῶντες, οὐ κατὰ σάρκα στρατευόμεθα·» καί· «Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Οὗτοι γὰρ, οὔτε ἐμβαθύ‐
55ναντες τοῖς ἀνθρωπίνοις πράγμασιν, οὔτε πάντη ἐκτὸς ὄντες αὐτῶν, ὥσπερ ἐν μεθορίῳ καθεστήκασιν, ἀμφὶ
τὰ πέρατα τῆς ἀνθρωπίνης ζωῆς πολιτευόμενοι. Οἱ638 in vol. 23

23

.

640

δὴ, πολλῆς αἰσθήσεως μετασχόντες, τὰ σημεῖα τοῦ Σωτῆρος ἡμῶν θεασάμενοι, οἱ ἐν ἀρχῇ γεγόνασι σοφίας, τὸν φόβον τοῦ Θεοῦ ἀνειληφότες. Τίς δὲ τὰ ὑψώματα τῶν κατὰ χρόνους ἀρχόντων καὶ τὰς κατὰ
5τῆς Ἐκκλησίας τοῦ Θεοῦ ἐπαναστάσεις, τούς τε διωγμοὺς καὶ τὰς ἀπειλὰς τῶν ἀσεβῶν ἀνδρῶν τεθεα‐ μένος, οὐκ ἂν εἴποι ὄρη εἶναι ὑψούμενα καὶ θάλασσαν ἀληθῶς κυμαίνουσαν, ἦχόν τε κυμάτων τὰς τῶν ἀσε‐ βῶν καὶ ἀθέων βλασφημίας; Ἃ δὴ πάντα ἐν τῇ
10ἰσχύϊ αὐτοῦ ὁ Σωτὴρ πάντων τῶν περάτων τῆς γῆς μιᾷ ῥοπῇ ταπεινοῦν εἴωθεν· ὡς τοὺς ὁρῶντας τὴν πτῶσιν αὐτῶν καὶ τὴν ἀπώλειαν ταράττεσθαι· τοὺς δὲ ὠφελεῖσθαι καὶ φόβον ἀναλαμβάνειν Θεοῦ, σημεῖα ἐναργῆ τῆς τοῦ Σωτῆρος ἐνθέου δυνάμεως τὴν τῶν ἀσεβῶν καθαίρεσιν εἶναι ὁμολογοῦντας. «Ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις· ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν.» Πρὸς τοῖς κατειλε‐
15γμένοις καὶ ἄλλα σημεῖα τῆς τοῦ Σωτῆρος δυνάμεως παρίστη λέγων· «Ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρ‐ ψεις·» ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσε· «Τὰς προ‐ ελεύσεις τοῦ ὄρθρου καὶ τῆς ἑσπέρας τὰς ὑμνολο‐ γίας.» Ἓν γὰρ καὶ τοῦτο μέγιστον σημεῖον τυγχάνει
20τῆς σωτηρίου δυνάμεως, τὸ μετὰ τὴν ταπείνωσιν τῶν προλεχθέντων συστήσασθαι ἐν ἀνθρώποις ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις· ἢ κατὰ τὸν Σύμμαχον, «ὑμνολογίας,» ἢ, κατὰ τὸν Ἀκύλαν, «αἰνοποιήσεις.» Τὸ γὰρ καθ’ ὅλης τῆς οἰκουμένης ἐν ταῖς ἐκκλησίαις
25τοῦ Θεοῦ κατὰ τὰς πρωϊνὰς τοῦ ἡλίου ἐξόδους, κατά τε τὰς ἑσπερινὰς ὥρας ὑμνολογίας καὶ αἰνοποιήσεις, καὶ θείας ἀληθῶς τέρψεις τῷ Θεῷ συστήσασθαι, οὐ τὸ τυχὸν ἦν Θεοῦ ἀρετῆς σημεῖον. Θεοῦ δὲ τέρψεις οἱ πανταχοῦ τῆς γῆς ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ ἀναπεμ‐
30πόμενοι κατὰ τοὺς ὀρθρινοὺς καὶ κατὰ τοὺς ἑσπερι‐ νοὺς καιροὺς ὕμνοι τυγχάνουσι. Διὸ λέλεκταί που· «Ἡδυνθείη αὐτῷ ἡ αἴνεσίς μου·» καὶ πάλιν· «Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή·» καί· «Γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν
35σου.» Καὶ αὗται οὖν αἱ τέρψεις σημεῖα τυγχάνουσι τοῦ Σωτῆρος. Καὶ ἄλλο δὲ πρὸς τούτοις σημεῖον μέ‐ γιστον καταριθμεῖται ἑξῆς λέγων· «Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτήν.» Ὡς γὰρ νοσοῦντα ἰα‐ τρὸς ἐφορᾷ καὶ ἐπισκέπτεται, ἐπιμέλειαν ποιούμενος
40τοῦ πάθους, πάντα τε τὰ πρὸς ἴασιν καὶ σωτηρίαν συντελοῦντα συμβαλλόμενος· τὸν αὐτὸν τρόπον καὶ σὺ ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, περιζωσάμενος δυναστείαν τῇ ἰσχύϊ σου, ταῦτα πάντα εἰργάσω· τὰς μὲν ἀντικειμένας καθεῖ‐
45λες δυνάμεις, συνεστήσω δὲ ἐπὶ γῆς πρωϊνὰς καὶ ἑσπερινὰς τέρψεις· καὶ ταῦτ’ ἔπραξας, καταξιώσας τῆς σεαυτοῦ ἐπισκοπῆς τοὺς ἐπὶ γῆς ἀνθρώπους, δι’ ἧς μυρία αὐτοῖς ἀγαθὰ δεδώρηται· ὡς πληρῶσαι αὐτοὺς καὶ μεθῦσαι ταῖς ἀγαθαῖς σου χορηγίαις,

23

.

640

(50)

πλουτίσαι τε αὐτοὺς κατὰ τὸν Ἀπόστολον φήσαντα· «Ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει·» ἢ κατὰ τὸν Σύμμαχον φήσαντα· «Πολυκαρπίᾳ πλουτίσεις αὐτήν.» Πῶς δὲ ἐμέθυσε τὴν γῆν, καὶ πῶς ἐπλούτισε καὶ ἐπλήρωσεν αὐτὴν
55πολυκαρπίας, διασαφεῖ λέγων ἑξῆς· «Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.» Τὸν γὰρ σεαυτοῦ πο‐
ταμὸν τοῦ ἁγίου Πνεύματος, τὸν ἀπὸ τῆς· ἐν σοὶ640 in vol. 23

23

.

641

πηγῆς ἀναβλυσταίνοντα, τοῖς ἐπὶ γῆς οἰκοῦσι δωρη‐ σάμενος, τὴν λογικὴν καὶ νοερὰν αὐτῶν χώραν γῆν ὀνομαζομένην, πολλῷ τῷ ῥεύματι κατακλύσας, μεθύ‐ σας τοῖς τῆς σοφίας ὀμβρήμασιν, «ἐπλήθυνάς τε τοῦ
5πλουτίσαι αὐτὴν» τοῖς τοῦ ἁγίου Πνεύματος διαφό‐ ροις χαρίσμασι. Τούτου δὲ «τοῦ ποταμοῦ τὰ ὁρμή‐ ματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Καὶ ὁ Σωτὴρ δὲ περὶ τοῦ αὐτοῦ ἐδίδασκε λέγων· «Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοι‐
10λίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον. Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.» Οὗ‐ τος οὖν ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων· ὥστ’ ἂν εἰπεῖν· «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάν‐
15τες ἐλάβομεν.» Πολλῶν δὲ ὑδάτων ὁ ποταμὸς πεπλή‐ ρωται, διὰ τὸ μὴ ὁμοίους εἶναι τοὺς ἐξ αὐτοῦ ποτι‐ ζομένους. Διαφόρων δὲ ὄντων ταγμάτων τῶν μετα‐ λαμβανόντων αὐτοῦ, εἰκότως ἑκάστῳ παρέχων τὰ πρόσφορα, πολλῶν ὑδάτων πεπληρῶσθαι λέγεται· ὧν
20μεταλαβοῦσα ἡ λογικὴ χώρα, τὰς ἐπιτηδείους ἑκά‐ στῳ δίδωσι τροφὰς, καὶ τοὺς ἐπαξίους τοῦ τοσούτου ποταμοῦ καρπούς. Διὸ λέλεκται· «Ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία.» Κατὰ δὲ τὸν Σύμμαχον· «Τελεσφορήσεις, φησὶ, τὴν σπερ‐
25ματίαν αὐτῆς, ὅτι οὕτως ἥδρασας αὐτὴν,» δηλονότι τὴν γῆν, «καὶ ἐμέθυσας αὐτὴν, ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν.» Τῷ οὖν ποταμῷ τῷ σῷ τελεσφο‐ ρήσεις τὴν σπερματίαν αὐτῆς, τουτέστι τὰ σπέρματα ἐν αὐτῇ καταβληθέντα σὺ αὐτὸς διὰ τοῦ σαυτοῦ πο‐
30ταμοῦ τελεσφορηθῆναι ποιήσεις, ὡς τελείους ἀποδοῦ‐ ναι τοὺς στάχυς. Οὕτω γοῦν κατὰ τὸ Εὐαγγέλιον, ἡ μὲν ποιήσει λʹ, ἡ δὲ ξʹ, ἡ δὲ ρʹ, τῆς ἀνθρωπίνης ψυ‐ χῆς γῆς ὀνομαζομένης, καὶ κατὰ τὴν σωτήριον πα‐ ραβολήν· «Τοὺς αὔλακας αὐτῆς μέθυσον· πλήθυ‐
35νον τὰ γεννήματα αὐτῆς· ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα.» Διεξελθὼν ὁ προφητι‐ κὸς λόγος τὰ σημεῖα τῆς τοῦ Σωτῆρος ἀρετῆς, καὶ τῇ τοῦ Πνεύματος προγνώσει τὰ ἐσόμενα, ὡς ἤδη δι’ ἔργων κεχωρηκότα τεθεαμένος· ὅπως μὲν τῶν
40ἀντικειμένων ἀνατροπὴν εἰργάσατο, ὅπως δὲ ἐπεσκέ‐ ψατο τὴν γῆν καὶ ἐμέθυσεν αὐτὴν, καὶ ὡς ἐπλήθυνε τοῦ πλουτίσαι αὐτὴν, πληρωθέντος ὑδάτων τοῦ πο‐ ταμοῦ τοῦ Θεοῦ. Ταῦτα θεσπίσας, καὶ ὡς ἤδη πρὸ ὀφθαλμῶν ὁρώμενα θεασάμενος, ἐπ’ εὐχὴν τρέπεται,
45καὶ τὸν Θεὸν ἱκετεύει λέγων· «Τοὺς αὔλακας αὐτῆς μέθυσον, καὶ πλήθυνον τὰ γεννήματα αὐτῆς.» Αὔ‐ λακες δὲ ψυχῆς εἶεν ἂν οἱ κατὰ βάθους αὐτῆς λογι‐ σμοὶ, καὶ τῆς συνειδήσεως αὐτῆς ἡ κρύφιος καὶ τοὺς πολλοὺς λανθάνουσα δύναμις, ἣν ὁ τοῦ Θεοῦ λόγος

23

.

641

(50)

ἀρότρου δίκην ἀνατέμνων καὶ μεταβάλλων, λεῖον ἀπεργάζεται· περιελών τε τὰς ἀκάνθας, καὶ τὴν περιττὴν ὕλην, ἐντίθησι τὰ ἑαυτοῦ σπέρματα· εἶτα τοῖς λογικοῖς νάμασιν ἀρδεύων, μεθύσκει αὐτήν. Διὸ λέλεκται· «Τοὺς αὔλακας αὐτῆς μέθυσον, καὶ πλή‐
55θυνον τὰ γεννήματα αὐτῆς.» Εἶτα ἀντὶ τοῦ· «Ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα·»
κατὰ τὸν Σύμμαχον· «Ταῖς ψεκάσιν αὐτῆς χαυνώ‐642 in vol. 23

23

.

644

σεις αὐτὴν καὶ τὸ βλάστημα αὐτῆς,» εἴρηται. Καὶ πάντα δὲ ταῦτα σημεῖα τυγχάνει τοῦ ἐπισκεψαμένου τὴν Ἐκκλησίαν αὐτοῦ· ἃ δὴ πάλαι προλεχθέντα οὐδ’ ἄλλως εἰς ἔργα κεχώρηκεν ἢ διὰ τῆς τοῦ Σωτῆ‐ ρος ἡμῶν ἐπιφανείας· δι’ ἧς οἱ κατηξιωμένοι τῆς αὐτοῦ χάριτος, τὰ ἐξ οὐρανῶν σπέρματα ταῖς αὐτῶν
5ψυχαῖς ἀποδεξάμενοι, καρποὺς εὐθαλεῖς παρέχουσιν· οἱ μὲν ρʹ ποιοῦντες, οἱ δὲ ξʹ, οἱ δὲ λʹ. Ὁρῶν δέ τις ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τὰ διάφορα τάγματα τῶν ἐν Χριστῷ προκοπτόντων, τὴν παγκαρπίαν εἴσεται τῶν διὰ τῆς προκειμένης προφητείας θεσπιζομένων. «Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρη‐ στότητός σου, καὶ τὰ πεδία σου πλησθήσεται πιότη‐
10τος.» Ἐπειδὴ κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως ἐληλυθέναι λέγεται ὁ Σωτὴρ, κατὰ τὴν φάσκουσαν ἐξ αὐτοῦ προσώπου Γραφήν· «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με· κηρῦξαι
15αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως·» εἰκότως καὶ ἐνταῦθα τὴν ἡμέραν σημαίνει τῆς ἀντα‐ ποδόσεως. Ἔστι δὲ αὕτη ὁ μέλλων ἐπιστήσεσθαι αἰὼν μετὰ τὴν τοῦ ἐνεστῶτος συντέλειαν. Ἐκεῖνον τοίνυν
20τὸν ἐνιαυτὸν ὥσπερ στεφάνῳ κοσμηθήσεσθαι διὰ τῶν νεαρῶν καὶ ὡραίων ἀνθῶν τῶν μελλόντων ἐν αὐτῷ πολιτεύεσθαι, τὸ παρὸν θεσπίζει λόγιον φάσκον· «Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστό‐ τητός σου.» Ὁ γὰρ ἐνιαυτὸς ἐκεῖνος ὁ τοῦ μέλλον‐
25τος αἰῶνος, χρηστότητος ὢν Θεοῦ, στέφανον ἕξει ηὐ‐ λογημένον, σύμπαντα χορὸν τῶν ἁγίων. Ὅντινα στέφανον, εὐλογήσας, περιθήσεται ὁ Χριστὸς τοῦ Θεοῦ, τοῖς τῆς αὐτῶν γεωργίας ἄνθεσιν ὡραϊζόμενος. Ἀλλὰ καὶ αὐτὸς αὐτῶν γενήσεται στέφανος κατὰ τὸν
30Ἡσαΐαν φήσαντα· «Καὶ ἔσται Κύριος Σαβαὼθ ὁ στέ‐ φανος τῆς δόξης. Τότε δὲ καὶ τὰ πεδία τοῦ Θεοῦ πλη‐ σθήσεται πιότητος, καὶ τὰ ὄρεα δὲ τῆς ἐρήμου τότε πιανθήσεται.» Ἔτι μὴν καὶ «οἱ βουνοὶ» τότε «ἀγαλλία‐ σιν περιζώσονται.» Καὶ πρὸς τούτοις ἅπασιν οἱ κριοὶ
35τῶν προβάτων τοὺς ἰδίους ἐνδύσονται πόκους. Νοήσεις δὲ ταῦτα, τὴν διαφορὰν ὑποθέμενος ἑαυτῷ τῶν σωζο‐ μένων· ὧν οἱ μὲν, ὡς ἐν παραθέσει τῶν κρειττόνων τὸν βίον ὑποβεβηκότες, ἀλληγορικῷ τρόπῳ πεδία Θεοῦ προσηγορεύθησαν πιότητος πληρούμενα· διὸ λέ‐
40λεκται· «Τὰ πεδία σου πλησθήσεται πιότητος·» οἱ δὲ ἤδη ἐν διαφόροις ἀρεταῖς ἀνθοῦντες ὄρεα τῆς πρὶν ἐρήμου Ἐκκλησίας ὠνομάσθησαν· οἳ, καὶ αὐτοὶ πλου‐ σίως ἀρδόμενοι ἐκ τοῦ δηλωθέντος ποταμοῦ, πιανθή‐ σεσθαι λέγονται· ἀλλὰ καὶ οἱ ἔτι τούτων ὑψηλότεροι
45βουνοὶ τροπικῶς καλούμενοι ἀγαλλίασιν περιζώσον‐ ται. Καὶ τρία μὲν ταῦτα τάγματα κατὰ τὸν μέλλοντα ἐνιαυτὸν τῆς χρηστότητος τοῦ Θεοῦ τεύξεται τῆς μακαριότητος· τάχα που ἐξ ἐκείνων ὄντες, ὧν οἱ μὲν ἐποίουν ρʹ, οἱ δὲ ξʹ, οἱ δὲ λʹ. Οἱ δὲ τούτων ἐπιστησόμενοι

23

.

644

(50)

ἄρχοντές τινες καὶ ἡγεμόνες τινὲς αὐτῶν, ἐν δυνά‐ μεσιν ἐξαιρέτοις κοσμηθήσονται· διὸ λέλεκται· «Ἐν‐ εδύσαντο οἱ κριοὶ τῶν προβάτων·» ἀντὶ τοῦ· «Ἐνδύ‐ σονται.» Κριοὺς δὲ προβάτων τοὺς ἄρχοντας τοὺς ἡγουμένους τῶν προλεχθέντων νοήσεις, οἵτινες ἐνεδύ‐
55σαντο ἢ καὶ μᾶλλον ἐνδύσονται. Τί δὲ ἐνδύσονται, ἡμῖν καταλέλοιπεν νοεῖν· διδάσκει δὲ τὸ ἔνδυμα τού‐
των ὁ θεῖος Ἀπόστολος λέγων· «Δεῖ τὸ φθαρτὸν τοῦτο644 in vol. 23

23

.

645

ἐνδύσασθαι ἀφθαρσίαν·» καὶ πάλιν· «Ἐφ’ ᾧ οὐ θέλο‐ μεν ἐνδύσασθαι, ἀλλ’ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.» Ἐνδύσονται τοίνυν οἱ κριοὶ τὸ ἐμπρέπον αὐτοῖς ἔνδυμα, τοῦ φθαρτοῦ σώμα‐
5τος αὐτοῖς μεταβάλλοντος εἰς ἀφθαρσίαν, καὶ τοῦ θνητοῦ εἰς ἀθανασίαν. Οὕτω γοῦν κατὰ τὸ παρά‐ δειγμα καὶ οἱ κριοὶ οἴκοθεν ἐπάγονται τὸ ἔνδυμα, τοῦ σώματος αὐτοῖς καρποφοροῦντος τὸν πόκον. Ἀλλὰ καὶ αὐτὸν ἐνδύσονται τὸν Κύριον ἡμῶν Ἰησοῦν Χρι‐
10στὸν, τὸ ἐξαίρετον ἔνδυμα τὸ φῶς τῆς θεότητος αὐτοῦ περιβαλούμενοι. Ἔτι μὲν καὶ «αἱ κοιλάδες» τότε «πληθυνοῦσι σῖτον.» Ἔδει γὰρ μηδὲ τῶν κοιλάδων ἀμνημονῆσαι· ἀνωτέρω μὲν γὰρ πεδιάδες ὠνομάσθη‐ σαν καὶ ὄρεα ἐρήμου καὶ βουνοί. Ἐπειδὴ δέ εἰσι καὶ
15παρὰ τὰ λεχθέντα τάγματα ἄλλοι τινὲς ταπεινότεροι, καὶ οὐκ ἀπόβλητοι μὲν τῆς βασιλείας, πλὴν ὡς ἐν πα‐ ραθέσει τῶν προλεχθέντων σμικροὶ καὶ βραχεῖς, πάντων τε ὡς ἂν εἴποι τις, ἔσχατοι· ἀναγκαίως οὐδὲ τούτων παρῆλθε τὴν μνήμην ὁ λόγος· ἀλλὰ καὶ αὐ‐
20τοὺς καρπὸν οἴσειν τὸν ἐπιβάλλοντα διδάσκει λέγων· «Καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον» προφέρουσαι, ἢ, «τὴν τροφὴν,» κατὰ τὸν Σύμμαχον. «Κεκράξονται.» Τί δὲ κεκράξονται, ἑρμηνεύει ἑξῆς λέγων· «Καὶ γὰρ ὑμνήσουσιν·» ὡσεὶ σαφέστερον εἰρήκει· Εἰ γὰρ κοι‐
25λάδες τυγχάνουσιν, ὅμως δ’ οὖν ὑμνήσουσι τὸν καὶ αὐτοῖς τῶν ἀγαθῶν πάροχον. Ὑμνοῦσαι δὲ κεκράξον‐ ται, παῤῥησίᾳ χρώμεναι καὶ βοῇ μεγάλῃ. Βοῶσαι δὲ κραυγῇ καὶ ὑμνοῦσαι ποίας προήσονται φωνὰς, ἢ τὰς ἐν ἀρχῇ παντὸς ψαλμοῦ φερομένας· «Σοὶ πρέπει
30ὕμνος, ὁ Θεὸς, ἐν Σιὼν,» λέγουσαι; Ἀναγκαίως δὲ πρόκειται τό· «Κεκράξονται, καὶ γὰρ ὑμνήσουσι,» περὶ τῶν κοιλάδων, ἢ καὶ περὶ τῶν προλεχθέντων ἁπάντων, ὡς ἂν μάθοιμεν, ὅτι μὴ περὶ αἰσθητῶν καὶ σωματικῶν τόπων ὁ λόγος ταῦτα διδάσκει· καίτοι
35καὶ περὶ τούτων εἰκὸς ἦν τὰ προλεχθέντα λέγεσθαι νομίζειν ἐπὶ τοῖς αἰσθητοῖς τοῦ Θεοῦ δωρήμασιν, ὥστ’ εἶναι εὐχαριστήριον ὕμνον, ὡς πρὸς τὴν λέξιν, ὑπὲρ τῶν κατ’ ἔτος ἀνθρώποις χορηγουμένων τὸν παρόντα λόγον. Καθ’ ἕκαστον γοῦν ἐνιαυτὸν ὁ φιλάνθρωπος
40καὶ παντὸς ἀγαθοῦ δοτὴρ Θεὸς, ἐπισκεπτόμενος τὴν γῆν, μεθύσκει αὐτὴν, ἄρδων τοῖς συνήθεσιν ὄμβροις, πληροῖ τε αὐτῆς τοὺς αὔλακας ταῖς τῶν ὑετῶν χορη‐ γίαις. Τά τε γεννήματα αὐτῆς πληθύνων εὐλογήσει. Ἡ δὲ εὐφραίνεται, νεαροποιηθεῖσά τε ἀνατέλλει.
45Κἄπειτα πληρουμένη παντοίων καρπῶν, σπορίμων τε καὶ ἀκροδρύων στεφανοῦται, ὡς μὴ ἂν ὀκνῆσαι κατὰ τὸν τοῦ ἔαρος καιρὸν ἐστεφανῶσθαι λέγειν αὐ‐ τὴν, τά τε πεδία πληθύεσθαι πιότητος· καὶ μὴν καὶ τὰ ὄρεα τῆς ἐρήμου ἀνθεῖν, καὶ τοὺς βουνοὺς ἀγαλ‐

23

.

645

(50)

λίασιν περιζώννυσθαι· ἀλλὰ καὶ τοὺς κριοὺς τῶν προβάτων τοῖς ἑαυτῶν πόκοις ἐνδιδύσκεσθαι, αὐτάς τε τὰς κοιλάδας χώρας πολλάκις πληροῦσθαι σίτου, καὶ μονονουχὶ τῷ ἔργῳ βοᾷν καὶ τὸν Θεὸν δοξάζειν. Ταῦτα δὲ εἰ καὶ ὅτι μάλιστα αἰσθητῶς πληροῦται καθ’
55ἕκαστον ἔτος, ἀλλ’ ἡ σύμφρασις τῆς τοῦ παντὸς λόγου ἀκολουθίας ἐπὶ τὴν θεωρίαν ἡμᾶς ἀναπέμπουσα ἀπο‐
δέδεικται. Ὁμοῦ δὴ οὖν τὰ προλεχθέντα πάντα, λέγω646 in vol. 23

23

.

648

δὲ τὰ πεδία καὶ τὰ ὄρεα τῆς ἐρήμου, οἵ τε βουνοὶ καὶ οἱ κριοὶ τῶν προβάτων, καὶ πρὸς τούτοις αἱ ἀποδο‐ θεῖσαι κοιλάδες κατὰ τὴν ἀποδοθεῖσαν ἑρμηνείαν, κατά τε τὴν πρόχειρον διάνοιαν, μίαν ἀφήσειν φω‐ νὴν καὶ σύμφωνον μελῳδίαν τῷ Θεῷ εἴρηνται. Διὸ κατὰ πάντων ἀκούσῃ τό· «Κεκράξονται καὶ ὑμνήσουσιν.» ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ῼΔΗ ΨΑΛΜΟΥ. ΞΕʹ.
5 «Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ, ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν αἰνέσει αὐτοῦ.» Εὐαγγε‐ λικὸς ὑπάρχει καὶ ὁ παρὼν ψαλμὸς, τὴν τῶν ἐθνῶν περιέχων κλῆσιν. Ἤμελλε δὲ ἄρα οὐ καθ’ οὓς ᾔδετο χρόνους τέλους τυγχάνειν, ἀλλ’ ἐπὶ συντελείᾳ τῶν
10αἰώνων. Διὸ ἀναπέμπει τὴν τῶν δηλουμένων προφη‐ τείαν εἰς τὸ τέλος. Ἔστι δὲ ᾠδὴ ψαλμοῦ ἔμπαλιν· ἢ κατὰ τὸν πρὸ αὐτοῦ, ὡς ἐπεγέγραπτο, «Ψαλμὸς ᾠδῆς» ᾞδε γὰρ καὶ ἔψαλλε τὸ Πνεῦμα τὸ ἅγιον σὺν πολλῇ χαρᾷ διὰ τῆς ὑποδεξαμένης αὐτὸ προφητικῆς ψυχῆς
15ἐπὶ τοῖς δι’ αὐτοῦ θεσπιζομένοις ἀγαθοῖς, ἐφ’ οἷς καὶ πᾶσι τοῖς ἔθνεσι τοῖς τὴν σωτήριον χάριν ὑποδεξο‐ μένοις παρακελεύεται πράττειν τινὰ, ἅπερ ἀναγκαῖον ἐπιτελεῖν ἡμᾶς, οἷς ταῦτα προανεφωνεῖτο. Προστάτ‐ τει τοίνυν πάσῃ τῇ γῇ, τουτέστι τοῖς τὸ τῆς γῆς
20στοιχεῖον οἰκοῦσιν ἅπασι, μὴ τοῖς Μωϋσέως παραγγέλ‐ μασι καὶ τῷ βαρεῖ ζυγῷ τοῦ νόμου ἑαυτοὺς ὑποτάτ‐ τειν· μόνα δὲ τὰ διὰ τῶν μετὰ χεῖρας κελευόμενα ποιεῖν· καὶ πρῶτον μὲν ἀλαλάζειν τῷ Θεῷ, δεύτερον ψάλλειν τῷ ὀνόματι αὐτοῦ, τρίτον δόξαν διδόναι τῇ
25αἰνέσει αὐτοῦ· τέταρτον λέγειν τῷ Θεῷ· «Ὡς φοβερὰ τὰ ἔργα σου·» καί· «Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.» Τὸ μὲν οὖν πρῶ‐ τον δι’ ἐπιστήμης καὶ γνώσεως ἀληθοῦς ἐπιτελέσωμεν ἀλαλάζοντες τῷ Θεῷ, δίκην τῶν ἐν πολέμοις ἀνα‐
30φωνούντων καὶ ἀλαλαζόντων στρατιωτῶν, οἳ τῇ δυ‐ νάμει τῆς φωνῆς καταπληκτικοὺς καὶ φοβεροὺς ἑαυ‐ τοὺς τοῖς πολεμίοις ἐμφαίνουσιν. Ἐπεὶ τοίνυν τοὺς ἡμετέρους ἐχθροὺς, τοὺς πάλαι τὴν ψυχὴν ἡμῶν εἰς τὴν πολύθεον πλάνην ᾐχμαλωτικότας, ἐλαύνων καὶ
35πολεμῶν ὁ Σωτὴρ ἡμῶν, καὶ πάντας ἡμᾶς τοὺς αὐ‐ τοῦ στρατιώτας κατ’ αὐτῶν ὁπλίζει, εἰκότως διὰ τῶν πρὸς τὸν Θεὸν εὐχῶν ἀλαλάζειν κελευόμεθα· στενα‐ γμοῖς τε ἀλαλήτοις συμπράττειν τῇ νίκῃ τοῦ Βασι‐ λέως ἡμῶν. Γίνεται δὲ ὁ ἀλαλαγμὸς δι’ εὐχῶν, γίνεται
40καὶ διὰ θεολογίας, γίνεται δὲ καὶ δι’ ὑγιοῦς καὶ τε‐ τρανωμένης γνώσεως, γίνεται καὶ διὰ τῆς πνευματι‐ κῆς ἱερουργίας, ἣν ἐν ταῖς εὐχαριστίαις κατὰ τὰ μυστήρια τῆς Καινῆς Διαθήκης καθ’ ὅλης τῆς οἰκου‐ μένης ἐπιτελοῦμεν, ὁπηνίκα, τῆς θυσίας τοῦ Ἀμνοῦ
45τοῦ Θεοῦ τὴν ἀνάμνησιν ποιούμενοι, τὴν προφητείαν πληροῦμεν τὴν φάσκουσαν· «Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως καὶ ἀλαλαγμοῦ.» Διὸ καὶ ἕτερον λόγιον τὸν τούτων ἐπιστήμονα λαὸν μακαρίζει φάσκον· «Μακάριος ὁ λαὸς ὁ γινώσκων

23

.

648

(50)

ἀλαλαγμόν.» Τοῦτο δὴ οὖν πρῶτον ἀναγκαίως τὸ προφητικὸν Πνεῦμα πᾶσιν ἀνθρώποις πράττειν δια‐ κελεύεται φάσκον· «Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ.» Εἶτα δεύτερον ψάλλειν τῷ ὀνόματι αὐτοῦ προστάττει· ὃ καὶ αὐτὸ κατὰ πάντα τόπον εἴωθεν ὑφ’ ἡμῶν ἐπι‐
55τελεῖσθαι. Ἐπεὶ κατὰ πᾶσαν ἐκκλησίαν τοῦ Θεοῦ τὴν ἐν τοῖς ἔθνεσιν ἱδρυμένην, αὐτὰ δὴ ταῦτα μελῳδεῖσθαι καὶ ψάλλεσθαι, οὐχ Ἕλλησι μόνοις, ἀλλὰ
καὶ βαρβάροις παραδέδοται. Καὶ ἄλλως δὲ, νόμοις648 in vol. 23

23

.

649

ἀλληγορίας, τὸ σῶμα τὸ ἀνθρώπειον, ὥσπερ ὄργανον τῇ ψυχῇ δεδομένον, ψαλτήριον εἴωθεν ὀνομάζεσθαι· δι’ οὗ ὁ εἴσω ἄνθρωπος, ἀνακρουόμενος, ἐπιστημόνως τὰ μέλη καὶ τὰ αἰσθητήρια τῷ νόμῳ τοῦ Θεοῦ λέγοιτ’
5ἂν εἰκότως ψάλλειν. Τὰ μὲν οὖν τῆς γνώσεως καὶ διὰ τοῦ ἀλαλαγμοῦ αὐτὴ καθ’ ἑαυτὴν ἡ ψυχὴ κατώρθου· διὸ αὐτῷ τῷ Θεῷ ἠλάλαξε· τὰ δὲ τοῦ ψάλλειν διὰ τῆς τοῦ σώματος ἠθικῆς καὶ πρακτικῆς κινήσεως ἐνεργεῖ· διὸ λέλεκται· «Τῷ ὀνόματι αὐτοῦ.» Εὐφημίαν γὰρ
10τῷ τοῦ Θεοῦ ὀνόματι φέροι ἂν ἡ διὰ τῶν πράξεων τοῖς πολλοῖς θεωρουμένη κατόρθωσις. Καὶ τρίτον δὲ, πρόσταγμα πᾶσιν ἡμῖν τοῖς ἐξ ἐθνῶν τὸν Θεὸν ἐπε‐ γνωκόσι παρήγγελται, τὸ κελεῦον διδόναι δόξαν οὐ τῷ Θεῷ, ἀπήρκει γὰρ ἀλαλάζειν αὐτῷ· ἀλλ’ οὐδὲ τῷ
15ὀνόματι αὐτοῦ, τούτῳ γὰρ ψάλλειν ἐκελευόμεθα· τῇ δὲ αἰνέσει αὐτοῦ. Αἰνοῦντας γὰρ αὐτὸν προσήκει μὴ ταπεινῶς, μηδὲ ἀδόξως αἰνεῖν, σὺν πολλῇ δὲ τιμῇ καὶ δόξῃ. Πρὸς γὰρ τῇ κατὰ διάνοιαν ἐῤῥωμένῃ περὶ Θεοῦ γνώσει δι’ ὀργάνου κατορθουμένῃ προσήκει καὶ
20διὰ λόγων θείων αἴνους καὶ ὕμνους τοὺς εἰς τὸν Θεὸν περιεχόντων σὺν εὐλαβείᾳ καὶ σεβασμίῳ τιμῇ τὸ πρῶτον ἀποπληροῦν πρόσταγμα. Διὸ λέλεκται· «Δότε δόξαν αἰνέσει αὐτοῦ·» ἢ κατὰ τὸν Ἀκύλαν, «Δότε δό‐ ξαν ὑμνήσει αὐτοῦ·» ἢ κατὰ τὸν Σύμμαχον, «Τάξατε
25εἰς τιμὴν τὸν ὕμνον αὐτοῦ.» Ἔτι πρὸς τούτοις τὸ Πνεῦμα τὸ προφητικὸν παρακελεύεται πᾶσιν ἡμῖν τεθεωρημένως ἐνατενίζειν τοῖς ἔργοις τοῦ Θεοῦ, καὶ τὸν νοῦν ἐφιστᾷν, ὅπως φόβου καὶ ἐκπλήξεως γέμῃ τὸ τῆς σοφίας αὐτοῦ μεγαλουργήματα. «Ἐκ μεγέ‐
30θους γὰρ καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γε‐ νεσιουργὸς θεωρεῖται·» καί· «Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἤ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Ταῦτ’ οὖν θεωροῦντας, ὑπερεκπλήττεσθαι δεῖ, καὶ λέγειν τῷ
35Θεῷ· «Ὡς φοβερὰ τὰ ἔργα σου.» Ἀλλ’ ἡμῖν μὲν τοῖς ὑπὸ σοῦ πεφωτισμένοις ἔγνωσται καὶ κατείληπται τὰ ἔργα σου ὄντα φοβερά· οἱ δὲ ἐχθροί σου ἐν σκότῳ κα‐ λινδούμενοι, κἂν ἐθέλωσί ποτε περὶ τῶν σῶν ἔργων διεξιέναι, καὶ λόγους ὡς οἷόν τε φυσικοὺς ἀποδιδόναι,
40μακρὰν ἀποπίπτουσι τοῦ πλήθους τῆς σῆς δυνάμεως, οὐδὲν ὑγιὲς οὐδὲ ἀληθὲς ἔχοντες λέγειν. Διό φαμεν· «Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου. Διάψαλ‐
45μα.» Τὰ μὲν πρῶτα παραγγέλματα ἦν πάσῃ τῇ γῇ, δηλαδὴ πᾶσι τοῖς ἔθνεσι, προφητικῶς παρηγγελμένα· ἐπεὶ δὲ εὐχῆς ἦν χρεία εἰς τὸ δυνηθῆναι δι’ ἔργων ταῦτα χωρῆσαι, ἀναγκαίως τὸ θεῖον Πνεῦμα μετὰ τὰ πρῶτα πρὸς αὐτὸν ἐπιστρέφει τὸν Θεὸν, εὐχὴν ὑπὲρ

23

.

649

(50)

πάσης τῆς γῆς ἀναπέμπον. Διό φησι· «Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτω‐ σαν τῷ ὀνόματί σου.» Ἀντὶ δὲ τοῦ· «Πᾶσα ἡ γῆ,» ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν εἰπών· «Πάντες οἱ ἐπὶ γῆς·» λευκότερον δηλώσας, ὅτι μὴ Ἰουδαίοις
55τὸ παράγγελμα δέδοτο, ἀλλὰ πᾶσι τοῖς ἐπὶ γῆς ἀν‐ θρώποις. Μεγίστης γὰρ ἐδέοντο εὐχῆς, ὡς ἂν δυνάμει
Θεοῦ παράδοξος γένοιτό τις ἐν αὐτοῖς μεταβολὴ πρὸς650 in vol. 23

23

.

652

τὸ μηκέτι μὲν τῇ πολυθέῳ προσέχειν πλάνῃ, μόνον δὲ σέβειν ὃν δεῖ καὶ προσκυνεῖν, τὸν ἕνα καὶ μόνον καὶ προσκυνητὸν Θεὸν, ἐπιτελεῖν τε τὸ πρόσταγμα δι’ οὗ ἐλέγετο· «Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ.» Ἵν’
5οὖν ταῦτα γένηται, εὔχεται τὸ Πνεῦμα τὸ ἅγιον λέγον· «Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψα‐ λάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου.» «Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, φοβερὸς ἐν βουλαῖς παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Ὡς μα‐ κρὰν ἀφεστηκόσι τοῖς καλουμένοις τὸ θεῖον ὄνομα
10πλησίον ἔρχεσθαι προστάττει λέγον· «Δεῦτε.» Τοῦτο δὲ ὁ θεῖος Ἀπόστολος παρίστη εἰπών· «Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγύς.» Καλεῖ δὲ ὁ λόγος τὰ καθ’ ὅλης τῆς οἰκουμένης ἔθνη ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν, ἐπί τε
15τὴν θεωρίαν τῶν ἔργων αὐτοῦ. Μακρὰν γὰρ ἀφε‐ στῶτα τοῦ Θεοῦ οὔτε ἑώρα, οὔτε ἐγίνωσκε. Διό φησι· «Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ·» περὶ ὧν ἀνωτέρω ἐλέγετο· «Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου!» Ἀλλὰ πάλαι μὲν προσέταττε λέγειν·
20«Ὡς φοβερὰ τὰ ἔργα σου!» Ἐπειδὴ δὲ εἰκὸς ἦν ἀγνοεῖν τοὺς μακρὰν ἀφεστῶτας τίνα ἦν τὰ ἔργα τοῦ Θεοῦ, ἀκολούθως ἐνταῦθα πρὸς τοὺς αὐτοὺς φάσκει· «Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ·» ἰδόντες δὲ ταῦτα μαθήσεσθε, ὅτι φοβερός ἐστιν ἐν βουλαῖς ὑπὲρ
25τοὺς υἱοὺς τῶν ἀνθρώπων. Τρανώτερον τὴν διάνοιαν ἀπέδωκεν ὁ Σύμμαχος εἰπών· «Ἔλθετε καὶ ἴδετε πράξεις τοῦ Θεοῦ, φοβερὰ μηχανήματα ὑπὲρ υἱῶν ἀνθρώπων.» Πάντα γὰρ ὑπὲρ σωτηρίας τῶν υἱῶν τῶν ἀνθρώπων ἐμηχανήσατο. Εἶτα διδάσκει ὅσα
30πρότερον παρὰ τοῖς παλαιοῖς πεποιηκὼς ὁ Θεὸς ἱστο‐ ρεῖται. Τίνα δὲ ταῦτα, ἐπιλέγει ἑξῆς· «Ὁ μεταστρέ‐ φων τὴν θάλασσαν εἰς ξηράν· ἐν ποταμῷ διελεύ‐ σονται ποδί.» Κατὰ δὲ τὸν Σύμμαχον· «Μετέβαλε, φησὶ, τὴν θάλασσαν εἰς ξηράν· ποταμὸν διέβησαν
35ποδί.» Ταῦτα δὲ φέρεται ἐν τῇ τῆς ἱστορίας γραφῇ· ἃ δὴ ἀναγκαίως ὡς μὴ εἰδόσι τοῖς ἔθνεσιν ἀπαγγέλ‐ λεται, ὡς ἂν μάθοιεν, ὅτι καὶ ὁ πάλαι τοῦ Θεοῦ λαὸς ἦν ποτε Αἰγυπτίοις δεδουλωμένος, καὶ τῇ πλάνῃ τῆς Αἰγυπτιακῆς εἰδωλολατρείας ὑπηγμένος· ἀλλ’ εἴργα‐
40σται ὑπὲρ αὐτῶν ὁ Θεὸς μεγάλα καὶ φοβερὰ, πληγαῖς μὲν τοὺς Αἰγυπτίους θεηλάτοις μαστίξας, αὐτοὺς δὲ τῆς πικρᾶς δουλείας ἐλευθερώσας. Ταῦτα γὰρ ἦν τὰ φοβερὰ τοῦ Θεοῦ ἔργα, οὐ μόνα, ἀλλὰ καὶ ἐπὶ τῆς θαλάσσης τῆς Ἐρυθρᾶς· ἣν εἰς ξηρὰν μεταβαλὼν,
45διέσωσε μὲν τοὺς οἰκείους, τοὺς δὲ ἀσεβεῖς βυθῷ παρέδωκεν ἀπωλείας. Ταῦτα δὲ μανθάνοντες, ὦ οὗτοι, φησὶ, θαρσεῖτε, πιστεύοντες, ὅτι ὁ τὰ τοσαῦτα ἐργασάμενος ἐπὶ τῶν παλαιῶν οὐκ ἀδυνατήσει τὰ ὅμοια καὶ ἐφ’ ὑμῶν καταπράξασθαι. Διὸ «δεῦτε καὶ

23

.

652

(50)

ἴδετε τὰ ἔργα τοῦ Θεοῦ,» ὡς φοβερός ἐστιν «ἐν βου‐ λαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Μετέστρεψε γοῦν τὴν θάλασσαν εἰς ξηράν· καὶ ἐπὶ τοῦ Ἰορδάνου δὲ ποταμοῦ ἄλλα τινὰ φοβερὰ θαύματα εἰργάσατο, ὅτε διῆλθον τοῖς ποσὶν, ὑποσταλέντος τοῦ ποταμοῦ,
55οἱ ἀπὸ τῆς ἐρήμου παριόντες ἐπὶ τήνδε τὴν γῆν. Τούτοις δὴ οὖν αὐτοῖς ὑποδήμασι χρησάμενοι, θαρ‐
σεῖτε, ὡς καὶ τοὺς ὑμετέρους νοητοὺς Αἰγυπτίους,652 in vol. 23

23

.

653

δαίμονας πονηροὺς, τοὺς πάλαι καταδυναστεύοντας τῶν ὑμετέρων ψυχῶν, ἀπελάσει ὁ αὐτὸς Θεός. Κἂν κυμαίνῃ δὲ ἡ τῶν ἀνθρώπων θάλασσα, κἂν ὁ τῶν ἀθέων καὶ ἀσεβῶν βίος κλύδωνας καὶ κινδύνους
5ἐγείρῃ καθ’ ὑμῶν· θαρσεῖτε ὑμεῖς, ἐναργὲς ἔχοντες ὑπόδειγμα τὴν πάλαι στραφεῖσαν θάλασσαν εἰς ξηράν. Οὕτως γὰρ καὶ ὑμῖν ὁμαλή τις ἔσται, καὶ ἀπαρα‐ πόδιστος ἡ ἀπὸ τῆς πλάνης πρὸς τὴν ἀλήθειαν διά‐ βασις. Εἰ δὲ καὶ ποταμόν ποτε τὸν Ἰορδάνην παρα‐
10δόξως διῆλθον οἱ παλαιοὶ, ἀλλὰ καὶ ὑμεῖς ἐντεῦθεν ἤδη εὐαγγελίζεσθε, γινώσκοντες, ὅτι ἡμεῖς αὐτοὶ οἱ ταῦτα λέγοντες καὶ ὑμεῖς οἱ ἀκούοντες «ἐκεῖ εὐφραν‐ θησόμεθα ἐν αὐτῷ.» Ἐκεῖ, δηλαδὴ ἐν τῷ μνησθέντι ποταμῷ. Ἔσται γὰρ, ἔσται καιρὸς, καθ’ ὃν, ὥσπερ
15εἰς συμπόσιον παρασκευαζόμενοι, ἐπὶ λουτροῦ πα‐ λιγγενεσίας ἀπαντήσουσιν εἰς τὴν ἐν τῷ Ἰορδάνῃ ποταμῷ μυστικὴν ἀποκάθαρσιν οἱ τῆς Αἰγυπτιακῆς ἐλευθερούμενοι πλάνης. Σημαίνει δὲ διὰ τούτων ὁ λόγος τὸ λουτρὸν τῆς παλιγγενεσίας, ἀρξάμενον ἀπὸ
20τοῦ Ἰορδάνου ποταμοῦ, ὁπηνίκα ὁ Βαπτιστὴς Ἰωάννης ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας παρῄει, κηρύσσων βά‐ πτισμα μετανοίας, προσίετό τε πάντας Ἕλληνας καὶ Ἰουδαίους ἐπὶ τὴν ἐξομολόγησιν τῶν παραπτωμάτων· ὅτε καὶ αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐπιστὰς
25τὸν αὐτὸν κατηξίωσε ποταμὸν τῆς θεϊκῆς αὐτοῦ ἐπι‐ βάσεως. Διὸ ἐν τοῖς προκειμένοις λέλεκται· «Ἐκεῖ εὐφρανθησόμεθα ἐν αὐτῷ.» Ἔνθεν εἰκότως τὸ αὐτὸ προφητικὸν πνεῦμα διὰ Ἡσαΐου τὴν ἔρημον εὐαγγε‐ λιζόμενον καὶ αὐτοῦ μνήμην πεποίηται τοῦ Ἰορδάνου
30λέγον· «Εὐφράνθητι, ἔρημος διψῶσα· ἀλλ’ ἀγαλλιά‐ σθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον· καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου. Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα· παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ. Ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ
35Θεὸς ἡμῶν κρίσιν ἀνταποδέδωκεν· αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. Τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων· ὅτι ἐῤῥάγη ἐν τῇ ἐρήμῳ ὕδωρ, καὶ φάραγξ ἐν γῇ διψώσῃ.» Ταύτην
40διαλέλεκται ἐπὶ τοῦ παρόντος· «Ἐκεῖ εὐφρανθησό‐ μεθα ἐν αὐτῷ·» ἃ δὴ ἐπληροῦτο κατὰ τὴν τοῦ Σω‐ τῆρος ἡμῶν εἰς ἀνθρώπους θεοφάνειαν. Ἔνθεν εἰκό‐ τως ὁ παρὼν ψαλμὸς ἅπασι τοῖς ἔθνεσι προσφωνῶν ἔλεγε· «Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ·» καὶ
45πάλιν· «Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου!» Σφόδρα δὲ ἀκολούθως εἰπών· «Ἐκεῖ εὐφρανθησόμεθα ἐν αὐτῷ,» ἐπιφέρει· «Τῷ δεσπόζοντι ἐν τῇ δυνα‐ στείᾳ αὐτοῦ τοῦ αἰῶνος.» Νοήσεις δὲ καὶ τοῦτο αὐτοῦ λέγοντος ἀκούων τοῦ Σωτῆρος· «Ἐδόθη μοι

23

.

653

(50)

πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· πορεύοντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου.» Διὸ κατὰ μὲν τὸν Ἀκύλαν εἴρηται· «Τῷ ἐξουσιάζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ δι’ αἰῶνος.» Καὶ ἄλλως δὲ εὐφρανθησόμεθα ἐν αὐτῷ τῶν προειρημένων κατα‐
55ξιωθέντες. Πότε δὲ εὐφρανθησόμεθα, ἀλλ’ ἐπειδὰν ὁ μέλλων ἐπιστῇ αἰὼν, οὗ τὴν δεσποτείαν καὶ τὴν
ἐξουσίαν οὐδ’ ἕτερος ἕξει, ἢ μόνος αὐτὸς ὁ τὴν δυνα‐654 in vol. 23

23

.

656

στείαν παρὰ τοῦ Πατρὸς εἰληφώς; Νῦν μὲν γὰρ ἐν τῷ παρόντι αἰῶνι ἀρχαὶ πολλαὶ, καὶ ἐξουσίαι καὶ κυριότητες, καὶ πνευματικὰ πονηρίας καὶ κοσμο‐ κράτορες· τότε δὲ, ὅτε καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν, μόνος αὐτὸς ἐξουσιάσῃ τοῦ
5αἰῶνος, ἐν ᾧ ἐπαγγέλλεται ἡμῖν ὁ παρὼν λόγος τὴν εὐφροσύνην. «Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. Διάψαλ‐ μα.» Διὰ τῶν ἔμπροσθεν ἐπεσκιασμένως τὴν τῶν ἐθνῶν κλῆσιν αἰνιξάμενος, πᾶσαν τὴν γῆν ἐκάλει· οὐ μὴν
10σαφῶς τὰ ἔθνη· νυνὶ δὲ λευκότατα τῶν ἐθνῶν μέμνη‐ ται καὶ τῆς τοῦ Θεοῦ διαλλαγῆς. Ἐπὶ μὲν γὰρ τῶν ἁμαρτανόντων εἴρηται· «Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου·» καὶ πάλιν· «Ἵνα τί ἀποστρέφεις τὸ πρόσωπόν σου καὶ τὴν δεξιάν σου;»
15καὶ πάλιν· «Ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος.» Ἐπὶ δὲ τῶν ἀγαθὰς ἐλπί‐ δας ἐχόντων λέλεκται· «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν·» καὶ πάλιν· «Οἱ ὀφθαλμοί σου ἰδέτωσαν εὐθύτητας·» καὶ
20αὖθις· «Σημειωθήτω ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσ‐ ώπου σου, Κύριε.» Μεγάλαι τοίνυν ἐπαγγελίαι διὰ τῶν προκειμένων τοῖς ἔθνεσι δέδονται· ἤδη ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσι. Καὶ θέα ὅπως οὐδα‐ μοῦ τῶν προκειμένων Ἰουδαίων μέμνηται, δι’ ὅλου
25δὲ τοῖς ἔθνεσι τὰ χρηστὰ εὐαγγελίζεται. Ὁ μὲν οὖν φιλάνθρωπος τῶν ἐθνῶν Σωτὴρ τοὺς ὀφθαλμοὺς αὐ‐ τοῦ, τὰς ἐπισκοπικὰς δηλαδὴ δυνάμεις, ἐξήπλωσεν ἐπὶ πάντα τὰ ἔθνη. Φωτὸς δὲ ἀκτῖνες ἐκ τῶν ὀφθαλ‐ μῶν αὐτοῦ πεμπόμεναι τὰς χωρητικὰς αὐτῶν ψυχὰς
30καταλάμπουσιν. Ἐπεὶ δὲ ἤμελλον μὴ πάντες τὴν χάριν ὑποδέχεσθαι, παροργίζειν δὲ τὸ ὅσον ἐπ’ αὐτοῖς καὶ παραπικραίνειν τὴν τοσαύτην φιλανθρωπίαν, διὰ τὸ μὴ παραδέχεσθαι τὸ δῶρον, εἰκότως ἐπιλέλεκται· «Οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.»
35Σημαίνει δὲ διὰ τούτων καὶ τοὺς ἐν τοῖς ἔθνεσιν ἀπειθεῖς καὶ ἀνυποτάκτους τῷ εὐαγγελικῷ λόγῳ. Διὸ λέλεκται παρὰ τῷ Συμμάχῳ· «Οἱ ὀφθαλμοὶ αὐτοῦ τὰ ἔθνη ἐπισκοπεύουσι· οἱ ἀπειθεῖς μὴ ὑψούτω‐ σαν ἑαυτούς.» Σημαίνει δὲ καὶ ἄλλως τοὺς ἐκ πε‐
40ριτομῆς ἀθετήσαντας τὴν χάριν καὶ τὴν τοῦ Σωτῆρος κλῆσιν ὑπερφρονήσαντας· διὸ πρὸς αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον καὶ διὰ Ἡσαΐου ἀπετείνετο φῆσαν· «Ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε, καὶ οὐ μὴ ἴδητε.» Εἰκότως τοιγαροῦν ἐπιῤῥαπίζων
45αὐτοὺς ὁ παρὼν λόγος, εἰκῆ φυσιουμένους ἐπὶ τοῖς προγόνοις, καὶ μέγα φρονοῦντας ἐπὶ τῇ τῶν προπα‐ τόρων εὐδοκιμήσει, φησίν· «Οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.» Παύσασθε γὰρ, φησὶ, βρενθυνόμενοι καὶ εἰκῇ τυφούμενοι, ὦ οὗτοι, γνόντες,

23

.

656

(50)

ὅτι οὐ μᾶλλον ὑμῖν ἐπιβλέπει ὁ Θεὸς ἢ τοῖς λοιποῖς ἔθνεσιν. Οἱ γοῦν τῆς ἐπισκοπικῆς αὐτοῦ δυνάμεως ὀφθαλμοὶ, πάντων ἀνθρώπων πρόνοιαν ποιούμενοι, ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσι. Τί οὖν ὑμεῖς, ὥσπερ τι ἐξαίρετον κεκτημένοι, ὑψοῦσθε ἐν ἑαυτοῖς, καὶ ταῦτα
55ἄνδρες ὄντες ἀεὶ παραπικραίνοντες; Ὅτι δὲ αὐτοὺς
αἰνίττεται ὁ λόγος, σαφῶς παρίστησι τὸ Πνεῦμα διὰ656 in vol. 23

23

.

657

Ἰεζεκιὴλ λέγον· «Υἱὲ ἀνθρώπου, ἐξαποστελῶ σε ἐγὼ πρὸς τὸν οἶκον Ἰσραὴλ, τοὺς παραπικραίνοντας, οἵτινες παρεπίκρανάν με αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἕως τῆς σήμερον ἡμέρας·» καὶ ἑξῆς· «Ἐὰν ἄρα
5ἀκούσωσιν, ἢ πτοηθῶσιν, διότι οἶκος παραπικραι‐ νόντων ἐστί·» καὶ πάλιν· «Καὶ λαλήσω τοὺς λόγους μου πρὸς αὐτοὺς, ἐὰν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραινόντων ἐστί.» Καὶ ἐν ρεʹ δὲ ψαλμῷ λέλεκται· «Ὅτι παρεπίκραναν τὸ πνεῦμα
10αὐτοῦ·» καὶ πάλιν· «Πλεονάκις ἐῤῥύσατο αὐτούς· αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν.» Ναὶ μὴν καὶ Μωϋσῆς τὴν πικρίαν αὐτῶν παρίστησι λέγων· «Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας· ἡ στα‐
15φυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν.» Καὶ ἐν τῷ Ἱερεμίᾳ δὲ εἴρηται πρὸς τοὺς αὐτούς· «Πῶς ἐστράφη εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία;» Εἰκότως τοίνυν καὶ ἐνταῦθα παραπικραίνοντες ὠνο‐ μάσθησαν. Ἐκ παραλλήλου δὲ μνημονεύσας τῶν
20ἐθνῶν καὶ τῆς τούτων σωτηρίας ὁ λόγος, παράθεσιν τῶν ἐκ περιτομῆς πεποίηται εἰπών· «Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐ‐
25τοῦ.» Εὐαγγελικὸν εἶναι τὸν ψαλμὸν καὶ ἀρχόμενοι τοῦ λόγου τετηρήκαμεν· ὃ καὶ δι’ ὅλου τοῦ ὕφους τῆς προφητείας παρίσταται. Ἐκάλει μὲν γὰρ ἐν ἀρχῇ πᾶσαν τὴν γῆν· εἶτα ἐν τῷ μεταξὺ πλείονα διδάξας, σαφέστερον περὶ τῶν ἐθνῶν ποιεῖται προφητείαν λέ‐
30γων· «Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν.» Μετὰ δὴ οὖν τὴν τούτων διδασκαλίαν ἀκολούθως πᾶσι τοῖς ἔθνεσιν, ὡς ἂν ὠφελημένοις ἐκ τοῦ προμεμα‐ θηκέναι τὰ προλεχθέντα, εὐλογεῖν τῶν τοσούτων θαυμάτων τῶν τε φοβερῶν ἔργων ποιητὴν παρακε‐
35λεύεται λέγων· «Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν.» Μὴ γὰρ τοὺς ὑμετέρους, φησὶ, τοὺς πάλαι πεπλανη‐ μένως νομιζομένους θεοὺς, ἀλλὰ τὸν ἡμέτερον, ὃν ἐκ πατέρων ἡμεῖς ἐπεγραψάμεθα, τοῦτον γνόντες εἶναι τὸν ἀληθινὸν Θεόν. Νῦν γοῦν, εἰ καὶ μὴ πρότερον,
40καὶ ὑμεῖς εὐλογεῖτε. Εὐφημοῦντες δὲ αὐτὸν, καὶ εὐλογοῦντες ὡς μόνον ἀληθινὸν καὶ κοινὸν ἁπάντων ἡμῶν τε καὶ ὑμῶν Θεὸν, μὴ σεσιωπημένως, μηδὲ ἠρεμέᾳ τῇ φωνῇ τοῦτο πράττετε· σὺν πολλῇ δὲ παῤῥησίᾳ καὶ θάρσει, φωναῖς τε γεγωνοῖς καὶ
45βοαῖς χρήσασθε μεγάλαις· ὡς καὶ τοῖς ἀλλοτρίοις ἀκούεσθαι τὴν ἀναπεμπομένην εἰς Θεὸν ὑφ’ ὑμῶν αἴνεσιν· ὃ δὴ καὶ ὁ Σωτὴρ ἐδήλου λέγων· «Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ, καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύσσετε ἐπὶ τῶν δωμάτων.» Ταύτης οὖν

23

.

657

(50)

ἔχεται τῆς διανοίας τὸ φάσκον λόγιον· «Καὶ ἀκου‐ τίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ·» ἢ κατὰ τὸν Σύμμαχον· «Ἐξάκουστον ποιεῖτε τὴν φωνὴν τοῦ ὕμνου αὐτοῦ.» Θαυμάσαι δὲ ἔστι τοῦ λόγου τὸ ἀποτέλεσμα, ὅτε καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης, ἐν μέσαις
55ταῖς πόλεσι, ἔν τε κώμαις καὶ χώραις κατὰ πάσας
τὰς Ἐκκλησίας τοῦ Θεοῦ, οἱ τοῦ Χριστοῦ λαοὶ ἐξ ἁπάν‐658 in vol. 23

23

.

660

των τῶν ἐθνῶν συνειλεγμένοι, τοὺς ὕμνους καὶ τὰς ψαλμῳδίας, οὐκ ἐπὶ τοῖς πατρῴοις θεοῖς, οὐδὲ τοῖς θεομάχοις δαίμοσι, μόνῳ δὲ τῷ παρὰ τοῖς προ‐ φήταις θεολογουμένῳ μετὰ μεγάλης ἀναπέμπουσι
5βοῆς, ὡς καὶ τοῖς ἐκτὸς ἑστῶσιν ἐξάκουστον εἶναι τῶν ψαλλόντων τὴν φωνήν· ἔργῳ πληρουμένου τοῦ φά‐ σκοντος ἐνταῦθα λογίου· «Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐ‐ τοῦ.» Εἶθ’ ἑξῆς συνῆπται· «Τοῦ θεμένου τὴν ψυχήν
10μου εἰς ζωὴν, καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου.» Ἀντὶ δὲ τοῦ, «τὴν ψυχήν μου, τὴν ψυχὴν ἡμῶν,» οἱ λοιποὶ πάντες ἑρμηνευταὶ ἐκδεδώκασι· καὶ πάλιν ἀντὶ, «τοὺς πόδας μου, τοὺς πόδας ἡμῶν,» ὁμοίως οἱ πάντες ἡρμήνευσαν. Μὴ γὰρ ἐπὶ τοῖς παλαιοῖς, φη‐
15σὶ, μόνοις ἔργοις τοῦ Θεοῦ, ἃ διὰ τῶν ἔμπροσθεν ἐδη‐ λοῦτο, τὸν ὕμνον αὐτῷ καὶ τὰς αἰνέσεις ἀναπέμπετε· ἀλλὰ καὶ διὰ τὰς εἰς ἡμᾶς αὐτοὺς τοὺς ταῦτα λέγον‐ τας εὐεργεσίας. Ἐπειδὴ γὰρ τοὺς ἡμετέρους πόδας, πολλὰ δραμόντας, ὥστε πᾶσιν ὑμῖν τοῖς ἔθνεσι κηρύ‐
20ξαι τὸ σωτήριον Εὐαγγέλιον, ἐδυνάμωσεν, ἐφύλαξέ τε ἀδιατρέπτους ἐν τοῖς τοῦ βίου ῥεύμασι τὰ ἐμποδὼν κωλύματα περιελών· πολλῶν τε τῇ ψυχῇ ἡμῶν ἐπι‐ βουλευόντων, αὐτὸς ταύτης σωτὴρ καὶ φύλαξ ἐγένετο· καὶ τούτων αὐτῶν ἕνεκα «εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν
25ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐ‐ τοῦ.» Ταῦτα δὲ ἄντικρυς ἐκ προσώπου τῶν κηρύκων τοῦ Εὐαγγελίου προανεφωνεῖτο, ὧν τὸν δρόμον καὶ τῶν ποδῶν τὴν ἀρετὴν Ἡσαΐας, μᾶλλον δὲ τὸ Πνεῦμα τὸ ἅγιον δι’ αὐτοῦ ἀποθαυμάζον ἐβόα· «Ὡς ὡραῖοι οἱ
30πόδες τῶν εὐαγγελιζομένων ἀγαθὰ, τῶν εὐαγγελιζο‐ μένων εἰρήνην!» Ἐπεὶ τοίνυν, πολλὰ κεκμηκότες. καὶ τοὺς ἐκ τῶν ἀπίστων ἐθνῶν διωγμοὺς ὑπομεί‐ ναντες, δεσμά τε καὶ φυλακὰς καὶ παντοίας ἐπιβου‐ λὰς, ἀδιάτρεπτοι μεμενήκασιν· εἰκότως τὸν δυναμώ‐
35σαντα αὐτοὺς, καὶ τὴν μὲν ψυχὴν εἰς ζωὴν φυλάξαντα. ὡς μὴ ἐκπεσεῖν αὐτὴν εἰς τὸν τῆς ἁμαρτίας θάνα‐ τον, τοὺς δὲ πόδας αὐτῶν στεῤῥοὺς ἀπεργασάμενον πρὸς τὸ μὴ σάλον ὑπομεῖναι, μηδὲ ὄλισθον καὶ πτῶ‐ σιν, εὐλογεῖν πᾶσι τοῖς ἔθνεσι παρακελεύονται, ἐξά‐
40κουστόν γε ποιεῖν τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ, οὐκ ἐπὶ μόνοις τοῖς παλαιοῖς αὐτοῦ παραδόξοις καὶ φοβεροῖς ἔργοις, ἀλλὰ καὶ ἐπὶ τοῖς νέοις ἀγαθοῖς, ἐφ’ οἷς τὴν ψυχὴν τῶν ταῦτα λεγόντων ἔθετο εἰς ζωὴν, μὴ δοὺς εἰς σάλον τοὺς πόδας αὐτῶν. Διὸ κατὰ τὸν Σύμμαχον πληθυντικῶς εἴρηται· «Τοῦ τάξαντος τὴν ψυχὴν ἡμῶν εἰς ζωὴν, καὶ μὴ δόντος σφαλῆναι τοὺς πόδας ἡμῶν.
45 «Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.» Καὶ ταῦτα ἀκολούθως εἴρη‐ ται τοῖς ἔμπροσθεν. Ἐχρῆν γὰρ ἡμᾶς διδαχθῆναι, πῶς ὁ Θεὸς τὴν ψυχὴν ἔθετο εἰς ζωὴν τῶν ταῦτα φασκόν‐ των, καὶ πῶς τοὺς πόδας αὐτῶν οὐ παρέδωκεν εἰς σά‐

23

.

660

(50)

λον. Τί γὰρ παθόντες ἤμελλον οὐ τὸ σῶμα, ἀλλ’ αὐ‐ τὴν τὴν ψυχὴν ἀπολλύναι, τίνος δὲ γενομένου εἰς το‐ σοῦτον ἤλασαν κινδύνου, ὡς τοὺς πόδας μέλλειν σα‐ λεύεσθαι, κατὰ μέρος διεξέρχονται, εὐχαριστοῦντες ἅμα τῷ Θεῷ, καὶ διδασκαλίαν ποιούμενοι ὧν ὑπομε‐
55μενήκασι. Πρῶτον οὖν φασιν· «Ἐδοκίμασας ὑμᾶς, ὁ Θεός.» Καὶ πῶς ἐδοκίμασας; Ἑρμηνεύουσι λέγον‐
τες· «Ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.»660 in vol. 23

23

.

661

Φωναὶ δὲ αὗται, ὡς ἔφην, ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν τυγχάνουσι τοῦ Σωτῆρος, ὧν εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα. Εἶεν δ’ ἂν καὶ τῶν ἁγίων
5τοῦ Θεοῦ μαρτύρων, οἳ κατὰ μίμησιν τῶν πρώτων τοῦ Σωτῆρος ἡμῶν κηρύκων τὰ ἴσα πεπόνθασιν· ἐν οἷς τοὺς ὑπὲρ θεοσεβείας ἄθλους ἠγωνίσαντο. Φασὶν οὖν ἑρμηνεύοντες καὶ διασαφοῦντες, ὅπως τὴν ψυχὴν αὐτῶν ἔθετο εἰς ζωὴν, καὶ ὅπως τοὺς πόδας αὐτῶν
10οὐκ ἔδωκεν εἰς σάλον· «Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ὡς πυροῦται τὸ ἀργύριον.» Ἐπειδὴ γὰρ ἀπείρα‐ στος ἀνὴρ ἀδόκιμος, εἰκότως ἐγγυμνάζων τοῖς πει‐ ρασμοῖς παραδίδωσι τοὺς οἰκείους ὁ Θεός· οὐχ ἵνα αὐτὸς γνῷ ὁποῖοί τινές εἰσιν, ἀλλ’ ἵνα, αὐτοὶ πυρω‐
15θέντες λαμπρότεροι καὶ καθαρώτεροι ἀποτελεσθῶσιν. Ὥσπερ γὰρ ἐν ἀργύρῳ πολλάκις εὑρίσκεται ὕλης ἀλ‐ λοτρίας μίγμα, ὃ τέως μὲν λανθάνει πρὸ τῆς χωνείας, ἐν δὲ τῇ πυρώσει διελέγχεται καὶ διακρίνεται μένει τε λοιπὸν αὐτὸς καθαρὸς ὁ ἄργυρος, κρείττων καὶ
20λαμπρότερος γεγονὼς ἐκ τῆς καθάρσεως· τὸν αὐτὸν τρόπον καὶ οἱ τοῦ Θεοῦ ἄνδρες, ὅσον ἀλλότριον ἐν τῇ ἑαυτῶν ψυχῇ ἐκ τῆς περὶ τὴν σάρκα συμπλοκῆς ἐφειλκύσαντο, τοῦτο πᾶν ἐν τοῖς πειρασμοῖς, καὶ τοῖς κατ’ αὐτῶν ἐπανισταμένοις διωγμοῖς ἀπορύπτονται,
25πυρούμενοι καὶ καθαιρόμενοι διὰ τῆς τοιᾶσδε χωνείας, ὡς πᾶσαν ἀποβαλεῖν ἁμαρτίας κηλίδα, ἥν‐ τινά ποτε, ὡς ἄνθρωποι, ἔν τισιν ἐλαττώμασι γενό‐ μενοι προσεκτήσαντο. Ἐπὶ τούτοις οὖν εὐχαριστοῦν‐ τες, φασίν· «Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρω‐
30σας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον.» Οὐ γὰρ ὡς κα‐ λάμην, οὐδ’ ὡς χόρτον, οὐδ’ ὡς ἑτέραν εὔθραυστον ὕλην ἐπύρωσας ἡμᾶς, ἀλλ’ ὡς ἀργύριον, τὸ ἀπὸ τῆς πυρώσεως καθαρώτερον γιγνόμενον. Πῶς δὲ ἐπυρώ‐ θησαν ὑφηγοῦνται λέγοντες· «Εἰσήγαγες ἡμᾶς εἰς
35τὴν παγίδα·» κατὰ δὲ τὸν Ἀκύλαν, «Εἰσήγαγες ἡμᾶς, φασὶν, ἐν ὀχυρώματι·» κατὰ δὲ τὸν Σύμμα‐ χον, «Εἰσήγαγες ἡμᾶς ἐντὸς πολιορκίας·» κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν· «Εἰσήγαγες ἡμᾶς εἰς περιο‐ χήν.» Δηλοῖ δὲ διὰ τούτων ὁ λόγος εἱρκτὰς καὶ φυλα‐
40κὰς καὶ δεσμωτήρια, ἐν οἷς πρὸ τοῦ θανάτου κατά‐ κλειστοι γίγνονται οἱ τοῦ Θεοῦ μάρτυρες· ἃ δὴ πα‐ γίδι ἔοικεν, εἴσω αὐτῆς ἀπολαβούσῃ τὸ τεθηρευμένον. Ταύτης δὲ τῆς παγίδος μέμνηνται καὶ ἀλλαχοῦ οἱ αὐ‐ τοὶ φάσκοντες· «Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύ‐
45σθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συν‐ ετρίβη καὶ ἡμεῖς ἐῤῥύσθημεν.» Πρῶτον μὲν οὖν εἰς τὴν παγίδα οἱ πυρούμενοι εἰσάγονται, ἢ εἰς τὸ ὀχύ‐ ρωμα, ἢ εἰς τὴν περιοχὴν, ἢ εἰς τὴν πολιορκίαν· εἶτα δεύτερον ἆθλον ἀγωνίζονται, ὃν διασαφοῦσι λέγοντες·

23

.

661

(50)

«Ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν.» Κατὰ δὲ τὸν Ἀκύλαν φασίν· «Ἔθηκας τρισμὸν ἐν τῷ νώτῳ ἡμῶν·» κατὰ δὲ τὸν Σύμμαχον· «Ἔθηκας κύκλωσιν τῇ ὀσφύϊ ἡμῶν.» Δηλοῦσι δὲ διὰ τούτων τὰς κατὰ τοῦ σώματος πληγὰς, ἃς ἐδήλου σαφέστερον ὁ Ἀπόστολος λέγων·
55«Τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, ὑπὸ Ἰουδαίων τεσσαράκοντα παρὰ μίαν ἔλαβον.» Μετὰ δὲ τὰς εἱρ‐
κτὰς καὶ τὰς κατὰ τῶν νώτων ἢ κατὰ τῶν ὀσφύων662 in vol. 23

23

.

664

πληγάς· «Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν.» Καὶ τοῦτο δὲ νοήσεις, ὁρῶν κατὰ τοὺς τῶν διωγμῶν καιροὺς ἐπεμβαίνοντας τοὺς ἀθέους καὶ ἀσε‐ βεῖς ἄνδρας καὶ κατεπαιρομένους τῶν τῆς θεοσεβείας
5ἀθλητῶν, τοὺς δὲ ταπεινουμένους καὶ τὰ πρόσωπα συνεσταλμένους ἐπὶ ταῖς τῶν ἀθέων βλασφημίαις τε καὶ μεγαλαυχίαις. Ἤδη δὲ πολλάκις καὶ κατὰ κόρης ἔτυψαν παίοντες πληγαῖς τὰς τῶν ἀθλητῶν τοῦ Θεοῦ κεφαλάς. Ἀλλὰ ταῦτα πάντα, φασὶν οἱ τοῦ Θεοῦ μάρ‐
10τυρες, σὺ ἡμῖν ἐπήγαγες, ὁ Θεός. Μὴ γάρ σου βουλο‐ μένου, οὐκ ἄν τι τοιοῦτον καθ’ ἡμῶν ἐτολμᾶτο· συγ‐ χωροῦντος δέ σου, ταῦτ’ ἐγίνετο. Διό φασι πρὸς αὐ‐ τόν· «Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα.» Σὺ γὰρ ἦσθα ὁ κατακλείστους ἡμᾶς ποιῶν, συγχωρῶν δὲ ταῦτα γί‐
15νεσθαι. Καὶ σὺ ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. Οὐ γὰρ ἂν ταῦτα καθ’ ἡμῶν ἐτολμᾶτο, εἰ τῇ σαυτοῦ χειρὶ σκεπάσας ἐφύλαττες. Σὺ δὲ καὶ τοὺς ἀθέους ἀνθρώ‐ πους ἐπεβίβασας ἐπὶ τὰς κεφαλὰς ἡμῶν. Ἤδη δὲ πρὸς τούτοις εἰς ἔσχατα κακῶν ἤλθομεν, οἱ μὲν τὸν διὰ
20πυρὸς ὑπομείναντες θάνατον, οἱ δὲ τὸν δι’ ὕδατος. Σίδηρος μὲν γὰρ καὶ αἱ διὰ σιδήρου κολάσεις, οἵ τε ἄλλοι θάνατοι, οὓς οἱ πλείους ἡμῶν ὑπομεμενήκασι, τὸ μηθὲν ἐνομίσθησαν παραθέσει τῶν χειρόνων. Διὸ ἐκεῖνα μὲν σεσιωπήκαμεν· ἐπεὶ δὲ, ὡς ἐν δεινοῖς, οὐ‐
25δὲν χεῖρον τοῦ διὰ πυρὸς θανάτου καὶ τοῦ δι’ ὕδατος νενόμισται, ταῦτα δὲ αὐτά φαμεν ὑπομεμενηκέναι. Τινὲς μὲν γὰρ ἡμῶν ὑποβρύχιοι θαλάττῃ καὶ ποτα‐ μοῖς παρεδόθησαν· οἱ δὲ τὴν διὰ πυρὸς τιμωρίαν ὑπέ‐ στησαν. Διὰ τοσούτων οὖν ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς,
30καὶ διὰ τούτων ἁπάντων ἐπύρωσας ἡμᾶς, ὡς πυροῦ‐ ται τὸ ἀργύριον. Ἀλλὰ ταῦτα πάντα ἐπαγαγὼν ἡμῖν, πάλιν σὺ αὐ‐ τὸς ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Οὐ γὰρ ἡμῶν ἦν τὸ ὑπομεῖναι καὶ διαφυγεῖν τὰ τοσαῦτα, ἀλλὰ σοῦ τοῦ
35μεγάλου Σωτῆρος· ὡς γὰρ εἰσήγαγες εἰς τὴν παγίδα, οὕτω καὶ ἐξήγαγες εἰς ἀναψυχήν. Ἐπειδὴ μὴ παρά‐ μονα εἴασας ἡμῶν τὰ σκυθρωπὰ, μηδὲ εἰς ἄπειρον παρέτεινας τὴν θλίψιν, μηδὲ εἰς μακρὸν χρόνον συν‐ εχώρησας ἐπιβῆναι ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν·
40ἀλλ’ οὐδὲ ἐν τῷ πυρὶ γενόμενοι ἐνυπεμείναμεν, οὐδὲ ἐν τῷ ὕδατι ἐμβληθέντες κατεπόθημεν· καὶ τοῦτο δὲ διήλθομεν· διὸ λέλεκται· «Διήλθομεν διὰ πυρὸς, καὶ τὸν βυθὸν τῶν ὑδάτων διεξήλθομεν·» διὸ καὶ, «δι’ ὕδατος,» εἴρηται. Καὶ δὴ ἐπὶ τούτοις ἅπασιν ἐγγυ‐
45μνάσας ἡμᾶς καὶ τῆς ὑπομονῆς ἡμῶν καὶ τῆς καρτε‐ ρίας τὴν δοκιμὴν λαβὼν ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν· ἢ κατὰ τὸν Σύμμαχον, «εἰς εὐρυχωρίαν.» Καὶ τοῦτο δὲ ἐπληροῦτο διαφόρως· ἑνὸς γὰρ ὄντος τοῦ τῶν θεο‐ σεβῶν σώματος, καὶ τῶν μὲν τάδε πεπονθότων, τῶν

23

.

664

(50)

δὲ ὑπομεινάντων τιμωρίαν, τῶν δὲ τῇ τῶν ὑπαρχόν‐ των ζημίᾳ μόνῃ δοκιμασθέντων, τῶν δὲ διὰ φυγῆς καὶ τῆς τῶν οἰκείων ἀναχωρήσεως ἐγγυμνασθέντων, οὐκ εἰς μακρὸν τὸ πάντων τέλος τοῖς πᾶσιν αἴσιον ἀπήντα. Οἱ μὲν γὰρ τοῦ Θεοῦ μάρτυρες διὰ τοῦ θα‐
55νάτου τελειωθέντες, τὴν ἀληθῶς ἀναψυχὴν εὕραντο, ὡς δύνασθαι φάναι· «Ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε· ὅτι
ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου,» καὶ τὰ ἑξῆς.664 in vol. 23

23

.

665

Ἀδελφὰ γὰρ ἂν εἴη ταῦτα τῶν διὰ τῶν μετὰ χεῖρας φασκόντων· «Τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν, καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου·» καὶ πά‐ λιν· «Καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Οἱ δὲ ἐν τῷ
5βίῳ πεφυλαγμένοι καὶ τὴν τοῦ διωγμοῦ πυρκαϊὰν ἀποσβεσθεῖσαν τεθεαμένοι, ἐν εἰρήνῃ φαιδρᾷ κατα‐ στάντες, τῆς ἀναψυχῆς ἔτυχον, καὶ εἰς εὔδιον λιμένα καταντήσαντες, καὶ τῆς μετὰ τοῦ διωγμοῦ εὐφροσύ‐ νης ἀπολαύσαντες. Νοήσεις δὲ ὅπως εἴρηται ἐνταῦθα
10τό· «Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν,» παραθεὶς τὸ ἐν ἑτέρῳ εἰρημένον· «Καὶ νῦν ὕψωσε κεφαλήν μου ἐπὶ ἐχθρούς μου. Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ σου θυσίαν ἀλαλαγμοῦ.» Ὥσπερ γὰρ κα‐ τὰ τοὺς τῶν διωγμῶν καιροὺς ἐπανίστησιν ὁ Θεὸς
15ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, οὕτω μετὰ ταῦτα, ὅτε ἐξήγαγεν ἡμᾶς εἰς ἀναψυχὴν, ὑψοῖ τὰς κεφαλὰς ἡμῶν ἐπὶ τοὺς ἐχθροὺς ἡμῶν. Καὶ τοῦτο προφητικῶς ἐδήλου ὁ φήσας· «Καὶ νῦν ὕψωσε κεφαλήν μου ἐπὶ ἐχθρούς μου. Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλο‐
20καυτώμασιν.» Οἱ μὲν γὰρ ἅγιοι τοῦ Θεοῦ μάρτυρες μετὰ τοὺς μεγάλους ἄθλους, οὓς ὑπομεμενήκασι, διὰ πυρὸς καὶ ὕδατος διελθόντες, εἰς ἀναψυχὴν παρελή‐ φθησαν. Εἶτα τὸν ἐπουράνιον τοῦ Θεοῦ οἶκον τὸν ἀλη‐ θινὸν ἀπολαβόντες, φασίν· «Εἰσελεύσομαι εἰς τὸν
25οἶκόν σου ἐν ὁλοκαυτώμασι.» Ὡς γὰρ διὰ πυρὸς καὶ ὕδατος διελθόντες, τὰ ἑαυτῶν ὁλοκαυτώματα, ἐν οἷς ἐμαρτύρησαν, δίκην θυσίας τῷ ἑαυτῶν προσφέρουσι Θεῷ, πολλῇ παῤῥησίᾳ χρώμενοι ἐφ’ αἷς ηὔξαντο εὐ‐ χαῖς. Ηὔξαντο δὲ ἀγωνίσασθαι, καὶ ταύτην ἐποιήσαντο
30τὴν ἐπαγγελίαν, τὸ μέχρι θανάτου ὑπὲρ εὐσεβείας ἀθλῆσαι. Ὡς οὖν κατωρθωκότες ἅπερ ηὔξαντο, φασίν· «Ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου· καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου.» Κατ’ αὐτὰς γὰρ τὰς θλίψεις, περὶ ὧν ἀνωτέρω ἔλε‐
35γον· «Ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν,» τὴν πρὸς τὸν Θεὸν ἀγάπην τελείαν καὶ ὁλόκληρον ἐνδεικνύμενοι, εὐχὰς ἐτίθεντο καὶ ἐπαγγελίας ἐποιοῦντο μέχρι θανά‐ του ἐνστῆναι, μονονουχὶ ὁμοίως τῷ Παύλῳ λέγοντες· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλί‐
40ψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος;» καί· «Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χρι‐ στῷ Ἰησοῦ.» Ταύτας οὖν φησι τὰς εὐχὰς ἀποδεδωκέ‐
45ναι τῷ Θεῷ, ἃς διέστειλε τὰ χείλη αὐτῶν, καὶ ἐλάλησε τὸ στόμα αὐτῶν ἐν τῇ θλίψει αὐτῶν. Καὶ τοιαῦτά γε ἦν «τὰ ὁλοκαυτώματα» αὐτῶν «μεμυαλωμένα» ἀλη‐ θῶς. Αἱ γοῦν ψυχαὶ αὐτῶν, φέρουσαι τὸ πῖον καὶ δυνατὸν τῆς πίστεως, εἶπον ἂν τὸ ἐν ἑτέρῳ λελε‐

23

.

665

(50)

γμένον· «Ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.» Οὕτω γοῦν «μεμυαλωμένα» λέγεται τὰ εὐτρα‐ φῆ καὶ πίονα καὶ λιπαρά. Τοιαῦται δὲ τυγχάνουσιν αἱ τῶν ἀθλητῶν τοῦ Θεοῦ ψυχαὶ, ἐκ τῶν θείων καὶ λο‐
55γικῶν τροφῶν «μεμυαλωμέναι,» καὶ μηδὲν ὑποκεί‐ μενον ἔχουσαι, μηδὲ ἀσθενές· διό φασιν· «Ὁλοκαυτώ‐
ματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος.»666 in vol. 23

23

.

668

Νοήσεις δὲ καὶ τὸ θυμίαμα ἀπὸ τῆς λεγούσης φωνῆς· «Γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου.» Αὗται μὲν οὖν αἱ ψυχαὶ, τῷ πνευματικῷ πυρὶ καθαρ‐ θεῖσαι, ὁλοκαυτώματα γεγόνασιν, ἢ δίκην ἱερείων
5αὗται τὰ ἑαυτῶν ὀνόματα, ὡς ἂν διὰ πυρὸς τελειω‐ θέντα, ὁλοκαυτώματα προσηνέγκαντο. Αἱ δὲ προσευ‐ χαὶ αὐτῶν εἶεν ἂν τὰ θυμιάματα. Ἐπεὶ δὲ κριοὺς καὶ βόας μετὰ χιμάρων ἀνοίσειν ἐπαγγέλλονται, ἐπιστή‐ σεις ὅπως εἴρηται καὶ ταῦτα ἐκ προσώπου τῶν ἀπο‐
10στόλων τοῦ Σωτῆρος, τοὺς ὑπ’ αὐτῶν προηγμένους χιμάρους καὶ βόας καὶ κριοὺς νοήσας. Πρῶτοι μὲν γὰρ μάρτυρες αὐτοὶ τοῦ Θεοῦ γεγόνασιν· εἶτα μιμη‐ τὰς ἑαυτῶν καὶ ζηλωτὰς μυρίους ἄλλους κατεστήσαν‐ το, οὓς ὥσπερ οἰκεῖα γεώργια τῷ Θεῷ προσφέρουσι.
15Κριοὺς μὲν τοὺς ἄρχοντας τῶν Ἐκκλησιῶν, περὶ ὧν καὶ ἐν τῷ πρὸ τούτου ψαλμῷ ἐλέγετο· «Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων·» οὓς ὥσπερ ποιμνίων ἡγουμέ‐ νους αὐτοὶ κατέστησαν· βόας δὲ τὰς ἐν τῇ Ἐκκλη‐ σίᾳ ἀγελαζομένας ψυχάς· «Μὴ γὰρ τῶν βοῶν, φησὶ,
20μέλει τῷ Θεῷ;» ἢ δι’ ἡμᾶς πάντως λέγει· χίμαροι δὲ οἱ ἀρτιγενεῖς καὶ τῷ καιρῷ τοῦ χειμῶνος γεγενη‐ μένοι εἶεν ἄν. Διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, «καὶ ἔρημοι,» ὡς τὸν τοῦ διωγμοῦ καιρὸν ἐκφυγόντες, ὠνομάσθησαν. Καὶ τούτους τοιγαροῦν ὡς ἂν νεογνοὺς
25καὶ ὑπ’ αὐτῶν προηγμένους τῷ Θεῷ προσάγουσιν ἕκαστος ἐφ’ οἷς προηγάγετο σεμνυνόμενος. Ταῦτα μὲν οὖν πνευματικῶς καὶ πρεπόντως τῇ τῶν θεοπνού‐ στων Γραφῶν ἐπαγγελίᾳ τεθεώρηται ἡμῖν. Καὶ πρέπει γε ὄντως ἀκούειν τῶν προκειμένων, ἢ κατὰ τὰς Ἰου‐
30δαίων ταπεινὰς μυθολογίας ὁλοκαυτώμασι χαίρειν τὸν Θεὸν, ἢ θυμιάμασιν αἰσθητοῖς, ἢ κριῶν καὶ βοῶν καὶ χιμάρων αἵμασιν ὑπονοούντων. Ἃ δὴ πάντα διὰ τοῦ προφήτου αὐτὸς ὁ Θεὸς παραιτεῖται λέγων· «Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος· πλήρης εἰμὶ
35ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἵματα ταύρων καὶ τράγων οὐ βούλομαι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» Καὶ ἄλλως γ’ ἂν εἴη ταῦ‐ τα ἐναντία τοῖς ἔμπροσθεν κατὰ τὸν μθʹ ψαλμὸν λε‐ λεγμένοις, ἐν οἷς ἐκ προσώπου τοῦ Θεοῦ ἐλέγετο· «Οὐκ
40ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε·» καί· «Οὐ λήψομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους· ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες·» καὶ ἑξῆς· «Μὴ φά‐ γομαι κρέα ταύρων, ἢ αἷμα κριῶν πίομαι;» Πῶς γὰρ
45ἐκείνοις σύμφωνα ἂν εἴη τὰ ὡς περὶ ὁλοκαυτωμάτων καὶ κριῶν καὶ βοῶν καὶ χιμάρων ἐνταῦθα λελεγμένα; Καὶ μὴν αὐτὸς ὁ Δαυῒδ διὰ τῶν ἔμπροσθεν ἐξομολο‐ γούμενος ἔλεγεν· «Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.» Καὶ πάλιν ἐν

23

.

668

(50)

ἑτέρῳ· «Θυσίαν καὶ προσφορὰν οὐκ ἐθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας.» «Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι, πάντες οἱ φοβού‐ μενοι τὸν Θεὸν, ὅσα ἐποίησε τῇ ψυχῇ μου.» Οἱ αὐτοὶ
55καὶ ἐν τοῖς ἔμπροσθεν ἔλεγον· «Δεῦτε καὶ ἴδετε τὰ668 in vol. 23

23

.

669

ἔργα τοῦ Θεοῦ, φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων·» καὶ ταῦτα ἔλεγον τοῖς ἔθνεσι. Καὶ νῦν οὖν πάλιν οἱ αὐτοὶ αὐτοῖς τοῖς προσφωνοῦσι φάσκοντες· «Δεῦτε καὶ ἀκούσατε, καὶ διηγήσομαι.» Τίνες δὲ δεῦ‐
5τε; ἐπιλέγει ἑξῆς· «Πάντες οἱ φοβούμενοι τὸν Θεόν·» οὓς ἀνωτέρω ποτὲ μὲν πᾶσαν τὴν γῆν ὠνόμαζον, ποτὲ δὲ πάντα τὰ ἔθνη. Τοὺς αὐτοὺς γὰρ καὶ ἐπὶ τοῦ παρόντος δηλοῦσι φοβουμένους τὸν Θεὸν ἀποκαλοῦντες. Πολλάκις δὲ καὶ ἐν ἑτέροις ἀπεδείξαμεν, ὡς τοὺς ἐξ
10ἐθνῶν θεοσεβοῦντας φοβουμένους τὸν Κύριον καλεῖν εἴωθεν ὁ Λόγος. Ἐπεὶ τοίνυν μνείας δεῖται τὸ κήρυγμα τὸ ἀποστολικὸν, ἀναγκαίως ἐπαγγέλλονται τὴν ἑρμη‐ νείαν παραδώσειν τοῖς ἔθνεσι λέγοντες· «Δεῦτε, ἀκού‐ σατε, καὶ διηγήσομαι·» Λέγουσι δὲ ταῦτα ὡς ἐξ ἑνὸς
15στόματος διὰ τὴν τελείωσιν· οἱ γὰρ πάντες ἓν γεγό‐ νασι τελειωθέντες ἐν Κυρίῳ. Καὶ ταῦτα θεσπίζει τὸ Πνεῦμα τὸ ἅγιον ὡς ἐξ ἑνὸς χοροῦ τοῦ ἀποστολικοῦ τοῖς ἔθνεσι προσφωνοῦν, ἐπαγγελλόμενόν τε διερμηνεύειν, ὅσα ἐποίησεν ὁ Θεὸς τῇ ψυχῇ αὐτῶν. Πάλαι μὲν οὖν
20ἔλεγον· «Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ὡς μετέ‐ στρεψέ ποτε τὴν θάλασσαν εἰς ξηρὰν, καὶ ὡς ἐν ποτα‐ μῷ διῆλθον ποδί.» Νυνὶ δὲ οὐκέτι τὰ παλαιὰ, ἀλλὰ τὰ τῆς νέας καὶ καινῆς ἱστορίας παραδεδώκασι, τὰς ἑαυ‐ τῶν πράξεις ὑφηγούμενοι, καὶ τὰς εἰς αὐτοὺς ὑπὸ
25τοῦ Θεοῦ γενομένας εὐεργεσίας. Διό φασιν· «Ὅσα ἐποίησε τῇ ψυχῇ μου·» εἶτα διηγοῦνται τὴν ἐπαγγε‐ λίαν πληροῦντες. Τίς δὲ ἡ διήγησις; «Πρὸς αὐτὸν, φησὶ, τῷ στόματί μου ἐκέκραξα, καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου.» Ἐπειδὴ γὰρ τὰς εἰς αὐτοὺς εὐερ‐
30γεσίας τοῦ Θεοῦ κατηριθμήσαντο, ὡς ἐπυρώθησαν, ὡς ἐδοκιμάσθησαν, ὡς εἰσῆλθον εἰς τὰς θλίψεις, ὡς ὑπέμειναν, ὡς διῆλθον διὰ πυρὸς καὶ ὕδατος, ὡς ἐξῆλ‐ θον εἰς ἀναψυχήν· ὅτι μὴ ἀργῶς ταῦτα αὐτοῖς πάντα, ἡ θεία δεδώρηται χάρις· ἀλλὰ γὰρ αὐτῶν τὰ μεγάλα
35συμβαλλομένων εἰς τὸ μαρτύριον διδάσκουσιν ἀναγκαί‐ ως. Πρῶτον μὲν γὰρ, φασὶν, οὐδέποτε ἀνεχωροῦμεν εὐχόμενοι καὶ βοῶντες πρὸς αὐτόν. Ἐβοῶμεν δὲ οὐ κραυγῇ καὶ φωνῇ γεγωνῷ, ἀλλ’ «ὑπὸ τὴν γλῶσσαν» εἴσω συνέχοντες αὐτῶν τὰς βοάς· ᾔδειμεν γὰρ, ὅτι καὶ
40σιωπώντων ἀκούει ὁ Θεὸς, καί εἰσι κραυγαὶ ψυχῆς οὐ διὰ γλώττης προφερόμεναι, ἀῤῥήτῳ δὲ δυνάμει πρὸς τὸν Θεὸν ἀναπεμπόμεναι. Καὶ τοῦτό ἐστιν ὃ ἐδίδαξεν ὁ Σωτὴρ εἰπών· «Εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλεῖ‐ σον τὴν θύραν σου, καὶ πρόσευξαι· καὶ ὁ Πατήρ σου
45ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι.» Οὕτως οὖν καὶ ἐνταῦθά φασιν, ὅτι «Πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου·» κατὰ δὲ τὸν Σύμμαχον, «Αὐτὸν, φασὶ, τῷ στόματί μου ἐπε‐ καλεσάμην, καὶ ὑψώθη παραχρῆμα ἡ γλῶσσά μου.»

23

.

669

(50)

Ἀλλ’ οὐ μόνον ταῖς εὐχαῖς ἐσχολάζομεν καὶ ταῖς πρὸς τὸν Θεὸν δεήσεσι καὶ ἱκετηρίαις· ἀλλὰ καὶ ἔργοις αὐ‐ τοῖς ἀπεστρεφόμεθα μὲν πᾶσαν ἀδικίαν, ὡς μηδὲ ἐμ‐ βλέπειν αὐτῇ ἐθέλειν, ἢ καὶ τῷ νῷ ἐνθυμεῖσθαί τι ἄδι‐ κον. Εἰ γάρ τι τοιοῦτον ἐνενοοῦμεν, οὐδ’ εἰσακούεσθαι
55ἄξιοι ἂν ἦμεν· διό φασιν· «Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω Κύριος.» Ἐπεὶ τοίνυν
καὶ τὴν διάνοιαν τοιαύτην εἶχε καὶ τὰς εὐχὰς τοιαύ‐670 in vol. 23

23

.

672

τας ἀνέπεμπεν, εἰκότως φησί· «Διὰ τοῦτο εἰσήκου‐ σεν ὁ Θεὸς καὶ προσέσχε τῇ φωνῇ τῆς δεήσεώς μου.» Καὶ ταῦτα ἦν τὰ αἴτια δι’ ἃ ἐξήγαγεν ἡμᾶς εἰς ἀνα‐ ψυχὴν μετὰ τοὺς τοσούτους πειρασμούς. Ἐφ’ οἷς ἅπα‐
5σι τὸν ὀφειλόμενον εὐχαριστήριον ὕμνον ἀναπέμπον‐ τες τῷ Θεῷ, ἐπισφράγισμα τοῦ παντὸς ποιοῦνται λό‐ γου φάσκοντες· «Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἀπέστρε‐ ψε τὴν προσευχήν μου, καὶ τὸ ἔλεος αὐτοῦ ἀπ’ ἐμοῦ.» Ταῦτα δὲ πάντα ὁ χορὸς ὁ ἀποστολικὸς ἐξ ἑνὸς προσ‐
10ώπου μετὰ πάντας τοὺς προλεχθέντας λόγους ἐπ‐ εσφραγίσατο, εὐλογίαν καὶ δοξολογίαν καὶ εὐχαριστίαν ἐπὶ πᾶσι τοῖς προλεχθεῖσιν ἀναπέμπων τῷ Θεῷ. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ ΥΜΝΟΙΣ ΨΑΛΜΟΣ ῼΔΗΣ, Ξϛʹ.
15 «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπι‐ φάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐλεήσαι ἡμᾶς.» Καὶ ὁ παρὼν ψαλμὸς εὐαγγελικὸς ὢν, τῆς αὐτῆς ἔχε‐ ται τῷ πρὸ αὐτοῦ διανοίας· διόπερ «εἰς τὸ τέλος» παραπέμπει καὶ αὐτὸς, «ᾠδή» τε «ψαλμοῦ» ἐπιγέ‐
20γραπται· ἐπεὶ κἀκεῖνος ψαλμὸς ᾠδῆς ἐλέγετε εἶναι. Μήποτε δὲ τὸ τίνος εἶεν λόγοι οὐδέτερος αὐτῶν ἐν τῇ προγραφῇ παρίστησι διὰ τὸ ἐναργὲς τῶν προφητικῶς εἰσηγμένων ἐν αὐτοῖς προσώπων. Οἱ κήρυκες γοῦν τῶν ἐθνῶν, οἱ ἀπόστολοι δηλαδὴ τοῦ Σωτῆρος ἡμῶν,
25ἐν ἑκατέρῳ παρελήφθησαν. Αὐτίκα γοῦν καὶ διὰ τῶν προκειμένων ἀκαλύπτως ἀναβοῶσιν ἐν τῇ γῇ καὶ ἐν πᾶσι τοῖς ἔθνεσι τό τε σωτήριον τοῦ Θεοῦ, καὶ τὴν ὁδὸν αὐτοῦ γνωσθῆναι εὐχόμενοι· εἶθ’ ἑξῆς· «Ἐξομολογη‐ σάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι
30λαοὶ πάντες. Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη.» Καὶ αὖθις δευτεροῦσι τὸν λόγον εἰς βεβαίωσιν τῶν θεσπιζομένων. Ὁ χορὸς τοίνυν ὁ ἀποστολικὸς, ὁ διὰ τῶν ἔμπροσθεν εἰρηκώς· «Ἀλαλάξατε τῷ Θεῷ, πᾶ‐ σα ἡ γῆ·» καὶ αὖθις· «Πᾶσα ἡ γῆ προσκυνησάτωσαν·»
35καὶ πάλιν· «Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν·» καὶ ἐν τῷ μετὰ χεῖρας ὁμοίως, ὁρῶν, ὅτι πολλῆς δεῖται συν‐ εργίας Θεοῦ εἰς κατόρθωσιν τοῦ εὐαγγελικοῦ κηρύ‐ γματος, ὥσπερ κατεπᾴδων ἑαυτῷ δι’ εὐχῆς φησιν· «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι
40τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.» Ἡμεῖς μὲν γὰρ ἑαυτοὺς τὸ μηθὲν εἶναί φαμεν, καὶ τὸ μηδὲν δύνασθαι ὁμολογοῦμεν, εὐτελεῖς ὄντες καὶ ἰδιῶται, πένητές τε καὶ πάντων ἔσχατοι ἀνθρώπων· αὐτὸς δὲ ὁ Θεὸς βουληθεὶς ἡμᾶς ὑπηρέτας γενέσθαι τῆς
45τῶν ἐθνῶν σωτηρίας, πρῶτον μὲν οἰκτειρήσειεν ἡμᾶς, οἶκτον ἡμῶν λαβὼν τῆς ἀσθενείας· εἶτα προσθείη τι τὸ δυνάμενον ἡμᾶς δυναμῶσαι· τοῦτο δὲ ἦν τὸ εὐλο‐ γῆσαι ἡμᾶς· εὐλογίᾳ δὴ πνευματικῇ, ὡς ἂν καὶ εἰς ἡμᾶς πληρωθείη πρεπόντως τῇ αὐτοῦ χάριτι ἡ φά‐

23

.

672

(50)

σκουσα εὐλογία· «Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.» Ταῦ‐ τα μὲν γὰρ καὶ πάλαι κατ’ ἀρχὰς ἐπὶ τῆς κοσμοποιίας εἴρητο· ἐνομίσθη τε Ἰουδαίοις οὐκ ἄλλως ἢ σωματι‐ κῶς μόνως διὰ τῆς πολυτελείας πληροῦσθαι. Ἡμεῖς
55δὲ, εἰδότες, ὡς ἔστι καὶ ψυχῆς ἔκγονα, διδασκάλων τε παῖδες οἱ μαθητευόμενοι, τοιαύτης ἀξιοῦμεν τυχεῖν
εὐλογίας, ὡς ἂν αὐξηθείημεν καὶ πληθυνθείημεν πλή‐672 in vol. 23

23

.

673

θει τῶν μαθητευομένων, μυριάσι τε τῶν δι’ ἡμῶν σω‐ ζομένων, ὡς ἂν εἰπεῖν· «Εὐλογητὸς ὁ Θεὸς ὁ εὐλο‐ γήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπου‐ ρανίοις ἐν Χριστῷ.» Οὕτως οὖν ὁ Θεὸς οἰκτειρήσαι
5ἡμᾶς πρότερον, εἶτ’ οἰκτειρήσας εὐλογήσαι ἡμᾶς. Τοῦτο δὲ οὐκ ἄλλως ἔσται, εἰ μὴ ἐπιφάναι τὸ πρόσ‐ ωπον αὐτοῦ ἐφ’ ἡμᾶς, ὥστε καὶ ἡμᾶς εἰπεῖν· «Ἐση‐ μειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» Τὸ δὲ ἐπιλεγόμενον ἑξῆς, «καὶ ἐλεήσαι ἡμᾶς,» μὴ
10κείμενον μήτε ἐν τῷ Ἑβραϊκῷ, μήτε ἐν τοῖς λοι‐ ποῖς ἑρμηνευταῖς, ἀναγκαίως ὠβέλισται. Τῶν δὲ προλεχθέντων εὐχόμεθα τυχεῖν, ἵνα δυνηθῶμεν τὴν ὁδὸν αὐτοῦ γνωστὴν ποιῆσαι ἐν πάσῃ τῇ γῇ. Διὸ λέ‐ λεκται· «Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου.» Τίς
15δὲ ἡ γῆ καὶ τίς ἡ ὁδὸς τοῦ Θεοῦ; Γῆ μὲν πάντες οἱ τὴν γῆν οἰκοῦντες ἄνθρωποι καὶ πάντα τὰ καθ’ ὅλης τῆς οἰκουμένης ἔθνη· ὁδὸς δὲ τοῦ Θεοῦ ὁ θεοσεβὴς βίος· οὗ τὸ τέλος πρὸς αὐτὸν ἄγει τὸν Θεὸν, ὡς ἐπὶ μητρόπολιν ἀγαθῶν. Καὶ αὐτὸς δὲ ὁ σωτήριος λόγος
20εἴη ἂν ὁδὸς τοῦ Θεοῦ. Διὸ ἑξῆς ὥσπερ διερμηνεύων τὴν διάνοιαν ἐπιλέγει· «Ἐν πᾶσι τοῖς ἔθνεσι τὸ σω‐ τήριόν σου.» Ὅπως οὖν δυνηθῶμεν ἐν πάσῃ τῇ γῇ καὶ ἐν πᾶσι τοῖς ἔθνεσι τοῖς τὴν γῆν οἰκοῦσι τὴν ὁδόν σου καὶ τὸ σωτήριόν σου, ταὐτὸν γάρ ἐστι, γνω‐
25στὸν ποιῆσαι, οἰκτείρησον ἡμᾶς, ὁ Θεὸς, καὶ εὐλόγη‐ σον ἡμᾶς, καὶ τὸ πρόσωπόν σου ἐπίφανον ἐφ’ ἡμᾶς, ἵνα πληρωθέντες φωτὸς ἐκ τοῦ προσώπου σου, κατα‐ λάμψωμεν πάντας ἀνθρώπους. Εἰ γὰρ μὴ ταῦθ’ ἡμῖν ὑπάρξειεν, οὐδέν ἐσμεν ἡμεῖς πρὸς τὴν τοῦ τηλικού‐
30του πράγματος κατόρθωσιν. «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολο‐ γησάσθωσάν σοι λαοὶ πάντες. Εὐφρανθήτωσαν.» Τὰ μὲν πρῶτα ἑαυτοῖς ἐπηύξαντο οἱ τῶν ἐθνῶν κήρυκες· τὰ δὲ προκείμενα τοῖς τὸ δι’ αὐτῶν κήρυγμα παρα‐
35δεξαμένοις. Καὶ δὴ καὶ πρῶτον μὲν αὐτοῖς ἐξομολο‐ γήσεως ἐνδοθῆναι χώραν εὔχονται, ὅπως τὰ πρότερα ἑαυτῶν πλημμελήματα καὶ τὰς ἐν εἰδωλολατρείᾳ δυσσεβείας ἀποῤῥύψωνται διὰ τῆς ἐξομολογήσεως· δεύτερον καθαρθέντας αὐτοὺς τυχεῖν εὐφροσύνης καὶ
40ἀγαλλιάσεως τῆς παρὰ τῷ Θεῷ ἱκετεύουσι. Διὸ πρῶ‐ τον φασίν· «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεός.» Ἀλλ’ ἐπεὶ συνέβαινε μήπω συνεῖναι ἡμᾶς ποίους εἰ‐ ρήκασι λαούς· ἐπεὶ καὶ τὸ Ἰουδαίων ἔθνος ἀθροί‐ σματα καὶ λαοὺς ἐκέκτητο· ἀναγκαίως, ἵνα νοήσω‐
45μεν ποίων ἐμνημόνευσαν λαῶν, δευτεροῦσι τρανοῦντες τὴν διάνοιαν ἐν τῷ λέγειν· «Ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.» Μήποτε δὲ διὰ τῶν προτέρων τοὺς παρὰ Ἰουδαίοις λαοὺς αἰνίττονται, ὑπὲρ αὐτῶν πρῶ‐ τον τὴν εὐχὴν ἀναπέμψαντες, διὰ δὲ τῶν δευτέρων

23

.

673

(50)

τοὺς ἐξ ἐθνῶν λαούς; Ὅπερ ἵνα γνώριμον γένηται τοῖς ἐντυγχάνουσι, διασαφεῖ φάσκων ὁ λόγος· «Εὐ‐ φρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη.» Ἐπειδὴ δὲ δὶς τὸ, «ἐξομολογησάσθωσάν σοι,» εἴρηται, ὅρα μήποτε τὸ μὲν πρῶτον ἐδήλου τῶν προτέρων ἁμαρ‐
55τημάτων τὴν ὁμολογίαν, τὸ δὲ δεύτερον, τὴν ἐφ’ οἷς ἔτυχον ἀγαθοῖς εὐχαριστίαν. Λαμβάνεται γὰρ ἡ ἐξο‐
μολόγησις καὶ ἐπὶ εὐχαριστίας. Οὕτω γοῦν ὁ Σωτὴρ674 in vol. 23

23

.

676

ηὐχαρίστει λέγων· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύ‐ ριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς.» Μετὰ δὲ τὴν πρώτην καὶ δευτέραν ἐξομολόγησιν ἐπεύχονται τοῖς ἔθνεσι τοῖς ἐξομολογησαμένοις τὰ τρίτα. Τίνα δὲ ταῦτα;
5«Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη.» Καὶ διὰ ποίαν αἰτίαν, ἑξῆς διδάσκει λέγων· «Ὅτι κρι‐ νεῖς λαοὺς ἐν εὐθύτητι,» καὶ ὅτι λαοὺς, οὐ τινὰς μὲν, τινὰς δὲ οὔ· ἀλλὰ πάντας κατὰ τὰ ἔμπροσθεν δεδηλωμένα. Ἔτι δὲ γνόντα, ὅτι ὁδηγηθήσεται ὑπὸ
10σοῦ πρὸς τὸ βαδίσαι τὴν ὁδὸν τὴν ὑφ’ ἡμῶν αὐτοῖς γνωριζομένην, εἰκότως εὐφροσύνης καὶ ἀγαλλιάσεως πλησθήσεται. Ἀντὶ δὲ τοῦ, «καὶ ἀγαλλιάσθωσαν,» «καὶ αἰνέσουσιν» ὁ Ἀκύλας· ὁ δὲ Σύμμαχος, «καὶ εὐφημείτωσαν,» ἡρμήνευσαν. «Ἐξομολογησάσθωσάν
15σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάν‐ τες· γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς.» Ἐπὶ ταῖς χρη‐ σταῖς καὶ ἀγαθαῖς ἐπαγγελίαις εὐφραινόμενον τὸ Πνεῦμα τὸ ἅγιον, ταῖς αὐταῖς ἐνδιατρίβει φωναῖς, ὥσπερ ἐντρυφῶν τῇ κοινῇ πάντων ἀνθρώπων σωτη‐
20ρίᾳ. Διὸ ἐπαναλαμβάνει δεύτερον καὶ τρίτον, καὶ οὐ βούλεται ἀναχωρεῖν τοῦ σωτηρίου καὶ εὐαγγελικοῦ ᾄσματος. Πάλιν οὖν φησιν· «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεός.» Ὃ δὴ μέγιστον ἦν θαῦμα, ὅτι Ἰουδαῖοι μὲν, ἐκ πατέρων τὸν τῶν ὅλων Θεὸν σέβειν
25δεδιδαγμένοι, συνεχῶς ἐξετραχηλίζοντο ἐπὶ τὴν πλά‐ νην τῆς εἰδωλολατρείας· λαοὶ δὲ πάντες οἱ καθ’ ὅλης τῆς οἰκουμένης ἐκ τοῦ μακροῦ αἰῶνος πεπλανημένοι εἰς τοσαύτην ἥξουσι μεταβολὴν, ὡς μὴ μόνον ἐπι‐ γνῶναί σε τὸν ἐπὶ πάντων Θεὸν, ἀλλὰ καὶ ἐπιστήμην
30ἀναλαβεῖν τοῦ ἐξομολογεῖσθαί σοι κατὰ τὸν ἀποδο‐ θέντα διττὸν τρόπον· ὅπερ ἵνα γένηται ἤδη ποτὲ, τάχυνον τὰ τῆς προφητείας, ἵνα αὐτόπται τῶν αἰω‐ νίων ἐπαγγελιῶν γενοίμεθα. Ἀκουστέον δὲ τῶν προ‐ κειμένων ὡς δυναμένων καὶ ἐκ προσώπου τῶν προ‐
35φητῶν λέγεσθαι· ὥστ’ εἶναι τὰ μὲν πρὸ τοῦ διαψάλ‐ ματος, ἁρμόζοντα τῷ προσώπῳ τῶν ἀποστόλων, τὰ δὲ μετὰ τὸ διάψαλμα, τῷ χορῷ τῶν προφητῶν, οἵτι‐ νες ἐπεθύμουν ἰδεῖν ἃ ἡμεῖς βλέπομεν, καὶ οὐκ εἶδον κατὰ τὴν σωτήριον φωνήν. Ἑξῆς τούτοις εἴρηται·
40«Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς·» ἢ κατὰ τὸν Σύμμα‐ χον· «Γῆ δώσει τὴν φορὰν αὐτῆς.» Καρπὸς γὰρ ὡς ἀληθῶς ὁ κατὰ φύσιν τῆς γῆς ἐστι τὸ γνωρίζειν τὸν ἐπὶ πάντων Θεὸν, καὶ τὰς ὀφειλομένας αὐτῷ ἐξο‐ μολογήσεις καὶ εὐχαριστίας ἀναπέμπειν τοὺς οἰκεῖν
45αὐτὴν ἐπιτραπέντας. Ἐπὶ τοῦτο μὲν γὰρ κατεσκεύα‐ σται τὸ τῆς γῆς στοιχεῖον, ἐπὶ τὸ τοὺς ἐν αὐτῇ τὰς διατριβὰς ποιουμένους εὐσεβείας προσφέρειν καρ‐ πούς· διὰ δὲ τὴν τοῦ πρώτου ἀνδρὸς παράβασιν ἐλέ‐ χθη· «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Ἐν

23

.

676

(50)

λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι.» Ἀλλ’ οὐκ ἦν οὗτος ὁ κατὰ φύσιν καρπὸς τῆς γῆς· πρόῤῥησις δὲ τῆς μελλούσης φύειν ἐν αὐτῇ παρὰ φύσιν κακίας. Παρὰ φύσιν γὰρ αἱ ἄκανθαι καὶ τρίβολοι διὰ τὴν πα‐
55ράβασιν ὑποστᾶσαι οὐ μόνον τοῦ πρώτου ἀνθρώπου, ἀλλὰ καὶ τῶν μετ’ αὐτὸν ἠσεβηκότων· ἐπεὶ κατ’ ἀρ‐
χὰς, ὅτε εἶπεν ὁ Θεός· «Βλαστησάτω ἡ γῆ βοτάνην676 in vol. 23

23

.

677

χόρτου· σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιό‐ τητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς·» οὐδαμῆ μνήμη γέγονεν ἀκανθῶν οὐδὲ τριβόλων· οὐδ’
5ἂν ἔφυσε ταῦτα ἡ γῆ, εἰ μὴ τὰ τῆς παρακοῆς ἐπηκο‐ λούθησεν ἀνθρώπῳ. Τῆς γοῦν ὕστερον ἐπισυμβάσης ἀνθρώποις κακίας εἰκόνες ἐφύησαν ἄκανθαι καὶ τρί‐ βολοι. Ὅθεν ἵνα ταῦτα ἀπόληται, πῦρ ἦλθε βαλεῖν ἐπὶ τὴν γῆν ὁ Σωτήρ. Καὶ δὴ τοῦ σωτηρίου λόγου
10δίκην πυρὸς τὰς ἀκάνθας καὶ τοὺς τριβόλους ἀφανί‐ ζοντος, νεωθεῖσα τῆς κακίας ἡ ψυχὴ, τὸν προσήκοντα αὐτῇ καὶ κατάλληλον καρπὸν ἀποδίδωσι. Διόπερ λαοὶ μὲν πάντες ἐξομολογοῦνται· ἔθνη δὲ ἐπὶ τῆς γῆς ὁδηγοῦνται. Τούτοις τε ἀκολούθως, ἐπενήνεκται τό·
15«Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς. Εὐλογήσαι ἡμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, εὐλογήσαι ἡμᾶς ὁ Θεός. Καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.» Εἴτε οἱ ἀπόστολοι τοῦ Σωτῆρος ἡμῶν, εἴτε οἱ παλαιοὶ τοῦ Θεοῦ προφῆται (ἑκατέρῳ γὰρ τάγματι ἐφαρμό‐
20ζει τὰ λεγόμενα), εὔχονται τῆς παρὰ τοῦ Θεοῦ εὐ‐ λογίας τυχεῖν, ἧς καὶ ἀνωτέρω τὴν διάνοιαν παρε‐ στήσαμεν, δεικνύντες ὅπως τὸ, «Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυ‐ ριεύσατε αὐτῆς,» ἐπὶ τούτων ἐπληροῦτο πνευματι‐
25κῶς. Πάρεστι γοῦν ἔργῳ παραλαβεῖν, ὡς ἡ σύμπασα γῆ τῆς ἐκείνων διαδοχῆς ἐπληρώθη. Αἵ τε καθ’ ὅλης τῆς οἰκουμένης ἱδρυθεῖσαι τοῦ Σωτῆρος ἡμῶν Ἐκκλη‐ σίαι, καὶ οἱ καθ’ ἑκάστην μυρίανδροι λαοὶ τῆς εὐλο‐ γίας αὐτῶν ἐμφαίνουσι τὰ ἀποτελέσματα. Πρεπόν‐
30τως δὲ αὐτοῖς τὸ, «Ὁ Θεὸς ἡμῶν,» ἐν τῷ, «Εὐλο‐ γήσαι ἡμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν·» ὡς ἂν πάτριον κεκτημένοι τὸ τοῦ Θεοῦ αὐτῶν γνώρισμα. Ἀλλ’ ἑξῆς ἐπισυνάπτουσιν ἀορίστως λέγοντες τὸ, «Εὐλογήσαι ἡμᾶς ὁ Θεός·» ὡς μηκέτι μόνων αὐτῶν, ἀλλὰ καὶ
35πάντων τῶν δι’ αὐτῶν σωθησομένων Θεὸν ὄντα. Καὶ μετὰ πάντα τὸ συμπέρασμα τῆς ὅλης προφητείας ἐπισφραγίζονται λέγοντες· «Καὶ φοβηθήτωσαν αὐ‐ τὸν πάντα τὰ πέρατα τῆς γῆς.» Ἐπειδὴ γὰρ «ἀρχὴ σοφίας φόβος Κυρίου,» ἀναγκαίως ὥσπερ εἰσαγω‐
40γὴν τῆς θεοσεβείας τὸν φόβον τοῦ Θεοῦ ἐγγενέσθαι πᾶσιν ἀνθρώποις τοῖς καὶ μέχρι τῶν ἐσχάτων τῆς γῆς οἰκοῦσιν ἐπεύχονται· ὃ δὴ καὶ ἐπληροῦτο μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν θεοφάνειαν, μεθ’ ἣν εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἀποστόλων αὐ‐ τοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Περὶ τούτων δὲ τῶν περάτων τῆς γῆς καὶ διὰ
45τῶν ἔμπροσθεν ἐλέγετο· «Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν. ΕΙΣ ΤΟ ΤΕΛΟΣ Τῼ ΔΑΥΙΔ ΨΑΛΜΟΣ ῼΔΗΣ ΞΖʹ. «Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ

23

.

677

(50)

οἱ μισοῦντες αὐτόν.» Οἱ μὲν πρὸ τοῦ μετὰ χεῖρας τρεῖς ἐφεξῆς τὴν κλῆσιν τῶν ἐθνῶν προεφώνουν· ὧν ὁ μὲν ξδʹ «Ψαλμὸς ᾠδῆς» ἐπεγέγραπτο «Τῷ Δαυΐδ·» ὁ δ’ ἑπόμενος «ᾨδὴ ψαλμοῦ·» ὁ δὲ τρίτος «Ἐν ὕμνοις ψαλμὸς ᾠδῆς.» Εἰκότως τοιγαροῦν καὶ ὁ
55μετὰ χεῖρας, εὐαγγελικὸς ὢν καὶ αὐτὸς, καὶ οὐ περὶ τῆς κλήσεως τῶν ἐθνῶν μόνον, ἀλλὰ καὶ περὶ τοῦ
Σωτῆρος αὐτοῦ προφητείαν περιέχων, «εἰς τὸ τέλος678 in vol. 23

23

.

680

τῷ Δαυῒδ» ἐπιγέγραπται, καὶ «ψαλμὸς ᾠδῆς» ὁμοίως τοῖς πρὸ αὐτοῦ. Ἔδει γὰρ τοὺς τῶν ἀγαθῶν ἐπαγ‐ γελτικοὺς λόγους μὴ μόνον ψαλμοὺς, ἀλλ’ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ ψαλμοὺς ᾠδῶν καὶ ᾠδὰς ψαλμῶν ὀνο‐
5μάζεσθαι καὶ «εἰς τὸ τέλος» ἀναπέμπειν· ὡς ἂν μα‐ κροῖς ὕστερον χρόνοις ἐπὶ συντελείᾳ τοῦ αἰῶνος μελ‐ λόντων πληροῦσθαι τῶν ἐν αὐτοῖς θεσπιζομένων. Λέ‐ λεκται δὲ καὶ αὐτὸς ὑπὸ τοῦ προφητικοῦ Πνεύματος ἐκ προσώπου τῶν ἀποστόλων. Ὥσπερ οὖν διὰ τῶν
10ἔμπροσθεν ἐπηύχοντο ἑαυτοῖς ἀνακαλούμενοι Θεὸν συνεργὸν εἰς τὸ εὐαγγελικὸν κήρυγμα, τὸν αὐτὸν τρό‐ πον καὶ ἐν τοῖς προκειμένοις οἱ αὐτοὶ προϊόντες, φα‐ σίν· «Εὐλογητὸς Κύριος ἡμέραν καθ’ ἡμέραν· κατ‐ ευοδώσει ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν·» καὶ
15πάλιν· «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμίν σου· δυνά‐ μωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἡμῖν.» Ὁρᾷς γὰρ ὅπως κατευοδωθῆναι ὑπὸ τοῦ Θεοῦ καὶ δυναμω‐ θῆναι εἰς τὸ ἀκωλύτως τὸν δρόμον τοῦ Εὐαγγελίου τελειῶσαι εὔχονται. Μέμνηνται δὲ σαφῶς καὶ τοῦ
20εὐαγγελικοῦ κηρύγματος λέγοντες· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ·» ἀλλὰ καὶ τίσιν ἤμελλον κηρύττειν τὸ Εὐαγγέλιον θεσπίζου‐ σιν ἐν οἷς φασιν· «Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου· Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ.» Σαφῶς
25γὰρ διὰ τούτων Αἴγυπτον εὐαγγελίζονται, τοὺς εἰ‐ δωλολάτρας αἰνιττόμενοι· ἐπεὶ ἐξ Αἰγύπτου κατήρ‐ ξατο ἡ εἰδωλολατρεία. Ἀλλὰ καὶ τὴν Αἰθιοπίαν προ‐ φθάσαι χεῖρα αὐτῆς τῷ Θεῷ φασι, τὰ ἔσχατα τῆς οἰκουμένης δηλοῦντες. Εἶθ’ ἑξῆς τὰς βασιλείας τῆς
30γῆς πάσας ἀθρόως συγκαλοῦσι, τῶν ἐθνῶν ἁπάντων τοῦτον σημαινομένων τὸν τρόπον. Ἵνα δὲ τὰ διὰ τῶν λόγων προφητευόμενα ἤδη ποτὲ καὶ δι’ ἔργων χω‐ ρήσῃ, ἀρχόμενον τὸ Πνεῦμα τὸ προφητικὸν, διὰ τοῦ Δαυῒδ εὐχὴν ἀναπέμπει λέγον· «Ἀναστήτω ὁ Κύριος,
35καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ.» Δεινοὶ γὰρ ἐχθροὶ τοῦ Θεοῦ κατετυράννουν πάλαι πρότερον τῶν ἐπὶ γῆς ἁπάντων, οἱ τὴν πολύθεον πλάνην καθ’ ὅλης τῆς οἰκουμένης συστησάμενοι πονηροὶ δαίμονες. Οὐδείς τε ἦν ἐπαμύνων τοῖς κακοῖς, οὐ σοφὸς ἀνὴρ, οὐ δί‐
40καιος, οὐ προφήτης· ἀλλ’ οὐδὲ ἀγγέλων τις ἢ πνευ‐ μάτων ἁγίων, ἢ τῶν κατ’ οὐρανὸν θείων δυνάμεων. Διὸ δὴ αὐτὸν ἀναστῆναι τὸν Θεὸν, καὶ τοῦ βασιλικοῦ διεγερθῆναι θρόνου παρακαλεῖ. Ἠρεμεῖν μὲν καὶ ἡσυχάζειν καὶ ὥσπερ διαναπαύεσθαι τὰ τῆς τοῦ Θεοῦ
45προνοίας λέγεται, ἐπειδὰν τῷ πλούτῳ τῆς χρηστότη‐ τος αὐτοῦ καὶ τῇ μακροθυμίᾳ φέρῃ τοὺς ἁμαρτάνον‐ τας καὶ εἰς αὐτὸν ἀσεβοῦντας· τὸ δὲ κινεῖσθαι καὶ διανίστασθαι, ἐπειδὰν τὰς ἐκδικήσεις ποιῆσαι ἐπεξ‐ ιὼν τοῖς ἁμαρτάνουσιν. Ἵν’ οὖν ἤδη ποτὲ παύσων‐

23

.

680

(50)

ται ταῖς κατὰ τῶν ἀνθρώπων δυναστείαις οἱ προ‐ λεχθέντες ἐχθροὶ, διαναστῆναι τὸν Θεὸν καὶ διεγεῖ‐ ραι ἑαυτὸν εἰς ἐκδίκησιν ἱκετεύει, ὅπως οἱ πάλαι κατὰ τὸ αὐτὸ συνηγμένοι καὶ κακὴν συμφωνίαν πρὸς ἀλλήλους θέμενοι, τὴν τῆς δαιμονικῆς εἰδωλολα‐
55τρείας, διασκεδασθῶσι μακρὰν ἀλλήλων γενόμενοι. Ἐχθροὶ δὲ τοῦ Θεοῦ καὶ μισοῦντες αὐτὸν ἦσαν, οἱ τὸν ὑπὲρ γῆς ἀέρα πληροῦντες καὶ τὴν ἐν ἀνθρώ‐ ποις πολυπλανῆ κακίαν ἐνεργοῦντες δυσσεβεῖς τινες
καὶ ἄθεοι δαίμονες· οἳ, κινηθέντος αὐτοῦ μόνον τοῦ680 in vol. 23

23

.

681

Θεοῦ, καὶ ἐπὶ τὴν τῶν πραττομένων ἐκδίκησιν ἑαυ‐ τὸν διεγείραντος, πρῶτον μὲν ἐσκορπίζοντο μακρὰν ἀλλήλων διασκεδαννύμενοι, εἰτ’ ἐχρῶντο φυγῇ· καὶ μετὰ ταῦτα ὡς ἐκλείπει καπνὸς ἐξέλιπον, καὶ ὡς
5τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἤμελλον ἀπόλλυσθαι. Νοήσεις δὲ ὅπως ὡς ἐκλείπει καπνὸς ἐξέλιπον οἱ ἐχθροὶ αὐτοῦ, ἐπιστήσας ὡς τὸ μὲν πα‐ λαιὸν μετεσχηματίζοντο εἰς ἀγγέλους φωτὸς, αὐτὸς δὲ ὁ διάβολος καὶ οἱ διάκονοι αὐτοῦ κατὰ τὸν Ἀπό‐
10στολον, ὅς φησιν· «Αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχη‐ ματίζεται εἰς ἄγγελον φωτός.» Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται εἰς ἀγγέλους δικαιοσύνης, ἐχρησμοδότουν τε τότε κατὰ πάντα τό‐ πον, μαντείας καὶ θεραπείας ἐπαγγελλόμενοι, ὡς τοὺς
15δεισιδαίμονας θύειν αὐτοῖς καθ’ ὑπερβολὴν μανίας καὶ τὰ ἑαυτῶν φίλτατα. Νυνὶ δὲ ἐκείνων πάντων ἀφανισμὸς καὶ ἐρημία γέγονεν, ὡς μηδὲ μνήμην αὐ‐ τῶν ἐπιλιπέσθαι· ἐξέλιπον δὲ ὡς ἐκλείπει καπνὸς ἀποσβεσθέντος αὐτῶν τοῦ πυρός· διὸ καὶ ἀλλαχοῦ εἴ‐
20ρηται· «Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ.» Ἡ γὰρ τοῦ Θεοῦ ὀργὴ τούτοις αὐτοῖς ἐπελθοῦσα, τὸ πῦρ αὐ‐ τῶν ᾧ κατέφλεγον τὰς τῶν ἀνθρώπων ψυχὰς κατ‐ έσβεσεν· οὗ σβεσθέντος, ἀνέβη καπνός. Ἀλλὰ καὶ οὗτος ὁ καπνὸς μηκέθ’ ὑποκαιόμενος, μηδὲ ἔχων ὁπόθεν ὑπο‐
25στῆ, ἐκλείπει. Ἐπεὶ, δὲ ὁ Θεὸς φῶς ἐστι, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία, τοῦτο τὸ φῶς τοῖς αὐτῷ φί‐ λοις σοφίας καὶ γνώσεως, καὶ ἀληθείας μαρμαρυγὰς ἐκπέμπει, ὡς φάναι αὐτοὺς, «Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» Τοῖς δὲ προλεχθεῖ‐
30σιν ἐχθροῖς αὐτοῦ πῦρ καταφλέγον γίγνεται. Διὸ λέ‐ λεκται ἐν ἑτέροις· «Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά·» καὶ, «Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται, καὶ φλογιεῖ πάντας τοὺς ἐχθροὺς αὐτοῦ.» Καὶ ἐν τῷ μετὰ χεῖρας οἱ ἐχθροὶ οὐ μόνον
35ἐκλείπειν ὡς καπνὸς, ἀλλὰ καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἐκτήκεσθαι εἴρηνται· ἐπει‐ δήπερ αὐτοὶ ἑαυτοὺς ἐχθροὺς τοῦ Θεοῦ πεποιήκασιν. Ὁ γὰρ Θεὸς ἀγαπᾷ τὰ ὄντα πάντα, καὶ οὐδὲν βδε‐ λύσσεται ὧν ἐποίησεν· οὐδὲ γὰρ μισῶν τι κατεσκεύα‐
40ζε· διὸ οὐδενὸς ἐχθρὸς αὐτός. Οἱ δὲ μακρύνοντες ἑαυ‐ τοὺς ἀπ’ αὐτοῦ, καὶ ἐχθροποιοῦντες ἑαυτοὺς, ἐπι‐ σπῶνται τὴν ἀπώλειαν· ὡς λέγεσθαι· «Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται.» Οὕτω δὲ καὶ μισοῦσι τὸν Θεὸν οἱ τὰ ὑπ’ αὐτοῦ μεμισημένα
45πράττοντες. Ταῦτα μὲν οὖν καθ’ ἕνα λελέχθω τρό‐ πον. Ἐπεὶ δὲ ἡ πᾶσα προφητεία εὐαγγελικὴ τυγ‐ χάνει, θέα μήποτε ταῦτα εἰς τὸν Θεὸν Λόγον ἀναφέ‐ ρεται, ὃς ἦν μὲν πάλαι ἐν τοῖς κόλποις ἀναπαυόμε‐ νος τοῦ Πατρός· «Ἐν ἀρχῇ» γὰρ «ἦν ὁ Λόγος· καὶ ὁ

23

.

681

(50)

Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Καί· «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν,» αὐτὸς ἦν ὁ Μο‐ νογενὴς τοῦ Θεοῦ ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός. Ἐπεὶ δὲ μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, τὸ
55Πνεῦμα τὸ ἅγιον εἰκότως τὴν ἀνάστασιν αὐτοῦ θε‐
σπίζει λέγον· «Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθή‐682 in vol. 23

23

.

684

τωσαν οἱ ἐχθροὶ αὐτοῦ·» Θεοῦ νοουμένου τοῦ Θεοῦ Λό‐ γου. Ἢ τῆς εὐχῆς περὶ μὲν τοῦ Χριστοῦ λεγούσης τὸ, «Ἀναστήτω,» πρὸς δὲ τὸν Θεὸν τῶν ὅλων ἀναπεμπομέ‐ νης· ἵν’ ᾖ τὸ, «ὁ Θεὸς,» ἀντὶ τοῦ, ὦ Θεὲ, ἀναστήτω ὁ Χρι‐
5στός σου, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ. Συν‐ ήχθησαν μὲν γὰρ οἱ ἐχθροὶ αὐτοῦ κατὰ τὸν τοῦ πάθους αὐτοῦ καιρὸν, ὁπηνίκα «ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμε‐ λέτησαν κενά. Παρέστησαν οἱ βασιλεῖς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ
10Χριστοῦ αὐτοῦ.» Πάντων δὲ τούτων διασκορπισμὸν ἡ ἐκ νεκρῶν ἀνάστασις τοῦ Χριστοῦ κατειργάσατο· ἐξέλιπόν τε ὡς ἐκλείπει καπνὸς, καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσ‐ ώπου πυρός. Καὶ τοῦτόν γε τὸν Χριστὸν τοῦ Θεοῦ ἐμίσησαν, μισοῦσί τε εἰσέτι καὶ νῦν, οἱ συνεχῶς αὐ‐
15τὸν ἀθέοις λόγοις καὶ λοιδορίαις βλασφημοῦντες, τήν τε Ἐκκλησίαν αὐτοῦ πολεμοῦντες, καὶ τὴν διδασκα‐ λίαν διαβάλλοντες. Ἄλλως γὰρ τὸν ἐπὶ πάντων Θεὸν οὐκ ἂν εὕροι μισοῦντάς τινας· οὐδὲ γὰρ αὐτοὶ οἱ ἄθεοι καὶ δυσσεβεῖς· ἀλλ’ οὐδὲ οἱ πονηροὶ δαίμονες,
20οὐδὲ τὰ ἀκάθαρτα πνεύματα τοῦτ’ ἂν εἴποιεν. Τὸν δὲ Χριστὸν τοῦ Θεοῦ ὁμολογουμένως ἐμίσησαν· πρῶτοι μὲν ἐκεῖνοι, περὶ ὧν αὐτὸς διὰ τῆς προφητείας ἔφα‐ σκεν· «Ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λό‐ γοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν.
25Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με. Καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου·» ἔπειτα καὶ οἱ μετ’ ἐκείνους εἰσέτι νῦν αὐτὸν βλασφημοῦντες. Πλὴν πάντες οἱ ἐχθροὶ αὐτοῦ, καὶ οἱ μισοῦντες αὐτὸν διεσκορπίσθησαν καὶ πεφεύγασιν
30ἀπὸ προσώπου τῆς δυνάμεως αὐτοῦ. Ἐξέλιπόν τε ὡς ἐκλείπει καπνὸς καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσ‐ ώπου πυρός. Αὐτίκα γοῦν οὐδεὶς πώποτε τῶν με‐ μισηκότων αὐτὸν ἀτιμώρητος διεξῆλθε τὸν βίον· ἀλλὰ καὶ οἱ πάλαι τὴν ἐπιβουλὴν αὐτῷ τυρεύσαντες ἀρ‐
35χιερεῖς καὶ γραμματεῖς, Φαρισαῖοι καὶ Σαδδουκαῖοι οὕτως ἐξέλιπον, ὡς μηδὲ μνήμην αὐτῶν εἰσέτι νῦν μηδ’ ὄνομα παρὰ Ἰουδαίοις σώζεσθαι. Τότε πᾶν ἔθνος αὐτῶν διασκεδασμὸν καὶ διασκορπισμὸν ὑπέμεινε εἰς πάντα τὰ ἔθνη· καὶ ἐν τοῖς μετὰ ταῦτα δὲ χρόνοις
40πάντες ὅσοι τὴν Ἐκκλησίαν αὐτοῦ πεπολεμήκασιν, ὁμοίως ἐξέλιπον καὶ αὐτοὶ ὡς ἐκλείπει καπνὸς καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Οἱ μὲν οὖν ἐχθροὶ τοῦ Χριστοῦ καὶ οἱ μισοῦντες αὐτὸν τοιαῦτα πεπόνθασι, καὶ ἔτι μᾶλλον οἱ ἀόρατοι καὶ ἀφανεῖς ἐχ‐
45θροὶ, πονηροὶ δαίμονες καὶ μοχθηρὰ πνεύματα, δι’ ὧν τὰ τῆς πολυθέου πλάνης ἐνηργεῖτο πάλαι· ὧν παντε‐ λὴς διασκορπισμὸς μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν γέγονεν· οἱ δ’ αὐτοὶ, τηκόμενοι ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς, ἐβόων λέγοντες· «Ἔα· τί ἡμῖν

23

.

684

(50)

καὶ σοὶ, Υἱὲ Θεοῦ; Ἦλθες πρὸ καιροῦ βασανί‐ σαι ἡμᾶς.» Αἱ γὰρ τῆς θεότητος αὐτοῦ ἀόρατοι καὶ ἀφανεῖς ἀκτῖνες, βασάνους καὶ ἀλγηδόνας τοῖς ταῦτα λέγουσι παρεῖχον. Τὸ δέ γε δεξιὸν τῶν φίλων τοῦ Θεοῦ τάγμα ὁποίων ἀπέλαυεν ἀγαθῶν ἐν τῇ τοῦ Σωτῆρος ἡμῶν ἀναστάσει, ἑξῆς διδάσκει ἡ προφητεία
55λέγουσα· «Καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν, ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφρο‐ σύνῃ.» Ὁποῖον δέ ἐστι τὸ μὴ ἁπλῶς εὐφραίνεσθαι καὶ ἀγαλλιᾷν, ἀλλ’ ἐνώπιον τοῦ Θεοῦ καὶ παρὰ τῷ
Θεῷ τούτων ἀπολαύειν, ἡδονῇ τε θείᾳ ἐντρυφᾷν, οὐκ ἔστιν ἐπαξίως λόγῳ διηγήσασθαι.684 in vol. 23

23

.

685

«ᾌσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ· ὁδο‐ ποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν.» Τὸν μὲν περὶ τῶν ἐχθρῶν καὶ μισούντων τὸν Θεὸν λόγον διὰ βρα‐ χέων ἐπετέμετο ἡ προφητεία· τὸν δὲ περὶ τῶν δικαίων
5ἐξαπλοῖ, ἐνδιατρίβουσα τῇ περὶ αὐτῶν μνήμῃ. Καὶ δὴ τὸ Πνεῦμα τὸ ἅγιον παρακελεύεται τοῖς δικαίοις ᾄδειν καὶ ψάλλειν τῷ Θεῷ, ὡς ἂν διὰ τούτων μέλ‐ λουσιν ἀπολαύειν τῆς θείας εὐφροσύνης καὶ τῆς προ‐ λεχθείσης τερπωλῆς καὶ ἀγαλλιάσεως. Καὶ ἐπείπερ
10τῶν δύο τούτων, λέγω δὲ τοῦ ᾄδειν καὶ ψάλλειν, τὸ μὲν κρεῖττον ἦν τὸ ᾄδειν, τὸ δὲ ὑποβεβηκὸς τὸ δι’ ὀργάνου ἀνακρούεσθαι, εἰκότως τὸ μὲν κρεῖττον ἀν‐ έθηκε τῷ Θεῷ, τὸ δὲ διὰ τοῦ ὀργάνου ἐνεργεῖν τῷ ὀνό‐ ματι αὐτοῦ. «ᾌσατε» γὰρ, φησὶ, «τῷ Θεῷ, καὶ
15ψάλατε τῷ ὀνόματι αὐτοῦ.» ᾌδει δὲ τῷ Θεῷ ὁ δι’ ὑγιῶν δογμάτων τὴν ψυχὴν πεπαιδευμένος καὶ τὰς πρεπούσας αὐτῷ θεολογίας ἐκ διανοίας κεκαθαρμένης ἀναπέμπων· ψάλλει δὲ τῷ ὀνόματι αὐτοῦ, ὁ διὰ τῶν τοῦ σώματος κινήσεων καὶ διὰ τῆς τῶν αἰσθητηρίων
20ἐνεργείας τοιαῦτα πράττων, ὡς δοξάζεσθαι δι’ αὐτοῦ παρὰ τοῖς ὁρῶσι τὸ ὄνομα τοῦ Θεοῦ. Ταῦτα μὲν οὖν πρῶτα παρακελεύεται τῷ τῶν δικαίων χορῷ πράτ‐ τειν ὁ λόγος· ἑξῆς δὲ πρᾶγμά τι ποιεῖν ἑτέροις χρήσι‐ μον προστάττει. Ἵνα γὰρ ἐπιβῇ ὁ Θεὸς τῷ τῶν ἀν‐
25θρώπων βίῳ, καὶ ὅπως ἐμπεριπατήσῃ τοῖς ἐπὶ γῆς, τὴν ὁδὸν αὐτῷ λείαν καὶ ὁμαλὴν ἀπεργάζεσθαι δια‐ κελεύεται φάσκων· «Ὁδοποιήσατε·» ἢ κατὰ τὸν Σύμ‐ μαχον, «Καταστρώσατε·» κατὰ δὲ τὸν Ἀκύλαν, «Ἀποσκολοπίσατε,» τουτέστι πᾶν σκολιὸν ἀφέλετε,
30καὶ πᾶν τραχὺ καταστρώσατε, ὡς ἂν γένοιτο λεία καὶ ὁμαλὴ τοῦ Θεοῦ ἡ εἰς ἀνθρώπους πορεία. Τοῦτο δὲ καὶ Ἡσαΐας ἐδήλου λέγων· «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς
35ταπεινωθήσεται. Καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.» Ἐνταῦθα δὲ οὐ πρότε‐ ρον ὁδοποιεῖν κελεύει ἢ πρῶτον αὐτοὺς μαθόντας ὅπως χρὴ ᾄδειν τῷ Θεῷ καὶ ὅπως ψάλλειν τῷ ὀνό‐
40ματι αὐτοῦ. Ταῦτα γὰρ προμαθόντας καὶ ἔργοις ἐπι‐ τελέσαντας, ἑξῆς βούλεται ὁδοποιεῖν, τουτέστι τὰς παρὰ τῶν ἀνθρώπων ψυχὰς παρασκευάζειν, καθαράς τε καὶ ἑτοίμους αὐτὰς ἀπεργάζεσθαι εἰς τὴν ἐπιδη‐ μίαν τοῦ προδηλωθέντος Θεοῦ. Διό φησιν· «Ὁδοποιή‐
45σατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ.» Κέκληκε δὲ τὸν Κύριον ἐνταῦθα καινοτέρᾳ φωνῇ κατὰ τὴν Ἑβραϊκὴν λέξιν· ἴα γὰρ αὐτὸν ὠνόμασεν· ὅθεν ὁ Σύμμαχος, «Διὰ τοῦ ἴα ἡ ὀνομα‐ σία αὐτοῦ,» ἡρμήνευσεν· ἡ δὲ πέμπτη ἔκδοσις, «Ἐν

23

.

685

(50)

τῷ ἴα τὸ ὄνομα αὐτοῦ.» ᾘνίξατο δὲ τὸ ὄνομα τοῦ Σωτῆρος Ἰησοῦ διὰ τῆς πρώτης συλλαβῆς. Καὶ τοῦ‐ τον τὸν Κύριον, οὗ τὸ ὄνομά φησιν εἶναι διὰ τοῦ ἴα, ἢ ἐν τῷ ἴα, ἐπιβεβηκέναι ἐπὶ δυσμῶν διδάσκει· σημαίνει δὲ τὴν εἰς ἀνθρώπους αὐτοῦ πάροδον καὶ
55τὴν ἔνσαρκον ἐπιδημίαν. Οὐ γὰρ τὸν ἐν μορφῇ Θεοῦ Θεὸν Λόγον γυμνὸν ἐπιδείξας φώτων δίκην ἐξήστραψε
τὸν τῶν ἀνθρώπων βίον, μορφὴν δὲ δούλου λαβὼν καὶ686 in vol. 23

23

.

688

τὰς ἀκτῖνας τῆς ἑαυτοῦ θεότητος συστείλας, καὶ ὥσπερ καταδὺς ἐν τῷ σώματι, ἐπὶ δυσμῶν τε γενόμενος τοῦ θνητοῦ βίου, (ὃν ὁ θεῖος Ἀπόστολος σκότος ὠνόμασεν εἰπών· «Πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τού‐
5του·)» ἢ ἐν αὐτῷ καταδὺς τῷ θανάτῳ, λέλεκται ἐπι‐ βεβηκέναι ἐπὶ δυσμῶν. Τούτῳ οὖν, φησὶ, τῷ ἐπιβε‐ βηκότι ἐπὶ δυσμῶν Κυρίῳ, οὗ τὸ Ἰησοῦ ὄνομα διὰ τοῦ ἴα σημαίνεται, ὁδοποιήσατε. Προστάττει δὲ ταῦτα τὸ Πνεῦμα τὸ προφητικὸν τῷ ἀποστολικῷ
10χορῷ, καὶ τοῦτο πράττειν σὺν πολλῇ προθυμίᾳ καὶ παῤῥησίᾳ ἐπικελεύεται. Διὸ ἐπιλέγει ἑξῆς· «Καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ·» ἢ κατὰ τὸν Σύμμαχον, «Καὶ γαυριᾶσθε εἰς πρόσωπον αὐτοῦ.» Καὶ ἄλλο δὲ γνώρισμα δίδωσι τοῦ προδηλωθέντος Κυρίου, λέγων·
15«Τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν.» Εἰ μὴ γὰρ ὀρφανῶν ἠξίωσε γενέσθαι πατὴρ, χηρῶν τε ἔκδικος καὶ κριτὴς, οὐδεὶς ἦν αὐτῷ λόγος πρὸς τοὺς ἐπὶ γῆς ταπεινούς. Ἐπεὶ δὲ καθ’ ὑπερβολὴν φιλανθρωπίας κατηξίωσεν ἐπιβῆναι ἐπὶ δυσμῶν, καὶ
20τῶν ἐν τῷ σκότῳ ὀρφανῶν χρηματίσαι πατὴρ, τῶν τε ἀπεριστάτων χηρῶν τε καὶ ἐρήμων ψυχῶν κριτὴς καὶ ἔκδικος γενέσθαι· εἰκότως τὴν ὁδὸν τὴν ἄγουσαν ἐπὶ τοὺς ὀρφανοὺς τοὺς τὸν ἐπουράνιον ἀγνοοῦντας Πα‐ τέρα, ἐπί τε τὰς ἐστερημένας τοῦ νυμφίου χήρας
25ψυχὰς ὁδοποιεῖν παρακελεύεται. Καὶ ἄλλως δὲ, τοῦ περὶ Προνοίας λόγου γένοιτ’ ἂν ἡ διάνοια παραστα‐ τικὴ, διδάσκουσα, ὅτι χῆραι καὶ ὀρφανοὶ ἔρημοι καὶ ἀπερίστατοι καταλείπονται ἐν τῷ βίῳ οὐκ ἄνευ λόγου καὶ σοφίας Θεοῦ, ἀλλ’ εἰς δόξαν αὐτοῦ καὶ εἰς ἔνδειξιν
30τῆς αὐτοῦ θείας ἐπισκοπῆς. Πολλάκις γοῦν οἱ γονέων ἐστερημένοι παῖδες ὀρφανοὶ μᾶλλον τῶν ὑπὸ πατράσι τραφέντων λόγων καὶ παιδείας μετέσχον, μακρόβιοί τε καὶ πολυχρόνιοι γεγόνασι· καὶ οὐ μόνον τροφῆς ηὐπόρησαν, ἀλλὰ καὶ εἰς ἐπισήμους ἄνδρας προῆλθον.
35Καὶ γυναῖκες ὡσαύτως χηρείαν δυστυχήσασαι μᾶλλον τῶν ἐν συζυγίᾳ βίον εὔθυμον καὶ ἄλυπον καὶ θεοσεβῆ διεξῆλθον· τοῦ Θεοῦ τοῖς μὲν ὀρφανοῖς ὑπὲρ πάντα πατέρα καταστάντος, ταῖς δὲ χήραις ἀντιλήπτορος καὶ ἐκδίκου. Διὸ εἴρηται· «Τοῦ πατρὸς τῶν ὀρφανῶν
40καὶ κριτοῦ τῶν χηρῶν.» Ἀντὶ δὲ τοῦ, «Τῷ ἐπιβε‐ βηκότι ἐπὶ δυσμῶν,» ὁ Σύμμαχος· «Τῷ ἐποχουμένῳ ἐν τῇ ἀοικήτῳ.» Ἀοίκητον δὲ καλεῖ τὴν τῶν ἀλλο‐ γενῶν καὶ ἀλλοφύλων ἐθνῶν χώραν· ἣν ἔρημον ὀνο‐ μάζειν ἐν ἑτέροις εἴωθεν ὁ λόγος. Καὶ πάλιν ἀντὶ,
45«τοῦ κριτοῦ τῶν χηρῶν,» ὁ μὲν Ἀκύλας, «δικαστοῦ χηρῶν,» ὁ δὲ Σύμμαχος, «καὶ ὑπερδικοῦντος χηρῶν,» ἡρμήνευσαν. Σφόδρα δὲ ἀκριβῶς ὀρφανῶν μὲν αὐτὸν πατέρα ἀποκαλεῖ, χηρῶν δὲ κριτήν. Ἐπεὶ γὰρ μὴ πᾶσαι χῆραι τῆς ἴσης ὑπάρχουσι προαιρέσεως, διακρίνων τὰς ἀξίας αὐτοῦ καὶ τὰς μὴ τοιαύτας, κρι‐

23

.

688

(50)

τὴς αὐτῶν καθίσταται. Οὐ μὴν καὶ ὀρφανῶν ὁμοίως γένοιτ’ ἂν κριτής· ἐξ ἴσου γὰρ τούτων πατρὸς δίκην προνοεῖ. «Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ, ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ.» Ἐπειδὴ τὸν προδηλωθέντα Κύριον κάτω που ἐπὶ τὸ ταπεινὸν κατήγαγεν ὁ λό‐
55γος, ἐπιβεβηκέναι ἐπὶ δυσμῶν φήσας αὐτὸν, ὀρφανῶν τε εἶναι πατέρα καὶ χηρῶν κριτὴν, ἀναγκαίως ἐπαν‐
έρχεται ἐπὶ τὴν περὶ αὐτοῦ θεολογίαν, διδάσκων,688 in vol. 23

23

.

689

ὅτι ταῖς μὲν προλεχθείσαις δυσμαῖς διά τινας οἰκονο‐ μίας πρὸς βραχὺν ἐπιβαίνει χρόνον· τό γε μὴν οἰκη‐ τήριον αὐτοῦ καὶ ἡ πρέπουσα αὐτῷ διατριβὴ οὐκ ἐν δυσμαῖς ἐστιν, «ἀλλ’ ἐν τόπῳ ἁγίῳ·» ἢ κατὰ τὸν
5Ἀκύλαν, «ἐν οἰκητηρίῳ ἡγιασμένῳ αὐτοῦ·» ἢ κατὰ τὸν Σύμμαχον, «ἐν βασιλείοις ἁγίοις αὐτοῦ.» Ἔστι μὲν γὰρ αὐτῷ τόπος ἐμπρέπων καὶ ἁρμόζων τῇ αὐ‐ τοῦ θεότητι· ὅμως δ’ οὖν, φιλάνθρωπος ὢν, τοῦ οἰκείου μεγέθους ὑποκαταβαίνει, συγκαταβαίνει τε τοῖς ἐν
10δυσμαῖς οἰκοῦσιν ὀρφανοῖς καὶ χήραις. Διὸ καὶ ἀλ‐ λαχοῦ εἴρηται· «Ὅτι ἰδοὺ Κύριος Κύριος ἐκπο‐ ρεύεται καὶ καταβήσεται ἐκ τοῦ τόπου αὐτοῦ.» Κατ‐ ιὼν δὲ ἐνθένδε καὶ ἐπιβαίνων ἐπὶ δυσμὰς, ὁποῖα διαπράττεται θεασώμεθα. «Κατοικίζει, φησὶ, μο‐
15νοτρόπους ἐν οἴκῳ.» Κατὰ δὲ τὸν Σύμμαχον, «Δίδω‐ σιν οἰκεῖν μοναχοῖς οἰκίαν·» καὶ κατὰ τὸν Ἀκύλαν, «Καθίζει μονογενεῖς οἴκονδε·» κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν, «Κατοικίζει μονοζώνους ἐν οἴκῳ.» Καὶ τοῦτ’ ἦν τὸ πρῶτον αὐτοῦ κατόρθωμα· ὃ δὴ καὶ μέ‐
20γιστον τῶν αὐτοῦ κατορθωμάτων τῷ τῶν ἀνθρώπων δεδώρηται γένει. Τὸ γοῦν πρῶτον τάγμα τῶν ἐν Χριστῷ προκοπτόντων τὸ τῶν μοναχῶν τυγχάνει. Σπάνιοι δέ εἰσιν οὗτοι· διὸ κατὰ τὸν Ἀκύλαν μο‐ νογενεῖς ὠνομάσθησαν ἀφωμοιωμένοι τῷ μονογενεῖ
25Υἱῷ τοῦ Θεοῦ. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα μονότρο‐ ποι τυγχάνουσιν, ἀλλ’ οὐ πολύτροποι, οὐδὲ ἄλλοτε ἄλλως τὸν ἑαυτῶν μεταβάλλοντες τρόπον, ἕνα δὲ μό‐ νον κατορθοῦντες, τὸν εἰς ἄκρον ἥκοντα ἀρετῆς. Μο‐ νοζώνους δὲ αὐτοὺς ἡ πέμπτη ἔκδοσις ὠνόμασεν, ὡς
30ἂν μονήρεις καὶ καθ’ ἑαυτοὺς ἀνεζωσμένους. Τοιοῦτοι δὲ πάντες εἰσὶν οἱ τὸν μονήρη καὶ ἁγνὸν κατορθοῦν‐ τες βίον, ὧν πρῶτοι γεγόνασιν οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, οἷς εἴρητο· «Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν,
35μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον.» Ἐν γὰρ τῷ λέγειν μὴ δεῖν κτήσασθαι χρυσὸν μηδὲ ἄργυρον εἰς τὰς ζώνας ἀνεζωσμένους αὐτοὺς εἰσάγει. Οὕτω δὲ καὶ πᾶσιν ἡμῖν ὁ Ἀπόστολος παρακελεύεται λέγων· «Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.» Καὶ
40οἱ τὸ Πάσχα δὲ ἐσθίοντες ἐκελεύοντο τὰς ὀσφῦς ἔχειν περιεζωσμένας. Τοῦτο δὴ οὖν πρῶτον κατορθοῖ τοῖς ἐν δυσμαῖς οἰκοῦσιν ἐπιδημήσας ὁ θεσπιζόμενος. Ἀπὸ γὰρ τῶν προλεχθέντων ὀρφανῶν καὶ τῶν δηλω‐ θεισῶν χηρῶν ἀφορίσας, ἐξαίρετον καὶ τιμιώτατον
45ἑαυτῷ τάγμα τὸ τῶν μονοτρόπων κατοικίζει αὐτοὺς ἐν οἴκῳ, δηλαδὴ ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ, παραμένειν καὶ κατοικεῖν ἐν αὐτῇ καταξιῶν αὐτούς. Μετὰ δὲ τούτους δεύτερον ἔργον κοινωφελὲς καὶ εἰς πολλοὺς διαβαῖνον κατορθοῖ, «ἐξάγων πεπεδημένους ἐν ἀν‐

23

.

689

(50)

δρείᾳ·» τῇ γὰρ ἑαυτοῦ ἀνδρείᾳ ἐξάγει τοὺς πρότερον σειραῖς ἁμαρτιῶν πεπεδημένους. Ἀντὶ δὲ τοῦ, «ἐν ἀνδρείᾳ, εἰς ἀπόλυσιν,» ἡρμήνευσεν ὁ Σύμμαχος, εἰ‐ πών· «Ἐξάγει δεδεμένους εἰς ἀπόλυσιν.» Νοήσεις δὲ καὶ τοῦτο ἐκ τῆς λεγούσης ἐν Ἡσαΐᾳ προφητείας
55εἰς αὐτοῦ πρόσωπον τοῦ Κυρίου· «Ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλ‐
μοὺς τυφλῶν, ἐξάγειν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ690 in vol. 23

23

.

692

οἴκου φυλακῆς καθημένους ἐν σκότει.» Τοὺς γὰρ πά‐ λαι δεσμοῖς διαβολικοῖς κατεσφιγμένους, καὶ τῇ πο‐ λυθέῳ καὶ δαιμονικῇ πλάνῃ προστετηκότας, λύσας τῶν δεσμῶν ἐξήγαγε, δοὺς ἄφεσιν ἁμαρτιῶν. Ἀλλὰ
5καὶ τοὺς ἐν τῷ θανάτῳ δεσμίους ὄντας ἐξ αἰῶνος συνανέστησεν ἑαυτῷ, λύσας τῶν πικρῶν τοῦ θανάτου δεσμῶν. Καὶ τοῦτο ἔπραξεν «ἐν ἀνδρείᾳ·» ἀνδρὸς γὰρ σχῆμα λαβὼν, καὶ δι’ ἀνθρωπείου σώματος ἀν‐ δρισάμενος, ἐξήγαγε τῶν δεσμῶν τοὺς προλεχθέντας.
10Ταῦτ’ ἦν τὰ κατορθώματα τῆς εἰς ἀνθρώπους ἐπιδη‐ μίας τοῦ Θεοῦ Λόγου, οἷς ἑξῆς εἴρηται· «Ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν τάφοις.» Ὅπερ ὁ Σύμμαχος ἡρμήνευσε λευκότερον, διασαφή‐ σας τὴν διάνοιαν καὶ εἰπών· «Οἱ δὲ ἀπειθεῖς κατοι‐
15κήσουσι καύσωνος ξηρότητα·» ὁ δὲ Ἀκύλας, «Πλὴν ἀφιστάμενοι, φησὶν, ἐσκήνωσαν λεωπετρίανδε.» Ἐβούλετο μὲν γὰρ αὐτὸς καὶ τοὺς παραπικραίνοντας ἐξαγαγεῖν καὶ ἐλευθερῶσαι τῶν δεσμῶν. Ἐπιμένον‐ τες δὲ οὗτοι τῇ ἀπειθείᾳ, παροξύνοντές τε ἐν αὐτῷ
20τούτῳ καὶ παραπικραίνοντες τὸν Θεὸν, κατοικήσουσι τοὺς ἑαυτῶν τάφους, ὡς λέγεσθαι περὶ αὐτῶν· «Ἄφες τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς·» ἢ «κατ‐ οικήσουσι καύσωνος ξηρότητα·» ὡς ἂν μέλλοντες πορεύεσθαι «εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον
25τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» «Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ. Διά‐ ψαλμα.» Ὅτι μὴ μόνον ἐν τῇ συντελείᾳ τῶν αἰώνων ἀνθρώποις ἐπεδήμει ὁ τοῦ Θεοῦ Λόγος, ἀλλὰ καὶ
30πρότερον αὐτὸς ἦν ὁ διὰ Μωϋσέως χρηματίζων, ὁ παρὼν διδάσκει λόγος φάσκων· «Ὁ Θεὸς, ἐν τῷ ἐκ‐ πορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν.» Καὶ τότε γὰρ, φησὶ, καθ’ ὃν χρόνον ἐξῆγες
35τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ γῆς Αἰγύπτου, ἡ σύμπασα γῆ ἐσείετο τῆς φήμης τῶν ἐν Αἰγύπτῳ πεπραγμένων διατρεχούσης εἰς πάντας. Ἀλλ’ ἡ μὲν γῆ τότε ἐσείετο· ἤτοι τῆς φήμης, ὡς εἴρηται, τὰς πάντων τῶν ἐπὶ γῆς ἀκοὰς πληρούσης, ἢ καὶ αὐτοῦ τοῦ στοιχείου
40χαίροντος ἐπὶ τῇ ἐπιβάσει τοῦ Θεοῦ. Ὃ δὴ διδάσκει καὶ ἕτερος ψαλμὸς λέγων· «Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, τὰ ὄρη ἐσκίρτησαν ὡς κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβά‐ των.» Ἡ μὲν οὖν γῆ χαίρουσα ἐσείετο· οἱ δὲ οὐρανοὶ
45ἔσταξαν. Τί δὲ ἔσταξαν, ἀλλ’ ἤτοι τὴν τροφὴν τὴν παραδόξως ἐνεχθεῖσαν τοῖς ἐπὶ τῆς ἐρήμου, ἢ καὶ τοὺς θείους λόγους τε καὶ νόμους τροφὴν ὄντας ψυχῶν λογικῶν; Ἐσείετο δὲ ἡ γῆ, καὶ ἔσταξαν οἱ οὐρανοὶ «ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σιναῒ,» τουτέστι τοῦ

23

.

692

(50)

ἐν τῷ ὄρει Σιναῒ χρηματίσαντος. Καὶ ταῦτα δὲ σα‐ φέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· «Γῆ ἐσείετο, οὐρανὸς δὲ ἀπέσταξεν ἀπὸ προσώπου τοῦ Θεοῦ τούτου τοῦ Σιναῒ, καὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, Θεοῦ Ἰσραήλ.» Μήποτε δὲ καὶ αἱ οὐράνιοι δυνάμεις ὥσπερ τροφοί
55τινες καὶ τιθηνοὶ ἀπὸ θηλῆς γάλα νηπίοις ἀποστάζου‐ σαι, οὕτως καὶ αὗται τὴν ἐξ αὐτῶν χορηγίαν παρεῖ‐ χον τοῖς τότε τὰς ψυχὰς νηπίοις; Δι’ ὃ καὶ παιδαγω‐
γὸς ὠνόμασται παρὰ τῷ Ἀποστόλῳ ὁ διὰ Μωϋσέως λαληθεὶς λόγος.692 in vol. 23

23

.

693

«Βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεὸς, τῇ κληρονομίᾳ σου, καὶ ἠσθένησε, σὺ δὲ κατηρτίσω αὐτήν.» Τότε μὲν, φησὶν, «ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, καὶ ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ, γῆ
5ἐσείσθη, καὶ οἱ οὐρανοὶ ἔσταξαν·» ἐπὶ δὲ τοῦ παρ‐ όντος, ὅτε ἐπιβέβηκας ἐπὶ δυσμῶν, ἕτερα παράδοξα εἰργάσω. Τῇ γὰρ κληρονομίᾳ σου ἀφώρισας βροχὴν ἑκούσιον. Κληρονομία δὲ αὐτοῦ τίς ἦν μετὰ τὸν πρό‐ τερον λαὸν ἀλλ’ ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ὥσπερ οὖν
10διδάσκει λέγων αὐτὸς ἐν δευτέρῳ ψαλμῷ· «Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κλη‐ ρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Υἱὸς γὰρ Θεοῦ κελευόμενος πρὸς τοῦ Πατρὸς
15αἰτεῖν κληρονομίαν, οὔτε Ἰουδαίων ἔθνος, ἀλλὰ πάντα τὰ ἔθνη καὶ τὰ πέρατα τῆς γῆς, τίς ἂν γένοιτο ἢ ὁ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν συστησάμενος; Ταύτῃ οὖν τῇ κληρονομίᾳ αὐτοῦ ἀφώρισε βροχὴν ἑκούσιον· διὸ λέλεκται περὶ αὐτοῦ· «Καταβήσεται ὡς ὑετὸς ἐπὶ
20πόκον, καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν.» Λόγος δὲ ἦν εὐαγγελικὸς ἡ βροχὴ ἡ ἑκουσία, καὶ τὸ τῆς Καινῆς Διαθήκης κήρυγμα τῇ ἐξ ἐθνῶν Ἐκκλησίᾳ παραδεδομένον. Καλὴ δὲ ἡ προσθήκη τῆς «ἑκουσίας βροχῆς·» διὰ Μωϋσέως μὲν γὰρ οὐχ ἑκούσιος τοῖς
25παλαιοῖς παρείχετο λόγος, ἐπεὶ οὐ κατὰ γνώμην τὴν αὐτοῦ ἐνομοθετεῖτο· διὸ πρὸς αὐτοὺς ἔλεγεν ὁ Σωτήρ· «Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν·» ὁ δὲ λόγος ὁ εὐαγγελικὸς κατὰ βουλὴν καὶ κατὰ προ‐ αίρεσιν Θεοῦ ἀφωρίσθη «τῇ κληρονομίᾳ» αὐτοῦ, ἣν
30ἀσθενήσασαν σὺ, φησὶ, κατηρτίσω· κατὰ δὲ τὸν Ἀκύλαν, «Μεμοχθηκυῖαν, φησὶ, σὺ ἥδρασας αὐ‐ τήν·» κατὰ δὲ τὸν Σύμμαχον, «Ἣν ἐξεπόνησας, φησὶ, καὶ ἥδρασας.» Οὐ δεῖ δὲ πολλῶν λόγων εἰς τὸ παραστῆσαι ὅπως ἡ ἐξ ἐθνῶν πάλαι πρότερον ἦν
35μεμοχθηκυῖα πόνοις καὶ μόχθοις τῆς εἰδωλολάτρου πλάνης καταπονηθεῖσα· ἀσθενήσασά τε ἦν εἰς ὑπερ‐ βολὴν, ὡς μηδεμίαν ἐν αὐτῇ καταλειφθῆναι δύναμιν. Ἀλλ’ ἀναλαβὼν αὐτὴν ὁ Σωτὴρ κατηρτίσατο αὐτὴν, ἑδράσας ἐπὶ τὴν πέτραν τὴν ἀῤῥαγῆ καὶ ἄσειστον
40τῆς αὐτοῦ πίστεως· ὃ δὴ καὶ ἐπηγγείλατο ποιήσειν εἰπών· «Ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκ‐ κλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Ἑδράσας δὲ αὐτὴν καὶ καταρτισάμενος, τὰ ζῶα ἑαυ‐ τοῦ κατῴκισεν ἐν αὐτῇ. Ζῶα δὲ τίνα ἂν εἴποις τοῦ
45Θεοῦ ἢ τὰς ἐκ τῆς παρ’ αὐτῷ ζωῆς ἀρυομένας καὶ ζωοποιουμένας ψυχάς; Καὶ ταῦτα πάντα, φησὶν, «ἡτοίμασας» διὰ τῆς σῆς χρηστότητος καὶ φιλαν‐ θρωπίας, ἢ διὰ «τῆς σῆς ἀγαθωσύνης,» κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, «τῷ πτωχῷ.» Πτωχὸν δὲ ἐν‐

23

.

693

(50)

ταῦθα κέκληκε μυστικῶς τὸν κατὰ σάρκα ἄνθρωπον τοῦ Σωτῆρος ἡμῶν, ὃς «πλούσιος ὢν ἐπτώχευσε δι’ ἡμᾶς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.» Ἐδήλου δὲ αὐτοῦ τὴν πτωχείαν καὶ αὐτὸς λέγων· «Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ
55καρδίᾳ.» Τούτῳ οὖν τῷ πτωχῷ ὁ Θεὸς καὶ Πατὴρ
αὐτοῦ τῇ αὐτοῦ φιλανθρωπίᾳ καὶ χρηστότητι ἡτοί‐694 in vol. 23

23

.

696

μασε τὰ προλεχθέντα πάντα· λέγω δὲ τὴν ἑκούσιον βροχὴν, τὴν δηλωθεῖσαν κληρονομίαν, τὰ προλεχθέντα ζῶα. Διὸ τοῖς πᾶσιν ἐπενήνεκται τὸ, «Ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ. Κύριος δώσει τὸ
5ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Τὰ μὲν κατορθώματα τοῦ ἐπιβεβηκότος ἐπὶ δυσμῶν Κυρίου τοιαῦτα. Ἐπεὶ δ’ ἐχρῆν αὐτὰ ἐξάκουστα πᾶ‐ σιν ἀνθρώποις γενέσθαι, πάλιν ὁ αὐτὸς Κύριος καὶ τοῦτο πρὸς τοῖς ἄλλοις ἐπιτελεῖ. Πῶς δὲ καὶ τίνα
10τρόπον; Ἀνθρώποις μὴ ἔχουσιν ἴδιον λόγον, μηδὲ οἰκείαν σοφίαν, παντελῶς δὲ ἰδιώταις ἀνεπιστήμο‐ σιν, αὐτὸς ἐπιχορηγήσει ῥῆμα μεστὸν ἀφάτου καὶ πολλῆς δυνάμεως. Οἱ δὲ δυναμωθέντες καὶ στομω‐ θέντες ὑπὸ τοῦ δωρηθέντος αὐτοῖς ῥήματος κήρυκες
15ἀγαθῶν τοῦ παντὸς κόσμου καταστήσονται εὐαγγε‐ λιζόμενοι πᾶσιν ἀνθρώποις τὰ προλελεγμένα. Διὸ ἀκολούθως τοῖς τοῦ Κυρίου κατορθώμασιν ἐπενήνε‐ κται τό· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυ‐ νάμει πολλῇ.» Ἀναγκαῖον δὲ ἦν γνῶναι ἡμᾶς καὶ
20τοῦτο. Ἐπειδὴ ἀνωτέρω παρεκελεύετό τισιν ᾄδειν καὶ ψάλλειν τῷ Θεῷ, ὁδοποιεῖν τε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, παρέστησεν εἰπών· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Τού‐ τοις γὰρ τοῖς εὐαγγελιζομένοις καὶ ὁδοποιοῦσιν αὐτῷ
25τὴν εἰς ἀνθρώπους πάροδον αὐτὸς ὁ πρὸς αὐτῶν κατ‐ αγγελλόμενος δώσει ῥῆμα θεϊκόν. Τοσοῦτοι γὰρ ἦσαν χωρητικοὶ σὺν πολλῇ δυνάμει· καὶ μέγα ἦν αὐτοῖς τουτὶ τὸ ῥῆμα καὶ αὔταρκες εἰς τὴν τοῦ Εὐ‐ αγγελίου διακονίαν. Αὐτὸς μὲν γὰρ ὁ Κύριος ὁ τέ‐
30λειος ἦν τοῦ Θεοῦ Λόγος. Οἱ δὲ ῥῆμα λαβόντες καὶ βραχείας τινὸς τῆς αὐτοῦ δυνάμεως ἐμπνεύσεως κατ‐ αξιωθέντες τὴν σύμπασαν ἐπλήρουν οἰκουμένην τοῦ Εὐαγγελίου σὺν πολλῇ δυνάμει κηρύττοντες. Τοῦτο γοῦν καὶ ἐπήγγελτο αὐτοῖς δι’ ἑαυτοῦ φήσας· «Ὑμεῖς
35δὲ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς.» Κατὰ δὲ τὸν Σύμμαχον, «Κύριος, φησὶν, ἔδωκε ῥήσεις εὐαγγελιζομένῃ στρατιᾷ πολλῇ.» Στρατιὰ δὲ ἦν πολλὴ τοῦ Σωτῆρος ἡμῶν ἡ τῶν εὐαγ‐ γελιζομένων τὰς δοθείσας αὐτοῖς ῥήσεις, πρῶτον μὲν
40ἀποστόλων ιβʹ· ἔπειτα μαθητῶν οʹ· καὶ ἐπὶ τούτοις ἑτέρων φʹ, οἷς ἀθρόως ἐφάνη μετὰ τὴν ἀνάστασιν, ὡς ὁ θεῖος ἐμαρτύρησεν Ἀπόστολος εἰπών· «Ἔπειτα ὤφθη ἐπάνω φʹ ἀδελφοῖς ἐφάπαξ· ἐξ ὧν οἱ πλείονες μένουσι ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν·» οἷς
45ἐπιλέγει· «Ἔπειτα ὤφθη τοῖς ἀποστόλοις πᾶσιν.» Ἦσαν γὰρ ἦσαν καὶ μετὰ τοὺς ιβʹ, καὶ μετὰ τοὺς οʹ, καὶ μετὰ τοὺς φʹ ἕτεροι πλείους κήρυκες τοῦ Εὐαγγελίου, κατά τε τοὺς χρόνους τοὺς ἀποστο‐ λικοὺς, καὶ μετ’ ἐκείνους ἕτεροι οἱ κατὰ πᾶσαν τὴν

23

.

696

(50)

οἰκουμένην ἐν ταῖς Ἐκκλησίαις αὐτοῦ τὸ Εὐαγγέλιον αὐτοῦ κηρύττοντες, οἷς ὁ βασιλεὺς τῶν δυνάμεων τὴν τοῦ Ἀγαπητοῦ δύναμιν ἐχορήγει. Ἕτεραι δὲ παρὰ ταύταις τοῦ Ἀγαπητοῦ δυνάμεις ἦσαν αἱ κατ’ οὐρα‐ νὸν στρατιαὶ, ἄγγελοι καὶ ἀρχάγγελοι, καὶ πνεύματα
55θεῖα. Αὗται γὰρ ἦσαν αἱ δυνάμεις τοῦ Ἀγαπητοῦ.696 in vol. 23

23

.

697

Διὸ Κύριος τῶν δυνάμεων ἀνηγόρευται. Ἀγαπητὸς δὲ τοῦ Θεοῦ τίς ἦν ἢ ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ; ᾧ ἡ πατρικὴ φωνὴ ἐμαρτύρει φήσασα· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, εἰς ὃν ηὐδόκησα·» Οὗτος
5τοίνυν ὁ βασιλεὺς τῶν τοῦ Ἀγαπητοῦ δυνάμεων, ὥσπερ ταῖς κατ’ οὐρανὸν δυνάμεσιν ἐχορήγει τὰς ἑαυτοῦ εὐεργεσίας, οὕτως καὶ τοῖς ἐπὶ γῆς εὐαγγε‐ λιζομένοις δίδωσι τὸ εὐαγγελικὸν ῥῆμα σὺν δυνάμει πολλῇ. Καὶ αὐτοὶ δὲ οὗτοι οἱ ἐπὶ γῆς στρατιαὶ ἦσαν
10αὐτοῦ καὶ δυνάμεις αὐτοῦ. Διὸ κατὰ τὸν Σύμμαχον λέλεκται· «Βασιλεῖς τῶν στρατειῶν ἠγαπήθησαν,» ἢ, ἀγαπητοὶ ἐγένοντο. Τούτοις δὲ αὐτοῖς καὶ ἄλλο χάρισμα ἐδωρήσατο· τοῦτο δὲ ἦν τὸ διελέσθαι σκύλα εἰς ὡραιότητα τοῦ οἴκου. Ὡραιότης μὲν οἴκου τὰ
15διαπρέποντα ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ εἴη ἂν τά‐ γματα· ὧν καὶ ἐπιθυμητὴς ὁμολογεῖ τις γεγονέναι, φήσας· «Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου.» Καὶ πάλιν· «Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω, τὸ
20κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτοῦ.» Τὰ Ἅγια τοίνυν τῶν ἁγίων εἴη ἂν ἡ τερπνότης καὶ ὡραιότης τοῦ οἴκου τοῦ Θεοῦ. Ταῦτα δέ ἐστι τὰ ἐν
25σωφροσύνῃ καὶ ἁγνείᾳ, καὶ δικαιοσύνῃ, καὶ ταῖς λοι‐ παῖς ἀρεταῖς διαλάμποντα τῆς Ἐκκλησίας τοῦ Θεοῦ τάγματα. Εἰς δὲ τὴν ὡραιότητα ταύτην σκύλα διελέ‐ σθαι τοῖς αὐτοῦ στρατιώταις ἐδωρήσατο ὁ βασιλεὺς τῶν δυνάμεων. Τῶν γὰρ πολεμίων ἀνατραπέντων
30καὶ εἰς φυγὴν κεχωρηκότων, λέγω δὲ τῶν ἀφανῶν καὶ ἀοράτων δυνάμεων, περὶ ὧν ἀνωτέρω ἐλέγετο· «Ἀναστήτω ὁ Θεὸς καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, φυγέτωσαν πάντες οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ,» οἱ τοῦ νικητοῦ βασιλέως
35στρατιῶται τὰ σκύλα τούτων εἰς ἑαυτοὺς διῃροῦντο. Σκύλα δὲ ἦμεν ἡμεῖς καὶ πᾶν τὸ τῶν ἀνθρώπων γένος, τὸ πάλαι πρότερον ὑποχείριον τῶν ἀντικει‐ μένων δυνάμεων γεγενημένον· ὧν ἀπελασθεισῶν, οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι, καὶ εὐαγ‐
40γελισταὶ, ἥ τε λοιπὴ αὐτοῦ στρατεία, τὰς πάλαι πρότερον ἐσκυλευμένας ψυχὰς, κτῆμα ἴδιον ποιησά‐ μενοι, διενείμαντο εἰς ἀλλήλους. Παῦλος μὲν οὖν ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ τὰ ἐξ ἐθνῶν ἐκληροῦτο σκύλα· Πέτρος δὲ πάλιν ἑτέ‐
45ρων ἐθνῶν καὶ Ἰωάννης ὡσαύτως ἑτέρων, καὶ τῶν λοιπῶν ἀποστόλων ἕκαστος παραπλησίως. Ἀφ’ ὧν σκύλων τὰ ἐξαίρετα ἀναθήματα, εἰς ὡραιότητα τοῦ οἴκου τοῦ Θεοῦ ἀφώριζον. Διὸ λέλεκται· «Καὶ ὡραιό‐ τητι τοῦ οἴκου διελέσθαι σκύλα. Ἐὰν κοιμηθῆτε

23

.

697

(50)

ἀνὰ μέσον τῶν κλήρων πτέρυγες περιστερᾶς περι‐ ηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρό‐ τητι χρυσίου.» Μνημονεύσας ὁ λόγος τῶν εὐαγ‐ γελιζομένων δυνάμει πολλῇ τοῦ τε οἴκου καὶ τῆς ὡραιότητος αὐτοῦ, ἔτι μὴν καὶ τῶν ἐν αὐτῷ σκύ‐
55λων, δι’ ὧν ᾐνίττετο τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ τοὺς ἐν αὐτῇ διαπρέποντας· ἀκολούθως διὰ
τῶν μετὰ χεῖρας καὶ τῶν θεοπνεύστων ἀναγνωσμά‐698 in vol. 23

23

.

700

των τὴν μνήμην ποιεῖται ὡς πρὸς ἡμᾶς λέγων· «Ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων.» Κλῆροι δὲ τῆς Ἐκκλησίας εἰσὶν ἥ τε Παλαιὰ καὶ ἡ Καινὴ Διαθήκη τοῦ Θεοῦ· ὧν τοὺς ἐν μέσῳ διαστρεφομένους
5διδάσκει πτέρυγας περιστερᾶς περιηργυρωμένας εὑ‐ ρήσειν· ἧς περιστερᾶς τὰ μετάφρενα εἶναι ἐν χλω‐ ρότητι χρυσίου. Τοῦ γὰρ ἁγίου Πνεύματος περιστε‐ ρᾶς νοουμένου, οἱ ἐν Παλαιᾷ καὶ Καινῇ λελαλημένοι λόγοι, κατὰ μὲν τὴν ἐπιπόλαιον ἀνάγνωσιν, πτέρυξιν
10ὥσπερ ἐγκεκαλυμμένοι τυγχάνουσι, καὶ πτέρυξι πε‐ ριηργυρωμέναις, ἐπειδὴ τὰ λόγια Κυρίου ἀργύριόν ἐστι πεπυρωμένον, δοκίμιον τῇ γῇ· τὰ δὲ κατὰ βάθους ἐγκεκρυμμένα νοήματα, ἅπερ ἔοικε μεταφρένοις τῆς ἀποδοθείσης περιστερᾶς, δηλαδὴ τοῦ ἁγίου Πνεύμα‐
15τος, ἐν χλωρότητι λέγεται εἶναι, τῆς ἐγκεκρυμμένης τῇ λέξει διανοίας καὶ τοῦ καθαρωτάτου νοῦ χρυσοῦ δίκην ἀπαστράπτοντος. Ταῦτα δὲ ἀναφωνεῖται πᾶσιν ἡμῖν τοῖς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ συνηγμένοις, οὓς διὰ τῶν ἔμπροσθεν σκύλα ὁ λόγος ὠνόμαζεν. Ἀντὶ δὲ τοῦ,
20«Ἐὰν κοιμηθῆτε,» κατὰ τὸν Σύμμαχον, «Ἐὰν ἀνα‐ πέσητε μεταξὺ τῶν κλήρων,» εἴρηται. Τὸ γὰρ κοι‐ μηθῆναι νῦν διαναπαύσεσθαι δηλοῖ. Τοῖς οὖν τῶν ἱερῶν ἀσκηταῖς λόγων προτρεπτικῶς ἡ προσφώνησις ἐπαγ‐ γέλλεται τὴν ἐκ τῶν θείων λόγων ὠφέλειαν· ἥ τε γὰρ
25λέξις τῶν ἱερῶν ἀναγνωσμάτων κεκάθαρται δίκην ἀργυρίου πεπυρωμένου, κατὰ τὸν φήσαντα λόγον· «Τὰ λόγια Κυρίου πεπυρωμένα·» καὶ πάλιν· «Τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως·» ἥ τε διάνοια ἡ πνευματικὴ ἐξαίρετος καὶ πολυτίμητος διὰ τοῦ λέγεσθαι, «Ἐν χλωρότητι χρυσίου,» παρίσταται.
30 «Ἐν τῷ διαστέλλειν τὸν οὐράνιον βασιλεῖς ἐπ’ αὐ‐ τὴν, χιονωθήσονται ἐν Σελμών.» Ἀντὶ τοῦ, «Ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον» καὶ τὰ ἑξῆς, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· «Ὁπότε κατεμέριζεν ὁ ἱκανὸς βασιλεύειν αὐτὴν, ὡς χιονισθεῖσα ἦν. Σελ‐
35μὼν ὄρος Θεοῦ, ὄρος εὐτροφίας, ὄρος ὑψηλότατον, ὄρος εὐτροφίας· εἰς τί περισπουδάζεται τὰ ὄρη τὰ ὑψηλά; Τὸ ὄρος ὅπερ ἐπόθησεν ὁ Θεὸς εἰς τὸ κατοι‐ κεῖν ἐν αὐτῷ, καὶ Κύριος κατασκηνώσει εἰς τέλος.» Διδάσκει δὲ ὁ λόγος, ὡς ἄρα κατὰ τὸν καιρὸν ἐν ᾧ ὁ
40ἐπουράνιος, δηλαδὴ ὁ τῶν ἐν οὐρανοῖς οἰκούντων Θεὸς, τὴν προλεχθεῖσαν περιστερὰν κατεμέριζε τοῖς ἐπὶ τῆς γῆς βασιλεῦσι, τουτέστι τοῖς ἐν τῇ γῇ μετόχοις τῆς αὐτοῦ βασιλείας, (προφῆται δὲ ἦσαν οὗτοι, δί‐ καιοί τε καὶ θεοφιλεῖς ἄνδρες, οἵ τε μαθηταὶ καὶ ἀπό‐
45στολοι τοῦ Σωτῆρος ἡμῶν, οἷς τὸ Πνεῦμα τὸ ἅγιον ὁ Θεὸς διεμέριζεν ὁ ἐπουράνιος,) χιόνος δίκην ἐλαμπρύ‐ νοντο οἱ τῶν τοῦ θείου Πνεύματος χαρισμάτων κατ‐ αξιούμενοι. Διὸ λέλεκται· «Ἵνα τί ὑπολαμβάνετε ὄρη τετυρωμένα;» Ἐπιτιμῶντος τοῦ λόγου τοῖς ἕτερόν τι

23

.

700

(50)

νομίζουσιν ὅμοιον αὐτῷ εἶναι. Ἐπιλέγει δὲ καὶ αἰτίαν δι’ ἣν οὐ προσήκει ἀντιπαραβάλλειν αὐτῷ ἕτερον· διό φησι· «Τὸ ὄρος ὃ ηὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐ‐ τῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.» Μόνον γάρ ἐστι τοῦτο ἐν ᾧ ηὐδόκησεν ὁ Θεὸς κατοι‐
55κεῖν, καὶ ἐν ᾧ ὁ Πατὴρ κατασκηνοῖ εἰς ἀπείρους αἰῶ‐ νας· διὸ οὐ προσήκει ἕτερον ἀντιπαραβάλλειν αὐτῷ.
Εἰ γὰρ καὶ λέλεκται περὶ ἑτέρων τὸ, «Ἐνοικήσω ἐν700 in vol. 23

23

.

701

αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός·» ἀλλ’ οὐχ οὕτως ἐνοι‐ κεῖ καὶ ἐμπεριπατεῖ ἐν τούτοις, ὡς ἐν τῷ αὐτοῦ ὄρει· ὁ γὰρ Πατὴρ ἐν τῷ Υἱῷ καὶ ὁ Υἱὸς ἐν τῷ Πατρί· «καὶ
5ἐν αὐτῷ ηὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατ‐ οικῆσαι·» καὶ οὐ ποτὲ μὲν ᾤκησεν ἐν αὐτῷ, ἄλλοτε δὲ αὐτοῦ ἀπέστη· ἀλλ’ εἰς τὸ ἄπειρον τέλος ἀεὶ ὁ Πα‐ τὴρ ἐν τῷ Υἱῷ κατοικεῖ. Αὐτὸς δέ ἐστιν ἡ εἰρήνη ἡμῶν κατὰ τὸν Ἀπόστολον. Διὸ καὶ Σαλμὼν ὠνόμασται,
10ὅπερ ἐστὶν Εἰρήνη· καὶ τόπος τοῦ Θεοῦ ἡ εἰρήνη λέλεκται, κατὰ τὸ, «Ἐν εἰρήνῃ ἁγίᾳ ὁ τόπος αὐτοῦ.» «Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθη‐ νούντων· Κύριος ἐν αὐτοῖς ἐν Σιναῒ ἐν τῷ ἁγίῳ.» Ἀπο‐ δοὺς ὁ λόγος πρώτην τὴν περὶ τοῦ ἁγίου Πνεύματος διδασκαλίαν διὰ τῆς περιστερᾶς, ἔπειτα τὴν περὶ τοῦ
15Υἱοῦ διὰ τοῦ ὄρους τοῦ Θεοῦ, καταβαίνει λοιπὸν ἐπὶ τὰς ὑποβεβηκυίας δυνάμεις· παριστὰς, ὅτι, εἰ καὶ τὰ μάλιστα τὸ ὄρος τὸ ἀποδοθὲν τοιοῦτον τυγχάνει, ὡς ἐν αὐτῷ κατοικεῖν πᾶν τὸ πλήρωμα τῆς πατρικῆς θεότητος, ἀλλ’ οὐ μόνον τοῦτο κτῆμά ἐστι τοῦ Πατρὸς,
20ἔχει δὲ καὶ ἄλλας ὑποβεβηκυίας διακονικὰς καὶ λει‐ τουργικὰς δυνάμεις, ἃς μυρίας οὔσας καὶ πολλὰς, τῇ τε ἀρετῇ διαφερούσας ὑφ’ ἕνα ζυγὸν καταδησάμενος, ἅρμα ἑαυτῷ κατέζευξεν ὁ παμβασιλεὺς Θεὸς, ὑφ’ ἡνι‐ όχῳ τῷ Μονογενεῖ αὐτοῦ Λόγῳ. Τὸ δὲ τούτων πλῆθος
25καὶ Δανιὴλ ὁ προφήτης ἐν τῇ θεοπτίᾳ παρίστησι λέ‐ γων· «Μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ, καὶ χίλιαι χιλιάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ.» ᾯ συμ‐ φώνως καὶ νῦν λέλεκται· «Τὸ ἅρμα τοῦ Θεοῦ μυριο‐ πλάσιον, χιλιάδες εὐθηνούντων.» Ἀνθ’ οὗ ὁ Σύμμα‐
30χος ἡρμήνευσεν· «Ὄχησις τοῦ Θεοῦ μυριάδων, χιλιά‐ δες ἠχούντων.» Τί δὲ «ἠχούντων» ἢ πάντως που φωνὰς πλήρεις δοξολογίας καὶ θεολογίας; Οἷα καὶ τὰ σεραφεὶμ ἀναγέγραπται παρὰ τῷ Ἡσαΐᾳ βοῶντα καὶ λέγοντα· «Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαὼθ, πλή‐
35ρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.» Ἐν ταύταις δὲ ταῖς χιλιάσι καὶ ταῖς μυριάσι ταῖς ὑπεζευγμέναις τῷ ἅρματι τοῦ Θεοῦ καὶ αὐτὸς ὁ Κύριος μέσος ἐμπολι‐ τεύεται, ὥσπερ ἡνιοχῶν αὐτὰς καὶ τῷ Πνεύματι πα‐ ρασκευάζων. Διὸ ἐπιλέγεται, «Κύριος ἐν αὐτοῖς.»
40Ποῖος δὲ Κύριος, σημαίνει προϊὼν καὶ φάσκων· «Ἐν Σιναῒ ἐν τῷ ἁγίῳ.» Αὐτὸς γὰρ ἐκεῖνος, φησὶν, ὁ Κύ‐ ριος ὁ ἐν Σιναῒ τῷ ἁγίῳ ὄρει ὀφθείς· ἦν δὲ οὗτος ὁ τοῦ Θεοῦ Λόγος, δηλαδὴ τοῖς ὑπὸ τὸ ἅρμα τοῦ Θεοῦ ἐζευγμένοις. Διὸ οὐ τῷ τετραγράμμῳ κέχρηται ἡ
45Ἑβραϊκὴ λέξις, στοιχείοις δὲ κοινοῖς τὸν Κύριον πε‐ ριέχει ἐν τῷ, «Κύριος ἐν αὐτοῖς.» Ἵνα γὰρ ἕτερον παραστήσῃ τοῦτον τοῦ ἀνωτέρω διὰ τοῦ τετραγράμ‐ μου σημανθέντος Θεοῦ, ὅτε μὲν «τὸ ἅρμα τοῦ Θεοῦ» ἐλέγετο, διὰ τῶν ἀνεκφωνήτων παρ’ Ἑβραίοις ἐδη‐

23

.

701

(50)

λοῦτο στοιχείων· νυνὶ δὲ τοῖς κοινοτέροις χαρακτῆρ‐ σιν, οἷς καὶ ὁ παρ’ ἀνθρώποις γράφεται κύριος. Ἀκρι‐ βῶς δὲ καὶ τὸν τόπον ἐπισημαίνεται τὸν «ἐν Σιναῒ,» ἵνα σημήνῃ τὸν ἐπὶ γῆς ὀφθέντα Κύριον. Σφόδρα δὲ ἀκολούθως ἐπιλέγει ἑξῆς·
55«Ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμα‐
λωσίαν· ἔλαβες δόματα ἐν ἀνθρώποις.» Αἰνίτ‐702 in vol. 23

23

.

704

τεται δὲ αὐτοῦ τὴν κάθοδον, διὰ τοῦ φάναι, «ἀν‐ έβης·» οὐ γὰρ ἂν ἄλλως ἀνέβη, εἰ μὴ πρότερον κα‐ ταβεβήκει. «Ὁ γὰρ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάν‐
5τα.» Ἀναβὰς δὲ τί ἔπραξεν; ᾘχμαλώτευσεν αἰχμα‐ λωσίαν, καὶ ἔλαβε δόματα ἐν ἀνθρώποις. Ποίαν δὲ αἰχμαλωσίαν ᾐχμαλώτευσεν ἢ τὰ προλεχθέντα σκύλα, ἃ διενείμαντο οἱ αὐτοῦ στρατιῶται; Ἀλλὰ καὶ ἔλαβε δόματα ἐν ἀνθρώποις, τοῦ Πατρὸς αὐτῷ δεδωρημένου,
10καθ’ ἣν ἐπήγγελται πρὸς αὐτὸν ἐπαγγελίαν, φήσας· «Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονο‐ μίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ταῦτα δὲ τὰ δόματα «ἐν ἀνθρώποις» παρὰ τοῦ Πατρὸς λαβὼν, συνεστήσατο τὴν Ἐκκλησίαν αὐτοῦ. Τούτοις
15ἑξῆς εἴρηται· «Καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκη‐ νῶσαι·» ὅπερ σαφέστερον ἀπέδωκεν ὁ Σύμμαχος εἰ‐ πών· «Ἔτι καὶ ἐν ἀπειθοῦσι κατασκηνῶσαι.» Καὶ τοῦτο γὰρ, φησὶ, παρὰ τοῦ Πατρὸς ἔλαβε, τὸ κατα‐ σκηνῶσαι ἐν τοῖς πάλαι ἀπειθοῦσι καὶ ἀντιλέγουσι τῇ
20τοῦ Θεοῦ εὐσεβείᾳ. Καὶ ταύτην γὰρ εἴληφε τὴν ἐξου‐ σίαν, ὥστε ἐν μέσῳ τῶν ἀπειθούντων κατασκηνοῦν, ἐξ αὐτῶν τε τῶν ἀπειθούντων λαμβάνειν ἑαυτῷ δόγ‐ ματα. Τοσούτων δὴ μαθημάτων παραδοθέντων διὰ τῆς προφητείας, ἑξῆς τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἐπὶ με‐
25γάλοις καὶ παραδόξοις κατορθώμασιν, εὐλογεῖ τὸν το‐ σούτων ἀγαθῶν δοτῆρα φάσκον· «Κύριος ὁ Θεὸς εὐ‐ λογητὸς, εὐλογητὸς Κύριος ἡμέραν καθ’ ἡμέραν.» Οὐκέτι γὰρ, φησὶν, ἄνθρωποι δαίμονας πονηροὺς πε‐ πλανημένως δοξάζουσιν, ἀλλ’ ἐφ’ ἑκάστης ἡμέρας καὶ
30καθ’ ἑκάστην ὥραν τὸν προδηλωθέντα Κύριον εὐλο‐ γοῦσιν. Ὁ δὲ αὐτὸς Κύριος «κατευοδώσει ἡμῖν,» αὐ‐ τὸς ὢν «ὁ Θεὸς τῶν σωτηριῶν ἡμῶν.» Λέγει δὲ ταῦτα τὸ Πνεῦμα τὸ ἅγιον ἐκ προσώπου τοῦ χοροῦ τῶν ἀπο‐ στόλων, ὥσπερ οὖν καὶ ἀρχόμενοι τοῦ λόγου παρ‐
35εστήσαμεν. Ἐπεὶ τοίνυν τῆς ἐκ τοῦ Θεοῦ κατευοδώ‐ σεως ἐδέοντο οὗτοι, εἰς τὸ ὁδοποιῆσαι αὐτῷ, κατὰ τὰ ἔμπροσθεν εἰρημένα, ἀναγκαίως φασίν· «Εὐλογητὸς Κύριος ἡμέραν καθ’ ἡμέραν, κατευοδώσει ἡμῖν ὁ Θεὸς τῶν σωτηριῶν ἡμῶν.» Ἀντὶ δὲ τοῦ, «τῶν σω‐
40τηριῶν ἡμῶν,» ὁ Σύμμαχος, «τοῦ Σωτῆρος ἡμῶν,» ἡρμήνευσεν· ἀνθ’ οὗ τὸ Ἑβραϊκὸν πάλιν τοῦ ὀνόμα‐ τος τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ μέμνηται. «Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου.» Πάλιν ἐκ προσώπου τῶν
45ἀποστόλων προφητικῶς καὶ ταῦτα λέλεκται. Ἐπεὶ γὰρ ἐθεολόγησαν διὰ τῶν ἔμπροσθεν, ἀκολούθως καὶ διὰ τῶν μετὰ χεῖράς φασιν· «Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανά‐ του·» ἢ κατὰ τὸν Σύμμαχον· «Ὁ Θεὸς ἡμῖν Θεὸς εἰς

23

.

704

(50)

σωτηρίαν, καὶ τοῦ Κυρίου τοῦ δεσπότου αἱ εἰς θάνα‐ τον ἔξοδοι.» Μόνος γὰρ οὗτος Θεὸς ὢν τοῦ σώζειν ἐξόδους εὕρετο τοῦ θανάτου. Ἐπειδὴ πᾶς ἄνθρωπος εἰς μὲν τὴν εἴσοδον τοῦ θανάτου ἔφθασεν, οὐκέτι δὲ καὶ διεξελθεῖν αὐτὸν δεδύνηται. Ὁ δὲ διὰ τῶν παρόντων
55δηλούμενος Κύριος, καὶ νῦν διὰ τῶν κοινῶν στοιχείων ἐν τῇ. Ἑβραϊκῇ βίβλῳ γραφόμενος, διεξόδους ποιησά‐
μενος τοῦ θανάτου, γέγονε Θεὸς ἐπώνυμος σωτηρίας.704 in vol. 23

23

.

705

Διὸ λέλεκται· «Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν.» Διὸ καὶ τῷ Ἰὼβ ὁ αὐτὸς οὗτος χρηματίζων ἔλεγεν· «Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης· ἐν δὲ ἴχνεσιν ἀβύσ‐ σου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι
5θανάτου. Πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Διαῤῥήδην καὶ ἐν ἐκείνοις τὴν εἰς τὸν θάνατον αὐτοῦ κάθοδον καὶ τὴν ἐκεῖθεν διέξοδον παριστὰς, ὥσπερ οὖν καὶ ἐν τοῖς προκειμένοις, οἷς ἀκολούθως τὴν τῶν ἐχθρῶν αὐτοῦ συντριβὴν διδάσκει λέγων· «Πλὴν ὁ
10Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ.» Καὶ τοῦτο δὲ νοήσεις παραθεὶς τὴν ἐν ἑτέρῳ λέγουσαν φωνήν· «Σὺ ἐκραταίωσας τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδα‐ τος. Σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος.» Διὰ
15γὰρ τούτων καὶ οἱ ἐχθροὶ τοῦ Θεοῦ ἐδηλώθησαν, περὶ ὧν ἐνταῦθα λέλεκται· «Πλὴν ὁ Θεὸς συνθλάσει κεφα‐ λὰς ἐχθρῶν αὐτοῦ.» Ἦσαν δὲ οὗτοι δράκοντες οἱ ἐν θαλάσσῃ καὶ ἐπὶ ὑγρᾶς οὐσίας νηχόμενοι, δυνάμεις δηλαδὴ ἀντικείμεναι ἐχθραὶ τοῦ Θεοῦ, τοῖς ἁλμυροῖς
20καὶ ῥευστοῖς τοῦ βίου κύμασιν ἐγκαλινδούμεναι. Ὅθεν καὶ ἐν τῷ Ἰὼβ ἐλέγετο· «Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου. Πυλωροὶ δὲ ᾅδου, ἰδόντες σε, ἔπτηξαν.» Συντριβομένων γὰρ τῶν
25κεφαλῶν τῶν δρακόντων, ἔπτησσον οἱ πυλωροὶ τοῦ ᾅδου· διὸ καὶ φόβῳ τὰς πύλας ἤνοιγον τοῦ θανάτου τῷ τὰς κεφαλὰς τῶν ἐχθρῶν αὐτοῦ συνθλῶντι. Οὗτοι δὲ οἱ ἐχθροὶ τοῦ Κυρίου τὸ πάντων ἀνθρώπων κατ‐ επάτουν γένος. Διὸ λέλεκται ἑξῆς· «Κορυφὴν τριχὸς
30διαπορευομένων ἐν πλημμελείαις αὐτῶν.» Τούτων γὰρ ὁ Θεὸς συνθλάσει τὰς κεφαλὰς, φησὶ, τῶν δια‐ πορευομένων τὰς τῶν ἀνθρώπων κεφαλάς. Ἀντὶ γὰρ τοῦ, «κορυφὴν τριχὸς, κορυφὴν ἔντριχον,» ἡρμή‐ νευσεν ὁ Σύμμαχος. Κορυφὴ δὲ ἔντριχος ἡ κεφαλὴ
35τῶν ἀνθρώπων σημαίνεται. Τούτων οὖν αὐτῶν τῶν ἐχθρῶν ἑαυτοῦ, τῶν πρότερον τὰς τῶν ἀνθρώπων κε‐ φαλὰς διαπορευομένων καὶ ὑπὸ τοῖς ἑαυτῶν ποσὶ κα‐ ταπατούντων, ὁ τὰς διεξόδους τοῦ θανάτου πεποιημέ‐ νος Θεὸς τὰς κεφαλὰς συνθλάσει. Ἀντὶ δὲ τοῦ, «ἐν
40πλημμελείαις αὐτῶν,» ὁ Σύμμαχος, «ἐν ταῖς πλημ‐ μελείαις αὐτῆς,» ἡρμήνευσεν εἰπών· «Κορυφὴν ἔν‐ τριχον ἀναστρεφομένην ἐν ταῖς πλημμελείαις αὐτῆς.» Οὐδὲ γὰρ ἄλλως δυνατὸν ἦν τοῖς ἐχθροῖς τοῦ Θεοῦ καταπατεῖν κορυφὴν ἔντριχον, τουτέστι τὰς τῶν ἀν‐
45θρώπων κεφαλὰς, εἰ μὴ ταῖς οἰκείαις πλημμελείαις καὶ ἁμαρτίαις τεταπείνωντο. Διὸ τοῖς μὴ τοιούτοις ὁ Σωτὴρ ἔλεγεν· «Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν.» Τῶν γὰρ αὐτῶν μαθη‐ τῶν καὶ ἑκάστη θρὶξ τοῦ τιμιωτέρου μέρους τοῦ σώματος, ὡς ἀναγκαία καὶ κόσμῳ τοῦ παντὸς συμβαλ‐

23

.

705

(50)

λομένη, ἀριθμοῦ κατηξίωται θείου καὶ φυλακῆς· ὡς ἂν μὴ ξυρηθῶσι τῷ ξυρῷ τῶν ἐχθρῶν τῶν ἐμπεριπα‐ τούντων καταπατούντων πᾶσαν κορυφὴν ἔντριχον τὴν ἀναστρεφομένην ἐν πλημμελείαις αὐτῆς. «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης.» Πάλιν κἀνταῦθα «ὁ Κύριος» οὐ διὰ τετραγράμμου παρ’ Ἑβραίοις ἐκπεφώνηται, διὰ
55δὲ τῶν κοινοτέρων στοιχείων. Ἤδη δὲ τρίτον τοῦτον ἐδήλωσεν ἡ παροῦσα Γραφὴ ἐφιστῶσα τὸν ὡς ἂν εἴποι
τις, δεύτερον Κύριον. Ἐπεὶ καὶ ἐν τῷ φάσκοντι ψαλ‐706 in vol. 23

23

.

708

μῷ· «Εἶπε Κύριος τῷ Κυρίῳ μου. Κάθου ἐκ δεξιῶν μου,» διὰ τῶν ἀνεκφωνήτων παρ’ Ἑβραίοις τεττά‐ ρων στοιχείων ἐγέγραπτο. Ὁ δὲ δεύτερος, ὃν ἑαυτοῦ Κύριον ὁ προφήτης ἐδήλου φάσκων, «Τῷ Κυρίῳ μου,»
5ἑτέροις στοιχείοις ἐδηλοῦτο, οἷς καὶ πᾶς ὁ ἐν ἀνθρώ‐ ποις δούλου κύριος σημαίνεται. Οὕτως οὖν καὶ ἐν‐ ταῦθα ἤδη τρίτον ὁ μέχρις ᾅδου καταβὰς καὶ δι‐ εξόδους θανάτου πεποιημένος Κύριος διὰ τῶν παρ’ Ἑβραίοις κοινῶς γραφομένων στοιχείων ὠνόμασται.
10Διόπερ ὁ Σύμμαχος «δεσπότην» ἡρμήνευσεν αὐτόν. Οὗτος οὖν ὁ Κύριος, αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος δηλαδὴ, εἶπε· «Ἐκ Βασὰν ἐπιστρέψω·» καὶ πάλιν· «Ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Ἀντὶ δὲ τοῦ, «ἐπιστρέψω,» καὶ τοῦ δεύτερον, «ἐπιστρέψω,» ὁ Σύμμαχος τοῦτον ἡρ‐
15μήνευσε τὸν τρόπον· «Εἶπε Κύριος· Ἀπὸ Βασὰν ἐπι‐ στρέψω, καὶ ἀναστρέψαι ποιήσω ἀπὸ βυθῶν θαλάσ‐ σης.» Ὁρᾷς ὁποῖα κατορθώματα εἰργάσατο κατα‐ βὰς εἰς τοὺς βυθοὺς τῆς θαλάσσης ὁ Κύριος; συν‐ έθλασε τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος,
20καὶ τὰς τρίχας τῶν ἐχθρῶν αὐτοῦ τῶν «τὴν ἔντριχον κορυφὴν ἐν πλημμελείαις» διαπορευομένων ἐπι‐ στρέψαι δὲ ἐποίει ἀπὸ Βασὰν καὶ ἀπὸ βυθῶν τῆς θαλάσσης τὰς πάλαι καταπεποντωμένας αὐτόσε ψυχάς. Βασὰν δὲ ἡρμήνευται αἰσχύνη, ἔνθα δι’ ἡμᾶς
25κατῆλθεν ὁ διὰ τῶν εἰρημένων στοιχείων δηλωθεὶς Κύριος, αἰσχύνης καταφρονήσας ὑπὲρ σωτηρίας τῶν αὐτόθι καταδεδουλωμένων. Διὸ λέλεκται· «Εἶπε Κύ‐ ριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης·» εἶθ’ ἑξῆς λέλεκται· «Ὅπως ἂν βαφῇ ὁ
30ποῦς σου ἐν αἵματι.» Ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμή‐ νευσεν εἰπών· «Ὅπως συγκατεάξῃ ὁ ποῦς σου μετὰ αἵματος, καὶ λάψῃ ἡ γλῶσσα τῶν κυνῶν σου ἀπὸ ἑκάστου τῶν ἐχθρῶν σου.» Συντρίβων γὰρ τοὺς ἑαυτοῦ ἐχθροὺς καὶ τὰς κεφαλὰς αὐτῶν συνθλῶν,
35ἐπλήρου τὸν ἑαυτοῦ πόδα αἵματος, τοῦ ἐκ τῶν κε‐ φαλῶν τοῦ ἐχθροῦ αὐτοῦ ῥυέντος. Διὸ ἐλέγετο ἐν Ἡσαΐᾳ· «Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ;» καὶ ἑξῆς· «Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀποπα‐
40τητοῦ ληνοῦ, πλήρης πεπατημένης;» Εἶθ’ ἑξῆς ἀπο‐ κρίνεται πρὸς τοὺς ἐρωτήσαντας, καί φησι· «Κατ‐ επάτησα αὐτοὺς ἐν θυμῷ μου.» Καὶ ἐνταῦθα τοίνυν μετὰ τὴν συντριβὴν τῶν κεφαλῶν τῶν δρακόντων λέλεκται· «Ὅπως ἂν συγκατεάξῃ ὁ ποῦς σου μετὰ
45αἵματος,» ἢ, «Ὅπως βαφῇ ὁ ποῦς σου ἐν αἵματι, καὶ ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ’ αὐτοῦ.» Ἀνθ’ οὗ λευκότερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· «Καὶ λάψῃ ἡ γλῶσσα τῶν κυνῶν σου ἀπὸ ἑκάστου τῶν ἐχθρῶν σου.» Κύνας δὲ τοῦ Κυρίου λάπτοντας

23

.

708

(50)

τὸ αἷμα τῶν ἐχθρῶν αὐτοῦ τίνας ἂν εἴποις ἢ τοὺς τὰ ποίμνια αὐτοῦ φυλάττοντας φύλακάς τινας ἐγρηγό‐ ρους, τὴν Ἐκκλησίαν αὐτοῦ φρουροῦντας, ἢ τιμωρη‐ τικάς τινας δυνάμεις ἐπεμβαινούσας τῇ συντριβῇ τῶν ἐχθρῶν αὐτοῦ, καὶ ὥσπερ ἀπογεύεσθαι πειρωμένας τῆς ἀπωλείας αὐτῶν;
55 «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, Θεὸς, αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου, τοῦ ἐν τῷ ἁγίῳ.»
Καὶ ταῦτα τοῖς προλεχθεῖσιν ἀκολούθως ἐπενήνεκται.708 in vol. 23

23

.

709

Ἐπειδὴ γὰρ τὰ θεσπιζόμενα πρὶν γενέσθαι προ‐ εθεωρεῖτο τοῖς ἁγίοις τοῦ Θεοῦ προφήταις, διὰ τοῦτό φησιν ὁ λόγος· «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός.» Ποῖαι δὲ πορεῖαι; ἀλλὰ πρώτη μὴν ἡ κάθοδος
5αὐτοῦ ἡ ἐν Σιναῒ, καὶ πάλιν ἡ ἀνάβασις ἡ εἰς ὕψος, καὶ αὖθις ἡ κάθοδος ἡ ἐπὶ Βασὰν καὶ ἡ ἐκεῖθεν ἐπι‐ στροφὴ, ἥ τε μέχρι τοῦ θανάτου κατάβασις, καὶ ἐντεῦθεν διέξοδοι αὐτοῦ, καὶ ἐπὶ πᾶσιν ἡ ἐκ τῶν βυθῶν τῆς θαλάσσης ἐπάνοδος; Αὗται πᾶσαι πορεῖαι
10ἦσαν τοῦ δηλουμένου Κυρίου, αἵτινες τοῖς τοῦ Θεοῦ προφήταις ἐθεωρήθησαν πρὶν γενέσθαι· διὸ καὶ ταῖς προφητικαῖς παρεδόθησαν Γραφαῖς. Εἰκότως οὖν εἴρηται· «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός.» Εἶτ’ ἀσφαλίζεται διδάσκων ποίου Θεοῦ αἱ πορεῖαι
15ἐθεωρήθησαν· διὸ ἐπιλέγει· «Αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου.» Οὐ γὰρ ἁπλῶς Θεοῦ, οὐδὲ βασιλέως, ἀλλὰ τοῦ «Θεοῦ μου.» Τοῦτο δὲ ὅμοιον τυγχάνει τῷ, «Εἶπε Κύριος τῷ Κυρίῳ μου·» ὁ μὲν γὰρ πρῶτος ὁ ἐπὶ πάντων εἴη ἂν Θεός· ὁ δὲ δεύτερος
20Κύριος ὁ ἀκούων· «Κάθου ἐκ δεξιῶν μου,» ἐμὸς τυγχάνει Κύριος· διὸ, «Εἶπε Κύριος τῷ Κυρίῳ μου.» Καὶ ἐνταῦθα τοίνυν τὸν δεύτερον σημαίνων ὁ αὐτὸς προφήτης φησίν· «Αἱ πορεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου, τοῦ ἐν τῷ ἁγίῳ.» Ἐὰν γὰρ λέγω
25θεωρουμένας πορείας, μή τις νομιζέτω με λέγειν τοῦ ἐπὶ πάντων Θεοῦ· ἀλλὰ τοῦ Θεοῦ μου καὶ τοῦ βασιλέως μου πορεῖαι. Ἀλλ’ ἐπειδὴ «προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν.» Αὐτοὶ γὰρ οὗτοι οἱ προφθάσαντες
30ἄρχοντες, ἢ οἱ ᾄδοντες καὶ Πνεύματι ἁγίῳ τὸ μέλλον θεσπίζοντες, προεθεώρησαν τὰς πορείας τοῦ Θεοῦ μου καὶ τοῦ βασιλέως μου. Οὗτοι δὲ ἦσαν οἱ προφῆ‐ ται, οἱ προφθάσαντες τοὺς μετὰ ταῦτα προελθόντας ἀποστόλους. Δύο γὰρ χορῶν τὴν τοῦ Σωτῆρος ἡμῶν
35θεολογίαν ἀνθρώποις παραδεδωκότων, ὁ μὲν προφθά‐ σας χορὸς ἦν ὁ προφητικὸς, ὁ δὲ δεύτερος ἐπελθὼν ὁ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ Σωτῆρος. Πλὴν ἀλλὰ ἐθεωρήθησαν αἱ πορεῖαι τοῦ δηλωθέντος Θεοῦ· ἢ τοῖς μὲν ἀποστόλοις ἐθεωρήθησαν, οἳ καὶ ὄψει
40παρέλαβον τὰ πάλαι προγνώσει προπεφωνημένα. Οὗτοι μὲν οὖν αὐτοῖς ὀφθαλμοῖς τὰς πορείας ἐθεώ‐ ρησαν τοῦ Θεοῦ· προέφθασαν δὲ αὐτοὺς ἄρχοντές τινες οὗτοι οἱ ἐχόμενοι τῶν ψαλλόντων. Σημαίνει δὲ ὁ λόγος τὸν Δαυῒδ αὐτὸν καὶ τοὺς σὺν αὐτῷ καὶ κατὰ
45τοὺς αὐτοὺς χρόνους ἡγουμένους τοῦ λαοῦ· οἵτινες ἐχόμενοι τῶν ψαλλόντων προέφθασαν ἐν μέσῳ νεα‐ νίδων τυμπανιστριῶν. Τοιαῦται δὲ ἦσαν αἱ Ἰουδαϊκαὶ συναγωγαὶ, ἀτελεῖς καὶ εἰσέτι νεάνιδες, πλέον οὐδὲν ἐπιστάμεναι ἢ τυμπάνοις χρῆσθαι τοῖς σωματικοῖς

23

.

709

(50)

ὀργάνοις ἐκ δορᾶς νεκρῶν ζώων κατεσκευασμένοις. Διὸ τυμπανίστριαι εἴρηνται, τῷ μηδὲν ἕτερον εἰδέναι ἢ τὰ σωματικὰ τοῦ νόμου παραγγέλματα. «Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ.» Μετὰ τοὺς προθεωρήσαντας τὰς
55τοῦ δηλωθέντος Θεοῦ πορείας, ἀκολούθως ὁ λόγος ἑτέροις τισὶ μετὰ τοὺς πρώτους γενομένους προσ‐
φωνεῖ λέγων· «Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν·»710 in vol. 23

23

.

712

καὶ ἐπειδήπερ ἕτεροι ἦσαν οὗτοι παρὰ τοὺς προφθά‐ σαντας ἄρχοντας, εἰκότως καὶ τὰς συνόδους αὐτῶν ἐκκλησίας ἀποκαλεῖ, μονονουχὶ γυμνῇ τῇ κεφαλῇ τὰς τοῦ Σωτῆρος ἡμῶν ἐκκλησίας προαγορευούσης τῆς
5προφητείας. Κελεύονται δὲ οὗτοι οἱ δεύτεροι οὐκ ἐν μέσῳ νεανίδων τυμπανιστριῶν, ἀλλ’ ἐν ἐκκλησίαις εὐλογεῖν τὸν Θεόν. Καὶ ποῖον Θεὸν, πάλιν ἐπιλέγει ἑξῆς, «Κύριον.» Καὶ πόθεν ἀρυομένους χρῆν ταῖς ἐκκλησίαις τὴν τοῦ Κυρίου παραδιδόναι θεολογίαν
10ἀναγκαίως παρίστησι λέγων· «Κύριον ἐκ πηγῶν Ἰσραὴλ,» τοῖς κοινοτέροις χαρακτῆρσι κἀνταῦθα πάλιν τοῦ Κυρίου σημαινομένου. Πηγαὶ δὲ Ἰσραὴλ αἱ προφητικαὶ Γραφαὶ τυγχάνουσιν, ἥ τε Μωϋσέως νομοθεσία· ἐξ ὧν ὥσπερ ἀπὸ πηγῶν ἀρυομένους τὰς
15περὶ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίας εὐλογεῖν αὐτὸν ἐν ταῖς ἐκκλησίαις τοῖς δευτέροις παρακελεύεται. Εἶτα ἐπιλέγει· «Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστά‐ σει.» Ἀντὶ δὲ τοῦ «ἐκεῖ,» ὁ Σύμμαχος, «ὅπου, φησὶ, Βενιαμὶν ὁ μικρότατος·» καὶ ὁ Ἀκύλας
20ὁμοίως· «Ἐκεῖ, φησὶ, Βενιαμὶν ὁ βραχὺς, ἐπικρατῶν αὐτῶν.» Βενιαμὶν δὲ νεώτερος καὶ μικρότατος ἢ βραχύτατος Παῦλος ἦν ὁ θεῖος Ἀπόστολος, φυλῆς ὢν Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων, καθὼς αὐτὸς δι‐ δάσκει λέγων· «Περιτομὴ ὀκταήμερος ἐκ γένους
25Ἰσραὴλ, φυλῆς Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων.» Νεώτερος δὲ εἴρηται, ἢ μικρότατος, ἢ βραχὺς, ἐπεὶ καὶ αὐτὸς τοῦτο διδάσκει λέγων· «Ὕστερον δὲ πάν‐ των ὥσπερ τῷ ἐκτρώματι ὤφθη καμοί.» Ἀντὶ δὲ τοῦ, «ἐν ἐκστάσει,» ὁ μὲν Ἀκύλας, «ἐπικρατῶν
30αὐτῶν·» ὁ δὲ Θεοδοτίων, «παιδευτὴς αὐτῶν·» ἡ δὲ πέμπτη ἔκδοσις, «παιδεύοντα,» ἢ, «διδάσκοντα» ἡρμή‐ νευσαν. Οὐ δεῖ δὲ ἡμῖν πλειόνων λόγων εἰς ἀπόδειξιν τοῦ κρατεῖν τῶν Ἐκκλησιῶν, καὶ παιδευτὴν αὐτῶν εἶναι τὸν ἱερὸν Ἀπόστολον Βενιαμὶν ὠνομασμένον. Οὐ
35μόνος δὲ ἄρα ὁ Βενιαμὶν ἦν ἐκεῖ, δηλαδὴ ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ, ἀλλὰ καὶ «οἱ ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, οἵ τε ἄρχοντες Ζαβουλὼν καὶ οἱ ἄρχοντες Νεφθαλείμ. Σημαίνει δὲ ὁ λόγος διὰ τούτων τοὺς λοιποὺς ἀποστόλους, ὧν οἱ μὲν ἦσαν ἐκ φυλῆς
40Ἰούδα, οἱ δὲ ἐκ φυλῆς Ζαβουλὼν καὶ Νεφθαλείμ. Διὸ τῆς τούτων μέμνηται χώρας τὸ ἅγιον Πνεῦμα διὰ Ἡσαΐου τοῦ προφήτου λέγον· «Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλεὶμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν.» Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ, παραγα‐
45γὼν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, τοὺς ἑαυτοῦ μαθητὰς ἐνθένδε ἀνεκαλεῖτο. Σαφῶς οὖν ἐπικρατεῖν τῶν Ἐκκλησιῶν πρῶτον μὲν Παῦλον τὸν βραχύτατον καὶ μικρότατον, καὶ νεώτατον τῶν ἀποστόλων ἐδίδα‐ ξεν, ἐν ἐκστάσει ποτὲ γενόμενον, ὅτε ἐδίωκε τὴν

23

.

712

(50)

Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθει αὐτὴν, ἢ ὅτε ἐν ἀποκαλύψει τὸν Σωτῆρα τεθέατο· ἢ ὅτε ἡρπάγη εἰς τὸν παράδεισον ἕως τρίτου οὐρανοῦ· μετὰ δὲ τὸν Παῦλον τοὺς λοιποὺς ἀποστόλους ἐκεῖ ἐν τῇ αὐτῇ Ἐκκλησίᾳ διαπρέπειν θεσπίζει, ἄρχοντας ὄντας
55ἡμετέρους ἐκ φυλῆς Ἰούδα, καὶ ἄρχοντας Ζαβουλὼν712 in vol. 23

23

.

713

καὶ ἄρχοντας Νεφθαλείμ. Ἐπὶ σχολῆς δ’ ἄν τις φι‐ λοκαλήσας, τὴν ἑκάστου τῶν ἀποστόλων εὑρήσει φυλήν· ἐπεὶ παντὶ τῷ ζητοῦντι ἡ τῆς εὑρέσεως δέδοται ὑπὸ τοῦ Σωτῆρος ἐπαγγελία.
5 «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμιν σου, δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἡμῖν.» Ἕπεται καὶ ταῦτα τοῖς προλεχθεῖσιν. Ἐπειδὴ γὰρ προφητικῶς προσ‐ έταττεν ὁ λόγος τοῖς ἀποστόλοις ἐν ἐκκλησίαις εὐλο‐ γεῖν τὸν Κύριον, καὶ τοῦτο ποιεῖν μὴ ἑτέρων τινῶν
10ὁρμωμένους λόγων, ἀλλ’ ἐκ τῶν πηγῶν Ἰσραὴλ, ἀκολούθως ὑπὲρ αὐτῶν εὐχὴν ἀναπέμπει τὸ Πνεῦμα τὸ προφητικὸν, φάσκον· «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύ‐ ναμίν σου·» ὡσεὶ σαφέστερον ἔλεγεν· Ἐπισπευ‐ σάτω ἡ δύναμίς σου, καὶ συνεργείτω τοῖς ἀνδράσιν·
15ἀλλὰ καὶ ἤδη ποτὲ τῇ ἰσχύϊ σου δι’ ἔργων χωρησάτω τὰ προφητευόμενα· καὶ τοῦτο δὲ ὃ κατειργάσω ἡμῖν τῇ σῇ βουλῇ προορίσας, καὶ αὐτὸ δυνάμωσον· ὅπως τῇ σῇ δυνάμει ἔργοις ἐπιτελεσθείη. Τί δὲ ἦν τοῦτο ἢ τὸ ἑξῆς ἐπιφερόμενον, «Ἐπὶ τὸν ναόν σου τὸν ἐν
20Ἱερουσαλὴμ σοὶ οἴσουσι βασιλεῖς δῶρα;» τοῦτο γὰρ αὐτὸ ἐπαγγειλάμενος ἡμῖν δυνάμωσον γενέσθαι. Βα‐ σιλεῖς δὲ διὰ τοῦτο αἱ βασιλεῖαι τῆς γῆς εἴρηνται, τῶν ἐθνῶν ἁπάντων τοῦτον σημαινομένων τὸν τρόπον. Νεὼς δὲ ἐν Ἱερουσαλὴμ, ἐφ’ ὃν τὰ δῶρα οἴσουσιν οἱ
25βασιλεῖς, οὐδ’ ἕτερος ἂν εἴη τῆς βασιλείας τῶν οὐ‐ ρανῶν· εἴπερ ἴσμεν Ἱερουσαλὴμ ἐπουράνιον, ἣν ἔδειξεν ὁ εἰπών· «Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν·» καὶ, «Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπου‐
30ρανίῳ.» Ταύτης οὖν τῆς ἐπουρανίου πόλεως τοῦ Θεοῦ τὸ ἐξαίρετον καὶ ἀνώτατον καὶ κρεῖττον ὁ νεώς ἐστι τοῦ Θεοῦ. Ἐπὶ τοῦτον τοίνυν τὸν νεών σου, φη‐ σὶν, σοὶ οἴσουσι βασιλεῖς δῶρα· οἱ τὴν λοιπὴν δη‐ λαδὴ πόλιν τὴν ἐπουράνιον οἰκοῦντες βασιλεῖς ὄντες,
35διὰ τὸ κατηξιῶσθαι τῆς βασιλείας τῶν οὐρανῶν, καὶ διὰ τοῦτο συμβασιλεύειν τῷ ἑαυτῶν Κυρίῳ. «Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν, καὶ εἰ ὑπομένομεν Θεὸν, καὶ συμβασιλεύσομεν.» Οὗτοι οὖν οἱ βασιλεῖς, ὡς ἂν ὑπὸ μεγάλῳ ἀρχιερεῖ τῷ Μονογενεῖ τοῦ Θεοῦ
40λειτουργοῦντες, ἱερεῖς τε ὄντες, καὶ αὐτοὶ δῶρα προσ‐ οίσουσιν εἰς τὸν ναὸν αὐτοῦ τὸν ἐπουράνιον, συνεισ‐ ερχόμενοι τῷ μεγάλῳ ἀρχιερεῖ. Ὅπως δὲ τοῦτο γέ‐ νηται καὶ δι’ ἔργων προχωρήσῃ, ἀναγκαίως ἐπηύξατο εἰπών· «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμίν σου, δυνά‐
45μωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἡμῖν.» «Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου.» Ὥσπερ ηὔ‐ ξατο συνεργῆσαι τοῖς προλεχθεῖσιν εἰπών· «Ἔντειλαι, ὁ Θεὸς, τὴν δύναμίν σου·» καὶ «Δυνάμωσον, ὁ Θεὸς, τοῦ‐ το ὃ κατειργάσω ἡμῖν·» οὕτω πάλιν εὔχεται τὰ κωλύ‐

23

.

713

(50)

ματα ἐκποδὼν ἀρθῆναι ἐκ μέσου, ὅπως ἀκωλύτως ὁ λόγος διαδράμῃ. Συνεώρα γὰρ τῇ προγνώσει τοὺς μέλλοντας ἐπανίστασθαι τῷ εὐαγγελικῷ κηρύγματι διωγμοὺς καὶ τοὺς νοητοὺς θῆρας, ὧν ηὔχετο ῥυσθῆ‐ ναι ὁ εἰπών· «Μὴ παραδῷς τοῖς θηρίοις ψυχὰς ἐξ‐
55ομολογουμένας σοι·» θηρία δὲ καλάμου νοήσεις, μαθὼν ἀπὸ τοῦ Ἰὼβ ὅπως εἴρηται ὑπὸ τοῦ διαβόλου·
«Ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται, παρὰ πάπυρον714 in vol. 23

23

.

716

καὶ κάλαμον καὶ βούτομον.» Οὐ γὰρ παρὰ συκῆν, οὐδὲ παρὰ ἄμπελον, οὐδὲ παρὰ ἐλαίαν, ἢ φοίνικα, ἤ τι τῶν τούτοις παραπλησίων, ἀλλὰ παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον ἀναπαύεσθαί φησιν αὐτὸν,
5τὰς ἀτόνους καὶ καθύγρους καὶ μηδένα καρπὸν ἀναγ‐ καῖον προφερούσας ψυχὰς τοῦτον αἰνιξάμενος τὸν τρόπον· παρὰ τοιαύταις γὰρ ἀνεπαύετο ὁ δράκων. Δεινὰ δὲ θηρία καλάμου τυγχάνουσιν αἱ ἀντικείμεναι δυνάμεις, οἵ τε πονηροὶ δαίμονες καὶ τὰ ἰοβόλα καὶ
10ἑρπυστικὰ πνεύματα, οἷς ἐπιτιμῆσαι τὸν Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῶν μετὰ χεῖρας εὔχεται λέγον· «Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου.» Καὶ τῇ συναγωγῇ δὲ τῶν ταύρων, ἢ, κατὰ τὸν Σύμμαχον, «συνόδῳ παμμεγέθων,» καὶ ταῖς δαμάλεσι τῶν
15λαῶν ἐπιτιμῆσαι ἱκετεύει· δαμάλεις δὲ λαῶν καὶ ταῦροι οἱ παρὰ Ἰουδαίοις εἰσὶ διῶκται τοῦ λόγου. Ὧν ἔργων τὸ ἑξῆς ἐπιλεγόμενον ἐν τῷ, «τοῦ ἐκ‐ κλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ·» ὅπερ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών·
20«Τοῖς διαλακτίζουσι τοὺς εὐδοκήτους ὡς δοκιμὴν ἀρ‐ γυρίου.» Οὗτοι γὰρ οἱ ταῦροι, καὶ αἱ προλεχθεῖσαι δαμάλεις, ὑπὸ τῶν θηρίων τοῦ καλάμου ἐνεργούμε‐ ναι, τὴν πᾶσαν ποιοῦνται σπουδὴν πρὸς τὸ ἐκκλει‐ σθῆναι τοὺς ἁγίους τοῦ Θεοῦ τῆς ἐπηγγελμένης αὐ‐
25τοῖς ἐλπίδος. Ἅγιοι δὲ Θεοῦ οἱ δεδοκιμασμένοι τῷ ἀργυρίῳ. Ὥσπερ γὰρ «τὰ λόγια Κυρίου ἁγνὰ, ἀργύ‐ ριον πεπυρωμένον,» οὕτως καὶ οἱ τοῦ Θεοῦ ἄνθρωποι δεδοκιμασμένοι εἰσὶν ὡς τὸ ἀργύριον· διό φασιν· «Ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυ‐
30ροῦται τὸ ἀργύριον.» Οἱ οὖν θῆρες οἱ τοῦ καλάμου καὶ ἡ συναγωγὴ τῶν ταύρων, καὶ αἱ δαμάλεις τῶν λαῶν, τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ ἀποκλεισθῆ‐ ναι σπουδάζουσι τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος. Ἢ, κατὰ τὸν Σύμμαχον, «Διαλακτίζουσι τούτους
35αὐτοὺς εὐδοκήτους ὄντας ὡς δοκιμὴν ἀργυρίου.» Ἵν’ οὖν μὴ ἐμποδὼν γένωνται τοῖς ἁγίοις τοῦ Θεοῦ οἱ προλεχθέντες, ἀναγκαίως εἴρηται· «Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου, ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν.» Καὶ ἄλλως ταύρους
40νοήσεις τοὺς Ἰουδαίων ἄρχοντας· δαμάλεις δὲ αὐτῶν τὰς ὑπὸ τούτους συναγωγὰς καὶ τοὺς λαοὺς τοὺς ἐπισυστάντας κατὰ τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν. Μαρτυρεῖ δὲ τῷ λόγῳ ἡ ἐξ αὐτοῦ προσώπου τοῦ Σω‐ τῆρος ἐν καʹ ψαλμῷ φωνὴ φάσκουσα· «Ὅτι ἐκύκλω‐
45σάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με. Ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν.» Δι’ ὧν ᾐνίττετο τοὺς ἄρχοντας τοῦ Ἰουδαίων λαοῦ καὶ τὰ ὑπ’ αὐτοὺς πλήθη τὰ ἐπισυστάντα κατ’ αὐτοῦ. «Διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.»

23

.

716

(50)

Τὰ μὲν ἀνώτερα περὶ τῶν ἀντικειμένων δυνάμεων, καὶ περὶ τῶν ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους ἐδη‐ λοῦτο, τὰ δὲ προκείμενα περὶ τῶν ἐν τοῖς λοιποῖς ἔθνεσι πολεμίων τῆς Ἐκκλησίας. Ἐπειδὴ γὰρ ἑώρα τὸ Πνεῦμα τὸ ἅγιον τοὺς ἐν ἀπιστίᾳ ἀπομείναντας
55τῶν ἐθνῶν ἐπαναστησομένους τοῖς πιστοῖς, καὶ διω‐ γμοὺς κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ κινήσοντας, ἀναγκαίως καὶ περὶ τούτου εὔχεται λέγον· «Δια‐
σκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.» Δια‐716 in vol. 23

23

.

717

σκορπιζομένων γὰρ τούτων, ἡ χάρις ἡ εὐαγγελικὴ χώραν ἕξει. Ἤμελλε τοῦ ἐνεργεῖν καὶ ἐξ αὐτῶν πρώ‐ των ἄρχεσθαι τῶν καθ’ ὑπερβολὴν εἰδωλολατρῶν. Αἰγύπτιοι δὲ ἦσαν οἱ πάντων ἀνθρώπων καὶ πάντων
5ἐθνῶν δεισιδαιμονέστατοι. Διὸ ἑξῆς ἐπιλέγει· «Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου.» Κατὰ δὲ τὸν Ἀκύλαν, «Οἴ‐ σουσιν ἐσπευσμένως ἐξ Αἰγύπτου·» κατὰ δὲ τὸν Σύμ‐ μαχον, «Ἐλθέτωσαν ἐκφάναντες οἱ ἐξ Αἰγύπτου.» Καὶ τὸ μὲν πάντων εἰδωλολατρῶν γένος διὰ τῶν
10ἐλευσομένων ἐξ Αἰγύπτου καὶ διαβησομένων ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν δεδήλωται· διὰ δὲ τοῦ ἑξῆς ἐπιλε‐ γομένου· «Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ,» τὰ ἄκρα τῆς τῶν ἀνθρώπων οἰκουμένης. Σημαίνει γὰρ ὁ λόγος, ὡς ἄρα ἐξ ἁπάντων τῶν ἐθνῶν τῶν
15ἀπ’ ἀνατολῆς ἡλίου μέχρι δυσμῶν ἥξουσιν, κατὰ τὸ φάσκον ἐν ἑτέροις λόγιον· «Μνησθήσονται καὶ ἐπι‐ στραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν.» Κατὰ δὲ τὸν Ἀκύλαν· «Αἰ‐
20θίοψ, φησὶ, δρομώσει χεῖρα αὐτοῦ τῷ Θεῷ·» κατὰ δὲ τὸν Σύμμαχον· «Αἰθιοπία σπευσάτω διδοῦσα χεῖρα τῷ Θεῷ.» Ἔστι δὲ καὶ κατὰ τὴν ἱστορίαν τοῦτο πεπληρῶσθαι φάναι ἐπὶ τοῦ Αἰθίοπος, οὗ μέμνηνται τῶν ἀποστόλων αἱ Πράξεις. Σχεδὸν γὰρ προέφθασεν
25οὗτος τὰ λοιπὰ ἔθνη, καταξιωθεὶς πρὸ πάντων τῆς γνώσεως τοῦ Σωτῆρος. Ὅπως δὲ καὶ πρέσβεις ἦλθον ἐξ Αἰγύπτου κατὰ τὴν ἱστορίαν, πάλιν αἱ Πράξεις τῶν ἀποστόλων δηλοῦσιν, ἐν αἷς εἴρηται, ὡς ἄρα κατὰ τὴν ἡμέραν τῆς Πεντηκοστῆς τὸ Πνεῦμα τὸ
30ἅγιον ἐπλήρωσε τὸν οἶκον ἔνθα ἦσαν οἱ ἀπόστολοι, ἐκάθισέ τε ἐπὶ τοὺς παρόντας ἅπαντας· ἐν οἷς ἦσαν Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται καὶ οἱ κατοικοῦν‐ τες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδο‐ κίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμ‐
35φυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην. Οὗτοι δὴ οὖν πάντες ὡσπερεὶ πρέσβεις ἐτύγχανον τῶν ἐθνῶν, τῆς τοῦ ἁγίου Πνεύματος ἀπαρχῆς κατηξιωμένοι. Ἀλλὰ γὰρ μετὰ τοὺς ἐξ Αἰγύπτου, καὶ μετὰ τὴν προφθάσασαν Αἰθιοπίαν,
40ἑξῆς αἱ λοιπαὶ βασιλεῖαι τῆς γῆς καλοῦνται, δηλαδὴ καὶ τὰ ὑπὸ ταύταις ἔθνη. Διὸ ἐπιλέγεται· «Αἱ βασι‐ λεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ.» Ἃ καὶ οὐδ’ ἄλλως ἢ διὰ μόνης τῆς τοῦ Σωτῆρος ἡμῶν διδασκαλίας τέλους ἐτύγχανεν. Οὐκ ἔστιν οὖν
45ἔθνος, οὐ χώρα, οὐ γένος ἀνθρώπων, οὐ βασιλεία καθ’ ὅλης τῆς οἰκουμένης, ἔνθα οὐχὶ λαοὶ τῷ Θεῷ συστάντες τὸ κέλευσμα ἀποπληροῦσιν. Πάλιν δὲ κἀν‐ ταῦθα ᾄδειν μὲν προστάττει τῷ Θεῷ, ψάλλειν δὲ τῷ Κυρίῳ οὐχ ἵνα τοῦ τετραγράμμου, τῷ δὲ κοινοτέροις

23

.

717

(50)

στοιχείοις δηλουμένῳ ὀνόματι. Καὶ ἵνα σαφέστερον γνῶμεν τίς ποτε ἦν οὗτος ὁ Κύριος, ἐπισυνάπτει λέγων ἑξῆς· «Τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρα‐ νοῦ κατὰ ἀνατολάς·» σφόδρα ἀκολούθως· ἐπειδὴ γὰρ διὰ τῶν ἀνωτέρω εἴρητο· «Ὁδοποιήσατε τῷ
55ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ·» ἀκολούθως διὰ τῶν μετὰ χεῖρας οὐκέτι ἐπιβεβηκέναι
αὐτὸν ἐπὶ δυσμῶν φησιν, ἀλλ’ ἐπὶ τὸν οὐρανὸν κατ’718 in vol. 23

23

.

720

ἀνατολάς. Ἔδει γὰρ ἡμᾶς, τὴν κάθοδον αὐτοῦ προ‐ μεμαθηκότας, καὶ τὴν ἐπάνοδον διδαχθῆναι. Ἡ μὲν οὖν κάθοδος διὰ τοῦ καλύπτειν αὐτοῦ τὰ φῶτα τῆς θεότητος ἐπὶ δυσμῶν ἐγίνετο· ἡ δὲ ἄνοδος ἐπὶ τὸν
5οὐρανὸν τοῦ οὐρανοῦ κατ’ ἀνατολὰς διὰ τὴν ἔνδοξον αὐτοῦ εἰς οὐρανοὺς ἀποκατάστασιν. Νοήσεις δὲ τὸ λελεγμένον ἐκ τοῦ κατὰ τὸν ἥλιον παραδείγματος. Ὥσπερ γὰρ ὁ ἥλιος, κατὰ δυσμὰς γενόμενος, τὴν ἀφανῆ πορείαν ποιεῖται, εἶτ’ ἐπὶ τὸν ἀνατολικὸν ὁρί‐
10ζοντα καταντήσας, εὐθὺ τοῦ οὐρανοῦ φέρεται τὰ σύμπαντα φωτίζων καὶ λαμπρὰν ἡμέραν ἐργαζόμε‐ νος, κατὰ τὸν αὐτὸν τρόπον καὶ ὁ δηλούμενος ἐν‐ ταῦθα Κύριος, τὴν ἀποδοθεῖσαν κατάδυσιν ποιησά‐ μενος κατὰ τὸν καιρὸν τοῦ πάθους καὶ τοῦ θανάτου,
15τὴν χώραν διαπορευθεὶς, μετὰ ταῦτα λέγεται ἀναβεβηκέναι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατ’ ἀνατο‐ λάς. Κατὰ δὲ τὸν Ἀκύλαν, «Τῷ ἐπιβεβηκότι ἐν οὐρανῷ οὐρανοῦ ἀρχῆθεν·» Κατὰ δὲ τὸν Σύμμαχον, «Τῷ ἐποχουμένῳ ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ ἐκ πρώτης,» εἴρηται. Τὸ δὲ, «ἐκ πρώτης» καὶ, «ἀρ‐ χῆθεν,» νοήσεις αὐτοῦ λέγοντος ἀκούων τοῦ Σωτῆρος· «Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.»
20 «Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως, δότε δόξαν τῷ Θεῷ ἐπὶ τὸν Ἰσραήλ.» Γνώρισμα τοῦ δηλωθέντος Κυρίου παραδίδωσι λέγων· «Ἰδοὺ δώ‐ σει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.» Ἐντεῦθεν οὖν ἀληθῶς ἐστι χαρακτηρίσαι τὴν ἀρετὴν «τοῦ ἐν ἀρχῇ
25πρὸς τὸν Θεὸν» Θεοῦ Λόγου, ἐκ τοῦ τὴν φωνὴν αὐτοῦ μὴ ὁμοίαν εἶναι ἀνθρώποις, δυνάμεως δὲ πεπληρῶ‐ σθαι θείας. «Δώσει» γὰρ, φησὶ, «τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.» Καὶ ἀνωτέρω δὲ ἐλέγετο· «Κύ‐ ριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει
30πολλῇ.» Ἐπειδὴ γὰρ ἡ φωνὴ αὐτοῦ πεπλήρωτο δυ‐ νάμεως, εἰκότως καὶ τοῖς εὐαγγελιζομένοις τὸ περὶ αὐτοῦ κήρυγμα ἐδίδου ῥῆμα σὺν δυνάμει πολλῇ. Παρί‐ στησι δὲ τὸ ἔργον τὴν δύναμιν. Ψιλῇ γὰρ φωνῇ τοῖς αὑτοῦ μαθηταῖς εἰπών· «Δεῦτε ἀκολουθεῖτέ μοι,
35καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων,» δυνάμει τὸ ἔργον ἐποίει· καὶ πάλιν ἐντειλάμενος αὐτοῖς καὶ εἰπών· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου,» ἔργῳ τὴν δύναμιν ἐδείκνυ· καὶ αὖθις εἰπών· «Δεῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον τῆς βασι‐
40λείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι,» τοῦ λόγου τὴν δύναμιν αὐτοῖς ἔργοις παρεῖ‐ χεν ὁρᾷν· καὶ ἄλλοτε φήσας· «Ἐπὶ τὴν πέτραν οἰ‐ κοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς,» αὐτῷ πράγματι τὴν δύναμιν
45παρεστήσατο. Τὸν αὐτὸν οὖν τρόπον καὶ τοῖς λοιποῖς ἅπασι τοῖς τῆς διδασκαλίας αὐτοῦ ῥήμασι συγκεκρα‐ μένην εὕροις ἂν τὴν θεϊκὴν δύναμιν. Οὗ χάριν εἴρη‐ ται· «Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.» Ἀλλὰ γὰρ ταῦτα παιδεύσας, ἑξῆς παρακελεύεται φά‐

23

.

720

(50)

σκων· «Δότε δόξαν τῷ Θεῷ ἐπὶ τὸν Ἰσραήλ· ἡ με‐ γαλοπρέπεια αὐτοῦ καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νε‐ φέλαις.» Τὸ μὲν οὖν, «Δότε δόξαν τῷ Θεῷ,» πᾶσιν εἴρηται τοῖς κεκλημένοις ὑπὸ τὴν σωτήριον πίστιν· Τὸ δὲ, «ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ,»
55σημαίνει τοὺς ἐξ Ἰσραὴλ γενομένους τῆς θεότητος
αὐτοῦ κήρυκας, ἀποστόλους δηλαδὴ καὶ εὐαγγελιστὰς,720 in vol. 23

23

.

721

παρ’ οἷς ἡ μεγαλοπρέπεια αὐτοῦ ἐγνωρίζετο· οὕτω τῆς θεότητος αὐτοῦ καλουμένης. Διὸ λέλεκται ἐν ἑτέ‐ ροις· «Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.» Ὅτι δὲ οὐ πάντες οἱ ἐξ Ἰσραὴλ οὗ‐
5τοι Ἰσραὴλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ πάντες τέκνα· καὶ ὡς οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ Θεοῦ· οὐδὲ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι,
10οὐ γράμματι, διδάσκει σαφῶς ὁ Ἀπόστολος. Ἐπὶ τὸν Ἰσραὴλ τοίνυν ἡ μεγαλοπρέπεια αὐτοῦ· ἀλλὰ καὶ «ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις·» περὶ ὧν Ἡσαΐας θεσπίζει λέγων· «Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι μὴ βρέξαι ἐπὶ τὸν ἀμπελῶνα ὑετόν.» Ἐδήλου δὲ ἄρα
15τοὺς προφήτας καὶ τοὺς τῶν θείων μαθημάτων δι‐ δασκάλους, οἳ τῇ τοῦ Πνεύματος χορηγίᾳ τὸν οὐρά‐ νιον ὑετὸν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ὥσπερ ἐν χώ‐ ραις ἀγαθαῖς ἐπήρδευον. Οὕτως οὖν καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις. «Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς
20ἁγίοις αὐτοῦ,» ἑτέροις οὖσι παρὰ τοὺς προωνομασμέ‐ νους προφήτας καὶ ἀποστόλους. Τίνες δ’ ἂν εἶεν οὗτοι ἀλλ’ οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν ἁγνείας καὶ ἁγιωσύνης ἠξιωμένοι; ἐν οἷς καὶ θαυμαστός ἐστιν ὁ Θεὸς, διδοὺς αὐτοῖς δύναμιν καὶ κραταίωσιν. Διὸ συνῆπται ἑξῆς·
25«Ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίω‐ σιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.» Πάλιν δὲ κἀν‐ ταῦθα δύναμιν ἀναγκαίως διδόναι λέλεκται τῷ ἁγίῳ λαῷ αὐτοῦ, ἵνα δύνηται λέγειν· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με.» Ἔδει γὰρ, ὥσπερ τοῖς εὐαγγε‐
30λιζομένοις δέδοτο ῥῆμα σὺν δυνάμει πολλῇ, οὕτω καὶ τῷ λαῷ αὐτοῦ κραταίωσιν καὶ δύναμιν παρέχειν, πρὸς τὸ δύνασθαι ἵστασθαι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, καὶ λέγειν ὁμοίως Παύλῳ· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις ἢ στενο‐ χωρία, ἢ διωγμὸς, ἢ λιμός;» καὶ τὰ τούτοις παραπλήσια.
35ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΑΛΛΟΙΩΘΗΣΟΜΕ‐ ΝΩΝ, Τῼ ΔΑΥΙΔ. ΞΗʹ. «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.» Τέτταρές εἰσιν οἱ ἐπιγεγραμμένοι «Ὑπὲρ τῶν ἀλλοιωθησομένων·» δύο μὲν τοῦ Δαυῒδ,
40ὁ μετὰ χεῖρας καὶ ὁ νθʹ· τῶν δὲ υἱῶν Κορὲ εἷς, ὁ μδʹ, καὶ τοῦ Ἀσὰφ ὁμοίως ὁ οθʹ. Ἐπὶ πάντων δὲ ἀντὶ τοῦ, «Ὑπὲρ τῶν ἀλλοιωθησομένων,» ὁ μὲν Ἀκύ‐ λας, «Ἐπὶ κρίνων,» ἐκδέδωκεν· ὁ δὲ Σύμμαχος, «Ὑπὲρ τῶν ἀνθῶν.» Ὁ μὲν οὖν μδʹ τὴν περὶ τοῦ
45Ἀγαπητοῦ προφητείαν περιεῖχε, τῆς τε ἐξ ἐθνῶν Ἐκκλησίας τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω ἀλλοίωσιν· ὁ δὲ πεντηκοστὸς ἔνατος ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους καὶ τῶν ἀλλοφύλων ἐθνῶν τὴν ἐπὶ τὰ κάλλιστα μεταβολήν· ὁ δὲ οθʹ αὖθις τὴν τοῦ Ἰου‐

23

.

721

(50)

δαίων ἔθνους ἀπόπτωσιν, καὶ τοῦ Σωτῆρος ἡμῶν τὴν ἐνανθρώπησιν σημαίνει. Εἰκότως οὖν καὶ ὁ μετὰ χεῖ‐ ρας, «Ὑπὲρ τῶν ἀλλοιωθησομένων,» ἢ, «Ὑπὲρ τῶν ἀνθῶν,» κατὰ τὸν Σύμμαχον, ἢ, «Ἐπὶ κρίνων,» κατὰ τὸν Ἀκύλαν, ἐπιγέγραπται· ἐπειδὴ τὴν ἐπὶ τὸ
55χεῖρον ἀλλοίωσιν τοῦ ἐκ περιτομῆς λαοῦ καὶ αὐτὸς περιέχει, οὓς, κρίνα καὶ ἄνθη κατὰ καιρὸν ὀφθέντας,
ἡ ἐπὶ τὰ χείρω διεδέξατο μεταβολή. Ἄνθεσι δὲ αὐ‐722 in vol. 23

23

.

724

τοὺς παραβάλλει καὶ ὁ Ἡσαΐας λέγων· «Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου· ἐξη‐ ράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε·» δι’ ὧν τὸ πρὸς βραχύν τινα χρόνον ἀνθῆσαν καὶ ὡραῖον ὀφθὲν
5τῆς σωματικῆς Ἰουδαίων θρησκείας χόρτῳ καὶ ἄν‐ θεσιν ἀπεικάζει. Καὶ διὰ τῶν προκειμένων τοίνυν τὴν ἀλλοίωσιν καὶ τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν τῆς ἄνθης αὐτῶν παρίστησι προϊὼν ὁ λόγος ἐν οἷς φησι· «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν
10εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,» καὶ τὰ ἑξῆς. Καὶ ἐπειδήπερ μακροῖς ὕστερον χρόνοις ταῦτα δι’ ἔργων χωρεῖν ἔμελλον, ἀναγκαίως «Εἰς τὸ τέλος» προγέγραπται. Οὔτε δὲ ψαλμός ἐστιν, οὔτε
15ᾠδὴ, οὔτε ὕμνος, οὔτε τι τοιοῦτον· ἐπεὶ μηδὲ κατ‐ άλληλα ἦν τὰ ἐπιλεγόμενα τοιαύτῃ προγραφῇ. Διὸ εἴποις ἂν προφητείαν ἐκ προσώπου τοῦ Σωτῆρος ἡμῶν διεξιόντος τὰ περὶ αὐτὸν συμβεβηκότα, προ‐ αναφώνησίν τε τῶν Ἰουδαίοις ἐπελθόντων μετὰ τὰ
20κατ’ αὐτοὺς τετολμημένα. Ἀρχόμενος δ’ οὖν ὁ Σω‐ τὴρ, εὐχὴν ἀναπέμπει πρὸς τὸν Πατέρα λέγων· «Σῶ‐ σόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.» Καί μοι δοκεῖ κατὰ λόγον ταῦτα τοῖς ἐν τῷ προλεχθέντι συνῆφθαι ψαλμῷ. Ἐν ἐκείνῳ μὲν γὰρ
25ἐλέγετο· «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπι‐ στρέψω ἐκ βυθῶν θαλάσσης·» ἐν τούτῳ δὲ, «Ἦλ‐ θον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατ‐ επόντισέ με.» Ἔδει γὰρ ἡμᾶς διδαχθῆναι πῶς εἰς τὴν Βασὰν κατῆλθεν ὁ Κύριος, ὅπερ ἐστὶν αἰσχύνη,
30καὶ πῶς ἔλεγεν, «Ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Διὸ δὴ ταῦτα αὐτὰ διὰ τῶν προκειμένων παρίστησι· περὶ μὲν τῆς αἰσχύνης προϊὼν καὶ λέγων· «Ὅτι ἕνεκα σοῦ ὑπήνεγκα ὀνειδισμὸν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου·» καὶ αὖθις· «Σὺ γινώσκεις τὸν
35ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντρο‐ πήν μου·» περὶ δὲ τοῦ βυθοῦ τῆς θαλάσσης τὸ, «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπό‐ στασις. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατ‐
40αιγὶς κατεπόντισέ με.» Ταῦτα γὰρ πλείστην ἔχοι ἂν ἀκολουθίαν πρὸς τὰ ἐν τῷ πρὸ τούτου ψαλμῷ λε‐ λεγμένα· ἐν τῷ, «Εἶπεν ὁ Κύριος· Ἐκ Βασὰν ἐπι‐ στρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Ἐπειδὴ ἐν ἐκείνῳ αὐτὸς ἦν ὁ Κύριος ὁ ταῦτα λέγων· ἔπειτα
45καὶ νῦν τὸν αὐτὸν εἶναι ἡγεῖσθαι τὸν τὰ προκείμενα διεξιόντα. Αὐτὸς τοιγαροῦν, ὃν οὐδ’ ἕτερον εἶναι ἢ τοῦ Θεοῦ Λόγον διὰ τῶν ἔμπροσθεν παρεστήσαμεν, εὐχὴν ἀνα‐ πέμπει τῷ Πατρὶ, ἰδιοποιούμενος τὰ καθ’ οὗ ἀνείλη‐

23

.

724

(50)

φεν ἀνθρώπου πάθη· διό φησι· «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ὁ μὲν οὖν πρὸ τούτου ψαλμὸς προσεφώνει φάσκων·
55«Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος
ὄνομα αὐτῷ·» εἶθ’ ἑξῆς τὴν ἅμα ἀνθρώποις διατρι‐724 in vol. 23

23

.

725

βὴν αὐτοῦ παρίστησι λέγων· «Καὶ ἀγαλλιᾶσθε ἐνώ‐ πιον αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν.» Καὶ τῶν μαθητῶν δὲ αὐτοῦ καὶ τῶν ἀπο‐ στόλων τὴν κλῆσιν ἐδήλου ἐν τῷ, «Κύριος δώσει
5ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Εἶθ’ ἑξῆς εἰς τὸν θάνατον αὐτοῦ κάθοδον καὶ τὴν διέξοδον τὴν ἐντεῦθεν ἐδίδασκεν ἐν τῷ, «Καὶ τοῦ Κυρίου Κυ‐ ρίου αἱ διέξοδοι τοῦ θανάτου·» καὶ ἐν τῷ, «Εἶπε Κύ‐ ριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσ‐
10σης·» ἐπὶ πᾶσι δὲ τούτοις τὴν εἰς οὐρανοὺς ἐπάνοδον αὐτοῦ διὰ τοῦ αὐτοῦ ἐδήλου λέγων· «Ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατ’ ἀνα‐ τολάς.» Ταῦτα μὲν οὖν ἐν ἐκείνοις· διὰ δὲ τῶν προ‐ κειμένων τὰ ὡς ἐν παραδρομῇ τότε λελεγμένα πλα‐
15τύνει, δεικνὺς ὅπως λέλεκτο· «Καὶ τοῦ Κυρίου Κυ‐ ρίου αἱ διέξοδοι τοῦ θανάτου,» καὶ τὸ, «Εἶπε Κύ‐ ριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θαλάσσης.» Ταῦτα γὰρ εἰς πλάτος ἐπὶ τοῦ παρόντος διεξέρχεται λέγων· «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθο‐
20σαν ὕδατα ἕως ψυχῆς μου. Ἐνεπάγην εἰς ὕλην βυ‐ θοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης καὶ καταιγὶς κατεπόντισέ με.» Πει‐ ρασμοὺς δὲ καὶ διωγμοὺς καὶ ἐπαναστάσεις ἀσεβῶν ἀνδρῶν ὕδατα καλεῖν εἴωθεν ὁ Λόγος· Οὕτω γοῦν εἴ‐
25ρηται ἀλλαχοῦ· «Τὸν χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ ἀνυπόστα‐ τον.» Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ ἐδίδασκε τοῦτο λέγων· «Κατέβη ἡ βροχὴ, ἦλθον οἱ ποταμοὶ, ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ
30ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.» Καὶ διὰ τῶν προκειμένων τοίνυν τοὺς πειρασμοὺς καὶ τὰς κατ’ αὐτοῦ ἐπιβουλὰς, ὕδατα ὀνομάζων εἰσεληλυθέ‐ ναι ἕως τῆς ψυχῆς αὐτοῦ διδάσκει. Ἐπὶ μὲν οὖν τοῦ Ἰὼβ, καίπερ ὄντος ἀθλητοῦ γενναίου, γέγραπται
35εἰρηκὼς ὁ Θεὸς τῷ πειράζοντι· «Ἰδοὺ πάντα ὅσα ὑπάρχει αὐτῷ δίδωμι ἐν τῇ χειρί σου, μόνον τὴν ψυ‐ χὴν αὐτοῦ διαφύλαξον.» Ἐνταῦθα δὲ τὴν ψυχὴν αὐ‐ τὴν ὁ πειράζων πειράζει, ἥτις ποτὲ ἦν αὕτη, ἧς μέμνητο καὶ αὐτὸς λέγων· «Οὐδεὶς αἴρει τὴν ψυχήν
40μου ἀπ’ ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξου‐ σίαν ἔχω λαβεῖν αὐτήν·» καὶ πάλιν· «Τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων μου·» καὶ, «Νῦν ἡ ψυχή μου τετάρακται·» καὶ, «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου.» Ὅθεν καὶ νῦν φησιν·
45«Ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου·» κατὰ δὲ τὸν Σύμμαχον· «Ὅτι ἐπῆλθεν ὕδατα ἕως ψυχῆς μου.» Εἶτα ἐπιλέγει· «Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις·» κατὰ δὲ τὸν Σύμμαχον· «Ἐβαπτίσθην εἰς ἀπεράντους καταδύσεις, καὶ οὐκ

23

.

725

(50)

ἔστι στάσις,» ἡρμήνευσε· σφόδρα ἀκολούθως. Ἔνθα γὰρ οὐκ ἦν στάσις ἑτέροις, διὰ τὸ πάντας τοὺς αὐτόθι κατελθόντας ὀλίσθῳ περιπεσεῖν καὶ κατασύρεσθαι ὑπὸ τῶν τοῦ θανάτου ῥευμάτων, ἐνταῦθα καὶ αὐτὸς ἦλθον, ὁπηνίκα εἰς τὰ βάθη τῆς θαλάσσης ἐλήλυθα·
55ἢ, κατὰ τὸν Σύμμαχον, «Εἰσῆλθον εἰς τὰ βάθη τῶν ὑδάτων, καὶ ῥεῖθρον ἐπέκλυσέ με.» Καὶ τὰ παρα‐
πλήσια δὲ τούτοις καὶ Ἰωνᾶς ὁ προφήτης ἀπὸ τῆς726 in vol. 23

23

.

728

κοιλίας τοῦ κήτους ἀναγέγραπται ηὐγμένος. Λέγει δ’ οὖν καὶ αὐτός· «Περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου· ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη. Ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων, κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς
5κάτοχοι αἰώνιοι.» Διόπερ τῷ παραδείγματι τοῦ Ἰωνᾶ κέχρηται ὁ Σωτὴρ πρὸς τοὺς αἰτήσαντας αὐ‐ τὸν σημεῖον, εἰπών· «Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. Ὥσπερ γὰρ
10ἐγένετο Ἰωνᾶς ὁ προφήτης ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέ‐ ρας καὶ τρεῖς νύκτας.» Καρδίαν δὲ γῆς τὰ ἐνταῦθα λεγόμενα βάθη θαλάσσης ὀνομάζει, τὰ τοῦ ᾅδου χω‐
15ρία αἰνιττόμενος. Διὸ καὶ ἐν τῷ Ἰὼβ χρηματίζων ὁ αὐτὸς Κύριος τὰ ὅμοια παρίστη λέγων· «Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπά‐ τησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Ὁρᾷς γὰρ ὅπως καὶ ἐν τούτοις πηγὴν θαλάσσης
20ὀνομάσας, καὶ προσθεὶς τὸ, «Ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας,» τὴν ἄβυσσον καὶ τὴν θάλασσαν τίνα ἐστὶ διασαφεῖ ἐπιλέγων· «Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Οὐκοῦν καὶ ἐν τοῖς προκειμένοις τὰ βάθη τῆς θαλάσ‐
25σης τὰ τοῦ θανάτου χωρία αἰνίττεται, ἔνθα μόνος καταβὰς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν διεξῆλθεν. Διὸ ἐν τῷ πρὸ τούτου ψαλμῷ ἐλέγετο· «Καὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου·» καὶ πάλιν· «Εἶπε Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐκ βυθῶν θα‐
30λάσσης.» Ἀντὶ δὲ τοῦ· «Καὶ καταιγὶς κατεπόντισέ με,» ὁ μὲν Ἀκύλας, «Καὶ ῥοῦς ἐπέκλυσέ με·» ὁ δὲ Σύμμαχος, «Καὶ ῥεῖθρον ἐπέκλυσέ με,» ἡρμήνευσεν. Εἰκὸς γὰρ περὶ αὐτὸν γεγονέναι τὰς ἀντικειμένας δυνάμεις, ὅτε, ἐπιβὰς τῇ θαλάσσῃ, συνέτριβε τὰς κε‐
35φαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. Διὸ καὶ ἐν τῷ πρὸ τούτου ἐλέγετο ψαλμῷ· «Καὶ τοῦ Κυρίου Κυ‐ ρίου αἱ διέξοδοι τοῦ θανάτου. Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς τῶν ἐχθρῶν αὐτοῦ.» Οὐ γὰρ ἂν ἄλλως διεξ‐ εληλύθει τὰς διεξόδους τοῦ θανάτου ἢ συνθλάσας τὰς
40κεφαλὰς τῶν αὐτόθι ἐχθρῶν αὐτοῦ. Ἐὰν δέ τις ταῦτα νομίζῃ λέγειν τὸν Δαυῒδ διὰ τὸ πολλοῖς περιπεπτω‐ κέναι πειρασμοῖς, ἐπιστησάτω πῶς οἷόν τε ἦν τῷ Δαυῒδ ἁρμόζειν τὸ λέγειν· «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος·»
45ἢ τὸ, «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον, Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.» Καὶ τὰ λοιπὰ δὲ τούτοις παραπλήσια συναγαγών τις

23

.

728

(50)

ἑαυτῷ, εὕροι ἂν οὐδαμῶς ἁρμόζοντα τῷ τοῦ Δαυῒδ προσώπῳ. Τὴν δέ γε ἐπὶ τὸν ἡμέτερον Σωτῆρα ἑρ‐ μηνείαν πιστώσεται σφραγῖσιν ἀναμφιλέκτοις ἡ τῶν ἱερῶν Εὐαγγελίων μαρτυρία, ἀπό τε τοῦ παρατεθέν‐ τος τοῦ Ἰωνᾶ παραδείγματος, καὶ ἀπὸ τοῦ λέγεσθαι
55ἐν τοῖς προκειμένοις, «Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου
κατέφαγέ με·» ὅπερ αὐτολεξεὶ μεμαρτύρηται εἰς728 in vol. 23

23

.

729

αὐτὸν πεπληρωμένον ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγε‐ λίῳ, ἐν ᾧ γέγραπται· «Καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱε‐ ροσόλυμα, καὶ εὗρεν ἐν τῷ ἱερῷ πρόβατα πωλοῦντας καὶ βόας καὶ περιστεράς.» Εἶθ’ ὡς ἤλασε τούτους
5εἰπών· «Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶ‐ κον τοῦ Πατρός μου οἶκον ἐμπορίου,» ἐπιλέγει ὁ εὐαγγελιστής· «Ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου κατ‐ έφαγέ με.» Ἀλλὰ καὶ τὸ, «Ἔδωκαν εἰς βρῶμά
10μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος,» ἐν τοῖς μετὰ χεῖρας κείμενον, ἐκ προσώπου τοῦ Σω‐ τῆρος ἡμῶν μεμαρτύρηται λελεγμένον, κατὰ τὸν Ἰωάννην, φήσαντα· «Μετὰ ταῦτα ἰδὼν ὁ Ἰησοῦς, ὅτι πάντα τετέλεσται ἤδη, ἵνα πληρωθῇ ἡ Γραφὴ, λέγει·
15Διψῶ. Λεκάνη ἔκειτο ὄξους μεστή· σπόγγον οὖν με‐ στὸν ποιήσαντες ὄξους μετὰ χολῆς, ὑσσώπῳ περι‐ θέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι. Ὅτε οὖν ἔλαβεν ὁ Ἰησοῦς τὸ ὄξος μετὰ χολῆς, εἶπε· Τετέ‐ λεσται καὶ αὕτη ἡ Γραφὴ,» καὶ τὰ λοιπὰ δὲ εἰς
20πρόσωπον τοῦ Σωτῆρος ἡμῶν ἀναφερόμενα, σώζοι ἀναβίαστον τὴν ἑρμηνείαν. «Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου, ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με εἰς τὸν Θεόν μου.» Καὶ ταῦτα ἐν τῷ κατὰ Ἰωάννην ἐπληροῦτο Εὐαγγελίῳ· ἐν ᾧ εἱστήκει ὁ Ἰησοῦς καὶ
25ἔκραζε λέγων· «Ἐάν τις διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω·» αὖθις δὲ εἴρηται· «Ἰησοῦς δὲ ἔκραζε καὶ ἔλεγεν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμὲ, ἀλλ’ εἰς τὸν πέμψαντά με. Καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. Ἐγὼ φῶς εἰς τὸν κόσμον
30ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.» Καὶ ἐπὶ τοῦ Λαζάρου δὲ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπε· «Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου. Ἐγὼ δὲ ᾔδειν, ὅτι πάντοτέ μου ἀκούεις. Καὶ ταῦτα εἰπὼν, φωνῇ με‐
35γάλῃ ἐκραύγασε· Λάζαρε, δεῦρο ἔξω.» Ἀλλὰ καὶ κατ’ αὐτὸ τὸ πάθος ἱστορεῖ ὁ Ματθαῖος λέγων· «Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. Περὶ δὲ τὴν ἐνάτην ὥραν, ἀνεβόη‐ σεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἠλεὶ, Ἠλεὶ,
40Λαμὰ Σαβαχθανεί.» Τότε μὲν οὖν συνὼν ἀνθρώποις, πάντας βοῶν παρεκάλει ἥκειν καὶ σπεύδειν ἐπὶ τὴν αὐτοῦ διδασκαλίαν· καὶ τὸν τεταρταῖον δὲ νεκρὸν μετὰ μεγάλης ἀνεκαλεῖτο κραυγῆς. Ἀλλὰ καὶ περὶ τὴν ἐνάτην ὥραν τοῦ πάθους ἀνεβόα φωνῇ μεγάλῃ·
45καὶ μετὰ ταῦτα πάλιν· «Κράξας φωνῇ μεγάλῃ, ἀφῆκε τὸ πνεῦμα. Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐῤῥάγησαν, καὶ τὰ μνημεῖα ἀνεῴχθησαν, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν·» τὰ

23

.

729

(50)

τοσαῦτα τῆς μεγάλης αὐτοῦ φωνῆς ἐνεργεῖν δυνα‐ μένης. Εἰ δὲ ἐπιστήσειέ τις, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἐν ταῖς ἐκκλησίαις αὐτοῦ βοᾷ, σπεύδειν ἐπὶ τὸ ζωοποιὸν αὐτοῦ πόμα παρακαλῶν, καὶ τοὺς ταῖς πρὸς θάνατον
55ἁμαρτίαις νενεκρωμένους ἀνακαλούμενος· τῷ τε730 in vol. 23

23

.

732

βοωμένῳ αὐτοῦ πάθει τὴν σύμπασαν οἰκουμένην μᾶλλον ἢ τότε Σιὼν, ἐπείπερ «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν·» εἴσεται ὅπως ἐν
5τοῖς προκειμένοις ἐξ αὐτοῦ προσώπου εἴρηται τὸ, «Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου.» Τὸ γὰρ παράμονον αὐτοῦ τῆς βοῆς διὰ τούτων σημαίνει. Οὐ γὰρ ἅπαξ ποτὲ βοήσας παρῆλθεν· ἀλλ’ ἀεὶ βοᾷ καὶ κέκραγεν εἰς τὰς πάντων ψυχὰς
10διὰ τῶν αὑτοῦ μαθητῶν· ἀεὶ δὲ καὶ πρὸς τὸν Πατέρα βοᾷ ὑπὲρ τῶν εἰς αὐτὸν πεπιστευκότων. Διὸ ἑξῆς ἐπιλέγει· «Ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου.» Ἀντὶ δὲ τοῦ, «ἐξέλιπον,» ὁ Ἀκύλας, «Ἐτελέσθησαν, φησὶν,
15οἱ ὀφθαλμοί μου περιμένοντες τὸν Θεόν.» Ἐβόα δὲ καὶ ἐκεκράγει διὰ τὸ πλῆθος τῶν ἐχθρῶν αὐτοῦ· ὃ δὴ παρίστησι λέγων· «Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν.» Εἰ δὲ σῶμα αὐτοῦ τυγχάνει ἡ Ἐκκλησία αὐτοῦ, κατὰ
20τὸν Ἀπόστολον, ὃς ἐδίδασκε λέγων· «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους·» εἴποις ἂν τὰ μὲν ἀναγκαιότερα μέλη τοῦ σώματος, καὶ τὰ, ἵν’ οὕτως εἴπω, αἰσθητήρια, τοὺς ἀναγκαίους εἶναι τοῦ λαοῦ· οἷον κεφαλὴν τοὺς ἡγουμένους, στόμα τοὺς
25διδασκάλους, καὶ τοὺς συνετοὺς ἀκροατὰς τὰ ὦτα, τοὺς ὀφθαλμοὺς τοὺς διορατικοὺς τῶν Γραφῶν, χεῖρας τοὺς πρακτικωτέρους, τούτοις τε ἀναλόγως τὰ λοιπὰ μέλη τοῦ σώματος, οἷς ἀκόλουθον εἴη νοεῖν τρίχας εἶναι τοῦ παντὸς τὰ πλήθη, καὶ τὸν περιττὸν
30ὄχλον φέροντας μέν τινα κόσμον ὅλῳ τῷ σώματι, μὴ μὴν ἀναγκαίαν τινὰ χρῆσιν ὁμοίαν τὰ λοιπὰ μέλη. Τῶν οὖν τοιούτων τριχῶν πολλῷ πλεῖστοι εἶεν ἂν οἱ ἀλλότριοι τῆς πίστεως, ἅτε δὴ τὴν πλατεῖαν καὶ τὴν εὐρύχωρον βαδίζοντες. Διὸ λέλεκται·
35«Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν.» Δωρεὰν δὲ μισεῖν λέγον‐ ται οἱ οὐκ ἔχοντες αἰτίαν εἰπεῖν τοῦ μίσους, ὡς οἱ τὸν σωτήριον λόγον διώκοντες καὶ μηδὲν καταμέμφε‐ σθαι αὐτῷ δυνάμενοι. Ἀντὶ δὲ τοῦ, «οἱ μισοῦντές
40με δωρεὰν,» ὁ Σύμμαχος, «Οἱ μισοῦντές με, φησὶν, ἀναιτίως.» Οὗτοι οὖν μᾶλλον ἐπλεόνασαν, φησὶν, ἢ αἱ τρίχες τῆς κεφαλῆς μου. Ἀλλὰ καὶ ἐκραταιώθησαν οἱ ἐχθροὶ αὐτοῦ οἱ διώκοντες αὐτόν. Ἴδοι γοῦν τις, καθ’ ἕκαστον καιρὸν καθ’ ὃν διώκειν
45συγχωροῦνται, κραταιουμένους καὶ ἐπαιρομένους, καὶ πολλὰ δυναμένους τοὺς ἐχθροὺς αὐτοῦ. Ἀδίκως δὲ αὐτὸν διώκουσιν οὗτοι, καὶ ἐμίσουν αὐτὸν δωρεάν. Μηδεμίαν γὰρ ἔχοντες ὑπόθεσιν ἔχθρας, μηδὲ αἰτίας εἰπεῖν εὐλόγους οἷοί τε δι’ ἃς διώκουσιν, ὅμως ἀδί‐

23

.

732

(50)

κως αὐτὸν διώκουσιν. Ὁ δὲ ὑπὲρ ὧν μὴ ἥρπασε, μηδὲ ἠδίκησε, κόλασιν ὑπέμεινεν. Εἰ γὰρ κατὰ νό‐ μους προσήκει δίκην εἰσπράττεσθαι τοὺς ἠδικηκό‐ τας, οὔτε δὲ αὐτὸς οὔτε οἱ αὐτοῦ γνήσιοι μαθηταὶ ἥλωσάν ποτε ἐπὶ παρανομίᾳ· εἰκότως φησίν· «Ἃ
55οὐχ ἥρπασα τότε ἀπετίννυον.» Καὶ κατὰ τὸν καιρὸν δὲ τοῦ πάθους αὐτοῦ δωρεὰν ἔπασχε, καὶ ὑπὲρ ὧν
μὴ ἠδικήκει τιμωρίαν ἐδίδου. Διὸ καὶ τότε ἔλεγεν·732 in vol. 23

23

.

733

«Ἃ οὐχ ἥρπαζον τότε ἀπετίννυον·» ἢ, κατὰ τὸν Ἀκύλαν· «Ἃ οὐκ ἐβιασάμην τότε ἐπέστρεφον.» «Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου.» Ὥσπερ ἀνεγκλήτως ὁ θεῖος Ἀπόστολος μωρὸν τοῦ Θεοῦ ὠνό‐
5μασε τὸ πάθος τοῦ Σωτῆρος, καὶ ἀσθένειαν τὸν σταυ‐ ρὸν, εἰπών· «Ἐσταυρώθη ἐξ ἀσθενείας·» καὶ πάλιν· «Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν· ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ, καὶ
10τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων·» οὕτω καὶ νῦν οὐκ ἂν ἁμάρτοις τὴν ἐνταῦθα λεγο‐ μένην ἀφροσύνην παραπλησίως νοήσας τῇ ὀνομα‐ σθείσῃ παρὰ τῷ Ἀποστόλῳ μωρίᾳ. Ἀλλὰ καὶ ὥσπερ ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, ἐπείπερ ἐξαίρετοί
15τινές εἰσιν οἱ τῆς τοῦ Θεοῦ γνώσεως κατηξιωμένοι· οὕτως καὶ ἡ ἐνταῦθα ἀφροσύνη, ἀξία τῆς γνώσεως τυγχάνουσα τοῦ Θεοῦ, μέγαν τινὰ καὶ βαθὺν εἶχε λόγον. Οὐ γὰρ παρὰ τὴν σὴν βουλὴν, οὐδὲ παρὰ τὴν σὴν γνῶσιν ἐγένετο, φησὶν, ἡ ἀφροσύνη μου.
20Ποία δὲ αὕτη εἰ μὴ ἡ νομιζομένη τοῖς πολλοῖς; Ὡς γὰρ ἡ μωρία Ἕλλησιν ἐνομίζετο μωρία, κατὰ βαθεῖς δὲ λόγους Θεοῦ συνεστελεῖτο· καὶ ἦν τὸ παρ’ ἀνθρώποις μωρὸν νομιζόμενον σοφώτερον τῶν ἀνθρώπων· ηὐδόκησε γὰρ ὁ Θεὸς διὰ τῆς μωρίας
25τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας· οὕτως καὶ ἡ ἀφροσύνη, ἣν δι’ ἡμᾶς ὑπῆλθε κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβὼν καὶ μέχρις θανάτου παρ‐ ελθὼν, σοφωτέρα τῆς τῶν ἀνθρώπων σοφίας ἦν. Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις,
30φησὶν ὁ Ἀπόστολος, μωρία ἐστὶν, εἰ δὲ μωρία, καὶ ἀφροσύνη, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. Ταύτην οὖν τὴν ἀφροσύνην καὶ τὴν μωρίαν οὐκ ἠγνόησεν ὁ Θεός· αὐτοῦ γὰρ κρίσει γεγένηται. Διό φησιν· «Ὁ Θεὸς, σὺ ἔγνως τὴν
35ἀφροσύνην μου.» Ἀπήλλαξε δὲ ἡμᾶς πραγμάτων ὁ Σύμμαχος, ἑρμηνεύσας καὶ εἰπών· «Ὁ Θεὸς, σὺ οἶδας τὴν ἀπειρίαν μου·» ἀπειρίαν δηλαδὴ τὴν ἐν ἀνθρώποις. Τῆς γὰρ ἐν ἀνθρώποις κακίας ἀλλότριος ὢν, τὴν καλὴν ταύτην ἀπειρίαν ἀνατίθησι τῇ γνώσει
40τοῦ ἑαυτοῦ Πατρός. Καὶ ἄλλη δὲ Γραφὴ θεία ἀφρο‐ σύνης μέμνηται τοῦ Σωτῆρος συμφώνως τῇ προκει‐ μένῃ. Γέγραπται γοῦν ἐν Παροιμίαις· «Τάδε λέγει ἀνὴρ τοῖς πιστεύουσι Θεῷ, καὶ παύομαι. Ἀφρονέ‐ στατος γάρ εἰμι πάντων ἀνθρώπων, καὶ φρόνησις
45ἀνθρώπου οὐκ ἔστιν ἐν ἐμοί. Θεὸς δεδίδαχέ με σοφίαν, καὶ γνῶσιν ἁγίων ἔγνωκα.» Καὶ ἐν τούτοις γὰρ πάντων μὲν ἀνθρώπων ἀφρονέστατον ἑαυτὸν εἶναι λέγει, καὶ φρόνησιν ἀνθρώπου μὴ ἐσχηκέναι· ὅμως δὲ παρ’ αὐτοῦ τοῦ Θεοῦ δεδιδάχθαι τὴν πνευματικὴν

23

.

733

(50)

σοφίαν, καὶ τὴν γνῶσιν τῶν ἁγίων ἐγνωκέναι. Ἀλλὰ καὶ «αἱ πλημμέλειαί μου, φησὶν, ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν.» Εἰ γὰρ ἦσάν τινες ἐν ἐμοὶ πλημ‐ μέλειαι, δι’ ἃς τῷ σταυρῷ με προσετίμησαν, τάχα που σὺ πρῶτος ἔγνως, ὃν λανθάνειν οὐδὲν οἷόν τε·
55ἀλλ’ οὐδένες ἦσαν. Διὸ οἱ μισοῦντές με δωρεὰν ἐμίσουν, καὶ οἱ ἐκδιώκοντές με ἀδίκως ἃ οὐχ
ἥρπασα ἐξέπραττον. Ἐπεὶ δὲ ψευδομάρτυρας καὶ734 in vol. 23

23

.

736

συκοφάντας ἔστησαν ἐν τῇ κατ’ ἐμοῦ κατηγορίᾳ, σὺ οἶδας, φησὶν, ὁ Θεὸς, εἴ τινά μοι πεπλημμέληται. Οὐ γὰρ ἂν ἐκρύβησάν σε, εἴ τινες ἦσαν ἐν ἐμοὶ πλημμέλειαι. Καὶ ἄλλως, εἰ τὰς ἡμετέρας ἀνεμάξατο
5ἁμαρτίας, καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα, ὡς λέ‐ γεσθαι περὶ αὐτοῦ· «Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Καὶ αὐτὸς ἐτραυ‐ ματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Καὶ Κύριος παρέδωκεν αὐτὸν
10ταῖς ἁμαρτίαις ἡμῶν.» Καὶ ταύτας, φησὶ, τὰς πλημ‐ μελείας ὑπὲρ ἀνθρώπων ἀνεδεξάμην· σὺ ἔγνως, ὁ Θεὸς, ἐπεὶ μὴ ἀπεκρύβησάν σε. Οὐ γὰρ δίχα τῆς σῆς βουλήσεως ταύτας ἀνεδεξάμην· διὸ καὶ ἀξίας τῆς σαυτοῦ γνώσεως αὐτὰς ἐποιήσω.
15«Μὴ αἰσχυνθείησαν ἐπ’ ἐμὲ οἱ ὑπομένοντες σε, Κύριε, Κύριε τῶν δυνάμεων.» Ἐπειδὴ τὴν ἐμὴν διδασκαλίαν οἱ σοφοὶ τοῦ αἰῶνος τούτου διαβάλλουσιν, ἐλαύνουσί τε αὐτὴν ὡς μεστὴν ἀφροσύνης καὶ μωρίας διὰ τὸν ἐπονείδιστον σταυρὸν, ἀντιβολῶ καὶ δέομαι, τοὺς εἰς
20ἐμὲ πιστεύοντας φυλάττεσθαι ὑπὸ σοῦ ἀδιατρέπτους, ὡς μήποτε καταισχυνθῆναι. Διὸ σὺ αὐτὸς, ὦ Κύριε, Κύριε τῶν δυνάμεων, τοὺς πολεμουμένους διὰ τὴν σὴν γνῶσιν, ἣν ὑπ’ ἐμοῦ παρειλήφασι, πάντοτε ὑπομένοντας τὰ δεινὰ καὶ μέχρι θανάτου καρτεροῦν‐
25τας, μὴ ἐγκαταλείπῃς, μηδὲ ἐντραπείησαν θαρσή‐ σαντες ἐπ’ ἐμοὶ, οἱ σὲ τὸν Θεὸν τοῦ Ἰσραὴλ ἐκζη‐ τοῦντες. Εἰ γὰρ καὶ τὰ μάλιστα ἦσάν ποτε ἀγνοοῦντές σε διὰ τὸ δαίμοσι πονηροῖς δεδουλῶσθαι, ἀλλὰ νῦν, ἐπιγνόντες σε, πάντων μὲν λήθην ἐποιήσαντο, σὲ
30δὲ μόνον διατελοῦσι ζητοῦντες. Διὸ ἱκετεύω μὴ καταισχυνθῆναι αὐτοὺς, μηδὲ «ἀσχημονῆσαι·» οὕτω γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· «Μὴ καταισχυν‐ θείησαν ἐπ’ ἐμοὶ οἱ προσδοκῶντές σε, Κύριε Θεὲ τῶν δυνάμεων· μὴ ἀσχημονήσαιεν ἐπ’ ἐμὲ οἱ ἐκζη‐
35τοῦντές σε, Θεὲ τοῦ Ἰσραήλ.» Ἐπιτήρει δὲ ὅπως εἴρηται τὸ, «Κύριε, Κύριε τῶν δυνάμεων,» δευτεροῦν‐ τος τοῦ λόγου τὴν κυριολογίαν καὶ ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἀναπέμποντος. «Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμὸν, ἐκάλυψεν
40ἐντροπὴ τὸ πρόσωπόν μου.» Οἱ μὲν λοιποὶ, φησὶν, ἄνθρωποι δι’ οἰκείας ἁμαρτίας ἐλέγχοις καὶ ὀνειδι‐ σμοῖς ὑποβάλλονται· ἐγὼ δὲ ὁ μὴ γνοὺς ἁμαρτίαν ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν· ἐπειδήπερ σὺ αὐτὸς ὁ φιλάνθρωπος Θεὸς ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους
45ἁμαρτίαν με ἐποίησας, ὅπως οἱ πιστεύοντες εἰς ἐμὲ γένωνται δικαιοσύνη. Ἀλλὰ καὶ «ἕνεκά σου ὑπήνεγκα ὀνειδισμὸν,» διὰ τὴν σὴν βουλὴν κενώσας ἐμαυτὸν καὶ μέχρι θανάτου ταπεινώσας, καθ’ ὃν καιρὸν οἱ παραπορευόμενοι ἐβλασφήμουν κινοῦντες τὰς

23

.

736

(50)

κεφαλὰς αὐτῶν καὶ λέγοντες· «Οὐὰ ὁ καταλύων τὸν ναὸν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν. Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν ἱερέων καὶ Γραμματέων καὶ Φαρισαίων
55ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ
σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ. Πέποιθεν ἐπὶ τὸν736 in vol. 23

23

.

737

Θεόν· ῥυσάσθω αὐτὸν, εἰ θέλει αὐτόν. Εἶπε γὰρ, ὅτι Θεοῦ Υἱός εἰμι.» Ταῦτα δὴ οὖν θεσπίζων ἐπὶ τοῦ παρόντος, φησίν· «Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμὸν, ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου.»
5Οὐ γὰρ δι’ ἁμαρτίας ἐμὰς, οὐδὲ διὰ παρανόμους πράξεις, ἀλλ’, «ἕνεκά σου» καὶ τὸν προλεχθέντα «ὀνειδισμὸν ὑπέμεινα, καὶ τὸ πρόσωπόν μου ἐκάλυ‐ ψεν ἐντροπή·» ἢ, κατὰ τὸν Σύμμαχον, «Ἐκάλυψεν ἀσχημόνησις τὸ πρόσωπον αὐτοῦ.» Καὶ ταῦτα πάντα
10ὑπέμεινα. φησὶν, ἕνεκά σου, τουτέστιν ἕνεκα τοῦ σοῦ θελήματος. Ἀλλὰ καὶ «ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου.» Δύο δὲ τάγματα ἐν τούτοις παρίστησιν· ἓν μὲν τὸ τῶν ἀληθῶς ἀδελφῶν αὐτοῦ, οἷς ἐγενήθη ἀπηλλο‐
15τριωμένος· ἕτερον δὲ τὸ τῶν υἱῶν τῆς μητρὸς αὐτοῦ, οὐ μὴν ἀδελφῶν αὐτοῦ, οἷς ἐγενήθη ξένος. Καὶ μὴν ἐχρῆν υἱοὺς μητρὸς αὐτοῦ, ὄντας ἀδελφοὺς, καὶ αὐ‐ τοὺς ὁμοίως τοῖς προτέροις χρηματίζειν. Ἀλλ’ οὐκ ὠνόμασε τοὺς υἱοὺς τῆς μητρὸς ἀδελφοὺς, ὡς ἑτέρους
20ὄντας δηλαδὴ παρὰ τὸ πρῶτον τάγμα τῶν ὀνομασθέν‐ των ἀδελφῶν αὐτοῦ. Εἰς οὖν ἀδελφοὺς μὲν αὐτοῦ γεγονέναι τοὺς αὐτοῦ μαθητὰς, περὶ ὧν καὶ ἐν ἑτέρᾳ φησίν· «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, καὶ ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.» Καὶ ἐν τῷ Εὐαγ‐
25γελίῳ τῇ Μαρίᾳ φανεὶς μετὰ τὴν ἐκ νεκρῶν ἀνάστα‐ σιν ἔλεγε· «Πορεύου πρὸς τοὺς ἀδελφούς μου, καὶ εἶ‐ πον αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πα‐ τέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Τούτοις οὖν τοῖς ἀδελφοῖς αὐτοῦ ἀπηλλοτριωμένος ἐγενήθη κατὰ
30καιρὸν τοῦ δηλουμένου πάθους, ὅτε πάντες οἱ μαθηταὶ αὐτοῦ ἀφέντες αὐτὸν ἔφευγον, αὐτός τε ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος ἠρνήσατο αὐτὸν τρίτον. Τού‐ τοις ξένος καὶ ἀπηλλοτριωμένος ἐγενήθη· τοῖς δὲ υἱοῖς τῆς μητρὸς αὐτοῦ, οὐ μὴν καὶ ἀδελφοῖς οὖσιν αὐτοῦ,
35ξένος γέγονε. Μέμνηται δὲ τὸ Εὐαγγέλιον ἀδελφῶν αὐτοῦ καὶ μητρὸς, ὅτε, ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ, ἐδίδασκεν ἐν τῇ συναγωγῇ, ὡς ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν· «Πόθεν τούτῳ ἡ σοφία αὕτη; Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Οὐχ ἡ μήτηρ αὐτοῦ καὶ οἱ
40ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πᾶσαι πρὸς ἡμᾶς εἰσι; Πόθεν τούτῳ ταῦτα πάντα;» Ἐὰν μὲν οὖν τοὺς ἐν τῷ μετὰ χεῖρας λεγομένους υἱοὺς μητρὸς αὐτοῦ τούτους εἶναι ἐκλάβοιμεν, ἀνάγκη τὴν ἁγίαν Παρθέ‐ νον μητέρα φάναι γεγονέναι τῶν λοιπῶν ἀδελφῶν αὐ‐
45τοῦ. Ἀλλ’ ἐπιφαίνεται Ἰάκωβος ὁ χρηματίσας αὐτοῦ ἀδελφὸς οὐκ ἀπεξενωμένος αὐτοῦ γεγονὼς, οὐδὲ ἀλλό‐ τριος τῆς εἰς αὐτὸν πίστεως, εἷς δὲ τῶν σφόδρα γνη‐ σίων αὐτοῦ μαθητῶν· ὡς καὶ τὸν θρόνον ἀναδέξασθαι πρῶτον τῆς ἐν Ἱεροσολύμοις Ἐκκλησίας. Καὶ οἱ λοι‐

23

.

737

(50)

ποὶ δὲ αὐτοῦ ἀδελφοὶ, εἰ καὶ τὰ μάλιστα κατ’ ἀρχὰς οὐκ ἐπίστευον εἰς αὐτὸν, ἀλλὰ μετὰ ταῦτα δῆλοί εἰσι πιστεύσαντες. Ἱστορεῖ δ’ οὖν τὸ Εὐαγγέλιον, ὡς ἄρα ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες λαλῆσαι αὐτῷ. Καὶ ἐν ταῖς Πράξεσι δὲ τῶν
55ἀποστόλων λέλεκται, ὡς ἄρα ἦσαν οἱ ἀπόστολοι κοινῇ
πάντες προσκαρτεροῦντες τῇ προσευχῇ σὺν Μαριὰμ738 in vol. 23

23

.

740

τῇ μητρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ. Πῶς οὖν δύ‐ ναται τούτοις ξένος εἶναι νομίζεσθαι; Ὥστε μὴ χώραν ἔχειν περὶ τούτων λέγεσθαι τὸ, «Ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς
5μητρός μου.» Οὐ γὰρ ἦν τούτων ξένος, ἀλλὰ καὶ ἄγαν τίμιος· ὡς μηκέτι τοὺς προλεχθέντας αὐτοῦ ἀδελφοὺς υἱοὺς εἶναι τῆς Μαρίας ἡγεῖσθαι, ἕτεροι δ’ ἂν εἶεν παρὰ τούτους οἱ διὰ τοῦ ψαλμοῦ λεγόμενοι υἱοὶ τῆς μητρὸς αὐτοῦ, οἷς ξένος ἐγενήθη. Νοήσεις δὲ μητέρα
10μὲν τὴν τῶν Ἰουδαίων Συναγωγὴν καὶ πᾶσαν τὴν κατὰ σάρκα συγγένειαν τῶν ἐκ περιτομῆς· υἱοὺς δὲ τῆς τοιαύτης μητρὸς τοὺς ἀρνησαμένους αὐτὸν, καὶ εἰρη‐ κότας· «Τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν·» Διὸ ἔλεγεν αὐτοῖς, ἐπειδὴ ξένον αὐτὸν ἐνόμιζον· «Διὰ τί
15τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν.» Ξένον δὲ αὐτὸν πάλιν ἡγοῦντο λέγοντες· «Οὐ καλῶς ἡμεῖς λέγομεν ὅτι Σα‐ μαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις;» Διὸ ἔλεγε πρὸς αὐτούς· «Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου,
20καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.» Οὕτω τοίνυν ξένος καὶ ἀλ‐ λότριος γέγονε τοῖς υἱοῖς τῆς μητρὸς αὐτοῦ. Ταῦτα δὲ πάντα ὑπέμεινε διὰ τὴν ἐπιλεγομένην αἰτίαν, ἣν ἀναγ‐ καίως παρίστησι λέγων· «Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ
25οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ’ ἐμέ.» Ἐπειδὴ γὰρ, πολλῇ παῤῥησίᾳ χρώμενος, τοὺς τὸν οἶκον τοῦ Πατρὸς αὐτοῦ οἶκον ἐμπορίου καὶ σπήλαιον λῃστῶν ποιοῦντας ἤλεγχέ τε καὶ ἤλαυνε, τούτου χάριν ἐπεβούλευον αὐτῷ· ὃ δὴ παρ‐
30ίστησιν ὁ εὐαγγελιστὴς εἰπών· «Καὶ ἦν ἐγγὺς τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα· καὶ εὗρεν ἐν τῷ ἱερῷ πωλοῦντας πρόβατα καὶ βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὰ κέρματα καὶ τὰς τρα‐ πέζας. Καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρα‐
35τε ταῦτα ἐντεῦθεν, καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πα‐ τρός μου οἶκον ἐμπορίου·» ἐπιλέγει· «Ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με.» Ἀλλὰ καὶ τοὺς ὀνειδισμοὺς τῶν ὀνειδιζόντων τὸν Θεὸν εἰς ἑαυτὸν ἀναλαμβάνων,
40ἔκδικος ἐγένετο τούτων· διὸ ἔλεγε· «Καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ’ ἐμέ.» Οὐ γὰρ φέ‐ ρων τοὺς διὰ τῶν οἰκείων ἔργων ὄνειδος προστρίβον‐ τας τῷ τῆς θεοσεβείας νόμῳ, τοὺς ἐλέγχους ἐποιεῖτο κατὰ τῶν ἀρχόντων τοῦ ἔθνους. Διὸ τοῖς ὄχλοις καὶ τοῖς
45μαθηταῖς αὐτοῦ παρῄνει λέγων· «Ἐπὶ τῆς καθέδρας Μωϋσέως ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν ὅσα ἂν εἴπωσιν ὑμῖν ποιήσατε καὶ τηρεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Λέγουσι γὰρ καὶ οὐ ποιοῦσιν.» Εἶθ’ ἑξῆς ἀπελέγχων αὐτοὺς εἰς αὐτῶν

23

.

740

(50)

πρόσωπον ἔλεγεν· «Οὐαὶ ὑμῖν; Γραμματεῖς καὶ Φαρι‐ σαῖοι ὑποκριταὶ, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρα‐ νῶν ἔμπροσθεν τῶν ἀνθρώπων·» καὶ πάλιν· «Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις.» Τῶν γοῦν τοιούτων ἐλέγχων
55ἕνεκα τὴν ἐπιβουλὴν αὐτῷ συνεσκευάσαντο. Διόπερ ἐν‐
ταῦθά φησιν· «Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με,740 in vol. 23

23

.

741

καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ’ ἐμέ. Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί.» Ὅτε μὲν, φησὶν, ἑώρων τὸν σὸν οἶκον πάσης πληρού‐
5μενον ἀνομίας, καὶ ποτὲ μὲν γιγνόμενον οἶκον ἐμπο‐ ρίου, ποτὲ δὲ σπήλαιον λῃστῶν, πυρούμενος ὑπὸ θείου ζήλου, ἤλαυνον τοὺς ἔνδον παρανομοῦντας· ἀλλὰ καὶ ὅτε ταῖς ἑαυτῶν ἀθεμίτοις πράξεσιν ὄνειδος περι‐ ῆπτόν σοι τῷ Θεῷ, οὗ τὴν θεοσέβειαν ἐπηγγέλλοντο, πά‐
10λιν εἰς ἑαυτὸν ἀναλαμβάνων τοὺς τοιούτους ὀνειδι‐ σμοὺς, ἠναγκαζόμην παῤῥησίᾳ χρῆσθαι, καὶ τοὺς ἐλέγ‐ χους αὐτοῖς θεραπευτικῶς προσφέρειν· ὅτε δὲ ἑώρων ἀναισθήτως αὐτοὺς ἔχοντας, καὶ μὴ ἐπιστρεφομένους τοὺς ἐμοὺς ἐλέγχους, ἀποκλαιόμενος αὐτῶν τὴν ἀπ‐
15ώλειαν, ἐνήστευον καὶ κατεπόνουν ἐμαυτὸν ὑπὲρ αὐ‐ τῶν. Οἱ δὲ καὶ οὕτως ὠνείδιζόν μοι διασύροντες καὶ χλευάζοντες τὴν ἐμὴν νηστείαν. Βουλόμενος δὲ αὐτοῖς ὑπογραμμὸν μετανοίας δεικνύναι, οὐ μόνον νηστείαις ἐμαυτὸν κατεπόνουν, ἀλλὰ καὶ τὸ ἔνδυμά μου σάκκον
20ἐποιούμην, κολάζων καὶ τιμωρούμενος τὴν ἐμαυτοῦ σάρκα, αὐτῷ τε ἔργῳ τρόπον ἐξομολογήσεως καὶ τῶν προτέρων ἁμαρτημάτων καθάρσεως ἐπιδεικνὺς αὐ‐ τοῖς. Οἱ δὲ καὶ ταῦτα γελῶντες ἀντὶ παραβολῆς με εἶ‐ χον, συνερχόμενοι μὲν ἅμα καὶ πρὸς ταῖς ἑαυτῶν πύ‐
25λαις καθεζόμενοι, πᾶσαν δὲ τὴν ἑαυτῶν ὁμιλίαν περὶ ἐμοῦ ποιούμενοι, καὶ μονονουχὶ ἀδολεσχοῦντες πρὸς ἀλλήλους ἐν τῇ κατ’ ἐμοῦ χλεύῃ. Οὐκ ἀπήρκει δὲ αὐ‐ τοῖς διασύρειν καὶ χλευάζειν τὰς ἐμὰς ὑπὲρ αὐτῶν ἀσκήσεις, ἀλλὰ καὶ συμπόσια συγκροτοῦντες, ᾠδὰς
30καὶ ᾄσματα εἰς ἐμὲ διεξῄεσαν οἰνοφλυγοῦντες καὶ με‐ θυσκόμενοι ἐν ταῖς κατ’ ἐμοῦ παροινίαις. Ἐφ’ οἷς ἔτι μᾶλλον ἐγὼ συνεκάλυπτον ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐτιθέμην τὸ ἔνδυμά μου σάκκον, τὴν αὐτῶν ἀπ‐ ώλειαν ἀποκλαιόμενος. Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται·
35«Καὶ ἔκλαυσα ἐν νηστείᾳ ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί. Καὶ ἔδωκεν ἔνδυσίν μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. Ὡμίλουν ἐν ἐμοὶ καθήμενοι πύλην· καὶ ψαλμοὶ πινόντων μέθυσμα.» κατὰ δὲ τὸν Σύμμαχον· «Καὶ κλάοντι μετὰ νηστείας
40τὴν ψυχήν μου ἐγένετο εἰς ὄνειδος ἐμοί. Καὶ τάσσων τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παρα‐ βολήν. Διηγοῦντό με καθήμενοι ἐν πύλῃ, καὶ ἔψαλ‐ λόν με οἱ πίνοντες μέθυσμα.» Ἀλλὰ τούτοις συν‐ εξετάσαι ἀναγκαῖον, πῶς εἴρηται ὑπὸ τοῦ Σωτῆρος ἐν
45Εὐαγγελίοις· «Ἦλθεν Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν· Δαιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν.» Ἀλλ’ ἐρεῖς ταῦτα κατ’ ἀρχὰς τοῦ Εὐαγ‐

23

.

741

(50)

γελίου γίγνεσθαι, ὅτε διὰ τὸ μὴ νηστεύειν τοὺς μα‐ θητὰς αὐτοῦ, τὴν ὑπὲρ αὐτῶν ἀπολογίαν ποιούμενος, ἔφασκεν· «Οὐ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἐφ’ ὅσον μετ’ αὐτῶν ἐστιν ὁ νυμφίος· ἀρθήσεται ἀπ’ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.» Ὁρᾷς
55γὰρ, ὡς καὶ αὐτὸς ἠπίστατο τὸν τῆς νηστείας και‐ ρόν; Εἰ τοίνυν τὸν καιρὸν τοῦ πάθους αὐτοῦ συνεξετά‐
σειας τοῖς μετὰ χεῖρας προκειμένοις, εὕροις ἂν ὅπως742 in vol. 23

23

.

744

ταῦτα ἐπληροῦτο, ὅτε λοιπὸν αἰρομένου τοῦ νυμφίου καὶ οἱ μαθηταὶ αὐτοῦ ἐνήστευον. Ἐφ’ οἷς οὐκ ἀπεικὸς ἦν καὶ αὐτὸν προορῶντα, ὡς μικρὸν ὕστερον ἀπηλλο‐ τριωμένος ἔσται αὐτοῖς, καὶ ὡς τὸ πᾶν ἔθνος τοῦ ἐκ
5περιτομῆς λαοῦ τὸ αἷμα αὐτοῦ ἐξαιτήσεται, καὶ ὡς Πέτρος αὐτὸν ἀρνήσεται, καὶ τοιαῦτα κατ’ αὐτοῦ τολ‐ μηθήσεται, ὥστε σκότος διαλαβεῖν τὸ περιέχον, ἥλιόν τε αὐτὸν σκοτισθῆναι, καὶ τὸ καταπέτασμα τοῦ νεὼ σχισθῆναι, ἀνατραπῆναί τε πάντα τὰ πάλαι τοῦ
10Ἰσραὴλ σεμνὰ, λέγω δὲ τὴν βασιλείαν αὐτῶν καὶ τὴν ἱερωσύνην καὶ τὰ Ἅγια τῶν ἁγίων· πάντων τε τού‐ των ἀποβολὴν καὶ ἀνατροπὴν ἀθρόαν γενέσθαι· τού‐ των ἕνεκα οὐκ ἀπεικὸς ἦν αὐτὸν καταπονεῖν ἐν νη‐ στείᾳ τὴν ψυχὴν αὐτοῦ, καὶ τιθέναι τὸ ἔνδυμα αὐτοῦ
15σάκκον ἐφ’ ᾧ καὶ ἐχλεύαζον αὐτὸν οἱ ἀσεβεῖς, ἀντὶ παραβολῆς ταῖς κατ’ αὐτοῦ διηγήσεσιν ἀδολεσχοῦντες· καὶ τὸν μὲν ἄλλον καιρὸν τῆς ἡμέρας, ἐν ταῖς πύλαις συναγόμενοι, τοὺς δι’ αὐτῶν διερχομένους ταῖς κατ’ αὐτοῦ διαβολαῖς ἐπλάνων· ἐν δὲ τῷ καιρῷ τῆς τροφῆς,
20οἴνῳ καὶ μέθῃ σχολάζοντες, ᾠδὰς συνετίθεσαν κατ’ αὐτοῦ. Διὸ συνεκάλυπτεν ἐν νηστείᾳ τὴν ψυχὴν αὐτοῦ, καὶ ἐτίθετο τὸ ἔνδυμα αὐτοῦ σάκκον, ὑπὲρ τῆς ἑτέρων σωτηρίας, δι’ ὑπερβολὴν φιλανθρωπίας ταῦτα πράττων. «Κἀγὼ δὲ ἡ προσευχή μου πρὸς σὲ, Κύριε, καιρὸς
25εὐδοκίας, ὁ Θεός· ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπά‐ κουσόν μου.» Οἱ μὲν ἐχλεύαζον, φησὶ, καὶ διέσυρον τὰς ἐμὰς κακώσεις· ἐγὼ δὲ προσεκαρτέρουν, τὴν ἐμὴν προσευχήν σοι τῷ Κυρίῳ προσαναφέρων. Τήρει δὲ, ὡς καὶ ἐνταῦθα τὸν Κύριον διὰ τοῦ τετραγράμ‐
30μου ἡ Ἑβραϊκὴ ἐπισημαίνεται γραφή. Εὐχόμενος δὲ πρὸς σὲ τὸν Κύριον ταῦτα ἔλεγον· «Καιρὸς εὐδοκίας, ὁ Θεός·» ἢ, κατὰ τὸν Σύμμαχον· «καιρὸς διαλλαγῆς. Ὁ Θεὸς, ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπάκουσόν μου.» Εἰ γὰρ καί ποτε ἄλλοτε ἡ σὴ τοῦ Πατρὸς ἐμαρτύρησε
35φωνὴ λέγουσα· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Ἀλλὰ νῦν μάλιστα καιρός ἐστι τῆς εὐδοκίας· διὸ ἱκετεύω ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπακοῦσαί μου, καὶ ἐν ἀληθείᾳ τῆς σωτηρίας σου σῶ‐ σαί με. Οὐ γὰρ ἀνθρωπίνης δέομαι σωτηρίας, ἀλλὰ
40τῆς ἀληθοῦς· Τοιαύτη δέ ἐστιν ἡ παρὰ σοῦ, καθ’ ἣν σωθῆναι ἱκετεύω ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ. Ποίου δὲ πηλοῦ, ἢ περὶ οὗ ἀνωτέρω ἔλεγον· «Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις;» Ἡ γὰρ ἀνωτέρω λε‐ χθεῖσα ἰλὺς βυθοῦ ἐνταῦθα πηλὸς ὠνόμασται. Σημαίνει
45δὲ διὰ τούτων τὴν τοῦ σώματος ἐν τῷ θανάτῳ λύσιν, περὶ ἧς ἐν ἑτέρῳ ἔφασκεν· «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.» Οἱ μὲν οὖν ὑπὸ τοῦ θανάτου κρατηθέντες, διαφθορὰν ὑπομείναντες καὶ

23

.

744

(50)

ἐν φθορᾷ γενόμενοι, ἐναπομείναντές τε αὐτῇ, ἐνεπά‐ γησαν εἰς τὸν πηλόν. Ἐγὼ δὲ εἰ καὶ κατῆλθον κενώ‐ σας ἐμαυτὸν μέχρι τούτου· ἀλλ’ ἱκετεύω λέγων· «Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ.» Τὰ δὲ ἑξῆς ἐπιλεγόμενα τὰς ἐν αὐτῷ τῷ θανάτῳ δυνάμεις παρ‐
55ίστησιν· ἀφ’ ὧν ῥυσθῆναι εὔχεται λέγων· «Ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων.
Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ κατα‐744 in vol. 23

23

.

745

πιέτω με βυθός.» Ταῦτα δὲ τὰ ὕδατα οἵ τε ἐν αὐτοῖς δράκοντες καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦντο, κατὰ τό· «Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν
5ὑπόστασις· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» Ἀλλὰ διὰ μὲν τῶν προ‐ τέρων τὴν κάθοδον αὐτοῦ τὴν εἰς ταῦτα παρίστη, διὰ δὲ τῶν μετὰ χεῖρας τὴν ἀπὸ τούτων ἐπάνοδον. «Ῥυ‐ σθείην» γάρ φησιν «ἐκ τῶν βαθέων τῶν ὑδάτων καὶ
10μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ κατα‐ πιέτω με βυθὸς, μηδὲ συσχέτω ἐπ’ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ.» Τὰς μὲν γὰρ λοιπὰς τῶν ἀνθρώπων ψυχὰς κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ τὸ φρέαρ συν‐ έσχε καὶ ἀπέκλεισε τῷ ἑαυτοῦ στόματι. Φρέαρ δὲ
15στόμα ἔχον αὐτὸς ἂν λεχθείη ὁ θάνατος, ὁ ἐξ αἰῶνος πάντας καταπεπωκὼς τοὺς εἰς αὐτὸν καταπεπτωκό‐ τας, καὶ μετὰ τὸ καταπιεῖν ἐνδακὼν, ὥσπερ καὶ ἀποκλείσας τὸ ἑαυτοῦ στόμα, πρὸς τὸ μή τινα παλιν‐ δρομῆσαι. Ἐπ’ ἐμοῦ δὲ μὴ γένοιτο τοῦτο. Διὸ ἀντι‐
20βολῶ σε τὸν Πατέρα λέγων· «Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθὸς, μηδὲ συσχέτω ἐπ’ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ·» ἢ κατὰ τὸν Σύμμαχον, «Μηδὲ ἐπιπωμάσαι μοι φρέαρ τὸ στόμα αὐτοῦ.» Καὶ νῦν μὲν ὑδάτων μέμνηται καὶ
25βυθῶν καὶ φρέατος· ἐν δὲ τῷ καʹ ψαλμῷ τὰ αὐτὰ ταῦτα σημαίνων, ἑτέροις ὀνόμασι κέχρηται λέγων· «Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Σῶσόν με ἐκ στόματος λέον‐ τος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν
30μου.» Καὶ ταῦτα γὰρ περὶ τῶν ἐν τῷ καλουμένῳ ᾅδῃ δυνάμεων ἀντικειμένων λέλεκται, ὡς τοὺς τόπους διηγούμενοι παρεστήσαμεν. «Εἰσάκουσόν μου, Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον
35ἐπ’ ἐμέ.» Καὶ ἐνταῦθα διὰ τοῦ παρ’ Ἑβραίοις ἀνεκ‐ φωνήτου τὸν ἑαυτοῦ Πατέρα ὁ Σωτὴρ ἐπικαλεῖται λέγων· Ἐπειδὴ τάδε καὶ τάδε ᾔτησα, ἵνα μὴ ἐμπά‐ γω εἰς τὸν πηλὸν, καὶ ὅπως ῥυσθείην ἐκ τῶν βαθέων τῶν ὑδάτων, τά τε τούτοις ἑξῆς, τούτου χάριν ἐπίνευ‐
40σόν μου τῇ δεήσει, ὦ Κύριε, «ὅτι χρηστὸν τὸ ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ’ ἐμέ. Μὴ ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου.» Ἐν οἷς παρακαλεῖ ἐπιβλέψαι, καὶ μὴ ἀποστρέψαι τὸ πρόσωπον ἐξ αὐτοῦ· ἵν’ ὥσπερ μέγας
45ἀγωνοθέτης δοκιμάσῃ τὸν ἀγῶνα ὃν ὑπέστη καὶ τὴν ὑπομονὴν καὶ τὴν ταπείνωσιν, ἐφ’ ᾗ σεμνυνόμενος ἀξιοῖ τὸν Πατέρα μὴ ἀποστρέψαι τὸ πρόσωπον ἐξ αὐτοῦ, ἀλλ’ ἐπιβλέψαι εἰς αὐτόν. Εἶτα ἐπιλέγει· «Ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου·» ἢ κατὰ τὸν

23

.

745

(50)

Ἀκύλαν, «Ὅτι στενόν μοι, ταχὺ ἐπάκουσόν μου.» Νοήσεις δὲ καὶ τούτου τὴν διάνοιαν ἐπιστήσας ὅπως εἴρηται τὸ, «Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγου‐ σα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι δι’ αὐτῆς.» Πρῶτος γοῦν αὐτὸς τὴν στενὴν αὐτὴν καὶ
55τὴν τεθλιμμένην ὁδεύσας ἔλεγεν· «Ὅτι στενή μοι,» καὶ, «ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου·» Ἐδήλου
δὲ καὶ διὰ τῶν ἔμπροσθεν τὴν θλίψιν ἑαυτοῦ καὶ τὴν746 in vol. 23

23

.

748

στένωσιν λέγων· «Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί. Καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον.» Ἐπὶ τούτοις οὖν καὶ παρεκάλει τὸν Πατέρα ἐμβλέψαι καὶ θεάσασθαι
5τοὺς ἄθλους οὓς ὑπὲρ ἡμῶν ὑπέμεινε· διὸ ἔλεγε· «Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν.» Εἶτα δεικνὺς αὐτοῦ τὰ κατορθώματα οἷς ἐμβλέψαι παρεκάλει, ἐπιλέγει· «Ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. Σὺ γιγνώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύ‐
10νην μου, καὶ τὴν ἐντροπήν μου.» Ὡς γὰρ ἀνωτέρω ἔλεγε· «Σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν·» οὕτω καὶ νῦν τῆς σῆς, φησὶ, γνώσεως τυγχάνουσιν ἄξιοι οἱ ὀνειδισμοί μου. Ἐδήλου δὲ περὶ τούτων καὶ ἐν
15τοῖς ἔμπροσθεν λέγων· «Καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνει‐ διζόντων σε ἐπέπεσαν ἐπ’ ἐμέ.» Ἐπεὶ τοίνυν σῇ κρίσει καὶ σῷ πνεύματι τοὺς ὀνειδισμοὺς ὑπέμεινα, καὶ τὸ μεστὸν αἰσχύνης τὸ πάθος, διὰ τοῦτό φημι· «Σὺ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην
20μου, καὶ τὴν ἐντροπήν μου.» Τὴν μὲν ἐμὴν οἶδας αἰσχύνην οὐκ οὖσαν ἀναξίαν τῆς σῆς γνώσεως. Καὶ τὴν ἐντροπήν μου, ἣν ὑπέμεινα, «τὸν νῶτόν μου δοὺς εἰς μάστιγας καὶ τὰς σιαγόνας μου εἰς ῥαπί‐ σματα,» γινώσκεις. Οὐκέτι δὲ ὁμοίως ἐμοὶ τοὺς θλί‐
25βοντάς με γινώσκεις· οὐ γὰρ τῆς σῆς τυγχάνουσι γνώσεως ἄξιοι. Διὸ περὶ αὐτῶν φημι, «Ἐναντίον σοῦ πάντες οἱ θλίβοντές με.» Οὕτω δέ εἰσιν ἐναντίον σοῦ, ὡς τὰ ἐναντία σοὶ προῃρημένοι· θλίβουσι δέ με μηδὲν ὠφελούμενοι ἐκ τῆς ἐμῆς θεραπείας, καὶ θλί‐
30βουσι διὰ τῆς αὐτῶν ἀπωλείας. Εἶτ’ ἐπιλέγει· «Ὀνει‐ δισμὸν προσεδόκησεν ἡ καρδία μου καὶ ταλαιπω‐ ρίαν·» ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰ‐ πών· «Ὀνειδισμὸς κατέαξε τὴν καρδίαν μου, καὶ ἠνιώμην·» ὁ δὲ Ἀκύλας, «Ὀνειδισμὸς, φησὶ, συνέτριψε τὴν καρδίαν μου, καὶ ἀπεγνώσθην.»
35 «Καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξεν, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον. Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Κατὰ δὲ τὸν Σύμμαχον· «Καὶ ἀνέμενον συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρηγοροῦντα,
40καὶ οὐχ εὕρισκον· Καὶ ἐνέβαλλον εἰς τὴν τροφήν μου χολὴν, καὶ ἐν τῇ δίψει μου ἐπότισάν με ὄξος.» Ὅτι μὲν οἱ μαθηταὶ αὐτοῦ, καταλιπόντες αὐτὸν, ἔφυ‐ γον κατὰ τὸν τοῦ πάθους καιρὸν, ὅμως δ’ ἐκτὸς λύ‐ πης οὐκ ἦσαν, διδάσκει τὸ Εὐαγγέλιον. Ὅτε γὰρ Πέ‐
45τρος ἀναγέγραπται ἀποκλαυσάμενος πικρῶς, οἵ τε λοιποὶ συνηγμένοι καὶ ὑφ’ ἕνα κρυπταζόμενοι οἶκον διὰ τὸν φόβον τῶν Ἰουδαίων, οὐκ ἕξω λύπης ὑπῆρχον. Οὐκ ἂν οὖν ἁρμόσειε ταῦτα περὶ τοῦ χοροῦ τῶν ἀπο‐ στόλων λέγεσθαι, ἀλλὰ περὶ τῶν θλιβόντων αὐτὸν,

23

.

748

(50)

περὶ ὧν ἔλεγεν· «Ἐναντίον σοῦ πάντες οἱ θλίβοντές με.» Ἐγὼ μὲν γὰρ πάντα ὑπὲρ τῆς αὐτῶν σωτη‐ ρίας ἐποίουν, καλύπτων ἐν νηστείᾳ τὴν ψυχήν μου, σάκκῳ τε ἐνδύματι χρώμενος· οἱ δὲ τὰ ἐναντία τού‐ τοις ἔπραττον, τοτὲ μὲν ὀνειδίζοντες καὶ διασύροντες
55τὰς ἐμὰς νηστείας, τοτὲ δὲ ἐν ταῖς παροινίαις αὐτῶν κατ’ ἐμοῦ ψάλλοντες, καὶ πάντα μᾶλλον ἢ συλλυπού‐ μενοι. Κἀγὼ μὲν ὑπὲρ αὐτῶν ἀλγῶν ἐλυπούμην· οἱ δὲ οὐ συνήλγουν μοι, οὐδὲ συνέπασχον· ἀλλ’ οὐδὲ πα‐
ράκλητός τις αὐτῶν εἰς ἐμὴν παραμυθίαν εὕρηται.748 in vol. 23

23

.

749

Πάντα δὲ τὰ κατ’ ἐμοῦ ἐγχειροῦντες, εἰς μὲν τὸ βρῶ‐ μά μου χολὴν ἔβαλλον, καίτοι τροφὰς αὐτοῖς ἐμοῦ πλουσίας παρεχομένου· διψῶντι δέ μοι ὄξος ἀντὶ πο‐ τοῦ προσέφερον. Τοιαύτην δέ μοι ἐκίρνων χολὴν
5ὁποίαν ἐδήλου ὁ προφητικὸς λόγος εἰπών· «Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;» Νοή‐ σεις δὲ ὅπως τρέφεται ὁ Σωτὴρ ἡμῶν ἐπακούων αὐ‐ τοῦ λέγοντος· «Ἐπείνων, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψων, καὶ ἐποτίσατέ με.» Εἰ δὲ ἀντὶ τροφίμων
10καρπῶν τῶν διὰ εὐσεβοῦς βίου πικράς τις προσφέροι κατ’ αὐτοῦ βλασφημίας, τῇ τε διδασκαλίᾳ αὐτοῦ παρ‐ εμπλέκοι ἄθεα καὶ ψευδῆ δόγματα, οὗτος εἰς τὸ βρῶμα αὐτοῦ χολὴν ἐμβάλλει, καὶ διψῶντι οἶνον ἐκ‐ τροπίαν τὸν ἐκ τῆς εὐθείας ὁδοῦ παρατετραμμένον
15δίδωσιν. Τοιαῦτα δὲ ἐθέσπιζε περὶ τοῦ Ἰουδαίων λαοῦ Μωϋσῆς ἐν μεγάλῃ ᾠδῇ προφητικῶς ἀναφωνῶν καὶ λέγων· «Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐ‐ τῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν.» Ἔν‐
20θεν εἰκότως τοῖς αὐτοῖς καὶ διὰ Ἡσαΐου καταμέμ‐ φεται τὸ Πνεῦμα λέγον· «Ἔμεινα ἵνα ποιήσῃ σταφυ‐ λὴν, ἐποίησε δὲ ἀκάνθας·» Καὶ πάλιν· «Ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύ‐ νην, ἀλλὰ κραυγήν.» Ἔργοις τοιγαροῦν καὶ πρά‐
25ξεσι, πικρῷ τε λόγῳ καὶ βίῳ ἔδωκαν εἰς τὸ βρῶμα τοῦ Σωτῆρος χολὴν, καὶ εἰς τὴν δίψαν αὐτοῦ ἐπότι‐ σαν αὐτὸν ὄξος. Ἐπεὶ δὲ ἔδει καὶ κατὰ τὴν ἱστορίαν τὸν τῆς προφητείας ἀποπληρωθῆναι λόγον, κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ ἱστορεῖ ὁ εὐαγγελιστὴς λέ‐
30γων· «Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς, ὅτι πάντα τετέ‐ λεσται ἤδη, ἵνα πληρωθῇ ἡ Γραφὴ, λέγει· Διψῶ. Λε‐ κάνη ἔκειτο ὄξους μεστή. Σπόγγον οὖν μεστὸν ποιή‐ σαντες ὄξους μετὰ χολῆς καὶ ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. Ὅτε οὖν ἔλαβεν ὁ
35Ἰησοῦς τὸ ὄξος μετὰ τῆς χολῆς, εἶπε· Τετέλεσται καὶ αὕτη ἡ Γραφή, Καὶ κλίνας τὴν κεφαλὴν, ἀφῆκε τὸ πνεῦμα.» Καὶ ἐπειδὴ κλίνας τὴν κεφαλὴν παρέ‐ δωκε τὸ πνεῦμα μετὰ τὴν συμπλήρωσιν τῆς Γραφῆς, εἰκότως καὶ ἐν τῷ ψαλμῷ μέχρι τούτου τὰ ἑαυτοῦ
40περιγράφει πάθη. Εἶτ’ ἐντεῦθεν ὁποῖα μετελεύσεται αὐτοὺς θεσπίζει· «Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώ‐ πιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον.» Ὥσπερ κατά τινα συνήθειαν, τὰ μέλ‐ λοντα ὡς παρῳχηκότα προφέρεσθαι εἴωθεν ἡ Γραφή·
45ἀρτίως γοῦν ἔλεγε τὸ, «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν,» ἀντὶ τοῦ, δώσουσι, «καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος·» ἀντὶ τοῦ, ποτίσουσι. Καὶ ἀλλαχοῦ δὲ ὁμοίως εἴρηται· «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβα‐

23

.

749

(50)

λον κλῆρον·» καὶ πάλιν· «Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.» Ὁμοίως γὰρ καὶ ταῦτα μέλλοντα γίγνεσθαι ὡς ἤδη παρῳχηκότα προανεφωνεῖτο. Οὕτω καὶ ὅσα νομίζε‐
55ται προστακτικῶς ἢ εὐκτικῶς λέγεσθαι, καὶ ταῦτα
προφητικῷ τρόπῳ προαγορευτικῶς ἐξακούεται· οἷά750 in vol. 23

23

.

752

ἐστι τὰ μετὰ χεῖρας. Τὸ γὰρ, «Γενηθήτω ἡ τράπεζα αὐτῶν,» ἀκουστέον ἀντὶ τοῦ, «γενήσεται·» καὶ τὸ, «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν,» ἀντὶ τοῦ, «σκοτισθήσονται·» καὶ τὰ ἑξῆς τούτοις παραπλη‐
5σίως. Οὐ γὰρ ἔχει λόγον τὸν ἡμῖν προστάττοντα μὴ ἀνταποδιδόναι κακὸν ἀντὶ κακοῦ, ἀλλὰ προσεύχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων, καὶ εὐλογεῖν καὶ μὴ κατα‐ ρᾶσθαι, ἀγαπᾷν δὲ καὶ τοὺς ἐχθροὺς, αὐτὸν τοιαῦτα κατεύχεσθαι ἑτέροις. Οὐκ εὐκτικῶς τοίνυν, οὐδὲ
10προστακτικῶς, κατὰ δὲ τὸν ἀποδοθέντα τρόπον προ‐ φητικῶς καὶ ταῦτα λέλεκται. Ἀνθ’ ὧν γὰρ τετολμή‐ κασι καὶ διεπράξαντο κατ’ ἐμοῦ, τοιαῦτα αὐτοὺς διαδέξεται· ἡ τράπεζα αὐτῶν ἔσται αὐτοῖς οὐκ εἰς παράθεσιν τροφῆς, ἀλλ’ εἰς παγίδα καὶ εἰς ἀνταπο‐
15δόσεις καὶ εἰς σκάνδαλον, ἀνθ’ ὧν ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν. Τράπεζαν δὲ τοῦ Ἰουδαίων ἔθνους τίνα ἂν εἴποις ἢ τὰς θεοπνεύστους Γραφὰς, ἃς μελετᾷν καὶ ἀποστοματίζειν εἰώθασιν; ὧν ἡ μὲν θεωρία καὶ ἡ νόησις, ψυχῶν τροφὴν λογικῶν περιέχει, ἡ δὲ λέξις τραπέζης χώραν περιέχει.
20 Ταύτην τοίνυν τὴν τράπεζαν αὐτῶν, τὴν πρόχειρον τῶν θείων Γραφῶν ἀνάγνωσιν προαγορεύει ἔσεσθαι αὐτοῖς εἰς παγίδα καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάν‐ δαλον· καὶ ἔσεσθαι αὐτὴν τοιαύτην αὐτοῖς, οὐ φύσει οὖσαν τοιαύτην, ἀλλ’ αὐτοῖς ἔσεσθαι τοιαύτην. Τοῦτο
25γὰρ σημαίνει ὁ λόγος εἰπών· «Ἐνώπιον αὐτῶν γενη‐ θήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταπο‐ δόσεις καὶ εἰς σκάνδαλον.» Ἔργῳ δὲ τοῦτο εἰς αὐτοὺς πληροῦται. Ταῖς γοῦν θείαις Γραφαῖς ἐντυγχάνοντες ἐξ αὐτῶν παγίσι περιπείρονται, ἑτέρως ἢ κατὰ τὸν
30ἀληθῆ νοῦν ἐκλαμβάνοντες τὰς λέξεις, καὶ διαστρέφον‐ τες τὸν ἐν αὐταῖς ὀρθὸν λόγον, ἐξ αὐτῶν τε εἰς ἀπιστίαν τοῦ Σωτῆρος περιπειρόμενοι. Ἀλλὰ καὶ εἰς ἀνταπο‐ δόσεις γίνεται αὐτοῖς ἡ τράπεζα αὐτῶν. Ἐν γὰρ αὐτῷ τούτῳ τῷ μὴ συνιέναι τὰ ἀναγνώσματα, ἀπολαμβά‐
35νουσιν ὧν ἔδρασαν κατ’ αὐτοῦ τὴν τιμωρίαν. Διόπερ ὁ Σύμμαχος ἀντὶ τοῦ, «καὶ εἰς ἀνταποδόσεις, καὶ εἰς τιμωρίαν, ἡρμήνευσεν. Ἀλλὰ καὶ εἰς σκάνδαλον γίνεται ἐνώπιον αὐτῶν ἡ τράπεζα αὐτῶν. Σκανδαλί‐ ζονται γὰρ ἐντυγχάνοντες ψιλαῖς ταῖς λέξεσι, καὶ μὴ
40συνιέντες τὴν ἐν αὐταῖς θεωρίαν· οἷον ἀκούοντες, ὡς, ἐπιστάντος τοῦ Χριστοῦ, συμβοσκήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ λέων καὶ βοῦς φάγεται ἄχυρα· ταῦτα καὶ τὰ τοιαῦτα μὴ συνιέντες, σκανδαλίζονται ἐπὶ τῷ ἐληλυθότι Χριστῷ,
45ὅτι μὴ αἰσθητῶς ἐγένετο ταῦτα ἐν τῇ αὐτοῦ παρου‐ σίᾳ. Οὕτως οὖν ἡ ἀποδοθεῖσα αὐτῶν τράπεζα γέγονεν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταποδόσεις καὶ εἰς σκάνδαλον. Καὶ ταῦτα πεπόνθασιν, ἐπειδήπερ ἐσκο‐ τίσθησαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, διὰ τὸ

23

.

752

(50)

παρῃτῆσθαι τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον, καὶ ἐπεὶ ὀφθαλμοὺς ἔχοντες οὐκ ἔβλεπον, καὶ ὦτα ἔχον‐ τες οὐκ ἤκουον. Ἐπαχύνθη γὰρ ἡ καρδία αὐτῶν, κατὰ τὸν Ἡσαΐαν, καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν, καὶ τὰ ὦτα ἐβάρυναν. Διὸ προαγορεύει φάσκων ὁ
55λόγος· «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν.» Καὶ ἄλλο δὲ ἐναργῶς συμβὰν αὐτοῖς θεσπί‐
ζει λέγων· «Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμ‐752 in vol. 23

23

.

753

ψον,» ἀντὶ τοῦ, «συγκάμψεις·» καὶ, «Ἔκχεον ἐπ’ αὐτοὺς τὴν ὀργήν σου,» ἀντὶ τοῦ, «ἐκχεεῖς·» καὶ, «ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτοὺς,» ἀντὶ τοῦ, «καταλήψεται.» Ὅπως δὲ καὶ ταῦτα μετὰ τὴν κατὰ
5τοῦ Σωτῆρος ἡμῶν τόλμαν τῷ Ἰουδαίων συμβέβηκεν ἔθνει, οὐ δυσχερὲς καταμαθεῖν. Πάλαι μὲν γὰρ διὰ τὰς εἰδωλολατρείας αὐτῶν ἐχθροῖς καὶ πολεμίοις πρὸς ὀλίγον καιρὸν ἐδουλοῦντο· εἶτ’ αὖθις τὴν οἰκείαν ἐλευ‐ θερίαν ἐλάμβανον· αὐτόνομοί τε καὶ αὐτοβασίλευτοι
10διετέλουν, τὸ ἱερὸν καὶ τὴν ἐν αὐτῷ κατὰ τὸν Μωϋσέως νόμον λατρείαν διατρέχοντες· μετὰ δὲ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν, πάντων ἀθρόως ἐστερήθη‐ σαν· πολιορκίαν τε καὶ δουλείαν τὴν ὑπὸ Ῥωμαίοις ὑπομείναντες, διέμειναν οὕτω ταπεινοὶ, καὶ μηκέτ’
15ἀνανεῦσαι δεδυνημένοι· ὃ δὴ σημαίνει ἡ μετὰ χεῖρας προφητεία ἐν τῷ λέγειν· «Καὶ τὸν νῶτον αὐτῶν δια‐ παντὸς σύγκαμψον.» Πρόσχες γὰρ ὅπως εἴρηται τὸ, «διαπαντός·» οὐ γὰρ πρὸς ὀλίγον τινὰ χρόνον κα‐ θὼς ἄλλοτε ἐγένετο, ἀλλὰ, «διαπαντὸς,» φησίν. Ἀνθ’
20οὗ ὁ μὲν Ἀκύλας ἡρμήνευσε· «Καὶ τοὺς νώτους αὐ‐ τῶν ἐνδελεχῶς ἀτόνωσον·» ὁ δὲ Σύμμαχος· «Καὶ τὰς ὀσφῦς αὐτῶν διαπαντὸς ἐξάρθρωσον.» Καὶ τοῦτο δὲ αὐτοῖς συνέβη· ἐπεὶ ἡ ὀργὴ τοῦ Θεοῦ οὐκέτι μέτρῳ κατὰ τὸ παλαιὸν μετῆλθεν αὐτούς· ἡ πᾶσα δὲ ἀθρόως
25κατ’ αὐτῶν ἐξεχύθη. Διὸ ἐπιλέγεται· «Ἔκχεον ἐπ’ αὐ‐ τοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου κατα‐ λάβοι αὐτούς.» Τοῦτο δὲ καὶ ἐν ἑτέρῳ δηλοῦται ψαλ‐ μῷ τῷ φήσαντι· «Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος;» Καὶ ὁ θεῖος δὲ Ἀπόστολος τούτοις συμφώνως ἔλεγεν·
30«Ἔφθασε δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.» Πρῶτον οὖν ἡ τράπεζα αὐτῶν ἐγένετο αὐτοῖς εἰς παγίδα· εἶτα οἱ ὀφθαλμοὶ αὐτῶν ἐσκοτίζοντο· εἶτα ὁ νῶτος αὐτῶν διαπαντὸς ἐκάμπτετο, τῆς τοῦ Θεοῦ ὀργῆς ἐπ’ αὐτοὺς ἐκχεομένης. Μετὰ δὲ ταῦτα ἄλλο τι γενήσεσθαι αὐτοῖς προαγορεύει φάσκων· «Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη·» ἀντὶ
35τοῦ, γενηθήσεται· «καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·» ἀντὶ τοῦ, μὴ ἔσεται. Ἔδει γὰρ μηδὲ τοῦτο παρελθεῖν τὴν προφητικὴν γνῶσιν· ὡς ἄρα καὶ ἡ ἔπαυλις αὐτῶν ἔσται ἔρημος· ἢ κατὰ τὸν Σύμμαχον, «ἀοίκητος·» ἢ κατὰ τὸν Ἀκύλαν, «ἠφα‐
40νισμένη.» Ἔπαυλιν δὲ αὐτῶν τὴν Ἱερουσαλὴμ ὀνομά‐ ζει, οὐκέτι Θεοῦ πόλιν οὖσαν, ἀλλ’ αὐτῶν ἔπαυλιν. Διὸ καὶ ἔρημον αὐτὴν ἔσεσθαί φησιν· ὃ δὴ καὶ ἔργῳ δείκνυται. Εἶτ’ ἐπιλέγει· «Καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν,» ἐξ αὐτῶν δηλαδὴ τῶν
45πάλαι οἰκητόρων· ὃ καὶ αὐτὸ ὀφθαλμοῖς ἡ ἀλήθεια τοῦ λόγου παρίστησιν. Εἰ γοῦν τις ἀφίκοιτο εἰς τοὺς τόπους, ἴδοι ἂν τὴν ἐσχάτην ἐρημίαν τοῦ τόπου· Ἰουδαίων δὲ οὐδένα τολμῶντα ἐπιβαίνειν τῇ πόλει, μήτι γε οἰκεῖν αὐτόθι· ἀλλ’ οὐδὲ οἴκησις Ἰουδαϊκὴ περιλέλειπται ἐν

23

.

753

(50)

τῷ τόπῳ, ὥς τινα τῶν Ἑλλήνων οἰκεῖν ἐν αὐτῇ δύ‐ νασθαι. Διὸ λέλεκται· «Καὶ ἐν τοῖς σκηνώμασιν αὐ‐ τῶν μὴ ἔστω ὁ κατοικῶν·» ἢ κατὰ τὸν Σύμμαχον· «Ἐν ταῖς σκηναῖς αὐτῶν μὴ ἔστω ὁ κατοικῶν.» Ἄρδην γὰρ ἐκ βάθρων πᾶσαι αὐτῶν αἱ σκηναὶ καὶ αἱ οἰκήσεις
55κατεσκάφησαν. Ὅρα τοίνυν ὁπόσων ἐμνημόνευσεν ὁ λόγος, ἐρημίας τοῦ ἁγίου τόπου, ἀφανισμοῦ τῶν σκη‐
νωμάτων αὐτῶν, τοῦ ἔθνους παντελοῦς ταπεινώσεως,754 in vol. 23

23

.

756

σκοτισμοῦ τῆς διανοίας αὐτῶν, ἀνοησίας τῶν θείων Γραμμάτων, ἃ καὶ οὐκ ἄλλοτε ἐπληροῦτο εἰς αὐτοὺς ἢ μετὰ τὸ ἀσεβῆσαι εἰς τὸν Χριστὸν τοῦ Θεοῦ. Διὸ ἐπιλέγει τούτοις ἑξῆς τὴν αἰτίαν ὧδε φάσκουσα προ‐
5φητεία· «Ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν,» καὶ τὰ ἑξῆς. Τὰ προλεχθέντα πάντα συμβήσεσθαι αὐτοῖς φη‐ σιν, οὐ διά τινα εἰδωλολατρείαν, ἀλλ’ «ὅτι ὃν σὺ ἐπά‐ ταξας, κατεδίωξαν.» Σὺ μὲν γὰρ κατὰ τὴν λέγουσαν
10προφητείαν, «Πατάξω τὸν ποιμένα, καὶ διασκορ‐ πισθήσεται τὰ πρόβατα τῆς ποίμνης,» δι’ οὓς αὐτὸς οἶδας λόγους ἐπάταξας. Ὅθεν εἴρηται παρὰ τῷ Ἀπο‐ στόλῳ· «Εἰ γὰρ τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν.» Τίνι δὲ παρέδωκεν
15αὐτὸν, Ἡσαΐας διδάξει λέγων· «Καὶ Κύριος παρέ‐ δωκεν αὐτὸν ἁμαρτίαις ἡμῶν·» διὸ γέγονεν ὑπὲρ ἡμῶν κατάρα. Μὴ γνόντα γὰρ αὐτὸν ἁμαρτίαν ὁ Θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη ἐν αὐτῷ. Ἀλλὰ καὶ «ἄνθρωπος ἐν πληγῇ
20ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν γέγονε· καὶ τῷ μώ‐ λωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.» Οὐκοῦν καὶ πληγὰς καὶ μώλωπας εἴληφε, καὶ ταῦτα πάντα πέπονθε, τοῦ Πατρὸς βουλομένου καὶ συγχωροῦντος οὕτω γίγνεσθαι. Διὸ ἐν μὲν Ζαχαρίᾳ τῷ προφήτῃ λέλεκται· «Ῥομφαία,
25ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου, καὶ ἐπ’ ἄνδρα πολί‐ την αὐτοῦ. Πάταξον τὸν ποιμένα, καὶ διασκορπισθή‐ τω τὰ πρόβατα τῆς ποίμνης·» ἐν δὲ τῷ Εὐαγγελίῳ αὐτὸς ὁ Σωτὴρ ἡμῶν πρὸς τῷ πάθει γενόμενος τοῖς αὐτοῦ μαθηταῖς διεστέλλετο εἰπών· «Πάντες ὑμεῖς
30σκανδαλισθήσεσθε ἐν ἐμοί. Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης.» Καὶ ἐν τῷ μετὰ χεῖρας τοιγαροῦν τούτοις συμφώνως εἴρηται τὸ, «Ὅτι ὃν σὺ ἐπάταξας, κατεδίω‐ ξαν.» Ὁ μὲν οὖν Πατὴρ τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο,
35ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν. Δυνάμει τε αὐτὸς ἦν ὁ πατάξας διὰ τοῦ συγχωρῆσαι τοιαῦτα αὐ‐ τὸν παθεῖν. Οἱ δὲ οὐκ ἐπάταξαν μόνον, ἀλλὰ καὶ ἤλα‐ σαν ἐξ ἑαυτῶν καὶ μακρὰν ἀπεδίωξαν αὐτόν· δέον καὶ παταχθέντα παραδέξασθαι· γνόντας, ὅτι Χριστὸς ὑπὲρ
40ἡμῶν ἀπέθανε, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, καὶ ὅτι μὴ γνόντα ἁμαρτίαν, αὐτὸν ὁ Θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν· ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ. Μνημονεῦσαι δὲ χρὴ καὶ τῶν Ἡσαΐου φωνῶν, δι’ ὧν ἐλέγετο· «Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ
45εἰδὼς φέρειν μαλακίαν· καὶ Κύριος παρέδωκε ταῖς ἁμαρτίαις ἡμῶν·» καὶ, «Ὅτι οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται·» ὅτι τε ἐτραυ‐ ματίσθη οὐ δι’ ἄλλο τι, ἀλλὰ διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Οἱ δὲ τού‐

23

.

756

(50)

των μὲν οὐδὲν διενοήθησαν, ἤλασαν δὲ αὐτὸν καὶ ἀπε‐ δίωξαν ἑαυτῶν, ἐξαιτησάμενοι μὲν τὸν φονέα, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀρνησάμενοι. Διό φησιν ἐνταῦθα· «Ὅτι ὃν σὺ ἐπάταξας, κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.» Ἐγὼ μὲν γὰρ τὰ
55ὑπὲρ αὐτῶν ἀνεδεχόμην τραύματα, καθαρμὸς αὐτῶν
γενόμενος, καὶ ἀντίψυχον διὰ τὰς ἁμαρτίας αὐτῶν· οἱ756 in vol. 23

23

.

757

δὲ προσέθηκαν ἐμοὶ τὰ ἑαυτῶν κακά. «Ἔδωκαν» γοῦν «εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπό‐ τισάν με ὄξος·» οὐ μόνον καθ’ ὃν ἔπασχον ὑπ’ αὐτῶν καιρὸν, ἀλλὰ καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ταῖς κατ’
5ἐμοῦ βλασφημίαις παραμένοντες. Διὸ κατὰ τὸν Ἀκύ‐ λαν, ἀντὶ τοῦ, «προσέθηκαν,» διηγήσονται, εἴρηται· κατὰ δὲ τὸν Σύμμαχον, «ἐξηγοῦντο.» Οὐ γὰρ ἀπήρκει τὸ ἅπαξ ποτὲ τραυματίσαι αὐτὸν, καὶ τοιαῦτα κατ’ αὐτοῦ τολμῆσαι· ἀλλ’ ὥσπερ ἐπὶ κατορθώμασιν ἐγκαυ‐
10χώμενοι τοῖς ἑαυτῶν τέκνοις, τὰ κατ’ αὐτοῦ τολμη‐ θέντα αὐτοῖς διηγοῦντο. Ἐπεὶ τοίνυν αὐτοὶ ταύτην εἵλαντο τὴν μερίδα, διώξαντες μὲν ὃν σὺ ἐπάταξας, ἀνομίας δὲ καὶ ἀσεβείας ἐφ’ ἑαυτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν σωρεύσαντες· εἰκότως ἐπιλέγεται τούτοις·
15«Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν·» ἀντὶ τοῦ, «προσθήσεις·» ἔσται γὰρ αὐτοῖς κακῶν προσθήκη. Τὰ μὲν γὰρ ἐκ τοῦ ἐφ’ ἡμῖν ἀνθρώποις γίγνεται, τὰ δὲ ἐκ τῶν ἐπακολουθούντων ἔξωθεν τῷ ἐφ’ ἡμῖν. Διὸ λέλεκταί που πρὸς τὸν Θεόν· «Μετὰ ὁσίου ὁσιωθήσῃ,
20καὶ μετὰ στρεβλοῦ διαστρέψεις·» Καὶ ἐν τῷ νόμῳ δὲ εἴρηται ἐκ προσώπου αὐτοῦ. «Καὶ ἐὰν πορευθῆτε πρὸς μὲ πλάγιοι, πορεύσομαι κἀγὼ πρὸς ὑμᾶς θυμῷ πλαγίῳ.» Ἐπεὶ τοίνυν αὐτοὶ ὥσπερ μακρῷ σχοινίῳ τὰς ἀνομίας ἑαυτῶν ἐπεσπάσαντο, εἰκότως καὶ σὺ ὁ
25δίκαιος κριτὴς προσθήσεις ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν· δευτέραν αὐτοῖς πρὸς τῇ προτέρᾳ λογιζόμε‐ νος. Ἀλλὰ καὶ «Μὴ εἰσελθέτωσαν, φησὶν, ἐν δι‐ καιοσύνῃ σου.» Ἡ μὲν γὰρ σὴ δικαιοσύνη δικαίους εἰσκαλεῖται, καὶ πάντας εἰς τὰ ἐνδοτάτω τῆς σῆς βα‐
30σιλείας κατὰ τὰς ἐπαγγελίας ὑποδέχεται· οἱ δὲ τοι‐ αῦτα τολμήσαντες οὐκ εἰσελεύσονται μετὰ τῶν τῇ σῇ δικαιοσύνῃ συνελευσομένων· ἀλλ’ οὐδὲ ἐγγραφήσον‐ ται ἐν βίβλῳ ζώντων· τοὐναντίον δὲ πείσονται τοῖς ἐγγραφομένοις. Εἰ γὰρ καὶ πρῶτοι τῆς ἐμῆς χάριτος
35ἀξιωθέντες ἐνεγράφησάν ποτε ἐν τῇ βίβλῳ τῶν ζών‐ των διὰ τοὺς παρὰ τῷ Θεῷ ζῶντας πατέρας αὐτῶν, ὡς καὶ αὐτοῖς δεδόσθαι τὰς ἐπαγγελίας· ἀλλ’ ἐπεὶ τοι‐ αῦτα τετολμήκασιν, «Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων.» Διασαφῶν δὲ τὴν ἔννοιαν τῆς βίβλου τῶν
40ζώντων, ἐπιλέγει ἑξῆς· «Καὶ μετὰ δικαίων μὴ γρα‐ φήτωσαν.» Ἐκλογῆς γὰρ γιγνομένης τῶν κατὰ τὸν ἀν‐ θρώπινον βίον, οἱ μὲν ζωῆς ἄξιοι τῆς παρὰ τῷ Θεῷ διὰ τὴν οἰκείαν δικαιοσύνην ἀνάγραπτοι γενήσονται παρ’ αὐτῷ· οἱ δὲ ἀπόβλητοι τῆς βίβλου ἔσονται οἱ τὸν
45ἀρχηγὸν τῆς ζωῆς παραιτησάμενοι. Καὶ τοῦτο μὲν τὸ τέλος τῶν τὰ προλεχθέντα κατὰ τοῦ Σωτῆρος ἡμῶν τετολμηκότων· τὰ δ’ ἑξῆς ὁ λόγος ἐπὶ τὸ φαιδρότερον μεταβάλλει, ἐντεῦθεν λοιπὸν τῆς εὐαγγελικῆς χάριτος ἀπαρχόμενος.

23

.

757

(50)

«Πτωχὸς καὶ ἀλγῶν ἐγώ εἰμι, ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου.» Ὁ εἰπὼν ἐν Εὐαγγελίοις· «Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ,» διὰ τῶν προκειμένων πτωχὸς καὶ ἀλγῶν ἐγώ εἰμι, φησί. Πτωχὸς δὲ ἦν τὸν πλοῦτον τῆς αἰωνίου
55βασιλείας ἀποθέμενος Διό φησιν ὁ Παῦλος· «Ἰησοῦς Χριστὸς πλούσιος ὢν, δι’ ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς
τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.» Ἀλλὰ καὶ «ἀλγῶν»758 in vol. 23

23

.

760

γέγονε· διὸ ἔλεγεν ἀνωτέρω· «Καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκαν.» Ἤλγει γὰρ ἐπὶ τοῖς ἀπολλυμένοις, καὶ ὑπερέπασχε τῶν μὴ προσιόντων τῇ δι’ αὐτοῦ προξενουμένῃ σωτηρίᾳ. Διὸ ὥσπερ ἀλγῶν
5ἐβόα· «Ὦ γενεὰ ἄπιστε καὶ διεστραμμένη, ἕως πότε μεθ’ ὑμῶν εἰμι; ἕως πότε ἀνέχομαι ὑμῶν;» Διό φησι· «Πτωχὸς καὶ ἀλγῶν ἐγώ εἰμι· ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου.» Αἰνίττεται δὲ διὰ τούτων τὴν μετὰ τὸν θάνατον αὐτοῦ σωτηρίαν. Εἰ γὰρ ἐνε‐
10πάγη εἰς ὕλην βυθοῦ, καὶ ἦλθεν εἰς τὰ βάθη τῆς θα‐ λάσσης, ὡς διὰ τῶν τῆς προφητείας ἐδήλου, νυνὶ δέ φησιν· «Ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου·» σαφῶς παρίστησιν ἀντιλήψεως τετυχηκέναι, μετὰ τὸ ἐληλυθέναι εἰς τὰ βάθη τῆς θαλάσσης, μετὰ τὸ
15πεπονθέναι τὰ προλεχθέντα. Διὸ καὶ ἐν καʹ ψαλμῷ τὸν «ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς» ἀνέπεμπεν ὕμ‐ νον. Εἶθ’ ὡς τυχὼν ἀντιλήψεως, μεταβάλλει τοὺς λό‐ γους ἐπὶ τὸ φαιδρότερον, ὕμνους ἀναπέμπων τῷ ἑαυ‐ τοῦ Πατρὶ, ἐν οἷς φησιν· «Αἰνέσω τὸ ὄνομα τοῦ
20Θεοῦ μετ’ ᾠδῆς.» Τὸ δὲ μετὰ μέλους καὶ ᾠδῆς λόγους προσφέρεσθαι σύμβολον ἦν θυμηδίας καὶ εὐφροσύνης. Ἀλλὰ καὶ «μεγαλυνῶ αὐτὸν,» φησίν· δῆλον δ’ ὅτι τὸν αὐτοῦ Πατέρα. Πῶς δὲ καὶ αὐτὸν μεγαλυνεῖ, ἐπιλέγει ἑξῆς, «ἐν αἰνέσει·» ἢ κατὰ τὸν Ἀκύλαν,
25«ἐν εὐχαριστίᾳ.» Νοήσεις δὲ τὴν εὐχαριστίαν καὶ τὴν αἴνεσιν δι’ ἧς ὁ Υἱὸς μεγαλύνει τὸν Πατέρα, ἐπιστή‐ σας τοῖς μυστηρίοις τῆς Καινῆς Διαθήκης, ἐν οἷς καθ’ ὅλης τῆς οἰκουμένης ἡ Ἐκκλησία τοῦ Θεοῦ τὰς εὐχαριστίας καὶ τὰς λογικὰς καὶ ἀκάπνους λατρείας
30ἀναφέρειν τῷ Θεῷ παρείληφεν. Αὕτη δὲ ἡ αἴνεσις καὶ ἡ εὐχαριστία πολὺ κρείττων τυγχάνει τῶν σω‐ ματικῶν θυσιῶν, τῶν κατὰ τὸν Μωϋσέως νόμον πάλαι προσαγομένων. Διὸ ἐπιλέγει· «Καὶ ἀρέσει τῷ Κυρίῳ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς.»
35Εἰ γὰρ ἐπὶ τούτοις σεμνύνονται Ἰουδαίων παῖδες, ἴστωσαν, ὅτι πολὺ βελτίων καὶ τῷ Θεῷ προτιμοτέρα ἡ ἐμὴ εὐχαριστία καὶ ἡ ἐμὴ αἴνεσις τῶν προλεχθέν‐ των. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· «Καὶ ἀρέσει τῷ Κυρίῳ μᾶλλον ἢ βοῦς ταῦρος διχηλῶν, κερά‐
40στης.» Διὰ τί δὲ ἐνταῦθα μόσχου μνημονεύει καὶ οὐχ ἑτέρου τινὸς τῶν προσφέρεσθαι εἰωθότων εἰς θυσίαν ζώων, ἄξιον μὴ ἀβασανίστως παρελθεῖν. Τῶν γὰρ κατὰ τὸν Μωϋσέως νόμον θύεσθαι προσταττομένων ζώων τὰ μὲν ἐξ ἀγέλης βοῶν προσήγετο, τὰ δὲ ἐκ
45προβάτων, τὰ δὲ ἀπὸ πετεινῶν· καὶ τὰ μὲν ἄῤῥενα, τὰ δὲ θήλεα· καὶ τὰ μὲν ἑκούσια κατὰ προαίρεσιν, τὰ δὲ κατὰ ὀφειλήν· καὶ τὰ μὲν ὠνομάζετο θυσία σωτηρίου, τὰ δὲ ὑπὲρ ἁμαρτίας· καὶ τὰ μὲν ὑπὲρ τοῦ ἀρχιερέως προσεφέρετο, τὰ δὲ ὑπὲρ παντὸς τοῦ

23

.

760

(50)

λαοῦ, τὰ δὲ ὑπὲρ ἄρχοντος ἡμαρτηκότος. Πολλῆς δὲ οὔσης ἐν τούτοις διαφορᾶς, οὐδὲ πώποτε ὑπὲρ τοῦ τυχόντος ἄρχοντος, οὐδ’ ὑπὲρ ἰδιώτου ἀνδρὸς μόσχος ἀνεφέρετο. Ποτὲ δὲ ὁ μόσχος ὁ ἄῤῥην ἐθύετο, ἄλλοτε πᾶσα ἡ συναγωγὴ ἁμαρτίᾳ περιπεπτώκει, ὑπὲρ ἧς
55καὶ αὐτὸς ὁ ἱερεὺς ὥσπερ κεφαλὴ ὢν τοῦ παντὸς λαοῦ τῆς ἁμαρτίας κοινωνὸς τὸν μόσχον προσῆγε.
Ταῦτα δὲ ἐν Λευιτικῷ εὕροις ἂν ἐπιστήσας, ἐν ᾧ760 in vol. 23

23

.

761

γέγραπται· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέ‐ γων· Λάλησον πρὸς τοὺς υἱοὺς Ἰσραὴλ λέγων· Ἐὰν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ λαὸν ἁμαρ‐ τεῖν, καὶ προσάξει περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς
5ἥμαρτε, μόσχον ἐκ βοῶν ἄμωμον τῷ Κυρίῳ·» καὶ ἑξῆς· «Ἐὰν δὲ πᾶσα συναγωγὴ Ἰσραὴλ ἀγνοήσῃ, καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς· καὶ ποιήσωσι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν τοῦ Κυρίου, ἢ οὐ ποιηθήσεται, καὶ πλημμελῶσι, καὶ γνωσθῇ αὐ‐
10τοῖς ἡ ἁμαρτία ἣν ἥμαρτον ἐν αὐτῇ· καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν περὶ τῆς ἁμαρτίας.» Καὶ μετὰ ταῦτα ἡ ἱστορία εἰσάγει ὑπὲρ τοῦ ἀρχιερέως θυσίαν μόσχον, ἐν οἷς εἴρηται· «Καὶ προσήγαγε Μωϋσῆς τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας, καὶ ἐπέ‐
15θηκεν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τοῦ μόσχου τοῦ τῆς ἁμαρτίας, καὶ ἔσφαξεν αὐτόν.» Ὁρᾷς ἐπὶ ποίοις ὁ μόσχος προσεφέρετο ἐπὶ πάσῃ τῇ συναγωγῇ Ἰσραὴλ ἁμαρτούσῃ, καὶ ἐπὶ ἀρ‐ χιερεῖ ἡμαρτηκότι· καὶ οὐχ ἁπλῶς ἡμαρτηκότι,
20ἀλλὰ καὶ τῷ λαῷ αἰτίῳ γενομένῳ ἁμαρτίας· λέγει γάρ· «Ἐὰν ὁ ἀρχιερεὺς ὁ κεχρισμένος ἁμάρτῃ τοῦ τὸν λαὸν ἁμαρτεῖν·» ἀνθ’ οὗ ὁ Ἀκύλας ἡρμήνευσεν· «Εἰς πλημμέλησιν τοῦ λαοῦ.» Ἐπεὶ τοίνυν κατὰ τὸ σωτήριον πάθος οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες τοῦ
25Ἰουδαίων ἔθνους συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, τῷ τε παντὶ λαῷ διαστροφῆς αὐτοὶ γεγόνασιν αἴτιοι· γέγραπται γάρ· «Καὶ οἱ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζή‐ τουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπως θανατώ‐
30σωσιν αὐτόν·» καὶ πάλιν ἑξῆς· «Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωσι τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν·» Χρεία δὲ ἦν καθάρσεως τοῖς ταῦτα τετολμηκόσι, καὶ θυσίας οὐκ ἄλλης, ἢ τῆς διὰ τοῦ μόσχου, ὡς μεμαρτύρηται διὰ
35τῆς προτεθείσης Γραφῆς· εἰκότως, Οὐκ αἰσθητὸν ἐγὼ, φησὶ, μόσχον προσφέρω, διὰ τῶν προκειμένων ὁ Σω‐ τὴρ ἡμῶν, ἀλλὰ τὴν καθαρὰν καὶ ἄναιμον θυσίαν, ἣν αὐτὸς ἐγὼ συνεστησάμην ἐν τῇ ἐμαυτοῦ Ἐκκλη‐ σίᾳ διὰ τῆς ἀναίμου καὶ ἀπύρου λειτουργίας, τῆς δι’
40αἰνέσεως· ἥτις ἀρέσει τῷ Θεῷ μᾶλλον ἢ ὁ παρὰ Μωϋσεῖ νενομοθετημένος μόσχος. Διὸ λέλεκται· «Με‐ γαλυνῶ αὐτὸν ἐν αἰνέσει. Καὶ ἀρέσει τῷ Θεῷ,» ἡ αἴ‐ νεσις δηλαδὴ, «ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς.» Ἔτυχον δ’ ἂν ἀφέσεως καὶ καθάρσεως
45τῶν ἡμαρτημένων αὐτοῖς οἱ ἀρχιερεῖς καὶ οἱ τοῦ παντὸς ἔθνους, εἰ κέχρηντο ταύτῃ τῇ θυσίᾳ, τὴν και‐ νὴν καὶ σωτήριον Διαθήκην παραδεξάμενοι. Εἶτα εὐχὴν ἀναπέμπει ὁ προλεχθεὶς πτωχὸς ὑπὲρ τῶν παραπλησίως αὐτῷ πτωχῶν, περὶ ὧν διδάσκει

23

.

761

(50)

λέγων· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐ‐ τῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Καί φησι διὰ τῆς εὐχῆς· «Ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν.» Εὔχεται δὲ ἤδη ποτὲ εἰς ἔργα χωρῆσαι τὰ προ‐ λεχθέντα, ὥστε ὀφθαλμοῖς αὐτὰ θεάσασθαι τοὺς εἰρη‐
55μένους πτωχοὺς, δηλαδὴ τοὺς μαθητὰς αὐτοῦ καὶ τοὺς ἀποστόλους. Ἰδεῖν δὲ τούτοις εὔχεται τὴν ἀποδο‐
μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.»762 in vol. 23

23

.

764

θεῖσαν αὐτοῦ αἴνεσιν τὴν ὑπὲρ μόσχον νέον τὸν κέρατα ἐκφέροντα καὶ ὁπλάς. Καὶ δὴ πληρουμένης αὐτοῦ τῆς εὐχῆς μακροῖς ὕστερον χρόνοις, ἐμακάριζε τοὺς κατηξιωμένους τῆς τῶν πραγμάτων θέας· διὸ ἐν
5Εὐαγγελίοις ἀναγέγραπται τοῖς αὐτοῦ μαθηταῖς εἰ‐ πών· «Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσι.» Ταῦτα γὰρ σύμ‐ φωνα ἦν τῷ φήσαντι λόγῳ· «Ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν· ἐκζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ
10ψυχὴ ὑμῶν.» Εὐξάμενος ὑπὲρ τῶν πτωχῶν, πρὸς αὐτοὺς λοιπὸν ποιεῖται τὸν λόγον, εὐαγγελίζεταί τε αὐτοῖς ζωὴν οὐ σωμάτων, ἀλλὰ ψυχῶν· καὶ ταύτην αὐτοῖς εὑρεθήσεσθαι ἐκζητήσασι τὸν Θεὸν ἐπαγγέλ‐ λεται· διό φησι· «Ἐκζητήσατε τὸν Θεὸν, καὶ ζήσεται
15ἡ ψυχὴ ὑμῶν.» Πηγὴ γὰρ ζωῆς παρ’ αὐτῷ. Διὸ πάντα δεύτερα θεμένους τοὺς εἰρημένους πτωχοὺς, ἐκζητεῖν αὐτὸν προστάττει μετὰ πίστεως καὶ ἀγαθῆς ἐλπίδος· ζήσεσθαι γὰρ αὐτοὺς ἐπαγγέλλεται ζωὴν ψυχῆς, περὶ ἧς καὶ ὁ Ἀπόστολος ἐδίδασκε λέγων·
20«Ἡ γὰρ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.» Εἶτ’ ἐπιλέγει· «Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσε.» Πάλιν
25δὲ κἀνταῦθα τὸ, «εἰσήκουσεν,» ἀντὶ τοῦ, «εἰσακού‐ σεται,» εἴρηται, καὶ τὸ, «οὐκ ἐξουδένωσεν,» ἀντὶ τοῦ, «οὐκ ἐξουδενώσει.» Προειπὼν γὰρ, «Ζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν,» θαρσούντως φησὶ, Ζητήσατε, ὅτι εἰσακούσεται τῶν πενήτων. Οὐ γὰρ
30τρυφώντων ἐστὶν ὁ Θεὸς, οὐδὲ ἐπῃρμένων καὶ ἀλαζο‐ νευομένων, ἀλλὰ ταπεινῶν καὶ πενήτων. Διὸ εἴρη‐ ται· «Ἐπὶ τίνα ἐπιβλέψω ἢ ἐπὶ τὸν πρᾶον καὶ τα‐ πεινὸν, καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» Θαρσοῦντες οὖν ζητήσατε τὸν Θεὸν, εἰδότες, ὅτι εἰσ‐
35ακούσεται ὑμῶν τῶν πενήτων Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδενώσει· ἢ κατὰ τὸν Σύμμαχον, «Καὶ τοὺς δεσμώτας τοὺς ἑαυτοῦ οὐκ ἐξευτελίσει.» Νοήσεις δὲ ὅπως οἱ πτωχοὶ οὗτοι δεσμῶται καὶ πεπεδημένοι γεγόνασιν ἀκούων Παύλου
40λέγοντος· «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ·» ᾧ παραπλησίως καὶ οἱ λοιποὶ μαθηταὶ δέσμιοι ἦσαν Χριστοῦ. Ἀλλὰ καὶ οἱ ὄντες ἐν τῷ σκήνει ὥσπερ ἐν δεσμοῖς ὄντες στένουσι λυθῆναι τῶν δεσμῶν ἱκε‐ τεύοντες· διό φασι· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς
45με ῥύσεται ἐκ σώματος τοῦ θανάτου τούτου;» Οἱ μὲν οὖν τὸ φθαρτὸν σῶμα βαρούμενοι, καὶ τὴν φθο‐ ρὰν ἀποστρεφόμενοι, στένοντές τε ἐπὶ τῷ φθαρτῷ βίῳ, δεσμῶται τοῦ Θεοῦ τυγχάνουσι, καὶ πεπεδημέ‐ νοι αὐτοῦ, ὧν τὰς εὐχὰς οὐκ ἐξουδενώσει, οὐδὲ ἀποστραφήσεται. Οἱ δὲ τοὺς ἑαυτῶν δεσμοὺς πιαίνοντες, καὶ

23

.

764

(50)

διὰ πολλῆς τρυφῆς περιέποντες, δεσμῶται φθορᾶς καὶ θανάτου λεχθεῖεν ἂν εἰκότως. «Αἰνεσάτωσαν αὐτὸν οὐρανοὶ καὶ γῆ, θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτῇ.» Ἐπειδὴ τοῖς πτωχοῖς ἐπηγγείλατο βασιλείαν οὐρανῶν εἰπὼν, «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία
55τῶν οὐρανῶν·» σφόδρα ἀκολούθως μετὰ τὸν περὶ τῶν
πενήτων λόγον ἐπιφέρει· «Αἰνεσάτωσαν αὐτὸν οὐρα‐764 in vol. 23

23

.

765

νοί.» Ἐπειδὴ κατὰ πᾶσαν τὴν οἰκουμένην κατά τε γῆν καὶ θάλασσαν ἤμελλον Ἐκκλησίαι τῷ Θεῷ συνί‐ στασθαι ἐκ τῶν προλελεγμένων πτωχῶν, ἀκολούθως ἐπισυνῆπται, «καὶ γῆ καὶ θάλασσα καὶ πάντα τὰ
5ἕρποντα ἐν αὐτοῖς.» Ἕρποντα δὲ ἐπὶ γῆς καὶ θα‐ λάσσης ἐνταῦθα κελευόμενα σὺν οὐρανῷ καὶ γῇ αἰνεῖν τὰ ἔθνη τυγχάνει τὰ ἐν τῷ θνητῷ βίῳ τῶν ἀνθρώπων ἑρπετῶν δίκην τὸ παλαιὸν ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορευόμενα. Καὶ παρὰ τῷ Ἡσαΐᾳ θηρία καὶ ἑρπετὰ
10ἀλληγορικῷ τρόπῳ τὰ ἔθνη κέκληται, ἐν οἷς εἴρη‐ ται· «Καὶ συμβοσκήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα. Καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐγγόνων ἀσπίδων τὴν χεῖρα
15ἐπιβαλεῖ, καὶ οὐ μὴ ἀδικήσουσιν·» ἃ καὶ διερμηνεύων ἑξῆς ὁ λόγος ἐπιφέρει· «Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσ‐ σαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐν αὐτῷ ἔθνη ἐλπιοῦσι.» Τῆς οὖν μεταβολῆς ταύτης τῶν ἐθνῶν ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ γιγνομένης, εἰκότως σὺν
20οὐρανῷ καὶ τοῖς κατ’ οὐρανὸν ἀγγέλοις τὰ ἀποδο‐ θέντα ἑρπετὰ αἰνεῖν προστάττεται τὸν Θεόν. Διὸ λέλεκται· «Αἰνεσάτωσαν αὐτὸν οὐρανοὶ καὶ γῆ, θά‐ λασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς.» Πῶς δὲ δύναται τὸν Θεὸν αἰνεῖν τὰ ἑρπετὰ, εἰ μὴ μετάσχοι
25φρονήσεως καὶ Θεοῦ γνώσεως; Οὐκοῦν θύσει τὴν θυσίαν τῆς αἰνέσεως καὶ τὰ ἑρπετά; Ὅτι δὲ ἀνθρώ‐ πους διὰ τούτων αἰνίττεται, διδάσκει τὸ Εὐαγγέλιον, ἐν ᾧ γέγραπται· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους μετανοίας.»
30 «Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας.» Αἰτίαν ἀποδίδωσι δι’ ἣν οὐρανοὶ καὶ γῆ καὶ θάλασσα καὶ πάντα τὰ ἐν αὐ‐ τοῖς αἰνέσειν λέγονται τὸν Θεόν. Ἡ δὲ αἰτία ἐστὶν αὕτη, «Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομη‐
35θήσονται αἱ πόλεις Ἰουδαίας.» Ποίαν δὲ Σιὼν, ἢ δηλονότι τὴν καθ’ ὅλης τῆς οἰκουμένης ἱδρυθεῖσαν τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίαν; Πόλεις δὲ Ἰουδαίας μὴ ὄκνει λέγειν τὰς θεοπνεύστους Γραφὰς, δι’ ὧν ἡ Ἰουδαϊκὴ πολιτεία τετύπωται. Ἀλλ’ αὗται μὲν αἱ
40πόλεις καθῄρηντο, ὅσον ἐπὶ Ἰουδαίοις, οἰκοδομὴν δὲ εἰλήφασι διὰ τῆς ἐν Χριστῷ καινῆς διδασκαλίας· δι’ ἧς καὶ ἡ ἀληθινὴ περιτομὴ συνίσταται, καὶ τὰ πνευ‐ ματικὰ Σάββατα, καὶ αἱ πνευματικαὶ θυσίαι καὶ πάντα τούτοις ἀκολούθως κατὰ τὴν ἑρμηνείαν τοῦ
45πνευματικοῦ νόμου. Οὕτως οὖν οἰκοδομοῦνται αἱ πό‐ λεις τῆς Ἰουδαίας, καὶ κατοικήσουσιν ἐν αὐταῖς οἱ πολῖται καὶ οἱ κληρονόμοι τῶν ἐν ταῖς θείαις Γραφαῖς ἐπηγγελμένων· διὸ λέλεκται· «Καὶ κληρονομήσουσιν αὐτήν.» Ἀλλὰ καὶ «τὸ σπέρμα τῶν δούλων αὐτοῦ

23

.

765

(50)

καθέξουσιν αὐτήν.» Δοῦλοι δὲ αὐτοῦ τίνες ἂν εἶεν, ἢ πάντως οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, καὶ τὸ σπέρμα τὸ καθ’ ὅλης τῆς οἰκουμένης κατασπαρὲν, ὅπερ τὴν κληρονομίαν τὴν ἐπηγγελμένην ἐν ταῖς θείαις Γραφαῖς καθέξει; Ἀλλὰ καὶ «οἱ ἀγαπῶντες
55τὸ ὄνομα αὐτοῦ κατασκηνώσουσιν ἐν αὐτῇ,» δῆλον δ’ ὅτι τῇ κληρονομίᾳ· οἷς λεχθήσεται· «Δεῦτε οἱ εὐ‐ λογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι‐
μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.»766 in vol. 23

23

.

768

Εἰ δὲ ἐπουράνιός ἐστι τοῦ Θεοῦ πόλις Σιὼν, περὶ ἧς ὁ Ἀπόστολος ἐδίδαξεν εἰπών· «Ἡ δὲ ἄνω Ἱερουσα‐ λὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν·» καὶ, «Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος
5Ἱερουσαλὴμ ἐπουρανίῳ,» εἶεν ἂν πόλις τῆς Ἰουδαίας; δι’ ἃς ἀκολούθως τῇ ἐπουρανίῳ Σιὼν αἱ πολλαὶ παρὰ τῷ Πατρὶ μοναὶ, ἐν αἷς κατοικήσουσι, καὶ ἃς κληρονομήσουσι πάντες οἱ δοῦλοι αὐτοῦ· οἵ τε πάλαι γενόμενοι προφῆται καὶ θεοφιλεῖς ἄνδρες, καὶ οἱ μετὰ
10ταῦτα ὑπηρέται καὶ διάκονοι τοῦ Εὐαγγελίου αὐτοῦ. Ἀλλὰ καὶ τὸ σπέρμα αὐτῶν, οἱ ἐξ αὐτῶν δηλαδὴ κατὰ Θεὸν γεγενημένοι, προκόψαντες καὶ εἰς τὸ τέ‐ λειον ἐλθόντες τῆς τοῦ Θεοῦ ἀγάπης, τοῦτο γέρας ἕξουσι καὶ μισθὸν ἐπάξιον παρ’ αὐτοῦ, τὸ κατασκη‐ νῶσαι ἐν τῇ ἐπηγγελμένῃ αὐτοῖς κληρονομίᾳ.
15ΕΙΣ ΤΟ ΤΕΛΟΣ Τῼ ΔΑΥΙΔ ΕΙΣ ΑΝΑΜΝΗΣΙΝ. ΞΘʹ. «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες.» Οὔτε ᾠδὴ, οὔτε ψαλμὸς, οὔτε τι τῶν τοιούτων οἱ προκείμενοι τυγχάνουσι λόγοι· πλὴν ἀναπέμπουσιν εἰς τὸ τέ‐
20λος, ἐπεὶ περὶ μελλόντων τὴν ἱκετηρίαν ποιοῦνται. Εἴρηνται δὲ «τῷ Δαυῒδ εἰς ἀνάμνησιν·» ὡς ἂν εἰς αὐτὸ τοῦτο λεχθέντες, ἵν’ ἔχοι προχείρως διὰ στό‐ ματος ἀπομνημονεύειν αὐτοὺς, καὶ ἀντὶ ἐπῳδῆς αὐτοῖς ἐν ταῖς περιστάσεσι χρῆσθαι. Δύο δέ εἰσιν οἱ
25«εἰς ἀνάμνησιν» ἐπιγεγραμμένοι, ὅ τε μετὰ χεῖρας, καὶ ὁ λζʹ ἐπιγεγραμμένος καὶ αὐτὸς «εἰς ἀνάμνη‐ σιν.» Ἀλλ’ ἐκεῖνος μὲν οὐκ εἰς τὸ τέλος ἀνέπεμ‐ πεν, ἀλλ’ ἦν «ψαλμὸς τῷ Δαυῒδ εἰς ἀνάμνησιν·» Οὗτος δὲ «εἰς τὸ τέλος» ἐπιγράφει. Ὁ μὲν οὖν λζʹ,
30οὐ μελλόντων ἦν προαγορευτικὸς, ἀλλὰ παρῳχηκότων πραγμάτων ὑπομνηστικός· διὸ τὴν αὐτὴν ἀρχὴν εἶχε τῷ ϛʹ λέγων· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.» Μίαν τε οἱ ἀμ‐ φότεροι ὑπόθεσιν περιεῖχον. Ὁ μὲν γὰρ ἕκτος προϊὼν
35ἐπιλέγει· «Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω·» ὁ δὲ λζʹ τὰ ὅμοια διδάσκει λέγων· «Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου· ὅτι αἱ ἀνομίαι
40μου ὑπερῇραν τὴν κεφαλήν μου ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Προσώζεσαν καὶ ἐσά‐ πησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφρο‐ σύνης μου.» Ταῦτα δὲ καὶ τὰ τοιαῦτα ἐπὶ τὴν μνήμην τοῦ πραχθέντος αὐτῷ πλημμελήματος ἀνέ‐
45φερε. Διόπερ «εἰς ἀνάμνησιν» ἐπέγραφεν, ἐπα‐ ναλαμβάνων τὰ παρελθόντα διὰ τῆς συνεχοῦς ἐξο‐ μολογήσεως. Διὸ οὐκ ἐπέγραφεν «εἰς τὸ τέλος.» Ὁ δὲ παρὼν «εἰς τὸ τέλος» εἴρηται, ἐπειδήπερ ἱκετη‐ ρία ἐστὶ προσδοκωμένων πραγμάτων, τοῦ Προφήτου

23

.

768

(50)

προλαμβάνοντος καὶ εὐχομένου· ἵν’, εἴ ποτε συμβαῖεν ἐχθρῶν ἐπαναστάσεις καὶ ἐπιβουλαὶ κατ’ αὐτοῦ, ταῖς προκειμέναις ἐπῳδαῖς χρώμενος ἀλεξιφάρμακα ὥσπερ ἀποτρόπαια παντὸς πονηροῦ ἀντιπεριάμματος ἐπάγοιτο. Μήποτε δὲ καὶ προφητικῶς εἰς πρόσωπον
55ἀναφέρεται τὰ λεγόμενα τοῦ Σωτῆρος; ἐπειδήπερ ἐν μὲν τῷ πρὸ τούτου σαφῶς θεσπίζοντι τὸ πάθος
αὐτοῦ ἐλέγετο ἐξ αὐτοῦ προσώπου· «Πτωχὸς καὶ768 in vol. 23

23

.

769

ἀλγῶν ἐγώ εἰμι, ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου·» ὡσαύτως δὲ καὶ ἐν τῷ μετὰ χεῖρας προϊὼν φάσκει· «Ἐγὼ δὲ πτωχὸς καὶ πένης, ὁ Θεὸς, βοή‐ θησόν μοι.» Ὥστε καὶ διὰ τοῦτο ἀναγκαίως ἐπιγρά‐
5φειν «εἰς τὸ τέλος.» Ἐὰν μὲν οὖν ἐκ προσώπου τοῦ Δαυῒδ λέγοιτο, εἴποις ἂν ὅτι μεγάλου βασιλεύων ἔθνους, σφόδρα πλουσιώτατος ὢν, οὐκ ἠγνόει τὸ φάσκον λόγιον· «Ὅσῳ μέγας εἶ, τοσούτῳ ταπεινοῦ σεαυτὸν, καὶ ἐνώπιον Κυρίου εὑρήσεις χάριν.» Διὸ
10μετριοφρονῶν καὶ ταπεινοφρονῶν καὶ ἀληθῶς σμι‐ κρύνων ἑαυτὸν, καὶ πρὸς τὸ μέγεθος ἀφορῶν τοῦ πλούτου τῆς χρηστότητος τοῦ Θεοῦ, πτωχὸν καὶ πέ‐ νητα ἑαυτὸν διὰ τῶν προκειμένων ὠνόμασε· καὶ ἀρχόμενος δὲ τοῦ λόγου, ὡς μηδὲν αὐτῷ συμβαλλο‐
15μένου, μήτε πλούτου, μήτε βασιλείας, μήτε τῆς τοῦ παντὸς ἔθνους βοηθείας, μήτε τῆς ἐξ ἀσκήσεως πο‐ ρισθείσης αὐτῷ δικαιοσύνης, τὴν παρὰ μόνου τοῦ Θεοῦ βοήθειαν ἐξῄτει λέγων· «Ὁ Θεὸς, εἰς τὴν βοή‐ θειάν μου πρόσχες. Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦ‐
20σον.» Ὁρῶν δὲ πολλοὺς διαφθονουμένους τῇ κατὰ Θεὸν αὐτοῦ προκοπῇ καὶ βασκαίνοντας αὐτοῦ τῇ σω‐ τηρίᾳ τῆς ψυχῆς, προσετίθει τὸ, «Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτω‐
25σαν οἱ βουλόμενοί μοι κακά. Ἀποστραφήτωσαν πα‐ ραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, Εὖγε, εὖγε.» Διὰ τούτων γὰρ ὁμολογεῖ αὐτὸς μὲν ἑαυτῷ μὴ δύνασθαι ἐπαρκεῖν, δεῖσθαι δὲ τῆς παρὰ τοῦ κρείττονος βοη‐ θείας· ὡς, εἰ μὴ τύχοι ταύτης, ἔρημος ἐσόμενος καὶ
30ἐλεγχθησόμενος ἀσθενὴς καὶ πλέον οὐδὲν ἢ θνητὸς ἄν‐ θρωπος· καὶ ὡς οἱ ἐχθροὶ αὐτοῦ ἐπιχαιρεσίκακοί τι‐ νες ὄντες πεσόντι αὐτῷ ἐπαναβήσονται. Εἰ δὲ βοη‐ θοῦ τύχοι τοῦ Θεοῦ, αὐτὸς μὲν ἔσται ἀνώτερος· αἰσχύνην δὲ καταχεοῦνται οἱ τῆς αὐτοῦ ψυχῆς ἐπί‐
35βουλοι· οἵτινες ἐφ’ ἑκάστῃ πράξει κατὰ πόδας αὐτοῦ βαίνοντες καὶ πειρώμενοι ἐπιλαμβάνεσθαι αὐτοῦ λέγειν εἰώθασιν, «Εὖγε, εὖγε,» ὡς ἂν ἐπιτυγχάνοντες καὶ κατ’ εὐχὰς πράττοντες ἐν οἷς αὐτὸν σφάλλεσθαι ἐνό‐ μιζον. Εἰ δὲ ἐπὶ τὸν Σωτῆρά τις ἀναφέροι ταῦτα διὰ
40τὴν ἀποδοθεῖσαν αἰτίαν, ἐρεῖ, ὅτι τοὺς ἐπιβουλεύον‐ τας αὐτοῦ τῷ λόγῳ καὶ τῇ διδασκαλίᾳ, τῷ τε μεγάλῳ σώματι τῆς Ἐκκλησίας αὐτοῦ θεωρῶν ἐπανισταμέ‐ νους, καὶ τοὺς διωγμοὺς συνεχῶς κατ’ αὐτῆς ἐνεργοῦντας, ἀποτροπιαζόμενος αὐτῶν τὴν κακίαν, ταύτην προφητικῶς ἀνέπεμπε τὴν εὐχὴν, οὕτω δεῖν εὔχεσθαι διδάσκων τὴν Ἐκκλησίαν αὐτοῦ.
45 «Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σὲ πάν‐ τες οἱ ζητοῦντές σε.» Τὰ μὲν πρῶτα ἀνατρεπτικὰ ἦν τῶν ἐναντίων· ἀκολούθως δὲ τὰ δεύτερα ὑπὲρ τῶν οἰκείων πρεσβεύει. Καὶ εἰ μὲν ὁ Δαυῒδ δικαίῳ πρέπουσαν εὐχὴν ἐποιεῖτο, ὡς ἂν πάντες οἱ τὸν Θεὸν

23

.

769

(50)

ζητοῦντες, ὧν εἷς καὶ αὐτὸς ἦν, ἀγαλλιάσεως καὶ εὐφροσύνης μετέχοιεν τῶν ἐχθρῶν καταισχυνομένων· οἱ δὲ ἀγαπῶντες τὸ σωτήριον τοῦ Θεοῦ λέγοιεν ἂν, «Μεγαλυνθήτω ὁ Θεός·» καὶ τοῦτο μὴ εἰσάπαξ, μηδὲ ἑνί ποτε καιρῷ, ἀλλὰ διαπαντὸς λέγοιεν, νι‐
55κῶντος ἐν αὐτοῖς καὶ δι’ αὐτῶν πᾶν τὸν πολέμιον γένος τοῦ Θεοῦ. Εἰ δὲ ὁ Σωτὴρ τοῖς προλεχθεῖσιν
ἀκολούθως εἴη ὑπὲρ τῶν ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς770 in vol. 23

23

.

772

αὐτὸν πεπιστευκότων, λέγοι ἂν τὸ, «Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε.» Μὴ γὰρ μόνοι Ἰουδαῖοι, μηδὲ οἱ τὸν Ἀβραὰμ αὐ‐ χοῦντες, ἀλλὰ καθόλου καὶ ἀορίστως πάντες ὅσοι δή‐
5ποτε καὶ ἐξ οἵου γένους εἶεν οἱ ἐκζητοῦντές σε, «ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ, καὶ λε‐ γέτωσαν, Μεγαλυνθήτω ὁ Θεός·» καὶ τοῦτο λεγέτω‐ σαν διαπαντὸς οἱ ἀγαπῶντες τὸ σωτήριόν σου· αὐτὸν δηλαδὴ τὸν Σωτῆρα σωτήριον πολλαχοῦ τῶν Γραφῶν
10ὠνομασμένον, ὃν ἀγαπῶσιν οἱ δι’ ἔργων τὴν διδασκα‐ λίαν αὐτοῦ ἐν ἀγάπῃ καθαρᾷ περιέποντες. «Ἐγὼ δὲ πτωχὸς καὶ πένης· ὁ Θεὸς, βοήθησόν μοι.» Καὶ Δαυῒδ πλούσιος ὢν ἐταπεινοφρόνει, ἅτε γνῶσιν ἔχων τοῦ μεγέθους τοῦ Θεοῦ, καὶ τὸ μηδὲν ἑαυτὸν ὁρῶν. Διὸ
15τὴν παρὰ μόνου τοῦ ἰσχυροῦ βοήθειαν ἐξῃτεῖτο λέ‐ γων· «Ὁ Θεὸς, βοήθησόν μοι· βοηθός μου καὶ ῥύ‐ στης μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς.» Καὶ ὁ Χριστὸς δὲ πλούσιος ὢν δι’ ἡμᾶς ἐπτώχευσεν, ὡς ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος. Διὸ καὶ ἑαυτὸν ἀνετίθει τῇ τοῦ
20Πνεύματος βοηθείᾳ, πρεσβεύων ὑπὲρ τοῦ λαοῦ αὐτοῦ καὶ τῆς Ἐκκλησίας, ὡς ἂν μὴ, εἰς μακροὺς χρόνους πολεμουμένη ἐν τοῖς καιροῖς τῶν διωγμῶν, μεγάλην ἀπενέγκοιτο βλάβην. Διό φησι· «Βοηθός μου καὶ ῥύστης μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς.» Εἰ δὲ καὶ
25ταῦτα ἀναφέροιτο ἐπὶ τὸν καιρὸν τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν, καὶ αὐτὸς ἐπιστήσεις. Ἐπειδὴ γὰρ διέγραψεν ἐν τῷ πρὸ τούτου τὰς κατ’ αὐτοῦ ἐπανα‐ στάσεις· ὅπως τε εἰσέλθοσαν ὕδατα ἕως τῆς ψυχῆς αὐτοῦ, καὶ ἐνεπάγη εἰς ὕλην βυθοῦ, καὶ ὡς ἦλθεν εἰς
30τὰ βάθη τῆς θαλάσσης· ἐπληθύνθησάν τε ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς αὐτοῦ οἱ μισοῦντές με δωρεάν· πέπονθέ τε ὅσα καὶ εἴρηται· εἰκότως τὴν παροῦσαν δέησιν ἀναπέμπει πρὸς τὸν Πατέρα λέγων· «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆ‐
35σαί μοι σπεῦσον,» καὶ τὰ τούτοις ἀκόλουθα. Ἐπειδὴ ἑώρα τὸ τάγμα τῶν ἀποστόλων αὐτοῦ ἐν πολλῇ συγχύσει γεγενημένον διὰ τὴν περὶ αὐτὸν ἀγάπην, τὰς δευτέρας ὑπὲρ αὐτῶν προΐετο φωνὰς, ὅπως, ἀπολαβόντες αὐτοῦ τὴν ἀνάστασιν ἣν περιέμενον
40ποθοῦντες ἰδεῖν, πληρωθεῖεν ἀγαλλιάσεως καὶ εὐφρο‐ σύνης, λέγοντες διαπαντός· «Μεγαλυνθήτω ὁ Θεὸς,» αὐτοὶ ὄντες οἱ ἀγαπῶντες τὸ σωτήριον αὐτοῦ. Οʹ. «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς
45τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξέ‐ λου με.» Τὰ ἰσοδυναμοῦντα τούτοις καὶ ὁ λʹ πε‐ ριέχει ψαλμὸς, τοῦτον καὶ αὐτὸς ἀρχόμενος τὸν τρό‐ πον. «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με. Κλῖ‐

23

.

772

(50)

νον πρὸς μὲ τὸ οὖς σου.» Ἀλλ’ ἐκεῖνος μὲν, «Εἰς τὸ τέλος,» καὶ «Ψαλμὸς τῷ Δαυῒδ,» ἐπεγέγραπτο· ὁ δὲ παρὼν ἀνεπίγραπτος τυγχάνει. Κἀκεῖνος μὲν ἐξο‐ μολόγησιν σὺν ἱκετηρίᾳ περιεῖχεν, ὁ δὲ προφητεία ἔοικεν ἐκ προσώπου τοῦ Σωτῆρος προενηνεγμένη.
55Διὸ οὐδὲ ἐπιγέγραπται συνήθως, «τοῦ Δαυΐδ.» Εἴποι
δ’ ἄν τις προσήκειν συμπεριλαμβάνειν αὐτὸν τοῖς772 in vol. 23

23

.

773

πρὸ αὐτοῦ τεταγμένοις, διὰ τὸ πολλὴν πρὸς αὐτὰ σώζειν ἀκολουθίαν· ἐν γοῦν τῷ πρὸ τούτου ἐλέγετο· «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες. Αἰσχυνθή‐ τωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν
5μου. Ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυν‐ θείησαν οἱ βουλόμενοί μοι κακά·» καὶ ἐν τοῖς μετὰ χεῖρας δὲ προϊὼν ὁ λόγος ταῖς αὐταῖς κέχρηται φω‐ ναῖς λέγων· «Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες, αἰσχυνθείησαν·» καὶ τὰ λοιπὰ δὲ τῆς αὐτῆς ἔχεται
10διανοίας, εἰς πλάτος ἐκτεινομένου τοῦ λόγου διὰ τῶν προκειμένων, ἅπερ οὐκ ἀπὸ σκόπου ἄν τις εἴποι ἁρ‐ μόζειν τῷ Πατρί· Διά τε τὸ λέγεσθαι ἐν αὐτῷ· «Ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου·» αὐτὰ γὰρ ταῦτα ἐν καὶ τῷ καʹ ψαλ‐
15μῷ ἐξ αὐτοῦ προσώπου ἐλέγετο ἐν τούτοις· «Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός·» καὶ τὰ ἑξῆς. Ἀλλὰ καὶ τὸ ἑξῆς ἐπιλεγόμενον ἐν τῇ μετὰ χεῖρας προφη‐ τείᾳ ἐν τῷ, «Ὁ Θεός μου, μὴ ἐγκαταλίπῃς με, ἕως ἂν ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρ‐
20χομένῃ,» ἰσοδυναμεῖν ἔοικε τῷ ἐν καʹ ψαλμῷ φάσκοντι λόγῳ· «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη.» Πρόσχες γὰρ ἀκριβῶς ὅπως ἐν ἐκείνῳ μὲν ἐλέγετο, «Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη,» ἐν δὲ τῷ προκειμένῳ, «Ἕως ἂν ἀπαγγελῶ τὸν βραχίονά σου
25τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ.» Ἀλλὰ καὶ τὴν ἐκ νε‐ κρῶν ἀνάστασιν αὐτοῦ σαφῶς παρίστησιν ἡ μετὰ χεῖρας προφητεία λέγουσα ἐξ αὐτοῦ προσώπου· «Ὁ Θεὸς, τίς ὅμοιός σοι; ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακὰς καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ τῶν ἀναγκῶν τῆς
30γῆς πάλιν ἀνήγαγές με;» Εἴτ’ οὖν ἐκ προσώπου τοῦ Σω‐ τῆρος, εἴτε ἐκ προσώπου παντὸς δικαίου, τῶν προκει‐ μένων ἀκουστέον. Περιέχει γὰρ διδασκαλίαν παιδεύου‐ σαν ἡμᾶς μετὰ διαθέσεως ὑγιοῦς πάντα μὲν δεύτερα τίθεσθαι, ἐπὶ μόνον δὲ τὸν Κύριον τὰς ἑαυτῶν ἀναρτᾷν
35ἐλπίδας, ὥστε λέγειν αὐτῷ διαθέσει γνησίᾳ. «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.» Οἱ γὰρ ἐπὶ πλούτῳ καὶ πολλῇ περιουσίᾳ βίου, ἢ ἐπὶ ἀξιώ‐ μασι κοσμικοῖς, ἢ ἐπὶ ἀρχόντων οἰκειότητι καὶ προστα‐ σίᾳ, ἐφ’ ἑτέρῳ τινὶ τῶν θνητῶν καὶ ἐπικήρων τὰς
40ἑαυτῶν ἀνατιθέντες ἐλπίδας, αἰσχύνην ὀφλήσουσιν. «Ἐπικατάρατος γὰρ ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον, καὶ στηρίζει σάρκα βραχίονος αὐτοῦ.» Κέκραγέ τε βοῶν ὁ λόγος· «Μὴ πεποίθατε ἐπ’ ἄρ‐ χοντας, μηδὲ ἐφ’ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σω‐
45τηρία·» καὶ πάλιν· «Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστί‐ θεσθε καρδίαν.» Καὶ ἐν ἑτέροις δὲ λέγειν διδασκόμεθα· «Κύριος ἐμοὶ βοηθὸς, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποι‐ θέναι ἐπὶ ἄνθρωπον. Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ

23

.

773

(50)

ἐλπίζειν ἐπὶ ἄρχοντας.» Ὁ δὲ ἀγαθὰ ἑαυτῷ συνει‐ δὼς εἴποι ἂν τῷ Κυρίῳ καὶ τὸ, «Ἐν δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξέλου με.» Πολλῇ γὰρ πεποιθήσει τεθάῤῥηκεν, ὅτι, κατὰ τὸ δικαιότατον κρίνας ὁ Θεὸς, εὑρήσει αὐτὸν οὐ κατακρίσεως, οὐδὲ ἀποβολῆς ἄξιον,
55ἀλλὰ βοηθείας καὶ ἀντιλήψεως· διό φησιν· «Ἐν τῇ
δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξέλου με.» Συνειδήσει774 in vol. 23

23

.

776

δὲ κεκαθαρμένῃ τὰς ἱκετηρίους φωνὰς πρὸς τὸν Θεὸν ἀναπέμπων, καὶ τὸ, «Κλῖνον πρὸς μὲ τὸ οὖς σου, καὶ σῶσόν με,» ἔλεγεν. Ἀλλὰ καὶ ὡς ἀναγκαίως τῷ Θεῷ παρεκάλει λέγων· «Γενοῦ μοι εἰς Θεὸν ὑπερ‐
5ασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με.» Προα‐ σπίζων γὰρ ὁ Θεὸς καὶ ὑπερμαχῶν, οὐκ ἂν περὶ μι‐ κροῦ τινος τοῦτ’ ἐποίησε· μόνος δὲ ὁ τέλειος εἴποι ἂν τῷ Θεῷ· «Ὅτι στερέωμά μου καὶ καταφυγή μου σὺ εἶ.» Ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας· «Ὅτι πέτρα μου
10καὶ ὀχύρωμά μου,» ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος· «Ὅτι πέτρα μου καὶ καταφυγή μου σὺ εἶ.» —«Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος. Ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε, ἡ ἐλπίς μου ἐκ νεότητός μου.» Ὁ τέλειος
15ὥσπερ ἴδιον κτῆμα τὸν Θεὸν ἐπικαλεῖται λέγων· «Ὁ Θεός μου·» Ἐπειδήπερ ἐπαγγελία ἐστὶ τοῦ Θεοῦ περὶ τῶν ἀξίων λέγουσα· «Ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.» Ὁ δὲ λέγων, «Ἐπὶ σοὶ, Κύριε, ἤλπισα,» καὶ πάντα δεύτερα θέ‐
20μενος, ἐπὶ μόνον δὲ τὸν Θεὸν ἑαυτὸν ἐπιῤῥίψας, εἰκό‐ τως εἴποι ἂν, «Ὁ Θεός μου.» Ῥυσθῆναι δὲ ἐκ χει‐ ρὸς ἁμαρτωλοῦ εὔχεται, ἵνα μὴ ταῖς πράξεσιν ὅμοιος γένηται τῷ ἁμαρτωλῷ, μηδὲ τῷ παρανομοῦντι· διὸ ἐπιλέγει· «Ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἐκ χειρὸς
25παρανομοῦντος καὶ ἀδικοῦντος·» ἀλλὰ καὶ ὅπως μὴ ὑποχείριος γένηται τοῖς τοιούτοις, εὐλόγως δὲ τὸν Θεὸν ἑαυτοῦ Θεὸν ὀνομάζοι ἂν, οὐ μόνον διὰ τὰ ἔμπροσθεν λελεγμένα, ἀλλὰ καὶ διὰ τὰς ἑξῆς ἐπιλε‐ γομένας αἰτίας. Σὺ γάρ μου, φησὶ, τυγχάνεις ὑπο‐
30μονὴ, καὶ σύ μου ἐλπὶς ἐκ νεότητος. Οὐ γὰρ πώποτε διέλιπόν σε ὑπομένων, οὐδὲ γέγονέ τις καιρὸς, ἐν ᾧ οὐχί σε προεθέμην ἐμαυτοῦ ἐλπίδα. Ὧν χάριν ἱκε‐ τεύω ἐκ χειρὸς ἁμαρτωλῶν καὶ παρανομούντων ῥυσθῆναι. «Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρὸς, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής.» Τὸ μὲν ἐκ νέας
35ἡλικίας ἐπὶ τὸν Θεὸν ἐλπίζειν λέγοιτ’ ἂν καὶ περὶ τοῦ Δαυΐδ. Ἐπείπερ, νέος ὢν καὶ ποιμαίνων τὰ πρό‐ βατα Ἰεσσαὶ τοῦ πατρὸς, πίστει καὶ ἐλπίδι τῇ εἰς τὸν Θεὸν καὶ λέουσι καὶ ἄρκτοις ἐπῄει τῆς τῶν προ‐ βάτων σωτηρίας ἕνεκα· τὸν καλὸν μιμούμενος ποι‐
40μένα, περὶ οὗ εἴρηται· «Ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη, ἢ λοβὸν ὠτίου.» Ἀλλὰ καὶ παιδάριον ὢν ἤλαυνε τὸ πνεῦμα τὸ πονηρὸν ἀπὸ τοῦ Σαοὺλ δυνάμει πίστεως καὶ ἐλπίδος τῆς εἰς τὸν Θεόν. Ἐπειδὰν καὶ πᾶς ὁ ἐκ νέας ἡλικίας
45τῆς κατὰ Θεὸν ἐκλογῆς κατηξιωμένος, οἷος ἦν Τιμό‐ θεος ἐκ παιδὸς ἅγια Γράμματα μεμαθηκὼς τὸ, «Ἡ ἐλπίς μου ἐκ νεότητός μου.» Τὸ δὲ, «Ἐπὶ σὲ ἐπεστη‐ ρίχθην ἀπὸ γαστρὸς, ἐκ κοιλίας μητρός μου, σύ μου εἶ σκεπαστὴς,» μόνῳ ἂν ἁρμόζοι τῷ Σωτῆρι ἡμῶν

23

.

776

(50)

ἀθολώτῳ καὶ ἀσυγχύτῳ γενομένῳ καθ’ ὃν ἐκυο‐ φορεῖτο καιρόν. Οἱ μὲν γὰρ λοιποὶ πάντες ἄνθρωποι ἐν τῷ κυΐσκεσθαι, καὶ πρώτην λαμβάνειν σύστασιν τοῦ σώματος, φυτικὴν ὥσπερ ζωὴν ζῶντες, οὔτε τοῖς τοῦ σώματος αἰσθητηρίοις, οὔτε τῇ διανοίᾳ παρακολου‐
55θούσῃ κέχρηνται· ἀλλὰ καὶ τὸ ἡγεμονικὸν αὐτὸ καὶ τὸν νοῦν βεβαπτισμένοι, οὐδὲν σκώληκος διενέγκαιεν
ἄν. Ὁ δὲ λέγων τῷ Θεῷ, «Ἐπὶ σὲ ἐπεστηρίχθην776 in vol. 23

23

.

777

ἀπὸ γαστρὸς,» οὐ μόνον γνῶσιν ἐμφαίνει κεκτῆσθαι Θεοῦ, ἀλλὰ καὶ μεγίστην ἀρετὴν φιλοθέου δυνάμεως, δι’ ἧς ἐπ’ αὐτὸν τὸν Θεὸν ἐστηρίζετο. Καὶ τοιοῦτος ἦν κυϊσκόμενος καὶ ἐν γαστρὶ τῆς μητρὸς συλλαμ‐
5βανόμενος. Τὸ δὲ, «Ἐκ κοιλίας μητρός μου εἶ σκε‐ παστής,» δύναται καὶ ἐπὶ πάντων ἁρμόζειν. Εἰ γὰρ μὴ Θεοῦ δύναμις ἐφρούρει καὶ ἐφύλαττε τὸ κατὰ γαστρὸς κυϊσκόμενον, οὐδ’ ἂν συνέστη, οὐδ’ ἂν μετ‐ έσχε ζωῆς, μήτε πνεῖν δυνάμενον, μήτε τοῖς λοιποῖς
10κεχρῆσθαι αἰσθητηρίοις. Πάλιν δὲ καὶ ἐν τούτῳ λέ‐ γων, «Σύ μου εἶ σκεπαστὴς,» ἐνέφαινεν ἐξαίρετόν τι ἐσχηκέναι παρὰ τοὺς λοιποὺς τοὺς ἐν κοιλίᾳ μητρὸς συλληφθέντας. Τάχα γὰρ ἐπὶ μὲν τῆς τῶν λοιπῶν ἀνθρώπων γενέσεως ἄλλοι τινὲς ἐφεστήκασιν ἄγγελοι
15διακονούμενοι τῇ ἑκάστου εἰς τὸν βίον παρόδῳ· ἐπὶ δὲ τῆς γενέσεως τοῦ Σωτῆρος, αὐτὸς ἦν ὁ Πατὴρ σκεπαστὴς αὐτοῦ γιγνόμενος· διὸ καὶ ἐπὶ αὐτὸν ἐπ‐ εστηρίζετο. Οὕτως διαπαντὸς «ὕμνησιν» ἑαυτοῦ εἶχε τὸν Πατέρα. Διὸ ἐπιλέγει· «Ἐν σοὶ ἡ ὕμνησίς
20μου διαπαντός.» Οὐ γὰρ διέλιπέ τινα καιρὸν ὑμνῶν τὸν Πατέρα, ἢ καὶ ὑμνούμενος ὑπ’ αὐτοῦ ἐπὶ τῇ τοσαύτῃ ὑπακοῇ. Ἀλλ’, Ἡ μὲν ἐμὴ, φησὶν, αἴνεσις, ἢ καὶ ὕμνησις ἐν σοὶ γέγονε διαπαντός. Οἱ δὲ πολλοὶ τῶν ἀνθρώπων, μηδὲν τούτων ἐπιστάμενοι, ὥσπερ
25τέρας ἐκτήσαντό με. Τεράστιον γοῦν τι πρᾶγμα τοῖς πολλοῖς ἐγενόμην, ὡς διάφορα περὶ ἐμοῦ δοξάζειν αὐτούς· καί τινας μὲν Θεὸν εἶναι ἄσαρκον καὶ ἀσώ‐ ματον, δοκήσει μόνον ὀφθέντα ἐπὶ γῆς, ἡγεῖσθαι, τινὰς δὲ ψιλὸν ἄνθρωπον, ὡς μηδὲν πλέον παρὰ τοὺς
30λοιποὺς ἐσχηκότα· καὶ ἄλλους μὲν ἀραῖς καὶ δυσφη‐ μίαις ὑποβάλλειν, ἑτέρους δὲ σέβειν καὶ προσκυνεῖν. Τέρας δὲ τοῖς πᾶσιν ἀληθῶς γέγονεν ὁ ἐμὸς θάνατος. Τὸ γὰρ σταυρὸν ὑπομεῖναι Θεὸν ὄντα, καὶ τοιαῦτα παθεῖν τὸν ἑτέροις ζωὴν κεχαρισμένον, τέρας ἦν
35ἀληθῶς. Διό φησιν· «Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς.» Ἀλλ’ ἐν πᾶσι τούτοις σὺ, φησὶ, «βοηθός» μου γέγονας «κραταιός·» οὐδὲ γὰρ ἄλλον ἐκτησά‐ μην βοηθόν. Πάντα γὰρ ἦν δεύτερα καὶ ὑποβεβηκότα τὴν ἐμὴν δύναμιν· σὺ δὲ μόνος, ὃν ἐλπίδα ἐμαυτὸν
40ὑπεγραψάμην, «βοηθός» μου γέγονας «κραταιός.» Καὶ κατὰ τὸν Σύμμαχον δὲ ὁμοίως εἴρηται· «Σοὶ ἐπεστηρίχθην ἀπὸ γαστρὸς, ἀπὸ τῶν ἐνδοσθίων τῆς μητρός μου σὺ ἐπεῖδές με. Εἰς σὲ ἡ ἀναμονή μου ἐνδελεχῶς, ὡσεὶ τέρας ἐγενόμην τοῖς πολλοῖς· σὺ δὲ
45πεποίθησίς μου ἰσχυρά.» «Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.» Ἤδη μὲν κατὰ τὸν παρελθόντα χρόνον ὕμνη‐ σίς μου, φησὶν, ἐν σοὶ γέγονε διαπαντός· πλὴν ἀλλὰ

23

.

777

(50)

καὶ περὶ τοῦ μέλλοντος δέομαι, ὡς ἂν μέχρις ἐσχάτης ὥρας τοῦ βίου τὸ στόμα μου τῆς σῆς αἰνέσεως πλη‐ ρῷτο, καὶ οὕτως γε πληρῷτο, ὡς μηδένα χώραν σχο‐ λάζουσαν ἔχειν πρὸς τὸ ἄλλο τι φθέγγεσθαι, μηδὲ ἀνθρώποις ὁμιλεῖν· καὶ τοῦτό μοι ὑπάρξαι ἀξιῶ
55κατὰ πᾶσαν ἡμέραν, καὶ ἐν τῷ παντὶ χρόνῳ τῆς ἐμῆς ζωῆς μὴ ἀποστερηθῆναι καὶ ἀποῤῥιφῆναι ταύτης τῆς χάριτος, κἂν ἐπὶ γήραος οὐδῷ δέοι φθάσαι, μηδὲ μέ‐ χρις ἐσχάτης τελευτῆς ἄλλο τί με πράττειν ἢ πληροῦσθαι
τὸ στόμα μου τῆς σῆς αἰνέσεως καὶ τῆς σῆς μεγαλο‐778 in vol. 23

23

.

780

πρεπείας. Ἀντὶ δὲ τοῦ, «ὅλην τὴν ἡμέραν,» ὁ Σύμ‐ μαχος, «κατὰ πᾶσαν ἡμέραν» ἐξέδωκε· «Πλησθείη τὸ στόμα σου αἴνους σου κατὰ πᾶσαν ἡμέραν, ἐν τῇ εὐπρεπείᾳ σου μὴ ἀποβάλῃς με καιρῷ γήρως.» Εἰ
5γὰρ δέοι καὶ μέχρι γήρως παρατεῖναι τὴν ἡλικίαν, τοῦτο μὲν οὐ παραιτητέον, ἱκετεύω δὲ μὴ ἀποστερη‐ θῆναί ποτε τοῦ πεπληρῶσθαι τὸ στόμα μου τῆς σῆς αἰνέσεως καὶ τῆς σῆς μεγαλοπρεπείας. Εἰ δὲ καιρῷ τινι διὰ γῆρας ἐκλίποι ἡ ἰσχύς μου, μηδὲ τότε με σὺ
10ἐγκαταλίποις. Ταῦτα μὲν οὖν ἁρμόζοι ἂν λέγειν καὶ τῷ Δαυῒδ καὶ παντὶ ἀνθρώπῳ θεοφιλεῖ ἐν ταῖς πρὸς τὸν Θεὸν ἱκετηρίαις. Ἐπὶ δὲ τοῦ Σωτῆρος ἐπίστησον ὅπως εἴρηται τῷ Ἀποστόλῳ τὸ, «Ἐσταυρώθη δὲ ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ.» Εἰ γὰρ καὶ
15ἐξ ἀσθενείας ἐσταυρώθη, ἀλλ’ οὔτι γε νικηθεὶς ὑφ’ ἑτέρων, αὐτὸς δὲ ἑαυτὸν ἀσθενῆ ποιήσας, καὶ ἑαυτὸν παραδοὺς ὑποχείριον ἀνθρώποις· ὃ δὴ διδάσκει φά‐ σκων· «Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι
20αὐτὴν, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.» Ὥσπερ οὖν ἐκένωσεν αὐτὸς ἑαυτὸν μορφὴν δούλου λαβὼν, οὕτως ἀσθενῆ ἑαυτὸν εἰργάσατο, ὅπως ἁλωτὸς γένηται ἀν‐ θρώποις, καὶ ἵνα σταυρὸν ὑπομένῃ «ὑπήκοος γιγνό‐ μενος» τῷ Πατρὶ «μέχρι θανάτου, καὶ θανάτου
25σταυροῦ.» Διό φησιν· «Ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με.» Εἶτα ἐπειδὴ τοῦ πάθους ἑαυτοῦ ἐμνημόνευσε καὶ τῶν τὸ πάθος ἐργασαμένων ἀκολούθως ποιεῖται μνήμην λέγων· «Ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ, καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου·»
30ἢ κατὰ τὸν Σύμμαχον, «Καὶ οἱ ἐπιτηροῦντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ λέγοντες· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλά‐ βετε αὐτὸν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος.» Ταῦτα γὰρ ἔλεγον οἱ ἀρχιερεῖς καὶ οἱ σὺν αὐτοῖς κατὰ τὸν και‐
35ρὸν τοῦ πάθους, κινοῦντες αὐτῶν τὰς κεφαλὰς καὶ λέγοντες· «Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις ἐγείρων αὐτὸν, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. Εἰ βασιλεύς ἐστι τοῦ Ἰσραὴλ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομεν αὐτῷ.» «Ὁ Θεὸς, μὴ μακρύνῃς ἀπ’ ἐμοῦ· ὁ Θεὸς, εἰς τὴν
40βοήθειάν μου πρόσχες.» Οἱ μὲν προλεχθέντες ἐχθροί μου ἔλεγον· «Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν·» ἐγὼ δὲ ἀντιβολῶ καὶ δέομαί σε τὸν ἐμαυτοῦ Θεὸν παρεῖ‐ ναί μοι διαπαντὸς, μηδὲ μακράν μου ἵστασθαι, προσέχειν δὲ εἰς τὴν βοήθειάν μου. Σὲ γὰρ βοηθὸν
45κτώμενος, οἶδ’ ὅτι ὄψομαι καταισχυνομένους πάντας μου τοὺς ἐχθρούς. Τὸ δὲ, «αἰσχυνθήτωσαν,» συν‐ ήθως τῇ θείᾳ Γραφῇ καὶ νῦν ἀντὶ τοῦ, «αἰσχυνθήσον‐ ται» εἴρηται· καὶ τὸ, «ἐκλειπέτωσαν,» ἀντὶ τοῦ, «ἐκλείψουσιν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου·» ἢ

23

.

780

(50)

κατὰ τὸν Σύμμαχον, «οἱ ἀντικείμενοι τῇ ψυχῇ μου.» Ὅπως δὲ ἐκλελοίπασιν αἰσχύνην καταχεάμενοι οἱ τὸν θάνατον αὐτῷ τυρεύσαντες, οὐ μακρῶν ἡμῖν δεῖ λό‐ γων· ὁπότε ἐξ ἐκείνου ἐκλέλοιπε πᾶς ἀρχιερεὺς παρ’ αὐτοῖς, Φαρισαίων δὲ οὐδὲ ὄνομα ἔτι λείπεται, οὐδὲ
55μνήμη τῶν παρ’ αὐτοῖς ἀξιωμάτων. Ἐξέλιπον γὰρ
ἄρχοντες ἐξ Ἰούδα καὶ ἡγούμενοι ἐκ τῶν μηρῶν αὐ‐780 in vol. 23

23

.

781

τοῦ, τῆς προσδοκίας τῶν ἐθνῶν ἐπιστάσης κατὰ τὴν τοῦτο θεσπίζουσαν προφητείαν. Καὶ οὔτε βασιλεῖς, οὔτε ἡγεμόνες, οὔτε τινὲς παρ’ αὐτοῖς δυνάσται εἰσὶν, οὐδέ τι τάγμα τῶν πάλαι παρ’ αὐτοῖς ὄντων περιλέ‐
5λειπται· καταισχυνθέντες δὲ πάντες ἐκλελοίπασιν οἱ διαβάλλοντες αὐτοῦ τὴν ψυχήν. Ἐν ὁποίᾳ δὲ αἰ‐ σχύνῃ τυγχάνουσιν εἰσέτι καὶ νῦν οἱ τῶν Ἰουδαίων προεστάναι νομιζόμενοι, ὁρῶντες ἑαυτοὺς μὲν διὰ πάσης Γραφῆς ἐπὶ εἰδωλολατρείαις διαβεβλημένους,
10πάντα δὲ τὰ καθ’ ὅλης τῆς οἰκουμένης ἔθνη διὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας τῆς πατροπαραδότου πλά‐ νης μεταβεβληκότα· ἐν οἷς ἤδη τυγχάνουσιν, ἐντροπῇ ὁρῶντες ἑαυτοὺς μὲν τῆς βασιλικῆς αὐτῶν μητροπό‐ λεως καὶ ἀποβλήτους, Ἕλληνας δὲ ἄνδρας ἀλλογενεῖς
15καὶ ἀλλοφύλους τὸν τόπον αὐτῶν οἰκοῦντας, κατὰ πάσας τε ἐπαρχίας καὶ χώρας, καὶ πόλεις τοὺς ἐξ ἐθνῶν τὰς περὶ τοῦ Σωτῆρος προφητικὰς φωνὰς κη‐ ρύττοντας; Αἰσχύνη δὲ ἀληθῶς καὶ ἐντροπὴ κατεί‐ ληφεν αὐτῶν τὰς ψυχὰς, τὸν χθὲς δι’ αὐτῶν σταυρῷ
20παραδοθέντα καθ’ ὅλης τῆς οἰκουμένης προσκυνού‐ μενον καὶ θεολογούμενον ὁρῶντας· ἃ δὴ ἐπληροῦτο ἀκολούθως τῇ μετὰ χεῖρας προῤῥήσει λεγούσῃ· «Πε‐ ριβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι.» Καὶ οὗτοι μὲν τάδε πείσονται· «Ἐγὼ δὲ,»
25ὑπ’ αὐτῶν τὰ τοσαῦτα πεπονθὼς, «διαπαντὸς, φησὶν, ἐλπιῶ, καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου.» Ἐπεὶ δὲ κατὰ πάντας τοὺς ἑρμηνεύσαντας τὸ, «προσθήσω,» λέλεκται ὅ τε Ἀκύλας φησὶ, «Καὶ προσθήσω ἐπὶ πάσας ὑμνήσεις·» καὶ ὁ Σύμμαχος,
30«καὶ προσθήσω τοῖς ὕμνοις·» ὅρα εἰ μὴ προσθήκην ἐποιήσατο τοῖς τοῦ Πατρὸς ὕμνοις, τὴν Καινὴν Δια‐ θήκην πρὸς τῇ Παλαιᾷ παραδούς. Οὐ γὰρ ἀνεῖλε τὰ πρῶτα, εἰσαγαγὼν τὰ δεύτερα, προσθήκην δὲ ἐποιή‐ σατο· καὶ τοῦτό ἐστιν εὑρεῖν ἐν ταῖς αὐτοῦ διδασκα‐
35λίαις, δι’ ὧν φησιν· «Ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φο‐ νεύσεις· ἐγὼ δὲ λέγω, μηδὲ ὀργίζεσθαι. Ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω, μηδὲ ἐπιθυ‐ μεῖν·» καὶ ὅσα ἄλλα τοιαῦτα προσθήκην ἔχοντα διὰ τῆς πνευματικῆς θεωρίας τε καὶ ἑρμηνείας τοῦ νόμου
40ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ παραδέδοται. Ἀλλὰ καὶ «τὸ στόμα μου, φησὶν, ἀναγγελεῖ τὴν δικαιοσύνην σου.» Τὸ γὰρ Εὐαγγέλιον δικαιοσύνην ἐμφαίνει Θεοῦ, οὐκ Ἰουδαίοις μόνοις ἀφωρισμένον ὥσπερ ὁ διὰ Μωϋ‐ σέως νόμος. Διό φησιν ὁ Ἀπόστολος· «Οὐ γὰρ ἐπαι‐
45σχύνομαι τὸ Εὐαγγέλιον. Δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκα‐ λύπτεται.» Διὸ ἐνταῦθα λέλεκται «Τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν

23

.

781

(50)

σωτηρίαν σου·» ἢ κατὰ τὸν Σύμμαχον, «κατὰ πᾶ‐ σαν ἡμέραν τὴν σωτηρίαν σου.» Καὶ τοῦτο δέ ἐστι πληρούμενον θεωρεῖν καθ’ ὅλης τῆς οἰκουμένης· ἐν ᾗ τὸ στόμα τοῦ Σωτῆρος ἡμῶν διὰ τῶν θείων Γραφῶν πᾶσιν ἀνθρώποις ἐφ’ ἑκάστης ἡμέρας τὴν δι’ αὐτοῦ
55προξενηθεῖσαν ἅπασι σωτηρίαν κηρύττει. Ἐπιλέγει δὲ τούτοις, «Ὅτι οὐκ ἔγνων γραμματείας.» Τὰς κλεῖς
εἰληφότες τῆς βασιλείας, καὶ μήτε αὐτοὶ εἰσερχόμε‐782 in vol. 23

23

.

784

νοι μήτε ἑτέροις συγχωροῦντες, τὰς γραμματείας κατεῖχον. Ἐγὼ δὲ, φησὶ, μὴ τῷ Μωϋσέως συγγράμ‐ ματι προσέχων, μηδὲ τὰς τοῦ νόμου σωματικὰς γραμ‐ ματείας τοῖς ἐμαυτοῦ παραδοὺς μαθηταῖς, οὐκ ἔγνων
5γραμματείας. Τί δὲ ἔγνως; Ἑξῆς διασαφεῖ λέγων· «Εἰσελεύσομαι εἰς δυναστείας Κυρίου Κυρίου, καὶ μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου.» Αἱ μὲν γὰρ γραμματεῖαι Ἰουδαίοις μόνοις ἥρμοττον, τρὶς τοῦ ἐνιαυτοῦ παρακελευομένοις ἀπαντᾷν εἰς τὰ Ἱε‐
10ροσόλυμα, πολλά τε ἄλλα δυσχερῆ καὶ οὐκ ἀναγκαῖα περιεῖχον. Ἐγὼ δὲ ἐν δυναστείᾳ Κυρίου Κυρίου, εἰς τὰς ἐμαυτοῦ Ἐκκλησίας εἰσελεύσομαι, καὶ μνησθή‐ σομαι τῆς δικαιοσύνης σου μόνου. Δικαιοσύνη γὰρ τοῦ Πατρὸς ἦν τὸ πάντας ἀνθρώπους Ἕλληνας ἅμα καὶ
15βαρβάρους τῆς αὐτοῦ καταξιωθῆναι γνώσεως, καὶ τὸ ἐν παντὶ τόπῳ, ἀλλὰ μηκέτι ἐν ἑνὶ ἐπιτρέψαι λα‐ τρεύειν αὐτῷ· ὥστε ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δοξάζεσθαι αὐτοῦ τὸ ὄνομα ἐν τοῖς ἔθνεσιν. «Ὁ Θεὸς, ἐδίδαξάς με ἐκ νεότητός μου, καὶ μέχρι τοῦ νῦν ἀναγγελῶ τὰ θαυμάσιά σου.» Μόνος ὁ Σωτὴρ τὸν Πατέρα διδάσκαλον ἐπιγράφεται· διόπερ οἱ ἐν τῇ
20πατρίδι αὐτοῦ ἔλεγον· «Πόθεν τούτῳ πᾶσα ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτο‐ νος υἱός;» ᾜδεσαν γὰρ ἀκριβῶς μὴ διδασκάλοις ἀνθρώποις προσεσχηκότα αὐτόν. Ἐπεὶ τοίνυν, μορ‐ φὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρω‐
25πος, τὴν παιδικὴν διῆλθεν ἡλικίαν, καὶ τῆς νεότητος τὴν ὥραν ὁμοίως ἡμῖν ὑπέμεινεν· οὔτε δὲ διατριβαῖς προσέσχεν, οὔτε διδασκάλοις κατὰ τοῦτον τὸν χρόνον, δυνάμει δὲ θεϊκῇ προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις· εἰκότως ἐνταῦθά
30φησιν· «Ὁ Θεὸς, ἐδίδαξάς με ἐκ νεότητός μου, καὶ μέχρι τοῦ νῦν ἀναγγελῶ τὰ θαυμάσιά σου·» καὶ τοῖς ἐμοῖς φυλαχθείη μαθηταῖς μέχρι συντελείας τοῦ αἰῶ‐ νος· καὶ ὡς ἄν τις εἴποι, μέχρι γήρως καὶ τῆς εἰς ἄκρον τελειώσεως, σὲ πάλιν τὸν Θεὸν ἱκετεύω μή με
35ἐγκαταλιπεῖν, συνεῖναι δέ μοι καὶ τὰ θαυμάσιά σου ἐνεργεῖν δι’ ἐμοῦ, «ἕως ἀναγγείλω τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐρχομένῃ.» Ἡ γὰρ νῦν, φησὶ, παρ‐ οῦσα γενεὰ σκολιὰ τυγχάνει καὶ διεστραμμένη, καὶ γενεὰ πονηρὰ καὶ μοιχαλίς. Διὸ τῇ γενεᾷ τῇ ἐρχο‐
40μένῃ ἀπαγγελῶ «τὴν δυναστείαν σου καὶ τὴν δικαιο‐ σύνην σου, ὁ Θεὸς, ἕως τῶν ὑψίστων, ἅ τε ἐποίησας μεγαλεῖα.» Σὺ αὐτὸς ὁ Πατὴρ, δι’ ἐμοῦ ταῦτα πᾶσι τοῖς μετὰ ταῦτα γενησομένοις ἀνθρώποις καὶ τῇ γε‐ νεᾷ τῇ ἐρχομένῃ ἀπαγγελεῖς, καὶ κηρυχθήσεται ἡ
45δικαιοσύνη σου ἕως τῶν ὑψίστων. Σωζομένων γὰρ τῶν ἐπὶ γῆς, χαρὰ ἔσται ἐν οὐρανοῖς, συγχαιρόντων τῶν ἐν τοῖς ὑψίστοις οἰκούντων ἀγγέλων τῇ τῶν ἀνθρώ‐ πων σωτηρίᾳ. Γῆρας δὲ καὶ πρεσβεία μὴ ὄκνει λέγειν τὴν τελειότητα τῶν αὐτοῦ μαθητῶν καὶ τῆς Ἐκκλη‐

23

.

784

(50)

σίας αὐτοῦ. Εἰ γὰρ σῶμα αὐτοῦ ἡ Ἐκκλησία τυγχά‐ νει, ὡς ἐδίδαξεν ὁ Ἀπόστολος εἰπών· «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους·» μέρος τῆς Ἐκκλησίας καὶ πρεσβεῖον αὐτῆς λέγοιτ’ ἂν εἰκότως ἡ κατ’ ἀρετὴν τὴν ἐν τῷ παρόντι βίῳ τελείωσις, μεθ’
55ἣν, ὥσπερ ἀποδυσαμένη τὸν ἐπὶ γῆς θνητὸν βίον, ἀνα‐ καινισθήσεται τῆς οὐρανίου διατριβῆς καταξιωθησο‐
μένη, συναπτομένη τε τῇ Ἐκκλησίᾳ τῶν πρωτοτό‐784 in vol. 23

23

.

785

κων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς. Οὕτω νοήσεις καὶ τὸ ἀνωτέρω λελεγμένον ἐν τῷ, «Μὴ ἀποῤῥίψῃς με εἰς καιρὸν γήρως, ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με.» Κατὰ γὰρ ἑτέραν ἐκδοχὴν
5ὑπερεύχεται τῆς Ἐκκλησίας αὐτοῦ, ἵνα ἐν καιρῷ τῆς κατὰ γῆν μακρότητος μὴ ἀποῤῥιφθείη· εἰ δὲ καὶ τότε ἐκλείπει ἡ ἰσχὺς αὐτῆς, μηδὲ τότε ἐγκαταλει‐ φθείη. Συμβαίνει γὰρ πολλάκις ἐκλείπειν κατὰ τοὺς καιροὺς τῶν διωγμῶν, ἐπειδὰν οἱ πολλοὶ τοῦ σώ‐
10ματος τῆς Ἐκκλησίας δι’ ἀσθένειαν πίστεως ἐξ‐ ομνύονται τὴν πίστιν. Καὶ μήποτε ταῦτα ἀναπέμ‐ πεται ἐπὶ τὸν καιρὸν τῆς ἀποστασίας, περὶ οὗ καιροῦ ὁ Ἀπόστολος ἐδίδασκε λέγων· «Ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ἄνθρωπος
15τῆς ἁμαρτίας, ὁ Υἱὸς τῆς ἀπωλείας.» Τοῦτον δὲ τὸν καιρὸν ὁ Σωτὴρ ἐδήλου λέγων· «Ἆρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;» Καὶ πάλιν· «Διὰ δὲ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.» Τότε
20γὰρ ἔσται γηραλέον καὶ ἀσθενὲς τὸ σῶμα τῆς Ἐκ‐ κλησίας. Ἀλλ’ ἵνα μηδὲ τότε ἔρημος καταλειφθείη ὁ λαὸς αὐτοῦ, ἀναγκαίως τὰς προκειμένας ἀναπέμπει φωνάς· «Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; Ὅσας ἔδει‐ ξάς μοι θλίψεις πολλὰς καὶ κακά;» καὶ τὰ ἑξῆς.
25Τοὺς ἀκριβεῖς λόγους καθ’ οὓς ὁ Θεὸς τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, μὴ γνόντα τε αὐτὸν ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, οὐδεὶς δύναται διελθεῖν ἢ μόνος αὐτός. «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει
30αὐτόν;» Οὐδ’ ἂν ἐπιβάλοι τις τῇ τοῦ Θεοῦ κρίσει, οὐδ’ ἂν ἐξεύροι τοὺς λογισμοὺς, δι’ οὓς ἐνεδείξατο τῷ Μονογενεῖ θλίψεις πολλὰς καὶ κακά· οὐ μὲν εἴα‐ σεν αὐτὸν ἐν αὐταῖς· ἀλλ’ ἐπιστρέψας ἐζωοποίησεν αὐτὸν καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγεν
35αὐτόν. Σφόδρα δὲ ἀκριβῶς εἴρηται τὸ, «Ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακά.» Ἰδὼν γὰρ τὰς θλίψεις καὶ τὰ ὀνομαζόμενα κακὰ, οὐχ ἑάλω ὑπ’ αὐτῶν, οὐδὲ ἡττήθη· κρείττων δὲ πάντων γενόμενος, θεωρὸς ἦν αὐτῶν· ὡς πάντων μᾶλλον εἰπεῖν ἂν τὸ, «Ἐν παντὶ
40θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ’ οὐκ ἐξαπορούμενοι· καταβαλλόμενοι, ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι.» Ταῦτα γὰρ Παῦλος καὶ οἱ πα‐ ραπλήσιοι ὠφελημένοι τὸν διδάσκαλον ἔλεγον. Ἀβύσ‐ σους δὲ γῆς ἐνταῦθα τὴν τῶν καταχθονίων γῆν χώ‐
45ραν ὠνόμαζεν· ὃ δὴ σαφηνίζει ὁ Ἀπόστολος λέγων· «Μὴ εἴπῃς, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον, τουτ‐ έστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν;» Καὶ ἐν τῷ Ἰὼβ δὲ ὁ χρηματίζων αὐτῷ Κύριος ἔλεγε· «Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτη‐

23

.

785

(50)

σας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου· πυλω‐ ροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν.» Ὁ δὲ εἰπὼν ἐνταῦ‐ θα, «Καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με,» σαφῶς ἐδίδαξεν ἑαυτὸν κατεληλυθέναι εἰς τὰς ἀβύσσους τῆς γῆς, καὶ πάλιν ἀνεληλυθέναι. Οὐκ οἶδα
55δὲ εἴ τις δύναται ἑτέρως ἐκλαβεῖν ταῦτα ἢ ἐπὶ τὸν
Σωτῆρα καὶ Κύριον ἡμῶν ἀναφέρων τὴν προφητείαν.786 in vol. 23

23

.

788

Ὁ δ’ αὐτὸς ἐπιλέγει· «Ἐπλεόνασας τὴν μεγαλοσύ‐ νην μου, καὶ ἐπιστρέψας παρεκάλεσάς με.» Πῶς δὲ ἐπλεόνασεν ὁ Πατὴρ τὴν μεγαλοσύνην τοῦ Μονογε‐ νοῦς αὐτοῦ, ἢ διὰ τοῦ δεῖξαι αὐτῷ θλίψεις πολλὰς καὶ
5κακά; Ὥσπερ γάρ τις ἀγωνοθέτης, πολλοῖς παρα‐ βάλλων τὸν ἑαυτοῦ ἀθλητὴν, μειζόνως αὐτοῦ τὴν ἀν‐ δρείαν ἐπιδείκνυσι, νικητὴν αὐτὸν ἁπάντων ἀνακη‐ ρύττων· τὸν αὐτὸν τρόπον καὶ ὁ Πατὴρ, τὴν μεγα‐ λοσύνην τοῦ Υἱοῦ τοῖς πᾶσι φανερὰν ἐπιδεικνὺς, θλί‐
10ψεις πολλὰς καὶ κακὰ περιέβαλλεν αὐτῷ, ὡς ἂν τὰ κατὰ πάντων ἀράμενος νικητήρια, παρὰ τοῖς πᾶσι κηρυχθείη. Διό φησιν· «Ἐπλεόνασας τὴν μεγαλοσύ‐ νην μου.» Ἀλλὰ μετὰ ταῦτα πάντα, φησὶν, «ἐπι‐ στρέψας παρεκάλεσάς με.» Πῶς δὲ παρεκάλεσεν αὐ‐
15τὸν, προεδίδαξεν ἀνωτέρω εἰπών· «Καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.» Αὕτη γὰρ ἦν ἡ παράκλησις, ἣν καὶ ὁ Ἀπόστολος παρέστησεν εἰπών· «Διὸ καὶ ὁ Θεὸς ὑπερύψωσεν αὐτὸν, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ
20ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθο‐ νίων.» «Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλ‐ μοῦ τὴν ἀλήθειάν σου.» Σὺ μὲν ἐμοὶ ταῦτα, φησὶν,
25ὦ Πάτερ, παρέσχου· μετὰ γὰρ τὰς πολλὰς θλίψεις καὶ τὰ λελεγμένα κακὰ «ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με,» καὶ παρεκάλεσάς με, πλεονάσας τὴν μεγαλοσύνην μου· κἀγὼ δὲ, ἀμειβόμενος τὰς εἰς ἐμέ σου εὐεργε‐
30σίας, «ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ· τί γὰρ ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέ‐ δωκέ μοι;» Ἀλλὰ γὰρ τά σοι πρέποντα σκεύη καταρ‐ τιζόμενος, ὄργανά τέ σου ἄξια ψαλμῳδίας κατασκευά‐ σας, δι’ αὐτῶν τὴν ἀλήθειάν σου ψαλῶ σοι, καὶ τοιαύ‐
35τας σοι κιθάρας ἀναστήσω, δι’ ὧν τὰ χείλη μου ἀγαλ‐ λιάσεται, ἀλλὰ καὶ «ἡ ψυχή μου, ἣν ἐλυτρώσω,» ἀναβιβάσας αὐτὴν ἐκ τῶν ἀβύσσων τῆς γῆς, καὶ ζωο‐ ποιήσας αὐτὴν μεθ’ ὃν ὑπέμεινε θάνατον. Σκεύη δὲ καὶ ὄργανα τῷ Θεῷ κεχαρισμένα, δι’ ὧν εἰσέτι καὶ
40νῦν ὁ Χριστὸς τοῦ Θεοῦ καθ’ ὅλης τῆς οἰκουμένης ψαλμῳδίας ἀναπέμπει καὶ ὕμνους καὶ αἴνους τῷ Πα‐ τρὶ, τίνας ἂν εἴποις ἢ τοὺς καθ’ ἑκάστην Ἐκκλησίαν λαούς; Ὧν τὰς ψυχὰς συντείνας ὁ τοῦ Θεοῦ Λόγος, συμφωνίᾳ τε καὶ ἁρμονίᾳ μιᾷ συνδησάμενος τῷ Πα‐
45τρὶ, προσφιλῆ καὶ ἡδεῖαν ἀναπέμπει μελῳδίαν. Εἰ γοῦν τις ὡς ἐν παραθέσει σύγκρισιν ποιήσοιτο τῶν πάλαι παρὰ Ἰουδαίοις σωματικῶν ὀργάνων ἐξ ἀψύ‐ χων χορδῶν κατεσκευασμένων, φωνήν τε ἄναρθρον ἐξηχούντων, καὶ τῶν ἐν τῇ Χριστοῦ Ἐκκλησίᾳ ἐκ λο‐

23

.

788

(50)

γικῶν ψυχῶν ἀναπεμπομένων ὕμνων τῷ Θεῷ, οὐδὲν ἂν εὕροι ὅμοιον. Παντὸς γὰρ κρείττονα σωματικοῦ ψαλτηρίου τυγχάνει τὰ πλήθη τὰ καθ’ ὅλης τῆς οἰ‐ κουμένης συμφωνίᾳ μιᾷ καὶ ἁρμονίᾳ τὸν ἐπὶ πάντων Θεὸν ὑμνοῦντα, δι’ ὧν ὁ Υἱὸς τῷ Πατρὶ ψάλλειν ὁμο‐
55λογεῖ φάσκων· «Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεός.» Οὐκέτι
γὰρ τύπους, οὐδὲ σκιὰς καὶ σύμβολα, οἷα ἦν τὰ παρὰ788 in vol. 23

23

.

789

Μωϋσεῖ, τὴν δὲ ἀλήθειαν τὴν σὴν παραστήσω τοῖς ἀνθρώποις, καὶ «ψαλῶ σοι ἐν κιθάρᾳ, ὁ ἅγιος τοῦ Ἰσραήλ·» ἢ κατὰ τὸν Ἀκύλαν, «Μελῳδήσω σοι ἐν κιθάρᾳ, ἅγιε Ἰσραήλ.» Ἀλλὰ καὶ «ἀγαλλιάσεται τὰ
5χείλη μου, ὅταν ψαλῶ σοι·» ἢ κατὰ τὸν Σύμμαχον, «Εὐφημήσει τὰ χείλη μου, ὅταν μελῳδήσω σοι, καὶ ἡ ψυχή μου, ἣν ἐλυτρώσω. Ἔτι δὲ καὶ ἡ γλῶσσά μου μελητήσει ὅλην τὴν ἡμέραν τὴν δικαιοσύνην σου.» Χείλη δὲ καὶ γλῶσσαν αὐτοῦ μελετῶσαν τὴν δικαιο‐
10σύνην τοῦ Πατρὸς οὐκ ἂν ἁμάρτοις εἰπὼν τοὺς ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ ἀσκήσει θείων λόγων ἑαυτοὺς ἀνατε‐ θεικότας. Καὶ ταῦτα πάντα, φησὶ, ποιήσω, «ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι·» ἢ κατὰ τὸν Σύμμαχον, «Ὅτι κατῃσχύνθησαν,
15ἢ ὅτι ἀπωρύγησαν οἱ ζητοῦντες τὴν κάκωσίν μου·» ἢ κατὰ τὸν Ἀκύλαν, «Ὅτι κατῃσχύνθησαν οἱ ζητοῦν‐ τες κακίαν μου.» Πάρεστι δὲ καὶ ταῦτα ἔργῳ πλη‐ ρούμενα θεωρεῖν· ἁπανταχοῦ γὰρ γῆς τῶν Ἐκκλη‐ σιῶν τοῦ Σωτῆρος τὴν δικαιοσύνην τοῦ Θεοῦ διεξερ‐
20χομένων, καὶ αὐτοῦ δὲ σκεύη ἐκλογῆς, οἷα προλέλε‐ κται, καὶ ὄργανα λογικὰ τῷ Πατρὶ καταρτιζομένου, ἀνυμνοῦντός τε ἀεὶ δι’ αὐτῶν τὸν ἐπὶ πάντων Θεὸν, αἰσχύνην περιβάλλονται οἱ ἐχθροὶ αὐτοῦ· ἐνετράπη‐ σάν τε καὶ ἐντρέπονται οἱ ζητοῦντες αὐτῷ κακά. Οὗ‐
25τοι δέ εἰσιν οἱ θηρεύοντες μὲν πάσας προφάσεις, ὕβρεις τε καὶ διαβολὰς, καὶ βλασφημίας κατ’ αὐτοῦ περινο‐ οῦντες, μηδεμίαν δὲ εὑρίσκοντες ὑπόθεσιν διαβολῆς, μήτε κατ’ αὐτοῦ, μήτε τῆς Ἐκκλησίας αὐτοῦ. Διὸ κα‐ ταχέονται αἰσχύνην καὶ ἐντρέπονται πρὸς τὸ μηκέτι
30μηδὲν τολμᾷν διαβολῆς ἄξιον ἐπικαλεῖν. Καὶ ταῦτα πάντα ἔργῳ πληροῦται συμφώνως τῇ φασκούσῃ διὰ τῶν προκειμένων προφητείᾳ· «Ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.» Τότε γὰρ, φησὶν, ὅταν οἱ ἐχθροὶ καταισχύνωνται, ἐγὼ ψαλῶ σοι,
35καὶ ἐξομολογήσομαί σοι τῷ ἐμαυτοῦ Πατρί. Ἔτι δὲ καὶ «ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελητήσει τὴν δικαιοσύνην σου.» ΕΙΣ ΣΟΛΟΜΩΝΤΑ ΟΑʹ. «Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δός.» Οἱ λοιποὶ
40τοῦ «Σολομῶντος» ἡρμήνευσαν. Ἔστι δὲ καὶ ἕτερος τοῦ αὐτοῦ ἐν ταῖς ᾠδαῖς τῶν ἀναβαθμῶν, οὗ ἡ ἀρχή· «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκο‐ πίασαν οἱ οἰκοδομοῦντες αὐτόν.» Ἐν οἷς ἔοικεν ὁ Σο‐ λομὼν ἐπὶ τῇ κατασκευῇ τοῦ οἴκου, ὃν ἤγειρεν ἐν
45Ἱεροσολύμοις, πρῶτος αὐτὸς οἰκοδομήσας τὸ αὐτόθι ἱερὸν, τὴν ᾠδὴν πεποιῆσθαι, διδάσκουσαν μόνα τὰ τοῦ Θεοῦ οἰκοδομήματα διαιωνίζειν· τὰ γὰρ ἀνθρώ‐ πινα καιρῷ συνίστασθαι· ὃ δὴ καὶ ἀπέβη ἐπὶ τῆς αὐτοῦ οἰκοδομῆς· οὐκ εἰς μακρὸν γοῦν ὁ ὑπ’ αὐτοῦ

23

.

789

(50)

κατασκευασθεὶς νεὼς ὑπὸ Βαβυλωνίων κατελύθη. Ἡ δὲ μετὰ χεῖρας προφητεία εἴτε εἰς αὐτὸν λέλεκται τὸν Σολομῶντα, εἴτε αὐτοῦ ἐστι κατὰ τοὺς λοιποὺς ἑρμη‐ νευτάς· οἱ λόγοι ἕτερόν τινα παριστῶσι προφητευό‐ μενον. Διὸ οὔτε ψαλμὸς, οὔτε ᾠδὴ, οὔτε ὕμνος, οὔτε
55τι τούτοις παραπλήσιον ἐπιγέγραπται. Ἀλλ’ ἔστι προ‐ φητεία θεσπίζουσα ἀναφανήσεσθαί τινα ἐν ἀνθρώποις
πενήτων καὶ πτωχῶν σωτῆρα, καὶ τοῦτον ἄνωθέν790 in vol. 23

23

.

792

ποθεν ἠρέμα καταβήσεσθαι καὶ ἀψοφητί· «Καταβή‐ σεται γὰρ ὡς ὑετὸς ἐπὶ πόκον.» Δικαιοσύνην τε λοι‐ πὸν ἐμπολιτεύεσθαι τῷ γένει τῶν ἀνθρώπων ἐπὶ τῇ αὐτοῦ παρουσίᾳ. Ἐπικρατήσειν τε αὐτὸν οὐ τῆς Ἰου‐
5δαίας μόνης, οὐδὲ δυεῖν ἢ τριῶν ἐθνῶν, ἀλλὰ πάντων τῶν καθ’ ὅλης τῆς οἰκουμένης, πάντα τε τὰ ἔθνη ὑποταγήσεσθαι αὐτῷ, ὀνομαστόν τε αὐτὸν ἔσεσθαι πα‐ ρὰ τοῖς πᾶσιν, οὐ κατά τινα χρόνον βραχὺν, ἀλλ’ εἰς ἅπαντα τὸν αἰῶνα. Καὶ τί γὰρ ἄλλ’ ἢ τοιοῦτόν τινα
10ἔσεσθαι τὸν θεσπιζόμενον ὁ μετὰ χεῖρας ὑπογράφει λόγος, ὁποῖον οὐδεὶς πώποτε οὔτε παρὰ τῷ Ἰουδαίων ἔθνει, οὔτε παρ’ ἑτέροις γεγονέναι μνημονεύει; Οὔτε γὰρ αὐτὸς Σολομὼν, οὔτε Δαυῒδ, οὔτε τις τῶν μετ’ αὐτοὺς τοιοῦτος ἐφάνη, ὡς ἁρμόσαι τινὶ αὐτῶν τὰ
15ὑπὸ τῆς προφητείας σημαινόμενα. Ὅρα τοίνυν εἰ μὴ ταῖς προτεταγμέναις διὰ τῶν ἔμπροσθεν περὶ τοῦ πάθους τοῦ Σωτῆρος προῤῥήσεσιν ἀκολούθως συν‐ ῆπται ἡ μετὰ χεῖρας τὴν βασιλείαν αὐτοῦ διαγρά‐ φουσα. Ἐχρῆν γὰρ ἡμᾶς καὶ τὰ περὶ ταύτης παιδευ‐
20θῆναι. Πολλῶν δὲ προφητειῶν τὸν ἐκ Δαυῒδ προφη‐ τευόμενον Χριστὸν ἀνυμνουσῶν· ἐπειδὴ εἰκὸς ἦν ὑπο‐ λαβεῖν τινας τὸν Σολομῶντα δηλοῦσθαι δι’ αὐτῶν· μό‐ νος γὰρ οὗτος τῶν υἱῶν Δαυῒδ ἐπιδοξότατα βασιλεύ‐ σας, καὶ τὸν νεὼν ἤγειρε τῷ Θεῷ, καὶ σοφίᾳ διαπρέ‐
25ψαι μεμαρτύρηται· ἀναγκαίως ἡ προκειμένη προφη‐ τεία «εἰς Σολομῶντα» ἐπιγέγραπται· ἢ αὐτοῦ τοῦ Σολομῶντος εἶναι λέλεκται· ἵνα μηκέτι αὐτὸς νομίζη‐ ται ὁ προσδοκώμενος εἶναι ἐκ Δαυΐδ· ἐξ αὐτοῦ δὲ Σολομῶντος ἐλπίζεται ἕτερος ὁ καὶ αὐτῷ ἐπηγγελμέ‐
30νος. Ἐὰν μὲν οὖν ἐκδεξώμεθα εἰς αὐτὸν εἰρῆσθαι τὸν Σολομῶντα τὸν ψαλμὸν κατὰ τὴν τῶν Ἑβδομήκοντα προγραφὴν, ἐροῦμεν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον, περὶ αὐτοῦ τὴν εὐχὴν ἀναπέμψαν τῷ Θεῷ διὰ τοῦ πρώτου στίχου, δι’ οὗ εἴρηται· «Ὁ Θεὸς, τὸ κρίμα σου τῷ
35βασιλεῖ δὸς,» τουτέστι τῷ Σολομῶντι, τὸν ἑξῆς λόγον περὶ τοῦ ἐξ αὐτοῦ γενησομένου ποιεῖται· διὸ ἐπιλέγει· «Καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως·» δηλαδὴ τῷ μέλλοντι προελεύσεσθαι ἐκ σπέρματος αὐ‐ τοῦ Ἰησοῦ. Ἢ τῶν προκειμένων ὁ νοῦς τοιοῦτος· Ὅρος
40παρὰ τῆς σῆς θεότητος ἐξενήνεκται, δόγμα τε καὶ κρίμα βασιλικὸν ἐκ σοῦ Πνεύματος διατέτακται, ὡς ἂν ἐκ τῆς Σολομῶντος διαδοχῆς ὁ τὸ κόσμου Σωτὴρ κατὰ σάρκα γεννηθείη. Τοῦτο οὖν τὸ κρίμα σου, ὁ Θεὸς, ἤδη ποτὲ δώρησαι τῷ βασιλεῖ, δηλαδὴ τῷ Σο‐
45λομῶντι, ὡς ἂν δι’ ἔργων χωρήσειαν οἱ λόγοι· καὶ αὐ‐ τῷ μὲν τῷ βασιλεῖ τὸ δηλωθὲν κρίμα παράσχου, τὴν δὲ δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, τῷ μέλλοντι ἐκ σπέρματος αὐτοῦ προελεύσεσθαι· ἵν’ ὁ γεννώμε‐ νος ὁ ἐκ πνεύματος καὶ διάδοχος αὐτοῦ, ὑποδεξάμε‐

23

.

792

(50)

νος τὴν σὴν δικαιοσύνην, «διακρίνῃ τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει.» Καὶ ταῦτα μὲν, εἴπερ εἰς αὐτοῦ προσώπου τοῦ Σολομῶντος ἀναφέροιτο ἡ προγραφὴ κατὰ τοὺς Ἑβδομήκοντα φέρουσα, «εἰς Σολομῶντα·» εἰ δὲ κατὰ τοὺς λοιποὺς
55ἑρμηνευτὰς τοῦ Σολομῶντος εἶναι λέγοιτο ἡ προφη‐ τεία, φήσομεν, ὅτι αὐτὸς ὁ Σολομὼν, Πνεύματος πληρωθεὶς, τρία διὰ τούτων παρίστησι πρόσωπα· τὸν Θεὸν, ᾧ τὴν εὐχὴν ἀναπέμπει, καὶ τὸν βασιλέα,
ὃν πέπειστο βασιλεύειν τῶν ὅλων, δηλαδὴ τὸν Υἱὸν792 in vol. 23

23

.

793

τοῦ Θεοῦ· καὶ τρίτον ὃν ἀνείληφεν ἄνθρωπον ἐκ σπέρματος Δαυῒδ ἐξ αὐτοῦ τε τοῦ Σολομῶντος γεννώ‐ μενον, ἕτερον ὄντα παρὰ τὸν βασιλέα τὸν διὰ τοῦ ψαλμοῦ φάντα· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’
5αὐτοῦ ἐπὶ Σιὼν ὄρος ἅγιον αὐτοῦ, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Διὰ τούτων
10γὰρ σαφῶς καταστὰς, ἀκούει πρὸς τοῦ Πατρός· «Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου.» Οἶδε δὲ καὶ αὐτὸς ὁ Σολομὼν τὸν Υἱὸν τοῦ Θεοῦ, σοφίαν ὀνομάζων αὐτὸν, ἐν οἷς ἐξ αὐτοῦ προσώπου
15ἐν Παροιμίαις τάδε φησίν· «Ἐγὼ ἡ Σοφία κατ‐ εσκήνωσα βουλὴν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκα‐ λεσάμην. Δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι·» καὶ ἑξῆς· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ τοῦ ὄρη
20ἑδρασθῆναι· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» Γέννημα τοίνυν τοῦ Θεοῦ ἡ σοφία καὶ ὁ Υἱὸς αὐτοῦ ὁ Μονογενής· καὶ περὶ αὐτοῦ τὴν παροῦσαν εὐχὴν ἀναπέμπει ὁ Σολομὼν φάσκων· «Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς,» δῆλον δ’ ὅτι τῷ Μονογενεῖ
25Λόγῳ σου. Ἐπειδὴ γὰρ ἔκρινας αὐτὸν ἐπὶ γῆς ὀφθῆ‐ ναι, ἵνα μὴ μόνον τῶν κατ’ οὐρανῶν, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς βασιλεύῃ, τοῦτο τὸ κρίμα ἤδη ποτὲ ἐπὶ πέρας ἀγέσθω· καὶ τὴν δικαιοσύνην δὲ τὴν σὴν τῷ υἱῷ τοῦ βασιλέως δὸς, ὁ Θεός· υἱοῦ βασιλέως ἐνταῦθα τοῦ κατὰ
30σάρκα νοουμένου ἐκ σπέρματος Δαυῒδ, ὃν αὐτὸς ἑαυτῷ ὁ προὼν τοῦ Θεοῦ Λόγος ἐξ ἁγίου Πνεύματος καὶ τῆς ἁγίας Παρθένου συνεστήσατο· ὃν καὶ ἐν Παροι‐ μίαις αἰνίττεσθαι τὸν Σολομῶντα ἡγοῦμαι δι’ ὧν γρά‐ φει λέγων· «Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; Τίς
35συνήγαγεν ἀνέμους ἐν κόλπῳ; Τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; Τίς ἐκράτησε πάντων τῶν ἄκρων τῆς γῆς; Τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» Οὕτω γὰρ ἡρμήνευσαν οἱ λοιποί· ὁ μὲν Ἀκύλας εἰπών· «Τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» καὶ
40ὁ Θεοδοτίων ὁμοίως· «Τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» Σαφῶς γὰρ ἐν τούτοις μὲν κρατήσας τῆς γῆς, καὶ καταβεβηκὼς καὶ ἀνελθὼν εἰς οὐρανὸν, τά τε λοιπὰ δεόμενα τῆς κατὰ σχολὴν ἑρμηνείας πε‐ ποιηκὼς, οὐδεὶς ἂν γένοιτο ἕτερος τοῦ Υἱοῦ τοῦ Θεοῦ,
45ὃς αὐτὰ δὴ ταῦτα διδάσκων ἔλεγεν· «Οὐδεὶς ἀναβέ‐ βηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου·» Ὁ δ’ ἐνταῦθα λεγόμενος αὐτοῦ Υἱὸς εἴη ἂν ὁ κατὰ σάρκα νοούμενος, ἣν ἀνείληφεν ἐκ σπέρματος Δαυῒδ καὶ Σολομῶντος γενομένην. Ἀλλ’ ἐπεὶ Ἰουδαίων παῖδες τὰς προκειμένας τῶν Παροιμιῶν φωνὰς εἰς τὸν ἐπὶ πάντων Θεὸν ἀνάξου‐

23

.

793

(50)

σιν, οὐκ εἰδότες τὸν Υἱὸν τοῦ Θεοῦ, δεικτέον αὐτοῖς ἐκ τῶν προκειμένων ὡς Υἱὸν Θεοῦ, σαφῶς καὶ διαῤῥή‐ δην παρίστησιν ἡ Γραφὴ λέγουσα· «Τί ὄνομα αὐτῷ, καὶ τί ὄνομα τῷ Υἱῷ αὐτοῦ;» Φάσκων δὲ ὁ λόγος ἐν τῷ ψαλμῷ· «Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς,»
55ἄλλο εἶναι τὸ κρίμα παρὰ τὴν κρίσιν διδάσκει. Κρίμα γὰρ τὸ ἅπαξ δόξαν τῷ Θεῷ καὶ τὸ κριθὲν παρ’ αὐτῷ
τυγχάνει· κρίσις δὲ τῶν κρινομένων διάκρισις, ᾗ794 in vol. 23

23

.

796

παρακολουθεῖ τὸ κατ’ ἀξίαν ἀπονεμητικὸν ἑκάστῳ. Διόπερ ἐνταῦθα οὐ τὴν κρίσιν ἀξιοῖ δοῦναι τῷ βα‐ σιλεῖ· ἀλλὰ τὸ κρίμα, τουτέστι τὸ δόγμα καὶ τὸ κρι‐ θὲν τῷ Πατρὶ περὶ τῆς εἰς ἀνθρώπους θεοφανείας
5αὐτοῦ. Τὸ μὲν οὖν κρίμα τῷ βασιλεῖ δέδοται· ἡ δὲ δικαιοσύνη τῷ υἱῷ τοῦ βασιλέως. Δικαιοσύνη γὰρ ἦν αὐτὸς ὁ βασιλεὺς, ὥσπερ οὖν παρίστησιν ὁ Ἀπό‐ στολος εἰπών· «Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις» Αὕτη
10τοίνυν ἡ τοῦ Πατρὸς δικαιοσύνη τῷ Υἱῷ τοῦ βασιλέως δέδοται τῷ ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα γενο‐ μένῳ· ἐν ᾧ κατῴκησεν ὥσπερ ἐν ναῷ ὁ τοῦ Θεοῦ λόγος καὶ ἡ σοφία, καὶ ἡ δικαιοσύνη. Τὴν δὲ αἰτίαν τοῦ δοθῆναι τὴν δικαιοσύνην τῷ δηλωθέντι υἱῷ τοῦ
15βασιλέως, ἑξῆς διδάσκει λέγων· «Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει.» Ἔδει γὰρ τοὺς πτωχοὺς τοῦ Θεοῦ καὶ τὸν ἐν ἀνθρώ‐ ποις λαὸν αὐτοῦ ὑπὸ τοῦ υἱοῦ τοῦ βασιλέως διακρί‐ νεσθαι ἐν δικαιοσύνῃ· ἐπεὶ μὴ ἐχώρουν ἄλλως δέξα‐
20σθαι τὸν βασιλέα. Διόπερ μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, δι’ οὗ ἀνείληφεν Υἱοῦ ἀνθρώπου ἐξ ἁπάντων τῶν ἐθνῶν κατὰ τοῦ δι‐ καίου λόγον, «ἐξελέξατο ἑαυτῷ λαὸν περιούσιον,» καὶ τοὺς καλουμένους αὐτοῦ πτωχοὺς, οὓς καὶ μα‐
25καρίζων ἔλεγε· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Καὶ ἄλλως δὲ περὶ τῆς δικαιοσύνης διδάσκει ὁ Ἀπόστολος λέ‐ γων· «Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι,
30Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Δικαιοσύνη γὰρ ἐν αὐτῷ ἀποκαλύπτεται.» Καὶ περὶ τῶν πτωχῶν πάλιν ὁ αὐτὸς διασαφεῖ λέγων· «Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί· ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ εὐγενεῖς, οὐ πολλοὶ δυνατοί· ἀλλὰ τὰ μωρὰ
35τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς· καὶ τὰ ἀσθενῆ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ· ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ Θεοῦ.» «Ἀναλαβέτωσαν τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην.» Πρὸς τοῖς προτέροις καὶ ταῦτα
40τὸ πνεῦμα τὸ προφητικὸν εὔχεται, ὅπως τὰ ὄρη τὰ πάλαι ἐχθραίνοντα τῷ λαῷ εἰρηνεύσειε πρὸς αὐτὸν ἀπωθούμενα τὴν ἔχθραν, καὶ ὅπως οἱ βουνοὶ τὴν προλεχθεῖσαν δικαιοσύνην τῷ αὐτῷ λαῷ εὐαγγελί‐ ζωνται. Πρότερον μὲν γὰρ τὰ ὄρη ἔχθραν εἶχε πρὸς
45τὸν λαὸν, καὶ οἱ βουνοὶ ὡσαύτως· ὅτε δὲ ὁ υἱὸς τοῦ βασιλέως ἴδιον ἐποιήσατο τὸν λαὸν πάλαι ἀπηλλο‐ τριωμένον αὐτοῦ, τηνικαῦτα καὶ τὰ καλούμενα ἐν‐ ταῦθα ὄρη εἰρηνεύει πρὸς τὸν λαόν. Ὄρη δὲ καὶ βου‐ νοὺς εἰρηνεύοντας ἀνθρώποις τίνας ἂν εἴποις ἢ τὸν

23

.

796

(50)

ἀγγέλων χορὸν καὶ τὰς τούτων ἀνωτέρας θείας δυ‐ νάμεις; αἳ πάλαι μὲν, ὅτε ἀλλότριος ἦν ὁ λαὸς τοῦ Θεοῦ, ἐχθραὶ ἦσαν αὐτοῦ· νῦν δ’ ὅτε κτῆμα γέγονε τοῦ υἱοῦ τοῦ βασιλέως, ἐφιλιώθησαν αὐτῷ μεταβα‐ λόντες τῆς ἔχθρας. Νοήσεις δὲ τὸν ἐξ ἁπάντων τῶν
55ἐθνῶν συνηγμένον λαὸν, παραθεὶς τούτοις τὴν ἐν τῷ796 in vol. 23

23

.

797

Ζαχαρίᾳ προφητείαν, ὧδε λέγουσαν· «Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών. Ἰδοὺ ὁ βασιλεύς σου ἔρχε‐ ται, καὶ κατασκηνώσει ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ
5ἔσονταί μοι εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ γνώσονται, ὅτι Κύριος παντοκράτωρ ἐξαπ‐ έσταλκέ με πρὸς σέ.» Σαφῶς γὰρ διὰ τούτων ἀπὸ τῶν ἐθνῶν, ἀλλ’ οὐκ ἀπὸ τοῦ Ἰουδαίων ἔθνους συντάξειν αὐτὸς ἑαυτῷ λαὸν ὁ Κύριος εὐαγγελίζεται. Τούτῳ δὴ
10οὖν τῷ λαῷ αἱ δυνάμεις αἱ ὑπερκόσμιοι καὶ αἱ ἀγγε‐ λικαὶ, ὄρη καὶ βουνοὶ ἐνταῦθα ὀνομαζόμεναι, εἰρή‐ νευσαν ἐχθραίνουσαι τὸ πρὶν, ὅτε τῇ ἀθέῳ προσεῖχεν εἰδωλολατρείᾳ. Αἱ δ’ αὐταὶ δικαιοσύνην εὐαγγελί‐ ζονται τῷ αὐτῷ λαῷ· ἤτοι τὸν Χριστὸν τοῦ Θεοῦ,
15αὐτὸν ὄντα τὴν δικαιοσύνην, ἢ τὸ σωτήριον Εὐαγγέ‐ λιον, δι’ ὃ λέλεκται· «Ἀναλαβέτωσαν τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην.» Καὶ ταῦτα ἔσται, ἐπειδὴ ὁ προλεχθεὶς υἱὸς τοῦ βασιλέως «κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν
20πενήτων·» κρίνας γὰρ πρότερον ἀξίους εἶναι σωτη‐ ρίας, οὕτως αὐτοὺς σώζει. Οὐ γὰρ ἀκρίτως, μετ’ ἐξητασμένης δὲ κρίσεως τὴν σωτηρίαν παρέχει τοῖς ἑαυτοῦ πτωχοῖς καὶ τοῖς υἱοῖς τῶν πενήτων, ὧν καὶ ἡ προφητεία μέμνηται λέγουσα· «Εὐαγγελίσασθαι
25πτωχοῖς ἀπέσταλκέ με· κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.» Πτωχοὺς δὲ ποίους φησὶν, ἢ τοὺς δυναμένους ὁμοίως Παύλῳ λέγειν· «Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνη‐ τεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν·» τούς
30τε ὁμοίως Πέτρῳ φήσαντας· «Ἀργύριον καὶ χρυ‐ σίον οὐχ ὑπάρχει μοι.» Τοιούτους δὲ πτωχοὺς αὐτὸς ἑαυτῷ παρεσκεύαζε παραινῶν μὴ κτῆσθαι χρυσίον μηδὲ ἀργύριον εἰς τὰς ζώνας, μὴ πήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον.
35«Τοιοῦτοι δὲ ἦσαν καὶ οἱ πάλαι περιελθόντες ἐν μη‐ λωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβό‐ μενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς.» Ἀλλ’ εἰ μὲν τούτων μόνον ἐμνημόνευσεν ὁ λόγος, ἀπο‐
40κέκλειστο πᾶς ὁ μὴ τοιοῦτος· νῦν δὲ καὶ δεύτερον τάγμα καταριθμεῖται φάσκων· «Καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων.» Υἱοὶ δὲ πενήτων ἦσαν οἱ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ Σωτῆρος ἡμῶν γνώ‐ ριμοι, ὁποίους δηλῶν ὁ Ἀπόστολος ἔλεγεν· «Ἐὰν γὰρ
45πολλοὺς παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολ‐ λοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ ἐγὼ ὑμᾶς ἐγέν‐ νησα·» καὶ πάλιν· «Τέκνα μου, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Ἀλλὰ τοὺς μὲν πτωχοὺς ἑαυτοῦ καὶ τοὺς υἱοὺς τῶν πενήτων σὺν δι‐

23

.

797

(50)

καιοσύνῃ καὶ ὀρθῇ κρίσει σώζει· τὸν δὲ συκοφάντην προῃρημένον ἢ καὶ τὸν λαὸν αὐτοῦ καὶ τὴν Ἐκκλη‐ σίαν πολεμεῖν (μυρίοι δὲ συκοφάνται τὴν Ἐκκλησίαν αὐτοῦ διαβάλλουσι), καὶ τὸν βίον τῶν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ διαπρεπόντων ἄλλοι συκοφαντοῦσιν· ὧν ἐπι‐
55στήσας τῇ τελευτῇ τοῦ βίου, ὄψει ὅπως εἴρηται τὸ,
«Καὶ ταπεινώσει συκοφάντην.» Τίς γὰρ τῶν τυραν‐798 in vol. 23

23

.

800

νευσάντων, καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίαν βλασφημίαις καὶ συκοφαντίαις περιβαλλόντων, οὐ τεταπείνωται; Τίς τῶν σοφῶν τοῦ αἰῶνος τούτου, τὴν αὐτοῦ γλῶτταν ἀκονήσας κατὰ τῆς θεοπνεύστου
5Γραφῆς, οὐ τὰ ἐπίχειρα πέπονθε τῆς συκοφαντίας; Ἀλλὰ γὰρ πλείστων ὅσων ἐπισταμένων συκοφαντῶν κατὰ τῆς Ἐκκλησίας αὐτοῦ, πάντων τε κατὰ καιροὺς ταπεινουμένων, αὐτὸς συμπαραμένειν τῷ ἡλίῳ θε‐ σπίζεται, ὁμοίως ἡλίῳ ταῖς αὐγαῖς τῆς αὐτοῦ διδα‐
10σκαλίας τὸν σύμπαντα καταλάμπων κόσμον· καὶ πρὸ τῆς σελήνης δέ· ἢ κατὰ τὸν Ἀκύλαν, «Καὶ εἰς πρόσ‐ ωπον τῆς σελήνης·» ἢ κατὰ τὸν Σύμμαχον, «Καὶ ἔμπροσθεν τῆς σελήνης διαμενεῖ.» Οὐ γὰρ πρὸ τῆς σελήνης, τουτέστι πρὶν γενέσθαι τὴν σελήνην· ἀλλ’
15ἐνώπιον ὥσπερ καὶ ἔμπροσθεν ἡγούμενος τῆς σελή‐ νης. Ὥσπερ γὰρ ἥλιος μὲν ἡμέραν ἐργάζεται ὑπὲρ γῆς γενόμενος· σελήνη δὲ νυκτὸς διαλύει τὸ σκότος τῷ ἑαυτῆς φωτί· τὸν αὐτὸν τρόπον καὶ ὁ προφη‐ τευόμενος ὁμοίως μὲν σελήνῃ τὰς ἐν σκότῳ καὶ νυκτὶ
20τυγχανούσας ψυχὰς φωτίζει, ἡλίῳ δὲ παραπλησίως τὸν σύμπαντα καταλάμπει κόσμον, διαμένει τε καὶ συμπαραμένει ἄχρι τῆς συντελείας τοῦ αἰῶνος. Εἰς ὅσον γὰρ ἥλιος τὸν σύμπαντα φαιδρύνει κόσμον, εἰς τοσοῦτον καὶ αὐτὸς τῷ ἡλίῳ συμπαραμένων καὶ συν‐
25εκτεινόμενος τὰς τῶν ἀνθρώπων φωτίζει ψυχάς· ὡσαύτως δὲ καὶ σελήνῃ πλησιφαεῖ παραπλησίως εἰς γενεὰς γενεῶν λέγεται διαρκεῖν. «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ στα‐ γόνες στάζουσαι ἐπὶ τὴν γῆν.» Κατάβασιν τοῦ Θεοῦ
30Λόγου νοήσεις, ἐπιστήσας τῇ καταβάσει καὶ τῇ συμ‐ περιφορᾷ καθ’ ἣν συμπεριενεχθεὶς τῇ τῶν ἀνθρώπων σμικρότητι, «ἐταπείνωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.» Δι’ ὃ λέλεκται· «Καταβήσεται.» Ἀναγκαίως δὲ καὶ
35παραδείγματι κέχρηται προφητεία φήσασα, «Ὡς ὑετὸς ἐπὶ πόκον.» Ὃ δὴ συμφώνως οἱ λοιποὶ πάντες ἡρμήνευσαν· Ἀκύλας μὲν εἰπὼν, «Καὶ κατα‐ βήσεται ὡς ὑετὸς ἐπὶ κουράν·» Σύμμαχος δὲ, «Κα‐ ταβήσεται ὡς δρόσος ἐπὶ πόκον·» καὶ οἱ λοιποὶ
40ἑρμηνευταὶ ὁμοίως· παριστῶντες τοῦ Λόγου τὴν ἐξ ὕψους τὴν ἐξ αὐτῶν οὐρανῶν κάθοδον ἐπὶ γῆς τοῦ προφητευομένου· καὶ ὡς ἠρέμα καὶ ἡσυχῆ μηδενὸς αἰσθομένου καταβέβηκεν. Ὑετὸς γὰρ ἐπὶ πόκον κατ‐ ιὼν, ἀνεπαισθήτως καὶ ἀψοφητὶ κάτεισιν. Ἐπεὶ
45τοίνυν ἡ κατὰ σάρκα γένεσις τοῦ Σωτῆρος ἡμῶν τοιαύτην ἀνείληφε τὴν οἰκονομίαν, ὡς μηδένα νοῆσαι μηδὲ ἀκουσθῆναι, μηδὲ τοὺς ἐκ γειτόνων οἰκοῦσι τὸ μυστήριον τῆς συλλήψεως καὶ τοῦ τοκετοῦ τῆς ἁγίας Παρθένου. Τοῦτ’ αὐτὸς ὁ παρὼν ᾐνίξατο λόγος,

23

.

800

(50)

εἰπών· «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον·» καὶ ἄλλως, ἐπειδὴ πόκος προβάτων δορὰ, νοήσας ὅπως αὐτὸς ἐδίδασκε λέγων ὁ Σωτήρ· «Οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·» ἐφαρμόσεις τὸ παρὸν λόγιον τῇ αὐτοῦ φωνῇ. Οὐ γὰρ
55ἐπὶ ἕτερον ἔθνος καταβέβηκεν, ἀλλ’ ἐπὶ μόνον τὸ Ἰουδαίων, παρ’ οἷς καὶ τὰς διατριβὰς ἐποιήσατο. Ἡ
μὲν οὖν πρώτη κατάβασις αὐτοῦ γέγονεν ὡς ὑετὸς800 in vol. 23

23

.

801

ἐπὶ πόκον κατὰ τοὺς ἀποδοθέντας τρόπους· μετὰ ταῦτα δὲ οὐκέτι ὡς ἐπὶ πόκον, ἀλλὰ σὺν πολλῇ κινήσει· καὶ κτύπος ἐξάκουστος γέγονε καθ’ ὅλης τῆς οἰκουμένης ἡ διδασκαλία αὐτοῦ. Δι’ ὃ ἐπιλέγεται ἑξῆς,
5«καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν.» Στα‐ γόνες γὰρ ἢ ψεκάδες κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς στάζουσαι ἐπὶ τὴν γῆν οὐκέτ’ ἀψοφητὶ, σὺν πολλῷ δὲ ψόφῳ κατίασι. Καὶ τοῦτο δὲ τέλος ἐτύγχανεν, ὅτε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἀποστόλων
10αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τούτοις ἑξῆς εἴρηται· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης·» κατὰ δὲ τὸν Ἀκύλαν, «Βλαστήσει ἐν ἡμέραις αὐτοῦ δίκαιος καὶ
15πλῆθος εἰρήνης·» κατὰ δὲ τὸν Σύμμαχον, «Ἀνθή‐ σει ἐν ταῖς ἡμέραις αὐτοῦ δίκαιος.» Ἡμέραι δὲ τοῦ Σωτῆρος ἡμῶν αἱ ἀπὸ τῆς παρουσίας αὐτοῦ μέχρι τῆς συντελείας τοῦ αἰῶνος νοηθήσονται. Ὥσπερ γὰρ ἀκούομεν τὸ, «Ἐν ταῖς ἡμέραις Δαυῒδ,» καὶ,
20«Ἐν ἡμέραις Ἱεροβοὰμ,» οὕτως εἶεν ἂν ἡμέραι τοῦ Σωτῆρος ἡμῶν. Ἀλλ’ ἐκεῖνοι μὲν, πρὸς ὀλίγον φανέντες, θᾶττον ἀπεσβέσθησαν· δι’ ὃ καὶ αἱ ἡμέραι αὐτῶν ἐξέλιπον· αἱ δὲ ἡμέραι τοῦ Σωτῆρος ἡμῶν ὁπόσαι τυγχάνουσι, φθάσας ὁ λόγος ἐδήλωσεν εἰπών·
25«Συμπαραμενεῖ τῷ ἡλίῳ καὶ ἔμπροσθεν τῆς σελήνης γενεὰς γενεῶν·» οἷς ἀκολούθως καὶ αὐτὸς τοῖς ἑαυ‐ τοῦ μαθηταῖς ἐπηγγέλλετο λέγων· «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι ἄχρι τῆς συντελείας τοῦ αἰῶνος·» Οὕτω γὰρ ἤμελλε συμπαραμένειν τῷ ἡλίῳ. Οὐκοῦν ἐν ταῖς
30ἡμέραις αὐτοῦ, καθ’ ἃς συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ ὁμοίως σελήνῃ τὰς τῶν ἐν σκότῳ φωτίσει ψυχὰς, ἀνα‐ λάμψει ἐπὶ πάσης τῆς γῆς δικαιοσύνη· ἢ κατὰ τὸν Ἀκύλαν, «δίκαιος·» οὐκέτι παρὰ Ἰουδαίοις μόνοις ἑνός που καὶ δευτέρου ὀνομαζομένου δικαίου, καθ’
35ὅλης δὲ τῆς οἰκουμένης μυρίων ἐν Χριστῷ δικαιουμέ‐ νων. Τὸ δὲ πλῆθος τῶν δικαίων τῶν ἐν ταῖς ἡμέραις τοῦ Σωτῆρος ἀνθούντων καὶ φωτὸς δίκην ἀνατελλόν‐ των ὁμοίως τῷ ἑαυτῶν φωστῆρι νοήσεις ἀπὸ τοῦ πλή‐ θους τῶν ἁπανταχοῦ γῆς μαρτύρων αὐτοῦ καὶ τῶν
40κατὰ τὴν Ἐκκλησίαν αὐτοῦ τὸν ἀγγελικὸν ἐν παντε‐ λεῖ ἁγνείᾳ κατορθούντων βίον. Εἰ δὲ καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνθήσειν λέλεκται, καὶ τοῦτο ὅπως δι’ ἔργων πληροῦται ἔστι καταμαθεῖν ἐκ τοῦ μὴ Ἰουδαίους μόνους, ἀλλὰ καὶ πᾶν ἔθνος καλεῖσθαι
45ἐπὶ τὴν ἔνθεον πίστιν, δούλους τε ἐξ ἴσου τοῖς ἐλευ‐ θέροις θεοσεβεῖν, καὶ πένητας ὁμοίως τοῖς πλουσίοις, ἄρχοντάς τε σὺν ἀρχομένοις σὺν πολλῇ Θεοῦ δικαιο‐ σύνῃ. Ὅπως δὲ πλῆθος εἰρήνης ἀνατέταλκεν ἐν ταῖς δηλωθείσαις τοῦ Σωτῆρος ἡμῶν ἡμέραις, νοῆσαι

23

.

801

(50)

ἔστιν ἐπιστήσαντα τῇ καταστάσει τῶν πρὸ τῆς αὐτοῦ παρουσίας πραγμάτων. Καθ’ ἣν τὸ σύμπαν τῶν ἀν‐ θρώπων γένος διῄρητο ἀποτετμημένων ὥσπερ ἐξ ἑνὸς σώματος εἰς μυρία διεσπαρμένα μέλη, ἄλλων ἄλλως ἐθνῶν πάλαι πρότερον ἀφωρισμένων, πολε‐
55μούντων τε ἀλλήλοις καὶ πολεμουμένων καὶ τῶν μὲν τυραννουμένων, τῶν δὲ δημοκρατουμένων, ἑτέρων δὲ
ὀλιγαρχουμένων· τοπάρχων κατ’ ἔθνος καὶ τυράννων802 in vol. 23

23

.

804

κρατούντων· ὡς ἄμικτα εἶναι καὶ ἄβατα τοῖς πλησιο‐ χώροις τὰ τῆς τῶν γειτόνων χώρας· πολέμους τε ἀσπόνδους καὶ ἔχθρας ἀκαταλλάκτους ἐκ μακροῦ αἰῶ‐ νος μέχρι τοῦ Σωτῆρος ἡμῶν συνεστάναι. Ἐξ ἐκεί‐
5νου δὲ πάσης πολυαρχίας ἐκποδὼν ἀρθείσης, μοναρ‐ χία τῶν πλείστων ἐθνῶν ἐπικεκράτηκε· γέγονέ τε ὡς ἀληθῶς πλῆθος εἰρήνης, κοινωνίαν καὶ ἐπιμιξίαν κτησαμένων ἁπάντων τῶν ἐθνῶν· ὡς ἔργῳ μαρτυρεῖ‐ σθαι τὴν ἐν χερσὶ μαρτυρίαν μόνῳ τῷ Σωτῆρι ἡμῶν
10ἐφαρμόττουσαν. Τοῦτο δὲ τὸ πλῆθος τῆς εἰρήνης πα‐ ραμένειν φησὶν «ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη·» ἢ κατὰ τὸν Ἀκύλαν, «ἕως οὗ ἡ σελήνη·» ἢ κατὰ τὸν Σύμμαχον, «ἕως παλαιώσεως τῆς σελήνης.» Πότε δὲ παλαιοῦται σελήνη; Κατὰ τὴν συντέλειαν τοῦ
15αἰῶνος, καθ’ ἣν πληρωθήσεται ἡ φάσκουσα προφη‐ τεία· «Ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι·» καὶ πάλιν· «Οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἡ σελήνη φωτιεῖ σοι τὴν νύκτα.» Οὐκοῦν ὥσπερ ἀνωτέρω συμπαραμένειν τῷ ἡλίῳ τὸν προφητευόμενον ἐδήλου,
20οὕτως καὶ ἐνταῦθα τὸ πλῆθος τῆς ὑπ’ αὐτοῦ προξενη‐ θησομένης ἀνθρώποις εἰρήνης μέχρι τῆς συντελείας διαρκέσειν θεσπίζει. Ὅπως μὲν οὖν καταβήσεται ἠρέμα καὶ ἀψοφητὶ ἐπὶ τὸ Ἰουδαίων ἔθνος, καὶ ὡς πληρώσει τὴν σύμπασαν οἰκουμένην δίκην σταγόνων
25σταζουσῶν ἐπὶ τῆς γῆς, καὶ ὡς δικαιοσύνη ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ καὶ πλῆθος εἰρήνης, δεδήλωται διὰ τῶν εἰρημένων. Ἑξῆς δὲ διδάσκει, ὅτι μὴ ἐν γωνίᾳ γῆς περιγρα‐ φήσεται αὐτοῦ ἡ δεσποτεία· κυριεύσει δὲ τῶν ἐθνῶν
30ἁπάντων. Δι’ ὃ λέλεκται· «Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης.» Εἰ γάρ ἐστί τινα πέρατα γῆς, ἃ δὴ πανταχοῦ κυκλοῦσι, θάλασσαι Ὠκεανός τε ἀπέραντος ἀνθρώποις· τοῦτο πάντων εἴσω τῶν ἁπαν‐ ταχοῦ θαλασσῶν Κύριον ὁμολογήσει τὸν θεσπιζόμε‐
35νον. Δι’ ὃ λέλεκται· «Καὶ κατακυριεύσει ἀπὸ θαλάσ‐ σης ἕως θαλάσσης.» Γνῴης δ’ ἂν τοῦ λόγου τὸ ἀπο‐ τέλεσμα συνιδὼν ὅπως ἁπανταχοῦ γῆς αἱ τοῦ Θεοῦ Ἐκκλησίαι τὸν Χριστὸν αὐτοῦ Κύριον ἀναγορεύουσιν. Ἀλλὰ καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκου‐
40μένης κατακυριεύσειν αὐτόν φησι σφόδρ’ ἀναγκαίως. Ἐχρῆν γὰρ ἡμᾶς μαθεῖν ὁπόθεν ἄρξεται τῆς διδα‐ σκαλίας· σημαίνει δὲ, ὡς ἄρα ἔσται αὐτῷ ἡ καταρχὴ ἀπὸ ποταμοῦ. Ὅντινα ποταμὸν παρίστησι τὸ Εὐαγ‐ γέλιον φάσκον· «Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς
45Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ’ αὐτοῦ. Ὁ δὲ διεκώλυεν αὐτὸν λέ‐ γων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶ πληρῶσαι πᾶσαν δικαιο‐

23

.

804

(50)

σύνην.» Ὅτε μετὰ τὸ βαπτισθῆναι αὐτὸν «Ἠνοίγη‐ σαν οἱ οὐρανοὶ, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ κατα‐ βαῖνον ὡς περιστερὰν καὶ ἐρχόμενον εἰς αὐτόν. Φωνή τε ἐκ τῶν οὐρανῶν ἠκούσθη λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα.» Ἐξ ἐκείνου
55γὰρ γνωρίζεσθαι αὐτοῦ ἤρξατο ἡ κυριότης. Παραδό‐ ξως δὲ τούτου μέμνηται τοῦ ποταμοῦ καὶ Ἡσαΐας ὁ
προφήτης εὐαγγελιζόμενος τὴν ἔρημον, ἐν ᾗ ἐκήρυτ‐804 in vol. 23

23

.

805

τεν Ἰωάννης ὁ Βαπτιστής. Ἐβόα δ’ οὖν λέγων· «Εὐ‐ φράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον· καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου.» Ἀντὶ τίνος γὰρ οὐχ ἑτέ‐
5ρου μέμνηται ποταμοῦ ὁ τοσοῦτος προφήτης, ἀλλ’ αὐτοῦ τοῦ Ἰορδάνου καὶ τῆς ἐρήμου ἀμφὶ τοῦτον· εὐφροσύνην τε καὶ ἀγαλλίασιν τῇ ἐρήμῳ τοῦ Ἰορ‐ δάνου, ἀλλ’ οὐχὶ τῇ Ἱερουσαλὴμ, οὐδὲ τῇ λοιπῇ Ἰου‐ δαίᾳ εὐαγγελίζεται; Οὐκοῦν ἔχομεν καὶ παρὰ τῷ
10Ἠσαΐᾳ τὴν δήλωσιν τοῦ ποταμοῦ περὶ οὗ φησιν ὁ παρὼν λόγος, «Καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης» κατακυριεύσειν τὸν προφητευόμε‐ νον. Ὀφθαλμοῖς δὲ παραλαβεῖν ἔστι δι’ ἔργων κε‐ χωρηκυίας τὰς προαναφωνήσεις, ὁρῶντας μέχρι τῶν
15περάτων τῆς γῆς ἐν ταῖς Ἐκκλησίαις αὐτοῦ κυριολο‐ γούμενον τὸν Χριστὸν τοῦ Θεοῦ. «Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι.» Σφόδρ’ ἀκολούθως μετὰ τὸ εἰπεῖν, «Κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θα‐
20λάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμέ‐ νης,» Αἰθιόπων ἐμνημόνευσεν, οἳ τὰ ἔσχατα τῆς καθ’ ἡμᾶς οἰκουμένης οἰκοῦσι, τά τε πρὸς ἀνατολὰς καὶ τὰ πρὸς δύοντα ἥλιον. Ὅθεν καὶ παρὰ τοῖς ἔξω τοῦ καθ’ ἡμᾶς λόγου κατὰ φύσιν εἰρῆσθαι δοκεῖ τὸ,
27Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν· Οἱ μὲν δυσομένου ὑπερίονος, οἱ δ’ ἀνιόντος.
30Καὶ ἐν ἑτέρῳ δὲ εἴρηται ψαλμῷ· «Αἰθιοπία προ‐ φθάσει χεῖρα αὐτῆς τῷ Θεῷ·» καὶ πάλιν ἐν ἑτέρῳ προφήτῃ λέλεκται· «Ἐκ περάτων ποταμῶν Αἰθιο‐ πίας οἴσουσιν οὐσίας μοι.» Καὶ ἐν τοῖς προκειμένοις δὲ ἀκολούθως τούτοις τὸ, «Ἐνώπιον αὐτοῦ προπε‐
35σοῦνται Αἰθίοπες,» θεσπίζεται. Δι’ ὧν ἁπάντων ὁ λόγος σημαίνει τὰ ἔσχατα τῆς γῆς τὴν τοῦ προφη‐ τευομένου γνῶσιν ἀναλήψεσθαι, καὶ προσκυνήσειν αὐτῷ, προσπίπτοντας καὶ γόνυ κλίνοντας. Δι’ ὃ λέ‐ λεκται κατὰ τὸν Ἀκύλαν· «Εἰς πρόσωπον αὐτοῦ
40κάμψουσιν Αἰθίοπες·» κατὰ δὲ τὸν Σύμμαχον· «Ἔμπροσθεν αὐτοῦ ὀκλάσουσιν Αἰθίοπες.» Διὰ δὲ τῶν Αἰθιόπων τῶν τὰ ἔσχατα τῆς γῆς οἰκούντων καὶ τὰ εἴσω τῆς οἰκουμένης ἔθνη δηλοῦνται Καὶ πρόδη‐ λον ὅπως ἁπανταχοῦ γῆς οἱ εἰς αὐτὸν πεπιστευκότες,
45γόνυ κλίνοντες καὶ εἰς αὐτὴν προπίπτοντες τὴν γῆν, δι’ αὐτοῦ τὴν προσκύνησιν τῷ ἐπὶ πάντων ἀναπέμ‐ πουσι Θεῷ. Ἀλλὰ καὶ οἱ ἐχθροὶ αὐτοῦ, φησὶ, χοῦν λείξουσιν, ἐξομοιωθέντες τῷ ἑαυτῶν πατρὶ τῷ ὄφει, ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορευομένῳ, καὶ γῆν

23

.

805

(50)

ἐσθίοντι κατὰ τὴν ἐξ ἀρχῆς γενομένην αὐτῷ προστί‐ μησιν. Οὕτω δ’ οὖν ὄψει τοὺς τῆς Ἐκκλησίας τοῦ Χριστοῦ πολεμίους τὸν χοῦν καὶ τὰς σωματικὰς ἡδο‐ νὰς περιλιχμωμένους. Εἰ γὰρ τὸ σῶμα, ᾧπερ κεῖται ἡ ψυχὴ, χοῦς ἀνείρηται κατὰ τὴν φάσκουσαν Γραφήν·
55«Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον·» οἱ τὸν χοῦν περιλιχμώμενοι καὶ τὰς τῆς σαρκὸς ἡδυπαθείας τιμῶντες διαβέβληνται εἰκό‐ τως, ὡς ἂν ἐχθροὶ τοῦ σωτηρίου τυγχάνοντες λόγου.
Ἀλλ’ οὗτοι μὲν τοιοῦτοι· τὸ δ’ ἕτερον τάγμα τῶν806 in vol. 23

23

.

808

τὴν βασιλείαν τοῦ Χριστοῦ γνωριζόντων δῶρα προσ‐ οίσουσιν αὐτῷ, προφητεύεται· δι’ ὃ λέλεκται ἑξῆς· «Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι, βα‐ σιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι.» Καὶ ἐν
5τούτοις δὲ ὁ λόγος, διελὼν εἰς δύο μέρη τὴν οἰκου‐ μένην, τὸ μὲν ἀφορίζει ἐπὶ τὸ πρὸς δυσμαῖς ἡλίου κλίμα, ὃ δὴ πρῶτον παρίστησιν εἰπών· «Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι·» δι’ ὧν τὴν πρὸς δυσμαῖς σημαίνει θάλασσαν καὶ τὰς ἐν ταύτῃ
10νήσους. Οὕτως οὖν ποτε καὶ Ἰωνᾶς ὁ προφήτης ἀν‐ έστη φυγεῖν εἰς Θαρσεῖς καὶ κατέβη εἰς Ἰόππην, καὶ ἀνέβη εἰς πλοῖον τοῦ φυγεῖν εἰς Θαρσεῖς, ἥν φασιν εἶναι τὴν Θαρσόν. Ἐν δὲ τῷ Ἐζεκιὴλ τοῦ Θαρσεῖς ὀνόματος φερομένου, οἱ Ἑβδομήκοντα Καρχηδόνα
15ἡρμήνευσαν. Τὸ δὲ ἕτερον κλίμα τὸ πρὸς ἀνατολὰς ἡλίου δηλοῦται διὰ τοῦ, «Βασιλεῖς Ἀράβων καὶ Σαβά.» Τό τε γὰρ τῶν Ἀράβων γένος ἀνατολικὸν τυγχάνει, ἐπέκεινα δὲ αὐτοῦ τὰ Περσικὰ μέρη, καὶ ἡ τῶν Σαβαϊτῶν χώρα εἶναι λέγεται. Ἀντὶ δὲ τοῦ,
20«Βασιλεῖς Ἀράβων καὶ Σαβὰ,» ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος, ἥ τε Ἑβραϊκὴ γραφὴ συντόνως τούτοις, «Βασιλεῖς Σαβὰ καὶ Σαβὰ» εἰρήκασιν. Ὥστ’ εἶναι ταὐτὸν μὲν ἐκφωνούμενον ὄνομα, διαλλάττειν δὲ τῇ τῶν στοιχείων διαφορᾷ· τὸ μὲν γὰρ πρῶτον Σαβὰ
25διὰ τοῦ καλουμένου παρ’ Ἑβραίοις σὲν, τὸ δὲ δεύτερον διὰ τοῦ σάδη στοιχείου κατὰ τὴν Ἑβραϊ‐ κὴν ἐμφέρεται γραφήν· ἔνθεν καὶ τὰ τῆς ἑρμηνείας αὐτοῖς ἐναλλάττει. Καὶ ὁ Σωτὴρ δὲ τούτου μέμνηται τοῦ ὀνόματος λέγων· «Βασίλισσα Σαβὰ ἀναστήσεται
30ἐν ἡμέρᾳ κρίσεως, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σο‐ φίαν Σολομῶντος·» σαφῶς παριστὰς ὡς ἐν τοῖς πέρασι τῆς γῆς τὸ Σαβὰ ἔθνος τυγχάνει. Ἱστορεῖ δὲ καὶ ἡ τρίτη τῶν Βασιλειῶν περὶ τοῦ αὐτοῦ ἔθνους ταῦτα·
35«Καὶ βασίλισσα Σαβὰ ἤκουσε τὸ ὄνομα Σολομῶντος, καὶ ἦλθε πειράσαι αὐτὸν ἐν αἰνίγμασι. Καὶ ἦλθεν εἰς Ἱε‐ ρουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα. Καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυσὸν πολὺν σφόδρα καὶ λίθον τίμιον.» Κέκλητο δὲ ἡ χώρα καὶ τὸ ἔθνος
40Σαβὰ ἀπὸ προπάτορος τοῦ Σαβὰ, ὃς ἀναγέγραπται υἱὸς γεγονὼς τοῦ Χοῦς. Λέγει δ’ οὖν ἡ Μωϋσέως γραφή· «Υἱοὶ δὲ Χοῦς, Σαβὰ καὶ Εὑίλα, καὶ Σαβάθα.» Χοῦς δὲ ἑρμηνεύεται «ὁ Αἰθίοψ.» Γένος οὖν Αἰθιοπικὸν ἔοικεν εἶναι τὸ Σαβὰ ἔθνος. Καὶ δεύτερον δὲ εἴρηται Σαβὰ,
45περὶ οὗ φησιν ἡ Γραφή· «Υἱοὶ δὲ Ῥεγμὰς, Σαβὰ καὶ Δαδάν.» Εἰκότως τοίνυν ἐν τῷ ψαλμῷ γέγραπται κατὰ τοὺς λοιπούς· «Βασιλεῖς Σαβὰ καὶ Σαβὰ δῶρα προσάξουσι.» Πλὴν ἀλλὰ σημαίνει ἡ προφητεία διὰ τούτων τὰς κατὰ τὸ ἀνατολικὸν κλίμα βασιλείας καὶ

23

.

808

(50)

τὰς πρὸς δυσμὰς ἡλίου δῶρα τῷ θεσπιζομένῳ προσ‐ οίσειν, οὕτω πως σημαινομένων τῶν ὑπὸ τὰς βασιλείας ἐθνῶν. Μήποτε δὲ καὶ βασιλεῖς οἱ τῶν ἐθνῶν προ‐ εστῶτες ἄγγελοι δηλοῦνται ἱερωμένοι τῷ Θεῷ καὶ δῶρα προσάγοντες αὐτῷ τὰς Ἐκκλησίας ὧν καθηγοῦνται
55ἐθνῶν; Δι’ ὃ ἑξῆς προσκυνήσειν αὐτῷ πάντας τοὺς βασιλεῖς θεσπίζει. Οὐ γὰρ μόνον προσοίσειν αὐτῷ τὰ
προλεχθέντα δῶρά φησιν, ἀλλὰ καὶ προσκυνήσειν808 in vol. 23

23

.

809

αὐτῷ. Ὃ δὴ καὶ Μωϋσῆς ἐν μεγάλῃ ᾠδῇ ἐδίδασκεν ὡδί πη περὶ Χριστοῦ λέγων· «Εὐφράνθητε, οὐρα‐ νοὶ, ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Οὗτοι δῆτα οἱ βασιλεῖς, ἀφανεῖς καὶ
5ἀόρατοι τῶν ἐθνῶν ἄρχοντες, προσκυνήσαντες τὸν ἑαυτῶν Κύριον, τὰς ὑπ’ αὐτοῖς ψυχὰς δῶρα προσ‐ ῆγον αὐτῷ. Διόπερ τούτοις ἑξῆς συνῆπται τό· «Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.» Σύμφωνον δ’ ἂν εἴη τοῦτο τῷ φήσαντι λόγῳ· «Κύριος εἶπε πρὸς μέ·
10Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ὃ δὴ καὶ πεπεῖσθαι χρὴ πληρωθήσεσθαι, ὅτ’ ἂν τὸ πλή‐ ρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ μάλιστα κατὰ τὴν δευ‐
15τέραν τοῦ Σωτῆρος ἡμῶν θεοφάνειαν. Τότε γοῦν πάντες οἱ βασιλεῖς προσκυνήσουσιν αὐτῷ, καὶ πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ. «Καὶ τοῦτο ἔσται τὸ πάντων τέλος, ὅτ’ ἂν παραδιδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅτ’ ἂν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ πόδας αὐτοῦ, ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.» «Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα
20ᾧ οὐχ ὑπῆρχε βοηθός.» Ἀντὶ τοῦ· «Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου,» ὁ Σύμμαχος· «Ὅτι ἐξελεῖται πένητα οἰμώζοντα.» Οὐ γὰρ ὡς ἤδη γεγενημένα, ἀλλ’ ὡς μέλλοντα ἔσεσθαι ταῦτα θεσπίζει. Ὅρα δὲ ὁσάκις τοῦ πτωχοῦ μνημονεύει, πρῶτον εἰπών· «Κρί‐
25νειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχοὺς ἐν κρίσει·» δεύτερον, «Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων·» καὶ νῦν πάλιν· «Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός·» καὶ αὖθις· «Φείσεται πτωχοῦ καὶ
30πένητος, καὶ ψυχὰς πενήτων σώσει.» Οἶμαι δὲ διὰ τούτων ἁπάντων πτωχοὺς καὶ πένητας καλεῖν τοὺς ἀποστόλους καὶ τοὺς μαθητὰς τοῦ Σωτῆρος ἡμῶν, οἳ, τὴν δι’ αὐτὸν πτωχείαν ἀνειληφότες, τὴν εἰς ἄκρον ἀρετῆς ἐλαύνουσαν κατώρθουν φιλοσοφίαν· δι’ ὃ περὶ
35αὐτῶν Ἡσαΐας μὲν προανεφώνει λέγων· «Εὐαγγε‐ λίσασθαι πτωχοῖς ἀπέσταλκέ με.» Αὐτὸς δὲ ὁ Σω‐ τὴρ, αὐτοῖς προσομιλῶν, ἔλεγε· «Μακάριοι οἱ πτω‐ χοὶ, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Πάντα» οὖν «τὰ ἔθνη δουλεύσουσιν αὐτῷ, ὅτι ἐῤῥύσατο πτω‐
40χὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός.» Τὸ γὰρ, «ὅτι,» παρὰ πᾶσι τοῖς ἑρμηνευταῖς καὶ ἐν αὐτῇ τῇ Ἑβραϊκῇ γραφῇ κείμενον, αἰτιολογικὸν τυγχάνει, διδάσκον ὅπως πάντα τὰ ἔθνη δουλεύσειν ἤμελλε τῷ Σωτῆρι. Τοῦτο γὰρ, φησὶ, γενήσεται,
45«ἐπειδὴ ῥύσεται πτωχὸν ἐκ δυνάστου·» ὡς εἰ σα‐ φέστερον ἔλεγεν· Ὅτι τῶν ἀποστόλων αὐτοῦ τὸ τάγμα, τῶν δι’ αὐτὸν πτωχῶν καὶ πενήτων, ῥύσεται ἀπὸ παν‐ τὸς δυνάστου. Πολλῶν γὰρ δυναστῶν ὁρατῶν τε καὶ ἀφανῶν ἀντικειμένων καὶ ἐπανισταμένων τούτοις αὐ‐

23

.

809

(50)

τοῖς τοῖς πτωχοῖς καὶ τοῖς πένησιν, αὐτὸς, ἀφανεῖ δυ‐ νάμει προασπίζων αὐτῶν, ἐκ πάντων αὐτοὺς ῥύσεται, πρὸς τὸ μὴ κωλυθῆναι τὴν δι’ αὐτῶν ἐπιτελουμένην τοῦ εὐαγγελικοῦ κηρύγματος ὑπηρεσίαν. Καὶ τοῦτο πράξει συνὼν αὐτοῖς, καθ’ ἣν ποιήσεται πρὸς αὐτοὺς
55ἐπαγγελίαν φήσας· «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πά‐ σας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Οὕ‐
τως οὖν καὶ ἐφείσατο πτωχοῦ καὶ πένητος, καὶ ψυ‐810 in vol. 23

23

.

812

χὰς πενήτων ἔσωσε· καὶ ταῦτα πάντα τοῖς αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις παρεῖχεν, ἵν’ εἰς πᾶσαν τὴν γῆν ἐξέλθοι ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τούτων δὲ τῶν πτω‐
5χῶν καὶ τῶν πενήτων ἐκ τόκου καὶ ἐξ ἀδικίας ἐλυ‐ τρώσατο τὰς ψυχὰς, ὅπως μηδενὶ μηδὲν ὀφείλοιεν. Εἰ δὲ καί ποτε δεδανεισμένοι ὤφλησαν, ὥστε ἐνόχους αὐ‐ τοὺς γενέσθαι παλαιῶν ἁμαρτημάτων, ἀλλ’ αὐτὸς, τὸ αἷμα τὸ τίμιον λύτρον ὑπὲρ αὐτῶν δοὺς, ἐλυτρώσατο
10τὰς ψυχὰς αὐτῶν· ὅθεν ὁ θεῖος Ἀπόστολος ἐδίδασκε λέγων· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.» Ἐπειδὴ γὰρ χρεῶσται ἦσαν καὶ ὀφειλέται τῆς Μωϋσέως νομο‐ θεσίας, οὐκ ἐπλήρουν δὲ τὰ γεγραμμένα, εἶθ’ ὑπὸ
15κατάραν ἦσαν, διὰ τὸ μὴ πάντα τὸν νόμον φυλάτ‐ τειν. Γέγραπτο γάρ· «Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.» Εἰκότως ταύτης τῆς ἀρᾶς ἐλευθερώσας αὐτοὺς, ἐκ τόκου καὶ ἐξ ἀδικίας
20ἐλυτροῦτο αὐτοὺς, γινόμενος ὑπὲρ αὐτῶν κατάρα· καὶ τὸ τίμιον αὐτοῦ αἷμα ὑπὲρ αὐτῶν διδοὺς, καὶ οὕτω τιμίους ἑαυτῷ ἀπεργαζόμενος. Διὸ λέλεκται ἑξῆς· «Καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐ‐ τοῦ.» Ὅθεν ἀναγέγραπται εἰρηκὼς πρὸς αὐτούς·
25«Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ καὶ ἀγαλλιᾶσθε, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγ‐ γέγραπται ἐν τοῖς οὐρανοῖς.» Διὰ τί δὲ τὸ ὄνομα αὐ‐ τῶν ἔντιμον ἦν ἐνώπιον αὐτοῦ, ἀλλ’ ἐπειδήπερ αὐτὸς καὶ τῶν ὀνομάτων αὐτοὺς ἠξίου, τὸν μὲν Σίμωνα Πέ‐
30τρον ἀνειπὼν, τὸν δὲ Θωμᾶν Δίδυμον, τούς τε οἱοὺς Ζεβεδαίου Βοανεῖργες, ὅπερ ἑρμηνεύεται υἱοὶ βρον‐ τῆς; Ἀλλὰ καὶ κατὰ τὸ κοινὸν πάντων αὐτῶν ἔντιμον ὄνομα ἦν ἐνώπιον αὐτοῦ. Τοῦτο δὲ ἦν ὅπερ ἐπεση‐ μήνατο ἡ τοῦ Εὐαγγελίου γραφὴ φήσασα· «Τούτους
35τοὺς δώδεκα ἐξελέξατο ὁ Ἰησοῦς, οὓς καὶ ἀποστόλους ὠνόμασεν.» Ἀντὶ δὲ τοῦ, «τὸ ὄνομα αὐτῶν,» τὸ αἷμα αὐτῶν, ἡ Ἑβραϊκὴ γραφὴ περιέχει· οὕτω δὲ καὶ οἱ λοιποὶ ἡρμήνευσαν· ὁ μὲν Ἀκύλας εἰπών· «Καὶ τιμηθήσεται τὸ αἷμα αὐτῶν ἐν ὀφθαλμοῖς αὐτοῦ·»
40ὁ δὲ Σύμμαχος· «Καὶ τίμιον ἔσται τὸ αἷμα αὐτῶν ἐνώπιον αὐτοῦ.» Δι’ ὧν σαφῶς ᾐνίξατο τὸν θάνατον τῶν προλεχθέντων, ὧν ὁ καθεὶς ποικίλον ὑπέμεινε τὸ τοῦ μαρτυρίου τέλος, ἄλλος ἄλλως διὰ τὴν εἰς αὐτὸν μαρτυρίαν τὸν δι’ αἵματος ὑπομείνας ἀγῶνα· ὥστ’
45εἰρῆσθαι περὶ αὐτῶν· «Τίμιος ἐνώπιον Κυρίοι ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.» Τούτῳ γὰρ ὅμοιον τυγχά‐ νει καὶ τὸ μετὰ χεῖρας φάσκον· «Καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ.» «Καὶ ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας, καὶ προσεύξονται περὶ αὐτοῦ διαπαν‐ τός.» Δοκεῖ μοι ἐνταῦθα τὸ, «καὶ ζήσεται,» συνᾴ‐

23

.

812

(50)

δειν τῇ σωτηρίῳ φωνῇ φησάσῃ πρὸς τοὺς αὐτοῦ μα‐ θητάς· «Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέ‐ ρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Ἵνα γὰρ τὴν παραμονὴν καὶ τὴν παρατείνουσαν εἰς ἄπειρον ζωὴν τοῦ προφητευομένου παραστήσῃ, ἐπήγαγε τὸ, «καὶ
55ζήσεται.» Μακρᾶς γὰρ ἔδει ζωῆς εἰς κατόρθωσιν
τῶν εἰρημένων. Εἰ γοῦν ὁ προφητευόμενος κρινεῖ812 in vol. 23

23

.

813

τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχοὺς αὐ‐ τοῦ ἐν κρίσει, καὶ ταπεινοῖ συκοφάντην, καὶ συμπα‐ ραμενεῖ τῷ ἡλίῳ, κατακυριεύσει τε ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς
5οἰκουμένης· εἰκότως μακροβίου ζωῆς ἔδει αὐτῷ. Πῶς τε ὑποταγεῖεν αὐτῷ Αἰθίοπες καὶ βασιλεῖς Θαρ‐ σεῖς καὶ νῆσοι, προσκυνήσουσί τε αὐτῷ πάντες οἱ βα‐ σιλεῖς τῆς γῆς, καὶ πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ; Τούτων γὰρ ἕνεκα πάντων διαρκοῦς αὐτῷ
10ζωῆς ἔδει. Διὸ μετὰ ταῦτα πάντα καλῶς καὶ ἀναγ‐ καίως ἐπενήνεκται τὸ, «καὶ ζήσεται·» τοῦτον δη‐ λουμένης τὸν τρόπον τῆς τοῦ προφητευομένου ἀθα‐ νάτου καὶ αἰωνίου ζωῆς. Ἑξῆς δ’ εἴρηται· «Καὶ δο‐ θήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας.» Ἀντὶ
15δὲ τοῦ, «τῆς Ἀραβίας,» πάλιν ἡ Ἑβραϊκὴ γραφὴ τὸ «Σαβὰ» περιέχει· οἵ τε λοιποὶ ἑρμηνευταὶ τῇ ὁμοίᾳ κέχρηνται τῇ φωνῇ. Τροπικῶς μὲν οὖν εἴποι ἄν τις τὸ χρυσίον τοῦτο σημαίνειν τὸν ἐν ἀνθρώποις καθαρώτατον νοῦν. Καὶ κατὰ ἱστορίαν δὲ ἐπληροῦτο
20τὸ λόγιον, ὅτε οἱ ἐξ ἀνατολῆς μάγοι ἐλθόντες παῖδα ὄντα προσεκύνησαν τὸν Σωτῆρα, προσήνεγκάν τε αὐτῷ χρυσίον καὶ λίβανον καὶ σμύρναν. Μή ποτε δὲ καὶ τὸ, «ζήσεται,» εἰς ἐκεῖνον ἀναφέρεται τὸν χρό‐ νον, καθ’ ὃν Ἡρώδης, ἐπιβουλεύων νηπιάζοντι τῷ
25Ἰησοῦ, «πέμψας ἀνεῖλε πάντας τοὺς περὶ τὴν Βηθ‐ λεὲμ παῖδας ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων.» Τότε γὰρ χρηματισθεὶς ὁ Ἰωσὴφ, παρέλαβε Μαρίαν τὴν γυ‐ ναῖκα αὐτοῦ καὶ τὸ παιδίον, καὶ ἀνεχώρησεν εἰς Αἴ‐
30γυπτον. Διὸ ταῦτα θεσπίζουσα ἡ παροῦσα προφητεία προὔλεγεν, ὅτι «ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας» τοῦ ἀπὸ Σαβά· ὡσεὶ σα‐ φέστερον ἔλεγε «τοῦ ἐκλεκτοῦ.» Ἡ γὰρ Σαβὰ αὕτη καὶ τὸ Σαβαϊτῶν ἔθνος λέγεται εἶναι τῆς Ἀραβίας
35τῆς καλουμένης Εὐδαίμονος· ἐντεῦθέν τε ἱστορεῖται τῷ Σολομῶνι φέρεσθαι μετὰ τῶν ἄλλων καὶ χρυσίον ἐκλεκτόν. Καὶ ἄλλως δὲ αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν ἐν ταῖς ἐκκλησίαις Χριστοῦ μυρία κειμήλια ἀπὸ χρυσίου καθαροῦ εἰς αὐτοῦ τε τιμὴν ἀφιερούμενα.
40Εἰκότως οὖν οὐδὲ τὴν τούτων μνήμην παριδεῖν ἠξίω‐ σεν ὁ λόγος. Ἐπιλέγει δὲ ἑξῆς· «Καὶ προσεύξονται περὶ αὐτοῦ διηνεκῶς, διὰ πάσης ἡμέρας ἕκαστος εὐλογήσει αὐτόν.» Οὐ δεῖ δὲ πολλῶν λόγων εἰς τὸ παραστῆσαι ὅπως πάντες οἱ εἰς τὸν Χριστὸν τοῦ Θεοῦ
45πεπιστευκότες ἀδιαλείπτους ἀναφέρουσιν εὐχὰς «περὶ αὐτοῦ,» ὡς ἂν ἔχοιεν αὐτὸν αἰεὶ συνόντα, καὶ βοηθὸν αὐτοῖς πᾶσι γιγνόμενον. Ὡς δὲ διὰ πάσης ἡμέρας ἕκαστος εὐλογεῖ αὐτὸν, τίς ἂν ἀμφιβάλλοι; Νύκτωρ γοῦν καὶ μεθ’ ἡμέραν πλεῖον τῆς ἀναπνοῆς πᾶσα

23

.

813

(50)

ψυχὴ τῶν εἰς αὐτὸν γνησίως πεπιστευκότων, τὴν προσηγορίαν αὐτοῦ τιμῶσα καὶ σέβουσα εὐλογεῖ αὐ‐ τὸν, πεπεισμένη εἰς ἑαυτὴν ἀντιστρέφειν τὴν εὐλο‐ γίαν, ἀκολούθως λογίῳ εἰς αὐτοῦ πρόσωπον Χριστοῦ φήσαντι· «Οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ κατ‐
55αρώμενοί σε κεκατήρανται.» Ὅθεν καὶ αὔξει ὁση‐ μέραι καὶ πληθύει τὸ Χριστιανῶν γένος, διὰ τὸ μετέ‐
χειν τῆς ἐκ Θεοῦ εὐλογίας, ἧς ἀπολαύει διὰ τὸ ἀδια‐814 in vol. 23

23

.

816

λείπτως τὸν Χριστὸν αὐτοῦ εὐλογεῖν ἀκολούθως τῇ μετὰ χεῖρας γραφῇ φασκούσῃ· «Ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν·» Καὶ τὸ τούτων αἴτιον παρί‐ στησι λέγων· «Ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ’ ἄκρου
5τῶν ὀρέων.» Οὕτω δὲ σημαίνει τὴν Ἐκκλησίαν αὐτοῦ τεθεμελιωμένην καὶ ἐστηριγμένην ἐπὶ τὴν ἀῤῥαγῆ τῆς αὐτοῦ δυνάμεως πέτραν, ἐπηρμένην δὲ καὶ ὑψωμένην, ὡς ἂν ἐπὶ ἄκρα ὀρέων κειμένην, προφητικῶν δηλαδὴ καὶ ἀποστολικῶν λόγων, οἷς ἡ Ἐκκλησία τοῦ Σωτῆρος ἡμῶν ἐποικοδομεῖται. «Ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐ‐ τοῦ, καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς
10γῆς.» Ὅπως ὑπερήρθη τοῦ προφητευομένου Σωτῆ‐ ρος ἡμῶν ὁ καρπὸς ὑπὲρ τὸν Λίβανον νοήσεις τὰ περὶ τοῦ Λιβάνου ἐν προφητείαις λελεγμένα συναγα‐ γών. Εἴρηται δὲ ἐν μὲν τῷ Ἡσαΐᾳ· «Ἰδοὺ δὴ Κύ‐ ριος Σαβαὼθ συνταράσσει τοὺς εὐδόξους μετὰ
15ἰσχύος·» καὶ ἑξῆς· «Ὁ δὲ Λίβανος σὺν τοῖς ὑψη‐ λοῖς πεσεῖται.» Λέλεκται δὲ καὶ ἐν Ζαχαρίᾳ· «Διάν‐ οιξον, ὁ Λίβανος, τὰς πύλας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.» Εἴρηται δὲ καὶ ἐν κηʹ ψαλμῷ· «Συντρίψει τὰς κέδρους τοῦ Λιβάνου, καὶ λεπτυνεῖ
20αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον.» Ἐπιλύεται δὲ ταύτας τὰς φωνὰς ἀσαφεῖς οὔσας ὁ παρὰ τῷ Ἐζεκιὴλ φάσκων λόγος· «Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυ‐ γος, ὁ πλατὺς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἀπέκοψε τὰ
25ἁπαλὰ τῆς κέδρου·» οἷς ἑξῆς ἐπιλέγεται· «Ὅτε ἂν ἔλθῃ ὁ βασιλεὺς Βαβυλῶνος καὶ εἰσέλθῃ εἰς Ἱερουσα‐ λὴμ, καὶ λήψεται τοὺς ἄρχοντας.» Σαφῶς γὰρ διὰ τούτων ἡ προφητεία τὸν μὲν ἀετὸν τὸν μέγαν τὸν μεγαλοπτέρυγον τὸν βασιλέα τῶν Βαβυλωνίων ἡρμή‐
30νευσε, τὸν δὲ Λίβανον τὴν Ἱερουσαλήμ. Ἐφαρμόσεις δὲ καὶ τὰ παρὰ τοῖς λοιποῖς προφήταις ὥσπερ Λιβά‐ νου λελεγμένα τῇ Ἱερουσαλήμ. Ἀλλ’ οὐδὲ τῶν ἐκ περιτομῆς τις ἀμφιβάλλοι ἂν μὴ οὐχὶ περὶ τῆς Ἱε‐ ρουσαλὴμ αἰνίττεσθαι ὁμολογεῖν τὰ περὶ Λιβάνου λε‐
35λεγμένα. «Ὑπεραρθήσεται» τοίνυν, τὸ παρὸν λό‐ γιόν φησιν, «ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ,» δηλαδὴ τοῦ προφητευομένου Σωτῆρος. Καρπὸς δὲ αὐτοῦ τίς ἂν γένοιτο ἢ Ἐκκλησία αὐτοῦ ἡ καθ’ ὅλης τῆς οἰκουμένης ἐστηριγμένη, περὶ ἧς ἐλέγετο·
40«Ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ’ ἄκρον τῶν ὀρέων;» Αὕτη τοίνυν ὑπεραρθήσεσθαι ὑπὲρ τὸν Λίβανον προ‐ φητεύεται· εἰ γὰρ καὶ ἔδοξέ ποτε ὁ δηλωθεὶς Λίβα‐ νος, λέγω δὲ ἡ Ἱερουσαλὴμ, δοξάζεσθαι καὶ ἀνθεῖν, ἀλλ’ ὑπερήρθη καὶ πολὺ κάλλιον ἐκείνης ἀσυγκρίτῳ
45ὑπεροχῇ τοῦ Σωτῆρος ἡμῶν ὁ καρπὸς, ἡ καθ’ ὅλης δηλαδὴ τῆς οἰκουμένης Ἐκκλησία γέγονε. Τούτοις ἑξῆς τοὺς λαοὺς τοὺς κατὰ πᾶσαν πόλιν συγκροτου‐ μένους καὶ τὰ πολλὰ πλήθη παρίστησι λέγων· «Καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.» Τὸ

23

.

816

(50)

δὲ, «ἐκ πόλεως,» εἴρηται, ἀντὶ τοῦ, καθ’ ἑκάστην πόλιν καὶ κατὰ πάντα τόπον. Ἀλλὰ καὶ ἡ Ἐκκλησία αὐτοῦ πόλις ὠνόμασται τοῦ Θεοῦ διὰ τὴν ἐν αὐτῇ συνισταμένην νόμιμον καὶ εὐαγγελικὴν πολιτείαν. Διὸ λέλεκται· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις
55τοῦ Θεοῦ·» καὶ πάλιν· «Τοῦ ποταμοῦ τὰ ὁρμήματα
εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.» Ἐπεὶ τοίνυν ἡ816 in vol. 23

23

.

817

πόλις τοῦ Θεοῦ, ἀρδευομένη τῷ ἐν αὐτῇ πλημμύ‐ ροντι ποταμῷ, λόγῳ, πολὺ πλῆθος προφέρει τῶν ἐν τῇ Ἐκκλησίᾳ συγκροτουμένων, εἰκότως ἐπιλέλεκται· «Καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.»
5Προηγεῖτο μὲν οὖν τοῦ χόρτου δίκην ἐξανθοῦντος πλή‐ θους ὁ προλελεγμένος καρπὸς αὐτοῦ, πολὺ βελτίων καὶ κρείττων τυγχάνων τοῦ χόρτου τῆς γῆς· διὸ προτέτακται τό· «Ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ·» μετὰ δὲ τὸν καρπὸν τὸν ἐξαίρε‐
10τον, τοὺς ἐν τῇ Ἐκκλησίᾳ δηλαδὴ καρποφοροῦντας, τὰ λοιπὰ πλήθη καταριθμεῖ διὰ τοῦ· «Καὶ ἐξανθή‐ σουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.» Εἶτ’ ἐπὶ τούτοις λέγεται· «Ἔσται τὸ ὄνομα αὐτοῦ εἰς τοὺς αἰῶνας.» Διαμένοντος δὲ καὶ διαιωνίζοντος τοῦ Χρι‐
15στοῦ ὀνόματος, συμπαρεκτείνεσθαι καὶ τὸ Χριστιανῶν ὄνομα ἀκόλουθον ἂν εἴη. Τοῦτο δὲ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως ἦν· διὸ εἴρηται· «Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐ‐ τοῦ.» Καὶ ἀνωτέρω δὲ ἐλέγετο συμπαραμένειν τῷ
20ἡλίῳ καὶ πρὸ τῆς σελήνης εἰς γενεὰς γενεῶν. Ὅτι δὲ ταῦτα οὐ δυνατὸν θνητῇ ἐφαρμόσαι φύσει, φθάσαν‐ τες ἤδη παρεστήσαμεν. Μετὰ ταῦτα δὲ λέλεκται· «Καὶ ἐνευλογηθήσεται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.» Οἷς παραθήσεις τὸν φήσαντα πρὸς τὸν
25Ἀβραὰμ χρησμόν· «Καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς.» Καὶ θέα, ὅπως ἡ πρὸς τὸν Ἀβραὰμ ἐπαγγελία ἐφυλάττετο κατὰ χρόνους ἀνανεουμένη δι’ ἑκάστου προφήτου. Τῷ μὲν γὰρ Ἀβραὰμ πρώτῳ λέλεκτο τό· «Εὐλογηθή‐
30σονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς·» μετὰ δὲ ταῦτα ὁ Ἰακὼβ θεσπίζων περὶ τοῦ Χριστοῦ ἀναγέγραπται εἰρηκώς· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται· καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.» Καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις
35αὖθις εἴρηται διὰ τοῦ Βαλαάμ· «Ἐξελεύσεται ἄν‐ θρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν.» Καὶ Μωϋσῆς δὲ τῶν ἐθνῶν ἐν ᾠδῇ μεγάλῃ μέμνητο λέγων· «Εὐφράνθητε, ἔθνη λαὸς αὐτοῦ· καὶ προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ
40Θεοῦ.» Οὕτως οὖν καὶ ἐνταῦθα τὰ πρὸς τὸν Ἀβραὰμ διὰ τοῦ χρησμοῦ τεθεσπισμένα ἐπαναλαμβάνει τὸ λόγιον διδάσκον οὐκ ἄλλως ἢ διὰ τοῦ Χριστοῦ πληρω‐ θήσεσθαι, φάσκον· «Καὶ εὐλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.» Εἶθ’ ἑξῆς φησι· «Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.» Πῶς δὲ μακαριοῦσιν
45αὐτὸν πάντα τὰ ἔθνη; διὰ τῆς ἐν αὐτοῖς μακαριότητος τὴν ἐξ αὐτοῦ χάριν παριστῶντα. «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὁ ποιῶν θαυ‐ μάσια μόνος.» Εὐλογούμενα τὰ ἔθνη ἐν τῷ προφη‐ τευομένῳ κατὰ τὸ λόγιον τὸ φῆσαν· «Καὶ εὐλογηθή‐ σονται ἐν αὐτῷ πάντα τὰ ἔθνη·» αὔξει τὴν κατὰ

23

.

817

(50)

Θεὸν αὔξησιν, καὶ πληθύει, καὶ τῆς γῆς κατακυριεύει. Διόπερ φησὶν ὁ θεῖος Ἀπόστολος· «Εὐλογητὸς ὁ Θεὸς ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ.» Οὕτω δὲ ἔχοντα, ἀντευλογεῖ τὸν τῆς εὐλογίας αὐτοῖς αἴτιον γεγενημένον. Διὸ πρῶτον μὲν ἐμακάριζον αὐ‐
55τὸν, εἶτα καὶ εὐλογεῖν διδάσκεται διὰ τοῦ λέγειν· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὁ ποιῶν θαυμά‐
σια μόνος.» Ἐπιτήρει δὲ, ὡς ἕκαστον μέρος τῆς818 in vol. 23

23

.

820

βίβλου τῶν Ψαλμῶν εἰς ὅμοιον καταλήγει τέλος. Τοῦ μὲν γὰρ πρώτου μέρους τελευταῖος ἦν ὁ μʹ, οὗ πρὸς τῷ τέλει ἐλέγετο· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο·»
5τοῦ δὲ δευτέρου τελευταῖος ἦν ὁ μετὰ χεῖρας ὁμοίως ἐπὶ τῷ τέλει λέγων· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος. Καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ,» καὶ τὰ ἑξῆς· τοῦ δὲ τρί‐ του μέρους τελευταῖος ὁ πηʹ τυγχάνει, οὗ τέλος·
10«Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο.» Ὁμοίως δὲ καὶ τοῦ τετάρτου μέρους τελευταῖος μὲν ἔστιν ὁ ρεʹ, τέλος δὲ τούτου· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, καὶ ἐρεῖ πᾶς ὁ λαός· Γένοιτο, γένοιτο.» Τὸ δὲ πέμ‐
15πτον μέρος εἰς τὸ «ἀλληλούϊα» καταλήγει, ἐν ᾧ καὶ πᾶσα περιγέγραπται ἡ βίβλος. Πλὴν ὁ παρὼν μετὰ τὴν προεκτεθεῖσαν περὶ τοῦ Χριστοῦ πρόῤῥησιν ἐπι‐ φέρει τό· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ,» καὶ προστίθησι τὸ, «ὁ ποιῶν θαυμάσια μόνος.» Ποῖα δὲ
20θαυμάσια, ἢ τὰ προλεχθέντα ἐν οἷς ἦν τὸ καταβήσε‐ σθαι αὐτὸν ἐπὶ πόκον ὡς ὑετὸν, καὶ τὸ ταπεινῶσαι συκοφάντην, καὶ τὸ συμπαραμενεῖν τῷ ἡλίῳ· καὶ τὸ ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνατελεῖν δικαιοσύνην, καὶ τὸ κατακυριεύσειν αὐτὸν ἀπὸ θαλάσσης ἕως θαλάσ‐
25σης· τοὺς Αἰθίοπας προπίπτειν ἐνώπιον αὐτοῦ· δῶρά τε αὐτῷ προσαχθήσεσθαι ἐξ ἁπάντων τῶν ἐθνῶν· ἀλλὰ καὶ τὸ στήριγμα αὐτὸν ἐν τῇ γῇ γενήσεσθαι, καὶ τὸν καρπὸν αὐτοῦ ὑπὲρ τὸν Λίβανον ἀρθήσεσθαι, καὶ ὅσα ἄλλα τούτοις ἑξῆς κατηρίθμηται; ἐφ’ οἷς
30πᾶσι διδασκόμεθα λέγειν· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος. Καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα.» Ὄνομα δὲ δόξης αὐτοῦ ἡ θεότης αὐτοῦ τυγχάνει· εἰ γὰρ τὸ ὑπὸ τῆς ἁγίας Παρθένου γεγενημένον ὀνόματος ἠξίωται
35τοῦ Ἰησοῦ κατὰ τὸν Γαβριὴλ φήσαντα πρὸς τὸν Ἰω‐ σήφ· «Καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐ‐ τοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ·» ἀκόλουθόν ἐστι τὸ τῆς δόξης αὐτοῦ ὄνομα τὴν περὶ αὐτοῦ νοεῖσθαι θεολογίαν, δι’
40ἧς Θεὸς Λόγος καὶ μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλ‐ πον τοῦ Πατρὸς ἐπινενόηται· ὅθεν ἐπιλέγεται ἑξῆς· «Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ.» Πάλαι μὲν γὰρ ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐ‐ τοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.» Καὶ
45ἐπεὶ μηδὲ Ἰουδαῖοι οἷς τοσαύτας ἐνεδείξατο θαυμα‐ τουργίας παρεδέξαντο τὴν γνῶσιν αὐτοῦ, εἰκότως φησὶ πρὸς Μωϋσῆν· «Ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα·» καὶ ἐπιλέγει· «Ζῇ τὸ ὄνομά μου, ὅτι πληρωθήσεται

23

.

820

(50)

τῆς δόξης μου πᾶσα ἡ γῆ.» Εἰ γὰρ καὶ τὰ μάλιστα οὗτοι, φησὶ, παρωθοῦνται τὴν ἐμὴν δόξαν, ἀλλὰ καιρῷ τινι πληρωθήσεται ἡ οἰκουμένη πᾶσα τῆς ἐμῆς δό‐ ξης. Ὃ δὴ καὶ τὸ παρὸν λόγιον διδάσκει φῆσαν· «Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ.»
55Τοῦτο καὶ Ἡσαΐας παρίστη θεσπίζων τὰ σεραφεὶμ κυκλοῦντα τὸν Κύριον Σαβαὼθ βοῶντά τε καὶ λέ‐
γοντα· «Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ· πλή‐820 in vol. 23

23

.

821

ρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.» Ἀλλὰ ταῦτα μὲν θεϊκῇ προγνώσει ἐθεσπίζετο πάλαι· ἔργοις δὲ ἐπλη‐ ροῦτο πρότερον ἢ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰη‐ σοῦν τὸν Χριστὸν τῷ τῶν ἀνθρώπων ἐπιλάμψαι γέ‐
5νει· ἰδοὺ γὰρ καθ’ ἡμᾶς αὐτοὺς ἀνατέτραπται μὲν πᾶσα δαιμονικὴ πλάνη· πεπλήρωκε δὲ τὴν οἰκουμένην ἅπασαν ἡ Ἐκκλησία Χριστοῦ, τὸν Θεὸν Ἰσραὴλ ἐν πάσῃ τῇ γῇ δοξάζουσα. Καὶ ἐπειδήπερ ταῦτα τὸ Πνεῦμα τὸ ἅγιον προφητικῶς μέλλοντα ἔσεσθαι προ‐
10ανεφώνει, χορὸς ἀγγέλων ὑπακούει συνευχόμενος τῇ τῶν πραγμάτων τελειώσει, πιστούμενός τε αὐτὰ καὶ λέγων· «Γένοιτο, γένοιτο·» ἢ κατὰ τὸν Ἀκύλαν, «πεπιστωμένως, πεπιστωμένως,» ἢ κατὰ τὸν Σύμ‐ μαχον· «Ἀμὴν καὶ ἀμήν·» οἷς ἑξῆς ἐπιλέγεται·
15«Ἐξέλιπον ὕμνοι Δαυῒδ τοῦ υἱοῦ Ἰεσσαί.» Ἀνθ’ οὗ ὁ μὲν Σύμμαχος ἡρμήνευσεν· «Ἐπετελέσθησαν προσευχαὶ Δαυῒδ υἱοῦ Ἰεσσαί·» ὁ δὲ Θεοδοτίων καὶ ἡ πέμπτη ἔκδοσις· «Ἀνεκεφαλαιώθησαν προσευχαὶ Δαυῒδ υἱοῦ Ἰεσσαί.» Οἱ μὲν οὖν ἄπειροι τῆς ἀκρι‐
20βείας τοῦ ἀναγνώσματος οὐχ ὡς μέρος τοῦ ὅλου ψαλ‐ μοῦ ἐξειλήφασι τὸ, «Ἐξέλιπον ὕμνοι Δαυῒδ υἱοῦ Ἰεσσαί·» ἀλλ’ ὡς ἔξωθεν τῆς προφητείας παραγε‐ γραμμένον ἀνέγνωσαν. Αἱ δὲ λοιπαὶ ἑρμηνεῖαι καὶ ἡ Ἑβραϊκὴ γραφὴ σαφῶς παρίστησιν, ὅτι καὶ ταῦτα
25μέρος τυγχάνει τοῦ ὅλου ψαλμοῦ. Ἐπειδὴ γὰρ Δαυῒδ ὁ βασιλεὺς ἐν προσευχαῖς ἐτίθετο ἀεὶ ἐπιλάμψαι τοῦ Σωτῆρος τὴν ἐκ σπέρματος αὐτοῦ προφωνουμένην γένεσιν· ταύτης δὲ εἰς ἔργα χωρούσης, ἔμελλε συμ‐ πληροῦσθαι πάντα τὰ προπεφητευμένα· εἰκότως μετὰ
30τὸ συμπέρασμα τῶν προλελεγμένων ἐπιλέγεται, ὡς ἄρα ἐπετελέσθησαν καὶ συνεπληρώθησαν διὰ τῶν προλελεγμένων αἱ τοῦ Δαυῒδ προσευχαί. Δύναται δὲ τὸ, «ἐπετελέσθησαν ἢ ἐξέλιπον,» προφητικῶς λέ‐ γεσθαι εἰς μέλλοντα χρόνον· τῶν γὰρ προκατηριθμη‐
35μένων ἕκαστον γενήσεται ἐπὰν καὶ ἐπιτελεσθῶσι καὶ συμπληρωθῶσιν αἱ προσευχαὶ Δαυῒδ τοῦ υἱοῦ Ἰεσ‐ σαί. Εὐκαιρότατα δὲ διὰ τὸν προφητευόμενον Χριστὸν τοῦ Θεοῦ ἐμνημόνευσεν οὐχ ἁπλῶς «τοῦ Δαυῒδ,» ἀλλὰ μετὰ προσθήκης «τοῦ υἱοῦ Ἰεσσαί·» ἵνα συν‐
40άψωμεν τῇ παρούσῃ γραφῇ τὴν Ἡσαΐου προφητείαν, δι’ ἧς τὰ ὅμοια περὶ τοῦ Χριστοῦ θεσπίζεται ἐν οἷς εἴρηται· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσ‐ σαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται· καὶ ἐπανα‐ παύσεται ἐπ’ αὐτὸν τὸ Πνεῦμα τοῦ Θεοῦ,» καὶ τὰ
45ἑξῆς· οἷς ἐπιλέγεται· «Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλ‐ πιοῦσιν.» Ὁρᾷς γὰρ ὅπως καὶ ἐνταῦθα διὰ τῆς ῥί‐ ζης Ἰεσσαὶ ἡ κλῆσις τῶν ἐθνῶν ἀναφωνεῖται· ὥστε μὴ μάτην μηδὲ τὴν προσθήκην τὴν «τοῦ υἱοῦ Ἰεσ‐

23

.

821

(50)

σαὶ» ἐν τῇ προκειμένῃ φέρεσθαι προφητείᾳ, Κατὰ καιρὸν δὲ ἐνταῦθα, Χριστοῦ βασιλείας καὶ κλήσεως ἐθνῶν εὐαγγελισθείσης, τὸ δεύτερον μέρος τῆς βίβλου τῶν Ψαλμῶν περιγράφεται, ἀρξάμενον μὲν ἀπὸ πρώτου καὶ τεσσαρακοστοῦ, καταλῆξαν δὲ εἰς τὸν μετὰ χεῖρας. ΤΩΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΩΝ ΤΟΥ ΑΣΑΦ ΨΑΛΜΩΝ ΑΙ ΠΕΡΙΟΧΑΙ.
55Αʹ.
Οἱ τοῦ Ἀσὰφ ἐπιγεγραμμένοι εἰσὶ μὲν τὸν ἀριθμὸν822 in vol. 23

23

.

824

ιβʹ, τούτων δὲ εἷς ἀπεσχοίνισται τῆς τῶν προκειμέ‐ νων ιαʹ συναφείας, κατατέτακται δὲ πρὸ τοῦ νʹ ψαλ‐ μοῦ. Ὁ γοῦν μθʹ ἐπιγέγραπται τοῦ Ἀσάφ· τὴν δὲ ὑποπεσοῦσαν ἡμῖν αἰτίαν τοὺς τόπους διηγούμενοι
5παρεθήκαμεν. Εἰσάγει δὲ ὁ μετὰ χεῖρας πρῶτος ὢν τοῦ Ἀσὰφ, τὸν προφήτην ὑπερθαυμάζοντα τὸ μακρό‐ θυμον τοῦ παναγάθου Θεοῦ, καὶ τὴν ἐπὶ τοῖς ἀσεβέ‐ σιν ἀνεξικακίαν αὐτοῦ, τήν τε ἐνδιδομένην συγχώρη‐ σιν τοῖς ἁμαρτάνουσιν· ἣν ὑπερεκπληττόμενος, ἑαυ‐
10τοῦ κατηγορεῖ ὡς ὀλιγοψυχοῦντος καὶ μικροῦ δεῖν σα‐ λευθέντος, καὶ τῆς ψυχῆς τὰς βάσεις περιτραπέντος, δι’ ἃς ἑώρα τῶν ἀσεβῶν καὶ ἀθέων ἀνδρῶν εὐπραγίας. Πλὴν ἀποδυσπετήσας ἐν τοῖς πρώτοις, προϊὼν τὴν καταστροφὴν αὐτῶν θεσπίζει λέγων· Κατέβαλες αὐ‐
15τοὺς ἐν τῷ ἐπαρθῆναι. Πῶς ἐγένοντο εἰς ἐρήμω‐ σιν ἐξάπινα; Ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀβου‐ λίαν αὐτῶν, καὶ τὰ τούτοις ἀκόλουθα.
19Βʹ.
20 Ὁ δεύτερος ἐπὶ ποίαις περιστάσεσιν τὰ ἐν τῷ πρώ‐ τῳ λέλεκτο διδάσκει, ἀποδυρόμενος τῆς Ἱερουσαλὴμ τὴν ἐσχάτην πολιορκίαν, ἣν πέπονθεν ἐπὶ τῶν Ῥω‐ μαϊκῶν χρόνων, σημαίνων τε τὴν ἐπανάστασιν τῶν τὸν τόπον πολιορκησάντων· ὃ δὴ παρίστησι φήσας·
25Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Οἷς ἑξῆς ἐπιλέγει· Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι καὶ λαξευτηρίῳ κα‐ τέῤῥαξαν αὐτήν. Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστή‐
30ριόν σου· οἷς αὖθις ἐπιλέγει· Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν· οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι· τῷ γὰρ φάσκειν μηκέτι προφήτας γε‐ γονέναι κατὰ τὴν δηλουμένην πολιορκίαν σημεῖον ἦν τῆς ὑστάτης αὐτῶν ἀποπτώσεως. Ἕπεται δὲ ταῦτα
35σφόδρα ἀκολούθως ταῖς διὰ τῶν ἔμπροσθεν περὶ τοῦ Χριστοῦ λεχθείσαις προῤῥήσεσιν. Ἐπειδὴ γὰρ ἐλθόν‐ τα αὐτὸν μὴ παρεδέξαντο, ἀναγκαίως τὴν ἐπελθοῦσαν αὐτοῖς ὀργὴν μετὰ τὰ κατ’ αὐτοῦ τολμηθέντα αὐτοῖς θεσπίζει.
40Γʹ. Ὁ τρίτος τοῦ Ἀσὰφ εἰς τὸ τέλος παραπέμπει τὸν τοῖς προτέροις ἐντετυχηκότα, καὶ παραινεῖ μὴ δια‐ φθεῖραι. Ἐπιγράφει τε πρὸς τούτοις, ὅτι καὶ ψαλμὸς εἴη καὶ ᾠδή· ἐπειδὴ περιέχει εὐχαριστίαν τῶν εἰς
45τὸν Χριστὸν πεπιστευκότων. Καὶ τὴν τοῦ Θεοῦ δι‐ καιοκρισίαν παρίστησι διδάσκων ὅπως ἔστησεν ἡμέ‐ ραν κρίσεως, ἐν ᾗ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Καὶ οὔτε οἱ κατὰ τὸν παρόντα βίον κακούμε‐ νοι τῆς παρὰ τῷ Θεῷ μελλούσης ἐλπίδος ἀποπεσοῦν‐

23

.

824

(50)

ται, οὔθ’ οἱ κατὰ τὸν ἐνεστῶτα καιρὸν ἐπαρθέντες καὶ καταλαζονευσάμενοι τοῦ Χριστοῦ ἀτιμώρητον ἕξουσι τὸν μετὰ ταῦτα βίον. Διὸ ἐκ προσώπου μὲν τῶν τοῦ Σωτῆρος ἡμῶν ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγε‐ λιστῶν ἀναφωνεῖ τό· Ἐξομολογησόμεθά σοι, ὁ
55Θεὸς, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου· περὶ δὲ824 in vol. 23

23

.

825

τῶν τὰ κατὰ τοῦ Σωτῆρος ἡ μῶν τολμησάντων προΐων ἐπάγει τό· Εἶπα τοῖς παρανομοῦσι· Μὴ παρανο‐ μεῖτε, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε κέρας. Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε
5κατὰ τοῦ Θεοῦ ἀδικίαν. Εἶθ’ ἑξῆς ἐξ αὐτοῦ προσ‐ ώπου τοῦ Χριστοῦ ἐπιφέρει τό· Ἐγὼ δὲ ἀπαγγελῶ εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ. Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθή‐ σεται τὰ κέρατα τοῦ δικαίου.
10Δʹ. Καὶ ὁ παρὼν ψαλμὸς λέλεκται Ἐν ὕμνοις· οὐ μό‐ νον ἀλλὰ καὶ ᾠδὴ τυγχάνει ἀναπέμπουσα εἰς τὸ τέ‐ λος. Διαγράφει δὲ τῶν μὲν ἀποστόλων τοῦ Σωτῆρος καὶ τῆς Ἐκκλησίας αὐτοῦ τὴν ἀσφάλειαν, αὐτοῦ δὲ
15τὴν ἐν εἰρήνῃ μονὴν καὶ στάσιν, καὶ τὴν ἐπὶ τῆς Ἰου‐ δαίας παρουσίαν· καὶ ὡς ἡ ἀληθινὴ αὐτοῦ πόλις, καὶ τὸ Σιὼν ὄρος τὸ ἀληθινὸν αὐτοῦ οἰκητήριον πάντοτε εἰρηνεύεται, οὐδὲ πώποτε ἐχθροῖς ὑποχείριον γιγνό‐ μενον. Ὃ δὴ σημαίνει λέγων· Γνωστὸς ἐν τῇ Ἰου‐
20δαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἐγενήθη εἰρήνη ὁ τόπος αὐτοῦ καὶ τὸ κατοικητή‐ ριον αὐτοῦ ἐν Σιών. Εἶθ’ ἑξῆς τῶν ἐχθρῶν αὐτοῦ καὶ τῶν τῆς Ἐκκλησίας αὐτοῦ πολεμίων τὴν πτῶσιν παρ‐ ίστησιν ὧδε φάσκων· Ἐκεῖ συνέτριψε τὰ κράτη
25τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον· καὶ πάλιν· Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ. Ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν. Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακὼβ, ἐνύ‐
30σταξαν πάντες οἱ ἐπιβεβηκότες τοὺς ἵππους· οἷς ἐπισυνάπτει τὴν ἔνδοξον τοῦ Σωτῆρος παρουσίαν λέ‐ γων· Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν, γῆ ἐφο‐ βήθη καὶ ἡσύχασεν ἐν τῷ καταστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς βασιλεῖς τῆς γῆς.
35Εʹ. Καὶ ὁ μετὰ χεῖρας τοῦ μὲν Ἀσὰφ τυγχάνει, ὑπο‐ γράφει δὲ, Ὑπὲρ Ἰδιθούμ· περὶ οὗ προδιειλήφαμεν διὰ τῶν ἔμπροσθεν. Ἔοικεν δὲ ὑπὲρ τοῦ Ἰδιθοὺμ συν‐ τάττειν τοὺς λόγους, πολλὰ ὡς εἰκότως ἐφ’ οἷς ἀκή‐
40κοεν περὶ τοῦ λαοῦ καταστενάζοντος, λειποθυμοῦντός τε ἤδη καὶ μικροῦ δεῖν καὶ ἑαυτὸν ἀπογινώσκοντος διὰ τὰς τοῦ λαοῦ παρανομίας καὶ τὰ συμβησόμενα δι’ αὐτὰς τῷ παντὶ ἔθνει. Δι’ ὃ ἐν ἀρχῇ μὲν ὡς ἐκ προσώπου αὐτοῦ τίθησι τὸ, Φωνῇ μου πρὸς τὸν
45Θεὸν ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι· εἶθ’ ἑξῆς τὴν γενομένην αὐτῷ ἀθυ‐ μίαν ὑποφαίνει λέγων· Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου, ἠδολέσχησε καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. Ἐταράχθην καὶ οὐκ ἐλάλησα. Καὶ

23

.

825

(50)

ἐπιλέγει· Νύκτωρ μετὰ τῆς καρδίας μου ἠδολέ‐ σχουν καὶ ἔσκαλλον τὸ πνεῦμά μου. Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀπο‐ κρύψει ἀπὸ γενεᾶς εἰς γενεάν; ἢ ἐπιλήσεται τοῦ
55οἰκτειρῆσαι ὁ Θεὸς, ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; Ταῦτ’ ἦν τὰ λυπήσαντα
τὴν τοῦ Ἰδιθοὺμ ψυχήν. Δι’ ὃ καλῶς ὠλιγοψυχηκέναι826 in vol. 23

23

.

828

ὡμολόγει. Ἀλλὰ τὸ θεῖον Πνεῦμα διὰ τοῦ προφήτου Ἀσὰφ ἑξῆς τὰ λυπηρὰ θεραπεύει ἐν οἷς φησι· Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν
5σου, ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ· καὶ αὖθις· Εἴδο‐ σάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, ἐταράχθησαν αἱ ἄβυσσοι· πλῆθος ἤχους ὕδατος· καὶ ἐπισφραγίζεται λέγων· Ὡδή‐
10γησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωϋσῆ καὶ Ἀαρών. Ἀναγκαίως δὲ τούτων ὁ Ἀσὰφ ὑπέμνησε τὸν Ἰδιθοὺμ, ὡς ἂν μηκέτι λέγοι· Ἠδολέσχησε καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου· πιστεύων δὲ τοῖς πάλαι ἐπὶ Μωϋσέως τοῦ Θεοῦ παραδόξοις ἔργοις, δι’ ὧν ἐλυτρώσατο τὸν λαὸν, τὰ ὅμοια καὶ εἰς τὸν
15ἐπιόντα χρόνον ἐλπίζοι γενήσεσθαι. ϛʹ. Ὁ ἕκτος οὐκέτι ψαλμὸς οὐδὲ ᾠδὴ οὐδὲ ὕμνος, οὐδὲ ἀναπέμπει εἰς τὸ τέλος. Ὅθεν οὐδὲν τούτων ἐπιγέγρα‐ πται· διεγείρει δὲ ἡμᾶς εἰς σύνεσιν τῶν ἐμφερομέ‐
20νων. Διὰ τί δὲ μηδὲν τῶν προειρημένων ἡ προγραφὴ περιέχει, ἀλλ’ ἐπειδήπερ ὁ πᾶς λόγος τοῦ Ἰουδαίων ἔθνους κατηγορεῖ, καταριθμούμενος αὐτῶν τὰ πάλαι ἀσεβήματα; Τοῦτο δὲ πράττει ὁ προφήτης εἰς ἀπο‐ λογίαν τῆς τοῦ Θεοῦ δικαιοκρισίας· μέλλων γὰρ θε‐
25σπίζειν τὰ συμβησόμενα τῷ ἔθνει πρὸ τῆς τοῦ Σωτῆ‐ ρος παρουσίας, ἀναγκαίως διδάσκει, ὅτι μὴ ἐπὶ μι‐ κροῖς ἀσεβήμασι ταῦτα πείσονται. Διόπερ καταρι‐ θμεῖται ὁσάκις ἥμαρτε καὶ ὁσάκις ἤνεγκεν αὐτοὺς ἡ τοῦ Θεοῦ μακροθυμία, καὶ ὡς ὕστερον πληρώσαντας αὐ‐
30τοὺς τὸ μέτρον τῶν ἀσεβημάτων δικαιότατα μετῆλθεν ἡ ἐκ Θεοῦ ὀργή. Ἵν’ οὖν ταῦτα γνῶμεν, ἀναγκαίως ἐπιγράφει, Συνέσεως τῷ Ἀσὰφ, καὶ προϊὼν ἑξῆς ἀνακεφαλαιοῦται αὐτῶν πάσας τὰς παρανομίας.
35Ζʹ. Ἐπιτεμόμενος τὸ πλῆθος τῶν ἀσεβημάτων τοῦ Ἰουδαίων ἔθνους, καὶ ὥσπερ ἐν στήλῃ τὰς κατ’ αὐ‐ τῶν κατηγορίας ἐντυπώσας, ἀκολούθως διὰ τῶν προ‐ κειμένων τὴν γενομένην κατ’ αὐτῶν ἐπανάστασιν κα‐
40τὰ τοὺς χρόνους Ἀντιόχου τοῦ τῆς Συρίας βασιλέως θεσπίζει. Ὁ ἐπελθὼν τοῖς Ἱεροσολύμοις, οὐ καθαιρεῖ μὲν, βεβηλοῖ δὲ τὸ ἱερὸν, εἰδωλολατρεῖν ἐπαναγκάσας τὸ ἔθνος. Τούτων δὲ τὴν ἱστορίαν ἡ τῶν ἐπιγεγραμ‐ μένων Μακκαβαίων βίβλος περιέχει· ἐν ᾗ καὶ τὰ
45πλήθη τῶν ἀνῃρημένων, οἵ τε τρόποι τῶν ὑπὸ εὐσε‐ βείας μεμαρτυρηκότων παρ’ αὐτοῖς ἀνεγράφησαν. Διὸ τὸ προφητικὸν Πνεῦμα ἔντευξιν ὑπὲρ τοῦ παντὸς ἀναπέμπει λαοῦ φάσκον· Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν

23

.

828

(50)

ἅγιόν σου, ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλά‐ κιον. Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώ‐ ματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. Ταῦτα γὰρ ἦν σεμνολογήματα τοῦ ἔθνους· διὸ σὺν παῤῥησίᾳ πολλῇ
55λέλεκτο. Ἀλλ’ οὐ τοιαῦτα ἦν τὰ ἐν τῷ γʹ καὶ οʹ, δι’ οὗ ἐλέγετο· Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠρ‐
γίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Ἐν828 in vol. 23

23

.

829

ἐκείνοις γὰρ τὴν εἰς τέλος ἀποβολὴν τοῦ ἔθνους ἐδή‐ λου, καὶ τὴν ἐσχάτην τῆς Ἱερουσαλὴμ ἀπόπτωσιν. Καὶ ἐν ἐκείνῳ μὲν οὐκ ἐμφέρεται χρηστὸν τέλος οὐ‐ δὲ ἐπαγγελία τις θεραπεύουσα τὰ λελεγμένα· ἐν δὲ
5τῷ παρόντι μετὰ τὰ σκυθρωπὰ ἐπισυνάπτει τῷ τέλει τοῦ παντὸς λόγου· Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν, τὸν ὀνει‐ δισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, Κύριε. Ἡμεῖς δὲ, λαός σου καὶ πρόβατα νομῆς σου, ἀνθομολογη‐
10σόμεθά σοι εἰς τὸν αἰῶνα. Εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου. Αὗται γὰρ σαφῶς δικαίων τυγχάνουσι φωναί. Ηʹ. Ἡ ὀγδόη προφητεία τοῦ Ἀσὰφ πολλὰ σημαίνει κατὰ τὸ αὐτὸ διὰ τῆς προγραφῆς· ἔστι γὰρ, εἰς τὸ
15τέλος, καὶ, ὑπὲρ τῶν ἀλλοιωθησομένων, καὶ, ψαλμός· πρὸς τούτοις ἅπασιν ἐπιτετήρηται ὡς καὶ μαρτύριον εἴη μόνος οὗτος τῶν ἐν πάσῃ τῇ βίβλῳ φερομένων οὕτως ἐπιγεγραμμένος. Εἰς μὲν οὖν τὸ τέλος ἀναπέμπει διὰ τὸ θεσπίζειν τὸ μέλλον· ὑπὲρ
20δὲ τῶν ἀλλοιωθησομένων, διὰ τὴν μεταβολὴν τῶν διὰ τῆς προφητείας δηλουμένων· μαρτύριον δὲ εἴρηται διὰ τὸ μαρτύρεσθαι περὶ τοῦ ἐν αὐτῷ προαναφωνουμένου ἀνδρὸς καὶ τοῦ καλουμένου Υἱοῦ ἀνθρώπου. Υἱὸν γάρ τινα ἀνθρώπου εἰσάγει καὶ
25ἄνδρα δεξιᾶς τοῦ Θεοῦ τοῦτον ὀνομάζει. Πρῶτον μὲν οὖν τοῦ Ἰουδαίων ἔθνους τὴν ἀπὸ Αἰγύπτου πορείαν καὶ τὴν ἐπὶ τῆς Παλαιστινῶν γῆς οἴκησιν παρίστη‐ σιν ἐν ἀλληγορίας τρόπῳ φάσκων· Ἄμπελον ἐξ Αἰ‐ γύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευ‐
30σας αὐτὴν, καὶ τὰ τούτοις ἀκόλουθα· εἶτα δηλοῖ τὴν ἐσομένην ἐρημίαν αὐτῶν φάσκων· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; Καὶ περὶ τῶν πο‐ λιορκησάντων δὲ διδάσκει λέγων· Ἐλυμῄνατο αὐ‐
35τὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμή‐ σατο αὐτήν. Δι’ ὧν δύο πολιορκητὰς ἔσεσθαι τοῦ ἔθνους σημαίνει· ὃ δὴ γέγονε μὲν καὶ κατὰ τοὺς τῶν Βαβυλωνίων χρόνους· πρῶτος γὰρ ὁ Ἀσσύριος ἐπελθὼν τὰς δέκα φυλὰς τοῦ Ἰσραὴλ αἰχμαλώτους
40ἀπήγαγεν· εἶτα μετὰ τοῦτον ὁ Βαβυλώνιος τοὺς ὑπο‐ λοίπους ἐχειρώσατο, τὴν Ἱερουσαλὴμ σὺν τῷ ναῷ πυρπολήσας. Ὃ δὴ θεσπίζει φάσκων ὁ λόγος· Ἐμ‐ πεπυρισμένη ἐν πυρὶ καὶ ἀνεσκαμμένη· γέγονε δὲ καὶ ἐπὶ τῆς Ῥωμαίων βασιλείας, πρῶτον μὲν πο‐
45λιορκήσαντος αὐτοὺς Τίτου τοῦ καὶ τὸ ἱερὸν πυρπο‐ λήσαντος μετὰ τὰ τολμηθέντα αὐτοῖς κατὰ τοῦ Σω‐ τῆρος ἡμῶν· ἔπειτα Ἀδριανοῦ τοῦ τὴν πόλιν αὐτὴν ἄβατον Ἰουδαίοις εἶναι νομοθετήσαντος. Ἀλλ’ ἐπειδὴ ταῦτα περὶ τῆς πολιορκίας ἐθέσπισε τοῦ ἔθνους,

23

.

829

(50)

προϊὼν περὶ τῆς σωτηρίου θεοφανείας εὐχὴν ἀνα‐ πέμπει λέγων· Γενηθήτω ἡ χείρ σου ἐπ’ ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ Υἱὸν ἀνθρώπου ὃν ἐκραταίω‐ σας σεαυτῷ. Παρακαλεῖ δὲ ἐν τούτοις τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ Θεοῦ ὀφθῆναι ἐπὶ γῆς. Δι’ αὐτοῦ γὰρ,
55φησὶν, ἡμεῖς οἱ παραδεξάμενοι αὐτὸν οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ἀλλὰ καὶ ζωώσεις ἡμᾶς δι’ αὐτοῦ· δι’ ὃ καὶ ἱκετεύομεν λέγοντες· Κύριε τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν
σου, διὰ τοῦ δηλωθέντος ἀνδρὸς, καὶ σωθησόμεθα.830 in vol. 23

23

.

832

Θʹ. Σφόδρα ἀκολούθως τοῖς προλεχθεῖσιν ἡ μετὰ χεῖ‐ ρας προφητεία ὑπὲρ τῶν ληνῶν προγέγραπται, καὶ εἰς τὸ τέλος ἀναπέμπει. Ληνοὺς δὲ διὰ τούτων ὀνομά‐
5ζει τὰς καθ’ ὅλης τῆς οἰκουμένης Ἐκκλησίας τοῦ Θεοῦ, ἐν οἷς ὁ τρυγητὸς τῆς ἁγίας ἀμπέλου συνῆκται. Παραδόξως δὲ προγέγραπται, ὑπὲρ τῶν ληνῶν, μετὰ τὸν ἀφανισμὸν τῆς προτέρας ἀμπέλου. Ἐκεί‐ νης γὰρ λυμανθείσης ὑπὸ τοῦ ἀγρίου συὸς, τοῦ
10τε φραγμοῦ αὐτῆς καθαιρεθέντος, ἐνταῦθα πολλῶν ληνῶν καὶ οὐκέτι μιᾶς ὁ λόγος μνημονεύει. Ληνὸν δὲ μίαν τὴν πρώτην ἐδήλου καὶ ὁ Ἡσαΐας λέγων· Καὶ ᾠκοδόμησα πύργον, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, δηλαδὴ τῷ ἀμπελῶνι. Ἀλλ’ ἐπεὶ τὴν πτῶσιν
15ἐδήλου τοῦ προτέρου πύργου, καὶ τὸν ἀφανισμὸν τοῦ προληνίου, τήν τε τοῦ παντὸς ἀμπελῶνος ἐρημίαν ἐν ἐκείνοις· εἰκότως διὰ τοῦ παρόντος τῶν ἐθνῶν ἁπάντων τὴν κλῆσιν εὐαγγελίζεται, ὑπὲρ τῶν λη‐ νῶν ἐπιγράψας τὴν προφητείαν. Διὸ ἐπὶ χαρὰν καὶ
20εὐφροσύνην προκαλεῖται τοὺς εὐαγγελιζομένους φά‐ σκων· Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν· ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Λάβετε ψαλμὸν, καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθά‐ ρας. Ταῦτα μὲν οὖν τοῖς ἀξίοις τοῦ Εὐαγγελίου, τοῖς
25τὰς ληνοὺς ἀπὸ τῶν οἰκείων καρπῶν πληροῦσι. Περὶ δὲ τοῦ Ἰουδαίων ἔθνους σαφῶς ἐπιλέγει· Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῆς καρδίας αὐτῶν. Πολλῆς δὲ
30ἔχεται ἀκολουθίας ταῦτα πρὸς τὴν ἔμπροσθεν προφη‐ τείαν. Ὡς γὰρ ἐκεῖ τῆς ἀμπέλου τὸν ἀφανισμὸν ἐδή‐ λου, οὕτω καὶ ἐνταῦθα τῶν αὐτῶν τὸ ἀπειθὲς καὶ ἀνήκοον ἐλέγχει· καὶ ὡς ἐν ἐκείνῳ ἄνδρα δεξιᾶς τοῦ Θεοῦ εἰσήγαγε, καὶ Υἱὸν ἀνθρώπου κεκραταιωμένον,
35οὕτω διὰ τῶν προκειμένων τὴν ὑπὲρ τῶν ληνῶν συνῆψε προφητείαν, δηλαδὴ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ ἃς ὁ Υἱὸς τοῦ ἀνθρώπου συνεστήσατο. Ιʹ. Θεοὺς εἰσάγει καὶ Θεὸν ἐν μέσῳ θεῶν διακρίνοντα
40τοὺς ὠνομασμένους θεοὺς ἐν τούτοις ὁ Ἀσὰφ ἀναγ‐ καίως· ἐπειδὴ γὰρ διὰ τῶν ἔμπροσθεν τοῦ παντὸς Ἰουδαίων ἔθνους κατηγόρει, ἀκολούθως ἐπὶ τοῦ παρόντος τοὺς παρ’ αὐτοῖς ἄρχοντας ἰδίως ἐλέγχει. Εἶτ’ ἐπειδὴ τὸν Χριστὸν τοῦ Θεοῦ ἐν τῷ πρὸ τούτου
45ἄνδρα ὠνόμασε δεξιᾶς αὐτοῦ καὶ Υἱὸν ἀνθρώπου κε‐ κραταιωμένον, τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν ση‐ μήνας, ἵνα μή τις αὐτὸν ψιλὸν ὑπολάβοι ἄνδρα καὶ τοῖς πολλοῖς ὅμοιον, θεολογεῖ αὐτὸν ἐν τοῖς μετὰ χεῖ‐ ρας φήσας· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν. Καὶ

23

.

832

(50)

ὅπως μὴ ταραχθείη τις εἰς τὸν περὶ μοναρχίας λόγον, Θεὸν ἀκούων τὸν Χριστὸν τοῦ Θεοῦ, εἰκότως καὶ πλείονας θεοὺς ὀνομάζει τοὺς διὰ τῶν ἑξῆς κατηγο‐ ρουμένους, μονονουχὶ παρακελευόμενος μὴ ἀποκνεῖν καὶ τὸν Υἱὸν Θεοῦ Θεὸν ἀποκαλεῖν. Εἰ γὰρ οἱ διαβαλ‐
55λόμενοι τοῦ ἔθνους ἄρχοντες θεοὶ ἠξιώθησαν ὀνομα‐ σθῆναι, ποῖος ἂν γένοιτο κίνδυνος τὸν ἄνδρα τῆς δε‐
ξιᾶς τοῦ Θεοῦ καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου τὸν κεκρα‐832 in vol. 23

23

.

833

ταιωμένον Θεὸν ὁμολογεῖν; Εἶτ’ ἐπὶ τέλει τοῦ παν‐ τὸς ὁ Προφήτης εὐχὴν ἀναπέμπει ὑπὲρ τῆς τῶν ἐθνῶν κλήσεως φάσκων· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς
5ἔθνεσιν. Ἔοικε δὲ τούτῳ ἀκόλουθος εἶναι ὁ μθʹ ψαλ‐ μὸς, ἐν ᾧ καὶ αὐτῷ λέλεκτο· Θεὸς θεῶν Κύριος ἐλάλησε. Καὶ ἐν ἀμφοτέροις δ’ οὖν Θεὸς θεῶν εἰσ‐ ῆκται· καὶ πάλιν ἐν ἀμφοτέροις κρίνων ἀναγέγρα‐ πται. Καὶ ἐν μὲν τῷ παρόντι λέλεκται· Ἀνάστα, ὁ
10Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν· ἐν δὲ τῷ μθʹ σφόδρα τούτοις ἀκολούθως ὅπως ἀναστὰς κρίνει τὴν γῆν ὑπογράφει ὁ λόγος φάσκων· Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι
15δυσμῶν· καὶ ἑξῆς· Ὁ Θεὸς ἐμφανῶς ἥξει, καὶ οὐ παρασιωπήσεται. Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ τὰ ἑξῆς· δι’ ὧν ὅπως μέλλει κρίνειν διεξέρχεται. Καὶ ἐπειδήπερ ἐν τῷ μετὰ χεῖρας λέλεκται· Ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν· εἰκό‐
20τως ἐν τῷ μθʹ τοὺς παρὰ Μωϋσεῖ περὶ θυσιῶν ἀνα‐ τρέπει νόμους, ἕτερον τρόπον παραδιδοὺς λογικῆς θυσίας, τὸν καθ’ ὅλης τῆς οἰκουμένης ἐν πᾶσι τοῖς ἔθνεσιν ἐπιτελούμενον· δι’ ὃ λέλεκται· Ὅτι σὺ κα‐ τακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν.
25ΙΑʹ. Ὁ παρὼν λόγος, τελευταῖος ὢν τοῦ Ἀσὰφ, ἱκετη‐ ρίαν περιέχει καὶ παράκλησιν ὑπὲρ τοῦ λαοῦ σφόδρ’ ἀκολούθως. Ἐπειδὴ γὰρ ἐν τοῖς πρώτοις ἐθέσπισε τὴν ἐσχάτην τοῦ τόπου πολιορκίαν, εἶτ’ ἀναδραμὼν
30τῷ χρόνῳ δευτέραν τὴν ὑπ’ Ἀντιόχου γενομένην ἔτα‐ ξεν, εἶτ’ ἐπὶ ταύτης τρίτης ἐμνημόνευσε τῆς προα‐ γούσης τοῖς χρόνοις, λέγω δὲ τῆς κατὰ τῶν Ἀσσυ‐ ρίων καὶ Βαβυλωνίων ἀρχῆς· ἀκολούθως διὰ τῶν προ‐ κειμένων δέησιν καὶ ἱκετηρίαν ἀναπέμπει ὑπὲρ τῆς
35τοῖς χρόνοις πρώτης πολιορκίας, καθ’ ἣν πάντες οἱ περίοικοι τῆς Ἰουδαίας δεξιὰς τοῖς Ἀσσυρίοις κατ’ αὐτῶν ὤρεξαν. Ὃ δὴ σημαίνει λέγων· Τὰ σκηνώ‐ ματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἀγαρηνοὶ, Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλὴκ,
40ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον. Καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ’ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ. Οἷς ἑξῆς τὸ καταληψόμενον αὐτοὺς ὑπογράφει τέλος φά‐ σκων· Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχὸν, ὡς
45καλάμην κατὰ πρόσωπον ἀνέμου, ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμὸν, ὡσεὶ φλὸξ κατακαύσει ὄρη, καὶ τὰ ἐπιφερόμενα. Ἔνθα γενόμενος ἀναγκαίως ἐπιτηρήσεις, ὡς ὅπου μέμνηται τοῦ Ἀσσοὺρ, οὗτοι δὲ ἦσαν οἱ Ἀσσύριοι, καὶ τῶν προλεχθέντων ἐθνῶν

23

.

833

(50)

τὴν κατ’ αὐτῶν ποιεῖται δέησιν, καὶ τὴν καταστρο‐ φὴν αὐτῶν ἑξῆς θεσπίζει· καὶ ἐν τῷ οηʹ ὁμοίως, ἐν ᾧ τὰ κατὰ Ἀντίοχον προανεφώνει, ὃς Ἑλληνίζειν καὶ παραβαίνειν τὰ πάτρια ἠνάγκαζεν Ἰουδαίους. Πάλιν γὰρ κἀκεῖ τὴν καταστροφὴν τῶν πολεμίων προὔλε‐
55γεν. Οὐκέτι δὲ καὶ ἐν τῷ ογʹ, καθ’ ὃν ἡ ἐσχάτη αὐ‐ τῶν ἐδηλοῦτο ἀποβολή.
Οὗτοι μὲν οὖν οἱ συνημμένοι τοῦ Ἀσὰφ ιαʹ. Ὁ δὲ834 in vol. 23

23

.

836

ιβʹ πρὸ τοῦ νʹ ψαλμοῦ κατατέτακται δι’ ἣν ἀποδεδώκα‐ μεν αἰτίαν τοὺς τόπους διηγούμενοι. Ἀλλὰ γὰρ μετὰ τὴν τούτων ἐπιτομὴν φέρ’ ἐπαναλαβόντες τὸν πρῶτον, τὴν κατὰ μέρος αὐτοῦ διάνοιαν ἐπιθεωρήσωμεν.
5ΨΑΛΜΟΣ Τῼ ΑΣΑΦ. ΟΒʹ. Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ Θεὸς, τοῖς εὐθέσι τῇ καρδίᾳ! Τὸ τρίτον μέρος τῆς βίβλου τῶν Ψαλμῶν ἄρχεται μὲν ἀπὸ τοῦ παρόντος, περαιοῦται δὲ εἰς τὸν πηʹ, ὡς τοὺς πάντας περιέχειν ψαλμοὺς ἑπτὰ καὶ
10δέκα· ὧν ἐφεξῆς ιαʹ τυγχάνουσι τοῦ Ἀσάφ· εἶτα τῶν υἱῶν Κορὲ δʹ, καὶ τοῦ Δαυῒδ εἷς, καὶ Αἰθὰν τοῦ Ἐσδραίτου τελευταῖος. Ὁ μέντοι μετὰ χεῖρας τοῦ Ἀσὰφ (προφήτης δὲ ἦν οὗτος συγχρονίσας τῷ Δαυῒδ), Ψαλμὸς μὲν ἐπιγέγραπται, διὰ τὸ περιέχειν ἐπὶ τέ‐
15λει τῶν λόγων τῶν μὲν ἀσεβῶν τὴν καταστροφὴν, τῶν δ’ εὐσεβῶν τὸ παρὰ τῷ Θεῷ τεταμιευμένον ἀγα‐ θὸν τέλος· ἃ δὴ παρίστη λέγων· Ὅτι ἰδοὺ οἱ μα‐ κρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλό‐ θρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Ἐμοὶ
20δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστιν· ἄρ‐ χεται δ’ ἀπὸ δογματικῆς διδασκαλίας, δι’ ἧς αἰτίαν ἀποδίδωσι τῆς τῶν ἀσεβῶν κατά τινας καιροὺς εὐ‐ πραγίας· τὸ γὰρ ἀγαθὸν εἶναι καὶ μακρόθυμον τὸν Θεὸν, τοῦτό φησιν ὑπάρχειν αἴτιον. Ὃ δὴ διδάσκει
25καὶ ὁ θεῖος Ἀπόστολος λέγων· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς μακροθυμίας κατα‐ φρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; καὶ ἀλλαχοῦ δὲ εἴρηται· Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἀγαθὸς καὶ μακρόθυμος
30μὴ ὀργὴν ἐπάγων καθ’ ἑκάστην ἡμέραν Ὡς ἀγα‐ θὸς γοῦν ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ δι‐ καίους καὶ ἀδίκους, καὶ βρέχει ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Ἔνθεν καὶ ὁ Σωτὴρ ὅρον περὶ τοῦ Πατρὸς ἐξήνεγκεν εἰπών· Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς
35ὁ Θεός. Κἂν ἐξετάζῃς περὶ τοῦ Υἱοῦ, μαθήσῃ ὅπως ἐστὶ καὶ αὐτὸς ἀγαθός· ἐπείπερ ἀπαύγασμά ἐστι φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ Πα‐ τρὸς ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. Τοιοῦτος μὲν οὖν ὁ Θεὸς πέφυκεν· ἔγνωσται δὲ οὐ
40πᾶσιν, ἀλλὰ μόνῳ τῷ Ἰσραὴλ, τῷ διορατικῷ δηλαδὴ καὶ γνωστικῷ ἀνδρὶ, ὃν δὴ παρίστησι συνάπτων ἑξῆς καὶ λέγων, τοῖς εὐθέσι τῇ καρδίᾳ. Ὁ γὰρ μηδὲν σκολιὸν κεκτημένος ἐν τῇ ἑαυτοῦ ψυχῇ, λογισμοῖς δὲ ὀρθοῖς ἐπιβάλλων τοῖς τῆς προνοίας λόγοις, αὐτὸς
45ἂν εἴη ὁ Ἰσραὴλ, ᾧ καὶ ἔγνωσται ἀγαθὸς ὢν ὁ Θεὸς δι’ ὑπερβολήν τε ἀγαθότητος πάντων ἀνεχόμενος. Ἀλλ’ ὁ μὲν Θεὸς τοιοῦτος. Ἐγὼ δὲ, ἄνθρωπος φιλαλήθης εἶναι θέλων, τὴν ἐμαυτοῦ διηγοῦμαι τῆς ψυχῆς νωθρίαν. Μικροῦ γὰρ δεῖν τὴν ἐμαυτοῦ

23

.

836

(50)

στάσιν καὶ βάσιν, καὶ, ὡς ἂν εἴποι τις μεταφορικῶς, τοὺς τῆς ψυχῆς πόδας καὶ τὰ ἐρείσματα παρετρά‐ πην ἐκ τῆς εἰς τὸν Θεὸν ἐλπίδος διὰ τὰς τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν εὐπραγίας. Ἀλλὰ παρὰ μι‐ κρὸν μὲν τοῦτ’ ἔπαθον· διὰ δὲ τὴν τοῦ Θεοῦ χάριν
55οὐκ ἐσαλεύθην, οὐδὲ κατεκράτησέ μου ὁ προλεχθεὶς λογισμός· ἢ γὰρ ἂν ἀπωλόμην, καὶ πάντα μου τὰ
διαβήματα κέχυτο· παρ’ ὀλίγον γὰρ ἐξεχύθη τὰ836 in vol. 23

23

.

837

διαβήματά μου, οὐ μὴν ἐξεχύθη. Νοήσεις δὲ ὅπως ἐκχεῖται ψυχῆς διαβήματα, ἐπιστήσας, ὡς ἤδη τινὲς, προκόψαντες ἐν ἀσκήσει θεοσεβείας, ἐν σωφροσύνῃ τε καὶ ἁγνείᾳ διαλάμψαντες μακροῖς χρόνοις, ὕστε‐
5ρόν ποτε ὑπεσύρησαν χαυνότερον βιώσαντες καὶ ὀλι‐ σθήσαντες, ἢ παντελῶς ἐκπεσόντες τοῦ σκοποῦ, καὶ ὥσπερ ναυάγιον παθόντες τῶν πάλαι συνηγμένων αὐτοῖς ἀγαθῶν πράξεων. Τούτων γὰρ οὐκ ἂν ἁμάρ‐ τοις εἰπὼν τοὺς πόδας τῆς ψυχῆς σεσαλεῦσθαι· οὐ
10μὴν ἀλλὰ καὶ ὅλους πεπτωκέναι, τά τε διαβήματα αὐτῶν καὶ τὰς κατὰ Θεὸν πορείας τὴν ἐν μακρῷ χρόνῳ προκοπὴν ἀποῤῥεῦσαι καὶ ἐκκεχῦσθαι. Ἀλλὰ ταῦτα μὲν παρὰ μικρὸν, φησὶν, ἔπαθον, οὐ μὴν πέ‐ πονθα διὰ τὸ τοῦ Θεοῦ ἔλεος. Πλὴν ἤμελλόν γε ταῦτα
15πάσχειν διὰ ζῆλον ὃν ἐζήλουν ἐπὶ τοῖς ἀνόμοις ὁρῶν τὴν εἰρήνην αὐτῶν καὶ τὴν ἐν πλούτῳ καὶ τρυφῇ, ἔν τε ἀρχαῖς καὶ ἀξιώμασιν εὐημερίαν. Εἰς ταῦτα γὰρ ἀφορῶν διεπριόμην, ὡς μικροῦ δεῖν κινδυνεῦσαι περι‐ πεσεῖν ἀθέοις λογισμοῖς· οἷς οὐ περιπέπτωκα δόγμα‐
20σιν ὀρθοῖς θεραπευόμενος, τοῖς ὑπομιμνήσκουσιν ἀγαθὸν εἶναι τὸν Θεὸν καὶ ἀνεξίκακον καὶ μακρόθυ‐ μον. Διόπερ ἐκπληττόμενος αὐτοῦ καὶ ἀποθαυμάζων τὴν ὑπερβολὴν τῆς ἀγαθότητος, εἶπον ἀρχόμενος τοῦ λόγου· Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ Θεὸς, τοῖς εὐθέσι
25τῇ καρδίᾳ. Ἀντὶ δὲ τοῦ· Ὡς ἀγαθὸς, ὁ Σύμμαχος· Πλὴν ὄντως, φησὶν, ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραὴλ, τοῖς καθαροῖς τὴν καρδίαν. Παρέστησε γάρ τίς εἴη ὁ Ἰσραὴλ, ἐπισυνάψας καὶ εἰπὼν, τοῖς καθαροῖς τὴν καρδίαν. Οὗτοι γάρ εἰσιν ὁ ἀληθινὸς Ἰσραήλ· διὸ ἐλέγετο καὶ ὑπὸ τοῦ Σωτῆρος· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· καὶ ὁ Ἰσραὴλ δὲ ὁρῶν τὸν Θεὸν ἑρμηνεύεται.
30 Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μα‐ στιγωθήσονται. Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος. Ὡς ἐν ἱστορίᾳ διεξέρχεται
35τὰ ταράξαντα αὐτοῦ τὴν ψυχὴν, ἵνα γνῶμεν, ὅτι μὴ ἐπὶ μικροῖς ἐσαλεύθησαν αὐτοῦ οἱ πόδες παρ’ ὀλίγον· μηδὲ ἐπὶ τοῖς τυχοῦσιν ἤμελλον ἑαυτοῦ ἐκχεῖσθαι τὰ διαβήματα. Τίνα δὲ ἦν ταῦτα; Οἱ ἀσεβεῖς καὶ τὸν Θεὸν οὐκ εἰδότες, οὕτω, φησὶν, ἐν εὐσταθείᾳ βίου καὶ
40θυμηδίαις διῆγον, καὶ μέχρις ἐσχάτης τελευτῆς τοσαύτης ἀπήλαυον τρυφῆς, ὡς καὶ πάνθ’ ὁντινοῦν εὔξασθαι τῶν ἴσων αὐτοῖς τυχεῖν, ζηλῶσαί τε αὐτῶν οὐ μόνον τὴν ζωὴν, ἀλλὰ καὶ τὸν θάνατον, ὃν οὐδὲ παραιτήσασθαι ἐξῆν οὐδὲ ἀπευκτὸν ἡγήσασθαι. Οὕτως
45οὐκ ἦν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν. Ἀλλὰ καὶ εἰ συνέβη ποτὲ μάστιγι καὶ πληγῇ, τουτέστι περι‐ στάσει καὶ συμφορᾷ περιπεσεῖν αὐτῶν τινα, ἢ ἐν νόσοις ἐξετασθῆναι καὶ ζημίαις, οὐκ ἦν στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. Οὐ γὰρ στερεά τις ἦν καὶ ἐπίμο‐

23

.

837

(50)

νος ἡ κατ’ αὐτῶν πληγή· βραχεῖα δέ τις καὶ ἐξ ἐπι‐ πολῆς παρατρέχουσα. Οὐδὲ ἐν κόποις δὲ ἀνθρώπων ἐξητάζοντο, γεωπονοῦντες καὶ τὴν τροφὴν ἀπὸ χειρῶν ποριζόμενοι, πενίᾳ τε κατατρυχόμενοι· τοὐναντίον δὲ πλούτῳ περιῤῥεόμενοι καθηδυπάθουν ἐντρυφῶντες,
55καὶ μηδὲν ὅμοιον πάσχοντες τοῖς λοιποῖς ἀνθρώποις τοῖς μαστιζομένοις ἑκάστης ἡμέρας δι’ ἐπιπόνου καὶ
μοχθηροῦ βίου. Διὸ ἐν κόπῳ ἀνθρώπων οὐκ εἰσὶ,838 in vol. 23

23

.

840

καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. Ὁ δὲ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ὅτι οὐκ ἐνεθυμοῦντο, περὶ θανάτου· στερεὰ γὰρ ἦν τὰ πρόπυλα αὐτῶν· καὶ ἑξῆς· Ἐν ταλαιπωρίᾳ, φησὶν, ἀνδρὸς οὐκ ἐγέ‐
5νοντο, οὐδὲ μετὰ ἀνθρώπων ἐπλήσσοντο. Ἐπεὶ οὖν ἐν τοιούτοις ἦσαν, διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία. Δέον γὰρ ἀσεβεῖς ὄντας, ὅσον ἐν ἀνθρωπίνοις λογισμοῖς, τἀπίχειρα πάσχειν τοῖς ἀσε‐ βήμασιν· οἱ δὲ κατενετρύφων τοῦ βίου θεομαχοῦντες.
10Δι’ ὃ ἐπιτριβόμενοι χείρους ἑαυτῶν ἐγίγνοντο, καὶ περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν· ἀνθ’ οὗ ὁ Σύμμαχος· Ὑπερηφανίαν, φησὶν, ἠμφιώ‐ σαντο, ἀποθήκας ἐξ ἀδικίας ἔχοντες. Ἔτι μὴν πρὸς τούτοις· Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδι‐
15κία αὐτῶν· οὗ δὴ σαφεστέραν ὁ Σύμμαχος ἀπέδωκε τὴν διάνοιαν εἰπών· Προέπιπτον ἀπὸ λιπαρότητος οἱ ὀφθαλμοὶ αὐτῶν· καὶ ὁ Ἀκύλας δὲ ὁμοίως ἡρμή‐ νευσε φήσας· Ἐξῆλθον ἀπὸ στέατος ὀφθαλμοὶ αὐ‐ τῶν. Εἶτ’ ἐπὶ τούτοις· Διήλθοσαν, φησὶν, εἰς διά‐
20θεσιν καρδίας, διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ· ἃ καὶ αὐτὰ ὁ Σύμμαχος ἡρμήνευσεν οὕ‐ τω· Παρέβαινον τὰ φαινόμενα τῇ καρδίᾳ κατα‐ μωκώμενοι. Καὶ γὰρ αὐτὰ τὰ τοῖς πάντων ὀφθαλ‐ μοῖς ὁρώμενα ἔργα τοῦ Θεοῦ, καὶ τὰ προφανῆ τῆς
25Προνοίας θαύματα παρέβαινον οὗτοι, νοοῦντες μὲν καὶ συνιέντες αὐτὰ, καταμωκώμενοι δὲ καὶ χλευάζον‐ τες δι’ ὑπερβολὴν ἀπονοίας. Ἔτι μὴν ἐλάλησαν ἐν πονηρίᾳ, καὶ ἀδικίαν εἰς τὸ ὕψος ἐφθέγγοντο. Ἔθεντό τε εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ
30γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς. Καὶ ταῦτα δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἐλάλουν ἐν πολλῇ συκοφαντίᾳ, τοῦ ὕψους κατελάλουν. Ἔτασ‐ σον εἰς οὐρανὸν τὸ στόμα αὐτῶν· ἡ δὲ γλῶσσα αὐ‐ τῶν περιπατήματα ἐν τῇ γῇ. Βλάσφημα γὰρ προ‐
35φερόμενοι ῥήματα κατὰ τοῦ Θεοῦ, ὡς μήτε ὁρῶντος μήτε ἐπισκοποῦντος, μήτε μὴν ὅλον ὑπάρχοντος, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν, καὶ μέχρι τοῦ οὐρανοῦ ἐξέτεινον ἑαυτῶν τὸ στόμα· καὶ ταῦτα ταπεινοὶ ὄντες καὶ τὴν γλῶσσαν ἐπὶ τῆς γῆς ἔχοντες. Ταῦτ’ ἦν δι’
40ἃ ὡμολόγουν τὸ ἐμαυτοῦ πάθος, κατ’ ἐμαυτοῦ στη‐ λιτεύων ἔγγραφον κατηγορίαν, καὶ ὅτι παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες μου, καὶ παρ’ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν. Διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ
45ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς. Τὰ μὲν ἄθεα τῶν ἀσεβῶν ῥήματα καὶ ἡ κρατήσασα αὐτῶν ὑπερηφανία τοιαύτη τις ἦν οἵα δεδήλωται. Χρὴ δὲ μὴ ἀγνοεῖν, ὡς αὐτὰ ταῦτα πρὸς ἀγαθοῦ γεγένηται τῷ ἐμῷ λαῷ. Εἰ γὰρ καὶ τὰ μάλιστα πρός τινα καιρὸν

23

.

840

(50)

αὐτοῖς ἐκείνοις τοῖς ἀσεβέσιν ὁ ἐμὸς λαὸς παρεδόθη εἰς ἔκπραξιν ἁμαρτημάτων, ἀλλ’ ἡ ὑπερβολὴ τῆς τῶν προλεχθέντων ἀπονοίας, πτῶσιν αὐτοῖς ἐργασα‐ μένη καὶ ὀλέθρου γενομένη αὐτοῖς αἰτία, ἄνεσιν καὶ ἀναπνοὴν τῷ ἐμῷ παρέξει λαῷ. Ἐκπεσόντων γὰρ
55ἐκείνων καὶ ἀπολομένων διὰ τὰς οἰκείας ἀσεβείας, ὁ λαός μου ἐπιστρέψει ἐνταῦθα, τουτέστιν ἐν τῷ παρόντι βίῳ· καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς, δηλαδὴ τοῖς ἐν τῷ ἐμῷ λαῷ ἀξίοις. Πλήρεις
δὲ ἡμέραι εἰσὶν αἱ παντὸς ἀγαθοῦ πεπληρωμέναι, καὶ840 in vol. 23

23

.

841

τὸν οἰκεῖον χρόνον τῆς ζωῆς ἀποπληροῦσαι. Οὕτω λέλεκταί που, ὅτι Ἐκοιμήθη πλήρης ἡμερῶν. Ὁ μὲν οὖν ἐμὸς λαὸς ἐκ τούτων ὠφέληται· οἵ γε μὴν προλεχθέντες ἀσεβεῖς καὶ ἄθεοι οὕτως ἠσέβουν, ὡς
5τοὺς ὁρῶντας ἀμηχανεῖν καὶ λέγειν· Πῶς ἔγνω ὁ Θεὸς, καὶ εἰ ἔστι γνῶσις ἐν τῷ Ὑψίστῳ; εἰ γάρ ἐστιν ἐν τῷ Ὑψίστῳ γνῶσις, καὶ εἰ ταῦτα ἐφορᾷ, καὶ τοὺς ἐπὶ γῆς ἐπισκοπεῖ, πῶς οὗτοι τοιαῦτα δρῶντες εὐθηνοῦσιν, καὶ εἰς τὸν αἰῶνα κατέσχον
10πλούτου; Κἀγὼ δὲ, ταῦτα θεωρῶν, ἐθορυβούμην τοῖς λογισμοῖς, ὡς πρὸς ἐμαυτὸν ἐννοεῖν· Μήποτε ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου, καὶ ἐνιψά‐ μην ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ ἐγενόμην με‐ μαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός
15μου εἰς τὰς πρωΐας; Εἰ γὰρ τοῖς μὴ ταῦτα πε‐ ποιηκόσι τοσαύτη πάρεστιν εὐθυμία, εἰς μάταιον ἄρα ἐγὼ κοπιῶ, καὶ περιττῶς ἐσπούδακα δικαιοσύνης ἐπιμελόμενος· εἰκῆ δὲ καὶ μάτην ἐφύλαξά μου τὰς χεῖ‐ ρας καὶ τὰς πράξεις ἐξ ἀδίκων ἔργων· εἰκῆ καὶ νηστείαις
20καὶ κακοπαθείαις κατατρύχων ἐμαυτὸν καὶ μαστίζων πᾶσαν ἡμέραν διετέλεσα· εἰκῆ καὶ μάτην ἐπόνουν, ἅμα τῇ ἕῳ ἀνιστάμενος καὶ ἐξαγορεύων ἐν ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς τὰς ἐμαυτοῦ ἁμαρτίας ἀποκλαόμενός τε καὶ τοὺς κατ’ ἐμαυτοῦ προφέρων ἐλέγχους ἐν
25ταῖς πρὸς τὸν Θεὸν ἐξομολογήσεσι. Ταῦτ’ ἦν ἃ ἐνθυ‐ μούμενος, παρὰ μικρὸν ἐσαλευόμην. Ἀντὶ δὲ τούτων ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἴσως οὖν κἀγὼ μάτην ἐκάθαρα τὴν ψυχήν μου, καὶ ἐνι‐ πτόμην ἐν ἀναμαρτησίᾳ τὰς χεῖράς μου, καὶ διετέλεσα μυκτηριζόμενος καθ’ ἑκάστην ἡμέραν, καὶ ἐλεγχόμενος καθ’ ἕκαστον ὄρθρον.
30 Εἰ ἔλεγον, Διηγήσομαι οὕτως, ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυντέθεικα. Καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο, κόπος ἐστὶν ἐνώπιόν μου· ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν. Τὰ προλεχθέντα ἐν τοῖς ἐμαυ‐
35τοῦ λογισμοῖς ἐνεθυμήθην αὐτὸ μόνον, ἐφ’ οἷς καὶ ἐκινδύνευον σάλον παθεῖν, οὐ μὴν καὶ ἐξηγόρευον εἰς ἑτέρους. Εἰ γὰρ κρίνας οὕτω φρονεῖν τὴν ἄθεον ταύ‐ την διδασκαλίαν προέφερον εἰς ἑτέρους· παραβάτης ἂν ἐγενόμην τῶν εὐσεβῶν δογμάτων, καὶ τὰς συνθή‐
40κας ἂν παρῆλθον τῆς γενεᾶς τῶν σῶν τέκνων. Τέκνα γάρ σου τοῦ Θεοῦ πάντες γεγόνασιν οἱ ἅγιοι καὶ θεοφιλεῖς ἄνδρες. Γενεὰ δὲ αὐτῶν ἡ ἐξ αὐτῶν διαδοχὴ τῶν ἁγίων, ὧν τὰ μαθήματα καὶ τὰ δόγματα παρε‐ χάραξα ἂν, εἰ προέφερον εἰς ἑτέρους τοὺς προλε‐
45χθέντας ἐμαυτοῦ λογισμούς. Ἀλλὰ καὶ εἰ παρεῖχον ἐμαυτὸν τοῦ γνῶναι τὰς αἰτίας, δι’ ἃς οἱ ἁμαρτωλοὶ εὔθυμοι διατελοῦσι καὶ εἰς τὸν αἰῶνα κατέσχον πλού‐ του, οἱ δὲ δίκαιοι ταπεινοῦνται· οὐδὲ οὕτω κατέλα‐ βον ἂν τὰς ἀποῤῥήτους περὶ τούτων κρίσεις, κόπους

23

.

841

(50)

δὲ μόνους ἐμαυτῷ συνῆγον, εἰς ἀπορίαν ἐμπίπτων καὶ εἰς ψυχῆς κάματον. Διό φησι· Καὶ εἰ ὑπέλαβον τοῦ γνῶναι τοῦτο, κόπος ἐστὶν ἐνώπιόν μου· ἢ κατὰ τὸν Σύμμαχον, Καὶ εἰ ἐλογιζόμην ἐπιγνῶναι τοῦτο, μόχθος ἐφαίνετό μοι. Διόπερ ὁρῶν ἀκατά‐
55ληπτον οὖσαν ἀνθρώποις τὴν τούτων γνῶσιν, εὐσεβεῖ χρώμενος λογισμῷ, διενοούμην παρ’ ἐμαυτῷ κρεῖτ‐
τον εἶναι ἐπέχειν καὶ ἐκδέχεσθαι τὸν ἐπιτήδειον τῆς842 in vol. 23

23

.

844

τούτων γνώσεως καιρόν. Οὗτος δὲ ἦν, Ἕως εἰσέλθω εἰς ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν· ἢ κατὰ τὸν Σύμμαχον, Ἕως εἰσέλθω εἰς τὰ ἁγιάσματα τοῦ Θεοῦ, συνετισθῶ τὰ ἔσχατα
5αὐτῶν. Ταύτην δὲ καλὴν ἐμαυτῷ καταφυγὴν εὑρὼν τῆς τῶν ἀπορουμένων λύσεως, τὴν ἀπαλλαγὴν δηλαδὴ τοῦ θνητοῦ βίου, καὶ τὴν εἴσοδον τὴν ἐπὶ τὰς ἐπαγγε‐ λίας τοῦ Θεοῦ, θεραπείας ἐτύγχανον καὶ παραμυθίας· εὖ εἰδὼς, ὡς ἐκεῖσε γενόμενος, συναισθήσομαι τοὺς
10λόγους τῶν ἐζητημένων, γνώσομαί τε τὰ ἔσχατα τῶν ἀσεβῶν. Μὴ γὰρ προσήκει εἰς τὸν παρόντα μόνον ἀποβλέπειν βίον καὶ εἰς τὴν παροῦσαν αὐ‐ τῶν τρυφὴν, ἀλλὰ καὶ εἰς τὰ ἔσχατα αὐτῶν ἀφορᾷν. Πλὴν διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς
15κακά· κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. Πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα; ἐξέλιπον, ἀπώ‐ λοντο διὰ τὴν ἀβουλίαν αὐτῶν ὡσεὶ ἐνύπνιον ἐξεγειρομένων. Τρισὶ λογισμοῖς ἐπιβαλὼν περὶ τῶν ἐζητημένων, τὸν μὲν ἑώρων ἀσεβῆ καὶ ἄθεον τὸν λέ‐
20γοντα· Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου· τὸν δὲ τῆς τούτων καταλήψεως, πεπληρωμένον κόπου καὶ πόνου διὰ τὰ βάθη τοῦ πλούτου τῆς γνώσεως τοῦ Θεοῦ, καὶ διὰ τὸ ἀνεξερεύνητα εἶναι τὰ κρίματα αὐ‐ τοῦ, καὶ ἀνεξιχνιάστους τὰς ὁδοὺς αὐτοῦ· ἐπὶ τὸν
25τρίτον οὖν ἔστην κρίνας ἐπέχειν μὲν τέως, περιμένειν δὲ καὶ ἀφορᾷν εἰς τὸ πάντων τέλος. Τούτῳ δ’ ἐμπι‐ στεύσας ἐμαυτὸν τῷ λογισμῷ εὐσεβεῖ ὄντι καὶ ἀλη‐ θεῖ, ἐξ αὐτῆς ὠνάμην τῆς πίστεως. Ἔγνων γὰρ ἐξ ὑποβολῆς τοῦ προφητικοῦ Πνεύματος, ὡς διὰ τὰς
30δολιότητας αὐτῶν καταβαλεῖ αὐτοὺς οὐκ εἰς μακρὸν ὁ Θεὸς, μετὰ τὸ ἐπαρθῆναι καὶ ὑψωθῆναι. Εἶτα φωτι‐ σθεὶς, καὶ τὴν πτῶσιν αὐτῶν τὴν ἐπὶ τέλει καταλη‐ ψομένην αὐτοὺς προφητικῇ δυνάμει συνιδὼν, εἰκότως φημί· Πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα; ἐξέ‐
35λιπον, ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν, γεγό‐ νασί τε ὡσεὶ ἐνύπνιον ἐξεγηγερμένου. Ἕως μὲν γάρ τις φαντάζεται ὀνειρώττων ἐν τοῖς ὕπνοις, δοκεῖ τι πράττειν ἀπατώμενος τῇ τοῦ ἐνυπνίου φαντασίᾳ· ἐπειδὰν δὲ διεγερθῇ τὸν ὕπνον ἀποτριψάμενος, οἴ‐
40χεται αὐτῷ τὰ τῆς φαντασίας. Οὕτω δὲ καὶ τῶν ἀσε‐ βῶν ἡ τοῦ παρόντος βίου δοκοῦσα εὐπραγεία καὶ ὁ πλοῦτος καὶ ἡ ὑπερηφανία ὅμοιον ἕξει τὸ τέλος τοῖς ὀνειρώττουσι καὶ ἐνυπνιαζομένοις, ἔπειτα διεγρηγο‐ ροῦσι καὶ μηδενὸς ὧν ἐδόκουν ὁρᾷν τε καὶ κατέχειν
45ταῖς χερσὶν ἐπειλημμένοις. Κατὰ δὲ τὸν Σύμμαχον, ἀντὶ τοῦ, Πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς, τοῦτον εἴρηκε τὸν τρόπον· Ὄντως ἐν ὀλίσθῳ ἔταξας αὐτοὺς, κατέβαλες αὐτοὺς εἰς ἀφανισμούς· ἐξαί‐ φνης ἐξέλιπον, ἀνηλώθησαν ὡς οὐχ ὑπάρξαντες,

23

.

844

(50)

ὡς ὄνειρον ἐξυπνίσαντι. Εἰς δὲ τὸ, ἐξαίφνης, καὶ τὸ, ἐξάπινα, παραθήσεις τὴν σωτήριον φωνὴν τὴν λέγουσαν· Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ καὶ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται· καὶ πάλιν· Ἥξει ὁ Κύριος αὐτοῦ ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν
55ὥρᾳ ᾗ οὐ γινώσκει. Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξου‐
θενήσεις. Ἀνωτέρω μὲν ἔλεγεν, Ἕως εἰσέλθω εἰς844 in vol. 23

23

.

845

τὸ ἁγιαστήριον τοῦ Θεοῦ· νῦν δὲ τί ποτ’ ἦν τὸ ἁγια‐ στήριον διδάσκει λέγων· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Ἔνθεν εἰκότως ὁ θεῖος Ἀπόστολος, πόλιν οὐράνιον Θεοῦ εἰδὼς ἔλεγεν· Προσε‐
5ληλύθαμεν Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱε‐ ρουσαλὴμ ἐπουρανίῳ· καὶ πάλιν· Ἡ δὲ ἄνω Ἱερου‐ σαλὴμ ἐλευθέρα ἐστί. Ταύτην οὖν καὶ ὁ παρὼν Προφήτης τὴν πόλιν τοῦ Θεοῦ σημαίνει λέγων· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.
10Εἰ μὲν γὰρ ἦσαν, φησὶ, φυλάξαντες τὴν σὴν εἰκόνα, εἰκότως καὶ τῆς σῆς πόλεως κατηξιοῦντο· ἐπεὶ δὲ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρεσυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς, ἀναλόγως τε τῇ ἑαυτοῦ κακίᾳ ἑαυτὸν μετεμόρφωσεν
15εἰς ἀγρίου θηρὸς τρόπον τε, γέγονέ τε ἵππος θηλυμα‐ νὴς, ἢ λύκος ἁρπακτικὸς, ἢ ὄφις καὶ γέννημα ἐχιδ‐ νῶν, ἢ ἄλλο τι τούτοις παραπλήσιον· τούτου χάριν ὥσπερ κίβδηλον νόμισμα τὴν τοιαύτην εἰκόνα τῆς ἑαυτοῦ πόλεως ἀποῤῥίπτει ὁ Θεὸς, ἐξουδενῶν αὐτὴν,
20οὐδὲ ἀξίαν κρίνων τῶν ἐν τῇ πόλει αὐτοῦ μονῶν. Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρί· δι’ ὃ λέλεκται· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουθε‐ νήσεις. Τοῦτο μὲν οὖν προφητικῶς ὁ Ἀσὰφ ἀπε‐ φθέγξατο, ὥσπερ ἐπιθειάσας, καὶ τὸ μέλλον πεφωτι‐
25σμένοις ψυχῆς ὀφθαλμοῖς τεθεαμένος. Τὴν δὲ αἰτίαν δι’ ἣν ἐφωτίσθη τὴν πόλιν τοῦ Θεοῦ συνιδεῖν, παρί‐ στησι λέγων ἑξῆς·
29Ὅτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου
30ἠλλοιώθησαν. Ἐπειδὴ γὰρ ζηλῶν ἐζήλωσα τῷ Κυρίῳ κατὰ τὸν προφήτην Ἡλίαν, ἐξειλκόμην τε τοῖς λογισμοῖς ὁρῶν ἀσεβεῖς εὐθυμουμένους· ἀλλὰ καὶ ἐπυρούμην τοὺς νεφροὺς καὶ τὰ βάθη τὰ κρύφια τῆς ἐμαυτοῦ ψυχῆς· δι’ ὃ καὶ ἔλεγον, Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρή‐
35νην ἁμαρτωλῶν θεωρῶν· τούτου χάριν ἠξιώθην φω‐ τισθῆναι ὑπὸ τοῦ Πνεύματος καὶ τὴν πόλιν ἰδεῖν τοῦ Θεοῦ, τούς τε ἀξίους αὐτῆς καὶ τοὺς μή. Ἀντὶ δὲ τοῦ, Ἐξεκαύθη ἡ καρδία μου, ὁ Σύμμαχος, Συνε‐ στέλλετο, φησὶν, ἡ καρδία μου, καὶ ἐντὸς τῶν νε‐
40φρῶν μου διελεγόμην ἀντιλέγων. Εἶθ’ ἑξῆς εἴρη‐ ται· Καὶ ἐγὼ ἐξουθενημένος, καὶ οὐκ ἔγνων· ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπὼν, Ἤμην δὲ ἀνεπιστήμων καὶ μὴ εἰδώς· καὶ πάλιν· Κτηνώ‐ δης ἐγενήθην παρὰ σοί· ἢ κατὰ τὸν Σύμμαχον, Κτη‐
45νωδῶς διετέλεσα παρὰ σοί. Καὶ ἐγὼ, φησὶν, δια‐ παντὸς μετὰ σοῦ· κατὰ δὲ τὸν Σύμμαχον, Καὶ συν‐ ήμην σοι διαπαντός. Εἰ γὰρ καὶ τὰ μάλιστα οὐ συνείην πρὶν φωτισθῆναι καὶ γνῶναι τὰ περὶ τῆς σῆς πόλεως λελεγμένα, καὶ τὰ περὶ τῆς εἰκόνος τῶν ἀσε‐

23

.

845

(50)

βῶν· καὶ εἰ δίκην ἀλόγου κτήνους διετέλεσα πρότε‐ ρον ἀνοηταίνων, καὶ μὴ δυνάμενος ἐπιβαλεῖν τοῖς τῆς σῆς προνοίας λόγοις· ὅμως οὐκ ἀπελιμπανόμην σου τοῦ Θεοῦ, οὐδὲ ἐξέπιπτον τῆς ἐπὶ σὲ ἐλπίδος, συνήμην δέ σοι διαπαντός· καὶ τοῦτ’ ἔπραττον οὐκ ἐξ ἐμαυ‐
55τοῦ δυνάμεως, ἀλλ’ ἐκ τῆς σῆς χάριτος. Σὺ γὰρ αὐτὸς τῇ σαυτοῦ φιλανθρωπίᾳ, τῆς ἐμῆς δεξιᾶς χειρὸς ἐπι‐
λαβόμενος, συνεῖχες καὶ διεκράτεις πρὸς τὸ μὴ δια‐846 in vol. 23

23

.

848

χεῖσθαί μου τὰ διαβήματα, μηδὲ τοὺς πόδας μου σα‐ λεύεσθαι τῆς παρὰ σοὶ στάσεως. Διό φημι· Ἐκράτη‐ σας τῆς χειρὸς τῆς δεξιᾶς μου. Εἶχον γὰρ καλὴν δεξιὰν, ἐῤῥωμένην καὶ πατρικὴν, τὰ δεξιὰ πάντα
5καὶ τά σοι ἀρεστὰ πράττουσαν· δι’ ὃ ἐπιλαβόμενος αὐ‐ τῆς, τῇ βουλῇ σου ὡδήγησάς με· ἢ κατὰ τὸν Σύμ‐ μαχον, τῇ συμβουλίᾳ σου ὡδήγησάς με, τὸν θνη‐ τὸν διαπορθμεύων βίον, καὶ εἰς εὔδιον καὶ ἀσφαλῆ λι‐ μένα τῆς παρὰ σοὶ ἀναπαύσεως χειραγωγῶν με· ὡς,
10εἴ γε μὴ τῆς δεξιᾶς τῆς ἐμῆς κεκρατήκεις, πάλαι ἂν, ὥσπερ ὑπὸ χειμάῤῥου κατασύροντος περιτραπεὶς τοὺς τῆς ψυχῆς πόδας, πτώματι περιέπιπτον ἐξαισίῳ. Νῦν δὲ σὺ αὐτὸς ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με. Καὶ τέλος
15μετὰ τοὺς δηλωθέντας πειρασμοὺς καὶ τοὺς χειμῶνας τοὺς ἀναθορυβήσαντάς μου τὴν ψυχὴν, διαγαγών με ἀκινδύνως τὰ τοῦ βίου ῥεύματα, μετὰ δόξης προσ‐ ελάβου με, μηδὲν πεπονθότα ὑπὸ τῶν τοσούτων. Κατὰ δὲ τὸν Σύμμαχον, Ὕστερον, φησὶ, τιμὴ διεδέξατό
20με. Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; Ἡ σὴ φιλανθρωπία, φησὶ, καὶ τὸ σὸν ἔλεος καὶ ἡ χάρις πάντων μοι τῶν ἀγαθῶν γέγονεν αἰτία. Τῇ γὰρ σαυτοῦ χρησάμενος
25ἀγαθωσύνῃ, ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ διέσωσάς με, ὥστε μὴ σαλευθῆναι τοὺς πόδας, μηδὲ διαχυθῆναί μου τὰ διαβήματα. Ἀλλὰ καὶ μετὰ δόξης προσελάβου με· ἐπειδήπερ σοὶ τοῦτο ὡς ἀγα‐ θῷ Θεῷ πάρεστιν· ἐμοὶ γὰρ οὐδὲν ὑπάρχει ἐν τῷ οὐ‐
30ρανῷ, οὐδὲ κατὰ ὀφειλήν μοι ταῦτα γέγονεν· ἀλλ’ οὐδὲ ἔστι μοί τίς ἄλλος ἐν τῷ οὐρανῷ ἢ σὺ μόνος. Δι’ ὃ οὐδὲν ἐπὶ τῆς γῆς ἠθέλησα παρὰ σοῦ κτήσασθαι, οὐδὲ ηὐξάμην τυχεῖν θνητῶν καὶ ἐπικήρων πραγμά‐ των. Εἰκότως δὲ οὐδὲν παρὰ σοῦ ἠθέλησα ἐπὶ τῆς γῆς·
35τὰς γὰρ ἐν οὐρανῷ ἐπόθουν διατριβὰς, καὶ τῶν αὐτόθι ἀγαθῶν τυχεῖν ηὐχόμην. Δι’ ὃ κατέτηκον τὸν ἐμαυ‐ τοῦ βίον, καὶ τὴν ἐπὶ γῆς ζωὴν κατέτρυχον, τήν τε καρδίαν μου κατεπόνουν, σὲ μόνον τὸν Θεὸν τῆς ἐμαυ‐ τοῦ ἐλπίδος μερίδα τιθέμενος. Ὅθεν φημί· Ἐξέλι‐
40πεν ἡ σάρξ μου καὶ ἡ καρδία μου· ὁ Θεὸς τῆς καρδίας μου, καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶ‐ να. Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγα‐
45θόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου, τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. Ἀνωτέρω μὲν ἔλεγον, Καὶ ἐγὼ διαπαντὸς μετὰ σοῦ· ἢ κατὰ τὸν Σύμμα‐ χον, Καὶ συνήμην σοι διαπαντός· τῇ πίστει δηλα‐

23

.

848

(50)

δὴ καὶ τῇ προαιρέσει καὶ τῇ πρὸς σὲ ἀγάπῃ· νυνὶ δὲ καὶ τὴν αἰτίαν καθίστημι φανερὰν, δι’ ἣν συνήμην σοι διαπαντὸς, καὶ σὲ μερίδα ἐτιθέμην ἐμαυτοῦ. ᾜδειν γὰρ, καὶ ἀκριβῶς ἐπεπείσμην, ὅτι Οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται· δι’ ὃ οὐκ ἐμάκρυνον
55ἐμαυτὸν, καίπερ ἀγνοῶν τοὺς λόγους τῆς σῆς διοική‐ σεως, ἀλλὰ συνήμην σοι διαπαντός. Μακρύνουσι δὲ
ἑαυτοὺς οἱ ταῖς αὑτῶν ἁμαρτίαις καὶ τοῖς ἀθέοις καὶ848 in vol. 23

23

.

849

ἀσεβέσι λογισμοῖς ἀλλοτρίους ἑαυτοὺς καθιστῶντες τοῦ Θεοῦ· οἵτινες ὅσῳ ποῤῥωτάτω αὐτοῦ γίγνονται, τοσούτῳ τῇ ἀπωλείᾳ πλησιάζουσιν· ὡς ἔμπαλιν, συν‐ απτόμενοι τῷ Θεῷ, τῇ μὲν ζωῇ συνάπτονται, τῆς δὲ
5ἀπωλείας μακρύνονται. Τέλος δὲ τῶν ἑαυτοὺς μακρυ‐ νόντων ὄλεθρος τυγχάνει, ἅτε δὴ ἐκπορνευσάντων ἀπὸ τοῦ Θεοῦ. Ὁ μὲν οὖν Θεὸς οὐδένα μακρύνει ἑαυτοῦ, οὐδὲ ἀπωθεῖται· ἀλλ’ ἕκαστος ἑαυτὸν ἀπαλλοτριοῖ τοῦ Θεοῦ, ἐκπορνεύων καὶ τὴν ἑαυτοῦ ψυχὴν ἔκδοτον πα‐
10ραδιδοὺς τοῖς τοῦ Θεοῦ ἐναντίοις. Οἱ δὲ μακρύνοντες ἑαυτοὺς ἐξ οἰκείας προαιρέσεως ἐπισπῶνται καθ’ ἑαυ‐ τῶν τὴν ἀπώλειαν. Τούτους δὲ τῇ ἀπωλείᾳ οἰκειωθέν‐ τας ὁ Θεὸς αὐτὸς τὸ ἑξῆς διατίθησι. Τί δὲ ἦν τοῦτο; Ἐξωλόθρευσας, φησὶ, πάντα τὸν πορνεύοντα ἀπὸ
15σοῦ. Πορνεύει δὲ ἀπὸ τοῦ Θεοῦ ὁ μετὰ τὸ πλησιάσαι αὐτῷ μακρύνας ἑαυτόν. Αὐτὸς μὲν γὰρ καὶ νυμφεύ‐ εσθαι οὐκ ἀπαξιοῖ τὴν ἀνθρωπίνην ψυχὴν, καὶ τὰ οἰκεῖα σπέρματα ἐν αὐτῇ καταβάλλεσθαι· ἡ δὲ μακρύνουσα ἑαυτὴν καὶ ἑτέροις παρέχουσα τοῖς καταπορνεύειν αὐ‐
20τὴν ἐθέλουσι, πνεύμασι πονηροῖς καὶ δαίμοσιν ἀκα‐ θάρτοις, ἢ λογισμοῖς ἀθέοις καὶ ἀσεβέσιν, ἢ πράξεσι μιαραῖς καὶ ἀκαθάρτοις, εἰκότως ὀλέθρῳ παραδίδοται. Διὸ λέλεκται· Ἐξωλόθρευσας πάντα τὸν πορνεύον‐ τα ἀπὸ σοῦ. Ἀλλὰ γὰρ ταῦτα εἰδὼς ἐγὼ, καὶ ἀκρι‐
25βῶς πεπεισμένος περὶ τῆς σῆς δικαίας κρίσεως, τὴν ἐναντίαν εἱλόμην τοῖς ἀσεβέσι, καίπερ μὴ νοῶν τὰ σὰ μυστήρια· ἀλλὰ καὶ κτηνώδης γενόμενος παρὰ σοὶ, ὅμως συνήμην σοι διαπαντός. Οὐδὲν γὰρ ἐμοὶ κάλλιον ἐφαίνετο τοῦ προσκολλᾶσθαί σοι τῷ ἐμῷ Θεῷ, καὶ ταῦ‐
30τα αἱρεῖσθαι ἅπερ αὐτὸς ὥρισας καὶ ἐνετείλω. Οὕτω γὰρ ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. Διό‐ περ ἐμοὶ οὐδὲν κάλλιον οὐδὲ κρεῖττον κατεφαίνετο τοῦ προσκολλᾶσθαί σοι. Διό φημι, ὅτι Ἐμοὶ τὸ προσκολ‐ λᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστιν. Εἰ γὰρ οὐδεὶς ἀγαθὸς
35εἰ μὴ εἷς ὁ Θεὸς, πόθεν ἂν γένοιτο ἑτέρῳ τι ἀγαθὸν ἢ ἐκ τοῦ προσκολλᾶσθαι αὐτῷ; Καὶ ἤδη μὲν ἀπήλαυον παντὸς ἀγαθοῦ, κολλώμενος καὶ συναπτόμενος τῷ Θεῷ· ὥστε λέγειν· Ἐκολλήθη ὀπίσω σου ἡ ψυχή μου. Καὶ εἰς τὸν μέλλοντα δὲ χρόνον ἀγαθὰς ὑπέ‐
40γραφον ἐλπίδας ἐμαυτῷ. Ἕτερόν τε τοῦτο ἀγαθόν μοι ἦν, τὸ τίθεσθαι ἐν Κυρίῳ τὴν ἐλπίδα μου. Τέλος γάρ μοι τῆς πάσης ἐλπίδος ἦν τὸ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. Καταξιωθεὶς γὰρ τῆς εἰς τὴν πόλιν σου εἰσό‐
45δου, περὶ ἧς ἀνωτέρω ἐλέγετο· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουθενώσεις, καὶ ταῖς πύλαις ταῖς ἐπουρανίοις ἐπιβὰς, ἀνακηρύξω τοῖς πᾶσι τὰς εἰς ἐμέ σου εὐεργεσίας. Ἔνθα γενόμενος καὶ τῶν ἐπαγγελιῶν σου τεύξομαι, ἃς ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Τοιαῦτα γὰρ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶ‐ σιν αὐτόν.

23

.

849

(50)

Μὴ κείμενον δὲ ἐν τῷ Ἑβραϊκῷ, μηδὲ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς τὸ ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιὼν, παρὰ μόνοις δὲ τοῖς Ἑβδομήκοντα φερόμενον, ὠβέλισται, διὰ τὸ καὶ περιττὸν εἶναι. Τὸ γὰρ πάντων ἀγαθὸν τέλος ἐπ’ αὐτὴν ἄγει τὴν ἐπουράνιον Σιὼν,
55ἥτις ἦν ἡ ἀποδεδομένη τοῦ Θεοῦ ἐν οὐρανοῖς πόλις, θυγατρὸς Σιὼν νοουμένης τῆς παρ’ ἡμῖν Ἐκκλησίας,
ὡς διὰ πολλῶν ἀποδεῖξαι ῥᾴδιον.850 in vol. 23

23

.

852

ΣΥΝΕΣΕΩΣ Τῼ ἈΣΑΦ. ΟΓʹ. Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Διεγείρει μὲν ἡμᾶς καὶ παρορμᾷ ἐπὶ τὴν τῶν λεγομένων σύνεσιν τὸ
5πνεῦμα τὸ προφητικόν. Οὔτε δὲ ψαλμὸν ἐπιγράφει συνήθως, οὔτε ᾠδὴν, οὔτε ὕμνον, οὐδέ τι τῶν παρα‐ πλησίων, διὰ τὸ σκυθρωπὸν τῶν ἀπαγγελλομένων. Ἐν οἷς δοκεῖ ἔντευξις περιέχεσθαι, περὶ ἧς ὁ θεῖος Ἀπό‐ στολος διεκελεύετο, δεῖν λέγων πάντας ἡμᾶς ποιεῖσθαι
10δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας. Ἐντυγ‐ χάνει γοῦν ὁ λόγος τῷ Θεῷ, προφητικῶς τὰ μέλλοντα ὡς παρῳχηκότα διεξιὼν, καὶ τὴν ἐσχάτην σημαίνων πολιορκίαν τῆς Ἱερουσαλὴμ τὴν ὑπὸ Ῥωμαίων γενο‐ μένην μετὰ τὴν σωτήριον Παρουσίαν. Καὶ ταῦτα μη‐
15δὲ συστάντος πω τοῦ τόπου προαναφωνεῖ. Ὁ μὲν γὰρ Ἀσὰφ, δι’ οὗ ταῦτα προεφητεύετο, σύγχρονος γέγονε τῷ Δαυΐδ· Σολομὼν δὲ μετὰ τὴν τοῦ Δαυῒδ τελευτὴν οἰκοδομεῖ τὸν νεών. Δύο δὲ πορθήσεις προθεωρήσας τοῦ τόπου, τήν τε προτέραν τὴν ὑπὸ Βαβυλωνίων γε‐
20νομένην, καὶ τὴν δευτέραν τὴν ὑπὸ Ῥωμαίων· τὴν μὲν πρώτην διὰ τοῦ οθʹ ψαλμοῦ σημαίνει καὶ διὰ τοῦ πβʹ, τὴν δὲ ὑστάτην διὰ τῆς μετὰ χεῖρας προφητείας, ἧς ἀπάρχεται λέγων· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς
25σου; Τέλος γὰρ αὐτοῖς παντελοῦς ἀποπτώσεως οὐδ’ ἄλλοτε γέγονεν, ἢ ὅτε ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τὴν κατ’ αὐτῶν ἐξηνέγκατο ἀπόφασιν εἰπών· Ἰδοὺ ἀφίε‐ ται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Οἷς ἀκολούθως καὶ ὁ ἱερὸς Ἀπόστολος μετὰ τὴν τῶν πραγμάτων ἔκβασιν
30γράφων περὶ αὐτῶν ἔλεγεν· Ἔφθασε δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Καὶ κατὰ μέρος δὲ τὰ ἑξῆς συμ‐ βάντα τῷ τόπῳ ἐπὶ τῆς τῶν Ῥωμαίων πολιορκίας παρίστησιν ὁ παρὼν προφήτης, ἐν οἷς φησιν· Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς,
35δῆλον δ’ ὅτι τῆς Ἱερουσαλὴμ, ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλω‐ σαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. Εἰ δὲ λέγοι τις ταῦτα καὶ ἐπὶ τῶν χρόνων τῶν Βαβυλωνίων γεγονέ‐
40ναι, προσεκτέον τοῖς ἑξῆς, δι’ ὧν εἴρηται· Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡ‐ μᾶς οὐ γνώσεται ἔτι. Σημεῖα γὰρ ἦν τοῦ τὸν Θεὸν ἐφορᾷν καὶ ἐπισκοπεῖν τὸ Ἰουδαίων ἔθνος τὸ παρέχειν αὐτοῖς προφήτας· ἐπεὶ καὶ ὅτε κακῶς ἔπραττον, ὥσπερ
45ἰατροὺς καὶ σωτῆρας αὐτοῖς τοὺς προφήτας ἐφίστη. Οὕτω γοῦν ἐπὶ τῆς πρώτης πολιορκίας τὸν μέγαν τοῦ Θεοῦ προφήτην Ἱερεμίαν εἶχον, καὶ τὸν Βαρούχ· ἀλλὰ καὶ γυνή τις Ὀλδᾶ τοὔνομα κατὰ τοὺς αὐτοὺς ἐπρο‐ φήτευε χρόνους· ἐν αὐτῇ τε τῇ Βαβυλωνίων χώρᾳ συν‐

23

.

852

(50)

ῆν αὐτοῖς Ἐζεκιὴλ καὶ Δανιὴλ ἐπίσημοι καὶ διαφα‐ νεῖς προφῆται· καὶ μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον κατὰ τοὺς Κύρου καὶ Δαρείου χρόνους, Ζαχαρίας καὶ Ἀγ‐ γαῖος προφῆται ἐγνωρίζοντο. Πῶς οὖν οἷόν τε ἦν ἐφαρ‐ μόζειν τοῖς τότε χρόνοις τὴν παροῦσαν προφητείαν
55φάσκουσαν· Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, καὶ οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι;
Ἀλλὰ γὰρ ταῦτα τέλους ἐτύγχανε μετὰ τὴν σωτήριον852 in vol. 23

23

.

853

Παρουσίαν καὶ τὰς προλεχθείσας αὐτοῦ φωνὰς, μεθ’ ἃς οὐκ εἰς μακρὸν ἐπιστάντες Ῥωμαῖοι τὸν τόπον ἠφάνισαν. Ὃ δὴ καὶ αὐτὸς ἐδήλου θεσπίζων τὸ μέλλον ὁ Σωτὴρ διὰ παραβολῆς τῆς οὕτως ἐχούσης· Ὡμοιώ‐
5θη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ· καὶ ἀπέστει‐ λε τοὺς ἑαυτοῦ δούλους καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους· οἱ δὲ οὐκ ἤθελον ἐλθεῖν. Πάλιν ἀπέ‐ στειλεν ἑτέρους· οἱ δὲ, πρὸς τὸ μὴ θελῆσαι ἀπαν‐
10τῆσαι, ἔτι καὶ διαλαβόντες τοὺς δούλους ὕβρισαν καὶ ἀπέκτειναν. Οἷς ἐπιλέγει· Ὁ δὲ βασιλεὺς, ἀκού‐ σας, ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ, ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐ‐ τῶν ἐνέπρησε. Ταῦτα ὁ Σωτὴρ ἐν αὐτῷ τῷ ἱερῷ ἔτι
15τότε συνεστῶτι ἀναγέγραπται εἰρηκώς· ἃ καὶ ἐπλη‐ ροῦτο οὐκ εἰς μακρὸν, Οὐεσπασιανοῦ καὶ Τίτου πολιορ‐ κησάντων τὸν τόπον· καθ’ οὓς προφητῶν οὐδεὶς γεγο‐ νὼς ἱστορεῖται γενέσθαι κατὰ τούτους. Τοιγαροῦν πο‐ λιορκίαν ὁ μετὰ χεῖρας παρίστησι λόγος· διό φησιν
20ἀρχόμενος· Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; Ἔστι δὲ ἐκ τούτων τὴν ἀρετὴν ἀποθαυμάσαι τῆς θεοπνεύ‐ στου Γραφῆς, ὡς τὰ μακροῖς ὕστερον πραχθέντα χρό‐ νοις προγνώσει θείᾳ προείληφε. Τὸ δὲ, Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, εἴρηται, ἐπειδὴ πολλάκις
25ἀσεβείαις καὶ πλημμελείαις τὸ Ἰουδαίων ἔθνος ὑπο‐ πίπτον παρεδίδοτο τοῖς περιοίκοις ἀλλοφύλοις ἔθνεσι· καὶ ποτὲ μὲν αὐτοὺς Μωαβῖται ἐχειροῦντο, ποτὲ δὲ Ἀμμανῖται, καὶ ἄλλοτε δὲ Μαδιηναῖοι. Εἶτ’ ἐπιστρέ‐ φων αὐτοὺς ἀνελάμβανεν ὁ Θεός· καὶ μετὰ ταῦτα
30πάλιν παρανομοῦντας παρεδίδου πολεμίοις ἑτέροις, καὶ αὖθις ἀνεκτᾶτο· οὐδέποτε δὲ αὐτοὺς ἀπωθεῖτο εἰς τέ‐ λος, πρὸς βραχὺν δέ τινα καιρὸν ἐπιστρέφων ἐνῆγεν εἰς σωτηρίαν. Μετὰ δὲ τὸ κατὰ τοῦ Σωτῆρος τολμη‐ θὲν αὐτοῖς ἄγος ἔφθασεν εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέ‐
35λος, κατὰ τὴν ἀποστολικὴν Γραφὴν, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο μηκέτ’ ἐπᾶραι κεφαλὴν αὐτούς. Ὃ δὴ σημαί‐ νουσα ἡ προφητεία φησίν· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; Σεσιωπημένως δὲ ὁ λόγος διὰ τῆς ἐρωτή‐ σεως ᾐνίξατο τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν πρᾶξιν, μεθ’
40ἣν καὶ εἰς τέλος ἀπεβλήθησαν. Τοῦτο δὲ καὶ ὁ Σωτὴρ αὐτὸς παρίστη λέγων· Ποσάκις ἠθέλησα ἐπισυνα‐ γαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνά‐ γει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελή‐ σατε; Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Τὸ
45γὰρ, Ποσάκις ἠθέλησα, δηλοῖ τὴν μακρῷ χρόνῳ ἐν‐ δοθεῖσαν αὐτοῖς μακροθυμίαν· τὸ δὲ, καὶ οὐκ ἠθελή‐ σατε, παραστατικὸν ἂν γένοιτο τῆς ὑστάτης αὐτῶν ἀποβολῆς, ὅτε καὶ ὠργίσθη ὁ θυμὸς αὐτοῦ ἐπὶ τὰ πά‐ λαι γενόμενα πρόβατα νομῆς αὐτοῦ. Ἑξῆς δὲ ὁ λόγος

23

.

853

(50)

ἱκετηρίαν προσάγει λέγων· Μνήσθητι τῆς συναγω‐ γῆς σου, ἧς ἐκτήσω ἀπ’ ἀρχῆς. Σφόδρα δὲ καταλ‐ λήλως συναγωγῆς ἐμνημόνευσε, καὶ πρῶτον κτῆμα τοῦ Θεοῦ φησιν αὐτὴν γεγονέναι· ἅτε εἰδὼς καὶ τὴν μὴ ἐξ ἀρχῆς, ἀλλ’ ὕστερον μετὰ τὴν ἀπόπτωσιν ἐκεί‐
55νης ἐξ ἁπάντων τῶν ἐθνῶν ὑποστᾶσαν Ἐκκλησίαν. Ἧς καὶ ἐν ἑτέροις μνημονεύει λέγων· Ἐν μέσῳ Ἐκ‐
κλησίας ὑμνήσω σε· καὶ πάλιν· Εὐηγγελισάμην854 in vol. 23

23

.

856

δικαιοσύνην ἐν Ἐκκλησίᾳ πολλῇ· καὶ αὖθις· Πα‐ ρὰ σοῦ ὁ ἔπαινός μου ἐν Ἐκκλησίᾳ μεγάλῃ. Ἀλλ’ οὐ τοιαύτη καὶ ἡ προτέρα ἐτύγχανε συναγωγή· ἡ μὲν γὰρ ἐκ τοῦ κατὰ τὸ αὐτὸ συνάγεσθαι οὕτως ὠνομα‐
5σμένη, ἡ δὲ τὸ ἐξαίρετον παριστῶσα τῆς ἐκλογῆς, ἡ Ἐκκλησία. Εἰ δέ τις ἔροιτο τὴν αἰτίαν δι’ ἣν ἀπεβλή‐ θη ἡ συναγωγὴ, ἣν ἐκτήσατο ἀπ’ ἀρχῆς, αὐτὸς ὁ Χριστὸς τοῦ Θεοῦ δι’ ἑτέρας προφητείας διδάξει λέ‐ γων· Περιεκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ
10πονηρευομένων περιέσχε με. Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μοῦ. Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Ταῦτ’ ἦν τὰ αἴτια δι’ ἃ ἡ προτέρα συναγωγὴ ἀποβέβλητο. Ἑξῆς δ’ ἐπι‐
15λέγει· Ἐλυτρώσω ῥάβδον κληρονομίας σου· δυ‐ σωπητικῶς· Σὺ γὰρ, φησὶν, ταύτην ἐλυτρώσω τὴν συναγωγὴν καταξιώσας αὐτὴν σὴν χρηματίσαι μερίδα καὶ ῥάβδον κληρονομίας σου· ὅτε γὰρ διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ
20Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Ταύτης οὖν τῆς σαυτοῦ κληρονομίας μνήσθητι. Ἀντὶ δὲ τοῦ, ῥάβδον κληρονομίας σου, σκῆπτρον κληρο‐ νομίας, ὁ Ἀκύλας ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, σκῆπτρον κληρουχίας σου· διδάσκοντος τοῦ λόγου πάντας μὲν ἀνθρώπους εἶναι τοῦ Θεοῦ, τὸν δὲ ἀφωρισμένον αὐτοῦ λαὸν ὥσπερ βασιλικὸν αὐτοῦ σκῆπτρον
25γεγονέναι. Ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ. Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας εἰς τέλος· ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ! Τίς ἦν ἡ ῥάβδος, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τί
30ποτ’ ἦν τὸ προλεχθὲν σκῆπτρον, διασαφεῖ λέγων· Ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ. Βασι‐ λικὸν γὰρ ἦν ὄρος καὶ σκῆπτρον βασιλείας, ἐν ᾧ κατε‐ σκεύαστο ὁ νεὼς καὶ ὁ οἶκος τῆς κατασκηνώσεως τοῦ Θεοῦ. Διὸ μητρόπολις πιστὴ Σιὼν ἐχρημάτιζε, καὶ
35πόλις Θεοῦ Ἱερουσαλὴμ, εἰκόνα φέρουσα τῆς ἐπου‐ ρανίου, περὶ ἧς ὁ θεῖος Ἀπόστολος διδάσκων ἔλεγε· Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ. Τοῦτο δ’ εἰπὼν, ἑξῆς θε‐ σπίζει τὰ συμβησόμενα τῷ τόπῳ, τὰ μέλλοντα ἔσεσθαι
40ὡς παρῳχηκότα συνήθως προφωνῶν. Λέγει δ’ οὖν· Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου· ἢ κατὰ τὸν Ἀκύλαν, Ἐβρυχήσαντο οἱ πολέμιοί σου ἐν μέσῳ τῆς συνταγῆς σου. Ἔθεν‐ το τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ἔγνωσαν, ὡς
45εἰς τὴν ἔξοδον ὑπεράνω· ὃ δὴ σαφέστερον ἡρμήνευ‐ σεν ὁ Σύμμαχος εἰπών· Ἔθηκαν τὰ σημεῖα αὐτῶν ἐπισήμως γνώριμα κατὰ τὴν εἴσοδον ἐπάνω. Ἀλλὰ καὶ ἀντὶ τοῦ, Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι καὶ λαξευ‐

23

.

856

(50)

τηρίῳ κατέῤῥαξαν αὐτὴν, πάλιν ὁ Σύμμαχος, Ἐν ἀρμένοις ξυλίνοις ἀξίναις τῶνδε καὶ τὰς πύλας αὐτῆς ὁμοῦ ἐν μοχλοῖς καὶ δικράνοις κατέῤῥιψαν. Σημεῖα δὲ τῶν πολεμίων τίνα ἦν, ἅπερ ἐπισήμως πρὸ τῶν εἰσόδων ἔθηκαν, ἢ τὰ πολεμικὰ ὄργανα, καὶ πε‐
55λέκεις καὶ ἀξίναι καὶ τοιαῦτα δόρατά τε καὶ ὅπλα; Εἰκὸς δὲ καὶ τὰς σημαίας τὰς πρὸ τῶν στρατοπέδων
φερομένας διὰ τούτων δηλοῦσθαι. Ἀλλὰ καὶ Ἐνε‐856 in vol. 23

23

.

857

πύρισαν, φησὶ, ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, καὶ εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόμα‐ τός σου. Ἐν ᾧ διερμηνεύει τὴν διάνοιαν τοῦ ἀνωτέ‐ ρω λελεγμένου. Ἐπειδὴ γὰρ ἐν τοῖς ἔμπροσθεν εἴρη‐
5το· Ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ· ὅπως κατεσκήνωσεν ἐν αὐτῷ διασαφεῖ νῦν φήσας· Τὸ σκήνωμα τοῦ ὀνόματός σου· Σκήνωμα γὰρ ἦν ὁ τόπος οὐκ αὐτοῦ τοῦ Θεοῦ, ἀλλὰ τοῦ ὀνόματος αὐτοῦ· Δυσωπεῖ δὲ ἐφ’ ἑκάστῳ, προστιθείς· Ἐν μέσῳ γὰρ,
10φησὶ, τῆς ἑορτῆς σου τὸ ἁγιαστήριόν σου καὶ τὸ σκή‐ νωμα τοῦ ὀνόματός σου. Τὰ γὰρ τοιαῦτα δυσωπητικὰ ἦν καὶ ἐγερτικὰ ἐπὶ ἐκδίκησιν τῶν τετολμημένων, ἐφ’ ἣν παρορμᾷ ἑξῆς λέγων· Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος· κατὰ
15δὲ τὸν Σύμμαχον· Τὸ ὕψωμα, φησὶ, τῶν ποδῶν σου ἠφανίσθη εἰς νῖκος. Ὕψωμα δὲ τῶν ποδῶν αὐτοῦ ὁ νεὼς ἦν ὁ εὐκτήριος. Ἐνεκαυχήσαντο οἱ μισοῦντες τὴν Θεὸν ἐν μέσῳ τῆς ἑορτῆς αὐτοῦ εἰκότως. Ἐπειδὴ γὰρ αὐτοὶ πρότεροι τὸν τόπον οἰκοῦντες ἀθέους ἤραντο
20χεῖρας κατὰ τοῦ Χριστοῦ τοῦ Θεοῦ ἐν μέσῳ τῆς ἑορ‐ τῆς αὐτοῦ, βοαῖς τε ἀθέοις καὶ ἐναγέσιν ἐχρήσαντο, ἐν αὐτῇ τῇ τοῦ Πάσχα ἡμέρᾳ τὸ αἷμα αὐτοῦ καθ’ ἑαυ‐ τῶν καὶ κατὰ τῶν ἰδίων τέκνων ἐξαιτησάμενοι· εἰκό‐ τως ἐν μέσῳ τῆς ἑορτῆς μετῄει αὐτοὺς ἡ ἐκ Θεοῦ
25ὀργή· ὡς καὶ ἑτέραν προφητείαν πληροῦσθαι εἰς αὐ‐ τοὺς, δι’ ἧς εἴρητο· Καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ τὰς πανηγύρεις ὑμῶν εἰς θρῆνον. Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· Καταπαύσωμεν τὰς ἑορτὰς τοῦ Θεοῦ
30ἀπὸ τῆς γῆς. Τὰ προλεχθέντα πάντα δυσσεβεῖ σκο‐ πῷ, φησὶ, διεπράξαντο οἱ ἐχθροί σου· τό τε γὰρ ἁγια‐ στήριόν σου ἐνεπύρισαν, καὶ τὸ σκήνωμα τοῦ ὀνόμα‐ τός σου ἐβεβήλωσαν, καὶ τὰ λοιπὰ πάντα τετολμήκα‐ σιν· οὐκ ἀνθρώποις ἐπιβουλεύοντες, οὐδὲ τόπον πολιορ‐
35κεῖν προθέμενοι· σοὶ δὲ τῷ Θεῷ πολεμοῦντες, καὶ τὰς ἑορτάς σου καταλῦσαι διανοούμενοι. Ταῦτα δὲ, εἰ καὶ μὴ στόματι ἐλάλουν, ἀλλὰ ταῖς καρδίαις αὐτῶν καὶ ταῖς ἐνθυμήσεσι ἐλογίζοντο. Ἀλλὰ τότε μὲν οἱ ἐχθροὶ τοῦ Θεοῦ ταῦτα λογιζόμενοι τὸν πάλαι τῷ Θεῷ ἀφω‐
40ρισμένον τόπον καθῄρουν· ὁ δὲ μέγας καὶ δυνατὸς Θεὸς ἀνθ’ ἑνὸς ἐκείνου τὰς ἀπ’ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐκκλησίας ἐν πᾶσι συνίστη τοῖς ἔθνεσι. Καὶ οἱ μὲν ἐχθροί σου, φησὶ, καὶ πολέμιοι τὰ ἑαυτῶν σημεῖα ἔθηκαν ἐν ὑψηλῷ καὶ
45ἐπισήμοις τόποις, παρ’ αὐτὰς τὰς εἰσόδους τοῦ ἱεροῦ· ὡς ἂν πάντες οἱ διιόντες ὁρῷεν αὐτῶν τὰ νικητήρια· ἡμεῖς δὲ, ὧν ἐκ προσώπου ἱκετήριος εὐχὴ ἀναπέμ‐ πεται, Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν. Πῶς δὲ οὐκ εἴδομεν ἡμῶν τὰ σημεῖα, ἀλλ’ ἐπεὶ οὐκ ἔστιν ἔτι

23

.

857

(50)

προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι; Πάλαι μὲν γὰρ καθ’ ἕκαστον καιρὸν καὶ κατὰ γενεὰς καὶ κατὰ διαδοχὰς τῶν ἡμετέρων πατέρων, προφῆται συνῆσαν αὐτοῖς πολιορκουμένοις καὶ εἰς αἰχμαλωσίαν ἀπαγομέ‐ νοις· ὅπερ ἦν μέγιστον δεῖγμα καὶ σημεῖον τοῦ μὴ
55ἀνεπισκόπους αὐτοὺς ὑπάρχειν· ἡ γοῦν προνοητικὴ τῶν ὅλων δύναμις, ὥσπερ ἰατροὺς ἐν ταῖς ἐσχάταις
συμφοραῖς τοὺς προφήτας τῷ τότε λαῷ καθίστη·858 in vol. 23

23

.

860

καὶ ταῦτα ἦν τοῦ Θεοῦ τὰ σημεῖα. Νῦν δὲ εἰς ἡμᾶς γινόμενα ὅτε τὰ προλεχθέντα δι’ ἔργων χωρεῖ, Τὰ ση‐ μεῖα ἡμῶν οὐκ εἴδομεν· δι’ ὃ οὐκ ἔστιν ἔτι προ‐ φήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Εἰ μὲν γὰρ πρὸς
5καιρὸν βραχὺν διέλιπον οἱ προφῆται, εἶτα μετὰ ταῦτα πάλιν ἀνεφάνησαν, οὐκ ἂν ἐλέγετο. καὶ ἡμᾶς οὐ γνώσεται ἔτι· νῦν δὲ ἐπειδὴ μετὰ τὰ κατὰ τοῦ Σω‐ τῆρος τολμηθέντα αὐτοῖς, Ῥωμαίων ἐπιστάντων καὶ τὸν τόπον ἐκ βάθρων ἐρημωσάντων, οὐδαμοῦ προφῆ‐
10ται παρῆσαν τοῖς πολιορκουμένοις· ἀλλ’ οὐδὲ ἐν τοῖς μετὰ ταῦτα χρόνοις γεγόνασιν, οὐδ’ ἤμελλον εἰσαῦθίς ποτε ἀναστήσεσθαι· θαυμαστῶς ἡ πρόῤῥησις φή‐ σασα, Οὐκ ἔστιν ἔτι προφήτης, ἐπήγαγε, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Ὅτι οὔτ’ ἐπὶ τῶν Βαβυλωνίων
15χρόνων ἥρμοττε λέγεσθαι, οὔτ’ ἐπὶ τῶν παλαιοτέρων. Ἤκμαζε γοῦν καθ’ ἑκάστην γενεὰν παρ’ αὐτοῖς ἡ τῶν προφητῶν διαδοχὴ, ἣ καὶ διήρκεσε μέχρις Ἰωάν‐ νου τοῦ προφήτου. Ἕως πότε, ὁ Θεὸς, ὀνειδίζει ὁ ἐχθρὸς, παροξύ‐
20νει ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος; Πολλάκις εἴρηται διὰ τῆς μετὰ χεῖρας προφητείας τὸ, εἰς τέ‐ λος. Ἐν ἀρχῇ μὲν γὰρ ἐλέγετο· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; εἶθ’ ἑξῆς· Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας εἰς τέλος· καὶ τρίτον·
25Παροξύνει ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος· καὶ αὖθις· Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; δι’ ὧν ὁ λόγος τὴν τελευταίαν πολιορκίαν τοῦ τόπου σημαίνει. Πυνθανόμενος δὲ καὶ λέγων· Ἕως πότε,
30ὁ Θεὸς, ὀνειδιεῖ ὁ ἐχθρός; διδαχθῆναι ποθεῖ ἕως πότε ταῦτ’ ἔσται, καὶ τίς ἔσται ἡ περιγραφὴ τοῦ χρόνου, καὶ μέχρι τίνος παροξύνει ὁ ὑπεναντίος τὸ ὄνομά σου, καὶ εἰ διαμένει εἰς τέλος τοῦτο πράττων. Εἶτ’ ἀκολούθως πυνθάνεται τὴν τούτων αἰτίαν ἀξιῶν·
35διό φησιν· Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέ‐ λος; Ἡ δὲ τοῦ λόγου διάνοια τοῦτον ἔχει τὸν νοῦν· ὁ κόλπος τοῦ Θεοῦ ἀγαθῶν ἐστι πλήρης, διὸ λέλεκται· Μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς,
40ἐκεῖνος ἐξηγήσατο. Καὶ ἔστιν ἀπόῤῥητος οὗτος τῆς Πατρικῆς θεότητος θησαυρὸς καὶ πλήρωμα τῶν ἀγα‐ θῶν ἁπάντων, ἐξ ὧν δίδωσι τὰ χαρίσματα τοῖς ἀξίοις αὐτοῦ. Ἐπεὶ τοίνυν ἐκ μέσου τοῦ κόλπου τὰ χαρί‐ σματα τοῖς ἀξίοις δωρεῖται ἐκτείνων εἰς αὐτοὺς τὴν
45ἑαυτοῦ δεξιὰν, ἀπὸ δὲ τῶν μὴ ἀξίων ἀποστρέφει τὴν χεῖρα τὴν δεξιὰν, μηδὲν αὐτῶν τῶν ἐν αὐτῷ δηλω‐ θέντι κόλπῳ τεταμιευμένων ἀγαθῶν δωρούμενος· εἰκότως πυνθάνεται λέγων· Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ

23

.

860

(50)

κόλπου σου εἰς τέλος; Καὶ πάλιν προστίθησι τὸ, εἰς τέλος, σημαίνων, ὡς ἀποστροφὴ τῆς τοῦ Θεοῦ δεξιᾶς εἰς τέλος ἔσται αὐτοῖς. Διὰ δὲ τῆς ἐρωτήσεως ἐπὶ τὴν ζήτησιν τῆς αἰτίας ἡμᾶς διεγείρει, ὡς ἂν ζητήσαιμεν τί τὸ αἴτιον γεγένηται τοῦ εἰς τέλος αὐ‐
55τοὺς ἀποβληθῆναι. Εἰ μὲν γὰρ ἁμαρτίας καὶ παρα‐ νομίας αἰτιάσαιτό τις, ἀλλὰ καὶ πάλαι τοιαῦτα πρά‐
ξαντας αὐτοὺς ἔγνωμεν καὶ μὴ ἀπωσθέντας εἰς τέλος·860 in vol. 23

23

.

861

μυρίους γὰρ ἀθεμίτους πράξεις μοιχείας τε καὶ εἰδω‐ λολατρείας, προφητῶν τε ἀναιρέσεις καταλέγουσιν αὐτῶν οἱ προφητικοὶ λόγοι· ἀλλ’ οὐ πώποτε ἐγκατε‐ λείφθησαν εἰς τέλος. Συνῆσαν δὲ αὐτοῖς, καίπερ
5τοιαῦτα πράττουσιν, οἱ προφῆται· ἐγίγνοντο δὲ παρ’ αὐτοῖς καὶ ἀγγέλων ἐπιφάνειαι, καὶ Πνεύματος ἁγίου παρουσία. Τί τοίνυν τὸ ξένον, καὶ τί τοσοῦτον αὐτοῖς τετόλμηται, ὡς εἰς τέλος αὐτοὺς ἀπωσθῆναι, καὶ τὴν δεξιὰν τοῦ Θεοῦ ἀποστραφῆναι αὐτοὺς εἰς τέλος; Λέγων δὲ ταῦτα, αἰνίττεται σεσιωπημένως τὸ πρα‐ χθὲν αὐτοῖς κατὰ τοῦ Χριστοῦ τοῦ Θεοῦ τόλμημα.
10 Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργά‐ σατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Διελθὼν τὰ προ‐ λελεγμένα, ἐπαναλαμβάνει τοὺς περὶ τῆς προνοίας λόγους, καὶ τῆς δυνάμεως τοῦ Θεοῦ παρίστησι τὰς μεγαλουργίας, εὐκαίρως εὐσεβεῖς προϊέμενος φωνὰς,
15ὡς ἂν μή τις νομίσειε, διὰ τὸ μὴ ἐφορᾷν αὐτὸν, μηδὲ ἐπιστατεῖν τοῖς πᾶσι τὰ προλεχθέντα γεγενῆ‐ σθαι. Διό φησιν· Εἰ καὶ ταῦτα τοῦτον ἐπράχθη τὸν τρόπον· ἀλλ’ ὅμως πεπείσμεθα, ὅτι σὺ ὁ Θεὸς ἡμῶν, ὃν καὶ βασιλέα ἡμῶν εἶναι γνωρίζομεν, κρίσει βασι‐
20λικῇ καὶ θείᾳ πάντα οἰκονομεῖς ἐπὶ σωτηρίᾳ τῶν ὅλων· γὰρ Θεὸς ἡμῶν, βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Ὥστ’ εἰ καὶ ἐν μιᾷ γωνίᾳ γῆς τοιαῦτα πραχθῆναι συγκεχώρηκας διὰ τοὺς οἰκήτορας τοῦ τόπου· ἀλλ’
25ὅμως πεπείσμεθα, ὅτι τοὺς καθ’ ὅλης τῆς οἰκουμένης οἰκοῦντας ἀνθρώπους σωτηρίας ἀξιώσεις, τὸν ἑαυτοῦ Χριστὸν ἐγείρας ἅπασιν ἀνθρώποις Σωτῆρα. Καί μοι δοκεῖ δι’ ἑνὸς τοῦ μετὰ χεῖρας στίχου ὥσπερ ἀνταπό‐ δοσιν ποιεῖσθαι τῶν ἐπηπορημένων· ἀντὶ γὰρ τῶν
30συμβεβηκότων κατὰ τοῦ δηλωθέντος τόπου, ἐργάσε‐ ται, φησὶν, ὁ Θεὸς σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Συν‐ ήθως δὲ καὶ νῦν τὰ ἐσόμενα ὡς παρῳχηκότα θεσπί‐ ζει. Εἶτα διδάσκει ἑξῆς ὁποίας ἤδη πάλαι πρότερον ὁ Θεὸς κατειργάσατο θαυματουργίας λέγων· Σὺ ἐκρα‐
35ταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν. Ἀντὶ δὲ τοῦ, Σὺ δὲ ἐκραταίωσας, ὁ Σύμμαχος, Σὺ διε‐ σκέδασας τῇ ἰσχύϊ σου τὴν θάλασσαν, ἡρμή‐ νευσε. Καί μοι δοκεῖ διὰ τούτων ὡς πρὸς τὴν ἱστο‐ ρίαν σημαίνειν τὴν ἐπὶ Μωσέως γενομένην δίοδον
40τοῦ λαοῦ διὰ τῆς Ἐρυθρᾶς θαλάσσης. Διὸ κατὰ μὲν τὸν Σύμμαχον εἴρηται, Σὺ διεσκέδασας τῇ ἰσχύϊ σου τὴν θάλασσαν· κατὰ δὲ τὸν Θεοδοτίωνα, Σὺ διέστησας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν. Εἶτα τοὺς Αἰγυπτίους καὶ τὸν Φαραὼ αἰνίττεσθαί
45μοι δοκεῖ φάσκων· Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος· σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος· δράκοντα μὲν τὸν Φαραὼ, κεφαλὰς δὲ αὐτοῦ τοὺς ὑπ’ αὐτὸν ἄρχοντας αἰνιττόμενος· ἢ δράκοντας τοὺς Αἰγυπτίους, κεφα‐

23

.

861

(50)

λὰς δὲ αὐτῶν τοὺς τριστάτας καὶ τοὺς ἡγουμένους αὐτῶν ὀνομάζων. Τὸ δὲ, Ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν, εἴποι ἄν τις τὰ νεκρὰ σώματα αὐτῶν, ἐκβρασθέντα τῆς θαλάσσης, βορὰν γεγονέναι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ. Ἀντὶ δὲ τοῦ, τοῖς Αἰ‐
55θίοψιν, ὁ μὲν Ἀκύλας, τοῖς ἐξελευσομένοις, ὁ δὲ Θεοδοτίων, τῷ ἐσχάτῳ, καὶ ἡ πέμπτη ἔκδοσις, τῷ ἐξεληλυθότι, ἡρμήνευσαν. Τῶν μὲν τῇ Ἐρυθρᾷ θαλάσσῃ καταποντωθέντων μνημονεύσας ὁ λόγος,
ἑξῆς καὶ τῶν μετὰ ταῦτα πεπραγμένων ἀναφέρει862 in vol. 23

23

.

864

τὴν μνήμην λέγων· Σὺ διέῤῥηξας πηγὰς καὶ χει‐ μάῤῥους. Οὐ γὰρ Μωσῆς, φησὶν, ἦν ὁ τῇ ῥάβδῳ τύψας τὴν πέτραν καὶ ἐξαγαγὼν ἐξ αὐτῆς πηγὰς καὶ χειμάῤῥους· ἀλλὰ σὺ ἦσθα, ὁ Θεὸς, ὁ ταῦτα διὰ
5Μωσέως παραδοξοποιῶν. Καὶ τὸ ἐπιλεγόμενον δὲ ἐν τῷ, Σὺ ἐξήρανας ποταμοὺς Ἠθὰμ, ἀναφέροιτο ἂν ἐπὶ τὸν Ἰορδάνην, ὃν ἀποξηρανθέντα διῆλθον ποσὶ μετὰ τὴν Μωσέως τελευτὴν οἱ υἱοὶ Ἰσραὴλ, ἡγουμέ‐ νου αὐτῶν Ἰησοῦ. Ἔστι δὲ ὁ τρόπος περιληπτικὸς,
10ἀντὶ τοῦ ἑνικοῦ πληθυντικῶς προενηνεγμένος. Τὸ δὲ Ἠθάμ, ὁ μὲν Ἀκύλας στερεοὺς ποταμοὺς ἡρμή‐ νευσεν, ὁ δὲ Σύμμαχος ἀρχαίους. Καὶ ταῦτα μὲν ὡς πρὸς τὴν λέξιν εἰρήσθω. Τροπικῶς δ’ ἄν τις ἐπιβα‐ λὼν τοῖς τόποις ἀνοίσει ταῦτα ἐπὶ δυνάμεις ἀφανεῖς
15καὶ ἀοράτους, αὐτὰς εἶναι λέγων τοὺς δράκοντας τοὺς ἐνταῦθα ὠνομασμένους· θάλασσάν τε τροπικῶς τὸ τούτων οἰκητήριον, αὐτόν τε τὸν ἄρχοντα τῶν πονη‐ ρῶν πνευμάτων σημαίνεσθαι διὰ τοῦ πολυκεφάλου δράκοντος· περὶ οὗ φήσειέ τις εἰρῆσθαι τὸ, Σὺ συν‐
20έθλασας τὰς κεφαλὰς τοῦ δράκοντος, ἔδωκας αὐ‐ τὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι. Ζητήσει δὲ ὁ τοιοῦ‐ τος καὶ τινὰς Αἰθίοπας νόμοις ἀλληγορίας, τοὺς τὰς ψυχὰς μεμελανωμένους φάσκων εἶναι· οὓς δὲ καὶ ἐσθίειν ἐρεῖ τὸν προλεχθέντα δράκοντα, ἀναλόγως
25τοῖς ἐσθίουσι τοῦ σωτηρίου Λόγου τὰς σάρκας· ἀκο‐ λούθως δὲ τούτοις καὶ πηγὰς ῥηγνυμένας εἰς χει‐ μάῤῥους καὶ ποταμοὺς ἀποξηραινομένους τροπικῶς ἀποδοῦναι πειράσεται. Ἀλλ’ ἡμεῖς, πρὸς λέξιν τὴν διάνοιαν ἀποδεδωκότες, ἐπὶ τὰ ἑξῆς διαβησόμεθα.
30Παραστήσας ὁ προφήτης ὁποῖα εἴργασται θαύματα ὁ πρὸ αἰώνων βασιλεὺς Θεὸς, ἔτι καὶ ταῦτα προσ‐ τίθησι λέγων· Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ. Τὴν γὰρ τοσαύτην τῶν πραγμάτων μεταβολὴν σὺ μόνος ὁ παντοδύναμος εἰργάσω. Ὡς γὰρ τὴν στε‐
35ρέμνιον πέτραν εἰς ῥευστὴν οὐσίαν μεταβαλὼν, πηγὰς καὶ χειμάῤῥους ἐξ αὐτῆς εἰργάσω, καὶ ἀνάπαλιν τὰ τῶν ποταμῶν ῥεύματα εἰς τὸ ἐναντίον καταστήσας ἐξήρανας· οὕτω καὶ τὴν ἡμέραν ὅτε θέλεις νυκτο‐ ποιεῖς, ἔμπαλίν τε τὴν νύκτα μετατρέπεις εἰς ἡμέ‐
40ραν· αὐτὸς καὶ φωστῆρας ἐν οὐρανῷ κατηστέρισας αὐτοῖς, καὶ ἡλίῳ διέταξας δρόμους, ὅρους τε τῷ παντὶ νομοθετήσας, ὥσπερ μεθορίους διεῖλας τὸν σύμπαντα αἰῶνα κατακερματίσας εἰς διάφορα τμήματα τοὺς τοῦ παντὸς ἐνιαυτοῦ καιρούς. Ἑνὸς γὰρ ὄντος τοῦ
45χρόνου, καὶ τῆς τοῦ παντὸς ἀνακυκλήσεως μιᾶς καὶ τῆς αὐτῆς οὔσης, σὺ ὁ πάντα δυνατὸς Θεὸς τροπαῖς διαφόροις διεῖλας τὸ πᾶν, θέρος μὲν ἔαρι συνάψας, τούτῳ δὲ μετόπωρον περιγράψας, χειμῶνά τε περιορί‐ σας ἔαρι· πάντα γὰρ ταῦτα σὺ ἔπλασας. Ἐπεὶ τοίνυν σὺ ὁ ἐξ αἰῶνος καὶ πρὸ αἰῶνος βασιλεὺς ἡμῶν τοιαῦτα

23

.

864

(50)

πέφυκας μεγαλουργεῖν καὶ παραδοξοποιεῖν, μεταβάλλειν τε ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία τὰ τῷ σῷ νεύ‐ ματι παριστάμενα· εἰκότως ἀντιβολοῦμεν καὶ νῦν ταῖς ἡμετέραις ἱκετηρίαις ἐπινεῦσαι, μνησθῆναί τε ταύ‐ της (ἀντὶ δὲ τοῦ, ταύτης, ταῦτα ὁ Σύμμαχος ἡρμήνευσεν)· ὅπως καὶ ἐφ’ ἡμῶν μεταβολὴν ποιήσειας τῶν προκαταλαβόντων ἡμᾶς κακῶν. Ἀντὶ δὲ τοῦ, Σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον, ὁ Ἀκύλας, Σὺ ἡτοίμασας φωστῆρα καὶ ἥλιον ἡρμήνευσεν.
55 Ἐχθρὸς ὠνείδισε τῷ Κυρίῳ, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου. Μὴ παραδῷς τοῖς θη‐ ρίοις ψυχὴν ἐξομολογουμένην σοι. Τὰ μὲν τῆς σῆς ἀνεκφράστου δυνάμεως ἔργα τοιαῦτά τινα,
ὁποῖα δεδήλωται τυγχάνει. Τούτων δέ σε μνησθῆναι864 in vol. 23

23

.

865

καὶ ἐφ’ ἡμῶν ἱκετεύομεν. Ἐπειδὴ καὶ νῦν οἱ ἐχθροὶ καὶ οἱ πολέμιοι, οὐχ ἡμᾶς τοὺς πολεμηθέντας καὶ ὑποχειρίους αὐτοῖς γενομένους, ἀλλὰ σὲ τὸν Θεὸν ἡμῶν ὀνειδίζουσι· καὶ λαὸς ἄφρων ὁ σὲ τὸν Θεὸν μὴ εἰδὼς,
5ἐπὶ δαίμοσι δὲ καὶ πολυθέῳ πλάνῃ καυχώμενος, οὐχ ἡμᾶς, ἀλλὰ σὲ καὶ τὸ σὸν ὄνομα παρώξυνεν· οὗ χά‐ ριν δεόμεθα καὶ ἀντιβολοῦμεν, μὴ ἐκδότους παρα‐ δοῦναι τοῖς ἀπηνέσι θηρσὶ τὰς ψυχὰς τῶν ἐξομολογου‐ μένων σοι, μηδὲ λήθην ποιήσασθαι εἰς τὸ παντελὲς,
10μὴ βορὰ γενώμεθα θηρίων ψυχὰς ἐσθίειν πεφυκότων· ὁποῖαί εἰσιν αἱ ἀντικείμεναι δυνάμεις, αἱ τῶν ψυ‐ χῶν τῶν ἀνθρωπίνων ἐπίβουλοί τε καὶ πολέμιοι· ἀλλὰ γὰρ ἐπίβλεψον εἰς τὴν διαθήκην σου, καὶ μνή‐ σθητι τῆς συνθήκης σου, δι’ ἧς ηὐδόκησας σῶσαι τὸ
15τῶν ἀνθρώπων γένος, καινὴν διαθήκην αὐτοῖς διὰ τοῦ Χριστοῦ σου δεδωρημένος. Εἰ γὰρ καὶ τὰ μάλιστα γεγόνασί τινες ἐσκοτισμένοι τὴν διάνοιαν καὶ οἴκῳ ἀνομιῶν πεπληρωμένοι, μὴ παραδεξάμενοι τὸν Χρι‐ στόν σου, ἀλλὰ σὺ ὡς φιλάνθρωπος Θεὸς τῶν σῶν
20πτωχῶν μὴ ἀποστραφῇς τὰς ἱκετηρίας. Τίνες δ’ ἂν εἶεν οἱ πτωχοὶ οἱ ταῦτα ὑπὲρ παντὸς εὐχόμενοι τοῦ λαοῦ, ἀλλ’ οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστο‐ λοι πρὸς οὓς ἐλέγετο· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τῶν οὐ‐
25ρανῶν; Τούτοις γὰρ καὶ Ἡσαΐας ἐμαρτύρει ἐκ προσ‐ ώπου λέγων τοῦ Χριστοῦ· Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. Οὗτοι γοῦν ὑπερηύχοντο τοῦ παντὸς λαοῦ, μονονουχὶ φήσαντες ἂν οἱ πάντες αὐτοὶ ὁμοίως
30Παύλῳ τό· Ηὐχόμην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελ‐ φῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται. Καὶ αὐτοὶ δὲ οἱ προφῆται τοῦ Θεοῦ, δι’ αὐτὸν πτωχεύοντες, ταῦθ’ ὑπὲρ τοῦ παντὸς καθικέτευον ἔθνους. Ἀνάστα, ὁ Θεὸς, δίκασον τὴν δίκην σου, μνήσθητι τῶν ὀνειδισμῶν σου, τῶν ὑπὸ ἄφρονος
35ὅλην τὴν ἡμέραν. Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἐχθρῶν σου, ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διαπαντός. Ἐπειδὴ οὐχ ἡμεῖς ἠδικήμεθα ἀλλὰ σύ· σὲ γὰρ ὠνείδισεν ὁ ἐχθρὸς, καὶ λαὸς ἄφρων τὸ σὸν ὄνομα παρώξυνε· τούτου χάριν ἀνάστηθι, ὁ
40Θεὸς, καὶ δίκασον τὴν δίκην σου. Κατὰ δὲ τὸν Σύμ‐ μαχον· Στῆθι, ὁ Θεὸς, προμάχησον τῆς μάχης σου, καὶ μνημόνευσον τοῦ ὀνείδους σου παρὰ ἄφρονος τοῦ διὰ πάσης ἡμέρας. Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν πολεμίων σου, ἤγουν τῶν ἀνθεστη‐
45κότων σοι, μέχρις οὗ ἀναβαίνοντος ἀδιαλείπτως; Καὶ μέχρι τούτων ἵσταται ὁ λόγος παρακαλῶν τὸν Θεὸν διαναστῆναι καὶ δικάσαι τὴν δίκην αὐτοῦ, μνησθῆναί τε τοῦ ὀνειδισμοῦ τῶν ἀφρόνων, μηδὲ λήθῃ παρα‐ δοῦναι τὰς φωνὰς τῶν ἐχθρῶν καὶ τὰς ὑπερηφανίας

23

.

865

(50)

τῶν διαπαντὸς ἐπαιρομένων. Οὐ μὴν ἐπισυνῆπται τούτοις ἑξῆς χρηστοτέρα τις ἀπόκρισις, οὐδὲ ἀγαθῶν ἐπαγγελία τοῖς δεηθεῖσιν, ὅπερ ἔστιν ἐφ’ ἑτέρων εὑρεῖν. Διόπερ ἀρχόμενος ὁ λόγος ἀπωσμὸν εἰς τέλος ἐθέσπισε τοῖς δηλουμένοις, καὶ δι’ ὅλου τὸ, εἰς τέλος,
55ἐπῆγε τῇ τῶν σκυθρωπῶν προῤῥήσει. Ἔνθεν ὁρμώ‐ μενος καὶ ὁ θεῖος Ἀπόστολος, γράφων περὶ αὐτῶν
ἔλεγε τὸ, Ἔφθασε δὲ εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.866 in vol. 23

23

.

868

ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ΔΙΑΦΘΕΙΡῌΣ, ΨΑΛΜΟΣ Τῼ ΑΣΑΦ. ΟΔʹ. Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησό‐ μεθά σοι, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου. Ἀντὶ
5τοῦ, Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, ὁ Σύμμαχος, Ἐπινίκιος περὶ ἀφθαρσίας ψαλμὸς τοῦ Ἀσὰφ, ἡρμήνευσεν. Οὐκοῦν περὶ ἀφθαρσίας ὁ λόγος τῆς τοῖς δικαίοις ἀποκειμένης, οἷς καὶ τὰ τῆς νίκης ἀπο‐ τεθησαύρισται βραβεῖα. Διὸ καὶ ἐπινίκιος εἴρηται·
10ἀναπέμπει δὲ ἡμᾶς καὶ εἰς τὸ τέλος, περὶ οὗ φησιν ὁ Ἀπόστολος· Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ θῇ πάντας
15τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. Εἰς ἐκεῖνο γὰρ τὸ τέλος οἱ κατὰ τὸν ἐνεστῶτα αἰῶνα τὸν καλὸν ἀγῶνα νενικηκότες τῆς ἀφθάρτου ζωῆς τεύξονται· ὃ δὴ πρὸς τοῖς τελευταίοις καὶ ὁ μετὰ χεῖρας λόγος παρί‐
20στησι λέγων· Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δι‐ καίου. Συμφώνως γὰρ τῷ Ἀποστόλῳ ὁ παρὼν λόγος κλασθήσεσθαι τὰ κέρατα εἰπὼν, ἐπήγαγε τὸ, Ὑψωθή‐ σεται τὰ κέρατα τοῦ δικαίου· καὶ τοῦτ’ ἔστι τὸ τῆς
25παρούσης προφητείας συμπέρασμα. Διὸ καὶ ψαλμὸς καὶ ᾠδὴ κατὰ τὸ αὐτὸ ὠνόμασται· ἐκ προσώπου δὲ τῶν δικαίων τὴν καταρχὴν ποιεῖται εἰπών· Ἐξομο‐ λογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησόμεθά σοι, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου. Μόνοις γὰρ
30αὐτοῖς πρέπει ἡ εὐχαριστήριος ἐξομολόγησις, καθ’ ἣν καὶ ὁ Σωτὴρ ἐξωμολογεῖτο ἐν Εὐαγγελίοις πρὸς τὸν Πατέρα φάσκων· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Πρῶτον δὲ ἐξομο‐ λογοῦνται, εἶτα ἐπικαλοῦνται τὸ ὄνομα αὐτοῦ, διὰ
35τῆς τοιᾶσδε ἐπικλήσεως παρὰ τῷ Θεῷ τευξόμενοι σωτηρίας, κατὰ τὸ φάσκον λόγιον· Καὶ πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Δύνα‐ ται δὲ ὁ λόγος διδασκαλικὸς εἶναι ἐξομολογήσεως τῶν ἐν τῷ πρὸ τούτου ἀποκλαυσαμένων τὴν πτῶσιν τῆς
40Ἱερουσαλὴμ καὶ τὴν ἐσχάτην αὐτῆς πολιορκίαν. Οἱ γὰρ εἰρηκότες ἐν τοῖς ἔμπροσθεν, Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρό‐ βατα νομῆς σου; καὶ τὰ ἑξῆς, διδάσκονται νῦν ἐξο‐ μολογεῖσθαι τῷ Θεῷ καὶ ἐπικαλεῖσθαι τὸ ὄνομα
45αὐτοῦ. Ἐπειδὴ διττός ἐστιν ὁ τῆς ἐξομολογήσεως τρόπος, ἀναγκαίως δεύτερον εἴρηται ἐπὶ τοῦ παρόντος τὸ, Ἐξομολογησόμεθά σοι· τοῦ μὲν πρώτου, ὡς εἰκὸς, ἐφ’ ἁμαρτίας τὴν ἐξομολόγησιν δηλοῦντος, τοῦ δ’ ἑξῆς τὴν ἐφ’ οἷς εὖ πεπόνθασιν οἱ τὸ πρῶτον ἐξομο‐ λογησάμενοι εὐχαριστίαν. Διηγήσομαι τὰ θαυμάσιά σου, ὅταν ἐκλάβω

23

.

868

(50)

καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ. Θεοῦ φωνὰς εἶναι τὰς προκειμένας ὁ νοῦς τῶν λεγομένων παρίστησι. Τὸ γὰρ, Ἐγὼ εὐθύτητας κρινῶ, καὶ πάλιν τὸ, Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς, δῆλον δ’ ὅτι τῆς γῆς, καὶ ἑξῆς τὸ, Καὶ πάντα τὰ κέρατα τῶν
55ἁμαρτωλῶν συγκλάσω, τίνι ἂν ἁρμόζοι λέγειν ἢ Θεῷ; Εἰ τοίνυν ἐκ προσώπου τοῦ Θεοῦ ταῦτα λέγε‐
ται, πῶς ἕτερος εἰδὼς Θεὸν, ὡς πρὸς αὐτὸν ἀναφωνεῖ868 in vol. 23

23

.

869

λέγων· Διηγήσομαι τὰ θαυμάσιά σου ὅταν λάβω καιρὸν, καὶ ἐπιφέρει· Ὅτι ὁ Θεὸς κριτής ἐστι· καὶ πάλιν, Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκρά‐ του; Πῶς δὲ πρὸς τούτοις ἅπασιν ἐπιλέγει· Ἐγὼ δὲ
5ἀναγγελῶ εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ, καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω; Ὅρα τοίνυν εἰ μὴ διὰ τούτων ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος τὰς οἰκείας ἐνεργείας διδάσκει τὴν τοῦ Πατρὸς διεξιὼν θεολογίαν. Φησὶ γοῦν· Διηγήσομαι τὰ θαυ‐
10μάσιά σου ὅταν λάβω καιρόν. Ὁ μὲν Ἀκύλας, Ὅταν λάβω συνταγάς· ὁ δὲ Σύμμαχος, Ὅταν λάβω τὴν συναγωγήν. Καί μοι δοκεῖ εὐκαίρως εἰρηκέναι τὸ, Ὅταν λάβω συνταγὰς, ἢ, τὴν συναγωγήν. Ἐπαγγέλλεται γὰρ καιροῦ λαβόμενος πάντα τὰ
15θαυμάσια τοῦ Πατρὸς διηγήσασθαι ἐπὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἣν αὐτὸς ὁ Πατὴρ ἐπηγγέλλετο αὐτῷ εἰπών· Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ὅταν οὖν λάβω, φησὶ, ταύτην
20τὴν συνταγὴν, καὶ ἐπειδὰν τύχω τούτου τοῦ καιροῦ, τηνικαῦτα παρ’ αὐτοῖς τοῖς ἐξ ἐθνῶν ἐπιστρέφουσι διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Οἷς ἐπιλέγει· Ἐγὼ εὐθύτητας κρινῶ. Δικαιοσύνης γὰρ καὶ εὐθύ‐ τητος ἔργον τὸ μὴ Ἰουδαίους μόνους προσίεσθαι,
25μηδὲ τὸ ἐξ Ἀβραὰμ γένος κατὰ τὴν Μωσέως κλῆσιν, ἀλλ’ ἐξ ἁπάντων τῶν ἐθνῶν τὴν ἐκλογὴν ποιεῖσθαι τῶν σωζομένων. Διόπερ ὁ Πέτρος ἐν ταῖς Πράξεσιν ἀναγέγραπται εἰρηκώς· Ἐπ’ ἀληθείας οἶδα, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός· ἀλλ’ ἐν παντὶ
30ἔθνει ὁ φοβούμενος αὐτὸν δεκτός ἐστιν αὐτῷ. Καὶ ὁ Παῦλος δὲ Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι τὸ Εὐαγγέλιον κηρύττεσθαί φησι λέγων· Οὐ γὰρ ἐπαι‐ σχύνομαι τὸ Εὐαγγέλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε
35πρῶτον καὶ Ἕλληνι. Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. Οἷς ἀκολούθως ἐνταῦθα φάσκει τό· Ἐγὼ εὐθύτητας κρινῶ. Εἶτ’ ἐπιλέγει· Ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν· ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. Κατὰ δὲ τὸν
40Σύμμαχον, Συσταθήσεται, φησὶν, ἡ γῆ σὺν τοῖς κατοικοῦσιν αὐτήν· ἐγὼ ἥδρασα τοὺς στύλους αὐτῆς. Ταῦτα δὲ τοῖς ἐν τῷ πρὸ τούτου λελεγμένοις εἴρηται συμφώνως. Ἡ γὰρ πολιορκηθεῖσα γῆ καὶ πυρὶ παραδοθεῖσα, περὶ ἧς ἐλέγετο· —Ὡς ἐν δρυμῷ
45ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐ‐ τήν. ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου· —ταῦτα παθοῦσα ἐτάκη, καὶ πάντες οἱ κατοι‐

23

.

869

(50)

κοῦντες αὐτὴν διὰ τὰς ἀσεβείας αὐτῶν τοιαῦτα πε‐ πόνθασι. Πλὴν τούτων ἀπολλυμένων, ἐγὼ, φησὶν, ἐστερέωσα τοὺς στύλους αὐτῆς. Τίνας δ’ ἂν εἴποις τούτους ἢ τοὺς ἱεροὺς ἀποστόλους καὶ πάντας τοὺς τοῦ Σωτῆρος ἡμῶν μαθητάς τε καὶ εὐαγγελιστάς;
55Ἐξ αὐτῆς γὰρ ἐκείνης προελθόντες τῆς γῆς, στῦλοι καὶ ἑδραίωμα γεγόνασι τῆς Ἐκκλησίας. Διὸ καὶ Παῦλος τοὺς κορυφαίους τῶν ἀποστόλων στύλους
ὠνόμαζε λέγων· Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι.870 in vol. 23

23

.

872

Εἶπα τοῖς παρανομοῦσι, Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι, Μὴ ὑψοῦτε κέρας. Τοὺς μὲν στύλους τῆς ἁγίας καὶ καθολικῆς Ἐκκλησίας ἐγὼ, φησὶν ὁ Θεὸς, ἐστερέωσα· ὅτι ἐκλεξάμενος αὐτοὺς
5ἐκ τῆς ἀποδοθείσης γῆς τακείσης μετὰ τῶν οἰκούν‐ των αὐτήν· τοῖς δὲ λοιποῖς διεμαρτυράμην διαστει‐ λάμενος καὶ παραινέσας μὴ παρανομεῖν. Κατὰ δὲ τὸν Σύμμαχον· Εἶπα, φησὶ, τοῖς στασιάζουσι, Μὴ στασιάζετε· καὶ τοῖς παρανόμοις, Μὴ ἐπαίρετε
10κέρας. Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν λαλοῦντες τραχήλῳ ἀνομίαν. Δύναται δὲ ταῦτα πρὸς τὸ ἕτερον τάγμα τὸ ἐκ περιτομῆς λέγεσθαι, τῶν καταστασιασάντων τοῦ Σωτῆρος καὶ κατεπαρθέντων αὐτοῦ· δι’ οὓς ἐτάκη αὐτῶν ἡ γῆ καὶ πάντες οἱ
15κατοικοῦντες αὐτήν. Πλὴν καὶ τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἔθνεσι διὰ τοῦ τῶν ἀποστόλων κηρύγμα‐ τος ἐμαρτύρατο μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτά‐ νουσι μὴ ὑψοῦν τὸ τῆς ἁμαρτίας κέρας, μηδὲ ἐπαί‐ ρεσθαι καὶ καταθρασύνεσθαι, μηδὲ λαλεῖν ἀδικίαν
20κατὰ τοῦ Θεοῦ· ὅπερ πρότερον ἔπραττον πολυθέῳ προσέχοντες πλάνῃ, καὶ τὸν τῶν ὅλων Θεὸν μὴ εἰδότες. Ὅτι οὔτε ἀπὸ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων, ὅτι ὁ Θεὸς κριτής ἐστι. Καὶ
25ταῦτα, φησὶ, διεμαρτυράμην διὰ τῶν ἐμῶν ἀποστόλων ἅπασιν ἀνθρώποις, μνημονεύειν τῆς κρίσεως τοῦ Θεοῦ, καὶ παύσασθαι πάσης παρανομίας, πεπει‐ σμένους ὅτι οὐ πόῤῥω που ἀφέστηκεν ὁ τῶν ὅλων κριτής· πάντα δὲ πληροῖ καὶ πανταχοῦ πάρεστι. Διὸ
30προσήκει ὡς ἐν ὀφθαλμοῖς αὐτοῦ ζῶντας ἐπιστρεφῶς πολιτεύεσθαι. Οὐ γὰρ μακρὰν ἀφέστηκεν, ὡς νομίσαι πόῤῥω που ἀπῳκίσθαι αὐτὸν, ἢ πρὸς αὐταῖς ἀνα‐ τολαῖς, ἢ κατὰ τὰ δυσμιαῖα μέρη, ἤ που ἐν ἐρημίαις καὶ ὄρεσι. Μέσος γὰρ ἐπιπαρὼν τοῖς πᾶσι, κριτὴς
35τῶν ὅλων ἐστί. Ἔργον τε αὐτοῦ τῆς κρίσεως τὸ κατ’ ἀξίαν ἀπονέμειν ἑκάστῳ, καὶ τοῦτον μὲν ταπεινοῦν, τοῦτον δὲ ὑψοῦν· ταπεινοῦν μὲν τοὺς ὑπερηφάνους καὶ τοὺς ἐπαίροντας εἰς ὕψος τὸ κέρας αὐτῶν· ὑψοῦν δὲ τοὺς ταπεινοὺς, κατὰ τό· Ὁ Θεὸς ὑπερ‐
40ηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χά‐ ριν. Διό φησιν· Ὅτι οὔτε ἀπὸ ἐξόδων καὶ ἀπὸ ἀνατολῶν ἡλίου, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρή‐ μων ὀρέων· ἀνθ’ ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Οὐ γὰρ ἀπὸ ἀνατολῆς, οὐδὲ ἀπὸ δύ‐
45σεως, οὐδὲ ἀπὸ ἐρήμου ὀρέων· ἀλλ’ ὁ Θεὸς κρι‐ τὴς τοῦτον μὲν ταπεινοῖ, τοῦτον δὲ ὑψοῖ. Καὶ τοῦτο δὲ, φησὶν, ἀναγκαῖον εἰδέναι πάντας ἀνθρώπους, Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου, πλῆρες κεράσματος. Καὶ ἔκλινεν ἐκ τούτου εἰς

23

.

872

(50)

τοῦτο· πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς. Κατὰ δὲ τὸν Σύμμαχον· Ποτήριον γὰρ ἐν χειρὶ Κυρίου, καὶ οἶνος ἄκρατος πληρῶν ἐκχυθεὶς, ὥστε ἕλκειν ἀπ’ αὐτοῦ. Πλὴν τὰς τρυγίας αὐτοῦ ἐκστραγγί‐
55σουσι πίνοντες οἱ φαῦλοι τῆς γῆς. Καὶ ταῦτα, φησὶν, ἐδίδαξα πάντας ἀνθρώπους, ὡς ἂν μὴ ἀγνοεῖν,
ὅτι περιμένει τοὺς πάντας τὸ ποτήριον, ὅπερ ἑκάστῳ872 in vol. 23

23

.

873

κίρνησιν ὁ τῶν ὅλων κριτής. Νοήσεις δὲ τοῦτο ἀπὸ τῶν ἐν ταῖς προφητείαις λελεγμένων περὶ ποτηρίου· γέγραπται γοῦν ἐν Ἱερεμίᾳ οὕτως· Εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ πρὸς μέ· Λάβε τὸ ποτήριον τοῦ
5οἴνου τοῦ ἀκράτου ἐκ χειρός μου, καὶ ποτιεῖς αὐτὸ πάντα τὰ ἔθνη, πρὸς ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτούς. Καὶ πίονται καὶ ἐξεμοῦνται, καὶ ἐκμα‐ νήσονται ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστελῶ ἀναμέσον αὐτῶν. Καὶ ἔλαβον τὸ ποτή‐
10ριον ἐκ χειρὸς Κυρίου, καὶ ἐπότισα πάντα τὰ ἔθνη πρὸς ἃ ἀπέστειλέ με Κύριος ἐπ’ αὐτὰ, τὴν Ἱερου‐ σαλὴμ καὶ τὰς πόλεις Ἰούδα, καὶ βασιλεῖς αὐτοῦ καὶ ἄρχοντας αὐτοῦ, τοῦ θεῖναι αὐτοὺς εἰς ἐρή‐ μωσιν, καὶ εἰς ἄβατον καὶ εἰς συριγμόν· καὶ τὸν
15Φαραὼ βασιλέα Αἰγύπτου καὶ τοὺς παῖδας αὐτοῦ, καὶ τοὺς μεγιστᾶνας αὐτοῦ· καὶ ἑξῆς φησι· Καὶ πάντας τοὺς βασιλεῖς τῆς γῆς τῶν ἀλλοφύλων, τὴν Ἀσκάλωνα, καὶ τὴν Γάζαν, καὶ τὴν Ἀκκά‐ ρων, καὶ τὴν Ἰδουμαίαν, καὶ τὴν Μωαβῖτιν, καὶ
20τοὺς υἱοὺς Ἀμμὼν, καὶ πάντας βασιλεῖς Τύρου, πάντας βασιλεῖς Σιδῶνος, καὶ πάντας βασιλεῖς νήσου τοὺς ἐν τῷ πέραν τῆς θαλάσσης. Μεθ’ ἃ ἐπιλέγει οὕτως· Εἶπε Κύριος παντοκράτωρ ὁ Θεὸς Ἰσραήλ· Πίετε καὶ μεθύσθητε, καὶ ἐξεμέσετε, καὶ
25πεσεῖτε, καὶ οὐ μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστελῶ ἀναμέσον ὑμῶν. Καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον ἐκ τῆς χειρός σου, ὥστε πιεῖν, καὶ ἐρεῖς πρὸς αὐ‐ τούς. Οὕτως εἶπε Κύριος τῶν δυνάμεων· Πιόντες
30πίεσθε. Δι’ ὧν διδάσκει ὁ λόγος δίκην ἰατροῦ τοῖς δεομένοις πικρᾶς ἀντιδότου τὸν Θεὸν ἐπάγειν τὰς κολάσεις, ὡς ἂν ἐμέσαιεν, καὶ ἀποκενώσειεν τὴν πλεονάσασαν ἐν αὐτοῖς κακίαν· καὶ πρώτην γε αὐτὴν τὴν Ἱερουσαλὴμ τοῦ λεχθέντος ποτοῦ πιεῖσθαι· εἶτα
35δὲ τὰ λοιπὰ ἔθνη, ὡς καὶ πάντων τῆς ὁμοίας τευξο‐ μένων καθάρσεως διὰ τῶν ἐπαχθησομένων αὐτοῖς τιμωριῶν. Καὶ τὸ παρὸν οὖν λόγιον καταλλήλως τῇ προφητικῇ διδασκαλίᾳ ποτήριον εἶναι διδάσκει ἐν χειρὶ Κυρίου, ἐν ᾧ τοὺς ἑκάστου καρποὺς συναγαγὼν,
40ὥσπερ ἄκρατον οἶνον ἐργάζεται. Εἶτ’ ἐπιδίδωσι τὸ κατ’ ἀξίαν πόμα ἀναλόγως ταῖς ἑκάστου πράξεσι κιρ‐ νῶν αὐτὸ κατὰ τὸν τοῦ δικαίου λόγον. Μὴ γὰρ τὰς φαύλας πράξεις μόνας ἑκάστου, ἀλλὰ καὶ τὰς ἀγα‐ θὰς λογίζεσθαι, σταθμᾶσθαί τε ὥσπερ συμμετρίᾳ καὶ
45κατάλληλον τοῖς ἑκάστου ἔργοις ἀπεργάσασθαι τὸ κρᾶμα. Ὃ δὴ παρίστησι λέγον· Καὶ ἔκλινεν ἐκ τού‐ του εἰς τοῦτο· ὡς ἂν μία γένοιτο κρᾶσις τῶν τε ἑκάστου μοχθηρῶν πράξεων καὶ τῶν χρηστοτέρων. Ἀντὶ δὲ τοῦ, Ἐξέκλινεν ἐκ τούτου εἰς τοῦτο, ὁ Σύμμαχος, Ὥστε ἕλκειν ἀπ’ αὐτοῦ, ἡρμήνευσε· τὴν δὲ τρύγα πιεῖσθαι πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς. Οὐκέτι γὰρ κρᾶμα, ἀλλὰ τὸ ἔσχατον καὶ θολερὸν

23

.

873

(50)

τοῖς τὰ μεγάλα ἡμαρτηκόσιν ἀποκείσεσθαι. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Πλὴν τὰς τρυγίας ἐκστραγ‐ γιοῦσι πίνοντες οἱ φαῦλοι τῆς γῆς. Ἐγὼ δὲ ἀπαγγελῶ εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ. Τὰ μὲν προλεχθέντα πάντα εἶπα τοῖς παρα‐ νομοῦσι, καὶ διεστειλάμην ἅπασι μαρτυράμενος.
55Ἐγὼ δὲ ὁ ἀνωτέρω εἰπών· Διηγήσομαι τὰ θαυμά‐ σιά σου, ὅταν λάβω καιρόν· καὶ πάλιν φήσας·
Ἐγὼ εὐθύτητας κρινῶ· καὶ αὖθις εἰπών· Ἐγὼ874 in vol. 23

23

.

876

ἐστερέωσα τοὺς στύλους αὐτῆς· μετὰ τὸ κηρῦξαι καὶ μαρτύρασθαι τὰ προλεχθέντα τοῖς ἁμαρτωλοῖς, καὶ μετὰ τὸ διδάξαι τὸν περὶ τῆς κρίσεως λόγον τοὺς πάντας, τί πράξω; Εἰς τὸν αἰῶνα ψαλῶ τῷ Θεῷ
5Ἰακώβ. Οἶδα γὰρ ἐμαυτοῦ πατέρα τὸν γενόμενον τοῦ θεοφιλοῦς Θεὸν, κἀκείνῳ ψαλῶ, κἀκείνῳ ἀπαγγελῶ τὰ ἐμαυτοῦ κατορθώματα. Εἶθ’ οὕτω λαβὼν παρὰ τοῦ Πατρὸς τὴν τοῦ κρίνειν ἐξουσίαν, πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω· συγχωρήσας
10μὲν αὐτοῖς ἐπαίρεσθαι κατὰ καιρὸν καθ’ ὃν ἔδει χρήσασθαι τῇ ἀνοχῇ, καὶ τῇ μακροθυμίᾳ καὶ τῇ χρηστότητι· πλὴν ἐπὶ τέλει τὰ κέρατα αὐτῶν κατε‐ παρθέντα τοῦ Θεοῦ συγκλάσω· ἀνάπαλιν δὲ τὰ τοῦ δικαίου κέρατα ὑψώσω, ἐπείπερ ἦν τεταπεινωμένα.
15Τότε δὲ ὑψωθήσεται, ἐπειδὰν συμβασιλεύῃ τῷ ἑαυ‐ τοῦ βασιλεῖ κατὰ τὸν Ἀπόστολον, ὅς φησιν· Ἀπαρχὴ γὰρ Χριστός· εἶτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ· εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασι‐ λείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν
20ἐξουσίαν καὶ δύναμιν. Ὅτε καὶ πίονται οἱ δίκαιοι ποτήριον ζωῆς ἀθανάτου· ὅπερ αὐτοῖς ἐπήγγελται εἰπών· Ἕως ἂν πίω αὐτὸ καινὸν μεθ’ ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΕΝ ΥΜΝΟΙΣ, ΨΑΛΜΟΣ Τῼ ΑΣΑΦ,
25ῼΔΗ. ΟΕʹ. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Τῶν ἐπ’ ἀγαθὸν τέλος ἀναπεμ‐ πόντων καὶ ὁ παρὼν τυγχάνει ψαλμός. Συνᾴδει δὲ τῷ πρὸ αὐτοῦ, τοὺς περὶ τῆς κρίσεως τοῦ Θεοῦ λόγους
30περιέχων. Ὃ δὴ παρίστησι φάσκων ἑξῆς· Ἐκ τοῦ οὐρανοῦ ἠκόντισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύ‐ χασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. Καὶ ἐν ἐκείνῳ μὲν ἐλέγετο τοῖς παρανομοῦσι· Μὴ ὑψοῦτε κέρας,
35καὶ μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν· ἐν δὲ τῷ μετὰ χεῖρας· Ἐταράχθησαν, φησὶν, οἱ ἀσύνετοι τῇ καρδίᾳ· ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου. Οὗτοι δὲ ἦσαν οἱ τὰ κέρατα ὑψοῦντες. Παιδεύει δὲ διὰ τῶν
40προκειμένων ὁ λόγος δόγμα βαθύτατον, ὡς ἂν εἰδεί‐ ημεν τίς ποτέ ἐστιν ὁ ἀληθινὸς Ἰσραὴλ, καὶ τίς ἡ τούτου κατὰ τὸν ἀληθῆ λόγον χώρα ἡ ὀνομαζομένη Ἰουδαία· τίς τε ἡ ἀληθινὴ Ἱερουσαλὴμ, καὶ ὁποῖον τὸ τοῦ Θεοῦ οἰκητήριον. Ταῦτα τὸ προφητικὸν Πνεῦμα
45μεθ’ ὑπερβαλλούσης σοφίας οἰκονομεῖ· ὁμοῦ καὶ τοῖς ταπεινώτερον καὶ Ἰουδαϊκώτερον ἀκροωμένοις θυμη‐ δίαν παρέχον διὰ τῆς ὁμωνυμίας τῶν δηλουμένων, ὁμοῦ καὶ τοὺς θεωρητικοὺς παιδεύματα διδάσκον θείων δογμάτων. Ὁ μὲν οὖν Ἰουδαῖος, πλέον οὐδὲν ἢ

23

.

876

(50)

σὰρξ καὶ αἷμα τυγχάνων, σαρκίνως καὶ σωματικῶς ἀκούσεται τῶν προκειμένων· κἄπειτα ἐπαρθήσεται, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, καὶ οὐ κρατῶν τὴν κεφαλὴν κατὰ τὸν ἱερὸν Ἀπόστολον. Διὸ ἑαυτὸν μὲν εἶναι τὸν Ἰσραὴλ οἰήσεται, καὶ τὴν
55Ἰουδαίαν οὐδ’ ἑτέραν εἶναι τῆς Παλαιστίνων χώρας, καὶ τὸν τόπον τοῦ Θεοῦ, τὴν ἐπὶ γῆς Ἱερουσαλήμ·
ἐπειδήπερ ἡ Ἑβραϊκὴ λέξις περιέχει ἐν Σαλὴμ γε‐876 in vol. 23

23

.

877

γονέναι τὸν τόπον αὐτοῦ· καὶ οἱ λοιποὶ δὲ ἑρμηνευταὶ τοῦτον ἡρμήνευσαν τὸν τρόπον, ἐν Σαλὴμ ἐκδεδωκό‐ τες. Ὁ δὲ τοῖς θείοις δόγμασι μεμαθητευμένος, παι‐ δευθεὶς, ὅτι οὐ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ,
5οὐδὲ ὅσοι σπέρμα Ἀβραάμ εἰσι, πάντες τέκνα· οὐ γὰρ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα· ἔτι τε ἐπακούσας τοῦ αὐτοῦ Ἀποστόλου λέγοντος, Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν
10τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ’ ὁ ἐν τῷ κρυ‐ πτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύ‐ ματι, οὐ γράμματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώ‐ πων, ἀλλ’ ἐκ τοῦ Θεοῦ· καὶ πάλιν· Ἡμεῖς γάρ ἐσμεν ἐν περιτομῇ οἱ ἐν πνεύματι Θεοῦ λατρεύ‐
15οντες, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες· ἔτι μὴν ἐπι‐ στήσας τὸ, Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα, ὡς ἑτέρου ὄντος τοῦ μὴ κατὰ σάρκα, ἀλλὰ κατὰ πνεῦμα ἀληθινοῦ Ἰσραήλ· τούτοις μεμαθητευμένος, τὸν ἀλη‐ θινὸν Ἰσραὴλ ἐκδέξεται εἶναι τὸν ἐκ τοῦ πράγματος
20σημαινόμενον. Μεταλαμβάνεται γοῦν τοὔνομα εἰς τὸν ὁρῶντα τὸν Θεόν· τὸν διορατικὸν τοίνυν καὶ γνωστι‐ κὸν καὶ ἐπιστημονικὸν ἄνδρα μόνον εἶναι τὸν ἀληθι‐ νὸν Ἰσραὴλ ἀποφανεῖται· ὃν ἡ μετὰ χεῖρας παρίστησι λέξις φάσκουσα· Ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα
25αὐτοῦ. Ἐλέγχει δὲ τὸν Ἰουδαῖον οὐκ ἄξιον ὄντα τῆς προσηγορίας τοῦ Ἰσραὴλ ὁ προφητικὸς λόγος ἀπο‐ τεινόμενος πρὸς αὐτοὺς καὶ λέγων· Οὐαὶ ἔθνος ἁμαρ‐ τωλὸν, λαὸς πλήρης ἁμαρτιῶν· καὶ, Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νό‐
30μον Θεοῦ, λαὸς Γομόῤῥας. Ὥσπερ οὖν ὁ φάσκων περὶ τῶν ἐθνῶν· Διότι ἀπ’ ἀνατολῶν ἡλίου μέχρι δυ‐ σμῶν δεδόξασται τὸ ὄνομα αὐτοῦ ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· καὶ πάλιν· Διότι μέγα τὸ
35ὄνομά μου ἐν τοῖς ἔθνεσι, σαφῶς παρίστησι δύνα‐ σθαι τὰ ἔθνη εἶναι τὸν Ἰσραὴλ, εἴπερ ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Καὶ πρὸς μὲν Ἰουδαίους ἐλέ‐ γετο· Ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ, δῆλον δ’ ὅτι τὸ ὄνομα τοῦ Θεοῦ. Καὶ αὖθις εἴρηται πρὸς αὐτούς· Δι’ ὑμᾶς
40διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Εἰ τοίνυν ἡ μετὰ χεῖρας Γραφὴ διδάσκει ἐκεῖνον εἶναι τὸν Ἰσραὴλ, παρ’ ᾧ τὸ τοῦ Θεοῦ δοξά‐ ζεται ὄνομα, ἐκ τῶν εἰρημένων γένοιτ’ ἂν κατάδηλος ὁ ὀφείλων λέγεσθαι κυρίως Ἰσραήλ. Ἀναλόγως δὲ
45τούτῳ νοήσεις καὶ τὴν Ἰουδαίαν· ἔνθα γάρ ἐστιν ἡ γνῶσις τοῦ Θεοῦ, αὕτη ἐστὶν ἡ Ἰουδαία. Τοῦτο γοῦν ἡ Γραφὴ παρίστησι λέγουσα· Γνωστὸς ἐν τῇ Ἰου‐ δαίᾳ ὁ Θεός. Εἰ δὲ μὴ τὸ πρᾶγμα ἐπὶ τῆς Ἰουδαίας, λέγω δὲ τῆς Παλαιστίνων χώρας εὑρίσκοιτο, πλείστης

23

.

877

(50)

οὔσης εἰδωλολατρείας ἐν αὐτῇ γενομένης, αὐτῶν Ἰου‐ δαίων τὸ παλαιὸν εἰδωλολατρευόντων ἐν αὐτῇ, ὡς τοὺς προφήτας ἀπελέγχειν αὐτοὺς καὶ λέγειν· Κατὰ γὰρ τὸν ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου Ἰού‐ δα, καὶ κατὰ ἀριθμὸν ἀμφόδων Ἱερουσαλὴμ ἔθυον
55τῇ Βαάλ· πῶς δυνατὸν ταύτην εἶναι λέγεσθαι τὴν τὸ
γνωστὸν τοῦ Θεοῦ κεκτημένην Ἰουδαίαν; Διὰ τί δὲ878 in vol. 23

23

.

880

οὐκ ἂν εἴποις τὴν Αἰγυπτίων χώραν ἀξίαν τῆς προσ‐ ηγορίας, περὶ ἧς εἴρηται· Καὶ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου· καὶ αὖθις· Καὶ γνω‐ στὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις; Εἰ γὰρ παρ’
5οἷς γνωστός ἐστιν ὁ Θεὸς παρὰ τούτοις καὶ ἡ Ἰουδαία τυγχάνει, τί τὸ κωλῦον μὴ πάντας τοὺς τὴν γνῶσιν ἀνειληφότας τοῦ Θεοῦ ἐν τῇ Ἰουδαίᾳ εἶναι λέγεσθαι; Τούτοις οὖν ἀναλόγως καὶ ἡ καθ’ ὅλης τῆς οἰκουμένης Ἐκκλησία Θεοῦ, ἐν ᾗ ὁ ἐπὶ πάντων Θεὸς γνωστὸς ὢν τυγχάνει, Ἰουδαία τε εὐλόγως ἂν ῥηθείη. Οὐκ ἂν δὲ ἁμάρτοις Ἰουδαίαν εἶναι λέγων πᾶσαν τὴν θεό‐
10πνευστον καὶ Ἰουδαϊκὴν Γραφὴν, κτῆμα οὖσαν καὶ ὡς περίχωρον τοῦ ἀληθινοῦ Ἰσραὴλ, διὰ τὸ τὴν γνῶ‐ σιν τοῦ Θεοῦ ἐν αὐτῇ περιέχεσθαι. Οὕτω μὲν οὖν ἡ ἀληθινὴ Ἰουδαία καὶ ὁ ἀληθινὸς Ἰσραὴλ νοηθήσεται κατὰ τὸν ὅμοιον τρόπον. Νοήσεις δὲ ὅπως ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐ‐ τοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Εἰ μὲν
15γὰρ ὁ παρὰ Ἰουδαίοις τιμώμενος τόπος ἀπόρθητος καὶ ἀπολέμητος πεφύλακτο, λόγον εἶχε συγχωρεῖν Ἰουδαίων παισὶν αὐτὸν εἶναι νομίζειν τὸν ὑπὸ τῶν Γραφῶν δηλούμενον· εἰ δ’ οὗτος μὲν ἐκ βάθρων ἀνῆρ‐ ται ἁλοὺς πολλάκις ὑπὸ πολεμίων, ἐν εἰρήνῃ δὲ λέ‐
20γεται ὑπάρχειν ὁ τόπος αὐτοῦ· οὐκ ἂν δύναιτο ἀληθεῖ λόγῳ νομίζεσθαι τόπος εἶναι τοῦ Θεοῦ ὁ πολλάκις ὑπὸ πολεμίων ἁλούς. Διὸ οὐδὲ ὠνόμασε νῦν, ἐπὶ τὴν Ἱε‐ ρουσαλὴμ, ὡς ἂν μή τις ἐκπέσοι ἐπὶ τὴν Ἰουδαϊκὴν πόλιν· ἀντὶ δὲ ταύτης τὴν διάνοιαν τοῦ πράγματος
25παρέστησεν εἰπών· Ἐγενήθη ἐν Σαλὴμ ὁ τόπος αὐτοῦ. Σαλὴμ δὲ ἑρμηνεύεται εἰρήνη· διὸ παρὰ τοῖς Ἑβδομήκοντα εἴρηται· Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ. Εἰ μὲν οὖν καὶ ἐπὶ γῆς εὑρίσκοιντο ψυχαὶ παντὸς ἠλευθερωμέναι πολέμου ἐν εὐσταθείᾳ
30καὶ ἀταραξίᾳ καὶ γαλήνῃ διάγουσαι, εἰκότως ἂν λεχθεῖεν καὶ αὗται τόπος τοῦ Θεοῦ, ὡς ἂν χωρητικαὶ οὖσαι θείου Πνεύματος. Διὸ περὶ τῶν τοιούτων εἴρη‐ ται τὸ, Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι
35λαός. Εἰ δὲ σπανίως μὲν εὑρίσκοιντο ἐπὶ γῆς τοιοῦτοι, ἐν δὲ τῇ κατ’ οὐρανὸν χρηματιζούσῃ Θεοῦ πόλει πληθύει τὸ τοῦ Θεοῦ οἰκητήριον, ἐν ἀγγέλοις, καὶ ἀρχ‐ αγγέλοις, καὶ θείαις δυνάμεσι, καὶ πνεύμασιν ἁγίοις· εἰκότως τὸν τόπον τοῦ Θεοῦ παρ’ ἐκείνοις εἴποι ἄν τις,
40κἀκείνην εἶναι τὴν εἰρήνην ἀληθῶς Σαλὴμ ἐνταῦθα κατὰ τὴν Ἑβραϊκὴν φωνὴν ὠνομασμένην. Διὸ καὶ ὁ Ἀπόστολος ταύτην εἰδὼς ἔλεγεν· Ἡ δὲ ἄνω Ἱερουσα‐ λὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Σαλὴμ μὲν γὰρ ἑρμηνεύεται εἰρήνη, Ἱερουσαλὴμ δὲ ὅρα‐
45σις εἰρήνης· ἧς τὸ ἐφέστιον ἐν ταῖς κατ’ οὐρανὸν θείαις τυγχάνει δυνάμεσιν· ἐν αἷς ὁ Θεὸς αὐτὸς ἐμ‐ περιπατεῖ, χωρητικαῖς οὔσαις τῆς αὐτοῦ θεότητος. Ἑξῆς τούτοις λέγεται· Καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Εἶτα συνάπτει φάσκων ὁ λόγος· Ἐκεῖ

23

.

880

(50)

συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομ‐ φαίαν καὶ πόλεμον. Καὶ ἐνταῦθα πάλιν εἰ μὲν ἐπὶ τῆς αἰσθητῆς καὶ ἐπιγείου Σιὼν ταῦτα πέπρακτο, οὐδὲ ἔδει φθονεῖν Ἰουδαίοις οὕτως ἐκδέχεσθαι βουλο‐ μένοις· εἰ δὲ πᾶν τοὐναντίον ἐξ αὐτῶν ὁρᾶται τῶν
55πραγμάτων, διὰ τὸ ἠρημῶσθαι τὴν Σιὼν ἐκ τῆς τῶν πολεμίων πολιορκίας, ἀνάγκη τῇ ἀποδοθείσῃ εἰρήνῃ
καταλλήλως καὶ τὴν Σιὼν ἐκλαμβάνειν, ἤτοι τὴν880 in vol. 23

23

.

881

Ἐκκλησίαν τοῦ Θεοῦ, ἢ τὴν ἐπουράνιον, ἣν ὁ θεῖος Ἀπόστολος παρίστη λέγων· Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρα‐ νίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκ‐
5κλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρα‐ νοῖς. Ἐνταῦθα γὰρ μηδεμιᾶς ἁμαρτίας ἐνεργούσης, μηδέ τινος ὑφεστῶτος ψυχῶν πολεμίου, συντέτριπται τὰ κράτη τῶν τόξων, ἀνῄρηταί τε ὅπλον καὶ ῥομφαία· ὡς λέγεσθαι περὶ τῶν καταξιουμένων τῆς ἐκεῖ διατριβῆς· Ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.
10 Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων, ἐταράχθησαν οἱ ἀσύνετοι τῇ καρδίᾳ. Σφόδρα ἀκο‐ λούθως, μετὰ τὸ παραστῆσαι τὸν τόπον τοῦ Θεοῦ, δι‐ δάσκει, ὅτι ἀποκέκλεισται εἴσω τοῦ τόπου αὐτοῦ τὰ ἀγαθά· ἀκτῖνας δ’ ὥσπερ ἐκπέμπει καὶ ἐπὶ τοὺς ποῤ‐
15ῥωτάτω. Διό φησι· Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. Τίνα δὲ ἦν τὰ αἰώνια ὄρη, ἀλλ’ ἢ Σιὼν καὶ ἡ Σαλὴμ, τὰ διὰ τῶν ἔμπροσθεν ἀποδο‐ θέντα; Ἄνωθεν γοῦν ἀπὸ τῶν οὐρανίων ὑψωμάτων, ὥσπερ ἐκ τινῶν αἰωνίων ὀρῶν, τὰς αὐγὰς τῶν τῆς
20θεότητος αὐτοῦ μαρμαρυγῶν, καὶ μέχρι τῶν ἐπὶ γῆς ἐκπέμπων, φωτίζει τὰς τῶν ἀξίων ψυχὰς, καταλάμ‐ πων αὐτὰς τῷ ἁγίῳ αὐτοῦ Πνεύματι· ταύτας μὲν οὖν φωτίζει· τοὺς δὲ ἀναξίους τῶν φώτων αὐτοῦ προνοίᾳ τῆς δικαιοκρισίας αὐτοῦ μετερχόμενος θορυβεῖ. Διὸ
25ἐπιλέγει· Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ. Ἀσύνετοι γὰρ ἀληθῶς ὄντες τῇ καρδίᾳ, ἢ κατὰ τὸν Σύμμαχον, ὑπερήφανοι τὴν καρδίαν, οὐ παρεδέξαντο τοῦ φωτὸς τοῦ Θεοῦ τὰς μαρμαρυγὰς, διὸ ἐταράχθησαν. Οἱ δ’ αὐτοὶ, καὶ ὑπνώσαντες τὸν
30ὕπνον αὐτῶν, οὐχ εὗρον οὐδὲν ἐν ταῖς χερσὶν αὐτῶν, ἄνδρες ὄντες πλούτου. Πρὸς βραχὺ γὰρ ὀνειρώξαντες τῇ τοῦ θνητοῦ βίου φαντασίᾳ, καὶ μέγα φρονήσαντες ἐπὶ πλούτῳ, ἐνόμιζόν τινες εἶναι, κατεν‐ τρυφῶντες ταῖς ἀπὸ τοῦ πλούτου ποριζομέναις αὐ‐
35τοῖς ἡδυπαθείαις· ὡς δὲ τοῦ ὕπνου διεγρηγόρησαν, μεταστάντες τοῦ παρόντος βίου, εὗρον ἑαυτοὺς οὐκ ἔχοντας οὐδὲν, οὐδέ τι ταῖς χερσὶ κρατοῦντας. Διὸ λέλεκταί που· Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρω‐ πος, καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐ‐
40τοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ. Ἔνθεν εἰκότως οἱ ἀληθῶς ἀσύνετοι τῇ καρ‐ δίᾳ ἐταράχθησαν ἀπὸ ἐπιτιμήσεως τοῦ Θεοῦ Ἰα‐ κώβ· ἢ κατὰ τὸν Σύμμαχον, ἀπὸ ἐμβριμήσεως· τὸ
45τηνικαῦτα γὰρ ὑπὸ ἀπόφασιν γενόμενοι τῆς τοῦ Θεοῦ δικαιοκρισίας, ταραχθήσονται εἰκότως, ἐπειδήπερ ἐνύσταξαν ἐπιβεβηκότες τοῖς ἑαυτῶν ἵπποις, δηλαδὴ τοῖς ἀκολάστοις σώμασι· δέον ἐγρηγορέναι καὶ νήφειν, μνημονεύοντας θείου προστάγματος λέγοντες· Γρη‐

23

.

881

(50)

γορεῖτε, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν. Οἱ δὲ ἐνύσταζον καὶ ὕπνωσαν ὕπνον αὐτῶν, ὀνείροις καὶ φαντάσμασιν ἐκδοθέντες, ἵπποις τε θη‐ λυμανέσι τοῖς αὐτῶν σώμασι χρησάμενοι. Οὗτοι τοι‐ γαροῦν πάντες οἱ ποτὲ μὲν λεγόμενοι ἀσύνετοι τῇ
55καρδίᾳ, ποτὲ δὲ ἄνδρες τοῦ πλούτου, νυνὶ δὲ ἐπιβε‐ βηκότες τοὺς ἵππους, τέως μὲν κατὰ τὴν θνητὴν
ζωὴν ἐνύσταξαν, ἢ κατὰ τὸν Σύμμαχον, ἐκαρώθη‐882 in vol. 23

23

.

884

σαν, κάρῳ καὶ μέθῃ ψυχῆς περιενεχθέντες· εἶτα δὲ ὕπνωσαν ὕπνον αὐτῶν, φαντασίαις ματαίαις ἐκ‐ δοθέντες· καὶ τέλος διυπνισθέντες, ἐταράχθησαν ἀπὸ ἐπιτιμήσεως τοῦ Θεοῦ Ἰακώβ. Οὗτος δὲ ἦν ὁ ἡμέτερος Σωτὴρ, ὁ τοῦ Θεοῦ Λόγος, ὁ τῷ Ἰακὼβ ἀναγεγραμ‐
5μένος ὦφθαι Θεὸς, ὁ τὴν κατὰ πάντων κρίσιν παρὰ τοῦ Πατρὸς ἀναδεδεγμένος. Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; ἀπὸ τότε ἡ ὀργή σου. Τοῖς μὴ βουληθεῖσι τοῦ θείου φω‐ τὸς τὰς αὐγὰς παραδέξασθαι φοβερὸς εἶναι λέγεται. Διὸ ἀνωτέρω μὲν αὐτῷ προσεφώνει τῷ Θεῷ λέγων
10Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων· νυνὶ δὲ τῷ αὐτῷ, Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; Οὐκοῦν ὁ αὐτὸς καὶ φωτὸς πάροχος, καὶ φοβε‐ ρὸς τυγχάνει· τοῖς μὲν δεξιοῖς φωτὸς χορηγὸς, τοῖς δὲ ἀριστεροῖς φοβερὸς, οἷς δὴ καὶ φήσει· Πορεύεσθε
15εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ δια‐ βόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Εἶθ’ ἑξῆς ἐπιφέρει· Ἀπὸ τότε ἡ ὀργή σου. Ἀπὸ τότε δὲ, πότε, ἀλλ’ ἢ ἀφ’ οὗ ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους, καὶ ὕπνωσαν ὕπνον αὐτῶν οἱ ἀσύνετοι τῇ καρδίᾳ;
20Ἐξ ἐκείνου γὰρ αὐτοὶ ἑαυτοῖς ἐθησαύρισαν ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς· ὡς λέγεσθαι πρὸς αὐτούς· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξ‐ εκαύσατε. Ἕκαστος γὰρ καθ’ ὃν καιρὸν ἁμαρτάνει, ἀπὸ τότε ὀργὴν ἑαυτῷ θησαυρίζει· ὀργῆς νοουμένης
25τῆς τοῖς πλημμελοῦσι τεταμιευμένης τιμωρίας. Ἑξῆς δὲ εἴρηται· Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν. Πρόσχες δὲ ἐπιμελῶς, ὡς οὐκ εἴρηται, ἐποίησας, ἀλλ’ ἠκούτισας. Πρὶν γὰρ ἐπιβῆναι τὸν τῆς κρίσεως καιρὸν τοῖς πρὸ τῆς κρίσεως τὸν θνητὸν βίον διανύουσι,
30τοὺς περὶ τῆς κρίσεως λόγους ἀκουσθῆναι ἐποίησε διὰ τῶν θείων ἀναγνωσμάτων. Ἀλλὰ νῦν μὲν ἐκ τοῦ οὐρανοῦ ἀκουστὴν ἐποίησε τὴν μέλλουσαν κρίσιν· ἐπιστάντος δὲ τοῦ καιροῦ τῆς τοῦ Θεοῦ δικαιοκρισίας, Γῆ, φη‐ σὶν, ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς
35κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. Σαφῶς δὲ παρίστησι διὰ τούτων ὁ λόγος τὸ αἴτιον τῆς κρίσεως· ὑπὲρ γὰρ τοῦ σῶσαι τοὺς πραεῖς τῆς γῆς. Περὶ γὰρ τῶν ἀσεβῶν εἴρηται· Οὐκ ἀνα‐ στήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν
40βουλῇ δικαίων· ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Ἀναστάντος τοίνυν τοῦ Θεοῦ εἰς κρίσιν ὑπὲρ τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς, γῆ φοβηθήσεται καὶ ἡσυχάσει. Οἱ μὲν γὰρ πραεῖς τεύξονται τῆς σωτηρίας, οἱ δὲ τῇ ὀργῇ παραδοθήσον‐
45ται· ἡ δὲ λοιπὴ γῆ καὶ οἱ τὴν μέσην εἰληφότες κα‐ τάστασιν παύσονται τῆς ταραχῆς τὸν θεῖον ἀνειληφό‐ τες φόβον. Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσε‐ ταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. Καὶ τοῦτό φησιν ἔσεσθαι ἐν τῷ ἀναστῆναι τὸν Θεὸν

23

.

884

(50)

εἰς κρίσιν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. Τί δὲ τοῦτο ἢ, ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι; Πᾶσα γὰρ γλῶσσα καὶ πᾶς λογισμὸς καὶ ἐνθύ‐ μησις ἀνθρώπων ἐξομολογήσεται τῷ Θεῷ κατὰ τὸν τῆς κρίσεως καιρὸν, ὅτε τὰ κρυπτὰ τῶν ἀνθρώπων
55φανερὰ γενήσεται. Καὶ ἐγκατάλειμμα δὲ, φησὶν, ἐν‐ θυμίου ἑορτάσει σοι. Τί δ’ ἂν γένοιτο ἐγκατάλειμμα
ἐνθυμίου ἢ ὁ κεκαθαρμένος ἀπὸ πάσης πονηρᾶς ἐν‐884 in vol. 23

23

.

885

θυμήσεως λογισμός; ὅμοιος ὢν ἐκείνοις περὶ ὧν εἴρη‐ ται· Λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν. Οὕτω γοῦν αὐτὸς ἐγκατάλειμμα ἐνθυμίου ὠνόμασται· διὸ ἑορτάσει τότε, ἅτε δὴ κατὰ καιρὸν τὰς ἐπαγγελίας
5ἀπολαβὼν τῆς οὐρανίου βασιλείας. Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ τὰς εὐχὰς ὑμῶν, πάντες οἱ κύκλῳ αὐτοῦ· τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, τῷ φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Συντελέσας τὸν περὶ
10τῆς κρίσεως τοῦ Θεοῦ λόγον, παραινετικῶς λοιπὸν πᾶσιν ἡμῖν προστάττει εὔχεσθαι, καὶ ἀποδιδόναι Κυ‐ ρίῳ τῷ Θεῷ ἡμῶν τὰς εὐχάς· ὡς ἔτι δὲ καιρός ἐστι κατὰ τὸν ἐνεστῶτα βίον, ἀναγκαίως τοῦτο ποιεῖν πα‐ ραινεῖ. Εὐχὰς δὲ τὰς ἐπαγγελίας εἴωθεν ὀνομάζειν·
15διὸ λέλεκται· Ἐὰν εὔξῃ εὐχὴν, μὴ χρονίσῃς ἀπο‐ δοῦναι· ἀγαθὸν τὸ μὴ εὔξασθαι, ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. Ἕκαστος τοίνυν τῶν ἡμῶν τὴν ἑαυτοῦ πρόθεσιν καὶ τὴν οἰκείαν ἐπαγγελίαν ὥσπερ εὐχὴν ἀποδιδότω, μεμνημένος τοῦ φήσαντος· Θῦσον
20τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Κυρίῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλί‐ ψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Νῦν μὲν οὖν, φησὶν, εὔξασθε καὶ ἀπόδοτε. Ἔσται γὰρ και‐ ρὸς ἐν ᾧ πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα. Κατὰ
25γὰρ τὸν τῆς βασιλείας αὐτοῦ καιρὸν βασιλεῖς Θαρ‐ σεῖς καὶ νῆσοι δῶρα προσάξουσι, βασιλεῖς Ἀρά‐ βων καὶ Σαβὰ δῶρα προσοίσουσι, καὶ προσκυνή‐ σουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς. Τότε γοῦν καθημένῳ ἐπὶ θρόνου δόξης αὐτοῦ προσκυνή‐
30σουσι πάντες μετὰ δώρων· τουτέστι, μεθ’ ὧν ἐπι‐ φέρεται ἕκαστος καρπῶν. Διόπερ ὡς ἔτι καιρός ἐστιν, ἐντεῦθεν ἤδη παραινεῖ εὔξασθαι καὶ ἀποδιδό‐ ναι· ὡς ἂν, τοὺς ἑαυτῶν θησαυροὺς ταμιευσάμενοι, κατὰ καιρὸν αὐτῷ προσκομίσωμεν, ἄξιοι γενόμενοι
35τῶν κυκλούντων αὐτοῦ τὸν θρόνον. Πάντες γὰρ κύκλῳ αὐτοῦ προσοίσουσιν αὐτῷ δῶρα, φοβερῷ ὄντι τοῖς μὴ πλησιάζουσιν αὐτῷ, μηδὲ τὰ δῶρα προσφέρουσι. Διὸ ἐπιλέγεται· Τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.
40Τὸ γὰρ, Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐπὶ τοὺς υἱοὺς ἀνθρώπων, λεχθήσεται καὶ ἐπ’ ἐκείνων τῶν ποτε μὲν ἀρχόντων καὶ ἡγουμένων χρηματισάντων, καὶ Πνεύματος ἁγίου καταξιωθέντων, οὐ μὴν ἀξίως βιωσάντων τῆς χάριτος· ἀφ’ ὧν ἀφαιρεῖται τὸ πνεῦμα,
45ὅπως, στερηθέντες αὐτοῦ, τῇ προσηκούσῃ παραδοθῶσι τιμωρίᾳ. Κατὰ δὲ τὸν Σύμμαχον, Τῷ νομο‐ δότῃ, ἀφαιροῦντι μὲν πνεῦμα ἡγεμόνων, φοβερῷ δὲ τοῖς βασιλεῦσι τῆς γῆς ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΥΠΕΡ ΙΔΙΘΟΥΜ, ΨΑΛΜΟΣ Τῼ ΑΣΑΦ. Οϛʹ. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου

23

.

885

(50)

πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι. Τῷ μὲν Ἀσὰφ εἴρηται ὁ ψαλμὸς, ἀνήνεκται δὲ εἰς πρόσωπον τοῦ Ἰδιθοὺμ, ὑπὲρ οὗ τὰ ἐμφερόμενα τῷ ψαλμῷ συνετάτ‐ τετο. Ὅθεν ὁ Σύμμαχος, Διὰ Ἰδιθοὺμ, ὁ δὲ Ἀκύ‐ λας, Ἐπὶ Ἰδιθοὺμ, ἡρμήνευσαν. Καὶ νῦν μὲν ὁ
55Ἀσὰφ, τοὺς μετὰ χεῖρας λόγους συντάξας, ὥσπερ διδάσκαλος μαθητῇ ἐμμελετᾷν τῷ Ἰδιθοὺμ παραδέδω‐
κεν· ἢ ὥσπερ ἰατρὸς τῷ θεραπείας δεομένῳ σωτή‐886 in vol. 23

23

.

888

ριον φάρμακον ἐπὶ τὸ χρήσασθαι αὐτῷ καὶ ὠφελεῖ‐ σθαι τὸν θεραπευόμενον· ἐν δὲ τοῖς ἔμπροσθεν ὑπὲρ τοῦ αὐτοῦ ἀνδρὸς ὁ Δαυῒδ ποτὲ μὲν ᾠδὴν, ποτὲ δὲ ψαλμὸν ἔγραφε. Διὸ ἐν μὲν τῷ ληʹ ψαλμῷ ἐπεγέγρα‐
5πτο, Εἰς τὸ τέλος ὑπὲρ Ἰδιθοὺμ, ᾠδὴ τῷ Δαυΐδ. Ὅτι δὲ ὁ ἀνὴρ οὗτος συγχρονίσαι λέγεται τῷ Δαυῒδ καὶ τῷ Ἀσὰφ, ἡ τῶν Παραλειπομένων παρίστησι Γραφὴ, ὡς ἐν τοῖς ἔμπροσθεν ἀπεδείξαμεν. Καί μοι δοκεῖ ὁ Ἰδιθοὺμ διδασκαλίας δεδεῆσθαι τοῦ περὶ Προνοίας
10λόγου, διὰ τὸ συνορᾷν ἐν τῷ τῶν ἀνθρώπων βίῳ πολ‐ λοὺς ἀθέους καὶ ἀσεβεῖς ἐπαιρομένους καὶ μεγαλαυ‐ χουμένους, πλούτῳ τε καὶ περιουσίᾳ ἐντρυφῶντας· δικαίους δὲ ἔμπαλιν ταπεινουμένους καὶ πρὸς τῶν ἀσεβῶν καταπονουμένους. Εἰκὸς γοῦν αὐτὸν ἐπὶ τού‐
15τοις ἀποδυσπετεῖν, καὶ λόγους τινὰς κεκινηκέναι πρός τε αὐτὸν τὸν Δαυῒδ καὶ πρὸς τὸν Ἀσὰφ, ὁποίους ἐκί‐ νουν καὶ ἕτεροι τῶν παλαιῶν, ὡς ὁ εἰπών· Ἱνατί ἀσε‐ βεῖς εὐθηνοῦσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ, Ὁ σπόρος αὐτῶν κατὰ ψυχήν· τὰ δὲ παιδία αὐ‐
20τῶν παίζοντα, ἀναλαμβάνοντα ψαλτήριον καὶ κι‐ θάραν. Λέγει δὲ Κυρίῳ· Ἀπόστα ἀπ’ ἐμοῦ· ὁδούς σου εἰδέναι οὐ βούλομαι. Τοιαῦτά τινα, ὡς εἰκὸς, ἐπαποροῦντι τῷ Ἰδιθοὺμ, οἷα διδάσκαλοι καὶ ἰατροὶ ποτὲ μὲν ὁ Δαυῒδ, ποτὲ δὲ ὁ Ἀσὰφ, διδασκαλίας πα‐
25ρεῖχον τῆς τοιᾶσδε δόξης θεραπευτικάς. Ὅθεν ἐν μὲν τῷ ληʹ τοιάδε λέγειν αὐτὸν ἐδίδασκεν· Εἶπα· Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. Ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆ‐ ναι τὸν ἁμαρτωλὸν ἐναντίον μου· ἐκωφώθην καὶ
30ἐταπεινώθην καὶ ἐσίγησα, καὶ τὰ τούτοις ἑξῆς· ἃ δὴ κατὰ τοὺς οἰκείους τόπους παραθέμενοι διεσαφήσα‐ μεν. Ἐν δὲ τῷ ξαʹ πάλιν ὁ αὐτὸς λέγων τὸν αὐτὸν ἐδίδασκεν· Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ’ αὐτοῦ γὰρ τὸ σωτήριόν μου. Καὶ γὰρ
35αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπιπλεῖον. Ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον, φονεύετε πάντες ὑμεῖς; Καὶ ταῦτα δὲ ὁποῖον ἔχει νοῦν κατὰ τὴν δοθεῖσαν χάριν ἡρμή‐ νευται. Οἷς ἀκολούθως καὶ ὁ Ἀσὰφ διὰ τῶν μετὰ
40χεῖρας τῷ αὐτῷ ἀνδρὶ παραδίδωσι διδασκαλίαν τοῦ μὴ ταράττεσθαι ἐν τοῖς τοῦ βίου πειρατηρίοις, μηδὲ ἐν οἷς ἔγνω ἐκ τῶν ἔμπροσθεν αὐτοῦ προφητειῶν περὶ τῆς τῶν ἀσεβῶν ἐπαναστάσεως, τῆς τε τοῦ λαοῦ τοῦ Θεοῦ ταπεινώσεως· καταφεύγειν δὲ ὡς ἐπὶ λιμένα
45σωτήριον ἐν ταῖς τοιαῖσδε ἀμηχανίαις ἐπ’ αὐτὸν τὸν Θεὸν, ταῖς τε πρὸς αὐτὸν ἱκετηρίαις σχολάζειν, καὶ ταῦτα λέγειν, ἅπερ αὐτῷ διὰ τοῦ προκειμένου ψαλ‐ μοῦ, οἷα διδάσκαλος, παρεδίδου. Καὶ δῆτα παραλα‐ βὼν τὸ μάθημα τοῦτο, τὴν ἑαυτοῦ ψυχὴν ἐθεράπευε,

23

.

888

(50)

κατεπᾴδων αὐτὸς ἑαυτῷ καὶ λέγων· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι. Τοιοῦτον γὰρ, φησὶν, ἐμαυτὸν παρ‐ εσκεύαζον, ὡς ἄξιον εἶναι τῆς προσοχῆς τοῦ Θεοῦ· διὸ προσέσχε μοι· καὶ τοιαύτας τε ἠφίειν φωνὰς καὶ
55βοὰς, ὡς ἀξίας εἶναι αὐτὰς τῆς τοῦ Θεοῦ ἀκοῆς. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ βοήσαντός μου πρὸς τὸν Θεὸν, παρέσχε
τὰς ἀκοὰς αὐτοῦ. Διὰ τούτων γὰρ ἐδιδάσκετο ὁ Ἰδιθοὺμ μὴ νομίζειν πόῤῥω που ἀφεστάναι τὸν Θεὸν τῶν888 in vol. 23

23

.

889

ἐπιβοωμένων αὐτόν. Εἰ γὰρ ἅμα τῷ τὴν φωνὴν ἀναπέμψαι ᾔσθετο ἐπηκόου αὐτοῦ γενομένου τοῦ Θεοῦ, αὐτοῖς ἔργοις ἐδιδάσκετο πανταχοῦ παρεῖναι τὸ Θεῖον, καὶ τοὺς τῆς Προνοίας ὀφθαλμοὺς ἐφορᾷν τοὺς ἀξίους. Ἀλλὰ καὶ ἐν ἡμέρᾳ θλίψεώς μου, φησὶ, τὸν
5Θεὸν ἐξεζήτησα ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐ μὴ ἠπατήθην. Καὶ ὅτι μὲν πολλαὶ αἱ θλίψεις τῶν δικαίων (ἐπειδὴ ἀπείραστος ἀνὴρ ἀδόκιμος), παντοίως διδάσκουσιν οἱ θεῖοι λόγοι· ὡς δὲ θλιβόμενοι κρείττους ἑαυτῶν ἐγίγνοντο, δοκιμὴν τῆς
10ἑαυτῶν παρέχοντες ὑπομονῆς, οὐ μὴν συγχεόμενοι ὡς εἰλιγγιᾷν καὶ θορυβεῖσθαι, διδάσκει ὁ εἰπὼν, Ἐν θλί‐ ψει ἐπλάτυνάς με, καὶ ὁ θεῖος Ἀπόστολος λέγων· Θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι· καταβαλ‐ λόμενοι, ἀλλ’ οὐκ ἀπολλύμενοι· διωκόμενοι, ἀλλ’
15οὐκ ἐγκαταλειπόμενοι. Οὕτως οὖν καὶ ἐνταῦθά φη‐ σιν· Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα· οὐ γὰρ ἀπέβλεπον ἐπὶ τοὺς θλίβοντας, οὐδ’ ἐπὶ τοὺς ἐπαιρομένους· ἐπιστρέφων δὲ ἐμαυτοῦ τὸ τῆς ψυχῆς ὄμμα πρὸς τὸν Θεὸν κατ’ αὐτὸν τὸν τῆς θλίψεως
20καιρὸν, αὐτὸν ἐξεζήτουν. Ἐζήτουν δὲ αὐτὸν ταῖς χερ‐ σί μου, δεδιδαγμένος ἐπαίρειν ὁσίους χεῖρας κατὰ τὸν φάσκοντα λόγον· Βούλομαι δὲ τοὺς ἄνδρας προσεύ‐ χεσθαι, ἐπαίροντας ὁσίους χεῖρας. Καὶ τοῦτ’ ἔπραττον οὐ δι’ ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτὸς,
25τὰς χεῖράς μου ἐπαίρων ἐναντίον αὐτοῦ, καὶ διὰ τῆς προσευχῆς, καὶ διὰ τῶν πρὸς αὐτὸν φωνῶν ἐπιζητῶν αὐτόν. Διὸ, ταῦτα πράττων, Οὐκ ἠπατήθην· εὑρί‐ σκετο γάρ μοι ζητούμενος· διὸ προσέσχε μοι, καὶ τὰς ἑαυτοῦ ἀκοὰς ἐμοὶ παρέσχεν Ἀντὶ δὲ τοῦ, Ταῖς
30χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπα‐ τήθην, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἡ χείρ μου νυκτὸς ἐκτέτατο διηνεκῶς. Ταύτην μὲν οὖν εἶχον μεγίστην καὶ μόνην παραμυθίαν. Ἄλ‐ λως δὲ, οὐδενὸς ἠνειχόμην παρακαλεῖν με καὶ θερα‐
35πεύειν ἐθέλοντος ἀνθρώπου ἐν τῷ τῆς θλίψεώς μου καιρῷ. Διὸ ἐπιλέγει· Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου· ἢ κατὰ τὸν Σύμμαχον, Οὐκ ἐπείθετο παρηγορεῖσθαι ἡ ψυχή μου· ἀλλ’ ἀνθρώποις μὲν οὐκ ἐπειθόμην, τοῖς ἄλλως με παρηγορεῖν καὶ παρα‐
40καλεῖν· ἐμνήσθην δὲ τοῦ Θεοῦ καὶ ηὐφράνθην· ἀπήρκει γάρ μοι ἡ τοῦ Θεοῦ μνήμη πρὸς εὐφροσύ‐ νην· ἀλλὰ καὶ ἠδολέσχησα, φησὶ, καὶ ὠλιγοψύχη‐ σα· ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσε, Διελάλουν ἐν ἐμαυτῷ καὶ ἐλειποθύμουν. Ὅτι μὲν, φησὶ, ἐμαυτῷ
45διελάλουν, ἐλειποθύμουν· καὶ ὅτε ἠδολέσχουν παρ’ ἐμαυτῷ, τηνικαῦτα ὠλιγοψύχει τὸ πνεῦμά μου· ὅτε δὲ ἀνεμιμνησκόμην τοῦ Θεοῦ, εὐφροσύνης ἐπληρού‐ μην· ἀλλὰ καὶ ζητῶν αὐτὸν ταῖς χερσί μου νυκτὸς, οὐκ ἠπατώμην· εὕρισκον γὰρ ὥσπερ πλησίον παρ‐

23

.

889

(50)

εστῶτά μοι, καὶ τῆς φωνῆς μου ἐπήκοον γιγνόμενον. Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ἐταράχθην, καὶ οὐκ ἐλάλησα. Οἱ θλίβοντές με, φησὶ, λογισμοὶ τοιοῦτοι ἦσαν. Ἐπειδὴ γὰρ ἑώρων τὴν ἀποβολὴν τοῦ λαοῦ, ἣν ἐθέσπισαν οἱ προλεχθέντες
55προφητικοὶ λόγοι, ἐθορυβούμην εἰκότως, καὶ ἐνενόουν πρὸς ἐμαυτὸν εἰ ἀθεράπευτον αὐτοῖς ἔσται τὸ κα‐
κόν. Τὸ μὲν γὰρ ἀποβληθῆναι αὐτοὺς καιρῷ τινι καὶ890 in vol. 23

23

.

892

εἰς τέλος αὐτοὺς τοῦτο παθεῖν ἐπίστευον τῇ προφη‐ τείᾳ λεγούσῃ· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; ἐνηπόρουν δὲ πρὸς ἐμαυτὸν διανοούμενος ταῦτα· Μὴ
5εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, ἢ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; καὶ τὰ ἑξῆς. Ταῦτα λογιζόμενος ἐταραττόμην· ἀλλ’ ἔφερόν τε τῇ μνήμῃ τὰς παλαιὰς ἡμέρας καὶ τὰ ἐξ αἰῶνος ἔτη ἀπὸ τῶν παλαιῶν Γραμ‐ μάτων ἀναλεγόμενος, ὁσάκις ἁμαρτήσαντας αὐτοὺς
10ἀποβαλὼν, ἐπανήγαγεν, καὶ πολεμίοις παραδοὺς ἀσε‐ βοῦντας, αὖθις ἀνεκτήσατο. Τί οὖν πάλαι μὲν αὐτοὺς καὶ μετὰ δεινὰς πλημμηλείας ἀνεκαλεῖτο, μὴ εἰς τέ‐ λος ἀπωθούμενος, μηδὲ ἀποκόπτων τὸ ἔλεος αὐτοῦ· νῦν δὲ οὐδὲν τούτων ποιήσει, λήθην δὲ ἕξει τῆς αὐτοῦ
15φιλανθρωπίας καὶ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ μα‐ κρόθυμος καὶ πολυέλεος καὶ φιλοικτίρμων; Ταῦτα νυκτὸς πρὸς ἐμαυτὸν διελογιζόμην, καὶ τὸ πνεῦμά μου ἔσκαλλον, διερευνῶν καὶ βασανίζων τοὺς ἐμαυ‐ τοῦ λογισμοὺς, ἀνακρίνων τε τὸ πνεῦμα, εἴ τι ἄρα
20ὑποβάλοι πρὸς θεραπείαν τῶν ἠπορημένων. Ἀντὶ δὲ τοῦ, Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ὁ Σύμμαχος, Ἐκώλυον, φησὶ, τὰς ἀναβλέψεις οἱ ὀφθαλμοί μου. Συνάγων γὰρ εἰς ἐμαυτὸν τοὺς ἐμαυ‐ τοῦ λογισμοὺς, ἔμυον τὰ ὄμματα, ὡς ἂν μὴ τοῖς αἰ‐
25σθητοῖς προβάλλων, περιελκοίμην τοῦ προκειμένου. Μύων οὖν τοὺς ὀφθαλμοὺς τοῦ σώματος, πρὸς ἐμαυ‐ τὸν διηπόρουν, οὐ φωνῇ φθεγγόμενος, οὐδὲ πρὸς ἕτε‐ ρον λαλῶν, αὐτὸς δὲ πρὸς ἐμαυτὸν ἐννοῶν. Διὸ ἀντὶ τοῦ, Ἐταράχθην, καὶ οὐκ ἐλάλησα, καὶ τῶν ἑξῆς,
30παρὰ τῷ Συμμάχῳ εἴρηται· Διηπόρουν, καὶ οὐκ ἐλά‐ λησα. —Ἀνελογιζόμην τὰς ἡμέρας τὰς πρώτας, τὰ ἔτη τὰ ἀπ’ αἰῶνος ἀνεμιμνησκόμην. Ἀλλὰ ψαλ‐ μούς μου νυκτὸς πρὸς τὴν καρδίαν μου διελά‐ λουν· καὶ ἀνὴρ συνὼν τὸ πνεῦμά μου. Οὕτως
35ἐπαγρύπνως διακείμενος, καὶ τὰς νύκτας διαγρηγο‐ ρῶν, ἐφρόντιζον περὶ τῶν ἔμπροσθεν δι’ ὧν εἴρητο· Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, πέλυκι καὶ λαξευτηρίῳ κα‐ τέῤῥαξαν αὐτήν. Εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ
40σκήνωμα τοῦ ὀνόματός σου. Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· Κατα‐ παύσωμεν τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφή‐ της, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Ἐπὶ τούτοις οὖν
45διηπόρουν, εἰ θεραπεία ἔσται τοῖς ταῦτα πεπονθόσι τὰ κακά. Καὶ εἰκός γε ἦν τὸν Ἰδιθοὺμ ἐπακούσαντα τῆς τοῦ Ἀσὰφ προφητείας, καὶ ταῦτα πρὸς ἑαυτὸν λογι‐ σάμενον, ἐπαπορῆσαι πρὸς τὸν προφήτην ὡς πρὸς διδάσκαλον, ἐρώτησίν τε αὐτῷ προσαγαγεῖν, καὶ

23

.

892

(50)

ὥσπερ τινὰ προτείνοντα πρότασιν φάναι· Τί οὖν, ὦ προφῆτα; ἐπειδὴ ταῦτα προεφήτευσας, βούλομαι γνῶ‐ ναι καὶ μαθεῖν, Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύ‐ ριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γε‐
55νεάν; ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, ἢ συνέξει ἐν τῇ ὀργῇ τοὺς οἰκτιρμοὺς αὐτοῦ; Καὶ
δὴ πρὸς ταύτας τὰς προτάσεις τὴν διδασκαλίαν ὁ892 in vol. 23

23

.

893

Ἀσὰφ ἐποιεῖτο, ὑπὲρ αὐτοῦ τοῦ Ἰδιθοὺμ γράφων τὸν ψαλμὸν, διδάσκων τε αὐτὸν λέγειν· Φωνῇ μου πρὸς τὸν Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι· παιδεύων μὴ πολυπραγμο‐
5νεῖν τὰς τοῦ Θεοῦ βουλάς· εὐχαῖς δὲ σχολάζειν, καὶ ταύταις μόναις προσέχειν τὸν νοῦν εὐσεβοῦντα καὶ εὐφημοῦντα τοῦ Θεοῦ τὰς κρίσεις. Ἀνεξερεύνητα γὰρ τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Καὶ εἶπα, Νῦν ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις
10τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ἀντὶ τούτου ὁ μὲν Ἀκύ‐ λας, Καὶ εἶπα, φησὶν, ἀῤῥωστία μου· αὕτη ἀλ‐ λοίωσις δεξιᾶς Ὑψίστου· ὁ δὲ Σύμμαχος, Τρῶσίς μου ἐστὶν ἐπιδευτέρωσις δεξιᾶς τοῦ Ὑψίστου· ἡ δὲ πέμπτη ἔκδοσις, Καὶ εἶπα, φησὶν, ὠδῖνές μου
15εἰσὶν ἀλλοίωσις δεξιᾶς τοῦ Ὑψίστου. Πρὸς τοῖς προηπορημένοις καὶ ταῦτα, φησὶ, πρὸς ἐμαυτὸν ἐν‐ ενόουν, ὅτι οἱ τοιοῦτοι λογισμοὶ, δι’ ὧν ἀρτίως ἐπ‐ ηπόρουν, ἀῤῥωστία μου εἰσὶν, ἢ ὠδῖνες εἰσὶν, ἢ τρώ‐ σεις μού εἰσιν. Ἐξ ἀσθενείας γὰρ ψυχῆς τοὺς τοιού‐
20τους προήκαμεν λόγους, καὶ ἀπὸ τρώσεως ψυχῆς· τε‐ τρωμένος γὰρ καὶ συναλγῶν ὡς ὑπὲρ ἑαυτοῦ μελῶν· ἀλλὰ καὶ ὠδίνων ὡς ὑπὲρ σπλάγχνων οἰκείων τοιαῦτα ἐφθεγξάμην. Ταῦτα δὲ πέπονθα, ἐπειδήπερ εἶδον ἀλ‐ λοίωσιν γενομένην τῆς δεξιᾶς τοῦ Ὑψίστου. Πάλαι
25μὲν γὰρ αὕτη κατειργάζετο πολλά τε θαύματα καὶ παραδόξους εὐεργεσίας τῷ λαῷ παρέχουσα· νυνὶ δὲ ἀλλοίωσις γεγένηται τῆς δεξιᾶς τοῦ Ὑψίστου. Διὸ καὶ ὠδῖνές με κατέσχον· ὁμολογῶ τετρῶσθαι τὴν ψυχὴν ἀῤῥωστίᾳ καὶ ἀσθενείᾳ γνώσεως. Τὴν δὲ ἀλλοίωσιν
30τῆς δεξιᾶς τοῦ Θεοῦ ἑώρων, ἀναμιμνησκόμενος τῶν παλαιῶν ἔργων αὐτοῦ. Διό φησιν· Ἐμνήσθην τῶν ἔργων Κυρίου ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου. Καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω. Ἀνθ’ ὧν ὁ
35Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἀνεμι‐ μνησκόμην τὰς περινοίας Κυρίου, ἀναπολῶν τὰ ἀρχαῖα τεράστιά σου καὶ διεμελέτων πάσας τὰς πράξεις σου, καὶ τὰ μηχανήματά σου διηγούμην, ταῦτα ἀναφέρων τῇ μνήμῃ. Ἔπειτα νῦν ἀκούων, ὡς
40εἰς τέλος ἀπώσω, καὶ ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου, εἰκότως ἐνενόησα, ὅτι ἀλλοίω‐ σίς ἐστι τῆς δεξιᾶς τοῦ Ὑψίστου. Μεταβολῆς γὰρ ταῦτα σημεῖα καὶ ἀλλοιώσεως τῆς πάλαι τοῦ Θεοῦ περὶ τὸν λαὸν κηδεμονίας.
45 Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδὸς αὐτοῦ· τίς θεὸς μέ‐ γας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυ‐ μάσια. Τὴν ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ Ὑψίστου συν‐ ιδὼν ὁποῖα εἰργάσατο· ἀντὶ γὰρ ἑνὸς ἔθνους πάντων τῶν ἐθνῶν εὐεργετικὴ κατέστη· οὐκέτι γὰρ ἑνὶ λαῷ

23

.

893

(50)

τὴν δύναμιν αὐτοῦ, ἀλλὰ καὶ πᾶσι τοῖς ἔθνεσι καὶ πᾶ‐ σι τοῖς λαοῖς ἐγνώρισε· διόπερ ἐκπληττόμενος καὶ ἀποθαυμάζων, φημί· ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· ἐπέκεινα γάρ ἐστι τῆς θνητῆς φύσεως ἡ κατά‐ ληψις τῆς ὁδοῦ σου· ὥστ’ ἂν εὐλόγως φάναι τό·
55βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνία‐
στοι αἱ ὁδοὶ αὐτοῦ. Οὐκέτ’ οὖν προσήκει πολυπρα‐894 in vol. 23

23

.

896

γμονεῖν, οὐδὲ τὰ ἀπόῤῥητα διερευνᾶσθαι· τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγέ‐ νετο; Διὸ κατὰ καιρὸν ταῦτα ἐννοήσας, ὑπερεκπλήτ‐ τεται τὸ βάθος τῆς σοφίας τοῦ Θεοῦ, καί φησιν·
5Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· τίς θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια. Ποῖα δὲ θαυμάσια διερμηνεύει ἑξῆς εἰπών· Ἐγνώρι‐ σας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου· ἀνθ’ οὗ ὁ Σύμμαχος ἐξέδωκε· Γνωστὴν ἐποίησας ἐν τοῖς
10ἔθνεσι τὴν ἰσχύν σου. Ὥσπερ γὰρ ἐλυτρώσω πά‐ λαι ποτὲ ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσὴφ, ὅτ’ ἠλευθέρους αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας τὸν αὐτὸν τρόπον καὶ νῦν, ὅτε γέγονεν ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψί‐
15στου, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου, καὶ ἐν τοῖς ἔθνεσι τὴν ἰσχύν σου. Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν αἱ ἄβυσσοι. Σφόδρα ἀκολούθως προειπὼν, Ἐγνώρισας ἐν τοῖς
20λαοῖς τὴν δύναμίν σου· ἢ κατὰ τὸν Σύμμαχον, Γνωστὴν ἐποίησας ἐν τοῖς ἔθνεσι τὴν ἰσχύν σου, παρίστησι τὴν δύναμιν τῆς Καινῆς Διαθήκης προφη‐ τικῶς τὰ μέλλοντα θεσπίζων. Διό φησιν· Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν.
25Ὥσπερ γὰρ πάλαι ποτὲ ἐπὶ τῆς ἐξ Αἰγύπτου πορείας τῶν υἱῶν Ἰσραὴλ, ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω· τὸν αὐτὸν τρό‐ πον καὶ κατὰ τὴν παρουσίαν τοῦ Ἐμμανουὴλ, δη‐ λαδὴ τοῦ μεθ’ ἡμῶν Θεοῦ, ὁπηνίκα παρῄει ἐπὶ τὸν
30Ἰορδάνην ποταμὸν, ἰδόντα αὐτὸν τὰ ὕδατα ἐξεπλάγη. Οὐ μὴν ἀλλὰ καὶ τὰ πλήθη τῶν ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ συγκροτουμένων λαῶν, ὕδασι παρωμοιωμένα κατὰ τὸν φάσκοντα προφητικὸν λόγον, Φωνὴ ἐθνῶν πολλῶν ὁμοία ὑδάτων πολλῶν· ἰδόντα ψυχῆς ὀφ‐
35θαλμοῖς τὸν εἰς ἀνθρώπους ἐπιδεδημηκότα Θεὸν, φό‐ βον ἀνέλαβον σωτήριον, περὶ οὗ εἴρηται· Ἀρχὴ σο‐ φίας φόβος Θεοῦ. Ἕως μὲν γὰρ τυφλώττοντα ἦν ταῦτα τὰ ὕδατα, οὐχ ἑώρα τὸν Θεὸν, οὐδὲ φόβον εἶχεν αὐτοῦ· νυνὶ δὲ τὰ μεγάλα ὠφέληται ἀπὸ τῆς θέας καὶ
40τῆς γνώσεως τοῦ ἐπιδημήσαντος αὐτοῖς λόγου. Καὶ αὖθις κατὰ τὴν ἱστορίαν, ὁπηνίκα ὁ Σωτὴρ ἠνάγκασε τοὺς μαθητὰς ἀνελθεῖν εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν· εἶτα τετάρτῃ φυλακῇ τῆς νυκτὸς ἤρχετο πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ τότε
45εἶδον αὐτὸν ὕδατα, καὶ ἐφοβήθησαν. Ἀλλὰ καὶ ὅτε ἐπ‐ ετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γα‐ λήνη μεγάλη, ἐταράχθησαν αἱ ἄβυσσοι, καὶ πλῆθος ἤχους ὕδατος. Καὶ ταῦτα μὲν ἐτελεῖτο συμφώνως τῇ προφητείᾳ πρὸς λέξιν, πρὸς δὲ διάνοιαν, τὰ μὲν ὕδα‐

23

.

896

(50)

τα, λέγω δὲ τὰ πλήθη τὰ ἐκκλησιαστικὰ ἐξ ἁπάντων τῶν ἐθνῶν συνηγμένα, ἀρχὴ σοφίας γέγονε, τὸν θεῖον ἀναλαβόντα φόβον κατὰ τὸ, Ἀρχὴ σοφίας φόβος Κυρίου· αἱ δὲ ἄβυσσοι, ἕτεραι οὖσαι παρὰ τὰ ὕδατα ἐταράχθησαν, ὡς ἦχον καὶ θόρυβον παρασχεῖν. Εἴποις
55δ’ ἂν τὰς ἀβύσσους εἶναι τὰ τάγματα τῶν ἀπίστων ἐθνῶν τῶν τῇ Ἐκκλησίᾳ κατὰ καιροὺς ἐπανισταμέ‐
νων, καὶ τοὺς κατ’ αὐτῆς διωγμοὺς ἐπεγειρόντων·896 in vol. 23

23

.

897

Ἀλλὰ μὲν πρῶτα ὕδατα ἐφοβεῖτο τὸν Θεὸν, αἱ δὲ δη‐ λωθεῖσαι ἄβυσσοι ἐταράττοντο· τρίτον δὲ τάγμα τυγχά‐ νει παρὰ τὰ λελεγμένα τὸ τῶν νεφελῶν, ὃ δὴ φωνὴν ἔδωκε. Τίνες δὲ ἦσαν αἱ νεφέλαι, ἀλλ’ ἢ αἱ κελευσθεῖ‐
5σαι μὴ βρέχειν ἐπὶ τὸν πρότερον ἀμπελῶνα, κατὰ τὸ φῆσαν λόγιον· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ’ αὐτὸν, δῆλον δὲ, ὅτι τὸν ἐκ περιτο‐ μῆς λαόν; Νεφέλαι δὲ πεπληρωμέναι ὑδάτων μὴ ὕου‐ σαι ἐπὶ τὸν παλαιὸν ἀμπελῶνα τίνες ἂν εἶεν ἢ οἱ τοῦ
10Σωτῆρος μαθηταὶ καὶ ἀπόστολοι καὶ εὐαγγελισταὶ, οἳ καθ’ ὅλης τῆς οἰκουμένης τὸν ἐπουράνιον ὑετὸν διαδε‐ δωκότες, φωνὴν ἔδωκαν, ὥστε εἰς πᾶσαν τὴν γῆν ἐξελ‐ θεῖν τὸν φθόγγον αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκου‐ μένης τὰ ῥήματα αὐτῶν; Διὸ λέλεκται· Φωνὴν ἔδω‐
15καν αἱ νεφέλαι· καὶ γὰρ τὰ βέλη σου διαπορεύ‐ ονται. Ποῖα δὲ τὰ βέλη ἢ τὰ σωτήρια καὶ τὰ ἐκλεκτὰ τὰ τιτρώσκοντα τὰς τῶν σωζομένων ψυχὰς, δι’ ὧν ἡ νύμφη Χριστοῦ ἡ Ἐκκλησία τετρῶσθαι ὁμολογεῖ φάσκουσα· Ὅτι τετρωμένη ἀγάπης ἐγώ; Καὶ αὐτὸς
20δὲ ὁ Σωτὴρ βέλος ὠνόμαστο κατὰ τὸν εἰπόντα προ‐ φήτην· Ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με· Ἀλλὰ τοῦ μὲν Πατρὸς βέλος ἦν ὁ μονογενὴς αὐτοῦ Λόγος· τοῦ δὲ Υἱοῦ βέλη ἐτύγχανον οἱ ἀπόστολοι, καὶ τὰ θεῖα καὶ πεπυρωμένα
25αὐτοῦ λόγια. Διὸ λέλεκται ἐν τῷ περὶ τοῦ ἀγαπητοῦ ψαλμῷ· Τὰ βέλη σου ἠκονημένα, λαοὶ ὑποκάτω σου πεσοῦνται. Οὕτω δ’ οὖν καὶ ἐνταῦθα εἴρηται· Καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. Περιτρέχονται γὰρ ἁπανταχοῦ τὰ τοῦ Χριστοῦ βέλη διεπορεύετο κη‐
30ρύττοντα· διὸ φωνὴν ἔδωκαν αἱ νεφέλαι· ἀλλὰ καὶ Φωνὴ τῆς βροντῆς σου, φησὶν, ἐν τῷ τροχῷ· βρον‐ τὴν δὲ ἐνταῦθα τὸ κήρυγμα τὸ εὐαγγελικὸν αἰνίττε‐ ται. Ὡς γὰρ φωνὴ βροντῆς οὐράνιος τυγχάνει βοὴ, καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβάλλουσα δύναμιν, τὸν
35αὐτὸν τρόπον καὶ τὸ εὐαγγελικὸν κήρυγμα, οὐράνιον τυγχάνον, οὐκ ἀνθρωπίνην περιεῖχεν ἰσχύν. Οὐδὲ γὰρ ἐκ θνητῆς βουλῆς ὡρμᾶτο· σὺν θεϊκῇ δὲ δυνάμει τὸν σύμπαντα ἐπλήρου κόσμον. Διὸ καὶ τοὺς ἀποστόλους αὐτοῦ ὁ Σωτὴρ βοανῆργες ὠνόμαζεν, ὅπερ ἑρμηνεύε‐
40ται υἱοὶ βροντῆς. Οὐκοῦν καὶ ἐνταῦθα ἀκολούθως τοῖς ἔμπροσθεν εἴρηται· Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ. Τροχὸν δὲ σημαίνει τὸν σύμπαντα βίον· ἐπεὶ καὶ ἐν τῷ Ἐζεκιὴλ τροχὸς ἐν τροχῷ λέλεκται ὁ σύμ‐ πας τῶν ἀνθρώπων βίος. Ἔστι μὲν οὖν τροχὸς ὁ κό‐
45σμος σφαιροειδὴς ὢν, κυκλοφορητικῶς τε κινούμενος. Ἐνταῦθα δὲ τροχὸς ὁ τῶν ἀνθρώπων ἐστὶ βίος, ἄπαυ‐ στον τὴν στροφὴν ποιούμενος· διὸ καὶ τροχὸς ἐν τῷ τροχῷ εἴρηται. Κατὰ δὲ τὸν Ἀκύλαν, Φωνὴ βροντῆς σου ἐν τῷ τροχῷ· κατὰ δὲ τὸν Σύμμαχον, Ἦχος

23

.

897

(50)

βροντῆς σου ἐν τῷ τροχῷ· κατὰ δὲ τὸν Θεοδοτίωνα, Φωνὴ βροντῆς σου ἐν τῷ τροχῷ. Καὶ θέα ὅπως κα‐ τὰ πάντας τοὺς ἑρμηνευτὰς τροχὸς ὠνόμασται· ἐπεὶ καὶ ἡ Ἑβραϊκὴ λέξις βαγελγὲλ περιέχει, ὅπερ ἐστὶν ἐν τῷ τροχῷ· οὕτω δὲ ὠνόμασται καὶ ἐν τῷ Ἐζε‐
55κιήλ. Ἔνθα γενόμενος, παρασημειώσῃ, ὡς καὶ ἡ θεία Γραφὴ τὸ περιέχον τροχὸς οἶδε. Διὸ σφαιροειδῆ φασιν
εἶναι τὸν κόσμον. Ἐπεὶ καὶ ἐν τῷ Ἔσδρα ὁ Ζορο‐898 in vol. 23

23

.

900

βάβελ τὰ νικητήρια ἀπηνέγκατο παρὰ τῷ βασιλεῖ εἰρη‐ κώς· Μέγας ὁ οὐρανὸς, καὶ μέγας ὁ ἥλιος, ὅτι στρέ‐ φεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ, καὶ ἐπανέρχεται εἰς τὸν ἴδιον τόπον ἐν ἡμέρᾳ μιᾷ. Ταῦτα μὲν οὖν
5κατὰ φυσικὴν θεωρίαν. Τὰ δὲ προκείμενα θεσπίζει τῆς εὐαγγελικῆς θεοφανείας τὴν δύναμιν· καὶ ὡς δι’ αὐτῆς τὰ πλήθη μὲν τῶν ἐθνῶν τὸν Θεὸν ἐπέγνω, αἱ δὲ ἄβυσσοι ἐταράχθησαν, αἱ δὲ προλεχθεῖσαι νεφέλαι ἔδωκαν φωνὴν, καὶ ὥστε τὰ βέλη αὐτοῦ διεπορεύθη,
10καὶ ὡς φωνὴ τῆς βροντῆς αὐτοῦ γέγονεν ἐν τῷ τρο‐ χῷ· καὶ ἐπὶ πᾶσι τούτοις ὡς ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ. Τίνας δ’ ἂν εἴποις τὰς ἀστραπὰς αὐτοῦ ἢ τὰ φέγγη τῶν τοῦ ἁγίου Πνεύματος χαρισμά‐ των τὰ ἀστράπτοντα καθ’ ὅλης τῆς οἰκουμένης; Διαι‐
15ρέσεις γὰρ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα. Καὶ ᾧ μὲν διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, καὶ ἄλλῳ λόγος γνώσεως, καὶ ἄλλῳ πίστις, καὶ τὰ λοιπά· ἅτινα, ἐξαίρετα ὄντα τοῦ Θεοῦ χαρίσματα, ἐξαστράπτει καὶ καταλάμπει τὴν Ἐκκλησίαν αὐτοῦ. Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου καὶ αἱ τρίβοι σου
20ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθή‐ σονται. Ἀκολούθως τοῖς ἀποδεδομένοις ἐσαλεύθη καὶ ἐσείσθη ἡ γῆ. Ἀντὶ γὰρ τοῦ, καὶ ἔντρομος, κατὰ πάντας τοὺς ἑρμηνευτὰς, καὶ ἐσείσθη εἴρηται. Οὕτω δὲ ἐσείσθη ἡ γῆ, ὡς εἴρηται ἐν Εὐαγγελίοις,
25Καὶ εἰσελθόντος τοῦ Σωτῆρος εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος; Ὡς γὰρ οἱ τὴν πόλιν οἰκοῦντες ἐδηλοῦντο διὰ τοῦ τόπου, κατὰ τὸν αὐτὸν τρόπον καὶ νῦν τοὺς τὴν γῆν οἰκοῦντας κλονηθῆναί φησι καὶ σεισθῆναι τὸ λόγιον.
30Διὸ πᾶσα ἀκοὴ κεκίνηται ἐκ τοῦ εὐαγγελικοῦ κηρύ‐ γματος εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι κεκηρυγμέ‐ νου. Ἀκολούθως δὲ ἐσαλεύθη καὶ ἐσείσθη ἡ γῆ, ἢ ἐκλονήθη διὰ τὰ ἔμπροσθεν λελεγμένα. Εἰ γὰρ ἔφα‐ ναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ, ἡ φωνὴ τῆς
35βροντῆς αὐτοῦ ἐξήχησεν ἐν τῷ τροχῷ, εἰ τὰ βέλη αὐ‐ τοῦ ἐπὶ πάντας διαπορεύηται, εἰ αἱ νεφέλαι τὴν αὐ‐ τῶν ἔδωκαν φωνὴν, ἀκόλουθον ἦν ἐκ τούτων ἁπάντων κλονηθῆναι καὶ σαλευθῆναι τὴν γῆν. Ὅπως δὲ ἐν τῇ θαλάσσῃ ἡ ὁδὸς αὐτοῦ γέγονε, καὶ αἱ τρίβοι αὐτοῦ ἐν
40ὕδασι πολλοῖς, καὶ ὡς τὰ ἴχνη αὐτοῦ οὐ γινώσκεται, εἴσῃ ἐπιστήσας τῇ πρὸς τοὺς μαθητὰς ἐπαγγελίᾳ αὐ‐ τοῦ φησάσῃ· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου· καὶ, Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας
45τοῦ αἰῶνος. Ἀοράτως γὰρ ἁπανταχοῦ τῆς γῆς συνὼν τοῖς αὐτοῦ μαθηταῖς ἐν τῇ τοῦ βίου θαλάσσῃ καὶ τοῖς πολλοῖς τῶν ἐθνῶν ὕδασιν ἐπορεύετο· καὶ τοῦτ’ ἔπραττεν ἀοράτῳ καὶ ἀφανεῖ δυνάμει· διὸ λέ‐ λεκται· Καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.

23

.

900

(50)

Ταῦτα μὲν οὖν ἐπληροῦτο κατὰ τὴν σωτήριον θεο‐ φάνειαν· Οὕτω δὲ ταῦτα, φησὶν, ἐγίνετο ἐπὶ τῆς εἰς ἀνθρώπους παρουσίας αὐτοῦ, κατὰ τὴν ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ Ὑψίστου· ὥσπερ καὶ πάλαι ἐπὶ τοῦ προ‐ τέρου λαοῦ ὁπηνίκα ἐξαγαγὼν αὐτοὺς ἐκ γῆς Αἰγύ‐
55πτου διήγαγε διὰ τῆς θαλάσσης· καὶ τότε γὰρ δει‐ κνὺς τὰς ἀρετὰς αὐτοῦ ὁδὸν ἐποίει καὶ τρίβους ἐν
ὕδασι πολλοῖς, ὡς προηγουμένῳ αὐτῷ ἐπακολουθεῖν900 in vol. 23

23

.

901

ἐν τῇ πορείᾳ τῆς θαλάσσης τὸν πάντα Ἰσραὴλ, ἄγνω‐ στόν τε εἶναι καὶ ἀκατάληπτον ἀνθρώποις τὴν πο‐ ρείαν αὐτοῦ, ὅτε καὶ ὡδήγησεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Μωϋσῆ καὶ Ἀαρών. Ἄλλος
5μὲν οὖν τὰ προκείμενα ἅπαντα ἐπὶ τὴν ἔξοδον τὴν ἀπ’ Αἰγύπτου ἀνοίσει, τότε πεπληρῶσθαι φάσκων τὸ, Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἤχους ὕδατος· πᾶσάν τε τὴν περικοπὴν ἀκολούθως
10ἐπὶ τὴν τότε πραχθεῖσαν ἱστορίαν ἀναπέμψει· ἐγὼ δὲ, μὴ εὑρὼν ὅπως τὰ ἑξῆς εἰρημένα κατὰ τὴν λέξιν ἐπληροῦτο· οὐ γὰρ μέμνηται ὁ Μωϋσέως νόμος, ὡς νεφέλαι τινὲς κατὰ τὸν καιρὸν ἐκεῖνον φωνὴν ἔδω‐ καν σωματικῶς, οὐδὲ ὡς βέλη αἰσθητὰ διεπορεύετο,
15οὐδὲ ὡς ὅλῃ οἰκουμένῃ ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ, καθ’ ὃν χρόνον ἦσαν ἐν τῇ ἐρήμῳ, τὴν ὑποπεσοῦσαν εἰς τοὺς τόπους ἑρμηνείαν παρεθέμην. Ὁποίαν δὲ χρὴ τῶν εἰρημένων ἐκδοχῶν αἱρεῖσθαι θείᾳ κρίσει ὁ ἐντυγχάνων εἴσεται. ΣΥΝΕΣΕΩΣ Τῼ ΑΣΑΦ. ΟΖʹ.
20 Προσέχετε, λαός μου, τὸν νόμον μου· κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου. Παρορμῶν ἡμᾶς ὁ λόγος ἐπὶ τὴν σύνεσιν τῶν ἐμφε‐ ρομένων, Συνέσεως τὴν ἐπιγραφὴν ἐποιήσατο· ταύ‐ της γὰρ δεόμεθα εἰς θήραν τῆς προκειμένης διανοίας.
25Πρῶτον μὲν οὖν ζητήσειεν ἄν τις εὐλόγως, τίνος πρόσωπον τυγχάνει τὸ φάσκον ἐν ἀρχῇ, Προσέχετε, λαός μου, τὸν νόμον μου· κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου. Οὔτε γὰρ τῷ Ἀσὰφ οὔτε τῷ Δαυῒδ ἁρμόζει ταῦτα λέγειν· ἐπεὶ
30μὴ νομοθέται γεγόνασιν οὗτοι· οὔτε τὸ, Οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου, ἔπρεπε λέγειν ἤτοι τὸν Ἀσὰφ, ἢ τὸν Δαυΐδ· οὐ γὰρ οἰκεῖα ῥήματα προσέφερον, τῇ δὲ τοῦ θείου Πνεύματος βουλῇ διη‐ κονοῦντο. Διὸ συνέσεως ἐπιγέγραπται, ὡς ἂν συν‐
35ῶμεν τίς τέ ἐστιν ὁ ταῦτα λέγων, καὶ τίς ὁ λαὸς αὐ‐ τοῦ, καὶ τίς ὁ νόμος· ἕτερος γὰρ ἔοικεν εἶναι παρὰ τὸν Μωϋσέως. Ταῦτα δ’ ἐπιλύεται τὸ Εὐαγγέλιον, ἐν ᾧ εἴρηται· Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς
40οὐκ ἐλάλει αὐτοῖς· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· ἐρεύξομαι κεκρυμμένα ἀπὸ κατα‐ βολῆς. Διὰ ποίου δὲ προφήτου ταῦτα εἴρητο ἢ διὰ τοῦ προκειμένου Ἀσάφ; Ὃ μὴ συνιέντες τινὲς,
45προσέθηκαν ἐν τῷ Εὐαγγελίῳ τὸ, διὰ Ἡσαΐου τοῦ προφήτου· ἐν δέ γε τοῖς ἀκριβέσιν ἀντιγράφοις ἄνευ τῆς προσθήκης τῆς διὰ Ἡσαΐου, ἁπλῶς οὕτως εἴρηται· Ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προ‐ φήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα

23

.

901

(50)

μου· ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς, ἃ δὴ φέρεται ἐν τοῖς προκειμένοις, οὐ μὴν ἐν τῇ τοῦ Ἡσαΐου προφητείᾳ. Οὐκοῦν ἐκ τῆς εὐαγγελικῆς παραθέσεως ὁ Σωτὴρ ἂν εἴη, καὶ οὐδὲ ἄλλος, ὁ ἐξ οἰκείου προσώπου φάσκων ἐπὶ τοῦ παρόντος τό·
55Προσέχετε, λαός μου, τὸν νόμον μου. Ἵνα δὲ συνῶμεν αὐτὸν, συνέσεως τὴν προγραφὴν ἐποιή‐
σατο· ὡς μήτε ψαλμὸν μήτε ᾠδὴν μήτε τι τοιοῦτον902 in vol. 23

23

.

904

νομίζειν εἶναι τὰ λεγόμενα, ἀλλὰ Χριστοῦ διδασκα‐ λίαν πρὸς τὸν αὐτοῦ λαὸν, δηλαδὴ τὴν Ἐκκλησίαν αὐτοῦ περὶ τῶν παρανομημάτων τοῦ Ἰουδαίων ἔθνους διαστελλομένου. Νοήσεις δὲ τὸν αὐτοῦ λαὸν
5ἕτερον ὄντα παρὰ τὸν ἐν τοῖς ἑξῆς κατηγορούμενον, τὴν Ζαχαρίου προφητείαν τούτοις παραθεὶς, δι’ ἧς εἴρηται· Χαῖρε σφόδρα, θύγατερ Σιὼν, κήρυττε, θύγατερ Ἱερουσαλήμ. Ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κα‐ τασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ κα‐
10ταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ ἔσονταί μοι εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ γνώσεσθε, ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς ὑμᾶς Θέα γὰρ ἐν τούτοις, ὡς ὁ Κύριος ἀπεστάλθαι ἑαυτὸν ὁμολογεῖ ὑφ’ ἑτέρου
15Κυρίου παντοκράτορος, ἑαυτῷ τε ἐξ ἁπάντων τῶν ἐθνῶν συνάξειν ἐπαγγέλλεται λαόν. Αὐτὸς οὖν οὗτος ὁ τοῦ Θεοῦ Λόγος τῷ ἐξ ἐθνῶν λαῷ προσεφώνει λέ‐ γων· Προσέχετε λαός μου, τὸν νόμον μου. Νό‐ μον δὲ αὐτοῦ τὸ Εὐαγγέλιον εἶναι διδάσκει, περὶ οὗ
20καὶ Ἡσαΐας ἐθέσπιζε λέγων· Ἐκ γὰρ Σιὼν ἐξελεύ‐ σεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν. Τοῦτον δὲ καὶ Ἱε‐ ρεμίας διαθήκην καινὴν ὠνόμασεν εἰπών· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσομαι
25Διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διε‐ θέμην τοῖς πατράσιν αὐτῶν Καὶ Ἡσαΐας δὲ πάλιν περὶ τοῦ Σωτῆρος ἀνεφώνει λέγων· Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἐκλεκτός μου· προσεδέξατο αὐτὸν ἡ ψυχή μου. Κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.
30Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. Κάλαμον συντεθλασμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει· ἀλλ’ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν·
35καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι. Ἀντὶ γὰρ τοῦ, καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι, τὸ Ἑβραϊκὸν, καὶ τῷ νόμῳ αὐτοῦ, περιέχει, ὡς συμ‐ φώνως καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ ἐκδεδώκασι, καὶ τῷ νόμῳ αὐτοῦ εἰρηκότες. Παραινεῖ τοίνυν ὁ
40Χριστὸς τῷ ἑαυτοῦ λαῷ τῷ ἐξ ἐθνῶν διὰ τῶν προ‐ κειμένων προσέχειν τῷ νόμῳ αὐτοῦ. Προσέχειν γὰρ βούλεται, καὶ οὐχ ὡς ἔτυχεν ἀκούειν· θεωρεῖν δὲ κατανενοημένως καὶ συνιέναι τὸν αὐτοῦ νόμον· ἀλλὰ καὶ κλίνειν τὸ οὖς εἰς τὰ ῥήματα τοῦ στόματος αὐ‐
45τοῦ, καὶ προσέχειν τῷ νόμῳ αὐτοῦ παρακελεύεται, ἐπειδήπερ τὰς διδασκαλίας ἐν παραβολαῖς ἐποιεῖτο. Διὸ ἐπιλέγει· Ἀνοίξω ἐν παραβολῇ τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς· ὃ δὴ διδάσκει καὶ ἡ τῶν ἱερῶν Εὐαγγελίων γραφὴ, δι’ ἧς

23

.

904

(50)

εἴρηται, ὅτι Πάντα ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· ἐρεύξομαι κεκρυμμένα ἀπὸ κατα‐
55βολῆς. Ἀντὶ γὰρ τοῦ, Φθέγξομαι προβλήματα ἀπ’ ἀρχῆς, Ἑβραῖος ὢν ὁ Ματθαῖος, οἰκείᾳ ἐκδόσει
κέχρηται εἰπὼν, Ἐρεύξομαι κεκρυμμένα ἀπὸ κα‐904 in vol. 23

23

.

905

ταβολῆς· ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας, Ὀμβρήσω αἰνί‐ γματα ἐξ ἀρχῆθεν, ἐκδέδωκεν· ὁ δὲ Σύμμαχος, Ἀναβλύσω προβλήματα ἀρχαῖα. Μέλλων δὲ ὁ τοῦ Θεοῦ Λόγος τὰς κατηγορίας τοῦ προτέρου ποιεῖσθαι
5λαοῦ, καὶ τὰς αἰτίας δι’ ἃς ἀποβέβληται παρατίθε‐ σθαι, ἀναγκαίως τῇ ἑαυτοῦ Ἐκκλησίᾳ παρακελεύε‐ ται προσέχειν τοῖς λεγομένοις, καὶ συνιέναι τὰς πα‐ ραθέσεις τῆς τῶν παλαιῶν κατηγορίας, ὡς ἂν μὴ τοῖς αὐτοῖς περιπέσοι, μαθοῦσα δὲ ἐκ τῆς περὶ ἐκεί‐
10νων διηγήσεως ὁποῖον αὐτοὺς διεδέξατο τέλος, σω‐ φρονίζοιτο ἐκ τοῦ παραδείγματος. Εἰπών· Διανοίξω ἐν παραβολῇ τὸ στόμα μου, φθέγξομαι προβλή‐ ματα ἀπ’ ἀρχῆς, ἐπιφέρει τὰς τοῦ προτέρου λαοῦ κατηγορίας. Παραβολῇ γὰρ ἐκείνοις κέχρηται ἀντὶ
15ὑποδείγματος εἰς ἡμετέραν νουθεσίαν. Καὶ καθ’ ἑτέ‐ ραν δὲ διάνοιαν ὁ παρὼν λόγος τὰς παρανομίας τοῦ Ἰουδαίων ἔθνους συγκαταριθμεῖται, ἐπειδήπερ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νο‐
20μῆς σου; καὶ ὅσα ἄλλα περὶ τῆς καταλαβούσης αὐ‐ τοὺς πολιορκίας ἐλέγετο. Τὰς γὰρ τούτων αἰτίας παρίστησι διὰ τῶν προκειμένων. Καὶ ἐπειδὴ ἐν τῷ πρὸ τούτου ἐλέγετο ψαλμῷ· Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν; ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς
25οἰκτιρμοὺς αὐτοῦ; εἰκότως ἐπειδὴ τοιαῦτα ἐπηπόρηται, τὰς αἰτίας ἐπὶ τοῦ παρόντος καταλέγει τῆς εἰς τὸ τέλος μετελθούσης τὸ Ἰουδαίων ἔθνος ὀργῆς. Καὶ αὐτὸς δὲ ἐν Εὐαγγελίοις ὁ Σωτὴρ παραπλησίως τοῖς προκειμένοις πρὸς τοὺς αὐτοὺς ἀπετείνετο λέγων· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.
30 Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ, καὶ οἱ πα‐ τέρες ἡμῶν διηγήσαντο ἡμῖν. Τὰ μὲν πρῶτα ἐξ ἑνὸς ἐλέγετο προσώπου, ὅπερ τίνος ἦν ἀποδέδεικται μὲν ἐκ τοῦ αὐτοῦ. Συμπαραλαμβάνει δὲ καὶ ἕτερα ὑποκαταβὰς τῆς αὑτοῦ θεότητος, καὶ ἀνθρωπινώτε‐
35ρον φθεγγόμενος, ὡς ἂν ἐκ προσώπου οὗ ἀνείληφεν ἀνθρώπου τοῦ γενομένου ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα· οὗ τὴν γένεσιν ἱστορεῖ τὸ Εὐαγγέλιον φά‐ σκον· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ. Διόπερ συμπαραλαμβάνων
40τοὺς κατὰ σάρκα ὁμογενεῖς αὐτοῦ γενομένους μαθη‐ τὰς καὶ ἀποστόλους, πληθυντικῶς διεξέρχεται τὰ μετὰ χεῖρας λέγων· Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά. Ὅτε μὲν γὰρ τὸν λαὸν ἑαυτοῦ ἀνεκαλεῖτο, καὶ οἰκεῖον νόμον αὐτοῖς προὐβάλλετο, παρῄνει τε κλίνειν
45τὸ οὖς τοῖς αὑτοῦ ῥήμασι, σὺν αὐθεντείᾳ βασιλικῇ ἐξ ἑνὸς προσώπου προεφέρετο τὴν παραγγελίαν· νῦν δὲ, ὅτε τῶν παλαιῶν ἀναγνωσμάτων ἐπιτέμνεται τὴν διή‐ γησιν, κοινοποιεῖ τὸν λόγον ὑπομιμνήσκων τὰ πάλαι πεπραγμένα, καὶ ὡς ἂν τοῖς πᾶσι γνώριμα ἐπαναλαμ‐

23

.

905

(50)

βάνων τὰ ἀπὸ τῆς ἱστορικῆς Γραφῆς δηλούμενα. Διό φησιν· Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά. Οὐ πάν‐ των δέ ἐστι τὸ ἀκούειν καὶ γινώσκειν, ἀλλ’ ἢ μόνων τῶν συνιέντων τοὺς λόγους. Διὸ καὶ ὁ Φίλιππος τῷ εὐνούχῳ ἔλεγεν· Ἆρα γινώσκεις ἃ ἀναγινώσκεις;
55Ἀλλ’ οὐδὲ πᾶσιν οἱ πατέρες διηγήσαντο. Οὐκ ἔχομεν γοῦν ἡμεῖς οἱ ἐξ ἐθνῶν τῷ θείῳ λόγῳ προσελθόντες
διδασκάλους ἐπιγράψασθαι τῶν θείων μαθημάτων906 in vol. 23

23

.

908

τοὺς κατὰ σάρκα πατέρας· ἀλλ’ ὅ γε Σωτὴρ ἐξ αὐτοῦ προσώπου καὶ τῶν κατὰ σάρκα ἐκ τῶν αὐτῶν πατέ‐ ρων γενομένων ἀποστόλων αὐτοῦ καὶ μαθητῶν καὶ εὐαγγελιστῶν ταύτας προφέρεται τὰς φωνὰς λέγων·
5Ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ, καὶ οἱ πατέ‐ ρες ἡμῶν διηγήσαντο ἡμῖν; Ταῦτα γὰρ ἐκ πατέρων αὐτοὶ παρειληφότες, ἡμῖν τοῖς ἐξ ἐθνῶν ὡς μὴ ἐπι‐ σταμένοις ἀπαγγελοῦσι, διδάσκοντες ἡμᾶς τὰ τοῖς παλαιοῖς συμβεβηκότα· ἃ δὴ κατὰ διαδοχὴν ἐκ πα‐
10τέρων ἠκούσθη τοῖς παισὶ, καὶ πάλιν ἐξ ἐκείνων εἰς τοὺς μεταγενεστέρους ἐλήλυθεν, ἐκ τούτων τε αὖθις εἰς παῖδας παίδων τῇ μνήμῃ παρεδόθη. Διὸ λέλεκται· Οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν. Ἀπαγγέλλοντες τὰς αἰνέσεις τοῦ Κυρίου
15καὶ τὰς δυναστείας αὐτοῦ, καὶ τὰ θαυμάσια αὐ‐ τοῦ ἃ ἐποίησε. Πολλὰ μέν ἐστι τὰ παραδοθέντα ἡμῖν ὑπὸ τῶν πατέρων, ἅπερ αὐτοὺς ὁ Θεὸς εὐεργετῶν διεπράξατο· ἓν δὲ τὸ πάντων ἀναγκαιότερον ἐκεῖνο ἦν, λέγω δὲ τὸ μαρτύριον, καὶ ὁ ἐν τῷ μαρτυρίῳ νόμος,
20ὃν ἐγγράφως αὑτοῖς παρέδωκεν, ἐντειλάμενος με‐ λετᾷν ἐν αὐτῷ, καὶ τοῖς αὑτῶν παισί τε καὶ ἀπογό‐ νοις τοῖς κατὰ διαδοχὴν γενησομένοις παραδιδόναι τὴν τούτου μελέτην. Διό φησι· Καὶ ἀνέστησε μαρτύριον ἐν Ἰακὼβ, καὶ νόμον ἔθετο ἐν Ἰσραήλ. Μαρτύριον
25δὲ ἐκαλεῖτο ἡ σκηνὴ τοῦ μαρτυρίου, ἐν ᾗ ἀπέκειτο ἡ κιβωτὸς τῆς Διαθήκης, καὶ ὁ ἐν τῇ κιβωτῷ νόμος, τά τε χερουβὶμ καὶ τὸ ἱλαστήριον, καὶ ἡ λυχνία, καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων· ἅπερ κελευ‐ σθεὶς ποιῆσαι Μωσῆς, κατὰ τὸν τύπον τὸν δειχθέντα
30αὐτῷ ἐν τῷ ὄρει κατεσκεύασεν. Ἀλλὰ πάλαι μὲν ἐκεῖνος ὁ νόμος καὶ τὸ μαρτύριον ἐκεῖνο τῷ Ἰακὼβ καὶ τῷ Ἰσραὴλ δέδοτο. Ἐπειδὴ δὲ παρέβησαν οἱ παρ‐ ειληφότες, εἰκότως ἕτερον ἑαυτῷ καταρτισάμενος λαὸν καὶ μαρτύριον ἕτερον, τὸ Χριστοῦ σῶμα, ναὸν
35ὃν τοῦ οἰκοῦντος ἐν αὐτῷ Θεοῦ Λόγου, ὡς αὐτὸς ἐδί‐ δαξεν εἰπών· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· καὶ πρὸς τούτοις καὶ νόμον ἕτερον τὸν εὐαγγελικὸν τῷ ἑαυτοῦ λαῷ παρα‐ δίδωσι. Διὸ ἐν ἀρχῇ τῶν προκειμένων ἔλεγε· Προσ‐
40έχετε, λαός μου, τὸν νόμον μου· πλὴν ἀλλὰ τὸν παλαιὸν νόμον καὶ τὴν παλαιὰν διαμαρτυρίαν (οὕτω γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Καὶ ἔστησε διαμαρτυρίαν τῷ Ἰακώβ) τῷ προτέρῳ λαῷ διέθετο, ἐντειλάμενος αὐτοῖς γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν
45καὶ ἀπογόνοις, ὡς ἂν μηδεμίαν λάθοι γενεὰν, δια‐ μένοι δὲ ἡ τοῦ νόμου διδασκαλία καὶ εἰς τοὺς μετὰ ταῦτα γενησομένους. Διὸ λέλεκται· Ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ τεχθησόμενοι καὶ ἀναστήσον‐ ται, καὶ ἀναγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν. Τὸ

23

.

908

(50)

δὲ συμπέρασμα τῆς τοῦ νόμου μελέτης καὶ ὁ σκοπὸς οὗτος ἦν, Ἵνα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα, καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ Θεοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσιν· ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν, γενεὰ σκολιὰ καὶ παρα‐
55πικραίνουσα· γενεὰ ἥτις οὐ κατηύθυνε τὴν καρ‐ δίαν αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς. Τίς δὲ ἦν ἡ προτέρα γενεὰ τῶν
πατέρων ἀλλ’ ἢ ἐπ’ αὐτοῦ Μωσέως γενομένη; δι’ ἣν908 in vol. 23

23

.

909

δεξάμενος Μωσῆς τὰς πλάκας τῆς νομοθεσίας συν‐ έτριψεν· οὕτως γοῦν καὶ αὐτὸς Μωσῆς γενεὰν σκο‐ λιὰν καὶ διεστραμμένην αὐτοὺς ἐκάλει, εἰς αὐτῶν πρόσωπον ἀποτεινόμενος καὶ λέγων· Τέκνα μωμη‐
5τὰ, γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα Κυρίῳ ἀνταποδίδοτε; οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός; Ἀλλ’ ἵνα μὴ οἱ μετὰ ταῦτα γενησόμενοι τοῖς πα‐ τράσιν ἀποτελεσθῶσιν ὅμοιοι, ἔγγραφον αὐτοῖς παρ‐ έδωκε τὸν νόμον, καὶ τὴν διαμαρτυρίαν, δι’ ἧς κατη‐
10γορεῖ μὲν τῶν πατέρων, διεστείλατο δὲ καὶ διεμαρ‐ τύρατο τοῖς τέκνοις μὴ ἐξομοιοῦσθαι τοῖς πατράσι, μηδὲ τῇ προτέρᾳ γενεᾷ, ἥτις οὐ κατηύθυνε τὴν καρδίαν αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς. Οὐ γὰρ φύσεως φαύλης ἦν, οὐδὲ
15κατασκευῆς πονηρᾶς, ἐκ προαιρέσεως δὲ ἀνανεύουσα πρὸς τὴν τοῦ Θεοῦ ὑπακοὴν παρεπίκρανε, καὶ ἐκ διαστροφῆς σκολιὰ γέγονε· διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Γενεὰ ἀπροαίρετος τῇ καρδίᾳ, καὶ ἀβέ‐ βαιος πρὸς τὸν Θεὸν τῷ πνεύματι τῷ ἑαυτῆς. Υἱοὶ Ἐφραῒμ, ἐντείνοντες καὶ βάλλοντες τό‐ ξοις, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου. Ὁ μὲν ἀγα‐
20θὸς καὶ φιλάνθρωπος Κύριος τοῖς πρώτοις προπάτορσι τοῦ Ἰουδαίων ἔθνους ἔργα παντὸς λόγου κρείττονα ἐνεδείκνυτο τὰ διὰ Μωσέως· οἱ δὲ ἐγίνοντο σκληρ‐ αύχενες καὶ ὡς ἀληθῶς λαὸς μωρὸς καὶ οὐχὶ σοφὸς, καὶ γενεὰ σκολιὰ καὶ διεστραμμένη. Ἀλλὰ τῶν
25πρώτων τοιούτων ἀπελεγχθέντων, νόμον τοῖς μετὰ ταῦτα παρεδίδου, διαστειλάμενος καὶ διαμαρτυρά‐ μενος ἐν αὐτῷ τά τε πρακτέα καὶ τὰ μή· παραινῶν τε μὴ μιμεῖσθαι τοὺς πατέρας, μηδὲ τὴν γενεὰν τὴν σκολιὰν, μηδὲ τὴν παραπικραίνουσαν, ἥτις οὐ κατ‐
30ηύθυνε τὴν καρδίαν αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς. Οἱ δὲ, χείρους τῶν πατέρων γενόμενοι, οὐδὲν μὲν ἀπὸ τῆς παρα‐ δοθείσης τοῦ νόμου γραφῆς ὠφελοῦντο εἰς βάθος κακίας ἐλαύνοντες. Καὶ πρῶτοί γε τούτων ἦσαν οἱ
35υἱοὶ Ἐφραῒμ, τιμηθέντες μὲν ἐξαιρετῷ τιμῇ διὰ τοῦ τὴν αὐτῶν φυλὴν καὶ τὸν αὐτῶν κλῆρον προκριθῆναι τοῦ παντὸς ἔθνους, καὶ τὴν κιβωτὸν τοῦ Θεοῦ καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου τὴν ὑπὸ Μωσέως ἐν τῇ ἐρήμῳ κατασκευασθεῖσαν ὑποδέξασθαι πρώτους· ὁ γοῦν
40τόπος ὁ ἐν Σηλῶ, ἔνθα ἡ σκηνὴ καὶ τὸ ἁγίασμα, πρὸ τῆς Ἱερουσαλὴμ, τῆς φυλῆς Ἐφραῒμ ἐτύγχανεν· ἀλλὰ πρῶτοι ταύτης τυχόντες τῆς τιμῆς, εἰδωλο‐ λάτραι γεγόνασι. Καὶ ἔστι γε τὴν ἱστορίαν τῶν πεπραγμένων αὐτοῖς ἀπὸ τῆς βίβλου τῶν Κριτῶν
45ἀναλέξασθαι. Ἐλέγχει δὲ καὶ ὁ παρὼν ψαλμὸς προϊὼν ἑξῆς καὶ λέγων περὶ αὐτῶν· Ἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ, καὶ τὴν φυλὴν Ἐφραῒμ οὐκ ἐξελέξατο· καὶ πάλιν· Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλὼμ, σκήνωμα οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις· καὶ τὴν

23

.

909

(50)

αἰτίαν παρίστησιν εἰπών· Μετεστράφησαν εἰς τόξον στρεβλόν. Καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρ‐ εζήλωσαν αὐτόν. Εἰκότως οὖν καὶ διὰ τῶν προ‐ κειμένων εἴρηται· Υἱοὶ Ἐφραῒμ, ἐντείνοντες καὶ
55βάλλοντες τόξον, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου. Πῶς δὲ ἐστράφησαν σαφέστερον παρίστησιν εἰπών·
Καὶ ἐγένοντο εἰς τόξον στρεβλόν. Δέον γὰρ βάλ‐910 in vol. 23

23

.

912

λειν καὶ πολεμεῖν τοὺς τῷ Θεῷ πολεμίους, οἱ δὲ εἰδωλολατροῦντες πόλεμον ἤραντο κατὰ τοῦ Θεοῦ. Διὸ ἐπιλέγει· Οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἠβουλήθησαν
5πορεύεσθαι. Καὶ τοὺς λοιποὺς δὲ τοῦ παντὸς ἔθνους δηλοῖ μεταφορικῶς διὰ τῶν υἱῶν Ἐφραῒμ, καὶ τοὺς ὁμοίους τοῖς τρόποις, εἰ καὶ μὴ τῆς αὐτῆς ἐτύγχανον ὄντες φυλῆς, σημαίνων. Ἐπεὶ καὶ οἱ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀποσχίσαντες τῆς Ἱερουσαλὴμ καὶ ἐν
10τῇ Σαμαρείᾳ εἰδωλολατρήσαντες υἱοὶ ἦσαν Ἐφραΐμ. Εἰκότως οὖν τοὺς παραβάτας τοῦ παντὸς ἔθνους υἱοὺς Ἀβραὰμ ὀνομάσας, ἀθρόως διαβάλλει τοὺς πάντας λέγων· Καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν ἔδειξεν αὐτοῖς.
15Ἐναντίον τῶν πατέρων αὐτῶν, ἃ ἐποίησε θαυ‐ μάσια ἐν γῇ Αἰγύπτου ἐν πεδίῳ Τάνεως. Πάντων γὰρ τούτων λήθην πεποιημένοι τῶν πρὸς τοὺς πα‐ τέρας αὐτῶν ἐπιδεδειγμένων, ὅπλα ἤραντο κατὰ τοῦ Θεοῦ, οὐ βουληθέντες [ἐν] τῷ νόμῳ αὐτοῦ πορεύεσθαι,
20καίτοι ἐπ’ αὐτοὺς κειμένου τοῦ δύνασθαι καὶ τοῦ βούλεσθαι. Οἱ δὲ τὴν δύναμιν ἔχοντες, οὐκ ἠβουλή‐ θησαν ὀρθῇ χρήσασθαι προαιρέσει· νῶτα δὲ δόντες τῷ Θεῷ, λήθην ἐποιήσαντο τῶν πάλαι θαυμασίων αὐτοῦ. Ποίων δὲ θαυμασίων ἢ τῶν ἐν αὐτῇ γενο‐
25μένων τῇ Αἰγύπτῳ, καὶ οὐκ ἐν πάσῃ Αἰγύπτῳ, ἀλλ’ ἐν τῷ τῆς Τάνεως πεδίῳ; Ὅπερ Μωσῆς μὲν οὐκ ἐδήλωσε διὰ τῆς ἑαυτοῦ Γραφῆς· ὁ δὲ Ἀσὰφ, προφήτης ὢν, διδάσκει διὰ τῶν προκειμένων, ὡς ἐν τῷ πεδίῳ Τάνεως τὰ ἐν Αἰγύπτῳ πραχθέντα θαύ‐
30ματα διὰ Μωσέως ἐπετελέσθη. Λέγει δ’ οὖν αὖθις προϊὼν διὰ τῶν ἑξῆς· Ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως. Διὰ τί δὲ ἐν τῷ τῆς Τάνεως πεδίῳ; Ἐπει‐ δήπερ ἐν τούτῳ μάλιστα τὰ τῆς δαιμονικῆς ἐνεργείας
35ἐπεκράτει· τότε πολλά τε ἴσχυον κατ’ ἐκεῖνο καιροῦ οἱ ἐν τῇ Τάνει ἱδρυμένοι δαίμονες. Τοῦτο δὲ δηλοῖ Ἡσαΐας ὁ προφήτης ἐν τῇ ὁράσει τῆς Αἰγύπτου λέγων· Καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως, οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν
40μωρανθήσεται. Πῶς ἐρεῖτε τῷ βασιλεῖ, Υἱοὶ συν‐ ετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; Ποῦ εἰσὶν οἱ σοφοί σου, καὶ ἀναγγειλάτωσάν σοι, καὶ εἰπάτωσάν σοι τί βεβούλευται Κύριος ἐπ’ Αἴγυ‐ πτον; Ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ἀπώ‐
45λοντο οἱ ἄρχοντες Μέμφεως. Δαίμονες δὲ ἦσαν, ὡς εἰκὸς, πονηροὶ διὰ χρησμῶν καὶ μαντειῶν σοφίαν τινὰ ἐπαγγελλόμενοι, καὶ ἐν ταύτῃ τῶν κατὰ τόπους κρατούντων τῆς Αἰγύπτου σύμβουλοι γινόμενοι. Μήποτε δὲ καὶ οἱ ταῖς γοητείαις ταῖς Αἰγυπτιακαῖς προσανέχοντες, οἵ τε ἀντιστάντες Μωσεῖ ταῖς φαρμακείαις αὐτῶν, οἱ ἄρχοντες ἦσαν Τάνεως, καὶ οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως; Διόπερ εἰκότως ἐν πεδίῳ Τάνεως ὁ παρὼν λόγος διδάσκει πεπρᾶχθαι τὰ διὰ

23

.

912

(50)

Μωσέως ἐν Αἰγύπτῳ γεγενημένα. Διέῤῥηξε θάλασσαν καὶ διήγαγεν αὐτοὺς, παρ‐ έστησεν ὕδατα ὡσεὶ ἀσκόν. Τὰ μὲν ἐν αὐτῇ πε‐ πραγμένα τῇ Αἰγύπτῳ διὰ μιᾶς ἐπετέμετο λέξεως εἰπών· Ἃ ἐποίησε θαυμάσια ἐν γῇ Αἰγύπτου, καὶ
55προσθεὶς ὅπερ οὐκ ᾔδειμεν, ἐν πεδίῳ Τάνεως. Τίνα δὲ ἦν τὰ θαυμάσια, εἰς πλάτος μὲν ἡ Μωσέως περι‐
έχει Γραφή· ἐπιτέμνεται δὲ ταῦτα ὁ παρὼν ψαλμὸς912 in vol. 23

23

.

913

ἐν τοῖς μετὰ ταῦτα λέγων· Μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα ὅπως μὴ πίωσιν. Ἐξαπέστειλεν εἰς αὐτοὺς κοινόμυιαν καὶ κατέφαγεν αὐτοὺς, καὶ τὰ τούτοις ἐπιλεγόμενα.
5Ταῦτα μὲν οὖν κατ’ Αἰγυπτίων ἐγίνετο ἐν πεδίῳ Τάνεως· ἃ δὴ παρελθὼν ἐπὶ τοῦ παρόντος ὁ λόγος, τὰς εἰς τὸν λαὸν εὐεργεσίας προτάττει· ὡς διῆλθον τὴν θάλασσαν, εἰς πολλὰ μέρη διαιρεθέντων τῶν ὑδάτων· ὃ δὴ παρίσταται διὰ τοῦ φάσκοντος λόγου·
10Τῷ καταδιελόντι τὴν Ἐρυθρὰν θάλασσαν εἰς διαι‐ ρέσεις, καὶ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς. Φασὶ γοῦν Ἑβραίων παῖδες εἰς ιβʹ τμήματα διῃρῆσθαι αὐτὴν κατ’ ἀριθμὸν τῶν ιβʹ φυλῶν τοῦ λαοῦ· ὥστε ἀφωρισμένως ἑκάστην διελθεῖν φυλὴν,
15κατὰ τὴν ἀπονεμηθεῖσαν αὐτῇ πορείαν. Διισταμένων δὲ τῶν ὑδάτων, καὶ ξηρᾶς γῆς ἐν τῷ μεταξὺ συν‐ ισταμένης, ἀκόλουθον ἦν συνοχὴν γίνεσθαι τῶν ὑδά‐ των, ὡς κυρτοῦσθαι αὐτὰ συνεχόμενα πρὸς ἄλληλα καὶ ἐν αὐτῷ τῷ ἀέρι ἐπαίρεσθαι καὶ ὑψοῦσθαι κυρτούμενα καὶ μετεωριζόμενα, καὶ ὥσπερ ἐν ἀσκῷ τῷ ἀέρι περικλειόμενα· διὸ λέλεκται· Παρέστησεν
20ὕδατα ὡσεὶ ἀσκόν. Μετὰ δὲ τὸ τηλικοῦτον θαῦμα, ὡδήγησεν αὐ‐ τοὺς, φησὶν, ἐν νεφέλῃ ἡμέρας, ἐπισκιαζούσης καὶ σκέπην αὐτοῖς παρεχούσης τῆς νεφέλης, ὡς ἂν μὴ ὑπὸ τοῦ φλογμοῦ τοῦ ἡλιακοῦ καταπονοῖντο.
25Καταλλήλως δὲ τῇ τῆς ἡμέρας νεφέλῃ, στύλος πυρὸς διὰ τῆς νυκτὸς προῆγεν αὐτοὺς, ἡμέ‐ ραν αὐτοῖς φωτεινὴν ἀπεργαζόμενος· διὸ λέλε‐ κται, Καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός. Ἐπὶ τούτοις λέγεται· Διέῤῥηξε πέτραν ἐν, τῇ
30ἐρήμῳ, καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ. Τήρει δὲ ὅπως καὶ ἐνταῦθα τὸ πλῆθος τῶν ὑδάτων ἄβυσσον ὠνόμασεν. Ἀντὶ δὲ τοῦ, διέῤῥηξε πέτραν, ὁ Ἀκύλας, ἔσχισε πέτρους ἐν ἐρήμῳ, ἐξέδωκε, δουλεύσας τῇ Ἑβραϊκῇ γραφῇ, δι’ ἧς παρ‐
35ίσταται, ὡς οὐ μία πέτρα ἦν ἡ ἀναβλύσασα αὐτοῖς τὰ ὕδατα, ἀλλὰ πολλαί. Ὅθεν ὁ θεῖος Ἀπόστολος ἐπισημαίνεται λέγων· Ἔπινον γὰρ ἐκ πνευμα‐ τικῆς ἀκολουθούσης αὐτοὺς * πέτρας· ἡ πέτρα δὲ ἦν ὁ Χριστός· ὡς ἁπανταχοῦ παρεπομένης
40αὐτοὺς πέτρας, καὶ κατὰ σταθμοὺς καὶ κατὰ μονὰς καὶ κατὰ πάντα τόπον παρούσης. Ἐπιτηρήσας δὲ τοῦτο καὶ ἐν τῇ Μωσέως εὑρήσεις Γραφῇ· ἐν μὲν γὰρ τῇ Ἐξόδῳ εἴρηται· Καὶ παρενέβαλον ἐν Ῥα‐ φιδεῖν καὶ οὐκ ἦν ὕδωρ πιεῖν τῷ λαῷ. Καὶ ἐλοι‐
45δορεῖτο ὁ λαὸς πρὸς Μωσῆν· καὶ ἑξῆς· Εἶπε Κύ‐ ριος πρὸς Μωσῆν· Προπορεύου τοῦ λαοῦ, λάβε δὲ μετὰ σεαυτοῦ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ τὴν ῥάβδον ἐν ᾗ ἐπάταξας τὴν θάλασσαν, καὶ πορεύσῃ. Ἰδὲ, ἐγὼ ἕστηκα πρὸ τοῦ σε ἐκεῖ

23

.

913

(50)

ἐπὶ τῆς πέτρας ἐν Χωρέβ· καὶ πατάξω τὴν πέ‐ τραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ, καὶ πίεται ὁ λαός. Καὶ ἐποίησεν οὕτως Μωσῆς. Ταῦτα μὲν οὖν ἐν Ἐξόδῳ· ἐν δὲ τοῖς Ἀριθμοῖς λέλεκται· Καὶ ἦλ‐ θον οἱ υἱοὶ Ἰσραὴλ πᾶσα ἡ συναγωγὴ εἰς τὴν
55ἔρημον Σεῖν, καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ ἠθροίσθησαν ἐπὶ Μωσῆν καὶ Ἀαρών. Καὶ ἐλοιδο‐
ρεῖτο ὁ λαὸς πρὸς Μωσῆν. Καὶ ἑξῆς· Ἐλάλησε914 in vol. 23

23

.

916

Κύριος πρὸς Μωσῆν λέγων· Λάβε τὴν ῥάβδον, καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου, καὶ λαλήσετε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς. Καὶ
5ἐξοίσεται αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν. Εἰκότως οὖν ἐπειδήπερ ἐν διαφόροις τόποις φαίνεται ἡ πέτρα χορηγήσασα τὸ ὕδωρ, περὶ μὲν τῆς προτέρας διὰ τῶν προκειμένων εἴρηται· Διέῤῥηξε πέτραν ἐν ἐρήμῳ,
10καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ· περὶ δὲ τῆς ἑτέρας ἑξῆς ἐπάγει· Καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας, καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα. Πλὴν ἀλλὰ τοσούτων αὐτοῖς χορηγηθέντων, ὅμως προσέθεντο τοῦ ἁμαρτάνειν, καὶ ἁμαρτάνειν οὐχ ἑαυτοῖς, ἀλλ’
15αὐτῷ. Κατ’ αὐτοῦ γὰρ τοῦ Θεοῦ τὴν ἁμαρτίαν ἡμάρτα‐ νον, ἀσεβοῦντες διὰ τῆς πρὸς αὐτὸν ἀντιλογίας. Διὸ ἐπιλέγει· Παρεπίκραναν τὸν Ὕψιστον ἐν ἀνύδρῳ· ἢ κατὰ τὸν Ἀκύλαν, Τοῦ προτερίσαι Ὑψίστῳ ἐν ἀβάτῳ· ἢ κατὰ τὸν Σύμμαχον, Φιλονεικεῖν τῷ Ὑψίστῳ ἐν δίψει ἐν ἀβάτῳ. Διὰ τί δὲ παρεπίκραναν τὸν Ὕψιστον ἐν ἀνύδρῳ, ἐδίδαξε Μωσῆς· μετὰ γὰρ τὸ παρα‐
20σχεῖν αὐτοῖς ἐκ πέτρας τὸ ὕδωρ, ἱστορεῖ λέγων· Καὶ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πειρασμὸς καὶ λοιδόρησις, διὰ τὴν λοιδορίαν τῶν υἱῶν Ἰσραὴλ, καὶ διὰ τὸ πειράζειν αὐτοὺς Κύριον λέ‐ γοντας· Εἰ ἔστι Θεὸς ἐν ἡμῖν, ἢ οὔ; Καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν καρδίαις αὐτῶν, τοῦ αἰτῆσαι βρῶμα ταῖς ψυχαῖς αὐτῶν. Καὶ κατε‐
25λάλησαν τοῦ Θεοῦ. Ὅπως κατελάλησαν τοῦ Θεοῦ καὶ Μωσῆς διδάσκει λέγων· Καὶ ἐγόγγυζον πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἐπὶ Μωσῆν καὶ Ἀαρὼν, καὶ εἶπαν πρὸς αὐτούς· Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτου, ὅταν
30ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων, καὶ ἐφάγομεν ἄρ‐ τους εἰς πλησμονήν! Ὅτι ἐξηγάγετε ἡμᾶς ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ. Καὶ μετὰ ταῦτα εἶπε Μωσῆς πρὸς τὸν λαόν· Ἡμεῖς δὲ τί ἐσμεν; οὐ γὰρ καθ’ ἡμῶν ὁ γογγυ‐
35σμὸς ὑμῶν ἐστιν, ἀλλὰ κατὰ τοῦ Θεοῦ. Προσέλ‐ θετε ἐναντίον τοῦ Θεοῦ, εἰσακήκοε γὰρ τοῦ γογ‐ γυσμοῦ ὑμῶν. Καὶ μετὰ ταῦτα· Ἐλάλησε Κύ‐ ριος πρὸς Μωσῆν λέγων· Ἐγὼ ἀκήκοα τὸν γογγυσμὸν υἱῶν Ἰσραὴλ, καὶ τὰ ἑξῆς. Τούτων
40οὖν μεμνημένος καὶ ὁ παρὼν λόγος, εἶπε· Καὶ ἐξε‐ πείρασαν τὸν Θεὸν ἐν καρδίαις αὐτῶν, τοῦ αἰτῆ‐ σαι βρῶμα ταῖς ψυχαῖς αὐτῶν. Καὶ κατελάλησαν τοῦ Θεοῦ, καὶ εἶπαν· Μὴ δυνήσεται ὁ Θεὸς ἑτοι‐ μάσαι τράπεζαν ἐν ἐρήμῳ; Ἐπεὶ ἐπάταξε πέτραν
45καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατεκλύσθη‐ σαν· μὴ καὶ ἄρτον δύναται δοῦναι, ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ; Ἐν μὲν οὖν τῇ ἱστορίᾳ οὐ φέρεται ταῦτα· ἐνταῦθα δὲ τετήρηται, ὡς ἄρα ταῦτα διενοήθησαν· Ἐξεπείρασαν, γάρ φησι, τὸν Θεὸν ἐν

23

.

916

(50)

καρδίαις αὐτῶν, καὶ, Κατελάλησαν τοῦ Θεοῦ. Πῶς δὲ κατελάλησαν ἢ τάδε διανοηθέντες, εἰ καὶ μὴ χείλεσι φθεγξάμενοι, ἀλλὰ ταῖς ψυχαῖς λογισάμενοι, ἃ δὴ ὁ καρδιογνώστης εἰδὼς ἤκουσε; Διὸ εἴρηται· Ἤκουσε Κύριος καὶ ἀνεβάλετο. Ἀνθ’ οὗ ὁ μὲν
55Ἀκύλας, Καὶ ἀνυπερθέτησεν, ἡρμήνευσε, τουτέστιν, οὐχ ὑπερέθετο· ὁ δὲ Σύμμαχος, Καὶ ἐχολώθη· εἶτα, Καὶ πῦρ ἀνήφθη, φησὶν, ἐν Ἰακὼβ, καὶ ὀργὴ ἀνέβη
ἐπὶ τὸν Ἰσραήλ. Καὶ παρὰ Μωσεῖ δὲ γέγραπται·916 in vol. 23

23

.

917

Καὶ ἦν ὁ λαὸς γογγύζων ἐναντίον Κυρίου, καὶ ἤκουσε Κύριος, καὶ ἐθυμώθη ὀργὴ αὐτοῦ· καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου, καὶ κατέ‐ φαγε μέρος τῆς παρεμβολῆς. Καὶ ἐκέκραξεν ὁ
5λαὸς πρὸς Μωσῆν· καὶ ηὔξατο Μωσῆς πρὸς Κύ‐ ριον, καὶ ἐκόπασε τὸ πῦρ. Καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἐμπυρισμός, ὅτι ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου. Διὸ καὶ ἐν τῷ μετὰ χεῖ‐ ρας εἴρηται· Καὶ ἀνήφθη πῦρ ἐν Ἰακὼβ, καὶ ὀργὴ
10ἀνέβη ἐπὶ τὸν Ἰσραὴλ, ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ Θεῷ, οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ. Καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐ‐ ρανοῦ ἀνέῳξε. Καὶ ἔβρεξεν ἐπ’ αὐτοὺς μάννα φα‐ γεῖν, καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. Ἄρτον
15ἀγγέλων ἔφαγεν ἄνθρωπος. Τὸ δὲ, Ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, αἰνίττεσθαί μοι δοκεῖ πρόσ‐ ταγμα δεδόσθαι ἀγγελικαῖς δυνάμεσι, ταῖς εἰς τὰ παράδοξα τότε διακονουμέναις, δι’ ὧν καὶ τὸ μάννα ἐχορηγεῖτο τῷ λαῷ. Διδασκόμεθα δὲ καὶ ἐντεῦθεν,
20ὡς ἄρα νεφέλαι αἱ ἀγγελικαὶ δυνάμεις κέκληνται, ὡς καὶ ἐν τῷ φάσκοντι προφήτῃ· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν· ὥστε τοὺς ἀγγέλους νοεῖσθαι τὰς νεφέλας, ὥσπερ οὖν καὶ ἐνταῦθα. Καὶ εἰκός γε ἦν διὰ μὲν πονηρῶν
25δυνάμεων τὰς κατ’ Αἰγυπτίων ἐπιτελεῖσθαι πληγὰς κατὰ τὸν φάσκοντα λόγον· Ἀπέστειλεν εἰς αὐτοὺς ὀργὴν καὶ θυμὸν, θλίψιν καὶ ἀποστολὴν δι’ ἀγ‐ γέλων πονηρῶν· τὰ δὲ χρηστότερα δι’ αἰσίων καὶ δεξιῶν ἀγγέλων γεγενῆσθαι. Διὸ λέλεκται· Καὶ ἐνε‐
30τείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐρανοῦ ἀνέῳξε. Θύρας δὲ οὐρανοῦ ἀνοιγνυμένας τὰς οὐρα‐ νίους νόει πράξεις. Πάντα γὰρ τὰ παραδόξως ὑπὸ τοῦ Θεοῦ πεπραγμένα θεῖα καὶ οὐράνια ἦν· ἃ δὴ καὶ ἀνθρώποις ἀποκέκλειστο, ὅτε μὴ ἐγίγνετο· ὅτε δὲ
35παραδόξως ἐγίγνετο, ὥσπερ θύρας τινὰς οὐρανίους ἀνέῳγεν αὐτοῖς. Ἀντὶ δὲ τοῦ, Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ὁ Ἀκύλας, Ἄρτον δυναστῶν ἔφαγεν ἀνὴρ, ἡρμήνευσεν ὁ δὲ Σύμμαχος, Καὶ πυ‐ ρὸν οὐράνιον παρέσχεν αὐτοῖς, ἄρτον μεγάλων
40ἔφαγεν ἄνθρωπος. Καὶ τήρει ὅπως ἡ Ἑβραϊκὴ φωνὴ οὐ περιέχει τὸ, Ἄρτον ἀγγέλων· ἀλλ’ ἤτοι κατὰ τὸν Ἀκύλαν, ἄρτον δυναστῶν· ἢ κατὰ τὸν Σύμμαχον, ἄρτον μεγάλων· ἢ κατὰ τὸν Θεοδοτίωνα, ἄρτον δυναστῶν· ἢ κατὰ τὴν πέμπτην ἔκδοσιν,
45ἄρτον δυναστῶν. Ἀγγέλων δὲ, οὐδεὶς ἡρμήνευσεν. Ἐπεὶ μηδὲ τὸ Ἑβραϊκὸν τοῦτον ἔχει τὸν τρόπον, ἵνα μή τις νομίσῃ καὶ τὰς ἀγγελικὰς δυνάμεις αἰ‐ σθητῇ χρῆσθαι τροφῇ. Μέμφεται δὲ καὶ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐν Εὐαγγελίοις τοῖς νομίζουσιν, ὅτι

23

.

917

(50)

ἀγγέλων ἦν τροφὴ τὸ ἐν τῇ ἐρήμῳ χορηγηθὲν τῷ λαῷ μάννα· διὸ ἔλεγεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρα‐ νοῦ τὸν ἀληθινόν· καὶ πάλιν· Οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, καὶ ἀπέθανον. Οὗ‐
55τός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθνήσκῃ. Εἰ μὲν
οὖν, φησὶν, οὐράνιος ἦν ἄρτος, ᾧ χρῆσθαι τοὺς ἀγγέ‐918 in vol. 23

23

.

920

λους εἰκὸς, οὐδ’ ἂν ἀπέθανον οἱ ἐν τῇ ἐρήμῳ μετα‐ σχόντες ἄρτου· νῦν δὲ ἐπεὶ οὐκ ἦν οὐράνιος, οὐδὲ ἦν ἀληθῶς ἄρτος ἀγγέλων, διὰ τοῦτο ἀπέθανον. Οὗτος δέ ἐστιν ἀληθῶς οὐράνιος ἄρτος, οὗ ὁ μεταλαβὼν οὐκ
5ἂν ἀποθάνοι ποτέ. Καὶ τίς οὗτος ἦν διδάσκει λέγων· Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· παρ‐ ίστησί τε αὐτὸν λέγων· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς μὲ οὐ μὴ πεινάσει, καὶ ὁ πι‐
10στεύων εἰς ἐμὲ, οὐ μὴ διψήσει πώποτε· καὶ αὖ‐ θις· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἐάν τις φάγῃ ἐκ τοῦ ἐμοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Οὐκοῦν καὶ αἱ ἀγγελικαὶ δυνάμεις ἐκ τῆς τοῦ Λόγου μεταλήψεως αἰώνιον ζωὴν καρποῦνται. Μόνος γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος πάσης λογικῆς οὐσίας θρεπτικὸς τυγχάνει. Διόπερ ἀκριβῶς ἡ Ἑβραϊκὴ ἀνάγνωσις ἐν τοῖς προκειμένοις οὐ
15περιέχει τὸ, Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. Ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμο‐ νήν. Ἀπῆρεν Νότον ἐξ οὐρανοῦ, καὶ ἐπήγαγεν ἐν τῇ δυνάμει αὐτοῦ Λίβα. Καὶ ἔβρεξεν ἐπ’ αὐ‐ τοὺς ὡσεὶ χοῦν σάρκας, καὶ ὡσεὶ ἄμμον θαλασ‐
20σῶν πετεινὰ πτερωτά· καὶ ἐπέπεσεν ἐν μέσῳ τῆς παρεμβολῆς αὐτῶν, κύκλῳ τῶν σκηνωμάτων αὐ‐ τῶν. Καὶ ἔφαγον καὶ ἐνεπλήσθησαν σφόδρα, καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς, οὐκ ἐστε‐ ρήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν. Ἔτι τῆς
25βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν καὶ ἡ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ’ αὐτούς· καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν, καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν. Ὅτι μὴ μόνου ἄρτου, ἀλλὰ καὶ ὄψου προενόησεν αὐτοῖς, διδάσκει καὶ ἡ Μωσέως
30Γραφὴ, ἐν μὲν Ἐξόδῳ λέγουσα· Καὶ εἶπε Μωσῆς καὶ Ἀαρὼν πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ· Ἑσπέραν γνώσεσθε, ὅτι Κύριος ἐξήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου· πρωῒ δὲ ὄψεσθε τὴν δόξαν Κυ‐ ρίου, ἐν τῷ εἰσακοῦσαι αὐτὸν πάντα τὸν γογγυ‐
35σμὸν ὑμῶν, ἐν τῷ διδόναι τὸν Κύριον ὑμῖν ἑσπέ‐ ρας κρέα φαγεῖν, καὶ ἄρτους τὸ πρωῒ εἰς πλη‐ σμονήν. Καὶ ἐπιλέγει ἑξῆς· Καὶ ἐγένετο ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα, καὶ ἐκάλυψε τὴν παρεμβολήν· τὸ πρωῒ δὲ ἐγένετο καταπαυομένης τῆς δρόσου κύ‐
40κλῳ τῆς παρεμβολῆς· καὶ ἰδοὺ ἐπὶ προσώπου τῆς ἐρήμου, λεπτὸν ὡσεὶ κόνιον, λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς. Ἀλλ’ ἐπειδὴ μετὰ ταῦτα εἴρηται ἐν Ἀριθμοῖς· —Καὶ ὁ ἐπίμικτος ἐν αὐτοῖς ἐπεθύμησεν ἐπιθυμίαν, καὶ καθίσαντες ἔκλαον οἱ υἱοὶ Ἰσραὴλ,
45καὶ εἶπαν, Τίς ψωμίσει ἡμῖν κρέα; Ἐμνήσθημεν τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεὰν, καὶ τοὺς σικυοὺς, καὶ τοὺς πέπονας, καὶ τὰ πρά‐ σα, καὶ τὰ κρόμυα. Νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξη‐ ρος. Εἶτα ἐπιλέγεται ἑξῆς· Καὶ ἀπῆλθε Μωσῆς εἰς

23

.

920

(50)

τὴν παρεμβολὴν, αὐτὸς καὶ οἱ πρεσβύτεροι τοῦ Ἰσραήλ. Καὶ πνεῦμα ἐξῆλθε παρὰ Κυρίου, καὶ ἐξέ‐ βρασεν ὀρτυγομήτραν ἀπὸ τῆς θαλάσσης, καὶ ἐπέ‐ βαλεν ἐπὶ τὴν παρεμβολὴν ὁδὸν ἡμέρας, ἐντεῦθεν κύκλῳ τῆς παρεμβολῆς ὡσεὶ δίπηχυ ἀπὸ τῆς γῆς.
55Καὶ ἀναστὰς ὁ λαὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ συνήγαγεν ἕκαστος τὸ ἀρ‐
κοῦν· ὁ τὸ πολὺ οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ὀλίγον920 in vol. 23

23

.

921

οὐκ ἠλαττόνησεν· ὁ τὸ ὀλίγον, συνήγαγε δέκα κό‐ ρους. Καὶ ἔψυξεν ἐν τοῖς ψυκτῆρσι κύκλῳ τῆς παρεμβολῆς τὰ κρέα ἦν πρὶν ἢ ἐκλιπεῖν. Καὶ ὠργίσθη Κύριος. Καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου
5ἐκείνου, Μνήματα ἐπιθυμίας, ὅτι ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν· —εἰκότως οὖν καὶ ἡ μετὰ χεῖ‐ ρας περικοπὴ διδάσκει ταῦτα λέγουσα· Ἐπισι‐ τισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονὴν, καὶ τὰ ἑξῆς. Διδάσκει δὲ, ὡς ἄρα ὑπ’ ἀνέμων ἐλαυνόμενα
10τὰ πτηνὰ κατεφέρετο εἰς τὴν παρεμβολήν. Καὶ κατὰ τὸν Σύμμαχον δὲ εἴρηται· Ὃς ἦρεν Εὖρον ἐξ οὐ‐ ρανοῦ, καὶ ἐπήγαγεν ἐν τῇ δυναστείᾳ αὐτοῦ Νό‐ τον, ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά. Καὶ ἐπέβαλεν ἔνδον εἰς τὴν παρεμβολὴν αὐτῶν κύκλῳ
15τῶν σκηνῶν. Καὶ φαγόντες, ἐνεπλήσθησαν σφό‐ δρα· καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς, οὐκ ἀπέστησαν τῆς ἐπιθυμίας αὐτῶν. Ἔτι τῆς βρώσεως αὐτῶν οὔσης ἐν τοῖς ὀδοῦσιν αὐτῶν, ὀργὴ οὖν Θεοῦ ἐπῆλθεν αὐτοῖς, καὶ ἀπέκτεινε τοὺς λιπαρωτέρους αὐτῶν καὶ τοὺς νεανίσκους τοῦ Ἰσραὴλ ὤκλασε. Καὶ ταῦτ’ ἔπασχον εὐλόγως· ὁ μὲν γὰρ αὐτοῖς εἰς ἔνδειξιν τῆς αὐτοῦ δυνάμεως
20παραδόξως καὶ ταῦτα παρεῖχεν· οἱ δὲ ἀπλήστῳ χρώμενοι τῇ κρεωφαγίᾳ, χολερικῷ πάθει διεφθείροντο, μὴ προσέχοντες μὲν τῷ τοῦ παραδόξου θαύματι, μηδὲ δοξάζοντες τὸν παραδοξοποιόν· ὅλοι δὲ τῶν σαρκῶν γιγνόμενοι, διὸ καὶ ἐπεσπῶντο ἑαυτοῖς ὄλεθρον. Ἐν πᾶσι τούτοις ἥμαρτον ἔτι, καὶ οὐκ ἐπί‐ στευσαν ἐν τοῖς θαυμασίοις αὐτοῦ. Καὶ ἐξέλιπον
25ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς. Ἐλεγκτικὸς ὢν καὶ κατηγορητικὸς τῆς Ἰουδαίων μοχθηρίας ὁ λόγος, καταρίθμησιν ποιεῖ καὶ τῶν πεπλημμελημένων αὐτοῖς, παριστῶν, ὅτι μὴ μάτην αὐτοὺς τὰ τῆς ὀργῆς τοῦ Θεοῦ μετῆλθεν. Καὶ δὴ
30διδάσκει, ὡς καὶ μετὰ τὰ προλεχθέντα πάντα, αὔξον‐ τες ἑαυτῶν τὰ κακὰ, ἥμαρτον ἔτι· καὶ ἥμαρτον, ἐπεὶ οὐκ ἐπίστευσαν τοῖς θαυμασίοις αὐτοῦ. Τοιαῦτα γὰρ ὀφθαλμοῖς ὁρῶντες, ἐνικῶντο ὑπὸ τῆς ἐπιθυμίας. Εἶτα, καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐ‐
35τῶν. Δέον γὰρ θεωροὺς γενομένους τῶν τοῦ Θεοῦ με‐ γαλουργημάτων, ὅλους αὐτοὺς ἀναθεῖναι αὐτῷ· οἱ δὲ θρεμμάτων ἀλόγων δίκην τῇ τῶν σωμάτων προσεῖ‐ χον ματαιότητι, ἐν ἀλογίᾳ καὶ ἀνοίᾳ κατηγοροῦντες, καὶ μηδὲν πλέον ἐκ τῶν εἰς αὐτοὺς χορηγουμένων
40εἰς γνῶσιν Θεοῦ καὶ ψυχῆς σωτηρίαν ποριζόμενοι. Οὕτως οὖν ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐ‐ τῶν· οὐ μόνον, ἀλλὰ καὶ τὰ ἔτη αὐτῶν μετὰ σπου‐ δῆς ἐξέλιπον· κατὰ κοινοῦ γὰρ ἀκουστέον τοῦ, ἐξέ‐ λιπον· ἀνθ’ οὗ πεποίηκεν ὁ Ἀκύλας· Καὶ συνετέλε‐
45σεν ὡς ἀτμὸν τὰς ἡμέρας αὐτῶν, καὶ τὰ ἔτη αὐ‐ τῶν κατέσπευσε. Τοῦ μὲν γὰρ ἐν ματαιότητι τὰς ἡμέρας καταναλίσκοντος καὶ τὰ ἔτη παρατρέχει κατ‐ εσπευσμένως· τοῦ δὲ τὰς ἡμέρας ἐν φωτὶ καὶ ἐν ἔρ‐ γοις ἀγαθοῖς ἐκτελοῦντος αἱ ἡμέραι οὐκ ἐκλείπουσιν,

23

.

921

(50)

ἀλλὰ πλήρεις γίνονται, καὶ τὰ ἔτη αὐτοῦ ἐντελῆ τυγχά‐ νει καὶ μεμακρυμμένα. Διὸ κἀκείνοις τοῖς μετὰ τοι‐ αύτας παραδοξοποιίας ἐν ἀπιστίᾳ καταγηράσασιν μά‐ ταιος καὶ ἐσπευσμένως παρατρέχων ὁ χρόνος. Αὐτίκα
δ’ οὖν διὰ μὲν τῶν θαυμάτων καὶ τῶν εἰς αὐτοὺς εὐερ‐922 in vol. 23

23

.

924

γεσιῶν οὐδὲν πλέον ἐκτῶντο πρὸς ὠφέλειαν, διὰ δὲ τῆς μετερχομένης αὐτοὺς ὀργῆς κρείττους ἐγίγνοντο. Διὸ ἑξῆς ἐπιλέγει· Ὅταν ἀπέκτεινεν αὐτοὺς, ἐξε‐ ζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς
5τὸν Θεόν. Μαστιζόμενοι γὰρ καὶ κολαζόμενοι, κτη‐ νῶν ἀλόγων δίκην αἴσθησιν ἀνελάμβανον τοῦ τύπτον‐ τος, λόγῳ μὲν ὀρθῷ μὴ σωφρονιζόμενοι· πρὸς οὓς εἶ‐ πεν ἂν ὁ λόγος· Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις. Ἐν κημῷ καὶ χαλινῷ τὰς
10σιαγόνας αὐτῶν ἄγξαι τῶν μὴ ἐγγιζόντων πρὸς σέ. Πολλαὶ αἱ μάστιγες τῶν ἁμαρτωλῶν· τοὺς δὲ ἐλπίζοντας ἐπὶ Κύριον ἔλεος κυκλώσει. Καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν, καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ. Ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ’ αὐτοῦ, οὐδὲ ἐπιστώθησαν
15ἐν τῇ διαθήκῃ αὐτοῦ. Τῶν μὲν παραδόξων ἀπο‐ λαύοντες οὐκ ἐπίστευον· μαστιζόμενοι δὲ καὶ ἀπο‐ κτεινόμενοι, ἐπέστρεφον πρὸς τὸν Θεόν. Ἀλλ’ οὐδὲ τοῦτο γνησίως ἐποίουν, προσποιήσει δὲ καὶ εἰρωνείᾳ μέχρι χειλέων εὐφημεῖν ἐδόκουν, οὐ μὴν καθαρῷ λο‐
20γισμῷ τοῦτ’ ἔπραττον· ὡς καὶ ἐπ’ αὐτῶν ἁρμόττειν τὸ φῆσαν λόγιον· Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ. Μάτην δὲ σέβονταί με. Καὶ αὐτοὶ μὲν εἰς τοσοῦτον ἤλαυνον μοχθηρίας· ὁ δὲ, πατρὸς ἀγαθοῦ δίκην οἶ‐
25κτον αὐτῶν πλείονα λαμβάνων, ἱλάσκετο ταῖς ἁμαρ‐ τίαις αὐτῶν, καὶ οὐ παρεδίδου αὐτοὺς εἰς ἐσχάτην διαφθοράν· ἀλλὰ καὶ τὸν φθοροποιὸν δαίμονα καὶ τὸν τῆς ὀργῆς ὑπηρέτην ἄγγελον τιμωρὸν, θυμὸν αὐτοῦ ὀνομαζόμενον, ἀπέστρεφεν ἐξ αὐτῶν, τὸν ἑαυτοῦ Πα‐
30τέρα ὑπὲρ αὐτῶν ἱλασκόμενος. Διὸ εἴρηται· Αὐτὸς δέ ἐστιν οἰκτίρμων καὶ ἱλάσεται ταῖς ἁμαρτίαις αὐτῶν, καὶ οὐ διαφθερεῖ. Καὶ πληθυνεῖ τοῦ ἀπο‐ στρέψαι τὸν θυμὸν αὐτοῦ, καὶ οὐχὶ ἐκκαύσει πᾶ‐ σαν τὴν ὀργὴν αὐτοῦ. Ἔτι γὰρ τότε μακροθύμως
35αὐτοὺς ἔφερεν οὔπω εἰς τέλος αὐτοὺς ἀπωθούμενος. Κατὰ δὲ τὸν Σύμμαχον· Αὐτὸς, φησὶν, ἐλεήμων, ἐξιλάσκων ἁμαρτίας, καὶ μὴ διαφθείρων. Καὶ ἐπὶ πολὺ ἀπέστρεψεν τὴν ὀργὴν αὐτοῦ, καὶ οὐ διή‐ γειρεν ὅλον τὸν θυμὸν αὐτοῦ. Ἐπὶ τούτοις ἄλλοτι
40αὐτῶν κατηγορεῖ λέγων· Καὶ ἐμνήσθη, ὅτι σάρξ εἰσι, πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον. Ἐπειδὴ γὰρ ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι, καὶ ὁ κολλώμενος τῇ σαρκὶ ἓν σῶμα γίνε‐ ται, εἰκότως κρεώδεις τινὰς καὶ σαρκώδεις φησὶν αὐ‐
45τοὺς γεγονέναι διὰ τὸ φιλήδονον καὶ φιλοσώματον, καὶ οὕτως αὐτοὺς γενέσθαι σάρκας. Διό φησιν· Ἐμνή‐ σθη ὅτι σάρξ εἰσι. Πῶς δὲ σάρκες ἦσαν διασαφεῖ λέγων ἑξῆς· Πνεῦμα πορευόμενον καὶ οὐκ ἐπι‐ στρέφον. Τὸ γὰρ πνεῦμα τῆς σαρκὸς τοιοῦτον, γεῶ‐

23

.

924

(50)

δες καὶ θνητὸν καὶ ἀπολλύμενον. Τοιοῦτοι δέ τινες γεγόνεισαν καὶ οἱ ἐπὶ τοῦ κατακλυσμοῦ, περὶ ὧν εἴρητο· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· ὡς ἑτέρου μὲν ὄντος τοῦ θείου πνεύματος τοῦ κατ’ ἀρχὰς ἀν‐
55θρώποις ἐμπνευσθέντος, ἑτέρου δὲ τοῦ τῆς σαρκὸς πνεύματος. Τό γέ τοι τῆς σαρκὸς πνεῦμα τοιοῦτον ἂν
εἴη, οἷον καὶ τὸ ἐν τοῖς ἀλόγοις ζώοις, ὅπερ ἐστὶ924 in vol. 23

23

.

925

πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον. Ὀνομάζει δὲ αὐτὸ οἰκείῳ ὀνόματι ὁ Ἀπόστολος, φρόνημα σαρ‐ κὸς, ἐν οἷς φησι· Τὸ γὰρ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑπο‐
5τάσσεται, οὐδὲ γὰρ δύναται· τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη. Οὕτω δὲ σάρκες οἱ κατ‐ ηγορούμενοι γεγόνεισαν ἐκ τοῦ φιλοσωματεῖν· ὡς καὶ περὶ αὐτῶν δικαιότατα ἂν εἰρῆσθαι τό· Ἄνθρω‐ πος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ! Καὶ ἐπέστρε‐
10ψαν καὶ ἐπείρασαν τὸν Θεὸν, καὶ τὸν Ἅγιον τοῦ Ἰσραὴλ παρώξυναν. Οὐκ ἐμνήσθησαν τῆς χει‐ ρὸς αὐτοῦ, ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χει‐ ρὸς θλίβοντος. Ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ, καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως.
15Μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν ὅπως μὴ πίωσιν. Ἐξαπέ‐ στειλεν εἰς αὐτοὺς κυνόμυιαν καὶ κατέφαγεν αὐ‐ τοὺς, καὶ βάτραχον καὶ διέφθειρεν αὐτούς. Καὶ ἔδωκε τῇ ἐρυσίβῃ τὸν καρπὸν αὐτῶν, καὶ τοὺς
20πόνους αὐτῶν τῇ ἀκρίδι. Καὶ ἀπέκτεινεν ἐν χα‐ λάζῃ τὴν ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ. Καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτῶν, καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί. Μετὰ τὰ προλεχθέντα πάντα παρέμενον παραπικραί‐
25νοντες, τουτέστι πικρὸν ἑαυτοῖς τὸν Θεὸν καθιστῶν‐ τες, χρηστὸν ὄντα τῇ φύσει καὶ ἀγαθὸν καὶ γλυκὺν, τοῖς δὲ τιμωρίας ἀξίοις πικρὸν νομιζόμενον. Οὗτοι γοῦν οἱ ἐν τῇ ἐρήμῳ παρώργισαν αὐτὸν, ἑαυτοῖς τὴν ὀργὴν ἐπισπώμενοι. Καὶ πάλιν ἐπέστρεφον καὶ ἐπεί‐
30ραζον τὸν Θεὸν, καὶ τὸν Ἅγιον τοῦ Ἰσραὴλ παρώξυ‐ νον. Καὶ ταῦτα πάντα διέπραττον μὴ ἀναλαμβάνοντες τῇ μνήμῃ τὰς πάλαι δειχθείσας αὐτοῖς παραδόξους δυνάμεις· καθ’ ὃν καιρὸν λυτρούμενος αὐτοὺς ἐκ χει‐ ρὸς θλίβοντος τοῦ Φαραὼ, ἠλευθέρου τῆς τῶν Αἰγυ‐
35πτίων δυναστείας, διαφόρως τοὺς ἐχθροὺς αὐτῶν αἰ‐ κιζόμενος ἐν τῷ Τάνεως πεδίῳ· ἐν ᾧ πρῶτον ἐγίγνετο ἡ τοῦ ποταμοῦ εἰς αἷμα μεταβολὴ, Αἰγυπτίοις οὖσα τοιαύτη, οὐ μὴν καὶ τοῖς βοηθουμένοις. Ὅθεν καὶ τὰ ὀμβρήματα αὐτῶν, ἢ κατὰ τὸν Ἀκύλαν, αἱ κατάῤ‐
40ῥοιαι αὐτῶν, ἢ κατὰ τὸν Σύμμαχον, τὰ ῥεῖθρα αὐ‐ τῶν, μετεβάλλετο εἰς αἷμα. Πᾶσα γὰρ σύστασις ὑδάτων τὰ ὅμοια τῷ ποταμῷ ἔπασχεν. Ἀλλὰ τούτων οὐδεμίαν ἐποιοῦντο μνήμην οἱ κατηγορούμενοι, οὐδὲ τῇ διὰ τῆς κυνομυίας κατ’ Αἰγυπτίων πληγῇ προσεῖ‐
45χον τὸν νοῦν, οὐδὲ τῇ διὰ τῶν βατράχων μάστιγι, οὐδὲ τῇ διὰ τῆς ἐρυσίβης· ἀλλ’ οὐδ’ ὅπως δι’ αὐτοὺς οἱ Αἰγύπτιοι ἀκρίδι καὶ χαλάζῃ, καὶ πάχνῃ καὶ πυρὶ παραδοθέντες ἐκολάζοντο. Τούτων δ’ ἔργοις τὴν πεῖ‐ ραν εἰληφότες, ἀμνήμονες ἁπάντων ἐγίγνοντο. Διὸ

23

.

925

(50)

κατὰ τὸν Σύμμαχον εἴρηται· Οὐκ ἀνεμιμνήσκοντο τὴν χεῖρα αὐτοῦ, τὴν ἡμέραν ἐν ᾗ ἐῤῥύσατο αὐ‐ τοὺς ἐκ τοῦ θλίβοντος· τοῦ ποιήσαντος τὰ ση‐ μεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ ἐν Αἰγύπτῳ, ἐν πεδίῳ Τάνεως· τοῦ μεταβαλόντος εἰς αἷμα τοὺς
55ποταμοὺς αὐτῶν, καὶ τὰ ῥεῖθρα αὐτῶν, ἵνα μὴ
πίωσι· τοῦ ἐπιπέμψαντος αὐτοῖς κυνόμυιαν φα‐926 in vol. 23

23

.

928

γεῖν αὐτοὺς, καὶ βάτραχον διαφθεῖραι αὐτούς· τοῦ δόντος τῷ μυζήτῃ τὰ γεννήματα αὐτῶν, καὶ τοὺς κόπους αὐτῶν τῇ ἀκρίδι· τοῦ ἀποκτείναν‐ τος ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν καὶ τὰς συκο‐
5μόρους αὐτῶν ἐν σκώληκι· τοῦ ἐκδόντος λοιμῷ τὰ κτήνη αὐτῶν, καὶ τὰ κτήματα αὐτῶν οἰωνοῖς. Ἀντὶ δὲ τοῦ, τῇ ἐρυσίβῃ, ὁ μὲν Σύμμαχος ὁμοίως τῷ μυζήτῃ, ὁ δὲ Ἀκύλας τῷ βρούχῳ, ἡρ‐ μήνευσε· καὶ πάλιν ἀντὶ τοῦ, τῇ πάχνῃ, ὁ μὲν
10Σύμμαχος τῷ σκώληκι, ὁ δὲ Ἀκύλας ἐν κρύει, ἐκ‐ δεδώκασι. Σεσιωπημένα δὲ ταῦτα παρὰ Μωσεῖ τὸ παρὸν λόγιον ἐδίδαξεν. Ἔοικε δὲ ἡ ἐρυσίβη καὶ ὁ μυ‐ ζήτης αὐτὸς εἶναι ὁ παρὰ Μωσεῖ κεκλημένος κνίψ. Τῆς γὰρ Μωσέως Γραφῆς μνημονευούσης δέκα πληγῶν, ὁ παρὼν λόγος τοῦ αἵματος ἐμνημόνευσε καὶ
15τῶν βατράχων καὶ τῆς κυνομυίας καὶ τῆς ἀκρίδος καὶ τῆς χαλάζης, καὶ τοῦ θανάτου τῶν κτηνῶν, καὶ τοῦ θανάτου τῶν πρωτοτόκων· σκνιπῶν τε οὐκ ἐμνήσθη, οὐδὲ τῶν φλυκτανῶν, οὐδὲ τοῦ σκότους· ἀντὶ δὲ τούτων ἐρυσίβην εἶπε καὶ πάχνην· ἀνθ’ ὧν μυζήτην ἢ βροῦχον, ἢ σκώληκα, ἢ κρύος οἱ λοιποὶ ἡρμήνευσαν. Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ,
20θυμὸν καὶ ὀργὴν καὶ θλίψιν, ἀποστολὴν δι’ ἀγ‐ γέλων πονηρῶν. Ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐ‐ τοῦ, οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐ‐ τῶν, καὶ τὰ κτηνὴ αὐτῶν εἰς θάνατον συνέκλει‐ σε. Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύ‐
25πτῳ, ἀπαρχὴν παντὸς πόνου αὐτῶν ἐν τοῖς σκη‐ νώμασι Χάμ. Πρὸς τοῖς λεχθεῖσι καὶ ταῦτα κατὰ τῶν Αἰγυπτίων ὑπὲρ τῆς σωτηρίας τοῦ λαοῦ ὁ Θεὸς εἰργάζετο· Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυ‐ μοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν. Πολλα‐
30χοῦ δὲ τῆς ὀργῆς ὀνομαζομένης καὶ τοῦ θυμοῦ, ὁ παρ‐ ὼν λόγος τὴν διάνοιαν ἑρμηνεύει τῆς τοιαύτης φω‐ νῆς ἑξῆς ἐπιλέγων· Ἀποστολὴν δι’ ἀγγέλων πο‐ νηρῶν· ἢ κατὰ τὸν Σύμμαχον, Ἐπαποστολὴν ἀγ‐ γέλων κακούντων. Ἡ γὰρ τῶν κακούντων ἀγγέλων
35ἐπαποστολὴ ὡς πρὸς ἀνθρώπους ἐνομίζετο θυμὸς εἶναι καὶ ὀργὴ Θεοῦ. Οὐ γὰρ δὴ πάθος εἶναι ὀργῆς περὶ τὸν Θεὸν προσήκει νομίζειν· τὰς δὲ κατὰ τῶν ἀσεβῶν τιμωρίας κρίσει δικαίᾳ Θεοῦ δι’ ἀποστολὴν ἀγγέλων τῶν εἰς τοῦτο τεταγμένων γιγνομένας ὀργὴν
40καὶ θυμὸν καλεῖσθαι. Πλὴν ἀλλὰ τοῖς Αἰγυπτίοις ἐπαποστολῆς ἀγγέλων κακούντων γενομένης, αὐτὸς ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ· κατὰ δὲ τὸν Σύμ‐ μαχον, διέστρωσε ἀτραπὸν τῇ ὀργῇ αὐτοῦ. Καί μοι δοκεῖ διὰ τούτων αἰνίττεσθαι τὴν παραδοθεῖσαν
45τῷ λαῷ μυστικὴν λατρείαν κατὰ τὸν καιρὸν τῆς ἐπελ‐ θούσης τοῖς Αἰγυπτίοις ὀργῆς. Τότε γὰρ διατάττεται τὴν τοῦ Πάσχα ἑορτὴν ἐπιτελέσαι, θύσαντας μὲν πρό‐ βατον κατὰ σύμβολον τοῦ μέλλοντος ὑπὲρ ἀνθρώπων τυθήσεσθαι Ἀμνοῦ τοῦ Θεοῦ, χρίσαντας δὲ ἑαυτῶν

23

.

928

(50)

τὰς φλιὰς τῶν οἴκων τῷ αἵματι· ὡς ἂν, τοῦτο θεα‐ σάμενος ὁ ὀλοθρευτὴς, ἀναχωρήσειε τῆς κατὰ τῶν τοῦτο πραξάντων ἐπιβολῆς. Γέγραπται γοῦν· Καὶ παρελεύσεται Κύριος πατάξαι τοὺς Αἰγυπτίους· καὶ ὄψεται τὸ αἷμα ἐπὶ τῆς φλιᾶς, καὶ ἐπ’ ἀμφο‐
55τέρων τῶν σταθμῶν. Καὶ παρελεύσεται Κύριος τὴν θύραν· καὶ οὐκ ἀφήσει τὸν ὀλοθρεύοντα εἰσ‐ ελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι.
Ἀλλὰ τούτοις μὲν ὡδοποίησε τρίβον πρὸς τὸ ἐκ‐928 in vol. 23

23

.

929

φυγεῖν τὴν ὀργὴν αὐτοῦ· τῶν δὲ Αἰγυπτίων οὐκ ἐφεί‐ σατο· παρεδίδου δὲ εἰς θάνατον τὰς ψυχὰς αὐτῶν, ἀξίων ὄντων τῆς τοιαύτης τιμωρίας· ἐπειδήπερ, ἀσε‐ βείαις ἐκδεδομένοι καὶ τῇ πολυθέῳ καὶ Αἰγυπτιακῇ
5δεισιδαιμονίᾳ, ἄλλῳ θανάτῳ τὰς ψυχὰς ἐτύγχανον βεβαπτισμένοι. Διόπερ ὁ παρὼν λόγος οὐ κοινὸν θά‐ νατον ἐπεληλυθέναι αὐτοῖς διδάσκει, ἀλλὰ ψυχῶν θά‐ νατον. Ὁ γὰρ ὀλοθρευτὴς, ᾧ παρεδόθησαν, ἅμα τῇ τοῦ σώματος διαλύσει, τὰς ψυχὰς αὐτῶν παρελάμβα‐
10νεν, εἰς ὄλεθρον αὐτὰς ἀπάγων. Διὸ καὶ αὖθις γέγρα‐ πται· Οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν. Εἶτα διασαφεῖ λέγων ἑξῆς· Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπαρχὴν τῶν πόνων αὐτῶν. Ἀντὶ δὲ τοῦ, ἀπαρχὴν τῶν πό‐
15νων αὐτῶν ἐν τοῖς σκηνώμασι Χάμ· ὁ Σύμ‐ μαχος· Πρωτεῖον δυνάμεων αὐτῶν, ἡρμήνευσε. Τὰ γὰρ πρωτότοκα καὶ πρωτεῖον ἦν τῆς δυνά‐ μεως τῶν γεννησάντων. Διὰ μὲν οὖν τῶν πρώ‐ των πληγῶν, ὥσπερ εἰς μετάνοιαν αὐτοὺς προσκαλού‐
20μενος διὰ τῆς ἀνοχῆς καὶ μακροθυμίας, πεφεισμένως αὐτοῖς ἐπῆγε τὰς τιμωρίας. Ἐπὶ τέλει δὲ οὐκ ἐφεί‐ σατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν· ἀλλὰ καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισεν. Ἐπεὶ καὶ πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀνῃρεῖτο, κτηνῶν τε καὶ
25ἀνδρῶν. Σφόδρα δὲ ἀκριβῶς ἐπὶ μὲν τῶν ἀνθρώπων θανάτῳ φησὶ τὰς ψυχὰς αὐτῶν παραδεδόσθαι· ἦν γὰρ ὁ ὀλοθρευτὴς δαίμων, ὁ τὰς ψυχὰς αὐτῶν καὶ μετὰ θάνατον παραλαμβάνων· ἐπὶ δὲ τῶν κτηνῶν οὐκέτι ψυχῶν ἐμνημόνευσεν, ἀλλὰ μόνου τοῦ κοινοῦ καὶ σω‐
30ματικοῦ θανάτου· οὐ γὰρ μετέχει ψυχῆς τὰ κτήνη τῆς μετὰ τὴν τοῦ σώματος λύσιν παραμενούσης ὁμοίως ταῖς τῶν ἀνθρώπων ψυχαῖς. Τὴν δὲ αὐτὴν ἱστορίαν διαφόρως Μωσῆς τε καὶ ὁ παρὼν λόγος ἡρμήνευσεν· ὁ μὲν ὀλοθρευτὴν εἰπὼν διακονῆσαι τὸν
35θάνατον τῶν πρωτοτόκων· ὁ δὲ παρὼν λόγος δι’ ἀγ‐ γέλων πονηρῶν ταῦτα γεγονέναι. Κἀκεῖ μὲν ὁ Μω‐ σῆς τῷ αἵματι κεχρῖσθαι τὰς φλιὰς, καὶ τοῦτο φυ‐ λακτήριον γεγονέναι τῶν διαφυγόντων τὸν ὀλοθρευ‐ τήν· ἐνταῦθα δὲ ὡδοποιηκέναι τρίβον εἴρηται ὁ Θεὸς
40πρὸς τὸ ἀποφυγεῖν τὴν ὀργὴν αὐτοῦ. Ταῦτα δὲ, φη‐ σὶ, συνετελεῖτο ἐν τοῖς σκηνώμασι Χάμ· ἢ, ἐν ταῖς σκηνώσεσι Χὰμ, κατὰ τὸν Σύμμαχον· ἢ, ἐν ταῖς σκέπαις Χὰμ, κατὰ τὸν Ἀκύλαν. Δι’ ὧν διδασκό‐ μεθα τὴν Αἴγυπτον γεγονέναι σκηνώματα τοῦ Χάμ.
45Τριῶν γὰρ παίδων τοῦ Νῶε γενομένων, Σὴμ, Χὰμ, Ἰάφεθ, ὁ Χὰμ γέγονε πατὴρ τοῦ Χαναὰν, Χαναὰν δὲ πατὴρ τοῦ Μεσραῒμ, ὃς ἦν Αἴγυπτος, ἀφ’ οὗ Αἰγύ‐ πτιοι πάντες· ὥστ’ εἰκότως τὴν τῶν Αἰγυπτίων χώ‐ ραν σκηνώματα τοῦ προπάτορος τοῦ Μεσραῒμ εἰ‐

23

.

929

(50)

ρῆσθαι. Οὗτος δὲ ἦν ὁ Χὰμ τὴν Αἴγυπτον πρῶτος οἰκήσας. Καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ τὰ ἑξῆς. Μετὰ τὴν κατὰ τῶν Αἰγυπτίων δεκάτην πληγὴν, ὅπως τὴν ἀπ’ Αἰγύπτου πορείαν πεποίηνται διδάσκει φάσκων· Καὶ ἀπῆρεν ὡς πρόβατα τὸν
55λαὸν αὐτοῦ, καὶ ἀνήγαγεν αὐτοὺς καὶ ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ. Καὶ ὡδήγησεν αὐτοὺς ἐν ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν. Κατὰ δὲ τὸν Ἀκύ‐ λαν· Καὶ καθωδήγησεν αὐτοὺς εἰς πεποίθησιν,
καὶ οὐκ ἐπτοήθησαν· κατὰ δὲ τὸν Σύμμαχον, Ὡδή‐930 in vol. 23

23

.

932

γησεν αὐτοὺς ἀφόβους καὶ ἀπτοήτους· καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψεν ἡ θάλασσα. Καὶ ταῦτα μὲν πρότερα ἦν τῆς κατὰ τὴν ἔρημον διατριβῆς· οὐ μὴν καὶ ὁ λόγος τῇ τάξει κέχρηται τῶν πεπρα‐
5γμένων· ὡς ἐν ὕμνῳ δὲ καὶ ᾠδῇ τὰ δεύτερα πρῶτα τίθησι καὶ τὰ πρῶτα δεύτερα. Διὸ τὰ κατὰ τὴν ἔρη‐ μον συμβάντα, καὶ ὅσα ἥμαρτον ἐν τῇ ἐρήμῳ, καὶ ὁσάκις παρεπίκραινον προδιηγησάμενος, μετὰ ταῦτα τὴν τῶν πρώτων μνήμην ποιεῖται, ὡς ἂν τὸν λόγον
10περιγράψειε μὴ εἰς λυπηρὰ, ἀλλ’ ἐπὶ ταῖς τοῦ Θεοῦ εὐεργεσίαις. Διόπερ ἑξῆς ἐπισυνάπτει τοῖς κατὰ τὴν Αἴγυπτον ὑπὸ τοῦ Θεοῦ πεπραγμένοις, καὶ τῇ διόδῳ τῆς Ἐρυθρᾶς θαλάσσης, τὸ, Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ, ὄρος τοῦτο ὃ ἐκτή‐
15σατο ἡ δεξιὰ αὐτοῦ· τὰ κατὰ τὴν ἔρημον ἐνταῦθα ἀποσιωπήσας, διὰ τὸ προειληφέναι αὐτῶν τὴν διήγη‐ σιν. Ὄρος δὲ ποῖον ἢ τὸ Σιὼν, ἐφ’ ᾧ Ἱερουσαλὴμ ὕστερον μετὰ τοὺς χρόνους τοῦ Ἀσὰφ καὶ τοῦ Δαυῒδ ᾠκοδομήθη; εἶτ’ ἐπαναλαμβάνει τὴν διήγησιν διὰ
20τῶν ἑξῆς λέγων· Καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐ‐ τῶν ἔθνη, καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας. Καὶ κατεσκήνωσεν ἐν τοῖς σκη‐ νώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ. Μνημο‐ νεύσας τῆς εἰσόδου τῆς εἰς τὴν γῆν τῆς ἐπαγγε‐
25λίας. καὶ ὡς ἀπειλήφασι τὸ ὄρος τὸ Σιὼν, ὅπερ μα‐ κροῖς ὕστερον χρόνοις ἐκτήσατο Δαυῒδ ἐν ῥομφαίᾳ τὸν Ἰεβουσαῖον ἐλάσας, ἐπαναλαμβάνει τὴν ἱστορίαν ἐπιτεμνόμενος, ὡς μετὰ τὴν τελευτὴν Μωσέως, ἡγου‐ μένου αὐτῶν Ἰησοῦ τοῦ Ναυῆ, παρῆλθον εἰς τὴν γῆν
30τῆς ἐπαγγελίας, καὶ ὡς ἐξέβαλον τοὺς ἀλλοφύλους πολέμῳ κρατήσαντες τῆς χώρας, καὶ ὡς κλήρῳ διεί‐ λαντο σχοίνῳ μετρήσαντες τὴν γῆν. Εἶτ’ αὖθις αὐτῶν κατηγορεῖ, διδάσκων, ὡς πρὸς τοῖς ἡμαρτημένοις κατὰ τὴν ἔρημον προσθήκας κακῶν ἐποιήσαντο· καὶ
35μετὰ τὸ κτήσασθαι τὴν γῆν, ἐπείρασαν πάλιν ἐν‐ ταῦθα καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ὕψιστον, καὶ τὰ μαρτύρια αὐτοῦ τὰ διὰ Μωσέως αὐτοῖς παραδεδο‐ μένα οὐκ ἐφύλαξαν· ἀλλ’ ἀπέστρεψαν καὶ ἠθέτησαν, καθὼς οἱ πατέρες αὐτῶν, καὶ μετετέθησαν εἰς τόξον
40στρεβλόν. Δέον γὰρ τοὺς ἐχθροὺς τοῦ Θεοῦ καὶ τὰς πολεμίους αὐτῶν δυνάμεις τὰς ἀντικειμένας τοξεύειν καὶ βάλλειν, οἱ δὲ εἰδωλολατρήσαντες τὸν Θεὸν ἔβαλ‐ λον βλασφήμοις καὶ ἀθεμίτοις λόγοις. Διὸ γεγόνασιν εἰς τόξον στρεβλόν· ὃ δὴ κατ’ ἀρχὰς ἐδήλου τὸ λόγιον
45φῆσαν· Υἱοὶ Ἐφραῒμ ἐντείνοντες καὶ βάλλοντες τόξοις, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου. Πῶς δὲ ἐστράφησαν εἰς τόξον στρεβλὸν διασαφεῖ λέγων ἑξῆς· Καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν. Ἤκουσεν ὁ Θεὸς καὶ ὑπερίδε, καὶ ἐξουδένωσε σφόδρα τὸν Ἰσραήλ. Καταλέξας καὶ τὰ ἐν τῇ γῇ

23

.

932

(50)

τῆς ἐπαγγελίας πεπραγμένα αὐτοῖς κακὰ, παρίστησιν ἑξῆς τὴν δικαιοκρισίαν τοῦ Θεοῦ, δεικνὺς, ὡς εὐλό‐ γως μετὰ πάντα τὰ προλελεγμένα μετῆλθεν αὐτοὺς ἡ ὀργή. Ὅτε γὰρ ἐστράφησαν εἰς τόξον στρεβλὸν, καὶ ὅτε παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶν, καὶ
55ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτὸν, τὸ τηνικαῦτα οὐδὲ ἐμβλέπειν αὐτοὺς ὁ Θεὸς τοιούτους
ὄντας, ἀλλ’ οὐδὲ ὁρᾷν ἠξίου· ἀλλ’ οὐδὲ ἀκούειν αὐτῶν932 in vol. 23

23

.

933

τῆς ἀσεβοῦς φωνῆς. Διὸ ἐπιλέγει· Ἤκουσεν ὁ Θεὸς καὶ ὑπερίδε, κατὰ τὸν Ἀκύλαν, καὶ ἀνυπερθέ‐ τησε· μηκέτι ἀναβολὴν μηδὲ ὑπέρθεσιν αὐτοῖς ἐν‐ δούς· κατὰ δὲ τὸν Σύμμαχον, Καὶ ἀπεδοκίμασε
5σφόδρα τὸν Ἰσραήλ. Οὕτως δὲ ἤκουσεν ὁ Θεὸς, ὡς καὶ ἐπὶ Σοδομιτῶν εἴρητο· Φωνὴ Σοδόμων καὶ Γο‐ μόῤῥας βοᾷ πρὸς μέ. Τῶν γὰρ ἀσεβῶν αὐτὰ κέ‐ κραγε καὶ βοᾷ τὰ τῆς ἀσεβείας πράγματα· ὧν ἀκού‐ σας ὁ Θεὸς ἀπώσατο τὴν σκηνὴν Σηλὼμ, σκήνωμα
10οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις. Ἐν γὰρ τῇ Ση‐ λὼμ πρῶτον ἔστη ἡ σκηνὴ, ἔνθα ἱερᾶτο Ἡλεὶ καὶ Σαμουὴλ, ὡς παρίστησιν ἡ Γραφὴ τῶν Βασιλειῶν. Ταύτην οὖν ἀπώσατο πρώτην τὴν ἐν Σηλὼμ σκήνω‐ σιν διὰ τὰς ἀσεβείας αὐτῶν. Διὸ κατὰ τὸν Σύμμαχον
15εἴρηται· Καὶ ἀπέῤῥιψε τὴν σκήνωσιν τὴν Σηλὼμ, καὶ τὴν σκήνωσιν τὴν ἱδρυθεῖσαν ἐν ἀνθρώποις. Ὅπως δὲ τοῖς ἀνθρώποις παρεδόθη ἡ κιβωτὸς διὰ τὰ ἀσεβήματα τοῦ λαοῦ, καὶ ὡς ἐκράτησαν αὐτῆς οἱ πολέμιοι, ἀπήγαγόν τε παρ’ ἑαυτοῖς, καὶ ὡς οἱ υἱοὶ
20Ἰσραὴλ ἐτροπώθησαν, καὶ ὡς οἱ υἱοὶ Ἡλεὶ πεπτώ‐ κασιν, οἱ ἱερεῖς ὄντες, ὅ τε τούτων πατὴρ ὡς ἀπώλετο ἐπὶ τῇ τῶν παίδων ἀγγελίᾳ, ἡ πρώτη παρίστησι τῶν Βασιλειῶν. Διὸ εἴρηται ἐνταῦθα· Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλῶ, σκήνωμα οὗ κατεσκήνωσεν ἐν
25ἀνθρώποις. Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν. Ἀντὶ δὲ τοῦ, τὴν ἰσχὺν αὐτῶν, τὸ κράτος αὐτῶν ἡρμήνευσεν ὁ Ἀκύλας. Κράτος δὲ αὐτῶν καὶ ἰσχὺν καὶ καλλονὴν, εἰς αἰχμαλωσίαν καὶ εἰς χεῖρας θλίβοντος παραδοθέντα τίνα ἂν εἴποις ἢ
30τὴν κιβωτὸν, ἣν ὁ παρὼν αἰνίττεται λόγος φάσκων· Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐ‐ τῶν, καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρας ἐχθροῦ; Ἀλλὰ ταῦτα μὲν παρέδωκεν εἰς χεῖρας ἐχθροῦ, τὸν δὲ λαὸν συνέτριψεν ἐν ῥομφαίᾳ. Διὸ λέλεκται κατὰ
35τὸν Σύμμαχον· Καὶ ἐξέδωκεν εἰς μάχαιραν τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερί‐ δεν· καὶ δὴ ὑπεριδόντος αὐτοὺς τοῦ Θεοῦ, τὰ ἑξῆς ἐγίνετο. Τίνα δὲ ταῦτα; Τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ, καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπεν‐
40θήθησαν. Κατὰ δὲ τὸν Ἀκύλαν, Οὐχ ὑπεμνήσθη‐ σαν· κατὰ δὲ τὸν Σύμμαχον, Οὐκ ἐπῃνέθησαν. Οὐκέτι γὰρ μετὰ ὕμνων καὶ ἐπαίνων συνήθως ταῖς γαμουμέναις παρεδίδοντο ἀνδράσι, κατὰ τὴν τῶν λοι‐ πῶν ἑρμηνείαν, διὰ τὴν καταλαβοῦσαν αὐτοῖς τότε
45συμφοράν. Κατὰ δὲ τὴν τῶν Ἑβδομήκοντα ἔκδοσιν, αἰχμάλωτοι ἀπαχθεῖσαι, ἐν τῷ θνήσκειν αὐτὰς οὐκ εἶχον τοὺς πενθοῦντας, διὰ τὸ μὴ παρεῖναι αὐτοῖς τοὺς προσήκοντας· ἀλλὰ καὶ οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσαν (οὗτοι δ’ ἦσαν οἱ τοῦ Ἡλεὶ υἱοί),

23

.

933

(50)

καὶ αἱ χῆραι δὲ αὐτῶν οὐ κλαυσθήσονται. Καὶ ἔστιν εὑρεῖν ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν, ὅπως, τῶν υἱῶν Ἡλεὶ πεσόντων ἐν τῷ πολέμῳ, αἱ τούτων γυ‐ ναῖκες, χῆραι καταλειφθεῖσαι, δεινὸν ὑπέμειναν θά‐ νατον. Διὸ λέλεκται κατὰ τὸν Σύμμαχον, Καὶ αἱ
55χηρευθεῖσαι αὐτῶν οὐκ ἔκλαυσαν· οὐδὲ γὰρ ὑπέ‐ στησαν, ὥστε κλαῦσαι· συναπώλοντο δὲ καὶ αὗται
τοῖς τικτομένοις κατὰ τὴν φάσκουσαν ἱστορίαν·934 in vol. 23

23

.

936

Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συν‐ αθροίζονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ἰσραήλ· εἶθ’ ἑξῆς προελθόντος τοῦ λαοῦ εἰς τὸν πόλεμον, Πταίει, φησὶν, ἀνὴρ Ἰσραήλ· καὶ ἐγένετο πληγὴ
5μεγάλη σφόδρα· καὶ ἔπεσαν ἐξ Ἰσραὴλ τριάκον‐ τα χιλιάδες ταγμάτων· καὶ ἡ κιβωτὸς δὲ τοῦ Θεοῦ ἐλήφθη, καὶ ἀμφότεροι οἱ υἱοὶ Ἡλεὶ ἀπέθα‐ νον, Ὀφνεὶ καὶ Φινεές. Καὶ ἔδραμεν ἀνὴρ Ἰεμι‐ ναῖος ἐκ τῆς παρατάξεως, καὶ ἦλθεν εἰς Σηλὼμ
10ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τὰ ἱμάτια αὐτοῦ διεῤῥωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. Καὶ ἰδοὺ Ἡλεὶ ἐπὶ τοῦ δίφρου παρὰ τὴν πύλην σκοπεύων τὴν δίοδον· ὅτι ἦν ἡ καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ. Εἶθ’ ἑξῆς εἴρηται· Καὶ
15Ἡλεὶ ὡς ϟηʹ ἐτῶν· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπαν‐ έστησαν, καὶ οὐκ ἔβλεπε. Καὶ ὁ ἀνὴρ προσελ‐ θὼν εἶπεν· Ἐγώ εἰμι ὁ ἥκων ἐκ τῆς παρεμβο‐ λῆς, καὶ ἐγὼ ἐκ τῆς παρατάξεως πέφευγα σήμε‐ ρον. Καὶ εἶπε· Τί ἐστι τὸ γεγονὸς ῥῆμα, τέκνον;
20Καὶ ἀπεκρίθη τὸ παιδάριον, καὶ εἶπε· Πέφευγεν ἀνὴρ Ἰσραὴλ ἐκ προσώπου ἀλλοφύλων, καὶ πληγὴ μεγάλη γέγονεν ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοί σου τεθνήκασι, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη. Καὶ ἐγένετο, ὡς ἐμνήσθη τῆς κιβωτοῦ
25τοῦ Θεοῦ, καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐ‐ τοῦ, καὶ ἀπέθανεν· ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς, Καὶ νύμφη αὐτοῦ γυνὴ Φινεὲς συν‐ ειληφυῖα τοῦ τεκεῖν· καὶ ἤκουσε τὴν ἀπαγγε‐
30λίαν, ὅτι ἐλήφθη ἡ κιβωτὸς τοῦ Θεοῦ, καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ ἔκλαυσε καὶ ἔτεκεν, ὅτι ἐπεστράφησαν αἱ ὠδῖνες αὐτῆς ἐπ’ αὐτήν· καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποθνήσκει. Καὶ εἶπαν αὐτῇ αἱ γυναῖκες αἱ παρ‐
35εστηκυῖαι αὐτῇ· Μὴ φοβοῦ, ὅτι υἱὸν τέτοκας· καὶ οὐκ ἀπεκρίθη, καὶ οὐκ ἐνόησεν ἡ καρδία αὐτῆς. Καὶ ἑξῆς ἐπιλέγεται τούτοις· Καὶ ἀλλόφυ‐ λοι ἔλαβον τὴν κιβωτὸν τοῦ Θεοῦ, καὶ εἰσήνεγ‐ καν αὐτὴν εἰς Ἄζωτον. Καὶ ἔλαβον οἱ ἀλλόφυ‐
40λοι τὴν κιβωτὸν Κυρίου, καὶ εἰσήνεγκαν αὐτὴν εἰς οἶκον Δαγών. Τούτων δὴ πάντων ἐπιτέμνεται τὴν μνήμην ὁ παρὼν λόγος, καὶ ἐπιλέγει· Καὶ ἐξη‐ γέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς καὶ κε‐ κραιπαληκὼς ἐξ οἴνου Μετὰ τὸ ληφθῆναι τὴν κι‐
45βωτὸν ὑπὸ τῶν ἀλλοφύλων, καὶ μετὰ τὸ πραχθῆναι τὰ προλελεγμένα κατὰ τοῦ λαοῦ, τὴν ἐπισκοπὴν αὐ‐ τοῦ δεικνὺς ὁ Θεὸς, μετέρχεται τοὺς ἀλλοφύλους ἀοράτῳ δυνάμει κολάζων αὐτούς. Διὸ λέλεκται· Καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς κεκραι‐

23

.

936

(50)

παληκὼς ἐξ οἴνου· κατὰ δὲ τὸν Σύμμαχον, Ὡς δυνατὸς διαλαλῶν ἐξ οἴνου· κατὰ δὲ τὸν Ἀκύλαν, Ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου. Εἶτα διε‐ γείρας αὐτὸς ἑαυτὸν, πατάσσει τοὺς ἐχθροὺς αὐτοῦ, δηλαδὴ τοὺς τὴν κιβωτὸν τῆς Διαθήκης ἀπολαβόν‐
55τας· καὶ πατάσσει αὐτοὺς εἰς τὰ ὀπίσω, δίδωσί τε936 in vol. 23

23

.

937

αὐτοῖς ὄνειδος αἰώνιον. Πῶς δὲ εἰς τὰ ὀπίσω ἐπάτα‐ ξεν αὐτοὺς, διδάσκει ἡ ἱστορία τοῦτον ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν ἔχουσα τὸν τρόπον· Καὶ ἐβαρύνθη χεὶρ Κυρίου ἐπὶ τοὺς Ἀζωτίους, καὶ ἐβασάνισεν
5αὐτοὺς, καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐ‐ τῶν, τὴν Ἄζωτον καὶ τὰ ὅρια αὐτῆς· καὶ αὖθις· Καὶ μετῆλθε, φησὶν, ἡ κιβωτὸς τοῦ Κυρίου εἰς Γεθθά. Καὶ ἐγένετο μετὰ τὸ μετελθεῖν αὐτὴν, καὶ γίνεται χεὶρ Κυρίου ἐν τῇ πόλει κράτος μέγα
10σφόδρα. Καὶ ἐπάταξε τοὺς ἄνδρας τῆς πόλεως ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν. Καὶ ἐξαποστέλλουσι τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς Ἀσκάλωνα· καὶ ἐβόησαν οἱ Ἀσκαλωνῖται λέγοντες· Τί ἀπεστρέψατε τὴν
15κιβωτὸν τοῦ Θεοῦ θανατῶσαι ἡμᾶς; Καὶ ἐπιλέγει ἑξῆς· Ὅτι ἐγενήθη σύγχυσις θανάτου ἐν ὅλῃ τῇ πόλει βαρεῖα σφόδρα, ὡς εἰσῆλθεν ἡ κιβωτὸς τοῦ Θεοῦ ἐκεῖ· καὶ οἱ ζῶντες καὶ οἱ ἀποθανόντες ἐπλήχθησαν εἰς τὰς ἕδρας· καὶ ἀνέβη ἡ κραυγὴ
20τῆς πόλεως εἰς τὸν οὐρανόν. Διὰ δὴ ταῦτα λέλεκται ἐν τῷ παρόντι ψαλμῷ· Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω· ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς. Ὄνειδος γὰρ ἦν τὸ ἐν ταῖς ἕδραις πληγῆναι αὐτοὺς, ὡς ἂν ἀκολασταίνοντας ἐν ἐκείνοις τοῖς μέρεσι. Τοὺς μὲν ἐχθροὺς οὕτως ἐτιμωρήσατο· τοὺς δὲ οἰκείους ἑτέρῳ μετήρχετο. Διὸ εἴρητο· Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσήφ. Ποῖον δὲ τοῦτο ἀλλ’ ἢ
25τὴν Σηλώμ; Ἦν γὰρ αὐτὴ τῆς κληρονομίας Ἐφραΐμ· Ἐφραῒμ δὲ τοῦ Ἰωσὴφ υἱὸς ἦν. Διὸ ἐπιλέγει· Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ, καὶ τὴν φυλὴν Ἐφραῒμ οὐκ ἐξελέξατο· καίπερ αὐτὴν πρώτην ἐκλεξάμενος, καὶ τὸ σκήνωμα Ἰωσὴφ πρῶτον τιμήσας. Διὸ καὶ ἡ Σηλὼμ εἰς ἐσχάτην ἐρημίαν κατέστη. Παιδεύει δὲ διὰ τούτων ὁ λόγος διὰ τοῦ παραδείγματος τῆς Σηλὼμ μὴ μέγα φρονεῖν τοὺς ἐν τῇ Ἱερου‐ σαλὴμ, τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ὑποδεξαμένους· πείσεσθαι γὰρ τὰ ὅμοια τοῖς πρώτοις, εἰ μὴ ἄξιοι
30γίνοιντο τοῦ Θεοῦ· ὃ δὴ καὶ ἀπέβη ἐν τοῖς μετὰ ταῦτα χρόνοις. Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα, τὸ ὄρος Σιὼν ὃ ἠγάπησε. Καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ ἐν τῇ γῇ, ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Φυλὴν μὲν φυλῆς ἀντικατηλλάξατο, τὴν
35φυλὴν Βενιαμὶν ἀντὶ τῆς φυλῆς Ἰωσήφ· καὶ τόπον δὲ ἀντὶ τόπου εἵλατο, τῆς Σηλὼμ τὴν Ἱερουσαλὴμ προ‐ κρίνας· ἀλλὰ καὶ ὄρος ἀντὶ ὄρους ἠγάπησε, τὸ Σιὼν δηλαδὴ ἀντὶ τοῦ ὄρους τοῦ ἐν Σηλώμ. Εἶτά φησι· Καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα
40αὐτοῦ· κατὰ δὲ τὸν Ἀκύλαν, Καὶ ᾠκοδόμησεν ὁμοίως ὑψηλοῖς ἁγίασμα αὐτοῦ· κατὰ δὲ τὸν Σύμ‐ μαχον, Καὶ ᾠκοδόμησεν ὡς τὰ ὑψηλὰ τὸ ἁγίασμα αὐτοῦ. Ὁμοίως οὖν ὑψηλοῖς καὶ ὡς τὰ ὕψη ᾠκοδό‐ μησε τὸ ἁγίασμα αὐτοῦ. Ἀναπέμπει δ’ ἡμᾶς ὁ λόγος
45εἰς βαθὺ καὶ ἀπόῤῥητον νοῦν, διδάσκων, ὡς τὸ ἐπὶ γῆς ἁγίασμα τὸ ἐπὶ τῆς Ἱερουσαλὴμ καὶ τῷ ὄρει Σιὼν καταστὰν ὁμοίωσιν εἶχε τῶν ἐν τοῖς ὑψηλοῖς, καὶ ᾠκοδόμητο ὡς τὰ ὕψη κατ’ εἰκόνα καὶ καθ’ ὁμοί‐ ωσιν γενόμενον τῶν ἐν οὐρανοῖς ὑψηλῶν· ἃ δὴ καὶ ὁ

23

.

937

(50)

Ἀπόστολος παρίστη λέγων· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν· καὶ, Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ. Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται, Καὶ ᾠκοδόμησεν ὁμοίως ὑψηλοῖς ἁγίασμα αὐτοῦ· κατὰ δὲ τὸν Σύμ‐
55μαχον, Καὶ ᾠκοδόμησεν ὡς τὰ ὑψηλὰ τὸ ἁγίασμα αὐτοῦ· κατὰ δὲ τοὺς Ἑβδομήκοντα, Ὡς μονοκερώ‐
των ᾠκοδόμησε τὸ ἁγίασμα αὐτοῦ· νοούντων ἡμῶν938 in vol. 23

23

.

940

μονοκέρωτας εἶναι τοὺς τὸ ἓν κέρας ἐπιγραφομένους κατ’ οὐρανὸν, οὓς ἐδήλου λέγων ὁ Ἀπόστολος· Καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ἀλλὰ
5καὶ ἐν τῇ γῇ, φησὶν, ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Κατὰ δὲ τὸν Σύμμαχον, Ὡς τὴν γῆν, ἣν ἐθεμελίωσεν εἰς τὸν αἰῶνα. Τὸ γὰρ ἁγίασμα τὸ ἐν τῇ αἰσθητῇ καὶ ἐπιγείῳ Ἱερουσαλὴμ οὕτως ᾠκοδό‐ μησεν εἰς τὴν γῆν. Ὥσπερ γὰρ ἡ γῆ μέση ἀπείλη‐
10πται ὑδάτων κατὰ τὴν Γραφήν· οὕτω καὶ ἡ Ἱερου‐ σαλὴμ μέση τῶν ἀλλοφύλων ἐθνῶν συνειστήκει. Διὸ λέλεκται ἐν προφητείαις· Αὕτη ἡ Ἱερουσαλὴμ, ἐν μέσῳ τῶν ἐθνῶν τέθεικα αὐτήν. Εἶτ’ ἐπὶ τούτοις· Ἐξελέξατο, φησὶ, Δαυῒδ τὸν δοῦλον αὐτοῦ, περὶ
15οὗ εἴρηται· Εὗρον Δαυῒδ τὸν δοῦλόν μου, ἄνδρα κατὰ τὴν καρδίαν μου· ὃν ἐξελέξατο, οὐχ ὥστε πρῶτον ἐκ φυλῆς Ἰούδα βασιλεῦσαι μόνον, ἀλλὰ καὶ ὥστε ἄξιον κριθῆναι τοῦ προελθεῖν ἐκ σπέρματος αὐτοῦ τὸν Χριστὸν τοῦ Θεοῦ. Ἐξελέξατο δὲ αὐτὸν τῶν
20ἀδελφῶν πλειόνων ὄντων προκρίνας. Ἀνέλαβέ τε αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων, καὶ ἐξόπι‐ σθεν τῶν λοχευομένων. Ὁ γὰρ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνιστῶν πένητα, καὶ τὸν Δαυῒδ ταπεινὸν ὄντα καὶ ἀπεῤῥιμμένον, ὡς μηδὲ
25συγκαταριθμεῖσθαι τοῖς αὐτοῦ ἀδελφοῖς, μηδὲ εἰς ἄνδρα λογίζεσθαι, ἐξελέξατο προπαιδαγωγούμενον ἐν τῇ ποιμαντικῇ, καὶ διὰ τῆς τῶν λοχευομένων θρεμ‐ μάτων προνοίας τὸ ἐπιμελὲς τῶν δεομένων κηδεμο‐ νίας ἐκδιδασκόμενον. Ἔνθεν αὐτὸν ἀναλαβὼν ἐκ τῆς
30τῶν ἀλόγων προβάτων ποιμαντικῆς, προήγαγεν ὁ Θεὸς καὶ κατέστησε ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὐτοῦ. Ὡς γὰρ δοκιμὴν δεδωκότα ἐν τῇ τῶν ἀλόγων θρεμμάτων ποιμαντικῇ, ἐπὶ τὴν λογικωτέραν καθίστη ποίμνην.
35Ὅπως δ’ ἐποίμαινε τὰ θρέμματα παρίστη λέγων αὐτὸς πρὸς τὸν Σαούλ· Ποιμαίνων ἦν ὁ δοῦλός σου τῷ πατρὶ αὐτοῦ ἐν τῷ ποιμνίῳ· καὶ ὅταν ἤρχετο ὁ λέων ἢ ἄρκος, καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ἀγέλης, καὶ ἐξεπορευόμην ὀπίσω αὐτοῦ, καὶ ἐπά‐
40ταξα αὐτὸν, καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτοῦ. Καὶ ἐπανίστατο ἐπ’ ἐμὲ, καὶ ἐκράτησα τοῦ φά‐ ρυγγος αὐτοῦ, καὶ ἐπάταξα καὶ ἐθανάτωσα αὐτὸν, καὶ τὸν λέοντα καὶ τὴν ἄρκον ἔτυπτεν ὁ δοῦλός σου. Καὶ ἔσται ὁ ἀλλόφυλος ὁ ἀπερίτμητος ὡς εἷς
45τούτων, ὃς ὠνείδισε παρατάξει Θεοῦ ζῶντος. Καὶ εἶπε Δαυΐδ· Κύριος, ὃς ἐξείλατό με ἐκ χειρὸς τοῦ λέοντος καὶ ἐκ χειρὸς τῆς ἄρκου, οὗτος ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀλλοφύλου τοῦ ἀπεριτμήτου τούτου. Διὰ γὰρ τούτων δοκιμὴν δεδωκότα πίστεως

23

.

940

(50)

καὶ εὐσεβείας, τῆς τε τῶν ὑπ’ αὐτὸν θρεμμάτων ἀλό‐ γων προνοίας, ἐξελέξατο Θεὸς καὶ προήγαγεν ἐπὶ τὴν τῶν λογικωτέρων θρεμμάτων ἀρχήν. Ὁ δὲ, ὑποδε‐ ξάμενος τοὺς παραδοθέντας αὐτῷ, οὐκ ἀπηνῶς, οὐδὲ σκληρῶς, οὐδὲ ὑπερηφάνως, ἀλλ’ ἐν ἀκακίᾳ τῆς καρ‐
55δίας αὐτοῦ ἐποίμαινεν αὐτούς· ἢ κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον, κατὰ τὴν ἁπλότητα τῆς καρδίας αὐτοῦ.
Καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγη‐940 in vol. 23

23

.

941

σεν αὐτούς. Κατὰ δὲ τὸν Ἀκύλαν, Καὶ ἐν φρονή‐ σεσι ταρσῶν αὐτοῦ καθωδήγησεν αὐτούς. Κατὰ δὲ τὸν Σύμμαχον, Καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς. Ἐποίμαινε τοίνυν
5ὁ Δαυῒδ τὴν ἀνθρωπίνην καὶ λογικὴν ποίμνην· ἀλλ’ οὐκ ἐν σοφίᾳ ἀνθρωπίνῃ, οὐδὲ ἐν τῇ ἑαυτοῦ συνέσει, ἀλλ’ ἐν ἀκακίᾳ καὶ ἁπλότητι, τὴν πᾶσαν ἐγχειρίζων τῷ Θεῷ φροντίδα. Τήν γε μὴν ἑαυτοῦ σύνεσιν διὰ τῶν χειρῶν ἐπεδείκνυτο, τουτέστι διὰ τῶν πράξεων
10καὶ διὰ τοῦ βίου, καὶ τῆς λοιπῆς πολιτείας. Καὶ μέχρι τούτου ἵσταται τὰ τῆς παρούσης ὑποθέσεως, κατη‐ γορίαν περιέχοντα τῆς τοῦ Ἰουδαίων λαοῦ μοχθηρίας, διδασκαλίαν τε τῆς τοῦ Θεοῦ μακροθυμίας διὰ τὰς ἐν τοῖς ἔμπροσθεν ἐπηπορημένας φωνὰς, πρὸς ἃς ὥσπερ ἀπολογία τις ἀναγκαίως ἐπενήνεκται τῆς τοῦ Θεοῦ
15δικαιοκρισίας. Ταῦτα δὲ πάντα ἡμᾶς· τοὺς ἐξ ἐθνῶν ὁ Χριστὸς τοῦ Θεοῦ παιδεύει, σωφρονίζων ἡμᾶς διὰ τῶν παλαιῶν παραδειγμάτων, ὥσπερ οὖν ἀρχομένοις ἡμῖν εἴρηται τοῦ λόγου. ΨΑΛΜΟΣ Τῼ ΑΣΑΦ. ΟΗʹ. Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο
20Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον. Ὅτι πρὸ τοῦ τὸν ναὸν οἰκοδομηθῆναι τὸν ἐν Ἱερουσαλὴμ, γέγονεν ὁ Ἀσὰφ τῷ Δαυῒδ συνακμάσας, δῆλον ἐκ τῆς ἱστορίας. Προφητικῶς οὖν τὰ μέλλοντα μακροῖς ὕστερον χρό‐ νοις συμβήσεσθαι καὶ διὰ τῶν παρόντων θεσπίζει.
25Ἀλλὰ διὰ μὲν τοῦ οʹ καὶ γʹ τὴν ὑστάτην τῆς πόλεως ἅλωσιν καὶ τὸν ἔσχατον ἀφανισμὸν τοῦ ναοῦ, τὸν ἐπὶ Ῥωμαίων γενόμενον μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν τόλμαν τῶν οἰκητόρων, προανεφώνει, ὡς προ‐ αποδέδεικται· διὰ δὲ τῶν μετὰ χεῖρας ἐπεληλυθέναι
30μὲν ἔθνη τῇ κληρονομίᾳ τοῦ Θεοῦ, καὶ τὸν ἐν αὐτῇ νεὼν μεμιαγκέναι, αὐτήν τε τὴν πόλιν εἰς ὀπωροφυ‐ λάκιον τεθεικέναι σημαίνει· οὐ μὴν πυρὶ παραδεδό‐ σθαι τὸν τόπον, οὐδὲ τοιαῦτα πεπονθέναι ὁποῖα ἐδήλου διὰ τοῦ προλεχθέντος. Ἔτι δὲ διὰ τοῦ παρόντος προστί‐
35θησιν, ὡς ἄρα οἱ τὸν τόπον μιάναντες πολλοὺς ἀνεῖλον ὁσίους ἄνδρας καὶ Θεοῦ δούλους· ὧν τὰ νεκρὰ σώματα μὴ συγχωρήσαντες τῇ κατὰ φύσιν παραδοθῆναι ταφῇ, τοῖς πετεινοῖς τοῦ οὐρανοῦ βορὰν ἔθεντο. Ταῦτα δὲ οὐκ ἂν εὕροις πραχθέντα οὔτε κατὰ τὴν ὑστάτην
40πολιορκίαν τοῦ τόπου· ἐπεὶ μηδὲ ὑπῆρχεν τοῖς τότε παρ’ αὐτοῖς ὁσίοις, τῶν τὴν πόλιν οἰκούντων, ἀνοσίων καὶ ἀσεβῶν ἁπάντων γεγονότων διὰ τὰ κατὰ τοῦ Σω‐ τῆρος ἡμῶν κατά τε τῶν ἀποστόλων αὐτοῦ τετολ‐ μημένα αὐτοῖς. Ἀλλ’ οὐδὲ ἐπὶ τῆς εἰς Βαβυλῶνα
45αἰχμαλωσίας εὕροις ἂν τὰ μετὰ χεῖρας γενόμενα· ἐπεὶ μηδὲ τότε ὁσίους ἄνδρας καὶ θεοφιλεῖς ὑπὸ τῶν Βαβυλωνίων ἀνῃρῆσθαι ἡ ἱστορία παραδίδωσι. Πότε τοίνυν ἐπληροῦτο ταῦτα; Οὐκ ἔστιν ἕτερον εἰπεῖν χρόνον, ἢ τὸν ἐπὶ Ἀντιόχου, καθ’ ὃν ἡ τῶν Μακκα‐

23

.

941

(50)

βαίων γραφὴ τὰ μετὰ χεῖρας προλεγόμενα δι’ ἔργων κεχωρηκότα δείκνυσι. Γέγραπται γοῦν ἐν αὐτῇ τοῦτον τὸν τρόπον· Καὶ ὑπέστρεψεν Ἀντίοχος μετὰ τὸ πατάξαι τὴν Αἴγυπτον ἐν τῷ ρʹ καὶ μʹ καὶ γʹ ἔτει, καὶ ἀνέβη ἐπὶ Ἰσραὴλ ἐν ὄχλῳ βαρεῖ· καὶ εἰσῆλ‐
55θεν εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανίᾳ. Καὶ ἔλαβε τὸ θυμιατήριον τὸ χρυσοῦν, καὶ τὴν λυχνίαν τοῦ φωτὸς, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὴν τρά‐ πεζαν τῆς προθέσεως, καὶ τὰ σπονδία, καὶ τὰς
φιάλας, καὶ τὰς θυΐσκας τὰς χρυσᾶς, καὶ τὸ942 in vol. 23

23

.

944

καταπέτασμα, καὶ τοὺς στεφάνους, καὶ τὸν κό‐ σμον τὸν κατὰ πρόσωπον τοῦ ναοῦ. Καὶ ἐλέπισε πάντα· καὶ ἔλαβε τοὺς θησαυροὺς τοὺς ἀποκρύ‐ φους, οὓς εὗρε. Καὶ λαβὼν σύμπαντα, ἐπιστρέ‐
5ψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. Καὶ ἐποίησε φονοκτονίαν μεγάλην· καὶ ἐγένετο πένθος μέγα ἐπὶ Ἰσραήλ. Καὶ ἔγραψεν ὁ βασιλεὺς πάσῃ τῇ βασιλείᾳ αὐτοῦ εἶναι πάντας λαὸν ἕνα, καὶ ἐγκα‐ ταλιπεῖν ἕκαστος τὰ νόμιμα αὐτοῦ. Καὶ ἀπεδέ‐
10ξαντο πάντα τὰ ἔθνη τὸν λόγον τοῦ βασιλέως· καί γε πολλοὶ ἀπὸ υἱῶν Ἰσραὴλ εὐδόκησαν τῇ λατρείᾳ αὐτοῦ, καὶ ἔθυσαν τοῖς εἰδώλοις, καὶ ἐβεβήλωσαν τὸ Σάββατον. Καὶ μετὰ ταῦτα εἴρηται· Καὶ ᾠκοδόμησε βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ θυ‐
15σιαστήριον. Καί γε ἐν πόλεσι Ἰούδα κύκλῳ ᾠκο‐ δόμησαν βωμούς· καὶ διὰ τῶν θυρῶν τῶν οἰκείων, καὶ ἐν ταῖς πλατείαις ἐθυμίων ἐπ’ αὐτούς. Καὶ τὰ βιβλία τοῦ ψαλμοῦ ἃ εὗρον κατασχίσαντες, ἐνεπύρισαν ἐν πυρί. Καὶ ἐπιλέγεται· Καὶ πολλοὶ
20ἐν Ἰσραὴλ ὠχυρώθησαν ἐν αὐτοῖς τοῦ μὴ φαγεῖν κοινά. Καὶ ἀπεδέξαντο ἀποθανεῖν, ἵνα μὴ μιαν‐ θῶσι τοῖς βρώμασι, καὶ ἀπέθανον. Καὶ ἐγένετο ὀργὴ μεγάλη ἐπὶ Ἰσραὴλ σφόδρα. Ταῦτα δὲ μα‐ κροῖς ὕστερον ἐπληροῦτο χρόνοις μετὰ τὰ Ἀσσύρια
25καὶ Μηδικὰ, καὶ μετὰ τὰ Περσικὰ καὶ μετὰ τὴν Ἀλεξάνδρου τοῦ Μακέδονος τελευτήν. Τό γε μὴν Πνεῦμα τὸ θεῖον διὰ τοῦ μετὰ χεῖρας προφήτου αὐτὰ δὴ ταῦτα θεσπίζει λέγον· Ὁ Θεὸς, εἰσήλθο‐ σαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν
30ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον. Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρῶμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. Ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡς ὕδωρ κύκλῳ Ἱερου‐ σαλὴμ, καὶ οὐκ ἦν ὁ θάπτων. Ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευα‐ σμὸς τοῖς κύκλῳ ἡμῶν. Ἀντὶ δὲ τοῦ, εἰς ὀπωροφυλάκιον, ὁ μὲν Ἀκύλας, εἰς λιθολογίαν, ὁ δὲ
35Σύμμαχος, εἰς δρυμοὺς ἐκδεδώκασι. Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος, ἐκκαυ‐ θήσεται ὡς πῦρ ὁ ζῆλός σου; Δοκεῖ μοι ὁ προφήτης Ἀσὰφ μετὰ τὴν τοῦ Ἰουδαίων ἔθνους κατηγορίαν, ἣν πεποίηται ἐν τῷ πρὸ τούτου, τὰ προκείμενα καὶ
40ἀκολούθως ἐπάγειν, ἐξιλεούμενα ὥσπερ καὶ θερα‐ πεύοντα τὰ διὰ τῶν ἔμπροσθεν ἐληλεγμένα. Κατα‐ λέγει γοῦν τοὺς ὑπὲρ εὐσεβείας θανάτους τῶν παρ’ αὐτοῖς Ἰουδαίοις μεμαρτυρηκότων· ὧν τὰ θνησιμαῖα οἱ ἐχθροὶ τοῦ Θεοῦ ἔθεντο βρώματα τοῖς πετεινοῖς
45τοῦ οὐρανοῦ, καὶ τὰς σάρκας τῶν ὁσίων τοῦ Θεοῦ τοῖς θηρίοις τῆς γῆς. Εὐκαίρως τοίνυν ἐπὶ τούτοις ἱλάσκεται τὸν Θεὸν, ὡσανεὶ θυσίας αὐτῷ προσενη‐ νεγμένης τοῦ θανάτου τῶν ὁσίων αὐτοῦ. Διό φησιν· Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος; Ἀνα‐

23

.

944

(50)

πέμπων τὸν λόγον ἐπὶ τὴν μνήμην τῶν ἔμπροσθεν, δι’ ὧν εἴρητο· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; Βούλεται γὰρ τὴν εἰς τέλος ἀπόπτωσιν καὶ ἀποβο‐ λὴν τοῦ λαοῦ ἐπισχεθῆναι, καὶ τὰ τῆς ὀργῆς παύσα‐ σθαι διὰ τῆς μνήμης τοῦ αἵματος τῶν ὁσίων αὐτοῦ.
55Κατ’ ἀμφότερον δὲ ἀκούσῃ τὸ, Ἕως πότε, Κύριε,944 in vol. 23

23

.

945

ὀργισθήσῃ εἰς τέλος· καὶ κατὰ τοὺς ἑξῆς ἐπιλεγο‐ μένους, Ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου; Ἕως πότε γὰρ καὶ τοῦτο ἔσται; Λέλεκται δὲ ὁ ζῆλος κατὰ παραβολὴν τῶν δι’ ὑπερβολὴν διαθέσεως ζηλούντων
5τὰς ἑαυτῶν γαμετὰς, εἰ προσέχοιεν ἑτέροις ἀνδράσιν· οὕτω γοῦν καὶ ἐπὶ τοῦ Θεοῦ τὴν ἐκδίκησιν τῶν τὰς πρὸς αὐτὸν συνθήκας παραβαινόντων ζῆλον εἴωθε καλεῖν ὁ λόγος. Ἱκετεύει τοίνυν ὁ Προφήτης ἤτοι ἐξ ἰδίου προσώπου, ἢ καὶ ὡς ἐκ τῶν κατὰ τοὺς Ἀν‐
10τιόχου χρόνους διασωθέντων, μετὰ τὴν πρόῤῥησιν τῶν μελλόντων ἔσεσθαι κατὰ Ἀντίοχον τὸν τῆς Συ‐ ρίας βασιλέα, καθ’ ὃν οἱ ὅσιοι τοῦ Θεοῦ τὸν ὑπὲρ εὐ‐ σεβείας θάνατον ὑπομεμενήκασι, παύσασθαι μὲν τὰ τῆς ὀργῆς τῆς κατὰ τοῦ λαοῦ, μετελθεῖν δὲ τοὺς ἐ‐
15χθροὺς αὐτοῦ. Διό φησιν· Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο. Ὅτι κατέ‐ φαγον τὸν Ἰακὼβ, καὶ τὸν τόπον αὐτοῦ ἠρήμω‐ σαν. Κατὰ καιρὸν δὲ ἐν τούτοις τοῦ Ἰακὼβ οἶμαι
20πεποιῆσθαι τὴν μνήμην τῆς τοῦ παλαιοῦ προπάτορος θεοσεβείας ἕνεκα. Ὡς γὰρ ὑπομιμνήσκων τὸν Θεὸν τοῦ θεοφιλοῦς ἀνδρὸς καὶ τῆς ἐκείνου ἀρετῆς, δυσω‐ πεῖ διὰ τῆς ἐκείνου μνήμης, καὶ ἱλεοῦται τὰ πα‐ ρόντα. Ἐν μὲν τῷ πρὸ τούτου ψαλμῷ, ὁπηνίκα τοῦ
25Ἰωσὴφ ἐμνημόνευεν, οὐ τὸν Ἰωσὴφ, ἀλλὰ τὸ σκή‐ νωμα αὐτοῦ ἀποβεβλῆσθαι ἔλεγε διὰ τοῦ· Καὶ ἀπώ‐ σατο τὸ σκήνωμα Ἰωσὴφ, καὶ τὴν φυλὴν Ἐφραῒμ οὐκ ἐξελέξατο, τοῦ λόγου σημαίνοντος τὸν ἐν Ση‐ λὼμ τόπον· ἐπείπερ ἐν κλήρῳ τῆς φυλῆς Ἰωσὴφ
30ἔκειτο ἡ Σηλώμ· ἐν τούτοις δὲ τοῦ Ἰακὼβ μέμνηται καὶ τοῦ τόπου αὐτοῦ· διὰ μὲν τοῦ Ἰακὼβ τοὺς ἀπο‐ γόνους τοῦ θεοφιλοῦς ἀνδρὸς δηλῶν, διὰ δὲ τοῦ τό‐ που αὐτοῦ τὴν Ἱερουσαλὴμ σημαίνων, ἣν εἰς ἔρημον ἐλθεῖν κατὰ τοὺς Ἀντιόχου συνέβη χρόνους. Εἶθ’ ἑξῆς
35ἐπιλέγει· Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων. Οἱ δ’ ὑπὲρ ἀρχαίων ἁμαρτημάτων εὐχόμενοι δῆλοι ἂν εἶεν μὴ νεωτέροις ἐνεχόμενοι πταίσμασιν. Ἀντὶ δὲ τοῦ, Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρ‐ μοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα, ὁ Σύμμαχος,
40Τάχυνον, προκαταλαβέτω ἡμᾶς τὰ ἐλέη σου, ὅτι ἠτονήσαμεν σφόδρα, ἡρμήνευσεν. Ὥσπερ δὲ ἀθλη‐ τὴς, πολλοὺς ὑποστὰς ἀγῶνας καὶ ἄθλους ὑπομείνας πολλοὺς ἐν φροντίδι καθέστηκε, μή πη ἐξατονήσας πέσῃ· τὸν αὐτὸν τρόπον καὶ οἵδε ἱκετεύουσι προκα‐
45ταληφθῆναι καὶ βοηθείας τυχεῖν. Διό φασι· Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα. Βοήθησον ἡμῖν, ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν, ἕνεκεν τῆς δοξῆς τοῦ ὀνόματός σου· Κύριε, ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρ‐

23

.

945

(50)

τίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου. Καὶ ταῦτα ὁ Προφήτης ἐκ προσώπου τῶν κατὰ Ἀντίοχον βασι‐ λέα δεδιωγμένων προφέρεται· προφητικῶς τὴν εὐχὴν διὰ τῆς γραφῆς τοῖς μέλλουσι διώκεσθαι καταλιπὼν, ὡς ἂν ἔχοιεν ἐξ ἑτοίμου εἰδέναι, ὁποίοις προσήκει
55κεχρῆσθαι αὐτοὺς λόγοις ἐν ταῖς πρὸς τὸν Θεὸν εὐ‐ χαῖς. Οὐ μὴν εἰς ἐκείνους μόνους ἵσταται τὰ λεγό‐ μενα· ἁρμόσειε δὲ καὶ πᾶσι τοῖς τὰ παραπλήσια
πεπονθόσι, ἐπεὶ καὶ ἐν τοῖς καθ’ ἡμᾶς διωγμοῖς, μυ‐946 in vol. 23

23

.

948

ρίοι τὰ ὅμοια τοῖς προλεχθεῖσιν ὑπομεμενήκασιν· οἳ καὶ εὐκαίρως χρήσαιντο ταῖς προκειμέναις φωναῖς, ἐν αἷς διδασκόμεθα λέγειν· Ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ῥῦσαι ἡμᾶς. Κἂν γὰρ ἡμεῖς μὴ
5ἄξιοι ὦμεν βοηθείας, ἀλλὰ τό γε ὄνομα τῆς σῆς δόξης μὴ βλασφημείσθω παρὰ τοῖς ἔθνεσιν, ὡς μὴ ἰσχῦσαν ἡμᾶς ῥύσασθαι· Καὶ ἱλάσθητι, δέ φησι, ταῖς ἁμαρ‐ τίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου. Ἀνωτέρω μὲν οὖν ἐλέγετο· Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρ‐
10χαίων· ἀλλ’ ἐκεῖ μὲν ἀνομιῶν· ἀνομίαι δὲ ἦσαν πά‐ λαι ἡμῖν πεπραγμέναι πρὸ τῆς τοῦ θείου νόμου ὑπ‐ ακοῆς, αἵτινες εἰκότως ἀρχαῖαι εἴρηνται. Πρὸς γὰρ τῆς τοῦ Θεοῦ γνώσεως τὰ πλημμελούμενα ἡμῖν ἀνο‐ μήματα ἦν ἀρχαῖα· νῦν δὲ, ὅτε τὰ τῆς εὐχῆς ἀνα‐
15πέμπομεν, οὐκέτι μὲν ἀνομίας, ἁμαρτίας δὲ ἑαυτοῖς συνοίδαμεν· ἀλλὰ καὶ ταύτας ἱλασθῆναι ἀξιοῦμεν διὰ τὸ ἐπικεκλημένον ἡμῖν σὸν ὄνομα. Τοῦ γὰρ σαυ‐ τοῦ φειδόμενος ὀνόματος τοῦ κοσμοῦντος ἡμᾶς, ἱλά‐ σθητι ταῖς ἁμαρτίαις ἡμῶν, μήποτε, λαβόντες ἡμᾶς
20ὑποχειρίους οἱ ἐχθροὶ, βλασφημήσωσι τὸ σὸν ὄνομα λέγοντες· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ἀλλὰ γὰρ τοῦτο μὲν, ποῦ, εἰπεῖν αὐτοῖς μὴ συγχωρηθείη· ἐμ‐ φανὴς δὲ γενόμενος σὺ αὐτὸς ὁ Σωτὴρ ἡμῶν τὴν ἐκ‐ δίκησιν ποίησαι τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκ‐
25κεχυμένου. Ταῦτα λέγειν ἐν εὐχαῖς παιδευόμεθα κατὰ τοὺς τῶν διωγμῶν καιροὺς, ἀντὶ θυσίας καὶ ὁλοκαυ‐ τωμάτων τὰ αἵματα τῶν ἁγίων μαρτύρων προβαλ‐ λόμενοι, καὶ τοιαύτας ἀναπέμποντες ἱκετηρίας. Ταῦτα δὲ καὶ πρὸ ἡμῶν οἱ ἐν τῷ Ἰουδαίων ἔθνει τὰ
30ὅμοια πεπονθότες κατὰ τὸν δηλωθέντα καιρὸν λέγειν ἐδιδάσκοντο· καθ’ ὃν παρ’ αὐτοῖς γενναῖοι μάρτυρες ἀπεδείχθησαν. Ὧν μέμνηται ἡ γραφὴ τῶν καλουμέ‐ νων Μακκαβαίων· ἐν οἷς ἦν Ἐλεάζαρός τις, ἐπιφα‐ νὴς ἀνὴρ, προβεβηκὼς μὲν τὴν ἡλικίαν, τὸ δὲ μετ’
35εὐκλείας θάνατον τῆς ζωῆς αὐτῆς προτιμήσας ὑπὲρ τῆς εἰς τὸν Θεὸν εὐσεβείας. Ἀλλὰ καὶ μήτηρ ἑπτὰ παίδων θαυμασία τις καὶ ὑπὲρ πάντα λόγον ἐναθλή‐ σασα τῷ μαρτυρίῳ· παῖδές τε ταύτης ἑπτὰ διαφόροις ὑποστάντες ἄθλοις, ἐξαίσιον ἀρετὴν καρτερίας ἐν‐
40εδείξαντο. Ἄλλοι τε παρὰ τούτοις πλεῖστοι ὅσιοι, ὧν τῆς τελευτῆς καὶ τῶν αἱμάτων τῆς ἐκχύσεως διὰ τῆς εὐχῆς μνημονεύων ὁ λόγος φησί· Καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκ‐ δίκησις τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκε‐
45χυμένου. Οἱ μὲν τὰ αἵματα ἑαυτῶν ὥσπερ σπονδὰς ὑπὲρ τοῦ παντὸς ἔθνους ἐκδεδώκασιν· οἱ δὲ, μὴ τὰ ὅμοια τούτοις πεπονθότες, ἄλλῳ τρόπῳ τὸν ὑπὲρ εὐσε‐ βείας ὑπέμειναν ἀγῶνα, ἔργοις καὶ δεσμοῖς πεδού‐ μενοι. Ὧν καὶ αὐτῶν τοὺς στεναγμοὺς καὶ τὰς ὀδύ‐

23

.

948

(50)

νας καὶ τοὺς πόνους εὐκαίρως διὰ τῆς εὐχῆς ἀναμι‐ μνήσκει λέγων· Εἰσελθέτω ἐνώπιόν σου ὁ στε‐ ναγμὸς τῶν πεπεδημένων. Πεπεδημένους δὲ οὐκ ἂν ἁμάρτοις εἰπὼν καὶ τοὺς ἐν τοῖς θνητοῖς σώμασι πάντα τὸν τῆς ζωῆς αὐτῶν βίον κατατρυχομένους.
55Ὁποῖος ἦν Παῦλος λέγων· Ἡμεῖς οἱ ζῶντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι· καὶ πάλιν· Τα‐
λαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ948 in vol. 23

23

.

949

σώματος τοῦ θανάτου τούτου; Τοιοῦτοι δὲ ἦσαν καὶ οἱ τοῦ Θεοῦ προφῆται, καὶ πάντες οἱ μὴ καθηδυ‐ παθοῦντες ἐν τοῖς ἑαυτῶν σώμασι, μηδὲ τρυφῇ καὶ ἡδονῇ σχολάζοντες· τοὔμπαλιν δὲ πιέζοντες ἑαυτῶν
5τὴν ζωὴν ἀσιτίαις καὶ πόνοις καὶ ταῖς ἄλλαις ἀσκη‐ τικαῖς κακοπαθείαις· οἳ καὶ οὐχ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ τοῦ παντὸς λαοῦ ἐκ βάθους καρδίας πρὸς τὸν Θεὸν ἔστενον. Διὸ λέλεκται· Εἰσελθέτω ἐν‐ ώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων. Τίνες
10δέ εἰσι οἱ ταῦτα διδασκόμενοι λέγειν, ἑξῆς παρίστησι φάσκων· Περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατω‐ μένων. Ἡμεῖς μὲν γὰρ οὐ κατηξιώμεθα μέχρι θανάτου ἀγωνίσασθαι, οὐδὲ ὑπὲρ Θεοῦ κενῶσαι τὰ ἑαυ‐ τῶν αἵματα· ἀλλ’ ἐπειδὴ τῶν ταῦτα πεπονθότων ἐσμὲν υἱοὶ, σεμνυνόμενοι ἐπὶ τῇ τῶν πατέρων ἀρετῇ, δεό‐ μεθα δι’ ἐκείνους ἐλεηθῆναι. Διό φαμεν· Περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν
15κόλπον αὐτῶν, τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, Κύριε. Ἡμεῖς δὲ λαός σου καὶ πρόβατα νομῆς σου, ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶνα. Εἰς γε‐ νεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου. Ἡμᾶς μὲν περιποίησαι, εἰ καὶ μὴ δι’ ἡμᾶς, ἀλλὰ διὰ
20τοὺς πατέρας. Τοῖς δὲ γείτοσιν ἡμῶν, τουτέστι τοῖς ἐπανισταμένοις ἡμῖν καὶ τὸν καθ’ ἡμῶν πόλεμον διεγεί‐ ρουσιν, ἀπόδος τὰ ἀμοιβαῖα, πολυπλασιάζων τὴν ὀφειλομένην αὐτοῖς ὑπὲρ ὧν ἔδρασαν τιμωρίαν, μὴ τοῖς καθ’ ἡμῶν ἀρκεσθέντες κακοῖς, ἀλλ’ ἤδη καὶ σὲ
25τὸν ἐπὶ πάντων Κύριον βλασφήμοις καὶ ὀνειδιστικοῖς περιβάλλοντες λόγοις. Ἀλλ’ ἐκείνοις μὲν, φησὶν, ἀπό‐ δος τὴν ἀξίαν τιμωρίαν πρὸς ὠφελείας αὐτῶν γενη‐ σομένην, ἐπιστρεφομένων καὶ σωφρονιζομένων δι’ αὐ‐ τῆς· ἡμᾶς δὲ σῶζε, τοὺς υἱοὺς τῶν τεθανατωμένων·
30οἳ, εἰ καὶ μὴ τοῖς πατράσι γεγόναμεν ὅμοιοι, ἀλλ’ ὅμως σου τυγχάνομεν λαὸς καὶ τῆς σῆς νομῆς πρό‐ βατα· διὸ ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶνα, εὐχαριστοῦντες δηλαδὴ καὶ τοὺς πρέποντας ὕμνους καὶ δοξολογίας ὑπὲρ ὧν εὖ πεπόνθαμεν σοὶ τῷ πάντων ἀγα‐
35θῶν δοτῆρι Θεῷ ἀναπέμποντες. Ἐφεξῆς τε κατὰ γε‐ νεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου παισὶν ἡμετέροις καὶ παίδων παισὶ, διαδόχοις τε αὐτῶν τοῖς μετὰ ταῦτα γενησομένοις, ὥσπερ ἀγαθὸν κλῆρον παραδώσοντες τῆς αἰνέσεως τὰ σωτήρια μαθήματα.
40ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΑΛΛΟΙΩΘΗΣΟΜΕΝΩΝ, ΜΑΡΤΥΡΙΟΝ Τῼ ΑΣΑΦ. ΟΘʹ. Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ. Τέσσαρές εἰσιν οἱ ἐπι‐
45γεγραμμένοι, Ὑπὲρ τῶν ἀλλοιωθησομένων· δύο μὲν τοῦ Δαυῒδ, ὁ νθʹ καὶ ὁ ξηʹ, τῶν δὲ υἱῶν Κορὲ εἷς, ὁ μδʹ, καὶ τοῦ Ἀσὰφ ὡσαύτως ὁ μετὰ χεῖρας. Ὁ μὲν οὖν νθʹ ἀπόπτωσιν τοῦ Ἰουδαίων ἔθνους ἐδήλου καὶ κλῆσιν ἐθνῶν· ἔλεγε δ’ οὖν ἀρχόμενος, Ὁ Θεὸς,

23

.

949

(50)

ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης, καὶ τὰ τούτοις ἑξῆς. Εἶτα προϊὼν, ἐπῆγε· Μωὰβ λέβης τῆς ἐλπίδος μου. Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ἐφιλίασαν· ἢ, ὑπε‐ τάγησαν. Ὡσαύτως καὶ ὁ ξηʹ, Ὑπὲρ τῶν ἀλλοιωθη‐
55σομένων ἐπιγεγραμμένος, τὰ πάθη τοῦ Σωτῆρος καὶ τὴν τοῦ Ἰσραὴλ ἀποβολὴν παρίστησι λέγων· Γενη‐ θήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον. Σκοτι‐
σθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,950 in vol. 23

23

.

952

καὶ τὸν νῶτον αὐτὸν διαπαντὸς σύγκαμψον. Ἔκχεον ἐπ’ αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς. Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώ‐
5μασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν· ὅτι ὃν σὺ ἐπά‐ ταξας κατεδίωξαν, καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυ‐ μάτων μου προσέθηκαν. Οὗτοι μὲν οὖν οἱ τοῦ Δαυΐδ. Τῶν δὲ υἱῶν Κορὲ ὁ μδʹ, Ὑπὲρ τῶν ἀλλοιωθη‐ σομένων τὴν ἐπιγραφὴν ἔχων, ᾠδὴν ἀνέπεμπε ὑπὲρ
10τοῦ Ἀγαπητοῦ, οὗ τὴν παρουσίαν θεσπίσας ἐπισυν‐ ῆπτε τὴν κλῆσιν τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τοῦτον αἰνιττόμενος τὸν τρόπον· Ἄκουσον, θύγατερ, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου. Καὶ ἐπιθυμήσει ὁ
15βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι Κύ‐ ριός σου, καὶ προσκυνήσουσιν αὐτῷ, θυγάτηρ Τύρου ἐν δώροις. Κατὰ τὸν αὐτὸν οὖν τρόπον καὶ ὁ μετὰ χεῖρας Ὑπὲρ τῶν ἀλλοιωθησομένων ἐπιγε‐ γραμμένος, καὶ εἰς τὸ τέλος ἀναπέμπων, Χριστοῦ
20παρουσίαν, τοῦ τε Ἰουδαίων ἔθνους τὴν αἰχμαλωσίαν καὶ τὸν ἐμπρησμὸν τῆς Ἱερουσαλὴμ ὃν πέπονθεν ὑπὸ Βαβυλωνίων προαναφωνεῖ. Πρῶτον μὲν οὖν διεξέρ‐ χεται τὴν ἀπ’ Αἰγύπτου τῶν Ἰουδαίων ἔξοδον, καὶ τὴν κατοίκησιν αὐτῶν τὴν ἐπὶ τῆς τῶν Παλαιστίνων
25γῆς· ἔπειτα συνάπτει τὴν μετὰ ταῦτα εἰσελθοῦσαν αὐτοῖς πολιορκίαν ὑπὸ Ἀσσυρίων καὶ Βαβυλωνίων καὶ πρὸς τούτοις ἱκετηρίαν ἐκτίθεται ὑπὲρ τῆς τοῦ Χρι‐ στοῦ ἐπιφανείας· ταῦτα δὲ κατὰ μέρος δειχθήσεται ἐν τῇ τῶν προφητευομένων ἑρμηνείᾳ· κατὰ δὲ τὴν ἀρχὴν
30ἀνακαλεῖται ὁ ψαλμὸς τὸν ποιμαίνοντα τὸν Ἰσραήλ· οὗτος δὲ ἦν ὁ τοῦ Θεοῦ Λόγος, ὡς πολλάκις ἀπεδείξα‐ μεν παριστῶντες, μὴ τὸν ἐπέκεινα τὸν ὅλων Θεὸν εἶναι τὸν ὦφθαι τῷ Ἀβραὰμ ἐν ἀνδρὸς σχήματι ἀναγεγραμ‐ μένον, καὶ τῷ Μωϋσεῖ κεχρηματικέναι, καὶ ἐν τῇ ἐρή‐
35μῳ προωδευκέναι τοῦ λαοῦ· εἶναι δὲ τοῦτον οὐδέτερον τοῦ ἐν Εὐαγγελίοις εἰρηκότος· Πρὶν Ἀβραὰμ γε‐ νέσθαι ἐγώ εἰμι· καὶ, Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλ‐ λιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ ἶδε καὶ ἐχάρη. Αὐτὸν δὴ οὖν ἐπὶ τοῦ παρόντος ἀνακαλεῖται
40φάσκων· Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες, καὶ τὰ ἑξῆς, ἐπιφάναι τε τὸ πρόσωπον αὐτοῦ ὑπὲρ τῆς κοινῆς ἁπάντων σωτηρίας ἀντιβολεῖ, τήν τε παρουσίαν αὐτοῦ ᾗ τάχος γενέσθαι ἀξιοῖ λέγων· Ἐξέγειρον τὴν δυνα‐ στείαν σου, καὶ ἐλθὲ, εἰς τὸ σῶσαι ἡμᾶς. Τρίτον δὲ
45εἰπὼν, Ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησό‐ μεθα, τὸν τρόπον τῆς ἐπιφανείας παρίστησιν ἑξῆς ἐπι‐ λέγων· Γενηθήτω ἡ χείρ σου ἐπ’ ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. Τὸν γὰρ ἀσώματον τοῦ Θεοῦ Λόγον ἀξιοῖ δι’ ἀνδρὸς

23

.

952

(50)

δεξιᾶς αὐτοῦ καὶ διὰ Υἱοῦ ἀνθρώπου τὴν εὐεργετικὴν αὐτοῦ δύναμιν δωρήσασθαι τοῖς πᾶσι. Τῆς μὲν οὖν σωτηρίου θεοφανείας τὴν μνήμην τοῦτον ἐποιήσατο τὸν τρόπον, τὴν δὲ τοῦ Ἰσραὴλ ἀπόπτωσιν ὡδέπη θε‐ σπίζει λέγων· Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς;
55δηλονότι τῆς ἀμπέλου, ἣν ἐξ Αἰγύπτου μετήγαγε, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν
ὁδόν. Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μο‐952 in vol. 23

23

.

953

νιὸς ἄγριος κατενεμήσατο αὐτήν. Ἐμπεπυρισμένη ἐν πυρὶ καὶ κατεσκαμμένη. Ταῦτα περὶ τῆς ἀμπέ‐ λου διελθὼν, τὴν τοῦ Ἰουδαίων ἔθνους ἐθέσπιζεν ἐρη‐ μίαν. Εἰκότως οὖν ἐν τῇ προγραφῇ καὶ μαρτύριον
5κέκληται τὰ λεγόμενα· μαρτύριον γὰρ ταῦτα ἔσεσθαι, καὶ διεμαρτύρατο. Ὅθεν παρὰ τῷ Συμμάχῳ καὶ παρὰ τῷ Ἀκύλᾳ μαρτυρία εἴρηται. Ἀντὶ δὲ τοῦ, ὑπὲρ τῶν ἀλλοιωθησομένων, ὁ μὲν Σύμμαχος, ὑπὲρ τῶν ἀν‐ θῶν, ὁ δὲ Ἀκύλας, ὑπὲρ τῶν κρίνων, ἡρμήνευσαν·
10ἄνθεσι καὶ κρίνοις τὴν πρόσκαιρον βραχὺν γενομένην ποτὲ τοῦ Ἰουδαίων ἔθνους εὐπραγίαν παραβάλλοντος τοῦ λόγου. Ἀναπέμπει δῆτα ὁ Προφήτης ἱκετηρίαν πρὸς τὸν πάλαι ἐφορῶντα καὶ ἐπισκοποῦντα τὸν Ἰσ‐ ραὴλ τοῦ Θεοῦ Λόγον, καὶ τοῦτον ἀνακαλούμενός φη‐
15σιν· Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες· οὕτω δὲ δυσωπεῖ ὑπομιμνήσκων τῆς πάλαι αὐτοῦ ἐπισκοπῆς. Τοῖς γὰρ σοῖς, φησὶ, θρέμμασι καὶ τοῖς σοῖς προβά‐ τοις πρόσχες, ὁ ποτὲ ποιμάνας αὐτά. Εἰ γὰρ καί ποτε ἄλλοτε τὴν ποιμαντικὴν ὑπέμεινας ἀνθρώπων φρον‐
20τίδα, ὡδήγησάς τε τὸν ἐν ἀνθρώποις γενόμενόν σου λαὸν, τούτων αὐτῶν μνήσθητι· καὶ μὴ παρίδῃς οὓς τοσαύτης ἠξίωσας προνοίας. Πρόσχες οὖν, φησὶ, καὶ κατανόησον ὁποῖα πέπονθεν ἡ σὴ ποίμνη, καὶ ὡς ἐλυ‐ μήνατο αὐτοὺς ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κα‐
25τενεμήσατο αὐτὴν, καὶ ὡς γέγονεν ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη ἀπὸ ἐπιτιμήσεως τοῦ προσώ‐ που σου. Διδάσκει δὲ ταῦτα ἐν Πνεύματι ἁγίῳ ὁ Προ‐ φήτης τὸ Ἰουδαίων ἔθνος, μελετᾷν καὶ ἀπαγγέλλειν προλαβὼν τοὺς χρόνους καὶ τὰ πράγματα· ἵν’ ἐπειδὰν
30ἐπιστῇ καὶ δι’ ἔργων χωρήσῃ τὰ προπεφητευμένα, δέχοιεν ἐξ ἑτοίμου τῆς πρὸς τὸν Θεὸν ἱκετηρίας τὴν γνῶσιν. Τίς δέ ἐστιν ὁ ποιμαίνων τὸν Ἰσραὴλ, αὐτὸς παρίστησιν ὁ εἰπών· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκουσί με τὰ ἐμά·
35καὶ αὖθις· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Αὐτὸς δὲ ἦν καὶ ὁ τὸν Ἰωσὴφ ὡσεὶ πρόβατον ὁδηγῶν ἤτοι τὴν φυλὴν, ἢ τὸ πᾶν Ἰουδαίων ἔθνος μεταφορικῶς ἀπὸ μιᾶς ὀνομάζων φυλῆς τῆς τοῦ Ἰωσήφ· ἢ καὶ μᾶλλον
40αὐτὸν τὸν ἄνδρα τὸν τῆς φυλῆς προπάτορα. Ἐπειδὴ συνῆν αὐτῷ ἐπιβουλευομένῳ ὑπὸ τῶν ἀδελφῶν, καὶ πιπρασκομένῳ τοῖς Ἰσμαηλίταις, καὶ εἰς Αἴγυπτον καταγομένῳ, καὶ τῷ Πετεφρῇ δουλεύοντι, τήν τε ἀκό‐ λαστον δέσποιναν ἀποστρεφομένῳ, ὡς εἰς δεσμωτήριόν
45τε καθειργμένῳ. Ἐν πᾶσι γοῦν τούτοις ἐπισημαίνεται ἡ Μωϋσέως γραφὴ λέγουσα· Καὶ ἦν Κύριος μετὰ Ἰωσήφ. Ὅθεν μοι δοκεῖ κυριώτερον ἡρμηνευκέναι ὁ Θεοδοτίων φήσας· Ὁ καθοδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ. Οὕτω δ’ ἂν εἴποις καὶ πεποιμάνθαι αὐ‐

23

.

953

(50)

τὸν τὸν Ἰσραὴλ τὸν πρῶτον χρηματίσαντα ταύτῃ τῇ προσηγορίᾳ. Ἦν δὲ οὗτος Ἰακὼβ, ὁ παῖς τοῦ Ἰσαάκ. Ἐπεὶ κἀκεῖνος μόνος εἰς τὴν μέσην τῶν ποταμῶν κα‐ ταβὰς μετὰ τῆς εἰς τὸν Θεὸν ἐλπίδος, αὐτὸν εὕρατο ποιμένα τὸν συνόντα αὐτῷ τοῦ Θεοῦ Λόγον, τὸν τὰς
55ἐπιφανείας αὐτῷ πεποιημένον. Εὐκαίρως οὖν δυσω‐
πῶν ὁ λόγος τὸν Θεὸν, οὐ βούλεται μὲν τοῦ πλήθους954 in vol. 23

23

.

956

τῶν ἀσεβῶν μνημονεύειν· ἑνὸς δὲ καὶ δευτέρου τῶν πάλαι θεοφιλῶν ἀνδρῶν μνήμην ποιεῖται, διὰ τῆς τῶν προπατόρων ἀρετῆς καὶ θεοσεβείας τοὺς ἐξ αὐτῶν γε‐ νομένους ἐλέου τυχεῖν ποτνιώμενος. Ὁ δὲ αὐτὸς οὗτος
5ὁ τῶν ἁγίων ἀνδρῶν ποτε γενόμενος ποιμὴν, καὶ τοῖς χερουβὶμ ἐποχούμενος ἦν. Ποίοις δὲ χερουβὶμ ἢ τοῖς παρὰ τῷ Ἐζεκιὴλ τεθεωρημένοις, ὧν εἰκόνας καὶ σύμ‐ βολα Μωϋσῆς διὰ χρυσοῦ ὑπεράνω τῆς κιβωτοῦ κελευ‐ σθεὶς ἐποίει; Μέμνηται δὲ τῶν χερουβὶμ ὁ Ἐζεκιὴλ,
10τοῦτον λέγων τὸν τρόπον· Καὶ εἶδον, καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς τοῦ χερουβὶμ ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπ’ αὐτῷ. Καὶ μεθ’ ἕτερά φησι· Καὶ ἐξῆλθε δόξα Κυρίου ἀπὸ τοῦ αἰθρίου τοῦ οἴκου, καὶ ἐπέβη ἐπὶ τὰ χερουβίμ·
15καὶ ἀνέλαβε τὰ χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ ἐν τῷ ἐξελθεῖν αὐτὰ, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν. Καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης τοῦ οἴκου τῆς ἀπέναντι, καὶ δόξα Θεοῦ Ἰσραὴλ ἦν ἐπ’ αὐτῶν ὑπεράνω. Ὁρᾷς ὅπως ἐν τούτοις τὸ ἅρμα τοῦ Θεοῦ διαγράφεται, περὶ οὗ λέλεκται ἐν ἑτέρῳ, Τὸ ἅρμα τοῦ
20Θεοῦ μυριοπλάσιον χιλιάδες εὐθηνούντων; Χερουβὶμ δὲ ἦν τὸ ἅρμα, ὡς ὑπὲρ κεφαλῆς θρόνου ὁμοίω‐ μα, καὶ ἐπὶ τούτῳ δόξα Κυρίου. Τίς δὲ ἡ δόξα Κυρίου ἦν κατ’ ἀρχὰς τῆς βίβλου δηλοῦται, ἔνθα εἴρηται· Ὑπεράνω τῶν χερουβὶμ ὡς ὅρασις ἦν λίθου σαπφείρου, ὁμοίωμα θρόνου ἐπ’ αὐτοῦ· καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν. Καὶ εἶδον ὡς ὄψιν ἠλέκτρου ἀπὸ ὁρά‐ σεως ὀσφύος ἕως ἄνω· καὶ ἀπὸ ὁράσεως ὀσφύος ἕως κάτω, ὡς ὅρασις πυρὸς, καὶ φέγγος αὐτοῦ
25κύκλῳ· καὶ ἐπιλέγει· Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου. Ὁρᾷς ὅπως ὁ λόγος τὴν ἐπὶ τοῦ θρόνου ὀχουμένην δόξαν Θεοῦ διερμηνεύων εἶδος ἀνθρώπου διέγραψε; Τί δ’ ἂν γένοιτο τοῦτο τὸ εἶδος τοῦ ἀνθρώπου, ὅπερ οὐκ αὐτὸς ὁ Θεὸς, ἀλλὰ δόξα τοῦ Θεοῦ εἴρηται, ἢ ὁ
30μονογενὴς τοῦ Θεοῦ Λόγος· ὃν ποτὲ μὲν δόξαν Θεοῦ τοῦ Πατρὸς ὀνομάζει, ποτὲ δὲ εἶδος ἀνθρώπου δι’ ὃν ἀνείληφεν ἄνθρωπον; οὗ τὰ μὲν τῆς θεολογίας ἠλέκτρῳ τῷ πάσης ὕλης τιμαλφεστέρῳ παρεικάζετο, τὰ δὲ ἀπὸ ὀσφύος καὶ κάτω, πὴ μὲν ὁράσει πυρὸς, πὴ δὲ φωτὸς
35φέγγει· ἐπειδὴ τὰ ἐκ γενέσεως μέτοχα, καὶ οἱ ἐπὶ γῆς ἄνθρωποι διαφόρων αὐτοῦ δυνάμεως ἐπιδέονται· οἱ μὲν φωτὸς ἄξια πράξαντες τῆς φωτιστικῆς ἐνεργείας, οἱ δὲ τὰ πυρὸς ἄξια τῆς καυστικῆς καὶ τιμωροῦ δυνά‐ μεως. Τῶν δ’ οὐρανίων εἰκόνας καὶ σύμβολα κατα‐
40σκευάσαι Μωϋσῆς κελευσθεὶς, τὰ χερουβὶμ ἀπὸ χρυσοῦ κατεσκεύασεν· ἐπέκειτό τε ταῦτα τῇ κιβωτῷ, μέσον ἔχοντα τὸ ἱλαστήριον ἐκ χρυσοῦ πεποιημένον· καὶ ἦν τὸ ἱλαστήριον μέσον τῶν χερουβὶμ ἡνιόχου δίκην ἐπι‐ κείμενον αὐτοῖς· ὥστ’ εἶναι εἰκόνα καὶ τύπον τὸ ἀπὸ
45χρυσοῦ πεποιημένον ἱλαστήριον τοῦ ἐν τῷ προφήτῃ Ἐζεκιὴλ ὑπὲρ τὰ χερουβὶμ ὀφθέντος· ὃν ἀποδείκνυ‐ μεν εἶναι τὸν Λόγον τοῦ Θεοῦ. Ὅθεν ὁ θεῖος Ἀπόστο‐ λος ἱλαστήριον αὐτὸν καλεῖ λέγων· Ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι.

23

.

956

(50)

Ταῦτα δὲ τυπικῶς παρὰ Μωϋσεῖ διὰ χρυσοῦ πεποιη‐ μένα, λέγω δὲ τὰ χερουβὶμ καὶ τὸ ἱλαστήριον, προη‐ γεῖτο τοῦ ἐν τῇ ἐρήμῳ λαοῦ κατὰ πρόσωπον Ἐφραῒμ καὶ Βενιαμὶν καὶ Μανασσῆ. Ἐν γὰρ τῇ πορείᾳ τῶν ιβʹ φυλῶν ἔμπροσθεν μὲν τῆς κιβωτοῦ παρενέβαλον
55φυλαὶ τρεῖς, Ἰούδα, καὶ Ἰσάχαρ, καὶ Ζαβουλών· εἵ‐ ποντο δὲ τῇ κιβωτῷ ὁμοίως φυλαὶ τρεῖς, Ἐφραῒμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ, κατὰ νώτου ἀκολουθοῦσαι
τοῖς χερουβίμ. Διὸ λέλεκται ἐνταῦθα· Ἐμφάνηθι καθ‐956 in vol. 23

23

.

957

ήμενος ἐπὶ τῶν χερουβὶμ ἐναντίον Ἐφραῒμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ. Διὸ κατὰ τὸν Ἀκύλαν εἴ‐ ρηται· Καθήμενε τοῖς χερουβὶμ, ἐπιφάνηθι εἰς πρόσωπον Ἐφραῒμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ.
5Σὺ γὰρ, φησὶν, ὁ εἰς πρόσωπον καὶ ἐνώπιον Ἐφραῒμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ προπορευόμενος ἐμφάνη‐ θι. Ἀνακαλεῖται δὲ ἐν τούτοις τὸν τοῦ Θεοῦ Λόγον ὁ Προφήτης ἀπὸ τῶν γνωριζομένων τῷ λαῷ τὴν ἐπίκλη‐ σιν ποιούμενος· ἀλλ’ οὐκ ἀπὸ τῆς θεοπτίας, τῆς τῷ
10Προφήτῃ Ἐζεκιὴλ τεθεαμένης. Δυσωπεῖ δὲ τὸν παρα‐ καλούμενον διὰ τῆς εὐχῆς· Εἰ γὰρ ὑπέμεινας, φησὶ, καιρῷ τινι προοδεῦσαι ἀνθρώπων, καὶ τῶν προλεχθει‐ σῶν ἡγήσασθαι φυλῶν, καὶ νῦν τοῖς αὐτοῖς χειμαζο‐ μένοις καὶ ἀπολλυμένοις ἐμφάνηθι· καὶ σύ γε αὐτὸς,
15ὁ καὶ τότε ποιμάνας καὶ προηγησάμενος τοῦ λαοῦ, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Ἱκετεύει τε ἐν τούτοις τὴν εἰς ἀνθρώ‐ πους αὐτοῦ ἄφιξιν ποιήσασθαι καὶ τοὺς ἀποστραφέν‐ τας καὶ ἐν ἀποπτώσει γενομένους πάλιν ἀναλαβεῖν,
20πάλιν καὶ εἰς αὐτὸν ἐπιστρέψαι ποιῆσαι. Διὸ λέγει· Ὁ Θεὸς, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρό‐ σωπόν σου, καὶ σωθησόμεθα. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τῶν δούλων σοῦ; Ὁ λεγόμενος ἐπὶ τοῦ παρόντος
25Κύριος καὶ Θεὸς τῶν δυνάμεων, αὐτὸς ἦν ἐκεῖνος ὁ ποιμαίνων τὸν ἀληθινὸν Ἰσραὴλ, καὶ ὁδηγήσας ὡσεὶ πρόβατον τὸν Ἰωσὴφ, καὶ ὁ καθήμενος ἐπὶ τῶν χερου‐ βίμ· προοδεύων τε ἐναντίον Ἐφραῒμ καὶ Βενιαμὶν καὶ Μανασσῆ. Κύριος δὲ καὶ Θεὸς τῶν δυνάμεων εἴρηται,
30ὡς ἐν ἑτέροις ἀρχιστράτηγος δυνάμεως Κυρίου καὶ μεγάλης βουλῆς Ἄγγελος. Τῷ μὲν οὖν διαδόχῳ Μωϋσέως Ἰησοῦ, ἐν σχήματι ἀνδρὸς φανεὶς, ἑαυτὸν ὡμολόγει ὅστις ἦν λέγων· Ἐγώ εἰμι ἀρχιστράτηγος δυνάμεως Κυρίου. Ἐν δὲ τῷ Ἡσαΐᾳ λέλεκται, ὅτι Παιδίον ἐγε‐
35νήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν. Οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ με‐ γάλης βουλῆς Ἄγγελος. Κατὰ δὲ τοὺς λοιποὺς ἑρμη‐ νευτάς· Θεὸς δυνατὸς, ἐξουσιαστὴς, ἄρχων εἰρή‐ νης, πατὴρ αἰῶνος. Τοῦτο τοίνυν διδάσκεται ὑπὸ
40τοῦ Πνεύματος τοῦ προφητικοῦ εὐχὴν ἀναπέμπειν ὁ καταλειφθεὶς ἔρημος λαὸς, καὶ αὐτῷ λέγειν· Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τοῦ δούλου σου; Ἀνθ’ οὗ οἱ λοιποὶ πάν‐ τες ἑρμηνευταὶ, τοῦ λαοῦ σου, ἡρμήνευσαν. Δι‐
45δάσκονται δὲ καὶ ἄρτον δακρύων ἐσθίειν ἐφ’ οἷς τε‐ τολμήκασιν· ἵν’, ἀποκλαυσάμενοι τὰ ἑαυτῶν κακὰ καὶ πενθήσαντες, τύχοιεν παρακλήσεως κατὰ τὸν φή‐ σαντα μακαρισμόν· Μακάριοι οἱ κλαίοντες, ὅτι γε‐ λάσονται· μακάριοι οἱ πενθοῦντες, ὅτι παρακλη‐

23

.

957

(50)

θήσονται. Κατὰ δὲ τὸν Σύμμαχον· Ἐψώμισας ἡμᾶς, φησὶν, ἄρτον δακρύων, καὶ ἐπότισας ἡμᾶς μετὰ δακρύων μέτρῳ. Εἰ γὰρ καὶ τὰ μάλιστα κλαυθμοῦ καὶ δακρύων ἄξιοι γεγόναμεν, ὥστε ἀντὶ ἄρτου τρέ‐ φεσθαι κλαυθμοῖς καὶ στεναγμοῖς, καὶ ποτίζεσθαι
55δάκρυσι καὶ γόοις· ἀλλ’ αὐτὰ ταῦτα μεμετρημένα ἡμῖν γινέσθω, ὥστε μὴ εἰς ἄπειρον ἡμῖν παραταθῆ‐
ναι· λῆξαι δέ ποτε, καὶ μεταβαλεῖν ἐπὶ τὸ φαιδρότε‐958 in vol. 23

23

.

960

ρον. Σὺ γὰρ ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτο‐ σιν ἡμῶν, καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς, μηδὲν τούτων πάλαι καθ’ ἡμῶν τολμῶντες, ὅτε σε προστάτην εἴχομεν. Διὸ δεόμεθα, καὶ τὸν Θεὸν τῶν δυ‐
5νάμεων ἀνακαλούμεθα, ἐπιστρέψαι ἡμᾶς καθικετεύον‐ τες. Τοῦτο δὲ ἔσται εἰ ἐπιφανὴς γένοιο, καὶ τὸ σαυτοῦ πρόσωπον ἐπιδείξειας ἡμῖν. Τούτου γὰρ γενομένου, σωθησόμεθα λέξοντες ἂν καὶ ἡμεῖς· Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας· ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν. Ὡδοποίησας ἔμπροσθεν
10αὐτῆς, καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλή‐ ρωσε τὴν γῆν. Ἀρχόμενος τῆς ἱκετηρίας ὁ Προφήτης, τὸν ποιμαίνοντα τὸν Ἰσραὴλ ἀνεκαλεῖτο. Ἦν δὲ ὁ Ἰσραὴλ ἕτερος τῆς ἐνταῦθα λεγομένης ἀμπέλου. Ὁ μὲν γὰρ ἀεὶ ποιμαίνεται ὑπὸ τοῦ Κυρίου· ἡ δὲ παροῦσα ἄμπελος
15πολλὴν ὑπέμεινε τὴν ἐπὶ τὰ χείρῳ ῥοπήν. Δυσωπεῖ δὲ διὰ τοῦ θεοφιλοῦς ἀνδρὸς τοῦ πάλαι Ἰσραὴλ τὸν Θεὸν εἰς τὸ ἐπιβλέψαι κακῶς πράττουσι τοῖς ἐκείνου ἀπο‐ γόνοις. Εἴη δ’ ἂν Ἰσραὴλ καὶ πᾶσα διορατικὴ ψυχὴ ὑπὸ τοῦ καλοῦ ποιμένος διὰ παντὸς ποιμαινομένη.
20Λεχθείη δ’ ἂν καὶ ἄμπελος Θεοῦ ἡ τὴν εἰκόνα σώ‐ ζουσα τοῦ φήσαντος ἐν Εὐαγγελίοις· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή. Ἡ δ’ ἐξ Αἰγύπτου μετενηνε‐ γμένη ἄμπελος ἡ παθοῦσα διαστροφὴν τυγχάνει ψυχή· ὁποῖος γέγονεν ὁ Ἰουδαίων λαὸς εἰδωλολα‐
25τρήσας ἐν Αἰγύπτῳ μακροῖς χρόνοις, μικρούς τε προενεγκάμενος καρποὺς ὡς μαρτυρεῖ Μωϋσῆς ἐν μεγάλῃ ᾠδῇ γράφων ταῦτα περὶ αὐτῶν· Ἐκ γὰρ ἀμ‐ πέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κλημα‐ τὶς αὐτῶν ἐκ Γομόῤῥας. Ἡ σταφυλὴ αὐτῶν στα‐
30φυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν. Θυμὸς δρα‐ κόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνία‐ τος· ἀλλὰ γὰρ καὶ οὕτως ἔχοντας αὐτοὺς ἐπισκεψά‐ μενος ὁ Θεὸς μετεφύτευσεν, ἐκριζώσας μὲν τῆς Αἰγυπτιακῆς συμφυΐας, μεταφυτεύσας δὲ ἐν ἑτέρᾳ
35χώρᾳ καὶ τόπῳ πίονι, ὡς διδάσκει λέγων Ἡσαΐας· Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. Καὶ φραγμὸν περιέθηκα, καὶ ἐχαρά‐ κωσα, καὶ ἐφύτευσα ἄμπελον Σωρήχ. Καὶ ᾠκο‐ δόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον
40ὤρυξα ἐν αὐτῷ. Καὶ δὴ ἐν τόπῳ πίονι καὶ πολὺ κρείττονι τῆς Αἰγύπτου χώρας μεταγαγὼν τὴν προ‐ λεχθεῖσαν ἄμπελον κατεφύτευσεν. Εἶθ’, οἷα γεωργὸς ἄριστος, μετὰ τὴν πρώτην μεταμόσχευσιν, ὡδοποίησε ἔμπροσθεν αὐτῆς, πᾶν τὸ βλαστικὸν ἀποσκευάσας,
45καὶ πᾶσαν ἀλλοτρίαν ὕλην ἐκτεμὼν, ὡς μή τι κώλυμα ἐμποδὼν αὐτῇ γένοιτο πρὸς τὴν τῶν καρπῶν ἐκφυήν. Ἀντὶ δὲ τοῦ· Ὡδοποίησας ἔμπροσθεν αὐτῆς, ὁ Σύμμαχος· Ἀπεσκεύασας ἔμπροσθεν αὐτῆς, ἡρ‐ μήνευσεν. Εἶτ’ ἐπήγαγε, καὶ ἐριζοβόλησας τὰς ῥί‐

23

.

960

(50)

ζας αὐτῆς. Τοιαύτης δ’ ἐπιμελείας παρὰ τοῦ Θεοῦ Λόγου τυχοῦσα ἡ δηλωθεῖσα ἄμπελος, εἰκότως ἐπλή‐ ρωσε τὴν γῆν, ὡς ὄρη μὲν ἐπισκιάσαι, κέδρους δὲ καλύψαι ταῖς αὐτῆς ἀναδενδράσιν, ἐκτεῖναι δὲ τὰ κλήματα ἕως θαλάσσης, καὶ τὰς φυάδας μέχρι ποτα‐
55μῶν. Ταῦτα πάντα ὑπῆρξεν αὐτῇ. Καὶ ἐπειδὴ τοσού‐ των ἠξιώθη, εἰκότως ὁ λόγος ὡς ἐν εὐχῇ τοῦτον ὑπο‐
μνήσας τὸν γεωργὸν, δυσωπεῖ διὰ τῆς ἱκετηρίας καί960 in vol. 23

23

.

961

φησι πρὸς αὐτόν· Ἐπειδὴ τοσαύτης κατηξίωσας προνοίας καὶ ἐπιμελείας τὴν εἰρημένην ἄμπελον, φι‐ λανθρωπίᾳ καὶ χάριτι πάντα ταῦτα εἰς αὐτὴν ἐνδει‐ ξάμενος, τίς οὐκ ἂν ἀμηχανήσειε καὶ εἰς ἀπορίαν ἐμ‐
5πέσοι ζητῶν, Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καταπατεῖν τε αὐτὴν ἅπασι τοῖς ἐθέλουσι συνεχώρη‐ σας· ὡς τρυγᾷν αὐτὴν τοὺς βουλομένους, μηδενός τε περιφράττοντος, ποτὲ μὲν ὗν ἐκ δρυμοῦ λυμαίνεσθαι αὐτὴν, ἄλλοτε δὲ μονιὸν ἄγριον καταβόσκεσθαι αὐτήν;
10Ἀλλὰ γὰρ πρὸς ταύτην τὴν ἐπαπόρησιν ἀποκρίνεται διὰ Ἡσαΐου τοῦ προφήτου, ὥσπερ ἀπολογούμενος ὁ γεωργὸς, καὶ τὴν αἰτίαν παρίστησι λέγων· Διότι ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάν‐ θας· καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ταῦτα
15δ’ ὅτι περὶ τοῦ Ἰουδαίων λέλεκται λαοῦ, οὐδεὶς ἂν ἀμφιβάλοι. Νοήσεις δὲ ὅπως ἐκάλυψεν ὄρη ἡ σκιὰ τῆς ἀμπέλου, ἐπιστήσας, ὡς σκιὰν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πρα‐ γμάτων, ποτὲ μὲν ἐπὶ τοῦ ὄρους συνετελεῖτο τοῦ ἐν
20Σηλὼμ, ἔνθα τὸ πρότερον ἵδρυτο ἡ σκηνὴ, ποτὲ δὲ ἐπὶ τοῦ Σιὼν ὄρους καὶ τῆς Ἱερουσαλὴμ, καὶ αἱ ἀνα‐ δενδράδες δὲ αὐτῆς ἐκάλυψαν τὰς κέδρους τοῦ Θεοῦ. Τίνας δ’ ἂν εἴποις τὰς ἀναδενδράδας τῆς ἀμπέλου, ἢ τὰς προφητικὰς ψυχὰς καὶ τοὺς ἐν τῷ προτέρῳ λαῷ
25εἰς ὕψος ἐπηρμένους, Θεοῦ τε ἀξίως πολιτευσαμένους, οἳ καὶ ἐπὶ τὰς κέδρους τοῦ Θεοῦ διανεπαύοντο, τὰς δυνάμεις δὴ τὰς ἀοράτους καὶ θείας; Μέχρι γὰρ τού‐ των ἐξετάθησαν αἱ διαπρέψασαι ἐν τῷ προτέρῳ λαῷ ψυχαὶ, ὡς καὶ Πνεύματος ἁγίου μετέχειν, καὶ τοὺς
30καρποὺς ἐκτείνειν μέχρι τῆς ἀγγελικῆς δυνάμεως. Τὰ δὲ κλήματα τῆς ἀμπέλου, ἕτερα ὄντα παρὰ τὴν σκιὰν καὶ παρὰ τὰς ἀναδενδράδας, ἐξετάθη ἕως θα‐ λάσσης. Ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ, τὰ κλήματα, τὰς χαίτας αὐτῆς, φησὶν, ἐξέτεινεν ἕως θαλάσσης.
35Εἶεν δ’ ἂν χαῖται καὶ κόμαι, ὥσπερ ἀναρίθμητοι τρί‐ χες, ἢ καὶ κλήματα πληθύνοντα, κατὰ τὸ τῆς ἀμπέ‐ λου παράδειγμα, ὁ πολὺς τοῦ Ἰουδαίων ἔθνους ἀρι‐ θμὸς, ὃς δὴ ἔφθασε μέχρι θαλάσσης, πληρώσας πάντα τὸν τῶν ἀνθρώπων βίον. Διὸ λέλεκται ἐν Ὠσηὲ τῷ
40προφήτῃ· Καὶ ἦν ὁ ἀριθμὸς τῶν. υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θαλάσσης, ἣ οὐκ ἐκμετρηθήσε‐ ται, οὐδὲ ἐξαριθμηθήσεται. Παραφυάδες δὲ ἄλλαι τινὲς παρὰ τὰ κλήματα νεώτεραι καὶ ἀρτιφυεῖς ἕως ποταμοῦ παρετάθησαν, οἱ τῆς Καινῆς Διαθήκης κήρυ‐
45κες· λέγω δὲ οἱ ἀπόστολοι καὶ οἱ μαθηταὶ τοῦ Σωτῆ‐ ρος ἡμῶν· τὴν μὲν φυὴν καὶ τὴν γένεσιν ἐσχηκότες ἐκ τῆς προλεχθείσης ἀμπέλου, καὶ ὥσπερ τινὲς παρα‐ φυάδες αὐτῆς γενόμενοι, οὐκέτι δὲ ὁμοίως ταῖς χαί‐ ταις καὶ τοῖς κλήμασι ἕως θαλάσσης προελθόντες,

23

.

961

(50)

ἀλλ’ ἕως ποταμοῦ διὰ τὸ μυστήριον τῆς δι’ αὐτῶν χορηγουμένης ἐν Χριστῷ παλιγγενεσίας. Ἔνθεν καὶ ὁ Σωτὴρ αὐτὸς ἐν οαʹ ψαλμῷ λέλεκται· Καὶ κατα‐ κυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης. Ἀρ‐
55ξαμένου γὰρ ἀπὸ τοῦ κατὰ τὸν Ἰορδάνην ποταμοῦ τοῦ βαπτίσματος, τὴν σύμπασαν ἐπλήρωσεν οἰκου‐
μένην. Τέσσαρα δὲ τάγματα τῆς εἰρημένης ἀμπέλου962 in vol. 23

23

.

964

ὁ μετὰ χεῖρας διαγράφει λόγος· σκιὰν μὲν αὐτῆς κα‐ λύπτουσαν ὄρη· ἀναδενδράδας δὲ αὐτῆς εἰς ὕψος με‐ τεωριζομένας, ὡς καλύπτειν οὐχ ἁπλῶς κέδρους, ἀλλὰ τὰς κέδρους τοῦ Θεοῦ· καὶ ἐπὶ τούτοις κλήματα
5ἐκτεινόμενα ἕως θαλάσσης· καὶ μετὰ πάντα παρα‐ φυάδας τὰς μέχρι ποταμοῦ διηκούσας. Ὧν τὴν διά‐ νοιαν κατὰ τὴν δοθεῖσαν ἡρμηνεύσαμεν χάριν, σκιὰν μὲν ἀποδόντες τὴν τυπικὴν καὶ σκιώδη λατρείαν, ἥτις ἐν τοῖς αἰσθητοῖς καὶ σωματικοῖς ὄρεσιν ἐτελεῖτο·
10ἀναδενδράδας δὲ τὰς προφητικὰς ψυχὰς, αἵτινες ἐπὶ τὰς κέδρους τοῦ Θεοῦ, τὰς ἀγγελικὰς καὶ θείας δυ‐ νάμεις ἐπεστηρίζοντο· κλήματα δὲ ἢ κόμας, ἢ χαί‐ τας τὸ πᾶν Ἰουδαίων πλῆθος ἕως θαλάσσης ἐκτεινό‐ μενον διὰ τὸν ἄστατον καὶ κυμαινόμενον τῶν ἀνθρώ‐
15πων βίον· καὶ τέλος παραφυάδας, τοὺς ἀποστόλους τοῦ Σωτῆρος ἡμῶν τῷ ποταμῷ συνόντας, περὶ οὗ εἴ‐ ρηται· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Ἀλλ’ ἐπειδὴ τοσούτων ἠξιώθη ἡ δεδηλωμένη ἄμπελος ὑπὸ τοῦ πρότερον ἐπισκο‐
20ποῦντος αὐτὴν Θεοῦ Λόγου, ἀκολούθως ὁ λόγος ἑξῆς ὡς πρὸς αὐτὸν τὸν τὰ τοσαῦτα δεδωρημένον ἐπαπορεῖ λέγων· Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς; Ὁ δὲ ἀποκρίνεται λέγων· Διότι ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας· καὶ πάλιν·
25Ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Καὶ ἐν τῷ Ἱε‐ ρεμίᾳ δὲ ὁ αὐτὸς ἐλέγχει τὴν ἄμπελον, λογικὴ γὰρ ἦν, φάσκων· Ἐγὼ δὲ ἐφύτευσα ἄμπελον καρποφό‐ ρον πᾶσαν ἀληθινήν. Πῶς ἐστράφη εἰς πικρίαν
30ἡ ἄμπελος ἡ ἀλλοτρία; Προστίθησι δὲ καὶ διὰ Ἡσαΐου λέγων· Καθελῶ τὸν φραγμὸν αὐτῆς, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐ‐ τῆς, καὶ ἔσται εἰς καταπάτησιν. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ σκαφῇ, οὐδὲ μὴ τμηθῇ.
35Καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ χέρσον ἄκανθα, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Καθαιρεθέντος δὲ τοῦ φραγμοῦ, τουτέστι τῆς φυλαττούσης αὐτοὺς καὶ περιφραττού‐ σης δυνάμεως, εἰκότως πάντες λοιπὸν πολέμιοι ἀόρα‐
40τοί τε καὶ ἀφανεῖς, θηρῶν ἀγρίων ὄντες ἀνημερώτε‐ ροι, ἐλυμήναντο αὐτοὺς, δηλαδὴ τοὺς ὑπὸ τοῦ λόγου κατηγορουμένους. Καί τις πρῶτος ἀκάθαρτος ὗς, ὁ Ἀσσύριος, εἰσελθὼν ἰσχυρῶς, τὴν δηλωθεῖσαν ἄμπε‐ λον διέφθειρεν, ὡς καὶ ἀπαγαγεῖν αἰχμάλωτον τὸ
45πλῆθος εἰς τοὺς Ἀσσυρίους. Εἶτα δεύτερος πολέμιος, εἰσελθὼν, τὰ ὑπὸ τοῦ πρώτου καταλειφθέντα κατενε‐ μήσατο, ὁ Ναβουχοδονόσορ, ὁ καὶ τὸ ἱερὸν πυρπολή‐ σας καὶ εἰς ἔδαφος ἀγαγών. Διὸ λέλεκται καὶ κατὰ τὸν Σύμμαχον· Κατενεμήσατο αὐτὴν ὗς ἐκ δρυ‐

23

.

964

(50)

μοῦ, καὶ μονιὸς ἄγριος κατεβοσκήσατο αὐτήν. Ἀντὶ δὲ τοῦ, καὶ μονιὸς ἄγριος, ὁ Ἀκύλας, καὶ παντοδαπὴν χώραν, ἡρμήνευσε. Καθ’ ἑτέραν δὲ ἑρ‐ μηνείαν, ἐλυμήνατο αὐτὴν, δηλαδὴ τὴν ἀποδοθεῖ‐ σαν ἄμπελον, πρῶτος ὁ Βαβυλώνιος, ὁ καὶ πρῶτος
55τὴν Ἱερουσαλὴμ πολιορκίᾳ δῃώσας· ἔπειτα μετ’ ἐκεῖνον ὁ Ῥωμαϊκὸς στρατὸς, μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν ἐπελθὼν, κατενεμήσατο αὐτήν.
Ταῦτα δὲ πάντα προφητεύει Ἀσὰφ κατὰ τοὺς χρόνους γεγονὼς τοῦ Δαυῒδ, πρὸ τῆς οἰκοδομῆς τῆς Ἱερου‐964 in vol. 23

23

.

965

σαλὴμ, θεσπίζων αὐτῇ τὰ συμβησόμενα κατὰ τοὺς δηλωθέντας χρόνους. Διὰ μὲν οὖν τῶν μετὰ χεῖρας ἔοικεν ὁμοῦ καὶ τὴν πρώτην πολιορκίαν τὴν ὑπὸ Βαβυλωνίων γενομένην, καὶ τὴν δευτέραν τὴν ὑπὸ Ῥωμαίων προφητεύειν· διὰ δὲ τοῦ πρὸ τούτου τὰ κατὰ Ἀντίοχον τὸν Ἐπιφανῆ συμβάντα· διὰ δὲ τοῦ οʹ καὶ γʹ μόνα τὰ τῆς ὑστάτης πολιορκίας τῆς ὑπὸ Ῥωμαίων γενομένης, ὡς ἀποδέδεικται ἐν τοῖς κατὰ τὸν ογʹ εἰρημένοις.
5 Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δὴ, ἐπί‐ βλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτὴν, ἣν ἐφύ‐ τευσεν ἡ δεξιά σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. Ἐμπεπυρισμένη πυρὶ καὶ
10ἀνεσκαμμένη, ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται. Ὡς ἀγαθὸν γεωργὸν ὑπομνήσας τῆς πολλῆς αὐτοῦ περὶ τὴν ἄμπελον ἐπιμελείας, καὶ τῆς μετὰ ταῦτα συμβάσης αὐτῇ ἐρημίας, ἑξῆς καὶ ἀκολούθως ἱκετεύει ἐπιστρέψαι ὡς ἀποστραφέντα,
15καὶ διὰ τῆς ἀποστροφῆς τοῖς ἐναντίοις πᾶσιν ἐκδεδω‐ κότα τὴν ἄμπελον. Ἐπισκέψαι δὲ αὐτὸν ἱκετεύει, καὶ ἐπιβλέψαι ἄνωθεν ἐξ οὐρανοῦ· μνησθῆναί τε, ὡς ἄρα εἴη αὐτοῦ φυτεία, καὶ τῆς αὐτοῦ δεξιᾶς γεωργία ἡ προλεχθεῖσα ἄμπελος, καὶ μνησθέντα ἐπισκέψα‐
20σθαι αὐτὴν, ὡς ἂν πάλαι μὲν ὑπὸ τῆς αὐτοῦ δεξιᾶς φυτευθεῖσαν, νυνὶ δὲ ἐμπεπυρισμένην πυρὶ καὶ ἀνε‐ σκαμμένην, καὶ ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου αὐ‐ τοῦ ἀπολωλυῖαν. Ἀξιοῖ τε καταρτίσασθαι αὐτὴν ἀνα‐ λαβόντα καὶ ἀνακτησάμενον δίκην σωτῆρος καὶ
25ἰατροῦ· καὶ ταῦτα πρᾶξαι διὰ τοῦ Υἱοῦ ὃν ἐκραταίω‐ σεν ἑαυτῷ. Δι’ ὧν σαφῶς ὁ λόγος διδάσκει πρῶτον εἶναι τὸν ἐμπρησμὸν ὃν πρῶτον ὑπέμεινεν ὁ τόπος ὑπὸ Βαβυλωνίων. Οὐ γὰρ ἂν μετὰ τὸν δεύτερον ἐμ‐ πρησμὸν τὸν ὑπὸ Ῥωμαίων γενόμενον τὴν τοῦ Σω‐
30τῆρος θεοφάνειαν γενέσθαι ἠξίου τὴν ἤδη γεγενημέ‐ νην. Χώραν δὲ ἔχει μετὰ τὰ πρῶτα συμβάντα τῷ τόπῳ ἱκετεύειν καὶ δέεσθαι τὸν Λυτρωτὴν ἐπιστῆναι· οὗ ἐπιστάντος, ἐπεὶ μὴ παρεδέξαντο τὴν πρώτοις αὐτοῖς δι’ αὐτοῦ καταγγελθεῖσαν χάριν, εἰκότως τὴν
35ὑστάτην ὑπέμειναν ἐρημίαν· ἣν αὐτὸς προσετίμησεν αὐτοῖς εἰπών· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος· ὅτε καὶ κατὰ τὸν Ἀπόστολον, ἔφθασεν εἰς αὐτοὺς ἡ ὀργὴ
40εἰς τέλος. Γενηθήτω ἡ χείρ σου ἐπ’ ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ζωώσεις ἡμᾶς. Μίαν τῶν προλεχθέντων ἁπάντων θεραπείαν διδάσκει
45τὸ Πνεῦμα τὸ ἅγιον, τὴν εἰς ἀνθρώπους τοῦ Χρι‐ στοῦ τοῦ Θεοῦ παρουσίαν. Διόπερ μετὰ τὰ προφητευ‐ θέντα περὶ τῆς ἐρημίας τοῦ ἀμπελῶνος καὶ τοῦ ἐπελ‐ θόντος αὐτῷ ἐμπρησμοῦ ἱκετεύει τὰ προκείμενα εἰς τὸ προσδοκᾷν λυτρωτὴν τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ

23

.

965

(50)

Θεοῦ, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου τὸν ὑπὸ τοῦ Θεοῦ κεκραταιωμένον. Οὗτος δὲ ἦν ὁ ἀγαπητὸς τοῦ Θεοῦ, ὃν εἰδέναι καὶ παρεῖναι δι’ εὐχῆς τίθεσθαι παραδί‐ δωσι τοῖς ἐντυγχάνουσιν· ὡς ἂν, γνόντες αὐτὸν οἱ ταῦτα προδιδασκόμενοι καὶ εἰς αὐτὸν πιστεύσαντες,
55δι’ αὐτοῦ τυχεῖν τῆς τῶν κακῶν θεραπείας ἐλπίσειαν. Διὸ ἐκ προσώπου τῶν θεραπείας δεομένων φησὶ τὸ,
Γενηθήτω ἡ χείρ σου ἐπ’ ἄνδρα δεξιᾶς σου, καὶ966 in vol. 23

23

.

968

ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ. Ἡ δὲ δύναμις τοῦ λόγου τοῦτον ἔχει τὸν νοῦν· Ἤδη ποτὲ ἡ χείρ σου ἡ ἀφα‐ νὴς καὶ ἀόρατος ἐπιλαμψάτω ἐπὶ τὸν ὑπηρέτην τῆς
5σῆς δεξιᾶς ἄνδρα, καὶ ἐπὶ τὸν μέλλοντα χρηματίζειν Υἱὸν ἀνθρώπου· ὃν σὺ σαυτῷ κατεσκεύασας, ἐκρα‐ ταίωσας ὄργανον τῆς σῆς δυνάμεως, καὶ ὥσπερ ἄγαλμα τῆς σαυτοῦ θεότητος τοῦτον αὐτὸν ἀναστή‐ σας. Τούτου γὰρ φανέντος, εἰδώλοις οὐκέτι λατρεύ‐
10σομεν· ἀλλ’ οὐδὲ τῇ πολυθέῳ πλάνῃ δουλεύσομεν, οὐδὲ ἀναχωρήσομέν σου τοῦ λοιποῦ· δι’ αὐτοῦ δὲ ζωωθέντες καὶ τῆς παρὰ σοὶ σωτηρίας τυχόντες, τὸ ὄνομά σου ἐπικαλεσόμεθα, οὐκέτ’ ἐξ ἀνθρώπου τινὸς χρηματίζοντες, οὐδ’ Ἰσραηλῖται ἀπὸ τοῦ Ἰσραὴλ
15καλούμενοι, ἀλλ’ οὐδὲ ἀπὸ τοῦ Ἰούδα Ἰουδαῖοι· ἀπὸ δὲ τοῦ σοῦ ὀνόματος τοῦ Χριστοῦ Χριστιανοὶ χρημα‐ τίσομεν. Διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· Ζωώσεις ἡμᾶς, καὶ τῷ ὀνόματί σου κληθησόμεθα. Θαυμά‐ σαι δὲ ἔστι τίνα τρόπον τούτοις ἐντυγχάνοντες Ἰου‐
20δαίων παῖδες, ἐξ ἁπαλῶν τε ὀνύχων ταῦτα καταμε‐ λετῶντες, οὐ ζητοῦσι τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ Θεοῦ τίς ποτε ἦν, οὐδὲ τὸν λεγόμενον Υἱὸν ἀνθρώπου ἐπι‐ γινώσκουσι· διὸ καὶ παραμένουσι τῇ ἑαυτῶν συμφορᾷ. Ὡς εἴπερ ἐπέγνωσαν καὶ μεμαθήκεισαν αὐτὸν,
25ἔγνωσαν ἂν καὶ τὸν ἐν αὐτῷ κατοικήσαντα Θεοῦ Λό‐ γον ὃν ἡ παροῦσα δέησις ἀνεκαλεῖτο. Ἀλλ’ ἡμεῖς αὐτὸν εἰδότες προόντα, καὶ ἐκ τοῦ παντὸς ἀνθρώπων ἐπιμελόμενον· Ἐν γὰρ τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω·
30ἴσμεν αὐτὸν καὶ εἰς τὰ ἴδια ἐλθόντα, ὅτε καὶ γέγονεν αὐτοῦ ἡ χεὶρ, τουτέστιν ἡ πρακτικὴ δύναμις ἐπὶ τὸν ἄνδρα τῆς δεξιᾶς αὐτοῦ, τὸν καὶ διὰ τῶν Εὐαγγελίων Υἱὸν ἀνθρώπου χρηματίσαντα· ὃν αὐτὸς ἑαυτῷ συνε‐ στήσατο ἐξ ἁγίου Πνεύματος καταρτίσας· ὃν ἐπι‐
35γνόντες ἀναπόστατοι λοιπὸν γενησόμεθα δι’ αὐτοῦ ζωούμενοι, τῷ τε ὀνόματι αὐτοῦ χρηματίζοντες. Ἡμεῖς μὲν οὖν οἱ τὸν Υἱὸν τοῦ ἀνθρώπου προσδο‐ κῶντες καὶ τὰς ἐλπίδας εἰς αὐτὸν ἀνηρτημένοι, ταῦτα περὶ ἑαυτῶν φαμεν· περὶ δὲ τῶν ἡμετέρων μελῶν,
40τὴν λοιπὴν ἱκετηρίαν ἀναπέμπομεν φάσκοντες· Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα, κοινοποιοῦντες τὸν λόγον ὑπὲρ τῶν μηδέπω ἐπιστρεψάντων, μηδὲ τὴν ἐπιφάνειαν ἐπεγνωκότων αὐτοῦ, καὶ διὰ τοῦτο μηδέπω τῆς παρὰ τῷ Θεῷ σωτηρίας τετυχηκότων. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΛΗΝΩΝ Τῼ ἈΣΑΦ. Πʹ
45 Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Οἱ ἐπιγεγραμμένοι τῶν ληνῶν ψαλ‐ μοὶ τρεῖς τὸν ἀριθμὸν τυγχάνουσιν· εἷς μὲν τοῦ Δαυῒδ, ὁ ὄγδοος, εἷς δὲ τοῦ Ἀσὰφ, ὁ μετὰ χεῖρας, καὶ τῶν υἱῶν Κορὲ ὁ πʹ καὶ γʹ. Ὁ μὲν οὖν ηʹ σαφῶς

23

.

968

(50)

τῶν ἐθνῶν τὴν κλῆσιν ἐθέσπιζεν, ἣν τῷ Πνεύματι τῷ θείῳ προθεωροῦντες οἱ τοῦ Θεοῦ προφῆται, ὑπερ‐ εξεπλήττοντο· διὸ καὶ ἀποθαυμαστικῶς ἀνεφώνουν τό· Κύριε ὁ Θεὸς ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Καὶ ὁ γʹ δὲ καὶ πʹ πολλὰ σκηνώματα
55καὶ πολλὰ θυσιαστήρια καὶ πολλὰς αὐλὰς προεώρα·
δηλαδὴ τὰς καθ’ ὅλης τῆς οἰκουμένης Ἐκκλησίας τοῦ968 in vol. 23

23

.

969

Θεοῦ, καὶ τὰ ἐν αὐταῖς πολλὰ θυσιαστήρια· ἃ δὴ παρίστη λέγων· Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! καὶ αὖθις· Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου·
5καὶ ἑξῆς· Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνά‐ μεων. Ὁ δὲ μετὰ χεῖρας ἑτέροις μὲν ἀγαλλιᾷν καὶ ἀλαλάζειν καὶ ψάλλειν παρακελεύεται, τοῦ δὲ Ἰου‐ δαίων ἔθνους τὴν ἀποβολὴν καὶ τὴν ταύτης αἰτίαν παρίστησι, καὶ σφόδρ’ ἀκολούθως ταῖς διὰ τῶν ἔμ‐
10προσθεν προφητείαις. Ἐπειδὴ γὰρ ἐν τῷ πρὸ τούτου ἠρώτα λέγων· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐ‐ τῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευό‐ μενοι τὴν ὁδόν; ἐπιλύεται τὴν ἐπαπόρησιν, διὰ τοῦ μετὰ χεῖρας φάσκων· Εἰ ὁ λαός μου ἤκουσέ μου,
15Ἰσραὴλ εἰ ταῖς ὁδοῖς μου ἐπορεύθη· ἐν τῷ μη‐ δενὶ τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα· καὶ ἐπιλέ‐ γει· Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐ‐
20τῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Ἐπεὶ τοίνυν τὸ ἀνήκοον καὶ τὸ ἀπειθὲς αὐτῶν παρ‐ ίστησι, μεταβάλλει τὸν λόγον εἰκότως, καὶ τὴν τῶν ἐθνῶν κλῆσιν εὐαγγελίζεται τὸ Πνεῦμα τὸ ἅγιον, πᾶσιν ἀνθρώποις προσφωνοῦν καὶ λέγον· Ἀγαλ‐
25λιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν. Λέγει δὲ ταῦτα ἐκ προσώπου τοῦ χοροῦ τοῦ προφητικοῦ. Ὡς γὰρ ἐν τῷ ηʹ ἔλεγε· Κύριε ὁ Κύριος ἡμῶν, ἰδιοποιουμένων τὸν Θεὸν τῶν ταῦτα λεγόντων, διὰ τὸ πρώτων αὐτῶν γεγονέναι τὸν Θεόν· οὕτω καὶ ἐνταῦθα οἱ αὐτοὶ, τοὺς
30ἀπεξενωμένους καὶ ἀλλοτρίους ἀνακαλούμενοι, φασίν· Ὦ οὗτοι, καταλείποντες τοὺς πεπλανημένως νομι‐ ζομένους ὑμῖν θεοὺς, ἥκετε σπεύδοντες πρὸς τὸν ἡμέτερον Θεὸν, καὶ τούτῳ ἀγαλλιᾶσθε τῷ πάντοτε ἡμῶν τῶν αὐτῷ ἀνακειμένων βοηθῷ γενομένῳ. Τίς
35δ’ ἦν οὗτος, ἑξῆς παριστῶσι λέγοντες· Ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ· τῷ γὰρ πάλαι ὀφθέντι τῷ ἡμετέρῳ προπάτορι Θεῷ ἐλθόντες, ἀλαλάξατε, κατὰ τὸ εἰρη‐ μένον καὶ ἐν ξεʹ· Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ. Τίς δὲ ἦν ἡ πᾶσα γῆ διασαφεῖ ὁ εἰπών· Πάντα τὰ
40ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Τοῖς οὖν αὐτοῖς καὶ διὰ τῶν μετὰ χεῖρας προσφωνεῖ λέγων ὁ χορὸς τῶν προφητῶν· Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Θεὸν δὲ Ἰακὼβ τὸν Σωτῆρα σημαί‐
45νει τὸν ἐν ἀνθρώπου σχήματι ὀφθέντα τῷ Ἰακώβ· ὅτε καὶ ἐκάλεσε Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐν ᾧ ὤφθη αὐτῷ ὁ Θεὸς, Εἶδος Θεοῦ, ἐπειπών· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Τούτῳ οὖν, ὡς ἂν αὐτῷ ὄντι τῷ βασιλεῖ

23

.

969

(50)

ἡμῶν, ἀλαλάζειν προστάττει, νικητήριον ὕμνον ἀνα‐ πέμποντας αὐτῷ. Ὅπως δὲ βασιλεὺς ὑπὸ τοῦ Πα‐ τρὸς καθίσταται, αὐτὸς διδάσκει λέγων· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. Οὐ μόνον δὲ ἀλαλάζειν τῷ Θεῷ Ἰακὼβ
55βούλεται τοὺς κεκλημένους, ἀλλὰ καὶ λαμβάνειν ψαλ‐ μὸν καὶ διδόναι τύμπανον, καὶ ψαλτήριον τερπνὸν
μετὰ κιθάρας. Κατὰ δὲ τὸν Ἀκύλαν· Ἄρατε, φησὶ,970 in vol. 23

23

.

972

μελῳδίαν, καὶ δότε τύμπανον, κιθάραν εὐπρεπῆ μετὰ νάβλης· κατὰ δὲ τὸν Σύμμαχον· Ἀναλάβετε ᾠδὴν, καὶ δίδοτε τύμπανον, λύραν ἡδεῖαν μετὰ νάβλης. Οὐκοῦν τὸ μέν τι προστάττει λαμβάνειν, τὸ
5δὲ διδόναι· λαμβάνειν μὲν, κατὰ τὸν Ἀκύλαν, μελῳ‐ δίαν, κατὰ δὲ τὸν Σύμμαχον, ᾠδήν· ἀντιδιδόναι δὲ τύμπανον ἢ λύραν ἡδεῖαν μετὰ νάβλης. Δι’ ὧν ὁ λό‐ γος προστάττει δέχεσθαι μὲν ἀκοαῖς τὴν τῶν λόγων διδασκαλίαν, διδόναι δὲ τὴν διὰ τοῦ σώματος πρᾶξιν·
10ᾨδὴ μὲν γὰρ καὶ μελῳδία λόγῳ ἀκοαῖς παραδίδοται· διό φησι· Λάβετε ᾠδὴν καὶ μελῳδίαν, κατὰ τὸν Ἀκύ‐ λαν καὶ Σύμμαχον. Ταῦτα δὲ λαμβάνοντες ὑμεῖς, ἀντίδοτε ψαλτήριον τερπνὸν μετὰ κιθάρας, ἢ λύραν ἡδεῖαν μετὰ νάβλης. Τύμπανον δὲ ὄργανόν ἐστιν ἐκ
15δορᾶς σωματικῆς κατεσκευασμένον, καὶ τὸ ψαλτήριον κιθάρας εἶδος ὧδέ πη διὰ χορδῶν κατηρτισμένον, δι’ ὧν τὸ σῶμα τὸ ἡμέτερον ᾐνίξατο. Βούλεται τοίνυν αὐ‐ τοῖς ἔργοις καὶ πράξεσι τὰ διὰ τῶν λόγων παραγ‐ γέλματα ἀποπληροῦν· καὶ ταῦτα πράττειν ὁ λόγος
20τοῖς ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ καθ’ ὅλης τῆς οἰ‐ κουμένης συγκροτουμένοις προστάττει. Διὸ Εἰς τὸ τέλος καὶ Ὑπὲρ τῶν ληνῶν προγέγραπται τὰ λε‐ λεγμένα. Ληνοὺς γὰρ μηδὲ ἄλλο τι νόμιζε λέγεσθαι ἢ τὰς ἐκκλησίας τοῦ Θεοῦ, ἐν αἷς συγκροτούμενοι
25καὶ τοὺς ἑαυτῶν καρποὺς κατὰ τὸ αὐτὸ συμβαλλόμε‐ νοι, μίαν κρᾶσιν ποιούμεθα εἰς δόξαν καὶ εὐφροσύ‐ νην τοῦ Λόγου τοῦ Θεοῦ. Θαυμάσαι δὲ ἔστιν ὅπως ὁ μὲν πρὸ τούτου ψαλμὸς ἐμπυρισμὸν ἐδήλου, καὶ παντελῆ ἐρημίαν καὶ ἀφανισμὸν τῆς ἐξ Αἰγύπτου
30μετενηνεγμένης ἀμπέλου· ὁ δὲ μετὰ χεῖρας, ὥσπερ ἑτέρας ὑποστάσης ἀμπέλου καὶ ἀμπελῶνος ἑτέρου, μᾶλλον δὲ πλειόνων ἀμπελώνων ληνοὺς ὑφίστησι πλείους, φαιδρά τε εὐαγγελίζεται τοῖς ἐπὶ ταύτας κεκλημένοις. Ἐπὶ μὲν οὖν τοῦ προτέρου λαοῦ ἕνα
35ἀμπελῶνα καὶ μίαν ληνὸν, μίαν τε ἄμπελον εἰσήγα‐ γεν ὁ φήσας· Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι. Εἶθ’ ἑξῆς· Καὶ προλή‐ νιον, φησὶν, ὤρυξα ἐν αὐτῷ, καὶ ἐφύτευσα ἄμ‐ πελον Σωρήκ. Καὶ ἐν τῷ πρὸ τούτου μίαν ἄμπελον
40ἐδήλου λέγων· Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας. Ἐν δὲ τοῖς Ὑπὲρ τῶν ληνῶν πλείους δηλοῖ ληνοὺς, δη‐ λαδὴ πλειόνων ἀμπελώνων. Εἰ δὲ καὶ τὴν ἄμπελον τὴν καινὴν γνῶναι βουληθείης, τὴν μετὰ τὸν ἀφα‐ νισμὸν τῆς προτέρας ἐν ἀνθρώποις φυεῖσαν, μάνθανε
45παρὰ τοῦ Θεοῦ Λόγου περὶ αὑτοῦ ταῦτα διδάσκοντος· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὁ Πατήρ μου ὁ γεωργός. Πᾶν κλῆμα μὴ φέρον καρπὸν ἐν ἐμοὶ, αἴρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ Ἤδη ὑμεῖς

23

.

972

(50)

καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν· μείνατε ἐν ἐμοὶ, κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται φέρειν καρπὸν ἀφ’ ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ· οὕτω καὶ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. Ἐγώ εἰμι ἡ ἄμπελος,
55ὑμεῖς τὰ κλήματα. Ὁ μένων ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ, καὶ οὗτος φέρει καρπὸν πολύν· ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε φέρειν. Τῆς μὲν οὖν προτέρας ἀμπέλου τὰ τέλη διέγραψεν ὁ πρὸ τούτου ψαλμός· ἡ
δὲ ἀληθινὴ ἄμπελος ὁποῖον ἔχει φυτουργὸν καὶ γεωργὸν, καὶ ὁποῖα κλήματα, καὶ ὁποίους βότρυς, ἡ σω‐972 in vol. 23

23

.

973

τήριος παρίστησι διδασκαλία. Ἐκ τῶν ταύτης τοιγαροῦν κλημάτων διαδοθέντων καθ’ ὅλης τῆς οἰκουμέ‐ νης συνέστησαν ἀμπελῶνες· καὶ τούτων οἱ καρποὶ κατὰ τὸ αὐτὸ συναγόμενοι ἐν ταῖς καθ’ ὅλης τῆς οἰ‐ κουμένης ἐκκλησίαις πολὺ πλῆθος ἀπειργάσαντο ληνῶν· ὧν ἕνεκα διὰ τοῦ ἁγίου Πνεύματος οἱ Ἐπιλήνιοι ψαλμοὶ προφητικῶς ἀνεφωνήθησαν.
5 Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Ἐκάλει μὲν ὁ λόγος ἀρχόμενος ἐπὶ ἀγαλλίασιν· προσέταττε δὲ ἀλαλάζειν, τουτέστιν ὕμνον ἐπινίκιον ἀναπέμπειν τῷ δηλωθέντι Θεῷ Ἰακώβ· εἶτα λόγους διδασκαλικοὺς παραλαμβάνον‐
10τας, ἔργοις τούτους ἀποπληροῦν· πληρωτὰς δὲ γενο‐ μένους τῶν ἔργων, ἤδη λοιπὸν καὶ εἰς πάντας ἀνθρώ‐ πους κηρύττειν καὶ σαλπίζειν, ἐξηχεῖν τε καὶ ἐξ‐ άκουστον τοῖς πᾶσι ποιεῖν τὸ Εὐαγγέλιον· ὥσπερ οὖν καὶ ὁ Σωτὴρ παρεκελεύετο λέγων τοῖς αὐτοῦ μαθη‐
15ταῖς· Ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύσσετε ἐπὶ τῶν δωμάτων. Διὸ λέλεκται τοῖς τὰ πρῶτα κατωρθωκόσι· Σαλπίσατε. Πῶς δὲ αὐτοὺς βούλεται σαλπίζειν, ἢ ὡς ἐσάλπιζον πάλαι πρότερον οἱ τὰς εἰκόνας ἐπιτε‐ λοῦντες, καὶ τὰ σύμβολα καὶ τοὺς τύπους τῶν ἀλη‐
20θῶν; Ἐσάλπιζον δὲ ἐκεῖνοι ἐν νεομηνίᾳ καὶ ἐν εὐ‐ σήμῳ ἡμέρᾳ ἑορτῆς. Καὶ τοῦτ’ ἔπραττον κατὰ τὸν ἕβδομον μῆνα, ἐν ᾧ συνερχόμενοι, τὴν ἑορτὴν τῶν Σαλπίγγων ἐπετέλουν, ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο πράτ‐ τοντες. Λέγει δ’ οὖν ἡ γραφὴ τοῦ νόμου· Τοῦ μηνὸς
25τοῦ ἑβδόμου, μιᾷ τοῦ μηνὸς, ἔσται ὑμῖν ἀνάπαυ‐ σις, μνημόσυνον σαλπίγγων· κλητὴ ἁγία ἔσται ὑμῖν. Οὕτως οὖν ὥσπερ ἐν τῇ νεομηνίᾳ τῇ τότε ἐσάλπιζον, βούλεται καὶ νῦν τοὺς κεκλημένους σαλ‐ πίζειν. Ἦν δὲ ἡ ἡμέρα ἐκείνη ἡ τῆς ἑορτῆς τῶν Σαλ‐
30πίγγων εὔσημος ἡμέρα· λέγει δ’ οὖν Μωσῆς περὶ αὐτῆς· Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. Ἡμέ‐ ρα σημασίας ἔσται ὑμῖν. Διὸ καὶ ἐνταῦθα λέλεκται· Ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Ἦν οὖν ἡμέρα εὔσημος καὶ ἑορτὴ οὐδενὸς ἑτέρου ἢ σαλπίγγων·
35ἔνθεν καὶ Σαλπίγγων ἑορτὴ κέκλητο. Τριῶν δὲ οὐσῶν ἑορτῶν κατὰ τὸν αὐτὸν μῆνα· πρώτης μὲν τῆς τῶν Σαλπίγγων ἐν τῇ νεομηνίᾳ συντελουμένης· ἑτέρας δὲ τῆς τοῦ Ἱλασμοῦ ἐν τῇ δεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς γιγνομένης· καὶ τρίτης τῆς τῶν Σκηνῶν· μόνην τὴν
40τῶν Σαλπίγγων μιμεῖσθαι κελεύει φάσκων· Σαλπί‐ σατε ἐν νεομηνίᾳ σάλπιγγι· σαφέστερον δὲ οὕτως ἂν εἶπεν. Ὥσπερ ἐν τῇ νεομηνίᾳ ἐσάλπιζόν ποτε πε‐ ριτρέχοντες πάντα τόπον εἰς τὸ σημῆναι τὴν ἑορτὴν, τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς, οἷς ὁ λόγος προστάττει,
45σαλπίσατε. Βούλεται δὲ τοὺς κήρυκας τῶν ἐθνῶν μὴ ταῖς λοιπαῖς προσέχειν Ἰουδαϊκαῖς παρατηρήσεσι, μόνῳ δὲ χρῆσθαι τῷ κηρύγματι, καὶ σαλπίζειν εἰς ἅπαντας ἀνθρώπους τὸν σωτήριον καὶ εὐαγγελικὸν λόγον. Τούτων γὰρ αὐτῶν τὰ σύμβολα καὶ Μωσῆς

23

.

973

(50)

ἐποίει, καὶ ἦν πρόσταγμα τῷ Ἰσραὴλ ἰδίως τοῦτο νενομοθετημένον, τὸ δεῖν σαλπίζειν, καὶ διὰ τῆς σάλπιγγος σημαίνειν τοῖς πᾶσι τὴν τοῦ καιροῦ ἑορ‐ τήν. Τὸ δὲ πρόσταγμα τοῦτο κατὰ κρίσιν ἐγένετο, καὶ κατὰ βούλημα καὶ κρῖμα τοῦ Θεοῦ Ἰακώβ. Αὐτὸς
55γὰρ τῷ Ἰακὼβ ὀφθεὶς πάλαι Θεὸς ἐν ἀνδρὸς εἴδει καὶ σχήματι, οὗτος ἦν ὁ ταῦτα καὶ διὰ Μωσέως εἰκονι‐ κῶς τῷ λαῷ πράττειν διαταξάμενος. Ὅτι δὲ τὸ σαλπίζειν ἀντὶ τοῦ βοᾷν καὶ εἰς πάντας καταγγέλλειν
λέλεκται, διδάσκει ὁ Σωτὴρ λέγων· Ὅταν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου.974 in vol. 23

23

.

976

Μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτὸ, ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου, γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσε. Τὸ προλεχθὲν περὶ σαλπίγγων πρόσταγμα μαρτύριον, φησὶν, ἔθετο ἐν τῷ Ἰωσήφ·
5κατὰ δὲ τὸν Σύμμαχον, Μαρτυρίαν διὰ τοῦ Ἰωσὴφ ἔταξεν αὐτό· τὸ δὲ μαρτύριον ὥσπερ διαμαρτυρό‐ μενος ἐδίδου· καὶ ἦν τοῦτο σημεῖον ἑτέρου πράγμα‐ τος· ᾐνίττετο γὰρ περί τινων σαλπίγγων, ὧν ἐκ μέρους μὲν οἱ ἀπόστολοι τοῦ Σωτῆρος ἡμῶν, καὶ οἱ
10τοῦ εὐαγγελικοῦ λόγου κήρυκες ἀπεπλήρουν τὰ ἔργα, εἰς πᾶσαν τὴν γῆν σαλπίζοντες, καὶ πᾶσιν ἔθνεσι κηρύττοντες τὴν τῆς σωτηρίου θεοφανείας ἑορτήν. Τὰ δὲ ἀποτελέσματα τῶν ἀποῤῥητοτέρων δι’ ἀγγέλων ἔσεσθαι διδάσκει ὁ εἰπών· Σαλπίσει γὰρ, καὶ οἱ
15νεκροὶ ἐν Χριστῷ ἐγερθήσονται πρῶτοι· καὶ πάλιν· Ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλ‐ πιγγι· καὶ πάλιν· Αὐτὸς ὁ Κύριος ἐν κελεύσματι καὶ ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβή‐ σεται. Ταῦτα δὲ καὶ ὁ Σωτὴρ ἐμυσταγώγει τοὺς αὑτοῦ
20μαθητὰς, λέγων· Καὶ ὄψονται τὸν Υἱὸν τοῦ ἀν‐ θρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν
25τεσσάρων ἀνέμων, ἀπ’ ἄκρων οὐρανῶν ἕως ἄκρον αὐτῶν. Ἀλλ’ ἡ μὲν τῶν νεκρῶν ἀνάστασις ἔσται ποτὲ διὰ σαλπίγγων εὐαγγελικῶν εὐαγγελιζομένων τὴν ἄφιξιν τῆς βασιλείας τοῦ Υἱοῦ τοῦ Θεοῦ· καὶ οἱ ἀπόστολοι δὲ ἐντεῦθεν ἤδη κατὰ τὴν πρώτην αὐτοῦ
30παρουσίαν σάλπιγξι χρώμενοι, ταῖς τοῦ ἁγίου Πνεύ‐ ματος μεγαλοφωνίαις πάντας ἀνεκαλοῦντο τοὺς ψυ‐ χὰς νενεκρωμένους ἐπὶ τὴν ἐν Θεῷ ζωήν· ὧν τὰ σύμβολα Μωσῆς παραδιδοὺς, τὴν περὶ σαλπίγγων ἐνομοθέτει ἑορτήν. Διὸ λέλεκται· Μαρτύριον ἐν τῷ
35Ἰωσὴφ ἔθετο αὐτό. Τί δὲ αὐτὸ ἦν τὸ πρόσταγμα; τὸ περὶ τῶν σαλπίγγων· ἀπὸ μιᾶς δὲ φυλῆς τῆς τοῦ Ἰωσὴφ τὸ πᾶν ἐδήλου ἔθνος. Διὰ τί δὲ ἐν τούτοις τὸ πᾶν ἔθνος Ἰωσὴφ ὠνόμασεν; Ἐπειδήπερ προφάσει τοῦ Ἰωσὴφ οἱ πάντες κατεληλύθεισαν εἰς Αἴγυπτον.
40Πότε δὲ μαρτύριον τὸν περὶ σαλπίγγων νόμον ἔθετο τῷ λαῷ, ἢ κατ’ ἐκεῖνον τὸν χρόνον, καθ’ ὃν ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὁπηνίκα γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν; Ἐπὶ τῆς ἐρήμου γὰρ διατρίβοντες, φωνῆς Θεοῦ κατηξιώθησαν, τὴν Δεκάλογον αὐτοῖς
45ἐξάκουστον διαταττομένου. Κατ’ ἐκεῖνο δὲ καιροῦ καὶ τῆς παρ’ Αἰγυπτίοις δουλείας τε καὶ κακοπαθείας ἠλευθεροῦντο. Διὸ λέλεκται· Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ· αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν· κατὰ δὲ τὸν Σύμμαχον· Παρεῖλον ἀπὸ

23

.

976

(50)

βασταγμοῦ τὸν ὦμον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ κο‐ φίνου ἀπηλλάγησαν. Ὅτε γὰρ ἐδούλευον τῷ Φαραὼ, πηλῷ τε καὶ πλινθείᾳ κατειργάζοντο, οἰκοδομοῦντες αὐτῷ τὰς πόλεις, τὸ τηνικαῦτα κοφίνοις μὲν τὰς χεῖ‐ ρας, βαστάγμασι δὲ τοὺς ὤμους κατεπονοῦντο. Πλὴν
55ἀλλὰ τούτων ἁπάντων ἐλεύθεροι κατέστησαν τῆς ἐπι‐ σκοπῆς αὐτοῖς γενομένης. Διό φησιν· Ἀπέστησεν
ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ. Τίς δὲ ἀπέστησεν,976 in vol. 23

23

.

977

ἀλλ’ ἢ ὁ ἐλευθερώσας αὐτοὺς Θεός; Τούτων δὲ αὐτοὺς ἠξίου, ἐπειδήπερ ἐν θλίψει αὐτὸν ἐπεκαλοῦντο· καὶ τοῦτο δὲ ἡ Μωσέως παρίστησι Γραφὴ λέγουσα· Καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἀνεβόησαν
5πρὸς Κύριον, καὶ ἀνέβη βοὴ αὐτῶν πρὸς τὸν Θεόν. Οἷς ἀκολούθως καὶ τὸ παρόν φησι λόγιον· Ἐν θλίψει ἐπεκαλέσω με, καὶ ἐῤῥυσάμην σε· ἐπή‐ κουσά σου ἐν ἀποκρύφῳ καταιγίδος, ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. Ἀντὶ δὲ τοῦ· Ἐπήκουσά
10σου ἐν ἀποκρύφῳ καταιγίδος, ὁ μὲν Ἀκύλας· Ἐπακούσω σου ἐν ἀποκρύφῳ βροντῆς· καὶ ἡ πέμπτη ἔκδοσις ὁμοίως. Εἶτα ἐπιλέγει· Ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. Ὃ δὴ καὶ αὐτὸ σαφῶς ἡ Μωσέως παρίστησι Γραφὴ λέγουσα· Οὐκ ἦν δὲ
15ὕδωρ πιεῖν τῷ λαῷ· καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν, καὶ ἔλεγον· Δὸς ἡμῖν ὕδωρ, ἵνα πίωμεν. Ὁ δὲ ἔλεγε· Τί λοιδορεῖσθέ μοι, ἢ τί πειράζετε Κύ‐ ριον; Καὶ ἑξῆς· Εἶπε Μωσῆς πρὸς Κύριον λέγων· Τί ποιήσω τῷ λαῷ τούτῳ; ἔτι μικρὸν, καὶ λιθοβο‐
20λήσουσί με. Εἶθ’ ὁ Κύριος πρὸς αὐτόν φησιν· Ὅδε ἐγὼ ἕστηκα πρὸ τοῦ σὲ ἐκεῖ, ἐπὶ τῆς πέτρας ἐν Χωρήβ. Καὶ πατάξω τὴν πέτραν, καὶ ἐξελεύ‐ σεται ὕδωρ, καὶ πίεται ὁ λαός. Καὶ ἐποίησεν οὕ‐ τως Μωσῆς. Καὶ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου
25ἐκείνου Πειρασμὸς καὶ Λοιδόρησις, διὰ τὴν λοι‐ δορίαν τῶν υἱῶν Ἰσραὴλ, καὶ διὰ τοῦ πειράζειν αὐτοὺς Κύριον, λέγοντας· Εἰ ἔστι Κύριος ἐν ἡμῖν, ἢ οὔ; Ταῦτα πάντα τὸν ἐξ ἐθνῶν λαὸν διδάσκει ἡ μετὰ χεῖρας προφητεία, ὡς ἂν μάθοιο ποίων ἔτυχεν ὁ
30πρῶτος λαὸς, καὶ εἰς οἷον ἐλήλυθε τέλος, σωφρονί‐ ζοιτό τε ἐκ τοῦ παραδείγματος. Διὸ τοῖς προλεχθεῖσιν ἐπισυνάπτει τὰ ἑξῆς ἀναγκαίως, ἐν οἷς εἴρηται· Ἄκουσον, λαός μου, καὶ διαμαρτυροῦμαί σοι· Ἰσραὴλ, ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται σοι Θεὸς
35πρόσφατος, οὐδὲ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ. Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου· πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ
40ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν· πορεύσονται ἐν τοῖς ἐπιτηδεύμα‐ σιν αὐτῶν. Τὰ μὲν παρ’ ἐμοῦ, φησὶ, δεδωρημένα τῷ λαῷ τοιαῦτα ἦν, ὁποῖα διεξῆλθεν ὁ λόγος· τὰ δ’ ἐξ αὐτῶν εἰς ἐμὲ οὐχ ὅμοια, οὐδὲ ἄξια ὧν ἔτυχον παρ’
45ἐμοῦ. Ἐγὼ μὲν γὰρ ὁ τῶν τοσούτων αὐτοῖς χορηγὸς ἀγαθῶν, ἓν τοῦτ’ αὐτοῖς, τὸ δὴ τῶν νόμων κεφάλαιον, λέγω δὲ τὸ μὴ εἰδωλολατρεῖν, ἐμὲ δὲ μόνον Θεὸν εἰδέ‐ ναι, παρεκελευσάμην, αὐτὰ δὴ ταῦτα παραινῶν καὶ λέγων· Ἄκουσον, λαός μου, καὶ διαμαρτυροῦμαί

23

.

977

(50)

σοι· Ἰσραὴλ, ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις Θεῷ ἀλλο‐ τρίῳ· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἀναγα‐ γών σε ἐκ γῆς Αἰγύπτου. Ταῦτα παρῄνουν, ταῦτα παρεκελευόμην, ταῦτα ὁ πᾶς τῆς ἐμῆς νομοθεσίας
55ἐβούλετο νοῦς. Συνῆπτό τε τοῖς παραγγέλμασιν ἀγα‐ θῶν ἐπαγγελία, δι’ ὧν ἔφασκον· Πλάτυνον τὸ στόμα
σου, καὶ πληρώσω αὐτό. Εἰ γὰρ ταῦτα φυλάξετε,978 in vol. 23

23

.

980

ἀκοπιάτως ἕξετε καὶ πεπληρωμένως τὰς τροφὰς, εἴτε τὰς τοῦ σώματος, εἴτε καὶ τὰς διὰ θείων μαθημάτων τῇ ψυχῇ χορηγουμένας. Ἐγὼ μὲν οὖν ταῦτα παρῄ‐ νουν καὶ ἐπηγγελλόμην· οἱ δὲ οὐκ ἤκουον τῆς ἐμῆς
5φωνῆς· καὶ ὁ τοσούτων κατηξιωμένος εὐεργεσιῶν Ἰσραὴλ οὐ προσέσχε μοι· ὅθεν εἰκότως ἐξαπέ‐ στειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρ‐ διῶν αὐτῶν. Ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· Οὐχ ὑπήκουσε δὲ ὁ λαός μου τῆς φωνῆς μου,
10καὶ Ἰσραὴλ οὐκ ἐπείσθη μοι. Ἀφῆκα οὖν αὐτοὺς τῇ ἀρεσκείᾳ τῆς καρδίας αὐτῶν, ὁδεύειν ταῖς βουλαῖς αὐτῶν. Ἐντεῦθεν ὁ θεῖος Ἀπόστολος διδά‐ σκει περί τινων λέγων· Διὸ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν.
15Ἀντὶ δὲ τοῦ· Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, ὁ Ἀκύλας· Οὐκ ἔσται ἐν σοὶ ἰσχυρὸς ἀλλότριος· ὁ δὲ Σύμμαχος· Μὴ ἔστω ἐν σοὶ Θεὸς ξένος, ἡρμή‐ νευσε. Ξένον δὲ καὶ ἀλλότριον Θεὸν καὶ πρόσφατον, τὸν πεπλανημένως παρὰ τοῖς ἔθνεσι νενομισμένον
20ὠνόμασε, τὴν πολύθεον εἰδωλολατρείαν οὕτω παραπεμπόμενος. Οἷς ἐπιλέγει· Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, παριστὰς ἑαυτὸν οὔτε ξένον, οὔτε ἀλλότριον, οὔτε πρόσφατον ὄντα Θεόν. Ἦν γὰρ εἷς καὶ ὁ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, καὶ ὁ πάλαι διαφόρως τοῖς παλαιοῖς χρηματίζων, ὁ δὴ καὶ Θεὸς Ἰακὼβ ἐπικεκλη‐ μένος, ὁ καὶ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπὶ γῆς ὀφθείς. Ἐν γὰρ τῷ κόσμῳ ἦν καὶ πρὸ τῆς θεοφανείας, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο. Διόπερ παρακελεύεται λέγων· Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, ὁ ἀνα‐
25γαγών σε ἐκ γῆς Αἰγύπτου. Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη· ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου. Ἱκανῶς ἀπολελόγηται,
30ὅτι μὴ ἀκρίτως μήτε ὡς ἔτυχε μετῆλθε τὸ Ἰουδαίων ἔθνος ἡ ἐκ Θεοῦ ὀργή. Καί μοι δοκεῖ πρὸς τὰς ἀνω‐ τέρω λελεγμένας πεύσεις, ἐν τῷ Ἵνα τί ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρό‐ βατα νομῆς σου; καὶ πάλιν· Ἵνα τί καθεῖλες τὸν
35φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; τὴν ἀπόκρισιν πε‐ ποιῆσθαι. Ἵνα τί γὰρ τὰ τοιαῦτα πεπόνθασι διδάσκει λέγων· Ὅτι οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. καὶ, Εἰ ὁ λαός
40μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπο‐ ρεύθη· ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα. Ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· Ἐν ὀλιγίστῳ ἂν ἐχθροὺς αὐτῶν ἥττησα, καὶ ἐπὶ τοὺς ἐναντίους αὐτῶν ἀνέστρεψα ἂν τὴν χεῖρά μου.
45Ταῦτα ἂν ἔπραξα, φησὶ, κατὰ τῶν ἐχθρῶν τοῦ λαοῦ, εἰ ἔσχον αὐτοὺς ὑπηκόους, καὶ εἰ ταῖς ὁδοῖς μου αἷς διεταξάμην αὐτοῖς ἐπορεύθησαν. Νῦν δὲ ἀνήκοοι καὶ ἀπειθεῖς γενόμενοι, αὐτοὶ ἑαυτοὺς ἐχθροὺς τοῦ Θεοῦ κατέστησαν. Εἶτ’ ἐπειδήπερ λαὸν αὐτοῦ ὠνόμασε

23

.

980

(50)

τοὺς ἀπειθεῖς καὶ ἀνηκόους καθ’ ὑπερβολὴν φιλαν‐ θρωπίας τὸ Πνεῦμα τὸ ἅγιον, διδάσκει ὅτι οὐδεὶς Θεῷ ἀπειθήσειε λαὸς αὐτοῦ. Διὸ ἐπιλέγει· Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ· κατὰ δὲ τὸν Σύμμαχον· Μισοποιοὶ Κυρίου οἱ ψευσάμενοι αὐτῷ. Καὶ προσ‐
55τίθησι· Καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. Εἰ γὰρ καὶ τοιαῦτα τετολμήκασιν, ὅμως τὸν παρόντα
αἰῶνα ἕξουσι. Καὶ οὗτός ἐστιν αὐτῶν ὁ καιρὸς, ἐν980 in vol. 23

23

.

981

ᾧ καὶ μετὰ τοσαῦτα πλημμελήματα ἐψώμισεν αὐ‐ τοὺς ἐκ στέατος πυροῦ, καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς. Κατὰ τοῦτο δὲ ἐπλήρου κατ‐ αξιώσας αὐτοὺς τῆς οἰκείας τροφῆς, οὐ μόνον τῆς
5σωματικῆς, ἀλλὰ καὶ τῆς ἐπουρανίου καὶ πνευμα‐ τικῆς, ὁπηνίκα πρώτοις αὐτοῖς ἐπεδήμει ὁ Χριστὸς τοῦ Θεοῦ, τροφὴν αὐτοῖς παρεῖχε τὸν ἐπουράνιον ἄρτον αὐτὸς ἑαυτόν. Οὐ μὴν ἀλλὰ καὶ ἐψώμισεν αὐ‐ τοὺς ἐκ πέντε ἄρτων παραδόξως ἐπὶ τῆς ἐρήμου·
10ὥσπερ πάλαι διὰ Μωσέως τὸ μάννα. Ἔτι δὲ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς· πέτρα δὲ ἦν αὐ‐ τὸς, χορηγῶν αὐτοῖς τὰ πάσης ἡδονῆς καὶ παντὸς μέλιτος γλυκύτερα μαθήματα, περὶ ὧν ἦν εἰπεῖν· Ὡς γλυκέα τὰ λόγιά σου τῷ φάρυγγί μου! ὑπὲρ
15μέλι τῷ στόματί μου. Καὶ πάλαι δὲ διὰ Μωσέως ἐκ πέτρας αὐτοῖς παρεῖχε ποτόν. Μέλι δὲ ἐνταῦθα τὸ ἐκ πέτρας οὐδ’ ἄλλως ἢ κατὰ διάνοιαν ἐκδεκτέον· ἐπεὶ καὶ αὐτὸς Μωσῆς τὴν αὐτὴν τίθησι μαρτυρίαν, λέγων ἐν μεγάλῃ ᾠδῇ· Ἐθήλασαν μέλι ἐκ πέτρας,
20καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας. Ἅπερ πρὸς μὲν ψιλὴν τὴν λέξιν οὐχ ὑφέστηκεν, ἀλληγορικῶς δὲ κατὰ μόνην τὴν διάνοιαν ἐξακούεται. Αὐτὸς γὰρ ὁ Χριστὸς ἡ πέτρα, ταῦτα πάντα παρέχων αὐτοῖς διὰ τῆς αὐτοῦ διδασκαλίας, οὐ καθ’ ὃν χρόνον ἐπεδήμει μόνον, ἀλλὰ
25καὶ πρὸ τῆς ἐνσάρκου ἐπιδημίας αὐτοῦ· ὡς ἐξ ἅπαν‐ τος αὐτοὺς μὲν εἶναι ἀναπολογήτους, δικαίαν δὲ τὴν τοῦ Θεοῦ κρίσιν μετὰ τὰ τοσαῦτα τὴν ἀποβολὴν αὐτῶν ἐργασαμένην. Ἀλλὰ γὰρ ταῦτα ἡμᾶς τοὺς ἐξ ἐθνῶν ἐπὶ τὴν ἔνθεον ἀγαλλίασιν διὰ τῶν πρώτων κεκλη‐
30μένους ὁ λόγος διδάσκει προφυλαττομένους, μή πη τοῖς ὁμοίοις καὶ αὐτοί ποτε περιπέσοιμεν. ΨΑΛΜΟΣ Τῼ ΑΣΑΦ. ΠΑʹ. Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει. Ὁ μὲν πρὸ τούτου λόγος κατηγορεῖ
35τοῦ παντὸς Ἰουδαίων λαοῦ, σαφῶς τοῦ Θεοῦ φάσκον‐ τος· Οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῆς καρδίας αὐ‐ τῶν· καὶ πάλιν· Εἰ ὁ λαός μου ἤκουσέ μου,
40Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη· ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα· ὁ δὲ μετὰ χεῖρας ἀκολούθως ἐκείνοις τῶν προέδρων τοῦ λαοῦ κατηγορεῖ· ὡς πρὸς ἄρχοντα γοῦν καὶ κριτὰς ἀπο‐ τείνεται λέγων· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ
45πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνατε πτω‐ χὸν καὶ ταπεινὸν, ὀρφανὸν καὶ πένητα δικαιώ‐ σατε. Εἶτα ἐπιλέγει· Ἐγὼ ταῦτα παρεκελευόμην· οἱ δὲ οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει δια‐ πορεύονται. Θεοὺς δὲ αὐτοὺς ἀποκαλεῖ, ἤτοι διὰ τὴν

23

.

981

(50)

τιμὴν ἣν ἀπένεμεν αὐτοῖς ὁ λαός· οὕτω μετὰ πλεί‐ στου φόβου καὶ τιμῆς προσιὼν αὐτοῖς ὡσεὶ καὶ αὐτῷ τῷ Θεῷ· ἢ ἐπειδήπερ χώραν Θεοῦ ἐπεῖχον τὸ κρί‐ νειν ἀναδεδεγμένοι, κολάζοντές τε καὶ τιμωρούμενοι τοὺς ἀδικοῦντας κατὰ τὸν παρ’ αὐτοῖς νόμον· ἢ διὰ
55τὸ τετιμῆσθαι αὐτοὺς ὑπὸ τοῦ Θεοῦ τῷ τῆς υἱοθεσίας
ὀνόματι, ὡς λέγεσθαι περὶ αὐτῶν· Υἱοὺς ἐγέννησα982 in vol. 23

23

.

984

καὶ ὕψωσα· ἢ διὰ τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γεγονέναι διὰ τὴν ἐν ἀνθρώποις νοερὰν καὶ λογικὴν οὐσίαν. Αὐτίκα γοῦν ἐν αὐτῷ τῷ προκειμένῳ ψαλμῷ προϊὼν, ὁ λόγος φησὶ πρὸς τοὺς κατηγορουμένους·
5Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες. Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Τοὺς δὴ οὖν τοῦ λαοῦ προ‐ εστῶτας, ἱερέας δηλαδὴ καὶ ἀρχιερέας, τούς τε λοι‐ ποὺς ἄρχοντας ἀνακρίνων ὁ Θεὸς Λόγος, τὰ μετὰ χεῖ‐
10ρας διεξέρχεται. Διὸ εἴρηται· Ὁ Θεὸς ἔστη ἐν συν‐ αγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει· κατὰ δὲ τὸν Ἀκύλαν· Θεὸς ἔστη ἐν συναγωγῇ ἰσχυρῶν, ἐν ἐγκάτῳ Κύριος κρίνει· κατὰ δὲ τὸν Σύμμαχον· Ὁ Θεὸς κατέστη ἐν συνόδῳ Θεοῦ, ἐν μέσοις Θεὸς
15κρίνων. Κρίνων δὲ οὗτος ὁ Θεὸς, δηλαδὴ ὁ τοῦ Θεοῦ Λόγος, καὶ διακρίνων τὴν λεγομένην συναγωγὴν τῶν θεῶν, ἐλέγχους προσάγει τοῖς κρινομένοις. Καὶ ἐπεὶ δυνατοὶ δυνατῶς ἐτασθήσονται, εἰκότως τὸ τάγμα τῶν προλελεγμένων θεῶν ἀφορίζει ἰδίως καὶ κρίνει, προ‐
20διελθὼν ἐν τῷ πρὸ τούτου λόγῳ τὸν ἔλεγχον τοῦ πλή‐ θους τοῦ λαοῦ. Ἀλλὰ καὶ διακρίνει, κρίνων τοὺς ἀξίους σωτηρίας καὶ τοὺς μὴ τοιούτους. Κρίνει δὲ οὐκ ἐπηρ‐ μένως, οὐδὲ τυραννικῶς, ἐν ὕψει τε προκαθεζόμενος, ἀλλὰ συγκαταβαίνων τοῖς κρινομένοις, μέσος αὐτῶν
25ἵσταται, ὁμοιούμενος αὐτοῖς τῷ σχήματι δι’ οὗ ἀνεί‐ ληφεν ἀνθρώπου. Ἐντεῦθέν τε ἤδη προλαβὼν ἀποτεί‐ νεται σωφρονίζων τοὺς μέλλοντας κρίνεσθαι, καὶ προ‐ φυλαττόμενος αὐτοὺς πρὸς τὸ μὴ περιπεσεῖν τῇ τῆς κρίσεως τιμωρίᾳ, προκατορθῶσαι δὲ καὶ προφυλά‐
30ξασθαι διὰ τῶν προσαγομένων αὐτοῖς ἐλέγχων. Διὸ φάσκει· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνατε πτωχῷ καὶ ὀρφανῷ. Τὰ ὅμοια δὲ τούτοις καὶ διὰ Ἡσαΐου τὸ προφητικὸν Πνεῦμα κέκραγε λέγον· Μάθετε καλὸν
35ποιεῖν, ἐκζητήσατε κρίσιν, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήρᾳ· καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ἀλλὰ ταῦτα μὲν ὁ λόγος προδιαστέλλεται· οἱ δὲ τῇ τῶν θεῶν ἐπηγορίᾳ
40τιμηθέντες, καὶ τοσαύτης διδασκαλίας ἀξιωθέντες, οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπο‐ ρεύονται. Ταῦτα δὲ καὶ εἰς τὸν καιρὸν τῆς πρώτης τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἀναφέροιτο ἂν, καθ’ ὃν ἐν ταῖς συναγωγαῖς παραβάλλων τοῦ Ἰουδαίων ἔθνους,
45καὶ μέσος τῶν ἀρχόντων παριὼν, τὰς πρὸς αὐτοὺς ἐποιεῖτο διαλέξεις, ἐλέγχους τε αὐτοῖς ἐπῆγε, μαρτυ‐ ρόμενος καὶ διαστελλόμενος τὰ περὶ τῆς μελλούσης αὐτοὺς διαλήψεσθαι κρίσεως. Οὕτως οὖν ὁ Θεὸς ἦν κατ’ ἐκεῖνο καιροῦ ἑστὼς ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ

23

.

984

(50)

τε τοὺς προλεχθέντας κρίνων θεούς· ἀντὶ γὰρ τοῦ, διακρίνει, ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας, κρίνων, ἐκ‐ δεδώκασι. Καὶ ὅρα ὅπως θεοὺς ὠνόμασε τοὺς κρινο‐ μένους, καὶ θεῶν συναγωγὴν οὐκ ὤκνησεν ἀποκαλέ‐ σαι, εἰς δυσώπησιν τῶν ἀρνουμένων τοῦ Σωτῆρος τὴν
55θεότητα. Εἰ γὰρ τοὺς ἐλεγχομένους καὶ ἐπὶ κακίᾳ διαβαλλομένους οὐκ ὤκνει θεοὺς ὀνομάζειν, τὸν τῶν
τοσούτων παραδόξων ἔργων ποιητὴν, τὸν τὴν κρίσιν984 in vol. 23

23

.

985

παρὰ τοῦ Πατρὸς εἰληφότα, πῶς οὐ δικαιότατον τῇ τοῦ Θεοῦ σεβασμίῳ τιμῇ σεμνύνειν; Τοῦτό τοι καὶ αὐτὸς ὁ Σωτὴρ δυσωπητικῶς πρὸς αὐτοὺς τοὺς Ἰου‐ δαίων ἄρχοντας προὔτεινεν, αὐταῖς δὲ ταύταις κε‐
5χρημένος ταῖς παρούσαις λέξεσιν. Εἰρηκότων γὰρ αὐτῶν· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν· ἀνταπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, ὅτι, Ἐγὼ
10εἶπα· Θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος ἐγένετο τοῦ Θεοῦ, καὶ οὐ δύναται λυθῆ‐ ναι ἡ Γραφὴ, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι βλασφημεῖ, ὅτι εἶπον· Υἱὸς Θεοῦ εἰμι. Εἰ δὲ λέγοι ὁ Σωτὴρ, ὅτι, Οὐκ
15ἔστι γεγραμμένον ἐν τῷ νόμῳ; μὴ θαυμάσῃς· ἐπεὶ πάντα λόγον Θεοῦ, οὐ μόνον τὸν διὰ Μωσέως, ἀλλὰ καὶ τὸν διὰ τῶν προφητῶν λελεγμένον, ὥσπερ τινὰ βασιλικὸν νόμον ἀποδέχεσθαι διδάσκει· ὥστε καὶ τὰ διὰ τῶν προφητῶν παρηγγελμένα εὐλόγως ἄν τινα
20εἶναι φάναι νόμους Θεοῦ· καὶ τὸ διὰ τῆς ψαλμῳδίας ὁμοίως. Αὐτὸς οὖν ὁ τοῦ Θεοῦ Λόγος, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἔστη ἐν συναγωγῇ θεῶν, καὶ μέσος τῶν ἐν ἀνθρώποις ὠνομα‐ σθέντων θεῶν γεγονὼς, ἔκρινεν αὐτοὺς, ὁπηνίκα πρὸς
25αὐτοὺς ἔλεγεν· Ὁ λόγος ὃν ἐλάλησα πρὸς ὑμᾶς, αὐτὸς ὑμᾶς κρίνει. Καὶ μᾶλλον οὕτω πρέποι ἂν ἐκδέχεσθαι τὴν παροῦσαν Γραφὴν, ἢ νομίζειν τὸν ἐπέκεινα τῶν ὅλων Θεὸν, αὐτὸν τὸν Πατέρα, ἐν τού‐ τοις εἰσάγεσθαι μεταξὺ θεῶν ἑτέρων ἑστῶτα. Οὔτε
30γὰρ ἰσοτίμους αὐτῷ τινας εἶναι ὑπονοεῖν θέμις, οὔτε αὐτὸν εἰς τοσοῦτον καταγαγεῖν, ὡς μέσον ἀνθρώπων παρεῖναι καὶ ἑστάναι ὑποτίθεσθαι. Ταῦτα δὲ πάντα ἂν ἁρμόζοι τῷ Χριστῷ τοῦ Θεοῦ· ὃς δὴ φάσκων· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρ‐
35τωλῶν λαμβάνετε; οὐ πρὸς ἐκείνους μόνους οἷς παρὼν ὡμίλει, ἀλλὰ καὶ πρὸς πάντας εἴποι ἂν ταῦτα, τοὺς τὴν ἐξουσίαν τοῦ κρίνειν ἑτέρους εἰληφότας. Μέμφεται δὲ εἰκότως τοὺς καθυποκρινομένους μὲν τὰ τῶν πλουσίων πρόσωπα, καταπονοῦντας δὲ τοὺς
40πένητας· δέον τῷ τῆς δικαιοσύνης ζυγῷ δικάζειν, μνημονεύοντας φάσκοντος νόμου· Οὐ λήψῃ πρόσ‐ ωπον ἐν κρίσει. Νυνὶ δὲ πολλάκις καὶ ἡμεῖς ἐπὶ μὲν τῶν πενήτων πταιόντων σμικρά τινα ἀπότομοι γιγνό‐ μεθα κριταὶ, καὶ ἀπαραίτητοι ἐν ταῖς κατ’ αὐτῶν
45ἀποφάσεσι· πλουσίων δὲ τὰ μέγιστα ἐξαμαρτανόν‐ των, ἔπειτα παραβαλλόντων εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, πρόσωπα λαμβάνομεν· ὥστε καὶ πρὸς ἡμᾶς ἁρμόττει τό· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσ‐ ωπα ἁμαρτωλῶν λαμβάνετε; Ἐν δὲ τῷ λέγειν, ἕως πότε, ὑπομιμνήσκει τῆς τοῦ βίου ἀπαλλαγῆς.

23

.

985

(50)

Πόσον γὰρ, φησὶν, ἕξετε χρόνον ἐν ᾧ τοιοῦτοι ἔσεσθε; καὶ λοιπὸν διαλήψεται ὑμᾶς ἡ τοῦ Θεοῦ κρίσις. Διὸ ἐπιλέγει· Κρίνατε πτωχὸν καὶ ὀρφανὸν, τα‐ πεινὸν καὶ πένητα δικαιώσατε. Ἐξέλεσθε πένητα, καὶ πτωχὸν ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε. Ἐὰν μὲν οὖν τούτων ἀκροώμενοι παιδευώμεθα καὶ τὰ παρ‐
55αγγέλματα φυλάττοιμεν, τῆς ἐκ τῶν λόγων ὠνάμεθα ὠφελείας. Ἐπεὶ καὶ ἡμῖν λεχθήσεται· Οὐκ ἔγνωσαν,
οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται. Τί δὲ οὐκ986 in vol. 23

23

.

988

ἔγνωσαν οὐδὲ συνῆκαν, ἢ ὅτι ὅσον οὔπω καὶ αὐτοὶ παραστήσονται τῷ βήματι τοῦ Θεοῦ, λόγον δώσοντες περὶ ὧν οὐ δικαίως ἔκριναν; Οἱ δὲ μὴ πρὸ ὀφθαλ‐ μῶν θέμενοι τὴν κρίσιν τοῦ Θεοῦ ἐν σκότει διαπο‐
5ρεύονται, τῷ τῆς ἀγνοίας σκότῳ τὰ τῆς ψυχῆς αὐτῶν ὄμματα πληρώσαντες. Διὸ προσήκει, τῷ τοῦ λόγου φέγγει φωτιζομένους, ἢ μὴ κρίνειν, μνημονεύοντας τοῦ εἰρηκότος· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ἢ εἰ ἀνάγκη ποτὲ κρίνειν, κατὰ τὸ δικαιότατον τοῦτο
10ποιεῖν καὶ ἐλέγχειν τοὺς ἁμαρτάνοντας, κἂν δέοι ὑπὲρ ἀληθείας θνήσκειν, πεπεισμένους ἀκριβῶς, ὅτι πάν‐ των ἔσται συντέλεια καὶ μεταβολὴ ἐπὶ τῇ καθολικῇ κρίσει τοῦ Θεοῦ, ἣν ποιήσεται διὰ τοῦ Χριστοῦ αὐ‐ τοῦ· ἣν καὶ ὁ παρὼν παρίστησι λόγος ἐπισυνάπτων
15ἑξῆς τό· Σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς. Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Ἔτι πρὸς τοὺς προλεχθέντας θεοὺς, ἡγουμένους δηλαδὴ καὶ ἄρχον‐
20τας τοῦ λαοῦ, ὁ μέσος αὐτῶν γενόμενος Θεὸς καὶ τὰ παρόντα ἀποτείνεται, διδάσκων, ὡς αὐτὸς μὲν, τὴν τοῦ Πατρὸς ἀφθονίαν μιμούμενος, πᾶσιν αὐτοῖς τῆς αὐτοῦ θεότητος οὐκ ἐφθόνησε μεταδοῦναι, ὡς καὶ θεοὺς ἀναγορεῦσαι αὐτοὺς καὶ υἱοὺς Ὑψίστου πάντας ἂν
25εἰπεῖν, ὅπερ αὐτῷ μόνῳ προσῆν· οἱ δὲ τὴν χάριν ἐν‐ ύβρισαν. Νοήσεις δὲ πῶς τιμὴν θεῶν οἱ ὑπὸ τοῦ Θεοῦ τὴν ἀρχὴν εἰληφότες παρὰ τοῖς ἀρχομένοις ἐκτήσαν‐ το, ἐπιστήσας ὅπως εἴρηται τῷ Μωσεῖ· Ἰδοὺ καθέστηκά σε σήμερον θεὸν τῷ Φαραὼ, καὶ
30Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σοι προφήτης. Ὥσπερ γὰρ Μωσῆς, ἄνθρωπος ὢν Θεοῦ καὶ παρ’ αὐτοῦ τὴν τιμὴν λαβὼν, θεὸς ἀνηγορεύθη τοῦ Φαραώ· τὸν αὐτὸν τρόπον καὶ πάντες οὓς ἂν τιμήσειεν ὁ Θεὸς, θεῶν χώραν παρὰ τοῖς ὑποτεταγμένοις εἰλήφασιν.
35Ἔνθεν καὶ οἱ ἀρχόμενοι προσίασιν αὐτοῖς μετὰ εὐ‐ λαβείας καὶ δέους, οὐ διά τινα δορυφορίαν στρατιω‐ τικὴν, οὐ διὰ πλοῦτον καὶ δυναστείαν, διὰ δὲ τὴν ὑπὸ Θεοῦ περιθεῖσαν αὐτοῖς τιμήν. Οὕτω γὰρ καὶ Μω‐ σέως ἦν δεδοξασμένον τὸ πρόσωπον· οὕτω καὶ τῶν
40ἀποστόλων τοῦ Σωτῆρος ἡμῶν, οὕτω καὶ τῶν πάλαι τοῦ Θεοῦ προφητῶν, οὕτω καὶ πάντων τῶν ἀληθῶς τοῦ Θεοῦ δούλων, ἀδόξως μενόντων καὶ πτωχῶν κατὰ τὸν βίον, τετιμημένων δὲ παρὰ τοῖς θεοσεβέσι διὰ τὴν ἐκ Θεοῦ δεδομένην αὐτοῖς χάριν. Ἐγὼ μὲν οὖν, φη‐
45σὶ, καὶ ἠθέλησα, καὶ εἶπον· Θεοί ἐστε· βουληθεὶς ὑμᾶς ὁμοίως ἐμοὶ τῷ μέσῳ ὑμῶν ἑστῶτι Θεῷ υἱοὺς γενέσθαι τοῦ Ὑψίστου· ὑμεῖς δὲ τὴν χάριν ἠθετήσατε. Ταῖς γοῦν ἀνθρωπίναις κακίαις καὶ ταῖς ὑμετέραις ἁμαρτίαις ἐναποθνήσκετε. Ψυχὴ γὰρ ἡ ἁμαρτά‐

23

.

988

(50)

νουσα, αὐτὴ ἀποθανεῖται. Διὸ καὶ ὑμεῖς ὡς ἄν‐ θρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόν‐ των πίπτετε. Ὡς γὰρ ἦν ποτε ὁ διάβολος τιμῆς ἠξιω‐ μένος παρὰ τῷ Θεῷ καὶ τῶν ἐν οὐρανοῖς ἀρχοντικῶν ἀγγέλων εἷς· εἶτα μοχθηρᾷ προαιρέσει χρησάμενος
55ἀποπέπτωκε τῆς αὐτοῦ χώρας, ὡς εἰρῆσθαι περὶ αὐ‐ τοῦ· Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος
ὁ πρωὶ ἀνατέλλων; τοιοῦτοί τινες καὶ ὑμεῖς γεγό‐988 in vol. 23

23

.

989

νατε, οὐκ ἐκ φύσεως ὄντες κακοὶ, χρησάμενοι δὲ οὐκ ἀγαθῇ τῇ προαιρέσει. Διὸ τὰ μὲν παρ’ ἐμοῦ εἰς Θεοῦ τιμὴν ὑμᾶς ἐκάλει· ὑμεῖς δὲ τὸν ἄρχοντα τῆς πτώ‐ σεως μιμησάμενοι, ὡς εἷς τῶν ἀρχόντων καὶ αὐτοὶ
5πίπτετε. Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι. Σφόδρα ἀκολούθως διὰ τοῦ πρὸ τούτου ψαλμοῦ κατηγορήσας ὁ λόγος τοῦ παντὸς Ἰουδαίων ἔθνους, καὶ διὰ τοῦ μετὰ χεῖρας δὲ ὡσαύτως τῶν ἀρχόντων τοῦ λαοῦ
10κατηγορίαν πεποιημένος, διαλλαγὴν αἰτεῖ καὶ ἐπιφά‐ νειαν εὔχεται γενέσθαι οὐκέτι τῷ Ἰουδαίων ἔθνει, ἀλλὰ πᾶσι τοῖς ἔθνεσι. Διὸ ἐπιλέγει· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι. Τίς δέ ἐστιν ὁ κληρονομήσας ἐν
15πᾶσι τοῖς ἔθνεσι, μὴ ἐρώτα, τὸ δὲ πρᾶγμα ἐξέταζε, καὶ εὑρήσεις οὐδὲ ἄλλον ἢ τὸν Χριστὸν τοῦ Θεοῦ· πρὸς ὃν λέλεκτο ὑπὸ τοῦ Πατρός· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ
20τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Τοῦτον οὖν διεγείρων τὸν ἐν μέσῳ τῶν θεῶν Θεὸν στάντα καὶ διελέγξαντα τοὺς προλεχθέντας, ἤδη ποτὲ ἐπὶ πέρας ἐπαγαγεῖν τὴν πρὸς αὐτὸν ἐπαγγελίαν ὁ παρὼν ἀξιοῖ λόγος φήσας· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν,
25ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν. Οἱ μὲν γὰρ προκατηγορηθέντες, φησὶ, κακοὶ γενόμε‐ νοι κριταὶ, ἐν σκότῳ διεπορεύθησαν· ἐπεὶ δέ σοι πρέπει τὸ δικαίως κρίνειν· μόνῳ γὰρ τὴν κρίσιν ὁ Πατὴρ ἔδωκε τῷ Υἱῷ· ἤδη ποτὲ σὺ αὐτὸς ἀνάστηθι,
30διὰ τῆς σαυτοῦ ἀναστάσεως τὴν κοινὴν πάντων ἀν‐ θρώπων ἀνάστασιν ποιησόμενος· καὶ κρῖνον τὴν γῆν, πάντας δηλαδὴ τοὺς τὴν γῆν οἰκοῦντας ἀνθρώπους. Πρέπει δέ σοι πάντας ἀνθρώπους κρίνειν, ἐπειδὴ σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι. Καὶ ὁ μὲν παρὼν ψαλμὸς συναγωγὴν θεῶν ὠνόμασε, καὶ
35Θεὸν μέσον ἑστῶτα, καὶ θεοὺς διακρίνοντα, πᾶσάν τε τὴν διδασκαλίαν περὶ κρίσεως ἐποιήσατο· ἐπή‐ γαγέ τε ἐπὶ τέλει τὸ, Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν. Ταῦτά τε πάντα τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προ‐ φήτου Ἀσὰφ ἐξενήνεκται. Ἐπεὶ δὲ εὕρομεν καὶ τὸν μθʹ ψαλμὸν καὶ αὐτὸν ἐπιγεγραμμένον Τοῦ Ἀσὰφ,
40καὶ τὰ περὶ κρίσεως διειληφότα ὁμοίως τοῖς προκει‐ μένοις· εἰκότως ἡγησάμεθα ἀκόλουθον εἶναι ἐκεῖνον τούτῳ, ὄντα μὲν ὁμοίως τοῦ Ἀσὰφ, τὴν αὐτὴν ὑπό‐ θεσιν εἰσηγούμενον. Εἴρηται γοῦν καὶ ἐν αὐτῷ· Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ
45ἀνατολῶν ἡλίου μέχρι δυσμῶν. Θέα γὰρ ὅπως τὸ μὲν τέλος τοῦ μετὰ χεῖρας φάσκει· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν· ἡ δὲ τοῦ μθʹ ἀρχή· Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Καὶ ἐν‐ ταῦθα μὲν εἴρηται· Ὅτι σὺ κατακληρονομήσεις ἐν

23

.

989

(50)

πᾶσι τοῖς ἔθνεσιν· ἐν ἐκείνῳ δὲ, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· καὶ πάλιν ἐν μὲν τῷ μθʹ λέ‐ λεκται· Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· ἐλθὼν δὲ τί ποιήσει, ὁ μετὰ χεῖρας διδάσκει λέγων· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ
55θεῶν· ἐν μέσῳ δὲ θεοὺς διακρίνει. Πῶς δὲ δια‐ κρίνει, ὁ μθʹ διασαφεῖ φάσκων· Πῦρ ἐναντίον αὐ‐
τοῦ καυθήσεται· κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα.990 in vol. 23

23

.

992

Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. Τούτων τοιγαροῦν ἕνεκα εἰκότως ἕπεσθαι τῷ μετὰ χεῖρας ἡγησάμεθα τὸν μθʹ. Κἀκεῖνο δὲ τηρητέον, ὡς ὁμοίως τοῖς ἐν‐
5ταῦθα συνημμένοις τοῦ Ἀσὰφ ψαλμοῖς τὴν ἀποβο‐ λὴν τοῦ Ἰουδαίων ἔθνους, καὶ ταύτης τὰς αἰτίας περιέχουσι. Καὶ ὁ μθʹ τοῦ αὐτοῦ τυγχάνων προφή‐ του, ἀνατροπὴν τοῦ Μωσέως νόμου εἰσάγει διὰ τῆς τῶν θυσιῶν παραιτήσεως· ὥστε καὶ ἐν ταὐτῷ τὴν
10ἀκολουθίαν δείκνυσθαι τῆς τῶν ἐμφερομένων δια‐ νοίας. Διὰ τί δὲ μετατέθειται ὁ μθʹ ἐκ τῆς τῶν προ‐ κειμένων συναφείας, προτέτακται δὲ τῆς ἐν τῷ νʹ ψαλμῷ ἐξομολογήσεως, ἐν τοῖς εἰς αὐτὸν τεθεωρημέ‐ νοις ἡμῖν προδιείληπται.
15ῼΔΗ ΨΑΛΜΟΥ Τῼ ΑΣΑΦ. ΠΒʹ. Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; Μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς, ὁ Θεός. Ὁ μὲν οθʹ ψαλμὸς προανεφώνει τὸν ἀφανισμὸν τοῦ ἀμπελῶνος καὶ τὴν πτῶσιν τοῦ Ἰουδαίων ἔθνους, τοῦ τε παρ’ αὐτοῖς τε‐
20τιμημένου τόπου τὸν ἐμπρησμὸν καὶ τὴν ἐρημίαν· οἱ δ’ ἑξῆς αὐτῷ δύο τὴν αἰτίαν ἐδίδασκον δι’ ἣν πε‐ πόνθασι ταῦτα· ὁ δὲ παρὼν, συνημμένος ἐκείνοις, ἱκετηρίαν καὶ δέησιν ὑπὲρ τοῦ λαοῦ ποιεῖται. Ἔδει γὰρ μετὰ τὰ σκυθρωπὰ ὥσπερ τινὰ θεραπείαν προσ‐
25άγειν τοῖς προλεχθεῖσι, μέλλοντας ἐν τούτῳ περιγρά‐ φεσθαι τοὺς Τοῦ Ἀσὰφ ψαλμούς. Διὸ καὶ ᾨδὴ ψαλμοῦ ἐπιγέγραπται ὁ παρὼν λόγος, διὰ τὸ τὰ χρηστὰ ὑπερ‐ εύχεσθαι τοῦ λαοῦ. Ἔστι δὲ ὁ παρὼν τῶν ἐπιγεγραμ‐ μένων Τοῦ Ἀσὰφ ιαʹ, ὧν πρῶτος ἦν ὁ οβʹ, συμπαρα‐
30λαμβανομένου τοῖς προκειμένοις τοῦ μʹ καὶ θʹ, διὰ τὸ καὶ αὐτὸν εἶναι τοῦ Ἀσάφ. Γένοιντ’ ἂν οἱ πάντες τὸν ἀριθμὸν ιβʹ. Λέγει δὲ διὰ τοῦ παρόντος ὁ Προφή‐ της ἐν τῇ πρὸς τὸν Θεὸν ἱκετηρίᾳ· Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; Μὴ σιγήσῃς, μηδὲ καταπραΰ‐
35νῃς, ὁ Θεός. Ὁ μὲν γὰρ, φησὶ, τῷ Θεῷ μακροθύμῳ ὄντι καὶ ἀνεξικάκῳ, καὶ διὰ τοῦτο πάντων ἀνεχο‐ μένῳ, οὐδεὶς ὅμοιος. Τίς γάρ σοι παραπλησίως τὰς τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν δυσφημίας καὶ ὑπερ‐ ηφανίας οἷός τ’ ἂν εἴη φέρειν; Διὸ σοὶ μὲν, ὁ Θεὸς,
40οὐδεὶς ὁμοιωθήσεται· ἐγὼ δὲ ὡς ἄνθρωπος, ἡττώμε‐ νος ὑπὸ τῆς ἐμαυτοῦ ἀσθενείας, τολμῶ δεῖσθαι, καὶ σοὶ τῷ Θεῷ μεθ’ ἱκετηρίας λέγειν· Μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς, ὁ Θεός. Σιγᾷν δὲ λέγεται ὁ Θεὸς, ἐπειδὰν ἐπαιρομένων τῶν ἀθέων καὶ δυσσεβῶν
45ἀνδρῶν, ἀπροσποίητος μένει, μὴ ἐπάγων παραχρῆμα τὴν κατ’ αὐτῶν ὀργὴν, μηδὲ ταῖς κατ’ αὐτῶν τιμω‐ ρίαις χρώμενος. Διὸ καὶ τοῖς ἁμαρτάνουσιν ὁ αὐτὸς Ἀσὰφ ἐν τῷ μʹ καὶ θʹ τὸν Θεὸν εἰσάγει λέγοντα· Ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες ἀνο‐

23

.

992

(50)

μίαν, ὅτι ἔσομαί σοι ὅμοιος. Τὰ δὲ αἴτια τῆς σιγῆς τοῦ Θεοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας παι‐ δεύει ὁ Ἀπόστολος γράφων· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μα‐ κροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν
55τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Ἀλλὰ σὺ μὲν,
φησὶν, ὡς Θεὸς πάντων ἀνεχόμενος, πάντας φέρεις992 in vol. 23

23

.

993

πράως, καὶ ἐπὶ τοῖς ἀσεβῆ καὶ ἄθεα ἁμαρτάνουσι, καὶ κατὰ σοῦ τοῦ Θεοῦ βλασφημοῦσι, σιωπᾷς· ἐγὼ δὲ, μὴ δυνάμενος ταῦτα ὁρᾷν, δέομαι καὶ ἱκετεύω συγ‐ γνώμης τυχεῖν ἐπὶ τὸ μὴ δύνασθαι φέρειν σοι τῷ Θεῷ
5παραπλησίως· τίς γάρ σοι ὁμοιωθήσεται; Διὸ ὡς ἄνθρωπος, ζῆλον ἔχων τὸν ὑπὲρ τῆς σῆς εὐσεβείας, τολμῶ ἱκετηρίαν σοι προσάγειν· ὥστε παύσασθαι μὲν τῆς ἀφάτου μακροθυμίας καὶ τῆς ἀνεξικάκου σιωπῆς· ἤδη δέ ποτε κινηθῆναι κατὰ τῶν τὰ ἀνήκεστα
10τετολμηκότων. Διό φημι· Μὴ σιγήσῃς, μηδὲ κατα‐ πραΰνῃς· ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας, Μὴ καθησυχά‐ σῃς, ὁ δὲ Σύμμαχος, Μὴ ἐρημάσῃς, εἰρήκασιν. Εἶτ’ ἐπιλέγει ἑξῆς· Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχη‐ σαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν. Κατὰ δὲ
15τὸν Ἀκύλαν· Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ὤχλασαν, καὶ μισοποιοῦντές σε ἦραν κεφαλήν· κατὰ δὲ τὸν Σύμμαχον· Ἰδοὺ γὰρ οἱ ἐχθροί σου, φησὶ, συν‐ ηχοῦσι, καὶ οἱ μισοῦντές σε ἐπαίρουσι κεφαλήν. Ἠχοῦσι δὲ καὶ ὀχλάζουσιν οἱ ἐχθροὶ τοῦ Θεοῦ, ὅτε
20οὐκέτι κρύβδην, οὐδὲ πεφεισμένως τολμῶσι παρα‐ φθέγγεσθαι τὰς κατὰ τοῦ Θεοῦ βλασφημίας· ἤδη δὲ ἐκ τοῦ προφανοῦς καὶ ἀθρόως οἱ πάντες κατὰ τοῦ Θεοῦ τὰ ἄθεα προφέρονται ῥήματα, ὁποῖα τολμῶσι πράττειν κατὰ τοὺς τῶν διωγμῶν καιρούς. Εἶτα δὲ
25καὶ ὑψαυχενοῦντες καὶ φρυαττόμενοι τὴν κεφαλὴν ἐπαίρουσιν, ὅτε μάλιστα ἐπιτριβὴν αὐτοῖς ἡ σιωπὴ τοῦ Θεοῦ κατεργάζεται. Τούτων δὲ τὴν κεφαλὴν αἰρόντων, οἱ τοῦ Θεοῦ ἄνθρωποι καταπονούμενοι ταπεινοῦνται· ὡς ἔμπαλιν ταπεινουμένων τῶν ἐχθρῶν τοῦ Θεοῦ αἱ τῶν ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν κεφαλαὶ ὑψοῦνται. Διὸ εἴρηταί που ἐξ αὐτῶν προσώπου τό· Καὶ νῦν ὕψωσε κεφαλήν μου ἐπ’ ἐχ‐
30θρούς μου. Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώ‐ μην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. Εἶ‐ παν· Δεῦτε, καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι.
35Δυσωπεῖ τὸν Θεὸν ὁ Προφήτης ἐν ἁγίῳ Πνεύματι, διὰ τοῦ ὑπομιμνήσκειν, ὡς ἄρα λαὸς αὐτοῦ γεγόνοιο τὰ τοσαῦτα πεπονθώς. Εἶτα καὶ τῶν ἐν τῷ λαῷ διαλαμψάντων πάλαι πρότερον ἁγίων τοῦ Θεοῦ μέ‐ μνηται, δεόμενος καὶ ἀντιβολῶν μὴ τῶν ἐν αὐτοῖς
40ἀσεβῶν καὶ παρανόμων, μόνων δὲ τῶν ἁγίων αὐτοῦ μνησθῆναι, καὶ δι’ αὐτοὺς τὸ πᾶν κατελεῆσαι ἔθνος. Ἀκόλουθα δὲ αὐτοῖς ποιοῦντες οἱ ἐχθροὶ τοῦ Θεοῦ, τὸν λαὸν αὐτοῦ πολεμοῦσι, πανουργίᾳ χρώμενοι καὶ δόλῳ, πρὸς τὸ καταβαλεῖν αὐτὸν καὶ ἀποστῆσαι τῆς
45τοῦ Θεοῦ εὐσεβείας. Διὸ λέλεκται· Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύ‐ σαντο κατὰ τῶν ἁγίων σου. Μεμελημένως γὰρ καὶ πεφροντισμένως μηχανάς τινας κρυφίους κατὰ τοῦ λαοῦ τοῦ Θεοῦ καττύουσι, κατά τε τῶν ἁγίων αὐτοῦ

23

.

993

(50)

ἐπιβουλὰς κατασκευάζονται, δι’ ἕνα σκοπὸν ὃν ἐν ἑαυτοῖς προθέμενοί φασι· Δεῦτε, καὶ ἐξολοθρεύσω‐ μεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα τοῦ Ἰσραὴλ ἔτι. Οἱ μὲν οὖν θεομάχοι οὐ βούλονται ἐν ἀνθρώποις ἔθνος Θεοῦ ὑφεστάναι· ἀλλὰ καὶ τὸ
55ὄνομα τοῦ Ἰσραὴλ ἐξαλειφθῆναι σπουδάζουσιν. Ὁ δὲ Θεὸς, ἀεὶ ἔθνος ἑαυτῷ ἐπὶ γῆς καταρτίζων, μετὰ τὴν
τοῦ προτέρου λαοῦ πτῶσιν τὴν ἐξ ἐθνῶν συνεστήσατο994 in vol. 23

23

.

996

Ἐκκλησίαν, καὶ τὸ καινὸν καὶ νέον ἔθνος, τὸ καθ’ ὅλης τῆς οἰκουμένης ἐκ τῆς τῶν ἐθνῶν ἐκλογῆς ὑπο‐ στάν. Διὸ μειζόνως καὶ τὸ ὄνομα τοῦ Ἰσραὴλ, καὶ πάντων τῶν θεοφιλῶν ἀνδρῶν ἡ μνήμη ἀνυμνεῖται, τά τε τῆς θεοσεβείας κατορθώματα διαλάμπει.
5 Ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό· κατὰ σοῦ διαθήκην διέθεντο τὰ σκηνώματα τῶν Ἰδουμαίων, καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἀγαρηνοὶ, Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλὴκ, ἀλ‐ λόφυλοι μετὰ τῶν κατοικούντων Τύρον. Καὶ γὰρ
10καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ’ αὐτῶν, ἐγενή‐ θησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ. Διάψαλμα. Ὥσπερ διεγείρων καὶ παροξύνων τὸν Θεὸν ὁ Προφή‐ της ἐν τῇ ἱκετηρίᾳ τῇ ὑπὲρ τοῦ λαοῦ φάσκει τὸ, κατὰ σοῦ. Οὐ γὰρ κατὰ τοῦ λαοῦ, φησὶν, ἀλλὰ κατὰ
15σοῦ καὶ κατὰ τῆς σῆς διαθήκης τετολμήκασιν οἱ τοῦ λαοῦ σου πολέμιοι. Εἶθ’ ἑξῆς διεξέρχεται τὰ ἐν τῇ τῶν Ἀσσυρίων ἐπιθέσει κατὰ Ἰουδαίων ἔθνους πραχθέντα. Καὶ ταῦτα θεσπίζει προδιελθὼν τὰς αἰτίας, δι’ ἃς τοῖς πολεμίοις παρεδόθησαν. Ἐν μὲν γὰρ τῷ πρὸ
20τούτου ψαλμῷ τοὺς ἄρχοντας ἀπήλεγχε τοῦ λαοῦ φή‐ σας· Ἕως πότε κρίνετε ἀδικίαν; καὶ πάλιν· Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύον‐ ται. Ἐν δὲ τῷ ἀνωτέρω τὸ πᾶν διέβαλλεν ἔθνος εἰ‐ πών· Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς
25μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Ἀλλὰ καὶ ἐν τῷ οζʹ μακρὸν κατάλογον τῶν παρανομημάτων αὐτῶν διεξῆλθεν. Ἀκολούθως οὖν τὰ συμβεβηκότα αὐτοῖς μακροῖς ὕστερον χρόνοις διὰ τὰς προλεχθείσας αἰτίας προφητεύει. Καὶ ἐκεῖ κατὰ διαφόρους χρόνους πεπο‐
30λιόρκηνται· πρότερον μὲν ὑπὸ Βαβυλωνίων, δεύτε‐ ρον δὲ ὑπ’ Ἀντιόχου τοῦ τῆς Συρίας βασιλέως, καὶ τὸ πάντων ὕστατον ὑπὸ Ῥωμαίων μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν τόλμαν. Εἰκότως τῇ προγνώσει τοῦ Πνεύματος τὰς τρεῖς ταύτας ὁ αὐτὸς προφή‐
35της προαναφωνεῖ πολιορκίας· ἐν μὲν τῷ ογʹ τὴν ὑστάτην σημαίνων, ὡς κατὰ τοὺς οἰκείους τόπους παρεστήκαμεν· ἐν δὲ τῷ οηʹ τὴν ἐπὶ Ἀντιόχου τοῦ Σύρου, καθὼς ἀποδέδεικται· ἐν δὲ τῷ μετὰ χεῖρας τῆς πρώτης μέμνηται, λέγω δὲ τῆς Ἀσσυρίων, ἣν
40καὶ ὁ οθʹ ἐθέσπισε, τὸν ἐμπρησμὸν τοῦ ἀμπελῶνος καὶ τὴν ἐρημίαν αὐτοῦ σημήνας. Ἔστι δ’ οὖν καὶ ἀπὸ τῆς ἱστορίας μαθεῖν, ὅσα κατὰ τὸ αὐτὸ συνῆλθον ἔθνη κατὰ τοῦ Ἰουδαίων λαοῦ ἐν τῇ πρώτῃ τῶν Ἀσ‐ συρίων ἐπιθέσει, ἃ καὶ ἡ μετὰ χεῖρας καταριθμεῖται
45προφητεία· πρώτους Ἰδουμαίους ὀνομάζουσα, εἶτα Ἰσμαηλίτας, καὶ τρίτους Μωαβίτας, καὶ τετάρτους Ἀγαρηνοὺς, εἶτα Γεβαληνοὺς, καὶ Ἀμμανίτας, καὶ Ἀμαληκίτας. Καὶ ἐπὶ τούτοις, Ἀλλόφυλοι, φησὶ, μετὰ τῶν κατοικούντων Τύρον. Ἀντὶ δὲ τοῦ, ἀλλό‐

23

.

996

(50)

φυλοι, Ἀκύλας καὶ Σύμμαχος, Φυλισταίαν, ἐκδεδώ‐ κασιν· ἔθος δὲ καλεῖν τούτῳ τῷ ὀνόματι τοὺς τὴν Γάζαν καὶ τὴν Ἀσκάλωνα καὶ τὴν πάραλον οἰκοῦν‐ τας. Καὶ οὗτοι τοίνυν ἐφεξῆς οἱ παραλιῶται ἀλλό‐ φυλοι μετὰ τῶν κατοικούντων Τύρον ἐπέθεντο, φησὶ,
55κατὰ τοῦ λαοῦ σου· καὶ ἐπὶ πᾶσιν ὁ Ἀσσύριος, τὸ
δὴ κεφάλαιον τῶν κακῶν, σὺν τούτοις ὁρμώμενος,996 in vol. 23

23

.

997

καὶ τούτοις συμμάχοις χρώμενος, τὴν παράταξιν ἐποιήσατο· ὁμοῦ τε πάντες οἱ προλεχθέντες ἐγενή‐ θησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ. Ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας, Ἐγένοντο, φησὶ, βραχίων τοῖς υἱοῖς
5Λώτ· ὁ δὲ Σύμμαχος, Ἐγένοντο σύμμαχοι τοῖς υἱοῖς Λώτ. Υἱοὶ δὲ Λὼτ ἦσαν Ἀμμανῖται καὶ Μωα‐ βῖται· δύο γὰρ οὗτοι γεγόνασιν υἱοὶ τοῦ Λὼτ, Μωὰβ καὶ Ἀμμών. Ταῦτα δὲ ὅτι μηδὲ ἄλλοτε ἐπληροῦτο ἢ κατὰ τοὺς Ἀσσυρίων χρόνους, σαφῶς ἡ ἱστορία
10παρίστησι. Τὸ τηνικαῦτα γὰρ πάντα τὰ ἐκ γειτόνων ἔθνη διαφθονούμενα τῇ Ἱερουσαλὴμ καὶ τῷ ἐν αὐτῇ γεγραμμένῳ ναῷ τοῦ Θεοῦ, διψῶντά τε τὴν ἀπώ‐ λειαν τοῦ παντὸς Ἰουδαίων ἔθνους, ὁμοῦ οὖν ἐπέθεντο κατ’ αὐτῶν τῇ τῶν Βαβυλωνίων δυναστείᾳ συμμαχή‐ σαντα. Τότε μὲν οὖν πολλὰ συνῆκτο κατ’ αὐτῶν τὰ τοῖς Ἀσσυρίοις συμμαχοῦντα ἔθνη. Οὔτε δὲ κατὰ Ἀντίο‐
15χον, οὔτε κατὰ τὴν ὑστάτην πολιορκίαν, τὰ προκατηριθμημένα ἔθνη φαίνεται συμμαχήσαντα Ῥωμαίοις, ὁπηνίκα τὸν πρὸς Ἰουδαίους συνεστήσαντο πόλεμον. Ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰν καὶ τῷ Σισάρᾳ, ὡς τῷ Ἰαβὶμ ἐν τῷ χειμάῤῥῳ Κισών. Ἐξωλοθρεύ‐ θησαν ἐν Ἀενδὼρ, ἐγενήθησαν ὡσεὶ κόπρος τῇ
20γῇ. Θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμωνᾶ. Τοιαῦτα θεσπί‐ ζει γενέσθαι τοῖς προλεχθεῖσιν ἔθνεσιν ὁ Προφήτης, ὁποῖα τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ, καὶ τῷ Ἰαβὶμ ἐν τῷ χειμάῤῥῳ Κισὼν συνέβη ποτέ· οἵτινες ὁμοῦ πάν‐
25τες ἐξωλοθρεύθησαν ἐν Ἀενδὼρ, καὶ ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ. Ἀλλὰ καὶ τοὺς ἄρχοντας τῶν προλεχθέντων ἐθνῶν τοιαῦτα παθεῖν ἀξιοῖ, ὁποῖα πεπόνθασιν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμω‐ νᾶς. Τούτων δὲ πάντων τὴν ἱστορίαν εὑρήσεις ἐν τῇ
30βίβλῳ φερομένην τῶν Κριτῶν· ἔνθα καὶ ὁ Σισάρα καὶ ὁ Ἰαβὶς, καὶ οἱ λοιποὶ κατωνομασμένοι, ὁπόσα καὶ τίνα κατὰ τοῦ Ἰσραὴλ ἐμηχανήσαντο, καὶ ὁποῖα πεπόνθασιν, ἡ Γραφὴ παρίστησιν. Ἐφ’ ἣν ἀναπέμ‐ ψωμεν τὸν βουλόμενον τὰ κατ’ αὐτοὺς εἰδέναι, διὰ τὸ
35μακροτέραν εἶναι τὴν περὶ αὐτῶν διήγησιν. Τὰ αὐτὰ σὺν ἐκείνοις καὶ τούτους ἱκετεύει παθεῖν, διότι ὁμοίως ἐκείνοις καὶ οὗτοι εἰρήκασι, Κληρονομήσωμεν ἑαυ‐ τοῖς τὸ ἁγιαστήριον τοῦ Θεοῦ. Ἔλεγον δὲ ταῦτα καὶ οἱ περὶ τὸν Σισάρα, καὶ Ἰαβὶς, οἵ τε λοιποὶ, οὓς ὁ
40λόγος κατὰ λέξιν, περὶ τῆς σκηνῆς καὶ τῆς κιβω‐ τοῦ τοῦ Θεοῦ. Τὸ γὰρ ἁγιαστήριον τοῦ Θεοῦ ταῦτα ἦν, μήπω τῆς Ἱερουσαλὴμ συνεστώσης. Ἐπηύξατο δὲ ταῦτα ὁ Προφήτης κατὰ τῶν δεδηλωμένων· εἶτ’ οὐκ εἰς μακρὸν ἐπληροῦτο τὰ τῆς εὐχῆς. Αὐτίκα γοῦν
45παραχρῆμα τῇ κατὰ τῶν Ἰουδαίων πολιορκίᾳ καὶ ἡ Ἀσσυρίων κατελύθη δυναστεία διαρκέσασα χρόνοις· καὶ μέχρι τούτου συστᾶσα μέχρις οὗ τοιαῦτα τετολ‐ μήκασι κατὰ τῆς Ἱερουσαλήμ. Μετ’ οὐ πολὺ γοῦν Κῦρος, τῆς Περσῶν βασιλείας κρατήσας, καταλύει

23

.

997

(50)

τὴν Ἀσσυρίων ἀρχήν. Καὶ τὰ λοιπὰ δὲ κατὰ μέρος ὠνομασμένα ἔθνη τοιαῦτα πέπονθεν, ὁποῖα ὁ λόγος προέφησεν· ὥστ’ εἰκότως ἄν τινα φῆσαι, μὴ κατεύ‐ χεσθαι τὸν Προφήτην ἐν τούτοις τῶν δηλουμένων, προφητεύειν δὲ αὐτοῖς τὰ ἐσόμενα, κατά τινα συν‐
55ήθειαν τῆς Γραφῆς προστακτικῷ τρόπῳ ἀντὶ προ‐
αγορευτικοῦ κεχρημένον· ὥσθ’ ἡμᾶς ἐξακούειν τὸ,998 in vol. 23

23

.

1000

Ποίησον αὐτοῖς, ἀντὶ τοῦ, Ποιήσεις ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳ. Ταῦτα δὲ περὶ τοῦ τέλους τῶν Ἀσ‐ συρίων καὶ τῶν σὺν αὐτοῖς καταλεχθέντων ἐθνῶν προφητεύεται. Οὐ μὴν καὶ περὶ τῶν τὴν ὑστάτην πο‐
5λιορκίαν μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν κατειργασμένων τοιαῦτά τινα ἐφέρετο. Διὸ οὐδὲν Ῥω‐ μαῖοι τοιοῦτον πεπόνθασι μετὰ τὴν κατὰ τοῦ ἔθνους ἐπιχείρησιν. Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχὸν, ὡς καλά‐ μην κατὰ πρόσωπον ἀνέμου. Οὐκ ἀκαίρως ὁ Προ‐ φήτης, μᾶλλον δὲ τὸ ἐν αὐτῷ ἅγιον Πνεῦμα, ἰδιοποιεῖ‐
10ται τὸν Θεὸν ἐν τῇ προκειμένῃ ἱστορίᾳ φάσκον, ὁ Θεός μου· οὐ γὰρ, ὁ Θεὸς ἡμῶν, φησὶν, ἀλλ’ ὁ Θεός μου, ὡς ἂν ἑνός που καὶ σπανίου περιλελειμμένου κατὰ τὸν δηλωθέντα καιρὸν τῆς τῶν Ἀσσυρίων πο‐ λιορκίας, ἀξίου τοῦ Θεοῦ. Ὡς γὰρ τοῦ λαοῦ παντὸς
15ἐκπεσόντος, καὶ διὰ τὰς ἁμαρτίας τοῖς πολιορκηταῖς παραδοθέντος, οὐ κοινοποιεῖ τὴν ἐπίκλησιν· ἐξ οἰκείου δὲ μόνου προσώπου ἐπάγει λέγον· Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν. Τροχοῦ δὲ φύσις στρεπτὴ καὶ οὐχ ἑστῶσα ἐν ταὐτῷ. Τοιοῦτος δὲ πᾶς ὁ τῶν ἀθέων
20βίος, καιρῷ μὲν εἰς ὕψος ἐπαιρόμενος, εἶτα στροφὴν ποιούμενος τὴν ἐπὶ τοὐναντίον, τροχῷ παραπλησίως. Πρῶτον τοίνυν, Θοῦ αὐτοὺς ὡς τροχὸν, φησίν· εἶτα, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου· καὶ, ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμόν· καὶ ἐπὶ τούτοις, ὡσεὶ
25φλὸξ, ἣ κατακαύσει ὄρη. Αὐτοὺς γὰρ κατ’ αὐτῶν ἐπαναστῆναι, καὶ δι’ ἑαυτῶν τὰς τιμωρίας ὧν τετολ‐ μήκασιν ὑποσχεῖν διὰ τούτων θεσπίζει εἰπών· Θοῦ αὐτούς. Παραθήσεις δὲ τῷ, ὡς καλάμην κατὰ πρόσ‐ ωπον ἀνέμου, τὸ ἐν ἑτέροις λελεγμένον· Οὐχ οὕ‐
30τως οἱ ἀσεβεῖς, οὐχ οὕτως· ἀλλ’ ὡς χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. Τὸ δὲ, ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμὸν, παρίστησιν αὐτοὺς εἶναι τὸ πῦρ, καὶ αὐτοὺς εἶναι τὸν δρυμόν· ὥστε αὐ‐ τοὺς ὑφ’ ἑαυτῶν φλεχθήσεσθαι κατὰ τὸ φάσκον λό‐
35γιον· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾖ ἐξεκαύσατε. Τὸ δὲ, ὡσεὶ φλὸξ ἣ κατακαύσει ὄρη, δείκνυσι τῆς αὐτῶν κακίας τὸ μέγεθος, καὶ ὡς ἡ αὐτῶν φλὸξ τὰ ἐπάρματα αὐτῶν καὶ τὰ ὑψώματα, ὥσπερ τινὰ ὄρη, κατακαύσει. Ἐπιλέγει δὲ τούτοις·
40Οὕτω καταδιώξεις αὐτούς. Καὶ ἐν ἑτέροις δὲ λέ‐ λεκται· Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος, ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. Ἐδίδαξε δὲ διὰ τούτων ὁ λόγος, ὅτι ἡ καταιγὶς καὶ ἡ ὀργὴ τοῦ Θεοῦ οὐ πάθη τυγχάνει τοῦ Θεοῦ, ἀλλ’ ἡ τοιάδε τις ἐπίσκηψις, δι’
45ἧς αὐτοὺς καθ’ ἑαυτῶν ἐπαναστάντας ἐξ ἑαυτῶν λα‐ βεῖν ὧν ἔδρασαν τὴν τιμωρίαν συνέβαινε. Ταῦτα δὲ πάντα ἱκετεύει, ἢ καὶ μᾶλλον θεσπίζει κατὰ τῶν ἐχθρῶν τοῦ Θεοῦ ἔσεσθαι· ἵνα κἂν οὕτω ποτὲ ὠφε‐ ληθεῖεν. Εἰ δὴ ὠφέλεια μεγίστη τυγχάνει τὸ γνῶναι

23

.

1000

(50)

τὸν Θεὸν, καὶ ἐπὶ ζήτησιν τοῦ ὀνόματος αὐτοῦ ἐλθεῖν, ὅπερ ἔσεσθαι περὶ αὐτῶν μετὰ τὰ προλεχθέντα δι‐ δάσκει λέγων· Καὶ ζητήσουσι τὸ ὄνομά σου, Κύ‐ ριε. Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπο‐
55λέσθωσαν. Καὶ γνώτωσαν, ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Τῆς τῶν
ἐχθρῶν τοῦ Θεοῦ τελευτῆς δύο τρόπους ἔσεσθαι1000 in vol. 23

23

.

1001

θεσπίζει· ἕνα μὲν καθ’ ὃν χρηστὰς αὐτοῖς ἐλπίδας ἐπιγράφει· εἰ δὴ ἀγαθὸν ἡ γνῶσις τοῦ Θεοῦ, καὶ ἡ τοῦ ὀνόματος αὐτοῦ κατάληψις, καὶ τὸ παιδευθῆναι τοὺς πρότερον μὴ εἰδότας τὸν Θεὸν, ὡς ἄρα αὐτὸς εἴη
5μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν· τοὺς γὰρ ταῦτα ὁμολογοῦντας, λήθην μὲν πεποιῆσθαι τῆς προτέρας ἑαυτῶν πολυθέου πλάνης, εἰκὸς ἀποθέσθαι τε τὴν ματαίαν καὶ ἀπατηλὴν περὶ θεῶν ψευδολογίαν· τὸν δὲ ἕτερον τρόπον, καθ’ ὃν αἰσχύνην καὶ ταραχὴν καὶ
10ἐντροπὴν, καὶ ἐπὶ πᾶσι τούτοις ἀπώλειαν προαγο‐ ρεύει τοῖς τούτων ἀξίοις. Τοῖς μὲν γὰρ ἐκ τῆς θείας ἐπιστροφῆς μεταβάλλουσιν ἐπὶ τὸ κρεῖττον τὴν θείαν γνῶσιν παρέσεσθαι διδάσκει· τοῖς δὲ τῇ ἑαυτῶν ἐγ‐ καταγηρῶσι κακίᾳ τὸν ὄλεθρον καὶ τὴν ἀπώλειαν
15ἀπειλεῖ. Διὸ περὶ μὲν τῶν χειρόνων λέλεκται· Αἰ‐ σχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν· Περὶ δὲ τῶν ἐπὶ τὸ κρεῖττον μεταβληθησομένων τὸ, Καὶ γνώτωσαν, ὅτι τὸ ὄνομά σοι Κύριος, σὺ μόνος
20ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Δύναται δὲ καὶ περὶ τῶν αὐτῶν τὰ πάντα λέγεσθαι, ὡς τῶν ἐχθρῶν τοῦ Θεοῦ, καθ’ ὃν πείσονται καιρὸν τὰ προκαταλεχθέντα, ἐντραπησομένων καὶ αἰσχυνθησομένων, καὶ ἀπωλείᾳ παραδοθησομένων, καὶ τότε αὐτῇ πείρᾳ γνωσομένων
25καὶ ὁμολογησόντων ἕνα εἶναι καὶ μόνον Θεὸν τὸν ὕψιστον καὶ ἐπὶ πᾶσαν τὴν γῆν, τὸν καὶ δικαίᾳ κρίσει μετελθόντα αὐτοὺς τῶν τετολμημένων αὐτοῖς χάριν. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΛΗΝΩΝ, ΤΟΙΣ ΥΙΟΙΣ
30ΚΟΡΕ, ΨΑΛΜΟΣ. ΠΓʹ. Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυ‐ νάμεων. Διαλελοιπότων τῶν ἐπιγεγραμμένων ψαλμῶν τοῦ Ἀσὰφ, ὧν πρῶτος μὲν ὁ οβʹ, τελευταῖος ὁ βʹ καὶ πʹ, ἕπεται ὁ παρὼν πγʹ, τοῖς υἱοῖς Κορὲ ἐπιγεγραμ‐
35μένος, περὶ ὧν ἐν τοῖς προτεχνολογουμένοις τὰ δόξαντα διειλήφαμεν. Ἐπιτηρῆσαι δὲ ἀναγκαῖον, ὡς οἱ πάντες τοῦ Ἀσὰφ δώδεκα τυγχάνουσι τὸν ἀριθ‐ μὸν ψαλμοί· ἰσάριθμοι δὲ τούτοις εἰσὶ καὶ οἱ ἐπι‐ γεγραμμένοι τῶν υἱῶν Κορέ. Ἀλλὰ τῶν υἱῶν Κορὲ
40ὀκτὼ μὲν ἦσαν ἑξῆς συνημμένοι οἱ ἀπὸ τοῦ μαʹ ψαλ‐ μοῦ· οἱ δὲ λείποντες τέσσαρες ἐνταῦθα πρόκεινται, ἀρχόμενοι μὲν ἀπὸ τοῦ πγʹ, ἐφεξῆς δὲ κείμενοι τῶν ἐπιγεγραμμένων τοῦ Ἀσάφ. Ὡσαύτως δὲ καὶ οἱ τοῦ Ἀσὰφ ιαʹ μέν εἰσι συνημμένοι, οἱ ἀπὸ οβʹ καὶ ἐπὶ
45τὸν πβʹ. Ὁ δὲ ιβʹ ἑξῆς κατατέτακται τοῖς πρώτοις ὀκτὼ τῶν υἱῶν Κορὲ, ὥσπερ ἀντιδόσεως γενομένης διὰ τὰς ἐν ταῖς παρ’ ἑκατέροις προφητείας ἐπικοι‐ νωνούσας ἀλλήλαις θεωρίαις. Ἦσαν μὲν οὖν οἱ πρῶ‐ τοι τῶν υἱῶν Κορὲ ὀκτὼ τὸν ἀριθμὸν, οἱ πάντες ἀπὸ

23

.

1001

(50)

τοῦ μαʹ ἀρχόμενοι, καὶ λήγοντες εἰς τὸν μηʹ. Περιεῖ‐ χον δὲ, ὥσπερ ἐν κεφαλαίῳ εἰπεῖν, ἐπὶ τῷ ἐκ περι‐ τομῆς λαῷ κλαυθμὸν καὶ θρῆνον καὶ ὀδυρμὸν, Χρι‐ στοῦ τε παρουσίαν καὶ κλῆσιν ἐθνῶν. Ἀλλὰ τῶν μὲν εἰρημένων ὀκτὼ τοιαύτη τις ἦν ἡ ὑπόθεσις· τῶν
55δὲ ἐπὶ τοῦ παρόντος ἐπιγεγραμμένων καὶ αὐτῶν υἱῶν Κορὲ τεσσάρων ὄντων, οἱ μὲν ὕστατοι δύο γένεσιν καὶ θάνατον αὐτοῦ περιειλήφασιν, ὥσπερ ἐπίτηδες
ταμιευσαμένου τοῦ Λόγου ἐπὶ τέλει πάντων τὰς περὶ1002 in vol. 23

23

.

1004

τούτων προῤῥήσεις ἐκφῆναι. Πολὺς γοῦν ἦν ὁ περὶ τῆς γενέσεως αὐτοῦ λόγος, ἣν ἐν τῷ πϛʹ ψαλμῷ ἐπι‐ κεκρυμμένως ᾐνίξατο· καὶ ἐπιπλείων καὶ βαθύτερος ὁ περὶ τοῦ θανάτου αὐτοῦ, ὃν ὑπὲρ ἀνθρώπων ἀνε‐
5δέξατο, ὃς ἔνι τῶν πάντων ἐπιγεγραμμένων υἱῶν Κορὲ τελευταῖος· λέγω δὲ τῷ πζʹ περιείληπται. Οἱ δὲ τού‐ των ἡγούμενοι δύο ψαλμοὶ, ὅ τε μετὰ χεῖρας καὶ ὁ ἑξῆς αὐτῷ, τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν καὶ τὰ ἐπὶ ταύτῃ κατορθώματα θεσπίζουσιν. Ὅ γε μὴν
10προκείμενος ἐπιγέγραπται, εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν. Τριῶν δὲ ὄντων τῶν τὴν τοιαύτην ἐπιγρα‐ φὴν ἐχόντων, εἷς μὲν οὗτος τυγχάνει· ὁμοίως δὲ ἐπι‐ γέγραπται καὶ ὁ ηʹ, καὶ πάλιν ὁ πʹ. Ἀλλὰ τούτων μὲν δύο ὠνομάσθησαν ψαλμοὶ, ὅ τε ηʹ καὶ ὁ παρών.
15Διὸ χρηστῶν παρόντων ἀπαγγελίας περιέχουσιν. Ὁ δὲ πʹ ἦν μὲν Ὑπὲρ τῶν ληνῶν, οὐ μὴν καὶ ψαλμὸς, διὰ τὸ σκυθρωπά τινα περιέχειν κατὰ τοῦ Ἰσραήλ. Τρεῖς δὲ ὄντες οἱ Ὑπὲρ τῶν ληνῶν, τρισὶν ἀνάκεινται προσώποις· ὁ μὲν ηʹ τῷ Δαυῒδ, ὁ δὲ πʹ τῷ Ἀσὰφ, ὁ
20δὲ μετὰ χεῖρας τοῖς υἱοῖς Κορέ. Καὶ συμφώνως γε οἱ τρεῖς ἐπιγράφονται εἰς τὸ τέλος, ὡς οἶμαι, διὰ τὰς ἐν αὐτοῖς προφητείας, εἰς τὸ τέλος τῶν καιρῶν, καὶ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἐπιτελεσθείσας. Πάλαι μὲν οὖν, ὡς ἂν ἑνὸς ὑπάρχοντος ἀμπελῶνος,
25περὶ οὗ εἴρητο, Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι· μία ὥσπερ ληνὸς ἦν ἐν αὐτῷ, ἧς μέμνηται ὁ Ἡσαΐας ἐκ προσώπου τοῦ Κυ‐ ρίου λέγων· Καὶ ᾠκοδόμησα πύργον, καὶ προλή‐ νιον ὤρυξα ἐν αὐτῷ. Ἐσήμαινε δὲ ἄρα, διὰ μὲν
30τοῦ πύργου τὸν ἐν Ἱεροσολύμοις νεὼν, διὰ δὲ τοῦ προληνίου τὸ πρὸς τῷ ναῷ θυσιαστήριον, ὅπερ οὐ ληνὸν, ἀλλὰ προλήνιον ὠνόμασεν, εἰκότως· ἐπειδὴ τῶν νοητῶν τὰ σωματικὰ προηγεῖτο, καὶ πρὸ τῆς Καινῆς Διαθήκης ἡ παλαιὰ σύμβολα καὶ εἰκόνας τῶν
35ἀληθῶν παρὰ Ἰουδαίοις ἐφυλάττετο· διόπερ οὐ ληνὸς, ἀλλὰ προλήνιον ὠνομάζετο τὸ παρ’ ἐκείνοις θυσιαστή‐ ριον. Ὡς ἑνὸς δὲ τοῦ ἀμπελῶνος, μία ἦν πάλαι λη‐ νὸς, καὶ ἑνὸς ναοῦ θυσιαστήριον. Οἱ δὲ ἐν τῷ παρόντι δηλούμενοι τρεῖς ψαλμοὶ οὐ περὶ μιᾶς, ἀλλὰ περὶ
40πολλῶν μνημονεύουσι ληνῶν, τῶν ἀνὰ πᾶσαν τὴν οἰ‐ κουμένην τοῦ Σωτῆρος ἡμῶν ἐκκλησιῶν τοῦτον δη‐ λουμένων τὸν τρόπον. Αὐτίκα διὰ τῶν προκειμένων εἴρηται μὲν ἐν τῇ προγραφῇ ὑπὲρ τῶν ληνῶν· ἑξῆς δὲ ἐπιλέγεται· Ὡς ἀγαπητὰ τὰ σκηνώματά
45σου, Κύριε τῶν δυνάμεων! μονονουχὶ σαφηνίζον‐ τος τοῦ λόγου τὰς προτεταγμένας ληνοὺς, τίνες ποτὲ εἶεν. Δηλοῖ γὰρ ταύτας εἶναι τὰ σκηνώματα τοῦ Κυ‐ ρίου, δηλαδὴ τὰς ἐκκλησίας αὐτοῦ, ἃς προϊὼν λευ‐ κότερον πάλιν ὀνομάζει λέγων· Ἐπιποθεῖ καὶ ἐκ‐

23

.

1004

(50)

λείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Καὶ αὖθις προϊών φησι· Τὰ θυσιαστήριά σου, Κύ‐ ριε τῶν δυνάμεων. Καὶ ὅρα εἰ μὴ συμφώνως τῇ προγραφῇ ὑπὲρ τῶν ληνῶν περιεχούσῃ πληθυντι‐ κῶς τὰ σκηνώματα εἴρηται, καὶ αὐλαὶ καὶ τὰ θυσια‐
55στήρια, σαφῶς τοῦ λόγου οὐκέτι τὸ παλαιὸν ἓν σκή‐ νωμα ἐν Ἱεροσολύμοις, οὐδὲ τὸ ἓν θυσιαστήριον τὸ
αὐτόθι ἱδρυμένον, οὐδὲ τὴν αὐτόθι μίαν αὐλὴν, ἀλλὰ1004 in vol. 23

23

.

1005

τὰ καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης θυσιαστή‐ ρια καὶ τὰ σκηνώματα καὶ τὰς αὐλὰς δηλοῦντος. Ἄλλοι μὲν οὖν ἄλλα, φησὶν, ἀγαπῶσι, καὶ περὶ πολ‐ λοῦ ποιοῦνται· ἐμοὶ δὲ, ὦ Κύριε, τὰ σὰ σκηνώματα
5προσφιλῆ καὶ ἀγαπητὰ τυγχάνει, ἐν οἷς κατηξίωσας αὐτὸς ἅμα ἀνθρώποις τὰς διατριβὰς ποιησάμενος κατασκηνῶσαι, φήσας· Ὅπου δύο ἢ τρεῖς συν‐ ηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Οὕτω δέ μοι προσφιλῆ καὶ ἀγαπητὰ τυγχά‐
10νει τὰ εἰρημένα, ὥστε δι’ ὑπερβολὴν ἐπιθυμίας αὐ‐ τῶν ὁμολογεῖν ἐκλείπειν τὴν ψυχήν μου τῷ περὶ αὐτὰς πόθῳ νικωμένην, καὶ τῆς ζωῆς αὐτῆς προ‐ τιμᾷν τὰς ἐν ταῖς αὐλαῖς σου διατριβάς. Καὶ οὐ μόνη γε ἡ ψυχή μου ἐκλείπει, ἀλλὰ καὶ ἡ καρδία
15μου καὶ πρὸς τῇ καρδίᾳ μου καὶ αὐτό μου τὸ σῶμα καὶ ἡ σὰρξ ἣν περιβέβλημαι. Καὶ ταῦτα γὰρ ἐκ τῆς μνήμης τῆς παρὰ σοὶ ζωῆς χαρᾶς πληροῦται καὶ εὐφροσύνης· ὥστ’ ἀληθεύοντά με λέ‐ γειν· Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο
20ἐπὶ Θεὸν ζῶντα. Ζῶν γὰρ ὁ ἡμέτερος Θεὸς, καὶ μό‐ νος ἰδιόκτητον καὶ φυσικὴν ἐν αὐτῷ κεκτημένος ζωὴν, μᾶλλον δὲ αὐτὸς ὢν ἡ πηγὴ πάσης ζωῆς, πᾶσι τοῖς πλησιάζουσι ταύτης μεταδίδωσι. Διόπερ καὶ αὐτὴ ἡ φύσει θνητὴ καὶ φθαρτή μου σὰρξ χαίρει καὶ συγχαίρει, ἅτε δι’ αὐτῆς κοινωνήσουσα αἰωνίου ζωῆς, καὶ τῆς τοῦ Θεοῦ χάριτος μεταληψομένη.
25 Ταῦτα δέ φησιν ὁ Προφήτης διδάσκων, ὁποῖον εἶχε ἔρωτα καὶ πόθον περὶ τὰ ὑπ’ αὐτοῦ προφητευόμενα. Διόπερ ὁ Σωτὴρ ἡμῶν ἔλεγε· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον. Τὴν σάρκα δέ φησιν ἅμα τῇ καρδίᾳ
30ἀγαλλιᾶσθαι ἐπὶ Θεὸν ζῶντα, αἰνιττόμενος, ὡς οἶμαι, καὶ τοῦ Σωτῆρος τὴν ἐκ νεκρῶν ἀνάστασιν. Ἐπειδὴ γὰρ οἱ τῶν ἐθνῶν νομιζόμενοι θεοὶ νεκροὶ ἄψυχοι τυγχάνουσι· Τὰ γὰρ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· ταῦτα δὲ ἔσεβον
35οἱ τότε ἄνθρωποι· ἐγὼ, φησὶν, οὐ τοιοῦτόν τινα Θεὸν, ἀλλὰ ζῶντα Θεὸν προθεωρῶν, τῇ καρδίᾳ εὐφραίνο‐ μαι· καὶ αὕτη δέ μου ἡ σὰρξ ἐπὶ τούτῳ τῷ Θεῷ ἠγαλλιάσατο, ὡς ἐπὶ Θεῷ ἀληθῶς ζῶντι καὶ ζωο‐ ποιοῦντι τοὺς νεκροὺς, ὃς καὶ αὐτήν μου ζωοποιήσει
40τὴν σάρκα διὰ τῆς ἑαυτοῦ ἀναστάσεως. Διὸ πρὸς τῇ ψυχῇ καὶ ἡ σάρξ μου ἠγαλλιάσατο. Καὶ γὰρ στρου‐ θίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία αὐτῆς, τὰ θυσια‐ στήριά σου, Κύριε τῶν δυνάμεων. Καὶ πῶς γὰρ οὐ
45δίκαιον, φησὶ, προσφιλῆ καὶ ἀγαπητὰ ὁμολογεῖν εἶναι τὰ σκηνώματά σου, ὦ Κύριε, ὁπότε καταφυγὴ γέγονε παντὶ τῷ οἵῳ τε λέγειν· Ἡ ψυχὴ ἡμῶν ὡς στρου‐ θίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· καὶ πάλιν τῷ φάσκοντι· Ἐπὶ τῷ Κυρίῳ πέποιθα,

23

.

1005

(50)

πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν. Πολλῶν γὰρ τὴν τοῦ θεοφιλοῦς ψυχὴν παγίσι μεταβάλλειν καὶ δι‐ κτύοις ὥσπερ θηρεύειν αὐτὴν πειρωμένων, διιπτα‐
55μένην ὧδε κἀκεῖσε, καὶ πάντη περινοστοῦσαν, τῷ μὴ ἔχειν ἀνάπαυσιν ἐν τῷ θνητῷ βίῳ, μόνα τὰ τοῦ Θεοῦ σκηνώματα καταφυγὴ τῇ τοιαύτῃ γέγονε. Διὸ εἴρη‐
ται· Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, ἀλλὰ1006 in vol. 23

23

.

1008

καὶ τρυγὼν νοσσιάν· ἡ κατὰ τὴν ἐνεστῶσαν ζωὴν σεμνότητα καὶ σωφροσύνην ἀσκοῦσα ψυχὴ (τοιοῦτον γὰρ εἶναι λέγεται τὸ ὄρνεον), ἀποκλᾳομένη καὶ θρη‐ νοῦσα τὴν ἐν ἀνθρώποις κακίαν, εὗρε καταφυγὴν καὶ
5αὐτὴ τὰ καθ’ ὅλης τῆς οἰκουμένης ἱδρυθέντα διὰ τῆς τοῦ Χριστοῦ σου διδασκαλίας θυσιαστήρια· ἔνθα ὥσ‐ περ ἐν καλιαῖς καὶ νεοττίαις τὰ ἀρτιγενῆ καὶ νεο‐ γνὰ τῶν αὐτῆς τέκνων ἀποθήσεται, ἀσφαλῆ καὶ ἀνε‐ πιβούλευτον εὑροῦσα τοῖς ἑαυτῆς νεοττοῖς μονήν·
10ὥστε εἶναι τὰ θυσιαστήριά σου στρουθίῳ μὲν οἰκίαν, καλιὰν δὲ τρυγόνι. Ταῦτα γὰρ τὰ ὄρνεα, τὸ στρουθίον λέγω καὶ ἡ τρυγὼν, πάλαι μὲν, πρὸ τοῦ συστῆναι τὰ πανταχοῦ γῆς θυσιαστήρια, οὐκ εἶχε καταφυγήν· ἐπλανᾶτο δὲ μακροῖς χρόνοις, ἐν οἷς ἠλαύνετο καὶ
15ἐδιώκετο πρὸς τῶν θηρευτῶν. Διὸ δὴ ἔλεγον ὁ δίκην στρουθίου ἐλαυνόμενος· Ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχῇ μου, μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Καὶ ῥυσθέντες γε ἐκ χειρὸς ἐχ‐ θρῶν, ὡμολόγουν λέγοντες καὶ αὐτοί· Ἡ ψυχὴ
20ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Ἀφανεῖς οὖν καὶ ἀόρατοι οἱ θη‐ ρευταὶ ταῖς τὸν οὐράνιον καὶ μετάρσιον βίον μετα‐ διωκούσαις ψυχαῖς ἐπιβουλεύοντες, δίκτυα καὶ παγί‐ δας ἱστῶντες, θήρατρά τε παντοῖα κατεσκεύαζον εἰς
25ἐπιβουλὴν αὐτῶν. Καὶ ταῦτά γε παρίστατο διὰ τοῦ προηγουμένου ψαλμοῦ, ἐν ᾧ εἴρητο· Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ᾖραν κεφαλήν. Ἐπὶ τὸν λαόν σου κατεπανουργεύ‐ σαντο γνώμην, ἐβουλεύσαντο κατὰ τῶν ὁσίων
30σου. Κατὰ τούτους τῶν διωγμῶν καιροὺς, καθ’ οὓς οἱ ἐχθροὶ τοῦ Θεοῦ τὸν λαὸν αὐτοῦ πολεμοῦντες ἤλαυνον, οἱ τοῦ Θεοῦ ἄνθρωποι δίκην στρουθίων ὧδε κἀκεῖσε περιφεύγοντες, ὕστερόν ποτε εἰρήνης κατα‐ ξιωθέντες, εὗρον τὰ σκηνώματα τοῦ Θεοῦ, καὶ τὰς
35αὐλὰς αὐτοῦ, καὶ τὰ θυσιαστήρια καταφυγὴν ἑαυτοῖς καὶ ἀνάπαυσιν. Εἴποις δ’ ἂν τοὺς μὲν εὐζώνους καὶ τὸν μονήρη βίον ἐπανῃρημένους εἶναι στρουθίον, τοὺς δὲ παιδοποιίας καὶ τῆς ἄλλης οἰκονομίας πρόνοιαν πεποιημένους, τὴν τρυγόνα, ἣν τῷ Θεῷ φησι προσφέρειν δεῖν τοὺς ἑαυτοὺς νεοττοὺς καὶ ἀνατιθέναι αὐ‐
40τοὺς, ὡς ἐν καλιᾷ ἐν τοῖς θυσιαστηρίοις αὐτοῦ. Ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε. Διάψαλμα. Διὰ τί προσφιλῆ μοι τυγχάνει καὶ ἀγαπητὰ τὰ σκηνώματά
45σου, καὶ τίνος ἕνεκα ἐκλείπει ἡ ψυχή μου περὶ αὐτὰ, ἀλλὰ καὶ ἡ καρδία μου καὶ ἡ σάρξ μου ἐπὶ τίνι ἠγαλλιάσατο; Ἐπειδήπερ εὗρεν ἑαυτῷ στρουθίον οἰκίαν καὶ τρυγὼν νοσσιὰν, τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων· παρ’ οἷς θυσιαστηρίοις οἱ μὴ

23

.

1008

(50)

πρὸς βραχὺ διατρίβοντες, ἀλλ’ εἰς τὸ διηνεκὲς κα‐ τοικοῦντες, καὶ παραμόνως ἐμμένοντες, τρισμακά‐ ριοι τυγχάνουσι. Τοῦτο δ’ εἰπὼν, πάντα τὰ παρὰ Μωϋσεῖ νόμιμα περιέγραψεν. Οὐ γὰρ μακαρίους εἶπε τοὺς ἐμπεριτόμους, οὐδὲ τοὺς τὰ Σάββατα φυλάτ‐
55τοντας, οὐδὲ τοὺς τὰς παρὰ Μωϋσεῖ θυσίας καὶ τὰς λοιπὰς τοῦ σωματικοῦ νόμου ἐντολὰς ἐπιτηροῦντας,
ἀλλ’ οὐδὲ τοὺς ἀπογόνους Ἀβραὰμ, οὐδὲ τὸν Ἰσραὴλ,1008 in vol. 23

23

.

1009

οὐδὲ τὸ Ἰουδαίων ἔθνος, ἀλλ’ ἁπαξαπλῶς ἅπαντας τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Τί γὰρ ἂν γένοιτο ἀληθῶς μακαριώτερον τοῦ βασιλέα μὲν τὸν Θεὸν αὐτοῦ, καὶ τὸν Κύριον τῶν δυνάμεων ἐπιγρά‐
5φεσθαι, οἰκεῖν δὲ τὸν οἶκον αὐτοῦ διηνεκῶς, ἐξ οὗ πορίζεται ἡ τοῦ Θεοῦ ἀθανασία καὶ ἡ αἰώνιος ζωή; Τοῦτο γοῦν παρίστησιν ὁ λόγος φάσκων· Εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε οἱ κατοικοῦν‐ τες ἐν τῷ οἴκῳ σου. Πῶς δ’ ἂν ἄλλως δύναιτό τις
10εἰς τοὺς αἰῶνας τῶν αἰώνων τὸν Θεὸν αἰνεῖν ἢ διαιω‐ νίζων καὶ αὐτὸς, ἀΐδιόν τε καὶ ἀθάνατον κεκτημένος ζωήν; Μακάριος ἀνὴρ οὗ ἐστιν ἀντίληψις αὐτοῦ παρὰ σοῦ, ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο, εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον
15ὃν ἔθετο. Πληρώσας τὸν εἱρμὸν καὶ τὴν ἀκολουθίαν τῆς διανοίας, μεταβολῇ κέχρηται τοῦ λόγου ἀπὸ δια‐ ψάλματος. Διόπερ ἀνωτέρω πληθυντικῶς μακαρίους τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ τοῦ Θεοῦ εἰπὼν, ἐν‐ ταῦθα ἕνα τινὰ μακαρίζει κατὰ ἐξαίρετον. Τίνα δὲ
20τοῦτον ἢ τὸν ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος ἀντιλή‐ ψεως τῆς παρὰ τοῦ Θεοῦ ἠξιωμένον, τὸν καὶ ἀναβά‐ σεις ἐσχηκότα Θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ; Τοῦτον γὰρ τὸν ἄνδρα πάλιν μακαρίζει· ἀλλ’ οὐ τὸν τῶν παρὰ Μωϋσεῖ σωματικῶν ἐντολῶν φύλακα. Τοιοῦτος δέ ἐστι
25πᾶς ὁ ἀποκλᾳόμενος ἑαυτὸν ἐν τῷ θνητῷ καὶ ἀνθρω‐ πίνῳ βίῳ, καὶ τὴν ἐπίγειον ταύτην ζωὴν βαρούμε‐ νος, ἢν κοιλάδα κλαυθμῶνος ὁ λόγος ὀνομάζει, διὰ τὸ κλαυθμοῦ ἄξια εἶναι τὰ ἐνταῦθα, κλαυθμοῦ τε ἄξια πράττειν τοὺς ἐπὶ γῆς ἀνθρώπους, καὶ διὰ τὸ τοὺς
30ἁγίους τοῦ Θεοῦ κατὰ τὸν παρόντα βίον ἀποκλᾴεσθαι, στενάζοντας καὶ βαρουμένους κατὰ τὸν Ἀπόστολον. Πᾶς οὖν ὁ ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος, τουτέστιν ἐν τῷ θνητῷ βίῳ τῆς παρὰ τοῦ Θεοῦ ἀντιλήψεως τυγχάνων, μακάριος ἀληθῶς ἂν εἴη, ὅτε μάλιστα
35ἀναβάσεις τοῦ Θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ γίνονται. Τῶν γὰρ ἄλλων ἀνθρώπων θνητοῖς λογισμοῖς καθελ‐ κομένων εἰς πᾶν εἶδος ἁμαρτίας, ἀλλὰ καὶ δαιμόνων ἐπιβολαῖς, καὶ πονηρῶν πνευμάτων ἐνθυμήσεσι ὑπο‐ σκελιζομένων, ὁ μὴ τούτοις ἁλισκόμενος, κατὰ δὲ
40Θεοῦ χάριν ἀναβάσεις ἀγαθὰς καὶ λογισμοὺς ἐκ Θεοῦ πεμπομένους ἐν τῇ καρδίᾳ αὐτοῦ κτώμενος, οὗτος ἀληθῶς μακάριος, ὁ καὶ διὰ παντὸς κατοικῶν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, καὶ ὥσπερ ἱερεύς τις μόνῃ τῇ λα‐ τρείᾳ τοῦ Θεοῦ σχολάζων, καὶ μακάριος οὗτος· ἅτε
45πρῶτον μὲν ἀντιλήπτορα ἔχων τὸν Θεὸν βοηθοῦντα αὐτῷ, καὶ ἀντιλαμβανόμενον ἐν πάσαις αὐτοῦ ταῖς πράξεσιν· ἔπειτα κεκτημένος ἀναβάσεις Θεοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ· ἀγαθοὺς δὲ λογισμοὺς σημαίνουσιν αἱ ἀναβάσεις καὶ ἀγαθὰς ἐνθυμήσεις τὰς κατὰ Θεοῦ βου‐

23

.

1009

(50)

λὴν ἀνιούσας καὶ ἀνατρεχούσας ἐπὶ τὴν μνήμην τοῦ μακαριζομένου. Νοήσεις δὲ τοῦτο παραθεὶς τό· Ὅταν διώκωσιν ὑμᾶς καὶ ἄγωσιν εἰς συνέδρια, μὴ με‐ ριμνήσητε πως ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ὁ λόγος ἐν ἀνοίξει τοῦ στόματος ὑμῶν. Οὐ
55γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς τὸ λαλοῦν ἐν ὑμῖν. Ἐν ᾧ γὰρ τὸ Πνεῦμα τοῦ Θεοῦ λαλεῖ, τούτου ἀναβάσεις Θεοῦ ἐν καρδίᾳ αὐτοῦ γίγνονται. Διὸ εἰκό‐ τως μακαρίζεται. Οὗτος δὲ αὐτὸς ἐν τῷ χωρίῳ τοῦ κλαυθμῶνος, τουτέστιν ἐν τῷ περιγείῳ τόπῳ τὴν τοῦ
Θεοῦ Διαθήκην καὶ τὰ λόγια αὐτοῦ πρεσβεύων διέθετο.1010 in vol. 23

23

.

1012

Ἀντὶ δὲ τοῦ, Διέθετο εἰς τὴν κοιλάδα τοῦ κλαυθ‐ μῶνος, ὁ Σύμμαχός φησι, Προοδεύων κοιλάδα ἔκλαι‐ εν. Κοιλάδα δὲ κλαυθμῶνος ἐν τούτοις τὸν ἀνθρώπι‐ νον ἔφαμεν δηλοῦσθαι βίον, ὃν ὁ μακαριζόμενος παρο‐
5δεύων καὶ παρατρέχων, ὥσπερ τις πάροικος καὶ πα‐ ρεπίδημος, τὴν ἐπουράνιον ἑαυτοῦ πατρίδα ποθῶν, ἀποκλᾴεται κλαυθμὸν τὸν μακαριοποιὸν κατὰ τό· Μακάριοι οἱ κλαίοντες. Οἷος ἦν ὁ Παῦλος λέγων· Ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμε‐
10νοι. Ἀντὶ δὲ τοῦ, Εἰς τόπον ὃν ἔθετο, ὁ μὲν Ἀκύ‐ λας φησὶ, Πηγὴν θήσονται αὐτήν· ὁ δὲ Σύμμαχος, Πηγὴ τάξεται. Τίνα δὲ αὐτὴν, φησὶ, πηγὴν θήσονται, ἢ δηλονότι τὴν κοιλάδα τοῦ κλαυθμῶνος; Ὅλον γοῦν οὕτως ἡρμήνευσεν ὁ Ἀκύλας εἰπών· Παρερχόμενοι
15ἐν κοιλάδι τοῦ κλαυθμοῦ, πηγὴν θήσονται αὐτήν. Δηλοῖ δὲ διὰ τούτων, ὡς ἄρα οἱ πάροικοι καὶ παρε‐ πίδημοι ἐν τῷ βίῳ τούτῳ τὴν τῶν ἀνθρώπων κοιλάδα πηγὴν θήσουσι, ἢ τάξουσι πηγὴν κατὰ τὸν Σύμμαχον, τὴν ἔνθεον διδασκαλίαν τοῦτον ὀνομάσαντες τὸν τρόπον.
20Πηγὴ γὰρ ζωῆς καὶ ποτὸν ἀθανασίας ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος τῷ τῶν ἀνθρώπων βίῳ καταβέβληται ὑπὸ τῶν τοῦ Θεοῦ ἀνθρώπων διὰ τῆς ζωοποιοῦ καὶ θεοσε‐ βοῦς διδασκαλίας, ἣν αὐτοὶ μετῆλθον, καὶ ἑτέροις καταλελοίπασιν ἐν ταῖς ἑαυτῶν γραφαῖς. Τούτοις δὲ
25αὐτοῖς, φησὶν, εὐλογίας μισθὸν τοῦ κλαυθμοῦ καὶ καρ‐ πὸν ἐπάξιον δώσει ὁ νομοθέτης αὐτῶν. Τίσι δὲ τούτοις δώσει τὰς εὐλογίας, ἢ δηλονότι τοῖς ἐν τῇ κοιλάδι ταύ‐ τῃ ἀποκλᾳομένοις καὶ πηγὴν ἐν αὐτῇ θεμένοις; Ἀντὶ δὲ τοῦ, ὁ νομοθετῶν, ὁ μὲν Ἀκύλας, πρώϊμος, ὠνό‐
30μασεν, ὁ δὲ Σύμμαχος, ὁ ὑποδείκτης· ἡ δὲ πέμπτη ἔκδοσις, ὁ φωτίζων· ἄλλη δέ τις παρὰ ταῦτα ἔκδοσις ἕκτη, ὁ διδάσκων· ὥστε ἐξ ἁπάντων τὸν σωτήριον λόγον ὑπονοεῖν. Αὐτὸς γάρ ἐστιν ὁ νομοθετῶν· αὐτὸς καὶ ὁ φωτίζων καὶ ὁ διδάσκων· αὐτὸς καὶ ὁ πρώϊμος,
35αὐτὸς καὶ ὁ ὑποδείκτης, καθ’ ἑκάστην ἐπίνοιαν τῶν ἐν αὐτῷ δυνάμεων ταύταις χρώμενος ταῖς ἐπωνυμίαις, παρ’ οὗ οἱ ἐν τῇ κοιλάδι κλαίοντες, μεταλαβόντες εὐλογίας, πορεύσονται τὴν ἑαυτῶν πορείαν διανύοντες, καὶ δυναμούμενοι ὁσημέραι· ὡς ἀεὶ προκόπτειν ἐπι‐
40διδόναι ἐκ δυνάμεως βραχυτέρας ἐπὶ δύναμιν μείζονα, καὶ ἀπὸ δόξης εἰς δόξαν, ὥς φησιν ὁ θεῖος Ἀπόστολος λέγων, τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν. Ὅθεν καὶ ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· Ὁδεύσουσιν ἐκ δυνάμεως εἰς δύναμιν.
45 Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών. Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Εἰπὼν, Εὐλογίας δώσει ὁ νομοθετῶν, ἀκολούθως διδάσκει ὅπως δώσει τοῖς ἐν τῇ κοιλάδι τὰς εὐλογίας. Πῶς οὖν, φησὶ, δώ‐

23

.

1012

(50)

σει, ἀλλ’ ἢ καταξιώσας ὀφθῆναι ἐπὶ τῆς γῆς; Σφόδρα δὲ ἀκολούθως θεσπίσας ὁ λόγος ληνοὺς Θεοῦ πλείστας μέλλειν ἔσεσθαι καθ’ ὅλης οἰκουμένης καὶ σκηνώματα πλεῖστα καὶ αὐλὰς πλείους, καὶ θυσιαστήρια πλεῖστα, ἐπάγει τὴν αἰτίαν, δι’ ἣν ἤμελλε ταῦτα πάντα ἐπὶ γῆς
55συνίστασθαι. Τίς δὲ ἦν ἡ αἰτία διδάσκει λέγων· Ὀφ‐ θήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών· σαφῶς παρου‐
σίαν εἰς ἀνθρώπους Θεοῦ καὶ φανέρωσιν αὐτοῦ διδά‐1012 in vol. 23

23

.

1013

σκων. Θεὸς δὲ θεῶν ὁ τοῦ Θεοῦ Λόγος ὠνόμασται, νοου‐ μένων ἡμῖν θεῶν τῶν μακαρίων καὶ θεοφιλῶν ἀνδρῶν, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο· οἷς καὶ εἴρηται· Ἐγὼ εἶπον· Θεοί ἐστε· καὶ, Ὁ Θεὸς ἔστη ἐν συ‐
5ναγωγῇ θεῶν· καὶ, Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Καὶ γὰρ ἐν τούτοις Θεὸς θεῶν οὐδὲ ἄλλος ἢ μόνος ὁ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Λόγος ἀνηγό‐ ρευται· ὁ δὴ καὶ θεοὺς αὐτοὺς διὰ τῆς αὐτοῦ χορη‐ γίας καὶ μετοχῆς τοῦ αὐτοῦ Πνεύματος ἀπεργασά‐
10μενος. Θεοὺς γὰρ εἶναί φησιν ἐκείνους, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο. Ἑξῆς δ’ οὖν καὶ ὀνομαστὶ τοῦ Χριστοῦ μνημονεύει, λέγων ἐν εὐχῇ· Καὶ ἐπί‐ βλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου. Ἀντὶ δὲ τοῦ, Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιὼν, ὁ
15Ἀκύλας φησὶν, Ὀφθήσεται ἰσχυρὸς Θεὸς ἐν Σιών. Τίς δ’ ἂν εἴη οὗτος ὁ μέλλων ὁρατὸς καὶ ὀφθαλμοῖς θεατὸς ἔσεσθαι, διδάσκει προϊὼν καὶ λέγων· Ἐνώτι‐ σαι, ὁ Θεὸς Ἰακώβ. Οὗτος γὰρ ἦν αὐτὸς ἐκεῖνος ὁ τοῦ Θεοῦ Λόγος, ὁ πάλαι καὶ τῷ Ἰακὼβ ἐν ἀνθρώπου
20σχήματι ὀφθεὶς, φήσας τε πρὸς αὐτόν· Οὐκ ἔτι κλη‐ θήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός. Ἐφ’ ᾧ καὶ ὁ θεοφιλὴς, συναισθό‐ μενος τοῦ χρηματίζοντος αὐτοῦ Θεοῦ φησι· Εἶδον
25Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Αὐτὸς οὖν ἐκεῖνος ὁ Θεὸς ὁ τῷ Ἰακὼβ ὀφθεὶς αὖθις ὀφθήσεται, φησὶν, ἐν Σιὼν, διαῤῥήδην τῆς τοῦ Θεοῦ Λόγου εἰς ἀνθρώπους ἐπιφανείας τοῦτον σημαι‐ νομένης τὸν τρόπον. Αὐτὸν δὴ οὖν τοῦτον τὸν Θεὸν
30Ἰακὼβ ἐπικαλούμενος, ἐπισπεῦσαι τὴν παρουσίαν αὐτοῦ ἱκετεύει. Ὑπερασπιστὰ ἡμῶν, ἰδὲ, ὁ Θεός. Τίνας δέ φησιν ἰδὲ, ἀλλ’ ἢ τοὺς ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος καταπονουμένους; Ἐπιλέγει δὲ ἑξῆς· Καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου,
35εὐχόμενος ἐπιταχῆναι τὴν τοῦ Θεοῦ Λόγου εἰς τὸν Χρι‐ στὸν αὐτοῦ, ὃν ἐκ σπέρματος Δαυῒδ ἐνεδύσατο, παρου‐ σίαν. Διὸ καὶ ὁ Ἀκύλας φησὶ, Θυρεὲ ἡμῶν, ἴδε, Θεὲ, καὶ ἐπίστρεψον πρόσωπον ἠλειμμένου σου· ὁ δὲ Σύμμαχος, Ὑπερασπιστὰ ἡμῶν, ἰδὲ, ὁ Θεὸς, καὶ
40πρόσβλεψον τὸ πρόσωπον τοῦ Χριστοῦ σου. Ταῦ‐ τα δὲ εὔχονται οἱ τὸν πάντα ψαλμὸν λέγοντες· οὗτοι δὲ ἦσαν οἱ τοῦ Θεοῦ προφῆται, οἱ διασωθέντες ἀπὸ τῶν νοητῶν πολεμίων, καὶ μεταβαλόντες ἀπὸ πολέ‐ μου εἰς εἰρήνην, τά τε σκηνώματα τοῦ Θεοῦ λοιπὸν
45τῷ θείῳ Πνεύματι προορῶντες, καὶ τὰς αὐλὰς αὐτοῦ καὶ τὰ θυσιαστήρια ποθοῦντες. Οἳ καὶ παρακαλοῦσι τὸν τοῦ Θεοῦ Λόγον, τὸν ἐν τῷ καιρῷ τῶν πολέμων ὑπερασπιστὴν αὐτῶν γενόμενον, ἐπιβλέψαι ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ αὐτοῦ, ἵν’, ἐπιφανέντος αὐτοῦ καὶ τὸν ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα Χριστὸν ἀνα‐

23

.

1013

(50)

λαβόντος, λύσις μὲν γένηται προτέρων κακῶν τοῖς πᾶσιν, ἀγαθὰ δὲ διὰ τοῦ Χριστοῦ τὸ τῶν ἀνθρώπων διαδέξηται γένος. Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Τῆς τοῦ Θεοῦ παρουσίας τὴν μίαν, τῆς ἐκ νεκρῶν ἀναστάσεως ἡμέραν, πολὺ κρείττω χιλιάδων
55καὶ προτιμοτέραν ὁ τὸν παρόντα ψαλμὸν λέγων ἡγεῖ‐ ται. Αἰνίττεσθαι δὲ ἡγοῦμαι διὰ τῶν χιλιάδων τὸν χρό‐
νον τῆς συστάσεως τῆς Ἱερουσαλήμ. Ἐν ὅλοις γὰρ1014 in vol. 23

23

.

1016

χιλίοις ἔτεσι συνέστη ὁ ἐν αὐτῇ νεώς· τοσαῦτα γὰρ ἦν τὰ ἀπὸ τῆς Σολομῶντος κατασκευῆς τοῦ ναοῦ μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας, ἃ καὶ αὖθις δηλοῦ‐ σθαι ἡγοῦμαι διὰ τοῦ πθʹ ψαλμοῦ, ὃς ἐπιγέγραπται
5μὲν, Προσευχὴ Μωϋσέως, φησὶ καὶ προϊὼν, Ὅτι χί‐ λια ἔτη ἐν ὀφθαλμοῖς σου ὡσεὶ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί. Τῆς οὖν χιλιά‐ δος ἐκείνης ἡ μία ἡμέρα τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν προκριτέα καὶ προτιμοτέρα τυγχά‐
10νει τῷ ταύτης ἐπιθυμητῇ γενομένῳ. Διὸ εὔχεται τα‐ χῦναι τὴν παρουσίαν αὐτοῦ λέγων· Ἰδὲ, ὁ Θεὸς, καὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ σου, ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χι‐ λιάδας. Οὐ πάντως δὲ πληθυντικῶς ἀκουστέον τῶν
15χιλιάδων· παρὰ γὰρ Ἑβραίοις αὕτη ἡ λέξις μίαν χι‐ λιάδα σημαίνει, ὡς παντὶ τῷ ἐπιστήσαντι δῆλον ἔσται. Καὶ ἐπειδήπερ ἡ μία ἡμέρα προτιμοτέρα ἐστὶ τῆς χιλιάδος ἐν ταῖς αὐλαῖς ταῖς καθ’ ὅλης τῆς οἰκουμένης, διὰ τῆς θεοφανείας τοῦ προφητευομένου Θεοῦ, ἱδρυ‐
20θείσαις· διὰ τοῦτο καὶ ἀνωτέρω ἔλεγεν· Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Καὶ πάλιν ἐπειδήπερ ἀνωτέρω ἔλεγε τὸ, Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε· τούτῳ πιστεύων καὶ ἀκρι‐
25βῶς πεπεισμένος ἀληθῆ εἶναι τὸν λόγον, διὰ τοῦτό φημι· Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον· ἵν’ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ὢν, δύνωμαι εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνεῖν τὸν Θεόν. Μᾶλλον δὲ ἐξελεξάμην ὥσπερ τὴν μίαν ἡμέραν ὑπὲρ
30τὴν χιλιάδα, οὕτω τὸν οἶκον τοῦ Θεοῦ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀλη‐ θείας, μᾶλλον ἢ οἰκεῖν ἐν πολλοῖς σκηνώμασι τῶν ἁμαρτωλῶν. Μιμήματα γὰρ τῶν σκηνωμάτων τοῦ Θεοῦ καὶ οἱ ἁμαρτωλοὶ ἑαυτοὺς κατεσκεύασαν· ἀλλὰ
35τὰ μὲν τοῦ Θεοῦ ἀγαπητὰ τυγχάνει, μίσους δὲ ἄξια τὰ τῶν ἁμαρτωλῶν. Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεὸς, χάριν καὶ δόξαν δώσει Κύριος. Ἀντὶ τοῦ, Ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος, ὁ Ἀκύλας φησὶν, Ὅτι ἔλεος καὶ θυρεὸς Κύριος ὁ
40Θεός· καὶ ἡ πέμπτη ἔκδοσις, Ὅτι ἥλιος καὶ σκε‐ παστὴς Κύριος ὁ Θεός· καὶ ὁ Σύμμαχος δὲ τούτοις συμφώνως, Ὅτι ἥλιον, ὠνόμασε. Διὰ τοῦτο γὰρ, φησὶν, ἐκείνη ἡ μία ἡμέρα κρείσσων ἐστὶ χιλιάδων, ἐπειδήπερ αὐτὸς ὁ Κύριος ὁ τοῦ Θεοῦ Λόγος ἥλιος
45τυγχάνει τῆς ἡμέρας ἐκείνης. Τοῦτον δὲ καὶ ὁ προ‐ φήτης τὸν ἥλιον ᾐνίττετο φήσας· Τοῖς δὲ φοβουμέ‐ νοις με ἀνατεῖλε Ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Τὸν αὐτὸν δὲ ἐδήλου καὶ ὁ εἰ‐ πών· Καὶ δύσεται ὁ Ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς

23

.

1016

(50)

πλανῶντας τὸν λαόν μου· γυμνότερον δὲ ὁ Ἡσαΐας, Οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς τῆς ἡμέρας, φησὶν, ἀλλ’ ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σου. Τοιοῦτος δὲ ἥλιος ὢν ὁ Κύριος, χάριν καὶ δόξαν καὶ ἔτι μεῖζον καὶ κρεῖττον, ἄῤῥητόν τε καὶ
55ἀπόῤῥητον ἀγαθὸν δώσει τοῖς πορευομένοις ἐν ἀκα‐
κίᾳ· ἢ κατὰ τὸν Σύμμαχον, Τοῖς ὁδεύουσιν ἐν τε‐1016 in vol. 23

23

.

1017

λειότητι. Διὰ τοῦτο πιστεύων τοῖς εἰρημένοις, καὶ ἀκριβῶς ἐμαυτὸν πείσας ἀληθεῖς εἶναι τοὺς περὶ τού‐ των λόγους, τέλος τοῦ παντὸς λόγου φημί· Κύριε τῶν δυνάμεων, μακάριος ὁ ἄνθρωπος ὁ ἐλπίζων
5ἐπὶ σέ. Πᾶς γὰρ ὁ ἄλλως παρὰ τοῖς πολλοῖς μακαρι‐ ζόμενος πεπλανημένως ἂν μακαρίζοιτο. Μόνος δὲ, εἰ χρὴ τἀληθῆ φάναι, μακάριος διὰ τὰ προλελεγμένα, ὡς ἂν πάντων τῶν ἀγαθῶν ἔμπλεος, ὅ σοι μόνῳ ἑαυ‐ τὸν ἀναρτήσας, καὶ πάσας ἑαυτοῦ τὰς ἐλπίδας ταῖς
10παρὰ σοὶ ἐπαγγελίαις ἀναθείς. Ἤδη δὲ τρίτον ἐν τῷ παρόντι ψαλμῷ μακαρίσας ὁ λόγος τοὺς ἐμφερομένους ἐν αὐτῷ, οὐδαμῶς τοῦ Ἰουδαίων ἔθνους, οὐδὲ τοῦ Ἰσ‐ ραὴλ ἐμνημόνευσεν, οὐδὲ τοὺς τὰ Μωϋσέως δι’ ἔργων ἀποπληροῦντας ἐμακάρισεν· ἀλλὰ πρῶτον μὲν καθό‐
15λου τοὺς κατοικοῦντας ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· δεύτερον πάντα ἄνδρα οὗ ἐστιν ἀντίληψις αὐτῷ παρὰ Κυρίου· καὶ ἐπὶ τέλει τοῦ παντὸς λόγου ἀορίστως καὶ καθολικῶς πάντα ἄνθρωπον τὸν ἐλπίζοντα ἐπὶ Κύριον. Χρῆν γὰρ ἐπιφανείας Θεοῦ καὶ Χριστοῦ παρουσίας εἰς ἀνθρώπους καταγγελλομένης μὴ Ἰουδαίοις μόνον ἀλλὰ καὶ πᾶσι τοῖς ἀνθρώποις τοὺς παρὰ τῷ Θεῷ μακαρισμοὺς ἀναγγελίζεσθαι.
20ΕΙΣ ΤΕΛΟΣ, ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΨΑΛΜΟΣ. ΠΔʹ. Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἀκολούθως τῷ πρὸ τού‐ του ψαλμῷ μετὰ τὴν ἐν ἐκείνῳ θεσπισθεῖσαν θεοφά‐ νειαν ἐν τῷ μετὰ χεῖρας κακῶν ἀπαλλαγὴ προφητεύε‐
25ται, καὶ λύτρωσις μὲν αἰχμαλωσίας, συγχώρησις δὲ καὶ ἄφεσις ἁμαρτημάτων. Εἵπετο γὰρ ταῦτα τῇ τοῦ Θεοῦ εἰς ἀνθρώπους παρουσίᾳ, καὶ τοῖς λοιποῖς τοῖς ἐπὶ τῷ πρὸ τούτου ψαλμῷ δεδηλωμένοις. Ἐπειδὴ γὰρ ἐν ἐκείνῳ σκηνώματα Θεοῦ πλεῖστα καὶ αὐλαὶ καὶ
30θυσιαστήρια ἐπὶ τῆς γῆς ἐθεσπίζετο συστήσεσθαι, καὶ τὸ τούτων αἴτιον Θεὸς ἦν μέλλων ἐπὶ γῆς φαίνεσθαι, καὶ ὀνομαστὶ Χριστὸς ἦν ἐπιβλεπόμενος· ἐλέγετο γοῦν· Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών· καὶ πάλιν· Ἐπίφανον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου·
35εἰκότως ἐν τῷ προκειμένῳ ψαλμῷ τὰ μέλλοντα ἔσε‐ σθαι καθ’ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης προα‐ ναφωνεῖται. Ἃ δὴ καὶ πεπλήρωται ἐπὶ τῆς τοῦ Σω‐ τῆρος ἡμῶν παρουσίας, καθ’ ἣν εὐδόκησεν ὁ Θεὸς κα‐ ταξιώσας αὐτὴν τῆς ἐπιβάσεως τοῦ Χριστοῦ αὐτοῦ.
40Πάλαι μὲν γὰρ εἴρητο τῷ πρωτοπλάστῳ· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ, Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· καὶ ἄλλος προφητῶν ἔλεγεν· Ἀρὰ καὶ φόνος καὶ ψεῦδος, καὶ κλοπὴ καὶ μοιχεία κέχυ‐ ται ἐπὶ τῆς γῆς· καὶ αἵματα ἐφ’ αἵμασι μίσγου‐
45σιν· Ὡς δὲ ἐπεδήμει τῇ γῇ ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ τὸ ἀπὸ γῆς σῶμα ἀνελάμβανε· μεταβολὴ προτέρων ἐγί‐ γνετο κακῶν, καὶ τὸ πᾶν τῆς γῆς στοιχεῖον ἀντὶ τῆς προτέρας ἀρᾶς εὐλογίας Θεοῦ μετελάμβανεν, ἐκκλη‐ σίαι τε καὶ οἶκοι τῷ Θεῷ προσευκτήριοι καθ’ ὅλης

23

.

1017

(50)

τῆς οἰκουμένης συνίσταντο. Διὸ νῦν μὲν λέλεκται· Εὐδόκησας, Κύριε, τὴν γῆν σου· ἐν ἑτέροις δὲ, Κύριος ἐβασίλευσεν, ἀγαλλιάσεται ἡ γῆ, καὶ πά‐ λιν· ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Εἰκότως οὖν καὶ αὐτοῦ λέλεκται τοῦ Κυρίου ἡ γῆ κατὰ τὸ, Εὐδόκη‐
55σας, Κύριε, τὴν γῆν σου. Οὐ μόνον γὰρ κτίσμα αὐτοῦ
καὶ ποίημα, ἀλλὰ καὶ κτῆμα γέγονε διὰ τὰ λελεγμένα.1018 in vol. 23

23

.

1020

Πῶς δὲ εἴρηται τὸ, Ἀπέστρεψας τὴν αἰχμαλω‐ σίαν Ἰακὼβ, νοήσεις ἐκ τῆς σωτηρίου φωνῆς, δι’ ἧς τὴν φήσασαν τοῦ Ἡσαΐου προφητείαν, Πνεῦμα Κυ‐ ρίου ἐπ’ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι
5πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀναγνοὺς ἐπήγαγε, Σήμερον πεπλήρωται ἡ προφητεία αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν, διδάσκων εἰς ἑαυτὸν πληροῦσθαι τὸ λό‐ γιον. Ὅτι δὴ αὐτὸς ἦν ὁ Σωτὴρ καὶ λυτρωτὴς τῶν
10ἀνθρωπίνων ψυχῶν, ἃς ἀπὸ τῆς πικρᾶς δουλείας τῆς πολυθέου πλάνης καὶ τῆς δαιμονικῆς ἐνεργείας ἠλευ‐ θέρου, λύσας αὐτῶν τὰς σειρὰς τῶν ἁμαρτιῶν. Ὃ δὴ καὶ αὐτὸ παρίσταται διὰ τοῦ προκειμένου ψαλμοῦ φάσκοντος· Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου,
15ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Ἀνομίας δὲ ἀφιεμένας καὶ καλυπτομένας οἶδε καὶ ἀλλαχοῦ ὁ φάσκων λόγος· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐκαλύφθησαν αἱ ἁμαρτίαι· Σημαίνει δὲ διὰ τούτων τὸ Πνεῦμα τὴν ὑπὸ τοῦ Σωτῆρος δεδωρη‐
20μένην ἄφεσιν τῶν προτέρων ἁμαρτημάτων τοῖς ἀπὸ τῆς νοητῆς τῶν ψυχῶν αἰχμαλωσίας λελυτρωμένοις· οἷς, εἰ μετὰ τὴν ἄφεσιν πάλιν ἁμάρτοιεν, οὐκέτι δευ‐ τέραν ἄφεσιν, ἀλλ’ ἐπικάλυψιν ἁμαρτιῶν παρέχει. Διὰ γὰρ δευτέρων κατορθωμάτων καλύπτειν τὰ προ‐
25ημαρτημένα συνεχώρησε. Ταῦτα δὲ πάντα τῇ τῶν ἀνθρώπων γῇ, καὶ δηλαδὴ τοῖς κατοικοῦσιν αὐτὴν, διὰ τῆς τοῦ Σωτῆρος ἐπιδημίας ὁ τῶν ὅλων Θεὸς ἐδωρήσατο, καταπαύσας τὴν ὀργὴν καὶ τὸν θυμὸν, ὧν ἄξιοι τὸ πρὶν ἐτύγχανον οἱ τὴν γῆν οἰκοῦντες, ἅτε
30δὴ ἐχθροὶ ὄντες αὐτοῦ διὰ τὰς τῶν ἀσεβειῶν αὐτῶν ὑπερβολάς· ἀλλὰ Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλ‐ λάσσων ἑαυτῷ, μὴ λογιζόμενος δὲ αὐτοῖς τὰ παρα‐ πτώματα. Διὸ λέλεκται· Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου.
35Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ’ ἡμῶν. Μὴ εἰς τὸν αἰῶνα ὀργισθήσῃ ἡμῖν; ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν; Ὁ Θεὸς, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐ‐
40φρανθήσεται ἐπὶ σοί. Τὰ μὲν πρότερα προεφητεύετο περὶ τῶν γενησομένων καθ’ ὅλης τῆς γῆς, ἃ δὴ καὶ τέλους ἔτυχε διὰ τῆς παρουσίας τοῦ Σωτῆρος ἡμῶν κατὰ τὴν ἀποδοθεῖσαν ἑρμηνείαν· τὰ δὲ προκείμενα εὐχὴν περιέχει ὑπὲρ τοῦ ἐκ περιτομῆς λαοῦ. Ἐπειδὴ
45γὰρ ὁ προφήτης προεώρα τῷ θείῳ Πνεύματι τὴν εἰς τὸν Χριστὸν ἀπείθειαν τοῦ Ἰουδαίων ἔθνους, καὶ τὴν καταληψομένην αὐτοὺς ὀργὴν τῶν τολμηθησομένων αὐτοῖς ἕνεκεν, εἰκότως τὴν προκειμένην εὐχὴν ὑπὲρ αὐτῶν ἀναπέμπει· ὡς μηκέτι δοκεῖν ἐναντιο‐

23

.

1020

(50)

λογίαν περιέχειν τὸν ψαλμὸν, ἀνωτέρω μὲν τὰ χρη‐ στότερα θεσπίσαντα πάσῃ τῇ γῇ, ἐν δὲ τοῖς προκει‐ μένοις, ὡς μηδενὸς ἀγαθοῦ πεπραγμένου τὴν εὐχὴν διεξιόντα. Τὰ τοίνυν πρῶτα περὶ τῶν διὰ τοῦ Σω‐ τῆρος ἡμῶν παρασχεθεισῶν τῷ τῶν ἀνθρώπων βίῳ
55εὐεργεσιῶν προεφητεύετο· τὰ δὲ δεύτερα ὁ προφήτης ὑπὲρ τῶν ὁμοεθνῶν εὔχεται, ἱκετεύων παύσασθαι μὲν τὴν κατ’ αὐτῶν ὀργὴν, καταξιωθῆναι δὲ καὶ αὐτοὺς τῆς τοῦ Θεοῦ ἐπιστροφῆς καὶ τῆς ἐπὶ τῷ
Χριστῷ τοῦ Θεοῦ εὐφροσύνης.1020 in vol. 23

23

.

1021

Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου καὶ τὸ σω‐ τήριόν σου δῴης ἡμῖν. Ἔτι καὶ ταῦτα ὁ Προφήτης εὔχεται, ἱκετεύων καταξιωθῆναι καὶ αὐτὸς ὀφθαλμοῖς παραλαβεῖν τὰ μέλλοντα ἔσεσθαι διὰ τοῦ ἐλέους τοῦ
5Θεοῦ, ἃ δὴ ἐν τοῖς ἀνωτέρω προεφητεύετο. Παρακαλεῖ δὲ καὶ τῆς τοῦ Χριστοῦ εἰς ἀνθρώπους ἐπιλάμψεως τυχεῖν, διὰ τοῦ φάσκειν· Καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Σαφῶς δὲ τὸ σωτήριον αὐτὸν εἶναι τὸν Χριστὸν ἐδίδαξεν ὁ Συμεὼν ἐν τοῖς Εὐαγγελίοις·
10λαβὼν γοῦν μετὰ χεῖρας ἔτι νήπιον ὄντα τὸν Ἰησοῦν, εἶπε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸν λόγον σου ἐν εἰρήνῃ. Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ Σωτήριόν σου. Τοῦτο οὖν αὐτὸ καὶ ὁ Προφήτης ἰδεῖν εὔχεται· διό φησιν ὁ Σωτήρ·
15Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον. Ἀκούσομαι τί λα‐ λήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν. Εὐξάμενος
20ὁ Προφήτης, τῇ σιωπῇ ἑαυτὸν παραδίδωσι, πιστεύσας ἐπακουσθήσεσθαι. Εἶτα προσδοκήσας ἀποκρίσεως τυ‐ χεῖν φησιν αὐτὸς πρὸς αὑτόν· Τὰ μὲν τῆς εὐχῆς μοι τοιαῦτα γέγονε· καιρὸς δὲ λοιπὸν ἐπακοῦσαι τοῦ ἁγίου Πνεύματος, καὶ μαθεῖν παρ’ αὐτοῦ τί μέλλοι
25θεσπίζειν περὶ τῆς εἰρήνης τοῦ λαοῦ αὐτοῦ, καὶ περὶ τῶν μελλόντων διὰ τοῦ Χριστοῦ αὐτοῦ ἐπιστρέφειν. Εἶτα βραχύ τι ἐφησυχάσας, πληροῦται τοῦ Πνεύματος τοῦ θείου, καὶ προφητεύει ἑξῆς ὧδέ πως λέγων Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον
30αὐτοῦ, τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν· Παρίστησι δὲ διὰ τούτων, ὅσον οὐδέπω μέλλειν ἐπι‐ στήσεσθαι ἀνθρώποις τὸ σωτήριον τοῦ Θεοῦ, περὶ οὗ ἀνωτέρω ηὔξατο εἰπών· Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. Αὐτὸ
35δὴ οὖν τοῦτό φησι τὸ Σωτήριον ἔγγιστα τυγχάνειν, καὶ πλησίον ἤδη καὶ ἐγγὺς τῶν φοβουμένων αὐτὸν εἶναι, αἴτιον ὑπάρχον τοῦ κατασκηνῶσαι δόξαν καὶ σκηνώματα συστῆσαι ἐν τῇ γῇ ἡμῶν. Ἔθος δὲ τῇ θείᾳ Γραφῇ τὸν Χριστὸν τοῦ Θεοῦ σωτήριον ὀνομά‐
40ζειν, πολλάκις διὰ πολλῶν ἀπεδείξαμεν. Ὃ δὴ καὶ νῦν θεσπίζων ὁ λόγος, παρίστη διδάσκων ἀντὶ τῆς προτέρας ἀτιμίας τῆς κατὰ τὴν εἰδωλολατρείαν ὑπο‐ στάσης ἐν τῇ γῇ δόξαν ἐν αὐτῇ κατασκηνώσειν, καὶ σκηνώματα πανταχοῦ γῆς ἱδρυθήσεσθαι δόξης τῆς
45τῷ Θεῷ διὰ τῆς εὐαγγελικῆς διδασκαλίας ἀνατεθη‐ σομένης. Εἶτα τούτοις ἑξῆς τὸν τρόπον, καθ’ ὃν ἔμελλεν ἀποπληρωθήσεσθαι τὰ ἐπηγγελμένα, δια‐ σαφεῖ λέγων· Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. Δύο δὴ διὰ

23

.

1021

(50)

τούτων συζυγίας φησὶν ἀλλήλαις συνηντηκέναι, ὧν ἡ πρώτη ἐλέους ἦν καὶ ἀληθείας, ἡ δὲ δευτέρα δικαιο‐ σύνης καὶ εἰρήνης. Συνήντησαν ἀλλήλαις, φησὶ, καὶ φιλικοὺς ἀσπασμοὺς ἀποδεδώκασι· κατεφίλησάν τε ὁμοῦ τὴν δικαιοσύνην καὶ τὴν εἰρήνην ἡ ἀλήθεια καὶ
55τὸ ἔλεος. Πόθεν δὲ ἀφικόμεναι ἀλλήλαις συνήντησαν, πάλιν ὑποβὰς διδάσκει λέγων· Ἀλήθεια ἐκ τῆς γῆς
ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυ‐1022 in vol. 23

23

.

1024

ψεν Ὡς ἐκ μακροῦ τοιγαροῦν διαστήματος συντυ‐ χοῦσαι ἀλλήλαις, περιεπτύξαντο καὶ κατεφίλησαν· ἄνωθεν μὲν ἐξ οὐρανοῦ διακύψασα ἐπὶ τὴν γῆν ἡ δι‐ καιοσύνη, κάτωθεν δὲ ἀπὸ τῆς γῆς ἀνατείλασα ἡ
5ἀλήθεια. Τούτοις ἀκολούθως ἑξῆς παραθησόμεθα καὶ συνάψομεν τὰ πρῶτα τοῦ ψαλμοῦ, ἐν οἷς ἐλέγετο· Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἀφῆκας τὴν ἀνομίαν τοῦ λαοῦ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.
10Ταῦτα γὰρ πάντα μέλλειν ἔσεσθαι προεφητεύετο, τοῦ σωτηρίου τοῦ Θεοῦ ἐπὶ γῆς ὀφθέντος. Ἐπεὶ σὺν τῷ Σωτηρίῳ ἀλήθεια ἐκ τῆς γῆς ἀνατείλασα, ταύτῃ τε συναντήσασα ἡ ἐκ τοῦ οὐρανοῦ διακύψασα δικαιο‐ σύνη, εἰς πάντας ἀνθρώπους ἐξ ἴσου καὶ κατὰ τὸ δικαιότατον τὴν τοῦ Θεοῦ χάριν ἐξήπλωσε. Σαφῶς δὲ διὰ τούτων ἡ θεοφάνεια τοῦ Κυρίου καὶ
15Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρίσταται· δι’ οὗ μόνου ἡ ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν· ἐπειδήπερ αὐτὸς ἦν ἡ ἀλήθεια, ὅ τε τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας λόγος οὐκ ἔθ’ ὡς τὸ παλαιὸν ἐν τύποις καὶ διὰ συμβόλων παραδέδοτο, ἀλλὰ δι’ αὐτῆς ἀλη‐
20θείας. Διὸ εἴρηται· Ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Καὶ πᾶσαι δὲ αὐτοῦ αἱ πράξεις ἀλήθεια ἦσαν, ἥ τε γένεσις αὐτοῦ καὶ τὸ πάθος καὶ τὰ λοιπὰ, ἃ δὴ κατὰ δόκησιν καὶ φαντασίαν ὑπέλαβον γεγονέναι οἱ ἄθεοι
25αἱρεσιῶται. Εἰ δὲ καὶ πᾶς ἄνθρωπος ψεύστης, μόνος ἂν αὐτὸς εἰκότως, ἀλήθεια ὢν, ἀπὸ τῆς γῆς ἀνέτειλε, ξένον τι χρῆμα τῆς γῆς, καὶ οἷον οὐδεπώποτε προ‐ ηνέγκατο ἀγαθὸν, ἀποδούσης· ἐφ’ ὃν καὶ ἡ ἐξ οὐρα‐ νοῦ διακύψασα δικαιοσύνη ἀνεπαύσατο. Τίς δ’ ἂν εἴη
30ἡ δικαιοσύνη ἡ ἀναπαυσαμένη ἐπὶ τὴν ἀλήθειαν ἀλλ’ ἢ αὐτὸς ὁ Θεὸς Λόγος, περὶ οὗ εἴρηται, Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγια‐ σμὸς καὶ ἀπολύτρωσις; Οὗτος γὰρ, ἐξ οὐρανῶν καταβὰς, ἐπανεπαύσατο τῇ ἀπὸ τῆς γῆς ἀνατειλάσῃ
35ἀληθείᾳ, ἡνώθη τε αὐτῇ, καὶ ὡς φίλῃ περιπλοκὰς ἔδωκε φιλικάς. Συνῆν δὲ τῇ μὲν ἀπὸ τῆς γῆς ἀνα‐ τειλάσῃ ἀληθείᾳ τὸ ἔλεος προτρέχον αὐτῆς· διὰ γὰρ τὸ τοῦ Θεοῦ ἔλεος ἡ πᾶσα τῆς ἀληθείας γέγονεν οἰκο‐ νομία· τῇ δὲ ἐξ οὐρανῶν κατελθούσῃ δικαιοσύνῃ
40εἵπετο ἡ εἰρήνη, ὅπως οἱ ἐπὶ γῆς οἰκοῦντες ἄνθρωποι μὴ μόνον ἐλέου Θεοῦ καὶ ἀληθείας ἀπολαύσωσιν, ἀλλὰ καὶ τῆς ἐξ οὐρανῶν δικαιοσύνης, ἅμα καὶ τῆς ταύτης φίλης εἰρήνης. Πάλαι μὲν γὰρ οἰκητήριον ἐτύγχανε τῆς δικαιοσύνης καὶ τῆς εἰρήνης οὐρανός·
45νῦν δὲ καὶ ἡ γῆ, ὅτε ἐπὶ τῆς γῆς ὑπέστη τὸ ἔλεος τοῦ Θεοῦ. Τοῦτο γὰρ ἦν καὶ τῶν ἑξῆς αἴτιον· διὰ γὰρ τὸ ἔλεος τοῦ Θεοῦ καὶ τὰ λοιπὰ πάντα ἐπηκολούθησε· μετὰ γὰρ τὸ ἔλεος ἡ ἀλήθεια, ἔπειτα ἡ δικαιοσύνη, καὶ ἐπὶ πᾶσιν ἡ εἰρήνη. Γέγραπται δὲ σαφῶς περὶ τοῦ Σωτῆρος

23

.

1024

(50)

ἡμῶν, Ὅτι αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ποιήσας τὰ ἀμφότερα ἕν· καὶ, Εἰρηνοποιήσας δι’ αὐτοῦ τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· καὶ πάλιν· Ἐλθὼν εὐηγγελίσατο εἰρήνην τοῖς μακρὰν καὶ τοῖς ἐγγύς. Εἰκότως οὖν διὰ ταῦτα ἐν τῷ ψαλμῷ
55εἴρηται τὸ, Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ, τοῦ κατασκηνῶσαι δόξαν ἐν
τῇ γῇ ἡμῶν Πολλὴ γὰρ καὶ μεγάλη δόξα ἐν τῇ ἡμε‐1024 in vol. 23

23

.

1025

τέρᾳ γῇ, λέγω δὲ τῇ τῶν ἀνθρώπων οἰκουμένῃ, διὰ τῆς τῶν προφητευομένων ἐκβάσεως συνέστη. Καὶ πῶς γὰρ οὐκ ἤμελλε κατασκηνοῦν δόξα ἐν τῇ γῇ ἡμῶν, ὅτε καὶ τὸ σωτήριον τοῦ αὐτοῦ, αὐτὸς ὁ Χρι‐
5στὸς αὐτοῦ, καὶ ἡ ἐξ οὐρανοῦ δικαιοσύνη, ταύτης ἐπι‐ βῆναι κατηξίωσε; Ταῦτα δὲ πάντα ἐπακούσας τοῦ Θεοῦ προορίσαντος καὶ προλαλήσαντος ἐπὶ τὸν λαὸν αὐτοῦ, θεσπίζει μετὰ τὴν εὐχὴν, εἰπών· Ἀκούσομαι τί λαλήσει Κύριος ὁ Θεός· διὸ ἐπήγαγεν ἑξῆς· Ὅτι
10λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ. Αὕτη δὲ ἡ εἰρήνη γέγονε τῷ λαῷ, ὅτε τὸ ἔλεος καὶ ἡ ἀλήθεια συν‐ ήντησαν, ἥ τε δικαιοσύνη καὶ ἡ εἰρήνη κατεφίλησαν. Ὧν οὕτως ἐχόντων, καὶ τὰ τῆς εὐχῆς ἀποδέδοται τοῦ Προφήτου, καὶ τὰ πρὸ τῆς εὐχῆς εἰρημένα. Καὶ γὰρ
15εὐδόκησε Κύριος τὴν γῆν αὐτοῦ, καταξιώσας αὐτὴν ἐλέους καὶ ἀληθείας καὶ τῶν λοιπῶν· ἀλλὰ καὶ ἀπέ‐ στρεψε τὴν αἰχμαλωσίαν τῶν ἀνθρωπίνων ψυχῶν, λύσας μὲν πάντα πόλεμον, χαρισάμενος δὲ τὴν εἰρή‐ νην, καὶ διαῤῥήξας τοὺς δεσμοὺς, καὶ τοὺς κλοιοὺς
20τοὺς ἀπὸ τῆς ἁμαρτίας ἐγγενομένους. Διὸ καὶ συν‐ ῆπται τῷ, Ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακὼβ, τὸ, Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, καὶ τὸ, Ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Ἡ γὰρ ἐπιστροφὴ τῆς αἰχμαλωσίας οὐκ ἄλλως ἀπετελέσθη
25ἢ δι’ ἀφέσεως τῶν ἁμαρτιῶν. Ὅτι δὲ καὶ ταῦτα διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας τέλους ἔτυχεν, αὐτὸς ἐδίδαξεν ἐν τοῖς Εὐαγγελίοις, ὅτε, λαβὼν τὴν βίβλον τοῦ Ἡσαΐου, καὶ ἀναγνοὺς τὸ, Πνεῦμα Κυ‐ ρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσα‐
30σθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τὰ ἑξῆς, ἐπήνεγκεν εἰπών· Σήμερον πεπλήρωται ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. Εἰ δ’ οὖν ἐννοήσειέ τις, εἴποι ἂν τὸ γένος τῶν ἀνθρώ‐ πων πάλαι πρότερον αἰχμαλωσίαν ὑπὸ τῶν ἀοράτων
35πολεμίων, τῶν ἀληθῶς ἐχθρῶν τοῦ Θεοῦ, καθελκυσθὲν εἰς εἰδωλολατρείας, καὶ πάσας πράξεις αἰσχρὰς καὶ ἀθεμίτους, οὐκ ἂν ὀκνήσει δεινὴν ταύτην φάναι ψυ‐ χῶν αἰχμαλωσίαν, ἧς ἀπαλλάξας καὶ ἐλευθέρους καταστησάμενος ἡμᾶς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν,
40ἄφεσίν τε διὰ λουτροῦ παλιγγενεσίας παλαιῶν πλημ‐ μελημάτων καὶ λύσιν προτέρων ἀσεβημάτων παρασχὼν, αἴτιος ἡμῖν κατέστη τῆς ἐν τῷ ψαλμῷ εὐχα‐ ριστίας, ὡς δύνασθαι καὶ ἡμᾶς λέγειν· Εὐδόκησας, Κύριε, τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμα‐ λωσίαν Ἰακώβ. Ἀφῆκας τὰς ἀνομίας τοῦ λαοῦ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν. Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ
45ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς. Πάλαι μὲν, ὅτε ὑπὸ κατάραν ἦν ἡ γῆ, ἀκάνθας καὶ τριβόλους ἔφυε, κατὰ τὸ εἰρημένον· Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι· νῦν δ’ ὅτε τοιαῦτα ἀγαθὰ εἰς αὐτὴν ἐλήλυθεν, ἀκο‐

23

.

1025

(50)

λούθως καὶ αὐτὴ τὸν προσήκοντα καρπὸν ἀποδιδόναι λέγεται, ἅτε δὴ τυχοῦσα τῆς παρὰ τοῦ Κυρίου χρη‐ στότητος. Καρπὸς δὲ ἐπάξιος Θεοῦ οὐκ ἄκανθαι καὶ τρίβολοι, ἀλλὰ πάντως που ταῦτα δι’ ὧν καταξιοῦται εὐλογίας τῆς παρὰ τοῦ Θεοῦ. Γῆ δὲ ἡ πιοῦσα τὸν ἐπ’
55αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν, φέρουσά τε βοτά‐ νην εὔθετον ἐκείνοις, δι’ οὓς καὶ γεωργεῖται, μετα‐
λαμβάνει εὐλογίας τῆς παρὰ τοῦ Θεοῦ. Εἰκότως οὖν1026 in vol. 23

23

.

1028

τὰ καινὰ ᾄσματα ᾄδειν προστάττεται ἡ γῆ, ὡς ἂν τοιούτων ἀρτίως δεδηλωμένων κατηξιωμένη, τοῦ ἁγίου Πνεύματος ἐπιφωνοῦντος αὐτῇ καὶ λέγοντος· ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, ᾄσατε τῷ Κυρίῳ
5ᾆσμα καινόν· καὶ, Κύριος ἐβασίλευσεν, ἀγαλλιά‐ σεται ἡ γῆ, καὶ ὅσα τούτοις ὅμοια τυγχάνει. Δι‐ καιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ. Τούτου τὴν διάνοιαν σαφέστερον ἐκδεδώκασιν οἱ λοιποὶ ἑρμηνευ‐
10ταὶ, καὶ μάλιστα ὁ Σύμμαχος εἰπών· Δικαιοσύνη ἑκάστου προελεύσεται αὐτὸν, καὶ θήσει εἰς ὁδὸν τοὺς πόδας αὐτοῦ. Μετὰ γὰρ τὰ τῇ γῇ κεχαρισμένα ἀγαθὰ ἕκαστος τῶν τὴν γῆν κατοικούντων, ὡς ἂν τῆς ἐξ οὐρανῶν διακυψάσης δικαιοσύνης μετασχὼν, καὶ
15αὐτὸς ἰδίαν κτησάμενος δικαιοσύνην, ἕξει αὐτὴν προ‐ άγουσαν αὐτὸν εἰς τὴν ἄνω φέρουσαν ὁδὸν, καὶ τὰ διαβήματα αὐτῆς κατατάττουσαν· ὅπως ὁδεύσας τὴν εἰς οὐρανοὺς φέρουσαν, ἐπιστηριζόμενός τε καὶ χει‐ ραγωγούμενος ὑπὸ τῆς προαγούσης αὐτὸν δικαιοσύ‐
20νης αὐτοῦ, τύχοι τῶν ἐπουρανίων ἐπαγγελιῶν, ἃς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐκήρυττε πᾶσιν ἀνθρώποις λέγων· Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ, Μακάριοι οἱ τοιοίδε, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. ΠΡΟΣΕΥΧΗ Τῼ ΔΑΥΙΔ ΠΕʹ. Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἐπάκουσόν μου,
25ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. Τεσσάρων ὄντων ἐφεξῆς ψαλμῶν τῶν ἐπιγεγραμμένων υἱῶν Κορὲ κατὰ τοὺς παρόντας τόπους, πρώτου μὲν τοῦ πγʹ, ἔπειτα τοῦ πδʹ, καὶ τρίτου τοῦ πϛʹ, καὶ τελευταίου τοῦ πζʹ, πῶς ἡ προσευχὴ τοῦ Δαυῒδ ἀκαίρως, ὡς ἂν
30εἴποι τις, παρεμβέβληται μέση, εὐλόγως ἄν τις ἐξ‐ ετάσειεν. Ἡγοῦμαι τοίνυν οὐκ ἀλόγως, ἀλλ’ εὐκαιρό‐ τατα ταῖς περὶ τοῦ Χριστοῦ προφητείαις παραμε‐ μίχθαι τὴν προκειμένην εὐχήν. Ἐπειδὴ γὰρ ἀγαθῶν ἐπαγγελίας καὶ ἀφέσεις ἁμαρτημάτων, Θεοῦ τε εἰς
35ἀνθρώπους παρουσίαν καὶ Χριστοῦ ἄφιξιν λυτρωτοῦ καὶ Σωτῆρος ἀνθρώπων, οἱ πρῶτοι τῶν ἐπιγεγραμ‐ μένων υἱῶν Κορὲ προεφήτευον, ὅτε πγʹ καὶ πδʹ. Ἀλλὰ καὶ οἱ ἑξῆς ἐπιλεγόμενοι τῶν υἱῶν Κορὲ, καὶ αὐτοὶ ἐθνῶν κλῆσιν εὐηγγελίζοντο, καὶ Χριστοῦ γένε‐
40σιν, καὶ τὸν ὑπὲρ ἀνθρώπων αὐτοῦ θάνατον· ἀναγ‐ καίως ἡγοῦμαι τῆς περὶ τούτων προφητείας μέσην παρεμβεβλῆσθαι τὴν προσευχὴν τοῦ Δαυῒδ, δι’ ἧς ἱκε‐ τεύει τυχεῖν καὶ αὐτὸς τῶν διὰ τοῦ Σωτῆρος πᾶσιν ἀνθρώποις προξενουμένων ἀγαθῶν· ὡς ἂν, καὶ αὐτὸς
45γενόμενος κοινωνὸς τῶν προφητευομένων, τύχοι μὲν ἀφέσεως ἁμαρτιῶν, ἀπολαύσοι δὲ τῆς σωτηρίου με‐ γαλοδωρεᾶς τῆς πᾶσι τοῖς ἔθνεσι εὐαγγελιζομένης. Μνημονεύει γοῦν ἐν τῇ αὐτοῦ προσευχῇ ὁ Δαυῒδ τῆς εἰς τὰ ἔθνη χυθείσης τοῦ Θεοῦ χάριτος, ἀποθαυμά‐

23

.

1028

(50)

ζων καὶ ἐκπληττόμενος τὴν χάριν, δι’ ὧν φησιν· Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου. Ἐπεὶ τοίνυν καὶ αὐτὸς ηὔχετο τοῦ ἴσων ἀγαθῶν τυχεῖν,
55εἰκότως τὴν ἑαυτοῦ προσευχὴν μέσην τῶν εὐαγγελι‐
κῶν ψαλμῶν παρεμβάλλει. Ταῦτα μὲν οὖν εἰς τὴν1028 in vol. 23

23

.

1029

λεχθεῖσαν πρότασιν εἰρήσθω. Χρὴ δὲ μὴ ἀγνοεῖν, ὅτι καὶ ἄλλοι πλείους εἰσὶ Προσευχῆς ἐπιγεγραμμένοι ψαλμοί· ἀλλ’ οὗτος μετὰ προσθήκης, τοῦ Δαυῒδ, εἴ‐ ρηται· ἕτερος δὲ ἐπιγέγραπται, Προσευχὴ τοῦ Μωϋ‐
5σῆ ἀνθρώπου τοῦ Θεοῦ· καὶ ἄλλος, Προσευχὴ τοῦ πτωχοῦ, ὅταν ἀκηδιάσῃ καὶ ἐναντίον τοῦ Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ. Ἀλλ’ ὡς ἐπαναβεβηκότες τὰς ἐν τῇ Παλαιᾷ Γραφῇ προσευχὰς, οἱ τοῦ Σωτῆρος ἡμῶν ἀπόστολοι προσελθόντες ἠξίουν αὐτὸν διδάξαι
10αὐτοὺς προσεύχεσθαι· ὁ δὲ διδάσκει, μόνοις αὑτοῖς καὶ τοῖς ὁμοίοις κατάλληλον παραδιδοὺς προσευχήν. Διό φησι πρὸς αὐτούς· Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, καὶ τὰ ἑξῆς. Ἕκαστος οὖν ἑαυτὸν
15δοκιμαζέτω, εἴτε ἄξιός ἐστιν, ὡς ἤδη υἱὸς Θεοῦ γε‐ γονὼς, τὸν ἐν τοῖς οὐρανοῖς ἐπικαλεῖσθαι Πατέρα, καὶ λέγειν τὸ, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἑξῆς. Εἰ μὴ τοσοῦτος εἴη, ἀναλέγεσθαι ἑαυτῷ σπουδαζέτω τὴν ἁρμόζουσαν τῇ αὐτοῦ καταστάσει
20προσευχὴν ἀπό τε τῆς βίβλου τῶν Ψαλμῶν καὶ ἀπὸ τῶν προφητικῶν φωνῶν. Ἡ μέντοι παροῦσα προσ‐ ευχὴ τοῦ Δαυῒδ οὖσα τυγχάνει· οὕτως γὰρ ἡρμήνευσεν ὅ τε Ἀκύλας καὶ ὁ Σύμμαχος, ἀντὶ τοῦ, τῷ Δαυῒδ, τοῦ Δαυῒδ, εἰρηκότες. Δοκεῖ δὲ ὁ Δαυῒδ τῷ θείῳ
25Πνεύματι μὴ ἠγνοηκέναι τὸν περὶ τῶν πτωχῶν ὑπὸ τοῦ Σωτῆρος ἡμῶν εἰρημένον μακαρισμόν· διὸ πτω‐ χὸν ἑαυτὸν καὶ πένητα ὑπάρχειν ὁμολογεῖ, καὶ ταῦτα βασιλεὺς ὢν καὶ πλούτῳ πολλῷ περιῤῥεόμενος. Ἀλλ’ ἐπειδὴ τῷ πνεύματι τοιοῦτος ἦν, κατὰ τὸ, Μακάριοι
30οἱ πτωχοὶ τῷ πνεύματι, εἰκότως ἐν τῇ προσευχῇ, ὡς ἀρετὰς ἑαυτοῦ καὶ τὰ κατορθώματα προβάλ‐ λεται τὴν πτωχείαν καὶ πενίαν. Καὶ ἄλλως δὲ ἐρεῖς, ὅτι, ὥσπερ Μωϋσῆς, φωνῆς ἀκούσας Θεοῦ, ἰσχνόφωνον ἑαυτὸν εἶναι ὡμολόγει, κατὰ παράθεσιν
35τῆς θείας φωνῆς τοῦτο φήσας· οὕτω καὶ ὁ Δαυῒδ, εἰ καὶ μέγας ἦν καὶ πλούσιος καὶ σοφὸς ἀνθρώποις συγκρινόμενος, ἀλλ’ ἀνατείνας πρὸς τὸν Θεὸν τοὺς ὀφθαλμοὺς, ὁρᾷ ἑαυτὸν τὸ μηδὲν ὄντα· καὶ ἐπεὶ μήπω ἦν δυνατὸς πατέρα τὸν Θεὸν ὀνομάζειν, Κύριον αὐτὸν
40καλεῖ, δούλου χώραν ἑαυτὸν ἐπέχειν σημαίνων. Εἶθ’ ὡς αὐτὸς μένων κάτω που καὶ ἐν βυθῷ, τοῦ δὲ Θεοῦ ὄντος ἐν ὕψει, κλῖναι τὸν Θεὸν ἱκετεύει τὸ οὖς ἑαυτοῦ· ἅτε μὴ τοσοῦτον βοᾷν δυνάμενος διὰ τὴν οἰκείαν ἀσθένειαν, ὡς ἀναπέμπειν εἰς ὕψος καὶ τείνειν πρὸς τὸν Θεὸν τὴν ἑαυτοῦ φωνήν. Διὸ δεῖται κλῖναι ἑαυτοῦ τὸ
45οὖς τὸν Θεὸν, καὶ τῇ ἑαυτοῦ ταπεινότητι συγκαταβῆναι τὴν θείαν ἀκοήν. Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου, ὁ Θεὸς, τὸν ἐλπίζοντα ἐπὶ σέ. Ἐν οἷς ἦν, ἐν τούτοις φυλαχθῆναι ἀξιοῖ ὑπὸ τοῦ Θεοῦ, ὡς ἂν μὴ συληθείη αὐτοῦ ἡ ψυχὴ ὧν ἐκέκτητο ἀρε‐

23

.

1029

(50)

τῶν· ἃς ἐδήλωσε πρῶτον εἰπὼν, Ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ· δεύτερον, Ὅτι ὅσιός εἰμι· διὸ καὶ ἀλλαχοῦ φάσκει· Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας. Ἐπεὶ δὲ συνῄδει ἑαυτῷ μηδέπω ὄντι υἱῷ, εἰκότως δοῦ‐ λον ἑαυτὸν ὁμολογεῖ καί φησι· Σῶσον τὸν δοῦλόν
55σου, ὁ Θεὸς, τὸν ἐλπίζοντα ἐπὶ σέ. Δοῦλος δὲ Θεοῦ ἐστιν ὁ μὴ δουλεύων ἁμαρτίᾳ, μηδέ τινι πάθει
ὑποκείμενος, μόνῳ δὲ Θεοῦ Λόγῳ ὑποτεταγμένος, καὶ1030 in vol. 23

23

.

1032

ὁ ἐπὶ μηδένα ἕτερον ἐλπίζων ἢ ἐπὶ μόνον τὸν Θεόν. Ἐλέησόν με, Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν· εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου, ὅτι πρὸς σὲ, Κύριε, τὴν ψυχήν μου ἦρα. Εἰ
5καὶ ὅσιός εἰμι, φησὶν, εἰ καὶ πτωχὸς καὶ πένης τῷ πνεύματι· ἀλλ’ οὔπω θαρσῶν ἐμαυτῷ τὴν εὐχὴν ἀνα‐ πέμπω. Δέομαι δὲ καὶ ἱκετεύω ἐλέου τοῦ παρὰ σοῦ τυχεῖν, καὶ αὕτη μού ἐστιν ἡ διηνεκὴς προσευχή. Ἀντὶ γοῦν τοῦ, ὅλην τὴν ἡμέραν, ὁ Σύμμαχος ἐξέ‐
10δωκεν, Ὅτι πρὸς σὲ βοῶν καθ’ ἑκάστην ἡμέραν. Οὐ γὰρ πρὸς μίαν ἡμέραν δεῖ τῇ προσευχῇ σχολά‐ ζειν, ἀλλὰ διὰ πάσης τῆς ἑαυτῶν ζωῆς. Καὶ ἐπειδή‐ περ ἐπ’ οὐδενὶ τῶν ἀνθρωπίνων πραγμάτων ἔχαιρε μέγα, ἠξίου διὰ τῆς προσευχῆς παρασχεθῆναι αὐτῷ
15ὑπὸ τοῦ Θεοῦ· τοῦτο δὲ ἦν τὸ εὐφροσύνης τῆς παρ’ αὐτῷ τῷ Θεῷ καταξιωθῆναι τὴν ἑαυτοῦ ψυχήν· τὸ μὲν γὰρ σῶμα ἑαυτοῦ καὶ τὴν σάρκα τοῖς σωματι‐ κοῖς χαίρειν ἠπίστατο. Διὸ ταῦτα μὲν παραιτεῖται· μόνην δὲ τὴν παρὰ τοῦ Θεοῦ εὐφροσύνην αἰτεῖ τῆς
20κατὰ ψυχὴν τρυφῆς μεταποιούμενος. Εἰδὼς δὲ, ὅτι οὐ πάντων ἐστὶ δύνασθαι ταύτης τυχεῖν ἀλλ’ ἢ τῶν μακρυνόντων μὲν ἑαυτοὺς τοῦ θνητοῦ βίου καὶ τῶν σωματικῶν ἐπιθυμιῶν, μόνῳ δὲ αὐτῷ τῷ Θεῷ τῇ διανοίᾳ καὶ τοῖς λογισμοῖς πλησιαζόντων, εἰκότως
25ἐπιλέγει, Ὅτι πρὸς σὲ, Κύριε, τὴν ψυχήν μου ἦρα. Ὅτι σὺ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. Ἀντὶ τοῦ, καὶ ἐπιεικὴς, ὁ μὲν Ἀκύλας καὶ Θεοδοτίων, καὶ ἱλαστὴς, εἰρήκασιν· ὁ δὲ Σύμμαχος, καὶ ἀφίων.
30Καὶ ταῦτα δὲ χρησίμως ἐλέχθη τῷ Δαυῒδ, θεραπεύοντι τὸ νομισθὲν φορτικὸν ῥῆμα· τοιοῦτον δὲ ἦν τὸ πρὸς σὲ τὴν ψυχήν μου ἦρα· καὶ πάλιν ἀνωτέρω τὸ, Ὅτι ὅσιός εἰμι. Καὶ ταῦτα γάρ μοι, φησὶν, οὐκ ἐξ ἐμῆς δυνάμεως ἐπορίσθη, ἀλλ’ ἐκ τῆς σῆς χάριτος.
35Σὺ γάρ με ἐπὶ ταῦτα ἤγαγες, χρηστὸς ὢν καὶ ἀφίων ἁμαρτίας, οὐ μόνον ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἐπικα‐ λουμένοις σε· πολυέλεος γὰρ τυγχάνεις. Κοινοποιήσας δὲ τὸν λόγον διὰ τοῦ, καὶ πᾶσιν τοῖς ἐπικαλουμέ‐ νοις σε, προτρέπει πᾶσιν ἡμῖν ἐπὶ τῷ τὰ ἴσα αὐτῷ
40προσεύχεσθαί τε καὶ ἐλπίζειν. Ἐνώτισαι, Κύριε, τὴν προσευχήν μου, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ἐν ἡμέρᾳ θλίψεώς μου πρὸς σὲ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου. Καὶ ἐντεῦθεν παρ‐ ίσταται, ὅτι προσευχὴ τυγχάνει ὁ ψαλμὸς, ὡς καὶ διὰ
45τῆς προγραφῆς. Ἐπεὶ δὲ κατὰ παρῳχηκότα χρόνον εἴρηται τὸ, ἐκέκραξα, καὶ τὸ, ἐπήκουσας, σημειώσῃ, ὅτι ὁ Ἀκύλας φησὶν, Ἐπικαλέσομαί σε, ὅτι εἰσ‐ ακούσεις μου· ὥστε εἶναι τὰ τῆς προσευχῆς ἀναπεμ‐ πόμενα εἰς μέλλοντα χρόνον αἰτοῦντα παρὰ τοῦ Θεοῦ

23

.

1032

(50)

βοήθειαν· ἵν’, εἴποτε καιρὸς γένοιτο περιστατικὸς, καὶ εἴποτε θλίψις ἐπέλθοι, ἐπικαλούμενος τὸν Κύριον ἐν ταῖς θλίψεσιν, ἐπήκοον αὐτὸν σχοίη. Καλὸν δὲ πρὸ θλίψεως καὶ πρὸ τῶν σκυθρωπῶν καιρῶν μὴ ὑπτιοῦ‐ σθαι ἐν ταῖς ἐπιθυμίαις, μηδὲ ἀποῤῥᾳθυμεῖν τῶν πρὸς τὸν Κύριον εὐχῶν, ἀλλὰ προπαρασκευάζεσθαι
55εἰς τὸν μέλλοντα χρόνον. Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ ἔθνη ὅσα ἐποί‐ ησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου,
Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου. Ὅτι μέγας1032 in vol. 23

23

.

1033

σὺ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος. Καὶ πᾶσαι μὲν ὠφέλιμοι καὶ ἀναγκαῖαι αἱ τῶν ἁγίων τοῦ Θεοῦ προσευχαί· νομίζω καὶ μὴ πάσας γεγράφθαι, ἀλλ’ ἢ μόνας ἐκείνας ἐν αἷς προσευχόμενοι ἐκ θείου
5Πνεύματος ἐκινήθησαν, ὡς καὶ προφητικὰς ἀφεῖναι φωνάς. Ἡγοῦμαι δ’ οὖν καὶ τὸν Δαυῒδ προσευχὰς πολ‐ λὰς ἀναπέμψαι τῷ Θεῷ, ὧν οὐδεμία γραφῇ ἠξιώθη, ἀλλ’ αἱ μετέχουσαι προγνωστικῆς καὶ προφητικῆς δυνάμεως. Διόπερ καὶ ἡ παροῦσα προσευχὴ τῇ βίβλῳ
10τῶν Ψαλμῶν παρελήφθη, καὶ μέση τῶν περὶ τοῦ Χρι‐ στοῦ προφητειῶν παρεμβέβληται, ὡς ἀνακεκραμένη προφητικοῖς λόγοις, καὶ κλῆσιν ἐθνῶν περιέχουσα. Ἄντικρυς γοῦν κλῆσις τῶν ἐθνῶν καὶ διὰ τούτων θεσπίζεται. Ἐπειδὴ γὰρ τὰ πολλὰ περὶ ἑαυτοῦ μόνου
15ηὔξατο, Ἐπάκουσόν μου, εἰπὼν, καὶ, Φύλαξον τὴν ψυχήν μου, καὶ, Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, καὶ τὸ, Ἐλέησόν με, καὶ, Εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου· ἐπεὶ τοίνυν τὰ τοσαῦτα περὶ ἑαυτοῦ ηὔξατο, ὁ πλούσιος καὶ μεγαλόδωρος Θεὸς δείκνυσιν
20αὐτῷ, ὅτι μὴ αὐτῷ μόνῳ τὰ τῆς προσευχῆς αἰτουμένῳ παρέξει, ἁπλωθήσεται δὲ ἡ θεία χάρις καὶ εἰς πάντα τὰ ἔθνη, ὡς καὶ αὐτῶν μελλόντων ἀπολαύειν τούτων, ὧν ὁ Δαυῒδ τυχεῖν ἠξίου. Ὅθεν τῷ Πνεύματι τῷ ἁγίῳ φωτισθεὶς καὶ τὸ μέλλον θεασάμενος, ὑπερεκπλήττε‐
25ται τῆς τοῦ Θεοῦ χάριτος τὴν μεγαλοδωρίαν, καί φησι τὰ προλεγόμενα. Θεοὺς δὲ ἐνταῦθα λέγεσθαι ὁ μέν τις ἡγήσεται τοὺς ἐν ἀνθρώποις δικαίους καὶ θεο‐ φιλεῖς ἄνδρας, διὰ τὸ λέγον· Ἐγὼ εἶπον, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὁ δὲ τὰς κατ’ οὐρανὸν
30θείας δυνάμεις, διὰ τὸ φάσκειν τὸν Ἀπόστολον· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, (ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοί·) ἡμῖν εἷς Θεὸς ὁ Πατήρ. Ἐπεὶ τοίνυν οὔτε ἀγγέλων τις, οὔτε προφητῶν τὴν τῶν ἐθνῶν κλῆσιν
35ἐποιήσατο, εἰκότως εἰς πρόσωπον ἡγοῦμαι τοῦ Χρι‐ στοῦ λέγεσθαι τὸ, Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε. Ἄλλος δέ τις φήσει, διὰ τὸ ψευδῶς μὲν καὶ πεπλανημένως παρὰ τοῖς πολλοῖς τῶν ἀνθρώπων νο‐ μίζεσθαι εἶναι θεοὺς, καὶ παρὰ πᾶσι τοῖς ἔθνεσιν
40ἄλλον ἀλλαχοῦ θεοποιεῖσθαι, μόνον δὲ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν καθ’ ὅλης τῆς οἰκουμένης Θεὸν ἀνηγο‐ ρεῦσθαι, ἐξ ἁπάντων τε τῶν ἐθνῶν λαοὺς ἑαυτῷ πε‐ ριπεποιῆσθαι· τούτου χάριν προφητικῶς εἰς πρόσω‐ πον αὐτοῦ τὰς προκειμένας ἀναφωνεῖσθαι θεολογίας.
45Εἶτ’ ἐπειδήπερ πολλοὶ προφῆται πρὸ τοῦ Σωτῆρος ἡμῶν παραδόξων ἔργων γεγόνασι ποιηταὶ, οὐδεὶς δὲ πώποτε τοιαῦτα πράξας ἀναγέγραπται, ὁποῖα ἐν τοῖς Εὐαγγελίοις τοῦ Σωτῆρος ἡμῶν ἐμφέρεται, καὶ ὁποῖα δέδεικται διὰ τῆς τῶν ἐθνῶν ἁπάντων ἐπιστροφῆς·

23

.

1033

(50)

διὰ τοῦτο λέγεσθαι καὶ τὸ, Οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Καὶ ποῖα ἔργα διδάσκει λέγων ἑξῆς· Πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου. Ἐὰν δὲ ἐπιφέρηται τὸ, Σὺ εἶ Θεὸς μόνος, καὶ τοῦτο ἐφαρμόσεις τῷ Σωτῆρι, παραθεὶς
55τὸ, Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε· ὥσπερ γὰρ ἐπὶ συγκρίσει τῶν ἀποδοθέντων θεῶν οὐκ ἔστιν
ὅμοιός σοι, οὕτως ἐν παραθέσει τῶν αὐτῶν σὺ εἶ Θεὸς1034 in vol. 23

23

.

1036

μόνος. Ἐπειδήπερ μόνος ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐν ἀρχῇ ἦν, καὶ Θεοῦ Λόγος ἦν, καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ Θεὸς ἦν· διόπερ οὐκ ἔστιν ὅμοιος αὐτῷ ἐν θεοῖς, καὶ μόνος αὐτὸς ὡς ἐν θεοῖς εἴη ἂν Θεὸς, οὐδενὸς τῶν
5λεγομένων πολλῶν θεῶν ἐν τῇ αὐτοῦ παραθέσει δυνα‐ μένου χρηματίζειν Θεοῦ. Ἄλλος δὲ διὰ τὸ ἐπιφέρε‐ σθαι πᾶσι τούτοις τὸ, ὅτι Σὺ εἶ Θεὸς μόνος, εἴποι ἂν πρὸς τὸν Πατέρα καὶ Θεὸν τῶν ὅλων τὰ προκείμενα πάντα διὰ τῆς εὐχῆς ἀναπέμπεσθαι· τῇ γὰρ αὐτοῦ
10δωρεᾷ καὶ χάριτι ἡ κλῆσις τῶν ἐθνῶν διὰ τοῦ Υἱοῦ αὐ‐ τοῦ γέγονε· καὶ αὐτὸς ἦν ὁ τῶν ὅλων κτίστης καὶ δη‐ μιουργὸς καὶ ποιητὴς διὰ τοῦ Υἱοῦ τὰ πάντα συστη‐ σάμενος, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς· καὶ αὐτὸς ἦν ὁ πάντα θαυματουργήσας διὰ τοῦ Υἱοῦ, τά
15τε κατὰ τὴν Παλαιὰν Διαθήκην ἱστορούμενα, καὶ τὰ ἐν τῇ Καινῇ ἀναγεγραμμένα· διὸ λέγεσθαι, Οὐκ ἔστι κατὰ τὰ ἔργα σου· καὶ, Μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ Θεὸς μόνος. Τὸ δὲ, μόνος, εἴρη‐ ται καὶ ὑπὸ τοῦ Σωτῆρος ἡμῶν πρὸς τὸν Πατέρα ἐν
20τῷ, Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν. Ἐπεὶ δὲ τῆς τοῦ Πατρὸς θεότητος κοινωνὸς ὑπάρχει ὁ Υἱὸς, τῆς αὐτῆς μέτοχος ὢν βασιλείας, ἅτε μονο‐ γενὴς Υἱὸς ὢν καὶ Θεοῦ Λόγος, καὶ Θεοῦ σοφία, εἰκό‐ τως ἂν καταλέγοιτο καὶ αὐτὸς τῇ παρούσῃ θεολογίᾳ
25διδασκούσῃ, ὅτι οὐκ ἔστιν ὅμοιος τῷ ἐπὶ πάντων Θεῷ ἐν τοῖς πολλοῖς ὀνομαζομένοις θεοῖς· ἐν ἑνὶ γὰρ μόνῳ τῷ μονογενεῖ αὐτοῦ Λόγῳ ἡ τοῦ Πατρὸς ὁμοιότης σώ‐ ζεται. Διὸ καὶ εἰκὼν χρηματίζει Θεοῦ, καὶ, Θεὸς ἦν Λόγος, ὡς ἐν αὐτῷ μὲν σώζεσθαι μόνῳ τὴν τοῦ Πατρὸς ὁμοίωσιν, οὐκέτι δὲ καὶ ἐν τοῖς πολλοῖς θεοῖς.
30 Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ πο‐ ρεύσομαι τῇ ἀληθείᾳ σου, εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Εἰς τὸ μὴ ἀπο‐ σφαλῆναι τῆς ἀληθείας Θεοῦ, ποδηγοῦ δεόμεθα· διό‐ περ ὁ μὲν Ἀκύλας, Φώτισόν με, φησὶ, Κύριε, τῇ
35ὁδῷ σου, περιπατήσω ἐν ἀληθείᾳ σου· ὁ δὲ Σύμ‐ μαχος, Ὑπόδειξόν μοι, Κύριε, τὴν ὁδόν σου, ἵνα ὁδεύσω τῇ ἀληθείᾳ σου. Καὶ πάλιν ἀντὶ τοῦ, Εὐ‐ φρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου, ὁ μὲν Ἀκύλας φησί· Μονάχωσον τὴν καρδίαν
40μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου· ὁ δὲ Σύμμαχος, Ἕνωσον τὴν καρδίαν μου εἰς φόβον τοῦ ὀνόματός σου. Ἐξομολογήσομαί σοι, Κύριε, ὁ Θεός μου, ἐν ὅλῃ τῇ καρδίᾳ μου, καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Πολλὰ χρηστὰ ἐν τοῖς ἔμπροσθεν εἰρη‐
45κὼς, ἀναγκαίως ἀναφέρει τῇ μνήμῃ τὴν περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτεν ἐξομολόγησιν, ὡς ἂν μὴ δοκοίη διὰ τῆς παρασχεθείσης αὐτῷ συγχωρήσεως καὶ τῶν μετὰ ταῦτα ὑπαρχθέντων αὐτῷ, χαυνοῦσθαι, καὶ ῥᾳ‐ θυμότερον ἀναστρέφειν. Ἐπιστρέφει τοίνυν αὐτὸς

23

.

1036

(50)

ἑαυτὸν, καὶ μνήμην ποιεῖται τῆς αὐτοῦ ἁμαρτίας, ἵνα μείζων γένηται ἡ πρὸς τὸν Θεὸν εὐχαριστία· διό φη‐ σιν· Ἐξομολογήσομαί σοι· καὶ ἐπάγει· Ἐῤῥύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου. Ἡ γὰρ πρὸς θάνατον ἁμαρτία τοιαύτη τυγχάνει, εἰς τὸν κατώτα‐
55τον ᾅδην κατασπῶσα. Πολλῶν γὰρ οὐσῶν ἁμαρτιῶν, ἐοίκασιν αἱ μὲν τοῦ ᾅδου εἰς τὰ ἐπιπόλαια φέρειν, αἱ
δὲ εἰς τὰ κατώτατα, καὶ, ὡς ἂν εἴποι τις, εἰς αὐτὸν1036 in vol. 23

23

.

1037

τὸν πυθμένα, περὶ οὗ εἴρηται· Ὁδοὶ ἀνδρὸς αἱ δο‐ κοῦσαι ὀρθαὶ εἶναι, τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου. Ἀλλ’ ἐκεῖθεν, φησὶν, ἐῤῥύσω με, ἐπειδὴ γέγονε τὸ ἔλεός σου μέγα ἐπ’
5ἐμέ. Εὐξάμενος γὰρ μεγάλου τυχεῖν ἐλέους ἐν τῷ νʹ ψαλμῷ, ἐν ᾧ εἴρηκεν, Ἐλέησόν με κατὰ τὸ μέγα ἔλεός σου, ἐν τούτοις ὁμολογεῖται τετυχηκέναι τῆς εὐχῆς· διὸ καὶ ἐξομολογεῖται οὐχ ἁπλῶς, ἀλλ’ ἐν ὅλῃ αὐτοῦ τῇ καρδίᾳ. Ὁ Θεὸς, παράνομοι ἐπανέστη‐
10σαν ἐπ’ ἐμὲ, καὶ συναγωγὴ κραταιῶν ἐζήτησε τὴν ψυχήν μου, καὶ οὐ προέθετό σε ἐνώπιον αὐ‐ τῶν. Καὶ σὺ, Κύριε ὁ Θεὸς, οἰκτίρμων καὶ ἐλεή‐ μων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Μεταβαλὼν ἀπὸ τῆς προσευχῆς εἰς τὴν ἐξομολόγη‐
15σιν, καὶ ὁμολογήσας τῷ Θεῷ τὴν χάριν, ὅτι ἐῤῥύσατο τὴν ψυχὴν αὐτοῦ ἐξ ᾅδου κατωτάτου, ἀπολογεῖται τὴν αἰτίαν ἐξαγορεύων δι’ ἣν ἥμαρτε, καί φησιν, ὅτι ἐξ ἐπιβουλῆς πολλῶν ἀοράτων ἐχθρῶν τοῦτο πέπονθε, φθονησάντων αὐτοῦ τῇ κατὰ Θεὸν προκοπῇ. Διό φη‐
20σιν· Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ’ ἐμέ. Οἱ δὲ λοιποὶ πάντες ἑρμηνευταὶ, ὑπερήφανοι, εἰρή‐ κασι, τὰς ἀοράτους καὶ ὑπερηφάνους δυνάμεις αἰνι‐ ξάμενοι. Ὁποίαν δὲ βίαν πέπονθεν ἡ τοῦ Δαυῒδ ψυχὴ οὐχ ὑπὸ μιᾶς δυνάμεως, ἀλλ’ ὑπὸ πλειόνων, διδάσκει
25λέγων· Καὶ συναγωγὴ κραταιῶν· ἢ ὡς ὁ Ἀκύλας, Καὶ συναγωγὴ κατισχυρευομένων· ἢ ὡς Σύμμα‐ χος, Καὶ συναγωγὴ ἀνυποστάτων ἐζήτησε τὴν ψυχήν μου. Ἀλλ’ ἡ μὲν τῶν ἐχθρῶν συναγωγὴ ἐζή‐ τησε τὴν ψυχήν μου, μὴ θεμένων πρὸ ὀφθαλμῶν τὸν
30Θεὸν, σὺ δὲ, Κύριε, φησὶν, ἅπερ ἐκεῖνοι μὴ προσ‐ εδόκησαν, συνεχώρησας καὶ ἐδωρήσω, ῥυσάμενός μου τὴν ψυχὴν ἐξ ᾅδου κατωτάτου· καὶ τοῦτ’ ἔπραξας, ὡς οἰκτίρμων καὶ ἐλεήμων καὶ μακρόθυμος καὶ πολυέ‐ λεος, καὶ ἐν πᾶσι τούτοις ἀληθινὸς ὑπάρχων.
35 Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με· δὸς τὸ κράτος τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου. Ὁρῶν με, φησὶν, ἐλέησόν με. Δείκνυσι δὲ ἑαυτοῦ ὁ Δαυῒδ τὴν ταπείνωσιν καὶ τῆς ψυχῆς τὴν κάκωσιν, ἣν παρίστη καὶ ἀρχόμενος τῆς προσευχῆς
40ἐν οἷς ἔλεγε· Πτωχὸς καὶ πένης ἐγώ εἰμι. Ἀντὶ δὲ τοῦ, Δὸς τὸ κράτος τῷ παιδί σου, σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπὼν, Δὸς ἰσχὺν παρὰ σοῦ τῷ δούλῳ σου. Ἵνα γὰρ μὴ ἐξασθενήσας ὀλισθήσω, μετὰ τῶν ἄλλων ὧν παρέσχου, δυναμωθῆναι ἀξιῶ,
45πρὸς τὸ μὴ αὖθις καταπαλαισθῆναι ὑπὸ τῆς συνα‐ γωγῆς τῶν κραταιῶν. Οὕτω δέ με ἰσχυροποιήσας σώσεις, ὡς ἄν σου δοῦλον γενόμενον, υἱὸν δὲ τῆς παι‐ δίσκης σου, ἤτοι τῆς Ἐκκλησίας σου, ἢ καὶ τῆς ἐν τῇ κατὰ Θεὸν παιδείᾳ θρεψαμένης αὐτὸν μητρός. Ποίη‐

23

.

1037

(50)

σον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθὸν, καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι, καὶ παρεκάλεσάς με. Ὥσπερ τῷ Κάϊν σημεῖον ἔθετο ὁ Θεὸς τῆς πονηρίας αὐτοῦ δηλωτικὸν, ὅπερ σημεῖον οἱ θεωροῦντες εἴργοντο
55τοῦ ἀνελεῖν αὐτὸν, διὰ τὸ κρῖναι τὸν Θεὸν στένειν καὶ τρέμειν αὐτὸν ἐπὶ γῆς· οὕτω καὶ τοῖς τελείοις αὐ‐
τοῦ σημεῖον εἰς ἀγαθὸν δίδωσιν, ὅπερ ὁρῶντες, οἱ μὲν1038 in vol. 23

23

.

1040

φίλοι χαίρουσιν, οἱ δὲ ἐχθροὶ καὶ οἱ μισοῦντες αἰσχύ‐ νονται, γνώρισμα λαβόντες διὰ τοῦ σημείου, ὅτι βε‐ βοήθηται καὶ παρακέκληται ἐπὶ τῷ συμβεβηκότι. Καὶ τάχα ἐπὶ μὲν τοῦ Κάϊν αἱ ἐχθραὶ δυνάμεις, ὁρῶσαι
5τὸ ἐπιτεθὲν αὐτῷ σημεῖον ὑπὸ τοῦ Θεοῦ, ἐπέχαιρον αὐτῷ, ἅτε ἐπιχαιρησίκακοι οὖσαι· οἱ δὲ τοῦ Θεοῦ ἄγγελοι ἐπέστενον αὐτῷ διὰ τοῦ σημείου τὴν ἐπηρτη‐ μένην αὐτῷ ἐκ Θεοῦ ὀργὴν ἐπιγινώσκοντες. Ἐπὶ δὲ τῆς θεοφιλοῦς ψυχῆς τοὐναντίον, αἱ μὲν ἐχθραὶ δυνά‐
10μεις καταισχύνονται τὸ ἀγαθὸν σημεῖον ἐπικείμενον ὁρῶσαι αὐτῇ· οἱ δὲ θεῖοι καὶ ἀγαθοὶ ἄγγελοι χαίρουσι καὶ συνευφραίνονται αὐτῇ. Τοῦτο καὶ ὁ Σωτὴρ ἡμῶν ἐδίδαξεν εἰπὼν, χαρὰν γίγνεσθαι ἐν τοῖς οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
15ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ, ΨΑΛΜΟΣ ῼΔΗΣ. Πϛʹ. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Δεδοξασμένα ἐλαλήθη περὶ
20σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με. Ἀντὶ τοῦ, Τοῖς υἱοῖς Κορέ, ὁ Ἀκύλας καὶ Σύμμαχος, Τῶν υἱῶν Κορὲ, ἐκδεδώκασιν, ὡς ὑπ’ αὐτῶν πεποιημένου, ἢ διὰ τούτων εἰρημένου τοῦ ψαλμοῦ καὶ λεχθέντος, οὐ
25μόνον διὰ ψαλτηρίου, ἀλλὰ καὶ μετ’ ᾠδῆς. Ζητῶν δὲ παρ’ ἐμαυτῷ, τίνι λόγῳ μὴ πάντες ἦσαν ἐφ’ ἑνὶ συν‐ ημμένοι οἱ ἐπιγεγραμμένοι Τῶν υἱῶν Κορὲ, ἀλλ’ οὕτω μὲν ἰδίως πρῶτοι οἱ ἀπὸ τοῦ μαʹ· καὶ πάλιν ἰδίως ἀφω‐ ρισμένοι δύο ὁ πγʹ, ὁ δʹ καὶ πʹ· καὶ πάλιν ἕτεροι δύο, ὁ
30μετὰ χεῖρας καὶ ὁ ἑξῆς αὐτῷ· μέσος δὲ παρεμβέβληται τούτων ὁ πεʹ ἐπιγεγραμμένος Προσευχὴ τοῦ Δαυΐδ· τὰ μὲν ἐμοὶ παραστάντα εἰς τὴν τῶν τελευταίων θεω‐ ρίαν διὰ τῶν εἰρημένων ἤδη πρότερον δεδήλωται. Εἴποι δ’ ἄν τις καὶ ἄλλως, ὅτι πάντες οἱ ἐν τῇ βίβλῳ
35τῶν Ψαλμῶν φερόμενοι λόγοι, ὑπὸ διαφόρων ἀνδρῶν προφητικῷ Πνεύματι λελαλημένοι, ἰδιάζοντες ἦσαν, ὡς ἂν μήτε ὑφ’ ἕνα καιρὸν λεχθέντες, μήτε ὑπὸ τῶν αὐτῶν προφητευθέντες. Αὐτίκα γοῦν ἐπιγέγραπταί τις Μωϋσέως, καὶ ἕτεροι τοῦ Ἀσὰφ, καὶ τοῦ Δαυῒδ
40πάλιν ἕτεροι, καὶ ὁ Σολομῶντος ἄλλος, καὶ πάλιν Αἰ‐ θὰν τοῦ Ἐσδραΐτου· καὶ ἕτεροι δὲ πλεῖστοι ὅσοι παρὰ τούτους φέρονται ἀνεπίγραφοι, οὐ δυναμένων ἡμῶν εἰδέναι τίνος ἄρ’ εἶεν. Διαφόρως οὖν εἰρημένων τὸ πα‐ λαιὸν σποράδην ὑπῆρχε παρὰ τοῖς περὶ ταῦτα σπου‐
45δαίοις πεφυλαγμένον. Εἶθ’ ὕστερον συναχθῆναι τοὺς ρνʹ ὑπὸ μίαν βίβλον. Μήποτ’ οὖν ὁ συναγαγὼν, εἴτ’ Ἔσδρας οὗτος ἦν, ὥς φασιν Ἑβραίων παῖδες, εἴτε τις ἕτερος παρὰ τοῦτον, τοὺς πρώτους εἰς αὐτὸν ἐχο‐ μένους πρώτους ἐν τῇ βίβλῳ κατέταττεν. Οὐκ ἀθρόως

23

.

1040

(50)

γὰρ τοὺς πάντας ὑφ’ ἕνα καιρὸν εὑρὼν, ἐξ ἀνάγκης τοὺς πρὸς χεῖρα παρεμπίπτοντας συνῆπτε τοῖς προει‐ ληφόσι. Διόπερ καὶ τοὺς πρώτους ηʹ Τῶν υἱῶν Κορὲ εἰκὸς τότε κατατάξαι, ὅτε καὶ ἀθρόως ὁμοῦ πάντες εὕρηνται· μετ’ ἐκείνους δὲ συνάψαι τοὺς μετὰ ταῦτα
55εἰς αὐτὸν ἐλθόντας. Εἶτα πολλῶν ἐν τῷ μεταξὺ εὑρη‐ μένων, καὶ εἰς τὴν βίβλον τῶν Ψαλμῶν ἀναληφθέντων
μετὰ τὸν πβʹ ψαλμὸν, εὑρῆσθαι πάλιν ἄλλους δύο Τῶν1040 in vol. 23

23

.

1041

υἱῶν Κορὲ, οὓς καὶ ἀκολούθως συνάψας ἐν τῷ τρίτῳ καὶ πʹ καὶ τῷ πδʹ κατέταξεν. Εἶτα μεταξὺ τοῦ χρόνου τῆς τοῦ Δαυῒδ Προσευχῆς εὑρεθείσης, ἐνθεῖναι καὶ ταύτην μετὰ τὸν πδʹ. Καὶ πάλιν μετὰ τὴν Προσευχὴν
5τοῦ Δαυῒδ, ἐν πεʹ τόπῳ καταλεχθεῖσαν, εὑρεθῆναι ἑτέ‐ ρους δύο Τῶν υἱῶν Κορὲ, τὸν μετὰ χεῖρας καὶ τὸν ἐφεξῆς αὐτῷ· ἐξ ἀνάγκης τε καὶ αὐτοὺς συναχθῆναι τῇ Προσευχῇ τοῦ Δαυΐδ. Τὸν αὐτὸν δὲ λόγον ὑπάρχειν ὁ αὐτὸς εἴποι ἂν καὶ ἐπὶ τῆς τῶν λοιπῶν ψαλμῶν συν‐ θέσεως.
10 Πιστώσεται δὲ τὸ λελεγμένον ἀπὸ προφητικῶν ἀπο‐ δείξεων· ἐπεὶ γὰρ ἐν ταῖς προφητικαῖς βίβλοις πολ‐ λάκις ἐστὶν εὑρεῖν τὰ τῷ χρόνῳ προλεχθέντα δεύτερα κείμενα τῇ τάξει, καὶ τὰ προφητευθέντα ὕστερα προ‐ τεταγμένα τῶν προαγόντων τοῖς χρόνοις. Ὁ γοῦν Ἱε‐
15ρεμίας προφητεύειν μὲν ἄρχεται ἐπὶ Ἰωσίου, παρα‐ τείνει δὲ μέχρι Σεδεκίου καὶ τῆς αἰχμαλωσίας· Σεδε‐ κίας δ’ ἦν τέταρτος ἀπὸ Ἰωσίου βασιλεύς. Μετὰ γὰρ Ἰωσίαν δεύτερος Ἰωακεὶμ υἱὸς αὐτοῦ διαδέχεται τὴν ἀρχήν· μεθ’ ὃν τρίτος Ἰεχωνίας υἱὸς Ἰωακείμ· μεθ’
20ὃν τέταρτος Σεδεκίας ἀδελφὸς Ἰωακείμ· καθ’ οὓς ἅπαντας τοῦ Ἱερεμίου προφητεύσαντος, ἡ ἐπώνυμος αὐτοῦ γραφὴ ἄρχεται μὲν ἀπὸ Ἰωσίου· εἶτα προϊοῦσα μέμνηται Ἰεχωνίου τοῦ τρίτου ἀπὸ Ἰωσίου· εἶτα προ‐ φητεύει τὰ ἐπὶ Σεδεκίου, ὃς ἦν τέταρτος ἀπὸ Ἰωσίου·
25οἷς ἑξῆς τίθησι τὰ ἐν τῷ τετάρτῳ ἐπὶ Ἰωακεὶμ προ‐ φητευθέντα, ὃς ἦν δεύτερος μετὰ Ἰωσίαν. Εἶθ’ ἑξῆς ἐπάγει τὰ ἐν ἀρχῇ τοῦ αὐτοῦ Ἰωακείμ· εἶτα τὰ ἐπὶ Σεδεκίου, καὶ πάλιν τὰ ἐπὶ Ἰωακείμ. Εἶτα μέμνηται τῆς αἰχμαλωσίας τῆς εἰς Βαβυλῶνα, καὶ ὡς μετὰ Σε‐
30δεκίαν κατέστη ἡγούμενος τῶν ἀπολειφθέντων Γοδο‐ λίας, καὶ ὡς Ἰσμαὴλ ἀναιρεῖ τὸν Γοδολίαν, μεθ’ ὃν Ἰωανᾶν υἱὸς Καριὲ ἡγεῖται. Καὶ μετὰ τούτους ἅπαν‐ τας ἑξῆς ἐπάγει τὰς ἐν τῷ δʹ ἔτει Ἰωακεὶμ λεχθείσας προφητείας, καὶ πάλιν τὰς ἐν ἀρχῇ βασιλείας Σεδε‐
35κίου εἰρημένας. Εὕροις δ’ ἂν καὶ παρὰ τῷ Ἐζεκιὴλ τὰ παραπλήσια. Ἐπεὶ καὶ ἐν τῇ τούτου γραφῇ οὐχ ἑξῆς τοῖς χρόνοις σύγκεινται αἱ προφητεῖαι· ἀλλ’ εἰ‐ σὶν αἱ μὲν κατὰ τὸ κζʹ ἔτος τῆς αἰχμαλωσίας προτε‐ ταγμέναι τῷ ιαʹ τῆς αἰχμαλωσίας εἰρημένῳ· μετὰ
40γὰρ τὰς ἐν τῷ κζʹ ἔτει φέρονται αἱ λεχθεῖσαι ἐν τῷ ιαʹ τῆς αἰχμαλωσίας ἔτει· καὶ πάλιν μετὰ τὰς ἐν τῷ ιαʹ ἄλλαι φέρονται ἐν τῷ ιʹ ἔτει εἰρημέναι, καὶ ἑξῆς αἱ ἐν τῷ κεʹ ἔτει. Καὶ τούτων ἁπάντων εἴποι ἄν τις τὴν αἰτίαν οὐκ ἄλλην εἶναι τῆς ἀποδεδομένης. Σπο‐
45ράδην γὰρ, ὡς εἰκὸς, τῶν κατὰ χρόνους καὶ καθ’ ἕκα‐ στον βασιλέα μερικῶς προπεφητευμένων, τὸ παλαιὸν παρὰ τοῖς σπουδαίοις σωζομένων, ἤτοι τὸν Ἔσδραν, ἢ καί τινας ἑτέρους, ὑπὸ μίαν περιγραφὴν συνάγον‐ τας τὰ ἑκάστῳ τῶν προφητῶν κατὰ χρόνους διαφό‐

23

.

1041

(50)

ρους λεχθέντα, τοὺς πρώτους εὑρισκομένους λόγους κατατάσσειν πρώτους· εἶθ’ ἑξῆς συνάπτειν τοὺς μετὰ ταῦτα εὑρισκομένους, εἰ καὶ προῆγον τῷ χρόνῳ. Τὸν δ’ αὐτὸν εἶναι λόγον καὶ ἐπὶ τῆς τάξεως τῶν Ψαλμῶν, καθόλου μὲν ἁπάντων, ἰδίως δὲ καὶ τῶν μετὰ χεῖρας
55ἡμῖν ἐξεταζομένων· εἰ μὴ ἄρα τις βαθύτερος νοῦς λανθάνων ἡμᾶς ἑτέρους τινὰς λογισμοὺς παραστήσει τῆς τῶν ἐζητημένων αἰτίας Τά γε μὴν ἡμῖν ὑπο‐ πεσόντα εἴς τε τὴν τάξιν Τῶν υἱῶν Κορὲ, καὶ περὶ
τῆς Προσευχῆς τοῦ Δαυῒδ τῆς πρὸ τοῦ μετὰ χεῖρας1042 in vol. 23

23

.

1044

ψαλμοῦ κειμένης, καὶ μέσης Τῶν υἱῶν Κορὲ παρεμ‐ βεβλημένης, πρόκειται τοῖς ἐθέλουσιν ἐντυγχάνειν τοῖς εἰρημένοις ἡμῖν ἔμπροσθεν. Ταῦτα μὲν οὖν ἡμῖν ὧδέ πη προγεγυμνάσθω.
5 Ἐπεὶ δὲ ἀορίστως ἀρχόμενος ὁ λόγος ἐν τῷ ψαλμῷ φησιν· Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· εἰκότως ἄν τις ζητήσειε, τίνος αὐτοῦ. Προχείρως μὲν οὖν εἴποι τις ἂν νοεῖσθαι τοῦ Θεοῦ· ἐπειδὴ ἑξῆς ἐπι‐ λέγεται, ἡ πόλις τοῦ Θεοῦ. Ἐγὼ δὲ, ἐπιστήσας τῇ
10ἀκολουθίᾳ τοῦ ψαλμοῦ, καὶ εὑρὼν ἑξῆς εἰρημένον τό· Μὴ τῇ Σιὼν ἐρεῖ· Ἄνθρωπος καὶ ἄνθρωπος ἐγεν‐ νήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτήν· ἀνθ’ οὗ ὁ Ἀκύλας πεποίηκε· Καὶ τῇ Σιὼν λεχθήσεται· Ἀνὴρ καὶ ἀνὴρ ἐτέχθη ἐν αὐτῇ, καὶ αὐτὸς ἑδρά‐
15σει αὐτήν· Ὁ δὲ Σύμμαχος· Περὶ δὲ Σιὼν λε‐ χθήσεται· Καθ’ ἕκαστον ἄνθρωπον αὐτὸς ἐτέχθη ἐκεῖ· αὐτὸς δὲ ἥδρασεν αὐτήν· ἡγοῦμαι σφόδρα ἀκολούθως εἰρῆσθαι τό· Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι, καὶ μὴ προκεῖσθαι τὸ, τοῦ Θεοῦ· ἵν’, ἐπιζη‐
20τήσαντες τίνος αὐτοῦ, εὕρωμεν ἀπὸ τῶν ἑξῆς τὸν λε‐ γόμενον τεθεμελιωκέναι τὴν Σιὼν ἄνδρα, τὸν καὶ γεν‐ νηθέντα ἐκεῖ· Ἄνθρωπος, γάρ φησιν, ἐτέχθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτήν·καὶ αὐτὸς ἥδρασεν αὐτήν. Λεγομένου τοιγαροῦν τοῦ· Οἱ θε‐
25μέλιοι αὐτοῦ, προσυπακούσωμεν ἡμεῖς τὸ τοῦ ἀν‐ δρὸς τοῦ θεμελιώσαντος αὐτήν· δῆλον δ’ ὅτι τὴν τοῦ Θεοῦ πόλιν. Πόλιν δὲ τοῦ Θεοῦ νομίζειν τὴν κατὰ Πα‐ λαιστίνην τὸ πάλαι συνεστῶσαν Ἰουδαίων μητρόπολιν οὐ μόνον ταπεινὸν, ἀλλὰ καὶ δυσσεβές. Τὸ γὰρ περὶ
30τῆς νῦν ὑπὸ ἀλλοφύλων ἐθνῶν οἰκουμένης ἐν τῇ Ἰου‐ δαίᾳ πόλεως λέγεσθαι νομίζειν τό· Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν, τὰς νῦν ἐρήμους καὶ ἠφανισμένας· καὶ τό· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ· καὶ πάλιν ἀλλαχοῦ· Τοῦ ποταμοῦ τὰ ὁρ‐
35μήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· καὶ πά‐ λιν· Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ· καὶ ταῦτα πάντα νομίζειν λέγεσθαι περὶ πόλεως ἣν ἄνδρες οἰ‐ κοῦσι νῦν Ἕλληνες καὶ ἀλλόφυλοι καὶ εἰδωλολάτραι,
40σφόδρα μοι δοκεῖ ταπεινῆς εἶναι, καὶ μικροπρεποῦς διανοίας. Εἰ δέ τις νοήσειεν ὅπως εἰώθασιν αἱ θεῖαι καὶ προφητικαὶ φωναὶ πόλιν Θεοῦ καλεῖν τὸ θεοσεβὲς πολίτευμα, ὄψεται τίνα τρόπον καθ’ ὅλης τῆς οἰκου‐ μένης τὴν θεοφιλῆ ταύτην καὶ θεοσεβῆ πολιτείαν τε
45καὶ πόλιν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῦ Θεοῦ, ἐθεμελίωσέ τε καὶ ἥδρασε. Διὸ καὶ ποικί‐ λως κηρύττεται ὑπὸ τῶν προφητῶν ἐν οἷς λέγεται περὶ αὐτοῦ, καὶ τό· Οὗτος οἰκοδομήσει τὴν πόλιν μου. Τὴν γὰρ τοῦ Θεοῦ πόλιν, δηλαδὴ τὴν κατὰ Θεὸν

23

.

1044

(50)

πολιτείαν καὶ τὸ θεοσεβὲς πολίτευμα καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης μόνος αὐτὸς γεννηθεὶς ἐν αὐτῇ ἱδρύσατο, καὶ κατεπήξατο διὰ τῆς ἐν παντὶ τόπῳ καὶ πάσῃ χώρᾳ καὶ πόλει συνεστώσης αὐτοῦ καθολικῆς Ἐκκλησίας· περὶ ἧς πεπεῖσθαι προσήκει λέγεσθαι τό· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ
55Θεοῦ, καὶ τό· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ, καὶ ὅσα ἄλλα τοιαῦτα
ἐν ταῖς θείαις φέρεται Γραφαῖς.1044 in vol. 23

23

.

1045

Τῆς οὖν μεγίστης ταύτης καὶ θεοπρεποῦς πόλεως, λέγω δὲ τῆς τοῦ Θεοῦ Ἐκκλησίας, καὶ τοῦ κατ’ αὐτὴν ἐμφαινομένου θεοσεβοῦς πολιτεύματος, οἱ θεμέλιοι τυγχάνουσιν ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Ἑρμηνεύει δὲ
5τὸν λόγον ὁ Ἀπόστολος φάσκων· Ἐποικοδομηθέν‐ τες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφη‐ τῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ. Καὶ ἄλλως δὲ οἱ θεμέλιοι αὐτοῦ οὐκ ἐνταῦθα κάτω καὶ παρ’ ἡμᾶς τυγχάνουσιν, ἀλλ’ ἄνω που καὶ ἐν τοῖς
10καλουμένοις ἁγίοις ὄρεσι. Διὸ λέλεκται· Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Εἶεν δ’ ἂν ταῦτα τὰ ὄρη οἱ οὐρανοὶ τῶν οὐρανῶν, ἔνθα τὸ μέγα πολί‐ τευμα τῆς ἐπουρανίου Σιὼν, καὶ τῆς ἀληθῶς μεγάλης τοῦ Θεοῦ πόλεως συνέστηκεν. Οὐκ ἐμὸς δὲ οὗτος ὁ λό‐
15γος, ἀλλὰ καὶ αὐτὸς τοῦ φήσαντος Ἀποστόλου· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μή‐ τηρ ἡμῶν, καί· Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρω‐
20τοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ταύτης οὖν τῆς μεγάλης πόλεως τοῦ Θεοῦ εἰκὼν μὲν εἴη ἂν ἡ ἐπὶ γῆς Ἐκκλησία τοῦ Θεοῦ· τὰ δὲ στηρίγματα αὐτῆς καὶ θεμέλιοι, οἱ ἐν τοῖς ἀποδεδομένοις ἡμῖν ἁγίοις ὄρεσιν ὑφεστήκασιν· αἱ δὲ εἴσοδοι καὶ αἱ πρῶ‐
25ται στοιχειώσεις αὐτῆς ἐκείνης τῆς οὐρανοπόλεως ἐνταῦθα τυγχάνουσι παρ’ ἡμῖν. Ἅσπερ εἰσόδους καὶ εἰσαγωγὰς τοῦ θεοσεβοῦς πολιτεύματος πύλας ὠνό‐ μασε Σιὼν ὁ λόγος φάσκων· Ἀγαπᾷ Κύριος τὰς πύ‐ λας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.
30Σκηνώματα δὲ Ἰακὼβ αἱ Ἰουδαικαὶ παραδόσεις, καὶ αἱ κατὰ Μωϋσέως σωματικαὶ θρησκεῖαι ἐνταῦθά μοι δοκοῦσι λέγεσθαι· ὧν προτιμότεραι τυγχάνουσι παρὰ τῷ Θεῷ αἱ πύλαι τῆς Σιὼν, τουτέστιν αἱ εἴσοδοι καὶ εἰσαγωγαὶ τῆς ἐπουρανίου βασιλείας ἐπὶ τῆς Ἐκκλη‐
35σίας ἱδρυμέναι. Ἐν μόνῃ γὰρ ταύτῃ κηρύσσεται ἡ τῶν οὐρανῶν βασιλεία, καὶ τοῦ σωτηρίου γε Εὐαγγελίου ὁ πᾶς σκοπὸς ἐκεῖσε βλέπει. Ἐπεὶ καὶ αἱ σωτήριοι ἐπαγγελίαι, καὶ τὸ εὐαγγελικὸν κήρυγμα, καὶ ἡ πᾶ‐ σα ἐλπὶς τοῦ κατὰ Χριστὸν πολιτεύματος, τὴν βασι‐
40λείαν τῶν οὐρανῶν ὁρᾷ. Γέγραπται γοῦν, ὅτι ἐκήρυξεν ὁ Σωτὴρ λέγων· Ἤγγικεν ἡ βασιλεία τῶν οὐρα‐ νῶν. Ἐμακάριζέ τε τοὺς ἀξίους τῶν οἰκείων μακα‐ ρισμῶν, ἐπαγγελλόμενος αὐτοῖς βασιλείαν οὐρανῶν· ἀλλὰ καὶ ἐδίδασκεν εὔχεσθαι τοὺς αὐτοῦ μαθητὰς καὶ
45τὴν τῶν οὐρανῶν βασιλείαν ἐξαιτεῖσθαι φάσκοντας ἐν τῇ προσευχῇ· Γενηθήτω τὸ θέλημά σου, ἐλθέτω ἡ βασιλεία σου. Εἰκότως τοίνυν πάντα τὰ τοιαῦτα πύ‐ λαι τῆς τῶν οὐρανῶν βασιλείας ὠνομάσθησαν, εἴσοδοί τινες καὶ εἰσαγωγαὶ τυγχάνουσαι τῆς ἐκεῖσε πορείας.

23

.

1045

(50)

Ἀγαπᾷ τοίνυν ταύτας τὰς πύλας τῆς ἐπουρανίου Σιὼν ὑπὲρ τὰς νομικὰς καὶ Ἰουδαϊκὰς συναγωγὰς, ἅσπερ ὠνόμασε σκηνώματα Ἰακώβ. Οὐδὲν γοῦν παρ’ ἐκείνοις περὶ τῆς ἐπουρανίου πόλεως τοῦ Θεοῦ μνη‐ μονεύεται, οὐδέ τις αὐτοῖς σκοπὸς περὶ βασιλείας οὐ‐
55ρανῶν ἔνεστι, κάτω δὲ δι’ ὅλου νενευκότες τὰς ἐλπί‐ δας ἐπὶ γῆς ἔχουσι, καὶ τὰς ἐπαγγελίας ἐνταῦθά που
προσδωκῶσι· διὸ προτιμότεραι παρὰ τῷ Θεῷ τυγχάνουσι τῶν σκηνωμάτων Ἰακὼβ αἱ προδηλωθεῖσαι ἡμῖν1046 in vol. 23

23

.

1048

πύλαι τῆς ἐπουρανίου Σιών· ἧς οἱ θεμέλιοι οὐκ ἐνταῦθα κάτω που ἐπὶ γῆς, ἀλλ’ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις ὑπάρχουσι, τοῖς προτεθεωρημένοις. Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώ‐ σκουσί με. Καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ
5λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ. Ἀντὶ τοῦ· Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, ὁ μὲν Ἀκύ‐ λας φησίν· Ἀναμνήσω ὁρμήματος καὶ Βαβυλῶνος· ὁ δὲ Σύμμαχος· Ἀναμνήσω ὑπερηφανίαν καὶ Βα‐ βυλῶνα. Ἡγοῦμαι δὲ διὰ Βαβυλῶνος καὶ Τύρου καὶ
10Ῥαὰβ, διά τε τῶν ἀλλοφύλων καὶ τοῦ λαοῦ τῶν Αἰθιό‐ πων, τὴν κλῆσιν τῶν ἐθνῶν αἰνίττεσθαι, τῶν μεταθε‐ μένων καὶ μεταβεβλημένων ἀπὸ τῆς προτέρας ἀγω‐ γῆς, καταξιωθέντων τε ἀναγεννήσεως τῆς ἐν τῇ πόλει τοῦ Θεοῦ· οὓς ὁ Λόγος ἀναμιμνήσκειν βούλεται τοῦ
15προτέρου ἑαυτῶν γένους. Τῷ γὰρ φάσκειν ἀλλοφύλους, καὶ Τύρον καὶ λαοὺς Αἰθιόπων γεγενῆσθαι ἐκεῖ, τί ἕτερον ἢ τῶν ἀλλοφύλων ἐθνῶν τὴν ἐν τῇ πόλει τοῦ Θεοῦ ἀναγέννησιν; Καὶ ὁ Ἀκύλας δέ φησι· Φυλι‐ στιαία καὶ Τύρος μετὰ Αἰθιοπίας, οὗτος ἐτέχθη
20ἐκεῖ· ὁμοίως δὲ καὶ ὁ Σύμμαχος ἐξέδωκεν εἰπών· Ἰδοὺ Φυλιστιαῖοι καὶ Τύρος μετὰ Αἰθιοπίας, οὗ‐ τος ἐτέχθη ἐκεῖ. Ἐκεῖ δὲ, ποῦ φησι τετέχθαι τοὺς ἀλλοφύλους, ἀλλ’ ἢ ἐν τῇ πόλει τοῦ Θεοῦ, ἢ ἐν ταῖς πύ‐ λαις αὐτῆς ταῖς νενοημέναις; Τοῦτο γὰρ ἡ ἀκολουθία
25τῆς συμφράσεως ὑποβάλλει νοεῖν. Προειπὼν γάρ· Δε‐ δοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ, ἐπιλέγει συνάπτων ἑξῆς, ὡς ἄρα οἵδε καὶ οἵδε ἀλλό‐ φυλοι ἐγενήθησαν ἐκεῖ, καὶ ὁ λαὸς Αἰθιόπων ἐτέχθη ἐκεῖ· δηλονότι ἐν τῇ προειρημένῃ πόλει τοῦ Θεοῦ, ἢ
30ἐν ταῖς ταύτης τεθεωρημέναις πύλαις. Ἃ δὴ καὶ ἔρ‐ γοις ἐπιτελεσθέντα τὴν τῶν λόγων ἀλήθειαν πιστοῦται τῆς σωτηρίου χάριτος, καὶ Βαβυλωνίου, καὶ Τυρίους, καὶ πάντας τοὺς ἀλλογενεῖς καὶ ἀλλοτρίους τοῦ γένους τοῦ Ἰσραηλιτικοῦ, καὶ διὰ λουτροῦ παλιγγενεσίας,
35καὶ τῶν τῆς Καινῆς Διαθήκης μυστηρίων ἀναγεννώ‐ σης ἐν τῇ δηλωθείσῃ πόλει τοῦ Θεοῦ. Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. Αἱ τῶν λοιπῶν ἑρμηνευτῶν ἐκδόσεις λευκότερον τὴν τῶν προ‐
40κειμένων διάνοιαν παρέστησαν. Ὁ μὲν γὰρ Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· Περί τε Σιὼν λεχθήσε‐ ται καθ’ ἕκαστον· Ἄνθρωπος οὗτος ἐτέχθη ἐκεῖ· αὐτὸς ἥδρασεν αὐτὴν ὁ Ὕψιστος. Κύριος ἀριθμή‐ σει γράφων λαούς· οὗτος ἐτέχθη ἐκεῖ. Καὶ ὁ Θεο‐
45δοτίων φησί· Καὶ τῇ Σιὼν ῥηθήσεται· Ἀνὴρ καὶ ἀνὴρ ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν, καὶ ἡτοίμασεν αὐτὴν ὁ Ὕψιστος. Κύριος διηγήσεται ἐν γραφῇ λαῶν· Οὗτος ἐγεννήθη ἐν αὐτῇ. Καὶ πρόσχες τίνα τρόπον ἐν τούτοις οἷσπερ εἴ‐

23

.

1048

(50)

ρηται περὶ τῶν ἀλλοφύλων, τό· Ἀλλόφυλοι καὶ Τύ‐ ρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ. Οὕτω καὶ ἐνταῦθα, Λεχθήσεται, φησίν· Ἀνὴρ καὶ ἀνὴρ ἐτέχθη ἐκεῖ· καὶ πάλιν ἑξῆς· Κύριος γράφων λαοὺς, Οὗτος ἐτέχθη ἐκεῖ. Πρότερον μὲν γὰρ εἴρητο περὶ τοῦ λαοῦ τῶν ἀλλοφύλων· δεύτερον δὲ περὶ τοῦ ἀνδρὸς τοῦ λεγομένου τετέχθαι ἐκεῖ, καὶ τρίτον περὶ
55αὐτοῦ τοῦ Κυρίου. Ὁ γὰρ Κύριος, φησὶν, αὐτὸς ὁ θεσπίζων ταῦτα καὶ γράφων λαοὺς, οὗτος ἐτέχθη ἐκεῖ. Σαφῶς δὲ ὁ Λόγος τὸν μὲν ἄνδρα τὸν τεχθέντα ἐκεῖ, τουτέστιν ἐν τῇ τοῦ Θεοῦ πόλει, τὸν ἄνθρωπον τοῦ
Σωτῆρος ἡμῶν ᾐνίξατο· τὸν δὲ Κύριον καὶ αὐτὸν τε‐1048 in vol. 23

23

.

1049

τέχθαι ἐκεῖ φάσκων, παρίστησι τὴν ἐν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ Λόγου κατοίκησιν. Ὥσπερ γὰρ ἡ Σιὼν, πό‐ λις οὖσα τοῦ Θεοῦ, χώρα τυγχάνει τοῦ τεχθέντος ἐν αὐτῇ ἀνδρὸς, οὕτω καὶ αὐτὸς ὁ ἀνὴρ χώρα γίνεται
5καὶ δοχεῖον τοῦ ἐν αὐτῷ γεννηθέντος Θεοῦ Λόγου, ὡς ἐν ἱερῷ ἁγίῳ καὶ ναῷ, μᾶλλον δὲ ὡς ἐν ἀγάλματι καὶ δοχείῳ τῆς αὐτοῦ θεότητος ἐν αὐτῷ κατῳκηκότος. Καὶ ταῦτα δὲ ἀναγκαίως ὁ Λόγος ἐδίδαξεν εἰς τὸ γνωσθῆ‐ ναι πῶς ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων ἐγε‐
10νήθησαν ἐν τῇ τοῦ Θεοῦ πόλει, καὶ γεγόνασιν υἱοὶ Θεοῦ διὰ τῆς παρ’ αὐτῷ ἀναγεννήσεως. Ὅπως γὰρ καὶ κατὰ τίνα τρόπον ἡ τοσαύτη εἰς οὐρανοὺς ἐξεχύθη χάρις, παρέστησεν εἰπὼν τὰ κατὰ τὸν ἄνδρα τὸν γεννηθέντα ἐκεῖ, καὶ τὸν ἐν τῷ ἀνδρὶ πάλιν γεννηθέντα Κύριον.
15Οἷς ἅπασιν ἐπιλέγει τὸ, Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί· ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας φησὶ, Καὶ ᾄδοντες ὡς χοροὶ πᾶσαι πηγαὶ ἐν σοί· ὁ δὲ Σύμμαχος, Καὶ αἰνέσουσιν ὡς ἐν αὐλοῖς πᾶσαι αἱ πηγαὶ ἐν σοί. Οἶμαι δὲ σημαίνεσθαι καὶ διὰ τού‐
20των τὴν τῶν πιστῶν ἁπάντων, τῶν δὴ τῆς ἁγίας τοῦ Θεοῦ πόλεως καταξιωθησομένων, ἐπισυναγωγὴν, καὶ τὴν εἰς ἕνα χορὸν ἀποκατάστασιν. Τῷ γὰρ λέγεσθαι, ἐν σοί, τὸν τόπον πάλιν σημαίνειν ὑπολαμβάνω τῆς τοῦ Θεοῦ πόλεως· ἧς οἱ μὲν θεμέλιοι ἦσαν ἐν τοῖς ὄρε‐
25σι τοῖς ἁγίοις, αἱ δὲ πύλαι καὶ αἱ εἴσοδοι κάτω που καὶ παρ’ ἡμῖν· ἐν μέσῃ δὲ αὐτῇ πάντες ὡς ἐν χορείᾳ καὶ ἁρμονίᾳ θείᾳ μετ’ εὐφροσύνης συναγόμενοι κατοι‐ κήσειν προφητεύονται. Ὅρα δὲ τίνα τρόπον ὁ παρὼν ψαλμὸς, Θεοῦ γένεσιν θεσπίζων κατὰ τὴν ἀνάγνωσιν
30τῆς τῶν Ἑβδομήκοντα ἑρμηνείας, ἐπέκρυψε τὸ μυστή‐ ριον. Τὸ γὰρ, Κύριος ἀριθμήσει γράφων λαούς· Οὗτος ἐτέχθη ἐκεῖ, κατὰ Σύμμαχον· ἢ κατὰ Ἀκύ‐ λαν, Κύριος διηγήσεται ἐν τῷ γράφειν λαούς· Οὗτος ἐτέχθη ἐκεῖ· ἢ κατὰ τὸν Θεοδοτίωνα, Κύριος
35διηγήσεται ἐν γραφῇ λαῶν· Οὗτος ἐγεννήθη ἐκεῖ, οὐ τοῦτον ἡρμήνευται παρὰ τοῖς Ἑβδομήκοντα τὸν τρόπον· ἀλλ’ εἴρηται, Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ· ἐπικρυψάντων, ὡς οἶμαι, τὴν διάνοιαν τῶν
40τὴν ἑρμηνείαν πεποιημένων, διὰ τὸ ἔθνεσιν ἀλλοφύ‐ λοις μέλλειν ἐκδίδοσθαι τὴν Γραφὴν κατὰ τοὺς Πτολε‐ μαίου χρόνους, οὔπω τοῦ Σωτῆρος ἡμῶν ἐπιλάμψαν‐ τος τῷ βίῳ. Καὶ ὁ πᾶς δὲ ψαλμὸς σφόδρα αἰνιγμα‐ τώδης καὶ σκοτεινῶς εἰρημένος τυγχάνει, θεμελίους
45αὐτοῦ λέγων σεσιωπημένως, τίνος δ’ αὐτοῦ μὴ δια‐ σαφῶν· καὶ πάλιν ὄρη ἅγια ὀνομάζων, καὶ πύλας Σιὼν προτιμωμένας ὑπὸ τοῦ Κυρίου τῶν σκηνωμά‐ των Ἰακὼβ, καὶ πόλιν Θεοῦ δεδοξασμένως λαλουμέ‐ νην· καὶ ἐπὶ πᾶν, ἐν τῇ πόλει, οὐ τὸν Ἰσραὴλ, οὐ‐

23

.

1049

(50)

δὲ τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ Ῥαὰβ τήν ποτε πόρνην καὶ Βαβυλῶνα, Τυρίους τε καὶ Αἰθίοπας καὶ ἀλλο‐ φύλους. Τούτους γὰρ πάντας τεχθήσεσθαι ἐν τῇ πό‐ λει τοῦ Θεοῦ διὰ ποίαν αἰτίαν οὐκ ἂν ἔχοι τις ἄλλην εἰπεῖν ἢ διὰ τὴν γένεσιν τοῦ ἐν αὐτῇ τεχθέντος ἀνδρὸς,
55καὶ τοῦ Κυρίου τεχθέντος ἐκεῖ, δηλαδὴ ἐν αὐτῷ τῷ προλεχθέντι ἀνδρί· ἐφ’ οἷς πᾶσαν εὐφροσύνην κοινὴν καὶ χορείας, ᾠδάς τε καὶ αἴνους καὶ πηγὰς θείων καὶ ἱερῶν λόγων ἐπὶ τέλει τοῦ ψαλμοῦ θεσπίζει. Ἐπὰν δὲ
λέγῃ ἐν γραφῇ λαῶν ταῦτα πάντα ἔσεσθαι, σημαίνειν1050 in vol. 23

23

.

1052

ἡγοῦμαι τὸν καιρὸν τῆς ἀπογραφῆς τῶν ἐθνῶν, ἥτις ἐπληροῦτο ἐπὶ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσεως· τότε γὰρ ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην·
5ὅτε Κυρήνιος ἐπιστὰς τῇ Ἰουδαίᾳ τὰς ἀπογραφὰς ἐποιεῖτο. Ἐπισημαίνεται γοῦν ὁ εὐαγγελιστὴς λέγων· Αὕτη ἡ ἀπογραφὴ πρώτη· ὥστε καὶ τὸν καιρὸν αὐτὸν ἀκριβῶς διὰ τοῦ παρόντος ψαλμοῦ δηλοῦσθαι. Μήποτε δὲ καὶ διὰ τοῦτο ἀφώρισται ὁ ψαλμὸς, καὶ
10μακρὰν ἀπεσχοίνισται τῶν λοιπῶν τῶν ἐπιγεγραμμέ‐ νων υἱῶν Κορὲ, ἐπειδὴ κρύπτεσθαι ὁ λόγος τὰ δηλού‐ μενα ἐν αὐτῷ μυστήρια περὶ τῆς τοῦ Κυρίου γενέ‐ σεως ἐβούλετο· ὥστε καὶ ταύτην ἑτέραν εἶναι αἰτίαν τῶν ἐζητημένων ἡμῖν κατὰ τὴν ἀρχὴν τῶν προκειμέ‐
15νων. Τὸ αὐτὸ δ’ ἂν εἴποις καὶ ἐπὶ τοῦ πζʹ ἑξῆς τούτῳ ἐπιλεγομένου, ἐπιγεγραμμένου τε καὶ αὐτοῦ τῶν υἱῶν Κορέ· ἐπεὶ καὶ αὐτὸς τὸν θάνατον τοῦ Σωτῆρος ἡμῶν προφητεύει ἀκολούθως τῷ μετὰ χεῖρας τὴν γένεσιν αὐτοῦ περιέχοντι. ῼΔΗ ΨΑΛΜΟΥ ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ, ΕΙΣ ΤΟ ΤΕ‐
20ΛΟΣ, ΥΠΕΡ ΜΑΕΛΕΘ, ΤΟΥ ΑΠΟΚΡΙΘΗΝΑΙ, ΣΥΝΕΣΕΩΣ ΑΙΜΑΝ Τῼ ΕΣΔΡΑΪΤῌ. ΠΖʹ. Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέ‐ κραξα καὶ ἐν νυκτὶ ἐναντίον σοῦ. Καὶ ὁ παρὼν ψαλμὸς Τῶν υἱῶν Κορὲ, ὡς καὶ ὁ πρὸ αὐτοῦ, τυγχά‐
25νει. Ἀλλ’ ὁ μὲν πρὸ αὐτοῦ, Χριστοῦ γένεσιν ᾐνίττετο φάσκων· Καὶ τῇ Σιὼν λεχθήσεται· Ἀνὴρ καὶ ἀνὴρ ἐτέχθη ἐν αὐτῇ, καὶ αὐτὸς ἑδράσει αὐτὴν, ὡς ὁ Ἀκύλας ἡρμήνευσε· καὶ τὸν καιρόν γε σημαίνει τῆς γενέσεως τοῦ εἰρημένου ἀνδρὸς, προϊὼν ἑξῆς· ἔφασκε
30γοῦν· Ἐν τῷ γράφειν λαοὺς, οὗτος ἐτέχθη ἐκεῖ. Τούτου δὲ τὴν διάνοιαν σαφέστερον ἀποδέδωκεν ἡ πέμ‐ πτη ἔκδοσις, ἐν ᾗ εἴρηται· Ἐν ἀπογραφῇ λαῶν, οὗτος γεννηθήσεται ἐκεῖ. Σαφέστατα γὰρ τῆς ἀπο‐ γραφῆς ἐμνημόνευσε, καθ’ ἣν ὁ Σωτὴρ καὶ Κύριος
35ἡμῶν ἐγεννήθη, ὥσπερ οὖν δηλοῖ λέγων ὁ εὐαγγελι‐ στής· Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγε‐ μονεύσαντος τῆς Συρίας Κυρηνίου. Ἀλλ’ ἐκεῖνος
40μὲν τὴν γένεσιν ἐσήμανεν αὐτοῦ, ὁ δὲ μετὰ χεῖρας τὸν θάνατον. Τὸ δὲ, ὑπὲρ Μαελὲθ, διὰ χοροῦ, ἡρμή‐ νευσεν ὁ Σύμμαχος· ὁ δὲ Ἀκύλας, ἐπὶ χορείας. Καί μοι δοκεῖ τὸν Χριστοῦ λαὸν αἰνίττεσθαι καὶ τὴν ἐκκλη‐ σιαστικὴν χορείαν, ἐν ᾗ τοῦ Σωτῆρος ἡμῶν ὁ θάνα‐
45τος ἀνυμνεῖται. Ἐπεὶ δὲ καὶ ἡ γένεσις αὐτοῦ διὰ τῆς χορείας ταύτης ᾄδεται, εἰκότως καὶ ὁ πρὸ τούτου ψαλ‐ μὸς τὴν γένεσιν αὐτοῦ θεσπίσας ἐπήγαγε λέγων· Καὶ ᾄδοντες ὡς χοροὶ πᾶσαι πηγαὶ ἐν σοὶ, τοὺς ἐν τῇ Ἐκ‐ κλησίᾳ Χριστοῦ χοροὺς ᾄδοντας αὐτοῦ καὶ ἀνυμνοῦν‐

23

.

1052

(50)

τας τὰ μυστήρια δηλώσας. Τὸν δὲ λεγόμενον Αἰμὰν τὸν Ἐσδραΐτην φασὶν εἶναι ἕνα τῶν υἱῶν Ζαρὰ τοῦ υἱοῦ Ἰούδα, κεκλῆσθαί τε αὐτὸν παρ’ Ἑβραίοις πα‐ τρωνυμικῶς Ζαραΐτην· εἶναι δὲ πέντε τοὺς πάντας·
μαρτυρεῖν δὲ τῷ λόγῳ τὴν πρώτην τῶν Παραλειπομέ‐1052 in vol. 23

23

.

1053

νων, τοῦτον περιέχουσαν τὸν τρόπον· Υἱοὶ Ἰούδα Φαρὲς καὶ Ζαρά· καὶ υἱοὶ Ζαρὰ, Ζαμβρὶ, καὶ Αἰ‐ θὰμ καὶ Αἰμὰν καὶ Χαλχὰλ καὶ Δαρδά· πάντες πέντε. Τούτους ἔλεγεν ὁ Ἑβραῖος ἐν Αἰγύπτῳ προ‐
5φητεῦσαι, πρὸ Μωϋσέως γενομένους, αὐτῶν τε εἶναι τοὺς ψαλμοὺς τοὺς εἰς ὄνομα αὐτῶν προγεγραμμένους· οἷον τὸν μετὰ χεῖρας, καὶ τὸν ἑξῆς αὐτῷ, καὶ αὐτὸν ἐπιγεγραμμένον, Αἰθὰμ τῷ Ἐσδραΐτῃ· ἀλλὰ καὶ πε‐ ρὶ αὐτῶν λελέχθαι ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν· Καὶ
10ἐσοφίσατο Σολομὼν ὑπὲρ Αἰθὰν τὸν Ἐσδραΐτην, καὶ Αἰμὰν, καὶ τὸν Χαλχὰλ καὶ τὸν Δαρδάν. Ταῦ‐ τα μὲν οὖν εἰς τὴν ἱστορίαν εἰρήσθω. Εἰ δέ τι συμ‐ βάλλονται τῇ τοῦ ψαλμοῦ θεωρίᾳ αἱ τούτων τῶν ὀνο‐ μάτων ἑρμηνεῖαι, καὶ αὐτὸς ἐπιστήσεις. Ὕστατος δὲ
15ὢν ὁ παρὼν τῶν ἐπιγεγραμμένων Υἱῶν Κορὲ, τὴν κάθοδον τὴν εἰς τὸν ᾅδην τοῦ Σωτῆρος ἡμῶν περιεί‐ ληφεν, ὥσπερ ἐξεπίτηδες ταμιευσαμένου τοῦ λόγου τὸ μυστήριον τοῦ θανάτου ἐπὶ τέλει τοῦ παντὸς παρα‐ δοῦναι. Καί μοι δοκοῦσιν οἱ δʹ οὗτοι Τῶν υἱῶν Κορὲ,
20λέγω δὲ ὁ τρίτος καὶ πʹ, καὶ ὁ δʹ καὶ πʹ, ὅ τε πϛʹ καὶ ὁ πζʹ ἔχειν τινὰ πρὸς ἀλλήλους ἀκολουθίαν. Ὁ μὲν γὰρ πγʹ σαφῶς Θεοῦ παρουσίαν εἰς ἀνθρώπους καὶ Χρι‐ στοῦ προφητείαν ὀνομαστὶ περιεῖχεν· ὁ δὲ ἑξῆς αὐτῷ ᾗ τάχος ἐπιστῆναι τὰ τεθεσπισμένα ηὔχετο· ὁ δὲ
25πρὸ τοῦ μετὰ χεῖρας ἤδη τὴν ἔνσαρκον αὐτοῦ γένεσιν ᾐνίττετο· τούτοις δὲ πᾶσιν ἀκολούθως ὁ προκείμενος τὸν θάνατον, ὃν ὑπὲρ ἀνθρώπων ἀνεδέξατο, προαναφωνεῖ. Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκρα‐ ξα, καὶ ἐν νυκτὶ ἐναντίον σου. Εἰσελθέτω ἐναν‐ τίον σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς σου εἰς
30τὴν δέησίν μου. Ἐν τῷ καʹ ψαλμῷ καὶ αὐτῷ εἰς τὸν Χριστὸν ἀναφερομένῳ, καὶ τὸ πάθος αὐτοῦ σαφῶς προ‐ φητεύοντι, ὅπερ διὰ τῆς ἀρχῆς παρίστησιν ὁ λόγος φάσκων· Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με; ὃ καὶ μεμαρτύρηται κατὰ λέξιν
35ἐπὶ τοῦ πάθους ὁ Σωτὴρ ἡμῶν εἰρηκὼς, μετὰ τὴν ἀρ‐ χὴν ἑξῆς ἐπιλέγεται· Ὁ Θεός μου, κεκράξομαι ἡμέ‐ ρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. Καὶ ὁ παρὼν δὲ ψαλμός φησιν· Ἡμέ‐ ρας ἐκέκραξα, καὶ ἐν νυκτὶ ἐναντίον σου. Καί μοι
40δοκεῖ τὸ λόγιον τὸν βίον τῆς ἐνανθρωπήσεως τοῦ Σω‐ τῆρος ἡμῶν ὑπογράφειν διὰ πάσης οὐ μόνον ἡμέρας ἀλλὰ καὶ νυκτὸς ἀνακειμένου τῷ Θεῷ. Ἔχει δὲ καὶ ἐν τοῖς Εὐαγγελίοις ὅπως ταῖς εὐχαῖς διὰ παντὸς ἐσχόλαζεν. Ἐπὶ δὲ τοῦ παρόντος δέεται τοῦ Πατρὸς
45καὶ ἀξιοῖ κλῖναι τὸ οὖς πρὸς τὴν δέησιν αὐτοῦ· τουτέστιν ἐπινεῦσαι τοῖς αἰτήμασιν αὐτοῦ. Καὶ τοῦτ’ εὔχεται, ὡς ἂν μέλλων ὑπὲρ ἁπάντων τῶν ἐθνῶν, αὐ‐ τὸς ἑαυτὸν τῷ Πατρὶ προσφέρειν θυσίαν. Πολλὰ δὲ πε‐ ρὶ τοῦ ἰδίου θανάτου μέλλων ἑξῆς διεξιέναι, ὁρῶν τε

23

.

1053

(50)

τὴν μετὰ θάνατον διαδεξομένην αὐτὸν σωτηρίαν, εἰκό‐ τως τὴν ἀπαρχὴν τοῦ ψαλμοῦ τῇ αὐτοῦ σωτηρίᾳ προ‐ λαβὼν ἀνατίθησι· διό φησι, Κύριε ὁ Θεὸς τῆς σωτη‐ ρίας μου. Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε, προσελογίσθην μετὰ
55τῶν καταβαινόντων εἰς λάκκον. Σαφῶς διὰ τούτων τὴν εἰς τὸν ᾅδην κάθοδον αὐτοῦ παρίστησι, καὶ τὰ
κακὰ ὧν πεπληρῶσθαι ἑαυτοῦ ἔφασκε τὴν ψυχήν.1054 in vol. 23

23

.

1056

Κακὰ δὲ ἤτοι τὰς περιστάσεις ὀνομάζει, κοινότερον ἐξακουομένου τοῦ τῶν κακῶν ὀνόματος, ἢ καὶ τὴν τῶν ἀνθρώπων κακίαν, ἧς πεπληρῶσθαι τὴν ψυχὴν αὐτοῦ ἔλεγεν· ἀλλὰ καὶ τὰς ἁμαρτίας τὰς ἡμετέρας, ἃς εἰς
5ἑαυτὸν ἀνείληφε, δι’ ἃς καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα κατὰ τὸν Ἀπόστολον, ὃς ἔφη· Κύριος ὑπὲρ ἡμῶν ἀπέθανε, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· ὅτι γέγρα‐ πται· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. Διὸ καὶ κατὰ τὸν ψαλμὸν, ἐπλήσθη κακῶν ἡ ψυχὴ αὐτοῦ,
10καὶ ἡ ζωὴ αὐτοῦ τῷ ᾅδῃ ἤγγισεν· ὃ δὴ καὶ αὐτὸ σαφῶς τὴν εἰς τὸν θάνατον κάθοδον αὐτοῦ δηλοῖ. Διόπερ ὁ μὲν Ἀκύλας ἐξέδωκεν εἰπὼν, Καὶ ἡ ζωή μου εἰς ᾅδην κατήντηκεν· ὁ δὲ Σύμμαχος, Καὶ ἡ ζωή μου ᾅδῃ ἥψατο. Ὥσπερ δὲ εἴρηται ἀλλαχοῦ τὸ, Μετὰ ἀνόμων
15ἐλογίσθη· Οὕτω καὶ ἐνταῦθα, Προσελογίσθην, φη‐ σὶ, μετὰ τῶν καταβαινόντων εἰς λάκκον· ἀνθ’ οὗ ἐξέδωκεν ὁ Σύμμαχος, Ἐλογίσθην μετὰ τῶν κατ‐ αγομένων εἰς λάκκον. Οἱ μὲν γὰρ πάντες ἄνθρωποι καθέλκονται καὶ κατάγονται εἰς τὸ χωρίον τοῦ θανά‐
20του, τὸ νῦν λάκκῳ παραβαλλόμενον· καὶ καταβαίνου‐ σιν ἐκεῖ διὰ τὰς ἑαυτῶν ἁμαρτίας, τῆς αὐτόθι χώρας ἄξιοι εἶναι κριθέντες. Κἀγὼ δὲ ἐν τούτοις ἐλογίσθην, οὐκ ὢν ἄξιος, ἀλλ’ ὑπήκοος γενόμενος τῷ Πατρὶ μέ‐ χρι θανάτου. Ἐνθάδε μὲν οὖν ἡ ζωή μου, φησὶ, τῷ
25ᾅδῃ ἤγγικε· καὶ, Προσελογίσθην, φησὶ, μετὰ τῶν καταβαινόντων εἰς λάκκον· ἐν ἑτέρῳ δὲ ψαλμῷ, τούτων αὐτῶν μνημονεύων, τὴν ἐκεῖθεν ἄνοδον σημαί‐ νει φάσκων· Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκ‐
30κον· Καὶ πάλιν ἀλλαχοῦ· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι· καὶ εἰσήκουσε τῆς δεήσεώς μου, καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας. Καὶ ἔστησε ἐπὶ πέτραν τοὺς πόδας μου· καὶ ἐν τῷ ιεʹ ψαλμῷ εἴρηται· Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
35 Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος· ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπεώσθησαν. Οἱ ἀληθῶς ἀβοήθητοι ὑπὸ τοῦ θανάτου κυριευόμενοι, κατάγονται καὶ ἀπάγονται ὑπ’ αὐτοῦ.
40Μόνος δὲ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἑαυτὸν ἐκένωσε καὶ ἑαυτὸν ἐταπείνωσε μέχρι θανάτου· καὶ ὥσπερ γέγονεν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, οὕτως ἐγενή‐ θη ὡς εἷς τῶν ἀβοηθήτων ἀνθρώπων. Ἀλλ’ ἐπεὶ μὴ ἀληθῶς εἷς ἦν τῶν πολλῶν, μόνος ἐν νεκροῖς ἦν ἐλεύ‐
45θερος, ἀδούλωτος τῷ θανάτῳ μείνας. Ἀντὶ δὲ τοῦ, Ἐν νεκροῖς ἐλεύθερος, ὁ Ἀκύλας, Ἐν τεθνηκόσιν ἐλεύθερος, ἐξέδωκεν· ὁ δὲ Σύμμαχος, Ἐντὸς νεκρῶν ἀφεὶς ἐλεύθερος. Ἀναγνώσῃ δὲ καὶ μετὰ ὑποδια‐ στολῆς, ἰδίως μὲν ἀφορίσας τὸ, Ἐγενήθην ὡσεὶ ἄν‐

23

.

1056

(50)

θρωπος ἀβοήθητος ἐν νεκροῖς· εἶτα ὑποστίξας εἰς τὸ, ἐν νεκροῖς, ἀποφατικῶς ἐπάξεις τὸ, ἐλεύθερος· τῆς διανοίας τοῦτο δηλούσης, ὅτι Ἐγὼ ὁ ἐλεύθερος καὶ μόνος ἀληθῶς ἁπάντων Κύριος γέγονα ὡσεὶ ἄν‐ θρωπος ἀβοήθητος ἐν νεκροῖς· ἀλλ’ οὐκ ἀληθῶς ἀβοή‐
55θητος, ἀλλ’ ὡς ἀβοήθητος. Ταῦτα δὲ ὅτι μηδενὶ ἑτέ‐ ρῳ λέγειν ἁρμόζει ἢ τῷ ἁψαμένῳ μὲν τοῦ θανάτου,
καὶ εἰς ᾅδην καταβεβηκότι, μὴ καταδουλωθέντι δὲ1056 in vol. 23

23

.

1057

αὐτῷ, παντί τῳ οἶμαι φανερὸν τυγχάνειν· ὡς μὴ δύνασθαι ἐφ’ ἕτερον ἄνθρωπον ἐφαρμόζειν τὰ ἐν τῷ ψαλμῷ λεγόμενα ἢ ἐπὶ μόνον τὸν ἡμέτερον Σωτῆρα. Ὥσπερ δὲ γέγονεν ὡσεὶ ἄνθρωπος ἀβοήθητος, οὕτω
5καὶ ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι. Διὰ δὲ τούτων καὶ ἡ ταφὴ αὐτοῦ σημαίνεται, ἧς καὶ ὁ θεῖος Ἀπόστολος μνημονεύει γράφων Κορινθίοις, λέγων· Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον· ὅτι Χριστὸς ἀπέθανεν
10ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς Γραφὰς, καὶ ὅτι ἐτάφη. Καὶ Ἡσαΐας δὲ τῆς ταφῆς αὐτοῦ μέμνη‐ ται λέγων· Ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ ἦρται ἐκ μέσου. Ἀντὶ δὲ τοῦ, Ὡσεὶ τραυματίαι, ὁ μὲν Ἀκύ‐ λας φησίν, Ὅμοιος ἀνῃρημένοις· ὁ δὲ Σύμμαχος,
15Ὡσεὶ τετρωμένοι· καὶ σαφές τινα τρόπον καὶ τοῦτο ἐπληροῦτο, ὁπηνίκα ὁ στρατιώτης λόγχῃ ἔτρωσεν αὐ‐ τοῦ τὴν πλευράν. Ἀλλ’ ὅτι μὲν τραυματίας γέγονε καὶ ἐν τάφῳ, σαφῶς παρίσταται· πλὴν εἰ λέγοι γεγο‐ νέναι ὡσεὶ τραυματίας, καὶ ὅμοιος τοῖς καθεύδουσιν
20ἐν τάφῳ, ἀλλ’ οὐ μέχρι τούτου ἵσταται· ὅλον δὲ συν‐ άψας, ὄψει τὴν διάνοιαν τοῦ λόγου. Γέγονα γάρ φη‐ σιν, ὡσεὶ τραυματίαι, ὧν οὐκ ἐμνήσθης ἔτι. Οἱ μὲν γὰρ λοιποὶ, μετὰ τὸν θάνατον ἐν τοῖς τάφοις γενόμενοι, ἀπελείφθησαν, καὶ ἀπέμειναν γῆ καὶ
25κόνις, μηκέτι μετὰ τὸν θάνατον μνημονεύσαντος αὐ‐ τῶν τοῦ Θεοῦ· ἐγὼ δὲ ἐγενήθην ὡς εἷς τῶν τοιούτων, μὴ ὢν ὅμοιος αὐτοῖς· ἐμοῦ γὰρ μετὰ τὴν τρῶσιν καὶ μετὰ τὸν θάνατον καὶ μετὰ τὴν ἐν τῷ τάφῳ κατάθεσιν ἐμνήσθης, ζωῆς μετὰ ταῦτά με καὶ σωτηρίας τῆς
30παρὰ σοὶ καταξιώσας Διὸ καὶ ἀρχόμενος καὶ εὐχα‐ ριστήριον ἀνέπεμπεν ὕμνον, λέγων· Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐν‐ αντίον σου. Καὶ τὰ μὲν κατ’ ἐμὲ τοιαῦτα ἦν. Ὅμως δ’ οὖν γέγονα ὅμοιος τοῖς πολλοῖς τοῖς ἐν τάφῳ γενο‐
35μένοις, καὶ μηκέτι τῆς σῆς κατηξιωμένοις μνήμης, διὰ τὸ ἀπὸ τῆς σῆς χειρὸς ἀπεῶσθαι. Ἀντὶ γὰρ τοῦ, Ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπεώσθησαν, ὁ μὲν Ἀκύλας ἐξέδωκεν, Ὧν οὐκ ἐμνήσθης αὐτῶν ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός
40σου ἀπετμήθησαν· ὁ δὲ Σύμμαχός φησιν, Ὧν οὐ μνημονεύσεις ἔτι, οἵτινες ὑπὸ τῆς χειρός σου ἐξεκόπησαν. Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς, καὶ ἐν σκιᾷ θανάτου. Ἀντὶ τοῦ, Ἔθεντό με, ὁ μὲν
45Ἀκύλας, Ἔθου με, ὁ δὲ Σύμμαχος, Ἔταξάς με, ἐκ‐ δεδώκασι. Δι’ ὧν παρίστησιν, ὅτι νεύματι τοῦ Πατρὸς καὶ βουλῇ, οὐχ ἁπλῶς εἰς τὸν θάνατον, οὐδὲ εἰς τὸν ᾅδην καὶ τὸν καλούμενον λάκκον κατελήλυθεν, ἀλλὰ καὶ εἰς τὰ βαθύτατα καὶ τὰ κατώτατα καὶ τὰ ἔσχατα,

23

.

1057

(50)

ὡς ἂν εἴποι τις, τῶν ἐκεῖ χωρίων. Παρίστησι δὲ τοῦ‐ το καὶ αὐτὸς ἐν τοῖς Εὐαγγελίοις φάσκων· Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου ποιῆσαι ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. Ἀντὶ δὲ τοῦ, ἐν σκοτεινοῖς, καὶ ἐν σκιᾷ θανάτου, ὁ Ἀκύλας, ἐν
55σκοτεινοῖς, φησὶ, καὶ ἐν βυθοῖς· ὁ δὲ Σύμμαχος, ἐν σκοτεινοῖς ἐσκεπασμένον· ἡ δὲ πέμπτη ἔκδοσις,
ἐν σκοτεινοῖς, ἐν καταδύτοις. Τοῦτο δέ μοι παρα‐1058 in vol. 23

23

.

1060

τετήρηται ἀναγκαίως, ὡς ἂν μή τις ὑπολάβῃ μὴ ἐν θανάτῳ αὐτὸν γεγονέναι, διὰ τὸ λέγεσθαι παρὰ τοῖς Ἑβδομήκοντα, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. Δέδεικται γὰρ, ὅτι ἐν ἐσκοτισμένοις καὶ βυθοῖς καὶ
5καταδύτοις αὐτοῦ τοῦ θανάτου γέγονε· διόπερ οὔτε τὸ Ἑβραϊκὸν, οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ, σκιὰν θανά‐ του, ἡρμήνευσαν. Τὸν γὰρ παρόντα βίον καὶ τὴν ἐν‐ εστῶσαν ζωὴν, πολλάκις ὁ λόγος σκιὰν θανάτου εἴω‐ θεν ἀποκαλεῖν. Ἐνταῦθα δὲ ὁ Σωτὴρ, ἐν αὐτῷ τῷ
10θανάτῳ γεγονὼς, πᾶσαν αὐτοῦ τὴν οἰκονομίαν διαγρά‐ φει. Ἐπ’ ἐμὲ ἐστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ’ ἐμέ. Διά‐ ψαλμα. Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ, ἔθεντό με βδέλυγμα ἑαυτοῖς. Παρεδόθην, καὶ οὐκ
15ἐξεπορευόμην. Ἐπειδὴ Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, κατὰ τὸν Ἀπόστολον, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· δι’ ὃ γέγραπται· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, καὶ ἐπειδὴ τὸν μὴ γνόντα ἁμαρτίαν ὁ Θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε, κατὰ τὸν αὐτὸν,
20εἰκότως τὴν ἡμῖν τοῖς πρότερον ἀσεβέσι καὶ ἁμαρτω‐ λοῖς ἐπικειμένην ὀργὴν τοῦ Θεοῦ, καὶ τὸν θυμὸν αὐ‐ τοῦ τὸν καθ’ ἡμῶν εἰς ἑαυτὸν ἐπισπασάμενος, δι’ ὑπερβάλλουσάν τε φιλανθρωπίαν ἀναδεξάμενος τὴν ὑπὲρ ἡμῶν τιμωρίαν τε καὶ κόλασιν, τὰς προκειμέ‐
25νας προφέρεται φωνάς· ἅτε δὴ γενόμενος Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Διό φησιν ὁ προφήτης περὶ αὐτοῦ· Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς
30ἁμαρτίαις ἡμῶν. Τοῦτο τοίνυν καὶ αὐτὸς παρίστησι διὰ τοῦ ψαλμοῦ φάσκων· Ἐπ’ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου, καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ’ ἐμέ. Ἀνθ’ οὗ φησιν ὁ Σύμμαχος, Ἐμοὶ ἐπέβρισεν ὁ θυμός σου, καὶ ταῖς καταιγίσιν ἐκά‐
35κωσάς με. Οἷα γάρ τις φιλόστοργος πατὴρ ἐν ὥρᾳ χειμῶνος ἢ πολέμου, γνησίων υἱῶν προασπίζων, τοὺς μὲν ἐκάλυπτεν ἀποκρύπτων καὶ σκέπων ὑπὸ τὰς ἰδίας ἀγκάλας· ἑαυτὸν δὲ ἀντὶ πάντων ταῖς καταιγίσι καὶ τοῖς βέλεσι παρεῖχε, τῆς τῶν παίδων σωτηρίας
40τὸν αὐτοῦ θάνατον ἀντικαταλλαττόμενος, καὶ τὸν κατ’ ἐκείνων θυμὸν εἰς ἑαυτὸν ἀποστρέφων. Δι’ ὃ γέγονε κατάρα, ἡ εὐλογία τοῦ Θεοῦ αὐτὸς ὤν· καὶ γέγονεν ἁμαρτία, δικαιοσύνη τυγχάνων, καὶ τὸν κατ’ ἀνθρώ‐ πων ἐπιβρίσαντα θυμὸν τοῦ Θεοῦ εἰς ἑαυτὸν περι‐
45σπάσας, τὸν μὲν ἐξ ἑαυτοῦ διεσκέδασεν, ὡς μηδὲν μήτ’ αὐτὸν, μήθ’ ἑτέρους ἀδικῆσαι· τὸν δ’ οἷα Πατέρα ἵλεων τῷ τῶν ἀνθρώπων κατεστήσατο γένει. Ὅπως δὲ πάντες οἱ μαθηταὶ καταλελοίπασιν αὐτὸν παρὰ τὸν καιρὸν τοῦ πάθους, οἱ δὲ καὶ ἠρνήσαντο, οὐδὲν δεῖ

23

.

1060

(50)

λέγειν, τῶν τεσσάρων εὐαγγελιστῶν συμφώνως τὰ αὐτὰ διδασκόντων. Αὐτὰ δὴ οὖν ταῦτα προλέγει προ‐ φητεύων τὸ μέλλον διὰ τῶν προκειμένων φωνῶν, ἃς ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Μακρὰν ἐποίησας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ· ἔταξάς
55με βδελυκτὸν αὐτοῖς, φρουρούμενον καὶ μὴ προ‐ ερχόμενον. Τότε γοῦν αὐτὸν καὶ ἠρνήσαντο οἱ μα‐
θηταὶ, ἡνίκα ἐφρουρεῖτο ἐν τῇ οἰκίᾳ Καϊάφα τοῦ ἀρ‐1060 in vol. 23

23

.

1061

χιερέως. Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτω‐ χείας. Ἐκέκραξα πρὸς σὲ, Κύριε, ὅλην τὴν ἡμέ‐ ραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου. Σαφέστε‐ ρον καὶ ταῦτα ὁ Σύμμαχος ἐξέδωκεν εἰπών· Ὁ ὀφ‐
5θαλμός μου ἐξέῤῥευσεν ἀπὸ τῆς κακώσεως· ἐπε‐ καλεσάμην σε καθ’ ἑκάστην ἡμέραν, διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου. Ἀπεκλᾴετο γὰρ ἀεὶ τὰς τῶν ἀνθρώπων ταλαιπωρίας, καὶ τοὺς ὀφθαλμοὺς ἑαυτοῦ κατεπόνει. δάκρυσι πενθῶν τὴν ἀπώλειαν τῶν
10μὴ καταδεξαμένων αὐτόν. Καὶ ὡς τὴν Ἱερουσαλὴμ ἀπεκλαύσατο, οὕτως εἰκὸς ἦν καὶ τοῦ προδεδωκότος αὐτὸν ἀποστόλου τὴν ἀπόπτωσιν καὶ τοῦ παντὸς Ἰου‐ δαίων ἔθνους τὴν ἀποβολὴν, καὶ τῶν λοιπῶν τῶν ἀπολλυμένων τὸν ὄλεθρον, οἷα φιλάνθρωπον καὶ παν‐
15αγάθου Πατρὸς υἱὸν ἀποκλαύσασθαι· δι’ οὗ καὶ τὰς χεῖρας ἐξήπλου καὶ φωνὰς ἀνέπεμπε, βοῶν ἐν ταῖς πρὸς τὸν Πατέρα προσευχαῖς, στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνων τῷ Πατρί. Καὶ ἄλλως δὲ ὀφθαλμὸν αὐτοῦ ἢ ὀφθαλμοὺς ἀσθενήσαντας οὐκ ἂν ἁμάρτοις
20εἶναι εἰπὼν τοὺς ἀποστόλους, εἰ δὴ σῶμα αὐτοῦ πᾶς ὁ λαὸς αὐτοῦ τυγχάνει, ὡς ἐδίδαξεν ὁ εἰπών· Ὑμεῖς δὲ πάντες σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους· χεῖρας δὲ αὐτοῦ, τὰς πράξεις ἃς ἐνήργει εἰς δόξαν τοῦ Πατρὸς, διεπετάννυεν, ἐξαπλῶν αὐτὰς τῷ μόνῳ θεάσασθαι αὐτὰς δυναμένῳ· ἀλλὰ καὶ ἐν ταῖς συν‐ εχέσιν εὐχαῖς ἔν τε τῷ πάθει τὰς χεῖρας διεπέτασεν ὑπὲρ τοῦ κόσμου, οὗ περιῄρει τὴν ἁμαρτίαν, τὸν Πα‐
25τέρα ἱλασκόμενος. Τίνα δὲ ἦν ἅπερ τὰς χεῖρας ἐξαπλῶν πρὸς τὸν Πα‐ τέρα προσηύχετο, καὶ κατ’ ἐκείνην τὴν δηλουμένην ἡμέραν αὐτῷ πρὸς τὸν Πατέρα αὐτοῦ βεβοημένα, προϊὼν διδάσκει ἐν τούτοις· Μὴ τοῖς νεκροῖς ποιή‐
30σεις θαυμάσια, ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξο‐ μολογήσονταί σοι; Διάψαλμα. Μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειαν ἐν τῇ ἀπωλείᾳ; Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυ‐ μάσιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλε‐
35λησμένῃ; Ἀντὶ τοῦ, Μὴ ἐν νεκροῖς ποιήσεις θαυ‐ μάσια; φησὶν ὁ Σύμμαχος, Ἆρα νεκροῖς ποιήσεις τεράστια; Καὶ δι’ ὅλων τῶν ἑξῆς, ἐν οἷς λέγεται, Μὴ διηγήσεταί τις ἐν τάφῳ; καὶ πάλιν, Μὴ γνω‐ σθήσεται ἐν τῷ σκότει; ὁ Σύμμαχος, Ἢ διηγήσε‐
40ται, ἢ γνωσθήσεται; ἐξέδωκεν. Οὐ γὰρ ἀπογινώ‐ σκων τὰ λεγόμενα, ταύτας προέφερε τὰς φωνὰς, κατ’ ἐκείνην τὴν ἡμέραν δηλαδὴ τὴν τοῦ πάθους· τῷ Πατρὶ δὲ μόνῳ δύναται εἶναι ταῦτα πεπεισμένος, τὰς αἰτίας τῆς εἰς θάνατον αὐτοῦ ἐδίδασκε καθόδου λέγων· Ἆρα
45νεκροῖς ποιήσεις τεράστια; Ἢ τάδε, ἢ τάδε ποιήσεις; Οὐ γὰρ ἂν ἄλλως ἠθέλησας, ὦ Πά‐ τερ, μέχρι τούτου με προελθεῖν, καὶ ἐν θανάτῳ γενέ‐ σθαι, καὶ ἐν τῷ λάκκῳ τῷ κατωτάτῳ, εἰ μὴ πάντως που καὶ ἐν τοῖς νεκροῖς θαυμάσια παρέχειν ἐβουλήθης,

23

.

1061

(50)

ἵν’ ἅπερ μὴ δύνανται ἰατροὶ, ταῦτα ἡ σὴ δύναμις κατεργάσηται· τουτέστιν, ὅπως οἱ ἐν θανάτῳ γενό‐ μενοι, ἀναστάντες, ἐξομολογήσονταί σοι. Οὐ γὰρ ἰα‐ τρῶν ἦν ταῦτα δύνασθαι ἐνεργεῖν, ἀλλὰ τῆς σῆς ἐν‐ θέου μεγαλουργίας. Ἄρ’ οὖν διὰ ταῦτα ὑπελθεῖν με
55τὸν θάνατον ἐβουλήθης, ἵν’ ἐν μὲν τοῖς τάφοις τὸ
ἔλεός σου διηγηθῇ, ἐν δὲ τῇ ἀπωλείᾳ ἡ ἀλήθειά σου1062 in vol. 23

23

.

1064

γνωσθῇ· ἐν δὲ τῷ σκότει τὰ θαυμάσιά σου κηρυχθῇ, ἔν τε τῇ ἐπιλελησμένῃ γῇ ἡ δικαιοσύνη σου μνημο‐ νευθῇ. Εἰ δέ τις τὸν νοῦν ἐπιστήσειε τοῖς καθ’ ἡμᾶς ἀμφὶ τὸ μνῆμα, καὶ τὸ μαρτύριον τοῦ Σωτῆρος ἡμῶν
5ἐπιτελεσθεῖσι θαυμασίοις, ἀληθῶς εἴσεται ὅπως πε‐ πλήρωται ἔργοις τὰ τεθεσπισμένα. Θέα δὲ διὰ τού‐ των ὅπως τὴν ἐν τῷ θανάτῳ χώραν διαφόρως ἑρμη‐ νεύει. Πρῶτον μὲν νεκροὺς σαφῶς ἀποκαλῶν, δεύτερον τοὺς ἐν τάφῳ, τρίτον τοὺς ἐν ἀπωλείᾳ, τέταρτον τοὺς
10ἐν σκότῳ, πέμπτον τοὺς ἐν τῇ ἐπιλελησμένῃ γῇ. Ταῦτα γὰρ πάντα περὶ τῶν αὐτῶν διεξέρχεται, οἷς ἤμελλεν ὁ φιλάνθρωπος καὶ ἀγαθὸς Θεὸς δεικνύναι τε καὶ παρέχειν θαυμάσια· τὸ ἔλεος αὐτοῦ δηλαδὴ καὶ τὴν ἀλήθειαν καὶ τὴν δικαιοσύνην τοῦ Θεοῦ διηγή‐
15σονται. Ἔστι δὲ ἐπιγνῶναι ὅπως πάντα ταῦτα, λέγω δὲ τὰ θαυμάσια τοῦ Θεοῦ καὶ τὸ ἔλεος αὐτοῦ, καὶ ἡ ἀλήθεια αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ ἔφθασεν ἐπὶ τοὺς πάλαι νεκροὺς, καὶ ἐν τάφοις, καὶ ἐν ἀπωλείᾳ, καὶ ἐν σκότῳ, καὶ ἐν γῇ ἐπιλελησμένῃ, εἰ νοήσομεν
20ὅσων ἀγαθῶν αἴτιος γέγονεν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τοῖς πάλαι ἐν τῷ θανάτῳ γεγενημένοις, δι’ οὓς καὶ ἐν ἐκείνοις κατεληλύθει τοῖς τόποις, ἵνα μὴ μό‐ νον ζώντων, ἀλλὰ καὶ νεκρῶν κυριεύσῃ. Τὰ γὰρ αἴ‐ τια τῆς μέχρι τοῦ θανάτου καθόδου αὐτοῦ διὰ τῶν
25προκειμένων τηλαυγῶς παρέστησεν· ἅπερ ἐπληροῦτο κατὰ τοὺς εὐαγγελιστὰς, ὅτε πολλὰ σώματα κεκοιμημένων ἁγίων ἠγέρθησαν, καὶ σὺν αὐτῷ τῷ Σωτῆρι εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν τοῦ Θεοῦ, δηλαδὴ τὴν ἐπουράνιον. Καὶ ἐγὼ πρὸς σὲ κέκραξα, καὶ τὸ πρωῒ ἡ προσ‐ ευχή μου προφθάσει σε. Ὥσπερ ἐν τῷ καʹ ψαλμῷ
30σαφῶς ἐκ προσώπου τοῦ Σωτῆρος ἡμῶν εἰρημένῳ κατὰ τὴν προγραφὴν λέλεκτο, Ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς, τοῦ λόγου τὴν ἀνάστασιν τοῦ Σωτῆ‐ ρος ἡμῶν αἰνιττομένου κατὰ τὴν ἑωθινὴν ὥραν γε‐ γενημένην· οὕτω καὶ νῦν ταὐτὸν σημαίνεσθαι ἡγοῦ‐
35μαι διὰ τούτου, Πρωῒ ἡ προσευχή μου προφθάσει σε, δηλοῦντος τοῦ λόγου, ὅτι μὴ ἄλλῳ καιρῷ τὰ τῆς προσευχῆς τοῦ Σωτῆρος εἰς ἔργα ἐχώρει ἢ κατὰ τὴν ἕω καὶ τὸ πρωῒ, ὅτε καὶ τὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως γεγενῆσθαι μεμαρτύρηται. Δι’ ὃ οὔτε ἑσπέρας, οὔτε
40μεσημβρίας, οὔτε ἄλλῳ τινὶ καιρῷ, ἀλλὰ τῷ πρωῒ, φη‐ σὶν, ἡ προσευχή μου προφθάσει σε. Ἱνατί, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσω‐ πόν σου ἀπ’ ἐμοῦ; Καὶ ἐν τῷ καʹ ἔλεγε τὸ, Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι, ἱνατί ἐγκατέλιπές
45με; λέγει δὲ ἐν τούτοις, ἵνα τί, ἐρωτηματικῶς πυνθα‐ νόμενος δι’ ἣν αἰτίαν ἐγκαταλέλειπται ὑπὸ τοῦ Πα‐ τρὸς, καὶ ἱνατί ἀπώσατο αὐτοῦ τὴν ψυχήν· ὡς ἂν καὶ ἡμεῖς, εἴ ποτε διαποροῖμεν δι’ ἣν αἰτίαν ὁ Θεὸς τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ παρέδωκεν αὐτὸν

23

.

1064

(50)

θελήσας ὑποχείριον ἀνθρώποις γενέσθαι· τοῦτο γὰρ ἦν τὸ καταλιπεῖν αὐτὸν καὶ ἀπώσασθαι· μανθάνοι‐ μεν, ὅτι τοῦτο ὑπὲρ ἡμῶν γέγονεν, ὡς ἐδίδαξεν
ὁ Ἀπόστολος εἰπών· Ἀλλ’ ὑπὲρ ἡμῶν πάντων,1064 in vol. 23

23

.

1065

ἵνα γένηται ἀμνὸς Θεοῦ καὶ πρόβατον ἱερουργού‐ μενον ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. Διόπερ ἔλε‐ γε καὶ ὁ προφήτης· Καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. Καὶ οὗτος τὰς ἁμαρτίας
5ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Καὶ αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμα‐ λάκισται διὰ τὰς ἀνομίας ἡμῶν· τῷ μώλωπι αὐ‐ τοῦ ἡμεῖς ἰάθημεν. Ἐπιφέρει δὲ λέγων ἐν καʹ· Ὁ Θεὸς, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ,
10καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί· καὶ ἐν τοῖς προκειμένοις· Ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ. Ὅμοια δὲ ἡγοῦμαι εἶναι ταῦτα τοῖς ἐν τῷ Εὐαγγελίῳ ἔργῳ τετελειωμένοις, ἔνθα διαστὰς τῶν μαθητῶν, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ πο‐
15τήριον τοῦτο ἀπ’ ἐμοῦ. Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ· καὶ πάλιν· Πάτερ, εἰ οὐ δύναται τοῦτο παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου· ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξ‐
20ετάραξάν με. Ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν, περιέσχον με ἅμα. Ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. Καὶ ταῦτα ὁ Σύμμαχος σαφέστερόν πως ἐξέδωκεν εἰπών· Πτωχὸς ὢν καὶ ἐκλείπων
25ἀπὸ νεότητος, ἀνέλαβον τὸν φόβον σου. Πρὸς τούτοις δι’ ἐμοῦ παρώδευσαν αἱ ὀργαί σου, αἱ ἐκ‐ πλήξεις σου κατεσιώπησάν με. Περιῆλθόν με ὡς ὕδατα, πᾶσαν τὴν ἡμέραν περιεκύκλωσάν με. Καὶ ὁ Ἀκύλας, Ἐπ’ ἐμὲ, φησὶ, παρῆλθον αἱ ὀργαί
30σου. Ὅπως δὲ πτωχὸς ἦν καὶ ἐν κόποις ἐκ νεότη‐ τος, διδάσκει αὐτὸς ἐν τοῖς Εὐαγγελίοις περὶ ἑαυτοῦ λέγων· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ τα‐ πεινὸς τῇ καρδίᾳ. Καὶ ὁ Ἀπόστολός φησιν· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο
35εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν· ὥστε εἶναι σαφὲς πῶς εἴρηται παρὰ τοῖς Ἑβδομήκοντα τὸ, Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου. Ἀλλ’ ἐν μὲν τῇ νεότητι αὐτοῦ, καὶ ἄλλως ὑπὸ τὸν νομιζόμενον πατέρα τὸν Ἰωσὴφ, καὶ τὴν κατὰ σάρκα
40μητέρα τρεφόμενος, πτωχὸς ἦν ἐν πτωχοῖς· καὶ τὸν ἄλλον δὲ αὐτοῦ βίον πλούσιος ὢν, δι’ ἡμᾶς ἐπτώχευ‐ σεν, ὅπως ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. Ὅτε δὲ λοιπὸν παραδοξοποιῶν καὶ Θεοῦ δυνάμεις ἀποτελῶν, ὑψώθη τε καὶ διὰ τοῦ πάθους ὑψωθεὶς
45ἐταπεινώθη. Δι’ ὃ ἔλεγεν· Ὥσπερ Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου· καὶ πάλιν· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε, ὅτι ἐγώ εἰμι· καὶ ἐν τῷ προκειμένῳ· Ὑψωθεὶς δὲ ἐτα‐

23

.

1065

(50)

πεινώθην καὶ ἐξηπορήθην. Τὸ δὲ, Δι’ ἐμοῦ παρ‐ ώδευσαν αἱ ὀργαί σου, κατὰ τὸν Σύμμαχον, ἢ κατὰ τὸν Ἀκύλαν· Ἐπ’ ἐμὲ παρῆλθον αἱ ὀργαί σου, ἢ κατὰ τοὺς Ἑβδομήκοντα, Ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου, σαφῶς παρίστησιν, ὅτι οὐκ εἰς αὐτὸν
55ἐπέσκηψαν, ἀλλὰ δι’ αὐτοῦ παρῆλθον· καὶ ὅτι μὴ ἔστησαν, ἀλλὰ διῆλθον. Τὸ δὲ, ἐξετάραξάν με, κατὰ
τοὺς Ἑβδομήκοντα, ὅμοιόν ἐστι τῷ εἰρημένῳ ἐν τοῖς1066 in vol. 23

23

.

1068

Εὐαγγελίοις· Νῦν ἡ ψυχή μου τετάρακται, καὶ, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· καὶ τὰ λοιπὰ δὲ κατὰ τὴν ἱστορίαν ἐπληροῦτο, ὅτε κατα‐ λιπόντες αὐτὸν οἱ ἀπόστολοι ᾤχοντο· ὁ δὲ Πέτρος καὶ
5τρίτον αὐτὸν ἠρνήσατο. Καὶ ἄλλως δὲ τὰ προκεί‐ μενα ἅπαντα ἔφασκεν, ἰδιοποιούμενος τὰ ἑτέρων κακά· λέγω δὲ τοῦ προδότου Ἰούδα τὴν ἀπώλειαν, καὶ τοῦ παντὸς Ἰουδαίων ἔθνους τὴν ἀπόπτωσιν· ἐφ’ οἷς δι’ ὑπερβολὴν εὐσπλαγχνίας καὶ φιλανθρωπίας,
10ὡς ἐφ’ υἱοῖς πονηροῖς, διὰ τὰς αὐτῶν κακίας ἀπολλυμέ‐ νοις, ταῦτα εἰς ἑαυτοῦ πρόσωπον ἀναλαμβάνων, ἀπωδύ‐ ρετο. Νοήσεις δὲ τοῦτο ἐπιστήσας τῷ λέγοντι προφήτῃ· Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. Διὸ ὑπὲρ αὐτῶν ὀδυνώμενος ἐβόα λέγων·
15Ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με. Ἑώρα γὰρ τὴν οὐκ εἰς μα‐ κρὸν ἐπελευσομένην αὐτοῖς ὀργὴν, ἥτις αὐτῶν ἀθρόως τὰ σεμνὰ πάντα ἐξηφάνισεν· ὡς τὰ μὲν Ἅγια τῶν ἁγίων, καὶ τὸ θυσιαστήριον ἐκ βάθρων
20ἀπολέσθαι, βασιλέας δὲ αὐτῶν, τοὺς ἐκ προγόνων διαδοχῆς εἰς ἐκεῖνο καιροῦ διαρκέσαντας, καταλυθῆ‐ ναι, τήν τε αὐτονομίαν καθ’ ἣν ἐξ αἰῶνος μακροῦ ἐπολιτεύοντο, καὶ τὴν κατὰ νόμους λατρείαν αὐτῇ ἱερωσύνῃ καὶ τοῖς λοιποῖς ἡγεμόσι τε αὐτῶν καὶ
25ἄρχουσιν ἀποσβεσθῆναι· ὡς μηδὲ ἴχνος αὐτῶν εἰσέτι νῦν περιλείπεσθαι. Ἃ δὴ πάντα πεπόνθασιν ὑπὸ τῆς ὀργῆς τοῦ Θεοῦ, τῆς οὐκ εἰς μακρὸν μετὰ τὸ πάθος αὐτοῦ τὸ πᾶν αὐτῶν ἔθνος καταλαβούσης διὰ τὰ τετολμημένα αὐτοῖς κατ’ αὐτοῦ· ἃ δὴ ἐδήλου λέγων·
30Ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου· ὡσεὶ ἔλεγε, Δι’ ἐμέ· ἢ κατὰ τὸν Σύμμαχον, Δι’ ἐμοῦ· ἐπεὶ καὶ κατὰ τὸν ἀληθῆ λόγον δι’ αὐτὸν ταῦτα πάντα πεπόνθασιν. Ἀλλὰ καὶ προορῶν αὐτῶν τὸν ὄλεθρον ἔλεγεν· Οἱ φοβερισμοί σου ἐξετάραξάν με. Εἰ γὰρ καὶ τὰ
35μάλιστα διὰ τὴν ἀναισθησίαν οὐκ ἐτάραττον ἐκεί‐ νους οἱ διὰ τῶν προφητῶν ἀπειλούμενοι κατ’ αὐτῶν φοβερισμοὶ τοῦ Θεοῦ, ἀλλ’ ἐμὲ, φησὶν, ὁρῶντα τῶν φοβερῶν σου λόγων τὰς ἐκβάσεις, ἐξετάρασσον οἱ φοβερισμοί σου. Οὕτως οὖν διὰ τὰς ἐκείνων δυσσε‐
40βείας παρακαλῶν τὸν Πατέρα ὑπὲρ αὐτῶν, καὶ τὴν ψυχὴν ὑπεραλγῶν καὶ δι’ αὐτοὺς ταραττόμενος, περί‐ λυπος ἦν μέχρι θανάτου· ἐπειδὴ τὰ τῆς ὀργῆς τοῦ Θεοῦ σφοδρῶς ἐπέκειτο κατ’ αὐτῶν, ὡς μηδὲ τυγχά‐ νειν τῶν εὐχῶν, ὧν ἀνέπεμπεν ὑπὲρ αὐτῶν· δι’ ὧν
45παρακαλῶν καὶ δεόμενος ἐν τοῖς Εὐαγγελίοις προσ‐ έπιπτεν πρηνής τε κατὰ προσώπου κείμενος ἐβόα, Πάτερ, λέγων, εἰ δυνατὸν, παρελθέτω τὸ ποτή‐ ριον τοῦτο ἀπ’ ἐμοῦ· εἶθ’ ὁρῶν ἀνανεύουσαν τὴν βουλὴν τοῦ Πατρὸς, ἐπέφερε· Πλὴν ἀλλ’ οὐχ ὡς

23

.

1068

(50)

ἐγὼ θέλω, ἀλλ’ ὡς σύ. Καὶ δεύτερον ἀπελθὼν, ἐπὶ πρόσωπον πίπτει, καὶ προσεύχεται λέγων· Πάτερ, εἰ οὐ δύναται τοῦτο παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου· καὶ τρίτον δὲ πορευθεὶς τὸν αὐτὸν λόγον προὔφερε. Διὸ δὴ ταῦτα σημαίνων καὶ διὰ
55τῶν προκειμένων ἔλεγεν· Ἵνα τί, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ’
ἐμοῦ; καὶ τὸ, Ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ1068 in vol. 23

23

.

1069

φοβερισμοί σου ἐξετάραξάν με. Ὁρῶν δὲ μακρὰν ἐκπίπτοντας τῆς τοῦ Θεοῦ σωτηρίας τοὺς ὑπὲρ ὧν τὰς εὐχὰς ἐποιεῖτο φιλτάτους ὄντας αὐτοῦ καὶ ἀγα‐ πητοὺς διὰ τοὺς πατέρας, ἔλεγεν· Ἐμάκρυνας ἀπ’
5ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. Δηλοῖ δὲ τοὺς ἐν τῷ ἔθνει γνω‐ στοὺς ὄντας αὐτοῦ πρότερον καὶ φίλους· ἐπεὶ καὶ μέ‐ ρος ἦσαν αὐτοῦ καὶ κληρονομία· ἀλλ’ ἐμακρύνθησαν ἀληθῶς ἀπ’ αὐτοῦ διὰ τῆς ἑαυτῶν ἀπιστίας· καὶ
10πάλαι ὄντες φίλοι, ἐχθροὺς ἑαυτοὺς κατέστησαν· καὶ γνωστοὶ τυγχάνοντες αὐτοῦ, ἐλθόντα αὐτὸν οὐκ ἐπέγνωσαν, οὐδὲ παρεδέξαντο. Ὧν ἕνεκα πάντων καὶ ἀπὸ τοῦ Θεοῦ ἐμακρύνθησαν δι’ αἰτίαν τῆς ἑαυτῶν ταλαιπωρίας. Οὕτω δ’ οὖν καὶ ἐκπεπτώκασι τοῦ Θεοῦ κατὰ τὸ φάσκον λόγιον, Ὅτι οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. Καὶ εἰς τοῦτο καταλήγουσιν οἱ ἐπιγεγραμμένοι τῶν υἱῶν Κορὲ ψαλμοί.
15ΣΥΝΕΣΕΩΣ ΑΙΘΑΝ Τῼ ΕΣΔΡΑΙΤῌ. ΠΗʹ. Τὰ ἐλέη τοῦ Κυρίου εἰς τὸν αἰῶνα ᾄσομαι. Εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου. Ἐπειδὴ προϊὼν ἑξῆς μέλλει λέ‐ γειν· Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ
20ὤμοσας τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ σου; προθεραπεύει τὸ μέλλον ῥηθήσεσθαι διὰ τῶν προκειμένων, δυνάμει τοῦτο λέγων· Εἰ καὶ τὰ ἀνθρώπινα πράγματα τὴν ἐμὴν ψυχὴν εἰς ἀμηχανίαν ἐμβαλόντα ταράττει, ἴλιγ‐ γόν τέ μοι καὶ ἀπορίαν ἐμποιεῖ, τῶν σῶν, ὦ Κύριε,
25κριμάτων, ὡς μέλλειν μικρὸν ὕστερον ἀποτολμᾷν καὶ ἀπορεῖν, ὑπὲρ ὧν σὺ μὲν ὁ ἀψευδὴς Θεὸς πρὸς τὸν Δαυῒδ ἐπαγγελιῶν πεποίησαι· τἀναντία δὲ συμβέβηκε ταῖς σαῖς ὑποσχέσεσι· διὸ καὶ μέλλω λέγειν· Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; ἀλλ’ ὅμως πε‐
30πεισμένος, ὅτι μὴ διαψεύσεταί σου ἡ ἐπαγγελία, οὐδὲ διαπεσεῖται ἡ τοῦ σοῦ λόγου ἀλήθεια, προλαβὼν τοὺς μέλλοντας ἐξ ἀνθρωπίνης ἀσθενείας ῥηθήσεσθαί μοι λόγους, τὴν ἐμαυτοῦ πίστιν καὶ τὸ εὐσεβὲς τῆς ἐμαυ‐ τοῦ γνώμης προασφαλίζομαι· διό φημι· Τὰ ἐλέη
35σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. Οὐ γὰρ νῦν μό‐ νον, ὅτε ταῦτα λαλῶ καὶ φθέγγομαι, τὰ ἐλέη τοῦ Κυ‐ ρίου ᾄσομαι, ἀλλὰ καὶ ἐν τοῖς σκυθρωποτέροις και‐ ροῖς, καὶ ἐν αὐτοῖς ἐκείνοις δι’ οὓς μέλλω λέγειν· Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; Καὶ τότε γὰρ
40καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον, καὶ διὰ παντὸς τοῦ αἰῶνος οὐ παύσομαι ἀνυμνῶν τὰ ἐλέη σου, Κύριε, ἀκριβῶς εἰδὼς, ὅτι, ἅπαξ ἐπαγγειλάμενος τὰς ἐν τῷ ψαλμῷ προφητείας, οὐ διαψεύσεις, ἅτε Θεὸς ὢν ἀλη‐ θής. Διόπερ οὐ μόνον τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα
45ᾄσομαι, ἀλλὰ καὶ τὴν ἀλήθειάν σου καθ’ ἑκάστην γε‐ νεὰν ἀπαγγελῶ. Εἰ γὰρ καὶ τὰ μάλιστα τοιαῦτά τινα μεταξὺ γενήσεται, ὡς δοκεῖ, ἐναντία ταῖς σαῖς πρὸς τὸν Δαυῒδ ἐπαγγελίαις συμβαίνειν, ἀλλὰ καὶ οὕτως ἐγὼ πεπίστευκα, καὶ ἀληθῶς ἐμαυτὸν πέπεικα, ὅτι

23

.

1069

(50)

τῶν λόγων σου, ὦ Κύριε, ἡ ἀλήθεια οὐδέποτε διαπε‐ σεῖται. Διόπερ τὸν πάντα μου χρόνον τῆς ζωῆς οὐ παύσομαι ἐν τῷ στόματί μου τὴν ἀλήθειάν σου ἀπαγ‐ γέλλων. Ἀλλὰ καὶ παραδιδοὺς τῇ ἐμαυτοῦ γραφῇ ταύ‐ την καταλείψω τοῖς μεταγενεστέροις, εἰς τὸ καὶ αὐ‐
55τοὺς διδάσκεσθαί τε καὶ μανθάνειν ὁμοίως ἐμοὶ καθ’
ἑκάστην γενεὰν τὴν ἀλήθειάν σου διὰ στόματος φέ‐1070 in vol. 23

23

.

1072

ρειν, καὶ πεπεῖσθαι μηδέποτε δύνασθαι διαπίπτειν τὰς σὰς ἐπαγγελίας. Ὁ δὲ πᾶς λόγος τὴν ἐκ σπέρμα‐ τος Δαυῒδ γένεσιν τοῦ Χριστοῦ καὶ τὴν βασιλείαν αὐ‐ τοῦ θεσπίζει. Ἐπειδὴ γὰρ διὰ τῶν ἔμπροσθεν ἡ εἰς
5ἀνθρώπους γένεσις αὐτοῦ προεφητεύετο κατὰ τὰ ἐν τῷ πʹ καὶ ϛʹ ψαλμῷ παραστάντα· ἐχρῆν δὲ πρὸς τῇ γενέσει μαθεῖν καὶ πόθεν προελεύσεται· διδάσκει τοῦτο ἀναγκαίως ἡ παροῦσα Γραφὴ, τὴν πρὸς τὸν Δαυῒδ ἐπαγγελίαν τοῦ Θεοῦ περὶ τοῦ ἐκ σπέρματος
10αὐτοῦ τὸν Χριστὸν προελεύσεσθαι περιέχουσα· ὥστε ἔχειν ἀκολουθίαν καὶ τοῦτον πρὸς τοὺς πρὸ αὐτοῦ κα‐ τατεταγμένους ψαλμούς. Συνέσεως δὲ ἐπιγέγραπται αὐτὸς μόνον, οὔτε δὲ ψαλμὸς, οὔτε ὕμνος. Εἴη δ’ ἂν ᾠδὴ προφητικὴ συνέσεως τῆς κατὰ Θεὸν δεομένη. Δι’
15ὃ λέλεκται· Εἰς τὸν αἰῶνα ᾄσομαι, καὶ, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου. Ἀπὸ μὲν γὰρ τοῦ· Εἰς τὸν αἰῶνα ᾄσομαι, ᾠδὴν αὐτὴν εἰκό‐ τως ἄν τις εἴποι· ἀπὸ δὲ τοῦ· Ἀπαγγελῶ τὴν ἀλή‐ θειάν σου εἰς γενεὰν καὶ γενεὰν, καὶ ἀπὸ τῶν ἑξῆς
20ἐπιλεγομένων, προφητείαν. Λέλεκται δὲ Αἰθὰν τοῦ Ἐσδραΐτου περὶ οὗ τὰ παραστάντα ἐν τοῖς προτεχνο‐ λογουμένοις τῶν ψαλμῶν διειλήφαμεν.
24Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθή‐
25σεται, ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλή‐ θειά σου. Ἀντὶ τοῦ· Ὅτι εἶπας, ὁ μὲν Ἀκύλας ἡρ‐ μήνευσεν· Ὅτι εἶπα· ὁ δὲ Σύμμαχος· Ὅτι εἶπον· καὶ ὁ Θεοδοτίων ὁμοίως· Ὅτι εἶπον· καὶ ἡ πέμπτη ἔκδοσις· Ὅτι εἶπα· ὡς ἐκ προσώπου τοῦ Προφήτου
30λεγομένου τοῦ λόγου. Οὗτος δὲ ἦν Αἰθὰν ὁ Ἐσδραΐτης, ὡς ἡ προγραφὴ παρίστησι. Τοιαύτην δέ τινα διάνοιαν ὑποβάλοι ἂν ὁ Προφήτης· Φθάσας ἤδη πρότερον εἶ‐ πον· ὅτι Τὰ ἐλέη τοῦ Κυρίου εἰς τὸν αἰῶνα ᾄσο‐ μαι. Τοῦτι δὲ πῶς ποτ’ ἂν γένοιτο ἢ τοῦ πρώτου
35ἐλέους τοῦ Θεοῦ ἐξ ἀρχῆς καὶ ἀπὸ πρώτης κοσμογο‐ νίας καταβληθέντος εἰς ἀνθρώπους, ἐπίδοσιν κατὰ χρόνους λαμβάνοντος, καὶ δίκην οἰκοδομῆς αὔξοντος; Αὔξει γὰρ ὁσημέραι τὸ ἔλεος τοῦ Θεοῦ εἰς ἀνθρώπους, καὶ δίκην οἰκοδομῆς προκόπτει καὶ οἰκοδομεῖται κατὰ
40γενεὰν καὶ γενεάν. Ἐπειδὴ τοίνυν εἶπον καὶ διεβεβαιω‐ σάμην, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος τοῦ Θεοῦ οἰκοδομη‐ θήσεται, καὶ διὰ τοῦτο τὰ ἐλέη αὐτοῦ εἰς τὸν αἰῶνα ᾄσομαι, οὐ προσήκει ἀγνοεῖν, ὅτι τοῦ λόγου ἡ ἀλήθεια ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται. Τὰ γὰρ περίγεια
45πράγματα καὶ ἡ ἐν ἀνθρώποις κακία δόξειεν ἂν μὴ πάνυ τι ἐμφαίνειν τὸ ἀκριβὲς τοῦ λόγου, τῷ πολλὴν ἀνωμαλίαν εἶναι δοκεῖν κατὰ τὸν ἀνθρώπινον βίον. Ἀλλ’ ἐπειδήπερ αἱ ἐπαγγελίαι τοῦ Θεοῦ, αἱ πρὸς τὸν Δαυῒδ γεγενημέναι, θεῖαι καὶ οὐράνιοι τυγχάνουσι, καὶ

23

.

1072

(50)

οὐχ, ὡς ἂν ὑπολάβοιεν Ἰουδαίων παῖδες, γεώδεις καὶ σωματικαί· εἰκότως διὰ τοῦτο προδιαστέλλεται ὁ Προ‐ φήτης, ὅτι μὴ ἐπὶ τῆς γῆς, ἀλλ’ ἐν τοῖς οὐρανοῖς ἡ ἀλήθεια τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ ἑτοιμασθήσεται. Διόπερ ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν εἰπών·
55Ἐν τοῖς οὐρανοῖς ἑδρασθήσεται ἡ ἀλήθειά σου. Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου· ὤμοσα Δαυῒδ τῷ δούλῳ μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. Διάψαλμα. Ἐξομολογή‐
60σονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ1072 in vol. 23

23

.

1073

γὰρ τὴν ἀλήθειάν σου ἐν Ἐκκλησίᾳ ἁγίων. Σαφῶς ταῦτα ἐκ προσώπου τοῦ Θεοῦ εἴρηται· διόπερ δοκεῖ μοι παρὰ τοῖς Ἑβδομήκοντα ἀνωτέρω εἰρῆσθαι τό· Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσε‐
5ται, ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· οἷς ἐπισυνῆπτε τό· Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου· ἵνα καθ’ ὑπερβατὸν εἴη οὕτως ἔχων ὁ νοῦς τῶν προκειμένων· Ἐπειδὴ σὺ αὐτὸς, ὦ Κύ‐ ριε, ἐν ταῖς περὶ τοῦ Δαυῒδ ἐπαγγελίαις εἶπας· Εἰς
10τὸν αἰῶνα τὸ ἔλεός μου τὸ πρὸς τὸν Δαυῒδ, ἢ καὶ τὸ εἰς πάντας ἀνθρώπους οἰκοδομηθήσεται· καὶ προσ‐ έθηκας λέγων· Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, ἤτοι ἐπιλέκτῳ μου, καί· Ὤμοσα Δαυῒδ τῷ δούλῳ μου, καὶ τὰ τούτοις ἀκόλουθα· πέπεισμαι,
15ὅτι οὔποτε διαψευσθήσονταί σου αἱ ἐπαγγελίαι, μέ‐ νουσι δὲ ἀληθεῖς καὶ ἀδιάπτωτοι· ἀλλ’ οὐχ ὥστε ἐπὶ τῆς γῆς συνίστασθαι αὐτάς· οὐδὲ γὰρ ἐπίγειοι καὶ αἰσθηταὶ, οὐδὲ ὠνηταὶ καὶ ὀλιγοχρόνιοι τυγχάνουσιν, οἷός ἐστιν ὁ τῶν ἀνθρώπων βίος, ἀλλ’ ἀθάνατοι καὶ
20αἰώνιοι καὶ τῇ σῇ θεότητι πρέπουσαι. Διόπερ οὐκ ἐπὶ τῆς γῆς, ἀλλ’ ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλή‐ θεια τῶν σῶν πρὸς τὸν Δαυῒδ ἐπαγγελιῶν. Ἀντὶ δὲ τοῦ· Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, οἱ λοιποὶ πάντες ἑρμηνευταί· Τῷ ἐπιλέκτῳ μου, εἰρή‐
25κασι. Καὶ μᾶλλον ἁρμόζει τῇ διανοίᾳ ἡ τοιαύτη ἔκ‐ δοσις· οὐδὲ γὰρ περὶ πολλῶν ἐστιν ὁ λόγος, ἀλλὰ περὶ μόνου τοῦ Δαυΐδ· αὐτῷ γὰρ, φησὶ, καὶ ὤμοσα, ἅτε δούλῳ μου ὄντι καὶ ἐπιλέκτῳ μου. Οὐ γὰρ ἤρκει ἁπλῶς διαθέσθαι αὐτῷ διαθήκην, ὥσπερ διεθέμην τῷ Νῶε,
30καὶ μετὰ ταῦτα τῷ Ἀβραὰμ, καὶ πάλιν μετ’ ἐκεῖνον τοῖς υἱοῖς Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου διὰ Μωσέως· ἐκεί‐ νοις γὰρ δίχα ὁρκωμοσίας· τῷ δ’ ἐπιλέκτῳ μου καὶ τῷ ἐμῷ θεράποντι καὶ δούλῳ Δαυῒδ διεθέμην μετὰ ὅρκου παραλήψεως· ὤμοσα γὰρ αὐτῷ περὶ τοῦ δεῖν
35τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα ἑτοιμάσειν καὶ τὸν θρόνον αὐτοῦ οἰκοδομήσειν, καὶ οὐκ εἰς μίαν γενεὰν, ἀλλ’ εἰς γενεὰν καὶ γενεάν. Περὶ δὲ τοῦ ὀμνύναι τὸν Θεὸν, ὁ ἱερὸς Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους φησίν· Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύ‐
40νατον ψεύσασθαι τὸν Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν. Κατ’ ἐπίτασιν γὰρ μείζονος διαβεβαιώσεως καὶ ὅρκος παρείληπται τῷ Θεῷ. Κατὰ τίνος δὲ ὁ ὅρ‐ κος ἑξῆς προϊὼν διδάσκει λέγων· Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου. Ἔνθα καὶ ἐπιστήσεις, τίς ποτε ἄρα οὗ‐
45τος ἦν ὁ ἅγιος τοῦ Θεοῦ, καθ’ οὗ ὄμνυσιν ὡς κατὰ Υἱοῦ μονογενοῦς, εἰς τὸ ἐξ ἅπαντος τὰ τῆς ἐπαγγελίας κρατυνθῆναι. Τὸν μὲν οὖν ἅγιον ὡμολόγουν καὶ οἱ δαίμονες ἐν τοῖς Εὐαγγελίοις, ὅτε μὴ φέροντες αὐτοῦ τὴν ἔνθεον δύναμιν κολαστικὴν οὖσαν αὐτῶν καὶ ἀπ‐

23

.

1073

(50)

ελαστικὴν, ἐβόων λέγοντες· Ἔα, τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Ναζαρῆνε; Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. Κατὰ τούτου τοίνυν ὀμνὺς ὁ Θεὸς, οἷα πατὴρ κατὰ μονογενοῦς καὶ ἀγαπητοῦ υἱοῦ, τῷ Δαυῒδ τὴν ἐπαγγελίαν ἐποιεῖτο· Ὃ δὴ καὶ διδάσκει λέγων·
55Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυῒδ ψεύ‐ σομαι. Ζητῶν δὲ παρ’ ἐμαυτῷ τὴν αἰτίαν, δι’ ἣν οὐ‐
δενὶ μὲν ἄλλῳ τῶν ἁγίων, μόνῳ δὲ τῷ Δαυῒδ δι’ ὅρκου1074 in vol. 23

23

.

1076

πεποίηται τὴν περὶ τοῦ σπέρματος αὐτοῦ ἐπαγγελίαν ὁ Θεὸς, δοκῶ μοι ταύτην εὑρηκέναι, καταλαβὼν καὶ αὐτὸν τὸν Δαυῒδ ὅρκῳ κεχρημένον πρὸ τῆς πρὸς αὐ‐ τὸν ἐπαγγελίας τοῦ Θεοῦ. Ὀμωμοκέναι δὲ αὐτὸν διδά‐
5σκει τὸ θεῖον Πνεῦμα ἐν ρλαʹ λέγον· Μνήσθητι, Κύ‐ ριε, τοῦ Δαυῒδ, καὶ πάσης τῆς πραΰτητος αὐτοῦ· ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ· Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβή‐ σομαι ἐπὶ κλίνης στρωμνῆς μου· εἰ δώσω ὕπνον
10τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυ‐ σταγμὸν, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Τοιαῦτα εὐξαμένῳ καὶ ἐπαγγειλα‐ μένῳ τῷ Δαυῒδ, καὶ ἐπὶ τοιούτοις ὀμωμοκότι, τὴν ἴσην ἀμοιβὴν ἀντιδιδοὺς ὁ Θεὸς αὐτῷ, ἀντομνύει καὶ
15αὐτὸς, καὶ ἀντεπαγγέλλεται ἓν ἀνθ’ ἑνὸς διδοὺς, καὶ ὅρκῳ τὸν ὅρκον ἀμειβόμενος. Διόπερ ἐν αὐτῷ τῷ ρλαʹ, ἐν ᾧ λέγεται ὀμωμοκέναι ὁ Δαυῒδ, συνῆπται ἑξῆς ἡ τοῦ ἁγίου Πνεύματος μαρτυρία, ὧδέ πη λέγουσα· Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθε‐
20τήσει αὐτόν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Οὐκοῦν πρῶτος ὤμοσεν ὁ Δαυῒδ, εἶτα ἀμειβόμενος αὐτὸν ὁ Θεὸς, ἀντωμοσίαν πρὸς αὐ‐ τὸν ἐποιήσατο· καὶ πρῶτος ὁ Δαυῒδ, εὐσεβεῖ λογισμῷ κινηθεὶς, ἐπηγγείλατό τι τῷ Θεῷ· εἶτα πάλιν ὁ Θεὸς,
25ὥσπερ ἀντιδιδοὺς αὐτῷ χάριν ἀντὶ χάριτος, καὶ αὐ‐ τὸς ἀντεπηγγείλατο ταῖς τοῦ Σωτῆρος ἡμῶν ἀκολού‐ θως φωναῖς, δι’ ὧν φησιν· ᾯ μέτρῳ μετρεῖτε, ἀν‐ τιμετρηθήσεται ὑμῖν. Μέτρον καλὸν, σεσαλευμένον, πεπιεσμένον, ὑπερεκχυνόμενον, δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. ᾯ μέτρῳ τοίνυν καὶ ὁ Δαυῒδ ἐμέτρησεν, ἐπ’ ἀγαθῷ καὶ θεοσεβεῖ λογισμῷ πρέπουσαν
30ἐπαγγελίαν μεθ’ ὅρκου ποιησάμενος, ἀντεμετρήθη αὐτῷ, καὶ δίδονται αὐτῷ ἀμοιβαὶ, αἱ ἐπαγγελίαι μεθ’ ὁρκωμοσίας Θεοῦ. Τί δὲ βούλεται ἡ τοῦ Δαυῒδ μεθ’ ὅρκου ἐπαγγελία, θεωρῆσαι καιρός. Ὁρῶν τὰ καθ’ ὅλης τῆς οἰκουμένης ἔθνη τῇ δαιμονικῇ καὶ πολυθέῳ πλάνῃ δεδουλωμένα,
35καὶ πανταχοῦ γῆς ναοὺς καὶ τεμένη καὶ ἱερὰ τοῖς πονηροῖς δαίμοσιν ἀνεγηγερμένα, ἔν τε πόλεσι καὶ χώραις καὶ κώμαις, ἐν ὄρεσί τε καὶ βουνοῖς τὴν πο‐ νηρὰν καὶ ἀντικειμένην δύναμιν παρὰ πᾶσιν ἀνθρώ‐ ποις τιμωμένην· Θεοῦ δὲ τοῦ πάντων ποιητοῦ τε καὶ
40δημιουργοῦ μηδαμοῦ μνήμην παρά τισι γιγνομένην· δηχθεὶς τὴν ψυχὴν ἐπὶ τῷ πράγματι, καὶ ζῆλον ἀγα‐ θὸν ζηλώσας, κατὰ τὸν εἰπόντα· Ζῆλον ἐζήλωσα τῷ Κυρίῳ, εὐχὴν ηὔξατο, καὶ ἐπαγγελίαν ἐπηγγεί‐ λατο, καὶ ταύτην ὅρκῳ κατεδήσατο ἦ μὴν τῷ παμβα‐
45σιλεῖ Θεῷ πρῶτος νεὼν ἐπὶ γῆς καὶ ἱερὸν ἅγιον οἰκο‐ δομήσειν, ἔνθα τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τὴν κιβωτὸν τῆς Διαθήκης τὴν ὑπὸ Μωϋσέως κατὰ τὴν ἔρημον ἐκ προστάγματος Θεοῦ κατασκευασθεῖσαν ἀποθέμενος ἀναπαύσειν. Περιήγετο γοῦν ὧδε κἀκεῖσε

23

.

1076

(50)

μέχρι τῶν τοῦ Δαυῒδ χρόνων τόπου μετακομιζομένη, ποτὲ μὲν ἐν Γαλγάλοις, ποτὲ δὲ ἐν Μανασῆφα, ποτὲ δὲ ἐν Σηλὼ, καὶ ἄλλοτε παρ’ ἀλλοφύλοις, κἀκεῖθεν εἰς Βεσαμὺς, ἔνθεν εἰς Καρειαθιρείμ· εἶτα εἰς οἶκον Ἀμιναδάβ· κἀκεῖθεν εἰς οἶκον Ἀβεδδαρά· ἔνθεν εἰς
55Σιὼν τὴν πόλιν ὁ Δαυῒδ μετεστήσατο. Ὃ δὴ συνιδὼν
γινόμενον, διενοήθη οἶκον ἱερὸν ἐγεῖραι καὶ ναὸν οἰ‐1076 in vol. 23

23

.

1077

κοδομῆσαι, ἐνταῦθά τε τὴν κιβωτὸν ἱδρῦσαι τοῦ Θεοῦ. Καὶ περὶ τούτου ὤμοσε Δαυῒδ τῷ Κυρίῳ, καὶ ηὔξατο τῷ Θεῷ Ἰακὼβ λέγων· Εἰ εἰσελεύσομαι εἰς σκή‐ νωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρω‐
5μνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, ἕως οὗ εὕρω τό‐ πον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ταῦτα δὲ αὐτοῦ διανοηθέντος, τὴν μὲν προαίρεσιν τῆς εὐσε‐ βείας ἀποδέχεται ὁ Θεός· οὐ μὴν ἐπιτρέπει τὸν οἶκον
10γενέσθαι· μὴ γὰρ δεῖσθαι Θεὸν ὄντα οἴκου αἰσθητοῦ, μηδ’ ἐξ ἀψύχων λίθων οἰκοδομῆς συστησομένου· ἀλλ’ εἰ ἄρα ἐχρῆν Θεὸν οἰκεῖν ἐπὶ γῆς, ἐκ σπέρματος αὐ‐ τοῦ, τοῦ Δαυῒδ προελεύσεσθαι τὸν ὑποδεξόμενον αὐτοῦ τὴν θεότητα, ὃς καὶ οἰκοδομήσει τῷ Θεῷ ἐπάξιον ἱε‐
15ρὸν οἶκον καὶ ναὸν ἅγιον, οὗ τὸν θρόνον εἰς τὸν σύμ‐ παντα διαρκέσειν αἰῶνα. Ἐδήλου δὲ ἄρα τὸν Χριστὸν αὐτοῦ τὸν ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα γενησό‐ μενον, καὶ τὴν δι’ αὐτοῦ καθ’ ὅλης τῆς οἰκουμένης συστησομένην Ἐκκλησίαν. Ὅτι δὲ ταῦθ’ οὕτως ἔχει, ἡ
20τῶν Βασιλειῶν γραφὴ τοῦτον διδάσκει τὸν τρόπον· Καὶ ἐγένετο ὅτε ἐκάθισε Δαυῒδ ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ Κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῷ· καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ναθὰν τὸν προφήτην· Ἰδοὺ δὴ ἐγὼ κατοι‐
25κῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ κά‐ θηται ἐν μέσῳ τῆς σκηνῆς· ἢ, ἐν μέσῳ δέῤῥεως, ὡς ἡ Ἑβραϊκὴ λέξις σημαίνει. Καὶ εἶπε Ναθὰν πρὸς τὸν βασιλέα· Πάντα ὅσα ἂν ἐν τῇ καρδίᾳ σου βάδιζε καὶ ποίει, ὅτι Κύριος μετὰ σοῦ. Καὶ
30ἐγένετο τῇ νυκτὶ ἐκείνῃ, καὶ ἐγένετο ῥῆμα Κυ‐ ρίου πρὸς Ναθὰν λέγων· Πορεύου πρὸς τὸν δοῦ‐ λον μου Δαυῒδ, καὶ εἰπέ· Τάδε λέγει Κύριος· Οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με· ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀφ’ ἧς ἡμέρας ἀνήγα‐
35γον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης· καὶ ἤμην ἐμπεριπατῶν ἐν κατα‐ λύματι καὶ ἐν σκηνῇ ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ἰσραήλ· εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυ‐ λὴν τοῦ Ἰσραὴλ, ᾧ ἐνετειλάμην ποιμαίνειν τὸν
40λαόν μου Ἰσραὴλ λέγων· Τί οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον; Καὶ νῦν τάδε ἐρεῖς τῷ δούλῳ μου Δαυΐδ· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἔλαβόν σε ἐκ τῆς μάνδρας ἀπὸ ὄπισθεν τῶν προβάτων, τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν
45Ἰσραὴλ, καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπο‐ ρεύου· καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου· καὶ ἐποίησά σε ὀνομα‐ στὸν κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς. Καὶ θήσομαι τόπον τῷ λαῷ μου Ἰσραὴλ,

23

.

1077

(50)

καὶ καταφυτεύσω αὐτὸν καὶ κατασκηνώσει καθ’ ἑαυτόν· καὶ οὐ μεριμνήσει οὐκέτι, καὶ οὐ προσθή‐ σει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ’ ἀρχῆς ἀπὸ τῶν ἡμερῶν, ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ· καὶ ἀναπαύσω σε ἀπὸ
55πάντων τῶν ἐχθρῶν σου. Καὶ ἀπαγγελεῖ σοι Κύ‐ ριος, ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ. Καὶ ἔσται, ἐὰν
πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ1078 in vol. 23

23

.

1080

τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃ ἔσται ἐν τῇ κοιλίᾳ σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν σου. Αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ
5ἕως εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν. Καὶ ἐὰν ἔλθῃ ἀδι‐ κία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν, καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων. Τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ’ αὐτοῦ, καθὼς ἀπέστησα ἀφ’
10ὧν ἀπέστησα ἐκ προσώπου μου. Καὶ πιστωθήσε‐ ται ὁ οἶκος αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶ‐ νος ἐνώπιόν μου· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀν‐ ωρθωμένος εἰς τὸν αἰῶνα κατὰ πάντας τοὺς λό‐ γους τούτους, καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύ‐
15την. Οὕτως ἐλάλησε Ναθὰν πρὸς τὸν Δαυΐδ. Ταῦτα δὴ πάντα παρεθέμην, παραστῆσαι βουλόμενος, ὡς, πρώτου ἐπηγγειλαμένου τοῦ Δαυῒδ οἶκον κατασκευά‐ ζειν τῇ κιβωτῷ τοῦ Θεοῦ, ἀποδεξάμενος αὐτὸν τῆς εὐσεβείας ὁ Θεὸς, ἀντεπαγγέλλεται τὸ σπέρμα αὐτοῦ ἀναστήσειν, καὶ διὰ τούτου κατασκευάζειν ἑαυτῷ οἶκον· καὶ ὡς τοῦ Δαυῒδ πρώτου ὀμωμοκότος μὴ πρό‐
20τερον ἄλλοτι ποιήσειν τοῦ τόπον εὑρεῖν τῷ Θεῷ, ἀμοιβαίως καὶ ὁ Θεὸς ἀντόμνυσι διὰ τῆς ἐπαγγελίας, ἀν‐ θρωπινώτερον συγκαταβαίνων τῷ λόγῳ· ἐπειδὴ καὶ ἄλλα μυρία ἐν τῇ θείᾳ Γραφῇ ἀνθρωποπαθῶς περὶ τοῦ Θεοῦ λέλεκται κατά τινα νοουμένην θεωρίαν. Ὧν οὕτως ἀποδεδειγμένων, καιρὸς ἤδη καὶ τὴν ἐν τῷ ψαλμῷ λέξιν ἐπιθεωρῆσαι. Τί τοίνυν βούλεται ἡ ἐπαγγελία τοῦ Θεοῦ; Δύο
25ταῦτα προαγορεύει· πρῶτον μὲν τὸ σπέρμα τοῦ Δαυῒδ ἕως τοῦ αἰῶνος φυλάξειν· δεύτερον δὲ τὸν θρόνον αὐ‐ τοῦ οἰκοδομήσειν εἰς γενεὰν καὶ γενεάν. Εἶτ’ ἐπειδή‐ περ ἤμελλε ταῦτα μὴ ἐπὶ γῆς αἰσθητῶς συνίστασθαι, μηδὲ ἐν τῇ κατὰ ἄνθρωπον βασιλείᾳ, εἰς οὐρανοὺς
30ἑξῆς ἀναπέμπει τῶν ἐπαγγελιῶν τὰ ἀποτελέσματα. Δι’ ὃ ὥσπερ ἀνωτέρω ἔφησεν· Ἐν τῷ οὐρανῷ ἑτοι‐ μασθήσεται ἡ ἀλήθειά σου, οὕτω καὶ νῦν μετὰ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ ἐπιφέρει τό· Ἐξομολογή‐ σονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε. Οὐ
35γὰρ οἱ ἐπὶ γῆς ἄνθρωποι, φησὶ, δυνήσονται συν‐ ιέναι, ὁποῖον νοῦν ἔχουσιν, ὦ Κύριε, αἱ ἐπαγγελίαι, οὐδ’ ὁποῖα τὰ ἀποτελέσματα τῶν προφητικῶν τυγχά‐ νει λόγων· ἀλλ’ οἱ οὐρανοὶ αὐτοὶ δηλαδὴ, καὶ αἱ κατ’ οὐρανὸν θεῖαι δυνάμεις· διόπερ τοῖς οὐρανοῖς ἁρμόζει
40τὰ θαυμάσιά σου τὰ ἐμφερόμενα ταῖς ἐπαγγελίαις διηγεῖσθαι καὶ διερμηνεύειν. Ὥσπερ πάλιν τὴν ἀλή‐ θειάν σου, τὴν ἐν ταῖς πρὸς τὸν Δαυῒδ ἐπαγγελίαις δε‐ δοξασμένην, οὐκ ἄλλων ἦν νοεῖν καὶ διηγεῖσθαι ἀλλ’ ἢ μόνων τῶν οὐρανῶν καὶ τῶν ἐν οὐρανοῖς ἀγγέλων·
45οὗτοι γὰρ καὶ τὴν ἀλήθειάν σου καὶ τὰ θαυμάσιά σου ἐν Ἐκκλησίᾳ ἁγίων ἐξομολογήσονται. Εἰ γάρ ποτε γέ‐ νοιτο Ἐκκλησία τις τοιαύτη ἐπὶ γῆς, ὡς ἁγίων Ἐκ‐ κλησίαν αὐτὴν χρηματίζειν, παρὰ τούτοις οἱ οὐρανοὶ, εἴτε δυνάμεις θεῖαι, εἴτε καὶ οὐράνιοι ἄνδρες, τὰ θαυ‐

23

.

1080

(50)

μάσιά σου καὶ τὴν ἀλήθειάν σου, τὴν ἐμφερομένην ἐν ταῖς προκειμέναις ἐπαγγελίαις, ἐξομολογήσονται. Εἰ δέ ἐστι καὶ ἐν αὐτοῖς τοῖς οὐρανοῖς Ἐκκλησία τις πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, κυριώτε‐ ρον καὶ ἀληθέστερον λεχθείη ἂν ἐκείνη Ἐκκλησία
55ἁγίων εἶναι Ἐκκλησία, ἐν ᾗ οἱ οὐρανοὶ τὴν ἀλήθειαν τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ καὶ τὰ θαυμάσια τὰ ἐν αὐ‐
ταῖς ἀποκείμενα διηγήσονται. Θαυμάσια δὲ τίνα ἦν1080 in vol. 23

23

.

1081

ἀλλ’ ἢ τὸ ἐκλεκτὸν τοῦ Θεοῦ χρηματίσαι τὸν Δαυῒδ, καὶ τὸ ἐξ αὐτοῦ γενέσθαι σπέρμα θρόνον αἰώνιον κα‐ θέξον, καὶ τὸ διαθήκην αἰώνιον διατίθεσθαι πρὸς αὐ‐ τὸν τὸν Θεὸν, ἢ συνθήκην πρὸς αὐτὸν γενέσθαι; οὕτω
5γὰρ ὁ Ἀκύλας καὶ Σύμμαχος ἡρμήνευσαν, συνθή‐ κην ἀντὶ διαθήκης εἰρηκότες. Θαυμάσιον ἦν καὶ τὸ ὀμνύναι τὸν Θεὸν ἀνθρώπῳ καὶ τὸ φάσκειν πρὸς τὸν αὐτόν· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, κατὰ τὸν Σύμμαχον· Καὶ οἰκοδομήσω εἰς ἑκάστην
10γενεὰν τὸν θρόνον σου, κατὰ τὸν αὐτόν. Τὸ δὲ μεῖ‐ ζον ἁπάντων θαῦμα τοῦτο ἦν, τὸ τοιαῦτα ἐπαγγελλό‐ μενον τὸν Θεὸν ὅρκῳ ταῦτα ἐπισφραγίσασθαι· καὶ τὸ πάντων θαυμασιώτερον τὸ μετὰ τὸν θεῖον ὅρκον δο‐ κεῖν μὴ τέλος εἰληφέναι τοὺς τοῦ Θεοῦ λόγους, τἀναν‐
15τία δὲ τῇ ὁρκωμοσίᾳ συμβῆναι. Ἐπιφέρει γοῦν ἑξῆς, ἐναντία ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις δηλῶν συμβεβηκέ‐ ναι· δι’ ἃ καὶ μάλιστα ἐκπλήττεται καὶ θαυμάζει ὁ Προφήτης· ἀποδυσπετεῖ γοῦν ἑξῆς λέγων· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυῒδ
20ἐν τῇ ἀληθείᾳ σου; Ἀλλ’ ἀποθεραπεύει τὴν ἑαυτοῦ ἀμηχανίαν, ἀνωτέρω μὲν εἰρηκώς· Ἐν τοῖς οὐρα‐ νοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου, ἐν δὲ τοῖς με‐ τὰ χεῖρας· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυ‐ μάσιά σου, καὶ γὰρ τὴν ἀλήθειάν σου ἐν Ἐκκλη‐
25σίᾳ ἁγίων. Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; Ἀντὶ τοῦ· ἐν νεφέλαις, ὁ Σύμμαχός φησι· Τίς γὰρ ἐν αἰθέρι; Σφόδρα δὲ ἀκολούθως ἐπήγαγε τὰ προκείμενα τοῖς προλεχθεῖσι· τὴν γὰρ ἀλήθειάν σου,
30φησὶ, καὶ τὰ θαυμάσιά σου, εἰ καὶ μὴ ἄνθρωποι συν‐ εῖναι δύνανται· δι’ ὃ μέλλω λέγειν μικρὸν ὕστερον· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυΐδ; Ἀλλ’ οὐρανοὶ διηγήσονται καὶ Ἐκκλησία ἁγίων μαρτυρήσει, ὅτι μηδὲν ὧν ὤμοσας τῷ Δαυῒδ,
35διαπεσεῖται, οὐδὲ ψεύσονταί σου αἱ ἐπαγγελίαι· ἀδύ‐ νατον γάρ ἐστι τὸ σὲ ψεύσασθαι. Τίς γάρ σοι ἐξισω‐ θήσεται ἐν ἀληθείᾳ, ἢ τίς ὁμοιωθήσεται ἐν τῷ λέγειν καὶ πιστοῦσθαί σου τὰς ἐπαγγελίας; Οὐδὲ γὰρ ἀντι‐ στῆναί σου τῇ βουλῇ δύναταί τις, ὡς ἀνατρέπειν τὰ
40ἅπαξ ὑπὸ σοῦ ὡρισμένα, μήτιγε τὰ μεθ’ ὅρκου ἐπηγ‐ γελμένα· ὥστε εἰ μὴ καὶ ἡμῖν ἔγνωσταί πω ἡ τῶν ἐπαγγελιῶν σου ἀλήθεια, ἀλλ’ ἐκεῖνο ἀκριβῶς ἴσμεν, ὅτι δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Πάντ’ οὖν ὅσα καὶ βεβούλησαι δύνασαι, καὶ τῶν
45λόγων σου τῶν περὶ τοῦ Δαυῒδ προῤῥηθέντων ἡ ἀλή‐ θεια ἀμφὶ σὲ εἱλεῖται· ὡς πᾶσι μὲν τοῖς περὶ σὲ οὖσι καὶ τὴν σὴν θεότητα δορυφοροῦσι γινώσκεσθαι, ἀγνο‐ εῖσθαι δὲ τοῖς μακρὰν ἀφεστηκόσιν ἀπὸ σοῦ. Δοκεῖ δέ μοι διὰ τούτων ὁ Προφήτης, ἁγίῳ Πνεύ‐

23

.

1081

(50)

ματι θεοφορηθεὶς, καὶ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς φω‐ τὶ νοερῷ καταυγασθεὶς, τὴν δόξαν ἑωρακέναι τοῦ Μο‐ νογενοῦς τοῦ Θεοῦ ἐν μέσῳ τῆς Ἐκκλησίας τῶν ἁγίων ἑστῶτος, καὶ δορυφορουμένου ὑπὸ τῶν ἁγίων τῶν ἐν βασιλείᾳ αὐτοῦ. Μνημονεύσας γοῦν τῶν οὐ‐
55ρανῶν, καὶ τῷ θείῳ Πνεύματι ἐνατενίσας τῇ τῶν ἁγίων Ἐκκλησίᾳ, ἔοικεν ἑωρακέναι μέσον τὸν Υἱὸν τοῦ Θεοῦ· εἶτα μετὰ τὴν ἐκείνου κατανόησιν ἐπιστρέ‐ φειν τοὺς ὀφθαλμοὺς ἐπὶ τῶν πέριξ ἁγίων ἀγγέλων
καὶ ἀρχαγγέλων, πνευμάτων τε θείων καὶ δυνάμεων1082 in vol. 23

23

.

1084

χορόν· καὶ θαυμάζειν τὴν τούτων θειότητα· ὑπερεκ‐ πλήττεσθαι δὲ τὸν ἐπέκεινα πάντων, καὶ ὑπὲρ πάντας τὸν Μονογενῆ τοῦ Θεοῦ· εἶτ’ ἐκ τοῦ θαύματος ἀναπε‐ φωνηκέναι τό· Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ
5Κυρίῳ; ἢ κατὰ τὸν Σύμμαχον· Τίς γὰρ ἐν αἰθέρι ἀντιπαραθήσει τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; Ταῦτα δὲ περὶ μὲν τοῦ Μονογενοῦς τοῦ Θεοῦ λεγόμενα σώζοι ἂν εὐσεβῆ τὴν διάνοιαν, οὐ μὲν περὶ τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων· ἀνοίκειος γὰρ καὶ ἀσεβὴς ἡ παράθε‐
10σις. Τὸ γὰρ υἱοῖς Θεοῦ παραβάλλειν τὸ πάντων αἴ‐ τιον, καὶ τὸ συγκρίνειν ἑτέροις τολμᾷν τὸν ἐπέκεινα τῶν ὅλων Θεὸν, πάντων ἂν γένοιτο ἀνοσιώτατον. Ἀκίν‐ δυνος δ’ ἂν εἴη ὁ λόγος υἱοῖς Θεοῦ συγκρίνων Υἱὸν Θεοῦ μονογενῆ, καὶ τὸ πρὸς πάντας ἀσύγκριτον αὐτοῦ
15καὶ ἀπαράθετον, καθ’ ὑπερβολήν τε ὑπερέχον σημαί‐ νειν διὰ τοῦ· Τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυ‐ ρίῳ; ἀντὶ τοῦ, οὐδείς. Εἰ γὰρ καὶ πολλοὶ ἅγιοι καὶ μυριάδες ἀγγέλων, καὶ Ἐκκλησία πρωτοτόκων, ἀρ‐ χαί τε καὶ ἐξουσίαι καὶ θρόνοι καὶ κυριότητες, πνεύ‐
20ματά τε ἅγια, καὶ δυνάμεις θεῖαι ἐν ταῖς κατ’ οὐρα‐ νὸν στρατιαῖς πολιτεύονται, τὴν ἐπουράνιον συμπλη‐ ροῦντες Ἐκκλησίαν· ἀλλὰ τίς, φησὶν, ἐν τῷ αἰθέρι τῷ ἐπέκεινα τοῦ στερεώματος ἰσωθήσεται τῷ Κυρίῳ; Εἰ δὲ πολλοὶ υἱοὶ Θεοῦ καὶ θεοὶ κατὰ τό· Ὁ Θεὸς ἔστη
25ἐν συναγωγῇ θεῶν, καί· Θεὸς θεῶν Κύριος ἐλά‐ λησε, καί· Ἐγὼ εἶπον· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψί‐ στου πάντες· ἀλλὰ Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; Μυρίων γὰρ ὄντων υἱῶν, οὐδεὶς, φησὶ, τούτῳ ὁμοιωθήσεται, οὐδὲ ἐξισωθήσεται, ἐκλεκτῷ ὅτι
30καὶ μονογενεῖ καὶ πρωτοτόκῳ πάσης κτίσεως, Λόγῳ τε σοφίᾳ καὶ δυνάμει καὶ σοφίᾳ Θεοῦ. Καί μοι δοκεῖ τὴν τούτων γνῶσιν διὰ τῶν ἀνωτέρω σημαίνειν, ἐν οἷς ἔφη· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου. Ἓν γὰρ τῶν θαυμασίων καὶ τοῦτο ἦν, ὅπερ
35ἤμελλεν ἑξῆς ἐπιλέγειν περὶ τοῦ Μονογενοῦς τοῦ Θεοῦ· ἀναγκαίως δέ· ἐπειδὴ ἤμελλε τὸν ἐκ σπέρμα‐ τος Δαυῒδ γενησόμενον διὰ τῆς προφητείας σημαίνειν, τὴν θεότητα τοῦ κατοικήσοντος ἐν αὐτῷ προθεωρεῖ· ὡς ἂν ὁμοῦ μάθοιμεν, τίς ἡ μέλλουσα κατοικεῖν ἐν
40αὐτῷ δύναμις, καὶ ὡς ὁ μὲν υἱὸς ἦν Δαυῒδ, ὁ δὲ ἐν αὐτῷ κατοικήσων Υἱὸς τοῦ Θεοῦ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. Τὸν μὴ ἔχοντα σύγκρισιν, μηδὲ παράθεσιν, μηδὲ
45ὁμοίωσιν πρός τινα τῶν ὠνομασμένων υἱῶν Θεοῦ, ὁποῖός τίς ἐστι παρίστησι λέγων· Οὗτός ἐστιν ὁ Θεὸς ὁ ἐνδοξαζόμενος ἐν τῇ βουλῇ τῶν ἁγίων. Βουλὴν δὲ ἁγίων προσεῖπε τὴν ἀνωτέρω λεχθεῖσαν Ἐκκλησίαν ἁγίων· καὶ ἐῴκει τὴν Ἐκκλησίαν τῶν

23

.

1084

(50)

πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς βου‐ λὴν ὠνομακέναι, ἀναλόγως τοῖς κατὰ τόπον βουλευ‐ τηρίοις. Ἐν ταύτῃ δὲ τῇ βουλῇ τῶν ἁγίων ἐνδοξαζό‐ μενός ἐστιν ὁ μὴ ἔχων σύγκρισιν, μηδὲ ὁμοίωσιν πρὸς τοὺς ὀνομαζομένους υἱοὺς Θεοῦ· καὶ οὐ μόνον ἐνδο‐
55ξαζόμενός ἐστιν ἐν τῇ βουλῇ τῶν ἁγίων, ἀλλὰ καὶ φοβερὸς ὑπάρχει ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.
Τίνες δ’ ἂν εἶεν οἱ περικύκλῳ αὐτοῦ ἀλλ’ ἢ οἱ υἱοὶ1084 in vol. 23

23

.

1085

τοῦ Θεοῦ, καὶ αὐτοὶ θεοὶ χρηματίζοντες, δι’ οὓς εἴρηται, Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν; Καὶ γὰρ τὸ, Ἐν βουλῇ ἁγίων, καὶ τὸ, Ἐν ἐκκλησίᾳ πρω‐ τοτόκων, καὶ τὸ, Ἐν συναγωγῇ θεῶν, ἓν καὶ ταυ‐
5τὸν εἶναί μοι δοκεῖ. Τούτων τοιγαροῦν ἐν μέσῳ ἑστὼς καὶ ὑπὸ τούτων δορυφορούμενος ὁ Υἱὸς τοῦ Θεοῦ, ἐνδοξαζόμενος εἴρηται καὶ μέγας καὶ φοβερός. Ὅ γε μὴν Σύμμαχος τὰ προκείμενα τοῦτον ἐξέδωκε τὸν τρόπον· Θεὲ ἀήττητε ἐν ὁμιλίᾳ ἁγίων πολλῇ, καὶ
10ἐπίφοβος ἐν πᾶσι τοῖς περὶ σεαυτόν· ὁ δὲ Ἀκύλας φησί· Ἰσχυρὸς κατισχυρευόμενος ἐν ἀποῤῥήτῳ ἁγίων, πλῆθος, πλῆθος, καὶ ἐπίφοβος ἐπὶ πάντας κύκλῳ αὐτοῦ. Ἡ δὲ τοῦ λόγου διάνοια τὴν ἀκολου‐ θίαν παρίστησιν. Ἐπειδὴ γὰρ δυνατὸς εἶ, Κύριε,
15φησὶν, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου, εἰκότως μέγας εἶ, καὶ φοβερὸς εἶ, καὶ ἐνδοξαζόμενος εἶ ἐν βουλῇ ἁγίων, καὶ ἐν τοῖς τὴν σὴν θεότητα περιπολοῦσιν, οἳ, τῶν σῶν ἐπαγγελιῶν τὴν ἀλήθειαν συνορῶντες, τὰς πρεπούσας εὐχαριστίας μετὰ θαυμασμοῦ τῆς σῆς
20θεότητος ἀναπέμπουσι. Διὸ μικρῷ πρόσθεν ἔλεγον· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, καὶ τὴν ἀλήθειάν σου ἐν Ἐκκλησίᾳ ἁγίων. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου.
25Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις. Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου. Καὶ ἐν τούτοις οὐδὲν ἀφίησι τῶν γε‐
30νητῶν εἶναι ὅμοιον τῷ θεολογουμένῳ Υἱῷ τοῦ Θεοῦ· αὐτὸν γὰρ εἶναι τὸν δυνατὸν, καὶ τὸν τῶν δυνατῶν Θεὸν, καὶ αὐτῶν τῶν δυνάμεων Κύριον, ὡς μηδένα αὐτῷ ἀντιλέγειν δύνασθαι, μηδὲ τῇ αὐτοῦ βουλῇ ἀν‐ θίστασθαι· δι’ ὃ λέγειν αὐτὸν καὶ ποιεῖν, ἅτε μόνον
35δυνατὸν, τὰ πάντα· τὸ γὰρ, Τίς ὅμοιός σοι; καὶ ἐνταῦθα οὐκ ἐπὶ τοῦ σπανίου, ἀλλ’ ἐπὶ τοῦ μηδενὸς παρείληπται. Οὐδένα γοῦν ὅμοιον εἶναί φησι τῷ κυ‐ ριολογουμένῳ, ἀντιπαραβάλλων αὐτῷ τοὺς ἀνωτέρω εἰρημένους υἱοὺς Θεοῦ. Τῆς γὰρ αὐτῆς ἔχεται δια‐
40νοίας τὰ παρόντα καὶ τὰ πρότερα, ἐν οἷς εἴρητο· Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ, ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; καὶ νῦν δ’ οὖν, Τίς ὅμοιός σοι; φησὶν, ὅτι δυνατὸς εἶ, καὶ ἡ ἀλήθεια τῶν λόγων σου, αἵ τε ἐπαγγελίαι σου περὶ σὲ καὶ παρὰ σοὶ τυγχάνουσι.
45Παρὰ σοὶ γάρ ἐστι, καὶ παρὰ τοῖς κυκλοῦσί σε, ἡ ἀλή‐ θειά σου· εἰ γάρ τινές σου πλησίον καὶ κύκλῳ περιε‐ στῶτες εἶεν, οὗτοι αὐτοὶ τὴν ἀλήθειάν σου γινώσκου‐ σιν. Ἡμεῖς δὲ οἱ ἐπὶ γῆς, ἔτι μακράν σου τυγχάνοντες, τὰς μεγαλουργίας σου ἀπὸ τῶν κατὰ θάλασσαν

23

.

1085

(50)

ἐνεργουμένων ὑπὸ τῆς σῆς προνοίας θεωροῦντες, ὁμολογοῦμεν, ὅτι δυνατὸς εἶ, καὶ ἡ ἀλήθειά σου κύ‐ κλῳ σου. Τῆς τε γὰρ θαλάσσης καὶ τοῦ τοσούτου τῶν ὑδάτων κύτους σὺ μόνος δεσπόζεις, καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς σὺ μόνος καταπραΰνεις, περι‐
55θεὶς αὐτῇ κλεῖθρα καὶ πύλας, καὶ ὅρια αὐτῇ πηξά‐ μενος, ὡς ἂν μὴ ὑπερβᾶσα κατακλύσειε τὴν τῶν
ἀνθρώπων οἰκουμένην. Ὃ δὴ καὶ αὐτὸ ἕν τι τυγχάνει1086 in vol. 23

23

.

1088

μέγιστον τῆς σῆς δυνάμεως δεῖγμα. Ὡς γὰρ δεσπότῃ δουλεύουσα ἡ τοσαύτη τῶν ὑδάτων κίνησις, κυρτου‐ μένη εἰς ὕψος καὶ ἐπαιρομένη πτήσσει, καὶ εἰς ἑαυτὴν καταράσσεται, εἴσω τῶν οἰκείων ὅρων ἀπο‐
5κεκλεισμένη. Ὥσπερ δὲ τὰ κύματα καὶ τὰς ἀπειλὰς τῆς θαλάσσης ἐχαλίνωσας τῷ σῷ προστάγματι, καὶ τὰ ὑψώματα αὐτῆς, τάς τε ὁρμὰς καὶ τοὺς θυμοὺς κατεπράϋνας· οὕτω δὲ καὶ ἐπὶ τῶν ἀοράτων δυνά‐ μεων, εἴ τινές ποτε εἶεν ἐχθραὶ καὶ ἐναντίαι τῇ βουλῇ
10τῆς σῆς προνοίας, καὶ ταύτας, ἅτε μόνος καὶ ὑπὲρ πάντας ὢν δυνατώτατος, διεσκόρπισας, τόν τε τούτων ἄρχοντα καὶ τύραννον καὶ ἀλαζόνα τινὰ ὄντα καὶ ὑπερήφανον, ἄρχοντα τοῦ αἰῶνος τούτου, σὺ τῇ σαυτοῦ δυνάμει ἐταπείνωσας, καὶ τραυματίαν εἰργά‐
15σω, πατάξας αὐτὸν τῇ ῥομφαίᾳ τῇ μεγάλῃ καὶ τῇ φο‐ βερᾷ, ἀκολούθως τῇ φασκούσῃ προφητείᾳ· Ἐπάξει Κύριος τὴν ῥομφαίαν τὴν μεγάλην καὶ τὴν ἰσχυ‐ ρὰν ἐπὶ τὸν δράκοντα, ὄφιν τὸν σκολιὸν, φεύ‐ γοντα· καὶ ἀνελεῖ τὸν δράκοντα τὸν ἐν τῇ θα‐
20λάσσῃ. Καὶ ἐπειδήπερ ἄλλος προφήτης τὸν τραυ‐ ματίαν τοῦτον δράκοντα ἐπὶ τῆς θαλάσσης ποιεῖσθαι τὰς διατριβὰς ἐδίδαξε, φήσας· Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος. Ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός. Δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν
25αὐτῷ· ἐπίστησον μήποτε ταύτην αὐτὴν ᾐνίξατο τὴν θάλασσαν καὶ ὁ παρὼν λόγος φήσας· Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις· τούτοις γοῦν συνῆψε τὸ, Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερ‐
30ήφανον· ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου δι‐ εσκόρπισας τοὺς ἐχθρούς σου. Τὸ γὰρ χωρίον τῶν ἀντικειμένων δυνάμεων, τῶν τε δαιμόνων καὶ τῶν πνευμάτων πονηρῶν, θάλασσαν ἔοικεν ἀποκαλεῖν. Διὸ καὶ ἐπήγαγε τῷ περὶ τῆς θαλάσσης λόγῳ τὰ περὶ
35τοῦ τραυματίου καὶ τὰ περὶ τῶν ἐχθρῶν τοῦ Θεοῦ, ἄντικρυς τὰς ἀντικειμένας δυνάμεις καὶ τὸν τούτων ἄρχοντα σημήνας. Καὶ ἐν ἑτέρῳ δὲ εἴρηται ψαλμῷ· Σὺ συνέθλασας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. Σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ
40δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰ‐ θίοψι· καὶ ἐν τῷ Ἰώβ· Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίαν περὶ τὴν ῥῖνα αὐτοῦ, ψελλίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ. Λαλήσει δέ σοι δεήσει καὶ ἱκετηρίᾳ μαλακῶς,
45λήψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον. Καὶ ἑξῆς ἐπ‐ άγει· Αὐτὸς δέ ἐστι βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασι. Κατὰ τὸ αὐτὸ εἴρηται περὶ τοῦ αὐτοῦ δράκοντος ἐκ προσώπου τοῦ Κυρίου πρὸς τὸν Ἰώβ· Οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι τὰ χοῦν; καὶ

23

.

1088

(50)

διὰ τῶν προκειμένων ἀναγκαίως τούτων ἐμνημόνευσε τὸ θεῖον Πνεῦμα, διδάσκον τοῦ Μονογενοῦς τοῦ Θεοῦ τὴν μέχρι τῆς δηλωθείσης θαλάσσης κάθοδον. Προθεο‐ λογήσας γοῦν αὐτὸν, καὶ τὴν πρώτην αὐτοῦ διατριβὴν τὴν ἐν τοῖς ἁγίοις εἰπὼν, τίς τέ ἐστι, καὶ μεθ’ ὁποίων
55καὶ ἐν ποίοις πρόεισιν*, ἑξῆς καὶ παρίστησιν, ὅτι δὴ αὐτὸς ἐκεῖνος καὶ τῆς δηλωθείσης ἡμῖν θαλάσσης κρατήσει, καὶ τὸν ἐν αὐτῇ τραυματίαν ταπεινώσει, καὶ ἐν τῷ βραχίονι τοῦ κράτους αὐτοῦ πάντας τοὺς ἐχθροὺς
πρόσεστιν.1088 in vol. 23

23

.

1089

αὐτοῦ διασκορπίσει. Λέγει δὲ ταῦτα ἀναγκαίως· προειπὼν γὰρ, Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου, παρίστησιν αὐτοῖς ἔργοις πῶς ὑπάρχει δυνατὸς ὁ Κύριος εἰς πίστωσιν τῆς ἀληθείας αὐτοῦ, ὑπὲρ τοῦ τὰς ἐπαγγελίας πρὸς τὸν Δαυῒδ γεγενημένας ἀληθεῖς ἀποδεῖξαι. Σοί εἰσιν οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ, τὴν
5οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμε‐ λίωσας, τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας. Θαβὼρ καὶ Ἑρμῶν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Ἡ διάνοια τῶν προκειμένων τοιαύτη τίς ἐστι· Πεποίησαι μὲν, ὦ Κύριε, πρὸς τὸν Δαυῒδ
10ἐπαγγελίας περὶ τοῦ σπέρματος αὐτοῦ καὶ τοῦ εἰς αἰῶνα διαρκέσοντος θρόνου αὐτοῦ· καὶ ταύτας ὤμο‐ σας τῷ Δαυῒδ ἐπιτελέσειν. Ὁρῶμεν δὲ ἡμεῖς οἱ ἄν‐ θρωποι μὴ πληρουμένας αὐτὰς, ὅσον ἐπὶ τοῖς αἰσθη‐ τοῖς καὶ ὁρωμένοις· διό φαμεν, Ποῦ εἰσι τὰ ἐλέη
15σου τὰ ἀρχαῖα, Κύριε; πλὴν ἀλλὰ πεπείσμεθά σε ἐξ ἅπαντος ἀληθεύειν, ὅτι δυνατὸς εἶ, καὶ ἡ ἀλή‐ θειά σου κύκλῳ σου. Καὶ μάρτυρές γε τῆς ἀληθείας σου πάντες οἱ περὶ σέ· αἱ γοῦν οὐράνιοι δυνάμεις ἐξομολογήσονται τὰ θαυμάσιά σου, καὶ τὴν ἀλή‐
20θειάν σου ἐν Ἐκκλησίᾳ ὁσίων. Καὶ εἰκότως αἱ οὐράνιοι δυνάμεις τὴν ἀλήθειάν σου ἐξομολογήσονται, ἐπειδὴ ἐν τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· ὡς μηκέτι δεῖν τὰς ἐπαγγελίας σου, τὰς πρὸς τὸν Δαυῒδ, ἐπιγείους εἶναι καὶ σωματικὰς νομίζειν· ἐν
25γὰρ τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Ταῦτα δὲ καὶ αὐτὸς ἐκ τοῦ ἁγίου Πνεύματος μεμαθηκώς φημι· Τὰ ἐλέη σου εἰς τὸν αἰῶνα ᾄσομαι. Εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου. Ἀληθεύειν δέ σε Θεὸν ὄντα καὶ
30Κύριον τῶν ὅλων πεπεῖσθαι χρὴ, διὰ τὸ μηδένα εἶναι ὅμοιον τῇ σῇ δυνάμει· καὶ γὰρ καὶ τῶν ἀσωμάτων καὶ θείων δυνάμεων Κύριος εἶ, καὶ δυνατὸς εἶ μόνος καὶ ὑπὲρ πάντας, ὡς τὴν ἀλήθειάν σου πιστοῦσθαι. Εἰ δὲ καὶ ἔστι τις ἐν τοῖς οὖσιν ὑπερήφανος, ὁ καλού‐
35μενος διάβολος ἀντικείμενος ἀεὶ, καὶ πολεμῶν τῇ σῇ ἀληθείᾳ, ἀλλὰ σὺ τοῦτον ἐταπείνωσας· εἴτε τινές εἰσιν ὑπὲρ τοῦτον ἐχθραὶ καὶ ἀντικείμεναι δυνάμεις, ἀλλὰ καὶ ταύτας διεσκόρπισας. Πάντοτε σὺ κρατεῖς, καὶ τῆς τῶν ὅλων οὐσίας σὺ δεσπόζεις, ἐπεὶ καὶ
40ποιητὴς τῶν ὅλων τυγχάνεις. Αὕτη γὰρ ἡ θάλασσα καὶ τὸ τοσοῦτον τῆς ὑγρᾶς οὐσίας στοιχεῖον ἔργον ὑπάρχει σὸν, καὶ σὲ κύριον ἐπιγράφεται. Εἰ δὲ καὶ οὐρανοί τινες ἀνώτεροι τοῦ στερεώματος νοοῦνται, θείων πνευμάτων καὶ δυνάμεων ἁγίων, τῶν τε τὴν
45σὴν θεότητα περιπολούντων ἀγγέλων καὶ ἀρχαγγέ‐ λων οἰκητήρια, καὶ οὗτοι σοί εἰσιν ἅμα πᾶσι τοῖς οἰκοῦσιν αὐτοῖς. Καὶ ἄλλο δὲ στοιχεῖον οὐ μικρὸν ἡ ξηρὰ οὐσία, καὶ ἡ τοῖς οὐρανοῖς ὑποκειμένη γῆ, σή ἐστι καὶ αὕτη. Ὅτε τοίνυν τὰ σύμπαντα τοῖς σοῖς

23

.

1089

(50)

νεύμασι δουλεύει, καὶ σὺ πάντων κρατεῖς, κύριος ὢν ἁπάντων καὶ βασιλεὺς καὶ Θεὸς, τίς ἀντιστήσεταί σοι; Ἢ τί τὸ ἐμποδὼν ἔσται τοῦ μὴ πιστώσασθαι τὰς σὰς πρὸς τὸν ἐκλεκτόν σου Δαυῒδ ἐπαγγελίας, ἃς μεθ’ ὅρκου πρὸς αὐτὸν ἐποιήσω; Σφόδρα τοίνυν καὶ ἀκολούθως τοῖς ἔμπροσθεν εἰρη‐
55μένοις διὰ τῶν προκειμένων ἐπήγαγε τὸ, Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. Οὐ γὰρ μό‐ νον τὸν οὐρανὸν, φησὶ, καὶ τὰς ἐν αὐτῷ δυνάμεις,
ἀλλὰ καὶ τὴν γῆν σὺ ἐθεμελίωσας· συμφώνως τῇ ἐν1090 in vol. 23

23

.

1092

ταῖς Παροιμίαις λεγούσῃ φωνῇ. Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. Κατ’ ἐξαίρετον δὲ ἐνταῦθα τὸ οἰκούμενον μέρος τῆς γῆς οἰκουμένην ὠνόμασεν, ἀποδιαστείλας
5τῆς ἐρήμου καὶ τῆς οἰκητοῦ. Ἀλλὰ καὶ τὸ πλή‐ ρωμα τῆς οἰκουμένης προσέθηκεν, οὕτω σημήνας τὸ τῶν ἀνθρώπων γένος, τῶν τὴν οἰκουμένην πλη‐ ρούντων. Πλήρωμα δὲ καὶ ἄλλως τῆς οἰκουμένης οὐκ ἂν ἁμάρτοις λέγων τὴν τοῦ Σωτῆρος Ἐκκλη‐
10σίαν, ἣν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἐθεμελίωσεν ἐπὶ τὴν πέτραν. Διὸ καὶ ἐν ἑτέροις εἴρηται· Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθή‐ σεται. Πῶς δὲ ἐθεμελίωσε τὴν οἰκουμένην, ἐπιλέγει
15ἑξῆς, Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας αὐ‐ τά· ἡ δὲ πέμπτη ἔκδοσις, Βοῤῥᾶν καὶ νότον σὺ ἔκτι‐ σας. Δοκεῖ δέ μοι διὰ τῶν δύο πλευρῶν τε καὶ ἄκρων τῆς οἰκουμένης τὸν σύμπαντα κόσμον δηλοῦν, ὃν ἐπλήρωσεν ἡ τοῦ Σωτῆρος ἡμῶν δύναμις. Θέα δὲ τίνα
20τρόπον διὰ τούτων παρίσταται πρόσωπον τοῦ σύμ‐ παντος κόσμου τὸ ἀνατολικὸν μέρος· ἀριστερὸν δὲ τὸ βόρειον, δεξιὸν δὲ τὸ μεσημβρινὸν καὶ νότιον. Ἐν τῷ γὰρ φάναι, Τὸν βοῤῥᾶν καὶ τὰ δεξιὰ σὺ ἔκτισας, τὸ βόρειον πλευρὸν ἀριστερὸν εἶναι ἐδίδαξεν· εἴ γε δε‐
25ξιὸν τὸ νότιον. Εἰ δὴ οὖν ἑστῶτες ἔχοιμεν ἐν δεξιᾷ μὲν ἑαυτῶν τὸν νότον, ἐν δὲ τοῖς ἀριστεροῖς τὸν βοῤ‐ ῥᾶν, ἀντιπρόσωπον σχήσομεν τὴν ἀνατολὴν, κατὰ νώτου δὲ τὴν δύσιν· ὥστε κατά τινα φυσικὴν θεωρίαν εἰρῆσθαι ταῦτα, τὴν θέσιν τοῦ παντὸς κόσμου παρ‐
30ιστῶντα. Ἃ καὶ αὐτὰ ἀναγκαῖον ἐπισημήνασθαι εἰς παράστασιν τοῦ μηδὲ τὴν τούτων γνῶσιν παραλελοι‐ πέναι τὴν τῶν θείων Γραφῶν διδασκαλίαν. Τὰ πάντα γὰρ, φησὶ, σὺ ἔκτισας, τά τε δεξιὰ τοῦ κόσμου μέρη, καὶ τὰ ἀριστερά. Ἀλλὰ τὰ μὲν δεξιὰ ὀνομαστὶ προσ‐
35εῖπεν, ἐφυλάξατο δὲ χρήσασθαι τῷ τοῦ ἀριστεροῦ ὀνό‐ ματι. Διὸ λέλεκται κατὰ τὸν Σύμμαχον, Εἰς βοῤῥᾶν καὶ δεξιὰν σὺ ἔκτισας· καὶ κατὰ τὸν Ἀκύλαν, Βοῤῥᾶν καὶ δεξιὰν σὺ ἔκτισας. Ἡ δὲ πέμπτη ἔκ‐ δοσις σαφέστερον ἡρμήνευσε τίνα τὰ δεξιὰ φήσασα,
40Βοῤῥᾶν καὶ νότον σὺ ἔκτισας. Τὸ δ’ ἀριστερὸν πάντη σεσιώπηται παρὰ τοῖς πᾶσι, διὰ τὸ νομίζεσθαι σκαιὸν εἶναι καὶ ἐναντίον τῷ δεξιῷ· οὐδὲν δὲ ἐν τῷ παντὶ σκαιὸν, οὐδὲ τῷ καλῷ ἐναντίον. Πάντα μὲν οὖν, φησὶ, σὺ ἔκτισας. Ὄρη δὲ δύο, τὸ Θαβὼρ καὶ τὸ
45Ἑρμὼν ἐξαίρετόν τι κέκληται παρὰ πάντα· τῷ γὰρ ὀνόματί σου ταῦτα ἀγαλλιάσονται. Κατὰ δὲ τὸν Ἀκύ‐ λαν, Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου αἰνέ‐ σουσι· κατὰ δὲ τὸν Σύμμαχον, Θαβὼρ καὶ τὸ Ἑρ‐ μὼν τὸ ὄνομά σου εὐφημήσουσι. Τούτων δὲ τῶν

23

.

1092

(50)

ὀρέων μέμνηται διαφόρως ἡ τῆς Παλαιᾶς Διαθήκης ἱστορία· καὶ οἶμαί γε ἐν τούτοις τοῖς ὄρεσι τὰς παρα‐ δόξους τοῦ Σωτῆρος ἡμῶν γεγονέναι μεταμορφώσεις, καὶ τὰς πλείους διατριβὰς, ὅτε σὺν ἀνθρώποις ἐπο‐ λιτεύετο. Εἰ δὲ καὶ τῶν ὀνομάτων ἡ ἑρμηνεία συμβάλλεταί τι ἡμῖν εἰς τὴν τῶν προκειμένων διάνοιαν,
55καὶ αὐτὸς ἐπιστήσεις. Σὸς ὁ βραχίων μετὰ δυναστείας· κραταιωθήτω
ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου. Δικαιοσύνη1092 in vol. 23

23

.

1093

καὶ κρῖμα ἑτοιμασία τοῦ θρόνου σου. Ἔλεος καὶ ἀλήθεια προπορεύσεται πρὸ προσώπου σου. Καὶ ταῦτα εἰς τὴν τοῦ Μονογενοῦς τοῦ Θεοῦ δοξολογίαν παρείληπται, ἅπερ σαφέστερον ὁ Ἀκύλας ἡρμήνευσε,
5τοῦτον ἀποδοὺς τὸν τρόπον· Σὸς ὁ βραχίων μετὰ δυναστείας· ἀήττητος ἡ χείρ σου, ὑψηλὴ ἡ δε‐ ξιά σου· δικαιοσύνη καὶ κρῖμα βάσις τοῦ θρόνου σου. Καὶ ταύτας δὲ ἀναγκαίως τὰς θεοπρεπεῖς ἀρε‐ τὰς ἐν τῇ θεολογίᾳ παρείληφε διὰ τὰς τοῦ Θεοῦ πρὸς
10τὸν Δαυῒδ ἐπαγγελίας. Οὐδὲν γὰρ, φησὶν, ἀντιστήσεται σοῦ τῇ βουλῇ· μετὰ γὰρ τοῦ θέλειν καὶ τὸ δύνασθαί σοι οἷα Θεῷ καὶ δεσπότῃ τῶν ὅλων πάρεστι. Καὶ γὰρ βραχίων σοί ἐστι μέγας καὶ δυναστεία καὶ ἀρχὴ τῶν πάντων, κεκραταιωμένη τε χεὶρ καὶ ὑψηλοτάτη δεξιὰ,
15ὅτε θρόνος τῆς σῆς βασιλείας, ὥσπερ οἱ τῶν ἐπὶ γῆς βασιλευόντων θρόνοι ἐξ ὕλης τιμίας πεποίηνται, καὶ αὐτὸς οὗτος ἐκ τῶν πρεπόντων σοι τῷ Θεῷ κατεσκεύ‐ ασται. Ἀρεταὶ γοῦν θεοπρεπεῖς, δικαιοσύνη καὶ κρῖ‐ μα, τὸν σὸν κατακοσμοῦσι θρόνον. Διόπερ τοσούτων
20οὐσῶν παρὰ σοὶ τῷ Θεῷ δυνάμεων, ὁμαλῶς καὶ ἀκω‐ λύτως ἡ ἀλήθεια τῶν σῶν ἐπαγγελιῶν προτρέχει, μηδενὸς παραποδίζειν δυναμένου τὰς σὰς ἀποφάσεις, ἃς ὤμοσας τῷ Δαυῒδ ἐλέῳ καὶ χάριτι τὰς ἐκτεθείσας ἐπαγγελίας πρὸς αὐτὸν πεποιημένος. Ἀντὶ δὲ τοῦ,
25Δικαιοσύνη καὶ κρῖμα ἑτοιμασία τοῦ θρόνου σου, κατὰ τὸν Ἀκύλαν, Δικαιοσύνη καὶ κρῖμα τὸ ἕδρα‐ σμα τοῦ θρόνου αὐτοῦ, εἴρηται· ὁ δὲ Σύμμαχος τὴν βάσιν αὐτὴν εἶναί φησι τὴν δικαιοσύνην καὶ τὸ κρῖ‐ μα. Τῆς γε μὴν δικαιοσύνης καὶ τοῦ κρίματος μετὰ
30δικαιοσύνης ἐκφερομένου, προτρέχει ἔλεος καὶ ἡ ἀλή‐ θεια. Τῷ γοῦν ἐλέῳ τὴν δικαιοσύνην ἀνακιρνὰς, πρα‐ οτέρας ποιεῖται τὰς κατὰ τῶν ἡμαρτηκότων ἀπειλάς· ἄλλως γὰρ ἄκρατον αὐτοῦ τὴν δικαιοσύνην οὐκ ἄν τις ἀνθρώπων ὑπομείνειεν Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Κύ‐
35ριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν, καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται. Ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. Ὅτι
40τοῦ Κυρίου ἡ ἀντίληψις ἡμῶν, καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν. Νοήσεις τε καὶ ἄλλως τὸν ἀλαλαγμὸν ἀπὸ τῶν κατὰ τοὺς καιροὺς τῶν πολέμων ἀλαλαζόντων στρατιωτῶν καὶ φόβον ἐμποιούντων τοῖς ἐχθροῖς διὰ τῆς μείζονος βοῆς καὶ τῆς κατὰ ταύτην
45συμφωνίας. Ὁ δὲ θεῖος Ἀπόστολος τὰς ἐν ἁγίῳ Πνεύ‐ ματι εὐχὰς, τὰς μὴ διὰ γεγωνοῦ βοῆς, ἀλλὰ ἐν δυ‐ νάμει Πνεύματος ἀναπεμπομένας, τοιαύτας εἶναι δι‐ δάσκει λέγων· Αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Οὕτω δὲ μέγας

23

.

1093

(50)

τίς ἐστι καὶ σπάνιος ὁ πολλάκις ὑπὸ τῶν θείων Γρα‐ φῶν ὀνομαζόμενος ἀλαλαγμὸς, ὡς μακαρίζεσθαι τὸν ἐπιστήμονα τούτου, ὁμοίως τοῖς μακαριζομένοις ἐπὶ τοῖς ἄλλοις κατὰ Θεὸν κατορθώμασι. Διὸ ἐνταῦθα λέ‐ λεκται· Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν.
55Ἐν ἑτέροις δὲ ὁ θεῖος λόγος θυσίαν εἶναι τὸν τοιοῦ‐ τον ἀλαλαγμὸν διδάσκει λέγων· Ἐκύκλωσα καὶ
ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ.1094 in vol. 23

23

.

1096

Δοκεῖ δὴ οὖν μοι ἐνταῦθα τὸ θεῖον Πνεῦμα σαφῶς μακαρίζειν τὸν Χριστοῦ λαόν· οὗτος γὰρ, γνῶσιν ἀνειληφὼς τῆς κατὰ τῶν πολεμίων τοῦ Σωτῆρος ἡμῶν νίκης, ἀλαλάζει κατὰ τῶν ἐχθρῶν, ὑπὲρ τοῦ
5οἰκείου βασιλέως τὸν ἀλαλαγμὸν ποιούμενος. Ἀλλὰ καὶ τὴν θυσίαν τὴν ἄναιμον λογικὴν μόνος οὗτος ὁ λαὸς δι’ ἀλαλαγμοῦ εἴωθε προσφέρειν τῷ Θεῷ, διὰ τοῦ σύμφωνον ἀναπέμπειν τῷ Θεῷ εὐχαριστίαν ἐν ταῖς πνευματικαῖς ἱερουργίαις καὶ ταῖς κατὰ τὴν
10Καινὴν Διαθήκην ἐπιτελουμέναις ἡμῖν λατρείαις, ταῖς τε ἀναίμοις καὶ ἀΰλοις καὶ πνευματικαῖς θυσίαις. Ἀντὶ δὲ τοῦ, Ὁ γινώσκων ἀλαλαγμὸν, Ὁ γινώσκων σημασίαν, ὁ Σύμμαχος ἡρμήνευσε. Διὰ τί δὲ μακά‐ ριός ἐστιν οὗτος ὁ Χριστοῦ λαὸς ὁ τὸν εἰρημένον ἀλα‐
15λαγμὸν ἐπιστάμενος, ἀλλ’ ἢ ἐπειδήπερ τὴν θεότητα τοῦ Σωτῆρος ἐπιγινώσκων, ἥτις ὠνόμασται πρόσωπον αὐτοῦ, τῷ φωτὶ τοῦ προσώπου αὐτοῦ καταυγαζόμε‐ νος, τὴν ἑαυτοῦ ποιεῖται πορείαν λέγων, Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· καὶ,
20Ἐν τῷ φωτί σου ὀψόμεθα τὸ φῶς; Καὶ διὰ τοῦτο γοῦν μακάριός ἐστιν οὗτος ὁ λαός. Καὶ τρίτον ἐπεὶ μὴ ἀρκούμενος τῷ διὰ τῆς γνώσεως τοῦ Χριστοῦ φω‐ τίζεσθαι, ἔτι καὶ τῷ ὀνόματι αὐτοῦ σεμνυνόμενος, καὶ Χριστιανὸς ἐξ αὐτοῦ καλούμενος, χαίρει καὶ ἀγαλ‐
25λιᾷ ὅλην τὴν ἡμέραν, μᾶλλον δὲ πᾶσαν ἡμέραν· οὕ‐ τω γὰρ ὁ Σύμμαχος ἡρμήνευσε· καὶ διὰ τοῦτο γοῦν ἐστι μακάριος. Καὶ τέταρτον ἐπειδὴ εἰς μέγεθος καὶ ὕψος ἐπιδοὺς τῇ τοῦ Θεοῦ δικαιοσύνῃ ὑψοῦται, δίκαιον εἶναι κρίναντος τοῦ Θεοῦ εἰς ὕψος ἄγειν καὶ ἐπὶ μέγα δόξης τὸν ἐπιστήμονα τοῦ εἰρημένου ἀλαλαγμοῦ λαὸν,
30καὶ τὸν ὑπὸ τοῦ προσώπου τοῦ Σωτῆρος φωτιζόμενον, καὶ τὸν ἐν ὀνόματι αὐτοῦ ἀγαλλόμενον, καὶ τὸν ἐγ‐ καυχώμενον, ἀλλ’ οὐκ ἐπὶ τοῖς ἰδίοις κατορθώμασιν. Ἀναγκαίως δὲ καὶ τοῦ δηλωθέντος μνήμην ὁ λόγος ἐποιήσατο, θεσπίζων τὸ κατόρθωμα τῆς εἰς ἀνθρώ‐ πους τοῦ Χριστοῦ παρουσίας. Μέλλων γοῦν τὴν γέ‐
35νεσιν διδάσκειν τοῦ ἐκ σπέρματος Δαυῒδ προελευσο‐ μένου, καὶ τὴν καταστροφὴν τῶν παρὰ Ἰουδαίων σεμνῶν προαγορεύειν, δι’ ἣν καὶ ἀπορῶν ἐπιλέγει, Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; ἀναγ‐ καίως περὶ μὲν τοῦ ἐπαληθεύσειν ἐξ ἅπαντος τὰς
40πρὸς τὸν Δαυῒδ τοῦ Θεοῦ ἐπαγγελίας τὰς προειρημέ‐ νας ἐποιήσατο διδασκαλίας. Ἐπεὶ δὲ ἐχρῆν προμαθεὶν ἡμᾶς καὶ ποίῳ λαῷ ἡ χάρις τῆς τοῦ Σωτῆρος εὐερ‐ γεσίας ἐταμιεύετο, ἀκολούθως ἐμνημόνευσεν οὐ τοῦ Ἰσραὴλ, οὐδὲ τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ τοῦ λαοῦ
45τοῦ γινώσκοντος ἀλαλαγμόν· καὶ τοῦτον εἰκότως τὸν λαὸν ἐμακάρισε, πλεῖστα αὐτῷ ἀγαθὰ ἐπαγγειλάμε‐ νος. Διὰ γὰρ τὸ εἰδέναι ἀλαλαγμὸν, πρῶτον μὲν ἐν τῷ φωτὶ τοῦ προσώπου τοῦ Θεοῦ πορεύσονται, ἔπειτα ἐν τῷ ὀνόματι αὐτοῦ ἀγαλλιάσονται καθ’ ἑκάστην ἡμέ‐

23

.

1096

(50)

ραν· καὶ τρίτον ἐν τῇ δικαιοσύνῃ αὐτοῦ ὑψωθήσονται· καὶ τέταρτον καύχημα τῆς δυνάμεως αὐτῶν ἔσται αὐτὸς ὁ Κύριος. Ἐπειδὴ γὰρ κραταιὸς καὶ δυνατὸς τυγχάνει ὁ λαὸς οὗτος, ἅτε ἐπὶ τὴν πέτραν ᾠκοδο‐ μημένος, ὡς μήτε πύλας ᾅδου κατισχύειν αὐτοῦ· εἰ‐
55κότως καυχήσεται, ἀλλ’ οὐκ ἐπὶ τῇ οἰκείᾳ δυνάμει, ἀλλ’ ἐπὶ τῷ τεθεμελιωκότι αὐτὸν ἐπὶ τὴν πέτραν
Κυρίῳ. Διὰ δὲ ταῦτα πάντα μακάριος ὁ λαὸς ὁ γι‐1096 in vol. 23

23

.

1097

νώσκων ἀλαλαγμόν. Καὶ ἡμῶν δὲ αὐτῶν τῶν ταῦτα θεσπιζόντων διὰ τοῦ Πνεύματος προφητῶν τὸ κέρας ὑψωθήσεται. Ποῖον δὲ κέρας ἢ τὸ μέλλον ἐκ σπέρμα‐ τος Δαυῒδ κατὰ τὴν σὴν, ὦ Κύριε, ἐπαγγελίαν προ‐
5ελεύσεσθαι; Καὶ τοῦτο γὰρ τὸ κέρας ἡμῶν, ἐν ᾧ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, ἐν τῇ εὐδοκίᾳ σου ὑψω‐ θήσεται, σοῦ τοῦ Ἁγίου Ἰσραὴλ, τοῦ βασιλέως ἡμῶν, ἀντιλαμβανομένου τῆς τούτου τοῦ κέρως γενέσεως. Εἶεν δ’ ἂν αὗται φωναὶ προφητικαὶ ἐξ οἰκείου προσ‐
10ώπου τὰ προκείμενα ἀναφωνοῦσαι, κέρας τε αὐτῶν ὁμολογοῦσαι εἶναι τὸν κατὰ σάρκα φανησόμενον Χρι‐ στὸν τοῦ Θεοῦ. Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου, καὶ εἶπας· Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν· ὕψωσα
15ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. Εὗρον Δαυῒδ τὸν δοῦ‐ λόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν. Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ κακώσει αὐτόν. Καὶ
20συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐ‐ τοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ’ αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Ἅπαξ διὰ τῶν ἔμπροσθεν μνημονεύσας ὁ λόγος τοῦ
25κέρως ἐν οἷς ἔφη· Ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν, ἀναγκαίως προϊὼν διδάσκει τί ποτε ἦν τοῦτο τὸ κέρας, καὶ πόθεν ἥξει, καὶ πῶς ὑψωθή‐ σεται. Διό φησιν· Ὅτι τοῦ Κυρίου ἐστὶν ἡ ἀντίλη‐ ψις, ἡ τοῦ κέρως δηλονότι. Κυρίου δὲ ποίου, ἢ τοῦ
30Ἁγίου Ἰσραὴλ τοῦ βασιλέως ἡμῶν; Αὐτὸς γὰρ ὁ Κύ‐ ριος καὶ ὁ Ἅγιος τοῦ Ἰσραὴλ βασιλεὺς, ὁ τοῦ Θεοῦ Λόγος, ἀντίληψις ἔσται τοῦ κέρως ἡμῶν καθ’ ἃς πε‐ ποίηται ἐπαγγελίας, ὁπηνίκα λαλεῖ διὰ τῶν προφη‐ τῶν περὶ τοῦ μέλλοντος ἐκ σπέρματος Δαυῒδ προ‐
35ελεύσεσθαι. Ὅτε γὰρ, φησὶν, ἐλάλησας ἐν ὁράσει τοῖς ἁγίοις σου, τά τε προκείμενα ἐπηγγείλω σὺ, ὦ Θεὸς, διὰ τῶν σεαυτοῦ υἱῶν τῶν προφητῶν, οἷς τὰς ὁράσεις τῶν μελλόντων ἀπεκάλυπτες· δι’ αὐτῶν γὰρ καὶ ποιούμενος τὰς ἐπαγγελίας τὰς πρὸς τὸν Δαυῒδ,
40τούτοις ἐχρήσω τοῖς λόγοις· Ἐθέμην βοήθειαν ἐπὶ δυνατόν· ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. Ἀνθ’ ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἐπέ‐ θηκα ἀντίληψιν ἀνδρῶν, ὕψωσα ἐπίλεκτον ἀπὸ τοῦ λαοῦ μου. Εὗρον Δαυῒδ τὸν δοῦλόν μου, καὶ
45τὰ ἑξῆς τοῖς Ἑβδομήκοντα παραπλησίως· ὧν ἡ διά‐ νοια τοῦτον ἔχει τὸν τρόπον· Πολλὰ ζητήσας ἐν ἀν‐ θρώποις ἄξιον εὑρεῖν ἐμαυτοῦ, μόλις ποτὲ εὗρον τὸν δοῦλόν μου Δαυῒδ, τὸν δι’ ὑπερβολὴν εὐσεβείας οἶκον ἐπὶ γῆς εὐκτήριον ἐμοὶ δείμασθαι μόνον τῶν ἐξ αἰῶ‐

23

.

1097

(50)

νος διανενοημένον. Διόπερ ἀμοιβὴν αὐτῷ τῆς ἀγαθῆς καὶ εὐσεβοῦς προαιρέσεως δωρούμενος, ἀνθ’ οὗ δια‐ νενόηται οἴκου, αὐτὸς ἐμαυτῷ νεὼν πανάγιον ἐκ σπέρματος αὐτοῦ κατασκευάσω. Νεὼς γὰρ ἦν ὁ ἐκ σπέρματος Δαυῒδ γεγονὼς ἄνθρωπος τοῦ κατασκηνώ‐
55σαντος ἐν αὐτῷ Θεοῦ Λόγου. Ὃ δὴ καὶ αὐτὸς ὁ Σωτὴρ ἐδίδασκε περὶ τοῦ ἰδίου σώματος λέγων· Λύσατε τὸν
ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.1098 in vol. 23

23

.

1100

Καὶ σφόδρα γε καταλλήλως τῇ τοῦ Δαυῒδ ἐπαγγελίᾳ καὶ ὁ Θεὸς τὴν πρὸς αὐτὸν ἀμοιβὴν ἐποιήσατο. Ἐπει‐ δὴ τοίνυν, φησὶν, ἐπιτήδειον εὗρον καὶ ἄξιον τῶν ἐμῶν ἐπαγγελιῶν τὸν Δαυῒδ, διὰ τοῦτο κατηξίωσα
5αὐτὸν τῆς ἐμῆς βοηθείας, ἐκλεκτὸν αὐτὸν ἀποφήνας, καὶ ὑπὲρ πάντα τὸν λαὸν ἀνυψώσας. Καὶ ἔτι πρὸς τούτοις ἐπειδὴ πολλὰ ζητήσας, μόνον αὐτὸν εὗρον ἄξιον τῶν ἐμῶν ἐπαγγελιῶν, καὶ εὑρὼν κατηξίωσα χρίσεως τοῦ ἁγίου μου ἐλαίου, δι’ οὗ καὶ Χριστὸν
10αὐτὸν ἀπειργασάμην, καὶ ταῦτα αὐτῷ δωρήσασθαι ἐπαγγέλλομαι· Ἡ δεξιά μου βεβαίως συνέσται αὐ‐ τῷ, καὶ ὁ βραχίων μου στερεώσει αὐτόν. Οὐκ ἐξαπατήσει αὐτὸν ἐχθρὸς, οὐδὲ υἱὸς ἀδικίας κα‐ κώσει αὐτόν. Ἀλλὰ καὶ συγκόψω ἀπὸ ἔμπροσθεν
15αὐτοῦ τοὺς μισοῦντας αὐτὸν, καὶ τοὺς κακο‐ ποιοῦντας αὐτὸν πατάξω· ἡ δὲ βεβαίωσις καὶ ἡ χάρις μοῦ συνέσται αὐτῷ. Καὶ ταῦτα μὲν αὐτῷ πάντα ἔσται κατὰ τὴν τοῦ Συμμάχου ἑρμηνείαν· κατὰ δὲ τοὺς Ἑβδομήκοντα· Ἡ χείρ μου, φησὶ,
20συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ κακώσει αὐτόν. Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ’ αὐτοῦ· καὶ τέλος μετὰ ταῦτα πάντα, ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Τοῦτο δὲ τὸ κέρας αὐτοῦ τὸ μέλλον ἐξ αὐτοῦ προ‐
25ελεύσεσθαι, καὶ ὁ νεὼς ὁ ἐκ σπέρματος αὐτοῦ μέλλων μοι κατασκευάζεσθαι· ὅπερ κέρας αὐτοῦ ἐν τῷ ὀνό‐ ματί μου ὑψωθήσεται· καταξιωθήσεται γὰρ τοῦ ἐμοῦ ὀνόματος καὶ τῆς ἐμῆς προσηγορίας. Χρηματίσει γοῦν καὶ αὐτὸ τοῖς ἐμοῖς χρηματισμοῖς, καὶ διὰ τῶν
30ἐμῶν προσηγοριῶν παρὰ τοῖς πᾶσιν ὑψωθήσεται. Διὸ καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο, Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. Ἀλλ’ ὁ μὲν τῶν προφητῶν χορὸς πρὸς τὸν Θεὸν ἀνεφώνει πρότερον λέγων, Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας
35ἡμῶν· αὐτὸς δὲ νῦν ὁ Θεὸς τὰς ἐπαγγελίας περὶ τοῦ Δαυῒδ ποιούμενος, ἐπισφράγισμα πάντων προστίθησι καὶ τὸ, Ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ, τὸν ἐξ αὐτοῦ προελευσόμενον Χριστὸν δηλώ‐ σας, κέρας οὐ μόνον καὶ προφητῶν, ἀλλὰ καὶ αὐτοῦ
40τοῦ Δαυῒδ ὠνομασμένον· περὶ οὗ ἑξῆς ἐπιλέγει· Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποτα‐ μοῖς δεξιὰν αὐτοῦ. Αὐτὸς ἐπικαλέσεταί με· Πα‐ τήρ μου εἶ σὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου· κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν,
45ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ Διαθήκη μου πιστὴ αὐτῷ, Εἴ τις ἀκριβῶς ἐπιστήσειε τῇ τῶν λεγομένων διανοίᾳ, εὕροι ἂν ταῦτα οὐ περὶ τοῦ Δαυῒδ, ἀλλὰ περὶ τοῦ προελευσομένου ἐξ αὐτοῦ κέρως

23

.

1100

(50)

προφητευόμενα. Εἰπὼν γὰρ ὁ λόγος, Καὶ ἐν τῷ ὀνό‐ ματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ, ἐπισυν‐ άπτει περὶ τοῦ κέρως, καὶ λέγει· Θήσομαι ἐν θα‐ λάσσῃ χεῖρα αὐτοῦ, δῆλον δ’ ὅτι τοῦ κέρως, καὶ τὰ ἑξῆς· καὶ ἁρμόζει γε ἐντεῦθεν πάντα ἐπὶ τὸν Χριστὸν
55τὸν ἐκ σπέρματος Δαυῒδ γενησόμενον ἀναφέρεσθαι. Εἰ γοῦν τις μὴ τοῦτον ἐκλάβοι τὸν τρόπον, ἀλλ’ ἐπὶ τὸν Δαυῒδ ἀνάγοι τὰ προκείμενα, ἀσύστατος εἴη ἂν αὐτῷ ὁ λόγος. Πῶς γὰρ τοῦ Δαυῒδ ἐν θαλάσσῃ ἔταξεν
ὁ Θεὸς τὴν χεῖρα καὶ ἐν ποταμοῖς τὴν δεξιὰν, ὁ βου‐1100 in vol. 23

23

.

1101

λόμενος ἑρμηνευέτω. Οὐδὲ γὰρ ἐκράτησεν ὁ Δαυῒδ τῆς παράλου χώρας. Ἢ πῶς περὶ τοῦ Δαυῒδ λέγοιτ’ ἂν τὸ, Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σύ· κἀγὼ πρωτότοκον θήσομαι αὐτόν; Ἀντὶ τίνος γὰρ
5μᾶλλον τοῦ Ἀβραὰμ, ἢ τοῦ Ἰσαὰκ, ἢ τοῦ Ἰσραὴλ, ἢ αὐτοῦ Μωσέως, ἢ τοῦ Ἠλία, ἢ τῶν ἄλλων δικαίων τε καὶ προφητῶν, πρωτότοκος τοῦ Θεοῦ νομισθείη ἂν ὁ Δαυΐδ; Πῶς δὲ ἀληθεύσει περὶ αὐτοῦ φάσκων ὁ Θεὸς, Θήσομαι αὐτὸν ὑψηλὸν παρὰ τοῖς βασι‐
10λεῦσι τῆς γῆς; Πότ’ οὖν ὁ Δαυῒδ παρὰ Πέρσαις φέρε, ἢ Σκύθαις, ἢ Ἰνδοῖς, ἢ Αἰθίοψιν, ἢ Μαύροις, ἢ Σπάνοις, ἢ Βρετανοῖς, ἢ παρὰ τοῖς λοιποῖς τῶν ἐθνῶν βασιλεῦσιν ὑψώθη; Εἰ δὲ ἐκλάβοις ταῦτα ἐπὶ τὸν ἐκ σπέρματος αὐτοῦ γεγονότα, βεβαιότατα καὶ κυριώτατα εὕροις ἂν ἐφαρμόζοντα αὐτῷ τὰ λεγόμενα. Μαρτυρεῖ δὲ τῇ τῆς προφητείας ἐκβάσει καὶ τὸ
15Εὐαγγέλιον, ἐν ᾧ κατὰ τὸν Λουκᾶν Ζαχαρίας ὁ τοῦ Ἰωάννου πατὴρ προφητικῇ δυνάμει καὶ αὐτὸς κέρας αὐτὸν ὠνόμασε. Λέγει δ’ οὖν ὁ εὐαγγελιστής· Καὶ Ζαχαρίας ἐπλήσθη Πνεύματος ἁγίου, καὶ προ‐ εφήτευσε λέγων· Εὐλογητὸς ὁ Θεὸς τοῦ Ἰσραὴλ,
20ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τοῦ λαοῦ αὐτοῦ. Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ. Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων ἀπ’ αἰῶνος προφητῶν αὐ‐ τοῦ. Κέρας δὲ κυρίως ὠνόμασται ὁ Χριστὸς τοῦ Θεοῦ.
25Διὸ καὶ μονόκερως εἴρηται κατὰ τὴν φάσκουσαν Γραφήν· Καὶ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων· ἐπείπερ δι’ αὐτοῦ πᾶσα ἡ ἀντικειμένη καὶ ἐχθρὰ τοῦ Θεοῦ δύναμις ἐνετράπη κερατισθεῖσα καὶ κεραϊσθεῖσα. Μόνος γοῦν ὡς ἀληθῶς τῶν γενομένων τοῦ Δαυῒδ
30διαδόχων Ἰησοῦς Χριστὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ἐκ σπέρματος αὐτοῦ προελθὼν τῷ κέρατι τῆς ἐν αὐ‐ τῷ θεότητος, πᾶσαν τὴν δαιμονικὴν καὶ εἰδωλικὴν ἀνατρέψας καθεῖλε πλάνην. Διὸ καὶ κέρας εἰκότως καὶ μονόκερως ἐν τοῖς ἱεροῖς ὠνόμασται λόγοις. Αὐ‐
35τοῦ δὲ, καὶ οὐδὲ ἄλλου, ἡ χεὶρ καὶ ἡ δεξιὰ κατεκυρίευσε τῆς οἰκουμένης πάσης, ἐν ποταμοῖς καὶ θαλάσσαις· ἐπεὶ καὶ τὰς νήσους τῶν ἐθνῶν ἐπλήρωσεν ἡ διδα‐ σκαλία αὐτοῦ καὶ πανταχοῦ γῆς Κύριον αὐτὸν καὶ Θεὸν καὶ βασιλέα, πᾶν γένος ἀνθρώπων ἀναγορεύει.
40Ὅμοιον δέ ἐστι τὸ ἐνταῦθα φάσκον, Θήσομαι ἐν θα‐ λάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐ‐ τοῦ, τῷ ἐν οαʹ ψαλμῷ αὖθις περὶ αὐτοῦ λέγοντι· Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης.
45Ἀρξάμενος οὖν ὁ Σωτὴρ ἀπὸ τοῦ βαπτίσματος τοῦ κατὰ τὸν Ἰορδάνην ποταμοῦ τὴν βασιλείαν τοῦ Θεοῦ κηρύττειν, τὴν πᾶσαν ἐπλήρωσεν οἰκουμένην. Καὶ ἐν Ζαχαρίᾳ δὲ τῷ προφήτῃ λέλεκται· Χαῖρε καὶ εὐφραί‐ νου, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί

23

.

1101

(50)

σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν δι’ ἐκβολὰς γῆς. Ἀνθ’ οὗ τὸ Ἑβραϊ‐ κὸν περιέχει, Καὶ ἀπὸ ποταμῶν ἕως τῶν περάτων τῆς γῆς. Εἴποι δ’ ἄν τις ἀποῤῥητότερον καὶ ἄλλως διὰ
55τούτων, τὴν μὲν δεξιὰν αὐτοῦ ἐν ποταμοῖς λέγεσθαι, διὰ τὸ πάντας τοὺς ἐκ δεξιῶν αὐτοῦ διὰ λουτροῦ πα‐
λιγγενεσίας καθαίρεσθαι, καὶ τῆς ἐνθέου ἀναγεννή‐1102 in vol. 23

23

.

1104

σεως διὰ τῆς τοῦ ἁγίου Πνεύματος ἐπιῤῥοῆς κατα‐ ξιοῦσθαι· δεξιοὺς αὐτοῦ νοεῖν ἐδιδάχθημεν ἐκείνους, οἷς ἐπηγγείλατο φήσας· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην
5ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Τούτους γὰρ, οὓς πρόβατα ἑαυτοῦ ὠνόμασε, τοῖς δεξιοῖς στή‐ σειν ἐπηγγείλατο· διόπερ κατὰ βαθύτερον λόγον καὶ ἀποῤῥητότερον, ἡ δεξιὰ αὐτοῦ λέλεκται ἐν ποταμοῖς
10ἔσεσθαι. Ποταμοὶ δὲ αὐτοῦ εἴρηνται καὶ οἱ λαοὶ αὐτοῦ κατὰ τὸ, Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό· Καὶ πάλιν· Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὴν αὐτῶν· ἀροῦσιν οἱ ποταμοὶ ἐπι‐ τρίψεις αὐτῶν. Καὶ ἐπὶ τούτους γὰρ τοὺς ἑαυτοῦ ποταμοὺς τὴν δεξιὰν αὐτοῦ θήσειν ἐπαγγέλλεται. Τὴν δὲ ἑτέραν αὐτοῦ χεῖρα, ἣν καταλέλοιπεν ἡμῖν
15νοεῖν ἀριστερὰν οὖσαν, θήσειν ἐν θαλάσσῃ φησὶν ἐν τοῖς ἁλμυροῖς τοῦ βίου κύμασιν· ἔνθα καὶ ὁ δράκων τὰς ἑαυτοῦ ποιεῖται διατριβὰς, κατὰ τὸ, Αὕτη ἡ θά‐ λασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός· δράκων οὗτος ὃν ἔπλασας
20ἐμπαίζειν αὐτῷ. Ἐπὶ τούτων γὰρ τῶν δρακόντων, καὶ τῆς οὕτω νοηθείσης θαλάσσης, οὐχ ἡ δεξιὰ, ἀλλ’ ἡ ἑτέρα παρὰ τὴν δεξιὰν ἐπιτεθήσεται χεὶρ, κολά‐ ζουσα καὶ τιμωροῦσα τοὺς ἐχθροὺς, καὶ ταπεινοῦσα αὐτούς. Αὐτὸς δὲ οὗτος ὁ δηλούμενος (δῆλον δ’ ὅτι
25κέρας Δαυῒδ), ὁ ἐκ σπέρματος αὐτοῦ γενηθησόμενος, πατέρα ἐπικαλέσεται τὸν Θεὸν, ἅτε κατηξιωμένος τῆς ἐν αὐτῷ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ κατοική‐ σεως, συναφείας τε καὶ ἑνώσεως τῆς πρὸς αὐτόν. Διὸ καὶ αὐτὸς ὁ Θεὸς Λόγος, ὁ Πρωτότοκος πάσης
30κτίσεως, προεπαγγειλάμενος καὶ εἰπὼν, Ἐν τῷ ὀνό‐ ματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ, τῆς οἰκείας ὀνομασίας καὶ τοῦ οἰκείου ἀξιώματος μεταδοὺς τῷ ἐκ σπέρματος Δαυῒδ προελευσομένῳ, πρωτότοκον αὐτὸν θήσεται, ὅπως καὶ αὐτὸς ὁ κατὰ σάρκα ἐκ σπέρματος
35Δαυῒδ γενηθεὶς χρηματίσῃ Υἱὸς Θεοῦ, καὶ ὀνομασθείη Πρωτότοκος διὰ τὴν συνάφειαν τὴν πρὸς τὸν Μονογενῆ τοῦ Θεοῦ. Ταῦτα γὰρ ἦν, δι’ ὧν ὑψωθήσεσθαι αὐτὸν ἐπηγγείλατο, εἰπών· Ἐν τῷ ὀνόματί μου ὑψωθή‐ σεται τὸ κέρας αὐτοῦ. Τὸ γὰρ ἴδιον ὄνομα ὁ τοῦ
40Θεοῦ μονογενὴς Υἱὸς τῷ κατὰ σάρκα υἱῷ Δαυῒδ ἐπι‐ τέθεικε, Πρωτότοκον καὶ Θεοῦ Υἱὸν καὶ αὐτὸν ἀναγο‐ ρεύσας. Τοῦτον δὲ καὶ ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς θήσεσθαι ἐπηγγείλατο· ἢ κατὰ τὸν Σύμμα‐ χον, Ἀνώτατον τῶν βασιλέων τῆς γῆς. Πάντων
45γὰρ τῶν μελλόντων αὐτὸν καταπολεμεῖν ἀνώτερος καὶ κρείττων γεγένηται· θραύων μὲν τὰς κατὰ τῆς Ἐκ‐ κλησίας αὐτοῦ ἐπαναστάσεις καὶ τοὺς διωγμοὺς, δο‐ ξάζων δὲ καὶ ἰσχυροποιῶν τὸν τῆς διδασκαλίας αὐτοῦ λόγον. Ἀλλὰ καὶ εἰς τὸν αἰῶνα φυλάξειν αὐτῷ φησι

23

.

1104

(50)

τὸ ἔλεος αὐτοῦ, καὶ τὴν Διαθήκην αὐτοῦ πιστοποιήσειν αὐτῷ· πάντως που τὴν Καινὴν Διαθήκην, ἣν πᾶσι τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἔθνεσιν ἐκήρυξεν, ἀντὶ τῆς παρὰ Μωσεῖ διαθήκης τὸ Εὐαγγέλιον παρασχὼν, ὅπερ πιστώσεσθαι καὶ βεβαιώσειν ἐπηγγείλατο. Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρ‐
55μα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ
τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευ‐1104 in vol. 23

23

.

1105

θῶσι, καὶ τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν. Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκε‐
5δάσω ἀπ’ αὐτοῦ, οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου. Οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου, καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω. Τὰ μὲν εἰρημένα περὶ τοῦ κέρως διὰ τῶν ἔμπροσθεν πεπλήρωται. Ἐδείκνυτο δὲ κέρας οὐκ
10ἀλλότριον τοῦ ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα γενη‐ θέντος Χριστοῦ. Τούτου δ’ οὖν, ἀκολούθως μετὰ τὰ περὶ αὐτοῦ τεθεσπισμένα, τὴν διαδοχὴν διὰ τῶν προ‐ κειμένων, ὁποία τίς ἐστι, παρίστησι φάσκων· Οὐχ ἁπλῶς εἰς ἕνα μόνον τὸν παρόντα αἰῶνα, ἀλλὰ καὶ
15εἰς τὸν μετέπειτα αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα δη‐ λωθέντος κέρως θήσομαι· καὶ τὸν θρόνον αὐτοῦ οὐ πρὸς ὀλίγας ἡμέρας, οὐδὲ εἰς ἐτῶν περιόδους βρα‐ χείας φυλάξω, ἀλλὰ ταῖς ἡμέραις τοῦ οὐρανοῦ συμ‐ παρεκτείνεσθαι ποιήσω. Καὶ ὁ Σύμμαχος δὲ οὕτως
20ἡρμήνευσεν εἰπών· Καὶ ποιήσω διηνεκὲς τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ἐφ’ ὅσον αἱ ἡμέραι τοῦ οὐρανοῦ. Σπέρμα δὲ τοῦ Χριστοῦ τί χρὴ νοεῖν ἢ τὰς καθ’ ὅλης τῆς οἰκουμένης συνεστώσας ἐξ αὐ‐ τοῦ Ἐκκλησίας, καὶ τοὺς ἐν πᾶσι τοῖς ἔθνεσιν ἀναγεν‐
25νηθέντας αὐτῷ λαούς; θρόνος δὲ αὐτοῦ τυγχάνει ὁ κατὰ τὴν Ἐκκλησίαν αὐτοῦ καθ’ ὅλης τῆς οἰκουμέ‐ νης διὰ τῶν ἐξ αὐτοῦ κατὰ διαδοχὴν προέδρων ἱδρυ‐ μένος· ὅντινα θρόνον διαμένειν φησὶν ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ· οὐχ ὁμοίως τῷ Ἰουδαίων βασιλικῷ
30θρόνῳ, ὃς ἐπ’ ὀλίγῳ διαρκέσας, ἀπεσβέσθη, ἐγγύς που φυλαχθεὶς τετρακοσίοις μόνοις ἔτεσι, τοῖς ἀπὸ τοῦ Δαυῒδ καὶ ἐπὶ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν. Οὗτος δὲ ὁ παρὼν θρόνος, ὁ διὰ τῶν προκειμένων θεσπιζόμενος τῶν τῆς Ἐκκλησίας προέδρων, διαμε‐
35νεῖ καὶ φυλαχθήσεται ὁμοίως ταῖς ἡμέραις τοῦ οὐρα‐ νοῦ. Εἰ δὲ συμβαίη ποτὲ πλημμελεῖν τὸν λαὸν καὶ τοὺς υἱοὺς τοῦ προφητευομένου, λέγω δὲ τοὺς διαδό‐ χους αὐτοῦ, πειραθήσεσθαι μὲν αὐτοὺς ἐπιστροφῆς τῆς διὰ τῶν διωγμῶν φησι, μὴ μὴν ἐκπεσεῖσθαί ποτε
40τῶν θρόνων, μηδὲ στερηθήσεσθαι τοῦ ἐλέους τοῦ Θεοῦ. Ἐὰν γὰρ τάδε καὶ τάδε πράξωσιν οἱ υἱοὶ αὐτοῦ, δῆλον δ’ ὅτι τοῦ Χριστοῦ, τάδε ἔσεσθαι αὐτοῖς φησιν· Ἐπισκέ‐ ψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, δηλαδὴ τῶν υἱῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τὸ δὲ ἔλεός
45μου οὐ μὴ διασκεδάσω ἀπ’ αὐτοῦ. Καὶ πρόσχες, ὅτι μὴ εἴρηται, ἀπ’ αὐτῶν, ἀλλ’, ἀπ’ αὐτοῦ, δῆλον ὅτι τοῦ προφητευομένου, καίτοι τῶν ἀνωτέρω πλη‐ θυντικῶς εἰρημένων, κατὰ τὸ, Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς

23

.

1105

(50)

ἀδικίας αὐτῶν. Τίνων δὲ αὐτῶν, ἢ δηλονότι τῶν τοῦ κέρως υἱῶν; Ἐν δὲ τῷ, τὸ ἔλεός μου οὐ μὴ δια‐ σκεδάσω ἀπ’ αὐτοῦ, περὶ ἑνὸς λέλεκται, ἤτοι τοῦ θρόνου ἢ τοῦ κέρως τοῦ προφητευομένου. Καὶ ἐπιλέ‐ γει ἑξῆς· Οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου,
55δῆλον ὅτι τὴν νέαν καὶ καινὴν, περὶ ἧς ἀνωτέρω ἔφησε τὸ, Καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ. Καὶ πάλιν ἐπισφραγίζεται τοῦ λόγου τὴν ἀλήθειαν εἰπών· Οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου, οὐδὲ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω· ἀλλὰ πιστὰ καὶ ἀληθῆ, φησὶ, ποιήσω τὰ ἐπηγ‐
γελμένα, ἐπιθεὶς τοῖς λόγοις ἔργα δι’ αὐτῶν τῶν ἀποτελεσμάτων.1106 in vol. 23

23

.

1108

Καὶ τὰ μὲν τῶν πρὸς τὸν Δαυῒδ ἐπαγγελιῶν τῶν περὶ τοῦ κέρως καὶ τοῦ θρόνου αὐτοῦ, περί τε τῶν ἐξ αὐτοῦ γενησομένων καὶ τῆς Καινῆς Διαθήκης αὐ‐ τοῦ τοσαῦτα. Ἐπεὶ δὲ ἐχρῆν τὰς τοιαύτας ἐπαγγε‐
5λίας μὴ ἁπλῷ τινι καὶ ψιλῷ λόγῳ προενηνοχέναι νο‐ μίζειν, αὖθις ἐπαναλαμβάνει καὶ ἐπιδευτεροῖ τὸν λό‐ γον, ὅρκῳ ἐπισφραγιζόμενος τὰ εἰρημένα εἰς βεβαίω‐ σιν τῶν ἐπηγγελμένων. Διό φησιν· Ἅπαξ ὤμοσα ἐν τῷ Ἁγίῳ μου, εἰ τῷ Δαυῒδ ψεύσομαι, τὸ σπέρμα
10αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρ‐ τισμένη εἰς τὸν αἰῶνα· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. Διάψαλμα. Ἀψευδὴς μέν ἐστιν ὁ Θεὸς, καὶ ἀνωμότῳ χρώμενος τῇ ἐπαγγελίᾳ· ἐπεὶ δὲ ἐχρῆν ὡς
15πρὸς ἀνθρώπους διαλεγόμενον ἀνθρωπίνῃ χρήσασθαι συμπεριφορᾷ κατὰ τοὺς ἐν ἀνθρώποις εὐορκοῦντας, καὶ Θεοῦ μαρτυρίᾳ χρωμένους εἰς πίστωσιν τῶν οἰ‐ κείων λόγων· καὶ αὐτός φησιν ὀμωμοκέναι καὶ μὴ διαψεύσασθαι τοὺς ὅρκους, Ἵνα διὰ δύο, φησὶν ὁ
20θεῖος Ἀπόστολος, πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεὸν, ἰσχυρὰν παρά‐ κλησιν ἔχωμεν. Εἴρηται δὲ καὶ ἄλλη αἰτία, δι’ ἣν ὀμνὺς ὁ Θεὸς εἰσῆκται, κατὰ ἀμοιβὴν τῆς τοῦ Δαυῒδ μεθ’ ὅρκου ἐπαγγελίας. Ὀμνύει δὲ ὁ Θεὸς κατὰ τοῦ
25Ἁγίου αὐτοῦ, ὡς ἂν καὶ πατὴρ εὐορκῶν κατὰ σωτη‐ ρίας υἱοῦ γνησίου καὶ ἀγαπητοῦ· τὸν αὐτὸν τρόπον κἀγὼ, φησὶν, ὤμοσα ἐν τῷ Ἁγίῳ μου, τουτέστι κατὰ τοῦ Ἁγίου μου, εἰ τῷ Δαυῒδ ψεύσομαι. Τί δὲ πε‐ ριεῖχεν ὁ ὅρκος; Τὸ σπέρμα αὐτοῦ, φησὶν, εἰς τὸν
30αἰῶνα μένει. Τοῦτο πρῶτον, καὶ αὕτη μὲν πρώτη ἐπαγγελία ἡ περὶ τοῦ σπέρματος· περὶ οὗ καὶ ἀνω‐ τέρω ἐλέγετο· Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ· ἐδήλου δὲ τοῦ Χριστοῦ τὴν διαδοχήν. Δευτέρα δὲ ἐπαγγελία περὶ τοῦ θρόνου
35τοῦ προλεχθέντος· διὸ καὶ ἐπιλέγει· Καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα. Τὸ μὲν οὖν σπέρμα, τουτέστι τὸν τοῦ Χριστοῦ κατασπαρέντα λόγον, ἢ τὸν λαὸν αὐτοῦ καὶ τὴν Ἐκκλησίαν, οὔποτε διαφθα‐
40ρήσεσθαί φησιν, οὐδὲ διαλείψειν· τὸν δὲ θρόνον αὐ‐ τοῦ διαμένειν εἰς τὸν αἰῶνα· ἢ κατὰ τὸν Σύμμαχον, Ὡς ἡ μήνη ἑδραία αἰωνίως μενεῖ· οὕτως ἔσται καὶ ὁ ἐκκλησιαστικὸς τοῦ Χριστοῦ θρόνος. Μήποτε δὲ προειπὼν ὁ λόγος, Ἅπαξ ὤμοσα ἐν τῷ Ἁγίῳ μου,
45καὶ ἐπισυνάψας ἑξῆς, Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, τοῦ Ἁγίου αὐτοῦ τὸ σπέρμα κρατήσειν εἰς αἰῶνα θεσπίζει; ὡς εἶναι σπέρμα τοῦ Ἁγίου τοῦ Θεοῦ, δηλαδὴ τοῦ Μονογενοῦς τοῦ Θεοῦ, ἣν ἔσπειρεν ἐπὶ γῆς διδασκαλίαν, αὐτὸς γενόμενος αὐτῆς σπορεὺς, κατὰ

23

.

1108

(50)

τὴν λεχθεῖσαν ὑπ’ αὐτοῦ παραβολὴν, δι’ ἧς εἴρηται· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, καὶ τὰ ἑξῆς. Καὶ ταῦτα μὲν, φησὶν, οὕτως ἔσται καὶ γενήσεται καὶ πιστωθήσεται. Ὁ γὰρ τούτων μάρτυς πιστός ἐστιν ὁ ἐν οὐρανῷ κατοικῶν Θεός. Συνίστησι δὲ τοῦ λόγου
55τὴν ἀλήθειαν τὸ διὰ τῶν ἔργων ἀποτέλεσμα· ὀφθαλ‐ μοῖς γὰρ ὁρῶμεν τοῦ κέρως Δαυῒδ, τουτέστι τοῦ Σωτῆ‐
ρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ σπέρμα καὶ τὴν διαδο‐1108 in vol. 23

23

.

1109

χήν· ἀλλὰ καὶ τοῦ Ἁγίου τοῦ Θεοῦ τοῦ μονογενοῦς αὐτοῦ Λόγου τὸ καταβληθὲν ἐπὶ γῆς οὐράνιον σπέρμα τῆς εὐαγγελικῆς διδασκαλίας διαιωνίζον· οὐ μὴν ἀλλὰ καὶ καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης, ἐν πᾶσιν
5ἔθνεσι, πόλεσί τε καὶ κώμαις καὶ χώραις ὁρῶμεν τὸν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ ἱδρυμένον θρόνον πληροῦντα τὸν σύμπαντα κόσμον. Εἰ δέ τις μὴ οὕτως, ἀλλὰ Ἰου‐ δαϊκῶς ἐκλάβοι τὸν θρόνον, τὴν σωματικὴν βασιλείαν τοῦ Δαυῒδ λέγεσθαι νομίζων, ψευδεῖς ἐλεγχθήσονται
10αἱ προφητεῖαι. Μετὰ γὰρ τὴν εἰς Βαβυλῶνα αἰχμα‐ λωσίαν τοῦ Ἰουδαίων ἔθνους, οὐδεὶς εἰς τὸν θρόνον ἐκαθέσθη Δαυΐδ· ἐξ ἐκείνου δὲ καὶ εἰς δεῦρο, ἐγγύς που ἔτη τυγχάνει χίλια, ἐξ οὗ, καθαιρεθείσης τῆς βα‐ σιλείας αὐτοῦ, καὶ τῆς διαδοχῆς αὐτοῦ παυσαμένης,
15λέλυτο τοῦ Δαυῒδ ὁ θρόνος. Διὸ δὴ τὰ ἑξῆς τοῦ ψαλ‐ μοῦ αὐτὰ ταῦτα ἀποδύρεται, σαφῶς τοῦ σωματικοῦ θρόνου τὴν καταστροφὴν σημαίνοντα, καὶ τἀναντία παριστῶντα συμβεβηκέναι ταῖς ἐπαγγελίαις, ὅσον ἐπὶ τῷ αἰσθητῷ θρόνῳ καὶ τῇ σωματικῇ διαδοχῇ τῆς
20τοῦ Δαυῒδ βασιλείας· ἃ δὴ καὶ αὐτὰ ἐχρῆν μὴ ἀποσιω‐ πηθῆναι, ἀναγκαίως δὲ ἐν τῇ περὶ τοῦ Χριστοῦ προφητείᾳ παραληφθῆναι· ὡς ἂν μάθοιμεν, ὅτι, τοῦ και‐ ροῦ τῶν προφητευομένων ἐπιστάντος, τῶν μὲν αἰσθητῶν παρὰ Ἰουδαίων νομιζομένων παντελῶς ἔσται λύσις, ἑτέρων δὲ θεοπρεπῶς νοουμένων ἀποτελεσμάτων τῆς τοῦ Θεοῦ ἐπαγγελίας συμπλήρωσις. Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου
25τὸν Χριστόν σου. Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ· καθεῖλες πάντας τοὺς φρα‐ γμοὺς αὐτοῦ, ἔθου τὰ ὀχυρώματα αὐτοῦ δει‐ λίαν. Διήρπαζον αὐτὸν πάντες οἱ παραπο‐
30ρευόμενοι ὁδόν· ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ. Ὕψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐ‐ τὸν, εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ. Ἀπ‐ έστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ, καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ. Κατ‐
35έλυσας ἀπὸ καθαρισμοῦ αὐτὸν, τὸν θρόνον αὐτοῦ εἰς γῆν κατέῤῥαξας· ἐσμίκρυνας τὰς ἡμέ‐ ρας τοῦ χρόνου αὐτοῦ, κατέχεας αὐτῷ αἰσχύνην· Διάψαλμα. Ἀποδέδεικται ταῦτα τῇ σωματικωτέρᾳ τοῦ Δαυῒδ διαδοχῇ καὶ τῇ σωματικῇ αὐτοῦ βασιλείᾳ,
40ἥτις καθῃρέθη κατὰ τοὺς χρόνους τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ Ἰουδαίων λαοῦ. Ἐξ ἐκείνου γὰρ καὶ ὁ Χριστὸς, τουτέστιν ὁ αἰσθητὸς βασιλεὺς, ὁ ἀπὸ γέ‐ νους Δαυῒδ διαλέλοιπε, καὶ ὁ θρόνος τῆς βασιλείας αὐ‐ τοῦ κατεῤῥάγη, καὶ τὰ λοιπὰ πάντα τὰ προπεφητευ‐
45μένα πεπλήρωται· ἐφ’ οἷς ἐκ προσώπου τοῦ Ἰουδαίων ἔθνους ἀπολοφύρεται ὁ λόγος, ὡς ἕτερα μὲν τοῦ Θεοῦ ἐπαγγειλαμένου, ἑτέρων δὲ ἀποβάντων. Προσήκει δὲ ἡμᾶς ἐπιστῆσαι τὸν νοῦν, ὡς, τοῦ Θεοῦ ἀψευδοῦς ὄν‐ τος, ἀνάγκη πᾶσα ἐπαληθεύσεσθαι τοὺς αὐτοῦ λόγους·

23

.

1109

(50)

εἰ δὲ μὴ ἀληθεύοιντο ἐπὶ τῆς αἰσθητῆς τοῦ Δαυῒδ βα‐ σιλείας, ὥρα ἕτερον τρόπον νοεῖν τὰ ἐπηγγελμένα. Τίς οὖν ὁ τρόπος, αὐτὸ τὸ θεῖον ἐδίδαξε Πνεῦμα διὰ τῶν ἔμπροσθεν, ἐν οἷς εἴρητο· Ἐν οὐρανῷ ἑτοιμα‐ σθήσεται ἡ ἀλήθειά σου· καὶ πάλιν· Ἐξομολογή‐
55σονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ γὰρ καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων· καὶ πάλιν· Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου· καὶ αὖθις· Ἔλεος καὶ ἀλήθεια προ‐
πορεύσονται πρὸ προσώπου σου. Ταῦτα γὰρ πάν‐1110 in vol. 23

23

.

1112

τα παραστατικὰ τυγχάνει τοῦ μὴ διαψεύσασθαι τὰς τοῦ Θεοῦ ἐπαγγελίας, πληροῦσθαι δὲ αὐτὰς, καθ’ οὓς οἶδε λόγους. Ἐν γὰρ τῷ οὐρανῷ, φησὶν, ἑτοιμασθή‐ σεται ἡ ἀλήθειά σου· σαφῶς δηλῶν ἐπουρανίους
5εἶναι καὶ θείας τὰς τοῦ Θεοῦ ἐπαγγελίας. Καὶ παρ‐ έστηκε τῶν λόγων τὰ ἀποτελέσματα διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυῒδ πεπληρωμένα· τούτου γὰρ ἡ βασιλεία καὶ θρό‐ νος οὐκ ἀνθρώπινος ἦν, οὐδὲ ἐκ τοῦ κόσμου τούτου.
10Διὸ ἔλεγεν ἐπὶ τοῦ Πιλάτου· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Ἐρωτηθείς τε ὑπ’ αὐτοῦ εἰ βασιλεὺς εἴη, ἀπεκρίνατο, Εἰς τοῦτο καὶ γεγέννημαι. Οὐκοῦν εἰ γεγέννηται, μενεῖ εἰς τοῦτο. Καὶ μαρτυρεῖ τῷ λόγῳ ὁ τὴν γένεσιν αὐτοῦ τῇ Παρ‐
15θένῳ εὐαγγελισάμενος ἄγγελος ὁ Γαβριὴλ εἰπὼν πρὸς αὐτήν· Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ υἱὸς Ὑψίστου κληθήσεται. Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ,
20καὶ βασιλεύσει εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Γεγέννηται τοίνυν εἰς τοῦτο, ἀλλ’ οὐκ ἦν ἡ βασιλεία αὐτοῦ ἐκ τοῦ κόσμου τούτου· ἡ μὲν γὰρ τοῦ κόσμου τούτου βασιλεία οὐχ οἵα τέ ἐστι διαρκεῖν εἰς τὸν αἰῶνα, οὐδ’ ἐστὶν ἀτελεύτητος, οὐδ’ εἰς τὸ ἄπειρον ἐκτεινομένη· ἡ δὲ τῷ σπέρματι Δαυῒδ ἐπηγγελμένη βασιλεία αἰώνιός τις ἦν καὶ ἀθάνατος· Καὶ ὁ θρόνος, γάρ φησιν, ἔσται αὐτοῦ ὡς ἥλιος ἐνώπιόν μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς
25τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. Τοιαῦτα δὲ τυγχάνει τὰ καὶ τῇ Παρθένῳ ἐπηγγελ‐ μένα περὶ τοῦ ἐξ αὐτῆς γεννηθησομένου. Χρηματίζων γοῦν αὐτῇ ὁ ἄγγελος ἐπηγγείλατο λέγων· Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ.
30Ποῖος δὲ οὗτος καὶ ποταπὸς ἦν, ἑξῆς διερμηνεύσει φάσκων· Καὶ βασιλεύσει εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Τοιοῦτος δ’ ἦν ὁ τῷ Δαυῒδ μεθ’ ὁρκωμοσίας ὑπὸ τοῦ Θεοῦ ἐπηγγελμέ‐ νος. Ὃ δὴ παριστὰς ἄγγελος, διηρμήνευε τὸν ἑαυτοῦ
35χρησμόν· πρότερον μὲν εἰπὼν, Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ· εἶθ’ ἑξῆς ἐπαγαγὼν, Καὶ βασιλεύσει εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Ταῦτα δὲ τοῖς ἔργοις ἐπληροῦτο, εἰς τὸν ἡμέτερον Σωτῆρα Ἰη‐
40σοῦν, τὸν Χριστὸν τοῦ Θεοῦ, ὃς ἐκ σπέρματος Δαυῒδ γεγονὼς κρατεῖ καὶ νομοθετεῖ καὶ βασιλεύει καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης, οὐκ ἀνθρωπίνως, ἀλλὰ θεϊκῇ δυνάμει· καὶ τό τε σπέρμα αὐτοῦ ἀληθῶς εἰς τὸν αἰῶνα μένει· ἤτοι τὸ τῆς διαδοχῆς αὐτοῦ τῆς διὰ
45τῶν ἀποστόλων αὐτοῦ καὶ μαθητῶν τὸν σύμπαντα κόσμον πληρούσης· ἢ τὸ λογικὸν σπέρμα τῆς οὐρανίου διδασκαλίας αὐτοῦ. Ἀλλὰ καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐκλάμπει, φωτίζων καὶ καταυγάζων τὰς τῶν ἀνθρώ‐ πων ψυχάς. Ταῦτα δὲ πάντα τέλους ἠξιοῦτο, καὶ εἰσ‐

23

.

1112

(50)

έτι νῦν πληροῦται ἀκολούθως οἷς ὤμοσεν ὁ Θεὸς τῷ Δαυΐδ. Ἀλλ’ ἐπειδὴ μὴ ἀνθρωπίνως, μηδὲ συνήθως τοῖς κατὰ ἄνθρωπον βασιλεῦσιν εἰς τοὺς διαδόχους τοῦ Δαυῒδ ἐπληροῦτο τὰ ἐπηγγελμένα, ἀλλ’ οὐδ’ ἐπ’ αὐτὸν τὸν ἡμέτερον Σωτῆρα σωματικῶς τέλους ἐτύγχανεν,
55ἐπεὶ μὴ γέγονεν αὐτοῦ ἡ βασιλεία ἐκ τοῦ κόσμου τού‐ του, μηδ’ ἐπὶ τὸν αἰσθητὸν θρόνον ἐκαθέσθη Δαυΐδ·
τοὐναντίον δὲ ἀπέβη διὰ τὸ συμβεβηκὸς περὶ αὐτὸν1112 in vol. 23

23

.

1113

πάθος· εἰκότως καὶ ταῦτα αὐτὰ τὸ θεῖον καὶ προφη‐ τικὸν Πνεῦμα παρίστη, διεγεῖρον ἡμᾶς ἐπὶ ζήτησιν τῶν ἀποτελεσμάτων τῶν τοῦ Θεοῦ λογίων· διό φησι· Νυνὶ δὲ ἀπώσω καὶ ἐξουδένωσας, Κύριε, ἀπεβά‐
5λου τὸν Χριστόν σου· κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, καὶ τὰ τούτοις ἑξῆς· δι’ ὧν σαφῶς ὀνομαστὶ μνημονεύσας τὸν Χριστὸν ὁ λόγος, παρίστη ὅτι μηδὲν αὐτὸν ἔλαθε τῶν καὶ περὶ τὴν διαδοχὴν τοῦ Δαυῒδ, καὶ τὴν σωματικὴν αὐτοῦ βασιλείαν, τῶν τε
10περὶ τὸ πάθος τῷ Χριστῷ τοῦ Θεοῦ συμβεβηκότων. Ταῦτα γοῦν ἐδίδασκε προσδοκᾷν ἔσεσθαι καὶ περὶ τὴν διαδοχὴν αὐτοῦ, καὶ περὶ τὴν βασιλείαν, περί τε τὸν ἐκ σπέρματος τοῦ Δαυῒδ προελευσόμενον. Εἰ γὰρ καὶ τὰ μάλιστα πλεῖστα ὅσα διὰ τῶν ἀνωτέρω ἔνδοξα
15περὶ αὐτοῦ λέλεκτο, ὅτι τε ὑψωθήσεται, καὶ ἐν θα‐ λάσσῃ καὶ ἐν ποταμοῖς τὴν χεῖρα αὐτοῦ ἐκτενεῖ, ἐπικαλέσεταί τε τὸν Θεὸν Πατέρα, καὶ πρὸς αὐτοῦ πάλιν Πρωτότοκος ἀναγορευθήσεται, ἔσται τε ἀνώ‐ τατος τῶν βασιλέων, καὶ διαθήκην ἕξει πιστήν·
20καὶ σπέρμα διαμένον εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ θρόνον διαρκοῦντα κατὰ τὰς ἡμέρας τοῦ οὐρανοῦ, καὶ κατὰ τὸν ἥλιον καὶ τὴν σελήνην· ἀλλ’ ὅμως καὶ τάδε τὰ σκυθρωπὰ περὶ αὐτὸν συμβήσεσθαι προ‐ λέγει, προφητεύει τε καὶ ταῦτα καὶ προδιδάσκει
25ἀναγκαίως τὸ θεῖον Πνεῦμα, ἵν’ εἴ ποτε τοῖς λόγοις ἀκόλουθα ἀπαντήσειε τὰ ἔργα περί τε τὸν Χριστὸν τοῦ Θεοῦ, καὶ περὶ τὴν τοῦ Δαυῒδ διαδοχὴν, μὴ ταράτ‐ τοιντο οἱ πάλαι ταῦτα καὶ ἐκ προγόνων μέλλειν ἔσε‐ σθαι παρειληφότες· εὖ εἰδότες ὅτι ταῦτα γενήσεσθαι
30περὶ αὐτὸν προεφητεύσατο, τά τε σκυθρωπὰ καὶ χρηστότερα· οἷς γοῦν καὶ ὁ αὐτὸς λόγος τἀναντία περὶ ἕνα καὶ τὸν αὐτὸν ἔσεσθαι θεσπίζει, ἃ δὴ καὶ ἔργοις αὐτοῖς παρειλήφαμεν. Κατὰ μὲν γὰρ τὸν χρόνον τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν ἐπληροῦτο εἰς αὐτὸν τὰ σκυθρωπότερα· κατὰ δὲ τὸν μετὰ ταῦτα αἱ τῶν κρειττόνων ἐπαγγελίαι ἔργοις πάλιν εἰς αὐτὸν ἐτε‐ λειοῦντο.
35 Τὰ μὲν οὖν περὶ τὸ πάθος αὐτῷ συμβάντα ἀκριβῶς ἐδηλοῦτο διὰ τοῦ· Σὺ δὲ ἀπώσω, καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. Ἀνθ’ οὗ ὁ μὲν Ἀκύ‐ λας φησὶν, Ὑπερηθέτησας μετὰ ἠλειμμένου σου· ὁ δὲ Σύμμαχος, Ἐχολώθης πρὸς τὸν Χριστόν σου.
40Τηνικαῦτα δὲ καὶ τὰ τῆς Διαθήκης αὐτοῦ τῆς πρὸς τοὺς ἀποστόλους διεσκεδάσθη, ὅτε καὶ ἠρνήσαντο αὐ‐ τὸν, καὶ τὸ ἁγίασμα αὐτοῦ, τουτέστι τὸ σῶμα τὸ ἀπὸ τῆς ἁγίας Παρθένου, εἰς τὴν γῆν ἐβεβηλώθη· ἀλλὰ καὶ πάντας τοὺς φραγμοὺς αὐτοῦ τότε περιεῖλεν ὁ
45Θεός· δηλαδὴ τοὺς περιφράττοντας, ὥσπερ καὶ δορυ‐ φοροῦντας αὐτὸν καὶ περιέποντας ἀγγέλους· οὐ μὴν ἀλλὰ καὶ τὰ ὀχυρώματα αὐτοῦ. Ἦσαν δὲ οὗτοι οἱ ἀπό‐ στολοι καὶ οἱ μαθηταὶ αὐτοῦ, οἳ ἐγένοντο εἰς δειλίαν, ὡς καὶ ἀρνήσασθαι αὐτὸν καὶ καταλιπόντας φυγεῖν.

23

.

1113

(50)

Τότε δὲ καὶ ἐγενήθη εἰς ὄνειδος τοῖς γείτοσιν αὐτοῦ, καὶ ὑψώθη ἡ δεξιὰ τῶν θλιβόντων αὐτόν· καὶ τὰ λοιπὰ δὲ πάντα τότε εἰς τὸν ἐκ σπέρματος Δαυῒδ ἐπληροῦτο. Ἄλλως γὰρ οὐκ ἄν τις ἔχοι ταῦτα ἐπ’ αὐτὸν τὸν Δαυῒδ ἐφαρμόζειν, οὐδ’ ἐπιδεῖξαι εἰς ἐκεῖνον πεπληρωμένα
55τὰ προκείμενα, ὡς οὐδὲ τὰ σεμνότερα καὶ χρηστότερα ἐμφερόμενα ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις. Οὐ γὰρ δὴ τοῦ Δαυῒδ ὁ θρόνος κατηύγασε τὴν σύμπασαν οἰκουμένην, δίκην ἡλίου φωτίσας, οὐδ’ ὡς ἡ σελήνη διαρκὴς γέγονε,
οὐδὲ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος διεφυλάχθη· οὐδ’ ἔχει λό‐1114 in vol. 23

23

.

1116

γον τὸν Δαυῒδ ἐκεῖνον Πρωτότοκον χρηματίσαι τοῦ Θεοῦ· ἐπεὶ καὶ πρὸ αὐτοῦ μυρίοι καλλίους αὐτοῦ καὶ μετ’ αὐτὸν γεγόνασιν. Ἀλλ’ οὐδὲ φαίνεται ὁ Δαυῒδ τὴν δε‐ ξιὰν ἐπὶ ποταμοὺς ἐκτείνας, καὶ τὴν ἀριστερὰν ἐπὶ
5θάλασσαν, οὐδὲ κατακυριεύσας ἀπὸ θαλάσσης ἕως θαλάσσης, οὐδὲ βασιλείαν κτησάμενος τὴν παρεκτα‐ θεῖσαν ἕως τῶν περάτων τῆς οἰκουμένης. Ἀλλ’ οὐδ’ ἐπὶ τὸν ἐξ αὐτοῦ γενόμενον Σολομῶνα ταῦτα πάντα ἐφαρμοσθήσεται· οὐ πλέον γὰρ τῆς Ἰουδαίας οὐδ’ οὗ‐
10τος κρατήσας ὁμοίως τῷ ἑαυτοῦ ἱστορεῖται πατρί· ἀλλ’ οὐδ’ ὑπερβὰς χρόνον ἐτῶν μʹ τῆς βασιλείας ὁμοίως τῷ ἑαυτοῦ πατρί· ἀλλ’ οὐδὲ ἀνεπίληπτον βίον διατε‐ λέσας. Τοιαῦτα γοῦν ἦν τὰ περὶ αὐτὸν ὡς καὶ γυναι‐ κομανίαν καὶ εἰδωλολατρείαν διαβάλλεσθαι, ὧν ἕνεκα
15καὶ Σατανᾶν αὐτῷ ἐπιπέμψαι λέγεται ὁ Θεός. Ἀλλ’ οὐδ’ ἐφ’ ἕτερον τὸν μετὰ Σολομῶνα τοῦ Ἰουδαίων ἔθνους ἐκ σπέρματος καὶ διαδοχῆς Δαυῒδ βασιλευσάντων ἀνα‐ φέρεσθαι δύναται τὰ ἐπηγγελμένα· πάντα δὲ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ τά τε χρηστότερα καὶ τὰ σκυθρω‐
20πὰ εἰς ἕνα μόνον τὸν ἐκ σπέρματος Δαυῒδ λεγόμενον Ἰησοῦν Χριστὸν τὸν ἡμέτερον Σωτῆρα συνίσταται πεπληρωμένα· ἃ δὴ καὶ προείληφε τὸ θεῖον Πνεῦμα, προτάξαν μὲν τὰς ἐνθέους ἐπαγγελίας, διδάξαν δὲ χρῆναι προσδοκᾷν περὶ ἕνα καὶ τὸν αὐτὸν συμβήσε‐
25σθαι τὰ σκυθρωπότερα· μάλιστα ὅτε καὶ πάσης τῆς τοῦ Δαυῒδ διαδοχῆς, τὸν αἰσθητὸν τῆς βασιλείας θρό‐ νον καταλυθησόμενον θεωρεῖ. Μέχρι γοῦν τῆς εἰς Βα‐ βυλῶνα αἰχμαλωσίας τοῦ λαοῦ διήρκεσαν οἱ ἐκ σπέρ‐ ματος Δαυῒδ βεβασιλευκότες· καὶ οὐδὲ ὅλου τοῦ Ἰου‐
30δαίων ἔθνους βασιλεύσαντες ἀλλὰ μόνων τριῶν φυλῶν, καὶ οὐδὲ τούτων ὅλων· ἀλλὰ καὶ σύμπας ὁ χρόνος τῆς τούτων ἀρχῆς ἀμφὶ τὰ τετρακόσια ἔτη μόνα συν‐ τείνει, μεθ’ ἃ, Ἰεχονίου ὑστάτου τῆς τοῦ Δαυῒδ δια‐ δοχῆς γενομένου, οὐδέτερος βασιλεὺς Ἰουδαίων ἐκ
35σπέρματος Δαυῒδ γεγονὼς μνημονεύεται· ὡς καὶ κα‐ τὰ τοῦτον τὸν τρόπον πεπληρῶσθαι τὰ προκείμενα τοῦ θείου Πνεύματος λόγια, δι’ ὧν εἴρηται· Νυνὶ δὲ ἀπώσω καὶ ἐξουδένωσας, καὶ ἀνεβάλου τὸν Χρι‐ στόν σου. Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ· καὶ τὰ τούτοις ἐπιφερόμενα.
40 Εἶτ’ ἐπειδήπερ τὰ μὲν τῶν τοῦ Θεοῦ πρὸς τὸν Δαυῒδ ἐπαγγελιῶν ἀγαθάς τινας καὶ μεγάλας ἐλπίδας τῷ σπέρματι Δαυῒδ ὑπέγραφε, τὰ δὲ περὶ τὴν διαδοχὴν αὐτοῦ συμβεβηκότα τἀναντία πάντα περιεῖχεν, ὅ τε θρόνος τῆς κατὰ ἄνθρωπον βασιλείας αὐτοῦ λέλυτο
45πεπαυμένος ἀπὸ τῶν Ἰεχονίου χρόνων· εἰκότως ταῦ‐ τα προθεωρῆσαν τὸ προφητικὸν Πνεῦμα, ἐπὶ ζήτησιν ἡμᾶς παρορμᾷ τῆς τῶν λόγων τοῦ Θεοῦ ἀληθείας, καὶ παρ’ αὐτοῦ τοῦ Θεοῦ ζητεῖν καὶ μανθάνειν διδάσκει ἐρωτῶντας αὐτὸν καὶ λέγοντας· Ποῦ ἐστι τὰ ἐλέη

23

.

1116

(50)

σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυΐδ; Ἥ τε γὰρ τῆς βασιλείας αὐτοῦ τῆς αἰσθητῆς καὶ κατὰ ἄνθρωπον διαδοχὴ λέλυτο, ἐκ μακροῦ καθῃρημένη, ὅ τε ἐκ σπέρματος αὐτοῦ γεγονὼς Ἰησοῦς ὁ Χριστὸς, προσδοκηθεὶς αὐτὸς εἶναι ὁ τῶν πρὸς τὸν Δαυῒδ ἐπαγ‐
55γελιῶν κληρονόμος, αἰσθητὴν μὲν οὐκ ἐκτήσατο, οὐδ’ ἀνθρωπίνην βασιλείαν· τἀναντία δὲ πάντα καὶ αὐτὸς οἷς προσεδόκησαν ἄνθρωποι πέπονθε, μέχρι καὶ θανά‐
του φθάσας, καὶ πάντα ὑπομείνας, ἃ δὴ προγνωστικῇ1116 in vol. 23

23

.

1117

δυνάμει τὸ θεῖον ἀνεφθέγξατο Πνεῦμα. Ὧν ἕνεκα εἰκό‐ τως ἀνερωτᾷν καὶ πυνθάνεσθαι διδάσκει λέγοντας· Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, καὶ τὰ ἑξῆς, Μεθ’ ἃ ἐπιλέγει· Ἕως πότε, Κύριε, ἀποστρέψεις εἰς
5τέλος, ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου; Μνήσθη‐ τι τίς μου ἡ ὑπόστασις· μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων; Τίς ἐστιν ἄν‐ θρωπος ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον, ῥύσε‐ ται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; Διάψαλμα.
10Ἀντὶ τοῦ, ἀποστρέψεις, ὁ μὲν Ἀκύλας φησὶν, Ἕως πότε, Κύριε, ἀποκρυβήσῃ εἰς νεῖκος; ὁ δὲ Σύμμαχος, Ἕως τίνος, Κύριε, ἀποκρυβήσῃ εἰς τέλος; Καί μοι δοκεῖ ὁ λόγος τὸ ἀπόῤῥητον τῆς ἐπελθούσης ὀργῆς τῇ σωματικωτέρᾳ βασιλείᾳ Δαυῒδ, καὶ παντὶ τῷ Ἰουδαίων
15ἔθνει αἰνίττεσθαι. Ἐναντίων γοῦν ἀποβάντων ταῖς ἐπαγγελίαις, ὅσον ἐπὶ τῇ προχείρῳ προσδοκίᾳ, ὁ τὰς ἀγαθὰς ἐπαγγελίας πρὸς τὸν Δαυῒδ πεποιημένος Θεὸς ἀνεκηρύττετο. Διὸ ἱκετεύει ὁ λόγος μὴ εἰς μα‐ κρὸν παρεκτεῖναι τὴν γενομένην κατ’ αὐτῶν ὀργὴν,
20ταχὺ δὲ παρελθεῖν μὲν τὰ σκυθρωπὰ, ἐπιστῆναι δὲ τὰς ἐπαγγελίας τοῦ Θεοῦ. Εἶτα ἐκ προσώπου τῆς ἀν‐ θρωπίνης ἀσθενείας λέγει, Μνήσθητι τίς μου ἡ ὑπόστασις, καὶ τὰ ἑξῆς. Διδάσκει δὲ τὸν λαὸν ταῦτα λέγειν ὁ προφητικὸς λόγος, εἰς τὸ παρακαλεῖν τὸν
25Θεὸν καὶ δυσωπεῖν καταπαῦσαι μὲν τὴν ὀργὴν τὴν κατὰ τοῦ ἔθνους, παύσασθαι δὲ καὶ αὐτὸν ἀποκρυπ‐ τόμενον· καταξιῶσαι δὲ ἤδη ποτὲ παρασχεῖν ἀν‐ θρώποις τὰ τῷ Δαυῒδ ἐπηγγελμένα. Ἐπειδήπερ, φη‐ σὶν, ἡ ἀνθρωπίνη φύσις ἀσθενὴς μέν ἐστι καὶ πτωχὴ,
30πλὴν ἀλλὰ πλείστης ἠξίωται παρὰ σοὶ τιμῆς· οὐ γὰρ ματαίως ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων, οὓς κατ’ εἰκόνα τὴν σὴν ἐδημιούργησας· δι’ ὃ ἵνα μὴ τὸ σὸν κτίσμα καὶ ἡ σὴ εἰκὼν παραπόληται διὰ τῆς ἐπελ‐ θούσης ὀργῆς, καὶ τῆς τῶν ἐπηγγελμένων ὑπερθέ‐
35σεως, τάχυνον ἀνακτήσασθαι τὰ σκυθρωπὰ, καὶ θε‐ ραπεῦσαι τὰ νοσήσαντα διὰ τῆς τῶν ἀγαθῶν ἐπαγγε‐ λιῶν ἐκβάσεως. Εἰ μὲν γὰρ ἦσαν οἱ ἄνθρωποι εἰς μάταιον ἐκτισμένοι ὁμοίως τοῖς ἐπὶ γῆς ἀλόγοις ζώοις, οὐκ ἂν οὐδὲν αὐτοῖς ἐχρῆν μέγα ἐπαγγέλλε‐
40σθαι· ὅτε δὲ τοιαῦτα φθάνουσιν ἀνθρώποις εὐαγγελι‐ ζόμεναι αἱ πρὸς τὸν Δαυῒδ ὁρκωμοσίαι, παντί που δῆλον ποιοῦσιν, ὅτι μὴ ἐπὶ ματαίῳ ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐπεὶ τοίνυν τοιαύτης ἠξίωται παρὰ σοὶ τιμῆς ἡ ἀνθρωπεία φύσις, εἰκότως φημὶ, Μνή‐
45σθητι τίς μου ὑπόστασις· καὶ μνήσθητι, ὅτι μὴ ματαίως ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἀλλὰ καὶ τοῦτο μνησθῆναι ἀξιῶ, ὅτι οὐδείς ἐστιν ἄνθρω‐ πος, ὃς ἄγευστος τυγχάνει θανάτου, οὐδ’ οἷός τέ τίς ἐστιν αὐτὸς ἑαυτοῦ τὴν ψυχὴν ἐκ θανάτου ῥύσασθαι,

23

.

1117

(50)

οὐδὲ καὶ τοῦτο τυγχάνει τῆς εὐεργεσίας. Ὥστε εἰ καὶ τοιαῦτα ἡμάρτανον οἱ τοῦ Ἰουδαίων ἔθνους, ὡς τὰς ἐπαναστάσεις τὰς πρὸς τὸν Δαυῒδ εἰς τοὐναντίον αὐτοῖς περιτραπῆναι, καὶ τὴν ἐκ σπέρματος αὐτοῦ διαδοχὴν σὺν τῷ τῆς βασιλείας θρόνῳ καταλυθῆναι·
55οὐ μὴν ἀλλὰ καὶ αὐτὸν τὸν Χριστόν σου τοιαῦτα πα‐ θεῖν ὑπὸ τῶν αὐτῶν, ὁποῖα προλαβόντες οἱ σοὶ λόγοι περὶ αὐτὸν γενήσεσθαι προεφήτευσαν· ἀλλὰ μὴ εἰς
τέλος ἀποστραφῆναι ἀξιοῦμεν, μηδὲ ὡς πῦρ ἐκκαυ‐1118 in vol. 23

23

.

1120

θῆναι τὴν ὀργήν σου, μνησθῆναι δὲ τίς μου ἐστὶν ἡ ὑπόστασις, τοῦ ταῦτα ὑπὲρ αὐτῶν πρεσβεύοντος, καὶ τίς ἡ τῶν ἀνθρώπων ἀσθένεια, τῶν θνητὴν φύσιν καὶ θανάτῳ δεδουλωμένην εἰληχότων· μνησθῆναι δὲ καὶ
5σαυτοῦ μὴ ἐπὶ ματαίῳ κτίσαντος τοὺς υἱοὺς τῶν ἀν‐ θρώπων, ἀλλ’ ἐπὶ μεγάλαις ἐλπίσι ταῖς παρὰ σοί. Καὶ τούτων εἰς μνήμην ἐλθόντων ἱκετεύομεν ἤδη ποτὲ τὸν καὶ ἐκ θανάτου ῥυόμενον, καὶ ἐξ ᾅδου ἀνακαλούμενον καταπέμψαι ἡμῖν, καὶ παύσασθαι μὲν ἀποστρέφοντα ἑαυτὸν ἐξ ἡμῶν, καταπαῦσαι δὲ καὶ τὴν πυρὸς δίκην ἐπελθοῦσαν ἐπὶ τὸν λαόν σου ὀργὴν, ἔργοις δὲ ἐπιτελέσαι ἃς ὤμοσας πρὸς Δαυῒδ ἐπαγγελίας.
10 Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμο‐ σας τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ σου; Ὅτι μὴ μα‐ ταίως, φησὶν, ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀν‐ θρώπων, τετίμηνται δὲ παρὰ σοὶ, οὐχ οἷοί τε δέ εἰ‐ σιν ἑαυτοὺς ῥύσασθαι ἐκ θανάτου· τούτου χάριν
15δέομαι καὶ ἀντιβολῶ σπεῦσαι καὶ τῶν ἐπαγγελιῶν σου τῶν ἀγαθῶν δεῖξαι ἡμῖν τὰ ἀποτελέσματα, συν‐ ενεχθέντα κατὰ τοῦ Χριστοῦ σου καὶ μετὰ τὴν τῆς βασιλείας τοῦ Δαυῒδ καθαίρεσιν. Δέομαι δὲ ἐπιταχῦ‐ ναι πρὶν κατάπτωσιν παντελῆ τὸ τῶν ἀνθρώπων
20ὑποστῆναι γένος. Τίς γάρ ἐστιν ἀνθρώπων ὁ δυνά‐ μενος αὐτὸς ἑαυτὸν ἐκ χειρὸς ᾅδου ῥύσασθαι, εἰ μὴ εἷς μόνος ὁ πρῶτος μὲν αὐτὸς ἑαυτὸν, εἶτα δὲ καὶ πάντας τοὺς εἰς αὐτὸν πεπιστευκότας ἐκ τῶν τοῦ θανάτου πυλῶν ῥυσάμενος; Εἰ καὶ τοιαῦτα πείσεται,
25οἷα διείληφε ἡ προφητεία τὰ ἀπὸ τοῦ, Νυνὶ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου, φή‐ σασα· ὅμως καὶ τῶν σῶν πρὸς τὸν Δαυῒδ ἐπαγγε‐ λιῶν τεύξεται. Τὰ γὰρ ἐλέη σου, Κύριε, καὶ ἡ ἀλή‐ θειά σου εἰς τὸν αἰῶνα μένει καὶ οὐδὲ εἷς λόγος τῶν
30σῶν ἐπαγγελιῶν διαπεσεῖται. Εἰ δὲ καί φημι νῦν εἰς ὑπόμνησιν ἐλθὼν τῶν συμβησομένων σκυθρωπῶν, Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμο‐ σας τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ σου; ἀλλ’ οὐκ ἀγνοῶ, ὅτι ἐν τῇ ἀληθείᾳ ὤμοσας· διόπερ καὶ ἐν
35ἀρχῇ τοῦ παντὸς λόγου εἰς τὸ χρηστὸν τέλος ἀποβλέ‐ πων ἔλεγον· Τὰ ἐλέη τοῦ Κυρίου εἰς τὸν αἰῶνα ᾄσομαι· εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου· καὶ πάλιν ἔλε‐ γον· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν
40τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Αὐτὰ δ’ οὖν ἐκεῖνα τὰ ἐλέη σου, Κύριε, ποῦ ἐστι μαθεῖν ἀξιῶ, καὶ ποῦ λανθάνει κρυπτόμενα, καὶ πότε ἥξει. Ἀλλὰ γὰρ ἱκετεύω, σπευσάτω νῦν καὶ ἡκέτω, καὶ καταλαβέτω τὴν ἡμετέραν ἀσθένειαν. Εἰ γὰρ μὴ ἐπι‐
45δείξειάς σου τὰ ἐλέη τὰ ἀρχαῖα, ἅπερ οὐχ ἁπλῶς ἐπηγγείλω, ἀλλὰ καὶ ὤμοσας τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ σου, οὐδεμία λείπεται ἀνθρώποις ἐλπὶς σωτηρίας. Ὡς οὖν ἐπηλήθευσεν ὁ λόγος ἐπὶ τῶν σκυθρωπῶν, καὶ γέγονε καὶ ἀπήντησεν ἅπαντα, οὕτως ἀκόλουθόν ἐστι

23

.

1120

(50)

καὶ τὰ κρείττονα τῶν ἐπαγγελιῶν μὴ διαψεύσασθαι, δι’ ὧν ὁ λόγος ἡμῖν εὐηγγελίσατο αἰώνιον σπέρμα Δαυῒδ καὶ θρόνον αὐτοῦ δίκην ἡλίου φωτὸς καταλάμψαντα πᾶσαν τὴν τῶν ἀνθρώπων οἰκουμένην. Ταῦτα μὲν οὖν ἐν εὐχαῖς ἔκειτο τοῖς παλαιοῖς, καὶ προσεδοκᾶτο τοῖς
55τὰς προφητικὰς φωνὰς μεμελετηκόσιν· ἡμῖν δὲ αὐτοῖς
ἔργοις ὁρᾶται πεπληρωμένα, διὰ τῶν εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀποτελεσμάτων.1120 in vol. 23

23

.

1121

Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν· οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου. Εὐ‐
5λογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο. Ἀπὸ τοῦ προτεταγμένου διαψάλματος δοκεῖ μοι με‐ ταβολὴ γεγονέναι τῆς διανοίας. Τὸ γοῦν θεῖον Πνεῦμα, εὐξάμενον ὑπὲρ τοῦ λαοῦ διὰ τῶν ἔμπρο‐ σθεν, τὰς ἐπαγγελίας τοῦ Θεοῦ προκαλεῖται ἀπὸ τοῦ,
10Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; ἀξιοῖ δὲ ἤδη ποτὲ ἐπιστῆναι τῶν χρηστοτέρων τὰ ἀποτελέ‐ σματα, ἃ ὤμοσεν ὁ Θεὸς τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ αὐ‐ τοῦ. Εἶτα παρακαλεῖ μνησθῆναι τοῦ ὀνειδισμοῦ τῶν δούλων αὐτοῦ. Ὡς γὰρ ἤδη λοιπὸν, κατὰ τὸ σεσιωπη‐
15μένον, χωρησάντων εἰς ἔργα τῶν προηγορευμένων σκυθρωπῶν, πολλῶν τε ἐχθρῶν καὶ ἐθνῶν ἐπικειμέ‐ νων καὶ ὀνειδιζόντων τοὺς δούλους τοῦ Θεοῦ διὰ τὰ συμβεβηκότα, τὴν ὑπὲρ τούτων εὐχὴν ἀναπέμπει λέγον· Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δού‐
20λων σου. Ἀντὶ τοῦ, Οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν, σαφέστερον ὁ Ἀκύλας ἐξέδω‐ κεν εἰπὼν, Αἴροντός μου ἐν κόλπῳ πάσας ἀδι‐ κίας λαῶν· ὁ δὲ Σύμμαχος, Ἐβάστασα ἐν τῷ κόλπῳ μου πάντων τῶν ἐθνῶν. Οἱ μὲν οὖν ὀνειδι‐
25ζόμενοι οἱ δοῦλοί εἰσι τοῦ Θεοῦ· διὸ ἔφασκε· Μνή‐ σθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου· οἱ δὲ ὀνειδίζοντες οἱ ἐχθροὶ τοῦ Θεοῦ· διὸ ἐπιλέγει ἑξῆς, Οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, οὗ ὠνεί‐ δισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου. Ὁ δὲ
30ταῦτα πρὸς τὸν Θεὸν λέγων εἴη ἂν ὁ σωτήριος Λόγος, ὁ αἴρων ἐν τῷ ἑαυτοῦ κόλπῳ τὰς ἀδικίας τῶν λαῶν. Ἀντάλλαγμα δὲ τοῦ Χριστοῦ ὅπως εἴρηται, νοήσεις ἀπὸ τῆς τοῦ Συμμάχου ἑρμηνείας, δι’ ἧς εἴρηται, Οὗ ὠνείδισαν τὰ ἴχνη τοῦ Χριστοῦ σου. Τὴν γὰρ
35πορείαν τοῦ Χριστοῦ τοῦ Θεοῦ καὶ τὴν ὁδὸν αὐτοῦ τὴν κατὰ τὸ πάθος, τά τε ἴχνη τῆς κατὰ τὸν ἀνθρώ‐ πινον βίον οἰκονομίας, τοῦτον ᾐνίξατο τὸν τρόπον. Ταῦτα γὰρ εἰώθασιν ὀνειδίζειν ἡμῖν οἱ ἐχθροὶ τοῦ Θεοῦ. Ἀλλὰ γὰρ ὡς ἐπακουσθεὶς καὶ πιστεύσας
40τεύξεσθαι τῶν εὐχῶν, ἐλπίσας τε ᾗ τάχος ἐπιστήσε‐ σθαι τὰς πρὸς τὸν Δαυῒδ ἐπαγγελίας τοῦ Θεοῦ, τὸ τέ‐ λος τοῦ παντὸς λόγου διὰ τῆς εὐχαριστίας καὶ εὐλο‐ γίας ἐπισφραγίζεται λέγων· Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· ἡμᾶς τε διδάσκει προσυπακούειν τὸ, Γέ‐
45νοιτο, γένοιτο, ὅπερ ἐστὶν Ἑβραϊκὴ φωνὴ, Ἀμὴν, ἀμήν. Περὶ δὲ τοῦ διαψάλματος, πολλάκις μεταξὺ παρεμβεβλημένου, ταῦτα λεκτέον. Ἡ πρώτη ἐπαγγε‐ λία τοῦ Θεοῦ ἐν ἀρχῇ λεχθεῖσα περιεῖχε, Διεθέμην διαθήκην, καὶ, Ὤμοσα Δαυῒδ, καὶ τὰ ἑξῆς· εἶτα τοῦ

23

.

1121

(50)

διαψάλματος παρατεθέντος, μεταβαλὼν ὁ λόγος τὸ πρόσωπον, ἐπιλέγει· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου· καὶ πάλιν, ἐπαγγελίας λεχθεί‐ σης ἐκ προσώπου τοῦ Θεοῦ τῆς ἀπὸ τοῦ, Ἐθέμην βοήθειαν ἐπὶ δυνατὸν, μέχρι τοῦ, καὶ μάρτυς ἐν
55οὐρανῷ πιστὸς, πάλιν τοῦ διαψάλματος παρεμβλη‐ θέντος, μεταβάλλει τὴν διάνοιαν ὁ λόγος, καί φησι· Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν
Χριστόν σου. Εἶτα, διεξελθὼν τὰ σκυθρωπότερα,1122 in vol. 23

23

.

1124

πάλιν ἐντίθησι τὸ διάψαλμα, καὶ ἐναλλάττει τὴν δι‐ δασκαλίαν φάσκων· Ἕως πότε, Κύριε, ἀποστρέψεις εἰς τέλος; καὶ τὴν εὐχὴν ἀναπέμψας, πάλιν τῷ δια‐ ψάλματι μεταξὺ κέχρηται, καὶ ἐπιλέγει· Ποῦ ἐστι
5τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; μεταβαλὼν τὴν διάνοιαν καὶ ἀνακαλούμενος τὰς πρώτας τοῦ Θεοῦ ἐπαγγελίας, τὰς ἐν ἀρχῇ λεχθείσας· ὥστε λόγον ἔχειν τινὰ καὶ τὰ διαψάλματα μεταβολῆς διανοίας ἢ προσώπου ἐναλλαγῆς δι’ αὐτῶν σημαινομένης. Τοῦτο
10δὲ ἐπὶ πάντων ἐρεῖς τῶν ψαλμῶν ἐν οἷς φέρεται τὸ διάψαλμα· ἢ γὰρ τοῦ προσώπου παρίστησιν ἐναλλα‐ γὴν ἢ τῆς διανοίας· ἔστι δ’ ὅτε καὶ μεταβολὴ τῆς κατὰ τὸ Ἑβραϊκὸν μελῳδίας. Ὅ γε μὴν Ἀκύλας οὐδαμοῦ κέχρηται τῷ διαψάλματι· ἀντὶ δὲ τούτου
15ἐν πᾶσι τοῖς τόποις εἴωθεν ἑρμηνεύειν τὸ, ἀεί. Ὅπερ ἐχρῆν ἡμᾶς μὴ ἀγνοεῖν. Τὸ δὲ ἐπισφράγισμα παντὸς τοῦ λόγου τὸ, Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα, γέ‐ νοιτο, γένοιτο, κατὰ μὲν τὸν Ἀκύλαν ἀντὶ τοῦ, Γένοιτο, γένοιτο, Πεπιστωμένως, πεπιστωμένως, περιέχει· κατὰ δὲ τὸν Σύμμαχον, ὁμοίως τῷ Ἑβραϊκῷ, Ἀμὴν καὶ ἀμήν. ΠΡΟΣΕΥΧΗ ΜΩΥΣΕΩΣ. ΠΘʹ.
20 Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ, Πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ, ὁ Θεός. Δόγμα παιδεύει ὁ λό‐ γος, διδάσκων τὸ μὲν Θεῖον διαρκὲς ὑπάρχειν καὶ ἀί‐
25διον. Ὁ γὰρ εἰπὼν, Θεὸς ἐγώ εἰμι ὁ ὢν, ἀεὶ ὢν, καὶ ὁ αὐτὸς ὢν, καὶ εἰς τοὺς ἀπείρους αἰῶνας διαμέ‐ νων, οὔποτε μεταβάλλει τὴν αὑτοῦ φύσιν. Ἡμεῖς δὲ, κατὰ καιροὺς παριόντες εἰς τὸν βίον, χειμάῤῥου τρόπον ἀποῤῥέομεν· ἐπεὶ καὶ κατὰ τὸν Σολομῶνα,
30Γενεὰ πορεύεται, καὶ γενεὰ ἔρχεται, καὶ τὰ ἀν‐ θρώπινα πράγματα δὲ οὐδὲ πώποτε ἐν ταὐτῷ μένει, ἄλλοτε δ’ ἄλλως μεταβάλλει. Ὁ δὲ διαρκὴς καθ’ ἑκάστην γενεὰν Κύριος τῶν εἰς αὐτὸν ἐλπιζόντων καταφυγὴ γίνεται. Πρὸ μὲν γὰρ τοῦ κατακλυσμοῦ
35Ἐνὼχ, καὶ εἴ τις ἄλλος τῆς τότε γενεᾶς, καταφυγὴν αὐτὸν ἔσχηκεν· ἀπολλυμένου δὲ τοῦ τῶν ἀνθρώπων γένους ἐν τῷ κατακλυσμῷ, πάλιν Νῶε καταφυγὴν αὐτὸν, ἀλλ’ οὔ τινα ἕτερον ἐκτήσατο. Καὶ μετὰ ταῦτα πάλιν ὁ Λὼτ ἐκ τῆς Σοδομιτῶν γενεᾶς, Ἀβραάμ τε
40καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ἐπὶ τῆς ἑαυτῶν ἕκαστος· οὐ μὴν ἀλλὰ καὶ Ἰωσὴφ ἐπὶ τῆς κατ’ αὐτὸν γενεᾶς, καὶ Μωϋσῆς πάλιν ἐπὶ ἄλλης· καὶ ἁπαξαπλῶς καθ’ ἑκάστην γενεὰν τὸν ἀεὶ ὄντα Κύριον καταφυγὴν ἐσχή‐ κασιν οἱ εἰς αὐτὸν ἠλπικότες. Προτρέπει δὲ διὰ τού‐
45των καὶ ἡμᾶς ὁ λόγος μὴ ἐπί τινα ἕτερον παρὰ τὸν Θεὸν ἐλπίζειν, παντὶ δὲ καιρῷ καὶ ἡμέρᾳ πάσῃ καὶ ὥρᾳ, ἐν ἑκάστῃ τε πράξει, καὶ μάλιστα ἐν τοῖς περιστατικοῖς καιροῖς, ἐπ’ αὐτὸν καταφυ‐ γεῖν. Καὶ ἐπειδήπερ οἱ μὲν χειμαζόμενοι στέγης,

23

.

1124

(50)

οἱ δὲ κατὰ τὴν θάλασσαν κλυδωνιζόμενοι λιμέ‐ νος, οἱ δὲ ὑπὸ ἐχθρῶν καὶ πολεμίων ἢ καὶ θη‐ ρῶν ἀγρίων διωκόμενοι, τείχους εἰς καταφυγὴν δέον‐ ται· πᾶσι δὲ τούτοις ὁ τοῦ Θεοῦ ἄνθρωπος κατὰ τὸν παρόντα βίον παλαίει· ἀναγκαίως διδάσκεται κατα‐
55φυγὴν ἑαυτοῦ καὶ τεῖχος, λιμένα τε σωτήριον ἡγεῖ‐ σθαι τὸν ἑαυτοῦ Κύριον· ἵν’, εἴτε ἐν καιροῖς διωγμῶν ὑπ’ ἐχθρῶν ἐλαυνώμεθα, εἴτε ὑπὸ ἀοράτων πολεμίων
πολεμούμεθα, εἴτε ὑπὸ τῶν συσκευάζεσθαι ἡμᾶς πει‐1124 in vol. 23

23

.

1125

ρωμένων ἐπιβουλευοίμεθα, νηφόντως ἐπὶ τὸν Κύριον ἡμῶν καὶ τὸν Θεὸν καταφύγοιμεν, τὸν κατὰ γενεὰν καὶ γενεὰν ὑπέρμαχον γιγνόμενον καὶ ὑπερασπιστὴν τῶν ἐπικαλουμένων αὐτόν. Ἀντὶ δὲ τοῦ, Ἐν γενεᾷ
5καὶ γενεᾷ, σαφέστερον ὁ Σύμμαχος ἐξέδωκεν εἰπὼν, Ἐν ἑκάστῃ γενεᾷ· καὶ πάλιν· Πρὸ τοῦ ὄρη γενη‐ θῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ οἰκουμένην, συμφώνως ὁμοῦ Ἀκύλας καὶ Σύμμαχός φασι· Πρὶν ὄρη τεχθῆναι καὶ ὠδινηθῆναι γῆν καὶ τὴν οἰκου‐
10μένην. Καί μοι δοκεῖ ἡ Ἑβραϊκὴ λέξις φυσικὸν ἀπο‐ δεδωκέναι λόγον, ἐν αὐτοῖς διδάσκουσα μὴ ἀρχῆθεν συνυπάρξαι τῇ γῇ τὰ ἐν αὐτῇ ὄρη, ἀλλ’ ἀναφυῆναι δίκην τῶν τικτομένων· διὸ εἴρηται· Πρὸ τοῦ ὄρη γε‐ νηθῆναι, ἢ, Πρὶν ὄρη τεχθῆναι· καὶ εἰκὸς ἅμα τῷ
15τεχθῆναι τὰ ὄρη καὶ προβληθῆναι ἀπὸ τῆς γῆς καταλ‐ λήλως τοῖς βρέφεσι, μὴ ὁποῖα νῦν τὸ μέγεθος ὑπο‐ στῆναι, ἀλλ’ ἄρτι μὲν γεννηθέντα καὶ τεχθέντα, ὥσπερ ἀρτιγενῆ τῶν βρεφῶν, μικρὰ καὶ ἐλάχιστα ὑπάρξαι, τῷ δὲ μακρῷ αἰῶνι αὔξην καὶ μέγεθος ἐπιδοῦναι. Φασὶ
20γοῦν εἰς ἔτι δεῦρό τινες τῶν φυσιολόγων αὔξειν τὰ ὄρη, καὶ τὰς πέτρας μείζους ἑαυτῶν γίνεσθαι κατά τινας λανθανούσας ἡμᾶς διὰ μακρῶν περιόδων βραχυτάτας προσθήκας. Ἐπεὶ δὲ καὶ ὠδινηθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην εἰρήκασιν οἱ ἑρμηνεύσαντες, ἐξακολουθή‐
25σαντες τῷ Ἑβραϊκῷ, μήποτε καὶ ἐπὶ τῆς γῆς τὸ πα‐ ραπλήσιον τοῖς ὄρεσι νοῆσαι προσήκει, ὡς ἐξ ἑτέρου στοιχείου προελθούσης αὐτῆς, καὶ πρότερον μὲν ὠδινηθείσης δίκην τῶν κυοφορουσῶν, καὶ ἐν τῷ τίκτειν ὑπομενουσῶν ὠδῖνας; Εἰ δ’ οὖν συνέστηκεν ὁ τῶν φυσικῶν λόγος ὁ φά‐
30σκων, πρῶτον στοιχεῖον γεγονέναι τὸ ὕδωρ, εἶτα ἐξ ὕδατος καὶ τῆς ὑγρᾶς οὐσίας ὑποστῆναι τὰ λοιπὰ στοιχεῖα· εἴποι ἄν τις τοῦτο καὶ ἐπὶ τῆς παρούσης Γραφῆς σημαίνεσθαι δηλούσης, ὅτι ἦν ὅτε ἐν ἑτέρῳ οὖσα ἡ γῆ στοιχείῳ ἀφανὴς ἦν, κυουμένη καὶ συλλαμ‐
35βανομένη ἐν τῇ φύσει τῆς ὑγρᾶς οὐσίας. Διὸ καὶ ἐν τῇ κοσμοποιίᾳ εἴρηται· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· καὶ σκότος ἐπάνω τῆς ἀβύσ‐ σου· ἀλλ’ ὕστερον ὥσπερ ἀπογεννηθεῖσα προῆλθεν ἐκ τῆς τῶν ὑδάτων οὐσίας, οὐκ ἄνευ θείας δυνάμεως
40καὶ κρείττονος ἀνάγκης ἐπιτεθείσης αὐτῇ· αὕτη δὲ ἦν ἡ τοῦ Δημιουργοῦ βούλησις. Ὡς γὰρ ἐπὶ τῶν κυο‐ φορουσῶν γυναικῶν, βίας καὶ ἀνάγκης ἐπελθούσης αὐταῖς, τὸ κατὰ γαστρὸς προάγεται, τοῦ ὡρισμένου χρόνου τῆς ἀποτέξεως ἐπιστάντος, καθ’ ὃν ὠδίνουσαι
45τίκτουσι· τὸν αὐτὸν τρόπον δυνάμει καὶ σοφίᾳ τοῦ τῶν ὅλων δημιουργοῦ γῆν καὶ τὴν τῶν ἀνθρώπων οἰκου‐ μένην τὰ ὕδατα προηνέγκατο. Καὶ τοῦτ’ ἐπληροῦτο, ὁπηνίκα εἶπεν ὁ Θεός· Συναχθήτω τὰ ὕδατα ὑπο‐ κάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ

23

.

1125

(50)

ὀφθήτω ἡ ξηρά. Καὶ ἐγένετο οὕτω. Θέα γάρ μοι τῇ διανοίᾳ τὴν γῆν ἔνδον ἐν τοῖς ὕδασι πάλαι πρότε‐ ρον ἐγκεκρυμμένην, τρόπον τε ἰλύος ἀναλελυμένην, καὶ τῷ πλήθει τῶν ὑδάτων ἀνακεκραμένην, ὡς ἀφανῆ εἶναι καὶ ἀόρατον· διὸ λέγεσθαι· Ἡ δὲ γῆ ἦν ἀόρα‐
55τος καὶ ἀκατασκεύαστος· εἶθ’ ὕστερον βουλήσει Θεοῦ αὐτὴν συναγομένην πιλοῦσθαι πρότερον καὶ
συμπήγνυσθαι, καὶ μετὰ ταῦτα ἀθρόως ἀναδοθεῖσαν1126 in vol. 23

23

.

1128

εἰς φῶς προελθεῖν, καὶ ἀνακύψαι εἰς καθαρὸν ἀέρα. Καὶ ἰδὲ, ὡς οὐδὲν τῶν γεννωμένων ἀπὸ γαστρὸς δια‐ φέρειν ἐδόκει τότε. Ὅτε μὲν οὖν προβέβλητο τῶν ὑδά‐ των ἀνακύψασα, τικτομένη καὶ γεννωμένη ἐοίκει·
5πρὸ δὲ τῆς γεννήσεως ἔνδον ἐν τοῖς ὕδασι συμπηλου‐ μένη πηγνυμένη τε, καὶ δίκην ἰλύος ἐπὶ τὸ οἰκεῖον βάρος ὑφισταμένη καὶ συνιζάνουσα, τὸ τηνικαῦτα συν‐ ελαμβάνετο· ὡς ὕστερον δὲ καὶ ὠδινηθεῖσα ἀπετέχθη, καὶ γέγονεν οἰκητήριον τῶν ἐπὶ γῆς ζώων. Ἀλλὰ
10πρὸ τοῦ ταῦθ’ οὕτω γενέσθαι, καὶ πρό γε τῆς τοῦ κόσμου συστάσεως, σὺ, φησὶν, αὐτὸς εἶ, ὁ Θεός. Καὶ καλῶς γε οὐ σὺ ἦσθα, φησὶν, ἀλλὰ, σὺ εἶ· ὁ γὰρ αὐτὸς καὶ ἦς, καὶ εἶ, καὶ ἔσῃ· μᾶλλον δὲ ὁ αὐτὸς ἀεὶ ὢν τυγχάνεις, καὶ αὐτὸς εἶ, κατὰ τὴν φάσκουσαν θεο‐
15λογίαν· Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλεί‐ ψουσιν. Οὐδὲ γὰρ θέμις ἐπ’ αὐτοῦ φάναι τὸ, ἦς, ἢ τὸ, ἦν, ἢ τὸ, ἔσται· τὰ μὲν γὰρ τοῦ παρῳχηκότος, τὰ δὲ τοῦ μέλλοντος ἔσεσθαι χρόνου δηλωτικὰ τυγχά‐ νει· ὧν οὐδὲν ἁρμόζει τῇ θείᾳ προσηγορίᾳ· μόνον
20γὰρ αὐτῇ τὸ ἀεὶ εἶναι ἁρμόττει. Διὸ σφόδρα ἀκριβῶς ἐνταῦθά τε εἴρηται· Ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ, ὁ Θεός· καὶ ἐν ἑτέροις τὸ, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Τη‐ ρητέον δὲ, ὅτι ἐν τῷ, Κύριε, καταφυγὴ ἐγενήθης
25ἡμῖν, τὸ, Κύριε. οὐ διὰ τοῦ τετραγράμμου φέρεται παρ’ Ἑβραίοις, ἀλλὰ διὰ τῶν κοινῶν καὶ συνήθων γραφομένων στοιχείων, τῶν καὶ ἐπὶ τῆς ἀνθρωπίνης προσηγορίας ταττομένων, εἴποτε τὸν ἐν ἀνθρώποις δεσπότην, κύριον καλοῖμεν. Κατὰ τὰ αὐτὰ γὰρ καὶ
30ἐπὶ τοῦ παρόντος τὸ Ἀδωναῒ ἡρμήνευται εἰς τὸν Κύριον, τοῦ τετραγράμμου ὀνόματος, ὃ τὴν ἀπόῤῥη‐ τον τοῦ Θεοῦ θεολογίαν σημαίνει, μὴ κειμένου κατὰ τὴν παροῦσαν λέξιν, ἀλλὰ τοῦ δεσπότου μάλιστα εὐ‐ καίρως ὠνομασμένου, εἰς παράστασιν τοῦ κήδεσθαι
35αὐτὸν καὶ φροντίζειν τῶν αὑτοῦ οἰκετῶν, ὧν καὶ κα‐ ταφυγὴ τυγχάνει. Καὶ ὅρα μήποτε ἐπὶ τὸν Θεὸν Λό‐ γον ἀναφέρεται ἡ παροῦσα διδασκαλία· οὐδὲ γὰρ μακρὰν ἀπᾴδει ἡ ἐνταῦθα φήσασα λέξις· Πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν
40οἰκουμένην σὺ εἶ, ὁ Θεός· τῆς παρὰ Σολομῶνι ἐκ προσώπου τῆς σοφίας φασκούσης, Πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με· δι’ ὧν ἔοικεν αἰνίττεσθαι τὰς ἀσωμάτους καὶ ἀγγελικὰς δυνάμεις, ὧν προϋπάρχειν τὸν τοῦ Θεοῦ Λόγον καὶ τὴν σοφίαν τοῦ Θεοῦ, αὕτη ἡ σοφία διδάσκει. Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· καὶ
45εἶπας, Ἐπιστρέψατε, οἱ υἱοὶ τῶν ἀνθρώπων. Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, ὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί. Τὰ ἐξουδενώ‐ ματα αὐτῶν, ἔτη ἔσονται. Τὸ πρωῒ ὡς ἡ χλόη παρ‐ έλθοι, τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι, τὸ ἑσπέ‐

23

.

1128

(50)

ρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη· ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Ἐπειδὴ Μωσέως ὑπάρχειν τὰς παρ‐ ούσας φωνὰς ἡ προγραφὴ διδάσκει, πειρώμενος αὐ‐ τὰς ἐφαρμόσαι τῷ Μωσέως προσώπῳ, ἐφίστημι,
55μήποτε λανθάνουσαν διὰ τούτων ὁ λόγος παραδίδωσι προφητείαν Μωσέως. Οὐδὲ γὰρ ψαλμὸς εἶναί μοι
δοκεῖ, ἀλλ’ ὡς ἡ προγραφὴ διδάσκει, προσευχὴ τοῦ1128 in vol. 23

23

.

1129

Μωϋσῇ. Ζητῶ δὲ κατὰ ποῖον ἄρα καιρὸν ταύτῃ κέ‐ χρηται τῇ προσευχῇ Μωϋσῆς, καὶ εἴπερ αὐτῷ, ἢ μᾶλ‐ λον τῷ λαῷ κατάλληλος τυγχάνει, πότερον τῇ γενεᾷ τῇ κατ’ αὐτὸν, καὶ τῷ συνόντι αὐτῷ λαῷ, ἢ τῇ μετ’ ἐκεί‐
5νους διαδοχῇ ἐφαρμοστέον αὐτήν. Ὅτι μὲν οὖν οὐκ εἰς αὐτὸν προσήκει τὰ προκείμενα ἀναφέρειν, οἶμαι πάνθ’ ὁντινοῦν ὁμολογήσειν. Πῶς γὰρ δύναται Μωϋσῆς ὁ ἄνθρωπος τοῦ Θεοῦ, περὶ αὐτοῦ λέγειν, Ὅτι ἐξελί‐ πομεν ἐν τῇ ὀργῇ σου· ἢ κατὰ τὸν Σύμμαχον,
10Ὅτι ἀνηλώθημεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναν‐ τίον σου· καὶ πάλιν· Αἱ ἡμέραι ἡμῶν ἐξέλιπον ἐν τῇ ὀργῇ σου· καὶ πάλιν· Τίς γινώσκει τὸ κρά‐ τος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν
15θυμόν σου; Ἀλλ’ ὅτι μὲν ταῦτα οὐκ ἂν εἰς τὸν Μωϋσέα ἀναφέροιτο, οὐ μόνον ἀπὸ τοῦ πάντα περὶ ὀργῆς Θεοῦ εἰρῆσθαι, ἀλλὰ καὶ ἀπὸ τοῦ πληθυντικῶς προενηνέχθαι τὰ εἰρημένα, δῆλόν ἐστιν. Εἰκὸς οὖν τινα ἐπὶ τὸν συνόντα αὐτῷ κατὰ τὴν ἔρημον λαὸν ταῦτα
20ἀναφέρειν. Ἀλλ’ οὐδὲ τοῦτο συγχωρεῖ νοεῖν ὁ λόγος. Τί γὰρ καί φησι· Τὸ πρωῒ ὡς ἡ χλόη παρέλθοι, τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέ‐ σοι, σκληρυνθείη καὶ ξηρανθείη· ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου; Οὐκοῦν οὐ τῷ πρωΐ φησιν ἐκλελοι‐
25πέναι, ἀλλὰ Τὸ μὲν πρωῒ ὡς ἡ χλόη παρέλθοι· καὶ πάλιν, οὐ, Κατὰ τὸ πρωῒ ἀποπέσοι, οὐδὲ, Κατὰ τὸ πρωῒ σκληρυνθείη καὶ ξηρανθείη, ἀλλ’ Ἀνθήσαι, φησὶν ὁ λόγος, κατὰ τὸ πρωῒ καὶ παρέλθοι· τὸ δὲ ἀποπεσεῖν καὶ σκληρυνθῆναι καὶ ξηρανθῆναι ἑσπέ‐
30ρας ἔσεσθαί φησι, λέγων τὸ, Ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη· καὶ τό· Ὅτι ἐξελί‐ πομεν ἐν τῇ ὀργῇ σου, κατὰ τὸ ἑσπέρας ἔσεσθαι εἴ‐ ρηται· ἐν τούτῳ γὰρ, φησὶν, ἐξελίπομεν· ἐπειδήπερ τὸ πρωῒ ἄνθης γενομένης, καὶ χλόης καὶ προσκαίρου
35τινὸς ὡραϊσμοῦ, κατὰ τὴν ἑσπέραν σκληρυνθεῖσα ἡ χλόη καὶ ἀποξηρανθεῖσα ἡ ἄνθη ἐξέλιπε. Καὶ τὰ μὲν τῆς λέξεως τῆς παρούσης προσευχῆς τοῦτον ἔχει τὸν τρόπον· τὰ δὲ τῆς διανοίας οὐκ ἐπιτρέπει ἐπὶ τοὺς Μωϋσέως χρόνους καὶ τὴν κατ’ αὐτὸν γενεὰν συνάγειν
40τὰ εἰρημένα. Οὐ γὰρ ἑσπέρα ἦν τότε, οὐδὲ τὰ ὕστατα τοῦ ἐκ περιτομῆς λαοῦ· ἀρχαὶ δὲ ἦσαν αὐτῶν, καὶ τότε πρῶτον αὐτοῖς ἀνατετάλκει τὸ ἐκ Θεοῦ φέγγος. Διὸ καὶ τὸ πρωῒ ὠνομάσθη ἡ τούτου τε καιροῦ κατά‐ στασις, καὶ ἡ τοῦ Θεοῦ εἰς αὐτοὺς ἐπισκοπή. Ἑσπέρα
45δὲ τότε αὐτοῖς γέγονεν, ἡ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, καθ’ ἣν ἔδυ αὐτοῖς ὁ τότε ἀνατείλας Λόγος. Ἀλλὰ τότε μὲν ἀνατέταλκε καὶ πρωΐαν αὐτοῖς εἰργάζετο, ὅτε καὶ ἤνθει τὰ κατ’ αὐτοὺς πράγματα. Οὐ παρέ‐ μεινε δὲ ἐν τῇ ἀληθείᾳ· ἀλλὰ γὰρ ἀνθήσαντα παρῆλ‐

23

.

1129

(50)

θε, καὶ σκιᾶς δίκην παρέδραμε· διὸ λέλεκται· Τὸ πρωῒ ὡς ἡ χλόη παρέλθοι. Μετὰ δὲ τὴν Μωϋσέως τελευτὴν πάλιν ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἐπιδόντες εἰς αὔξησιν καὶ μείζονα φυὴν, οὐδὲ οὕτω διέμειναν, ἀλλὰ παρῆλθον· διὸ καὶ δεύτερον λέλεκται· Τὸ πρωῒ
55ἀνθήσαι καὶ παρέλθοι. Τὰ δέ γε τελευταῖα αὐτῶν μετὰ ταῦτα σημαίνεται διὰ τοῦτο· Ἑσπέρας ἀπο‐
πέσοι, καὶ σκληρυνθείη καὶ ξηρανθείη· τὸ γὰρ1130 in vol. 23

23

.

1132

παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Ὃ δὴ καὶ περὶ αὐτοῖς γέγονεν ἐπιδύντος αὐτοῖς τοῦ τῆς δι‐ καιοσύνης Ἡλίου, κατὰ τὴν φήσασαν προφητείαν· Καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶν‐
5τας τὸν λαόν μου. Ὥσπερ γὰρ περὶ τῶν δικαίων ἐλέχθη τὸ, Ἀνατελεῖ τοῖς φοβουμένοις αὐτὸν Ἥλιος δικαιοσύνης, οὕτω καὶ περὶ τῶν ἀσεβῶν εἴρηται τὸ, Δύσεται ὁ ἥλιος ἐπὶ τοῖσδε· καὶ πάλιν ἀλλαχοῦ· Καὶ δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ ἡ σελήνη οὐ
10δώσει τὸ φέγγος αὐτῆς. Ἐπὶ συντελείᾳ τοίνυν τοῦ αἰῶνος μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν, ὅτε αὐ‐ τοῖς ἡ ἑσπέρα ἐπῆλθε, δύντος αὐτοῖς ὡς ἀληθῶς τοῦ τῆς ἀληθείας φωτὸς, ἡ ἔκπτωσις αὐτῶν καὶ ἡ ἀποβολὴ τέλους ἔτυχε, καὶ τὸ παρὸν ἐπληρώθη λόγιον φῆσαν·
15Τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηραν‐ θείη. Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Καί μοι δοκεῖ διὰ τούτων ὁ Μωϋσῆς προσευχὴν συντάξαι ἁρμόζουσαν τῇ κατα‐ στάσει τοῦ λαοῦ, τῇ μετὰ τὴν παρουσίαν τοῦ Σωτῆρος
20ἡμῶν. Προφήτης οὖν ὢν, προγνώσει τε θείᾳ τὸ τέλος αὐτῶν τῆς ἀποβολῆς καὶ τὴν ἐσχάτην ἀπόπτωσιν συν‐ ορῶν, φάρμακον αὐτοῖς σωτήριον καὶ θεραπευτικὸν ὑπετίθετο, τὴν παροῦσαν προσευχὴν ἐν ἀποῤῥήτοις, ὡς εἰκὸς, παραδοὺς αὐτὴν ἔξωθεν τῆς ἄλλης αὐτοῦ
25γραφῆς τοῖς δυναμένοις τὰ ἀπόῤῥητα παρ’ ἑαυτοῖς κατέχειν· παρ’ οἷς καὶ εἰκὸς φυλάττεσθαι αὐτὴν ἰδια‐ ζόντως καὶ λεληθότως μέχρι πολλοῦ· ὕστερόν γε μὴν ἐγκαταλεχθῆναι ἀναγκαίως τῇ βίβλῳ τῶν Ψαλμῶν, ὡς ἂν μὴ τῷ μακρῷ χρόνῳ διαπέσοι λαθοῦσα τοὺς πολλοὺς καὶ ἀμεληθεῖσα. Ἵν’ οὖν σώζοιτο, καὶ παραμέ‐ νοι γινωσκομένη ὑπὸ πάντων, τῇ βίβλῳ τῶν Ψαλμῶν παρενεβλήθη, μὴ οὖσα ψαλμός. Οὐδὲ γὰρ ψαλμοῦ τι
30περιέχει· θυμηδίας γὰρ ὁ ψαλμός· ἡ δὲ παροῦσα προσευχὴ ὀργῆς μνημονεύει καὶ θυμοῦ Θεοῦ καὶ ἑτέ‐ ρων σκυθρωπῶν, ἱλάσκεταί τε τὸ Θεῖον ὑπὲρ τῶν ἀποπεπτωκότων· τὸν ἱλασμὸν τοῦτον Μωϋσέως διὰ τῆς προσευχῆς διδάσκοντος λέγειν τὸν ἀποπεσόντα τοῦ Θεοῦ λαὸν μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρου‐ σίαν. Καί μοι δοκεῖ οὐκ ἀσκόπως μετὰ τὸν πηʹ ψαλμὸν
35καὶ τὰ δι’ αὐτοῦ περὶ τοῦ σπέρματος Δαυῒδ καὶ τοῦ ἐπηγγελμένου αὐτῷ θρόνου θεσπισθέντος ἡ παροῦσα προσευχὴ Μωϋσέως συνῆφθαι· μετά τινος δὲ βαθυτέ‐ ρας θεωρίας αἰνιττομένου τοῦ λόγου ἀπόπτωσιν ἔσε‐ σθαι καὶ ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους μετὰ τὴν πα‐
40ρουσίαν τοῦ ἐκ σπέρματος Δαυῒδ προελευσομένου· ὃ δὴ καὶ ἐπισφραγίζεται ἡ τῶν πραγμάτων ἔκβασις. Ἀλλὰ γὰρ προσευχὴν αὐτοῖς παραδίδωσιν ὁ Μωϋσῆς, προφητικῇ δυνάμει ἐφαρμόσας τοὺς ἐν τῇ προσευχῇ λόγους τῷ προσώπῳ τοῦ ἐκπεσόντος καὶ ἀποβληθέν‐
45τος λαοῦ. Ἐπὰν οὖν λέγῃ· Μὴ ἀποστρέψῃς ἄνθρω‐ πον εἰς ταπείνωσιν· Καὶ εἶπας· Ἐπιστρέψατε, οἱ υἱοὶ τῶν ἀνθρώπων, τοῦτόν μοι δοκεῖ διδάσκειν αὐτοὺς τὸν νοῦν, προσευχομένους λέγειν· Ὦ Κύριε, σὺ κατὰ χρόνους ἡμῖν γέγονας καταφυγὴ καὶ καθ’

23

.

1132

(50)

ἑκάστην γενεάν· πρῶτον μὲν γὰρ ἐν Αἰγύπτῳ τυγ‐ χάνουσιν ἡμῖν, καὶ ὑπὸ τοῦ Φαραῶ καὶ τῶν Αἰγυ‐ πτίων καταπονουμένοις καταφυγὴ γέγονας· πάλιν δὲ ἐπὶ τῆς ἐρήμου πολεμούμενοι τοτὲ μὲν ὑπὸ τοῦ Ἀ‐ μαλὴκ, τοτὲ δὲ ὑπὸ τοῦ Χαναναίου, σὲ καταφυγὴν
55ἐσχήκαμεν· οὐ μὴν ἀλλὰ καὶ εἰσελθόντες εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὑπὸ ἀλλοφύλοις τε γενόμενοι, πολ‐ λάκις τε καὶ μετὰ ταῦτα ἐπὶ τῶν βασιλέων ἡμῶν,
καὶ τέλος ἐπὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, σὲ1132 in vol. 23

23

.

1133

καταφυγὴν ἔσχομεν. Καὶ νυνὶ τοιγαροῦν ἱκετεύομεν τῶν ὁμοίων παρὰ σοῦ τυχεῖν, καί σε κτήσασθαι κα‐ ταφυγήν· διὸ δεόμεθα, Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· τουτέστι, Μὴ ἀποστρέψῃς ἡμᾶς εἰς
5τελείαν ἀπόπτωσιν καὶ ταπείνωσιν. Σὺ γὰρ τῇ σῇ φι‐ λανθρωπίᾳ εἶπας, καὶ κηρύγματα πᾶσιν ἀνθρώποις ἐξενήνοχας λέγων· Ἐπιστρέψατε, οἱ υἱοὶ τῶν ἀνθρώ‐ πων. Εἰ δὴ οὖν πάντα τὰ ἔθνη καὶ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων προσκέκληταί σου ἡ φιλανθρωπία,
10καὶ τοὺς πάλαι ἀποστραφέντας ἀπὸ σοῦ, καὶ δαίμοσι καὶ πνεύμασι πονηροῖς καταδουλωθέντας ἐπιστραφῆ‐ ναι ἐπὶ σὲ κελεύσεις, μηδὲ ἡμᾶς ἀποστραφῇς, μηδὲ εἰς παντελῆ ἐρήμωσιν καταλείπῃς ἐλθεῖν τοὺς πάλαι σου γενομένους οἰκείους, οἵτινες πρὸς ὀλίγον ἀνθή‐
15σαντες χειμάῤῥου δίκην παρεδράμομεν. Τὰ γοῦν χί‐ λια ἡμῶν ἔτη, ἐν οἷς ἠκμάσαμεν, ταῦτα παρῆλθεν ὡς ἡ ἐχθὲς, ἥτις διῆλθε. Γενόμενος δὲ ἐν τούτοις ἐφ‐ ίστημι πῶς εἴρηται τὰ χίλια ταῦτα ἔτη. Εἰ μὲν γὰρ ἕνεκεν δοξολογίας τοῦ Θεοῦ καὶ εἰς παράστασιν τῆς
20ἀϊδίου ζωῆς τοῦ Θεοῦ, οὐδὲν οἶμαι τὸν λόγον μεγαλο‐ πρεπὲς περιέχειν. Οὐδὲ γὰρ τὸν σύμπαντα αἰῶνα, οὐδὲ τὸν ἀπὸ πρώτης κτίσεως τοῦ κόσμου καὶ μέχρι τῆς συντελείας παρατείνοντα χρόνον, τὸ ἀκαρὲς ἡγοῦ‐ μαι εἶναι, οὐχ ὅτι τῆς ἡμέρας, ἀλλ’ οὐδὲ τῆς βραχυ‐
25τάτης ὥρας παραθέσει τῆς ἀνάρχου καὶ ἀγεννήτου ζωῆς τοῦ Θεοῦ, πρὸ πάντων ὑπάρχοντος αἰώνων, καὶ πρὸ παντὸς ἐπινοουμένου καὶ εἰς ἄπειρον ἐκτεινομέ‐ νου λογισμοῦ, ὑπέρ τε τοὺς μετὰ ταῦτα ἀπεράντους καὶ ἀτελευτήτους αἰῶνας διαρκοῦντος. Διόπερ ἕτερόν
30μοι δοκεῖ νοῦν ὑποβάλλειν ἡ παροῦσα προσευχὴ, δι‐ δάσκουσα τὸν λαὸν λέγειν· Ὅτι χίλια ἔτη ἐν ὀφθαλ‐ μοῖς σου ὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί. Τὰ γοῦν σεμνὰ τῆς Ἱερουσαλὴμ, ἐν οἷς τὸ πᾶν ἔθνος αὐτῶν ἤκμασέ τε καὶ ἤνθησεν ἐν
35ἡμέραις, ὥσπερ καὶ φωτὶ γέγονε, ταῦτ’ ἦν τὰ χίλια ἔτη. Ἐπὶ μόνοις γὰρ χιλίοις ἔτεσι συνέστηκε καὶ διήρ‐ κεσε τὰ τῆς ἐν τόπῳ λατρείας· ἃ δὴ καὶ ἀριθμεῖται τοῦτον τὸν τρόπον. Ἀπὸ μὲν τῆς πρώτης τοῦ ἱεροῦ κατασκευῆς καὶ τῶν Σολομῶνος χρόνων μέχρι τῆς
40ὑπὸ Βαβυλωνίων πολιορκίας ἔτη συνάγεται υλβʹ· με‐ τὰ δὲ ταῦτα εἰς ἔρημον περιστάντος τοῦ τόπου, αὖθις Ἰησοῦς καὶ Ζοροβάβελ, ὁ τοῦ Σαλαθιὴλ, κατὰ τὸ δεύ‐ τερον ἔτος Δαρείου τοῦ Πέρσου ἀνανεοῦσι τὸν οἶκον· ἐξ ἐκείνου τε καὶ ἐπὶ τὸ πεντεκαιδέκατον ἔτος Τιβε‐
45ρίου Καίσαρος ἔτη συνάγεται φμηʹ· ὥστε εἶναι τὰ πάντα ϡπʹ. Διέμεινέ τε χειμαζομένη καὶ ἀστατοῦσα ἡ πόλις μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβου‐ λὴν αὐτῶν ἑτέροις ἔτεσι μʹ· μεθ’ ἃ ὁ παντελὴς αὐ‐ τοὺς μετῆλθεν ὄλεθρος, καὶ ἡ ὑστάτη πολιορκία, ἡ

23

.

1133

(50)

ὑπὸ Ῥωμαίων γενομένη κατὰ Τίτον καὶ Οὐεσπασια‐ νὸν αὐτοκράτορας. Ταῦτ’ οὖν ἦν τὰ χίλια ἔτη περὶ ὧν εἴρηται, Ὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε. Διελθόντα γὰρ ταῦτα καὶ μηκέτι ὄντα ἀποκλαίονται οἱ διὰ τῆς προσευχῆς
55τὸν Θεὸν ἱλεούμενοι· ἀλλὰ καὶ ὡς φυλακὴν νυκτερι‐ νὴν ταῦτά φασι τὰ χίλια ἔτη παρεληλυθέναι. Λύχνος γὰρ ἦν ὁ Μωϋσέως νόμος ἐν νυκτὶ φαίνων αὐτοῖς· ἀλλὰ καὶ οἱ προφῆται, οἱ μετὰ Μωϋσέα, λύχνοι ἦσαν
ἢ καὶ ἀστέρες ἐν νυκτὶ φαίνοντες, οὔπω τοῦ φωτὸς1134 in vol. 23

23

.

1136

τοῦ ἡλιακοῦ, τουτέστι τοῦ σωτηρίου Λόγου, τὴν οἰ‐ κείαν ἡμέραν τε καὶ μεσημβρίαν πᾶσι τοῖς ἔθνεσιν ἐπιλάμψαντος. Φυλακὴ δὲ νυκτερινὴ καιρὸς ὠνόμα‐ σται τῆς νυκτός· τοῦτο δὲ νοήσεις ἀπὸ τοῦ Εὐαγγε‐
5λίου, ἐν ᾧ εἴρηται· Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ πάλιν· Εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται. Δηλοῦται τοίνυν τὰ χίλια ἔτη οὐχ ὡς ἡμέρα ἡ παρελθοῦσα, καὶ μηκέτ’ οὖσα μόνον,
10ἀλλὰ καὶ ὡς βραχύ τι μόριον νυκτὸς, ὡς μηδὲ ὅλην νύκτα νοῆσαι, ἀλλὰ μέρος τι ταύτης, ἐν ᾧ τὴν φυ‐ λακὴν τῆς σωματικῆς τοῦ νόμου λατρείας περιεῖπον. Τούτοις ἑξῆς εἴρηται· Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται. Δοκεῖ μοι καὶ ἡ τούτων διάνοια τοιαύτη
15τις εἶναι· Τὰ ἔτη αὐτῶν ἐξουδενώματα ἔσονται. Οὐκ ἔτι γὰρ ἔντιμα ἔτη, οὐδὲ σπουδαῖα καὶ ἀναγκαῖα, ἀλλ’ ἐξουθενημένα καὶ εἰς τὸ μηδὲν λελογισμένα γε‐ νήσεται. Πῶς δὲ εἰς οὐδὲν λελογισμένα γενήσεται αὐ‐ τῶν τὰ ἔτη, διασαφεῖ λέγων ἑξῆς· Τὸ πρωῒ ὡς ἡ
20χλόη παρέλθοι, τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη, ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου. Πάλαι μὲν οὖν, φη‐ σὶν, ὅτε ἀρχὰς εἶχε τὰ καθ’ ἡμᾶς καὶ ἐν πρωΐᾳ ἦμεν, γεγόναμεν ὡς ἡ χλόη· ἀλλὰ παρελθούσης ἐκείνης τῆς
25γενεᾶς, παρῆλθεν ἡ χλόη. Μετὰ ταῦτα δὲ ἠνθήσαμεν, μεῖζόν τε καὶ πλέον τῆς χλόης ἐσχήκαμεν, ὥστε καὶ ἄνθος ἐν ἡμῖν εὑρεθῆναι· καὶ τοῦτο δὲ παρῆλθε τὸ ἄνθος. Ἐπ’ ἐσχάτων δὲ τῶν καιρῶν, δύντος ἡμῖν παντελῶς τοῦ φωτὸς, καὶ ἑσπέρας ἡμᾶς καταλαβού‐
30σης, ἀποπεπτώκαμεν σκληρυνθέντες καὶ ξηρανθέν‐ τες· καὶ ταῦτα πεπόνθαμεν, Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Δύ‐ ναται δὲ καὶ καθ’ ἑτέραν διάνοιαν φυσικὸν λόγον ἀπο‐ διδόναι διὰ τούτων ἡ λέξις, ὡς τῆς ἀνθρωπίνης φύ‐
35σεως ἐν μὲν τῇ νεότητι δίκην ἁπαλῆς χλόης βλαστώ‐ σης, μετὰ δὲ ταῦτα ἐν τῇ ἀκμῇ τῆς ἡλικίας ἀνθού‐ σης· εἶθ’ ὕστερον ἐπὶ γήραος οὐδῷ ἀποπιπτούσης, οὐκ ἄλλως ἢ πρῶτον σκληρυνομένης κατὰ τὸ γῆρας, ἔπειτα παντελῶς ξηραινομένης. Ἑσπέραν δὲ σημαίνεσθαι
40τὰ τελευταῖα τῆς τῶν ἀνθρώπων ζωῆς. Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου· ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. Ὅτι πᾶ‐ σαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν. Ὁ Σύμμαχος· Προσέθηκας τὰς
45ἀνομίας ἡμῶν ἄντικρύς σου, τὰς ἀμελείας ἡμῶν φαίνεσθαι τῷ προσώπῳ σου. Πᾶσαι γὰρ αἱ ἡμέ‐ ραι ἡμῶν διέδρασαν, ἐν τῷ χόλῳ σου ἀνηλώθημεν. Καὶ ταῦτα λέγειν ἁρμόζει τῇ παρούσῃ καταστάσει τοῦ λαοῦ τοῦ ἐκ περιτομῆς. Νῦν γὰρ ὡς ἀληθῶς πᾶ‐

23

.

1136

(50)

σαι αἱ πρότεραι ἡμέραι αὐτῶν ἐξέλιπον, ὅτε ἡ ἑσπέρα αὐτοὺς κατέλαβε, καὶ ὅτε ἐξέλιπον ἐν τῇ ὀργῆ τοῦ Θεοῦ. Ἐπειδὴ πάλαι μὲν παρῄει καὶ ὑπερέβαινε τὰς ἀνομίας αὐτῶν, μετὰ δὲ τὴν κατὰ τοῦ Σωτῆρος ἐπιβουλὴν ἐπληροῦτο εἰς αὐτοὺς τό· Οὐκ ἔτι ἀνήσω
55τὰς ἁμαρτίας ὑμῶν· διό φησιν· Ἔθου τὰς ἀνο‐ μίας ἡμῶν ἐναντίον σου, καὶ, Ὁ αἰὼν ἡμῶν εἰς
φωτισμὸν τοῦ προσώπου σου. Ἀνθ’ οὗ σαφέστε‐1136 in vol. 23

23

.

1137

ρον ὁ Σύμμαχος ἀπέδωκεν εἰπών· Τὰς ἀμελείας ἡμῶν φαίνεσθαι τῷ προσώπῳ σου Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων. Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς οʹ ἔτη. Ἐὰν δὲ ἐν δυναστείαις
5ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Ἐνταῦθα κατὰ καιρὸν παραθετέον τὴν Ἡσαΐου προφητείαν, δι’ ἧς φησιν· Ὠὰ ἀσπίδων ἔῤῥηξαν καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι. Ταῦτα δὲ ἐθέσπιζεν ὁ Προφήτης, ἀναπέμπων τὸν λόγον ἐπὶ τὴν
10κατάστασιν τοῦ λαοῦ τὴν μετὰ τὴν παρουσίαν τοῦ Σω‐ τῆρος ἡμῶν, καθ’ ἣν οἱ ἄρχοντες αὐτῶν δίκην ὄρνι‐ θος τικτούσης τὰ ἑαυτῶν ἀπογεννώμενα τοσαῦτα προ‐ βάλλονται, ὡς ἀσπίδος ὁμοιοῦσθαι γεννήμασι διὰ τὸν ἐνιέμενον ὑπ’ αὐτῶν τῆς κατὰ τοῦ Σωτῆρος ἡμῶν
15βλασφημίας ἰὸν καὶ τῆς ἄλλης εἰς αὐτὸν ἀπιστίας. Πάλαι μὲν οὖν ὕφαινον χιτῶνας τῷ ἀρχιερεῖ καὶ στο‐ λὰς ἁγίας· νῦν δὲ πᾶσαν τὴν ὑφὴν αὐτῶν καὶ τὴν διὰ τοῦ λόγου κατασκευαζομένην διδασκαλίαν, ἣν διὰ τῆς τῶν θείων Γραφῶν συμπλοκῆς τε καὶ ὑφάνσεως
20προβάλλονται, ἀράχνης ὑφάσματι παρείκασεν ὁ προ‐ φητικὸς λόγος. Διό φησιν· Ἱστὸν ἀράχνης ὑφαί‐ νουσι. Καὶ ὁ παρὼν δὲ ψαλμὸς, τὴν ἐκ προσώπου αὐτῶν περιέχων ἐξομολόγησίν, φησί· Τὰ ἔτη ἡμῶν ὡς ἀράχνη ἐμελέτων. Ἄντικρυς γὰρ τὰς μελέτας
25τῶν Γραφῶν ἐν αἷς κατατρίβονται, καὶ τὰς δευτερώ‐ σεις, δι’ ὧν ὑφάσματά τινα διδασκαλίας δοκοῦσιν ἀπεργάζεσθαι, ἀράχνης ἀπείκασεν ἔργοις. Ἀλλὰ καὶ τὴν ζωὴν αὐτῶν μόνην φασὶν εἶναι τὴν πρόσκαιρον ἐν οʹ καὶ πʹ ἔτεσι συμπεραιουμένην. Τοῦτο δέ φασι τὴν αἰώνιον καὶ μέλλουσαν ζωὴν τὴν τοῖς θεοφιλέσιν
30ἐπαγγελλομένην ἀπογινώσκοντες. Ὅτε ἐπῆλθε πραΰτης καὶ παιδευθησόμεθα. Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου ἐξαριθμήσασθαι; τὴν δεξιάν σου οὕτω γνώρισον, καὶ τοὺς πεπαι‐
35δευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ. Ἀντὶ τοῦ, Ὅτι ἐπῆλθε πραΰτης καὶ παιδευθησόμεθα, ὁ Σύμμαχός φησι· Τμηθέντες γὰρ ἄφνω ἐκπεταννύμεθα. Ἔχε‐ ται δὲ τῆς προδηλωθείσης διανοίας καὶ ὁ παρὼν λό‐ γος. Τὰ γὰρ ἔτη ἡμῶν, φησὶ, τὰ τῆς προσκαίρου
40ζωῆς εἰς οʹ καὶ πʹ ἀριθμὸν ἐτῶν συντείνει· καὶ αὕτη ἐστὶν ἡ ἡμῶν ἐλπὶς, μεθ’ ἣν οὐδεμία ἄλλη ἡμᾶς διαδέξεται· τμηθέντες γὰρ ἄφνω κατὰ τὴν τελευτὴν, ἐκπεταννύμεθα· μετὰ δὲ ταῦτα τί ποτε ἡμᾶς διαδέξε‐ ται, τίς οἶδε; Τίς γὰρ ἑρμηνεῦσαι δύναται, ἢ καὶ
45ἀκριβῶς γνῶναι καὶ ἐξειπεῖν, ὁποία τίς ἐστιν ἡ μετὰ ταῦτα τοὺς ἁμαρτωλοὺς καταληψομένη ὀργή; Διό φησι· Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου; Τίς δὲ οἷός τέ ἐστιν ἐξαριθμήσασθαι τὴν δεξιάν σου; Ἀλλὰ σύ γε

23

.

1137

(50)

ἡμῖν ὁ Θεὸς ἐντεῦθεν ἤδη γνώρισον τὴν δεξιάν σου, εἰς τὸ δύνασθαι ἡμᾶς νοεῖν τε αὐτὴν καὶ τὰς δυνά‐ μεις αὐτῆς ἀπαριθμεῖσθαι. Δεξιὰν δὲ Θεοῦ τὸν Χρι‐ στὸν αὐτοῦ πολλάκις ἐδίδαξαν οἱ ἱεροὶ λόγοι. Παι‐ δεύονται τοίνυν οἱ δηλούμενα μετὰ τὴν ἐξομολόγησιν
55εὔχεσθαι καταξιωθῆναι πρῶτον μὲν τῆς τοῦ Θεοῦ πραΰτητος, ὡς ἂν παιδευθεῖεν δι’ αὐτῆς· ἔπειτα τῆς
δεξιᾶς αὐτοῦ, δηλαδὴ τῆς γνώσεως τοῦ Χριστοῦ αὐτοῦ,1138 in vol. 23

23

.

1140

τῶν τε παραδόξων αὐτοῦ δυνάμεων, ὡς ἂν βελτίους αὐτῶν γένοιντο ἀπὸ τῆς τούτων γνώσεως, καὶ ὡς ἂν, παιδευθέντες τὴν διάνοιαν, μετάσχοιεν τῆς τοῦ Θεοῦ σοφίας· Χριστὸς δὲ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.
5 Ἐπίστρεψον, Κύριε, ἕως πότε, καὶ παρακλή‐ θητι ἐπὶ τοὺς δούλους σου. Ἐνεπλήσθημεν τῷ πρωῒ τοῦ ἐλέους σου, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐ‐ φράνθημεν ἀνθ’ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς,
10ἐτῶν ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν· καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ’ ἡμᾶς, καὶ τὸ ἔργον τῶν
15χειρῶν ἡμῶν κατεύθυνον. Ἀκολούθως μετὰ τὴν ἐξομολόγησιν τὴν διὰ τῶν προτεινομένων παραδοθεῖ‐ σαν, ἔτι τὴν προσευχὴν ὁ Μωϋσῆς διδάσκει τοὺς μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν ἀποπεπτωκότας τοῦ Ἰσραὴλ, εἰς τὸ λέγειν αὐτοὺς προσευχομένους, μετὰ
20τῶν ἀποδοθέντων καὶ τὰ προκείμενα· ὧν τὴν διάνοιαν σαφέστερον ἑρμήνευσεν ὁ Σύμμαχος, τοῦτον ἀποδοὺς τὸν τρόπον· Ἐπιστράφηθι, Κύριε, ἕως πότε· πα‐ ρακλήθητι ὑπὲρ τῶν δούλων σου. Χόρτασον ἡμᾶς ὀρθρινοῦ ἐλέους σου, ἵνα ὑπνώσωμεν καὶ εὐφρα‐
25νώμεθα ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὔφρανον ἡμᾶς πάσας ἡμέρας ἃς ἐκάκωσας ἡμᾶς, ἔτη ἐν οἷς εἴδομεν κακά. Φανήτω παρὰ τοῖς δούλοις σου τὰ ἔργα σου, καὶ τὸ ἀξιοπρεπὲς ἐπὶ τὰ τέκνα ἡμῶν· καὶ ἔστω τὸ κάλλος τοῦ Κυρίου τοῦ Θεοῦ
30ἡμῶν ἐπάνω ἡμῶν, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν ἑδραῖα ποίησον ὑπὲρ ἡμῶν, καὶ τὴν πρᾶξιν τῶν χειρῶν ἡμῶν ἐπιτέλεσον. Διδάσκει δὲ διὰ τούτων αἰτεῖσθαι τυχεῖν τοῦ ὀρθρινοῦ ἐλέους, ὡς ἂν κατα‐ ξιωθεῖεν τῆς ἀνατολῆς τοῦ Σωτῆρος. Τὸ ὀρθρινὸν γὰρ
35ἔλεος Χριστοῦ τὸ ἐπὶ πάντας ἀνατεῖλαν ἀνθρώπους. Ὡς γὰρ πάλαι γέγονε πρωΐα τῷ προτέρῳ λαῷ κατὰ τὴν ἐπισκοπὴν ἧς κατηξιώθησαν ἐν Αἰγύπτῳ διατρί‐ βοντες, οὕτως ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τὸ ὀρθρινὸν ἔλεος τοῖς πᾶσιν ἐξέλαμψε τοῖς ἔθνεσι διὰ τῆς σωτη‐
40ρίου ἀνατολῆς, ἧς καταξιωθῆναι διδάσκονται οἱ δηλω‐ θέντες διὰ τῆς προσευχῆς αἰτεῖν· ἀλλὰ καὶ λέγειν μετὰ τῶν ἄλλων· Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς, καὶ φανήτω παρὰ τοῖς δούλοις σου τὰ ἔργα σου καὶ τὸ κάλλος Κυρίου
45τοῦ Θεοῦ ἡμῶν· ὡς ἂν καὶ αὐτοὶ καταξιωθεῖεν τῆς σωτηρίου θεοφανείας, καὶ τῆς ἐνθέου δόξης αὐτοῦ, τοῦ τε κάλλους, περὶ οὗ εἴρηται, Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, καὶ τῶν λοιπῶν ἁπάντων τῶν κατὰ τὸν Χριστὸν τοῦ Θεοῦ ἐπινοουμέ‐ νων ἀγαθῶν. ϟʹ

23

.

1140

(50)

Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἀνεπίγρα‐ φος ὁ ψαλμός. Μήποτε δὲ οὔτε ψαλμὸς τυγχάνει, ἀλλά τις προφητεία βαθυτέρους περιέχουσα λόγους περὶ Χριστοῦ καὶ τῶν ἐν αὐτῷ τελειουμένων; Πολλὴν δὲ
55ἀσυμφωνίαν ἔχει τὰ προκείμενα πρὸς τὸν ἀνωτέρω ψαλμὸν τὴν ἀκολουθίαν. Ὁ μὲν γὰρ τὴν ἐσχάτην
ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους διὰ τῆς Μωϋσέως1140 in vol. 23

23

.

1141

προσευχῆς ἐθέσπιζεν· ὁ δὲ παρὼν τοὺς ἀγῶνας καὶ τὰ πειρατήρια τοῦ κατὰ Κύριον τελειουμένου περιέ‐ χει· ἀλλὰ καὶ αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν τὸν ἐν τῇ ἐρήμῳ πειρασμὸν προφητεύει, ὅτε ἀνήχθη ὑπὸ τοῦ
5Πνεύματος εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ δια‐ βόλου, καὶ τὴν ἐπὶ πᾶσι νίκην αὐτοῦ. Τί δὴ οὖν φησιν ὁ προφητικὸς λόγος; Ὁ μὲν πρότερος λαὸς ὁ διὰ τῆς προηγουμένης Μωϋσέως προσευχῆς ἀποκλαυσάμενος ὁμολογεῖ φάσκων, Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου,
10καὶ τὰ λοιπὰ, ὅσα ἐδηλοῦτο διὰ τῶν ἐμφερομένων ὁ δὲ μέλλων συστήσεσθαι μετ’ ἐκεῖνον τῷ Θεῷ διὰ τοῦ Χριστοῦ λαὸς, ἐπὶ τῇ βοηθείᾳ τοῦ Ὑψίστου πεποι‐ θὼς, καὶ ἀεὶ ἐν αὐτῇ κατοικῶν, ἀτάραχος καὶ ἀσά‐ λευτος διαμένει· ὡς ἂν, ὑπὸ τὴν σκέπην τοῦ Θεοῦ
15αὐλιζόμενος, οὐδένα τε τῶν πειρασμῶν ἐπιστραφή‐ σεται, ἀλλ’ ἐφ’ ἑκάστῳ ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, ἐλπιῶ ἐπ’ αὐτόν. Ἀντὶ δὲ τοῦ, Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ὁ μὲν Σύμμαχος, Ὁ κατοικῶν ὑπὸ
20σκέπην τοῦ Ὑψίστου· ὁ δὲ Ἀκύλας, καὶ ἡ πέμπτη ἔκδοσις, Ὁ καθήμενος ἐν ἀποκρύφῳ Ὑψίστου, ἐκδεδώκασι· σημαίνοντος τοῦ λόγου τοῦ κατὰ Θεὸν ἐν Χριστῷ ἀγωνιζομένου τὸ ἑδραῖον καὶ ἀπτόητον τῆς διανοίας, καὶ ὡς ἐν ἀποκρύφῳ τῆς αὐτοῦ ψυχῆς
25ἔνοικος ἐγκαθέζεται καὶ βοηθὸς αὐτὸς ὁ Ὕψιστος. Πάλιν δὲ ἀντὶ τοῦ, Ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρα‐ νοῦ αὐλισθήσεται, ὁ μὲν Ἀκύλας, Ἐν σκέπῃ ἱκανοῦ αὐλισθήσεται· ὁ δὲ Σύμμαχος, Ὑπὸ σκιὰν τοῦ ἱκανοῦ νυκτερεύων, εἰρήκασιν. Ἀλλὰ ταῦτα
30μὲν ὡς ἐν προοιμίοις τὸ ἅγιον Πνεῦμα διελάλησε· τὰ δ’ ἑξῆς αὐτῷ προσφωνεῖ, καὶ τὸν πάντα λόγον εἰς αὐτοῦ πρόσωπον ἀποτείνεται, ἤτοι τοῦ τῷ Χριστῷ ἀγωνιζομένου καὶ νικῶντος, ἢ καὶ τοῦ κατὰ τὸν Σωτῆρα νοουμένου ἀνθρώπου, ᾧ δίκην ὀργάνου κέ‐
35χρητο ὁ προὼν τοῦ Θεοῦ Λόγος· καὶ γὰρ οὗτος, ἐν βοηθείᾳ κατοικῶν τοῦ Ὑψίστου, ὑπὸ τὴν σκέπην ηὐλίζετο τοῦ ἐνοικοῦντος αὐτῷ Θεοῦ Λόγου, ἐπι‐ σκιάζοντος αὐτῷ τῇ αὐτοῦ θεότητι, εἶχέ τε ἀντιλή‐ πτορα καὶ καταφυγὴν καὶ ἐλπίδας αὐτοῦ τὴν πλη‐
40ροῦσαν αὐτὸν τοῦ Θεοῦ Λόγου δύναμιν. Ὥσπερ δὲ σῶμα Χριστοῦ τὸ ἀνθρώπειον αὐτοῦ ὄργανον ἐχρη‐ μάτισεν, οὕτω καὶ ὁ λαὸς αὐτοῦ Χριστοῦ σῶμα προσ‐ ηγόρευται ὑπὸ τοῦ ἱεροῦ Ἀποστόλου λέγοντος· Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους.
45 Εἰκότως τοιγαροῦν τὰ ἐν τοῖς προκειμένοις λεγό‐ μενα ὡς περὶ τοῦ σώματος Χριστοῦ ἀναφέροιτ’ ἂν καὶ εἰς τὸ ἀνθρώπειον τοῦ Σωτῆρος ἡμῶν, καὶ εἰς τὸν ἐν αὐτῷ τελειούμενον. Ὧν οὕτως εἰρημένων, ἑξῆς ὁ λόγος διεξέρχεται ὅσα παρὰ τοῦ Θεοῦ ὑπάρξει

23

.

1141

(50)

τῷ κατοικοῦντι ἐν βοηθείᾳ τοῦ Ὑψίστου καὶ αὐλι‐ ζομένῳ ὑπὸ τὴν σκέπην τοῦ Θεοῦ, λέγοντί τε τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν. Τίνα δέ ἐστι τὰ περὶ αὐτὸν γενησόμενα, καταλέγει διὰ τῶν ἑπομέ‐
55νων· Ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν, ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖς μεταφρένοις
αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας1142 in vol. 23

23

.

1144

αὐτοῦ ἐλπιεῖς. Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ, οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ
5δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Πλὴν τοῖς ὀφθαλμοῖς σου κατα‐ νοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Ὅτι σὺ ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν
10σου. Πολλὰς ἐπαναστάσεις ὁ λόγος προαγορεύει γε‐ νήσεσθαι τῷ προφητευομένῳ. Οὗτος δὲ ἦν σπάνιός τις καὶ θαυμαστὸς, ἐν ἀποκρύφῳ τοῦ Ὑψίστου κα‐ θήμενος, ὑπὸ τὴν σκιὰν τοῦ ἱκανοῦ αὐλιζόμενος, καὶ λέγων τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου καὶ κατα‐
15φυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν· ἢ κατὰ τὸν Ἀκύλαν, Ὁ Θεός μου, πεποιθήσω ἐν αὐ‐ τῷ· ἢ, Ὁ Θεός μου, καὶ εὐθαρσήσω ἐν αὐτῷ, κατὰ τὸν Σύμμαχον. Τούτῳ δὴ οὖν τῷ τῶν εἰρημένων τρόπῳ ἀνακειμένῳ τῇ τοῦ Θεοῦ βοηθείᾳ ἐπιβουλαί
20τινες καὶ συσκευαὶ μυρίων κατ’ αὐτοῦ στρατευομένων ἐπανέστησαν· παγίδες γοῦν θηρευτῶν ὠνομάσθησαν, καὶ λόγοι ταραχώδεις, καὶ φόβος νυκτερινὸς, καὶ βέλος πετόμενον ἡμέρας, καὶ πρᾶγμα ἐν σκότει δια‐ πορευόμενον, καὶ σύμπτωμα δαιμονίου μεσημβρινοῦ·
25καὶ πρὸς τούτοις ἅπασι χιλιάδες καὶ μυριάδες· αἱ μὲν χιλιάδες τὰ ἀριστερὰ αὐτοῦ ἀπολαμβάνουσαι, αἱ δὲ τὰ δεξιὰ μυριάδες. Αὐταὶ γὰρ τοῖς δεξιοῖς ὡς ἂν κραταιοτέροις καὶ ἰσχυροτέροις μέρεσιν ἐπεβούλευον. Τούτων δὲ πάντων οὐδὲν προσψαύειν τῷ περὶ οὗ ὁ λό‐
30γος προφητεύει. Ἔτι δὲ πρὸς τούτοις ἐπιβήσεσθαι λέγεται, ὅτι καὶ ἐπάνω ὄφεων καὶ σκορπίων· μικρὰ γὰρ ἦν ταῦτα· ἀλλ’ ἐπ’ ἀσπίδα καὶ βασιλίσκον, καταπατήσειν τε λέοντα καὶ δράκοντα· ἃ δὴ βασιλι‐ κώτατα καὶ ἀρχικώτατα τῶν ἐν θηρίοις καὶ ἑρπετοῖς
35τυγχάνει. Οἶμαι γοῦν διὰ τούτων τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου σημαίνεσθαι, καὶ τὰς ἀοράτους καὶ ἀρχοντικὰς δυνάμεις. Πλὴν ὅμως ὁ προφητευόμενος καταπατήσειν ἀθρόως λέγεται τὰς πάσας. Ἐπιβήσῃ γὰρ, φησὶν, ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Τίς οὖν γένοιτ’ ἂν τοιοῦτος, ὡς ἐφαρμόζειν αὐτῷ
40δύνασθαι τὰ τοιαῦτα, καὶ ὃς ὁ λαὸς μὲν ἐχθρῶν μὲν μυριάδας ἐπιστρατεύεται αὐτοῦ τοῖς δεξιοῖς, τοῖς δὲ κατὰ θάτερον μέρος χιλιάδας, μὴ τολμᾷν δὲ αὐτοῦ προσψαύειν, καταπίπτειν δὲ ἔμπροσθεν αὐτοῦ, φέρε κατανοήσωμεν. Φημὶ δὲ καθ’ ἕνα τρόπον ἀναφέρεσθαι
45ταῦτα ἐπὶ τὸν ἐν Χριστῷ τετελειωμένον ἄνθρωπον· οἷος ἦν ὁ Παῦλος λέγων· Οἶδα ἄνθρωπον ἐν Χριστῷ· ἐπὶ πάντα τε τὸν ὁμοίως ἐκείνῳ λέγειν δυνάμενον· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ

23

.

1144

(50)

γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καὶ πάλιν· Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε δυνάμεις, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνή‐ σεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ
55τῆς ἐν Χριστῷ Ἰησοῦ· ὁ δὲ πρὸς τούτοις οἷός τε ὢν λέγειν· Ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν,
ἄξιος ἂν γένοιτο τοῦ καὶ ἐπ’ αὐτῷ λεχθῆναι τὰς προ‐1144 in vol. 23

23

.

1145

κειμένας φωνάς. Ὁ γὰρ τοιοῦτος, κατοικῶν ἐν βοη‐ θείᾳ τοῦ Ὑψίστου, καὶ ἐν σκέπῃ τοῦ Θεοῦ αὐλιζό‐ μενος, ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεὸς, καὶ ἐλπιῶ ἐπ’ αὐτόν.
5Ταῦτα δὲ αὐτοῦ διαθέσει τελείᾳ εἰρηκότος, θεσπίζει αὐτῷ τὸ θεῖον Πνεῦμα, ὅτι δὴ ἀσφαλῆ εἵλατο φύλακα, καὶ καλὴν ἐκτήσατο καταφυγὴν τὸν Κύριον. Τοιοῦτον γὰρ ἔχων βοηθὸν καὶ πρόμαχον καὶ ὑπερασπιστὴν, οὐδένα τῶν ἐχθρῶν φοβηθήσεται, ἅτε αὐτοῦ τοῦ
10Κυρίου ῥυομένου αὐτὸν ἐξ ἁπάντων. Καὶ γὰρ ἐκ παγίδος θηρευτῶν ἐξελεῖται αὐτὸν, καὶ ἀπὸ λόγου ταραχώδους τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει αὐ‐ τῷ· καὶ πάντα δὲ τὰ ἑξῆς κατηριθμημένα ἐπὶ πάντα τὸν ἐν Χριστῷ τέλειον ἄνθρωπον ἀνενεχθήσεται, καὶ
15ἐπὶ τὸ σῶμα δὲ Χριστοῦ, ἤτοι τὸν ἐκ τελείων ψυχῶν κατεσκευασμένον μαρτύρων χορόν· ἢ τὴν τελείαν Ἐκκλησίαν αὐτοῦ, ἣν αὐτὸς ἑαυτῷ παρεστήσατο, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων. Ὁ γοῦν ἐπὶ τὴν πέτραν οἰκοδομήσειν ἐπηγγελμένος τὴν Ἐκ‐
20κλησίαν αὐτοῦ, ὡς μὴ πύλας ᾅδου κατισχύσειν αὐτῆς, αὐτὸς αὐτῆς καὶ φύλαξ καὶ φρουρὸς ἔσται, περι‐ φράττων αὐτὴν καὶ ἀσφαλιζόμενος, πρὸς τὸ μὴ τὰς πύλας τοῦ ᾅδου κατισχύειν αὐτῆς. Διὸ τῇ τοιαύτῃ Ἐκκλησίᾳ, καὶ τῷ τοιούτῳ δὴ Χριστοῦ μαρτύρων
25χορῷ, τῷ κατοικίαν μὲν μηδαμῶς ἔχοντι ἐπὶ γῆς, δυναμένῳ δὲ λέγειν, Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, λεχθήσεται· Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐ‐ ρανοῦ αὐλισθήσεται. Εἶτ’ ἐρεῖ μὲν αὐτὸς τῷ Κυρίῳ,
30οὗ εἵλατο κατοικεῖν ὑπὸ τὴν σκέπην· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν. Κτησαμένῳ δὲ αὐτῷ τοιοῦτον φύλακα καὶ τοιοῦτον σωτῆρα καὶ βοηθὸν ἐπιγραψαμένῳ λεχθή‐ σεται ὑπὸ τοῦ θείου Πνεύματος, ὡς ἄρα εἴη καλὴν
35εὑράμενος ἑαυτῷ μερίδα καὶ τεῖχος ὀχυρὸν, ὅπλον τε ἄμαχον τὸν ἑαυτοῦ Κύριον. Τοῦτον γὰρ ἔχων ἐν ἀσφαλεῖ καὶ ἀμερίμνως οἰκήσει, ἅτε κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ ἐν σκέπῃ τοῦ ἱκανοῦ αὐλιζόμενος. Εἰ γοῦν ποτε, φησὶν, οἱ τῶν ἀνθρωπείων ψυχῶν
40θηρευταὶ, ἀφανεῖς καὶ ἀόρατοι δυνάμεις κατὰ τὸ σύνηθες αὐτοῖς παγίδας λαθραίως ἐγκρύπτοντες, προβάλλεσθαι κατὰ σοῦ πειρῷντο, οὐδὲν αὐτοῖς ἔσται πλέον· ὅτι αὐτὸς Κύριος ῥύσεταί σε ἐκ παγίδος θη‐ ρευτῶν, Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθη‐
45μεν. Εἰ δὲ καὶ λόγοις θορυβεῖν ἐπιχειροῖεν ἱέντες ἑαυτῶν τὸν τῆς ἀσεβείας ἰὸν διὰ τῆς ἑαυτῶν γλώσσης, ἀλλὰ καὶ τούτων αὐτῶν πάλιν ὁ Κύριος ἀβλαβῆ τὸν ἑαυτοῦ ἄνθρωπον φυλάξει. Ἵνα μὴ ὁ φλογμὸς τοῦ τῶν ἀνθρώπων βίου καὶ ὁ τῆς κακίας καύσων, ἐπὶ πλεῖον

23

.

1145

(50)

ἐκκαυθεὶς, ἐξάψῃ τὰ κακὰ κατὰ τοῦ τῆς εὐσεβείας ἀθλητοῦ, θεσπίζει φάσκων ὁ λόγος αὐτῷ· Ἐν τοῖς με‐ ταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. Εἰ δὲ καὶ πολεμίων στίφη πεπυρωμένα καὶ θανατηφόρα βέλη λόγων ψευδῶν καὶ
55τῆς ἀληθείας ἐναντίων ἀκοντίζοι κατὰ τοῦ δηλουμένου, αὐτὸς μὲν ἡσυχάσει νόμῳ θείῳ πειθαρχῶν λέγοντι·
Κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγή‐1146 in vol. 23

23

.

1148

σεσθε· λεχθήσεται δὲ αὐτῷ κατὰ καιρὸν τὸ, Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. Αὕτη γὰρ ἡ ἀλή‐ θεια τῶν Χριστοῦ δογμάτων, μεγάλην κεκτημένη δύ‐ ναμιν, τὸν ἔχοντα αὐτὴν περιφράξει, κυκλοῦσα
5αὐτὸν, καὶ περιβάλλουσα τῷ ἑαυτῆς ὅπλῳ, πρὸς τὸ μήτε νυκτὸς ἐπελθούσης, μήτε σκοτίας καταλαβούσης δεδιέναι, μηδ’ ὑπὸ φόβων ταράττεσθαι, μήτε τῶν ἐν ἡμέρᾳ πεμπομένων βελῶν φροντίζειν. Δηλοῖ δὲ διὰ μὲν τῆς νυκτὸς καὶ τῆς σκοτίας τοὺς περιστατικοὺς
10καιροὺς, καθ’ οὕς φησι μηδὲν φοβηθήσεσθαι τὸν ὑπὸ τοῦ τῆς ἀληθείας ὅπλου περιπεφραγμένον· διὰ δὲ τῆς ἡμέρας τοὺς ἐν γαλήνῃ καὶ εὐδίᾳ καὶ εἰρηνικῇ κατα‐ στάσει, καθ’ οὓς πόῤῥωθεν βέλη πετόμενα καθ’ ἡμῶν πέμπειν εἰώθασιν οἱ ἐχθροὶ, τοὺς βλασφήμους καὶ
15ἀσεβεῖς ἑαυτῶν λόγους. Κατὰ γὰρ τοὺς τῶν διωγμῶν καιροὺς, οὐ πόῤῥωθεν ἑστῶτες βέλη πέμπουσιν, ἀλλ’ ἐγγύθεν ὁρμῶντες, καταπιεῖν ἡμᾶς ὅλους οἷα θανά‐ του φίλοι πειρῶνται· ὃς κατέπιε τότε ἰσχύσας. Ἀλλ’ ἡμεῖς γε, τῷ δηλωθέντι ὅπλῳ πεφυλαγμένοι, ἐροῦ‐
20μεν· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπανα‐ στῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα ζῶντας ἂν κα‐ τέπιον ἡμᾶς. Οὔτ’ οὖν ἡμέρας οὔτε νυκτὸς δυνήσον‐ ταί τι καθ’ ἡμῶν οἱ ἐχθροὶ διὰ τὸν ὑπερμαχοῦντα ἡμῶν Κύριον. Διὸ λέλεκται· Οὐ φοβηθήσῃ ἀπὸ φόβου
25νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου· ἀλλ’ οὐδὲ ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ φοβηθησόμεθα. Εἰ δὲ καὶ χιλιάδες καὶ μυριάδες ἀο‐ ράτων ἢ καὶ ὁρατῶν ἐχθρῶν καὶ πολεμίων κατὰ τοῦ
30λαοῦ τοῦ Χριστοῦ καὶ κατὰ τῆς Ἐκκλησίας αὐτοῦ ἐπανασταῖεν, ἀλλὰ καὶ πάντας ἀθρόως ὁμοῦ καὶ πά‐ σας ἡ αὐτοῦ δύναμις ἐν μιᾷ ῥοπῇ καθελεῖ, ὡς αὐτοῖς ὀφθαλμοῖς παραλαβεῖν ἡμᾶς τὴν ἐκδίκησιν. Διὸ λέ‐ λεκται· Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις,
35καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Ἡμεῖς δὲ τοῦ λόγου τὴν ἀλήθειαν ἐξ αὐτῆς τῆς ἑρμηνείας παρει‐ λήφαμεν, κατὰ καιροὺς τὰ τέλη συνορῶντες τῶν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ πολεμησάντων, παραχρῆμά τε καὶ οὐκ εἰς μακρὸν ὑπὸ τοῦ Θεοῦ πολεμηθέντων. Πάντα δὲ ταῦτα καὶ τὰ τούτοις ἑξῆς ἐπιλεγόμενα ἐπὶ τὸν ἐν Χριστῷ ἄνθρωπον ἀνενεχθήσεται, καὶ ἐπὶ πάντα
40τὸν οἷόν τε λέγειν· Πάντα ἰσχύω ἐν τῷ ἐνδυνα‐ μοῦντί με Χριστῷ Ἰησοῦ. Οὗτος δ’ ἂν εἴη ὁ Χρι‐ στοῦ χορὸς, ὁ ἐξ ἁγίων καὶ τελείων Θεοῦ μαρτύρων συνεστὼς, ὁ μέχρις αἵματος ἀγωνιζόμενος ὑπὲρ ἀλη‐ θείας, καὶ τὰ βραβεῖα τῆς ἐν Θεῷ νίκης κατὰ τῶν
45ἀντιπάλων αἰρόμενος. Καὶ ἐπὶ τὸν ἄνθρωπον δὲ τοῦ Χριστοῦ ἁρμοσθήσεται τὰ λεγόμενα· τοῦτο γοῦν παρ‐ ίστησιν αὕτη ἡ τῶν ἐμφερομένων ἀκολουθία. Εἰπὼν γὰρ ὁ λόγος πρὸς ἕνα τινὰ, Ὅτι αὐτὸς ῥύσεται ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους, καὶ,

23

.

1148

(50)

Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· καὶ πρὸς τὸν αὐτὸν ἐπάγων τὸ, Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ· καὶ τὸ, Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερι‐ νοῦ· καὶ τὸ, Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς,
55καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ· καὶ τούτοις προστιθεὶς τὸ, Πλὴν τοῖς ὀφθαλμοῖς σου
κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει·1148 in vol. 23

23

.

1149

πάντα δὲ τὰ ἑνικῶς εἰπὼν ὡς πρὸς ἕνα τινὰ, ἐπισυν‐ άπτει λέγων, Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψι‐ στον ἔθου καταφυγήν σου· σαφέστατα παρίσταται, ὅτι Κύριος ἦν πρὸς ὃν ταῦτα πάντα ἐλέγετο. Μηδε‐
5μιᾶς γὰρ διαμέσου ἐναλλαγῆς προσώπου γενομένης, συνῆψεν ὁ λόγος ὑπὸ μίαν διάνοιαν ὡς πρὸς ἕνα τὰ πάντα· παρέστησέ τε τίς ποτε ἦν οὗτος, διασαφῶν ἑξῆς καὶ λέγων· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Ἐπειδὴ γὰρ σὺ,
10φησὶν, ὦ Κύριε, ἐφ’ ὃν ἐγὼ ἤλπισα, τὸν Ὕψιστον, δηλαδὴ τὸν ἀνωτάτω Θεὸν, καὶ σαυτοῦ Πατέρα, κατα‐ φυγὴν ἔθου σεαυτοῦ, διὰ τοῦτο οὐ προσελεύσεταί σοι οὔτε χιλιὰς, οὔτε μυριὰς, οὔτε παγίδες θηρευτῶν, οὔ‐ τε τι ἕτερον τῶν κατηριθμημένων· καὶ ἐπειδήπερ σὺ,
15ὦ Κύριε, εἶ μου τοῦ ταῦτα λέγοντος ἐλπὶς, Τὸν Ὕψι‐ στον ἔθου καταφυγήν σου· διὰ τοῦτο καὶ ἀρχόμε‐ νος ἔλεγον περὶ σοῦ, Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἢ, Ὁ καθήμενος ἐν ἀποκρύφῳ Ὑψίστου· ἐπειδήπερ ἐν ἀποῤῥήτοις καὶ ἀποκρύφοις σύνεδρόν
20σε καὶ σύνθρονον ὁ Ὕψιστος ἐποιήσατο, φήσας πρὸς σέ· Κάθου ἐκ τῶν δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ὑψίστου δὲ νοουμένου ἐν τούτοις τοῦ ἀνωτάτου Θεοῦ τῶν ὅλων· Κυρίου δὲ Υἱοῦ τοῦ Θεοῦ, ὃς τὸν Ὕψιστον
25ἔθετο καταφυγὴν αὐτοῦ, εἰκότως καὶ Μωϋσῆς τῷ αὐ‐ τῷ θείῳ Πνεύματι θεοφορούμενος ἐδίδασκεν ἐν μεγάλῃ ᾠδῇ λέγων· Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. Καὶ ἐγενήθη μέρος Κυρίου
30λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Διὰ τούτων γοῦν καὶ ὁ Μωϋσῆς Ὕψιστον σαφῶς προσεῖπε τὸν ἀγέννητον Θεὸν, διανέμοντα τὰ ἐπὶ γῆς ἔθνη τοῖς ἑαυτοῦ ἀγγέλοις· Κύριον δὲ τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν παρὰ τοῦ Πατρὸς τὸν Ἰσραὴλ ὑποδεδε‐
35γμένον. Αὐτὸς δ’ οὖν οὗτος ὁ Κύριος καὶ διὰ τῶν προ‐ κειμένων ἐν βοηθείᾳ τοῦ Ὑψίστου κατοικεῖν ἐλέγετο, καταφυγήν τε ἑαυτοῦ τὸν Ὕψιστον τεθεῖσθαι, δηλαδὴ τὸν ἑαυτοῦ Πατέρα. Διὸ λέλεκται πρὸς αὐτόν· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου κατα‐
40φυγήν σου. Ἐπεὶ δὲ Ἰουδαϊκώτερον ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος τὴν ἑρμηνείαν ἐκτεθείκασι, ὑφορώμενοι τὸ περὶ τοῦ Ὑψίστου καὶ περὶ τοῦ Κυρίου ἀποδεδο‐ μένον ἡμῖν δόγμα· καὶ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν εἰπών· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, ὕψιστον ἔθη‐
45κα κατοικητήριόν σου· ὁ δὲ Σύμμαχος· Σὺ γὰρ, Θεὲ, ἀφοβία μου, ὑψίστην ἔθου τὴν κατοίκησίν σου· τηρητέον πρῶτον μὲν, ὡς ἡ πέμπτη ἔκδοσις συνᾴδει τοῖς Ἑβδομήκοντα, φήσασα καὶ αὐτή· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυ‐

23

.

1149

(50)

γήν σου· δεύτερον, ὡς ἡ Ἑβραϊκὴ φωνὴ, Ἐλίων περιέχουσα τὸν Ὕψιστον δηλοῖ. Εὕρομεν γοῦν ἐν νϛʹ ψαλμῷ κείμενον τὸ, Κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον· ἔνθα ἀντὶ τοῦ, τὸν ὕψιστον, τὸ Ἑβραϊ‐ κὸν Ἐλίων περιέχει, ὡς καὶ ἐπὶ τοῦ παρόντος.
55Οὐκ ἄρα χρὴ βιαζομένους τὴν ἀλήθειαν διαστρέφειν. Καὶ ἄλλως δὲ, εἴπερ κατὰ τὸν Ἀκύλαν πρὸς αὐτὸν τὸν Κύριον λέλεκται, Ὅτι σὺ, Κύριε, ἐλπίς
μου, ὕψιστον ἔθηκα οἰκητήριόν σου· ἢ κατὰ1150 in vol. 23

23

.

1152

τὸν Σύμμαχον, Σὺ γὰρ, Κύριε, ἀφοβία μου, ὑψίστην ἔθου τὴν οἴκησίν σου· ἀναφέρεταί τε ὁ λόγος, ὡς ἂν οἰηθεῖεν Ἰουδαίων παῖδες, ἐπὶ τὸν τῶν ὅλων Θεὸν, πῶς συνῆπται ἑξῆς κατὰ μὲν τὸν Ἀκύλαν τὸ, Οὐ
5μεταχθήσεται πρὸς σὲ κακία, καὶ ἁφὴ οὐκ ἐγγιεῖ ἐν σκέπῃ σου· ὅτι ἀγγέλοις αὐτοῦ ἐντελεῖταί σε φυλάξαι ἐν πάσαις ὁδοῖς σου. Ἐπὶ ταρσῶν ἀροῦ‐ σι, μήποτε προσκόψῃ ἐν λίθῳ ὁ ποῦς σου· κατὰ δὲ τὸν Σύμμαχον, μετὰ τὸ, Σὺ, Κύριε, ἀφοβία μου,
10ὑψίστην ἔθου τὴν οἴκησίν σου· πῶς ἐπιλέγεται τὸ, Οὐ κατισχύσει σου κακὸν, οὐδὲ ἁφὴ ἐγγίσει τῇ σκηνῇ σου. Ὅτι τοῖς ἀγγέλοις ἐντελεῖται περὶ σοῦ φυλάσσειν σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν βαστάσουσί σε, ἵνα μὴ προσπαίσῃ ἐν λί‐
15θῳ ποδί σου; Ταῦτα γὰρ πρὸς τὸν τῶν ὅλων Θεὸν λέγεσθαι πῶς οὐκ ἂν εἴη πάντων ἀσεβέστατον; Τίς γὰρ ὁ τοῖς ἀγγέλοις αὐτοῦ ἐντελλόμενος περὶ τοῦ Θεοῦ τῶν ὅλων, ὥστε φυλάττειν αὐτὸν ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ; ἢ πῶς τὸν ἐπὶ πάντων Θεὸν ἐπὶ χειρῶν βα‐
20στάσουσιν, ἵνα μὴ προσπαίσῃ λίθῳ ὁ ποῦς αὐτοῦ; Ἀλλ’ ὁρᾷς, ὡς ὁ λόγος οὐκ ἐπιτρέπει εἰς πρόσωπον τοῦ ἐπὶ πάντων Θεοῦ ταῦτα ἀναφέρεσθαι· ἐπεὶ μηδὲ τὰ ἀνωτέρω ἀπὸ τοῦ, Ὅτι αὐτὸς ῥύσεταί σε ἐκ πα‐ γίδος θηρευτῶν, ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖς
25μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς, καὶ τὰ τούτοις ἑπόμενα. Εἰ δέ τις ταῦτα ἐκλάβοι ἐπὶ τὸν Χριστὸν τοῦ Θεοῦ, καὶ ἐνταῦθα Κύριον, ὥσπερ οὖν καὶ ἐν ἄλλοις ὠνο‐ μασμένον, οὐκ ἂν διαμάρτοι τῆς ἀληθείας· ἐπεὶ καὶ
30ὁ Ἀπόστολος, Εἷς Θεὸς, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος, δι’ οὗ τὰ πάντα· καὶ πάλιν, Εἷς Κύριος, φησὶ, μία πίστις, ἓν βάπτισμα. Εἷς Θεὸς ὁ ἐπὶ πάν‐ των καὶ διὰ πάντων καὶ ἐν πᾶσι. Κύριοί τε δύο ἄντικρυς καὶ ὑπὸ τοῦ Δαυῒδ ὠνομάσθησαν κατὰ τὸ,
35Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἀλλὰ καὶ Μωϋσῆς λέγων, Ἔβρεξε Κύ‐ ριος παρὰ Κυρίου ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ, τῆς αὐτῆς ἂν γένοιτο δόξης· ὥσπερ οὖν
40καὶ ἐν οἷς ἔφασκε τὸ, Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ· ἄντικρυς γὰρ διὰ τοῦ, τὸν Ὕψιστον καὶ Κύριον εἰδὼς φαίνεται· Ὕψιστον μὲν τὸν διανέμοντα καὶ κληρο‐ δοτοῦντα τοῖς ἑαυτοῦ ἀγγέλοις, Κύριον δὲ τὸν μετὰ
45τῶν ἀγγέλων κληρούμενον τὴν πάντων τῶν ἐθνῶν διαφέρουσαν μερίδα. Ἐπεὶ τοίνυν ὁ δηλούμενος ἐν τούτοις Κύριος μορφὴν δούλου λαβὼν ἐν ὁμοιώματι ἀνθρώπων γέγονε, καὶ σχήματι εὑρέθη ὡς ἄνθρω‐ πος, ὑπέμεινέ τε πάντα πειρασμὸν μετὰ τὸ βάπτισμα

23

.

1152

(50)

τὸ ἐν Ἰορδάνῃ, ὅτε ἀνήχθη ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, καὶ ἐν τῇ ἐρήμῳ μʹ ἡμέρας καὶ μʹ νύκτας πειραζόμενος, καὶ ἦν μετὰ τῶν θηρίων, ὥς φησιν ὁ εὐαγγελιστής· εἰκό‐ τως ταῦτα πάντα τὸ Πνεῦμα τὸ ἅγιον προλαβὸν θε‐
55σπίζει, σημαῖνον ὅσα τε ἐν ταῖς τεσσαράκοντα ἡμέραις
πειραζόμενος ὑπέμεινε, καὶ ὅσα κατὰ τὰς ἰσαρίθμους1152 in vol. 23

23

.

1153

ταῖς ἡμέραις νύκτας. Μέλλων γὰρ ἐπὶ τὸ Εὐαγγέλιον τῆς τοῦ Θεοῦ βασιλείας παριέναι, πρὶν ἄρξασθαι τοῦ κηρύγματος, καὶ πρὸ τῆς εἰς ἀνθρώπους εὐεργεσίας, ἐπὶ τὰς ἐχθρὰς καὶ πολεμίας τοῦ τῶν ἀνθρώπων γένους
5δυνάμεις ἀνήγετο· ὅπως, ἐκείνας πρώτας καταγωνι‐ σάμενος καὶ καθελὼν, οὕτως ἐπὶ τὴν τῶν πάλαι κατα‐ πονουμένων λύτρωσίν τε καὶ ἐλευθερίαν παρέλθοι. Ἐχρῆν γὰρ αὐτοὺς δὴ μάλιστα πρώτους τοὺς παρὰ πᾶσι τοῖς ἔθνεσι θεοὺς εἶναι νομίσαντας, καὶ τὰς τῶν
10ἀνθρώπων ψυχὰς αἰχμαλώτους, ἀπὸ τῆς τοῦ τῶν ὅλων Θεοῦ γνώσεώς τε καὶ εὐσεβείας ἀφαρπάσαντας, καθυ‐ ποτάξαι καὶ τῆς τυραννίδος καθελεῖν· εἶθ’ οὕτως ἅπα‐ σιν ἀνθρώποις τὸ Εὐαγγέλιον τῆς τοῦ Θεοῦ βασιλείας παραδοῦναι. Διὸ δὴ πρὸ πάσης ἱστορουμένης αὐτοῦ
15πράξεως ἀνήγετο εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου· καὶ ἦν μετὰ τῶν θηρίων, ὥς φησιν ὁ εὐαγγελιστὴς, θηρία προσειπὼν τὰς ἀπηγριωμένας καὶ θηριώδεις πονηρὰς δυνάμεις. Αὐτὰ δὴ οὖν ταῦτα καὶ ὁ παρὼν ψαλμὸς προαναφωνεῖ προφητικῷ Πνεύ‐
20ματι ἀναγκαίως. Χρὴ γὰρ, διὰ τῶν ἔμπροσθεν διδαχθέν‐ τας τὰ περὶ τῆς εἰς ἀνθρώπους παρουσίας τοῦ προφη‐ τευομένου, καὶ τὰ περὶ τῆς ἐνσάρκου γεννήσεως αὐτοῦ, τά τε περὶ τοῦ θανάτου, ὅπως τε ἐκ σπέρματος Δαυῒδ προελεύσεσθαι προκεκήρυκτο, ἀκολούθως καὶ τὸν ἀγῶνα
25μαθεῖν ἡμᾶς ὃν ἤρατο κατὰ τῶν ἀντικειμένων δυνά‐ μεων. Ταῦτα οὖν ἡ παροῦσα παρίστησι προφητεία προ‐ λέγουσα, ὅσα κατὰ τὴν ἔρημον ὑπέμεινεν ἐφ’ ὅλαις ἡμέ‐ ραις μʹ καὶ νυξὶ ταῖς ἴσαις πειραζόμενος ὑπὸ τοῦ διαβό‐ λου. Θηρευταὶ γὰρ ἦσαν περὶ αὐτὸν ἀόρατοι δυνάμεις,
30παγίδας αὐτῷ κατασκευάζουσαι. Καὶ αἱ μὲν λόγοις ταραχώδεσιν αὐτὸν θορυβεῖν πειρώμεναι, αἱ δὲ φοβεῖν κατὰ τὰς νύκτας, καὶ πάλιν ἄλλα δι’ ἡμέρας βέλη νοητὰ πέμπουσαι κατ’ αὐτοῦ· καὶ αὖθις ἕτεραι οὐκ ὠνομάσθαι ἡμῖν, οὐδὲ λεχθῆναι δυνάμεναι θνηταῖς
35ἀκοαῖς, τὸν κατ’ αὐτοῦ πειρασμὸν πραγματευόμεναι· ὃ δὴ σημαίνει φάσκων ὁ λόγος, Ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου· Ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ἡρ‐ μήνευσεν, Ἀπὸ ῥήματος ἐν σκοτομήνῃ περιπατοῦν‐ τος· ὁ δὲ Σύμμαχος, Οὐδὲ λοιμὸν ζόφῳ ὁδεύοντα.
40 Ἤδη δὲ καὶ τὰ ἀναιδέστατα καὶ ἀρχοντικὰ τῶν δαι‐ μονίων, τὰ ἐν αὐτῇ τῇ μεσημβρίᾳ καὶ τῇ τοῦ ἡλιακοῦ φωτὸς ἀκμῇ τολμῶντα παραφαίνεσθαι, προσῄεσαν αὐτῷ. Τῶν γὰρ ἄλλων τὸ οἰκεῖον σκότος μεταδιω‐ κόντων, καὶ ἐν μόνῃ νυκτὶ φαντασιοῦν εἰωθότων, τὰ
45ἀναιδέστατα καὶ δι’ ἡμέρας τολμᾷ φαίνεσθαι, καὶ ἐν μέσαις αὐγαῖς ἡλίου. Τοιαῦτα δὲ ἦν τὰ καὶ τῷ Σωτῆρι ἐπιόντα· μεθ’ ἡμέραν μὲν οὖν τοιαῦτά τινα αὐτῷ προσῄει, κατὰ δὲ τὰς νύκτας ἕτερα. Διὸ εἴρηται ἑξῆς· Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, καὶ ἀπὸ

23

.

1153

(50)

πράγματος ἐν σκότει διαπορευομένου. Ὁρῶντα δὲ αὐτοῦ τὴν ἄμαχον καὶ ἀήττητον δύναμιν, ὁμοῦ πάλιν ἀθροιζόμενα κατὰ στίφη προσίεσαν αὐτῷ πλήθη δυνάμεων ἀντικειμένων. Καί μοι δοκοῦσιν οἱ πάλαι παρ’ ἀνθρώποις νομιζόμενοι θεοὶ, καὶ τὰ ἀντικείμενα
55πνεύματα, ξένην τινὰ φύσιν καὶ δύναμιν πάντων αὐτῶν καθαιρετικὴν θεώμενα ἐν τῷ ἀνθρώπῳ τοῦ Σωτῆρος ἡμῶν, ὁμοῦ συνῆχθαι ἁπανταχόθεν, ἀθρόα
τε προσιέναι καὶ προσρήσσειν ἐθέλειν αὐτῷ. Καὶ τὰ1154 in vol. 23

23

.

1156

μὲν πρῶτα δι’ ἑτέρων μερικῶν πνευμάτων πειράζειν αὐτὸν ἐπιχειρεῖν τὸν διάβολον· διὸ λέλεκται· Καὶ ἦν μετὰ τῶν θηρίων. Ποίων δὲ θηρίων; ὁ μετὰ χεῖρας παρίστησι λόγος προϊὼν ἑξῆς καὶ λέγων· Ἐπ’ ἀσπί‐
5δα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Τοιούτοις γάρ τισιν, ὡς εἰκὸς, εἴδεσί τε καὶ μορφαῖς σχηματιζόμεναι, τὸν ἀέριον τόπον διιπτάμεναί τινες δυνάμεις πονηραὶ, ἀρχαί τε καὶ ἐξουσίαι, καὶ κοσμοκράτορες τοῦ σκό‐
10τους τούτου, καὶ πνευματικὰ πονηρίας, τρόποις ἀλληγορίας ἀσπίδες καὶ βασιλίσκοι καὶ δράκοντες καὶ λέοντες ὀνομαζόμεναι, ἢ καὶ διὰ τὸ ἐμφερὲς τῆς κακίας τούτοις παραβαλλόμεναι, πάντα πειρασμὸν ἐκίνουν κατ’ αὐτοῦ. Ἐπὶ τέλει δὲ πάντων, ὡς εἶδεν ὁ
15διάβολος ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβεβηκότα αὐτὸν καὶ καταπεπατηκότα πάσας τὰς ὑπ’ αὐτὸν ἐνεργείας, αὐτὸς ἤδη λοιπὸν δι’ ἑαυτοῦ προσῄει ταπεινὸς καὶ ὑποδεδοικὼς, προσέφερέ τε αὐτῷ τὰς ἐρωτήσεις τὰς ἐν τοῖς Εὐαγγελίοις ἀναγεγραμμένας, πειράζων αὐ‐
20τὸν καὶ λέγων, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τάδε, καὶ ποίησον τάδε. Τὴν οὖν ἀθρόαν ὁρμὴν τῶν πονηρῶν πνευμάτων καὶ τὴν ἧτταν αὐτῶν ἡ παροῦσα παρ‐ ίστησι προφητεία· ὁμοῦ μὲν συνῆχθαι διδάσκουσα, μὴ μὴν δεδυνῆσθαί τι μηδ’ ἰσχυκέναι· ἀλλ’ ἐν τῷ
25πλησιάζειν αὐτῷ καταπίπτειν χαμαί. Διὸ λέλεκται· Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου. Ἀντὶ δὲ τοῦ· Ἐκ τοῦ κλίτους σου, Ἀκύλας καὶ Σύμμαχος, Ἐκ τοῦ πλαγίου σου, ἐκδεδώκασιν· οὕτω τῆς θεϊκῆς Γραφῆς τὰ ἀριστερὰ
30τοῦ Σωτῆρος ὀνομαζούσης, τάχα τὸ μηδὲν εἶναι ἐν αὐτῷ σκαιὸν μηδὲ ἀριστερόν. Πλὴν ἀλλὰ περὶ πασῶν ἀθρόως τῶν ἀντικειμένων δυνάμεων εἴρηται τὸ, Πρὸς σὲ δὲ οὐκ ἐγγιοῦσι, καὶ τὸ, Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν
35ὄψει. Καὶ ταῦτα, φησὶ, πάντα ἔσται περὶ σὲ, ἐπει‐ δήπερ σὺ, ὦ Κύριε, ἡ ἐμὴ ἐλπὶς, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Ἡγοῦμαι δὲ τὰς ἀοράτους ταύτας καὶ ἀντικειμέ‐ νας δυνάμεις, τὰς ὑπὸ παντὶ τῷ οὐρανῷ συνῆχθαι
40πάσας ἀθρόως κατ’ αὐτοῦ θορυβηθείσας ἀπὸ τῆς ἐνεχθείσης πρὸς αὐτὸν φωνῆς, ὅτε ἐν εἴδει περιστε‐ ρᾶς τὸ Πνεῦμα τὸ ἅγιον κατέβαινεν ἐπ’ αὐτὸν, ἥ τε ἄνωθεν φωνὴ ἠκούσθη λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Ἀκούσασαι
45γοῦν τῆς φωνῆς ταύτης, καὶ θεασάμεναι τὸν ὑπὸ τοῦ ἁγίου Πνεύματος διὰ τῆς περιστερᾶς ἀναδειχθέντα ἄνθρωπον Υἱὸν Θεοῦ ὠνομασμένον, οὔτε τῇ φωνῇ ἀπιστεῖν εἶχον, οὔτε τὸν ἄνθρωπον ὁρῶσαι σάρκα ἠμφιεσμένον πιστεύειν τοῦτον εἶναι τὸν ἀγαπητὸν τοῦ

23

.

1156

(50)

Θεοῦ. Διὸ ξένον τι χρῆμα καὶ καινὴν ἀνθρώπου φύσιν θεώμεναι, τὰς οἰκείας ἐνεργείας δυνάμει κρείττονι καθαιρεθήσεσθαι προσεδόκησαν. Διὸ δὴ ἐπῄεσαν αὐτῷ ἐπιδόντι εὖ μάλα προθύμως ἑαυτὸν εἰς πάντας τοὺς πειρασμοὺς, οὓς ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας ἀνα‐
55δέδεκτο. Μέλλων γοῦν, ὥσπερ ἔφην, κηρύττειν αἰχμα‐ λώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, κατὰ τὴν
περὶ αὐτοῦ προφητείαν, ἀφέλκειν τε τὰς τῶν ἀνθρώ‐1156 in vol. 23

23

.

1157

πων ψυχὰς ἀπὸ τῶν πάλαι ᾐχμαλωτικότων αὐτὰς, ἐλευθεροῦν τε αὐτὰς ἀπὸ τῆς εἰδωλολάτρου πλάνης, ἀναγκαίως πρῶτον ἁπάντων κατ’ αὐτῶν ἐστρατεύετο τῶν τὸν μακρὸν αἰῶνα τετυραννηκότων. Ἐπεὶ δὲ
5τούτοις κατηγωνίσατο δι’ ὑπομονῆς παντὸς πειρα‐ σμοῦ, διό φησιν ὁ Λουκᾶς· Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ’ αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τὴν τῶν ἀνθρώπων θεραπείαν ἐχώρει· ἔνθεν καὶ ἔφριττον αὐτὸν οἱ δαίμονες, ὡμολόγουν
10τε αὐτὸν εἰδέναι ὅστις εἴη, βοῶντες καὶ λέγοντες· Ἔα, τί ἡμῖν καί σοι, Υἱὲ τοῦ Θεοῦ; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. Ἀπὸ γὰρ τῆς πρὸς αὐτὸν ἐνεχθείσης φωνῆς μεμαθήκεισαν ὅστις ἦν· ἀλλὰ καὶ ἀφ’ ὧν εἰργάσατο κατὰ τὸν τοῦ πειρασμοῦ καιρὸν
15ᾔδεσαν αὐτοῦ τὴν δύναμιν. Οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί
20σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Καὶ ταῦτα τῷ κατὰ Χριστὸν τετελειωμένῳ ἀνδρὶ καὶ τῷ χορῷ τῶν τοῦ Χριστοῦ μαρτύρων, τῇ τε ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ, καὶ δὴ καὶ αὐτῷ τῷ Χριστοῦ σώ‐ ματι ἁρμόσειεν ἂν λέγεσθαι· Εἰ γὰρ παρεμβάλλει
25ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτοὺς, τῶν ὑπερβεβηκότων τὸν φόβον καὶ ἐν ἕξει τελείᾳ τῆς κατὰ ψυχὴν ἀρετῆς τυγχα‐ νόντων, ὁποῖός ἐστιν ὁ καθήμενος ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ ὑπὸ τὴν σκιὰν τοῦ ἱκανοῦ αὐλιζό‐
30μενος· τῶν οὖν τοιούτων οὐχ εἷς ἄγγελος, ἀλλὰ παρεμβολαὶ πλείους καθίστανται φύλακες, ὅσαι καὶ πλείους οἱ τῷ κατὰ Θεὸν τελείῳ ἐπιβουλεύοντες. Οὕτω γοῦν καὶ τὸν προφήτην Ἑλισσαῖον ἐκύκλουν πλῆθος δορυφόρων ἀγγέλων. Διὸ οὐδὲν τῶν βλαπτικῶν
35ἐπελεύσεσθαι λέγεται τῷ διὰ τοῦ ψαλμοῦ προφητευο‐ μένῳ· ἀλλ’ οὐδὲ μάστιξ ἐπὶ τὸ σῶμα ἐφάψασθαι τοῦ σκηνώματος αὐτοῦ· μάστιγα νοούντων ἡμῶν οὐ τὴν κοινότερον λεγομένην· ταύτῃ γὰρ ἐμαστίχθησαν μυ‐ ρίοι τῶν ἁγίων τοῦ Θεοῦ μαρτύρων καὶ αὐτοῦ δὲ τοῦ Σω‐
40τῆρος ἡμῶν τὸ σωματικὸν σκήνωμα καὶ ἡ σὰρξ μάστιξιν ᾐκίσθη κατὰ τὸν καιρὸν τοῦ πάθους, ἀκολούθως τῇ φασκούσῃ περὶ αὐτοῦ προφητείᾳ, Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα· διὸ μάστιγα νῦν δηλοῦσθαι τὴν ἀπὸ
45δαιμονικῆς ἐνεργείας πληγὴν νομιστέον, ὁποίας εἴ‐ ρηται αὐτὸς ὁ Σωτὴρ ἰάσασθαι καὶ θεραπεύειν ἐν ἀνθρώποις δαιμόνων ἀκαθάρτων μάστιγας. Τοιαύτην οὖν μάστιγά φησιν ὁ παρὼν λόγος μὴ ἐγγίσειν τῷ σκηνώματι τοῦ προφητευομένου, διὰ τὸ φυλάττεσθαι

23

.

1157

(50)

ὑπὸ τῶν καθεσταμένων ἐπὶ τὸ φρουρεῖν αὐτὸν ἀγγέ‐ λων, οἳ δὴ καὶ ἐπὶ χειρῶν αὐτὸν μετέωρον ἀναλή‐ ψεσθαι λέγονται, πρὸς τὸ μὴ προσκόπτειν αὐτοῦ λίθῳ τὸν πόδα. Σκήνωμα δὲ αὐτοῦ καθ’ ἕνα μὲν τρόπον ἐρεῖς εἶναι τὴν Ἐκκλησίαν αὐτοῦ, κατὰ τὸ, Ἕως
55ἂν εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ
Ἰακώβ· οὕτω καὶ πλείονα σκηνώματα τὰς ἁπαντα‐1158 in vol. 23

23

.

1160

χοῦ γῆς εἰρημένας ἐκκλησίας οἶδεν ὁ φήσας λόγος· Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυ‐ νάμεων! Καθ’ ἕτερον δὲ τρόπον τὸ σωματικὸν ὄργανον, ἐν ᾧ κατεσκήνωσεν ὁ τοῦ Θεοῦ Λόγος, λεχθείη ἂν αὐτοῦ σκήνωμα.
5 Τὰ μὲν κεφαλαιωδέστερα καὶ μείζονα τῶν κατορ‐ θωμάτων τοῦ διὰ τῆς προφητείας δηλουμένου διὰ συν‐ εργείας τοῦ μείζονος κατωρθοῦτο. Καθήμενος γὰρ ἐν βοηθείᾳ τοῦ Ὑψίστου ὁ κατὰ σάρκα νοούμενος ἡμῖν ὁ ἐκ σπέρματος Δαυῒδ γεγονὼς, ὁ αὐτὸς δὲ τὸν
10Ὕψιστον θέμενος αὐτοῦ καταφυγὴν, εἰκότως ὑπὸ τοῦ Ὑψίστου ἐφυλάττετο· διὸ καὶ αὐτῷ ἔλεγεν· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν. Αὐτὸς γὰρ αὐτὸν ἐῤῥύετο ἐκ παγίδος θηρευτῶν, καὶ ἐν τοῖς μετα‐
15φρένοις αὐτοῦ ἐπεσκίαζεν αὐτόν· ἀλλὰ καὶ ἐκύκλου αὐτὸν περιβάλλων ἀληθείας ὅπλῳ. Καὶ ταῦτα πάντα παρεῖχεν αὐτῷ Ὕψιστος, ὅπως μὴ ταράττηται ἀπὸ φόβου νυκτερίνου, μήτε ἀπὸ βέλους πετομένου ἡμέ‐ ρας, μηδὲ ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου,
20μηδὲ ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Ἔτι δὲ πρὸς τούτοις αὐτὸς ὁ Ὕψιστος συνεργῶν τῷ περὶ οὗ ὁ λόγος, πάσας τὰς τῶν ἐχθρῶν αὐτοῦ καὶ πολεμίων δυνάμεις καθῄρει καὶ ὑπὸ πόδας αὐτοῦ κατέβαλλε. Διὸ ἐλέγετο· Πεσεῖται ἐκ τοῦ κλίτους
25σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Τὰ μὲν οὖν, ὡς ἔφην, μεγάλα καὶ ἐντελῆ κατορθώματα ὁ Ὕψιστος αὐτὸς συνεργῶν τῷ δηλουμένῳ ἐξετέλει· τὰ δὲ, ὡς ἂν εἴποι τις, λεπτὰ καὶ σωματικώτερα ἀγγέλοις διακονεῖσθαι προσ‐
30έταττε. Ταῦτα δὲ ἦν τὰ περὶ τὸ σκήνωμα αὐτοῦ, δηλαδὴ τὸ σωματικὸν ὄργανον, καὶ τὰ περὶ αὐτὴν τὴν σάρκα, ἃ δὴ ὡς σμικρὰ καὶ παραθέσει τῶν ἔμπροσθεν κατωνομασμένων εὐτελῆ, ὑπηρέταις ἀγγέλοις παρεδίδοτο εἰς τὸ φυλάττειν, μή τι κακο‐
35ποιὸν ἐπέλθοι τῷ σώματι αὐτοῦ, μηδέ τις μάστιξ ἐγχρίμψειεν, οὐκ αὐτῷ, ἀλλὰ τῷ σκηνώματι αὐτοῦ· αὐτῷ γὰρ οὔτε χιλιάδες, οὔτε μυριάδες δυνάμεων πονηρῶν πλησιάζειν ἐτόλμων. Διηκονοῦντο δὲ ἄγγελοι τῇ σαρκὶ τοῦ προφητευομένου καὶ τῷ σώματι, καὶ
40μέχρι τοῦ σμικροτάτου καὶ εὐτελεστάτου· ὃ δὴ καὶ παρίστησιν ὁ λόγος φάσκων· Ὅπως μὴ προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Σημαίνειν γὰρ οἶμαι διὰ τούτου τὸ καὶ μέχρι τοῦ τυχόντος καὶ βραχυτάτου συμβαίνειν εἰωθὸς περὶ τοῦ σώματος ἀγγέλους δια‐
45κονεῖσθαι αὐτῷ. Ἔχεις δὲ καὶ ἐν Εὐαγγελίοις ἐπὶ τοῦ Σωτῆρος αὐτοῦ ταύτην τὴν μαρτυρίαν. Ὁ μὲν γὰρ Μάρκος ἀνέγραψε κατὰ τὸν καιρὸν τοῦ πειρα‐ σμοῦ τοῦ Σωτῆρος, ὡς ἄρα ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ· ὁ Ματθαῖος πάλιν τὸν

23

.

1160

(50)

αὐτὸν καιρὸν ἐπισημηνάμενός φησι· Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ. Ἀλλὰ ὅτι μὲν οἱ ἄγγελοι διη‐ κόνουν αὐτῷ, ἔδειξαν οἱ εὐαγγελισταί· ποίας δὲ δια‐ κονίας αὐτῷ παρεῖχον, οὗτοι μὲν οὐκ ἐμνημόνευσαν·
55ἡ δὲ προκειμένη προφητεία ἐδίδαξεν, ὅτι τὴν περὶ τὰ σωματικὰ καὶ σμικρὰ διακονίαν. Ἐφύλαττον γὰρ αὐτοῦ τὸ σκήνωμα, ὅπως μὴ μάστιξ αὐτῷ πλησιάσῃ· ἐφρούρουν δὲ αὐτοῦ καὶ τοὺς πόδας, ὡς ἂν μὴ προσ‐
κόψειαν μέχρι τοῦ σμικροτάτου καὶ εὐτελεστάτου.1160 in vol. 23

23

.

1161

Καὶ ταῦτα μὲν κατ’ αὐτὴν τὴν λέξιν· πρὸς δὲ διάνοιαν ἐπισκήνωμα τοῦ Σωτῆρος ἡμῶν ἡ Ἐκκλησία αὐτοῦ ἀποδέδεικται· ἀλλὰ καὶ σῶμα αὐτοῦ ὁ λαὸς αὐτοῦ κατὰ τὸν φήσαντα Ἀπόστολον· Ὑμεῖς δέ ἐστε
5σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους. Εἶεν ἂν τῶν μελῶν οἱ μὲν ὀφθαλμοὶ τοῦ Χριστοῦ σώματος, οἱ δὲ καὶ ὦτα, οἱ δὲ καὶ χεῖρες· κατὰ ταῦτα τοίνυν ἔσονται αὐτοῦ καὶ πόδες ἕτεροι, περὶ ὧν εἴρηται· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά! Τούτων δὴ
10οὖν τῶν ποδῶν, ὅπως μή τις προσκόψῃ πρὸς λίθον τὸν πόδα, μηδὲ σκανδαλίζηται ἐν τῷ δρόμῳ, ὁμαλῶς τε καὶ ἀκωλύτως διατρέχῃ τὴν τοῦ Εὐαγγελίου πορείαν, ἄγγελοι καθέστανται φρουροῦντες τοῦ δηλωθέντος σκηνώματος φύλακες. Πάλιν ἕτεροι ἄγγελοι οἱ τὰς ἐκ‐
15κλησίας τοῦ Χριστοῦ τὰς ἁπανταχοῦ γῆς ἱδρυθείσας πεπιστευμένοι. Ταῦτα δὲ μὴ συνιεὶς ὁ διάβολος· πῶς γὰρ ἢ πόθεν αὐτῷ τοῦ θείου Πνεύματος συνιέναι φω‐ νάς; ἐν τῷ πειράζειν τὸν Σωτῆρα, εἰς τὸ πτερύγιον αὐτὸν τοῦ ἱεροῦ ἀναγαγὼν, εἶπε πρὸς αὐτόν· Εἰ Υἱὸς
20εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω. Γέγραπται γὰρ, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Συνιδὼν γὰρ ἔργοις αὐτοῖς εἰς τὸν Σωτῆρα πεπληρωμένην τὴν ἐν τοῖς προκει‐
25μένοις προφητείαν, ὁρῶν τε ξένον θέαμα ἐν ἀνθρώ‐ που φύσει, ὡς πᾶσαν αὐτοῦ τὴν στρατείαν καθῃρῆ‐ σθαι, καὶ πάσας αὐτοῦ νενικῆσθαι τὰς δυνάμεις, ὑπὸ τοῦ φαινομένου, χιλιάδας τε ἀθρόας, καὶ μυριάδας ἀπέμπροσθεν αὐτοῦ πιπτούσας, αὐτόν τε ἀτρεμεὶ καὶ
30ἀπαραποδίστως ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβαί‐ νοντα, λέοντά τε καὶ δράκοντα, τὰς ἀρχοντικὰς αὐ‐ τοῦ δυνάμεις, καταπατοῦντα, καὶ τοῦτ’ ἐπείραζε γνῶ‐ ναι, εἰ, ἑαυτὸν ἀπὸ τοῦ πτερυγίου ῥίψαντος, ἄγγελοι προσελθόντες αὐτὸν βαστάσουσι. Πρὸς ταύτην αὐτοῦ
35τὴν ὑπόνοιαν διεψευσμένην οὖσαν ὁ Σωτὴρ ἀπεκρί‐ νατο· Γέγραπται, λέγων, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Τὸ γὰρ ἑαυτὸν κρημνίζειν καὶ κατα‐ βάλλειν ἀπὸ τῶν ὑψηλοτάτων, καὶ τοῦτο ποιεῖν ἵνα γνῷ. πότερόν ποτε βοηθείας τεύξεται τῆς διὰ τῶν
40ἀγγέλων, ἢ μὴ, πειράζοντος ἦν τὸν Θεόν· ὃ δὴ πει‐ ράζειν ἐβούλετο ὁ πειράζων. Οἰκεῖον γὰρ αὐτῷ ἦν πειράζοντι τὸν Σωτῆρα, καὶ τὸν Θεὸν πειράζειν τολ‐ μᾷν. Ἀλλ’ οὐχ ὁ Σωτήρ γε ἐπείραζεν· εὖ γὰρ ᾔδει καὶ πέπειστο περὶ τῆς τοῦ Πατρὸς δυνάμεως τῆς
45συνεργούσης αὐτῷ. Διὸ καὶ τῷ διαβόλῳ προστακτι‐ κῶς παρεκελεύετο λέγων· Οὐκ ἐκπειράσεις Κύ‐ ριον τὸν Θεόν σου, θείας Γραφῆς λέξιν τὴν ἀπὸ τοῦ νόμου ἀντιπαρατιθεὶς τῇ φωνῇ τῆς παρούσης Γραφῆς, ἣν μὴ νοήσας ὁ διάβολος προήγαγεν αὐτῷ,

23

.

1161

(50)

μὴ συνιεὶς, ὅτι οὐκ ἐδεῖτο βοηθείας ἀγγέλων ὁ Σωτὴρ, εἰ καὶ καθ’ ὑπόθεσιν οἰκείᾳ προαιρέσει καθεῖναι ἑαυ‐ τὸν ἐβουλήθη· ἐπεὶ καὶ κατὰ τὴν εἰς οὐρανοὺς ἀνά‐ ληψιν (ὅπερ ἦν μεῖζον τῆς ἀπὸ τοῦ πτερυγίου τοῦ ἱεροῦ ἐπὶ τὴν γῆν δι’ ἀέρος καθόδου), οὐκ ἀγγελικῆς
55ἐδεήθη χειρός. Ὅρα δὲ, πῶς, μνημονεύσας ὁ διάβο‐ λος τοῦ, Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκό‐
ψῃς πρὸς λίθον τὸν πόδα σου, τὸ ἑξῆς συνημμέ‐1162 in vol. 23

23

.

1164

νον οὐ προσέθηκε· τοῦτο δὴ τὸ, Ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα, σαφῶς τὴν κατ’ αὐτοῦ τοῦ διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ νίκην τοῦ Σωτῆρος παρι‐
5στῶντα. Οὐ γὰρ ἐβούλετο τὸν καθ’ ἑαυτοῦ ἔλεγχον παρατίθεσθαι. Εἰ δὲ μὴ τὴν ἑαυτῷ συνέσεως χρῆν ἐπιλογίσασθαι, ὡς οὐκ ἦν τοῦ αὐτοῦ τὸ δύνασθαι ἐπιβαίνειν καὶ καταπατεῖν τὰς τοιαύτας ἀρχοντικὰς δυνάμεις, καὶ μὴ προσκόπτειν πρὸς λίθον τὸν πόδα,
10ὡς δεῖσθαι φυλακῆς ἀγγέλων καὶ βοηθείας. Ἀλλ’ ἐκεῖνος μὲν οὐ συνιεὶς κέχρηται τῇ ἀπὸ προκειμένης προφητείας φωνῇ, διὰ τὸ τὰ λοιπὰ συνεωρακέναι πεπληρωμένα εἰς αὐτόν· ὁ δὲ Σωτὴρ οὐκ ἀπαρνεῖται μὲν τὸ περὶ αὐτοῦ εἰρῆσθαι τὸ λόγιον· μὴ συνιέντα
15δὲ αὐτὸ τὸν διάβολον, ἀφίησι καταλλήλῳ χρησάμενος τῇ πρὸς αὐτὸν ἀποκρίσει. Ἡμεῖς δὲ, τῇ αὐτοῦ χάριτι τοῦ Σωτῆρος ἡμῶν, ὅπως τὰ κατὰ τοὺς τόπους τεθεωρήκαμεν, πρόκειται τοῖς ἐντυγχάνουσιν ἐκ τῶν εἰρημένων διαγινώσκειν. Ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ κα‐ ταπατήσεις λέοντα καὶ δράκοντα. Ὅτι ἐπ’ ἐμὲ
20ἤλπισε, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρὸς μὲ, καὶ ἐπακούσομαι αὐτοῦ, μετ’ αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σω‐
25τήριόν μου. Τὰ μὲν περὶ τοῦ σκηνώματος ἀγγέλοις ἐνετέλλετο, κατὰ τὰ προαποδοθέντα, ὅπως ἄγγελοι τη‐ μελῶσι καὶ φυλάττωσι τοῦ ἐν Χριστῷ τετελειωμένου ἀνδρὸς, ἢ καὶ τῆς Ἐκκλησίας αὐτοῦ, ἢ καὶ τῆς σαρκὸς, ᾗ κέχρητο δίκην ὀργάνου ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας.
30Ταῦτα γὰρ ὡς βραχύτερα καὶ εὐτελέστερα ἀγγέλοις ἐπετέτραπτο· καὶ οἶμαι ὅτι, ὡς ἄν τις οἰκέταις ἐπιτρέ‐ ψειεν ὑποδημάτων διακονίαν, ἢ ἄλλων τινῶν εὐτελε‐ στέρων ὑπηρεσίαν, οὕτως ὅσα μικρὰ καὶ σωματικὰ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνηργεῖτο σαρκὸς, τού‐
35των ὑπηρέται καθίσταντο ἄγγελοι, καὶ διηκόνουν αὐτῷ· περὶ ὧν καὶ ἡ τοῦ Εὐαγγελίου γραφὴ μαρτυ‐ ρεῖ λέγουσα, ὅτι Προσῆλθον ἄγγελοι, καὶ διηκό‐ νουν αὐτῷ. Τὰ δὲ προὐργιαίτερα καὶ μείζονα καὶ ὑψηλότερα οὐκέτι ἀγγέλοις, ἀλλ’ αὐτῷ τῷ Σωτῆρι
40ἀνατίθησι. Τίνα δὲ ἦν ταῦτα, δεδήλωται διὰ τῶν ἔμ‐ προσθεν· ἐν οἷς ἦν καὶ τὸ, Πεσεῖται ἐκ τοῦ κλί‐ τους σου χιλιὰς καὶ μυριὰς ἐκ τῶν δεξιῶν σου. Τέλος δὲ πάντων καὶ ὑστάτη κατὰ πάντων τοῦ Σω‐ τῆρος ἡμῶν νίκη παρίσταται διὰ τοῦ, Ἐπ’ ἀσπίδα
45καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις δρά‐ κοντα καὶ λέοντα. Δηλοῦσθαι δὲ διὰ τούτων ἡγοῦ‐ μαι ἀρχὰς καὶ ἐξουσίας καὶ κοσμοκράτορας, καὶ τὰ πνευματικὰ τῆς πονηρίας. Ταύταις μὲν οὖν ἐπιβαί‐ νειν, καὶ τὰ τοσαῦτα θηρία καταπατεῖν τοῖς θειοτέ‐

23

.

1164

(50)

ροις τῆς ἐνθέου δυνάμεως αὐτοῦ βαδίσμασιν αὐτὸς ὁ Σωτὴρ λέγεται· τὸ δὲ ἐν μηδενὶ προσκόπτειν, μηδ’ ἐμποδὼν γίνεσθαί τινα ταῖς σωματικωτέραις ἐνερ‐ γείαις αὐτοῦ, ἄγγελοι τὴν διακονίαν εἰλήφεσαν. Ἀλλ’ ὥσπερ ἐπὶ τοῦ σωματικοῦ σκηνώματος αὐτοῦ ἐλέ‐
55γετο, Μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου, καὶ τὸ αἴτιον ἐπήγετο διὰ τοῦ, Ὅτι τοῖς ἀγγέλοις
αὐτοῦ ἐντελεῖται περὶ σοῦ· οὕτω καὶ νῦν μετὰ τὸ,1164 in vol. 23

23

.

1165

Ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ κατα‐ πατήσεις δράκοντα καὶ λέοντα, πάλιν ἡ αἰτία ἐπι‐ λέγεται, οὐκ ἐπ’ ἀγγέλους ἀναφέρουσα, ἀλλ’ ἐπ’ αὐ‐ τὸν τὸν Ὕψιστον, οὗ ἐκ προσώπου λέλεκται, Ὅτι ἐπ’
5ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν. Πῶς δὲ ἐπ’ αὐτὸν ἤλπισε, προλαβὼν ἐδίδαξεν ὁ λόγος εἰπών· Ὁ κατοι‐ κῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου· καὶ, Ἐρεῖ τῷ Κυ‐ ρίῳ· Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν. Ἡ τοίνυν ἐπινί‐
10κιος καὶ τελευταία πρᾶξις μετὰ πάσας τὰς προκατα‐ λεχθείσας τοῦ Σωτῆρος ἡμῶν, ἢ καὶ τοῦ ἐν αὐτῷ τελειουμένου ἀνδρὸς, ἢ καὶ τοῦ αὐτοῦ τελείου σώμα‐ τος τῆς Ἐκκλησίας αὐτοῦ, δηλωθεῖσα διὰ τοῦ, Ἐπ’ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατή‐
15σεις δράκοντα καὶ λέοντα, τὴν πᾶσαν ἀναφορὰν καὶ τῆς νίκης τὴν αἰτίαν ἐπὶ τῷ Ὑψίστῳ ἀνατίθησι. Διὸ λέλεκται· Ὅτι ἐπ’ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. Μετ’ αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι καὶ δοξάσω αὐτόν. Καί μοι δο‐
20κεῖ καθ’ ἑτέραν διάνοιαν ἡ προφητεία θεσπίζειν πάντα τὸν τρόπον τοῦ κατὰ ἄνθρωπον βίου τοῦ Σω‐ τῆρος ἡμῶν· λέγω δὲ τὸν πρῶτον πειρασμὸν, καὶ τὸν κατὰ τὸ πάθος, τήν τε μετὰ τὴν λύσιν τοῦ σώματος ἐπὶ τὰς ἀντικειμένας δυνάμεις ἔφοδον. Καὶ τὰ μὲν
25πρῶτα τοῦ ψαλμοῦ· κοινότερον δὲ οὕτω λεγέσθω ἡ παροῦσα προφητεία τὸν πειρασμὸν αἰνίττεσθαι τὸν ἐπὶ τῆς ἐρήμου, ὃν ἐν τοῖς Εὐαγγελίοις εἰσῆκται πειραθεὶς ὑπὸ τοῦ διαβόλου· τὰ δὲ δεύτερα, ἐν οἷς ἀγγέλους διακονεῖσθαι τῷ αὐτοῦ σώματι παρέστησεν
30ὁ λόγος, τὴν κατὰ τὸν ἀνθρώπινον βίον διατριβὴν αὐ‐ τοῦ· τὰ δὲ τρίτα, δι’ ὧν λέγεται ἐπ’ ἀσπίδα καὶ βα‐ σιλίσκον ἐπιβεβηκέναι, καὶ καταπεπατηκέναι δρά‐ κοντα καὶ λέοντα, τὴν μετὰ τὸν θάνατον κατὰ τῶν ἀρχοντικῶν πνευμάτων νίκην· μεθ’ ἃ πάντα ἐπιλέ‐
35γεται· Ἐξελοῦμαι αὐτὸν καὶ δοξάσω αὐτόν· Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου, τῆς μετὰ τὸν θάνατον ἐκ νεκρῶν σωτηρίας, καὶ τῆς μακραίωνος καὶ ἀθανά‐ του ζωῆς, τῆς τε ἐνθέου δόξης καὶ τῆς παρὰ τῷ Πατρὶ τιμῆς τε καὶ βασιλείας διὰ τούτων παριστα‐
40μένης. ΨΑΛΜΟΣ ῼΔΗΣ, ΕΙΣ ΤΗΝ ΗΜΕΡΑΝ ΤΟΥ ΣΑΒ‐ ΒΑΤΟΥ. ϟΑʹ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλ‐ λειν τῷ ὀνόματί σου, Ὕψιστε, τοῦ ἀναγγέλλειν
45τὸ πρωῒ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα, ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ’ ᾠδῆς ἐν κι‐ θάρᾳ. Τὰς τῶν Σαββάτων ἡμέρας οἱ πρὸ Μωϋσέως δίκαιοι καὶ θεοφιλεῖς ἄνδρες οὔτ’ ᾔδεσαν, οὔτ’ ἐφύ‐ λαττον. Οὔτ’ οὖν αὐτὸς Ἀβραὰμ, οὔτε Ἰσαὰκ, οὔτε

23

.

1165

(50)

Ἰακὼβ, οὔτε οἱ τούτου παῖδες, ἀλλ’ οὐδὲ οἱ ἔτι τού‐ των τῷ χρόνῳ παλαιότεροι φαίνονται γινώσκοντες ἡμέραν Σαββάτου. Ἐπεὶ τοίνυν οἱ ἐκ περιτομῆς, ὡς μέγα τι κατορθοῦντες, τὰ Σάββατα φυλάττειν ἡγοῦν‐ ται, ἃ οὐδὲ φυλάττουσι κατὰ τὸ βούλημα τοῦ νόμου,
55παραθετέον αὐτοῖς τὰ εἰρημένα. Καὶ ἐπειδὴ κατά‐ παυσιν σημαίνει τὸ Σάββατον, γέγραπται γοῦν· Καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ζʹ ἀπὸ πάν‐
των τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε, καὶ ἡγίασεν1166 in vol. 23

23

.

1168

αὐτήν· ἐρεῖς, ὅτι προσήκει νοῆσαι Θεοῦ κατάπαυ‐ σιν, καὶ τὸ ἀληθινὸν Σάββατον ἐκδέξασθαι ἐπαξίως τοῦ Θεοῦ. Τοὺς γὰρ ἀσεβεῖς ἀνθρώπους φησὶ μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ λέγων ἐν
5ψαλμοῖς, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Οὐκοῦν ἀναγκαῖον κατὰ διάνοιαν ἐκλαβεῖν Σάββατα Θεοῦ, καὶ ἀνάπαυσιν Θεῷ πρέπουσαν, ἧς ἀσεβεῖς
10μὲν οὐκ ἀξιοῦνται, μόνοι δὲ οἱ δίκαιοι καὶ τοῦ Θεοῦ φίλοι. Οὕτω γοῦν εἴποιμεν ἂν καὶ τὸν Ἀβραὰμ, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰακὼβ, τούς τε πρὸ αὐτῶν καὶ μετ’ αὐτοὺς θεοφιλεῖς πάντας κατὰ διάνοιαν ἐγνωκέ‐ ναι καὶ πεφυλακέναι τὰ Σάββατα τοῦ Θεοῦ, καὶ εἰσ‐
15εληλυθέναι εἰς τὴν κατάπαυσιν αὐτοῦ. Τί δὴ οὖν ση‐ μαίνει τὸ Σάββατον, ἀναγκαῖον ἐπιστῆσαι. Ὁ λόγος ἀνάπαυσιν δηλοῖ Θεοῦ· εἰσάγει τε ταύτην μετὰ τὴν τῶν αἰσθητῶν κοσμοποιίαν. Θεοῦ δὲ ἀνάπαυσις τίς ἂν γένοιτο ἑτέρα τῆς πρὸς τοῖς νοητοῖς καὶ ὑπερκο‐
20σμίοις διαγωγῆς; Ὅτε μὲν γὰρ περὶ τὰ αἰσθητὰ περισκοπεῖ καὶ περὶ τὰ ἔργα τῆς τοῦ κόσμου προ‐ νοίας καταγίνεται, ἐργάζεσθαι λέγεται· καὶ οὕτως ἀκουστέον λέγοντος τοῦ Σωτῆρος ἡμῶν, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· ὅτε δὲ
25πρὸς τοῖς ἀσωμάτοις καὶ ὑπερκοσμίοις ἐστὶ, καὶ, ὡς ἂν εἴποι τις, ἐν τῇ αὐτόσε αὐτοῦ περιωπῇ, τὸ τηνι‐ καῦτα ἀνάπαυσιν ἄγειν, καὶ τὸ αὐτοῦ Σάββατον ἐπι‐ τελεῖν νοεῖται. Κατὰ τὰ αὐτὰ τοιγαροῦν καὶ οἱ τοῦ Θεοῦ ἄνδρες, ἐπειδὰν, τῶν κοπούντων τὴν ψυ‐
30χὴν ἔργων (τοιαῦτα δὲ πάντα τὰ σωματικὰ καὶ φίλα τῆς γεώδους σαρκὸς), ἀπαλλαγέντες, ὅλοι γένωνται πρὸς τῷ Θεῷ καὶ πρὸς τῇ τῶν θείων καὶ νοητῶν σχολῇ τε καὶ θεωρίᾳ, τότε τὰ φίλα τῷ Θεῷ Σάββατα καὶ ἀνάπαυσιν Κυρίῳ τῷ Θεῷ ἄγουσι. Καὶ περὶ τῶν
35τοιούτων Σαββάτων διδάσκει λέγων· Ἆρα ἀπολείπε‐ ται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ; καὶ πάλιν· Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κα‐ τάπαυσιν. Τὸ γὰρ τέλειον Σάββατον, καὶ ἡ τελεία καὶ ἡ τρισμακαρία κατάπαυσις ἐν τῇ τοῦ Θεοῦ βα‐
40σιλείᾳ τυγχάνει, ὑπὲρ τὴν ἑξαήμερον δημιουργίαν καὶ τῶν αἰσθητῶν ἁπάντων ἐκτὸς ἐν ἀσωμάτοις καὶ ὑπερκοσμίοις, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη, καὶ στεναγμός· ἔνθα τῆς θνητῆς καὶ φθαρτῆς ζωῆς ἀπαλλαγέντες, καὶ ἀργίαν ἀργήσαντες τὴν θεοφιλῆ
45καὶ μακαρίαν, τῶν τε σωματικῶν πράξεων καὶ τῆς δουλείας τῆς σαρκὸς ἐλευθερωθέντες, σὺν αὐτῷ τῷ Θεῷ καὶ παρ’ αὐτῷ γενόμενοι, σαββατίσομέν τε καὶ ἀναπαυσόμεθα. Διό φησιν ὁ Ἀπόστολος· Σπουδάσω‐ μεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν.

23

.

1168

(50)

Εἰκόνα δ’ ἐκείνου τοῦ Σαββάτου καὶ τῆς τελείας ἐκεί‐ νης καὶ τρισμακαρίας ἀναπαύσεως φέροντες ἐπὶ γῆς τοῦ Θεοῦ ἄνδρες, σχολὴν μὲν ἐποιοῦντο καὶ ἀργίαν τῶν μακρὰν ἀφιστάντων τοῦ Θεοῦ, ὅλοι δὲ πρὸς τῇ τῶν θείων θεωρίᾳ γιγνόμενοι, δι’ ἡμέρας τε καὶ νυ‐
55κτὸς τῇ τῶν ἱερῶν λόγων μελέτῃ προσκαρτεροῦντες, ἅγια Σάββατα καὶ ἀνάπαυσιν φίλην τῷ Θεῷ διανέ‐
παυον τότε καὶ ἐσαββάτιζον. Ἔνθεν εἰκότως καὶ ὁ1168 in vol. 23

23

.

1169

Μωϋσέως νόμος, σκιὰς τῶν εἰρημένων καὶ σύμβολα παραδιδοὺς, ἡμέραν τινὰ τοῖς πλήθεσιν ἀφώρισε, ὅπως κἂν ταύτῃ ἀπέχωνται μὲν τῶν συνήθων ἔργων, σχολάζοιεν δὲ τῇ τοῦ θείου νόμου μελέτῃ. Ὅ γε μὴν
5παρὼν ψαλμὸς διαῤῥήδην διδάσκει ἐπὶ τοῦτο δεῖν τὴν τοῦ Σαββάτου σχολὴν ποιεῖσθαι καὶ τὴν τῶν ἀνωφε‐ λῶν ἀργιῶν ἐπὶ τὸ κατὰ ταὐτὸν συνερχομένους ἐρ‐ γάζεσθαι τὰ διὰ τοῦ ψαλμοῦ δηλούμενα. Ἦν δὲ πρῶ‐ τον ἐξομολογεῖσθαι τῷ Κυρίῳ· δεύτερον ψάλλειν διὰ
10τῶν μουσικῶν ὀργάνων τῷ ὀνόματι αὐτοῦ· τρίτον ἀναγγέλλειν κατὰ τὰς ἑωθινὰς ὥρας τὸ ἔλεος αὐτοῦ· τέταρτον διηγεῖσθαι τὴν ἀλήθειαν αὐτοῦ κατὰ τοὺς νυκτερινοὺς καιρούς· καὶ ταῦτα πράττειν μὴ μόνον χείλεσι καὶ φωνῇ, ἀλλὰ καὶ διὰ τῆς τῶν μουσικῶν ὀργάνων ἀνακρούσεως· Ἐν δεκαχόρδῳ γὰρ, φησὶ, ψαλτηρίῳ καὶ μετ’ ᾠδῆς ἐν κιθάρᾳ.
15 Ὁρᾷς οὖν ὅσα πράττειν ὁ παρὼν λόγος παραινεῖ κατὰ τὴν τῆς ἀναστάσεως ἡμέραν; Ἐπιγέγραπται γοῦν ὁ ψαλμὸς, εἰς τὴν ἡμέραν τοῦ Σαββάτου. Ἀλλὰ καὶ οἱ ἱερεῖς ἐν τῷ ἱερῷ κατὰ τὸ Σάββατον ἕτερα πλεῖστα ἔπραττον κατὰ τὸν νόμον. Οὐκ ἄρα
20ὁλοσχερῶς ἀργεῖν προστάττει. Ἀλλ’ οὐδὲ τοῖς ἱερεῦσιν ἡ τοῦ Σαββάτου ἡμέρα νενομοθέτητο· μόνοις δὲ τοῖς μὴ οἵοις τε οὖσι τὸν πάντα χρόνον τῆς αὐτῶν ζωῆς, καὶ πάσας αὐτῶν τὰς ἡμέρας τῇ τοῦ Θεοῦ λατρείᾳ καὶ τοῖς τῷ Θεῷ φίλοις ἔργοις σχολάζειν· τούτοις
25γὰρ ἐκ διαστημάτων ταῦτα πράττειν ἐνομοθέτει. Τοῖς γε μὴν πλησμονῇ γαστρὸς καὶ μέθῃ, καὶ πάσῃ ἀκοσμίᾳ κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου ἑαυτοὺς παρέχουσιν, ὁ Θεὸς διὰ τοῦ προφήτου ἐπανατείνεται λέγων· Οἱ ἐφαπτόμενοι ψευδῶν Σαββάτων· καὶ
30πάλιν· Τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι. Διὸ δὴ παρῃτημέ‐ νων ἐκείνων, διὰ τῆς Καινῆς Διαθήκης Λόγος μετή‐ γαγε καὶ μετατέθεικε τὴν τοῦ Σαββάτου ἑορτὴν ἐπὶ τὴν τοῦ φωτὸς ἀνατολὴν, καὶ παρέδωκεν ἡμῖν ἀλη‐
35θινῆς ἀναπαύσεως εἰκόνα, τὴν σωτηρίαν καὶ Κυρια‐ κὴν καὶ πρώτην τοῦ φωτὸς ἡμέραν, καθ’ ἣν ὁ Σωτὴρ τοῦ κόσμου μετὰ πάσας αὐτοῦ τὰς ἐν ἀνθρώποις πράξεις, τὴν κατὰ τοῦ θανάτοι νίκην ἀράμενος, τὰς οὐρανίους πύλας ὑπερέβαινεν ὑπὲρ τὴν ἑξαήμερον
40κοσμοποιίαν γιγνόμενος, τό τε θεοπρεπὲς Σάββατον καὶ τὴν τρισμακαρίαν ἀνάπαυσιν ὑπολαμβάνων, τοῦ Πατρὸς εἰρηκότος αὐτῷ· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν πο‐ δῶν σου. Ἐν ᾗ, φωτὸς οὔσῃ καὶ πρώτῃ καὶ τοῦ
45ἀληθοῦς ἡλίου ἡμέρᾳ, καὶ ἡμεῖς αὐτοὶ συνερχόμενοι διὰ μέσου ἓξ ἡμερῶν, ἅγιά τε Σάββατα καὶ πνευμα‐ τικὰ ἑορτάζοντες οἱ ἐξ ἐθνῶν δι’ αὐτοῦ λελυτρωμένοι καθ’ ὅλης τῆς οἰκουμένης, τὰ τῷ Σαββάτῳ πράττειν τοῖς ἱερεῦσι νενομοθετημένα κατὰ τὸν πνευματικὸν

23

.

1169

(50)

νόμον ἐπιτελοῦμεν. Θυσίας τε γὰρ καὶ ἀναφορὰς ποιούμεθα πνευματικὰς, τὰς καλουμένας θυσίας αἰ‐ νέσεως, καὶ θυσίας ἀλαλαγμοῦ· τό τε θυμίαμα τὸ εὐῶδες ἀναπέμπομεν, περὶ οὗ εἴρηται· Γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. Ἀλλὰ
55καὶ τοὺς ἄρτους τῆς προθέσεως προσφέρομεν, τὴν σωτήριον μνήμην ἀναζωπυροῦντες, τό τε τοῦ ῥαν‐
τισμοῦ αἷμα, τοῦ Ἀμνοῦ τοῦ Θεοῦ, τοῦ περιελόντος1170 in vol. 23

23

.

1172

τὴν ἁμαρτίαν τοῦ κόσμου, καθάρσιον τῶν ἡμετέρων ψυχῶν· ποιούμεθά τε τὰ φῶτα τῆς γνώσεως προσ‐ ώπου τοῦ Θεοῦ ἐξαπτόμενα. Ἀλλὰ καὶ τὰ ἐν τῷ μετὰ χεῖρας ψαλμῷ φιλοτίμως ἐκτελεῖν κατὰ τὴν αὐ‐
5τὴν ἡμέραν σπουδάζομεν, ἔργοις τούτοις καὶ λόγοις ἐξομολογούμενοι Κυρίῳ, καὶ ψάλλοντες τῷ ὀνόματι τοῦ Ὑψίστου· ὄρθρου τε πρὸς αὐταῖς ἀνατολαῖς τοῦ ἡμετέρου φωτὸς τὸ γενόμενον ἔλεος ἐφ’ ἡμᾶς τοῦ Θεοῦ διαγγέλλοντες, καὶ τὴν ἀλήθειαν αὐτοῦ κατὰ
10τὰς νύκτας διὰ σώφρονος καὶ ἁγνῆς ἀναστροφῆς ἐν δεικνύμενοι, καὶ πάντα δὴ ὅσα ἄλλα ἐχρῆν ἐν Σαβ‐ βάτῳ τελεῖν, ταῦτα ἡμεῖς ἐν τῇ Κυριακῇ μετατεθεί‐ καμεν, ὡς ἂν κυριωτέρας οὔσης αὐτῆς, καὶ ἡγουμέ‐ νης, καὶ πρώτης, καὶ τοῦ Ἰουδαϊκοῦ Σαββάτου τιμιω‐
15τέρας. Κατὰ ταύτην γὰρ ἐν τῇ κοσμοποιίᾳ εἰρηκότος τοῦ Θεοῦ, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ κατ’ αὐτὴν ταῖς ἡμετέραις ψυχαῖς ὁ τῆς δικαιοσύνης ἀνατέταλκεν Ἥλιος· διὸ δὴ καὶ ἡμῖν συνέρχεσθαι κατὰ ταύτην παραδέδοται, καὶ τὰ διὰ τοῦ ψαλμοῦ παρηγ‐
20γελμένα καὶ ἡμῖν ἐπιτελεῖν προστέτακται· ὧν πρῶ‐ τόν ἐστι τὸ ἐξομολογεῖσθαι· ἀρχὴ γὰρ ἀγαθῶν ἡ τῶν προτέρων κακῶν ἀπόλυσις διὰ γνησίας μετανοίας καὶ ἐξομολογήσεως ἐγγιγνομένη, ἄγουσά τε ἐπὶ τέλος ἀγαθὸν αὐτὸν τὸν Θεόν. Εἰ γὰρ οὐδεὶς ἀγαθὸς εἰ μὴ
25ὁ Θεὸς, ἀγαθῆς πορείας τῆς ἐπὶ τὸν Θεὸν ἀγούσης, ἀγαθὴ γένοιτ’ ἂν ἀρχὴ ἡ ἐξομολόγησις. Διὸ λέλεκται· Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ. Καὶ γὰρ προσήκει μὴ ἀνθρώποις ἐπιδείκνυσθαι τὴν ἐξομολό‐ γησιν, ἀλλ’ αὐτῷ τῷ τὰς καρδίας ἐρευνῶντι Κυρίῳ.
30Ἐπεὶ δὲ λαμβάνεται ἡ ἐξομολόγησις καὶ ἐπὶ τῆς εὐ‐ χαριστίας, ὡς πολλάκις ἡμῖν εἴρηται, εἰκότως κατὰ τὴν Κυριακὴν ἡμέραν καὶ τὰς εὐχαριστίας ἡμῶν ἀπο‐ δίδομεν τῷ Κυρίῳ, πανταχοῦ τῆς οἰκουμένης ἐν ταῖς ἐκκλησίαις αὐτοῦ συνερχόμενοι. Προκόψαντες δὲ διὰ τῆς ἐξομολογήσεως, ἤδη καὶ ψάλλειν κελευόμεθα ἐπὶ κρείττονα ψυχῆς κατάστασιν προελθόντες· ἐπιδόντες
35δὲ ἔτι καὶ βελτίους γενόμενοι ἑαυτῶν, ἤδη καὶ εἰς ἑτέρους ἀπαγγέλλειν, διδάσκειν τε τοὺς ἡμῖν πλησιά‐ ζοντας τὰ τοῦ Κυρίου ἐλέη προσταττόμεθα· καὶ τοῦτο πράττειν κατὰ τὰς πρωϊνὰς ὥρας ὥσπερ ἀπαρ‐ χὰς τῶν δι’ ἡμέρας πράξεων ἀνατιθέντες τῇ περὶ τοῦ ἐλέους τοῦ Θεοῦ διδασκαλίᾳ. Ταῦτα δὲ πράττειν ὁ λόγος παρακελεύεται ἅμα τῇ ἕῳ, προφυλάξαντας δηλαδὴ ἑαυτῶν τὰς ψυχὰς
40καὶ τὰ σώματα κατὰ τοὺς τῆς νυκτὸς καιροὺς ἅγια καὶ παντὸς μολυσμοῦ καθαρεύοντα, ἀλήθειάν τε εὐ‐ σεβείας ἐπιδεδεγμένους, διὰ τοῦ καὶ ταῖς νυκτεριναῖς ὥραις τῆς τοῦ Θεοῦ θεραπείας μεμνῆσθαι. Πάλαι μὲν οὖν, ὁπηνίκα διὰ συμβόλων καὶ τύπων ἐλά‐
45τρευον οἱ ἐκ περιτομῆς, οὐκ ἀπεικὸς ἦν διὰ ψαλτη‐ ρίων καὶ κιθάρας ἀναπέμπειν τινὰς τῷ Θεῷ τοὺς ὕμνους, καὶ τοῦτο ποιεῖν ταῖς ἡμέραις τοῦ Σαββά‐ του, παραλύοντας δηλαδὴ τὴν ἀργίαν, καὶ παραβαί‐ νοντας τὸν νόμον τὸν περὶ τοῦ Σαββάτου· ἡμεῖς δὲ,

23

.

1172

(50)

τὸν ἐν κρυπτῷ Ἰουδαῖον ἀποσώζοντες κατὰ τὸν φάσκοντα Ἀπόστολον· Οὐ γὰρ ἐν τῷ φανερῷ Ἰου‐ δαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ πε‐ ριτομὴ, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ ἡ πε‐ ριτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, ζῶντι
55ψαλτηρίῳ καὶ κιθάρᾳ ἐμψύχῳ, πνευματικαῖς τε ᾠδαῖς τὸν ὕμνον ἀποδίδομεν. Παντὸς δ’ οὖν ὀργάνου μου‐
σικοῦ γένοιτ’ ἂν τῷ Θεῷ προσηνεστέρα ἡ τῶν Χριστοῦ1172 in vol. 23

23

.

1173

λαῶν συμφωνία, καθ’ ἣν ἐν πάσαις ταῖς τοῦ Θεοῦ ἐκκλησίαις, ὁμογνώμονι ψυχῇ καὶ μιᾷ διαθέσει, ὁμο‐ φροσύνῃ τε καὶ ὁμοδοξίᾳ πίστεως καὶ εὐσεβείας, ὁμόφωνον μέλος ἐν ταῖς ψαλμολογίαις ἀναπέμπομεν.
5Τοιαύταις οὖν ψαλμῳδίαις καὶ κιθάραις πνευματι‐ καῖς χρῆσθαι εἰώθαμεν, ἐπεὶ καὶ τοῦτο διδάσκει ὁ Ἀπόστολος λέγων· Ψαλμοῖς καὶ ᾠδαῖς καὶ ὕμνοις πνευματικοῖς. Εἴη δ’ ἂν ἄλλως κιθάρα μὲν τὸ πᾶν σῶμα, οὗ διὰ τῶν κινήσεων καὶ τῶν πράξεων ἡ ψυχὴ
10τὸν πρέποντα τῷ Θεῷ ὕμνον ἀποδίδωσι· ψαλτήριον δὲ δεκάχορδον ἡ τοῦ ἁγίου Πνεύματος διὰ τῶν αἰσθη‐ τηρίων πέντε μὲν τοῦ σώματος, ἰσαρίθμων δὲ τῆς ψυχῆς δυνάμεων, ἐπιτελουμένη λατρεία· ἃ δὴ παρι‐ στὰς ὁ αὐτὸς Ἀπόστολός φησί που· Προσεύξομαι
15τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ· ὡς καὶ τοῦ νοὸς ἰδίας ἔχοντος κινήσεις, δι’ ὧν ἀνακρούεται τὸ σῶμα, καὶ τοῦ πνεύματος πάλιν οἰκείας, δι’ ὧν τὴν ψυχὴν ἐνεργεῖ. Ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι.
20Ὁ νοήσας τὴν ὑπὸ τοῦ Θεοῦ πεποιημένην ἡμέραν, περὶ ἧς εἴρηται, Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐ‐ τῇ, οὗτος ἐρεῖ, Ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου. Ἀλλ’ ἐπειδὴ περὶ τῆς ἡμέρας τοῦ
25Σαββάτου ὁ παρὼν ψαλμὸς προγέγραπται, ζητήσεις πῶς ἐν ἡμέρᾳ Σαββάτου ηὐφράνθαι λέγει, οὐκ ἐπὶ τῇ καταπαύσει τοῦ Θεοῦ, οὐδ’ ἐπὶ τῇ ἀργίᾳ αὐτοῦ, ὡς ἂν ὑπολάβοιεν Ἰουδαῖοι, διὰ τὸ ἐν αὐτῇ κατα‐ παῦσαι ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε.
30Καὶ μὴν ἐχρῆν, εἴπερ ἄρα εἰς τὸ Ἰουδαϊκὸν Σάββατον ἀνεφέρετο τὰ διὰ τοῦ ψαλμοῦ δηλούμενα, ἐπὶ τῇ σχολῇ τοῦ Θεοῦ, καὶ τῇ, ὡς ἂν εἴποιεν, ἀναπαύσει καὶ ἀργίᾳ αὐτοῦ ηὐφράνθαι λέγεσθαι· νῦν δὲ οὐχ οὕτω φησὶν, ἀλλ’ Εὔφρανάς με, Κύριε, ἐν τῷ ποιή‐
35ματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι, ἄντικρυς παριστὰς ἰδίως μὲν νοεῖ‐ σθαι τὸ ποίημα, καὶ πάλιν ἰδίως τὰ ἔργα τῶν χειρῶν τοῦ Θεοῦ, ἐφ’ οἷς ηὐφράνθαι ὁμολογεῖ, ἀλλ’ οὐκ ἐπὶ τῇ ἀργίᾳ. Εἴη δ’ ἂν ποίημα μὲν καθ’ ἕνα τρόπον
40αὕτη ἡ ἡμέρα, περὶ ἧς εἴρηται· Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφραν‐ θῶμεν ἐν αὐτῇ· δηλοῖ δὲ τὴν ἀναστάσιμον καὶ Κυ‐ ριακὴν ἡμέραν, ὡς ἐν ἑτέροις ἀποδεικτικῶς παρε‐ στήσαμεν, τὰ ἀπὸ τῆς κοσμοποιίας παραθέμενοι,
45καθ’ ἣν ὁ Μωϋσῆς· Ἐν ἀρχῇ, φησὶν, ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ ἐπιλέγει, Γε‐ νηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν. Ὁρᾷς γὰρ ὡς οὐδὲν ἕτερον ἐν ταύτῃ γίνεται δημιούργημα, ἀλλ’ αὕτη μόνη ἡ

23

.

1173

(50)

ἡμέρα, ὡς ἐφαρμόζειν αὐτῇ τὸ φάσκον λόγιον, Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος. Οὐδὲ γὰρ ἄλλο τι ἀλλ’ αὐτὴν τὴν ἡμέραν ἐποίησεν, ἥτις ἦν ἡ πρώτη Κυριακὴ, περὶ ἧς καὶ νῦν λέγεσθαι τὸ, Ὅτι ηὔφρα‐ νάς με, Κύριε, ἐν τῷ ποιήματί σου· ἔργα δὲ χει‐
55ρῶν αὐτοῦ τὰ ἐν ταῖς μετὰ ταῦτα ἡμέραις γεγενῆσθαι ἀναγεγραμμένα. Κατὰ δὲ ἕτερον τρόπον λεχθείη ἂν
ποίημα μὲν τὰ νοητὰ καὶ λογικὰ καὶ ἀσώματα τοῦ1174 in vol. 23

23

.

1176

Θεοῦ κτίσματα, καθ’ ὃ καὶ ἡ κατ’ εἰκόνα τοῦ Θεοῦ γεγενημένη ψυχὴ πεποιῆσθαι ἀναγέγραπται· ἔργα δὲ χειρῶν αὐτοῦ τὰ αἰσθητὰ καὶ σωματικὰ αὐτοῦ δημιουργήματα, περὶ ὧν εἴρηται· Ὅτι ὄψομαι τοὺς
5οὐρανοὺς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας. Διδάσκει τοίνυν· ἡ μετὰ χεῖρας Γραφὴ, ἐν τῇ σχολῇ τῶν θείων ἀσκή‐ σεων, καὶ τῇ τῶν σωματικῶν καὶ θνητῶν ἔργων ἀσχο‐ λίᾳ τε καὶ ἀργίᾳ, ἥν τινα Σάββατον καὶ ἀνάπαυσιν
10ὁ λόγος ἀποκαλεῖ, ἐν τῇ θεωρίᾳ τῶν τε νοητῶν ὁμοῦ καὶ τῶν αἰσθητῶν ἔργων τοῦ Θεοῦ σχολάζοντας λέγειν· Ὅτι ηὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαι, ἐκ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται· καὶ τὰ νοητὰ δὲ καὶ ἀσώματα καὶ ὑπερκόσμια, τά τε ὁρατὰ αὐτοῦ ἀπὸ
15κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, κατὰ τὸν ἱερὸν Ἀπόστολον. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου. Ἀνὴρ ἄφρων οὐ γνώσεται, καὶ ἀσύνετος οὐ συνήσει ταῦτα. Ἐμὲ, φησὶν, ηὔφρανας, ὦ Κύριε, ἐν τῷ ποιήματί
20σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου· ἀλλ’ οὐ καὶ πᾶς ἀνὴρ τὴν αὐτὴν ἐμοὶ φέρει διάθεσιν. Πολλοὶ γάρ εἰσιν ἄφρονες καὶ ἀσύνετοι, οὐ γινώσκοντες, οὐδὲ συν‐ ιέντες αὐτὰ δὴ ταῦτα, ἐφ’ οἷς αὐτὸς εὐφραίνεσθαι καὶ ἀγαλλιᾷν ὁμολογῶ. Διόπερ ὁ ὡς ἀληθῶς ἄφρων
25καὶ ἀσύνετος ἀναιρεῖ μὲν τὸ προνοίᾳ καὶ λόγῳ Θεοῦ συνεστάναι τὸ πᾶν, εἱμαρμένῃ δὲ καὶ ἀνάγκῃ, ἀλόγῳ τε φορᾷ καὶ τύχῃ προσγράφει τὰ τηλικαῦτα τοῦ Θεοῦ δημιουργήματα. Ἀλλὰ καὶ ὡς ἀσύνετος προσκόπτει τῇ διοικήσει τοῦ παντὸς, διὰ τὸ δοκεῖν πολλὰς ἀνω‐
30μαλίας ἐν τῷ θνητῷ βίῳ θεωρεῖν. Ὁ μὲν οὖν ἄφρων καὶ ἀσύνετος δυσχεραίνων εὐθὺς ἐπὶ βλάσφημον καὶ ἀσεβῆ λογισμὸν τρέπεται, ἀθεότητά τε καὶ ἀπρονοη‐ σίαν, καὶ τὸ εἰκῆ, καὶ ὡς ἔτυχε, τούτων εἶναι φάσκων αἴτια· ἐγὼ δὲ, καὶ ἐπὶ τῶν προειρημένων ἀδήλων
35εὐσεβεῖν δεδιδαγμένος, πέπεισμαι, ὅτι ὑπὲρ τὴν ἐμὴν σμικρότητα τυγχάνουσιν οἱ τῆς σῆς κρίσεως καὶ διοικήσεως λόγοι. Διό φημι· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! σφόδρα ὑπερυψώθησαν οἱ δια‐ λογισμοί σου. Καὶ πόθεν γὰρ θνητοῖς λογισμοῖς
40ἐρευνᾷν τὰ βάθη τοῦ Θεοῦ, καὶ γινώσκειν τοὺς δια‐ λογισμοὺς αὐτοῦ καθ’ οὓς διοικεῖ τὰ ἀνθρώπινα; Ὡς γὰρ οὐδεὶς ἔγνω τῶν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ, οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐ δεὶς ἔγνω εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ, καὶ οὐχ οἷός
45τε λέγειν. Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλά‐ βομεν, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ· περὶ οὗ εἴρηται· Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· ἅπερ εἰδὼς, οὐδαμῶς ἐπὶ τῇ τῶν ἀνθρώπων ἀνωμαλίᾳ ταράττομαι· χαίρω δὲ καὶ εὐφραίνομαι

23

.

1176

(50)

τοὺς τῆς προνοίας λόγους οὐκ ἀπὸ τῶν κατὰ ἄνθρω‐ πον συμπτωμάτων, ἀπὸ δὲ τῶν ἔργων τῶν χειρῶν τοῦ Θεοῦ καὶ ἀπὸ τῶν ποιημάτων αὐτοῦ καταλαμβά‐ νων. Καὶ χαίρω γε καὶ ὑπερευφραίνομαι τοιούτων καταξιωθεὶς, ὧν ἐστέρηται πᾶς ἄφρων καὶ ἀσύνετος,
55οὐ δυνάμενος ἀπὸ τῶν ἔργων τοῦ Θεοῦ, τοῖς περὶ τῆς
καθόλου προνοίας λόγοις μαθητεύεσθαι.1176 in vol. 23

23

.

1177

Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον, καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅπως ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶ‐ νος. Ὁ μὲν ἄφρων καὶ ἀσύνετος, ὁρῶν ἀσεβεῖς εὐ‐
5θυμουμένους, δικαίους δὲ καὶ εὐσεβεῖς κακουμένους οὐ συνίησι τοὺς τῆς Προνοίας λόγους, ἀλλ’ εὐθὺς ἐπ’ ἀσεβεῖς τρέπεται λογισμοὺς, ἐκπίπτων εἰς ἀθεό‐ τητα· ἐγὼ δὲ, τῷ ποιήματί σου ἐνορῶν, καὶ τοῖς ἔργοις τῶν χειρῶν σου, μετὰ τῶν ἄλλων συνεῖδον,
10ὅτι τὸ τέλος τῶν κατὰ τὸν βίον εὐθυμούντων ἀσεβῶν ὄλεθρον περιέχει καὶ ἀπώλειαν· διὸ πολὺ πλέον τοὺς τῆς θείας κρίσεως λόγους ὑπερεκπλήττομαι. Ὥσπερ γοῦν χόρτος καὶ τὰ ἀπὸ γῆς ἄνθη πρὸς ὀλίγον ὡραῖα φαίνεται, καὶ θέλγει τὴν ὅρασιν, καὶ τὴν αἴσθησιν
15ἅπασαν, ὅσον δὲ οὐδέπω μεταβάλλει καὶ τρέπεται, φθίνει τε ῥᾷστα καὶ ἀπόλλυται· τὸν αὐτὸν τρόπον καὶ οἱ παρὰ τοῖς πολλοῖς θαυμαζόμενοι ἁμαρτωλοὶ ἅμα τε ἀνέτειλαν, καὶ πρὸς ὀλίγον ἀνθήσαντες, διέκυ‐ ψαν, ἐφάνησάν τε τίνες ποτέ εἰσι, καὶ ὁποίας προαι‐
20ρέσεως· εἶτ’ οὐκ εἰς μακρὸν αὐτοὺς μετῆλθεν οὐκέτι βραχὺς καὶ πρόσκαιρος ὄλεθρος, ἀλλὰ διηνεκὴς ἀπώ‐ λεια. Ἐπειδήπερ ἡ σὴ δικαιοκρισία τοῖς ἀνθρωπίνοις ἐφέστηκε πράγμασι, διὸ δὴ μάλιστα συγκεχωρῆσθαι τοῖς ἁμαρτωλοῖς καὶ τοῖς ἐργαζομένοις τὴν ἀνομίαν
25τὸ ἀνατεῖλαι καὶ διακῦψαι ἡγοῦμαι· ὡς ἂν ἐλεγχθείη αὐτῶν ἡ προαίρεσις, οὐ καλῶς τοῖς τοῦ Θεοῦ δωρή‐ μασι κεχρημένη· διόπερ ἔκδικος αὐτοὺς ὄλεθρος αἰώνιος διαδέξεται. Σὺ δὲ Ὕψιστος εἰς τὸν αἰῶνα, Κύριε. Ὅτι ἰδοὺ
30οἱ ἐχθροί σου, Κύριε, ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπο‐ λοῦνται, καὶ διασκορπισθήσονται πάντες οἱ ἐρ‐ γαζόμενοι τὴν ἀνομίαν. Καὶ ὑψωθήσεται ὡς μο‐ νοκέρωτος τὸ κέρας μου, καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι. Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς
35ἐχθροῖς μου, καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ’ ἐμὲ πονηρευομένοις ἐπακούσεται τὸ οὖς μου. Σὺ μὲν, φησὶν, ὦ Κύριε, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων Ὕψιστος ἐν ὑψηλοῖς διαμενεῖς τὸν σύμπαντα αἰῶνα οὐ τρεπόμενος, οὐ ταπεινούμενος, οὐκ ἀλλοιούμενος, οὐ
40κρείττων σαυτοῦ γινόμενος, οὐ τοῖς ταπεινοῖς τῶν ἐπὶ γῆς ὁμοιούμενος, οὐδὲ μικρόν τι καὶ ταπεινὸν φρονῶν καὶ πράττων, ἀλλ’ εἰς ἄπειρον σαυτῷ διαμέ‐ νων ὅμοιος· ἡμεῖς δὲ οἱ ταπεινοὶ καὶ μακρὰν τῆς σῆς ἀπέχοντες δυνάμεως ἄλλοτε ἄλλως φερόμεθα, καὶ
45μεταβαλλόμεθα. Οἱ μὲν οὖν ἐχθροί σου, ὦ Κύριε, ὡς ἂν ἑαυτοὺς ἀλλοτρίους καταστήσαντες τῆς παρὰ σοὶ ζωῆς, ἔχθραν τε ἀντὶ φιλίας πρὸς σὲ τὸν μόνον ἀγα‐ θὸν ἑλόμενοι, ἀπολοῦνται, ἑαυτοῖς αἴτιοι γενόμενοι ἀπωλείας, διὰ τὸ μὴ ἐθελῆσαί σοι παραμένειν καί

23

.

1177

(50)

σοι φιλωθῆναι· ἔχθραν δὲ ἄρασθαι τὴν πρὸς σὲ τὸν ἑαυτῶν ποιητήν τε καὶ σωτῆρα. Διὸ κἂν μυρία συνα‐ γάγωσιν ἐν τῷ βίῳ τούτῳ χρήματα, καὶ πλοῦτον, καὶ θησαυροὺς, ἀλλὰ τὰ πάντα σὺν ταῖς αὐτῶν ψυχαῖς καὶ αὐτοῖς σώμασι διασκορπισθήσονται. Ἐγὼ δὲ ὁ
55τὴν πρὸς σὲ γνῶσιν καὶ φιλίαν ἀσπασάμενος, καὶ τῶν ἐχθρῶν σου ἀλλότριος γεγονὼς, πέπεισμαι, ὅτι τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς τεύξομαι τῇ σῇ δικαιοκρισίᾳ πιστεύων· ὥστε εἰ καὶ κατὰ τὸν παρόντα βίον ἄδοξός
τις εἶναι δοκοίην καὶ ταπεινὸς παρὰ τοῖς πολλοῖς,1178 in vol. 23

23

.

1180

ἀλλ’ ἐν τῷ τέλει τῶν πραγμάτων ὑψωθήσομαι, μᾶλ‐ λον δὲ τὸ κέρας μου ὑψωθήσεται, τουτέστιν ἡ ἐλπὶς τῆς προσδοκωμένης μου παρὰ σοὶ βασιλείας, ἥτις ὑψωθήσεται τοσοῦτον, ὅσον καὶ ἡ τοῦ μονοκέρωτος.
5Εἰ γάρ ἐστί τις ἐν νοητοῖς μονόκερως ἓν κέρας ἐπι‐ γραφόμενός σε τὸν αὐτοῦ Πατέρα, εὖ οἶδα καὶ αὐτὸς ὁμοίως ἐκείνῳ ὑψωθησόμενος. Ἐπεὶ γὰρ κεκλήμεθα κληρονόμοι εἶναι Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ, πέπεισμαι, φησὶ, τῆς αὐτῆς τῷ Χριστῷ σου βασι‐
10λείας ἀπολαύσειν, ὁπηνίκα τὸ γῆράς μου, τουτέστι τὰ ἔσχατα τῆς ἐμῆς ζωῆς ὑψωθήσεται ἐν ἐλαίῳ πίονι, Εἰ γὰρ καὶ τὰ μάλιστα τὰ τῆς νεότητος καὶ τὰ τῆς ἀκμῆς τῆς ἐμῆς ψυχῆς ὡς ἐν ἀγῶνι τῷ παρόντι βίῳ ταπεινοῦται γυμναζόμενα, ἀλλὰ τά γε ἔσχατα καὶ τῆς
15ψυχῆς αὐτῆς τὸ γῆρας, τουτέστιν ἡ τελείωσις τεύ‐ ξεται τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς, ἐν ἐλαίῳ περιτ‐ τεύοντι καὶ πλουσίῳ καὶ πίονι, τῷ παρὰ σοὶ, τῷ ἐλεήμονι Θεῷ ζησομένης. Τότε δὴ τότε καὶ ὁ νῦν ἐπὶ τοῖς ἁμαρτωλοῖς ἐκτηκόμενός μου ὀφθαλμὸς, καὶ
20τὸν θνητὸν βίον ἀποκλαόμενος, ἐπόψεται τοῖς ἐχθροῖς μου, ὁρῶν δίκην τὴν πρέπουσαν διδόντας τοὺς νῦν παρὰ τοῖς πολλοῖς δοξαζομένους, ὧν τὸ τέλος δια‐ σκορπισμῷ παραδοθήσεται. Τότε δὲ οὐ μόνον ὁ ὀφθαλ‐ μός μου, ἀλλὰ καὶ αὐτὸ τὸ οὖς τῆς ἐμῆς ψυχῆς τὸ
25τέλος ἀκούσεται τῶν σήμερον ἐπανισταμένων ἐπ’ ἐμὲ καὶ πονηρευομένων. Τούτων δ’ οὖν ἕνεκα πάντων ὑπερθαυμάζων τοὺς τῆς σῆς προνοίας λόγους, καὶ τὴν ἀποκειμένην τοῖς πᾶσι παρὰ σοῦ δικαιοκρισίαν, ἐγὼ μὲν ὑπερευφραίνομαι καὶ ἀγαλλιῶ ἐπὶ τοῖς ἔργοις
30τῶν χειρῶν σου· πᾶς δὲ ἄφρων ἀνὴρ καὶ ἀσύνετος οὐ συνίησι ταῦτα. Διὸ δή φημι· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! καὶ οὐχ ἁπλῶς ἐβαθύνθησαν, ἀλλὰ σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου· καθ’ οὓς διαλογισμοὺς ἀποῤῥήτως καὶ βαθέως διοικεῖς
35τὸ πᾶν, ἐπιτρέπων καὶ συγχωρῶν ἀσεβέσι μὲν κατὰ τὸν παρόντα καιρὸν ἐπαίρεσθαι καὶ ὑψοῦσθαι, τοὺς δὲ εὐσεβεῖς ταπεινοῦσθαι, ὧν τὰ τέλη μαρτυρεῖ σου τῇ θαυμαστῇ καὶ πανσόφῳ διοικήσει· ἃ δὴ συνιδὼν καὶ ὁ θεῖος Ἀπόστολος ἐξεφώνησε τὸ, Ὢ βάθος πλού‐
40του καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματά σου, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Οἱ μὲν ἁμαρτωλοὶ ὡσεὶ χόρτος ἐλέγοντο ἀνατέλλειν, καὶ καταλλήλως τῷ
45παραδείγματι τοῦ χόρτου, οὐκ εἰς μακρὸν διαφθείρε‐ σθαι· ἅμα τε γὰρ ἀνέτειλεν ὁ χόρτος καὶ ἐξηράνθη, καὶ τὸ ἄνθος ἐξέπεσεν, ὥσπερ οὖν καὶ ἡ τῶν ἁμαρτω‐ λῶν ζωή τε καὶ δόξα· ὁ δὲ δίκαιος οὐ κατὰ τὸν χόρ‐ τον, ἀλλὰ φοίνικος δίκην ἀνθήσει, ἄνω που φέρων τὰς

23

.

1180

(50)

ῥίζας, καὶ τὰς κομὰς, οὐ χαμαὶ κειμένας, ἀλλ’ εἰς οὐρανὸν ἐκτεινομένας. Τούτων μὲν οὖν ἕνεκα φοίνικι παραβληθείη ἂν ὁ δίκαιος, οὐκ ἔτι δὲ καὶ τῷ μονο‐ φυεῖ στελέχει τοῦ φοίνικος· πολυπληθεῖ γὰρ ἐν τοῖς κλάδοις τοῖς ἅμα αὐτῷ καὶ δι’ αὐτοῦ σωζομένοις. Ὧν
55ἕνεκα παραβλητέον αὐτῇ τῇ κέδρῳ, οὐχ ἁπλῶς, ἀλλὰ τῇ ἐν τῷ Λιβάνῳ· πολλὴ δὲ αὕτη καὶ μεγαλοφυῶς
πληθύουσα· ἅτε ἐν ὄρει φύουσα λιπαρωτάτῳ, φέροντι1180 in vol. 23

23

.

1181

καὶ τρέφοντι οὐρανομήκη φυτά. Οὕτω δ’ οὖν καὶ ὁ δίκαιος, μυρίους ἔχων τοὺς δι’ αὐτοῦ καὶ σὺν αὐτῷ σωζομένους, κατὰ τοῦτο μὲν ἂν ἐμφερὴς τῇ κέδρῳ, τῷ δὲ φοίνικι κατὰ τὰ ἄλλως δεδηλωμένα.
5Ἀλλ’ οὐ τοιοῦτοι ἦσαν οἱ ἀσεβεῖς, οἱ ὡσεὶ χόρτος ἀνα‐ τέλλοντες καὶ παραχρῆμα ἀφανιζόμενοι. Πεφυτευ‐ μένοι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσι. Σπάνιος μὲν ὁ ἄκρως τέλειος, ὁ καὶ δίκαιος ὠνομασμένος, φοίνικι καὶ κέδρῳ
10παραβεβλημένος· ἐπεὶ δὲ μὴ πάντες τοιοῦτοι, ἰστέον, ὅτι καὶ τῶν ἀτελεστέρων, πλὴν ἀλλὰ τῆς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ φυτείας ἠξιωμένων, ἔστι τι ἀγαθὸν τέλος· ἐν γοῦν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσι. Νοήσεις δὲ καὶ τοῦτο οἶκον μέγαν Κυρίου ἀκούων τὴν
15Ἐκκλησίαν αὐτοῦ, τὴν ἐπὶ γῆς, κατὰ τὸν φήσαντα Ἀπόστολον· Ἵνα ἴδῃς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀνα‐ στρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος· πεφυτευμένους δὲ ἐν ταύτῃ τοὺς τὰς ἀρχὰς τῆς ἐν θεοσεβείᾳ προκοπῆς ἐντεῦθεν εἰληφότας, οἷοι ἦσαν,
20οὓς ἐφύτευσεν ὁ Παῦλος, δι’ οὓς καὶ ἔλεγεν, Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ’ ὁ Θεὸς ηὔ‐ ξανεν. Οὗτοι οὖν οἱ ἐν τῇ περιγείῳ Ἐκκλησίᾳ τοῦ Θεοῦ πεφυτευμένοι ἄνθος ἀποδώσουσιν εὐῶδες καὶ γόνιμον καὶ τῶν τελείων καρπῶν οἰστικὸν, ἐν ταῖς αὐλαῖς τοῦ
25Θεοῦ ἡμῶν μεταφυτευθέντες, τουτέστιν ἐν ταῖς ἐπου‐ ρανίοις μοναῖς· εἴ γε πολλαὶ παρὰ τῷ Πατρὶ, ἔνθα κατ’ ἀξίαν διαμερισθέντες οἱ νῦν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πεφυτευμένοι, κατὰ καιρὸν τὸν προσήκοντα ἐξανθήσουσιν.
30 Ἔτι πληθυνθήσονται ἐν γήρᾳ πίονι, καὶ εὐ‐ παθοῦντες ἔσονται, τοῦ ἀναγγεῖλαι, ὅτι εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Οὐ μόνον φησὶν, ὅτι ἐξανθήσουσιν ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ οἱ σήμερον ἐν τῷ οἴκῳ αὐτοῦ πεφυ‐
35τευμένοι, ἀλλὰ καὶ αὐτοὶ πληθυνθήσονται, ὥσπερ ἀνωτέρω ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ ἐπληθύνετο. Πότε δὲ τοῦτο αὐτοῖς ἔσται, ἀλλ’ ἢ ἐν τῷ γήρᾳ τῷ πίονι; Γῆρας δὲ ἐνταῦθα τὴν τελείωσιν πέπεισο λέγεσθαι τῆς ψυ‐ χῆς, ἐν ᾗ γενόμενοι εὐπαθοῦντες ἔσονται οἱ νῦν ἐν
40τῷ οἴκῳ Κυρίου πεφυτευμένοι. Εἰ γὰρ καὶ τὰ μά‐ λιστα κατὰ τὸν παρόντα καιρὸν, ἐν ᾧ φυτεύονται ἐν τῷ οἴκῳ Κυρίου κακοπαθοῦντες διατελοῦσι, τοὺς πρώτους τῆς γεωργίας πόνους ὑπομένοντες· ἀλλ’ ἐπὰν τοῦ γήρως τοῦ πίονος ἀξιωθῶσιν, εὐπαθοῦντες
45γενήσονται ἀναπαυόμενοι τῶν καμάτων καὶ τῶν ἀγώ‐ νων τὰ ἔπαθλα ἀποληψόμενοι· Ὁμολογήσουσί τε, Ὅτι εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. Εἰ γὰρ μὴ τὰ κατηριθμημένα ἀγαθὰ ἔμελλε διαδέχεσθαι τοὺς τῷ Θεῷ ἀνακειμένους, καὶ

23

.

1181

(50)

εἰ μὴ τὸ ὀλέθριον τέλος περιέμενε τοὺς ἀσεβεῖς καὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἦν ἂν τάχα ἀδικίαν ἐπικαλέσαι τῇ τοῦ Θεοῦ προνοίᾳ. Ὅτε δὲ τοιαῦτα τέλη καὶ τοῖς δικαίοις ἡτοίμασται, οἵων καὶ ἡμεῖς εὐχόμεθα τυχεῖν, καὶ τοῖς ἀσεβέσι τοιαῦται ἠπεί‐
55ληνται τιμωρίαι, ἀφ’ ὧν γένοιτο ἡμᾶς ῥυσθῆναι· πῶς οὐκ ἀκόλουθον ἂν εἴη ὁμολογεῖν, Ὅτι εὐθὴς Κύριος
ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ;1182 in vol. 23

23

.

1184

Ἀλλ’ ὁ μὲν ἄφρων ταῦτα οὐ γνώσεται, οὐδὲ ἀσύνετος συνήσει ταῦτα, διὰ τὸ σκοτίζεσθαι ὑπὸ τῆς οἰκείας ἀφροσύνης· ἐγὼ δὲ ὁ γνοὺς αὐτὰ καὶ συνιεὶς διὰ τὸ ὑπὸ θείου Πνεύματος πεφωτίσθαι, καὶ διὰ τὸ θεωρεῖν
5ὅπως ἐβαθύνθησαν σφόδρα οἱ διαλογισμοὶ τοῦ Θεοῦ· εἰκότως εὐφραίνομαι καὶ ἀγαλλιῶ ἐπὶ τῇ θείᾳ διοι‐ κήσει, φέρω τε τὰ παρόντα γενναίως διὰ τὴν τῶν μελλόντων ἐλπίδα. Ὧν ἕνεκα τὴν πᾶσαν ἐμαυτοῦ σχολὴν, καὶ τὴν ἀπὸ τῶν κακῶν ἀργίαν ἀνατιθεὶς τῷ
10Θεῷ, τὰ τρυφερὰ καὶ ἅγια Σάββατα ἐπιτελεῖν πει‐ ρῶμαι, διὰ τοῦ ἐξομολογεῖσθαι καὶ ψάλλειν καὶ ἀναγ‐ γέλλειν τὸ πρωῒ τὸ ἔλεος τοῦ Θεοῦ, καὶ τὴν ἀλήθειαν αὐτοῦ κατὰ νύκτα. Τότε γὰρ μάλιστα ἡ ἀλήθεια τῆς θεοσεβοῦς δείκνυται ψυχῆς, ὅτε, ἐν σκοτίᾳ καὶ σκότει
15τυγχάνουσα, ὡς ἐν λαμπροτάτῳ φωτὶ καὶ ἐν ἡμέρᾳ διαυγεστάτῃ τὸ γνήσιον καὶ εἰλικρινὲς τῆς συνειδή‐ σεως ἐπιδείκνυται. Τοιοῦτος καὶ ὁ μετ’ ᾠδῆς εἰρημέ‐ νος ψαλμὸς εἰς τὴν ἡμέραν τοῦ Σαββάτου, τουτέστι τὸν τῆς κατὰ Θεὸν σχολῆς τε καὶ ἀναπαύσεως καιρὸν, ἐν ᾧ καὶ ἡμᾶς τῇ μελέτῃ τῶν θείων μαθημάτων σχο‐
20λάζοντας, τοὺς εὐχαριστηρίους λόγους τῆς προκειμένης ᾠδῆς ἀναπέμπειν προσήκει τῷ Θεῷ. ΣΙΝΟΣ ΩΔΗΣ ΤΩ ΔΑΥΙΔ. ϟΒʹ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύ‐ σατο. Ἐπεὶ κατὰ τὸν Ἀπόστολον ἐβασίλευσεν ὁ θά‐ νατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, τουτέστιν ἀπὸ τῆς
25πρώτης ἀνθρώπων γενέσεως μέχρι τῆς κατὰ Μωϋσέα σωματικῆς λατρείας, ἥτις ἐπιγείου Ἱερουσαλὴμ πά‐ λαι πρότερον μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας συνετελεῖτο· εἰκότως ὅτε ὁ θάνα‐ τος ἐβασίλευε, καὶ ὁ τὸ κράτος ἔχων τοῦ θανάτου,
30τουτέστιν ὁ διάβολος κατεκράτει, οὐκ ἦν τότε ἀνθρώ‐ πων βασιλεύων ὁ Κύριος, ἀλλά τις πολύθεος καὶ δαι‐ μονικὴ πλάνη. Διδάσκει δὲ ὁ αὐτὸς Ἀπόστολος περὶ τοῦ Σωτῆρος ἡμῶν λέγων· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς
35παραπλησίως μετέσχε τῶν αὐτῶν παθημάτων, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον. Εἰ‐ κότως οὖν ὁ προὼν τοῦ Θεοῦ Λόγος, αὐτὸς ὢν ἡ ζωὴ, ἐπὶ καθαιρέσει τοῦ θανάτου θνητὸν ὄργανον τὸ σῶμα
40τὸ ἀνθρώπειον ἀναλαβὼν, καὶ τοῦτο τῷ θανάτῳ πα‐ ραδοὺς εἰς ἔνδειξιν τῆς οἰκείας φύσεως, κἄπειτα αὐτὸ τοῦ θανάτου ἐξελὼν εἰς παράστασιν τῆς ἐνθέου δυνάμεως, λύει μὲν τοῦ θανάτου τὸ κράτος, λύει δὲ καὶ τοῦ διαβόλου τὴν κατὰ τῶν ἀνθρώπων τυραν‐
45νίδα· ἀλλὰ καὶ τῶν πάλαι κατακρατούντων τοῦ ἀνθρω‐ πείου γένους δαιμόνων πονηρῶν καὶ πνευμάτων ἀκαθάρτων τὴν ἐνέργειαν σβέννυσι, πᾶσάν τε καθε‐ λὼν τὴν ἀντικειμένην καὶ ἐχθρὰν τῷ Θεῷ δύναμιν, τὴν πατρικὴν τῷ Θεῷ βασιλείαν διὰ τοῦ εὐαγγελικοῦ

23

.

1184

(50)

κηρύγματος πᾶσι τοῖς ἔθνεσι προξενεῖ. Διὸ δὴ κα‐ ταλυθείσης τῆς τοῦ θανάτου δυναστείας, καὶ καταρ‐ γηθέντος τοῦ τὸ κράτος ἔχοντος τοῦ θανάτου, του‐ τέστι τοῦ διαβόλου, βασιλεύοντος δὲ ἤδη λοιπὸν τῶν ἐπὶ γῆς ἁπάντων ἐθνῶν τοῦ Κυρίου, σὺν αὐτῷ βασι‐
55λευούσης ἀνθρώπων τῆς κατὰ Θεὸν ζωῆς, εἰκότως
τὸ θεῖον Πνεῦμα, χορεῦον ἐπὶ τῷ κατορθώματι καὶ1184 in vol. 23

23

.

1185

πάντας ἡμᾶς ἐπὶ τὴν χορείαν συνάγον, ἀναφωνεῖ καὶ λέγει· Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύ‐ σατο. Βασιλεύει δὲ ὁ Κύριος, αὐτὸς ὢν ἡ ζωὴ, καὶ αὐτὸς ὢν ὁ τοῦ Θεοῦ Λόγος, πάσης ψυχῆς, ἧς μὴ
5καθάπτεται ἀλογία καὶ ἀφροσύνη, καὶ ἧς μὴ βασι‐ λεύει ἁμαρτία, καὶ ἧς μὴ κρατεῖ ὁ διάβολος, καὶ ἧς μὴ καταδυναστεύει θάνατος, τιτρώσκων αὐτὴν καὶ ἀναιρῶν διὰ τῶν ἰδίων κέντρων. Τὸ δὲ κέντρον τοῦ θανάτου τὴν ἁμαρτίαν εἶναι διδάσκει ὁ Ἀπόστολος,
10δι’ ἧς ἀναιρεῖται ψυχὴ κατὰ τὴν φάσκουσαν προφη‐ τείαν· Ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. Διὸ ἀσκητέον τὸ μήτε ἀλογίαν, μήτε ἁμαρτίαν, μήτε τὸν διάβολον, μήτε τὸν θάνατον ἡμῶν διὰ τῆς ἁμαρ‐ τίας κρατεῖν· μόνον δὲ κυριεύειν ἡμῶν τὸν Λόγον
15καὶ τὴν ζωὴν, τουτέστι τὸν Κύριον, διὰ πάσης ἀρετῆς βασιλεύοντα τῶν κατηξιωμένων τῆς ὑπ’ αὐτοῦ βασιλείας. Ἐπεὶ δὲ μέλλων βασιλεύειν, οὐ μόνον ζώντων, ἀλλὰ καὶ νεκρῶν ὁ τοῦ Θεοῦ Λόγος αὐτὸς ὢν ὁ Κύ‐ ριος, καὶ οὐ μόνον τῶν ἐν οὐρανοῖς ἀλλὰ καὶ τῶν
20ἐπὶ γῆς, καθὼς αὐτὸς διδάσκει λέγων, Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ἐκέ‐ νωσεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν, τουτέστι τὸ θνητὸν σῶμα καὶ τὸ ἀνθρώπειον ὄργανον· τοῦτο γὰρ ἦν ἡ μορφὴ τοῦ δούλου· τότε μὲν, ὅτε ταῦτ’
25ἔπραττεν, ἀπρέπειαν περιεβάλλετο, ὥστε περὶ αὐτοῦ λέγειν, Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος· ἀλλ’ ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖ‐ πον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ὅτε δὲ ἀπο‐ λαβὼν τὴν δόξαν, ἣν καὶ πρότερον εἶχε παρὰ τῷ
30Πατρὶ, τὴν τοῦ δούλου μορφὴν ἐπὶ τὸ κρεῖττον μετεσχημάτισε, κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν, ἥ φησιν, Ὃς μετασχηματίσει τὸ σῶμα τῆς τα‐ πεινώσεως ἡμῶν, σύμμορφον τῷ σώματι τῆς δό‐ ξης τοῦ Χριστοῦ, τὸ τηνικαῦτα εὐπρέπειαν ἐνε‐
35δύσατο· ὅτε καὶ τὴν τοῦ Πατρὸς βασιλείαν, καὶ τὰ πάντων, οὐ μόνον τῶν ἐν οὐρανοῖς, ἀλλὰ καὶ τῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐθνῶν ἐκράτυνε, πᾶσαν τὴν πολύθεον καθελὼν πλάνην. Διὸ λέλεκται· Κύ‐ ριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· τὸ
40γοῦν ἐνεδύσατο, ὡς κατά τινα καιρὸν ἀποδυσαμένου τὴν εὐπρέπειαν, λέλεκται· καὶ ὅτε μὲν ὑπέμενε τὰ κατὰ τὸ πάθος, ἐσταυρώθη, φησὶν ὁ Ἀπόστολος, ἐξ ἀσθενείας· ὅτε δὲ νενικηκὼς τὸν θάνατον, τὴν κατὰ πάντων ἀπελάμβανε βασιλείαν, πάλιν ἐπλήρου
45τὸ, Ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Χριστὸς γὰρ Θεοῦ δύναμις ἦν καὶ Θεοῦ σοφία. Εἶθ’ ἅτε τὴν οἰκείαν δύναμιν ἐνδυσάμενος, καὶ ταύτῃ περιζωσάμενος, μεγάλῳ κατορθώματι ἑαυτὸν ἐπιδί‐ δωσι. Τί δὲ ἦν τοῦτο, ἑξῆς ὁ λόγος διδάσκει φάσκων·

23

.

1185

(50)

Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σα‐ λευθήσεται. Μικροῦ γὰρ δεῖν ὅλην αὐτὴν διόλου κατὰ βαράθρων ἐνεχθεῖσαν, ὁπηνίκα τὰ τῆς δαιμο‐ νικῆς ἐνεργείας κατὰ πάντων ἴσχυεν, ἀνήγειρε καὶ διωρθώσατο, πᾶσαν τὴν ἐχθρὰν καὶ δαιμονικὴν δύνα‐
55μιν, τήν τε πολύθεον πλάνην ἀνατρέψας. Οὕτω γοῦν
ἐστερέωσε τὴν οἰκουμένην, ὡς μηκέτ’ αὐτὴν σα‐1186 in vol. 23

23

.

1188

λεύεσθαι τῆς κατὰ Θεὸν εὐσεβείας· καὶ τὴν Ἐκκλη‐ σίαν δὲ αὐτοῦ τὴν ἐπὶ τὴν πέτραν τεθεμελιωμένην, ἧς πύλαι ᾅδου οὐ κατισχύσουσι, διὰ τῆς οἰκουμένης ὁ λόγος σημήνας, καὶ ταύτην ἀληθῶς ἐστερεῶσθαί φησιν, ἥτις οὐ σαλευθήσεται. Πύλαι γὰρ ᾅδου αὐτῆς
5οὐ κατισχύσουσι, διὰ τὸ τεθεμελιῶσθαι ἐπὶ τὴν πέτραν. Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶ‐ νος σὺ εἶ. Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ τὴν φωνὴν αὐτῶν. Ὁ θρόνος σου, φησὶν, ὦ Κύριε, οὐ νῦν πρῶτον, ὅτε μετὰ τὴν ἐναν‐
10θρώπησιν εἰς οὐρανοὺς ἀνελήλυθας, παρεσκευάσθη σοι· ἀλλὰ καὶ πάλαι καὶ πρόπαλαι, καὶ πρὸ πάντων αἰώνων σὸς ἦν, ἀεί τε καὶ διὰ παντὸς ἡτοίμαστό σοι, ἐπειδὴ καὶ αὐτὸς ἀπὸ τοῦ αἰῶνος, μᾶλλον δὲ πρὸ πάντων αἰώνων ὑπάρχεις, ὡς αὐτὸς ἐδίδα‐
15ξας εἰπών· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι· πρὸ δὲ πάντων βου‐ νῶν γεννᾷ με. Ἦν μὲν οὖν σὸς ὁ θρόνος καὶ πρὸ πάντων αἰώνων· οὐ μὴν ἀλλὰ καὶ ὅτε ἐκένωσας σεαυ‐
20τὸν, καὶ τὴν δούλου μορφὴν ἀνείληφας, σοὶ πάλιν ἕτοιμος ἐφυλάττετο· ἐπειδή σοι μόνῳ, καὶ οὐδετέρῳ πρὸς τοῦ σοῦ Πατρὸς εἴρητο· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν πο‐ δῶν σου. Οὕτω γοῦν ἦν ἕτοιμος ὁ θρόνος σου, ἐφ’
25ὃν σὺν αὐτῷ καθέζεσθαι ὁ γεννήσας σε Πατὴρ πα‐ ρεκελεύετο. Καὶ ἕτοιμος ἦν ἀπὸ τότε, ἀπὸ τοῦ αἰῶνος, ἐπεὶ καὶ αὐτὸς ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Ἀλλ’ οὐκ, ἦς, φησὶν, ἀλλ’, εἶ. Μόνον γὰρ αὐτῷ τὸ, σὺ εἶ, λέγεσθαι ἁρμόττει. Διὸ καὶ ἐν ἑτέροις εἴρηται· Σὺ
30δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Τοῦτον δὲ τὸν θρόνον καὶ ἐν ἑτέρῳ τὸ θεῖον Πνεῦμα σημαίνει λέγον· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμί‐
35σησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. ἐλαίῳ ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἦν μὲν οὖν ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε, ἀφ’ οὗ δηλαδὴ παρὰ τῷ Πατρὶ ἦς, ἐπεὶ καὶ αὐτὸς ἀπὸ τοῦ αἰῶνος σὺ εἶ. Πλὴν ἀλλὰ καὶ νῦν ἐπῆραν οἱ πο‐
40ταμοὶ, Κύριε. Τί δὲ ἐπῆραν, ἐπιδευτερῶν ἑξῆς τὸν λόγον παρίστησιν εἰπών· Ἐπῆραν οἱ ποταμοὶ φω‐ νὴν αὐτῶν· ταῦτα γὰρ λανθάνοντα πάλαι πρότερον, νῦν εἰς ἐξάκουστον ἁπάντων γέγονε τῶν τοῦ θείου Πνεύματος ἠξιωμένων προφητῶν, ἀποστόλων τε καὶ
45εὐαγγελιστῶν, μυριάνδρων τε λαῶν τῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐν ταῖς ἐκκλησίαις καταγγελλόντων τὴν σωτήριον βασιλείαν, οἳ καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, τὴν ἐκχυθεῖσαν εἰς πάντας τοῦ Θεοῦ χάριν μεγάλῃ τῇ φωνῇ εὐαγγελιζόμενοι. Ἀλλὰ καὶ τὰς

23

.

1188

(50)

θείας δυνάμεις καὶ τὸ πλῆθος τῶν κατ’ οὐρανὸν ἀγγέλων οἶμαι νῦν ποταμοὺς ὀνομάζεσθαι. Οἳ δὴ καὶ αὐτοὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν, ὁπηνίκα ἐκ τῆς σὺν ἀνθρώποις διατριβῆς ἀνιόντα εἰς οὐρανοὺς τὸν Σωτῆρα καὶ τὴν τῆς αὐτοῦ θεότητος εὐπρέπειαν ἐνδυόμενον,
55δυνάμει πατρικῇ περιζωννύμενον, καὶ τὸν οἰκεῖον
ἀπολαμβάνοντα τῆς βασιλείας θρόνον ἐθεῶντο. Καὶ1188 in vol. 23

23

.

1189

τῆς γε φωνῆς αὐτῶν ἐκεῖνα ἦν, δι’ ὧν ἐβόων λέγον‐ τες· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρ‐ θητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δό‐
5ξης; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνα‐ τὸς ἐν πολέμῳ· καὶ πάλιν· Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Καὶ τὰ πλήθη δὲ τῶν ἐν ἀνθρώποις τοῦ Σωτῆρος ἡμῶν ἐκκλησιῶν ποταμηδὸν ἐν αὐταῖς τῶν ἐξ ἐθνῶν πεπιστευκότων
10συῤῥεόντων ἀεὶ, ἐπαιρόντων τε φωνὴν ἐν ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς, ἔν τε ταῖς δι’ ὕμνων καὶ ψαλμῶν δοξολογίαις, δύνανται λέγεσθαι ποταμοί· ἐπεὶ καὶ αὐτὸς ὁ Κύριος ἡμῶν τοὺς μέλλοντας ἐκ τῆς αὐτοῦ καὶ θείας διδασκαλίας ἀρύεσθαι, καὶ τοῦ ἁγίου Πνεύματος πίνειν, ποταμοῖς παραβάλλει λέγων· Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον.
15 Ἀροῦσι ποταμοὶ ἐπιτρίψεις αὐτῶν ἀπὸ φωνῶν ὑδάτων πολλῶν. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψίστοις ὁ Κύριος. Εἰ νενόηνται οἱ ποταμοὶ οἱ ἐπὶ τῇ δόξῃ τῆς τοῦ Κυρίου βασιλείας τὴν αὐτῶν φωνὴν ἐπαίροντες, ἐκ τοῦ ἐναν‐
20τίου νοηθήτωσαν ἕτεροι ποταμοὶ ἐπιτριβόμενοι καὶ κατεπαιρόμενοι τῆς γνώσεως τοῦ Θεοῦ, ἐναντίως δέ τε διακείμενοι τοῖς ἐπαίρουσι τὴν φωνὴν αὐτῶν τῷ Θεῷ. Οὗτοι δὴ οὖν οἱ ἐναντίοι ποταμοὶ αἴρουσι, φησὶ, τὰς ἐπιτρίψεις αὐτῶν, τουτέστιν ἀποθήσονται πᾶν
25ἔπαρμα καὶ πάντα τῦφον, καὶ πᾶσαν ἐπιτριβήν· καὶ τοῦτο ποιήσουσιν ἀπὸ τῆς φωνῆς τῶν ἁγίων ὑδάτων. Νοήσεις δὲ τὸ εἰρημένον ἐπιστήσας, ὡς πάλαι μὲν ἐν ἀνθρώποις πολλάκις ἦν ἐπαγγελία σοφίας τοῦ αἰῶνος τούτου, καὶ φιλοσοφίας ἀνθρωπίνης ἐπιτριβή·
30ἐφ’ ᾗ καὶ ἐπήροντο φυσιούμενοι καὶ ἐπιτριβόμενοι ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτῶν· ὡς δὴ μεγάλα τινὰ καὶ σοφὰ μαθήματα μετερχόμενοι οἱ σοφοὶ τοῦ αἰῶνος τούτου. Ὅτε γε μὴν εἰς πᾶσαν τὴν γῆν παρ’ Ἕλλησί τε καὶ παρὰ βαρβάροις ἐκκλησίαι Θεοῦ συνέστησαν, τὴν ἀλη‐
35θῆ σοφίαν μετιοῦσαι, καὶ τὰς πρεπούσας τῷ Θεῷ δοξο‐ λογίας τε καὶ ὑμνολογίας ποταμηδὸν καὶ μετὰ μείζονος καὶ πεπαῤῥησιασμένης βοῆς ἀναπέμπουσαι, καὶ ὥσπερ ὑδάτων πολλῶν φωνὴν διὰ τὸ πλῆθος θεοσεβούντων ἀφιεῖσαι, τὸ τηνικαῦτα καθῃρέθη ὁ τῦφος τῶν πάλαι
40νομιζομένων σοφῶν, καὶ πᾶσα αὐτῶν ἐπιτριβὴ τετα‐ πείνωται, τῆς σοφίας αὐτῶν εἰς οὐδὲν λογισθείσης. Εἰ δέ τις πώποτε ἐθαύμασε καὶ τῆς θαλάσσης τοὺς μετεωρισμοὺς, τοῦ βίου δηλαδὴ τοῦ θνητοῦ τὰς τρι‐ κυμίας καὶ τοὺς κλύδωνας τοὺς ἐπαιρομένους κατὰ
45τῆς γνώσεως τοῦ Θεοῦ· ἀλλ’ ἴστω, ὅτι ὑπὲρ πάντας θαυμαστός ἐστιν ἐν ὑψηλοῖς ὁ Κύριος· ὡς μηκέτ’ εὐ‐ λόγως τοὺς μετεωρισμοὺς τῆς θαλάσσης φοβεῖσθαι δεῖν τοὺς ἐπὶ τῷ Κυρίῳ πεποιθότας. Εἰκὸς δὲ θαλάσ‐ σης εἶναι μετεωρισμοὺς τοὺς ἐπανισταμένους τῇ Ἐκ‐

23

.

1189

(50)

κλησίᾳ τοῦ Θεοῦ διωγμούς· οὓς ὁ τὴν θάλασσαν κατοικῶν δράκων ἐνεργεῖν εἴωθεν, ὁ μετεωρίζων κύ‐ ματα αὐτῆς, βομβῶν τε καὶ ἠχῶν καὶ ταράττων, καὶ μονονουχὶ ἀπειλῶν πᾶσαν ἄρδην κατακλύσειν τε καὶ ἀφανίσειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Εἴποις δ’ ἂν καὶ
55ἄλλως πρὸς λέξιν ταῦτα διηγούμενος, ἐπαίρειν τοὺς πο‐ ταμοὺς, αὐτοὺς δὴ τούτους τοὺς αἰσθητοὺς, τὴν φωνὴν
αὐτῶν τῷ Θεῷ, τοῦ δημιουργοῦ τοῦ δὴ καὶ κτίσαντος1190 in vol. 23

23

.

1192

αὐτοὺς καὶ ὑποστησαμένου τὴν δόξαν ἐμφαίνοντας. Ὡς γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ὁ γε‐ νεσιουργὸς θεωρεῖται, τὸν αὐτὸν τρόπον ἐκ τῶν μερῶν τοῦ κόσμου τὸ θαῦμα τῆς τοῦ Θεοῦ μεγαλουργίας
5τοῖς ὁρᾷν δυναμένοις παρίσταται. Εἰ γοῦν τις παρ’ ἑαυτῷ λογίσαιτο, πόθεν ἄρα φέρεται ἡ τοσαύτη τῶν πο‐ ταμῶν φορὰ, πόθεν τὰ τοσαῦτα μεγέθη καὶ τὰ πλήθη τῆς ὑγρᾶς οὐσίας, πόθεν αἱ μηδὲ πώποτε ἐξ αἰῶνος δια‐ λείψασαι πηγαὶ, αἱ τοὺς ἀεννάους καὶ παμμεγέθεις
10βρύουσαι ποταμούς· ἀπὸ ποίων ἆρα βυθῶν ὁρμῶν‐ ται, καὶ ἐκ ποίας ὑποστάσεως τὸν σύμπαντα ῥέουσιν αἰῶνα· εἴ τις ταῦτα ἐννοήσειεν, ὄψεται ὡς μονο‐ νουχὶ φωνὴν ἀφίησι, καὶ ἡ διὰ τῶν ποταμῶν αὐτῶν δὴ τούτων παρισταμένη τοῦ κτίστου καὶ δημιουργοῦ
15τῶν ὅλων μεγαλουργία, μαρτυροῦσα τῇ αὐτοῦ θεό‐ τητι. Οὕτω δὲ καὶ τοὺς μετεωρισμοὺς τῆς θαλάσσης ὁρῶν τις, ὡς ἐπαίρεται κυρτούμενα αὐτῆς εἰς ὕψος τὰ κύματα, καὶ ὡς πάλιν ταῦτα συμπίπτοντα ἐν αὐ‐ τοῖς θραύεται, καὶ ὡς οὐ δύναται οὐδὲ τολμᾷ τὸν
20ὅρον καὶ τὸν νόμον ὑπερβῆναι τὸν αὐτοῖς διατετα‐ γμένον, ὄψεται καὶ διὰ τούτων τῆς τοῦ Θεοῦ μεγαλο‐ πρεπείας τὴν δύναμιν. Εἶπε γοῦν αὐτῇ, Μέχρι τούτου ἐλεύσῃ, καὶ ἐν σοὶ συντριβήσονταί σου τὰ κύματα, καὶ ὅριον αὐτῇ ἔθετο, καὶ οὐχ ὑπερβήσεται, οὐδὲ
25ἐπιστρέψει καλῦψαι τὴν γῆν. Καὶ ἑτέρως δὲ παρὰ τὰ εἰρημένα εἴποι ἄν τις θαυμαστοὺς εἶναι τοὺς μετεω‐ ρισμοὺς τῆς θαλάσσης, ὁπηνίκα προσελθόντες οἱ μαθη‐ ταὶ εἶπαν αὐτῷ, Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα· ὅτε καὶ ἐπετίμησεν αὐτῇ, καὶ γέγονε γαλήνη μεγάλη.
30Καὶ ἄλλοτε πάλιν, ὅτε τῷ τοῦ Κυρίου κελεύσματι διαιρεθεῖσα, καὶ εἰς ἑαυτὴν διαστᾶσα καὶ ἀναχωρή‐ σασα, παρέσχε δίοδον τοῖς υἱοῖς Ἰσραὴλ διελθεῖν δι’ αὐτῆς ὡς διὰ ξηρᾶς γῆς. Καὶ τότε γὰρ θαυμαστοὶ γεγόνασιν αὐτῆς οἱ μετεωρισμοί. Οὐ μὴν ἀλλὰ καὶ
35οἱ ποταμοὶ ἐπῆραν φωνὴν ἑτέρως, ὅτε ἡ κιβωτὸς διῄει τὸν Ἰορδάνην, ὑπανεχώρει τε καὶ ἵστατο τὰ ὕδατα ἔργοις τὴν δόξαν ἐκβοῶντα τοῦ Θεοῦ· καὶ ὅτε, αὐτοῦ τοῦ Σωτῆρος βαπτισθέντος ἐν τῷ αὐτῷ ποταμῷ, ἡ οὐράνιος φωνὴ Υἱὸν αὐτὸν ἀγαπητὸν εἰς τὰς πάντων ἀκοὰς ἀνεκήρυττε. Τὰ μαρτύρια ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ
40σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμε‐ ρῶν. Αἱ περὶ τῶν μελλόντων προφητεῖαι, καθ’ ἃς ἐφέροντο καὶ αἱ περὶ τῆς τοῦ Κυρίου βασιλείας μαρ‐ τυρίαι, πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως, οὔπω παρεῖχον ὁρᾷν τὸ πιστὸν τῶν λόγων. Μετὰ δὲ τὴν
45ἔκβασιν, καὶ τὰ διὰ τῶν ἔργων ἐπιτελέσματα ἐπιστώθη τὰ μαρτύρια τοῦ Θεοῦ. Πάλαι μὲν γὰρ εἴρητο καὶ προπεφήτευτο, ἐκ μακροῦ τε προσεδοκᾶτο τὰ περὶ τῆς εἰς ἅπαντα τὰ ἔθνη τοῦ Θεοῦ βασιλείας· ἐπι‐ στώθη δὲ τὸ φῆσαν τοῦτο μαρτύριον νῦν, ὅτε ἔργοις

23

.

1192

(50)

ὁρᾶται πεπληρωμένον τὸ λόγιον. Καὶ πάλαι μὲν ἐλέ‐ γετο περὶ τοῦ Κυρίου, ὡς ἄρα εὐπρέπειαν ἐνεδύ‐ σατο· νῦν δὲ, πιστουμένου τοῦ λόγου δι’ αὐτῶν τῶν ἔργων, πέφηνεν ἡ ἀλήθεια τῆς προῤῥήσεως, ὅτε ἀπο‐ δυσάμενος τὴν τοῦ Θεοῦ μορφὴν, καὶ τὴν τοῦ δούλου
55περιθέμενος, καὶ μέχρι γε τοῦ ἀπρεποῦς θανάτου φθά‐ σας, μετὰ ταῦτα τὴν μὲν ἀπρέπειαν ταύτην ἀποτέ‐
θειται, ἐνεδύσατο δὲ τῆς πατρικῆς δόξης τὴν εὐπρέ‐1192 in vol. 23

23

.

1193

πειαν, τὴν κατὰ πάντων βασιλείαν, τῶν τε ἐν οὐρα‐ νοῖς καὶ τῶν ἐπὶ γῆς ἀναδησάμενος. Καὶ πάλιν τὰ μὲν προφητικὰ μαρτύρια περιεῖχεν, ὡς ἐνδυσάμενος δύναμιν ὁ Κύριος, ἐστερέωσε τὴν οἰκουμένην, ἥτις
5οὐ σαλευθήσεται. Ἐπιστώθη δὲ καὶ ταῦτα, ὅτε μετὰ τὸ πάθος, τὴν οἰκείαν ἀπολαβὼν δύναμιν, ἐν πάσῃ τῇ τῶν ἀνθρώπων οἰκουμένῃ τὴν Ἐκκλησίαν αὐτοῦ ἐστερέωσεν, εἰς τὸ μηκέτι σαλεύεσθαι ὧδε κἀκεῖσε τὰς τῶν ἀνθρώπων ψυχὰς περὶ τὴν ἄθεον δεισιδαι‐
10μονίαν πλανωμένας. Καὶ πάλιν τὰ μὲν διὰ τῶν προ‐ φητῶν μαρτύρια προεφήτευον, ὡς ἄρα οἱ ποταμοὶ ἐπαροῦσι φωνὴν αὐτῶν, καὶ ἄλλοι ποταμοὶ ἀροῦσι τὰς ἐπιτρίψεις αὐτῶν· καὶ ταῦτα δὲ τὰ μαρτύρια ἐπιστώθη, ὅτε κατὰ πάσας τὰς Ἐκκλησίας τοῦ Θεοῦ
15καὶ καθ’ ὅλης τῆς οἰκουμένης τὰ πλήθη τῶν εὐσε‐ βούντων κατὰ τὸ Εὐαγγέλιον ἐπαίρει φωνὰς εὐχα‐ ριστηρίους, τὰς δι’ εὐχῶν καὶ ὑμνολογιῶν τῶν πρὸς τὸν Θεὸν ἀναπεμπομένας, ὑφ’ ὧν οἱ πάλαι ἐπιτριβό‐ μενοι σοφοὶ τοῦ αἰῶνος τούτου κατῄρηνται, καὶ τὰς
20ἐπιτρίψεις αὐτῶν περιεῖλον, ὡς πᾶσαν αὐτῶν σβε‐ σθῆναι τὴν φιλοσοφίαν. Κατὰ τὰ αὐτὰ δὲ καὶ τὰς λοιπὰς τῶν προφητειῶν προῤῥήσεις διεξιὼν, ἐφ’ ἑκάστῳ ἁρμόσεις τὸ, Τὰ μαρτύριά σου ἐπιστώθη‐ σαν σφόδρα. Αἱ μὲν οὖν ἀπὸ τῶν θείων Γραφῶν
25μαρτυρίαι, σφόδρα τὸ πιστὸν εἰλήφασι διὰ τῆς ἐν ταῖς ἐκβάσεσιν ὁρωμένης ἀληθείας· τῷ δὲ οἴκῳ σου, τουτέστι τῇ Ἐκκλησίᾳ σου, οὐδὲν οὕτω πρέπει εἰς τὸ φυλάττεσθαι αὐτὴν εἰς μακρότητα ἡμερῶν, ὡς ἁγιωσύνη. Ὡς γὰρ τοῖς μαρτυρίοις σου οἰκεία ἐστὶν
30ἡ ἀλήθεια καὶ ἡ πίστις, οὕτω καὶ τῷ οἴκῳ σου πρέ‐ πει ἁγιωσύνη· ὑφ’ ἧς φυλαττόμενος μένει καὶ πα‐ ραμενεῖ εἰς μακρότητα ἡμερῶν. Εἰ γάρ ποτε συμ‐ βαίη ἀπρέπειαν ἐν τῷ οἴκῳ σου εὑρεθῆναι, καὶ ἀντὶ ἁγιάσματος βέβηλον, καὶ ἀκάθαρτον, καὶ μυσα‐
35ρὰν πρᾶξιν, οὐκέθ’ οἷόν τε αὐτὸ εἰς μακρότητα ἡμε‐ ρῶν διαμένειν. Ἐρεῖ γὰρ ὁ ἐν αὐτῷ κατοικῶν Θεὸς ἅγιος ὢν καὶ ἐν ἁγίοις ἀναπαυόμενος, ἢ, ὃ μὴ γένοιτο, ἀπρεπές τι καὶ ἀλλότριον ἁγιάσματος περὶ τὸν οἶκον αὐτοῦ εὑρηθείη ποτὲ, τὸ, Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶ‐ κος ὑμῶν ἔρημος. Διὸ δεήσει ἡμᾶς πρὸ πάντων καὶ ὑπὲρ πάντων φροντίζειν, εἰσιόντας εἰς τὸν οἶκον τοῦ
40Θεοῦ, ἁγιασμοῦ καὶ σωφροσύνης. ΨΑΛΜΟΣ Τῼ ΔΑΥΙΔ ΤΕΤΡΑΔΙ ΣΑΒΒΑΤΩΝ. ϟΓʹ. Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο. Ἀνεπίγραφος μέν ἐστι παρ’
45Ἑβραίοις ὁ ψαλμὸς, περιέχει δὲ παράκλησιν καὶ παραμυθίαν τῶν κατὰ τὸν βίον τὸν ἐνεστῶτα διωκο‐ μένων καὶ καταπονουμένων εὐσεβείας ἕνεκα, ὧν καὶ τὴν εὐχὴν ὑποκαταβὰς τίθησι. Προτάττει δὲ τῆς εὐχῆς τὴν παράκλησιν καὶ τὴν παραμυθίαν προλαμ‐

23

.

1193

(50)

βάνων τὴν δέησιν τῶν διωκομένων καὶ προθεραπεύων αὐτῶν τοὺς πόνους, ἔργοις τε παριστὰς πληρούμενον ἐπ’ αὐτοῖς τὸ, Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι. Θαρσεῖτε τοιγαροῦν, ὦ οὗτοι, φησίν· ἔστι γὰρ ὁ Κύριος, ἐφ’ ὃν ἠλπίσατε, ὥσπερ Θεὸς ποιητὴς
55καὶ Θεὸς δημιουργὸς, καὶ Θεὸς σωτὴρ, καὶ Θεὸς εὐεργέτης, καὶ Θεὸς κριτὴς, καὶ Θεὸς πατὴρ τῶν
οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, μακρόθυ‐1194 in vol. 23

23

.

1196

μός τε καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς ἁμαρ‐ τίαις, καὶ ἄλλας μορίας ἔχων θεϊκὰς ἐπινοίας· οὕτω καὶ Θεὸς ἐκδικήσεων. Μέλει γὰρ αὐτῷ τῶν ἐν οὐ‐ ρανοῖς πραττομένων, ὡς καὶ δίκην τὴν ἀξίαν παρὰ
5τῶν ἀδικούντων εἰσπράττεσθαι, κρίνειν τε δικαίως καὶ κολάζειν οὓς δεῖ, ἀποδιδόναι τε ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Θαρσεῖτε τοιγαροῦν μαθόντες, ὅτι Θεὸν ἔχετε ἐκδικήσεων· πέφυκε γὰρ εἶναι Θεὸς ἐκδική‐ σεων ὁ ὑμέτερος Θεὸς, καὶ τῷ παῤῥησίαν ἄγειν ὡς
10Θεὸς ἔκδικος τῶν ἀδικουμένων, διαῤῥήδην τε καὶ μετὰ παῤῥησίας τοῦτο διὰ τῶν αὐτοῦ προφητῶν κηρύττει· οὕτω γοῦν αὐτοῦ καὶ ὁ περὶ προνοίας συν‐ ίσταται λόγος, καθ’ ἢν δικαίως καὶ σοφῶς τὰ σύμ‐ παντα διοικεῖ. Τέως μὲν κατὰ τὸν ἐνεστῶτα βίον,
15ἀνατέλλων τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, ἐξ ἴσου τε τοῖς πᾶσι τὰ αὐτοῦ παρέχων ἀγαθά· κατὰ καιρὸν δὲ τὸν προσήκοντα Θεὸς ἐκδικήσεων γινόμενος, ὅτε καὶ τὴν πρέπουσαν δίκην παρὰ τῶν μὴ καλῶς ταῖς
20εὐεργεσίαις αὐτοῦ κεχρημένων εἰσπράξεται. Ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπό‐ δοσιν τοῖς ὑπερηφάνοις. Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; Φθέγ‐ ξονται καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσι πάν‐
25τες οἱ ἐργαζόμενοι ἀδικίαν; Τὸ μὲν θεῖον Πνεῦμα προφητικῶς καὶ περὶ τῆς εὐχῆς τὴν ἀπόκρισιν ἐποιή‐ σατο προλαβὸν τὸ μέλλον ῥηθήσεσθαι μετὰ τὴν εὐχὴν διὰ τὴν πρόγνωσιν τῶν ἐν τῇ εὐχῇ περιεχομένων. Διόπερ οἱ δύο προετάγησαν στίχοι τὴν ἀπόκρισιν
30περιέχοντες τοῦ ἁγίου Πνεύματος, τὴν ἁρμόζουσαν τῇ προσευχῇ. Τά τε μὴν τῆς ἱκετηρίας τῆς πρὸς τὸν Θεὸν ἀπὸ τοῦ, Ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἄρχε‐ ται. Φησὶ τοίνυν ὁ Λόγος· Ἀφ’ οὗπερ ὁ τῶν ἀνθρώ‐ πων ἤρξατο συνεστάναι βίος, ἀπὸ τότε ἁμαρτωλοὶ
35κατισχύειν τῶν δικαίων ἤρξαντο· ὡς Κάϊν τοῦ Ἄβελ, καὶ οἱ ἐπὶ τοῦ κατακλυσμοῦ γίγαντες τῶν ἐν αὐτοῖς· ἀλλὰ καὶ Ἠσαῦ τοῦ Ἰακὼβ, καὶ τοῦ Ἰωσὴφ οἱ ἀδελ‐ φοί· καὶ οὕτω προϊὼν τοῖς χρόνοις, εὕροις ἂν καθ’ ἑκάστην γενεὰν τοὺς ἁμαρτωλοὺς ἐπανισταμένους
40τοῖς δικαίοις. Ἕως οὖν πότε, ὦ Κύριε, τοῦτο ἔσται; Ἕως πότε εἰς τοσοῦτον ἐπιτριβῆς ἐλάσουσιν οἱ ἁμαρ‐ τωλοὶ, ὡς καὶ ἐγκαυχᾶσθαι ταῖς ἀσεβείαις αὑτῶν, καὶ μηδὲ σιωπᾷν ἐφ’ οἷς πράττουσι, μηδὲ ἀποκρύ‐ πτειν τὴν αὑτῶν κακίαν, ἀλλὰ καὶ φθέγξασθαι καὶ
45ἐξάκουστον τοῖς πᾶσιν ἐκλαλεῖν τὰς ἀδικίας αὐτῶν; Ἕως οὖν πότε ἄρα προχωρήσῃ αὐτοῖς ταῦτα ποιοῦσι; Ἀλλὰ γὰρ ἤδη ποτὲ ἐπὶ τὸν ὑψηλὸν ἀναβὰς τῆς δι‐ καιοκρισίας σου θρόνον, Ὑψώθητι ὁ κρίνων τὴν γῆν, καὶ, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις,

23

.

1196

(50)

τὴν ἀξίαν. αὐτοῖς ἀποδιδοὺς τιμωρίαν. Νῦν γάρ σου αὐτοῦ καταπεφρονήκασιν, ὡς μηδὲν ὑψηλὸν ἔχοντος, μηδὲ ὁρῶντος, μηδὲ κρίνοντος τὴν γῆν. Διὸ καὶ ἄκριτα καὶ ἀπρονόητα ὑπειλήφασιν εἶναι τὰ κατὰ τὸν ἑαυτῶν βίον. Ἀλλ’ ἐγὼ τῆς ἀσεβείας αὐ‐
55τῶν ἀλλότριος εἶναι εὐχόμενος, πέπεισμαι, ὅτι σὺ Θεὸς ἐκδικήσεων, ἢ καὶ σὺ εἶ ὁ κρίνων πᾶσαν τὴν γῆν. Εἰ γὰρ καὶ ταπεινοῖς σεαυτὸν, χρηστότητι καὶ ἀνοχῇ καὶ μακροθυμίᾳ χρώμενος, ἐπέχεις τε τὴν
κατὰ τῶν ἀσεβῶν ὀργήν· ἀλλ’ ἐγὼ πιστεύων, ὅτι1196 in vol. 23

23

.

1197

οὐδὲν ἔσται ἄκριτον σοῦ ἐφορῶντος τὰ σύμπαντα, ἱκετεύω καὶ δέομαι ὑψωθῆναί σε καὶ δεῖξαι τοῖς πᾶσι τὸ οἰκεῖόν σου μέγεθος καὶ τὸ ὕψος τῆς θεότητός σου· ὅπως ἤδη ποτὲ παύσωνται οἱ ἁμαρτωλοὶ ἐναβρυνό‐
5μενοι καὶ ἐγκαυχώμενοι ἐπὶ πᾶσιν οἷς παρανόμως διαπράττονται. Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν. Χήραν καὶ προσ‐ ήλυτον ἀπέκτειναν, καὶ ὀρφανοὺς ἐφόνευσαν. Καὶ
10εἶπαν, Οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ. Οὐκ ἤρκει, φησὶ τοῖς ἁμαρτωλοῖς τὸ εἰς αὑτοὺς ἁμαρτάνειν, ἀλλ’ ἤδη καὶ τῷ σῷ λαῷ καὶ τῇ σῇ Ἐκκλησίᾳ ἐπανέστησαν, τοὺς μὲν ταπεινοῦν‐ τες, τοὺς δὲ κακοῦντες, τοὺς δὲ παντελῶς ἀναιροῦν‐
15τες. Καὶ ταῦτα κατὰ τοῦ σοῦ λαοῦ, ὦ Κύριε, καὶ κατὰ τῆς σῆς κληρονομίας τετολμήκασι, μονονουχὶ τὰ ἀσεβῆ καὶ βλάσφημα περὶ σοῦ φρονοῦντες Εἶπον γὰρ ἐν ἑαυτοῖς ἀσεβὲς λογισάμενοι· Οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ. Διὸ,
20ὡς μὴ ἐφορῶντος, μηδὲ συνιέντος σοῦ, τὰ τοσαῦτα δρᾷν ἐπιχειροῦσι κατὰ τοῦ λαοῦ σου, καὶ κατὰ τῆς κληρονομίας σου, κατά τε χηρῶν καὶ προσηλύτων καὶ ὀρφανῶν, τῶν κατὰ ἀνθρώπειον ἀπεριστάτων καὶ ἀβοηθήτων. Οὐ τοσοῦτον δὲ κατ’ ἐκείνων ταῦτ’ ἔπρατ‐
25τον, ὅσον κατὰ σοῦ, ὦ Κύριε· σοῦ γὰρ ἦσαν λαὸς καὶ σοῦ κληρονομία οἱ καταπονούμενοι· καὶ εἰς σὲ βλασφημοῦντες καὶ ἀσεβοῦντες οἱ καταπονοῦντες αὐ‐ τοὺς ταῦτ’ ἐλογίζοντο, ὡς οὐκ ὄντος σοῦ, οὐδ’ ἐφο‐ ρῶντος, οὐδὲ συνιέντος, οὐδὲ ἐκδικοῦντος τὰ πρατ‐
30τόμενα. Διὸ εἰκότως ἔφην εὐχόμενος, Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, ἕως πότε διαμενοῦσι ταῦτα ποιοῦντες; Λαόν τε καὶ κληρονομίαν Θεοῦ χρὴ νοεῖν πάλαι μὲν τὸ Ἰουδαίων ἔθνος, ἐπεὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονο‐
35μίας αὐτοῦ Ἰσραήλ. Μετὰ δὲ τὴν ἐκείνων ἀπο‐ βολὴν, ἣν παρίστησι προφητικός τις λόγος, φήσας· Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κλη‐ ρονομίαν μου· νέον λαὸν τὸν ἐξ ἐθνῶν ἀντ’ ἐκεί‐ νων εἰσάγει ἀκολούθως ἑτέρα προφητεία εἰς πρόσ‐
40ωπον τοῦ Χριστοῦ φάσκουσα· Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Σύνετε δὴ ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε. Ὁ φυτεύσας τὸ οὖς οὐκ ἀκούσε‐
45ται; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐ κατανοεῖ; Ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει, ὁ διδάσκων ἄν‐ θρωπον γνῶσιν; Κύριος γινώσκει τοὺς διαλογι‐ σμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι. Ἀποδυσ‐ πετήσας καὶ ἀνθρωπίνως ἀποκλαυσάμενος ὁ Προ‐

23

.

1197

(50)

φήτης περὶ τῶν τοῖς ἀσεβέσι τολμωμένων, εὐξάμε‐ νός τε καὶ εἰπών· Ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις· ἀλλὰ καὶ ὡς ἀνακινήσας τὸν Θεὸν, καὶ διεγείρας διὰ τοῦ φάναι· Τὸν λαόν σου καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν
55καὶ ἐταπείνωσαν, καὶ εἶπαν, οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ· ἐμπίπλαται τῆς τοῦ
ἁγίου Πνεύματος δυνάμεως, καὶ ὡς πρὸς τοὺς εἰρη‐1198 in vol. 23

23

.

1200

κότας· Οὐκ ὄψεται ὁ Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακὼβ, ἀποκρίνεται λέγων· Καὶ πῶς, ὦ τὴν διάνοιαν ἀληθῶς τυφλοὶ, οὐ δύναται μὴ ὁρᾷν, μηδὲ ἀκούειν, ὁ τοῖς μὴ ἔχουσι ταῦτα παρασχόμενος; Πάντως γάρ
5που ὁ μεταδιδοὺς ἑτέροις πρῶτος αὐτὸς κέκτηται ταῦτα, ὧν μεταδίδωσιν. Ἔστι δὲ ὁ λόγος κατὰ συλ‐ λογισμὸν εἰρημένος καὶ κατασκευαστικὸς τοῦ περὶ προνοίας δόγματος. Προσῆκε δὲ μάλιστα τοῖς τοιού‐ τοις τῶν θείων Γραφῶν ἐφιστάναι τὸν νοῦν τόποις, εἰς
10ἀπόδειξιν τοῦ μὴ ἄλογον πίστιν προβάλλεσθαι ἡμῖν ὑπ’ αὐτῶν, μετὰ λογισμῶν δὲ ἐναργῶν καὶ ἀποδεί‐ ξεων λογικῶν τὰς τῶν δογμάτων μαρτυρίας παρέχειν· Μυρία δ’ ἂν εἴη τοιαῦτα ταῖς ἱεραῖς βίβλοις κατ‐ εσπαρμένα. Συλλογίζεται τοιγαροῦν τοὺς ἀσεβεῖς καὶ
15ἀθέους τοῦ μὴ ἐφορᾷν τὸν Θεὸν τὰ ἀνθρώπινα φάσκον‐ τας. Πότερα γὰρ, φησὶν, ὦ οὗτοι, αὐτόματος ὑπέστη τῶν ζώων ἡ φύσις, ἢ γέγονεν ἔκ τινος αἰτίου; Τὸ μὲν οὖν φάσκειν εἰκῇ καὶ ὡς ἔτυχεν, ἀλόγως καὶ αὐ‐ τομάτως τὴν ἄζωον καὶ ἄψυχον καὶ ἀνόητον ὕλην τὰ
20τοσαῦτα ζῶα καὶ τὴν ἐφ’ ἑκάστῳ γένει τῶν ζώων τοιάνδε κατασκευὴν, τάς τε ἐν αὐτοῖς μορφὰς καὶ τὰ εἴδη καὶ τὴν τοσαύτην τῶν μερῶν τε καὶ μελῶν διά‐ θεσιν, τήν τε τοῦ κάλλους ποικιλίαν, καὶ τὰς τοσαύ‐ τας διαφορὰς προενηνοχέναι, σφόδρα μωρὸν καὶ ἠλί‐
25θιον, καὶ ἀνδρῶν ὡς ἀληθῶς τὰς ψυχὰς νενεκρωμένων. Πῶς γὰρ τὸ μὴ ζωῆς μετέχον ζωὴν ἑτέρῳ ἂν παρά‐ σχοι; ἢ τὸ ἄψυχον πῶς ἂν ψυχὴν ὑποστήσαιτο; ἢ τὸ ἄλογον πῶς ἂν λογικόν τι κατασκευάσειε; Πῶς δὲ τὴν ἀρχὴν κινηθήσεται, ἢ πῶς ἕτερον κινήσει τὸ ἐξ ἑαυ‐
30τοῦ τὴν φύσιν ἀκίνητον; Τοιοῦτον δὲ τὸ τῆς γῆς στοι‐ χεῖον, ἐξ οὗ παντοῖα προῆλθε ζώων γένη, ὀφθαλμοὺς ἔχοντα καὶ ὦτα καὶ τὰ λοιπὰ αἰσθητήρια, ζωῆς καὶ κινήσεως καὶ ὁρμῆς μέτοχα; ἄνθρωπος δὲ καὶ τού‐ των ἐπάγεται πλέον, λογικῆς ὢν φύσεως, νοῦ τε καὶ
35ἐπιστήμης δεκτικὸς τυγχάνων. Ἆρ’ οὖν ἐξ ἀλόγου καὶ ἀψύχου στοιχείου τὰ τοιάδε πάντα ὑπέστη; Ἀλλὰ καὶ τὸν μὴ βουλόμενον ὁμολογεῖν αὐτὰ νικᾷ ἡ ἐνέρ‐ γεια, καὶ ὁ κατὰ φύσιν λογισμὸς τἀληθῆ λέγειν ἐκ‐ βιάζεται, τὸ μὴ τὴν ἄψυχον ὕλην, μηδὲ τὴν ξηρὰν καὶ
40ἄλογον οὐσίαν τούτων ὑπάρχειν αἰτίαν· νοῦν δέ τινα θεῖον καὶ δημιουργικὸν εἶναι Λόγον Θεοῦ τὸν κοσμο‐ ποιὸν, καὶ πάντων ποιητὴν αὐτὸν, καὶ τοῖς λοιποῖς ἅπασι καὶ αὐτῷ ἀνθρώπῳ αἰσθήσεις δεδωκότα σώμα‐ τος, καὶ ψυχῆς λογισμὸν, καὶ νοῦν πρὸς τούτοις εἰς
45τὸ ἐπιβάλλειν τῇ φύσει τῶν πραγμάτων· καὶ θεωρεῖν μὲν ὀφθαλμοῖς τὰ ὁρατὰ, ὠσὶ δὲ τὰ ἀκουστὰ ἀκούειν, λογισμῷ δὲ συνιέναι τὰ νοητά. Πῶς οὖν οἷόν τε τὸν ἑτέροις τοῖς μὴ παρ’ ἑαυτῶν ἔχουσι παρεσχηκότα τὴν ὁρατικὴν δύναμιν, αὐτὸν μὴ ὁρᾷν; Πῶς δὲ δυνατὸν

23

.

1200

(50)

τὸν ἐν τῷ γεώδει καὶ πηλίνῳ σκεύει διατρήσαντα ἀκοὴν καὶ οὖς, ἔνθεν τὰ εἰς ὦτα ἀκούειν τὴν ἄναυ‐ δον καὶ κωφὴν ὕλην τῶν ἔξωθεν φωνῶν αὐτῶν, μὴ οὐχὶ πρὸ πάντων πολὺ κρειττόνως καὶ μειζόνως τοῖς τῶν ἀνθρώπων ἐπιβάλλει λογισμοῖς; Εἰ δὲ καὶ ὅλα
55ἔθνη τὰ ἐπὶ γῆς βάρβαρά τε καὶ Ἑλληνικὰ, φυσικαῖς ἐννοίαις κινούμενα, ἃς ὑπὸ Θεοῦ εἰλήφασι, νόμους τινὰς καὶ διατάξεις ἑαυτοῖς διετυπώσαντο· πῶς οὐχὶ ὁ ταύτην αὐτοῖς τὴν σύνεσιν δεδωρημένος Θεὸς ἐλέγ‐
ξει τοὺς παρὰ τὴν φύσιν καὶ παρὰ τὰς ὀρθὰς ἐννοίας1200 in vol. 23

23

.

1201

πράττειν τι τολμῶντας; Πόθεν δὲ ἀνθρώποις ἡ περὶ παντὸς οὑτινοσοῦν πράγματος γνῶσις; πόθεν αἱ τέ‐ χναι; πόθεν τῶν ἐπιστημῶν αἱ θεωρίαι, πόθεν οἱ τῶν μαθημάτων λόγοι; ἆρ’ οὐκ ἀπὸ τοῦ κατασπείραντος
5ἐν αὐτοῖς τὴν δύναμιν τῆς τούτων καταλήψεως; Τί οὖν; ὁ τοιαύτην ἀνθρώπῳ φύσιν χαρισάμενος, αὐτὸς ἐστέρηται τῆς γνώσεως, ὡς μηδὲ γινώσκειν ταῦτα, ὧν αὐτὸς τυγχάνει δοτήρ; Ἀλλὰ γὰρ παύσασθε ἀσε‐ βοῦντες, ὦ μάταιοι· ἀληθεῖ δὲ λόγῳ πειθόμενοι,
10γνῶτε, ὅτι ὁ φυτεύσας ἐν ἀνθρώποις τὸ οὖς, πολὺ πρότερος αὐτὸς τῶν παρὰ ἀνθρώποις λαλουμένων ἀκούσεται· καὶ οὐ μόνον ὄψεται καὶ τὰ πραττόμενα ἐποπτεύσει ὁ ἐν ἀνθρώποις πλάσας ὀφθαλμὸν, ἀλλὰ καὶ τὰς ἐνθυμήσεις, τὰς ἔτι κατὰ διάνοιαν κρυπτο‐
15μένας συνήσει. Αὕτη γὰρ Θεοῦ δύναμις γινώσκοντος καὶ διακρίνοντος τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι. Ἀληθῶς γὰρ πᾶσα ἡ παρὰ ἀνθρώ‐ ποις νομιζομένη ἀλήθεια, καὶ πᾶσα ἡ παρ’ αὐτοῖς σοφία, ἣν ἐξ οἰκείων λογισμῶν καὶ θνητῶν ἐνθυμή‐
20σεων προβάλλονται, μάταιος ἂν εἴη. Πᾶν γὰρ σοφὸν καὶ ἀληθὲς παρ’ αὐτῷ μόνῳ τυγχάνει, καὶ παρ’ αὐ‐ τοῦ μόνοις τοῖς ἀξίοις δίδοται. Μακάριος ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτὸν, τοῦ πραῦ‐
25ναι αὐτῷ ἀφ’ ἡμερῶν πονηρῶν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος. Πεισθεὶς ἐγὼ καὶ πιστεύσας τοῖς εἰρημένοις, καὶ ὅτι οἱ διαλογισμοὶ τῶν ἀνθρώπων εἰσὶ μάταιοι, εἰκότως ἐκεῖνον μόνον μακάριον εἶναι ἡγοῦ‐ μαι, ὦ Κύριε, τὸν ἀπὸ τῆς σῆς σοφίας καὶ παιδείας,
30ὥσπερ ἀπὸ πηγῆς μεταλαμβάνοντα. Πῶς δὲ μεταλά‐ βοι ἄν τις τῆς σῆς παιδείας ἢ τῷ νόμῳ σου τῷ θείῳ μαθητευθείς; Διὰ τοῦτο γὰρ καὶ ἐγγράφους παρέδω‐ κας εὐσεβείας νόμους, εἰς τὸ μεταλαμβάνειν τῆς σῆς παιδεύσεως τοὺς μαθητευομένους αὐτοῖς. Διδασκό‐
35μεθα δὲ διὰ τούτων, ὅτι τὰ συμβαίνοντα τοῖς δικαίοις λυπηρὰ ἐπ’ ὠφελείᾳ αὐτῶν γίνεται, γυμναζομένων καὶ πειραζομένων δίκην ἀθλητῶν Θεοῦ διὰ πόνων καὶ διὰ πληγῶν ἐν ὑπομονῇ δοκιμαζομένων. Διὸ οὐ χρὴ λυπεῖσθαι, οὐδὲ ἀδημονεῖν ἐπὶ τοῖς κακουμένοις κατὰ
40τὸν παρόντα βίον, μακαρίζειν δὲ μᾶλλον αὐτοὺς, ὡς ὑπὸ τοῦ Θεοῦ παιδευομένους· Μακάριος γὰρ ἄνθρω‐ πος, ὃν ἂν παιδεύσῃς, Κύριε; καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν. Ὁ γὰρ παιδευόμενος ὑπὸ σοῦ καὶ διδασκόμενος, πραΰνεται ἐν ταῖς πονηραῖς ἡμέ‐
45ραις. Ἐν αὐταῖς γοῦν ταῖς κακοπαθείαις καὶ ἐν αὐ‐ τοῖς τοῖς πειρασμοῖς τὰς ἀπὸ τοῦ νόμου σου παρα‐ μυθίας λαμβάνων θεραπεύεται, ὑπομένειν διδασκό‐ μενος καὶ μακροθυμεῖν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος· τοῦτο γὰρ αὐτὸν περιμένει τὸ τέλος, καθά‐

23

.

1201

(50)

περ ὁ σὸς νόμος διδάσκει. Διὸ ταῦτα μανθάνων ἐν τοῖς τῶν πειρασμῶν καιροῖς ὁ δίκαιος, πραΰνεται καὶ θε‐ ραπεύεται, τὰς ἐκβάσεις, τῶν πραγμάτων σκοπῶν, καὶ τοῦ μὲν καταπονοῦντος αὐτὸν ἁμαρτωλοῦ τὸν βόθρον εἰς ὃν ἐμπεσεῖται, ἑαυτοῦ δὲ τὰς παρὰ τῷ Θεῷ ἀγαθὰς ἐλπίδας πρὸ ὀφθαλμῶν τιθέμενος.
55 Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει, ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ ἐχόμε‐ νοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Διάψαλμα.
Ἀκολούθως μετὰ τὸ διαγράψαι τὸν ἀποκείμενον τῷ1202 in vol. 23

23

.

1204

ἁμαρτωλῷ βόθρον, τὰ χρηστὰ τέλη τῶν διὰ τὸν Θεὸν κακουμένων ὑφηγεῖται. Ἐπεὶ γὰρ διὰ τῶν ἀνωτέρω εἴρητο, Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν, εἰκότως νῦν τὰ
5τέλη τοῦ ταπεινουμένου λαοῦ καὶ τῆς κακουμένης κληρονομίας παρίστησι λέγων· Οὐκ ἀπώσεται Κύ‐ ριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει. Εἰ γὰρ καὶ πρὸς βραχύν τινα καιρὸν ἐπιτρέπει τοῖς ἀσεβέσι συγχωρῶν ταπεινοῦν
10καὶ κακοῦν τὸν λαὸν αὐτοῦ, ἀλλ’ οὐκ εἰς τέλος ἀπώ‐ σεται τὸν λαὸν αὐτοῦ, οὐδὲ τὴν κληρονομίαν καταλεί‐ ψει. Ποῖον δὲ λαὸν καὶ ποίαν κληρονομίαν, ἔγνωμεν ἀπὸ τῆς εἰς πρόσωπον τοῦ Χριστοῦ λεγούσης φωνῆς· Αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρο‐
15νομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Τὸν αὐτὸν δὲ λαὸν, τὸν ἐξ ἐθνῶν, καὶ Ζα‐ χαρίας ὁ προφήτης θεσπίζει λέγων· Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου,
20λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον· καὶ ἔσονταί μοι εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Τοῦτον τοίνυν τὸν λαὸν αὐ‐ τοῦ οὐκ ἀπώσεται Κύριος, οὐδὲ τὴν κληρονομίαν αὐ‐ τοῦ ἐγκαταλείψει, ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς
25κρίσιν. Μέχρι γὰρ τούτου φυλάξει τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ, ἕως ἂν ἐπιστρέψῃ ἡ τοῦ Θεοῦ δικαιοσύνη, τὰ ἔπαθλα τῶν πόνων ἀποδώσουσα τοῖς καλῶς ἠγωνισμένοις. Οἱ δὲ ἐχόμενοι τῆς δικαιοσύνης τοῦ Θεοῦ πλησίον αὐτοῦ στήσονται ἐν τοῖς δεξιοῖς τοῦ
30βασιλέως καταταγησόμενοι· ἅτε δὴ ὀρθοὶ καὶ εὐθεῖς γενόμενοι τῇ καρδίᾳ, καὶ μηδὲν τῇ ψυχῇ σκολιὸν, μηδὲ σκαμβὸν ἐπενηνεγμένοι, μόνην δὲ τὴν εὐθεῖαν καὶ βασιλικὴν ὁδὸν βεβαδικότες. Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους, ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους
35τὴν ἀνομίαν; Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, παρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου. Εἰ ἔλεγον, Σεσάλευται ὁ ποῦς μου, τὸ ἔλεός σου, Κύριε, ἐβοήθει μοι. Ἡ κατὰ τὸ διάψαλμα διαστολὴ πλείστην καὶ τῆς διανοίας ἐποιήσατο μεταβολήν. Ὡς γὰρ συμ‐
40πληρωθέντος τοῦ προτέρου λόγου ἀφ’ ἑτέρας ἀρχῆς φησι· Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους; μεμαθήκαμεν γὰρ, φησὶν, ἀπὸ τῆς τοῦ θείου Πνεύ‐ ματος διδασκαλίας, ὅτι Θεὸς ἐκδικήσεών ἐστι Κύριος, καὶ ὅτι ἀποδώσει ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις· καὶ
45ὅτι ὀρυγήσεται τῷ ἁμαρτωλῷ βόθρος· καὶ ὅτι οὐκ ἀπώσεται τὸν λαὸν αὐτοῦ, οὐδὲ τὴν κληρονομίαν αὐ‐ τοῦ καταλείψει· ἀλλ’ ἐπὶ τέλει τῶν πραγμάτων, ἐπὰν ἐπιστρέψῃ ὁ λαὸς εἰς κρίσιν, ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· καὶ ὡς δεξιοὶ στήσονται πλησίον τῆς

23

.

1204

(50)

αὐτοῦ δικαιοσύνης πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ σὺν αὐτῷ τῷ Κυρίῳ τὰς διατριβὰς ἐν τῇ βασιλείᾳ τῶν οὐ‐ ρανῶν ποιησόμενοι, καὶ πᾶσαν αὐτῶν τὴν ζωὴν αὐτῷ παραστησόμενοι. Τούτοις μὲν οὖν ἐπίστευσα, καὶ πι‐ στεύσας παρεκλήθην. Ἀλλὰ τέως κατὰ τὸν ἐνεστῶτα
55καιρὸν τίς ὑπὲρ ἐμοῦ στήσεται κατὰ τῶν πονηρευο‐ μένων; ἢ τίς ἔκδικος συμπαραστήσεταί μοι ἐπὶ τοὺς
ἐργαζομένους τὴν ἀνομίαν; Ἀλλὰ γὰρ εἴποιμ’ ἂν1204 in vol. 23

23

.

1205

ὁμολογῶν τἀληθῆ, μηδένα βοηθὸν ἐν ἀνθρώποις εὑρή‐ σειν ἐμαυτῷ, ἕνα δὲ μόνον ἐπίκουρον κεκτῆσθαι, τὸν Κύριον, ὃς εἰ μὴ βεβοηθήκει μοι, πάλαι ἂν ὑπὸ τῶν πονηρευομένων καὶ τῶν ἐργαζομένων τὴν ἀνομίαν νε‐
5νικημένος τῷ ᾅδῃ παρῴκουν, αὐτῆς μου τῆς ψυχῆς καὶ τῆς λογικῆς, καὶ τῆς κατ’ εἰκόνα Θεοῦ γενομένης οὐσίας, τὸν θάνατον καὶ τὸν ᾅδην οἰκητήριον λαχούσης ἔχειν. Ταῦτα δ’ οὖν ἔπαθον ἂν, εἰ μὴ αὐτὸς ὁ Κύριος παραστὰς βεβοηθήκει μοι. Εἴ ποτε γοῦν πειραζόμενος
10ἐν τοῖς ἀγῶσιν ἀντελαβόμην ἀσθενείας ἐμαυτοῦ, ὡς κινδυνεύειν σαλευθῆναι τοὺς πόδας τῆς ἐμῆς ψυχῆς, ὁμολογῶ παραχρῆμα τοῦ ἐλέους σου, Κύριε, αἴσθησιν εἰληφέναι, καὶ ὑπὸ σοῦ βεβοηθῆσθαι· ὡς εἰ μὴ τοῦτό μοι παρῆν ὑποστηρίζον μου τοὺς πόδας, πάλαι ἂν
15ὀλισθήσας ἐπεπτώκειν ἀπὸ τῆς παρὰ σοὶ στάσεως. Νῦν δὲ τὸ ἔλεός σου, Κύριε, δίδωσί μοι παῤῥησίαν τοῦ λέγειν· Ἔστησας ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνας τὰ διαβήματά μου. Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ
20μου αἱ παρακλήσεις σου ηὔφραναν τὴν ψυχήν μου. Οὐ μόνον τοῖς ποσί μου τὸ ἔλεός σου δύναμιν παρεῖχε πρὸς τὸ μὴ σαλευθῆναι, οὐδὲ μόνον ἡ παρὰ σοῦ βοήθεια τὴν ἐμὴν κατεκράτει ψυχὴν πρὸς τὸ μὴ παροικῆσαι τῷ ᾅδῃ· ἀλλὰ καὶ ἃς ἔφερον ἐν τῇ καρ‐
25δίᾳ μου ὀδύνας, αἱ παρὰ σοῦ παρακλήσεις ἐθεράπευον, ἀποῤῥήτῳ δυνάμει τῆς σῆς χρηστότητος παρακαλού‐ σης μου τὴν ψυχὴν καὶ εὐφροσύνης αὐτὴν πληρούσης. Οὐδὲ γὰρ μία τις ἦν παράκλησις, οὐδὲ δευτέρα, ἀλλὰ πλείους καὶ τοσαῦται, ὅσαι ἦν ἀριθμὸς τῶν ἐν τῇ καρ‐
30δίᾳ μου ὀδυνῶν. Ἐφαμίλλως γοῦν ταῖς ἐμαῖς ὀδύναις τὰς παρὰ σοῦ μοι παρεῖχες παρακλήσεις πρὸς ἑκάστην ὀδύνην, ὥσπερ τι φάρμακον σωτήριον τὴν σὴν παρά‐ κλησιν προσφέρων, καὶ ὥσπερ πλείοσι τραύμασι, πλείους καὶ τὰς θεραπείας προσάγων. Τοιούτων δὲ
35παρακλήσεων ὁ θεῖος Ἀπόστολος ἀντιλαμβανόμενος, ἔφασκεν· Εὐλογητὸς ὁ Θεὸς, ὁ Πατὴρ τῶν οἰκτιρ‐ μῶν, καὶ Θεὸς πάσης παρακλήσεως, ὁ παρακα‐ λῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνα‐ σθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ
40τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. Ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ ἐν ἡμῖν, οὕτω περισσεύει καὶ ἡ πα‐ ράκλησις ἡμῶν. Καὶ ἦν ἂν εἰπεῖν πρὸς ταῦτα, με‐ ταβαλόντα τό· Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν και‐
45ροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς, τό· Οὐκ ἄξιον τὸ πλῆθος τῶν ὀδυνῶν τῶν ἐν τῇ καρδίᾳ μου πρὸς τὰς παρακλήσεις σου, ὦ Κύ‐ ριε, ἐφ’ αἷς ηὔφρανας τὴν ψυχήν μου. Εἰ δὲ ἐφ’ ἑκάστῃ ὀδύνῃ παρακαλεῖταί τις ὑπὸ τοῦ Θεοῦ, καὶ τῆς παρὰ

23

.

1205

(50)

τοῦ Θεοῦ εὐφροσύνης καταξιοῦταί τις· οὐκ ἂν εὔξαιτο διὰ Θεὸν πλείους ὑπομένειν ὀδύνας, ὡς ἂν πλειόνων τυγχάνοι παρακλήσεων, καὶ πλειόνων τῶν ἐπὶ ταῦτα εὐφροσυνῶν; Μὴ συμπροσέσται σοι θρόνος ἀνομίας, ὁ πλάσ‐
55σων κόπον ἐπὶ πρόσταγμα; Εἰκότως, φησὶ, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν τῶν ἐν τῇ καρδίᾳ μου αἱ πα‐
ρακλήσεις σου ηὔφραναν τὴν ψυχήν μου· ἐπειδήπερ1206 in vol. 23

23

.

1208

οὐ πρόσεστί σοι Θεῷ ὄντι δικαίῳ καὶ ἀγαθῷ θρόνος ἀνομίας· πάντα γὰρ κρίσει δικαίᾳ καὶ ὀρθῷ νόμῳ διοικεῖς· διὸ πλάσσεις κόπον ἐπὶ πρόσταγμα, του‐ τέστι, τὸ πρόσταγμά σου κόπων καὶ καμάτων ἐστὶ
5ποιητικὸν διὰ τὰς μετὰ τοὺς πόνους διαδεξομένας ἀμοιβὰς τοὺς καλῶς ἀγωνισαμένους καὶ τὸν κόπον προ‐ θύμως καὶ εὐτόνως ὑπομείναντας. Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῶον καταδικάσονται. Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγὴν, καὶ ὁ
10Θεός μου εἰς βοηθὸν ἐλπίδος μου. Καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν, καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν. Οἱ μὲν ἀσεβεῖς, φησὶν, ἐπὶ τοσοῦτον τὴν τοῦ δικαίου ψυ‐ χὴν θηρεύσουσι παγίσιν αὐτὴν καὶ δικτύοις περιβάλ‐
15λοντες, ἕως ὅτε καὶ μέχρι θανάτου περιελάσωσιν αὐ‐ τὴν, αἷμα ἀθῶον καταδικάζοντες. Οὐκ ἀρκοῦνται γὰρ ταῖς διὰ χρημάτων ζημίαις, οὐδὲ ταῖς κατὰ τοῦ σώμα‐ τος τῶν δικαίων πληγαῖς τε καὶ αἰκίαις, ἀλλὰ καὶ τὴν ἐπὶ θανάτῳ ψῆφον κατ’ αὐτῶν ἐκφέρουσι. Κἀ‐
20κεῖνοι μὲν τοιοῦτοι· ἐγὼ δὲ καὶ τοιούτων καταφρονεῖν μεμαθηκὼς, καὶ μέχρι θανάτου εὐθαρσῶς ἵστασθαι, εἰδὼς ἔχειν ἐμαυτῷ καταφυγὴν τὸν Κύριον, καὶ βοη‐ θὸν ἐλπίδος μου τὸν Θεόν μου· ὃς ἐμοὶ μὲν βοηθήσει καταφυγή μου γινόμενος· τοῖς δὲ θηρεύουσι τὴν ψυ‐
25χὴν τοῦ δικαίου, καὶ αἷμα ἀθῶον καταδικάζουσιν, ἀπο‐ δώσει τὴν ἀνομίαν αὐτῶν εἰς κεφαλὴν αὐτῶν, καὶ τὴν πονηρίαν αὐτῶν στρέψει κατ’ αὐτῶν ἐν τῷ τῆς δι‐ καιοκρισίας καιρῷ, ὅτε καὶ ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν· διὸ καὶ Θεὸς ἐκδικήσεων κατ’ ἀρχὰς εἴ‐
30ρηται τοῦ ψαλμοῦ. ΨΑΛΜΟΣ ϟΔʹ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. Οὐ φέρεται παρ’ Ἑβραίοις ἡ προγραφή· καὶ εἰκότως· οὔτε γὰρ ψαλμὸν, οὔτε
35ὕμνον, οὔτε ᾠδὴν εὔλογον ἦν ἐπιγράφειν, τὸν κα‐ λοῦντα μὲν τὸν Ἰουδαίων λαὸν ἐπὶ ἀγαλλίασιν, ἀπει‐ λοῦντα δὲ αὐτοῖς ὀργὴν καὶ τὰ τέλη τῶν παραγγελ‐ μάτων ἐπὶ σκυθρωποῖς περιγράφοντα. Σημειώσῃ δὲ εἴ που καὶ ἀλλαχοῦ τῆς Γραφῆς τὸ, δεῦτε, εἴρηται,
40καὶ τίνα τρόπον ὡς ἀφεστῶτας καὶ μακρὰν γεγονότας πλησιάζειν αὐτῷ καλεῖ· τηρήσεις καὶ ὅτι πάντοτε τὴν κλῆσιν ἐπ’ ἀγαθῷ ποιεῖται, ὡς ἐν τῷ, Δεῦτε τέκνα, ἀκούσατέ μου, καὶ, Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ, Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες,
45καὶ, Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου. Ἐν δὲ τῷ μετὰ χεῖρας ψαλμῷ σαφῶς ἐπὶ ἀγαλλίασιν ἥκειν παρακαλεῖ. Διὸ σημειώσῃ, ὅτι μὴ καλῶς ἡγοῦν‐ ται οἱ σκυθρωπὸν καὶ ἐπίλυπον νομίζοντες εἶναι τὸν τῆς θεοσεβείας ζυγόν· ἐπ’ ἀγαθοῖς γὰρ καὶ φαιδροῖς

23

.

1208

(50)

ποιεῖται τὴν κλῆσιν. Τούτοις παράθες τὸ, Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον, καὶ τὰ ὅμοια, ἐναντίως τὸ, δεῦτε, τοῖς ἁμαρτάνουσι λεγόμενα. Ἐπειδὴ ἐν τοῖς καιροῖς τῶν πολέμων οἱ νικῶντες ἀλαλάζειν εἰώθασι, καὶ μέγα βοᾷν κατὰ τῶν πολεμίων, εἰκότως οὐ μόνον
55χαίρειν καὶ ἀγαλλιᾷν, ἀλλὰ καὶ ἀλαλάζειν ἐπὶ τῇ σω‐ τηρίῳ νίκῃ προστάττει. Τίς δ’ ἂν εἴη ὁ Σωτὴρ ἡμῶν
καὶ Θεὸς ἡμῶν, ἢ ὁ τοῦ Θεοῦ Λόγος ὁ εἰπὼν, Θαρ‐1208 in vol. 23

23

.

1209

σεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον; ὁ καὶ ῥυσάμενος ἡμᾶς ἀπὸ τῆς πάλαι κατακρατούσης ἡμῶν δαιμονι‐ κῆς ἐνεργείας, οὗ καὶ τὸ Ἰησοῦς ὄνομα σωτήριον Ἑβραϊκῇ φωνῇ σημαίνει. Τίνας δὲ προηγουμένως
5ὁ λόγος ἐπὶ τὴν ἀγαλλίασιν παρακαλεῖ, εὕροις ἂν ἐπι‐ στήσας τοῖς ἑξῆς, ἐν οἷς εἴρηται, Κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Σαφῶς γὰρ διὰ τούτων δηλοῖ τοὺς υἱοὺς τῶν ἐν τῇ ἐρήμῳ παραπικρανάντων, δῆλον δ’
10ὅτι τοὺς ἐκ περιτομῆς. Τούτους τοιγαροῦν ἀνακαλεῖται λέγων· Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Θεσπίζει δ’ ὅτι μὴ ὑπακούσονται τῇ κλήσει· λέγει δ’ οὖν ἐπὶ τέλει· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ
15μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Ἐπεὶ οὖν ἐκεῖνοι ἀεὶ πλανῶνται τῇ καρδίᾳ, εἰκότως ὁ ἐπιφερόμενος ἑξῆς ψαλμὸς τὰ ἔθνη πάντα καλεῖ ἐπὶ τὸ καινὸν ᾆσμα, καὶ ἐπὶ τὴν ἐν Θεῷ ἀγαλλία‐ σιν.
20 Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολο‐ γήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Ἐπὶ μὲν τῆς πρώτης αὐτοῦ παρουσίας τὸ πρόσωπον αὐτοῦ τὸ ἔνθεον ἀποκρύψας ὁ τοῦ Θεοῦ Λόγος, τὴν τοῦ δού‐ λου μορφὴν περιεβάλετο· διὸ εἴρηται· Ἄνθρωπος ἐν
25πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν· ὅτι ἀπ‐ έστρεψε τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη, καὶ οὐκ ἐλογίσθη. Ἐπὶ δὲ τῆς δευτέρας αὐτοῦ παρουσίας ἀνακεκαλυμμένῳ προσώπῳ καὶ μετὰ δυνάμεως καὶ δόξης πολλῆς ἐπιστήσεται· διόπερ ὁ λόγος, προτάξας
30τὰ εἰρημένα διὰ τῶν πρώτων, ἅπερ ἐχρῆν ἐπὶ τῆς προτέρας αὐτοῦ παρουσίας πράττειν, ἑξῆς ἀκολούθως τῆς δευτέρας αὐτοῦ καὶ ἐνδόξου ἐπιφανείας ὑπο‐ μιμνήσκει, παρακελευόμενος προβαλεῖν τὸ μέλλον, καὶ προφθάσαι τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. Κα‐
35λὸν γὰρ προφθάσαι καὶ προλαβεῖν, καὶ πρὶν φανῆναι τὸ πρόσωπον αὐτοῦ ἔνδοξον, ἐφ’ οἷς ἡμάρτομεν ἀπο‐ κάθαρσιν ἑαυτοῖς πορίσασθαι διὰ τῆς ἐξομολογήσεως. Γένοιτο δ’ ἂν ἡ ἐξομολόγησις γνησία, εἰ ἐν ψαλμοῖς ἀλαλάζωμεν αὐτῷ, τουτέστι διὰ τῶν ὀργάνων τῆς
40ψυχῆς, ἅπερ ἐστὶ τὰ σώματα· δι’ ὧν προσήκει τὸν καλούμενον ἀλαλαγμὸν ἐπιτελεῖν, βίῳ σώφρονι καὶ πολιτείᾳ ἐναρέτῳ τὴν τοῦ θείου Πνεύματος ἁρμονίαν καὶ τὸν ἅγιον ῥυθμὸν ἐπιδεικνυμένους. Ταῦτα δὲ προηγουμένως πρὸς τὸν Ἰουδαίων λέλεκται λαὸν,
45προκαλουμένου αὐτοὺς τοῦ λόγου ἐπὶ τὴν τοῦ Σωτῆ‐ ρος ἡμῶν γνῶσιν· ὅμως δὲ καὶ πρὸς πάντας ἡμᾶς χρησίμως ἂν ἐφαρμοσθείη. Ὅτι Θεὸς μέγας Κύριος καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς θεούς. Τὰ παρηγγελμένα διὰ τῶν ἔμπροσθεν ἐν τῷ Κυρίῳ καὶ

23

.

1209

(50)

Σωτῆρι ἡμῶν, δηλαδὴ τῷ τοῦ Θεοῦ Λόγῳ, ἐπιτελε‐ στέον, διά τε τὰ ἄλλα, καὶ διότι φύσει μέγας ὢν Θεὸς καὶ μέγας τυγχάνει βασιλεὺς, ἅτε μονογενὴς ὢν τοῦ Θεοῦ Λόγος. Βασιλεὺς δὲ μέγας ἐστὶν ἐπὶ πάντας τοὺς θεοὺς, ἢ κατὰ τὸν Σύμμαχον, ἐπάνω πάντων
55τῶν θεῶν· ἤτοι τῶν πεπλανημένως παρὰ τοῖς ἔθνεσι νενομισμένων· ἢ τῶν Μωϋσεῖ παραπλησίων, ᾧ εἴρη‐
ται, Τέθεικά σε θεὸν Φαραώ· ἢ θεῶν περὶ ὧν εἴρη‐1210 in vol. 23

23

.

1212

ται· Θεὸς θεῶν Κύριος ἐλάλησε· καὶ, Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· οὐδεὶς γὰρ αὐτῷ τούτων ὅμοιος. Δι’ ὃ καὶ ἀλλαχοῦ εἴρηται· Ὅτι τίς ἐν νεφέ‐ λαις ἰσωθήσεται τῷ Κυρίῳ, ὁμοιωθήσεται τῷ Κυ‐
5ρίῳ ἐν υἱοῖς Θεοῦ; Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσι. Καὶ διὰ τοῦτο ἀγαλ‐ λιασώμεθα καὶ ἀλαλάξωμεν τῷ Θεῷ, οὐ μόνον ὅτι Κύριος καὶ Θεός ἐστι καὶ βασιλεὺς μέγας ἐπὶ πάντας
10τοὺς θεοὺς, ἀλλ’ ὅτι καὶ ὑπηγάγετο καὶ ὑφ’ ἑαυτὸν ἐποιήσατο τὰ πέρατα τῆς γῆς. Τοῦτο γὰρ αἰτήσας παρὰ τοῦ Πατρὸς εἴληφε κατὰ τό· Αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Εἰ δὲ καί τινα
15ἦν ὕψη ὀρέων, ἤτοι τὰ παρὰ τῇ θείᾳ Γραφῇ τετιμη‐ μένα, ὡς τὸ Σιναῒ, καὶ τὸ Χωρὴβ, τό τε Θαβὼρ, καὶ τὸ ὄρος Σιὼν, καὶ τὸ ὄρος τῶν Ἐλαιῶν, καὶ εἴ τι ἄλλο τούτοις παραπλήσιον· ἢ καὶ τὰ τούτοις ἐναντία, τὰ δὴ ὑπὸ δαιμόνων πάλαι κρατούμενα, ἐν οἷς ἐθυσία‐
20ζον ὡς θεοῖς τοῖς πονηροῖς δαίμοσι τὰ ἔθνη· ἀλλὰ καὶ ταῦτα πάντα δεδιδάγμεθα ὅτι τοῦ Κυρίου καὶ Σω‐ τῆρος ἡμῶν ἴδια τυγχάνει· αὐτὸς γὰρ ἦν ὁ ποιητὴς αὐτῶν. Μήποτε δὲ ἐν μὲν τῇ χειρὶ αὐτοῦ τὰ πέρατά εἰσι τῆς γῆς, διὰ τὸ ὑπὸ τὴν αὐτοῦ χεῖρα διοικεῖσθαι
25τὰ περίγεια, τὰ δὲ ἐπουράνια, τροπικῶς ὕψη ὀρέων ὀνομαζόμενα, κρεῖττόν τι ἔχει τῶν ἐπὶ γῆς; ἐπειδή‐ περ αὐτοῦ ἐστιν οἷόν τι κτῆμα καὶ οἰκητήριον τῆς βασιλείας· Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα καὶ αὐτὸς ἐποίησεν αὐτὴν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ
30ἔπλασαν. Μὴ θαυμάσῃς, φησὶν, εἰ τὰ πέρατα τῆς γῆς αὐτοῦ τυγχάνει· καὶ εἰ τὰ ὕψη τῶν ὀρέων αὐ‐ τοῦ ἐστιν. Ἀλλὰ γὰρ μάνθανε, ὅτι καὶ τὸ πᾶν στοι‐ χεῖον τῆς ὑγρᾶς οὐσίας, ἐφ’ ᾧ ἐστερέωται ἡ γῆ, αὐ‐ τοῦ ἔργον ὑπάρχει· οὐ μόνον κτῆμα ὂν, ἀλλὰ καὶ
35ποίημα αὐτοῦ. Τὴν μὲν οὖν θάλασσαν, δι’ ἧς τὸ πᾶν στοιχεῖον τῆς ὑγρᾶς οὐσίας δηλοῦται, αὐτὸς ἐποίησε· τὴν δὲ ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν· τάχα διὰ τὸ λέγεσθαι· Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον· καὶ πάλιν· Ἔπλασεν ὁ
40Θεὸς ἀπὸ τῆς γῆς πάντα τὰ θηρία. Ἔοικε δὲ τὸ τῆς γῆς στοιχεῖον, σφαιροειδὲς ὂν, ὥς φασιν, ἢ καὶ ἄλλως κατά τινα τρόπον ἐσχηματισμένον, λόγῳ Θεοῦ καὶ αὐτὸ τὴν τοιάνδε πλάσιν εἰληφέναι. Διὸ ἀκριβῶς καὶ κατὰ φυσικὸν λόγον εἴρηται τό· Καὶ τὴν ξηρὰν
45αἱ χεῖρες αὐτοῦ ἔπλασαν. Δεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Τὴν ἔνθεον τοῦ Κυρίου δύναμιν διὰ τῆς προτε‐ θείσης διδασκαλίας παραιτήσας ὁ λόγος, ἀνωτέρω τε

23

.

1212

(50)

εἰπὼν, Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξο‐ μολογήσει, νῦν ἀναγκαίως διασαφεῖ τὸν τρόπον τῆς ἐξομολογήσεως. Πάνυ δὲ προτρεπτικῶς ἀρχόμενος τοῦ ψαλμοῦ, οὐκ ἐντεῦθεν ἀπὸ τῶν σκυθρωποτέρων ἤρξατο, ἀλλ’ ἀπὸ τῶν φαιδροτέρων, ὡς ἂν μὴ ἀπο‐
55τραπεῖεν οἱ καλούμενοι τὸ, προσπέσωμεν καὶ κλαύ‐ σωμεν, εὐθὺς ἐν ἀρχαῖς ἀκούσαντες· εἰ μὴ ἄρα δύο
τάγματα διὰ τούτων δηλοῖ· ἓν μὲν τὸ κρεῖττον, ὃ1212 in vol. 23

23

.

1213

προηγουμένως ἐπὶ τὸν αἶνον καὶ τὴν ἀγαλλίασιν κα‐ λεῖ· δεύτερον δὲ τὸ δεόμενον θεραπείας· δι’ ὃ, Δεῦτε ἀγαλλιασώμεθα, ἐν τοῖς πρώτοις εἴρηται· εἶθ’ ἑξῆς μετὰ τὰ τεθεολογημένα περὶ τοῦ Κυρίου καὶ
5μετὰ τὴν τῶν προτέρων κλῆσιν ἐπὶ τοὺς δευτέρους μεταβαίνει, καὶ τούτους διδάσκων ἀντὶ ὕδατος καὶ περιῤῥαντηρίων, κλαυθμῷ καὶ ἐξομολογήσει ἐπὶ τοῖς πρώτοις αὐτῶν ἁμαρτήμασι χρήσασθαι. Προτρεπτι‐ κῶς δὲ τὸ, κλαύσωμεν ἐναντίον Κυρίου, ἐπαγαγὼν,
10τοῦ ποιήσαντος ἡμᾶς, ἀγαθὰς ὑπέγραψεν ἐλπίδας, διδάξας, ὅτι μὴ ἀλλότριοί ἐσμεν αὐτοῦ, ἀλλ’ ἔργον αὐτοῦ καὶ ποίημα αὐτοῦ· δι’ ὃ προσήκει τὰ χρηστό‐ τερα προσδοκᾷν, ἅτε δὴ κηδομένου αὐτοῦ τοῦ ἰδίου ποιήματος. Ἔτι πρὸς τούτοις διὰ τοῦ, Προσπέσωμεν
15καὶ κλαύσωμεν ἐνώπιον Κυρίου, διδάσκει μὴ ἐν‐ ώπιον ἀνθρώπων μηδὲ δι’ ἀνθρώπους τοῦτο ποιεῖν, ἀλλ’ ἐν τῷ κρυπτῷ κατὰ τὸ, Ὁ Πατήρ σου ὁ βλέ‐ πων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι. Καθόλου μὲν οὖν ἅπασιν ἁρμόζει τὰ παρηγγελμένα· κυρίως δὲ καὶ
20προηγουμένως ὁ Λόγος τὸν Ἰουδαίων λαὸν ἐπὶ μετα‐ νοίᾳ ὧν ἐτόλμησαν παρακαλεῖ, Ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. Οὐ μόνον Κύριος ἡμῶν ἐστιν ὡς οἰκετῶν δεσπότης, οὐδὲ μόνον ποιητὴς ὡς ἂν κτί‐
25στης ἡμῶν, ἀλλὰ καὶ Θεός ἐστιν ἡμῶν, ἅτε δὲ ἀγαθὸς ὢν καὶ ἵλεως. Δι’ ὃ καὶ φείσεται ἡμῶν καὶ ἐλεήσει ἡμᾶς· ὅτι οὐ μόνον ποίημα, ἀλλὰ καὶ κτῆμα αὐτοῦ τυγχάνομεν ὄντες· καὶ οἱ μὲν λογικώτεροι λαὸς αὐ‐ τοῦ, οἱ δὲ ἔτι ἀτελεῖς καὶ ἀλογώτεροι πρόβατα χειρὸς
30αὐτοῦ· ὥστε ἐὰν ἐξομολογησώμεθα αὐτῷ καὶ προσκυ‐ νήσωμεν καὶ προσπέσωμεν καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ, ἐξ ἅπαντος σωθησόμεθα, οἱ μὲν ὡς λαὸς αὐτοῦ, οἱ δὲ ὡς πρόβατα χειρὸς αὐτοῦ. Λέγεται γοῦν αὐτὸς εἶναι ὁ ποιμὴν ὁ καλός· καὶ ἡμεῖς λέγειν διδασκόμεθα·
35Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ἐν τῷ παραπι‐ κρασμῷ. Ἅπαξ τότε, φησὶν, ἐσκληρύνατε τὰς καρ‐ δίας ὑμῶν, ἀκούσαντες αὐτοῦ τῆς φωνῆς ἐπὶ τῆς ἐρή‐
40μου· ὁρᾶτε οὖν μὴ καὶ δεύτερον ταὐτὸν πράξητε, ἐὰν αὖθις τῆς φωνῆς αὐτοῦ ἀκούσητε ἐν ἀνθρώποις σήμε‐ ρον γενομένου. Ὁ δὲ λόγος προηγουμένως πρὸς τοὺς ἐκ περιτομῆς λέλεκται ἐκ προσώπου τοῦ χοροῦ τῶν προφητῶν προφερόμενος· οἳ δὴ κατὰ μὲν τὴν ἀρχὴν
45τὰ πάντα ἔλεγον πληθυντικῶς, καὶ ἑαυτοὺς συγκα‐ ταλέγοντες τοῖς καλουμένοις· Δεῦτε, γὰρ ἔφασκον, ἀγαλλιασώμεθα καὶ ἀλαλάξωμεν καὶ προφθάσω‐ μεν· καὶ πάλιν· Δεῦτε προσκυνήσωμεν καὶ προσ‐ πέσωμεν καὶ κλαύσωμεν· ἐπὶ δὲ τοῦ παρόντος ἑτέ‐

23

.

1213

(50)

ρων εἰς πρόσωπον μὴ παραιτήσασθαι τὴν κλῆσιν πα‐ ραινοῦσι· μηδ’ ἀπιστῆσαι τῇ φωνῇ τῇ σήμερον αὐτοῖς μελλούσῃ λαλεῖν. Τὸ δὲ, σήμερον, ὁ Ἀπόστολος εἰς πάντα τὸν παρατείνοντα τῆς ζωῆς ἡμῶν χρόνον ἐξεί‐ ληφε, κατὰ τὸ, ἕως οὗ τὸ σήμερον καλεῖται. Προ‐
55τρέπει δὲ καὶ ἡμᾶς ὁ λόγος ἐντεῦθεν ἀπάρξασθαι τῶν παρηγγελμένων. Εἰ γὰρ καὶ πολλή τις γέγονε ῥᾳθυ‐
μία ἐν τῷ παρελθόντι χρόνῳ· ἀλλὰ κἂν ἀπὸ τῆς1214 in vol. 23

23

.

1216

σήμερον καλουμένης ἡμέρας καὶ ἀπὸ ἐνεστῶτος και‐ ροῦ σπουδάσωμεν προσέχειν τοῖς εἰρημένοις· καὶ μὴ ζηλώσωμεν τὸν λαὸν ἐκεῖνον, ὃς, ἀκούσας φωνῆς Θεοῦ ἐπὶ τῆς κατὰ τὴν ἔρημον ὀπτασίας, ἐσκληρύνθη τὴν
5καρδίαν ἐν τῷ καιρῷ τοῦ παραπικρασμοῦ, ὁπηνίκα πάντων αὐτῶν τὰ κῶλα κατεστρώθη ἐν τῇ ἐρήμῳ, διὰ τὸ παρακοῦσαι τῆς φωνῆς τοῦ Θεοῦ. Ἀναγκαίως οὖν ἐκείνων ὑπομιμνήσκει, ἵνα μὴ καὶ ἡμεῖς τῇ σή‐ μερον ἡμέρᾳ τῶν τοῦ Θεοῦ παραγγελμάτων ἀκούον‐
10τες καὶ παρακούοντες παραπικραίνωμεν αὐτὸν σκληρυ‐ νόμενοι τὰς καρδίας, καὶ μὴ ὑπακούοντες τοῖς σωτη‐ ρίοις παραγγέλμασι, καὶ διὰ τοῦτο πικρὸν αὐτὸν καὶ ἀπότομον κριτὴν ἑαυτοῖς κατασκευάζοντες. Καὶ πρὸς πάντας μὲν οὖν ἡμᾶς, ὡς ἔφην, ἁρμόζει τὸ παράγ‐
15γελμα· κατὰ δὲ τὸν προηγούμενον λόγον πρὸς τὸν ἐκ περιτομῆς λαὸν ταῦτα λέγεται, τοιαύτην ἔχοντα διά‐ νοιαν· Ἅπαξ ποτὲ ἤδη πρότερον ἐπὶ τῆς ἐρήμου τῆς φωνῆς ἀκούσαντες τοῦ Θεοῦ, παρεπικράνατε αὐτὸν σκληρύναντες ἑαυτῶν τὰς καρδίας ἐπὶ Μωϋσέως· ἀλλ’
20ἐπειδήπερ ὁ αὐτὸς τοῦ Θεοῦ Λόγος μέλλει δεύτερον ἀνθρώποις λαλεῖν ἐπιφανεὶς τῷ βίῳ, καὶ παρ’ ὑμῖν αὐτοῖς διδάσκειν τὰ τῆς Καινῆς Διαθήκης μυστήρια, ὁρᾶτε μὴ πάλιν σκληρύνητε ἑαυτοὺς ὡς τὸ πρὶν ἐσκληρύνατε, μηδὲ αὖθις αὐτὸν παραπικράνητε, ἐὰν
25αὖθις τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μηδὲ τοὺς πατέρας ὑμῶν κατὰ τοῦτο μιμήσησθε, ὅπως μὴ στερήσητε αὑ‐ τοὺς τοῦ ἀληθινοῦ σαββατισμοῦ καὶ τῆς καταπαύ‐ σεως αὐτοῦ, ἣν καταπαύσει αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, τὴν οἰκείαν ἀπολαβὼν βασιλείαν, καὶ ἐν αὐτῇ ἀνα‐ παυσόμενος, πάντας τε τοὺς παραδεχομένους αὐτὸν εἰς τὴν αὐτὴν ἀνάπαυλαν ὑποδεξόμενος, καὶ τὸ ἅγιον καὶ τὸ
30ἀληθὲς αὐτοῦ Σάββατον παρέξων τοῖς ἀξίοις τῆς παρ’ αὐτῷ καὶ σὺν αὐτῷ ἀναπαύσεως. Κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με καὶ εἶδον τὰ ἔργα μου. Τεσσαράκοντα ἔτη προσ‐ ώχθισα τῇ γενεᾷ ταύτῃ· καὶ εἶπα· Ἀεὶ πλανῶν‐
35ται τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Ὅπως ἐπείρασαν τὸν Θεὸν ἐν τῇ ἐρήμῳ οἱ πατέρες οὐχὶ τῶν πάλαι Ἰου‐ δαίων μόνον, ὡς ἂν ὑπολάβοι τις, ἀλλὰ τῶν καὶ σήμε‐
40ρον ἀκουόντων μὲν τῆς φωνῆς τοῦ Θεοῦ, σκληρυνο‐ μένων δὲ, κεῖται παρὰ Μωϋσεῖ, καὶ ἐν οʹ δὲ καὶ ζʹ ψαλμῷ πολλάκις εἴρηται, καὶ ἐν ρεʹ· ἅπερ καθ’ ἑαυ‐ τὸν ἐπιζητήσας εὑρήσεις. Ἐπεὶ τοίνυν διὰ ταῦτα ὤμοσεν ὁ Θεὸς μὴ εἰσελεύσεσθαι τοὺς παραπικράναν‐
45τας εἰς τὴν κατάπαυσιν αὐτοῦ, ἣν ὁ λόγος διὰ βρα‐ χέων παρέστησε, προνοητέον καὶ ἡμῖν καὶ μερι‐ μνητέον μὴ τοῖς ὁμοίοις περιπεσεῖν. Τὰ αὐτὰ γὰρ καὶ ἡμᾶς διαδέξεται, εἰ τῆς τοῦ Θεοῦ φωνῆς εἰς ἔτι καὶ νῦν κατὰ τὴν σήμερον ἡμέραν ἀνακαλουμέ‐

23

.

1216

(50)

νης ἡμᾶς ἀκούοντες σκληρύνωμεν τὰς ἑαυτῶν καρ‐ δίας· διαλήψεται γὰρ καὶ ἡμᾶς ὀργὴ Θεοῦ καὶ ἀποπεσούμεθα τῆς παρ’ αὐτῷ καὶ σὺν αὐτῷ ἀνα‐ παύσεως. Ὁποία δέ ἐστιν ἡ ὀργὴ, παρίστησιν ὁ Ἀπόστολος λέγων· Κατὰ δὲ τὴν σκληρότητά σου,
55καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιο‐
κρισίας τοῦ Θεοῦ. Τίς δὲ καὶ ἡ κατάπαυσις αὐτοῦ1216 in vol. 23

23

.

1217

ἀλλ’ ἡ μετὰ τὴν ἔξοδον τοῦ παρόντος βίου σὺν αὐτῷ διατριβὴ, καθ’ ἣν ἀναπαυσόμεθα ἐν τῇ αὐτοῦ βασι‐ λείᾳ, πάσης τῆς διὰ πράξεως ἀγωγῆς ἀπηλλαγμέ‐ νοι, μόνῃ δὲ τῇ τῶν θείων καὶ ἐπουρανίων θέᾳ
5προσανέχοντες; ὅτε ἀποδράσεται μὲν ὀδύνη καὶ λύπη καὶ στεναγμός· ἀργία δὲ καὶ ἀπαλλαγὴ κακῶν, σχολή τε καὶ ἀνάπαυλα καὶ τὸ ἀληθινὸν Σάββατον ἡμᾶς διαδέξεται· ἐν ᾧ Σαββάτῳ ἀληθινῷ καὶ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἀναπαύσεται· τὸ μὲν περὶ τὸν
10αἰσθητὸν κόσμον, τῷ Ἰουδαίων λαῷ τὰ ἐν αὐτῷ προσφωνῶν, καὶ παρακαλῶν αὐτοὺς, εἰ δεύτερον κα‐ ταξιωθεῖεν, ὡς τὸ πρῶτον ἐπὶ τῆς ἐρήμου, ἀκοῦσαι τῆς τοῦ Θεοῦ Λόγου φωνῆς, ἥτις ἤμελλεν αὐτοῖς πά‐ λιν κατὰ τὴν ἐνανθρώπησιν αὐτοῦ λαλεῖν, μὴ τοὺς
15πατέρας αὐτῶν ζηλῶσαι, μηδ’ αὖθις τὸν Θεὸν παρα‐ πικράναι ὡς καὶ πρότερον. Τοιαῦτα δὲ παρακαλῶν, προλέγειν μοι δοκεῖ καὶ προαινίττεσθαι τὴν ἐσομένην αὐτῶν εἰς τὸν Χριστὸν ἀπιστίαν, ἅτε τὸ μέλλον μὴ ἀγνοῶν· ἐπάγει δ’ οὖν ἑξῆς ἐκ προσώπου τοῦ Θεοῦ
20καὶ φησίν· Καὶ εἶπα· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· καὶ πάλιν· Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύ‐ σονται εἰς τὴν κατάπαυσίν μου. Εἰ γὰρ ἀψευδὲς τυγχάνει τὸ θεῖον στόμα, ὅρον τε ἐξήνεγκεν καὶ ἀπε‐ φήνατο, ὅτι ἀεὶ πλανῶνται, ὅρκῳ τε ἐβεβαίωσε τὸ
25μὴ εἰσελθεῖν αὐτοὺς εἰς τὴν κατάπαυσιν αὐτοῦ· σα‐ φῶς τὸ μέλλον ἐθέσπισεν. Ὅθεν φαίνονται ὥσπερ τὸ πρῶτον ἐπὶ Μωϋσέως, οὕτω καὶ τὸ δεύτερον ἐπὶ τοῦ Κυρίου πλανηθέντες τῇ καρδίᾳ, καὶ διὰ τοῦτο τῆς ἐπαγγελίας στερηθέντες. Διόπερ ἀκολούθως μετὰ τὸν παρόντα ψαλμὸν ὁ ἑξῆς πάντα τὰ ἔθνη εἰς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ καλεῖ, ὡς ἂν τοῦ προτέρου λαοῦ μὴ ὑπακούσαντος.
30ῼΔΗ Τῼ ΔΑΥΙΔ, ΟΤΕ Ο ΟΙΚΟΣ ῼΚΟΔΟΜΕΙΤΟ ΜΕΤΑ ΤΗΝ ΑΙΧΜΑΛΩΣΙΑΝ. ϟΕʹ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν· ᾄσατε τῷ Κυ‐ ρίῳ, πᾶσα ἡ γῆ. ᾌσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ. Φήσας ὁ λόγος ἐν τῷ πρὸ τούτου
35ψαλμῷ περὶ τοῦ Ἰουδαίων λαοῦ τὸ, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· καὶ τὸ, Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου· ἐπειδὴ πρώτους αὐτοὺς ἐπὶ τὴν κατὰ Θεὸν ἀγαλλίασιν προ‐ καλεσάμενος ἀπειθεῖς εὗρεν, ἐπὶ τὴν τῶν ἐθνῶν
40κλῆσιν μεταβαίνει· προσφωνεῖ δὲ ταῦτα τοῖς ἀποστό‐ λοις καὶ μαθηταῖς τοῦ Σωτῆρος, ὅπερ δῆλόν ἐστι ἀπὸ τοῦ, Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτή‐ ριον αὐτοῦ, ἑξῆς εἰρημένου, καὶ, Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς
45τὰ θαυμάσια αὐτοῦ· ἐπεὶ μὴ δι’ ἄλλων ἢ διὰ τῶν τοῦ Σωτῆρος ἡμῶν ἀποστόλων εἰς ἔργον προκεχωρήκασιν οἱ λόγοι. Δι’ ὃ καὶ μόνοις ἁρμόζει τὰ προκείμενα προ‐ σφωνεῖσθαι διὰ τὴν Καινὴν Διαθήκην καὶ τὸ καινὸν ᾆσμα τὸ εὐαγγελικὸν, τὸ πᾶσι τοῖς ἔθνεσι δι’ αὐτῶν κεκηρυ‐

23

.

1217

(50)

γμένον. Οὗτοι δὴ οὖν προστάττονται ᾄδειν τῷ Κυρίῳ ᾆσμα καινὸν ἐν πάσῃ τῇ γῇ· ὅπερ καὶ ἔργοις πεπλη‐ ρώκασιν, ὅτε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγ‐ γος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἦν δὲ τὸ ᾆσμα τὸ καινὸν, τὸ σωτή‐
55ριον Εὐαγγέλιον, οὐ τὰ παρὰ Μωϋσεῖ παλαιὰ νόμιμα
περιέχον, ἀλλὰ τὰ τοῦ Χριστοῦ πᾶσιν Ἕλλησιν ἁρ‐1218 in vol. 23

23

.

1220

μόδια παραγγέλματα· τὰ γὰρ Μωϋσέως οὐ τοιαῦτα ἦν. Προηγουμένως μὲν οὖν προστάττει ᾄδειν αὐτῷ τῷ Κυρίῳ τὸ καινὸν ᾆσμα· ἐπεὶ δὲ οὐ πᾶσα ἡ γῆ οἵα τε ἦν τίς ποτ’ ἦν ὁ Κύριος συνεῖναι, οὐδὲ τοὺς περὶ τοῦ
5Κυρίου βαθυτέρους εἰδέναι λόγους· ἀναγκαίως ἑξῆς κατὰ δεύτερον λόγον ἐπιλέγει τό· ᾌσατε τῷ Κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, τοιαύτην ἔχων τὴν διάνοιαν· εἰ μὴ συνιέναι τίς ἐστιν ὁ τοῦ σύμπαντος κόσμου δημιουργὸς, καὶ ὁ τῶν ὅλων δεσπότης Κύ‐
10ριος δύναται τὰ καθ’ ὅλης τῆς γῆς ἔθνη· καὶ εἰ μὴ συνορᾷν οἷά τέ ἐστιν ὅπως δημιουργικὸς ὢν Θεοῦ Λόγος, ἀφανεῖ καὶ ἀοράτῳ δυνάμει τὰ πάντα διέπει καὶ διακυβερνᾷ· ἀλλ’ ἀπαρκεῖ γε αὐτοῖς ὡς ἐν εἰσα‐ γωγῇ καὶ τὸ εὐλογεῖν τὸ ὄνομα αὐτοῦ. Ἱκανὸν γάρ
15ἐστιν αὐτὸ τὸ τοῦ Κυρίου ὄνομα καὶ αὐτὴ ψιλὴ ἡ προσηγορία αὐτοῦ εὐφημουμένη καὶ εὐλογουμένη τὰ μέγιστα τοὺς εὐλογοῦντας ὠφελεῖν, μᾶλλον ἢ οἱ τὸν Ἀβραὰμ εὐλογοῦντες, πρὸς ὃν εἴρηται· Οἱ εὐλο‐ γοῦντές σε εὐλογηθήσονται.
20 Τὸ καινὸν δὲ ᾆσμα μετὰ τὴν αἰχμαλωσίαν οἱ τῆς νέας οἰκουμένης κατηξιωμένοι καθ’ ὅλης τῆς οἰκου‐ μένης ᾀδέτωσαν. Διό φησιν ἡ προγραφὴ τοῦ ψαλ‐ μοῦ, Ὅτε ὁ οἶκος ᾠκοδομεῖτο μετὰ τὴν αἰχμαλω‐ σίαν. Ὅτε γοῦν ὁ μέγας οἶκος τοῦ Θεοῦ, ἡ Ἐκκλη‐
25σία αὐτοῦ, ἐν πᾶσι τοῖς ἔθνεσι μετὰ τὴν τῶν ψυχῶν αἰχμαλωσίαν οἰκοδομεῖσθαι ἤμελλεν ὑπὸ τοῦ μεγάλου καὶ σοφοῦ ἀρχιτέκτονος τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν, περὶ οὗ φησιν ὁ προφήτης· Οὗτος οἰκοδο‐ μήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ
30λαοῦ μου ἐπιστρέψει· τότε αὐτὸς ὁ Σωτὴρ, μέλλων ἔργοις ἀποπληροῦν τὰ διὰ τῶν προφητῶν προπεφω‐ νημένα, μετὰ χεῖρας λαβὼν καὶ διελθὼν τὴν δι’ αὐ‐ τοῦ προσώπου φάσκουσαν τοῦ Ἡσαΐου περικοπήν· Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με,
35εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, πτύξας τὴν βίβλον μετὰ τὴν ἀνάγνωσιν, εἶπε· Σήμε‐ ρον πεπλήρωται ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν· διδάσκων αὐτὸν μὲν εἶναι τὸν οὐ σωματικῷ μύρῳ
40τοῖς σωματικοῖς χριστοῖς ὁμοίως, τῷ δὲ Πνεύματι τῆς πατρικῆς θεότητος κεχρισμένον, καὶ διὰ τοῦτο Χριστὸν ἀνηγορευμένον· δι’ αὐτοῦ δὲ καὶ τὸ Εὐαγγέ‐ λιον τοῖς τὰς ψυχὰς αἰχμαλώτοις κεκηρῦχθαι ἀκο‐ λούθως τῇ προφητείᾳ. Οἱ μὲν οὖν τοῦ Ἰουδαίων ἔθνους
45προφῆται οὐ τοιαῦτα ᾖδον, οὐδ’ ἀγαθῶν Εὐαγγέλια τοῖς καθ’ ἑαυτοὺς ἐκήρυττον· ἀλλ’ ὁποῖα Μωϋσῆς ἐν μεγάλῃ ᾠδῇ πρὸς τὸν λαὸν φάσκων· Τέκνα μωμητὰ, γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα Κυρίῳ ἀνταποδίδοτε; οὕτω λαὸς μωρὸς καὶ οὐχὶ σοφός;

23

.

1220

(50)

καὶ τὰ τούτοις ἀκόλουθα· ἐν οἷς ἐστι καὶ τὸ, Παρ‐ ώξυνάν με ἐν ἀλλοτρίοις, ἐν βδελύγμασιν αὐτῶν ἐξεπίκρανάν με. Ἔθυσαν δαιμονίοις, καὶ οὐ Θεῷ· καὶ τὸ, Αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ Θεῷ, παρ‐ ώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. Καὶ Ἡσαΐας
55δὲ τούτοις κατάλληλον ᾄδων ᾆσμα ἔλεγεν· ᾌσω δὴ
τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου, τῷ ἀμπε‐1220 in vol. 23

23

.

1221

λῶνί μου· οἷς ἐπιλέγει· Τί ποιήσω τῷ ἀμπελῶνί μου, ὅτι ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας; Καθελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν πύργον
5αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα· καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ τὰ ἀκόλουθα τούτοις. Θρήνους δὲ καὶ Ἱερεμίας ᾖδε κατὰ τοῦ Ἰουδαίων λαοῦ· καὶ οἱ λοιποὶ δὲ ὁμοίως προφῆται, τὴν πτῶσιν αὐτῶν ἀπολοφυρόμενοι, ᾠδὰς αὐτοῖς ᾖδον καταλλή‐
10λους. Τὸ δὲ τοῖς ἔθνεσιν εὐαγγελιζόμενον ᾆσμα καινὸν οὐκ ἦν ἐκείνοις ὅμοιον, καινῶν δὲ καὶ νέων ἀγαθῶν ἐπαγγελίας περιέχον, καὶ οὐ τῷ Ἰουδαίων λαῷ, ἀλλὰ πάσῃ τῇ γῇ προσπεφωνημένα. Σφόδρα δὲ ἀκριβῶς ἡ προγραφὴ τὸ καινὸν ᾆσμά φησι εὐαγγελισθήσεσθαι
15πᾶσι τοῖς ἔθνεσιν, Ὅτε ὁ οἶκος ᾠκοδομεῖτο μετὰ μὲν αἰχμαλωσίαν. Καὶ ἄλλως γὰρ μετὰ τὴν Ἰου‐ δαίων αἰχμαλωσίαν καὶ μετὰ τὴν ἀπόπτωσιν αὐτῶν, καὶ τὴν ἐπελθοῦσαν αὐτοῖς ἐκ Θεοῦ ὀργὴν, ἣν ἐθέ‐ σπισεν ὁ πρὸ τούτου ψαλμὸς εἰπὼν, Ἀεὶ πλανῶνται
20τῇ καρδίᾳ. Αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου, οἱ πᾶσαν τὴν γῆν οἰκοῦντες ἄν‐ θρωποι βάρβαροί τε καὶ Ἕλληνες, ὁπηνίκα παρ’ αὐ‐ τοῖς ὁ οἶκος τοῦ Θεοῦ συνέστη, δηλαδὴ ἡ Ἐκκλησία αὐτοῦ, τὸ καινὸν ᾆσμα ᾄδειν ἐδιδάχθησαν, τὸ τῆς δαιμονι‐
25κῆς καὶ πολυθέου πλάνης ἀποθέμενοι. Ἐξ ἐκείνου δὲ καὶ τὸ σωτήριον τοῦ Θεοῦ εὐαγγελίζονται, καθ’ ὅλης τῆς οἰκουμένης τοῖς τῶν ἱερῶν Εὐαγγελίων ἀναγνώσμασι χρώμενοι. Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς θαυμάσια αὐτοῦ. Καὶ
30τίσι ταῦτα προσήκει νομίζειν προστάττεσθαι ἢ τοῖς δι’ ἔργων ὕστερόν ποτε αὐτὰ πεπληρωκόσι, τοῖς δηλαδὴ εὐαγγελισαμένοις εἰς πάντα τὰ ἔθνη τὸ σω‐ τήριον τοῦ Θεοῦ; Τούτοις γὰρ τὸ θεῖον Πνεῦμα ἄνωθεν καὶ πρὸ πολλοῦ τοῦτο πράττειν παρεκε‐
35λεύετο. Τοῖς αὐτοῖς δὲ καὶ τὰ ἑξῆς προσφωνεῖ, ὡς ἂν μέλλουσιν ἀναγγέλλειν τοῦ Κυρίου τὴν δόξαν ἐν πᾶσι τοῖς ἔθνεσι, μέλλουσί τε ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ κηρύττειν. Τίνες οὖν ἦσαν οἱ ταῦτα δι’ ἔργων ἐπιτελέσαντες; Εἰ μὲν ἦν ἑτέρους δυνατὸν
40ἐπιδεικνύναι, ἤτοι κατὰ τοὺς Κύρου χρόνους, ἢ κατὰ τοὺς Δαρείου τοιούτους αἱ προκείμεναι προστάξεις γίγνονται τοῖς Ἰησοῦ μαθηταῖς, ἀκούουσι τό· Πο‐ ρευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Βούλεται γὰρ τὸ Πνεῦμα τὸ ἅγιον συντόνῳ καὶ ἀδιαστάτῳ
45σπουδῇ ἐπιτελεῖν αὐτοὺς τὸ εὐαγγελικὸν ἔργον· τῇ γὰρ, ἡμέρᾳ ἐξ ἡμέρας, τοῦτο παρίστησι, τὸ διη‐ νεκῶς αὐτοὺς εὐαγγελίζεσθαι τὸ σωτήριον, περὶ οὗ εἴρηται· Οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κό‐ σμου.

23

.

1221

(50)

Ἐνέγκατε τῷ Κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμὴν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ. Οὐ μάτην ᾆσμα καινὸν ᾄδειν ἐν προοιμίοις τῆς ψαλμῳδίας ἐκέλευσεν, ἀλλ’ ἐπειδὴ καινή τις κλῆσις τοῦ παρόντος ψαλμοῦ,
55καινὸν τὸ κήρυγμα. Ἔθνη γὰρ, ὡς ὁρᾷς, οἱ καλού‐
μενοι οὐ μόσχους οὐδ’ ἄρνας, οὐδ’ ἔξωθεν εἰσ‐1222 in vol. 23

23

.

1224

φοράν τινα τῶν οὐ τελείων (πᾶν γὰρ ἄλογον ἐνδεὲς), αὐτοὶ δὲ αὐτοὺς θύειν ἀπαιτούμενοι, δόξαν τε καὶ τιμὴν ὡς Θεῷ κομίζειν προσταττόμενοι. Ἐπεὶ δὲ δεῖ μὴ μόνον λόγοις καὶ ὀρθοῖς δόγμασι θεολογεῖν αὐτὸν,
5ἀλλὰ καὶ θυσίας προσφέρειν, ἐπάγει· Ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ, προσ‐ κυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Σαλευ‐ θήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ· εἴπατε ἐν τοῖς ἔθνεσι· ὁ Κύριος ἐβασίλευσε, καὶ τὰ ἑξῆς·
10θυσίας μὲν λέγων τὰς λογικὰς καὶ πνευματικὰς, ἃς ὁρῶμεν διηνεκῶς ὑπὲρ τῶν εὐσεβῶν προσφερομένας, καὶ ἱερουργουμένας ὑπὸ τῶν ἱερέων, τοιαῦται δὲ καὶ αἱ ἀρεταί· αὐλὰς δὲ τὰς ἐκκλησίας, ἐν αἷς τῆς Και‐ νῆς Διαθήκης θυσίαι προσφέρονται, αἱ πνευματικαὶ
15λατρεῖαι, αἱ δι’ ἔργων καρποφορίαι αἱ χαριστήριοι ἀναφοραί. Ἄλλως δὲ οὐδὲ Ἰουδαίοις ταῦτα προσ‐ έταξεν, ἵνα μή τις τὰς νομικὰς ὑποπτεύσῃ θυσίας· ἀλλὰ ταῖς πατριαῖς τῶν ἐθνῶν, περὶ ὧν δι’ ἑτέρου προφήτου φησὶν ὁ Θεὸς πρὸς Ἰουδαίους διαλεγόμενος·
20Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· ὅτι ἀπὸ ἀνα‐ τολῶν ἡλίου μέχρι δυσμῶν μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσ‐ φέρεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά. Εὖ δὲ
25καὶ τὸ φάναι, Ἄρατε θυσίας, τουτέστι, Μετεωρίσατε τὸ περὶ θυσιῶν νόημα μὴ χαμαιζήλως βουθυτοῦντες, καὶ τὰ λοιπὰ σφάζοντες ζῶα, ἀλλ’ ὑψηλῶς τὰ διὰ τούτων δηλούμενα διανοούμενοι, τὰς πνευματικὰς καὶ ἐπουρανίους θυσίας, ὧν ὑποδείγματα καὶ σκιαὶ
30ἦσαν αἱ αἰσθητῶς προσαγόμεναι θυσίαι. Ποίας δὲ θυσίας ἀπαιτεῖ ἡ ψαλμῳδία, ὁ μακάριος Παῦλος δια‐ μνημονεύει λέγων· Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν καθαρὰν, ζῶσαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. Καὶ εἰσπορεύεσθε, φησὶ,
35διὰ ποίας ἐρχόμενοι τρίβου; διὰ τῆς πίστεως δηλον‐ ότι· αὕτη γάρ ἐστιν ἡ τῆς σωτηρίας εἰσβολή. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ, σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς. Χαρήσεται τὰ πεδία, καὶ πάντα τὰ ἐν
40αὐτοῖς. Ἀντὶ δὲ τοῦ, Σαλευθήτω ἡ θάλασσα, κατὰ τὸν Ἀκύλαν, Βροντήσει, ἢ κατὰ τὸν Σύμμαχον, Ἠχήσει. Σημαίνει δὲ διὰ τούτων ὁ λόγος διελεύσε‐ σθαι τὸ εὐαγγελικὸν κήρυγμα καὶ τὰ πελάγη καὶ τὰς ἐπὶ τῆς θαλάσσης νήσους, τούς τε ἐν ταύταις κατοι‐
45κοῦντας ἀνθρώπους, πλήρωμα αὐτῆς ὠνομασμένους· ὃ καὶ αὐτὸ τέλους ἔτυχεν. Αὐτίκα γοῦν Ἐκκλησίαι Χριστοῦ τὰς νήσους ἁπάσας πληροῦσι, πληθύει τε ὁσημέραι, καὶ ἐπιδίδωσιν ἡ σωτήριος διδασκαλία μέχρι τῶν τὸν Ὠκεανὸν οἰκούντων παρεκτεινομένη.

23

.

1224

(50)

Καὶ τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυ‐ μοῦ πρὸ προσώπου τοῦ Κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν. Κρινεῖ τὴν οἰκου‐ μένην ἐν δικαιοσύνῃ, καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.
55Τῼ ΔΑΥΪ̀Δ, ΟΠΟΤΕ Η ΓΗ ΑΥΤΟΥ ΚΑΘΙΣΤΑΤΟ. ϟϛʹ
Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ,1224 in vol. 23

23

.

1225

εὐφρανθήτωσαν νῆσοι πολλαί. Ἐπειδὴ ἐν τῇ τῶν Ἑβδομήκοντα ἑρμηνείᾳ φέρεται ἡ προγραφὴ, ἐροῦ‐ μεν, ὡς, πολλάκις συμφοραῖς περιπεπτωκὼς ὁ Δαυῒδ τότε μὲν ὅτε ὑπὸ Σαοὺλ ἠλαύνετο, καὶ τὰς ἐρήμους
5μετεδίωκε, τάς τε παρὰ τοῖς ἀλλοφύλοις διατριβάς· τότε δὲ ὅτε πολέμοις ἐσχόλαζε, τὸν προκείμενον, οἶμαι, ψαλμὸν κατ’ ἐκεῖνον ᾖσε καθ’ ὃν κατέστη ἡ γῆ αὐτοῦ, ὁμοῦ καὶ τῆς διανοίας αὐτοῦ καὶ τῆς βασι‐ λείας ἐν ἀταραξίᾳ καὶ εἰρήνῃ καὶ γαλήνῃ κατα‐
10στάσης μετὰ τὴν πάντων τῶν ἐχθρῶν ἀναίρεσιν. Τότε οὖν ὁ προφήτης, ἐν εἰρηναίῳ καταστήματι γεγονὼς, ὑπὸ τοῦ θείου Πνεύματος ἐπὶ τὴν τῶν προκειμένων διδασκαλίαν ἀνακινεῖται. Ἐπειδὴ δὲ μήτε ᾠδὴ, μήτε ψαλμὸς ἐπιγέγραπται παρ’ Ἑβραίοις, εἴποις ἂν τὰ
15προκείμενα προφητείαν εἶναι καὶ διδασκαλίαν ἁπλῆν τὰ περὶ τῆς δευτέρας καὶ ἐνδόξου παρουσίας τοῦ Σωτῆρος ἡμῶν περιέχουσαν· ἧς καὶ ὁ Δανιὴλ μνημο‐ νεύων φησίν· Ἐθεώρουν, καὶ ἰδοὺ ἐπὶ τῶν νεφε‐ λῶν τοῦ οὐρανοῦ Υἱὸς ἀνθρώπου παρῆν, καὶ μέ‐
20χρι τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. Καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύ‐ σουσιν. Ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ ἡ ἐξουσία αὐτοῦ οὐ μὴ ἀφαιρεθῇ. Τότε, φησὶν,
25ἀγαλλιάσεται πᾶσα ἡ γῆ, ἤτοι ἡ καινὴ κτίσις, καὶ πάντες οἱ ἐξ αἰῶνος τὴν γῆν οἰκήσαντες ἄνθρωποι τοῦ Θεοῦ· ἢ καὶ οἱ μέλλοντες κληρονομεῖν τὴν ἐπου‐ ράνιον γῆν, κατὰ τό· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Τῆς γὰρ σωματικῆς
30οὐσίας εἰς ἀφθαρσίαν μεταβαλλούσης κατὰ τοὺς τῆς ἀναστάσεως λόγους, ἀγαλλιάσεται ἡ γῆ, ἅτε τῆς τῶν οὐρανῶν βασιλείας καὶ αὐτὴ καταξιωθησομένη. Εὐφρανθήτωσαν νῆσοι πολλαί· πολλαὶ δὲ, καὶ οὐ πᾶσαι, διὰ τῶν κακοδόξων· οὐ χρὴ γὰρ χαίρειν
35τοῖς ἀσεβέσι. Νήσους γὰρ ἔσθ’ ὅτε τὸ Γράμμα τὸ ἱερὸν τὰς Ἐκκλησίας ἀποκαλεῖ· οἷον ἐν θαλάσσῃ κει‐ μένας ἐν τῷδε τῷ τόπῳ, καὶ πικροῖς ὕδασι περιεχο‐ μένας ταῖς ἐν αὐτῷ περιστάσεσι, καὶ ὡς ῥαγδαιοτά‐ τοις κύμασι καταπαιομένας τοῖς διωγμοῖς· πλὴν
40ἀδιαπτώτως ἐρηρεισμένας, καὶ ἀνεχούσας ὑψοῦ, καὶ ταῖς θλίψεσιν οὐ βαπτιζομένας. Ἀκλόνητοι γὰρ διὰ Χριστὸν αἱ Ἐκκλησίαι, καὶ πύλαι ᾅδου οὐ κατισχύ‐ σουσιν αὐτῶν. Οὐκοῦν εἰ δὴ βούλοιτό τις νήσους ἐννοεῖν τὰς ἐξ ἐθνῶν Ἐκκλησίας, οὐκ ἀπὸ τοῦ πρέ‐
45ποντος βαδιεῖται σκοποῦ. Ἐγκαινίζονται γοῦν πρὸς Θεὸν νῆσοι τῷ Ἡσαΐᾳ, αἱ ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίαι, ἄρτι καθιστάμεναι, καὶ τῆς ἁλμυρᾶς ἀπιστίας ἀνα‐ κύπτουσαι, καὶ πῆξιν λαμβάνουσι τῷ Θεῷ βάσιμον. Καλῶς τοίνυν κἀνταῦθα τὰς ψυχὰς τῶν ἐν τοῖς πει‐

23

.

1225

(50)

ρασμοῖς τὸ ἑδραῖόν τε καὶ ἀμετάθετον ἐπιδεικνυμέ‐ νων, νήσους ὠνόμασεν, ἃς πάντοθεν μὲν διαλαμβάνει ἡ τῆς κακίας ἅλμη, οὐ μὴν τοσοῦτον ἰσχύει προσπί‐ πτουσα, ὡς καὶ σάλον τινὰ τῷ παγίῳ τῆς ἀρετῆς ἐμποιῆσαι.
55Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη
καὶ κρῖμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ. Νεφέλη1226 in vol. 23

23

.

1228

μέν ἐστιν ἐκ φωτοειδοῦς ἀέρος φεγγοβόλον καὶ λεπτό‐ τατον ὕφασμα· γνόφος δὲ ἀχλυώδης καὶ ὁμιχλώδης σκοτασμός. Δι’ ἀμφοτέρων τὸ ἀθεώρητον τῆς θείας φύσεως ἀποσεμνύνει ὁ λόγος. Ὥσπερ γὰρ τὸν νεφέλῃ
5τινὶ καὶ γνόφῳ συγκαλυπτόμενον ἀδύνατον κατιδεῖν, οὕτω πάμπαν ἀδύνατον θεάσασθαι τὴν ἀόρατον φύ‐ σιν. Σημαίνει δὲ καὶ τὴν λεληθυῖαν ἐν ἀνθρώποις τοῦ Κυρίου κάθοδον, ὅτε πέφυκεν ἐν τῇ τοῦ δούλου μορφῇ, ὡς νοεῖσθαι νεφέλην καὶ γνόφον τὴν προσ‐
10ληφθεῖσαν σάρκα, ἅτε τὴν θεότητα ὑποκρύπτουσαν, κατὰ τό· Ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Ἀναμιμνήσκει δὲ καὶ ὡς αὐτός ἐστι καὶ ὁ ἐν τῷ Σινᾷ ὄρει διὰ νεφέλης καὶ γνόφου τὴν οἰκείαν ποιησάμενος ἐπιφάνειαν, καὶ
15διδάσκει, ὅτι, εἰ καὶ τὴν θείαν φύσιν ἀδύνατον κατ‐ ιδεῖν, ἀλλ’ οὖν διὰ τῆς ἐνεργείας τὴν ταύτης δύ‐ ναμιν ἔνεστι θεωρῆσαι. Δικαιοσύνην γὰρ τοὺς ἀν‐ θρώπους ἐπαίδευσε, καὶ τοὺς ἀδιακρίτως ἅπαντα δρῶντας μετὰ κρίσεως ὀρθῆς ἐδίδαξε πολιτεύεσθαι.
20Ταῦτα αὐτοῦ ὁ θρόνος καὶ ἡ βασιλεία κατώρθωσε· διὸ ἐπάγει· Δικαιοσύνη καὶ κρῖμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ. Αὕτη, φησὶ, γέγονε τῆς παρουσίας ἡ αἰτία, τὸ κρῖναι δικαίως τὴν κρίσιν ἡμῶν, ἣν ἔχο‐ μεν δηλαδὴ πρὸς τὰς πονηρὰς καὶ ἀντικειμένας δυ‐
25νάμεις. Βεβασίλευκε γὰρ ἡμῶν ὁ Χριστὸς, ἵνα δι‐ καιώσῃ τῇ πίστει τοὺς ἐν ἁμαρτίᾳ. Ἐχρήσατο δὲ καὶ θεοπρεπεῖ καὶ φιλαγάθῳ κρίματι· δεδικαίωκε γὰρ οὐκ ἐξ ἔργων δικαιοσύνης, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος· σέσωκε δὲ ἡμᾶς καὶ δι’ ὕδατος τοῦ ἁγίου καὶ
30μυστικοῦ, ἐν ᾧ συνετρίβη καὶ πεπάτηται, μᾶλλον δὲ καὶ ἀπόλωλεν ὁ πολυκέφαλος δράκων, καὶ αἱ σὺν αὐτῷ δυνάμεις πονηραί. Ταῦτα ἡ τοῦ Χριστοῦ βασι‐ λεία κατώρθωσε. Δῆλον δὲ ἀφ’ ὧν ἡμεῖς μὲν τῶν καταδουλωσάντων ἀδίκως ἠλευθερώθημεν, ἐκεῖνοι δὲ
35κατεκρίθησαν. Τοῦτο γὰρ κρίσις δικαία, τὸ τὸν μὲν τυραννοῦντα διάβολον καθελεῖν, τοὺς δὲ τυραννουμέ‐ νους ἀνθρώπους ἐλευθερῶσαι. Πλὴν ἀλλὰ καὶ ἡμᾶς ἀπαιτεῖ δικαιοσύνην καὶ κρίσιν κατορθοῦν.
40 Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ· εἶδε καὶ ἐσαλεύθη ἡ γῆ. Τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς. Ἀνήγγει‐
45λαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ εἴδο‐ σαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ. Αἰσχυνθή‐ τωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν. Ἐν τού‐ τοις τὰ φοβερὰ τῆς ἀνταποδοτικῆς δυνάμεως ὑποδείκ‐

23

.

1228

(50)

νυσι, διὰ τοῦ πυρὸς καὶ τῆς διαττούσης ἀστραπῆς ἐν τῇ δευτέρᾳ Χριστοῦ παρουσίᾳ· ἐκκαλύπτει δὲ καὶ τὴν εὐαγγελικὴν φωταγωγίαν, ἀστραπὰς λέγων τοὺς τοῦ θείου κηρύγματος λόγους, οἳ κατὰ πάσης τῆς οἰκου‐ μένης ἐκλάμπουσιν. Οὐ γὰρ δήπου φαμὲν, ὅτι τῆς εἰς
55ὑετοὺς γεγενημένης ἀστραπῆς ἐποιεῖτο μνήμην, ἀλλὰ τὴν τοῦ θείου καὶ νοητοῦ φωτὸς ἀνάλαμψιν τῷ τῆς
ἀστραπῆς κατασημαίνει ὀνόματι· ἢ ἀστραπὰς ὀνομά‐1228 in vol. 23

23

.

1229

ζων Χριστοῦ, τοὺς τὸ θεῖον καὶ εὐαγγελικὸν ἱερουρ‐ γοῦντας κήρυγμα, τουτέστιν ἀποστόλους καὶ εὐαγγε‐ λιστὰς, οἳ φωτὸς δίκην τὴν οἰκουμένην κατέλαμψαν· οἷς καὶ αὐτὸς ἔφη Χριστός· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ
5κόσμου Φῶς μὲν γὰρ τὸ ἀληθινὸν αὐτός ἐστιν ὁ Υἱὸς καταφωτίζων ἅπασαν κτίσιν λογικήν. Ἐπειδὴ δὲ γε‐ γόνασι μέτοχοι τοῦ παρ’ αὐτοῦ φωτὸς καὶ αὐτοὶ κατὰ τό· Ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ, χρηματίζου‐ σι φῶς τοῦ κόσμου. Οὗτοι τοίνυν καθάπερ ἀστραπαὶ
10γεγόνασι τῇ ὑπ’ οὐρανὸν διατρέχοντες πανταχοῦ, καὶ τὸ θεῖον καὶ νοητὸν ταῖς τῶν μυσταγωγουμένων καρ‐ δίαις εἰσπέμπονται φῶς. Καὶ πῦρ δέ φησιν ὁ ψάλλων, οὐ πάντως τοῦτο τὸ αἰσθητὸν, οὔτε μὴν τὴν ὁρωμέ‐ νην φλόγα, ἀλλὰ θείαν τινὰ δύναμιν ἄμαχον καὶ δυσ‐
15άντητον καὶ δυσδιάφυκτον, πυρὸς δίκην κατεσθίουσαν τοὺς ἐχθραίνοντας αὐτῷ. Οὗτοι δὲ ἦσαν καὶ πρό γε τῶν ἄλλων οἱ ἀλιτήριοι δαίμονες καὶ ὁ τῆς ἀγέλης αὐ‐ τῶν ἐπιστάτης· τοῦτον κατέφλεξεν ὁ Σωτὴρ τοῖς ἄλ‐ λοις ὁμοῦ. Οὐ γὰρ ἦν ἑτέρως ἐξελέσθαι τοὺς ἐπὶ τῆς
20γῆς ὑπ’ αὐτῷ γενομένους, εἰ μὴ καθάπερ τι πῦρ ἐπ‐ αφῆκεν αὐτῷ τὴν δαπανῶσάν τε καὶ ἀφανίζουσαν αὐ‐ τὸν ὀργήν. Οὕτως ἐξείλετο τοὺς ὑπ’ αὐτοῦ γενομένους, σέσωκε τοὺς ἐν αἰχμαλωσίᾳ, ἐῤῥύσατο τοὺς πεπλανη‐ μένους, καὶ εἰς τὸ τῆς ἀληθείας ἐκάλεσε φῶς. Τάχα
25δὲ πυρὸς καὶ ἀστραπῆς ἐμνημόνευσεν ὁ Δαυῒδ, ἤγουν φλογὸς καὶ φωτός· ἐπειδὴ διπλῆ τοῦ πυρὸς ἡ ἐνέρ‐ γεια· οὐ γὰρ μόνον τὸ καίειν, ἀλλὰ καὶ τὸ φωτίζειν ἔχει· καὶ τὸ μὲν φῶς τοῖς δικαίοις ἀποχαρίζεται, ἡ δὲ καῦσις τοῖς παρανόμοις ἀφώρισται. Ταῦτα καὶ τῆς
30δευτέρας ἐπιφανείας τὰ θεσπίσματα· ταῦτα καὶ Δα‐ νιὴλ ἐθεάσατο· Ποταμὸς, γάρ φησι, πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· καὶ ὁ Κύριος εἶπεν, ὡς ἡ παρου‐ σία αὐτοῦ ἔσται ὡς ἡ ἀπὸ ἀνατολῶν μέχρι δυσμῶν φθάνουσα ἀστραπή. Τὸ μὲν πῦρ αὐτοῦ προπορεύσε‐
35ται ἕνεκα τῶν ἐχθρῶν αὐτοῦ· τῶν δὲ εὐσεβῶν καὶ θεο‐ φιλῶν ἀνδρῶν χάριν ἀστραπαὶ αὐτοῦ ἐκ τοῦ αὐτοῦ φωτὸς ἐκπεμπόμεναι ἀντὶ ἡλίου καταλάμψουσι τὴν οἰκουμένην. Εἰ γὰρ τότε ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ, κατὰ τὴν σω‐
40τήριον διδασκαλίαν· πόθεν ἄλλοθεν φωτισθήσεται ὁ κόσμος εἰ μὴ ἐξ αὐτοῦ· Ἐπειδήπερ ἐστὶν αὐτὸς ὁ Κύ‐ ριος φῶς αἰώνιον. Προσκυνήσατε αὐτῷ πάντες ἄγγελοι αὐτοῦ· ἤκουσε καὶ εὐφράνθη ἡ Σιὼν, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας ἕνεκεν τῶν κριμάτων
45σου, Κύριε. Σιὼν μὲν τὴν Ἐκκλησίαν Χριστοῦ ὑπάρ‐ χειν ἰστέον, θυγατέρας δὲ τῆς Ἰουδαίας τὰς ἀποστο‐ λικὰς ψυχὰς ἀπὸ τοῦ Ἰουδαίων ἔθνους διελθούσας· αἳ δὴ καὶ ἐμπίπλανται εὐφροσύνης καὶ ἀγαλλιάσεως, μανθάνουσαι περὶ τῶν κριμάτων τοῦ Κυρίου, τῶν τε

23

.

1229

(50)

τοῖς εἰδωλολάτραις ἀποκειμένων τιμωριῶν, καὶ τῶν τοῖς ἔθνεσι τετηρημένων ἐπαγγελιῶν. Εἰκότως δὲ χαί‐ ρουσιν ἅτε αὐτῷ ἀνακείμεναι, καὶ ἐλπίζουσαι τῆς ἐν‐ δόξου αὐτοῦ παρουσίας καταξιωθήσεσθαι. Ὅτι σὺ εἶ Κύριος ὁ Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν, σφόδρα
55ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς. Οἱ ἀγαπῶν‐ τες τὸν Κύριον, μισεῖτε πονηρόν· φυλάσσει Κύ‐
ριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ, ἐκ χειρὸς ἁμαρ‐1230 in vol. 23

23

.

1232

τωλῶν ῥύσεται αὐτούς. Εἰ ἀποστραφέντες, φησι, τὸ πονηρὸν ὅσιοι γένησθε, τότε δὴ συμβήσεται ὑμῖν καὶ τῆς φυλακῆς τῆς παρὰ τοῦ Θεοῦ τυχεῖν, καὶ τῆς τοῦ διαβόλου ῥυσθῆναι χειρός· οὗτος γὰρ ὁ κυρίως
5ἁμαρτωλός. Ὁ μὲν οὖν τρόπος τῆς πρὸς τὸν Κύριον ἀγάπης τὸ μισεῖν πονηρά· μισθὸς δὲ τούτου τὸ ἔχειν αὐτὸν φυλακὴν τῆς ζωῆς, καὶ κρείττω τῶν ἐπανιστα‐ μένων δυσμενῶν γίνεσθαι. Εἶδες ἡλίκα τῆς πρὸς Θεὸν ἀγάπης ἀπολάβομεν; Γινόμεθα δὲ ὅσιοι ἀνακείμενοι
10αὐτῷ, καὶ φύλακα τὸν Θεὸν τοῦ μεγίστου κτήματος τῆς ἡμετέρας ψυχῆς ἔχομεν· ὥστε μὴ ὑπὸ τὴν χεῖρα καὶ τὴν ἐξουσίαν γενέσθαι τοῦ ἐχθροῦ· Φῶς γὰρ ἀνέτειλε τῷ δικαίῳ, καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη. Εὐφράνθητε, δίκαιοι, ἐν τῷ Κυρίῳ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐ‐
15τοῦ. ΨΑΛΜΟΣ Τῼ ΔΑΥΙΔ ϟζʹ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησε. Καὶ οὗτος ὁ ψαλμὸς τὴν αὐτὴν ἔχει διάνοιαν· ἑκατέραν γὰρ τοῦ Σωτῆρος ἐπιφάνειαν προθεσπίζει,
20ἀλλὰ τὰ πλείονα περὶ τῆς δευτέρας διέξεισιν. Εἰκότως δὲ ᾆσμα καινὸν κελεύει προσενεγκεῖν τῷ Θεῷ· ἐπειδὴ τῶν προτέρων πραγμάτων κηρύττει μεταβολὴν, καὶ καινὴν πολιτείαν προαγορεύει. Ὑπερφυᾶ γὰρ καὶ πα‐ ράδοξα τὰ ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων γενόμενα ἐπὶ σω‐
25τηρίᾳ ἡμετέρᾳ. Ὁ γὰρ Σωτὴρ, ἐπιδημήσας τῷ κόσμῳ καὶ χάριτι Θεοῦ ὑπὲρ παντὸς γευσάμενος θανάτου ἐπὶ τῷ ᾆραι τὴν ἁμαρτίαν τοῦ κόσμου, ὡς διὰ τῶν ἑπο‐ μένων δηλωθήσεται στίχων, τῶν μεγάλων καὶ ἀποῤ‐ ῥήτων ἡμᾶς κατηξίωσε μυστηρίων. Ἔσωσε αὐτῷ ἡ
30δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. Δεξιὰ καὶ βραχίων Θεοῦ διὰ πλειόνων ἀποδέδεικται ὁ Σωτὴρ εἶναι κατὰ τοῦ τῆς δεξιᾶς καὶ τοῦ βραχίονος κειμένου. Σώζει οὖν αὐτῷ τῷ Θεῷ ἡ δεξιὰ αὐτοῦ τοὺς εἰς μα‐ καριότητα ἠρμένους. Οὐ γὰρ πᾶς σωζόμενος Κυρίῳ
35τῷ Θεῷ σώζεται· ἀλλὰ μόνος καὶ πᾶς ὁ κακῶν καὶ παθῶν κατὰ τὸν ὀρθὸν λόγον ἀπαλλαττόμενος, καὶ τὴν τῆς ἀληθείας γνῶσιν μετ’ εὐσεβείας ἀνειληφώς. Ὁ γὰρ ἐκ νόσων καὶ τραυμάτων σωθεὶς οὐ πάντως Θεῷ σώ‐ ζεται, μάλιστα ὅτε οὐκ ἐπίσταται ἐκ Θεοῦ τὴν ὑγίειαν
40αὐτῷ δεδόσθαι. Ἅγιος δὲ ὁ βραχίων τοῦ Θεοῦ ἐστιν, οὐ κατὰ μετοχὴν ἁγιότητος τυγχάνων, ἀλλ’ ἁγίου Πνεύματος ὢν βραχίων. Καὶ τάχα δεξιὰ μὲν ἡ ἐνερ‐ γητικὴ τοῦ Θεοῦ δύναμις, οὐκ ἄλλη τοῦ Θεοῦ Λόγου τυγχάνουσα, καλεῖται, διὰ τὸ δεξιῶς, τουτέστιν ἁγίως,
45σοφῶς, ἀμέμπτως, ἐπαινετῶς πάντα ποιεῖν· βραχίων δὲ διὰ τὸ ἰσχυρὸν καὶ ὑπερβάλλον τῇ κραταιότητι.
48 Ἐγνώρισε Κύριος τὸ Σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ.

23

.

1232

(50)

Ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακὼβ, καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ. Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ Σωτήριον τοῦ Θεοῦ ἡμῶν. Πάλαι τὸν Ἀβραὰμ ἐν τῷ σπέρματι αὐτοῦ ἐνευλογηθῆ‐ ναι τὰ ἔθνη ἐπαγγειλάμενος, τὴν τῶν λόγων ἀλήθειαν
55διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως ἐπιστώσατο· καὶ ὃ δι’ ὅρκου ἐπηγγείλατο παρέξειν ἔλεος, τοῦτο ἔδειξεν εἰς ἔργον ἐκβάν. Κομιδῆ δὲ ταῦτα ἔοικε τοῖς Ἡσαΐου θε‐ σπίσμασι, δι’ οὗ ὁ Πατὴρ ἔφη πρὸς τὸν Μονογενῆ·
Ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ1232 in vol. 23

23

.

1233

εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Ἐπειδὴ γὰρ τοῖς θαυμασίοις πατριάρχαις καὶ τῷ Δαυῒδ ὑπ‐ έσχετο ὁ τῶν ὅλων Θεὸς ἐκ τοῦ σπέρματος αὐτῶν κατὰ σάρκα τὸν Χριστὸν ἀναστήσειν, καὶ σωτηρίαν δι’ αὐ‐
5τοῦ πᾶσιν ἀνθρώποις παρέξειν, διαθήκην ἐκάλεσε τὴν πρὸς τοὺς πατέρας γενομένην ἐπαγγελίαν. Γένος δὲ αὐτοῦ τὸν Ἰσραὴλ κέκληκεν· ἐπειδὴ ἐξ Ἰουδαίων κατὰ σάρκα Χριστός. Δέδωκά σε τοίνυν εἰς διαθήκην γένους, τουτέστιν, ὥστε πληρῶσαι τὰς πρὸς Ἰουδαίους
10γεγενημένας συνθήκας· ἀλλ’ εἰς φῶς οὐκ ἔτι Ἰου‐ δαίων, ἀλλ’ ἐθνῶν· οὗτοι γὰρ διὰ τῆς πίστεως τῆς σωτηρίας μετέλαχον· ἐκεῖνοι δὲ τὸν ζόφον τῆς ἀπι‐ στίας ἠγάπησαν. Τοῦτο καὶ ἐνταῦθα ἔφη Δαυΐδ· Ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακὼβ, ἤγουν τῷ
15Ἰσραὴλ, τουτέστι τὰς πρὸς ἐκείνους γεγενημένας ἐπαγγελίας ἐπλήρωσε, καὶ εἰς ἔργον ἤγαγε· διὸ εἴ‐ δοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ Σωτήριον τοῦ Θεοῦ ἡμῶν. Κηρυχθέντος γὰρ τοῦ Εὐαγγελίου ἐν πάσῃ τῇ ὑπ’ οὐρανὸν καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον
20πᾶσι τοῖς ἔθνεσι, κατὰ τὴν Χριστοῦ χρησμῳδίαν, εἶ‐ δον πάντα τὰ πέρατα τῆς γῆς Χριστὸν, τὸ Σωτήριον τοῦ Θεοῦ. Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ, ᾄσατε, καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε. Ψάλατε τῷ Κυρίῳ ἐν κι‐
25θάρᾳ, ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ, ἐν σάλπιγξιν ἐλαταῖς, καὶ φωνῇ σάλπιγγος κερατίνης. Ἀλαλά‐ ξατε ἐνώπιον τοῦ βασιλέως Κυρίου, καὶ τὰ ἑξῆς. Κατὰ μὲν τὸ ῥητὸν, συνάψατε, φησὶ, τοῖς ὕμνοις καὶ ὄργανα ψαλμικά· κατὰ δὲ ἀναγωγὴν, κιθάρα ἡ πρα‐
30κτική· φωνὴ δὲ ψαλμοῦ ἡ θεωρία. Δοξάσατε οὖν, φησὶ, τὸν Κύριον διὰ πράξεως καὶ θεωρίας, καὶ πρὸς τὸν ψαλμὸν τὸν διὰ τοῦ ὀργάνου πληττόμενον, ἤγουν τὰς διὰ τοῦ σώματος ἐνεργείας τὰς κατ’ ἀρετὴν, καὶ φωνή τις ᾀδέτω ἡ περὶ τῶν πρακτέων θεωρία· κιθά‐
35ραν γὰρ τὴν τοῦ σώματος πρὸς τὴν ψυχὴν ἁρμονίαν λέγει. Καὶ τοῦτον δὲ τὸν νόμον ἔστιν ἰδεῖν διηνεκῶς ἐν ταῖς ἐκκλησίαις πληρούμενον· τῇ γὰρ πνευματικῇ κιθάρᾳ τὴν θείαν ἀνακρουόμεθα μελῳδίαν. Ποιοῦμεν δὲ καὶ ἡμεῖς λογικὰς κιθάρας τὰ ἡμέτερα στόματα,
40καὶ χρώμεθα ἀντὶ μὲν χορδῶν τοῖς ὀδοῦσιν, ἀντὶ δὲ χαλκοῦ τοῖς χείλεσι· πλήκτρου δὲ παντὸς ἡ γλῶσσα ὀξύτερον κινουμένη, τὴν ἐναρμόνιον ἀποτελεῖ τῶν κρουσμάτων ἠχήν· κινεῖ δὲ τὴν γλῶτταν ὁ νοῦς, οἷόν τις μουσικὸς μετ’ ἐπιστήμης ποιούμενος τὴν ταύτης
45μετάβασιν. Αὕτη τῷ Θεῷ ἡ κιθάρα τῆς ἀψύχου θυμη‐ ρεστέρα. Καὶ μάρτυς αὐτὸς διὰ τοῦ προφήτου βοῶν· Ἀπόστησον ἀφ’ ἡμῶν ἦχον ᾠδῶν σου, καὶ φωνῆς ὀργάνων σου οὐκ ἀκούσομαι. Ἐν σάλπιγξιν ἐλα‐ ταῖς, καὶ φωνῇ σάλπιγγος κερατίνης. Ἐλαταὶ λέγον‐

23

.

1233

(50)

ται σάλπιγγες οἱ λόγοι τῶν· ἀποστόλων τοῦ Σωτῆρος ἡμῶν διὰ τὸ βεβασανισμένον καὶ πεπυρωμένον τῆς πί‐ στεως αὐτῶν· κεράτιναι δὲ διὰ τὸ πρακτικόν. Βοῶν γὰρ αἱ κεράτιναι σάλπιγγες· βοῦς δὲ ἐργατικὸν ζῶον. Καὶ περὶ τῶν ἀποστόλων δέ φησιν ὁ Παῦλος· Μὴ τῶν
55βοῶν μέλει τῷ Κυρίῳ; ἢ δι’ ἡμᾶς πάντως λέγει. Φω‐ ναὶ τοιγαροῦν τῶν ἱερῶν τοῦ Σωτῆρος ἀποστόλων
ἐλαταὶ ὁμοῦ καὶ κεράτιναι σάλπιγγες ἐτύγχανον. Κι‐1234 in vol. 23

23

.

1236

θάραν δὲ ἄλλως μὴ ὄκνει λέγειν τὸν σύμπαντα τοῦ Χριστοῦ λαὸν ἐκ διαφόρων ψυχῶν ὡς ἐκ πλειόνων χορδῶν ἡρμοσμένον, μίαν τε εὐχὴν καὶ εὐχαριστίαν τῷ Θεῷ ἀναπέμποντα.
5ΨΑΛΜΟΣ Τῼ ΔΑΥΙΔ. ϟΗʹ. Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοὶ, ὁ καθήμενος ἐπὶ χερουβὶμ, σαλευθήτω ἡ γῆ. Ἀνε‐ πίγραφος παρ’ Ἑβραίοις ὁ ψαλμός· εἷς δὲ καὶ αὐτὸς τυγχάνει τῶν εὐαγγελιζομένων τὴν τοῦ Χριστοῦ βασι‐
10λείαν. Ἐπεὶ μὲν γὰρ τῷ βασιλεύειν ἁπάντων τῶν ὅλων Θεὸν, οὐδένα ἄν τις ὀργίζεσθαι φαίη, ἐπὶ δὲ τῇ τοῦ Χριστοῦ βασιλείᾳ φησὶν ὁ παρὼν λόγος ὀργί‐ ζεσθαι λαούς· φησὶ δὲ τοὺς ἐκ περιτομῆς καὶ τοὺς ἐξ ἐθνῶν ἀπιστοῦντας αὐτῷ. Τίς δέ ἐστιν ὁ Κύριος
15διασαφεῖ λέγων ἑξῆς· Ὁ καθήμενος ὑπὲρ χερου‐ βίμ. Δάκνει γὰρ τοὺς ἀπίστους καὶ λυπεῖ ὁ ἐπὶ τῇ σωτηρίᾳ τῶν ἐθνῶν ζῆλος· οὐ γὰρ συνῆκαν τὰς περὶ τῆς βασιλείας αὐτοῦ προφητικὰς φωνάς· Σαλευθήτω ἡ γῆ. Οἵ τε γὰρ πάλαι πολλὰ δυνάμενοι δαίμονες
20ἐξησθένησαν, ὡς πάσας αὐτῶν τὰς δυνάμεις σαλευ‐ θῆναι, καὶ παυσθῆναι τὰς ἐνεργείας· οἵ τε τὴν γῆν οἰκοῦντες ἄνθρωποι, μεταβαλόντες, τῆς πατρῴας πλά‐ νης τὸν ὄλεθρον ἐπέγνωσαν, τὸν Θεὸν Λόγον αὐτῶν Κύριον ἐπιγραψάμενοι. Οὐ μὴν ἀλλὰ καὶ οἱ ἀπι‐
25στοῦντες αὐτῷ, μεγάλως ἐσαλεύθησαν, κινούμενοι καὶ καταπληττόμενοι τῆς διδασκαλίας αὐτοῦ τὴν δύ‐ ναμιν. Τὸ δὲ, καθήμενος, ὡς πρὸς ἀνθρώπους διαλε‐ γόμενος εἴρηκεν. Ἡ γὰρ ἀσώματος φύσις ἀπερί‐ ληπτος καὶ ἀπερίγραφος. Κύριος ἐν Σιὼν μέγας,
30καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς. Σιὼν ἑρμηνεύεται σκοπευτήριον· οὕτω δὲ ὀνομάζειν ἔθος τὴν θείαν Γραφὴν πᾶν τὸ θεοσεβὲς πολίτευμα, τῶν τὰ ἐπουράνια σκοπούντων τοῦτον δηλουμένων τὸν τρόπον ὁποῖος ἦν λέγων ὁ Ἀπόστολος· Σκοπούν‐
35των ἡμῶν οὐ τὰ ἐπίγεια, ἀλλὰ τὰ ἐπουράνια. Παρὰ τούτοις οὖν μέγας ἐστὶν ὁ Κύριος. Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ με‐ γάλῳ, ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι. Νῦν μὲν ὀργί‐ ζονται λαοὶ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν βασιλείᾳ· ἔσται
40δέ τις καιρὸς ἐν ᾧ καὶ αὐτοὶ ἐξομολογήσονται τῷ ὀνόματι αὐτοῦ τῷ μεγάλῳ, Ὅτε πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων, καὶ πᾶσα γλῶσσα ἐξο‐ μολογήσεται, ὅτι Κύριος Ἰησοῦς εἰς δόξαν Πα‐ τρός. Καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ. Ἡ τοῦ
45βασιλέως τιμή τε καὶ ἀρετὴ εἰκότως μετὰ κρίσεως τοῖς μὲν ἐπίφοβον ποιεῖται τὸ ὄνομα αὐτοῦ, τοῖς δὲ ἅγιον. Εἰ γὰρ οἱ παραβαίνοντες αὐτοῦ τὸν νόμον, δι’ αὐτοῦ τοῦ παραβαίνειν ἀτιμάζουσιν αὐτόν· οἱ κα‐ τορθοῦντες τὸν θεῖον νόμον δι’ αὐτοῦ τοῦ ἐνεργεῖν

23

.

1236

(50)

κατὰ ταὐτὸν τιμῶσι τὸν νομοθετήσαντα αὐτὸν βασι‐ λέα, ἀγαπῶντες τὴν παρ’ αὐτοῦ κρίσιν, ἐπιστάμενοι δίκαιον τὸ κρῖμα αὐτοῦ, καὶ ὅτι τεύξονται θείων ἀμοιβῶν, κατὰ τὸ βούλημα αὐτοῦ, εὐσεβῶς καὶ δι‐ καίως πολιτευσάμενοι.
55 Σὺ ἡτοίμασας εὐθύτητας, κρίσιν καὶ δικαιο‐ σύνην ἐν Ἰακὼβ σὺ ἐποίησας. Ὑψοῦτε Κύριον τὸν
Θεὸν ἡμῶν, καὶ τὰ ἑξῆς. Μηδεὶς, φησὶ, νομίζοιτο1236 in vol. 23

23

.

1237

ἕτερον εἶναι τὸν ἐνταῦθα δοξολογούμενον Κύριον τοῦ Θεοῦ τοῦ νομοθετήσαντος ἐν τῇ ἐρήμῳ. Σὺ γὰρ, φησὶ, Κύριε, οὗ τὴν βασιλείαν θεσπίζομεν, αὐτὸς ὢν τυγ‐ χάνεις, ὁ καὶ τῷ ἐκ περιτομῆς λαῷ κρίσιν καὶ δικαιο‐
5σύνην διαταξάμενος κατὰ τὴν δοθεῖσαν αὐτοῖς νομο‐ θεσίαν, δικαιώματα καὶ κρίματα περιέχουσαν. Σὺ δὲ αὐτὸς καὶ εὐθύτητας ἡτοίμασας κατὰ τὸν τῆς ἀντα‐ ποδόσεως καιρὸν ἀποδοθησομένας τοῖς φυλάττουσι τὴν κρίσιν καὶ τὴν δικαιοσύνην. Μωϋσῆς καὶ Ἀαρὼν ἐν
10τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικα‐ λουμένοις τὸ ὄνομα αὐτοῦ. Ἐπεκαλοῦντο τὸν Κύ‐ ριον, καὶ αὐτὸς εἰσήκουεν, ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. Ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ προστάγματα ἃ ἔδωκεν αὐτοῖς. Τὸ,
15Εἰ ἐπιστεύσατε Μωϋσῇ, ἐπιστεύσατε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε, τῆς οὖν αὐτῆς ἔχεται δια‐ νοίας καὶ τὰ προκείμενα. Τοῦτον γὰρ τὸν Κύριον, καὶ οὐχ ἕτερον, φησὶ, τὸν ἐν τῷ παρόντι θεολογούμε‐ νον, καὶ Μωϋσῆς καὶ Ἀαρὼν καὶ Σαμουὴλ, καὶ εἴ
20τις ἕτερος εἴτε προφητῶν, εἴτε ἱερέων, ἐπεκαλοῦντο. Καὶ οὗτος ἦν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος, καὶ νῦν ἐπὶ πάντας τοὺς λαοὺς ὑψηλὸς ὑπάρχων, καὶ παρὰ πᾶσι τοῖς ἔθνεσι δοξαζόμενος, ὁ κἀκείνων εἰσακούων καὶ λαλῶν αὐτοῖς ἐν στύλῳ νεφέλης. Οὐκ ἄλλως δὲ τῆς
25τοσαύτης ἀξίας ἔτυχον οἱ δηλωθέντες, εἰ μὴ ὅτι ἐφύ‐ λαττον τὰ μαρτύρια αὐτοῦ, καὶ τὸ πρόσταγμα ὃ δέ‐ δωκεν αὐτοῖς. Οὕτως οὖν καὶ ἡμῖν διὰ τῆς Καινῆς Διαθήκης ὁ αὐτὸς προστάγματα καὶ ἐντολὰς, καὶ μαρτύρια ἔδωκεν, ἅπερ εἰ φυλάττοιμεν, τῶν ἴσων
30καὶ αὐτοὶ καταξιωθησόμεθα. Κύριε Θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν, σὺ εὐΐ‐ λατος ἐγίνου αὐτοῖς, καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. Σὺ, φησὶν, ὁ ἡμέτερος Κύριος καὶ Θεὸς, ὁ τῶν ἐθνῶν βασιλεὺς, ὁ ὑφ’ ἡμῶν κηρυτ‐
35τόμενος, αὐτὸς ἦσθα ὁ καὶ τῶν ἀμφὶ Μωϋσέα καὶ Ἀαρὼν ὑπακούων, καὶ τῆς τοσαύτης ἐκείνοις μετα‐ διδοὺς παῤῥησίας, ἱλεουμένοις σε ὑπὲρ τοῦ παρορ‐ γίζοντος λαοῦ, καὶ πολλῆς αὐτοὺς ἀξιῶν εὐμενείας. Εἰ γὰρ καί τισιν ἀσθενείαις περιέπιπτον ὡς ἄνθρω‐
40ποι, ὡς Μωϋσῆς ἐπὶ τῇ ἀπιστίᾳ τοῦ ὕδατος, καὶ Ἀαρὼν ἐπὶ τῇ μοσχοποιίᾳ, σὺ, ὡς παναγάθου πατρὸς πανάγαθος υἱὸς, ἵλεως αὐτοῖς ἐγίνου, συγγνώμην νέμων τῇ θνητῇ ἀσθενείᾳ. Καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν. Εἰ καὶ ἔδοξάν τι, φησὶν,
45ἁμαρτάνειν ὡς ἄνθρωποι, ἀλλ’ ἐπαίδευες αὐτοὺς ἐν οἷς παιδείας ἐδέοντο. Ἠλέγχετο γὰρ ἐπὶ τοῦ μόσχου ἁμαρτήσας Ἀαρὼν, καὶ Μωϋσῆς ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυ‐

23

.

1237

(50)

νεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, ὅτι ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Μηδὲν ταπεινὸν, φησὶ, καὶ ἀνθρώπινον περὶ τοῦ Κυρίου φρονεῖτε· ἀλλ’ ὑψοῦτε αὐτὸν ὑψηλὰ περὶ αὐτοῦ δοξάζοντες, καὶ τὸ προσῆκον αὐτῷ προσενέγκατε σέβας. Ὄρος δὲ ἅγιον πάλαι μὲν τὸ
55Σιὼν ἐκαλεῖτο, νῦν δὲ τῆς θεογνωσίας τὸ ὕψος· οὕτω γὰρ καὶ Ἡσαΐας καὶ Μιχαίας ἐθέσπισαν· Ἔσται
ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου·1238 in vol. 23

23

.

1240

τουτέστιν ἡ τοῦ Θεοῦ γνῶσις πᾶσι δήλη γενήσεται. Οἶδε γὰρ καὶ ὁ Ἀπόστολος νοητὸν ὄρος Σιών· Προσ‐ εληλύθατε γὰρ ὄρει Σιὼν καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ. Προστετάγμεθα τοίνυν
5κατὰ τὴν δοθεῖσαν ἡμῖν ὑπὸ Θεοῦ γνῶσιν προσφέρειν αὐτῷ προσκύνησιν· ὃς καὶ Κύριος ἡμῶν ἐστιν ὡς δούλων, καὶ Θεὸς ὡς πλάστης. Ἀλλ’ οὕτω μὲν πνευ‐ ματικώτερον τὸν ψαλμὸν νοήσαιμεν. ΨΑΛΜΟΣ ΕΙΣ ΕΞΟΜΟΛΟΓΗΣΙΝ. ϟΘʹ.
10 Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Τουτέστι τὰ ἐπὶ γῆς ἔθνη· καὶ διὰ τούτων κέκληται ἐπὶ ἐξομολό‐ γησιν τῶν προτέρων ἁμαρτημάτων, ἐν οἷς ἐκαλιν‐ δοῦντο ὅτε τῇ εἰδωλολάτρῳ προσεῖχον πλάνῃ. Διὸ ἐπιγέγραπται ψαλμὸς Εἰς ἐξομολόγησιν. Δουλεύ‐
15σατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ, ὑποβαλόντες ἑαυ‐ τοὺς τῷ αὐτοῦ ζυγῷ. Ὅμοιον γάρ ἐστι τὸ δουλεύειν αὐτῷ τῷ δουλεύειν φωτὶ, καὶ δουλεύειν ζωῇ καὶ ἀληθείᾳ, καὶ δικαιοσύνῃ καὶ ἁγιασμῷ· πάντα γὰρ ταῦτά ἐστιν ὁ Κύριος. Εἰσέλθετε ἐνώπιον αὐτοῦ
20ἐν ἀγαλλιάσει. Εἰ δέ τις μὴ δουλεύοι αὐτῷ ἐν εὐ‐ φροσύνῃ, μὴ τολμάτω παριέναι ἐνώπιον αὐτοῦ, ἀνί‐ πτοις ποσὶ παραβάλλων εἰς τὴν Ἐκκλησίαν αὐτοῦ. Γνῶτε ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός· αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς, λαὸς αὐτοῦ καὶ
25πρόβατα νομῆς αὐτοῦ. Ὅταν γὰρ γνῶμεν ὅτι αὐτὸς Θεός ἐστιν, αὐτὸς ὁ Κύριος, τὸ τηνικάδε αὐτοῦ τοῦ γινώσκειν ἐνώπιον αὐτοῦ εἰσεληλυθότες, καὶ ποιητὴν ἑαυτῶν ὁμολογήσομεν αὐτόν. Ὅτι δὲ οὐχ ἡμεῖς ἑαυτοὺς ποιοῦμεν, κἂν αἴτιοι δοκῶμεν τυγχάνειν τῆς τῶν παί‐
30δων γενέσεως, δῆλον ἐντεῦθεν· ἐκ πατρὸς γὰρ καὶ μητρὸς γενόμενοι Ἰὼβ καὶ Δαυῒδ, φασὶν ἑκάτεροι, Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· καὶ πρὸς Ἱερεμίαν αὐτὸς ὁ Θεὸς, Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε. Τῇ γοῦν ἐσφαλμένως
35λεγούσῃ τῷ ἀνδρὶ, Ἢ δός μοι τέκνα, εἰ δὲ μὴ, ἀπό‐ κτεινόν με, σοφὸς ὢν ὁ ἀνὴρ, δογματικῶς ἐπιτιμᾷ, Μὴ ἀντὶ Θεοῦ σοι εἰμὶ ἐγὼ, ὃς ἐστέρησέ σε καρ‐ πὸν κοιλίας; Εἰ γὰρ καὶ δοκοῦσιν οἱ πατέρες ποιεῖν τὰ τέκνα, ἀλλ’ οὖν ὁ Θεὸς ταῦτα ποιεῖ· καὶ ὁ μὲν
40αἴτιος, οἱ δὲ συναίτιοι, ὡς τῷ ἐξ ἀρχῆς αὐτοῦ διακο‐ νοῦντες προστάγματι. Διὰ τοῦτο πολλοὶ, καίτοι ἐπι‐ θυμοῦντες παιδοποιεῖν, οὐ δύνανται. Ὁ δὲ Σύμμαχός φησιν, Αὐτὸς ἐποίησεν ἡμᾶς οὐκ ὄντας· ἡμεῖς δὲ λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ
45Διὰ τούτων οὐ μόνον τὴν δεσποτείαν, ἀλλὰ καὶ τὴν κηδεμονίαν ἐγνώρισεν· οὐ μόνον γὰρ ἡμῶν δεσπότης ἐστὶν, ἀλλὰ καὶ ποιμὴν, τὴν ἀγαθὴν ἡμῶν προσφέρων νομήν. Ἡμεῖς δὲ λαὸς αὐτοῦ, ὡς βασιλέως, πρό‐ βατα δὲ ὡς ποιμένος· λαὸς οἱ κρείττους καὶ λογικώ‐

23

.

1240

(50)

τεροι· πρόβατα οἱ ὑποβεβηκότες, καὶ τὴν ἀλογωτέραν τάξιν ἐπέχοντες, καὶ μὴ ἐν πείρᾳ τῶν θείων ὄντες λογίων· κατὰ τὸ, Ἐπλανήθην ὡς πρόβατον ἀπο‐ λωλός. Πλὴν ἀλλὰ πάντων Θεὸς ὢν καὶ ποιητὴς, πάντα καλεῖ καὶ ἐξοικειοῦται. Ἀνθρώπους γὰρ καὶ
55κτήνη σώζει ὁ Θεός· τοὺς μὲν, ὡς λαὸν αὐτοῦ, τὰ
δὲ, ὡς πρόβατα χειρὸς αὐτοῦ.1240 in vol. 23

23

.

1241

Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολο‐ γήσει, εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις. Μνημο‐ νεύετε, φησὶ, τῶν κακῶν, ἐν οἷς πρῶτον ἐξετάζεσθε, ὅτε μακρὰν ἐτυγχάνετε τοῦ Κυρίου ὑφ’ ἑτέροις δεσπό‐
5ταις πονηροῖς ἀγόμενοι. Διὸ ὡς περιῤῥαντηρίῳ χρώ‐ μενοι τῇ τῶν προτέρων ἀσεβημάτων ὁμολογίᾳ εἴσιτε εἰς τὰς πύλας αὐτοῦ θαῤῥοῦντες· ὅτι μετὰ τὰς πύ‐ λας, τουτέστι μετὰ τὰς ἀρχὰς καὶ τὰς πρώτας εἰσ‐ όδους τῆς τοῦ Θεοῦ δουλείας, εἰς τὰ ἐνδότατα καὶ τὰς
10αὐλὰς παρελθόντες, οὐκέτι χρήσεσθε τῇ ἐξομολογή‐ σει, ἀλλ’ ὕμνοις λοιπὸν τοῖς εἰς αὐτὸν σχολάσετε. Ὥσπερ μέντοι εἰσιέναι δεῖ πρότερον εἰς τὰς πύλας, εἶτα εἰς τὰς αὐλὰς, οὕτως ἐξομολογεῖσθαι πρότερον χρὴ τὰ ἁμαρτήματα, εἶτα ὑμνεῖν τὸν Θεὸν, ἵνα, τῇ
15ἐξομολογήσει καθαρθείσης τῆς γλώττης, καθαρὸς ὁ ὕμνος προσενεχθείη. Ἐξομολογεῖσθε αὐτῷ. Αἰνεῖτε τὸ ὄνομα αὐτοῦ, ὅτι χρηστὸς ὁ Κύριος· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ. Δίκαιον, φησὶν, εὐχαρι‐
20στεῖν καὶ ὑμνεῖν τὸν ἀῤῥήτῳ φιλανθρωπίᾳ χρώμενον, καὶ ταῖς ἀγαθαῖς ὑποσχέσεσιν ἐπιτιθέντα τὸ πέρας. Ἃ γὰρ ἐπὶ τῆς τῶν προγόνων ὑπέσχετο γενεᾶς, ταῦτα ἐπὶ τῆς ἡμετέρας πεπλήρωκε, καὶ ἣν ἐπηγγείλατο σωτηρίαν, ἀληθῶς ἐδωρήσατο· καὶ οὐ παύσεταί ποτε
25ἡ εἰς ἡμᾶς παρ’ αὐτοῦ γενομένη εὐεργεσία, ἥτις ἐστὶν ἀλήθεια, κατὰ τὸ, Ἐμνήσθη διαθήκης αὐτοῦ εἰς τὸν αἰῶνα· ἢ τὸ, Ἐξομολογεῖσθε, ἀντὶ τοῦ, Ὡς ἰατρῷ τὰ τῆς ψυχῆς ἀπογυμνοῦτε τραύματα δι’ ἐξομολογή‐ σεως· Θαῤῥοῦντες δὲ τοῦτο πράττετε, δόγμα ἀληθὲς
30περὶ αὐτοῦ μαθόντες, ὅτι ἀγαθός ἐστι καὶ πολυέλεος καὶ ἀληθινὸς, καὶ κατὰ πᾶσαν γενεὰν ἀληθείας γέ‐ μουσιν οἱ λόγοι αὐτοῦ. ΨΑΛΜΟΣ Τῼ ΔΑΥΙΔ. Ρʹ. Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε· ψαλῶ καὶ
35συνήσω ἐν ὁδῷ ἀμώμῳ, πότε ἥξεις πρὸς μέ; Ἤτοι τὸν σὸν ἔλεον καὶ τὴν σὴν κρίσιν ᾄσομαι, τὸν τρόπον διεξιὼν καθ’ ὃν πέφυκας, οὐ πρῶτον κρίνειν, ἔπειτα ἐλεεῖν· ἀλλὰ πρῶτον ἐλεεῖν, ἔπειτα κρίνειν, καὶ μετὰ φιλανθρωπίας καὶ ἐλέους ποιεῖσθαι τὰς
40ἀποφάσεις. ᾟ ἐγὼ αὐτὸς, ἔλεος ποιῶν καὶ κρίσιν ἐπὶ τοὺς πλησίον, θαῤῥῶ παριέναι ἐπὶ τῷ ᾄδειν σοι καὶ ψάλλειν. Συνιεὶς γοῦν ὅπως χρὴ τοῦτο ποιεῖν, τὰς ἐμαυτοῦ ὁδοὺς ἀμώμους καὶ ἀμέμπτους φυλάττω, πεπεισμένος τοῦτον τὸν τρόπον ἀρεσκόντως σοι δι’
45ἔργων ἀγαθῶν ψάλλειν. Λοιπὸν οὖν ἧκε πρὸς μὲ, ὦ Κύριε, ἕτοιμον εὑρήσων παρ’ ἐμοὶ μονήν· ἐπειδήπερ πάντα μοι τὰ καλὰ παρεσκεύασται, περιμένοντι πότε ἥξεις πρὸς μέ. Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου. Οὐ προεθέμην πρὸ

23

.

1241

(50)

ὀφθαλμῶν πρᾶγμα παράνομον· ποιοῦντας παρα‐ βάσεις ἐμίσησα. Οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων σχηματιζόμενοι κατὰ τὰς ἀγορὰς σεμνοὶ φαίνονται καὶ ἐπιεικεῖς· ἐν δὲ ταῖς ἑαυτῶν οἰκίαις, οὐκέτι κρύπτοντες τὸν ἑαυτῶν τρόπον, ἐλέγχονται φαῦλοί
55τινες ὄντες· ἐγὼ δὲ, φησὶν, ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου ἐπορεύθην, οὐκ ἔχων ἔσω‐ θεν ἐκ τῆς καρδίας μου ἐξιόντας διαλογισμοὺς πονη‐ ρούς. Οὐδέποτε γοῦν κατὰ προαίρεσίν τι ἥμαρτον·

23

.

1244

εἰ δὲ καί τι συνέβη ἀνθρώπινον, ἀλλ’ οὐ προθεμένου μου τοῦτο ἐγένετο. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. Τὰ τοῦ δια‐ βόλου βουλεύματα, ἅτε μηδὲν εὐθὲς ἔχοντα, σκαμβά
5τέ ἐστι καὶ διεστραμμένα, ἅπερ οὐδέποτε ἐν τῇ καρδίᾳ εἰσδέδεγμαι, φησίν· εἰδὼς δὲ, ὅτι ὁ κολλώμε‐ νος δικαίῳ δίκαιος ἔσται, πάντα διάστροφον ἄνδρα παρῃτούμην συνάπτεσθαί μοι καὶ κολλᾶσθαί μοι. Τὸ γὰρ εὐθὺ τῷ στρεβλῷ συναφθῆναι οὐ δύναται ὡς
10ἀνάρμοστον. Ἐκκλίνοντος ἀπ’ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. Ὁ τέλειος, καρδίαν σκαμβὴν οὐκ ἔχων, εἰς ἢν ἐνεργεῖν ὁ πονηρὸς δύναται, τοῦ Θεοῦ πεπλήρωται· ὥστε τὸν πονηρὸν, μὴ ἔχοντα τόπον παρ’ αὐτῷ, ἐκκλίνειν ἀπ’ αὐτοῦ· ἐκκλίνοντος δὲ,
15φησὶν, οὐκ ἐγίνωσκον· τῷ μὴ αἴσθησιν παρουσίας αὐτοῦ ἐσχηκέναι· οὐ γὰρ ἐνθύμημα ἢ ἔργον τῶν αὐ‐ τοῦ ἔσχον παρ’ ἐμοί. Νοήσεις δὲ ταῦτα καὶ περὶ ἀν‐ θρώπου πονηροῦ, ὅτι οὐδ’ ὅτε προσῆλθεν, οὐδ’ ὅτε ἀνεχώρει αἴσθησιν ἐλάμβανον, οὕτως ἐν οὐδενὶ μέρει
20ἐποιούμην τοὺς λοιμοὺς, καὶ οὐδὲν εἰδέναι προσ‐ εποιούμην· οὐ γὰρ ἠξίουν εἶναι φίλον αὐτῶν. Ἆρα ὡς ὑπερήφανος; Οὐδαμῶς, φησίν· ἀλλ’ εἰδὼς, ὅτι Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαὶ, οὐ συνδιε‐ τιθέμην τοῖς πονηροῖς.
25 Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Καὶ ἄνθρωπον, φησὶ, καὶ λογι‐ σμὸν ὑποβάλλοντά τι πονηρόν μοι κατά τινος ἐξέβα‐ λον ἐκ τῆς καρδίας μου, ὡς κύνα λαθροδήκτην. Ὁ γὰρ σπουδαῖος, ἐν παντί τῳ παῤῥησίαν ἔχειν ἀγα‐
30πῶν, ὥσπερ τὰ λάθρα δρώμενα τῷ αἰσχύνης εἶναι ἄξια, παραιτεῖται· οὕτω καὶ τὸ λέγειν ἢ ἀκούειν κατά τινος κρύβδην οὐκ ἀνέχεται· κακοήθους γὰρ καὶ ἀνελευθέρου τὸ χρῆμα, ἐπήρτηται δὲ κίνδυνος τῷ πράγματι, τῆς Γραφῆς λεγούσης· Μὴ ἀγάπα
35καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς· καὶ, Μὴ καταλα‐ λεῖτε ἀλλήλων, ἀδελφοὶ, ἵνα μὴ ὑπὸ κρίσιν πέ‐ σητε. Τί δέ ἐστι τὸ καταλαλεῖν ὡς ἐν τύπῳ παραδο‐ τέον· οὐ γὰρ τὸ ὁπωσοῦν λέγειν περί τινος καὶ λά‐ θρα ἐκείνου καταλαλεῖν ἐστι· πολλάκις γοῦν ἀγορεύο‐
40μέν τινα κακῶς ἀπόντα, οὐ καταλαλεῖν αὐτοῦ βου‐ λόμενοι, ἀλλὰ λυπούμενοι διὰ τὸ εἶναι αὐτὸν ἴσως φαῦλον· πειρώμεθα δὲ λέγειν τὰ περὶ αὐτοῦ τοῖς ὡσαύτως ἡμῖν κηδομένοις αὐτοῦ καὶ φροντίζουσιν ἀπὸ διαθέσεως φιλικῆς. Ὁ οὖν οὕτω λέγων κατὰ
45ἀπόντος, οὐ κατάλαλός ἐστιν· ἀλλὰ σπουδὴν ἔχει σὺν ἡδονῆς κατ’ ἐκείνου λέγειν, οὐκ ἀχθόμενος ἐπὶ τῷ τοιαῦτα ἐκεῖνον πεποιηκέναι, ἀλλὰ καὶ χαίρων. Λέγει γοῦν ἐκείνοις τὰ περὶ αὐτοῦ τοῖς μισοῦσιν αὐτὸν, καὶ φανερῶσαι δυναμένοις δι’ ἐπαγγελίας ἑτέροις πλείοσι

23

.

1244

(50)

τὰ περὶ αὐτοῦ. Τί δὲ βούλεται προσκείμενον τὸ, λά‐ θρα, φανεροῦ ὄντος, ὅτι πᾶσα κατηγορία λάθρα γίνε‐ ται; Ἢ αὐτὸ λέγει τὸ ὂν, ἢ διαιρετέον οὕτω, ὅτι τῶν κατηγορούντων τινὰς, οἱ μὲν κατὰ πρόσωπον παρ‐ όντας κακηγοροῦσι, λοίδοροι δὲ οὗτοι καὶ ὑβρισταὶ
55συνήθως καλοῦνται· ὅμως οὖν τῷ κατά τινος λέγειν κατάλαλοι ἂν εἶεν· οἱ δὲ λάθρα καὶ ἀπόντων τῶν
κατηγορουμένων λέγουσι κατ’ αὐτῶν. Τὸν ταύτην1242 in vol. 23

23

.

1245

οὖν ἔχοντα τὴν τάξιν ἐκδιώκειν ὁ ἅγιος λέγει, οὐ τοὺς εἰς πρόσωπον διαλοιδορουμένους. Ἐκεῖνος γὰρ καθ’ οὗ αἱ βλασφημίαι ἢ παρὼν ἀπολογήσεται, ἢ ἐλεγχθεὶς ἐπὶ τῷ τοιοῦτος εἶναι, αἰσχυνθήσεται. Δυνατὸν ἀντι‐
5διαστέλλεσθαι τὴν λάθρα γινομένην καταλαλιὰν πρὸς τὴν ἐπὶ κριτῶν κατηγορίαν. Καὶ γὰρ αὕτη τῷ γένει καταλαλιὰ, ἀλλ’ οὐ λάθρα γινομένη. Καρπὸς μὲν οὖν διανοίας ἁγιοπρεποῦς τὸ παραιτεῖσθαι τοὺς πονη‐ ρούς· ἐσχάτης δὲ πονηρίας ἀπόδειξις τὸ καταλαλεῖν
10ἀδελφοῦ, καὶ ταῦτα λάθρα, ἀλλὰ μὴ εἰς πρόσωπον, ἵνα μὴ παρὼν ἀπολογήσηται ὁ κατηγορούμενος· ὡς ὅ γε ἐφ’ ἡμῶν ἑτέρου καταλαλῶν, οὗτος οὐδὲ ἡμῶν καταλαλεῖν ἐφ’ ἑτέρων ἀφέξεται. Ὅθεν χρὴ τὸν τοι‐ οῦτον ὡς κοινὸν ἐχθρὸν εἰκότως ἐλαύνεσθαι, ὡς τὸν
15ἐν παραδείσῳ μιμούμενον δράκοντα, ὃς τοῦ Θεοῦ κα‐ ταλαλήσας τὴν Εὔαν ἠπάτησεν. Ἡμεῖς δὲ μήτε λέ‐ γωμεν κακῶς, καὶ τοῖς λέγουσιν ἀκοὴν μὴ παράσχω‐ μεν. Ἀκοὴν δὲ, φησὶ, ματαίαν μὴ παραδέξῃ· οὐκ εἶπε, μὴ πιστεύσῃς, ἀλλὰ, μὴ παραδέξῃ. Διὸ καὶ ὁ
20Προφήτης, Ἐξεδίωκον, φησὶ, τὸν καταλαλοῦντα· οὐκ εἶπεν· Οὐκ ἐπίστευον, ἢ, Οὐ παρεδεχόμην τὰ λε‐ γόμενα· ἀλλὰ καὶ ὡς ἐχθρὸν ἀπήλαυνον. Εἰπὲ πρὸς τὸν καταλαλοῦντα, Ἔχεις ἐπαινέσαι τινὰ, ἀνοίγω τὰς ἀκοὰς, ἵνα δέξωμαι τὰ μύρα· κακῶς θέλεις εἰ‐
25πεῖν, ἀποφράττω τὴν εἴσοδον τοῖς ῥήμασιν· οὐ γὰρ ἀνέχομαι κόπρον καὶ βόρβορον δέχεσθαι. Ἐπιστόμιζε τὸν καταλαλοῦντα ἐν ἀκοαῖς σου, ἵνα μὴ διπλῆν ἁμαρ‐ τίαν σὺν αὐτῷ ἁμαρτάνῃς, καὶ σαυτὸν ὀλεθρίῳ πά‐ θει ἐθίζων, κἀκεῖνον κατὰ τοῦ πλησίον φλυαρεῖν οὐκ
30ἀνακόπτων. Μὴ δῴης τὴν ἀκοήν σου τῇ γλώσσῃ τοῦ καταλάλου, μηδὲ τὴν γλῶσσάν σου τῇ ἀκοῇ τοῦ φιλο‐ ψόγου, ἡδέως λαλῶν ἢ ἀκούων κατὰ τοῦ πέλας, ἵνα μὴ ἐκπέσῃς τῆς ἀγάπης, καὶ ἀλλότριος εὑρεθῇς τῆς αἰωνίου ζωῆς. Διαφέρει δὲ τὸ κατακρῖναι, τὸ ἐξουδε‐
35νῶσαι, καὶ τὸ καταλαλῆσαι. Καταλαλῆσαι γάρ ἐστι τὸ εἰπεῖν κατά τινος, οἷον, ὅτι Ἐψεύσατο ὁ δεῖνα, ἢ, ὠργίσθη, ἢ ἐπόρνευσεν, ἤ τι τοιοῦτον· ἐλάλησε γὰρ ἐμπαθῶς τὸ ἁμάρτημα τοῦ ἀδελφοῦ. Κατακρῖναι δέ ἐστι τὸ εἰπεῖν, ὅτι Ὁ δεῖνα ψεύστης ἐστὶ, πόρνος,
40ὀργίλος· ἰδοὺ γὰρ κατέκρινεν αὐτὴν τὴν διάθεσιν τῆς ψυχῆς αὐτοῦ, καὶ ἀπεφήνατο καθ’ ὅλου τοῦ βίου αὐ‐ τοῦ λέγων, ὅτι τοιόσδε ἐστίν· ἄλλο γάρ ἐστι τὸ εἰ‐ πεῖν, Ὠργίσθη, καὶ ἄλλο τὸ, Ὀργίλος ἐστίν. Ἐξου‐ δενῶσαι δέ ἐστι τὸ οἱονεὶ βδελύσσεσθαι τὸν πλησίον,
45καὶ σικχαίνεσθαι ὡς ἀηδῆ τινα· ὃ καὶ τοῦ κατακρῖναι ὀλεθριώτερον.
49Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν

23

.

1245

(50)

ὑπερηφανίαν. Ἄνω μὲν περὶ φίλου ὑπερηφάνου ἔλεγεν· ἐνταῦθα δὲ περὶ ὑπηρέτου φησὶν, ὅτι Οὐδένα τῶν ὑπεροψίᾳ χρωμένων σύνοικον ἔχειν ᾑρούμην, οὐδὲ πρωτείων καὶ παῤῥησίας ἠξιοῦτο παρ’ ἐμοὶ, ὡς τοῦ ἐν μέσῳ τῆς οἰκίας παῤῥησίαν καὶ ἐλευθερίαν
55ἔχοντος· ἐν ὄψεσι γὰρ δεσπότου ὁ τοιοῦτος. Ποιεῖν δὲ ὑπερηφανίαν ἐστὶ τὸ μετὰ ἀλαζονείας ἐνεργεῖν. Λέ‐ γοι δ’ ἂν, καὶ ὅτι· Οὐ κατῴκει ἐν τῇ καρδίᾳ μου λο‐ γισμὸς ὑποβάλλων ὑπερηφανίαν. Λαλῶν ἄδικα οὐ
κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. Συντό‐1244 in vol. 23

23

.

1248

μως εἰπεῖν, πᾶσαν ἀδικίαν ἀπεστρεφόμην, οὐδὲ τὴν μέχρι λόγων ὑπομένων· ὁ γὰρ λαλῶν ἄδικα οὐδὲν ἤνυεν, οὐκ εὐωδοῦτο ἐνώπιόν μου, οὐ κατώρθου ἃ ἐσπούδαζεν.
7 Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρ‐ τωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀδικίαν.
10Τὸ ἀκριβὲς καὶ ἀπλανὲς καὶ νηφάλιον τῆς δίκης παρ‐ ίστησιν· ὅτι οὔτε θυμὸς, φησὶν, οὔτε μέθη τὴν ἀναίρεσιν ὑπετίθετο· ὁ μὲν γὰρ θυμὸς εἰ καὶ τῇ χθὲς ἡμέρᾳ παρώξυνεν, ἀλλὰ διὰ τοῦ μήκους τῆς νυκτὸς ἐμαλάσσετο· ἡ δὲ μέθη, κἂν ὀψίας πολλὴ προσεγέ‐
15νετο, διὰ τοῦ ὕπνου ἱκανῶς ἐλεπτύνετο. Καθαρᾷ οὖν καὶ χειρὶ καὶ γνώμῃ κατὰ τῶν εἰς Θεὸν ἁμαρτανόν‐ των ἐξωπλιζόμην, μήτε τῆς ἐξ οἴνου γνώμης, μήτε τῆς ἐκ θυμοῦ σφαλλούσης τὸν λογισμόν. Τοὺς δὲ ἁμαρτωλοὺς ἀπέκτεινον οὐχ ἁπλῶς ἁπάσης τῆς γῆς,
20ἀλλὰ τῆς ὑπ’ ἐμέ· καὶ πάντας δὲ οὐχ ἅμα, ἀλλὰ νῦν μὲν τοῦτον, νῦν δὲ ἐκεῖνον. Μᾶλλον δὲ τοῦτο παντί που δῆλον, ὅτι ἐν αἰνίγματι κεκαλυμμένως εἴρηται· οὐ γὰρ ὅτι καθ’ ἑκάστην ἀρχὴν τῆς ἡμέρας αἵματι ἀνθρώπων τὰς χεῖρας ἐμολυνόμην, οὐ τοῦτό φησιν ὁ
25λόγος· τοῦτο γὰρ πρὸς τῷ ἐναγεῖ ἔτι καὶ τὸ ἀπίθα‐ νον ἔχει. Πῶς γὰρ πάντων ἠδύνατο καθ’ ἑκάστην πρωΐαν αὐτόχειρ γίνεσθαι τῶν ἁμαρτωλῶν τῆς γῆς; Οὐ γὰρ περιγίνεσθαι πάντων δυνατὸν ἕνα, πολλῶν τῶν ἐξαμαρτανόντων εἰς τὸ εἰκὸς ὄντων· καὶ εἰ πο‐
30λέμῳ αὐτῶν κατεκράτησεν, ἐν μιᾷ ἂν ἀπέκτεινε πρωΐᾳ τοὺς σύμπαντας, ἀλλ’ οὐχὶ καθ’ ἑκάστην πρωΐαν αὐτόχειρ αὐτῶν ἐγίνετο. Τί οὖν τοῦτό ἐστι; Συνετώτερον τῶν λεγομένων ἀκούσωμεν, ἵνα μὴ κατ‐ ηγορήσωμεν ἐπὶ ψεύδει τῶν προφητικῶν λογίων, ὃ
35μὴ θέμις. Πόλις τοῦ Κυρίου ἡ σύστασίς ἐστι τῆς ἀν‐ θρωπίνης κατασκευῆς· ἁμαρτωλοὶ δὲ γῆς, περὶ ὧν φησιν ὁ Σωτὴρ, ὅτι Ἔσωθεν ἐκ τῆς καρδίας ἐξέρ‐ χονται λογισμοὶ πονηροὶ, φόνοι, μοιχεῖαι, πορ‐ νεῖαι, κλοπαὶ, ψευδομαρτυρίαι, βλασφημίαι.
40Ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. Τούτους δὴ τοὺς ἐκ τῆς γῆς ἁμαρτωλοὺς, τουτέστι τοὺς ἐκ τῆς γηΐνης σαρκὸς προϊόντας, καθ’ ἑκάστην ἔννοιαν τὴν περὶ Θεοῦ ἐξαφανίζει ἐκ τῆς ἰδίας συστάσεως ὁ ἑαυτῶν ἐκκαθαίρων. Πρωΐα οὖν καὶ ὄρθρος ἐν ψυχῇ
45καθ’ ἑκάστην ἀνατολὴν σωτηρίου δόγματος γίνεται, ἐν ᾗ ἐξαφανίζεσθαι δεῖ πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν λογισμούς. Εἰ γὰρ μὴ τὰ πρῶτα πρὸς πονηρίας κινήματα τῆς ψυχῆς ἐκτμηθείη, ἀνάγκη εἰς ἔργον προχωρῆσαι τὰς ἐνθυμήσεις· οἷον γῆς ἁμαρτω‐

23

.

1248

(50)

λός ἐστιν ὁ τὴν μοιχείαν ὑποβάλλων λογισμὸς, ὅστις ἐνεργεῖ τὸ ἐμβλέψαι γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐ‐ τῆς· οὗτος ἐὰν μὴ ἀποκτανθῇ ἐκ τῆς ψυχῆς, οἱονεὶ ξί‐ φει τινὶ τῷ τμητικῷ λόγῳ καὶ ἀφανιστικῷ τῶν παθῶν, καὶ τοῦτο γένηται ἐν πρωΐᾳ, τουτέστι κατὰ τὴν εἰς τὸ
55φανερὸν ἀποκάλυψιν (πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι), μετὰ τὴν ἐν καρδίᾳ μοιχείαν, καὶ ἐπὶ τὴν μείζονα
ταύτης ἁμαρτίαν προάξει τὸν ἄνθρωπον, πρὸς τὴν διὰ1246 in vol. 23

23

.

1249

τοῦ σώματος ἐνέργειαν αὐτὸν ἐκκαλούμενος. Τοῦτο οὖν λέγει Δαυῒδ ὅτι, Τοὺς ἁμαρτωλοὺς καὶ ἐμπαθεῖς λογισμοὺς τοὺς ἐκ τοῦ γεώδους σώματος φυομένους ταῖς ἑωθιναῖς προσευχαῖς καὶ τῇ πρὸς Θεὸν προσ‐
5εδρίᾳ ἐκόλαζον· καὶ τῷ φωτὶ τῆς γνώσεως καὶ τῇ δι’ ἐξομολογήσεως φανερώσει διέκρινον καὶ ἐξωλόθρευον τὰ τοῦ σώματος πάθη, καὶ τοὺς ἀνομοῦντας λογισμοὺς ἐκ τῆς καρδίας μου. Αὕτη γάρ ἐστιν ἡ πόλις τοῦ Κυρίου, ὡς οἶκος τοῦ ἁγίου Πνεύματος, κατὰ τό· Οἱ
10θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώμα‐ τα Ἰακώβ. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Οὐκοῦν ἐπειδὴ πληγή ἐστιν, ὡς ἀλη‐ θῶς, κατὰ τῶν ἀρετῶν ἡ τῆς κακίας εὐημερία, καλῶς
15ἔχει τὸν προφητικὸν ζηλώσαντας λόγον πρωΐαν ἑαυ‐ τοῖς ποιεῖν, διὰ τὸ ἀποκτεῖναι πάντας τοὺς ἁμαρτω‐ λοὺς τῆς γῆς τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου, ψυχὴ δὲ ἡ πόλις, πάντας τοὺς λογισμοὺς τοὺς ἐργα‐ ζομένους τὴν ἀνομίαν, ὧν ὁ ὄλεθρος ζωὴ γίνεται τῶν
20ἀμεινόνων, κατὰ τὸ, Ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιή‐ σω· πατάξω, κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξ‐ ελεῖται ἐκ τῶν χειρῶν μου. Νεκρουμένων γὰρ τῶν μελῶν τῶν ἐπὶ τῆς γῆς, ὑπωπιαζομένου τε καὶ δουλα‐ γωγουμένου τοῦ σώματος, αἱ ἐκ τῆς σαρκὸς τῶν ἁμαρ‐
25τημάτων ἀφορμαὶ οὐχ οἷαί τέ εἰσιν ἐγεῖραι λογισμοὺς τῇ ψυχῇ τοὺς σπεύδοντας δι’ ἡδονῆς ἀπόλαυσιν τὴν ἀνομίαν ποιεῖν· καὶ λοιπὸν ζῶσι τὰ κρείττονα. Δεῖ τοίνυν ἡμᾶς μὴ μόνον παθῶν εἶναι σωματικῶν φονευ‐ τὰς, ἀλλὰ καὶ τῶν κατὰ ψυχὴν ἐμπαθῶν λογισμῶν
30ὀλετῆρας. Ἁμαρτωλοὶ γὰρ γῆς τὰ τοῦ σώματος πά‐ θη, ἐργαζόμενοι δὲ ἀνομίαν ἐκ πόλεως Κυρίου ἐξολο‐ θρευόμενοι, τῆς ψυχῆς οἱ ἀνομοῦντες λογισμοί. Κατὰ δὲ τὸ ῥητὸν, Ἀπέκτεινον, φησὶ, τοὺς ἁμαρτωλοὺς, χά‐ ριν τοῦ ἐξολοθρεῦσαι τοὺς παρανομοῦντας, ἵνα τὴν ἀπο‐
35τομίαν τῆς κολάσεως ἡ παρανομία βλέπουσα συστα‐ λῇ καὶ ἀφανισθῇ. Ἡ δὲ πρωΐα τὸ σπουδαῖον δηλοῖ κατὰ τὸ τάχος· νόμιμος δὲ ἡ τῶν πονηρῶν ἐξαίρεσις· Ἐξαιρεῖτε γὰρ, φησὶ, τὸν πονηρὸν ἐξ ὑμῶν. ΠΡΟΣΕΥΧΗ Τῼ ΠΤΩΧῼ, ΟΤΑΝ ΑΚΗΔΙΑΣΗ, ΚΑΙ
40ΕΝΑΝΤΙΟΝ ΚΥΡΙΟΥ ΕΚΧΕῌ ΤΗΝ ΔΕΗΣΙΝ ΑΥΤΟΥ. ΡΑʹ. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ τὰ ἑξῆς. Ἐπειδὴ ἡ
45ἐπιγραφὴ ἔχει, Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκη‐ διάσῃ, καὶ ἐναντίον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐ‐ τοῦ, νοήσεις τὸν ἐνταῦθα λεγόμενον πτωχὸν, συμ‐ βάλλων αὐτὸν τῷ μακαριζομένῳ, κατὰ τό· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασι‐

23

.

1249

(50)

λεία τῶν οὐρανῶν. Ἁρμόσειε δ’ ἂν τῷ ἀκηδιῶντι πτωχῷ καὶ τό· Μακάριοι οἱ κλαίοντες καὶ πενθοῦν‐ τες, ὅτι αὐτοὶ παρακληθήσονται. Πᾶς τοιγαροῦν τῷ Θεῷ ἀνακείμενος, πτωχεύων ἐν τοῖς τοῦ βίου πρά‐ γμασι· παρὰ δὲ Θεῷ πλουτῶν, ἀκηδιᾷ λυπούμενος, ἢ,
55ἀθυμίᾳ, κατὰ τὴν τοῦ Συμμάχου ἑρμηνείαν, κατ‐ έχεται, ἐπὶ τῇ τῶν πολλῶν κακίᾳ καὶ ἀπωλείᾳ· οἷος
ἦν ὁ λέγων· Οἴμοι, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ γῆς,1248 in vol. 23

23

.

1252

καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει· πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐ‐ τοῦ ἐκθλίβουσιν ἐκθλιβῇ· καὶ ὁ εἰπών· Οὐκ ἔστι ποιῶν χρηστότητα. Πλὴν ἐπὶ τούτοις ὁ πτωχὸς ἀκη‐
5διῶν καὶ ἀθυμῶν, φάρμακον τοῦ πάθους θεραπευτι‐ κὸν περινοεῖ ἑαυτῷ· τοῦτο δὲ ἦν ἡ πρὸς τὸν Θεὸν εὐ‐ χὴ, ἣν μόνην εἶχε παραμυθίαν, δι’ ἧς ἐξαπλῶν αὐτοῦ τὴν ψυχὴν, καὶ σύμπαντας ἑαυτοῦ τοὺς λογισμοὺς προσφέρων ἐνώπιον τοῦ Θεοῦ, λέγεται ἐνώπιον Κυρίου
10ἐκχέειν τὴν δέησιν αὐτοῦ, ἢ, τὴν λογοποιίαν ἑαυτοῦ, κατὰ τὸν Σύμμαχον. Ἀλλὰ καὶ ὁ κατὰ Θεὸν πτωχὸς, τουτέστιν ὁ τῶν προφητῶν χορὸς, λύπης πεπληρω‐ μένος ἐπὶ τῇ τοῦ προτέρου λαοῦ καταστροφῇ, προσέρ‐ χεται τῷ Κυρίῳ, τὰς ὑπὲρ τοῦ λαοῦ ἀναπέμπων δεή‐
15σεις μετὰ νηστείας καὶ δακρύων, ὅπως ἂν καὶ αὐτὸς ὁ λαὸς οἰκτειρηθῇ. Ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι κλῖνον πρὸς μὲ τὸ οὖς σου. Ἐνταῦθα εἰρήσθω τὸ τοῦ Ἡσαΐου· Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει μικρᾷ ἡ παι‐ δεία σου ἡμῖν. Χρὴ δὲ ἄρα καὶ πρὸ τοῦ θλίβεσθαι,
20ταῖς ἱκετηρίαις σχολάζειν, καὶ μὴ μόνον ἐν τοῖς πε‐ ριστατικοῖς καιροῖς. Ὁ μέντοι ἅγιος εὔχεται οὐχ ὅπως μὴ θλίβῃ, ἀδύνατον γὰρ τοῦτο, ἀλλ’ ὅπως θλιβόμενος μὴ ἡττηθῇ, καὶ ὅπως τῇ ἐλπίδι χαίρων ὑπομένῃ τὰς θλίψεις καὶ καυχώμενος ἐν αὐταῖς. Ἡ γὰρ θλίψις
25τὴν ἐλπίδα διὰ τῆς ὑπομονῆς καὶ δοκιμῆς γεννᾷ. Ἐπάκουσον οὖν μου, φησὶν, ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, ἐπικλίνας μου τὴν φιλάνθρωπον ἀκοήν. Κλίνειν δὲ ὁ Θεὸς τὸ οὖς αὐτοῦ λέγεται, ὡς οὐκ ἐφικνουμένης τῆς ἀν‐ θρωπίνης δυνάμεώς τε καὶ κραυγῆς φθάνειν ἐπὶ τὸ
30ὕψος τῆς αὐτοῦ θεότητος· διόπερ αὐτὸς ὑποκατιὼν τῆς αὐτοῦ μεγαλειότητος ὑποκλίνει τὴν ἀκοὴν τοῖς καταξιουμένοις εἰσακούεσθαι. Τὸ δὲ, Ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, ἀντὶ τοῦ, Μὴ νῦν μόνον, ἀλλὰ παρ’ ὅλην ζωὴν, πλέον δὲ ἐν θλίψεσι· τότε γὰρ
35μάλιστα χρεία βοηθείας. Ἢ τάχα οὐχ ὡς περὶ μελ‐ λούσης θλίψεως, ἀλλ’ ὡς ἐνεστώσης εἴρηται. Βού‐ λεται γὰρ εἰπεῖν ὅτι, ἐπεὶ αὕτη ἐστὶν ἡ ἡμέρα ἧς οὐκ ἔστιν ὑπενεγκεῖν τὴν βαρύτητα, κάμφθητι καὶ ταχεῖαν δὸς τὴν βοήθειαν. Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέ‐
40σωμαί σε, ταχὺ ἐπάκουσόν μου. Καὶ τί τὸ κατ‐ επεῖγον; αἰτία δὲ τίς, ἢ ποία τῆς ταχύτητος; Ὅτι ἐξ‐ έλιπον αἱ ἡμέραι μου ὡσεὶ καπνός· τὸ ὀλιγοχρόνιον καὶ ἀνυπόστατον διὰ τοῦ καπνοῦ δηλοῖ. Καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν. Ἐπλήγην ὡσεὶ
45χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθό‐ μην τοῦ φαγεῖν τὸν ἄρτον μου. Ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου. Τὰ συμβάντα τῷ λαῷ οἰκειοποιεῖται ὁ προφητι‐ κὸς χορὸς, ἢ καὶ ὁ Δαυΐδ· καὶ δείκνυσιν ὅτι πᾶσα

23

.

1252

(50)

δύναμις αὐτῶν, δι’ ἧς συνειστήκει τὰ τῆς κατὰ νόμον λατρείας, διεφθάρη καὶ ἀπόλωλεν. Ἦν δὲ ταῦτα ἡ ἀρχιερωσύνη, ὁ ναὸς, αἱ διὰ τῶν θρεμμάτων θυσίαι, καὶ ἡ αὐτονομία τοῦ ἔθνους. Ὑψηλότερον δὲ ὁ κατὰ Θεὸν πτωχὸς πρῶτον αὐτοῦ κατόρθωμα διδάσκει τὸ
55ἐκλελοιπέναι καπνοῦ δίκην τὰς τῆς προσκαίρου ζωῆς ἡμέρας αὐτοῦ, ἀδόξως καὶ ἀφανῶς αὐτὰς διεξάγοντος.
Νοήσεις δὲ τοῦτο ἀφ’ ὧν ὁ Ἰώβ φησιν· Ὅτε ηὔγει1250 in vol. 23

23

.

1253

ὁ λύχνος ὑπὲρ κεφαλῆς μου· ὅτε ἤμην ὑλώδης λίαν. Ηὔγει αὐτῷ ὁ λύχνος τότε ἐν εὐθηνίᾳ ὑπάρ‐ χοντι· ὅτε δὲ πάντα αὐτῷ τὰ ὑπάρχοντα διαπεπτώ‐ κει, εἶπεν ἂν καὶ αὐτός· Ὅτι ἐξέλιπον ὡσεὶ καπ‐
5νὸς αἱ ἡμέραι μου. Τοιοῦτος δέ ἐστιν ὁ κατὰ Θεὸν πτωχὸς, ἀδόξως καὶ ἀφανῶς τὰς ἡμέρας αὐτοῦ τῆς προσκαίρου ζωῆς διεξάγων. Εἶτα ἀσιτίαις ἑαυτὸν καὶ κακώσεσιν ὑποβάλλων, ἐν λιμῷ καὶ δίψει κατατρύχει καὶ καταφρύγει. Καὶ ἐπεὶ πᾶσα σὰρξ χόρτος, καὶ
10πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου, μαραίνων ἑαυ‐ τοῦ τὴν σάρκα φησὶν, Ἐπλήγην ὡσεὶ χόρτος. Ὁ δὲ ἀληθὴς στεναγμὸς, ὃς καὶ φωνὴν ἔχει ἀκουο‐ μένην παρὰ Θεοῦ, τήκει τὸ σῶμα, καὶ τῆς σαρκὸς ἐργάζεται νέκρωσιν, ὥστε τὸν ἔσω ἀνακαινοῦσθαι ἄν‐
15θρωπον. Ἐπιβαλεῖς δὲ καὶ ὧδε· Ἐκλείπει καπνὸς πυ‐ ρὸς σβεννυμένου· ὑφεστηκὼς εἰς ὅσον ἐνεργεῖ τὸ πῦρ ᾧ αὐτὸς παρακολουθεῖ. Ἵν’ οὖν, φησὶ, καὶ αἱ ἡμέραι μὴ ἐκλείπωσιν. Οὐ γάρ μοι πρὸς καλοῦ ἔσται τὸ σβεσθῆ‐ ναι τὸ φῶς ἀπ’ ἐμοῦ τὸ ποιητικὸν τῶν ἡμερῶν μου·
20παράγαγε τὰ θλιβερά. Εἰ γὰρ ἐπιμένοιεν, αἴτια γενή‐ σονται τῆς ἐκλείψεως τῶν ἡμερῶν μου, ἀλλὰ καὶ τὰ ὀστᾶ μου ἔτι μᾶλλον συμφρύξοιεν παραμένοντα, του‐ τέστι, τὰς εὐτόνους καὶ στεῤῥοτάτους τῆς ψυχῆς δυ‐ νάμεις, αἳ καὶ συμφρύγονται ὑπὸ τῆς τῶν ψυχικῶν
25παθῶν πυρώσεως. Ξηρανθῆναι δὲ αὐτῷ τὴν καρδίαν φησὶν, οὐδὲν ἱλαρὸν οὐδ’ ἐφ’ ᾧ ἐστιν ἔχειν θυμηδίαν κεκτημένην. Γέγονε γὰρ ἐν τοῖς προκειμένοις περι‐ στατικοῖς τοσοῦτον, ὡς μηκέτι οἷόντε εἶναι τὸν κατάλ‐ ληλον καὶ ἁρμόδιον τῇ τιμιωτέρᾳ αὐτῇ οὐσίᾳ ἄρτον
30τρέφεσθαι· τούτου γὰρ τοῦ ἄρτου μεταλαμβάνειν ἔστι, μὴ περιελκόμενον, μηδὲ θολούμενον ὑπὸ τῶν ἐκτός. Εἰς τοσοῦτον δέ φησι μὴ τεθράφθαι τοῦτον τὸν ἄρτον, ὡς καὶ λήθην ἔχειν τοῦ ποτε αὐτοῦ γεγεῦσθαι. Πάνυ δὲ στενάζων διὰ τὰ παρόντα ἐπίπονα, τοσοῦτον ἀφίημι
35ἐπιτεταμένον καὶ συνεχῆ στεναγμὸν, ὡς ἐκ τῆς φω‐ νῆς μου μετὰ ὀλολυγῆς γινομένης κολληθῆναι καὶ τρό‐ πον τινὰ ἑνωθῆναι τὸ ὀστοῦν μου τῇ σαρκί μου, διὰ τὴν πολλὴν ξηρασίαν ἀναποθείσης πάσης τῆς παρ‐ εσπαρμένης τῷ σώματί μου ὑγρότητος ἐκ τῆς ἐπελ‐
40θούσης κακώσεως. Αὕτη γὰρ ἡ ὑγρότης ὅτε μοι παρῆν, πιαίνουσα τὸ ὀστοῦν, διῄρει αὐτὸ ἀπὸ τῆς σαρκὸς, τὴν μέσην σάρκα καὶ ὀστέων ἔχουσα χώραν. Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ· φεύγων δηλονότι τὰς ἐν ὄχλῳ διατριβὰς ἐμονούμην καὶ ἐξηνθρώπιζον.
45Ἐπεὶ καὶ τὸ ζῶον τοῦτο φιλέρημον εἶναι λέγεται ὁ πελεκάν. Παρίστησι δὲ καὶ τὴν ἐρημίαν τοῦ ἔθνους, καὶ τοῦτό που καθ’ ἣν μόνος εὕρηται εἷς που καὶ δεύ‐ τερος καὶ βραχεῖς τινες· οἷον Ἱερεμίας ἢ Βαροὺχ, ἢ ἕτερος τῶν τότε ἀπολειφθέντων, ὧν ἐκ προσώπου λέ‐

23

.

1253

(50)

γεται τὰ προκείμενα. Ὁμοιοῦται δὲ καὶ ὁ Κύριος ἐρημικῷ πελεκᾶνι κατὰ τὴν τοῦ ὀρνέου τούτου πρὸς τὰ ἔγγονα θαυμασιωτάτην συμπάθειαν. Τοῦτο γὰρ τὸ ζῶον τὰς νοσσιὰς παρὰ πέτραις ἀποτόμοις πηγνύμε‐ νον τοῖς νεοσσοῖς, τὸ μὴ ῥᾷστα παρά τινος τῶν ἐπι‐
55βούλων διαφθείρεσθαι, κατεργάζεται. Ἀλλ’ ὅ γε ὄφις, ἀποπτάντος αὐτῶν τοῦ πατρὸς, ἐπειδὴ καὶ μὴ προσ‐
εγγίζειν τῇ καλιᾷ δύναται, ἐπιχέει αὐτοῖς πόῤῥωθεν1252 in vol. 23

23

.

1256

τὸν ἰόν· περισκοπεῖ γὰρ ὅθεν πνεῖ ὁ ἄνεμος, κἀκεῖθεν ἐμφυσᾷ τοῖς νεοττοῖς τὸν ἰὸν αὐτοῦ, καὶ τελευτῶσιν. Ἀλλ’ ὁ γεννήσας, αὐτοῖς ἐπιπτὰς αὖθις, καὶ τὴν ἐπι‐ βουλὴν φυσικοῖς λόγοις εἰδὼς, οἶδε πάλιν ὁμοίως ὅπως
5ἀναβιώσονται. Σκοπεῖ γὰρ νεφέλην καὶ πέτεται εἰς ὕψος, καὶ κατὰ κορυφὴν ἠρέμα ἐπ’ αὐτοῖς πτερύσσε‐ ται, καὶ τὰ πλευρὰ τοῖς πτεροῖς ἑκατέρωθεν πλήσσων σφοδρότερον, αἵματος αὐτοῖς ῥανίδας ἀφίησιν· αἱ δὲ διὰ τῆς νεφέλης ἐπιστάζουσαι ζωογόνον τοῖς νεκρω‐
10θεῖσιν ἐντιθέασι δύναμιν, καὶ ἐγείρονται. Λαμβάνεται οὖν ὁ πελεκὰν εἰς τὸν Κύριον, οἱ δὲ νεοττοὶ εἰς τοὺς πρωτοπλάστους, ἡ δὲ καλιὰ εἰς τὸν παράδεισον, ὁ δὲ ὄφις εἰς τὸν ἀποστάτην διάβολον. Ἐνεφύσησεν οὖν οὗ‐ τος διὰ τῆς παρακοῆς τοῖς ἐν τῷ παραδείσῳ τεθεῖσι
15πρωτοπλάστοις, καὶ νέκρωσιν αὐτοῖς ἐντέθεικεν· ὁ δὲ Χριστὸς διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην ὑψοῦ γενόμε‐ νος ἐπὶ τοῦ σταυροῦ, καὶ νυγεὶς τὴν πλευρὰν, ἐκεῖθεν τὸ ζωήῤῥυτον ἐστάλαξεν αἷμα, καὶ διὰ τῆς νεφέλης τοῦ ἁγίου Πνεύματος νεκρωθέντας ἡμᾶς ἀνεζώωσεν·
20Ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. Δειλὸν ὁ νυκτικόραξ· διὸ φεύγων πανταχόθεν τοῖς ἐρειπίοις τῶν οἰκημάτων ἐναυλίζεται, καὶ ἐν νυκτὶ κράζει ὑπὸ δειλίας. Διὰ μὲν οὖν τοῦ πελεκᾶνος τὴν παντελῆ ἐρη‐ μίαν τοῦ λαοῦ ἐσήμανε· διὰ δὲ τοῦ νυκτικόρακος τὸ
25κατειληφὸς σκότος τὸν λαὸν δηλοῖ· καὶ ὅτι, τοῦ καταυ‐ γάζοντος αὐτοὺς φωτὸς ἀποσβεσθέντος, οἷα ἐν σκοτίᾳ εἰσὶ καὶ νυκτὶ ἀγνωσίαν Θεοῦ ἔχοντες. Τάχα δὲ ὁ ἅγιος, ἐπειδὴ παννύχεις ἐβόα προσευχόμενος, ἀναγκαίως ἑαυ‐ τὸν παραβάλλει νυκτικόρακι.
30 Ἠγρύπνησα, καὶ ἐγενήθην ὡσεὶ στρουθίον μο‐ νάζον ἐπὶ δώματι. Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατ’ ἐμοῦ ὤμνυον. Καταγέλαστος ἐγενόμην τοῖς δυσμενέσι, καὶ ὁ πάλαι ζηλωτὸς καὶ περίβλεπτος, νῦν ὅρκος γέγονα
35τοῖς πάλαι θαυμάζουσι· κατὰ γὰρ τῶν ἐμῶν ὀμνύουσι συμφορῶν· Μὴ πάθοιμι ἃ οἱ δεῖνες πεπόνθασι. Καὶ οἱ ἐπαινοῦντές με κατ’ ἐμοῦ ὤμνυον· ὡς μὴ ἔχοντα βοηθὸν τὸν Θεόν. Καὶ οὐ μόνον οἱ ἐχθροὶ τοῦ Θεοῦ ταῦτ’ ἔπραττον, ἀλλὰ καὶ οἱ ἀγαπῶντές με κατ’ ἐμοῦ ὤμ‐
40νυον, τουτέστιν οἱ ἀπὸ τοῦ αὐτοῦ ἔθνους καὶ γένους. Καὶ οὗτοι γοῦν ἠπίστουν ταῖς αὐταῖς προφητείαις, τάς τε παρακλήσεις καὶ τὰς τῶν μελλόντων ἐπαγγελίας διασύροντες κατ’ ἐμοῦ ὤμνυον, τὸ μὴ πιστεύειν τοῖς ὑπ’ ἐμοῦ προφητευομένοις. Ὅτι σποδὸν ὡσεὶ ἄρτον
45ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων. Τούτοις παραπλήσια τὰ ἐν τῷ οθʹ ψαλμῷ· Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων, καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυ‐ σιν ἐν μέτρῳ. Τὴν δὲ τῆς ὀδύνης ὑπερβολὴν διὰ τού‐ των δηλοῖ. Εἰ γὰρ ὁ τῆς τροφῆς καιρὸς ὀδύνης ὑπῆρχε

23

.

1256

(50)

μεστὸς, τίς ἂν ἄλλος καιρὸς ταύτης ἐλεύθερος ἦν; Τούτοις δὲ, φησὶ, περικλύζομαι τοῖς κακοῖς· ἐπειδὴ σὺ, Δέσποτα, κεκίνηκας κατ’ ἐμοῦ τὴν ὀργήν. Ταῦτα δέ φησιν ὁ Προφήτης, οἰκειούμενος τὴν τοῦ λαοῦ συμ‐ φορὰν, καὶ ὀλοφυρόμενος τὴν ἀπώλειαν τοῦ τοσούτου
55πλήθους, Ἀπὸ προσώπου τῆς ὀργῆς καὶ τοῦ θυ‐ μοῦ σου, ὅτι ἐπάρας κατέῤῥαξάς με. Τὰ συμβεβη‐
κότα τῷ λαῷ καὶ τῷ τόπῳ ἰδιοποιεῖται διδάσκων, ὅτι1254 in vol. 23

23

.

1257

εἰς μέγα δόξης ἀρθέντα τὸν λαὸν, ὡς Θεοῦ λαὸν χρη‐ ματίσαι, τόνδε τὸν οἶκον Θεοῦ ὀνομασθῆναι διὰ τὸ ἐν αὐτῷ ἁγίασμα. Ἐπάρας καὶ τιμήσας ὁ Θεὸς ἐφαμίλ‐ λως τῇ εἰς ὕψος ἀρθείσῃ αὐτῶν δόξῃ, εἰς τὸ ἐναντίον
5παραγαγὼν, κατέῤῥαξε· τὸν μὲν τόπον πολιορκίᾳ πα‐ ραδοὺς καὶ παντελεῖ ἐρημίᾳ, τὸν δὲ λαὸν αἰχμα‐ λωσίᾳ. Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν, κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Πᾶσα γὰρ σὰρξ χόρτος, καὶ
10πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. Πάλιν κοινο‐ ποιούμενος τὸν περὶ τοῦ λαοῦ λόγον, ἐπιλέγει· Καὶ ἐγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. Τὰ μὲν θνητὰ, φησὶ, καὶ ἀνθρώπινα τοι‐
15αῦτα, οἷα καὶ δεδήλωται, τυγχάνει, εὐμετάβολα καὶ ἀνώμαλα, οὐδέποτε ἐπὶ τοῖς αὐτοῖς μένοντα· ἀλλ’ ἐπαι‐ ρόμενα, καὶ καταῤῥηγνύμενα, ὑψούμενά τε καὶ ταπει‐ νούμενα, καὶ παντοίας τροπὰς καὶ μεταβολὰς ὑπο‐ μένοντα διὰ τὴν ἐν ἀνθρώποις πολιτευομένην κακίαν·
20σὺ δὲ, Κύριε, οὐδὲν ἔχων θνητὸν οὐδὲ ἐπίκηρον, εἰς τὸν αἰῶνα μένεις, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων, ὡς ἀΐδιος καὶ ἀναλλοίωτος, καὶ τὰ ἅπαξ ὑπὸ σοῦ σαλευθέντα, καὶ ἐν ἐπαγγελίᾳ θεσπισθέντα μένει εἰς μνημόσυνον ἀΐδιον, ἢ κἂν μὴ τῇ παρούσῃ γενεᾷ, ἀλλὰ
25τῇ ἐρχομένῃ κατὰ τὴν ψαλμῳδίαν. Καὶ τοῦτο οὖν σε μάλιστα ἐπικάμψαι ὀφείλει, Δέσποτα, ὅτι ἐγὼ μὲν καὶ τὴν φύσιν τοιαύτην ἔχω ἐπίκηρον καὶ ὀλιγοχρόνιον, καὶ συμφοραῖς συνεζύγην τοσαύταις· σὺ δὲ αἰώνιος καὶ ἀθάνατος, ὥστε μεταβολήν τινα τῶν παρόντων
30κακῶν ῥᾳδίως ἄν μοι χαρίσαιο. Τοῦτο γὰρ ἐπιφέρει· Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιὼν, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός. Δὸς, φησὶν, ἀμείνω μεταβολὴν τῆς συμφορᾶς· ὁ γὰρ καιρὸς τὸν ἔλεον ἀπαιτεῖ· συντετέλεσται γὰρ ὁ τῆς ταλαιπωρίας
35ἡμῶν χρόνος. Αἰνίττεται δὲ διὰ τούτων τῆς τοῖς οʹ ἔτεσι περιωρισμένης τιμωρίας καὶ αἰχμαλωσίας τὸ τέ‐ λος. Οὕτω καὶ ὁ θαυμάσιος Δανιὴλ ἀριθμήσας τῆς αἰχμαλωσίας τὸν χρόνον προσφέρει τὴν ἱκετηρίαν, καὶ συνᾴδει τούτοις τῆς πνευματικῆς μελῳδίας τὰ
40ῥήματα. Καὶ ὁ Ζαχαρίας δὲ προσευχόμενος ἔλεγε· Κύριε παντόκρατορ, μέχρι πότε οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖ‐ δες; τοῦτο ἑβδομηκοστὸν ἔτος. Προφητεύεσθαι δὲ ἐνταῦθα οἶμαι καὶ τὴν ἐν ἀνθρώποις Χριστοῦ ἐπιφά‐
45νειαν, αἰτίαν ἐσομένην τοῦ ἀνοικοδομηθῆναι τὴν Σιὼν, τουτέστι τοῦ ἀνεῳχθῆναι τὸ τῆς εὐσεβείας πολίτευμα. Τίς δὲ ὁ πολύευκτος καὶ τριπόθητος καιρὸς, ἐν ᾧ πλη‐ ρωθῆναι λέγεται τὰ παρὰ τῆς Σιὼν ἐπηγγελμένα; Ὁ τῆς ἀναστάσεώς σου, Κύριε. Ἐπεὶ γὰρ τὴν τοῦ κόσμου

23

.

1257

(50)

ἁμαρτίαν ἆραι ἐλήλυθας· οὐκ ἔδει δὲ τὸν τηλικοῦτον ὑπὲρ ὀλίγων ἁμαρτωλῶν ἐλθεῖν καὶ παθεῖν· ὅτε ἐνέστη ὁ χρόνος, καθ’ ὃν εἴρηται ὅτι, «Πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, τότε ὑπὲρ παντὸς
ἐγεύσω θανάτου.»1256 in vol. 23

23

.

1260

Ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι. Καὶ φοβηθήσον‐ ται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε, καὶ πάντες οἱ βα‐ σιλεῖς τὴν δόξαν σου. Εἰκότως δὲ μεταξὺ τοῦ εὐδο‐
5κεῖσθαι τοὺς λίθους τοῦ προτέρου λαοῦ τὴν τῶν ἐθνῶν ἐπισυνάπτει κλῆσιν, καὶ λευκότερον παρίστησιν, ὅτι τὸν σωτήριον ἀναλήψονταί ποτε φόβον, καὶ θεοσεβή‐ σουσιν. Οἱ βασιλεῖς δὲ εἶπεν ἀντὶ τοῦ, αἱ βασιλεῖαι. Οὐ γάρ ἐστιν, οὐκ ἔθνος, οὐ βασιλεία, ἡ μὴ προσκυνοῦσα
10τὴν δόξαν Χριστοῦ, ἢ καθόλου ἢ ἀπὸ μέρους. Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. Ἑτέρως δὲ οἰκοδομήσει τὴν Σιὼν ὁ Κύριος, τουτέστι τὴν Ἐκκλησίαν· οἰκοδομὴν δέ φημι καθ’ ἣν ἐκτίσθη τὰ ἔθνη διὰ τῆς πίστεως· καὶ τότε
15δοξασθήσεται ἐν αὐτοῖς. Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν, καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν. Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον· ὅτι ἐξέκυψεν ἐξ ὕψους
20ἁγίου αὐτοῦ, Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέ‐ βλεψε, τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπε‐ δημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατω‐ μένων, τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου, καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερουσαλήμ. Ἐν τῷ
25συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ, καὶ βασιλεῖς τοῦ δουλεύειν τῷ Κυρίῳ. Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ· Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου. Ὑψη‐ λότερον δὲ δοκεῖ μοι διὰ τούτων ὁ προφητικὸς χορὸς
30σημαίνειν τὴν διὰ τοῦ Σωτῆρος ἡμῶν κλῆσιν τῶν ἐθνῶν· ἀποκλαίεσθαι δὲ, ὅτι μὴ καὶ αὐτοὶ ἔτυχον ταύτης. Ἐν γὰρ τῇ τῶν μελλόντων ἀγαθῶν παρου‐ σίᾳ, ὅτε τὰ ἔθνη καὶ οἱ τούτων βασιλεῖς λατρεύσουσιν, οὐκέτι τοῖς πατρῴοις δαίμοσι, ἀλλὰ τῷ Κυρίῳ· ἐν
35αὐτῷ δὴ τῷ τοιούτῳ καιρῷ, τὴν ἐμὴν, φησὶν, ἰσχὺν ἐκάκωσεν ὁ Κύριος, κολοβῶσαι τὰς ἡμέρας, ὡς μὴ φθάσαι κἀμὲ εἰς ἐκεῖνον τὸν καιρόν. Ὁ προφητι‐ κὸς μὲν οὖν ἐστι χορὸς ὁ ἀποκρινόμενος, ἤτοι ἐρω‐ τῶν καὶ λέγων πρὸς τὸν Θεὸν ὁποῖος ἔσται ὁ ἡμέ‐
40τερος βίος. Ηὔχετο γὰρ μαθεῖν εἰ φθάσειεν εἰς ἐκεί‐ νας τὰς ἡμέρας ἡ ζωὴ αὐτοῦ, καθ’ ἃς ἔμελλεν ἐναν‐ θρωπήσας ἐπὶ γῆς φαίνεσθαι ὁ Μονογενής. Ὁδὸν δὲ ἰσχύος αὐτοῦ τὴν ἐπὶ γῆς παρουσίαν καλεῖ· ἦλθε γὰρ ἵνα δήσῃ τὸν ἰσχυρόν. Ἥμισυ δὲ τῶν ἑαυτοῦ ἡμερῶν,
45ἤτοι τῆς ζωῆς, τὸ τέως ἐν θεωρίᾳ γενέσθαι τῆς ἐπιφανείας. Ηὔχετο οὖν πληρωθῆναι τὸν ὅλον αὐτοῦ χρόνον, καὶ οἷόν τε παρεκταθῆναι τὴν ζωὴν αὐτοῦ, ὅπως ἂν καὶ αὐτῆς τῆς τῶν πραγμάτων ἐκβάσεως καταξιωθῆναι· οὕτω γὰρ ἔμελλεν ἡ πᾶσα αὐτοῦ

23

.

1260

(50)

ζωὴ πληροῦσθαι. Τέως μὲν γὰρ, φησὶν, ἐπὶ τοῦ παρ‐ όντος, ὅτε ταῦτα προφητεύω, καὶ μέλλοντα ἔσεσθαι προορῶ, ἔοικα ἐν μέρει ἡμέρας εἶναι Θεοῦ· λείπει δέ μοι ἡ αὐτοψία τῆς τῶν προφητευομένων ἐκβά‐ σεως, ἧς εἰ τύχοιμι, τελείαν λήψομαι τὴν ἐμαυτοῦ ζωήν·
55εἰ δὲ ἀστοχήσω τῆς εὐχῆς, ἔοικα τοῖς ἐν ἡμίσει ἡμε‐ ρῶν τὴν ζωὴν ἀτελῆ καὶ ἄωρον ἀποτιθεμένοις. Καί μοι δοκεῖ διὰ τὰς τοιαύτας τῶν προφητῶν εὐχὰς
ὁ Σωτὴρ ἡμῶν εἰρηκέναι· Πολλοὶ προφῆται καὶ1258 in vol. 23

23

.

1261

δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκου‐ σαν. Κατὰ δὲ τὴν ἱστορίαν, Βλέπων, φησὶν, ἐμαυ‐ τὸν ἀτονοῦντα καὶ βαρυνόμενον, ὀλίγον ὑπολαμβάνω
5καιρὸν ὑπολελεῖφθαί μοι ζωῆς. Μὴ οὖν ἐκδημήσαιμι τοῦ σώματος ἐν τῷ ἡμίσει καὶ ἀτελεῖ τῶν ἡμε‐ ρῶν. Ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου. Ἀναγκαίως προειπών· Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου, εὐξάμενός τε παραθεῖναι τὴν ζωὴν μέχρι τῆς
10ἐκβάσεως τῶν προφητευομένων, συνορᾷ τὸ ἀδύνατον διὰ τὸ ἀσθενὲς καὶ ὀλιγοχρόνιον τῆς θνητῆς φύσεως· εἶτα ἔφη· Σοῦ μόνου, Κύριε, τὰ ἔτη εἰς γενεὰν καὶ γενεὰν διατείνει· καὶ σὺ ἥξεις εἰς ἐκείνην τὴν γε‐ νεὰν, κἀκεῖνον τὸν λαὸν, περὶ ὧν ἀνωτέρω ἐλέγετο· Γραφήτω αὕτη εἰς τὴν γενεὰν ἑτέραν, καὶ τὰ ἑξῆς.
15 Κατ’ ἀρχὰς τὴν γῆν σὺ, Κύριε, ἐθεμελίω‐ σας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις. Εἰ μὲν γὰρ οὐ συνῆσθα, φησὶ, κατ’ ἀρχὰς, ὦ Κύριε, καὶ εἰ μὴ ἔργα τῶν χειρῶν σου ὑπῆρχον οἱ οὐρανοὶ, οὐχ οἷόν
20τε ἦν αὐτὰ μετατεθῆναι, οὐδὲ εἰς μεταβολὴν ἐλθεῖν· εἰ γὰρ ἀγένητα ἦν, ἔμειναν ἂν καὶ ἀτελεύτητα· νῦν δὲ, ἐπεὶ ποιητὴς αὐτῶν γέγονας, δυνατὸς εἶ καὶ παρ‐ αγαγεῖν αὐτὰ θελήσας· φύσεως γὰρ ὑπάρχουσι φθαρτῆς καὶ ἀπολλυμένης· ὅτι, καὶ μὴ πρότερον
25ὄντα, σῇ βουλῇ καὶ δυνάμει γέγονεν. Ἓν γάρ ἐστι μένον ἀεὶ, καὶ οὔποτε δυνάμενον μὴ εἶναι, δηλαδὴ σὺ αὐτὸς ὁ μόνος τῶν ὅλων ποιητής. Καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἑλιχθήσονται. Καὶ οἱ οὐρανοὶ
30δὲ, εἰ καὶ μέγα καὶ ἐξαίρετόν τι τυγχάνουσι κτίσμα, ἀλλ’ ὅμως καὶ αὐτοὶ ὑποβληθήσονται φθορᾷ· ἡ δὲ φθορὰ αὕτη γενήσεται αὐτοῖς εἰς ἀνακαινισμὸν, καὶ συστελεῖς αὐτοὺς εὐχερῶς οὕτως ὡς ἑλίσσει τις πε‐ ριβόλαιον· ἑλιχθήσονται γὰρ εἰς βέλτιον σχῆμα μετα‐
35βαλλόμενοι, καὶ ἀλλαγήσονται, καὶ τροπὴν ἀγαθὴν ὑπομενοῦσι τὴν ἀπὸ τῆς παλαιότητος ἐπὶ τὴν ἀνα‐ καίνισιν καὶ τὴν ἀφθαρσίαν. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς
40τὸν αἰῶνα κατευθυνθήσεται. Καινοῖς γενομένοις καὶ ἐπὶ τὸ κρεῖττον μεθαρμοσθεῖσι, καὶ τὸ σπέρμα ἑαυτῶν, δηλαδὴ τῶν δούλων σου, εἰς τὸν αἰῶνα κατευθυνθήσεται. Τῼ ΔΑΥΙΔ. ΡΒʹ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Τάχα δὲ μέ‐
45σην ἀπολειφθεῖσαν τὴν ψυχὴν τοῦ σώματος καὶ τοῦ πνεύματος, τὸ μὲν σῶμα ἐπὶ τὰς οἰκείας ἐπιθυμίας καὶ ἀνδραποδώδεις ἡδονὰς καθέλκει, ὥσπερ ἀφ’ ὕψους ἄνωθέν ποθεν καταβάλλον αὐτήν· τὸ δὲ πνεῦμα πάλιν πρὸς ἑαυτὸ ἀνέλκει ἄνω που πρὸς Θεὸν ἀνά‐

23

.

1261

(50)

γον, καὶ τοῦ Κυρίου μνημονεύειν παρακαλεῖ, εὐλο‐ γεῖν τε αὐτὸν, καὶ πρὸ ὀφθαλμῶν διὰ παντὸς ἔχειν· ἢ αὐτὸς ἑαυτὸν ἐπὶ τὸν ὕμνον διεγείρειν καὶ εὐλο‐ γεῖν τὸν Θεὸν ἐγκελεύεται, καλὸν ἑαυτῷ σωτηρίας φάρμακον τὴν εἰς τὸν Θεὸν εὐλογίαν προβαλλόμενος.
55Καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Τοῖς ἐντὸς αὐτοῦ προστάσσει εὐλογεῖν τὸ ὄνομα Κυ‐
ρίου, τουτέστι τῇ φύσει τῶν ἔσωθεν ἐξερχομένων δια‐1260 in vol. 23

23

.

1264

λογισμῶν, ὧν διπλοῦν ἐστι τὸ τάγμα· οἱ μὲν γὰρ μοχ‐ θηροί εἰσι, φόνοι, μοιχεῖαι, κλοπαί· οἱ δὲ ἀστεῖοι καὶ σωτήριοι, φιλανθρωπία, σωφροσύνη, τὸ κοινωνικόν. ᾯ τοίνυν πάντα τὰ ἐντὸς κατώρθωται εἰς ἑτοιμότητα
5τοῦ εὐλογεῖν τὸ ὄνομα τοῦ Θεοῦ τὸ ἅγιον, οὗτος κα‐ λῶς συμπαραλαμβάνει τὴν ἔνδον διάθεσιν εἰς τὴν τοῦ Θεοῦ εὐχαριστίαν, καὶ πάντα τὰ ἐντὸς καθιεροῖ καὶ πάσας τῆς ψυχῆς τὰς δυνάμεις, καὶ πάντα λο‐ γισμὸν εἰς τὸν θεῖον ὕμνον ἀνακινεῖ· ἐντὸς γὰρ ἐκά‐
10λεσε τοὺς λογισμοὺς καὶ τὰς ἐνθυμήσεις, καὶ πάντα τῆς ψυχῆς τὰ κινήματα καὶ τὰς διαφόρους δυνάμεις αὐτῆς, τὴν νοητικὴν, τὴν διανοητικὴν, τὴν βλεπτικὴν, τὴν ὁρμητικὴν, τὴν φανταστικὴν, τὴν μνημονευτικὴν, τὰς ἑτέρας· πολλαὶ γὰρ δυνάμεις καὶ διάφορα κινή‐
15ματα ἐν τῇ ψυχῇ· καθ’ ἃ ποτὲ μὲν σπουδαῖόν τι δια‐ νοούμεθα, ποτὲ δὲ ἐπιθυμοῦμεν, ποτὲ δὲ ἐπιθυμού‐ μεθα, ποτὲ δὲ κρίνομεν· καὶ ἄλλοτε μὲν ἐφιέμεθά τινων, ἄλλοτε δὲ ἀποστρεφόμεθα· καὶ πάλιν ἄλλοτε μὲν ὁρμῶμεν, ἄλλοτε δὲ ἐκκλίνομεν, καὶ ποτὲ
20μὲν διακείμεθα λυπηρῶς, ποτὲ δὲ εὐμενεῖς ἐσμεν καὶ φαιδροὶ καὶ ἀνειμένοι. Πάσας οὖν ὁμοῦ τὰς τοιαύτας τῆς ψυχῆς δυνάμεις προτρέπει τὸ θεῖον Πνεῦμα εὐλογεῖν τὸν Κύριον. Εἰ δὲ καὶ σω‐ ματικώτερον βουληθείη τις ἐκλαβεῖν τὸν λόγον, εἴποι
25ἂν, ἐπειδὴ καὶ τοῦ σώματος τοῦ ἡμετέρου πάντα τὰ ἐντὸς ἔγκατά τε καὶ σπλάγχνα βαθυτάτῃ Θεοῦ σοφίᾳ κατεσκεύασται, ὡς μηδὲν ἄχρηστον εἶναι τῶν ἐν ἡμῖν, συμβάλλεσθαι δὲ τῇ τοῦ Θεοῦ δοξολογίᾳ τε καὶ εὐλογίᾳ τὴν ὁμοῦ πάντων πρὸς ἄλληλα συμφωνίαν
30τε καὶ ἁρμονίαν, εἰκότως καὶ ταῦτα ἐπὶ τὴν τοῦ Θεοῦ εὐλογίαν κέκληται. Εἰ μέντοι τὴν ψυχὴν αὐτὴν σωματοειδῶς ὁ λόγος πλάττει, καὶ μέρη σωματικὰ τῇ ἀμερεῖ περιπλάττει, ἑτέρως νοήσομεν ἐπ’ αὐτῇ τὰ περιτιθέμενα μέρη τῇ ἀμερείᾳ τῇ κατὰ ψυχὴν,
35οἰκείως κεφαλὴν μὲν τὸν νοῦν, αὐχένα δὲ τὴν δόξαν ὡς ἐν μέσῳ λογικοῦ καὶ ἀλόγου· στῆθος τὸν θυμὸν, γαστέρα τὴν ἐπιθυμίαν, τοῖς τῶν μερῶν ὀνόμασι συμβόλοις τῶν δυνάμεων χρώμενοι. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ
40ἐπιλανθάνου τὰς ἀνταποδόσεις αὐτοῦ. Τὸν εὐϊ‐ λατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμε‐ νον πάσας τὰς νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Αὗταί εἰσιν αἱ περὶ ἡμᾶς ἀντ‐
45αποδόσεις τοῦ Θεοῦ· Πρῶτον ἱλασμὸν ἔθεικε τῶν ἡμετέρων ἁμαρτιῶν, ἃς ἐν πλάνῃ καὶ εἰδωλολατρείᾳ διεπραξάμεθα· καὶ ἵλεως ἑκάστῃ τούτων ἐγένετο, προλαβὼν πᾶσαν ἱκετηρίαν καὶ τὴν ἄφεσιν δοὺς διὰ τοῦ ἱλασμοῦ αὐτοῦ, ὅς ἐστι Χριστός· δεύτερον δὲ,

23

.

1264

(50)

ἐπειδὴ καὶ μετὰ τὴν ἄφεσιν συνέβη σε νοσεῖν, ὦ ψυχὴ, ὑπολισθήσασαν τοῖς ἀνθρωπίνοις πάθεσι, καὶ ταύτας τὰς νόσους ὁ Σωτὴρ καὶ λογικοῖς καὶ σωτηρίοις φαρμάκοις, τοῖς ἐν ταῖς θείαις αὐτοῦ Γρα‐ φαῖς καταβεβλημένοις, ἐθεράπευσε· τρίτον ἐπὶ τού‐
55τοις τὴν ζωήν σου μέλλουσαν χωρεῖν εἰς φθορὰν, καὶ καταπίνεσθαι ὑπὸ τοῦ θανάτου, κατὰ τὸ, Ψυχὴ
ἡ ἁμαρτοῦσα, αὐτὴ ἀποθανεῖται, ἀκόλουθα τῷ1262 in vol. 23

23

.

1265

αὐτοῦ πράττων ἐλέῳ, λύτρα δοὺς ὑπὲρ σοῦ τῷ θα‐ νάτῳ τὸ τοῦ Μονογενοῦς αἷμα, ἐλυτρώσατο· τέταρτον, οἰκείᾳ φιλανθρωπίᾳ καὶ ἐλέει καὶ οἰκτιρμοῖς χρώμε‐ νος, ἐπεὶ ἐξ ἔργων οὐδεὶς δικαιοῦται, ἐστεφάνωσέ σε
5τῷ τῆς υἱοθεσίας χαρίσματι. Καὶ ἁπλῶς οὗτός σοι δεδώρηται τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, οὗτός σοι δεδώρηται τῶν παθῶν τὴν ἴασιν, τῆς ἀναστάσεως τὴν ἐλπίδα, τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος, καὶ τὸν τῆς ἀφθαρσίας χιτῶνα ἐνέδυσε, καὶ χάριτι σέσωκε.
10Χάριτος γὰρ καὶ φιλανθρωπίας ὁ στέφανος. Καὶ ταῦτα πάντα ἕδνα τοῦ νυμφίου καὶ δῶρα· πίστιν γὰρ ἡ νύμφη προσενήνοχε μόνον. Οὐ μόνον δὲ, ἀλλὰ καὶ πνευματικῶν ἀγαθῶν σε ἐνέπλησεν, ἢ καὶ τὴν ἐν ἀγαθοῖς ἐπιθυμίαν σου ἐπλήρωσεν, ὃς τήν γε ψυκτὴν
15ψυχὴν ἀπαγορεύει, δίδωσι δὲ ἀγαθὰ τοῖς αἰτοῦσιν αὐ‐ τόν. Εἰ δὲ βούλει κατὰ ταὐτὸν ἰδεῖν παθήματα καὶ ἁμαρτήματα λυόμενα, ἔχεις τὸν παράλυτον τῆς δι‐ πλῆς ταύτης ἀπολαύσαντα χάριτος· ἤκουσε γὰρ, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, καὶ, Ἆρον τὸν
20κράββατόν σου· οὕτως ἡ ἁμαρτωλὸς γυνὴ τετύχηκε τῆς ἀφέσεως, ὁ λῃστὴς, οἱ τελῶναι, ἀπλῶς ἅπαντες οἱ πιστεύσαντες. Τὸν ἐμπιμπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου·
25ὥστε ἀνακαινίζεσθαι αὐτὴν τὸν παλαιὸν ἀποθεμένην ἄνθρωπον, τὸν δὲ νέον, τὸν ἀνακαινούμενον εἰς ἐπί‐ γνωσιν τοῦ κτίσαντος αὐτὸν, λαμβάνουσαν. Οὕτω δὲ, φησὶν, ἡ νεότης σου ἀνακαινισθήσεται, ὡς μηκέτι παλαιοῦσθαι, μηδὲ εἰς φθορὰν αὖθις χωρεῖν, ἀεὶ δὲ
30παραμένειν ἐν τῷ νεάζειν ἐν τῇ ἀφθάρτῳ ζωῇ. Ἐπεὶ δὲ ὁ ἀετὸς τῶν ὀρνέων ἐστὶ βασιλικώτατον, ἀλλὰ καὶ ὑψιπετέστατος, μόνος δὲ ζώων ἡλίου φωτὸς μαρμα‐ ρυγαῖς ἀντωπεῖν δυνατὸς, καὶ ἀτενὲς ἀφορᾷν αὐτῷ, εἰκότως τὴν ἀνανέωσιν τῆς ψυχῆς, καὶ τὴν ἀπὸ γῆς
35εἰς οὐρανὸν πτῆσιν, καὶ τὸν βίον αὐτῆς τὸν ἐν ἄκρῳ φωτὶ γενησόμενον, ἀετοῦ φύσει παρέβαλε. Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρίμα πᾶσι τοῖς ἀδικουμένοις, ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ.
40Ἐκ τῆς αὐτῆς δὲ Μωσέως Γραφῆς μαθήσῃ ὁποῖα κρίματα παρέσχε τοῖς ἀδικουμένοις· κρίσει γὰρ δι‐ καίᾳ μετῆλθε τοὺς Αἰγυπτίους, πληγαῖς θεηλάτοις κολάσας αὐτοὺς ὑπὲρ τῶν αὐτῶν ἠδικημένων υἱῶν Ἰσραήλ. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μα‐
45κρόθυμος καὶ πολυέλεος, οὐκ εἰς τέλος ὀργισθή‐ σεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. Οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν. Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύ‐

23

.

1265

(50)

ριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ’ ἡμῶν τὰς ἀνομίας ἡμῶν. Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτεί‐ ρησε Κύριος τοὺς φοβουμένους αὐτὸν, ὅτι
55αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν. Μνήσθητι ὅτι χοῦς ἐσμεν· ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι
αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.1264 in vol. 23

23

.

1268

Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. Ὥσπερ ἀπὸ σκότους τῆς τῶν ἁμαρτημάτων ἀγνοίας ἐπὶ τὸ φῶς τῆς αὐτοῦ γνώσεως μετεστήσατο ἡμᾶς· καὶ
5ταῦτα ἔπραξεν ὡς ἀγαθὸς πατὴρ σπλαγχνιζόμενος ἐπὶ υἱοῖς μεμηνόσι, καὶ ἐπὶ κακῶς διακειμένοις τέκνοις μείζονα οἶκτον ἀναλαβών· τὸν αὐτὸν τρόπον καὶ αὐτὸς ᾠκτείρησεν ἡμᾶς, ἐξ ἀθέων καὶ ἀφόβων εὐσε‐ βεῖς καὶ φοβουμένους αὐτὸν ἀπεργασάμενος. Τὸ ἔλεος δὲ τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ
10ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν· καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ τοὺς υἱοὺς τῶν υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ με‐ μνημένοις τῶν ἐντολῶν αὐτοῦ, τοῦ ποιῆσαι αὐ‐ τάς. Ὅμοιον καὶ τὸ, Ποιῶν ἔλεος τοῖς ἀγαπῶσί
15με. Παρατείνει γὰρ τὸ ἔλεος Κυρίου, καὶ ἡ σύζυγος αὐτοῦ δικαιοσύνη, εἰς πᾶσαν τὴν γενεὰν ἐπὶ τοὺς φοβουμένους αὐτὸν καὶ τοὺς υἱοὺς αὐτῶν, τουτέστι τοὺς τῶν ἔργων αὐτοῦ ζηλωτὰς, τοὺς οὐχ ἁπλῶς μεμνημένους τῶν ἐντολῶν αὐτοῦ, ἀλλ’ ἐπιτιθέντας
20τοῖς λόγοις τὰ ἔργα, καὶ κατὰ ταὐτὸ τὸν οἰκεῖον βίον ῥυθμίζοντας. Δίδονται γὰρ αὗται οὐκ ἐπὶ τῷ μνή‐ μην αὐτῶν ψιλὴν καὶ γνῶσιν ἔχειν ἡμᾶς, ἀλλὰ μνή‐ μην εἰς τὸ ποιῆσαι. Τοῦτο καὶ ὁ Σωτὴρ παρίστησιν εἰπών· Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς,
25ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· τῆς γὰρ ποιήσεως ἀλλ’ οὐ τῆς μνήμης αὐτῶν μόνης ὁ μισθός· καὶ οὐχ οἱ ἀκροαταὶ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσον‐ ται. Καλῶς δὲ διαθήκη ὁ νόμος τοῦ Θεοῦ προσηγό‐ ρευται, ἵνα κληρονομίαν ἐλπίζωμεν ἐξ αὐτῆς οἱ
30φυλάσσοντες. Ὅτι δὲ ἡ μὲν φύσις ἡμῶν ἐπίκηρος, ἡ δὲ θεία φιλανθρωπία καὶ μέχρις ἐγγόνων διατηρεῖ τὴν τοῖς προγόνοις ὀφειλομένην τῆς δικαιοσύνης ἀντίδοσιν, μυρία ἂν εὕροις μαρτύρια. Διὰ γὰρ τὴν τοῦ Ἀβραὰμ δικαιοσύνην, καὶ τὴν τοῦ Ἰσαὰκ καὶ
35Ἰακὼβ, τὸν ἐξ αὐτῶν φύντα μετὰ ταῦτα λαὸν τῆς κλήσεως καὶ τῆς οἰκείας ἐπισκοπῆς κατηξίωσε· τῷ Ἰηοῦ μέχρι τετάρτης γενεᾶς τὴν βασιλείαν τετήρηκε, καίτοι μηδὲ τελείαν κτησαμένῳ εὐσέβειαν, ἀλλ’ ἐν τῇ ἀρχῇ τῆς βασιλείας ἐπιδειξαμένῳ τὸν ζῆλον· τῷ
40θεσπεσίῳ Δαυῒδ, ἄσβεστον ἐτήρησε τὸν τοῦ γένους σπινθῆρα, καὶ ταῦτα πολλῶν δυσσεβῶν ἐν μέσῳ βε‐ βλαστηκότων. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόσει. Ἀκριβῶς δὲ τὸ πάντων δεσπόσει, εἴρη‐
45ται, ἀλλ’ οὐ, πάντων δεσπόζει· ἐπεὶ μὴ πάντες ἄξιοι τυγχάνουσι τῆς αὐτοῦ βασιλείας. Διὸ τοῖς τὸν εὐαγγελικὸν κατορθοῦσι βίον τὴν τῶν οὐρανῶν βασι‐ λείαν ὁ Σωτὴρ ἐπηγγείλατο. Δεσπόζει δὲ πάντων καθ’ ἑτέραν ἐπίνοιαν καὶ τῶν ἀναξίων τῆς βασιλείας

23

.

1268

(50)

αὐτοῦ κρατῶν, οἷα δὴ πάντων Κύριος. Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐ‐ τοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ. Ἀνω‐ τέρω μὲν τὸ θεῖον Πνεῦμα τὴν τοῦ ἀνθρώπου ψυχὴν
55ἐκάλει ἐπὶ τὴν εὐχαριστίαν καὶ τὴν εὐλογίαν τοῦ Θεοῦ, φάσκον· Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον·
νῦν δὲ, ἐπειδὴ τοῦ θρόνου τοῦ Θεοῦ ἐμνημόνευσε,1266 in vol. 23

23

.

1269

καὶ τῶν οὐρανίων διατριβῶν, ἃς τοῖς ἀξίοις ὁ Θεὸς ἡτοίμασε, σφόδρα ἀκολούθως ταῖς οὐρανίοις δυνάμεσι συγχαίρειν τῇ τῆς ψυχῆς σωτηρίᾳ παρακελεύεται, κατὰ τὸν σωτήριον λόγον φήσαντα χαρὰν ἔσεσθαι ἐν
5τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι· ἀλλὰ καὶ εἰς τέλος ἄγει τὴν ἀνθρώπου ψυχὴν καὶ τὰς οὐρανίους δυνάμεις· τὸ γὰρ αὐτὸ τῆς εὐλογίας ἔρ‐ γον καὶ ταύτῃ κἀκείνοις ἐπιτάττει. Δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς
10φωνῆς τῶν λόγων αὐτοῦ. Τὰ μὲν κατὰ σὲ, φησὶν, ὦ ψυχὴ, ἐξασθενεῖ πρὸς τὸ κατ’ ἀξίαν ὑμνεῖν τὸν Θεόν· ἐκ μέρους δὲ ὅμως τοῦτο ποίει. Ἴσθι δὲ, ὅτι οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ὄντες, καὶ ἀδιαπτώ‐ τως τὸν λόγον αὐτοῦ ποιοῦντες, ἄξιοί τε ἀκούειν τῆς
15φωνῆς αὐτοῦ καὶ τῶν λόγων αὐτοῦ, πρεπόντως καὶ κατ’ ἀξίαν εὐλογοῦσιν αὐτόν. Εἰ δὲ καὶ ἐν ἀνθρώποις εἶέν τινες τὸν ἰσάγγελον βίον μετερχόμενοι, ἅτε τὴν εἰκόνα τοῦ ἐπουρανίου φοροῦντες, ἰσχύοντες δὲ καὶ αὐτοὶ ποιεῖν τὸν λόγον αὐτοῦ, καὶ δυνατοὶ τῆς φωνῆς
20αὐτοῦ ὑπακούειν, κατὰ τὸν φήσαντα· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με. Καὶ οὗτοι, ἰσάγγελοι ὄν‐ τες, εὐλογείτωσαν αὐτόν. Μηδεὶς δὲ τῶν παραβαι‐ νόντων τὸν λόγον αὐτοῦ καὶ παρακουόντων τῆς φω‐ νῆς αὐτοῦ, προπετέστερον τολμάτω τοῦτο ποιεῖν.
25 Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐ‐ τοῦ, λειτουργοὶ αὐτοῦ, ποιοῦντες τὰ θελήματα αὐτοῦ. Ὁ μὲν Δαυῒδ, ἐπειδήπερ εἰσὶ καὶ ἀντικείμεναι δυνάμεις, σφόδρα ἀναγκαίως ἐπιφέρει τό· λειτουρ‐ γοὶ αὐτοῦ, ποιοῦντες τὰ θελήματα αὐτοῦ, δεικνὺς
30τίνας βούλεται καὶ ὁποίας δυνάμεις εὐλογεῖν τὸν Θεόν· ὅτι μὴ πάσας, μηδὲ τὰς ἐναντίας, ἀλλὰ μόνος τὰς ἀξίας τὰς ἐν διαφόροις τάξεσι λειτουργούσας αὐτῷ, ἤτοι ποιούσας αὐτοῦ τὸ θέλημα. Λειτουργοὶ γάρ εἰσι Θεοῦ δυνάμεις ὑπερητοῦσαι αὐτῷ εἰς ἃ βούλεται ποιεῖν
35δι’ αὐτῶν ἐπ’ εὐεργεσίᾳ καὶ ὠφελείᾳ παντός· διὸ καὶ ποιεῖν τὰ θελήματα αὐτοῦ εἴρηνται. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύ‐ ριον. Ἡ τῆς ἀκολουθίας διάνοια τοῦτον ἔοικεν ὑπο‐
40βάλλειν τὸν νοῦν· Εἰ μὲν ἀγγέλων ἦν, φησὶ, μόνον, καὶ θείων δυνάμεων καὶ οὐρανίων λειτουργῶν Θεοῦ τὸ εὐλογεῖν αὐτὸν, καλῶς ἂν εἶχες, ὦ ψυχὴ, ὑποστέλ‐ λεσθαι ἑαυτὴν, τοῖς κρείττοσι παραχωροῦσα τὴν εὐλο‐ γίαν· ἐπειδὴ δὲ ὁ θεῖος λόγος πᾶσι τοῖς ἔργοις αὐτοῦ
45εὐλογεῖν τὸν Κύριον προστάττει· προσήκει γὰρ πᾶσαν τὴν κτίσιν κατὰ τὴν αὐτῆς δύναμιν τὸν πρέποντα ὕμνον ἀποδιδόναι τῷ Θεῷ· τί μέλλεις, ὦ ψυχή; Οὐχὶ καὶ αὐτὴ, ἅτε ἔργον οὐκ εὐκαταφρόνητον οὖσα τοῦ Θεοῦ, ἀλλὰ κατ’ εἰκόνα ἑαυτοῦ πεποιημένη, ἀνεγείρῃ

23

.

1269

(50)

σεαυτὴν ἐπὶ τὴν θεολογίαν καὶ εὐλογίαν τοῦ Θεοῦ; Ἐπειδὴ ἡ δεσποτεία αὐτοῦ, κατὰ τὸ εἰρημένον, πάν‐ των δεσπόζει, οὐρανίων, ἐπιγείων, καταχθονίων, ἀκο‐ λούθως πάντα τὰ ἔργα αὐτοῦ, ὡς ἂν ὑπὸ τὴν αὐτοῦ δεσποτείαν ὄντα, τὰ σύμπαντα γὰρ, φησὶ, δοῦλα σὰ,
55ὡς ποιήματα, εὐλογείτω αὐτόν. Καὶ πῶς εὐλογοῦσι τὰ ἄλογα καὶ τὰ ἄψυχα; Ὡς οὐρανοὶ διηγοῦνται δό‐
ξαν Θεοῦ, πάντως ἀντὶ φωνῆς χρώμενα τῇ ὄψει εἰς1268 in vol. 23

23

.

1272

ἔμφασιν τῆς θείας δυνάμεως· παρ’ ὧν ἐγὼ λαμβάνω τοῦ ὑμνεῖν τὰς ἀφορμὰς, καὶ κινοῦμαι πρὸς εὐφη‐ μίαν τοῦ κτίσαντος. Ἄλλως τε εἰώθασιν οἱ προφῆται καὶ τὴν ἄλογον φύσιν πολλάκις παραλαμβάνειν εἰς
5εὐφημίαν τοῦ Θεοῦ, ὡς οὐκ ἀποχρώσης τῆς λογικῆς, καθάπερ ἀμέλει καὶ οἱ παῖδες ἐν τῇ καμίνῳ. Πλὴν τὸ ἐν παντὶ τόπῳ ᾄδειν οὐχ ἁρμόττει τοῖς Ἰουδαίοις. Ἐκεῖνοι γὰρ, ὑπὸ τῶν ἀνδραποδισάντων ᾆσαι προσ‐ ταχθέντες ἐκ τῶν ᾠδῶν Σιὼν ἐν Βαβυλῶνι, ἔφασαν,
10ἔννομον δρῶντες· Πῶς ᾄσομαι τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας. Ἡμῖν δὲ ὁ θεῖος Ἀπόστολος παρ‐ εγγυᾷ ἐν παντὶ τόπῳ προσευχομένοις αἴρειν ὁσίους χεῖρας. Τοῦτο καὶ ὁ δεσπότης Χριστὸς πρὸς τὴν Σα‐ μαρεῖτιν ἔφη, τὴν τοπικὴν ἀναιρῶν προσκύνησιν, τὴν
15δὲ ἐν Πνεύματι καὶ ἀληθείᾳ διδάσκων λατρείαν. ΨΑΛΜΟΣ ΡΓʹ Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον· Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα· ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς
20ὡς ἱμάτιον. Διὰ τῆς τῶν κτισμάτων μεγαλουργίας καὶ προνοίας καὶ ποικιλότητος χαίρειν δὴ ἐν ταὐτῷ καὶ θάρσος ἀναλαμβάνειν διδάσκεται ἡ ψυχὴ, διὰ τοῦ σεμνύνεσθαι, καὶ Κύριον ἑαυτῆς καὶ Θεὸν τῶν τοσού‐ των μεγαλουργὸν ἐπιγράφεσθαι, καὶ ἰδιοποιεῖσθαι αὐ‐
25τὸν ἐν τῷ λέγειν· Ὁ Θεός μου, μετὰ διαθέσεως, ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω, ἀναβαλ‐ λόμενος φῶς ὡς ἱμάτιον. Ὡς ὁ ἀναβαλλόμενος αἰσθητὸν ἱμάτιον πάντοθεν καλύπτεται, οὕτω τὸ μὴ δύνασθαι διασχεῖν τὸ περὶ τὸν Θεὸν φῶς, ἀκατάλη‐
30πτον αὐτοῦ τὴν οὐσίαν παρίστησιν. Ἀλλὰ τί φῂς, ὦ Δαυΐδ; Ὁ εὐαγγελιστής φησιν· Ὅτι αὐτός ἐστι φῶς ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρ‐ χόμενον εἰς τὸν κόσμον. Ὁ δὲ Παῦλος, ὅτι φῶς οἰ‐ κῶν ἀπρόσιτον, σὺ περιβεβλῆσθαι τὸ φῶς αὐτὸν φῂς
35ὡς ἱμάτιον; Ὁρᾷς, ὅτι, κἂν προφήτης ᾖ τις, κἂν εὐ‐ αγγελιστὴς, κἂν ἀπόστολος, οὐ δύναται περιδράξα‐ σθαι τῆς σαφηνείας, ἀλλ’ ἀπὸ τῶν παρ’ ἡμῖν ὀνομά‐ των ἀναβαίνοντες κατὰ μικρὸν ἀμυδράν τινα παρ‐ ιστῶσιν ἔννοιαν τῆς ἀῤῥήτου δόξης ἐκείνης. Ἐπειδὴ
40γὰρ αὐτὸ τί ποτέ ἐστι τὴν οὐσίαν οὐκ ἴσασιν, ἀπὸ τῶν παρ’ ἡμῖν λαμπρῶν φιλονεικοῦσιν ἐπιλαβέσθαι αὐτῆς ὡς οἷόν τε. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδατι τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς νέφη τὴν ἐπί‐
45βασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων, ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Ἐντεῦθεν εἰκότως. ἑρμηνευόμενα τὰ σεραφὶμ, εἰς τὴν Ἑλλάδα φωνὴν ἐμπιπρῶντες ἢ ἐμπρησταὶ σημαίνουσι. Καὶ τὸ, σε‐

23

.

1272

(50)

ραφὶμ τὸν ἐμπρησμὸν δηλοῦν λέγεται. Διὸ περὶ τῆς ἀγγελικῆς δυνάμεως εἴρηται· Ὁ ποιῶν ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς
55οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσ‐ σος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν
ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου1270 in vol. 23

23

.

1273

φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσου‐ σιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον ὃν ἐθεμελίωσας αὐτοῖς. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλῦψαι
5τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα. Πο‐ τιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ἔναγροι εἰς δίψαν αὐτῶν. Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πε‐
10τρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ. Ἐπεὶ καὶ ἀρχόμενος ἔλεγεν· Ὁ στεγάζων ἐν ὕδατι τὰ ὑπερῷα αὐτοῦ· νῦν φη‐ σι· Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων σου· εἰ μή τῳ φίλον ὑπερῷα τοῦ Θεοῦ ὡς παρ’ αὐτοῦ πε‐
15ποιημένα τὸν ἀέρα νοεῖν, τοῖς νέφεσι περιβαλλόμε‐ νον. Ποτίζει τοιγαροῦν ὁ Θεὸς τὰ ὄρη καὶ τὰ ἐν τού‐ τοις πεδία τήν τε λοιπὴν σύμπασαν γῆν οὐκ ἀπὸ τῶν ἐν ταῖς φάραγξι πηγῶν, οὐδ’ ἀπὸ τῶν φερομένων κα‐ τὰ γῆς ποταμῶν, ἀλλ’ ἀπὸ τῶν ὑπερῴων αὐτοῦ ἄνω‐
20θεν ἀφ’ ὕψους τοὺς αὐτάρκεις καὶ μεμετρημένους ἐπι‐ χορηγῶν ὑετούς. Ὑπερῷα δὲ Θεοῦ τὸν ἀέρα καλεῖ, καθάπερ ἐπὶ μιᾶς οἰκίας τοῦ παντὸς κόσμου. Ὄρη μέν εἰσιν οἱ πνευματοφόροι ἄνδρες· ποτίζονται δὲ ἐκ τῶν ὑπερῴων αὐτοῦ τοῦ Θεοῦ, πληρούμενοι τῶν τοῦ
25Πνεύματος χαρισμάτων, λόγου σοφίας καὶ τῶν ἑξῆς ἀπηριθμημένων. Ὑπερῷα δὲ Θεοῦ, ἀφ’ ὧν τὰ ὄρη ποτίζει, ἀκραιφνεῖς καὶ ὑπερβάλλουσαι θεωρίαι τῆς ἀληθείας τυγχάνουσι, ὑπερῷα καλούμεναι, τῷ μηδὲν αὐτὰς ὑπεραναβεβηκέναι. Ἀπὸ καρποῦ τῶν ἔργων
30σου χορτασθήσεται ἡ γῆ. Αὐτὸς γὰρ εἶπε· Βλα‐ στησάτω ἡ γῆ βοτάνην χόρτου, καὶ ξύλον κάρπι‐ μον ποιοῦν καρπὸν, καὶ τὰ ἑξῆς. Ἐκ τῶν Ἰησοῦ κατὰ τὴν οἰκονομίαν ἔργων, πολὺν καρπὸν ἐχόντων, ἅπασα ἡ γῆ χορτάζεται, μεταλαμβάνουσα τῶν οὕτω παραδό‐
35ξως ὑπὸ Ἰησοῦ γεγενημένων· οὗτος γὰρ καρπὸς τῶν ἔργων αὐτοῦ τυγχάνει. Καὶ ὁ λόγος δὲ ὁ περὶ τῶν ἔρ‐ γων τῆς δημιουργίας καὶ προνοίας αὐτοῦ νοηθεὶς, οἷα καρπὸς ἔργων Θεοῦ τυγχάνων, χορτάσει τὴν γῆν· φημὶ δὴ τοὺς ἐπὶ τῆς γῆς διατρίβοντας ἀνθρώπους. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην
40τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς· καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου, καὶ τὰ ἑξῆς. Εἶπεν, ὅτι ἀπὸ τοῦ ὑετοῦ κτᾶται πλη‐ σμονὴν ἡ γῆ, τοῦ Θεοῦ ἐργαζομένου τὴν ἐκ θαλάσσης τῶν ὑδάτων ἀναγωγήν. Εἶτα τὴν ἐντεῦθεν ὑποδείκνυ‐
45σιν ὠφέλειαν, ὅτι πιανθεῖσα ἐκ τῆς τῶν ὑδάτων χο‐ ρηγίας ἡ γῆ, ἐξανατέλλει τοῖς ἀπ’ αὐτῆς ἅπασι τὰς προσφόρους τροφάς· ἀνθρώπῳ μὲν εὐγενεῖ ζώῳ, καὶ ὑπὸ τοῦ Θεοῦ τετιμημένῳ, ἐξαίρετον καὶ ἀφωρισμέ‐ νην τροφὴν, ἄρτον, καὶ οἶνον καὶ ἔλαιον· ἄρτον μὲν

23

.

1273

(50)

ἐπὶ τῷ στηρίζεσθαι καὶ δυναμοῦσθαι τὴν καρδίαν, οἶνον δὲ ἐπὶ τῷ κατευφραίνεσθαι τὴν ψυχὴν, ἔλαιον δὲ ἐπὶ τῷ φαιδρύνεσθαι τὸ σῶμα, καὶ ἁπαλύνεσθαι θε‐ ραπευόμενον ἐκ τῆς ἐπιπόνου σκληραγωγίας. Οὕτως αὐτῷ πλουσίαν καὶ ἐκ πλειόνων τράπεζαν εἰς ἀπό‐
55λαυσιν οἷα πατὴρ ὁ Θεὸς ἐδωρήσατο. Οὐ μὴν καὶ τῆς τῶν λοιπῶν ζώων κατωλιγώρησεν ἐπιμελείας· φρον‐
τίζων δὲ καὶ τῆς τούτων διαμονῆς τὴν ἁρμόζουσαν1272 in vol. 23

23

.

1276

καὶ τούτοις ἀπένειμε τροφήν· χόρτον μὲν τοῖς κτή‐ νεσι, τῇ δὲ δουλείᾳ τῶν ἀνθρώπων χλόην ἐξανατείλας. Σφόδρα δὲ ἀκριβῶς ὁ προφήτης τὴν τῶν ζώων πε‐ ποίηται διαίρεσιν· κτήνη μὲν γενικῶς πᾶν τὸ ποηφά‐
5γον ζῶον, δουλείαν δὲ ἀνθρώπων τὰ ἥμερα καὶ ὥσπερ πολιτικὰ ζῶα τὰ εἰς ὑπηρεσίαν ἀνθρώπων ἀφωρι‐ σμένα, ὧν τὰ μὲν ἀροῖ τὴν γῆν συνεργοῦντα ἀνθρώ‐ πῳ, ὡς βοῦς· τὰ δὲ ἀχθοφορεῖ, ὡς ὄνος· τὰ δὲ ἄλλην τινὰ χρῆσιν τῷ θνητῷ γένει παρέχεται· ἃ οἰκείως καὶ
10προσφυῶς δουλείαν ἀνθρώπων ὠνόμασεν, οἷς τὴν χλόην δεδόσθαι φησὶ, τουτέστι τὴν ὑπ’ ἀνθρώπων σπαρεῖσαν καὶ γεωργηθεῖσαν· τοῖς δὲ ἄλλοις κτήνε‐ σι, τὸν αὐτομάτως βλαστῶντα χόρτον. Δύναται δὲ καὶ ἀμφότερα ἥ τε χλόη καὶ ὁ χόρτος, ὁμοῦ καὶ τοῖς κτή‐
15νεσι καὶ τῇ δουλείᾳ τῶν ἀνθρώπων δεδόσθαι. Οὔτε δὲ θηρίων ἐν τούτοις, οὔτε ἑρπετῶν ἐμνημόνευσε, διὰ τὸ ἑτέρᾳ κεχρῆσθαι ταῦτα τροφῇ· τὰ μὲν γάρ ἐστι σαρ‐ κοβόρα· τὰ δὲ ἑρπετὰ, αὐτῇ τῇ γῇ κέχρηται τροφῇ Ὅρα δὲ κύκλῳ περιϊόντα τὸν λόγον καὶ τὰ σαφέ‐ στερα παρατρέχοντα, ἐμφιλοχωροῦντα δὲ τοῖς παρὰ
20τῶν πολλῶν ἀντιλεγομένοις, καὶ τῶν ἀλόγων οὐκ ἀφι‐ στάμενον, καὶ τῆς χρείας αὐτῶν καὶ τῆς ὑπηρεσίας. Ποιεῖ δὲ τοῦτο διὰ δύο ταῦτα· δι’ ἓν μὲν, ἵνα ἐκ πε‐ ριουσίας ἐπιστομίσῃ τὴν ἀναισχυντίαν τῶν λεγόντων εἶναί τι περιττὸν ἐν τῷ κόσμῳ καὶ ἄχρηστον· δι’ ἕτε‐
25ρον δὲ, ἵνα δείξῃ ὅση τῷ Θεῷ τῶν ἀνθρώπων ἡ κη‐ δεμονία, ὅπου γε τῶν δι’ ἐκείνους γενομένων τοσοῦ‐ τον ποιεῖται λόγον. Τί ταύτης ἶσον γένοιτ’ ἂν τῆς κη‐ δεμονίας, ὅταν καὶ τὰ δουλεύοντα ἡμῖν οὕτω τρέφῃ, καὶ μὴ συγχωρῇ πονεῖσθαι περὶ πάντα; Οὔτε γὰρ
30εἴασε τὸν ἄνθρωπον, οὔτε βαρύνει τοῖς πόνοις αὐτὸν, ποικίλλων αὐτοῦ τὴν σωτηρίαν. Ἐνταῦθα καλὸν εἰπεῖν πρὸς τὸν τοὺς ὁμογενεῖς καταδουλούμενον· μία δου‐ λεία τῶν ἀνθρώπων τὰ ἄλογα· σὺ δὲ ταῦτα ὀλιγωρεῖς· διὸ τὴν φύσιν δουλείας καὶ κυριότητος σχίσας αὐτὴν
35ἑαυτῇ δουλεύειν καὶ ἑαυτῇ κυριεύειν ἐποίησας. Τὸν καθ’ ὁμοιότητα Θεοῦ ὄντα καὶ πάσης γῆς ἄρχοντα τίς ὁ ἀπεμπολῶν; τίς ὁ ὠνούμενος; μόνου Θεοῦ τὸ δυνη‐ θῆναι τοῦτο, μᾶλλον δὲ οὐδὲ αὐτοῦ τοῦ Θεοῦ· ἀμε‐ ταμέλητα γὰρ αὐτοῦ τὰ χαρίσματα. Εἰ δὲ ὁ Θεὸς οὐ
40δουλοῖ τὸ ἐλεύθερον, τίς ὁ ὑπερτιθεὶς τοῦ Θεοῦ τὴν ἑαυτοῦ δυναστείαν; Πλὴν ἀρκεῖ δουλεύειν τοῖς ἐλευ‐ θέροις, καὶ τοσοῦτον εἶναι τὸ διάφορον, ὥστε τοῦ αὐ‐ τοῦ χοὸς τὸ μὲν κρατεῖν, τὸ δὲ ἄρχεσθαι. Μὴ βαρυ‐ νέσθω δὲ ὁ ζυγὸς, μηδὲ τῆς πρώτης ἡμῶν ἁμαρτίας
45τὸ ἐπιτίμιον. Ἐξανατέλλει δὲ ἐν τούτοις ὑπερφυέσι καὶ ὑψηλοτάτοις λόγοις αὐτοῦ ὄρεσιν οὖσι χόρτον· ὃν φέρεσθαι τροφὴν οἷοί τέ εἰσιν οἱ ἀλογώτεροι. Ἔστι δὲ ὁ ἐν τούτοις τοῖς ὄρεσι χόρτος ὁ περὶ τῶν αἰσθητῶν λόγος καὶ τὸ γράμμα τῆς Γραφῆς· ἀλλὰ καὶ ὁ ἠθικώ‐

23

.

1276

(50)

τερος, οὗ μεταλαβεῖν καὶ οἱ πολλοὶ δυνήσονται, ἑκά‐ στου τῶν τοιούτων λέγοντος· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέ‐ θρεψέ με. Ὑπερβάντες δέ ποτε τὴν τοιαύτην κατά‐
55στασιν, οὐκέτι ἐν δουλείᾳ τῶν ἀνθρώπων ὄντες, ἀλλ’ ἄνθρωποι γεγενημένοι, ἐροῦσι πάλιν ἕκαστος· Ἡτοί‐
μασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλι‐1274 in vol. 23

23

.

1277

βόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν μου μεθύσκον ὡς κράτιστον. Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου
5εἰς μακρότητα ἡμερῶν.
7 Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου· τοῦ ἱλαρῦναι πρό‐ σωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου
10στηρίζει. Ἄξιον ἐνταῦθα ζητῆσαι τίνος χάριν εἰπὼν ὁ Δαυῒδ, ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσιν, ἐπή‐ γαγε· Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, ἀπὸ τοῦ σίτου δηλαδὴ κατασκευαζόμενον. Τί ποτέ ἐστιν ὅπερ αἰνίξασθαι βούλεται; Ὅτι τὸ αὐτὸ σπέρμα κοινὴ
15γίνεται ἐδωδὴ καὶ ἀλόγοις καὶ ἀνθρώποις, οὐ κατὰ τὸ αὐτό. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ σοφίας. Σκόπει δέ· Καταβάλλεται σῖτος, τέως μὲν ἀνθρώπων ἐστὶ τροφὴ μόνον· ἐπειδὰν δὲ βλαστάνῃ, ἄνεισι καὶ τὴν τῶν ἀλόγων ἔχων τροφήν. Ὥσπερ γὰρ αὐτὸ τὸ εἶναι
20δι’ ἡμᾶς ἔλαβε τὰ ζῶα, οὕτω καὶ ἡ τροφὴ αὐτῶν ἐκ τῆς ἡμετέρας τροφῆς ἔχει τὴν ἀρχήν. Ἡ γὰρ χλόη διὰ τοῦτο προηγουμένως γέγονεν, ἵνα τὸν σῖτον δια‐ τηρῇ. Εἶδες οὖν τὰ ἄλογα οὐ μόνον ἡμῖν δουλεύοντα, ἀλλὰ καὶ τὴν τροφὴν τῶν ἀλόγων τῇ ἡμετέρᾳ τροφῇ
25ὑπηρετουμένην, καὶ τῇ τάξει πάλιν τὸ αὐτὸ τοῦτο μιμουμένην. Ὥσπερ γὰρ πρότερον ἄλογα, καὶ τότε ἄνθρωπος, ἐπειδὴ διὰ τὸν ἄνθρωπον τὰ ἄλογα· οὕτω καὶ πρῶτον χλόη, καὶ τότε σῖτος ἐν τῇ βλάστῃ, ἐπειδὴ διὰ τὸν σῖτον ἡ χλόη. Καὶ οἶνος εὐφραίνει καρδίαν
30ἀνθρώπου. Οὐ πᾶς, ἢ μόνος ὁ τὴν γένεσιν ἔχων ἐκ τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή. Ἀλλ’ ἐπεὶ τὰ αἰσθητὰ πάντα γῆ διὰ τὸ ὑλικὸν ὀνο‐ μάζεται, εἰς τοῦτον δὲ λαβεῖν ἐστι λόγον ἀναβιβάζοντα διά τινος ἀναλογίας ἐπὶ τὰ νοητά· καὶ οὗτος ὁ λόγος
35ἄρτος ἐστὶν ἐκ τῆς γῆς ἐξαγόμενος, ἐπὶ τὸ τρέφειν τὸν ἔνδον καὶ ἐν κρυπτῷ ἄνθρωπον, καὶ ἀπὸ τῶν σωματικῶν δὲ τῆς γραφῆς διηγημάτων διὰ τὸ ἱστο‐ ρικὸν γῆ εἰρημένον. Ἄρτος ἐξαγόμενος ὁ μυστικός ἐστι λόγος. Τοῦ ἐξιλαρῦναι πρόσωπον ἐν ἐλαίῳ,
40καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Ἱλαρύνε‐ ται δὲ καὶ φαιδρύνεται τὸ πρόσωπον τοῦ ἔσω ἀνθρώ‐ που ἐλαίῳ τῷ θρεπτικῷ τοῦ θείου φωτὸς, καὶ λύοντι τὰς νόσους καὶ τοὺς πόνους τῆς ψυχῆς, ἐπινοίᾳ μόνῃ διαφέρον τοῦ ἀποδοθέντος οἴνου. Ὁ γὰρ τοῦ Θεοῦ
45λόγος ὥσπερ ἄμπελος, οὕτω καὶ ἐλαία ἐστίν· Ἐγὼ, φησὶν, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ἡ γὰρ αὐτοῦ διδασκαλία κατὰ διάφορον σχέ‐ σιν οἶνός τε καὶ ἔλαιόν ἐστι καὶ ἄρτος. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι

23

.

1277

(50)

τοῦ Λιβάνου ἃς ἐφύτευσας· ἐκεῖ στρουθία ἐννοσ‐ σεύσουσι. Τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν· ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις. Ὁ Ἑβραῖος καὶ οἱ λοιποὶ, ξύλα τοῦ Κυρίου, τεθείκασι. Διεξελθὼν τὰ κάρπιμα,
55ἀναγκαίως μνημονεύει καὶ τῶν ἀκάρπων, ὡς ἀναγ‐ καίαν ἀνθρώποις καὶ αὐτῶν παρεχόντων χρείαν.
Διὰ τοῦτο καὶ Κυρίου αὐτὰ προσηγόρευσεν, ὡς αὐτο‐1276 in vol. 23

23

.

1280

φυᾶ καὶ οὐ χειρόκμητα, ἀλλὰ τῷ θείῳ λόγῳ βλαστή‐ σαντα. Αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας. Κα‐ λῶς τῷ Θεῷ προσέγραψε τῶν κέδρων τὴν φυτείαν· ὅτι ἐκτὸς ἀνθρωπίνης ἐπιμελείας ἐπὶ τοσοῦτον ηὐξή‐
5θησαν. Οὐ γὰρ ἀλσοκόμος τις τούτων γέγονε φυτουρ‐ γός· ἀλλ’ ὁ θεῖος Λόγος, ἀμφιλαφεῖς τὰς τῶν ὀρῶν εἰργάσατο κορυφάς. Εἰ δὲ αὐτὸς ἐφύτευσε, πάντως ὅτι χρήσιμα· πάντα γὰρ ὅσα ἐποίησεν ὁ Θεὸς, καλὰ λίαν. Τοῦ μὲν Λιβάνου ὡς ἐπισήμου μνημονεύσας,
10καὶ τῶν ἐν αὐτῷ κέδρων, καὶ τὰ ἄλλα ὄρη καὶ δέν‐ δρα διὰ τούτων ἐδήλωσεν. Ἐκεῖ στρουθία ἐννοσ‐ σεύσουσι. Τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν. Ὁ Ἀκύλας οὕτως ἔχει· Ἐκεῖ ὄρνεα νοσσεύσουσιν. Ἐρωδιῷ ἐλάται οἶκος αὐτῷ. Τὰ γὰρ αὐτὰ δένδρα
15ἄλλην μὲν ἀνθρώποις χρείαν, ἄλλην δὲ τοῖς ὀρνέοις παρέχει. Ἐποίησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Τὰ κατὰ γῆν ἅπαντα διεξελθὼν, καὶ τῶν ἀοράτων φύσεων τὴν δημιουργίαν δείξας,
20καὶ τῶν οὐρανῶν ὑποδείξας τὴν ποίησιν, νῦν καὶ τῶν φωστήρων ποιεῖται τὴν μνήμην, οἳ κατὰ τὴν τετάρ‐ την ἡμέραν ἐγένοντο. Οὐκ ἀσκόπως δὲ, οἶμαι τὰ δό‐ ξαντα ἐν τοῖς ἄνω παραλελεῖφθαι, ὅτε τὰ κατ’ οὐρα‐ νὸν καὶ τὰ περὶ νεφῶν καὶ ἀνέμων ἐλέγετο, νῦν ὁ
25λόγος ἐπαναλαμβάνει, μετὰ τοσαῦτα μνημονεύσας αὐτῶν, ἀλλ’ ὑπὲρ τοῦ διδάξαι, ὅτι καὶ ταῦτα χρείας ἕνεκεν ὑπέστη. Τάχα γὰρ, εἰ πρῶτον αὐτῶν ἐμνημό‐ νευσεν, ἀφορμή τις κατελείπετο τοῖς ὡς θεῖα δεῖν αὐτὰ σέβειν ἡγουμένοις, καὶ ὡς αἴτια τῆς τῶν ἐπὶ γῆς
30ζώων τε καὶ καρπῶν συστάσεως. Τοῦτο γοῦν οἱ τῆς εὐσεβείας ἀλλότριοι νομίσαντες ὡρμήθησαν σέβειν ὡς θεοὺς ἥλιον καὶ σελήνην, ὡς ἂν τῆς ἡμετέρας γενέ‐ σεώς τε καὶ τροφῆς καὶ αὐξήσεως αἰτίους. Ἀλλ’ οὐκέτι ὁ θεῖος λόγος τοῦτο παρίστησιν, ἀλλ’ ὅτι καὶ
35τούτων ἐκτὸς ἡ καθόλου πρόνοια τοῦ Θεοῦ οὐ μόνον τὰ κατ’ οὐρανὸν, ἀλλὰ καὶ τὰ ἐπὶ γῆς συνεστήσατο ζῶά τε καὶ φυτά. Τοῦτο καὶ Μωσῆς διδάξαι βουληθεὶς, πρῶτον εἰσήγαγε τὴν τῶν ἀπὸ γῆς φυτῶν γένεσιν, εἶθ’ οὕτως τὴν τῶν φωστήρων σύστασιν. Καὶ νῦν δὲ
40ὁ Δαυῒδ ἀνατρέχει πάλιν ἐπὶ τὴν ἐν οὐρανοῖς πρόνοιαν, δι’ οὐδὲν ἕτερον τὴν σελήνην γεγενῆσθαι λέγων, ἢ πρὸς ἀριθμὸν καὶ διάγνωσιν μηνῶν τε καὶ ἡμερῶν· τὸ γὰρ, εἰς καιροὺς, τοῦτο δηλοῖ· τουτέστιν, εἰς τὸ διαγινώσκειν διὰ τῶν ἐν αὐτῇ τροπῶν τὰς τῶν καιρῶν
45μεταβολὰς, εἰς τὸ μῆνας ἀριθμεῖν καὶ ἐνιαυτούς. Αἱ γὰρ τῆς σελήνης ἀλλοιώσεις μετρεῖσθαι τὸν χρόνον παρασκευάζουσι· τοῦ γὰρ μηνὸς τὸ μέτρον αὕτη ποιεῖ ἐν τοσαύταις ἡμέραις αὐξάνουσά τε καὶ φθίνουσα· ὥστε ἡ τῆς σελήνης δημιουργία διὰ τὴν τῶν καιρῶν

23

.

1280

(50)

διδασκαλίαν γέγονεν· Οὐχ ἡ τυχοῦσα δὲ χρεία ἐντεῦ‐ θεν ἀνύεται ἐκ τοῦ καιροὺς εἰδέναι καὶ παρασκευά‐ ζεσθαι πρὸς ἅπαντα· ὡς, εἰ μὴ τοῦτο ἦν, πάντα ἂν ἀπολώλει, οὔτε γεωργοῦ, οὔτε ναύτου, τοῦ μὲν τὴν γῆν ἀνατέμνειν, τοῦ δὲ τὴν θάλασσαν εἰδότος ἐν καιρῷ
55τῷ προσήκοντι. Αὕτη ἡ ἐκ τῶν καιρῶν τούτων γνῶ‐ σις οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἀλόγοις ἐπιτηδεία καὶ χρησιμωτάτη. Περὶ τῶν φωστήρων καὶ ἐν τῇ Γενέσει εἴρηται· Ἔστωσαν εἰς σημεῖα καὶ εἰς και‐
ροὺς, καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς· εἰς ση‐1278 in vol. 23

23

.

1281

μεῖα μὲν ἐπομβρίας, αὐχμῶν, πνευμάτων κινήσεως· εἰς καιροὺς δὲ, τὰς τῶν ἀέρων ἐναλλαγὰς, χειμῶνος, ἔαρος, θέρους, μετοπώρου· ἃς εὐτάκτως ἡμᾶς πε‐ ριοδεύειν τὸ τεταγμένον τῆς κινήσεως τῶν φωστήρων
5παρέχει· εἰς ἡμέρας δὲ, οὐχ ὥστε ἡμέρας ποιεῖν· ἡμέρα γὰρ καὶ νὺξ πρεσβύτερα τῆς τῶν φωστήρων γενέσεως· ἀλλ’ ὥστε κατάρχειν τῶν ἡμερῶν· εἰς ἐνιαυτοὺς δὲ, ὅτι σελήνη μὲν, ἐπειδὰν δωδεκάκις τὸν ἑαυτῆς ἐκτελέσῃ δρόμον, ἐνιαυτοῦ ἐστι ποιητική·
10ἡλιακὸς δέ ἐστιν ἐνιαυτὸς ἡ ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον τοῦ ἡλίου ἀποκατάστασις. Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι ἁρπάσαι,
15καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συναχθήσονται, καὶ ἐν ταῖς μάνδραις αὐτῶν κοιτασθήσονται. Ἐξελεύ‐ σεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ
20ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ, τουτέστι τὴν ὑπὸ τοῦ κρείττονος αὐτῷ διατεταγμένην. Μόνον γὰρ φωτίζειν ἔμαθεν ἥλιος· Οὐδ’ ἀεὶ καὶ διαπαντὸς, τῆς δὲ ἡμέρας
25ἀρχὴν, ἀλλὰ καὶ ἐν νυκτὶ τοῖς ἐν ταύτῃ φαίνουσιν ἄστροις παραχωρεῖν τὸν οἰκεῖον ἀποτελεῖν δρόμον· ὅπως νυκτὸς γενομένης, καὶ ἐπιπολάσαντος τοῦ σκό‐ τους τῇ γῇ, ὑποσταλῆναι μὲν καὶ ἀναχωρῆσαι τὰ ἥμερα τῶν ζώων, ὅσα δέ ἐστιν ἄγρια θηρία, ταῦτα
30προσέλθοι ἐπὶ τὴν οἰκείαν τροφήν· ἐν οἰκείῳ γὰρ ἁρμόζοντι αὐτοῖς χρόνῳ, τῷ τῆς νυκτὸς διαστήματι. Σκύμνοι ὠρυόμενοι ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς· ὅτι μὴ καὶ αὐτοῖς ἐξανέ‐ τειλεν ἡ γῆ χόρτον ὥσπερ τοῖς κτήνεσι, καὶ χλόην
35τῇ δουλείᾳ τῶν ἀνθρώπων. Ὁ Θεὸς ὡς τῶν ἁπάντων κηδεμὼν, καὶ τῆς τῶν πάντων διαμονῆς τε καὶ ζωῆς πρόνοιαν εἰσφέρων, τὰ μὲν ἐλαύνεσθαι ὑπὸ τῶν τοῦ ἡλίου μαρμαρυγῶν, καὶ ὥσπερ ἐχθρὸν φεύγειν τὸ φῶς ᾠκονομήσατο· τὰ δὲ ὡς τοῦ φωτὸς συγγενῆ ἐν
40ἡμέρᾳ προϊέναι, καὶ τὸν βίον αὐτῶν ἐν τῷ φωτὶ διά‐ γειν συνεχώρησε· τῶν μὲν θηρίων εἰς τὰς μάνδρας αὐτῶν κοιταζομένων, τοῦ δὲ λογικοῦ ζώου ἐν ἡμέρᾳ καὶ φωτὶ προϊόντος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
45 Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός· ζῶα μικρὰ μετὰ μεγάλων. Ἐν τούτοις παρίστησιν, ὅτι, ὥσπερ τὸ τῆς γῆς στοιχεῖον πολλῶν ἐστι ζώων γεννητικὸν καὶ θρεπτικὸν, τὸν αὐτὸν τρόπον καὶ ἡ ὑγρὰ οὐσία παμ‐

23

.

1281

(50)

πληθῆ γένη ζώων τρέφει. Οὐ γὰρ κενοὺς τοὺς χώρους ὁ Θεὸς ἐποίησεν, ἀλλὰ ζώων πάντα ἐνέπλησε τὸν ἀέρα, τὴν γῆν, τὴν θάλασσαν· τὸν μὲν ὀρνίθων μόνον, τὴν δὲ τετραπόδων καὶ πτερωτῶν, τὴν δὲ ἀπείρων ἰχθύων· ὧν οἱ μὲν μείζους, οἱ δὲ ἐλάττους, καὶ
55τροφὴ τοῖς μείζοσιν οἱ ἐλάττονες, καὶ τὸ γένος οὐ δαπανᾶται. Καὶ τοῦτο δὲ τῆς θείας κηδεμονίας τεκ‐
μήριον, τὸ τὰ σμικρὰ γένη τοῖς μεγάλοις συνδιαιτᾶ‐1280 in vol. 23

23

.

1284

σθαι, καὶ μὴ παντελῶς ὑπ’ ἐκείνων καταναλίσκεσθαι· βόσκονται γὰρ οἱ δυνατώτεροι τοὺς καταδεεστέρους, καὶ οὐκ ἀνηλώκασιν, ἀλλὰ νικᾷ τὴν δαπάνην ἡ πρόσ‐ οδος. Τούτοις ἐοίκασιν ὅσοι τῶν ἀνθρώπων τοὺς
5καταδεεστέρους καταπίνουσιν. Ἀλλ’ ἐκεῖ μὲν οὐκ ἔγκλημα τὸ γινόμενον· φύσεως γάρ ἐστι τὸ συμ‐ βαῖνον· σὺ δὲ οὐδὲ μίαν ἕξεις ἀπολογίαν, ὁ λόγῳ καὶ νόμῳ τετιμημένος καὶ πρὸς τὴν τῶν ἀλόγων σύγχυσιν ἑαυτὸν ἐξάγων. Ἑρπετά γε μὴν τοὺς ἰχθύας ὀνομά‐
10ζει, διὰ τὸ ἄποδας αὐτοὺς οἱονεὶ ἐπισύρεσθαι τῷ ὕδατι, ὡς τὰ ἑρπυστικὰ τῇ γῇ. Ἐκεῖ πλοῖα διαπορεύονται· Ἐν τῇ θαλάσσῃ δηλαδή. Εἰπὼν ὅσην ἡ θάλασσα ἐκτρέφει γονὴν, καὶ ὅτι οὔτε τὰ ζῶα ἀριθμεῖται, οὔτε αὐτὴ μετρεῖται,
15λέγει καὶ ὅσον αὐτῆς χρήσιμον εἰς ἀνθρώπους. Διὰ ναυπηγικῆς γὰρ τέχνης καὶ κυβερνητικῆς ἐπιστήμης παρ’ ἀλλήλων κομιζόμεθα τὰ ἐνδέοντα, καὶ τὸν παρ’ ἡμῖν φυόμενον καρπὸν χορηγοῦμεν ἑτέροις, καὶ δεχόμεθα τὸ παρ’ ἐκείνοις γινόμενον· ὥστε μὴ τὸ
20περιττεῦον εἶναι ἀνόνητον, μήτε τὸ ἐνδέον ἀνεπινό‐ νητον. Ὑψηλότερον δὲ πλοίῳ παρεικάζει τὴν Ἐκ‐ κλησίαν, θαλάττῃ δὲ τὸν ἀνθρώπινον βίον, διὰ τὸ ἀστάθμητον καὶ ἀεικίνητον τῶν ἐν αὐτῷ πραγμάτων. Ἑρπετῶν δὲ τὸ γένος τὸ ἀναρίθμητον τὴν πολυειδῆ
25καὶ οἱονεὶ πολυπρόσωπον τῶν ἀνθρώπων λέγει πλη‐ θὺν, εἰς τὴν τῆς ἕξεως ποικιλίαν νοουμένης τῆς ἐξαλλαγῆς. Φύσις μὲν γὰρ πᾶσιν ἡ αὐτὴ, καὶ ὁ τῆς γενέσεως τρόπος οὐχ ἑτεροῖος, πολυσχιδὴς δὲ νοῦς, καὶ πολυγνώμων ἐν ἡμῖν καρδία. Καὶ τοῦτο εἰδώς
30τις ἔφασκεν· Ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων. Πλοῖα δὲ εἶναί φαμεν, ἃ καὶ ἐν τῇδε τῇ νοητῇ θαλάσσῃ δια‐ πορεύεται, κατὰ τὸ γεγραμμένον, τὰς ἁγίας τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας οὔσας μὲν ἐν κόσμῳ, πλὴν
35ἀνωτέρω τοῦ κόσμου, καθάπερ ἀμέλει καὶ τὰς ὁλκάδας ἐστὶν ὁρᾷν, οὔσας μὲν ἐν ὕδατι, πλὴν ὑδάτων ἀνωτέρας. Αἱ τοίνυν ὑδάτων πλοίων ἐκκλησίαι, τὴν νοητὴν διανηχόμεναι θάλασσαν, δέχονται μὲν τοὺς πιστεύοντας, ἀποκομίζουσι δὲ καθάπερ εἰς ἑτέραν
40τινὰ γῆν ἢ χώραν τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ ἐλπίδα τὴν ἐν Χριστῷ καὶ εἰς ἁγιασμὸν τὸν διὰ τοῦ Πνεύματος, καὶ εἰς τὴν τῶν ἁγίων πατρίδα τὴν ἀρετήν. Πάροικοι γὰρ ὄντες καὶ παρεπίδημοι, κατὰ τὸ γεγραμμένον, ἐπὶ τῆς γῆς, οὐκ ἔχουσιν ὧδε μέ‐
45νουσαν πόλιν· ἐπείγονται δὲ πρὸς ἐκείνην, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐν σχήματι οὖν θαλάσσης τοῦδε τοῦ καθ’ ἡμᾶς νοουμένου κόσμου, σκάφος ἢ πλοῖον ἡ Ἐκκλησία νοηθήσεται, πλωτῆρας ἔχουσα τοὺς ἡγιασμένους, οἳ καὶ διὰ τοῦ καταδέξασθαι τὴν

23

.

1284

(50)

πίστιν συνόντα διὰ παντὸς ἔχουσι τὸν Χριστὸν εὐδίαν ἁπλοῦντα τὴν ἁπαλήν. Ἑτέρως δὲ πλοῖα ὀνομάζει τοὺς διὰ τῶν σωμάτων ἐν τῷ ἁλμυρῷ κλύδωνι τοῦ βίου τούτου σαλευομένους. Καὶ ἔστιν ἐπαινούμενα πλοῖα τὰ διαβαίνοντα τὴν θάλασσαν, ἀλλὰ μὴ ἐνα‐
55πομένοντα αὐτῇ, μηδὲ καταβαπτιζόμενα τοῖς κύμα‐ σιν. Οἱ γὰρ ἐν σαρκὶ ὄντες, καὶ μὴ κατὰ σάρκα
στρατευόμενοι, καταπατοῦντες τὸν κλύδωνα τοῦ βίου,1282 in vol. 23

23

.

1285

καὶ ὑψηλότεροι αὐτοῦ ὄντες, ποιοῦσιν ἐργασίαν ἐν ὕδασι πολλοῖς, συγκαταβαίνοντες ἐπὶ τῷ κερδῆσαί τινας τῶν βεβυθισμένων. Ἔτι τὸν τῇδε τοῦ βίου περισπασμὸν, καὶ τὴν ἐν αὐτῷ τῶν πραγμάτων πι‐
5κρὰν ἀνάχυσιν καὶ τὸν ἀναφυρμὸν, σημαίνων ἡμῖν ἀστείως ὁ μελῳδὸς, Αὕτη ἡ θάλασσα, φησὶν, ἐκεῖ ἑρπετὰ, ὧν οὐκ ἔστιν ἀριθμὸς, ζῶα μικρὰ μετὰ μεγάλων. Ἰχθύσι γὰρ παρεικαστέον εὖ μάλα τοὺς ἐπ’ οὐδενὶ μὲν ἔσθ’ ὅτε τῶν ἀναγκαίων εἰς ὄνησιν
10τῇδε κἀκεῖσε διᾴττοντας, καὶ μόνα συλλέγοντας τὰ ὅσαπερ ἂν ἀποφῆναι σαρκικοὺς, καὶ εἰκαίους ἀνα‐ τλῆναι παρασκευάζει πόνους. Οὐκοῦν ἰχθύων διανη‐ χόμεθα δίκην τὴν πλατεῖαν ταύτην καὶ εὐρύχωρον θάλασσαν, τουτέστι τὸν κόσμον· διάφορος γάρ πως ὁ ἑκάστου βίος.
15 Δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτοῖς εὔκαιρον. Δόντος σου αὐτοῖς, συλλέ‐ ξουσι· ἀνοίξαντος δέ σου τὴν χεῖρα, τὰ σύμ‐ παντα πλησθήσονται χρηστότητος. Ὅρα εἰ δυνήσῃ
20καθολικὸν ἀπὸ τούτου ἐκλαβεῖν δόγμα, ὡς πάντων τῶν γενητῶν πενομένων, λειπομένων τε καὶ δεομένων τῆς παρὰ τοῦ Θεοῦ χορηγίας, ἧς μεταλαβόντα δυναμοῦ‐ ται καὶ ἰσχύει, ὥσπερ διὰ τροφῆς ζωούμενα. Πάντα πρὸς σὲ προσδοκῶσιν, δοῦναι τὴν τροφὴν αὐτοῖς
25εὔκαιρον. Τὰ πάντα δὲ φήσας ὁ λόγος περιείληφεν ὁμοῦ τὰς νοητὰς καὶ ἁγίας δυνάμεις, τάς τε αἰσθη‐ τὰς καὶ τὰς ἐν θνητοῖς σώμασιν. Οὕτω γὰρ μᾶλλον μειζόνως ἡ ἀγαθότης διαλάμπει, τῷ καὶ ἀξίοις καὶ μὴ ἀξίοις τῆς παρ’ αὐτοῦ χρηστότητος μεταδοῦναι. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι,
30καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσι. Ἐξαποστε‐ λεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαι‐ νιεῖς τὸ πρόσωπον τῆς γῆς. Περὶ ἀνθρώπων δὲ ὁ λόγος, καὶ οἶμαί γε διὰ τούτων τὴν τοῦ παρόντος αἰῶνος δηλοῦσθαι συντέλειαν, καὶ τὴν τοῦ μέλλοντος
35ἀνανέωσιν· ὡς ἂν μή τις ὑπονοήσῃ εἰς ἄπειρον κατα‐ τείνειν τὴν παροῦσαν τοῦ κόσμου σύστασιν, ἀλλ’ ἔχοι‐ μεν ἐλπίδας εἰς ἐκεῖνον τὸν νέον αἰῶνα καὶ τὴν ἀνά‐ στασιν, ἣν ὁ λόγος παρίστησι μετὰ τὸ φάναι, Εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν, ἐπαγαγών· Ἐξαπο‐
40στελεῖς τὸ πνεῦμά σου τὸ ζωοποιὸν, καὶ κτισθή‐ σονται, ἐκ γῆς ἀνιστάμενοι, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς, τὸ κάλλος τῆς γῆς, δηλαδὴ τοὺς ἀπὸ γῆς πλασθέντας ἀνθρώπους. Ἐνταῦθα σα‐ φῶς ἡμῖν καὶ τὴν ἀνάστασιν προεκήρυξε, καὶ τὴν
45διὰ τοῦ παναγίου Πνεύματος ἀναβίωσιν, καὶ τὸν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τῶν ἀνθρωπίνων σωμά‐ των, ἀναπλασμόν· τήν τε εἰς τὸ αὖθις εἶναι παρα‐ γωγήν. Καὶ δείκνυσιν, ὡς αὐτός ἐστιν ὁ καὶ θανάτου καὶ ζωῆς δεσπότης. Οὐ γὰρ βούλεται τοῖς σκυθρωποῖς

23

.

1285

(50)

ἐνδιατρίβειν, ἀλλὰ τοσοῦτον εἰπὼν ὅσον φοβῆσαι, πά‐ λιν ἐπὶ τὰ χρηστὰ ἐπανάγει τὸν λόγον, καὶ ὅπερ ἀλλα‐ χοῦ εἴρηται, ὅτι καὶ θανάτου καὶ ζωῆς αὐτός ἐστι Κύ‐ ριος, τοῦτο ἐνταῦθα δηλοῖ, καί φησι τοὺς εἰς τὸν χοῦν ἐπιστρέψαντας ὑπὸ τοῦ Πνεύματος κτίζεσθαι, καὶ ἀνα‐
55καινίζεσθαι τῶν ἀνθρώπων τὸ γένος· ἡ γὰρ ἀνάστα‐ σις εἰς τὸ ἀρχαῖόν ἐστιν ἀποκατάστασις. Ἀποστολὴν δὲ καλεῖ τοῦ Πνεύματος τὴν πρὸς τὸ ἐνεργεῖν αὐτοῦ
συγκατάβασιν, οὐ τὴν ἐκ τόπου εἰς τόπον μετάβασιν·1284 in vol. 23

23

.

1288

ὅτι Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, ὑφ’ οὗ τὸ πρόσωπον τῆς γῆς ἀνακαινίζεται. Τοῦτο γὰρ κάλλος, τῆς οἰκουμένης τὰ ζῶα τὰ ἐν αὐτῇ, τὰ φυτὰ, τῶν ἀνθρώπων τὸ γένος· ὥστε δὲ ταῦτα
5συστῆναι, τῆς παρ’ αὐτοῦ διδομένης χρεία πνοῆς καὶ ζωῆς· ἣν καὶ δοῦναι καὶ λαβεῖν αὐτῷ ῥᾴδιον, καὶ πάντα μετὰ τάχους καὶ εὐκολίας. Καὶ τοῦτο μάλιστα δείκνυσιν αὐτοῦ τὴν ἰσχύν. Ὁρᾷς καὶ ἐν τῷ παρόντι βίῳ μελετωμένην τὴν ἀνάστασιν ἐν τοῖς
10σπέρμασιν, ἐν τοῖς φυτοῖς, καὶ ἐν αὐτῷ τῷ γένει τῶν ἀνθρώπων. Καὶ ζῶα γὰρ καὶ φυτὰ κατ’ ἔσχατον ἀπήχημα τῆς ζωῆς ἔχουσι τὸ εἶναι, ἧς ἀνταναιρου‐ μένης κατὰ τὸ λόγιον, ἐκλείπει πᾶσα ζωὴ, καὶ πρὸς ἓν τὰ ἐκλελοιπότα τῇ πρὸς τὸ μετέχειν αὐτῆς ἀσθε‐
15νείᾳ πάλιν ἐπιστρεφόμενα, πάλιν ζῶα γίνεται. Τὸ δὲ θειότατον, ὅτι καὶ ὅλως ἡμᾶς, ψυχάς φημι καὶ τὰ συζυγῆ σώματα, πρὸς παντελῆ ζωὴν καὶ ἀθανα‐ σίαν ἐπήγγελται μεταθήσειν· πρᾶγμα τῇ παλαιότητι μὲν ἴσως παρὰ φύσιν δοκοῦν, τῇ δὲ ἀληθείᾳ καὶ θεῖον
20καὶ ὑπὲρ φύσιν τὴν καθ’ ἡμᾶς, οὐ τὴν πανσθενῆ· αὐτῇ γὰρ οὐδὲ μία ζωὴ παρὰ φύσιν, ἢ ὑπὲρ φύσιν, ὥστε οἱ περὶ τούτων τῆς παροινίας Σίμωνος ἀντιῤ‐ ῥητικοὶ λόγοι ἀπεληλάσθωσαν. Τινὲς δὲ οὕτω νοοῦσι τοὺς στίχους· Ἀποστελεῖς τὸ Πνεῦμά σου, τὸ διὰ τοῦ
25ἁγίου βαπτίσματος ἐπιφοιτῶν, καὶ κτισθήσονται εἰς καινὴν κτίσιν, εἰς νέον λαόν· ὡς νοεῖσθαι τὴν μὲν προτέραν ἑρμηνείαν περὶ τῆς ἐκ νεκρῶν ἀναστά‐ σεως, ὅτε καὶ ἡ γῆ ἀνακαινισθήσεται καὶ ἀπαλλα‐ γήσεται τῆς φθορᾶς, τὴν δὲ δευτέραν περὶ τῆς ἐκ
30βαπτίσματος παλιγγενεσίας.
32 Ἤτω ἡ δόξα Κυρίου εἰς τὸν αἰῶνα· εὐφραν‐ θήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπι‐ βλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ
35ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἐπειδὴ ταῦτα δεδίδαγμαι, φησὶ, τούτου χάριν πᾶσαν τὴν ζωήν μου εἰς ὕμνον καταναλώσω τῷ δημιουργῷ· καὶ ἕως ἂν ζῶ καὶ ὑπάρχω ἐν τῷ
40βίῳ τούτῳ τὸν ὀφειλόμενον ψαλμὸν ἀποδώσω τῷ Θεῷ μου. Πολλὴν δὲ ἐμφαίνει διάθεσιν καὶ οἰκείωσιν πρὸς τὸν Θεὸν ἡ προσθήκη. Οὐ γὰρ εἶπε, ψαλῶ τῷ Θεῷ, ἀλλὰ, τῷ Θεῷ μου. Ἔοικε γὰρ φάσκειν, τῷ κτίσαντί με καὶ θρέψαντι καὶ πάντων αἰτίῳ μοι γεγονότι τῶν
45ἀγαθῶν. ᾨδὴν δὲ ἐνταῦθα λέγει οὐ τὴν διὰ τῶν ῥημάτων, ἀλλὰ καὶ τὴν διὰ τῶν ἔργων. Ἐπειδὴ γὰρ εὗρεν ἑαυτὸν πολλῶν ὄντα ὑπεύθυνον τῷ Θεῷ, καὶ ἀντίδοσιν οὐδεμίαν ἀξίαν δυνάμενον καταβαλεῖν, ἣν ἔχει, ταύτην κατατίθησι, τὸ διηνεκῶς ὑμνεῖν, τὸ πᾶ‐

23

.

1288

(50)

σαν εἰς τοῦτο δαπανῆσαι τὴν ζωήν. Ἀκουέτωσαν οἱ πραγματείαις καὶ καπηλείαις διὰ πάσης κατασηπό‐ μενοι τῆς ἡμέρας, καὶ οὐδὲ ἅπαξ εἰς εὐχὴν τρεπό‐ μενοι, ὅσον εἰσὶν ὑπεύθυνοι τῷ Θεῷ· τοῦτο τῆς ζωῆς τὸ κέρδος, τὸ εὐλογεῖν τὸν Θεὸν, ἐπὶ τούτῳ καὶ ζῇν
55ἄξιον. Εἰκότως δὲ προσέθηκε, ἐν τῇ ζωῇ μου, καὶ τὸ, ἕως ὑπάρχω, ψαλῶ τῷ Θεῷ. Οὐ γάρ ἐστιν ἐν θανάτῳ ὁ μνημονεύων αὐτοῦ, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεται; Οὕτως ἀπεκλείσθη ταῖς μωραῖς
παρθένοις τοῦ νυμφῶνος ἡ θύρα, τὸν τῆς λαμπα‐1286 in vol. 23

23

.

1289

δηφορίας καιρὸν εἰς ἀγορασίαν ἐλαίου δαπανώ‐ σαις. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου· ἐγὼ δὲ εὐφραν‐ θήσομαι ἐπὶ τῷ Κυρίῳ. Εἴη, φησὶ, τοιαῦτά με ᾆσαι
5καὶ ψάλαι, ὡς ἡδυνθῆναι αὐτῷ τὸν ἐμοῦ καρπὸν, τὴν διαλογήν μου· τουτέστι τὴν διάλεξίν μου, τὴν ὁμι‐ λίαν μου, τὴν αἴνεσιν· ὁ γὰρ ψάλλων Θεῷ διαλέγε‐ ται. Τί δέ ἐστιν, Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου; εὐπρόσδεκτος γένοιτο, ἀρέσαι δεχθείη, ἡδίστη καὶ
10τερπνοτάτη ὀφθείη τῷ Θεῷ. Ἄρα ἡ εὐχὴ οὐδὲν ἕτερόν ἐστιν ἢ διάλεξις πρὸς Θεόν. Ἐννόησον τοίνυν τὴν ψαλμῳδίαν, ἐν αὐτῇ τὴν ἀμοιβὴν ἔχουσαν. Τί γὰρ ἴσον γένοιτ’ ἂν τοῦ Θεῷ διαλέγεσθαι; Ἡ τοιαύτη θορύβων ἀπαλλάττεται ψυχὴ, εἰς τὸν οὐρανὸν μεθ‐
15ίσταται, τῶν συνδέσμων τοῦ σώματος ἀπολύεται, πτε‐ ροῦται, κουφοτέρα καθίσταται, ἀποτίθεται τὰ πάθη, ἀποδύεται τὰ νοσήματα. Εἰ γὰρ ἀνθρώπῳ τις συνετῷ καὶ νοῦν ἔχοντι διαλεγόμενος, ἀπὸ τῆς ὁμιλίας τι κερδάνας ἀπέρχεται, ὁ πρὸς τὸν Θεὸν ὁμιλῶν, ἐν‐
20νόησον πόσην καρπώσεται τὴν ἀρετήν. Ἄρα ὕμνος τοῦτό ἐστιν ἡ πρὸς Θεὸν ὁμιλία. Πῶς δ’ ἂν αὕτη ἡδυνθείη τῷ Θεῷ; Εἰ βίος εἴη καθαρὸς, εἰ ψυχὴ φι‐ λοσοφοῦσα. Ὅταν γὰρ πᾶσαν ἀναλώσῃς τὴν ἡμέραν εὐχόμενος, τῆς πολιτείας ἀντιπραττούσης, οὐκ ἀκου‐
25σθήσῃ ῥᾳδίως, οὐ μόνον αὐτὸς, ἀλλ’ οὐδ’ ἕτερος ὑπὲρ σοῦ τοῦτο ποιῶν. Ταῦτα δὲ λέγω, οὐχ ἵνα μὴ προσ‐ ευχώμεθα, οὐδ’ ἵνα μὴ ψάλλωμεν, ἀλλ’ ἵνα μετὰ τοῦ ψάλλειν καὶ βίου καὶ πολιτείας ἐπιμελώμεθα. Νοήσεις δὲ τὸν στίχον καὶ οὕτως· Πολλοὶ κατὰ συναρπαγὴν
30παρηλλαγμένως τὰς κρίσεις ἐκφέρουσι, πρὸ κατα‐ λήψεως τῆς ἐξ ἱκανοῦ λόγου, καὶ ἐπιπλεῖον ἐρευνη‐ θέντος, ἐγγινομένης, ἀβασανίστως κατὰ προπέτειαν τὰς περὶ ἑκάστου δόγματος ῥιπτοῦντες συγκαταθέ‐ σεις. Ἡ δὲ τῆς διαλεκτικῆς φύσις μάλιστα πεπίστευ‐
35ται ταῦτα παρέχειν δύνασθαι, διαιρεῖν ἀκριβῶς τὰς τῶν πραγμάτων φύσεις καὶ τὰ ὅμοια γνωρίζειν, καὶ τὰ ἑαυτῆς διακρίνειν. Διόπερ συνειδὼς ἑαυτῷ τὴν θείαν διαλεκτικὴν ἔχοντι, ἔλεγεν ὁ Δαυῒδ τὸ, Ἡδυν‐ θείη σοι ἡ διαλογή μου. Ἡ γὰρ τῶν ἐριστικῶς καὶ
40φιλονείκως ἐπεμβαινόντων τοῖς πράγμασι διαλεκτικὴ, οὐχ ἡδεῖα, ἀλλὰ παραπικραίνουσά τίς ἐστιν. Ὅτι μὲν οὖν ἡδὺς Θεῷ λόγος ὁ εἰς ὀρθότητα βλέπων, αὐτὸς ἐν τῷ ᾄσματι λέγει· Κηρίον ἀποστάζουσι χείλη σου, ἀδελφή μου νύμφη· μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσ‐
45σάν σου. Ὅτι δὲ ὁ ψυχρολογεῖν εἰωθὼς ἀκαλλὴς, ἡ ψαλμῳδία παρίστησι· Τάφος γὰρ, φησὶν, ἀνεῳγμέ‐ νος ὁ λάρυγξ αὐτῶν. Ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Εὔχομαι, φησὶ, ταύτην μου τὴν ὑμνῳ‐ δίαν καὶ διάλεξιν ἡδίστην ὀφθῆναι τῷ Θεῷ. Τούτου

23

.

1289

(50)

γὰρ γενομένου, ἐγὼ τὴν ἐντεῦθεν εὐθυμίαν καρπώ‐ σομαι, καὶ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ, τουτέστιν ἐπὶ τῇ λατρείᾳ, ἐπὶ τῇ προσκυνήσει καὶ τοῖς ἐπιτά‐ γμασι τοῖς αὐτοῦ, ἐπὶ τῷ τοιοῦτον ἔχειν δεσπότην. Καλὰ μὲν γὰρ καὶ τὰ ὁρώμενα, καὶ τέρπει ὁ οὐρα‐
55νὸς, καὶ εὐφραίνει ὁ ἥλιος, καὶ γῆ ἀνίησι σπέρ‐ ματα καὶ φυτά· ἀλλ’ ἐγὼ τούτων πάντων ἐπὶ τῷ ποιήσαντι πλέον εὐφραίνομαι. Τοῦτό μοι τρυφὴ,
τοῦτό μοι εὐφροσύνη, τοῦτο ἡδονὴ, τοῦτο τὰ μυρία ἀγαθά.1288 in vol. 23

23

.

1292

Ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνο‐ μοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Ἐν ἐκείνῳ δηλον‐ ότι τῷ καιρῷ, ἀκούσονται γὰρ, Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοι‐
5μασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γὰρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην, καὶ οὐ συνηγάγετέ με· γυμνὸς, καὶ οὐ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψα‐
10σθέ με· καὶ οὐκ ἔσονται ἐν τῇ μερίδι τῶν εὐλο‐ γούντων τὸν Θεόν. Ἀλλ’ ἐρεῖ τις τυχόν· Ἆρ’ οὖν ὁ μακάριος Προφήτης κατεύχεται τῶν ὄντων ἐν ἁμαρ‐ τίαις, καὶ πάντας ἀπολέσθαι καὶ ἀφανισθῆναι βού‐ λεται; Καίτοι μᾶλλον ἐχρῆν ἅγιον ὄντα καὶ πνευμα‐
15τοφόρον ὑπερεύχεσθαι τῶν ἠσθενηκότων. Ἄκουε λοι‐ πὸν, ἐρῶ γὰρ διὰ βραχέων· πρὸ μὲν τῆς τοῦ Σωτῆ‐ ρος ἐπιδημίας ἅπαντες ἦμεν ἐν ἁμαρτίαις, κατε‐ κράτει τῆς ὑπ’ οὐρανὸν ὁ Σατανᾶς, οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός· πάντες ἐξέκλιναν,
20ἅμα ἠχρειώθησαν. Ἕλληνες μὲν γὰρ οἱ τῶν εἰδώλων προσκυνηταὶ, τοὺς τῆς ἐπιεικείας οὐκ ᾔδεισαν τρόπους, τῆς εὐζωΐας τὴν ὁδὸν οὐκ ἠπίσταντο· μᾶλλον δὲ οὐδὲ αὐτὸν ἐγίνωσκον ὅλως τὸν τῶν ὅλων γενεσιουργὸν καὶ Σωτῆρα Χριστόν· Ἰουδαῖοι δὲ πάλιν εἶχον μὲν νόμον
25τὸν παιδαγωγόν· ἀλλ’ οὐκ ἦν ἐν νόμῳ δικαιωθῆναι τὸν ἄνθρωπον. Οὐκοῦν ἅπαντες ἦμεν ἐν ἁμαρτίαις, ἀνομίας ἦν πλήρης ἡ γῆ. Ἐπειδὴ δὲ ἐπέφανεν ὁ μο‐ νογενὴς τοῦ Θεοῦ Λόγος, καὶ γέγονεν ἄνθρωπος, ἐξέλι‐ πον οἱ ἁμαρτωλοὶ, ἐκλελοίπασιν οἱ ὄντες ἐν ἀνομίαις.
30Πῶς ἢ τίνα τρόπον; δεδικαίωκε γὰρ ἅπαντας, ἀπήλ‐ λαξε τῶν πεπλημμελημένων, ἐλευθέρους ἀπέφηνε καὶ διεσμηγμένους. Οὐκοῦν ὀλίγοι γεγόνασιν οἱ ἐν ἁμαρτίαις, πολλοὶ δὲ λίαν οἱ δεδικαιωμένοι· ὥστε ἐνταῦθα οὐ τὴν οὐσίαν ἀφανισθῆναι εὔχεται, οὔτε
35τοὺς ἀνθρώπους πανολεθρίᾳ παραδοθῆναι· ἀλλὰ τὴν πονηρίαν ἐκλίποι ἁμαρτωλὸς, ὥστε μὴ εἶναι ἁμαρτω‐ λὸς, ἀλλὰ μετατεθῆναι· μὴ ὑπάρχοι ὁ ἄνομος, ἀλλὰ μεταβληθῆναι. Τοιαύτας γὰρ αἱ τῶν ἁγίων ψυχαὶ οὐχ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλ’ ὑπὲρ τῆς οἰκουμένης
40ἁπάσης τὰς δεήσεις ἀναφέρουσι. Καὶ νῦν τοίνυν ὁ Δαυῒδ, τὸ θεῖον κάλλος κατὰ τὸν ἀπόῤῥητον πλοῦτον, ὡς ἐνῆν ἀνθρωπείᾳ φύσει διεξελθὼν, πάντας ἀνθρώ‐ πους ἱμείρετο τῆς αὐτῆς μεταλαχεῖν γνώσεως, καὶ τὴν τῶν ἁμαρτωλῶν πάμπαν ἐκλεῖψαι συμμορίαν
45ἱκετεύει· οὐκ αὐτοὺς ἀπολέσθαι παρακαλῶν, ἀλλὰ μεταβληθῆναι δεόμενος, καὶ παύσασθαι αὐτῶν τὸ στίφος ἀντιβολῶν, μεταταξαμένων καὶ μεταμαθόν‐ των τὰ θεῖα. Ὥστε μάτην οἱ ἐριστικοὶ εἰς συνηγο‐ ρίαν τῆς ἑαυτῶν πικρίας τὰς τοιαύτας φωνὰς παρα‐

23

.

1292

(50)

τίθενται· τὸν Δαυῒδ ἐκλείπειν τὸν ἁμαρτωλὸν ποθοῦν‐ τα, καὶ αἰσχύνην καὶ ἐντροπὴν τῶν ἐχθρῶν κατευ‐ χόμενον· τὸν Ἱερεμίαν ἰδεῖν τὴν παρὰ τοῦ Θεοῦ ἐκ‐ δίκησιν ἐκ τῶν ἐναντίων ἐπιθυμοῦντα· τὸν Ὠσηὲ μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξηροὺς δοθῆναι τοῖς
55ἐχθροῖς δεόμενον· καὶ πολλὰ τοιαῦτα σποράδην ἐγκείμενα ταῖς θείαις Γραφαῖς ἀναλέγονται, συνιστά‐ μενοι τῷ δεῖν τῶν ἐναντίων κατεύχεσθαι, καὶ τῆς ἑαυτῶν πικρίας συνεργὸν ποιεῖσθαι τὴν τοῦ Θεοῦ
ἀγαθότητα.1290 in vol. 23

23

.

1293

Ἀλλ’ οὐδεὶς τῶν ἀληθῶς ἁγίων, ὧν αἱ ῥήσεις κατὰ θείαν οἰκονομίαν εἰς νουθεσίαν τῶν ἐφεξῆς ἀνεγρά‐ φησαν, ἐπί τινι κακῷ τὴν σπουδὴν ἔχων ἐπιδειχθήσε‐ ται, ἀλλὰ πᾶς αὐτοῖς ὁ σκοπὸς τῶν λόγων πρὸς διόρ‐
5θωσιν τῆς ἐμπολιτευομένης τῇ φύσει κακίας βλέπει. Ὥσπερ τοίνυν ὁ εὐχόμενος μὴ εἶναι νοσοῦντας, μὴ εἶναι πτωχεύοντας, οὐ τῶν ἀνθρώπων ἀναίρεσιν, ἀλλὰ τῆς νόσου καὶ τῆς πτωχείας ἀφανισμὸν ἐπιθυ‐ μεῖ γενέσθαι· οὕτω καὶ τῶν ἁγίων ἕκαστος τὸ τῇ
10φύσει πολέμιον, εἰς ἀφανισμὸν ἐλθεῖν εὔχονται. Ὅταν γὰρ ὁ Ψαλμῳδὸς εἴπῃ· Ἐκλίποισαν ἁμαρ‐ τωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥστε μὴ ὑπάρ‐ χειν αὐτοὺς, τὴν ἁμαρτίαν ἐκλιπεῖν καὶ τὴν ἀνομίαν εὔχεται. Οὐ γὰρ ἄνθρωπος ἀνθρώπῳ πολέμιος, ἀλλ’
15ἡ κατὰ κακίαν τῆς προαιρέσεως κίνησις εἰς ἐχθροῦ τάξιν τὸ τῇ φύσει συνημμένον κατέστησε. Τὸ κακὸν τοίνυν ἐκλιπεῖν εὔχεται· ὁ δὲ ἄνθρωπος κακὸν οὐκ ἔστι. Πῶς γὰρ ἂν εἴη κακὸν τοῦ ἀγαθοῦ τὸ ὁμοίωμα; Οὕτως κἂν αἰσχύνην καὶ ἐντροπὴν τῶν ἐχθρῶν κατ‐
20εύχηται, δείκνυσί σοι τὸ στίφος τῶν ἐναντίων, ἐκ τοῦ ἀοράτου τῇ ἀνθρωπίνῃ προσπολεμούντων ζωῇ. Ὅτι δὲ οὐκ ἀνθρώπων, ἀλλὰ δαιμόνων κατεύχεται, δηλοῖ τῆς εὐχῆς τὸ εἶδος· Αἰσχυνθήτωσαν γὰρ, φη‐ σὶν, οἱ ζητοῦντες τὴν ψυχήν μου, τοῦ ἐξᾶραι αὐ‐
25τήν. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ ἐντρα‐ πήτωσαν οἱ θέλοντές μοι κακά. Κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι, Εὖγε, εὖγε. Ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, Κύριε, καὶ εἰπά‐
30τωσαν διαπαντὸς, Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Μόνοι γὰρ οἱ δαίμο‐ νες εἰς ψυχὴν ἐπιβουλεύουσι· ψυχῆς δὲ ἐπιβουλὴ Θεοῦ ἀλλοτρίωσις διὰ τῆς ἐμπαθοῦς γινομένης δια‐ θέσεως. Ὡς ἂν οὖν μὴ τοῦτο πάθοι, αἰσχύνην τῶν
35ἀντιπαλαιόντων εὔχεται. Τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ ἑαυτῷ νίκην κατὰ τῶν πολεμίων ἐπεύξασθαι· οἱ δὲ πολέμιοι τὰ πάθη εἰσίν. Οὕτως Ἱερεμίας ζῆλον τῆς θεοσεβείας ἔχων, εἰδωλολατροῦντος τοῦ βασιλέως καὶ τοῦ λαοῦ, οὐκ ἴδιόν τι θεραπεύει πάθος, ἀλλ’
40ὑπὲρ τοῦ κοινοῦ τῶν ἀνθρώπων προσάγει τῷ Θεῷ τὴν δέησιν, τῇ κατὰ τῶν ἀσεβησάντων ὁρμῇ ἅπαν σωφρονισθῆναι ἀξιῶν τὸ ἀνθρώπινον. Καὶ Ὠσηὲ δὲ πολυγονοῦσαν τότε τὴν κακίαν ἐν τοῖς Ἰσραηλίταις τῇ ἀτεκνίᾳ καταδικάζει, καὶ τὰς πικρὰς θηλὰς τῆς
45ἁμαρτίας ξηρανθῆναι βούλεται, ὡς ἂν μήτε τίκτοιτο ἐν τοῖς ἀνθρώποις τὸ κακὸν, μήτε τρέφοιτο. Καὶ εἴ τις ἄλλος τοιοῦτος ἐν τοῖς ἁγίοις εὑρεθῇ λόγος θυμοῦ ἔμφασιν ἔχων, πρὸς τὴν τοιαύτην πάντως διάνοιαν βλέπει, ἢ ἐξορίζει τὸ κακόν· οὐκ ἐπιτρίβει τὸν ἄν‐ θρωπον.

23

.

1293

(50)

Εἰ δέ τις ἑτέρως τὰ τοῦ Δαυῒδ νοεῖν βούλεται, ὡς τοῦ Προφήτου τοὺς δυσσεβείᾳ συζῶντας ἀραῖς ὑπο‐ βάλλοντος· καὶ οὕτως εὑρήσει τῇ ἀποστολικῇ διδα‐ σκαλίᾳ τὴν προφητείαν συμβαίνουσαν. Παῦλος γὰρ Κορινθίοις ἐπιστέλλων, τοιοῦτον ἀκροτελεύτιον τέθει‐
55κεν· Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν, ἤτω ἀνά‐ θεμα. Ἴδιον γὰρ τῶν θερμῶς ἀγαπώντων τὸ μισεῖν
τοὺς μισοῦντας τὸν ἀγαπώμενον. Τάχα δὲ καὶ τὴν1292 in vol. 23

23

.

1296

μετὰ τὴν ἀνάστασιν διὰ τούτων ὁ Δαυῒδ σημαίνει κατάστασιν, ὅτε καὶ εὐφραίνεσθαι τὸν Κύριον ἐπὶ τοῖς ἔργοις αὐτοῦ λέγει, ἐκλιπόντων τῶν ἁμαρτωλῶν ἀπὸ τῆς γῆς. Πῶς γάρ τις ἐξ ἁμαρτίας ὀνομασθήσε‐
5ται, τῆς ἁμαρτίας οὐκ οὔσης; Τοιαῦτα εὔχου καὶ σύ· Ἄνοιξον, Κύριε, τὴν πλουσίαν σου χεῖρα εἰς χορη‐ γίαν πνευματικῆς εὐεργεσίας· ἵνα ἡ πικροτάτη καὶ ἀπηνής μου ψυχὴ πλησθῇ χρηστότητος. Ἀπόστειλον τὸ Πνεῦμά σου τὸ ἅγιον, καὶ ἀνακαίνισον τὴν κατε‐
10φθαρμένην μου γῆν, ἵνα τότε εὐφρανθῶ ἐπὶ τοῖς ἔρ‐ γοις σου, τῶν δαιμονικῶν μαγγανευμάτων ἐκλιπόν‐ των ἀπὸ τῆς καρδίας μου. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Ἐνταῦθα κα‐ ταλύσας τὸ πᾶν εἰς δοξολογίαν, εἰς εὐφημίαν τῷ αὐ‐
15τῷ στίχῳ συγκλείει τὸν ψαλμὸν, ἀσφαλῆ μετὰ τοῦ θεμελίου τὸν ὄροφον ἐπιθεὶς τῷ λόγῳ, καὶ τῷ προοι‐ μίῳ ἐοικὸς τὸ τέλος ἐπαγαγών. Σὺ γὰρ, φησὶν, ὦ ψυ‐ χὴ, ἐνδελεχῶς τὸν σὸν ὕμνει δημιουργὸν καὶ Σωτῆρα. Αὐτὸς γὰρ καὶ τοῦ τῶν πονηρῶν ἀποστήσει κλήρου,
20καὶ τῶν ἁγίων ἀξιοῦσθαι ποιήσει. Καὶ ἀρχὴν τοῦ λό‐ γου καὶ τέλος τὴν εἰς αὐτὸν εὐλογίαν ποιοῦ. Εὐλογία γὰρ Θεοῦ διηνεκὴς εἰς εὐζωΐαν ῥυθμίζει τὸν ἡμέτερον βίον. ἈΛΛΗΛΟΥΙΑ. ΡΔʹ.
25 Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ· ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ. ᾌσατε αὐτῷ καὶ ψάλατε αὐτῷ, διηγή‐ σασθε πάντα τὰ θαυμάσια αὐτοῦ. Τῶν ἐπιγεγραμ‐ μένων Ἀλληλούϊα πρῶτος ὁ παρὼν τυγχάνει ψαλμός.
30Ἔστι δὲ τὸ Ἀλληλούϊα παρακέλευσις μυστικὴ πρὸς τὴν τοῦ Θεοῦ ὑμνῳδίαν τὴν ἀκοὴν ἐπεγείρουσα· ἵνα τοιοῦ‐ τον ᾖ τούτου τὸ σημαινόμενον, Αἰνεῖτε τὸν Κύριον. Ἐν οἷς γὰρ μέρεσι τῆς ἁγίας Γραφῆς αὕτη πρόσκει‐ ται ἡ φωνὴ, ἡ λέγουσα, Αἰνεῖτε τὸν Κύριον, διὰ
35τοῦ Ἀλληλούϊα ἐν ταῖς Ἑβραϊκαῖς φωναῖς τὸ τοιοῦ‐ τον σημαίνεται. Τὸ μὲν Ἀλληλοὺ αἶνος νοεῖται, ὃς εἰς Θεὸν τὴν ἀναφορὰν ἔχει· τὸ δὲ Ἴα ἓν τῶν ἑρμηνευτι‐ κῶν τῆς φύσεως τῆς θείας ἐστὶν ὄνομα. Ὅλον δὲ κοινῇ τὸ, Ἀλληλούϊα, Αἶνος Θεοῦ ἑρμηνεύεται. Ὅταν
40τοίνυν τοῦτο τὸ ῥῆμα προγεγραμμένον ᾖ τῆς ψαλμῳ‐ δίας, νοητέον ἂν εἴη τὸ δεῖν πάντως τὸ ὑποκείμενον εἰς δοξολογίαν ἄγειν Θεοῦ. Οὕτω καὶ τοῖς τελευταίοις μάλιστα τῆς βίβλου τῶν ψαλμῶν αἱ πολλαὶ τῶν τοιού‐ των ἐπιγραφαὶ ἐφευρίσκονται, δι’ ὧν ἔστιν ἐννοεῖν,
45ὅτι τοῖς ἤδη πρὸς τὸ τέλειον φθάσασι τῆς κατ’ ἀρετὴν πολιτείας, καὶ διὰ τῶν προλαβόντων σῆς ψαλμῳδίας τμημάτων κατὰ τὴν νοηθεῖσαν ἐπ’ αὐτῶν θεωρίαν ἐκκαθαρθεῖσιν, ἁρμόζει τὸ αἰνεῖν τὸν Θεὸν, καὶ ἐν τούτοις εἶναι, ἐν οἷς καὶ ἡ τῶν ἀγγέλων φύσις εἶναι

23

.

1296

(50)

πεπίστευται. Οὔτε γὰρ ἐκείνων μεμαθήκαμεν ἀσχο‐ λίαν ἄλλην τινὰ πλὴν τοῦ αἰνεῖν τὸν Θεὸν, οὔτε τοῖς κατ’ ἀρετὴν τελείοις ἕτερόν τι σπουδάζεται ἢ τὸ τὴν ζωὴν ἑαυτοῦ αἶνον εἶναι Θεοῦ παρασκευάσαι. Ἐπεὶ τοίνυν οἱ τὴν ἐπιγραφὴν ἔχοντες τοῦ Ἀλληλούϊα,
55πάντες σχεδὸν τῷ τελευταίῳ τμήματι τῆς ψαλμῳδίας εὑρίσκονται, σαφῶς ἔστι κατανοῆσαι, καὶ ὅτι πάσης ὑπέρκειται τῆς ὑψηλῆς διὰ τῶν ψαλμῶν ἀναβάσεως τὸ τελευταῖον τμῆμα τῆς ψαλμῳδίας, ἐν ᾧ τὸ πλεῖστον
Θεοῦ αἶνός ἐστιν, ἤτοι εἰς τὸ αἰνεῖν τὸν Θεὸν παρα‐1294 in vol. 23

23

.

1297

κέλευσις. Προστάττει μέντοι ἐν τῷ μετὰ χεῖρας ψαλ‐ μῷ τοῖς ἁγίοις ἀποστόλοις τὸ Πνεῦμα τὸ ἅγιον τῷ ἐξ ἐθνῶν λαῷ φανερὰς ποιῆσαι πάσας τὰς θαυματουρ‐ γίας, ἃς πεποίηται ἐπὶ τῆς αὐτοῦ παρουσίας ὁ Κύ‐
5ριος· ναὶ μὴν καὶ ὅσα εὐηργέτησε τὸν πάλαι λαὸν, καὶ οἷον ἀνθ’ οἵου ἐποίησεν. Ἔτι δὲ ἐν τούτῳ καὶ μνήμη τῶν πρὸς τοὺς πατριάρχας ὑπὸ τοῦ Θεοῦ γεγενημέ‐ νων ὑποσχέσεων, καὶ τῶν δι’ ἐκείνους ὑπ’ αὐτοῦ πα‐ ρασχεθέντων ἀγαθῶν τοῖς ἐκείνων ἐκγόνοις. Ἱκανὴ
10γὰρ τούτων ἡ μνήμη τοὺς τοσούτων εὐεργεσιῶν ἀπο‐ λαύσαντας εἰς ζῆλον τῆς τῶν προγόνων ἀρετῆς ἐρεθί‐ σαι. Διδάσκει δὲ κατὰ ταὐτὸ καὶ τὸν νέον λαὸν, ἤγουν τοὺς ἐξ ἐθνῶν ὡς οὐκ ἀδίκως τὸν ἀχάριστον ἐκεῖνον λαὸν τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν, ὡς ὁμοῦ ἐκ τῆς κατ’ ἐκείνων ἐξενεχθείσης ψήφου τὸ δίκαιον κατα‐
15μάθοιεν, καὶ τῆς ἀχαριστίας ὁρῶντες τὰ ἐπίχειρα, μὴ τὴν αὐτὴν Ἰουδαίοις βαδίζοιεν, ἀλλὰ τὴν εὐθεῖαν ὁδὸν ὁδεύοιεν. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ. Διπλῆς οὔσης ἐν τῇ γραφικῇ συνηθείᾳ τῆς κατ’ ἐξομολόγησιν σημασίας, καὶ νῦν μὲν τὴν
20ἐξαγόρευσιν, αὖθις δὲ τὴν εὐχαριστίαν ἐνδεικνυμένης, ἐνταῦθα κατ’ ἀμφοτέρας τὰς ἐννοίας πρὸς τὸν κατ’ ἀρετὴν βίον χειραγωγούμεθα· ἥ τε γὰρ ἐξαγόρευσις χωρισμόν τινα καὶ ἀλλοτρίωσιν τῶν κακῶν ἀπεργάζε‐ ται, τό τε πρὸς τὴν εὐχαριστίαν πρόθυμον πλεονάζει,
25καὶ τὴν περὶ τοῦ εὐεργέτου χάριν ἐπὶ τῶν εὐαισθήτως δεχομένων τὰς εὐποιίας. Παρακελεύεται τοίνυν ὁ λόγος τὴν εὐχαριστήριον ὑμνῳδίαν προσφέρειν, καὶ διηγεῖ‐ σθαι τὰς θείας εὐεργεσίας. Τὸ γὰρ ἐπικαλεῖσθε, κηρύσσετε ὁ Σύμμαχος ἡρμήνευσεν· ἕτερος δὲ ἑρ‐
30μηνευτής φησι, Καὶ ἐπικαλεῖσθε ἐν ὀνόματι αὐτοῦ· μέγα τι αἰνιττόμενος. Ἂν γὰρ ἐξομολογήσῃ, φησὶ, καὶ ἀποθῇς τὰ ἁμαρτήματα, δυνήσῃ, μετὰ παῤῥησίας τὸ ὄνομα αὐτοῦ καλέσας, μεγάλα ἐργάσασθαι ἀγαθά. Οὐ μάτην δὲ ἐξομολογεῖσθαι πρότερον, καὶ δεύτερον
35ἐπικαλεῖσθαι βούλεται· ἀλλ’ ἵνα, καθαροὶ διὰ τῆς ἐξ‐ αγορεύσεως γενόμενοι, ἐκ καθαροῦ ὀργάνου τὸν ὕμνον προσενέγκωμεν. Ἐπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ. Ὁ μετὰ χεῖρας αἶνος τὴν ἱστορίαν ἐπιτέμνεται τὴν ἀπὸ Ἀβραὰμ καὶ ἐπὶ ἔξοδον τῶν υἱῶν Ἰσραὴλ τὴν ἀπὸ
40Αἰγύπτου· ἣν καὶ ἐπαγγέλλειν τοῖς ἔθνεσι τὸ θεῖον Πνεῦμα παρακελεύεται, ὥστε διὰ τούτων δηλῶν ἐστιν, ὡς ὄνησιν οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ τοῖς ἐξ ἐθνῶν πραγματεύεται, τοῦ Πνεύματος τοὺς τῶν ἐθνῶν διε‐ γείροντος κήρυκας εἰς τὸ ζητεῖν τὸν Κύριον καὶ κη‐
45ρύσσειν τὰ περὶ αὐτοῦ διηγήματα. Καὶ ταῦτα μεθ’ ὕμνων· φησὶ γοῦν· ᾌσατε αὐτῷ καὶ ψάλατε αὐτῷ· διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ. Βούλεται ἀπαγγελθῆναι τοῖς ἔθνεσιν, ὡς ἀγνοοῦσι καὶ μηδέπω μεμαθηκόσιν, ὁποίας πάλαι πρότερον εὐεργεσίας ὁ

23

.

1297

(50)

Θεὸς τῷ προτέρῳ λαῷ παρέσχετο· καὶ ὅπως, μυρίων ἀγαθῶν παρὰ τοῦ Θεοῦ τετυχηκότες, παρέβησαν ἀσε‐ βήσαντες· καὶ ὡς διὰ τὰς παρανομίας αὐτῶν τῆς θείας ἐπισκοπῆς ἐκπεπτώκασι. Κελεύει δὲ καὶ ἑρ‐ μηνέας γίνεσθαι καὶ σαφηνιστὰς τῶν ἐν τοῖς θείοις
55λογίοις ἀποῤῥήτων· ἅπερ ἂν εἴη τὰ θαυμάσια αὐ‐ τοῦ· καὶ ἁπλῶς ὑμνῳδίαις αὐτὸν ἀμείβεσθαι καὶ τὰ παρ’ αὐτοῦ γενόμενα τοὺς ἀγνοοῦντας διδάξαι θαυ‐
μάσια.1296 in vol. 23

23

.

1300

Ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ· εὐ‐ φρανθήτω καρδία ζητούντων τὸν Κύριον. Ζητή‐ σατε τὸν Κύριον, καὶ κραταιώθητε· ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός. Ἔπαινος γὰρ καὶ δόξα
5τοῖς τὴν ἀρετὴν τοῦ Θεοῦ διηγουμένοις. Ὁ δὲ Ἀκύλας ἀντὶ τοῦ ἐπαινεῖσθε, καυχᾶσθε τέθεικε. Παρακε‐ λεύεται δὲ ὁ λόγος τοῖς ἀποστόλοις καὶ τοῖς διαδόχοις αὐτῶν, μὴ ἐπὶ πλούτῳ, μὴ ἐπὶ ῥώμῃ, μὴ ἐπὶ δυνα‐ στείᾳ, μέγα φρονεῖν· ἀλλ’ ἐν τῇ τοῦ ἀληθινοῦ Θεοῦ
10γνώσει καὶ προμηθείᾳ καὶ τῷ καλεῖσθαι Χριστιανούς. Τοῦτο παρηγγύησε καὶ ὁ θεῖος Ἀπόστολος· Ὁ καυχώ‐ μενος γὰρ, φησὶν, ἐν Κυρίῳ καυχάσθω· οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν ἐκεῖνος δόκιμος, ἀλλ’ ὃν ὁ Κύ‐ ριος συνίστησι. Ταῦτα καὶ Ἱερεμίας καὶ ἡ σοφω‐
15τάτη Ἄννα διέξεισι· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ· ἀλλ’ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυ‐ χώμενος, συνιεῖν καὶ γινώσκειν, ὅτι ἐγώ εἰμι ὁ
20Κύριος ὁ ποιῶν ἔλεος καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον· τουτέστιν ἐπικαλουμένων αὐτὸν εἰς βοήθειαν, ἢ δι’ ἀρετῆς πρὸς αὐτὸν ὁδευόντων, οἷς καὶ εὑρίσκεται Δι‐ δάσκει δὲ πόσον ὄφελος ἐκ τοῦ ἐξομολογεῖσθαι γενήσε‐
25ται. Ὃ γὰρ ἐζητήσατε, φησὶ, τοῦτο συμβήσεται ὑμῖν, ἡ περὶ τὸν νοῦν εὐφροσύνη· τῆς γὰρ εἰς Θεὸν ἐλπίδος αὕτη καρπός. Θέα δὲ ὅπως ἀπὸ ἐξομολογήσεως ἤρξα‐ το, καὶ κατέληξεν εἰς εὐφροσύνην. Ἀρχὴ μὲν γὰρ τῆς κατὰ Θεὸν προκοπῆς ἐξομολόγησις· τέλος δὲ ἡ
30κατὰ Θεὸν εὐφροσύνη· πλεῖστα δὲ τὰ μεταξὺ τούτων. Δεήσει τοίνυν πρῶτον ἐξομολογεῖσθαι τῷ Κυρίῳ διὰ γνησίας μετανοίας, καὶ καρπῶν πρεπόντων τῇ ἐξομο‐ λογήσει· ἔπειτα βελτιωθέντας θαῤῥεῖν καὶ ἐπικαλεῖ‐ σθαι τὸ ὄνομα αὐτοῦ, καὶ οὕτως μετὰ τὴν ἐξομολόγη‐
35σιν ἐπικαλουμένους καταξιοῦσθαι τῶν παρὰ τοῦ Θεοῦ χαρισμάτων· εἶτα τούτων τυχόντες, ἑτέρους ὠφελεῖν διὰ τοῦ ἀπαγγέλλειν εἰς ἅπαντας, ἅπερ μεμαθήκασιν ἔργα αὐτοῦ· καὶ ἐπὶ τούτοις ὡς ἂν καταξιωθέντας τῆς κατὰ Θεὸν θυμηδίας, ᾄδειν αὐτῷ καὶ ψάλλειν· καὶ
40μετὰ ταῦτα σαφηνιστὰς γίνεσθαι τῶν ἐν τοῖς θείοις λογίοις ἀποῤῥήτων· εἶτ’ ἤδη κατωρθωκότας τὰ τοσαῦ‐ τα ἐπαινεῖσθαι ἐν τῷ ὀνόματι αὐτοῦ· καὶ τέλος μετὰ πάντα, εὐφραίνεσθαι κατὰ διάνοιαν, καρδίαν ὀνομαζο‐ μένην. Αὕτη, τὸν Κύριον ἐκζητοῦσα, ἐξ αὐτῆς τῆς
45ζητήσεως καὶ τῆς ἐπιγινομένης τῇ ζητήσει εὑρέσεως, ἀπολαυέτω τῆς κατὰ Θεὸν εὐφροσύνης. Ταῦτα δὲ πάντα ἡγοῦμαι εἰς πρόσωπον τῶν ἀπο‐ στόλων ὑπὸ τοῦ ἁγίου Πνεύματος ἀναφέρεσθαι. Τὸ γὰρ, Ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ,

23

.

1300

(50)

οὐκ ἄλλοις ἁρμόζει λέγεσθαι ἢ αὐτοῖς. Μαρτυρεῖ δὲ τῷ λόγῳ τὸ ἀποτέλεσμα· μόνοι γὰρ ἀπήγγειλαν τοῦ Θεοῦ τὰ ἔργα ἐν τοῖς ἔθνεσι τοῖς δι’ αὐτῶν τὸν τῶν ὅλων Θεὸν ἐπεγνωκόσιν, οὓς ἀνωτέρω καινὴν γενεὰν καὶ λαὸν κτιζόμενον προσηγόρευσε. Δεῖ τοίνυν τὸν
55μέλλοντα ζητεῖν τὸν Κύριον ἐξομολογεῖσθαι πρότερον δι’ εἰλικρινοῦς μετανοίας καὶ τῶν ταύτης καρπῶν·
ὁ γὰρ τοιοῦτος καὶ ζητεῖν δύναται, καὶ ζητῶν εὑ‐1298 in vol. 23

23

.

1301

ρεῖν. Εἰ γὰρ ἐπὶ λίθων τιμίων τῶν εἰδότων χρεία, καὶ ἐπὶ κολυμβητῶν πολλῆς τῆς ἐπιστήμης δεῖ, πολλῷ μᾶλλον ἐπὶ Θεοῦ. Πολλὰ γάρ ἐστι τὰ κωλύοντα αὐτὸν εὑρεῖν, καὶ πραγμάτων ὄχλος, καὶ σαρκὸς ἐπαναστά‐
5σεις, καὶ νοσήματα ψυχῶν, καὶ δαιμόνων ἐπιβουλαὶ, καὶ ῥᾳθυμία γνώμης. Κἂν ἀπαλλαγῶμεν τούτων ἁπάντων, ταχέως αὐτὸν εὑρήσομεν, καὶ τὴν κακίαν ἀποδυσόμεθα, καὶ τὴν ἀρετὴν ἑλώμεθα. Αὕτη γάρ ἐστιν ἡ ἐκεῖ φέρουσα ὁδός. Τί οὖν ἐστι ζήτησις; τὸ
10συνεχῶς ἐκεῖνον ἐννοεῖν καὶ λογίζεσθαι· ὁ γὰρ ζητῶν ἐπὶ διανοίας ἔχει τὸ ζητούμενον.
13 Ζητήσατε τὸν Κύριον καὶ κραταιώθητε· ζητή‐ σατε τὸ πρόσωπον αὐτοῦ διαπαντός. Τί ἐστι τὸ
15ζητεῖν τὸν Κύριον; τὸ τὰ ἐκείνου φρονεῖν, τὸ ἀεὶ αὐ‐ τὸν λογίζεσθαι, τὸ ἀεὶ ἐν διανοίᾳ ἔχειν, τὸ μηδέποτε παύεσθαι ὁμιλοῦντα αὐτῷ διὰ τῆς προσευχῆς καὶ τῶν ἀγαθῶν πράξεων. Ἄμαχοι δὲ οἱ ζητοῦντες ἔσονται καὶ ἀήττητοι. Παρορμήσας μέντοι ὁ λόγος τοὺς τῶν
20ἐθνῶν κήρυκας ἐπὶ τὸ προθύμως ἐκζητῆσαι τὸν Κύ‐ ριον, ἔτι μᾶλλον αὐτοὺς ἐπιῤῥώννυσι λέγων, Κραταιώ‐ θητε, τουτέστι, Μὴ χαυνοῦσθε εἰς τὸ ζητεῖν αὐτόν. Τοῦτο δὲ προσφωνεῖ αὐτοῖς, ὡς δεομένοις κράτους καὶ δυνάμεως εἰς τὸ ἰσχῦσαι τὸ προστεταγμένον
25ποιῆσαι· ὅπερ ἦν τὸ ἔθνεσι κηρύξαι, Ἕλλησί τε καὶ βαρβάροις, κατὰ τὸ, Κύριος δώσει ῥῆμα τοῖς εὐαγ‐ γελιζομένοις δυνάμει πολλῇ. Διδάσκων δὲ πῶς δεῖ τὸ ζητεῖν ποιεῖν, καὶ ὅτι οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ παρὰ πάντα τὸν βίον τὴν ἄνωθεν ἐπικουρίαν προσήκει ζη‐
30τεῖν καὶ τὴν ὠφέλειαν καρποῦσθαι, ἐπήγαγε· Ζητή‐ σατε τὸ πρόσωπον αὐτοῦ διαπαντός· οὐ τρίτον τοῦ ἐνιαυτοῦ, κατὰ τὸν ὑπὸ Μωϋσέως δοθέντα νόμον ἐνώπιον αὐτοῦ φαινόμενοι, ἀλλὰ παρὰ πάντα τὸν βίον. Πρόσωπον δὲ ἐνταῦθα τὴν ἐπιφάνειαν αὐτοῦ φησὶ, τὴν
35ἐπισκοπὴν, τὴν πρόνοιαν, τὴν κηδεμονίαν, τὴν βοή‐ θειαν, τὴν συμμαχίαν, τὴν ἔννοιαν τὴν περὶ αὐτόν. Τὸ γὰρ τῆς οὐσίας πρόσωπον οὐδεὶς ὄψεται καὶ ζήσεται. Πρόσωπον δὲ αὐτοῦ καὶ ὁ Υἱός. Μνήσθητε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησε,
40τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ· εἴτε τῶν ἐν τῇ Παλαιᾷ Γραφῇ, εἴτε τῶν ἐν τοῖς Εὐαγγελίοις. Ταῦτα γὰρ δεήσει ὑμᾶς τοὺς τῶν ἐθνῶν κήρυκας εἰς πάντα τὰ ἔθνη διαδοῦναι· ἐπεὶ μὴ πρότερον αὐτὰ παρά τινος ἄλλου μεμαθήκασιν.
45Ὅσα τοίνυν ἐνανθρωπήσας ὁ Λόγος διεπράξατο τοῖς παλαιοῖς ὁμοῦ συνάψαντες, μνήσθητε παραδοῦναι τοῖς ἔθνεσιν. Ἐνταῦθά μοι δοκεῖ τὴν ὁδὸν δεικνύναι δι’ ἧς δυνατὸν καὶ ζητεῖν καὶ εὑρεῖν τὸν Θεόν. Τίς δὲ ἡ ὁδός; τὸ διηνεκῶς ἐπὶ μνήμης φέρειν τὰ παράδοξα

23

.

1301

(50)

αὐτοῦ ἔργα, καὶ τοὺς νόμους καὶ τὰς ἐντολάς· διὸ ἐπάγει, Τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στό‐ ματος αὐτοῦ· τέρατα μὲν τὰς θεοσημείας λέγων, κρίματα δὲ τὰς ἀποφάσεις, τὰς ἐντολὰς, ἢ τὰ ἐνδί‐ κως καὶ κρίσει δικαίᾳ ὑπὸ τοῦ Θεοῦ γεγενημένα
55θαύματα. Ποῖα δὲ τέρατα, εἰπέ μοι; Τὰ ἐν Αἰγύπτῳ, τὰ μετὰ τὴν Αἴγυπτον, τὰ πρὸ τῆς Αἰγύπτου, τὰ
μετὰ τὴν παρουσίαν τὴν αὐτοῦ. Πάντα γὰρ ταῦτα1300 in vol. 23

23

.

1304

θαυμαστὰ καὶ παράδοξα πράγματα, καὶ ἀκολουθίαν ἀνθρωπίνην ὑπερβαίνοντα. Ἢ τέρατα μὲν τὰ γεγε‐ νημένα θαύματα, ὡς τὸ περιπατῆσαι ἐπὶ τῆς θαλάσ‐ σης, καὶ νεκρὸν ἀναστῆσαι, καὶ τὰ τοιαῦτα· κρίματα
5δὲ τοῦ στόματος αὐτοῦ τοὺς λόγους οὓς ἔλεγεν, ἐλαύ‐ νων τῶν ἀνθρώπων τοὺς ἀκαθάρτους δαίμονας, ἢ καὶ τὰς ἐντολὰς τῆς Καινῆς Διαθήκης. Μᾶλλον δὲ ἐν‐ ταῦθά μοι δοκεῖ κρίματα τοὺς νόμους λέγειν, τοὺς ἐν οὐρανῷ, τοὺς ἐν γῇ, τοὺς ἐν θαλάσσῃ. Οὐ γὰρ δὴ
10μόνος ἄνθρωπος ἔλαβε νόμον, ἀλλὰ τὰ ὁρώμενα ἅπαντα· ἡ θάλασσα τὸ μὴ ὑπερβαίνειν τοὺς αἰγια‐ λούς· τὰ ὄρη τὸ πεπηγέναι, ἡ γῆ τὸ ἑστάναι, ὁ ἥλιος τὸ τρέχειν, ἡ σελήνη τὴν ἰδίαν εὐταξίαν, ὁ ποικίλος τῶν ἀστέρων χορὸς, ἡ φύσις τῶν σωμάτων, ἡ τῶν
15φυτῶν, ἡ τῶν ἀλόγων, ἡ τῶν ἄλλων ἁπάντων· οἰ‐ κείοις γὰρ ἅπαντα διοικεῖται νόμοις. Καὶ ταῦτα ἅπαντα ἐπιτάγμασι γέγονεν, ὅπερ δηλοῦται διὰ τοῦ στόματος. Ὅσα τοίνυν τὸ στόμα αὐτοῦ ἔκρινεν, εἴτε διὰ τῆς Παλαιᾶς, εἴτε διὰ τῆς Νέας Διαθήκης ἔκρινε,
20ἐπισυνάψατε, φυλάττειν ὡς νόμους βασιλικοὺς τὰ κρίματα αὐτοῦ τοῖς ἔθνεσι παραγγέλλοντες. Νοήσεις δὲ κρίματα τὰ δικαίᾳ ψήφῳ θαυματουργηθέντα. Ἐπειδὴ γὰρ τὰ ἐν Αἰγύπτῳ μέλλει διηγεῖσθαι, προδι‐ δάσκει τῆς Αἰγυπτίων τιμωρίας τὸ δίκαιον. Ἔδει γὰρ
25πάντας τοὺς ἐπὶ γῆς ἀνθρώπους ὑποκειμένους τοῖς αὐτοῦ κρίμασι μὴ ἀγνοεῖν μήτε τὰ ἔργα αὐτοῦ μήτε τὰ κρίματα αὐτοῦ. Δι’ ὧν κριμάτων οὐ μόνον τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ καὶ πάντας τοὺς ἐπὶ γῆς ἀνθρώπους ἔκρινε τῆς αὐτοῦ κλήσεως καταξιῶσαι. Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ
30ἐκλεκτοὶ αὐτοῦ. Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν. Ἐπεὶ μὴ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, μηδὲ ὅσοι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα, εἰκότως μὲν ὁ Σωτὴρ ἡμῶν τοῖς ἐκ σπέρματος εἶναι Ἀβραὰμ αὐχοῦσιν Ἰουδαίοις ἔλεγεν· Οἶδα, ὅτι
35σπέρμα Ἀβραάμ ἐστε· καὶ πάλιν· Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε· ὥς τινων τέκνα μὲν ὄντων τοῦ Ἀβραὰμ διὰ μιμήσεως, οἳ καὶ ἐκλεκτοὶ εἴρηνται· τινῶν δὲ σπέρμα μόνον ὄντων αὐτοῦ, καὶ διὰ τοῦτο ἐκλεκτῶν οὐκ ὄντων. Οὐ
40γὰρ τὸ σπέρμα ἐκλεκτὸν ἐλέχθη, ἀλλ’ οἱ υἱοί. Τὸ δὲ σπέρμα δοῦλοι αὐτοῦ. Ἐπεὶ τοίνυν οἱ τοῦ Σωτῆρος μαθηταὶ, οἱ τῶν ἐθνῶν γενόμενοι κήρυκες, ἀμφότερα εἶχον, ἅτε καὶ δοῦλοι ὄντες καὶ ἐκλεκτοί· ὅθεν πρὸς αὐτοὺς λέλεκται· Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ,
45υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ. Πρὸς δὲ τὸ, Ἐκλεκτοὶ αὐτοῦ, παραθήσεις τὸ, Τούτους τοὺς δώδεκα ἐξ‐ ελέξατο ὁ Ἰησοῦς, καὶ ἀποστόλους ὠνόμασε· καὶ τὸ, Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; Τὸ δὲ ἐξαίρετον τῶν ἐκλεκτῶν νοήσομεν ἀπὸ τοῦ· Πολ‐

23

.

1304

(50)

λοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. Αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶν, ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. Οὐκ ἀγνοητέον, φησὶν, ὅτι αὐτός ἐστι Κύριος ὁ Θεὸς ἡμῶν, ὃς προνοίᾳ τὸν σύμπαντα κόσμον θείοις κρί‐ μασι διοικεῖ, ὡς μηδὲν ἀκρίτως, μηδὲ ἄνευ τῆς τοῦ Θεοῦ προνοίας γίγνεσθαι.
55Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὑτοῦ, λό‐
γου οὗ ἐνετείλατο εἰς χιλίας γενεὰς, ὃν διέθετο1302 in vol. 23

23

.

1305

τῷ Ἀβραὰμ, καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ἰσαάκ· καὶ ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα, καὶ τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον, λέγων· Σοὶ δώσω τὴν γῆν Χαναὰν, σχοίνισμα κληρονομίας ὑμῶν.
5Ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ. Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον. Οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς, καὶ ἤλεγ‐ ξεν ὑπὲρ αὐτῶν βασιλεῖς. Μὴ ἅπτεσθε τῶν χρι‐
10στῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονη‐ ρεύεσθε. Ἐπιστήσας ἀκριβῶς τίς ἦν ὁ λόγος ὃν ἐνετείλατο εἰς πολλὰς γενεὰς ἐξικνούμενον, οὐ γὰρ ἐτῶν ἀριθμὸν, ἀλλὰ τὸ διηνεκὲς αἰνίττεται καὶ τὸ πλῆθος, ὡς τὸ ἑπτάκις, Στεῖρα ἔτεκεν ἑπτὰ, τουτ‐
15έστι πολλὰ, καὶ, Ἑπτάκις πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται· εὑρήσεις αὐτὸν εἰρημένον οὕτως πρὸς Ἀβραὰμ, Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη τῆς γῆς. Καὶ, Ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ πλη‐
20θύνων πληθυνῶ τὸ σπέρμα σου. Εὕροις δ’ ἂν τὰ παραπλήσια καὶ τῷ Ἰσαὰκ ἐπηγγελμένα καὶ ὀμο‐ σθέντα περί τε τῆς γῆς καὶ τοῦ πληθυσμοῦ τοῦ σπέρματος. Ταῦτα δὲ μετὰ πλείστας ὅσας γενεὰς ἐπληροῦτο διὰ τῆς ἐπιφανείας Χριστοῦ τοῦ ἐκ σπέρ‐
25ματος Ἀβραὰμ, γενομένου Σωτῆρος ἡμῶν. Εἰσέτι τε νῦν ἐνεργεῖ καὶ διαμένει ἡ ἐπαγγελία, μέχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Οὗτος οὖν μετὰ μακρὸν αἰῶνα, καὶ μετὰ πλείστας σφόδρα γενεὰς, τὰς γὰρ χιλιάδας ἀντὶ τῶν πολλῶν παρείληφε, καὶ ταύτας
30ἐπλήρου τὰς πρὸς τοὺς πατριάρχας ἐπαγγελίας, διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ καὶ διὰ τῆς αὐτοῦ διδασκαλίας πᾶσι τοῖς ἔθνεσι τὴν τοῦ Ἀβραὰμ εὐλο‐ γίαν δεδωρημένος. Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν, πᾶν στήριγμα ἄρτου συνέτριψεν. Ἐν τούτοις ὁ λόγος καὶ ἄλλο τι
35λεληθὸς τοὺς πολλοὺς διδάσκει. Τὴν γὰρ αἰτίαν τοῦ κληθῆναι δίκην ἐμψύχου ζώου τὸν λιμὸν ἐπὶ τὴν γῆν, λέγω δὴ τὴν ἐνεργητικὴν δύναμιν τοῦ λιμοῦ, καὶ τοῦ συντριβῆναι πᾶν στήριγμα ἄρτου, παρίστησιν, ἵνα καὶ φανιεῖ που ἄρτος μὴ στηρίζοι τοὺς ἐμπιπλαμέ‐
40νους ἐξ αὐτοῦ, κατὰ τὸ, Ἄρτος στηρίζει καρδίαν ἀνθρώπου. Τοῦτο γάρ ἐστιν ὃ μάλιστα συμβαίνει ἐν τοῖς λιμοῖς, κατ’ ὀργὴν Θεοῦ γιγνόμενον, τὸ καὶ τοὺς ἐσθίοντας μὴ στηρίζεσθαι. Ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς
45δοῦλον ἐπράθη Ἰωσήφ. Ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐ‐ τοῦ, μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ. Πάντα ταῦτα ὑπέμεινε μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, ὃν ἐπὶ τοῖς ὁράμασιν ἰδὼν ἐξεῖπε τῷ ἑαυτοῦ πατρὶ

23

.

1305

(50)

καὶ τοῖς ἀδελφοῖς φήσας, ἑωρακέναι αὐτὸν δράγματα καὶ τοὺς ἀδελφοὺς ὁμοίως ἀναλέγοντας, ἔπειτα τὰ ἐκείνων τὸ ἑαυτοῦ προσκεκυνηκέναι δράγμα· ὁμοίως δὲ τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἕνδεκα ἀστέ‐ ρας προσκυνεῖν αὐτῷ. Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον
55αὐτοῦ. Τὸ λόγιον Κυρίου ἐπύρωσεν αὐτόν. Τὸ,
Λόγιον Κυρίου ἐπύρωσεν αὐτὸν, ὅμοιον τῷ, Οὐχὶ1304 in vol. 23

23

.

1308

διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν; Οὐκ ἂν γὰρ ἔλυσε τοὺς ὀνείρους τῷ Φαραὼ, μὴ τοῦ Θεοῦ παρασχόντος τὸ δύνασθαι συνιέναι αὐτούς. Ἀπέ‐ στειλε βασιλεὺς καὶ ἔλυσεν αὐτὸν, ἄρχων λαοῦ
5καὶ ἀφῆκεν αὐτόν. Κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ, τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ, ὡς ἑαυτὸν, καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι. Ὅτε αὐτάρκως ἐπυρώθη ὑπὸ τῶν πειρασμῶν ὁ Ἰω‐
10σὴφ, τότε Θεοῦ ὑποβαλόντος τῷ Φαραὼ, ὃν καὶ βασι‐ λέα καὶ ἄρχοντα νῦν ὁ λόγος καλεῖ, λύεται τῶν δε‐ σμῶν, καὶ ἄρχων τοῦ οἴκου τοῦ βασιλέως καὶ πά‐ σης τῆς κτήσεως αὐτοῦ καθίσταται. Ἐξήνεγκε γὰρ αὐτὸν, ὡς μὲν εἴποι ἂν ὁ πολὺς ἄνθρωπος, διὰ τὸ
15συναγαγεῖν τὰ γεννήματα τῆς εὐθηνίας, καὶ φυλάξαι αὐτὰ εἰς καιρὸν τοῦ λιμοῦ. Ὁ δὲ παρὼν λόγος διδά‐ σκει οὐ τοσοῦτον τῆς τῶν καρπῶν φυλακῆς ἕνεκα εἰς τὴν ἀρχὴν προῆχθαι, ὅσον τῆς κατὰ ψυχὴν ὠφε‐ λείας τῶν μελλόντων ὑπ’ αὐτοῦ σοφίζεσθαι καὶ παι‐
20δεύεσθαι. Ἦσαν δὲ οὗτοι ἄρχοντες Φαραὼ καὶ πρεσβύτεροι· ὧν ὠφελουμένων, εἰκὸς ἦν καὶ τοὺς ὑπηκόους ἅπαντας τῆς παρ’ αὐτῶν μετασχεῖν βελτιώσεως. Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰα‐ κὼβ παρῴκησεν ἐν γῇ Χάμ. Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς
25ἐχθροὺς αὐτοῦ. Τίς δὲ εἰσῆλθεν, ἀλλ’ ἢ Ἰσραήλ, Καὶ τίς παρῴκησεν ἐν γῇ Χὰμ, ἀλλ’ ἢ Ἰακώβ; Δη‐ λοῦται δὲ διὰ τούτων αὐτός τε ὁ πατὴρ καὶ οἱ τού‐ του παῖδες. Ἐπεὶ γὰρ οὐ μόνος εἰσῆλθε Ἰακὼβ, ἀλλὰ καὶ ἑβδομήκοντα ψυχαὶ σὺν αὐτῷ, κατὰ τό·
30Ἐν ἑβδομήκοντα ψυχαῖς κατέβη Ἰσραὴλ εἰς Αἴ‐ γυπτον· διὰ τοῦτο καὶ οἱ παῖδες καὶ ὁ πατὴρ ἐδηλώ‐ θησαν διὰ τῶν προκειμένων. Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ. Οὐκ ἂν ηὐξήθησαν οὐδὲ ἐκραταιώ‐
35θησαν, εἰ μὴ ἔτυχον προστάτου Ἰωσὴφ, καὶ τῆς παρὰ τοῖς Αἰγυπτίοις τιμῆς διὰ τοῦ Ἰωσὴφ αὐτοῖς παρασχεθείσης. Μετέστρεψε τὴν καρδίαν αὐτῶν τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ, τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις
40αὐτοῦ. Ἐξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐτοῦ, Ἀαρὼν ὃν ἐξελέξατο ἑαυτῷ. Ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ, καὶ τῶν τερά‐ των αὐτοῦ ἐν γῇ Χάμ. Ἐξαπέστειλε σκότος καὶ ἐσκότασε, ὅτι παρεπίκραναν τοὺς λόγους αὐτοῦ.
45Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέ‐ κτεινε τοὺς ἰχθύας αὐτῶν. Ἐξεῖρψεν ἡ γῆ αὐ‐ τῶν βατράχους ἐν τοῖς ταμείοις τῶν βασιλέων αὐτῶν. Εἶπε, καὶ ἦλθε κυνόμυια καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν. Ἔθετο τὰς βροχὰς αὐ‐

23

.

1308

(50)

τῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν. Καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν, καὶ συνέτριψε πᾶν ξύλον ὁρίων αὐτῶν. Εἶπε, καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος, οὗ οὐκ ἦν ἀριθμὸς, καὶ κατέφαγε πάντα χόρτον ἐν τῇ γῇ
55αὐτῶν, καὶ κατέφαγε πάντα τὸν καρπὸν τῆς γῆς αὐτῶν. Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν τῇ γῇ
αὐτῶν, ἀπαρχὴν παντὸς πόνου αὐτῶν. Ὥσπερ1306 in vol. 23

23

.

1309

τὸν Ἰωσὴφ πρῶτον συγχωρεῖ δουλεῦσαι, καὶ πέδαις καὶ σιδήρῳ ταπεινωθῆναι· εἶτα μετὰ ταῦτα δοκιμὴν δεδωκότα τῆς οἰκείας ἀρετῆς, προάγει ἐπὶ βασιλείαν· οὕτω καὶ νῦν, βουλόμενος τῆς αὐτοῦ ἐπισκοπῆς κατ‐
5αξιῶσαι τὸν λαὸν, πρῶτον αὐτὸν πειρατηρίοις ἐκδί‐ δωσιν, ἵν’ ὕστερον λεχθῇ τό· Καὶ ἐστέναξαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐκέκραξαν πρὸς Κύριον τὸν Θεὸν αὐτῶν, καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν Θεὸν ἀπὸ τῶν ἔργων. Καὶ εἰσήκουσεν ὁ Θεὸς τὸν
10στεναγμὸν αὐτῶν· καὶ ἐμνήσθη ὁ Θεὸς τῆς δια‐ θήκης αὑτοῦ τῆς πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Καὶ ἐπεῖδεν ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐγνώσθη αὐτοῖς. Ἐπειδὴ δὲ εἴρηται, ὅτι μετέ‐ στρεψε τὴν καρδίαν αὐτῶν, δηλονότι τῶν Αἰγυ‐
15πτίων, τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ, ἐρεῖς, ὅτι δι‐ καίως ἔπραξεν ὁ Θεός. Ἐπειδὴ γὰρ, ἐν πολλῇ γεγο‐ νότες ἀνέσει καὶ ἐλευθερίᾳ καὶ τιμῇ παρὰ τοῖς Αἰ‐ γυπτίοις, εἰς λήθην ἦλθον τοῦ πατρῴου Θεοῦ, ἐξέδω‐ καν δὲ ἑαυτοὺς ταῖς τῶν Αἰγυπτίων εἰδωλολατρείαις·
20διὰ τοῦτο δικαίως αὐτοῖς ἐπανέστησε τοὺς Αἰγυ‐ πτίους, ἐπειδὴ πεποιθότες ἑαυτοῖς κατωλιγώρησαν τοῦ Θεοῦ, ὅπως θλιβέντες ὑπ’ αὐτῶν μάθωσι μὲν μὴ προσέχειν ἐκείνοις, μηδὲ τῇ πολυθέῳ αὐτῶν δεισιδαιμονίᾳ, ἐπιστρέψωσι δὲ ἐπὶ τὸν Θεὸν τῶν πατέ‐ ρων αὐτῶν. Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ,
25καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Εὐ‐ φράνθη Αἴγυπτος ἐν ἐξόδῳ αὐτῶν, ὅτι ἐπέπεσεν ὁ φόβος αὐτῶν ἐπ’ αὐτούς. Ὁ Θεὸς προστάττει τῷ λαῷ διὰ Μωϋσέως σκυλεῦσαι τοὺς Αἰγυπτίους ὡς νενι‐ κημένους, καὶ μισθὸν παρ’ αὐτῶν εἰσπράξασθαι τῆς
30μακροχρονίου δουλείας, ἧς αὐτοὺς κατεδουλώσαντο. Καὶ οὐκ ἦν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Τὸ γὰρ πολλῷ παραδοξότερον τοῦτο ἦν, ὅτι μετὰ τὸν πόνον, μετὰ τὴν πλινθείαν, μετὰ τὴν τοσαύτην ταλαι‐ πωρίαν καὶ τὰς μάστιγας, οὐδὲ εἷς ἦν ὁ ἀσθενῶν, καὶ
35τοῦτο τοσούτων πληγῶν ἐν Αἰγύπτῳ κατενεχθεισῶν. Τοῦτο καὶ τῆς φύσεως αὐτῆς τὴν ἀκολουθίαν ὑπερ‐ έβαινεν. Διεπέτασε νεφέλην εἰς σκεπὴν αὐτοῖς, καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα. Διελθὼν τὰς κατὰ
40τῶν Αἰγυπτίων μάστιγας, ἀκολούθως μεταβαίνει ἐπὶ τὰς γενομένας τῷ Ἰσραὴλ εὐεργεσίας· ὁμοῦ μὲν καὶ ἡμᾶς προτρέπων φεύγειν τὸν Αἰγύπτιον τρόπον, ὡς ἂν μὴ τοῖς ἴσοις περιπέσωμεν· εὔχεσθαι δὲ εἶναι τῆς μερίδος τοῦ Θεοῦ, ᾗ παρεῖχε τὰς ἐξ αὐτοῦ εὐεργεσίας·
45ὁμοῦ καὶ ὧν ἠξιώθησαν παραδόξων Θεοῦ οἱ ἐκ περι‐ τομῆς μνημονεύων, εἰς ἔλεγχον μὲν τοῦ αὐτῶν ἐκεί‐ νων τρόπου, ἀπολογίαν δὲ τῆς μετὰ ταῦτα αὐτῶν ἀποβολῆς. ᾜτησε, καὶ ἦλθεν ὀρτυγομήτρα, καὶ ἄρτων οὐ‐

23

.

1309

(50)

ρανοῦ ἐνέπλησεν αὐτούς. Ἀνέῤῥηξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, ἐπορεύθησαν ἐν ἀνύδροις πο‐ ταμοί· ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ, τοῦ πρὸς Ἀβραὰμ τὸν δοῦλον αὐτοῦ. Καὶ ὁ Μωϋσῆς δὲ ἐν Δευτερονομίῳ πρὸς αὐτούς φησι· Μὴ εἴπῃς·
55Διὰ τὰς δικαιοσύνας μου ἐξήγαγέ με Κύριος ἐκ γῆς Αἰγύπτου, ἀλλὰ διὰ τὸν ὅρκον ὃν ὤμοσε Κύ‐
ριος τοῖς πατράσιν ὑμῶν. Καὶ γνώσῃ σήμερον,1308 in vol. 23

23

.

1312

ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας σου, Κύριος ὁ Θεός σου δίδωσί σοι τὴν γῆν τὴν ἀγαθὴν ταύτην κλη‐ ρονομῆσαι, ὅτι λαὸς σκληροτράχηλος εἶ. Καὶ ἐξ‐ ήγαγε τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει, καὶ τοὺς
5ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ. Ἕκαστον γὰρ τῶν γενομένων εἰς θαῦμα μέγιστον ἦν, καὶ πολλὴν εἶχε τὴν παραδοξοποιίαν, τὸ ἀπαλλαγῆναι μεθ’ ἡδονῆς τῶν ὠθούντων ἐκείνων, καὶ μετ’ εὐπορίας ἁπάσης, τὸ ἐν ὑγείᾳ καθαρᾷ. Καὶ ἔδωκεν αὐτοῖς χώρας
10ἐθνῶν, καὶ πόνους λαῶν κατεκληρονόμησαν. Οὐ γὰρ δὴ μόνον τῶν προτέρων ἀπήλλαξεν, ἀλλὰ καὶ τὰ τῶν ἑτέρων ἔδωκεν αὐτοῖς, οὐδαμοῦ πονεῖν συγχωρῶν, ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσι. Ταῦτα ἐπηγγείλατο,
15ἐπειδὴ ἐφύλαξαν τὰ δικαιώματα αὐτοῦ. Τοιοῦτος γάρ ἐστιν ὁ Θεὸς, ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶ‐ σιν αὐτόν. Τούτοις δὲ τοῖς ἐκείνων ἀπογόνοις τὰ το‐ σαῦτα παρέσχε καὶ ἐχαρίσατο, προτρέπων αὐτοὺς καὶ παρορμῶν εἰς τὸ φυλάττειν τὰ δικαιώματα αὐ‐
20τοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητεῖν. Ἀλλ’ ὅτι τῶν τοσούτων ἠξιωμένοι οὐκ ἐφύλαξαν τὰ εἰρημένα, τὸ τηνικαῦτα ἤρθη ἀπ’ αὐτῶν ἡ χάρις, καὶ οὐ μόνον τὴν γῆν ἀπώλεσαν, ἀλλὰ καὶ τοῦ Θεοῦ ἐκπεπτώκασι, δοῦλοί τε τῶν ἐθνῶν καὶ πολεμίων γεγόνασι. ἈΛΛΗΛΟΥΙΑ. ΡΕʹ.
25 Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τίς λαλήσει τὰς δυ‐ ναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Μακάριοι οἱ φυλάσσοντες κρίσιν, ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ
30Μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου, τοῦ ἰδεῖν ἐν τῇ χρηστότητί σου τῶν ἐκλεκτῶν, τοῦ εὐφραν‐ θῆναι ἐν εὐφροσύνῃ τοῦ λαοῦ σου, τοῦ ἐπαινεῖ‐ σθαι μετὰ τῆς κληρονομίας σου. Αἶνον καὶ ὕμνον
35πρὸς τὸν Θεὸν καὶ ὁ παρὼν ψαλμὸς περιέχει· διὸ ἐπιγέγραπται, Ἀλληλούϊα· ὅπερ ἑρμηνεύεται, Αἰνεῖτε τὸν Κύριον. Προστάττει δὲ εὐθὺς ἀρχόμενος τοῖς ἁμαρτημάτων ὁρμωμένοις ὥσπερ ἰατρῷ καὶ σωτῆρι προσιέναι τῷ θεραπευτικῷ τοῦ Θεοῦ Υἱῷ,
40καὶ τὰ τραύματα τῆς ψυχῆς ἀπογυμνοῦν αὐτῷ, διὰ τὸ ἐξομολογεῖσθαι τὰς οἰκείας ἁμαρτίας. Ὁ δὲ τοῦτο πράττων γνησίως, καὶ ἀποκλαιόμενος ἐφ’ οἷς ἥμαρτε πρότερον, ὅτι μὴ λόγοις μόνοις τοῦτο πράξαι, ἀλλὰ τῇ διαθέσει καὶ αὐτοῖς τοῖς πράγμασι, παρὰ τοῦ
45Ψαλμῳδοῦ κομίζεται τὴν εἰσήγησιν. Προτρέπει δὲ προθύμως ἐπὶ τὴν ἐξομολόγησιν, διὰ τοῦ ἐπαγγέλ‐ λεσθαι, Ὅτι χρηστὸς ὁ Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Διὰ ταῦτα γὰρ, φησὶ, προθύμως ἐξομολογεῖσθε, ὅτι καὶ αὐτὸς ἕτοιμός ἐστιν εἰς φιλ‐ ανθρωπίαν, εἰδὼς ὅτι ἐλέου δεῖται τὰ τοῦ ἐνεστῶτος αἰῶνος πράγματα θνητὰ ὄντα καὶ ἐπίκηρα.

23

.

1312

(50)

Ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν, ἠνομή‐ σαμεν, ἠδικήσαμεν. Οὐ μόνοι, φησὶν, ἡμάρτομεν· ἀλλ’ εἴ τις ἐξετάσειεν ἄνωθεν ἀπὸ τῶν πρώτων χρό‐ νων, εὕροι ἂν ἀεὶ καὶ ἐκ τοῦ παντὸς ἁμαρτητικὸν τυγχάνον τὸ ἡμέτερον γένος. Τοσούτων γὰρ θαυμα‐
55σίων διὰ Μωϋσέως ἐπιτελουμένων, οὐ συνῆκαν, ἀλλὰ
καὶ σωτηρίας τυχόντες, καὶ τῆς ὑπ’ Αἰγυπτίοις δου‐1310 in vol. 23

23

.

1313

λείας ἐλευθερωθέντες, οὐκ ἔγνωσαν, ὅτι οὐ διὰ τὰς αὐτῶν δικαιοσύνας, οὔτε διὰ τὸ εἶναι ἐπισκοπῆς Θεοῦ ἀξίους, διὰ δὲ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ τούτων τετυχήκασι.
5 Οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ θαυμάσιά σου, οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου. Καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Ταῦτα μὲν ὁ πρὸ τούτου διείληφε ψαλμὸς, ἐπετέμνετο δὲ αὐτὸς καὶ τὰς ἐπὶ
10τῆς ἐρήμου παραδοξοποιίας, μηδὲν κατηγορήσας τοῦ λαοῦ. Ὁ δὲ παρὼν ἐπαναλαμβάνει τὴν διήγησιν, καὶ πάσας τοῦ λαοῦ τὰς δυσσεβείας διέξεισιν. Ἔστι δὲ καὶ ὁ πᾶς λόγος τοῦ Ἰουδαίων λαοῦ κατη‐ γορικός. Καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ
15Ἐρυθρᾷ θαλάσσῃ. Προσελθόντες Μωϋσῇ καὶ φήσαν‐ τες, Ὄφελον μὲν ἀπεθάνομεν ἐν γῇ Αἰγύπτῳ, ἢ ἐπὶ τῆς ἐρήμου ταύτης· καὶ, Παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἐξήγαγες ἡμᾶς, θανατῶσαι ἐν τῇ ἐρήμῳ; Τί τοῦτο ἐποίησας ἡμῖν ἐξαγαγὼν ἐξ Αἰ‐
20γύπτου; Οὐ τοῦτο ἦν τὸ ῥῆμα ὃ ἐλαλήσαμεν πρὸς σὲ ἐν Αἰγύπτῳ λέγοντες· Πάρες ἡμᾶς, ὅπως δου‐ λεύσωμεν τοῖς Αἰγυπτίοις; Κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν τοῖς Αἰγυπτίοις, ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ. Καὶ ὅσον μὲν ἐπ’ αὐτοῖς πικρὸν αὐ‐
25τοῖς ἀντὶ χρηστοῦ τὸν Θεὸν κατεστήσαντο. Ὁ δὲ ἀγα‐ θὸς Θεὸς πλουτῶν ἐλέῳ καὶ φιλανθρωπίᾳ, πάλιν ἔσωζεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὑτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὑτοῦ· ὅπως μὴ εἴπω‐ σιν οἱ ἀσεβεῖς, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; διὰ τοῦτο
30παρεῖχεν αὐτοῖς καὶ τότε τὴν σωτηρίαν, πανταχόθεν αὐτοὺς συνελαύνων ἐπὶ τὴν σωτηρίαν αὐτῶν. Οἱ δὲ νικηθέντες πρὸς μὲν ὀλίγον ἐπίστευσαν τοῖς λόγοις αὐτοῦ, διελθόντες τὴν Ἐρυθρὰν θάλασσαν. Καὶ ἐπετίμησε τῇ Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐξ‐ ηράνθη, καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ ὡς ἐν
35ἐρήμῳ. Ὁ ἐπιτιμήσας τῇ Ἐρυθρᾷ θαλάσσῃ πᾶσι Θεὸς ἀνωμολόγηται. Εἰ οὖν καὶ Ἰησοῦς κλονουμένῃ ἐπιτάσσει τῇ θαλάσσῃ, πᾶσι Θεὸς ἀνωμολόγηται, ἵνα ἐκ τρικυμίας ἢ κλύδωνος γαλήνη γένηται. Θεὸς ὢν αὐτὸς ὁ ἐπιτιμήσας τῇ Ἐρυθρᾷ θαλάσσῃ καὶ ξηραί‐
40νων αὐτὴν, ὡς διοδεύσιμον αὐτὴν γενέσθαι, τὴν πά‐ λαι θάλασσαν καὶ ἄβυσσον διὰ τὸ τῶν ὑδάτων πλῆθος οὕτω καλουμένην. Καὶ ἔσωσε αὐτοὺς ἐκ χειρὸς μισοῦντος, καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθροῦ. Ἐκάλυψεν
45ὕδωρ τοὺς θλίβοντας αὐτοὺς, εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη. Ζητήσῃ τις ἂν περὶ τῶν ἐπιμίκτων Αἰ‐ γυπτίων, τῶν διελθόντων τὴν θάλασσαν, καὶ εἰς τὴν ἔρημον ἅμα τῷ λαῷ γενομένων. Πρὸς ὃν ἐροῦμεν, ὅτι μὴ τῶν θλιβόντων ἦσαν τὸν Ἰσραήλ. Περὶ δὲ τῶν

23

.

1313

(50)

θλιβόντων εἴρητο τὸ, Εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη. Ὁ δὲ ἐπίμικτος λαὸς Αἰγύπτιος μὲν ἦν, πιστεύων δὲ ταῖς Μωϋσέως φωναῖς, σωτηρίας ἔτυχεν. Καὶ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. Ἐτάχυναν, ἐπελάθοντο τῶν ἔρ‐
55γων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ. Σὺν τῷ Μωϋσῇ καὶ Ἀαρὼν τὴν ᾠδὴν τὴν ἐν τῇ ἐξόδῳ παραυτίκα καὶ παραχρῆμα μεταβαλλόμενοι ἐτάχυναν,
ἐπελάθοντο τῶν ἔργων αὐτοῦ.1312 in vol. 23

23

.

1316

Καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. Καὶ ἔδωκεν αὐ‐ τοῖς τὸ αἴτημα αὐτῶν, ἐξαπέστειλε πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν. Καὶ παρώξυναν τὸν Μωϋ‐
5σῆν ἐν τῇ παρεμβολῇ, τὸν Ἀαρὼν, τὸν ἅγιον Κυρίου. Ὅτε μὲν τὸν Θεὸν ἐπείρασαν ἐν ἀνύδρῳ, ἀπείραστος, ὢν ἀμνησίκακος, οὐκ ἀμειψάμενος αὐ‐ τοὺς ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν. Ἀλλὰ καὶ ὅτε παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ,
10καὶ τότε ἐγνώρισεν αὐτοῖς τὴν δυναστείαν αὐτοῦ· ὅτε δὲ παρώργισαν τὸν Μωϋσῆν καὶ τὸν Ἀαρὼν ἐν τῇ παρεμβολῇ, τὸ τηνικαῦτα ἠνοίχθη ἡ γῆ, καὶ κατέ‐ πιεν αὐτούς· οὐκ ἔδει γὰρ καταφρονηθῆναι τοὺς θε‐ ράποντας. Ἀλλὰ καὶ ἐπείπερ χρηστότης ἐστὶ καὶ
15ἀποτομία παρ’ αὐτῷ, πρῶτα τὰ τῆς χρηστότητος αὐ‐ τοῖς παρέσχετο· ὡς δὲ οὐκ ὤναντο δι’ αὐτῆς, ἀκολού‐ θως καταλλήλῳ μετέρχεται αὐτοὺς φαρμάκῳ κολα‐ στηρίῳ· Ἠνοίχθη ἡ γῆ, καὶ κατέπιε Δαθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν κεφαλὴν Ἀβειρών. Καὶ ἐξ‐
20εκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν, φλὸξ κατέ‐ φλεξεν ἁμαρτωλούς. Μωϋσῆν μὲν οὖν παρώργισαν οἱ περὶ Δαθὰν καὶ Ἀβειρὼν εἰπόντες· Μὴ Μωϋσεῖ μόνῳ λελάληκεν ὁ Θεὸς, οὐχὶ καὶ ἡμῖν; τὸν δὲ Ἀαρὼν Κορὲ καὶ ἡ συναγωγὴ αὐτοῦ πῦρ ἀλλότριον
25προσαγαγεῖν, καὶ θυσίας τῷ Θεῷ ἐν χώρᾳ τῶν ἱερέων τολμήσαντες, παρώργισαν· ἀλλὰ τοὺς μὲν καταλαλή‐ σαντας τοῦ Μωϋσέως, τὸν Δαθὰν παγγενεῖ ἀνοιχθεῖσα ἡ γῆ κατέπιε, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβει‐ ρών· τὸν δὲ Κορὲ καὶ τοὺς σὺν αὐτῷ μέλλοντας προσφέρειν τὰ θυμιατήρια αὐτῶν φλὸξ ἀπὸ τῆς σκηνῆς
30προελθοῦσα κατέφλεξεν. Καὶ ἐποίησαν μόσχον ἐν Χωρὴβ, καὶ προσεκύ‐ νησαν τῷ γλυπτῷ, καὶ ἠλλάξαντο τὴν δόξαν αὐ‐ τοῦ ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον. Ἐπε‐ λάθοντο τοῦ Θεοῦ τοῦ σώζοντος αὐτοὺς, τοῦ
35ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ, θαυμάσια ἐν γῇ Χὰμ, φοβερὰ ἐπὶ θαλάσσης Ἐρυθρᾶς. Καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτοὺς, εἰ μὴ Μωϋσῆς ὁ ἐκλε‐ κτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ, τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ τοῦ μὴ ἐξολο‐
40θρεῦσαι αὐτοὺς, καὶ ἐξουδένωσαν γῆν ἐπιθυμη‐ τήν. Οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ἐγόγ‐ γυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν, οὐκ εἰσήκουσαν τῆς φωνῆς Κυρίου. Καὶ ἐπῇρε τὴν χεῖρα αὐτοῦ ἐπ’ αὐτοὺς, τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ,
45καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσι, καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώραις. Καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ, καὶ ἔφαγον θυ‐ σίας νεκρῶν. Καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπι‐ τηδεύμασιν αὐτῶν, καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ

23

.

1316

(50)

πτῶσις. Καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκό‐ πασεν ἡ θραῦσις· καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιο‐ σύνην εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος. Κεῖται ἐν τοῖς Ἀριθμοῖς ἡ ἱστορία, ὅπως λαβὼν ὁ Φινεὲς τὸν σειρομάστην διέπειρε τὴν Μαδιανῖτιν ἅμα
55τῷ σὺν αὐτῇ πεπορνευκότι, καὶ ἐκόπασε παραχρῆμα ἡ κατ’ αὐτῶν ὀργὴ ἅμα τῇ τοιαύτῃ πράξει. Παρίστησι δὲ ὁ λόγος, πόσον ἰσχύει παρὰ Θεῷ ἑνὸς ἀνδρὸς δικαιοσύνη, ὡς κοπάσαι τὴν ὀργὴν, καὶ ἀνακρουσθῆναι τὴν
κατὰ τῶν ἡμαρτηκότων θραῦσιν, διὰ τὸν Φινεὲς ὑπὲρ τοῦ Θεοῦ ζῆλον.1314 in vol. 23

23

.

1317

Καὶ παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας, καὶ ἐκακώθη Μωϋσῆς δι’ αὐτοὺς, ὅτι παρεπίκρα‐ ναν τὸ πνεῦμα αὐτοῦ. Καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ, οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη ἃ
5εἶπε Κύριος αὐτοῖς. Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν, καὶ ἐδουλεύσαντο τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδα‐ λον. Καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγα‐ τέρας αὐτῶν τοῖς δαιμονίοις. Καὶ ἐξέχεαν αἷμα
10ἀθῶον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυ‐ σαν τοῖς γλυπτοῖς Χαναάν. Καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι, καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν, καὶ ἐπόρνευσαν ἐπὶ τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν
15αὐτοῦ, καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ. Εἰ διὰ ταῦτα πάντα ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ, πῶς ἀνωτέρω εἴρηται· Τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐ‐ φροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ
20τῆς κληρονομίας σου; Ἀλλὰ ὅρα εἰ μὴ σαφῶς καὶ τὴν βδελυχθεῖσαν κληρονομίαν τοῦ προτέρου λαοῦ παρέστησεν ὁ λόγος, καὶ περὶ ἑτέρας κληρονομίας θεσπίζει, ὡς καὶ περὶ ἑτέρου λαοῦ μεθ’ ὧν εὔχεσθαι καταριθμηθῆναι διδάσκει.
25 Καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐχθρῶν, καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς. Οὐ πα‐ ραδίδωσι δὲ Κύριος τὸν λαὸν αὐτοῦ, ἐὰν μὴ πρότερον βδελύξηται αὐτόν· βδελύσσεται δὲ αὐτὸν διὰ τὰς προ‐ λελεγμένας πράξεις. Ἐπειδὰν δὲ ὁ Κύριος παραδῷ,
30τίς οὐ δύναται τῶν αὐτοῦ κυριεύσειν; Καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν· πλεονάκις ἐῤῥύσατο αὐτούς. Αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐ‐ τῶν, καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν.
35Αὐτὸς μὲν, φησὶν, ἐῤῥύετο, χρηστὸς ὢν αὐτοῖς καὶ γλυκὺς γενόμενος· οἱ δὲ παρεπίκραναν, πικρὸν ἑαυ‐ τοῖς ποιοῦντες αὐτόν· καὶ πάλιν αὐτὸς ἔσωζεν οἷα σωτήρ· οἱ δὲ ἀπώλλυντο, ἔργοις ἀπωλείας ἑαυτοὺς περιπείροντες· καὶ τοῦτο πλεονάκις ἐγίνετο, ἕως οὗ
40αὐτοὶ ἑαυτοὺς ἐταπείνωσαν ἐν ταῖς αὑτῶν ἀνομίαις. Καὶ εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτοὺς, ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν. Καὶ ἐμνή‐ σθη τῆς διαθήκης αὐτοῦ, καὶ μετεβλήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ. Καὶ ἔδωκεν αὐτοὺς εἰς
45οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτευ‐ σάντων αὐτούς. Καὶ τοῦτο ἐπληροῦτο, ὅτε ἐνέβαλεν ὁ Θεὸς εἰς τὴν καρδίαν Κύρου τοῦ βασιλέως, καὶ μετὰ ταῦτα Δαρείου καὶ Ἀρταξέρξου φιλανθρώπως χρή‐ σασθαι τῷ Ἰουδαίων ἔθνει, κατὰ τὰ ἐν τῇ Γραφῇ τοῦ

23

.

1317

(50)

Ἔσδρα φερόμενα. Ἀλλὰ καὶ εἰσέτι νῦν τῇ ἀρχῇ τῶν Ῥωμαίων δουλεύοντες ἐν οἰκτιρμοῖς τυγχάνουσι, τοῦ Θεοῦ τοῦτο αὐτοῖς δεδωρημένου· οὐχ ὅτι ἦσαν ἄξιοι, ἀλλὰ πάλιν διὰ τὸ πλῆθος τοῦ ἐλέους. Καὶ μετεβλήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ. Μεταμέλειαν
55δὲ καλεῖ τῆς παιδείας τὴν παῦλαν. Ὁ γὰρ Θεὸς τῆς μεταμελείας οὐκ ἔχει τὸ πάθος, οὐδὲ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἀρέσκεται, ἀλλὰ σοφῶς ἅπαντα πρυ‐ τανεύων, καὶ παιδείας ἐπάγει καὶ φιλανθρωπίας
ὀρέγει.1316 in vol. 23

23

.

1320

Σῶσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ ἐπισυν‐ άγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν, τοῦ ἐξομολογεῖσθαι τῷ ὀνόματί σου τῷ ἁγίῳ, τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰ‐ νέσει σου. Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ
5ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. Καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο. Διδάσκονται εὔχεσθαι τυχεῖν τῆς ἀπὸ τῶν ἐθνῶν συναγωγῆς, ἵν’ ἤδη ποτὲ τῆς διασπορᾶς ἀπαλλαγέντες ἐπὶ τὸ αὐτὸ συναχθῶσιν· ὅπερ Ἰουδαῖοι μὲν φαντάζονται μέλλειν ἔσεσθαι ἐν
10τῷ παρόντι βίῳ, ἐπιστάντος αὐτοῖς τοῦ ἠλειμμένου· ἡμεῖς δὲ, ἤδη τοῦ Σωτῆρος ἡμῶν ἐπιλάμψαντος ἀν‐ θρώποις, ὁρῶμεν ἐκ πάντων τῶν ἐθνῶν τὸ πλῆθος τῶν ὁσημέραι ὑπὸ τὸν τοῦ Θεοῦ Υἱὸν ἐπισυναγομένων ψυχῶν, ἐντεῦθέν τε παρασκευαζομένων ἐπὶ τὴν κρείτ‐
15τονα ἐπισυναγωγὴν τῆς τῶν οὐρανῶν βασιλείας, ἥν‐ τινα ἀληθῶς ἁγίαν ἐπαγγέλλεται. Εὐλογητὸς Κύ‐ ριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. Καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο. Ἀκολούθως τῷ Ἀποστόλῳ φήσαντι· Ἐν παντὶ εὐχα‐
20ριστεῖσθε, καὶ νῦν ὁ λόγος διδάσκει, πάντοτε εὐλογεῖν τὸν Κύριον, καὶ ἐφ’ οἷς ἐλεεῖ καὶ ἐφ’ οἷς παιδεύει, καὶ ἐφ’ οἷς σώζει. ΑΛΛΗΛΟΥΙΑ. Ρϛʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς
25τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτωσαν οἱ λελυ‐ τρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλύτρωσεν ἐκ χειρὸς ἐχθρῶν, καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς, ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βοῤῥᾶ καὶ θαλάσ‐ σης· ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ, ἐν ἀνύδρῳ. Τῷ
30Κυρίῳ ἐξομολογεῖσθαι δεῖ κατά τε τὸ ὁμολογεῖν τὰ ἑαυτῶν πλημμελήματα ὡς ἰατρῷ, κατά τε τὸ εὐχα‐ ριστεῖν αὐτῷ ἐπὶ ταῖς εἰς ἡμᾶς εὐεργεσίαις, τὸ ἐχέγ‐ γυον τῆς παρ’ αὐτοῦ θεραπείας ἔχοντας· ὅτι μὴ μό‐ νον χρηστός ἐστιν, ἀλλὰ καὶ παρατείνει τὸ ἔλεος αὐ‐
35τοῦ εἰς πάντα τὸν παρόντα αἰῶνα. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθρῶν, καὶ ἐκ χωρῶν συνήγαγεν αὐτούς. Εἰκότως καὶ ἐπὶ τοῦ παρόντος ἡ κλῆσις τῶν ἐθνῶν, ἡ διὰ τοῦ Σωτῆρος ἡμῶν εἰς ἔργον χωρήσασα, προ‐
40φητεύεται μετὰ τὴν ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους, τὴν διὰ τοῦ πρὸ τούτου ψαλμοῦ δηλωθεῖσαν· ἐν ᾧ μετὰ τὸν μακρὸν κατάλογον τῶν ἀσεβειῶν αὐτῶν ἐλέγετο· Καὶ ὠργίσθη Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ· καὶ ἐβδε‐ λύξατο τὴν κληρονομίαν αὐτοῦ. Οὓς ἐλυτρώσατο
45ἐκ χειρὸς ἐχθρῶν· τοὺς πάλαι ὑπὸ τῶν ἐχθρῶν καὶ πολεμίων τῶν ἀνθρώπων, τουτέστι τοῦ διαβόλου κα‐ ταδεδουλωμένους. Καὶ ἀπὸ χωρῶν συνήγαγεν αὐ‐ τοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βοῤῥᾶ καὶ θαλάσσης. Ἐπισυνάγει δὲ αὐτοὺς εἰς τὴν αὐτοῦ

23

.

1320

(50)

Ἐκκλησίαν ἐκ παντὸς ἔθνους· πᾶσαν γὰρ τὴν οἰκου‐ μένην διὰ τῶν τεσσάρων ἐδήλωσε κλιμάτων. Ἐκ τού‐ των γὰρ ἔθνος καινὸν καὶ κληρονομία τοῦ Θεοῦ νέα συνέστη. Εἰκὸς μὲν οὖν τινα νομίσαι τὴν τῶν Ἰου‐ δαίων ἐκ τῶν ἐθνῶν συναγωγὴν διὰ τοῦ παρόντος
55δηλοῦσθαι ψαλμοῦ, ὡς μελλόντων τῶν καθ’ ὅλης τῆς οἰκουμένης Ἰουδαίων ἀποχωρίζεσθαι τῶν ἐθνῶν, καὶ
τῆς κατὰ τὴν ἀλλοδαπὴν διατριβῆς ἀπαλλάττεσθαι,1318 in vol. 23

23

.

1321

συνάγεσθαι δὲ ἐπὶ τὴν Ἰουδαίαν γῆν. Τοιαῦτα γὰρ εἰσέτι καὶ νῦν παῖδες Ἰουδαίων φαντάζονται. Ἀλλ’ ἐπεὶ μὴ ταῦτα περὶ αὐτοὺς τοῖς ἔργοις ὁρᾶται γεγε‐ νημένα, ἤδη που χιλίοις ἐγγὺς ἔτεσι τῆς ἀπὸ τῆς εἰς
5Βαβυλῶνα αἰχμαλωσίας αὐτῶν μηδενὸς τοιούτου περὶ αὐτοὺς πραχθέντος· ὥρα τῇ τῶν πραγμάτων ἐκβάσει τοὺς λόγους ἐφαρμόττειν, καὶ ἐπὶ τὴν τῶν ἐθνῶν κλῆσιν ἀνάγειν τὴν προφητείαν. Ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ καὶ ἀνύδρῳ, ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον· πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπεν.
10Ἡμεῖς μὲν οἱ πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν θεοσεβείας καὶ ἐν ἀκάρπῳ, ἀνύδρῳ τε καὶ ἀγόνῳ ζωῇ πάλαι πρό‐ τερον πεπλανημένοι, ὅτε ἦμεν ἔθνη ἄλογα, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ἀπαγόμενοι, οἱ μηδέποτε ὁδὸν πό‐ λεως κατοικητηρίου εὑρόντες· ὅτε ἦμεν ἀλλότριοι τῆς
15πολιτείας τοῦ Ἰσραὴλ, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ· οἱ μεμισημένοι πάλαι, ἐν λιμῷ καὶ δίψει τὴν ψυχὴν ἐκλείποντες, διὰ τὸ ἐστερῆσθαι λογι‐ κῆς καὶ ἐπουρανίου τροφῆς ποτοῦ τε πνευματικοῦ, κατὰ τό· Ἐξαποστελῶ οὐ λιμὸν ἄρτου, οὐδὲ δί‐
20ψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυ‐ ρίου. Καὶ σαλευθήσονται ὕδατα ἀπὸ τῆς θαλάσ‐ σης ἕως τῆς θαλάσσης, καὶ ἀπὸ βοῤῥᾶ ἕως ἀνα‐ τολῶν, περιδραμοῦνται ζητοῦντες τὸν λόγον Κυ‐ ρίου, καὶ οὐ μὴ εὕρωσι· διὸ καὶ ἐν ἐρήμῳ τῶν
25ἀρετῶν ὄντες ἐπλανώμεθα, ποδηγὸν καὶ ἡγεμόνα μὴ ἔχοντες, ᾧ ἑπόμενοι εὑρεῖν οἷοί τε ἦμεν μετὰ τὴν ὁδὸν πόλιν εὖ διατεταγμένην ἱερῷ νόμῳ, ἐν ᾗ κατοικεῖν ἠδυνάμεθα μὴ ἀναχωροῦντες· αὕτη δέ ἐστιν ἀρετὴ καὶ Θεοῦ σοφία. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ
30θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐῤ‐ ῥύσατο αὐτούς. Τῶν ἐθνῶν ἁπάντων πλανωμένων ἐν γῇ ἐρήμῳ καὶ ἀνύδρῳ, καὶ τῆς ψυχῆς αὐτῶν ἐκλει‐ πούσης ἐξ ἀτροφίας σωτηρίων λόγων, ἐβόων πρὸς τὸν Θεὸν ἱκετεύοντες, κοινὸν ἅπασι καταπεμφθῆναι Σω‐
35τῆρα. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς. Τοὺς ἐγκεχειρισμένους αὐτοὺς ὑπερπάσχον‐ τες καὶ ὑπεραλγοῦντες αὐτῶν καὶ διψώντων καὶ τὴν ψυχὴν ἤδη δι’ ἀτροφίαν ἐκλειπόντων, ἐβόων αὐτοὶ καὶ ἔκραζον πρὸς Κύριον, ὑπὲρ τῶν οἰκείων ἕκαστος
40πρεσβεύοντες. Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πο‐ ρευθῆναι εἰς πόλιν κατοικητηρίου. Ἐξομολογη‐ σάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυ‐ μάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Οἱ μὲν γὰρ
45ἐπλανήθησαν ἐν γῇ ἐρήμῳ καὶ ἀνύδρῳ, τοῦτο πρῶτον νόσημα νενοσηκότες τὸ τῆς πλάνης· καὶ δευτέρῳ κα‐ κῷ περιπεσόντες ὁδὸν πόλεως κατοικητηρίου αὐτῶν οὐχ εὗρον· καὶ τρίτον δὲ αὐτοὺς περιέσχε κακὸν, ἐπείπερ ἦσαν πεινῶντες καὶ διψῶντες, ὡς τὴν ψυχὴν

23

.

1321

(50)

αὐτῶν ἐκλείπειν ἐν αὐτοῖς. Ὁ δὲ φιλάνθρωπος Θεὸς καὶ ἀγαθὸς Σωτὴρ πρῶτον μὲν ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν· ἔπειτα ἔδειξεν αὐτοῖς πῶς χρὴ βαδίζειν τὴν φέρουσαν εἰς τὴν πόλιν τοῦ κατοικητηρίου. Καὶ τίς ἂν εἴη ἡ εὐθεῖα ὁδὸς ἢ ὁ σωτήριος λόγος ὁ εὐαγ‐
55γελικὸς, ὁ μόνος ἡμᾶς ἄγων εἰς τὴν ἐπουράνιον πό‐ λιν· ἐν ᾗ γενόμενοι τὸ κατοικητήριον ἡμῶν εὑρήσο‐
μεν; Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη1320 in vol. 23

23

.

1324

αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀν‐ θρώπων· κηρύσσοντες εἰς πάντας τοὺς υἱοὺς τῶν ἀν‐ θρώπων, ὅπως οἱ πάντες, τὴν χάριν τὴν εἰς ἡμᾶς γεγενημένην καὶ τὰ ἐλέη τοῦ Θεοῦ μαθόντες, σπεύ‐
5σωμεν ἐπὶ τὴν αὑτῶν σωτηρίαν. Ὅτι ἐχόρτασε ψυχὴν κενὴν, καὶ ψυχὴν πεινῶ‐ σαν ἐνέπλησεν ἀγαθῶν, καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ. Ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Κυρίου,
10καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παρώξυναν. Σκιὰν θανάτου οὐκ ἂν ἁμάρτοις λέγων τὴν εἰδωλολατρείαν καὶ τὰς ἐν ἀθεότητι πράξεις. Αὗται γάρ εἰσιν αἱ χω‐ ρίζουσαι ἡμᾶς τῆς ἀληθινῆς ζωῆς. Ἐν ταύταις δὲ ἦμεν πρότερον, διὰ τὸ παραπικραίνειν τὸν Θεὸν, καὶ
15τὴν βουλὴν τοῦ Ὑψίστου παροξύνειν. Δέον γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων τὸν γενεσιουργὸν τῶν ὅλων θεωρεῖν, καὶ τὴν ἀΐδιον αὐτοῦ δύναμιν καὶ θειότητα ἀπὸ κτίσεως κόσμου νοεῖν· ἡμεῖς δὲ οἷα τυ‐ φλοὶ ἐν σκότῳ καὶ σκιᾷ θανάτου διάγοντες, καὶ τὰς
20λογικὰς τῆς ψυχῆς δυνάμεις πεπεδημένοι καὶ πεπη‐ ρωμένοι, ἐνηλλάττομεν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετει‐ νῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. Καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν·
25ἠσθένησαν καὶ οὐκ ἦν ὁ βοηθῶν. Ἐτηρεῖτο γὰρ τὸ μέγα τοῦτο κατόρθωμα μόνῳ τῷ Λόγῳ τοῦ Θεοῦ, περὶ οὗ ἑξῆς εἴρηται· Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Καὶ ἐκέκραξαν πρὸς Κύ‐
30ριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγ‐ κῶν αὐτῶν ἔσωσεν αὐτούς. Καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξε. Πῶς γὰρ οὐκ ἦμεν ἐν ἀνάγκαις, πονηροῖς δαίμοσι καὶ πνεύμασιν ἀκαθάρτοις δεδουλω‐
35μένοι; Ἀλλ’ ὁ φιλάνθρωπος καὶ ἐλεήμων Θεὸς, ταῖς τῶν ἁγίων αὐτοῦ προφητῶν τε καὶ θεοφιλῶν ἀνδρῶν εὐχαῖς ἐπακούσας βοώντων ὑπὲρ ἡμῶν πρὸς αὐτὸν, οὐ μόνον ἐξήγαγεν ἡμᾶς ἐκ τούτων, ἀλλὰ καὶ τούτων τὰ δεσμὰ διέῤῥηξεν. Δηλοῖ δὲ τοῦτο τὴν ἀθρόαν τῶν
40ἁμαρτωλῶν ἄφεσιν, ἧς κατηξίωσεν ἡμᾶς ἡ τοῦ Σω‐ τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χάρις. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐ‐ τοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀν‐ θρώπων· ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μο‐
45χλοὺς σιδηροῦς συνέθλασεν. Ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν· διὰ γὰρ τὰς ἀνομίας αὐ‐ τῶν ἐταπεινώθησαν. Καὶ νῦν τὸ αὐτὸ λέγεται ἐπὶ ταῖς δευτέραις εὐεργεσίαις αὐτοῦ. Ἡγοῦμαι δὲ διὰ τούτων τὴν μέχρι θανάτου κατάπτωσιν τῶν ἀνθρω‐

23

.

1324

(50)

πίνων ψυχῶν δηλοῦσθαι· δι’ ἃς καὶ μέχρι θανάτου ἐδέησε τῷ λυτρωτῇ πάντων καὶ Σωτῆρι κατελθεῖν. Ἔνθα γενόμενος μόνος τῶν πώποτε ὁ Χριστὸς τοῦ Θεοῦ, τὰς ἐξ αἰῶνος σιδηροδέτους πύλας, καὶ τὰς μηδενὶ θνητῷ ἀνοιχθείσας, καὶ διὰ τοῦτο χαλκᾶς γε‐
55νομένας, συνέτριψε, καὶ τοὺς τούτων ἀῤῥήκτους μοχλοὺς συνέκλασεν. Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου. Διὰ κα‐
κοεξίαν τῶν ἀποστρεφομένων πᾶσαν λογικὴν καὶ1322 in vol. 23

23

.

1325

ψυχῶν σωτήριον τροφὴν, εἰκότως ἀποσταλεὶς ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς μέχρι τῶν τοῦ θανάτου πυλῶν ἔφθασε, σαρκωθεὶς καὶ ἐνανθρωπήσας, χεῖρα σωτη‐ ρίας ὀρέξας καὶ τοῖς μέχρι τούτου καταπεπτωκόσι,
5καὶ πρὸς αὐτὸν ἀναβοήσασι. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγ‐ κῶν αὐτῶν ἔσωσεν αὐτούς. Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Ἐξομολογησάσθωσαν
10τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει, οἱ καταβαίνοντες εἰς θά‐ λασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι
15πολλοῖς. Μνημονεύσας ὁ λόγος τῆς ἀφίξεως τοῦ Λυτρωτοῦ καὶ Σωτῆρος, δι’ οὗ τὰ προλεγόμενα πάντα κατώρθωται, ἑξῆς συνάπτει τὴν περὶ τῶν ἀποστόλων αὐτοῦ προφητείαν. Αὐτοὶ γὰρ ἦσαν οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ῥητῶς καὶ
20κατὰ λέξιν· ὥσπερ οὖν ἡ θεία Γραφὴ τῶν Εὐαγγε‐ λίων μαρτυρεῖ. Τοιγαροῦν τῶν ἀποστόλων καὶ τῶν ἅμα αὐτοῖς ἡ παροῦσα προφητεία τὴν μνήμην σφόδρα ἀκολούθως συνῆψε τῇ τοῦ Θεοῦ Λόγου εἰς ἀνθρώ‐ πους παρουσίᾳ. Αὐτοῖς τοιγαροῦν τούτοις καὶ τὰ νέα μυστήρια τῆς Καινῆς Διαθήκης πράττειν παρεκε‐
25λεύετο, λέγων· Καὶ θυσάτωσαν θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιά‐ σει. Εἶπε, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς. Ἀναβαίνουσιν ἕως τῶν οὐρα‐ νῶν καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων, ἡ ψυχὴ
30αὐτῶν ἐν κακοῖς ἐτήκετο. Ἐταράχθησαν, ἐσα‐ λεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξ‐ ήγαγεν αὐτούς. Καὶ ἐπάταξε τῇ καταιγίδι, καὶ
35ἔστη εἰς αὔραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς. Ταῦτα προφητικῶς θεσπιζόμενα ἐπληροῦτο ῥητῶς καὶ πρὸς λέξιν· τῶν γὰρ μαθητῶν τοῦ Σωτῆρος ἡμῶν ἐμπλεόντων σὺν αὐτῷ, σεισμὸς, φησὶν, ἐγέ‐ νετο μέγας ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον κα‐
40λύπτεσθαι ὑπὸ τῶν κυμάτων. Οἱ δὲ προσπεσόντες εἶπον αὐτῷ· Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα. Ὁ δὲ πρὸς αὐτοὺς φήσας· Τί δειλοί ἐστε, ὀλιγόπι‐ στοι; ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. Καὶ εὐφρανθήτωσαν,
45ὅτι ἡσύχασαν, καὶ ὡδήγησεν αὐτοὺς εἰς λιμένα θελήματος αὐτοῦ. Ἐξομολογησάσθωσαν τῷ Κυ‐ ρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ, καὶ ἐν καθέδρᾳ πρεσβυτέρων

23

.

1325

(50)

αἰνεσάτωσαν αὐτόν. Ὁδηγηθέντες ἐπὶ λιμένα θελή‐ ματος αὐτοῦ· ἐφ’ οἷς ὁ λόγος ἀναγκαίως προστάττει τέταρτον οὕτω τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ τὰ ἐλέη αὐτοῦ διὰ στόματος φέρειν· παρεγγυᾷ πᾶσί τε τοῖς υἱοῖς τῶν ἀνθρώπων ἀπαγγέλλειν τὰ θαυμάσια
55αὐτοῦ. Ἔθετο ποταμοὺς εἰς ἐρήμωσιν, καὶ ἐξό‐ δους ὑδάτων εἰς δίψαν, γῆν καρποφόρον εἰς
ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ.1324 in vol. 23

23

.

1328

Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων, γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. Καὶ κατῴκισεν ἐκεῖ πει‐ νῶντας, καὶ συνεστήσαντο πόλεις κατοικεσίας. Καὶ ἔσπειραν ἀγροὺς καὶ ἐφύτευσαν ἀμπελῶνας,
5καὶ ἐποίησαν καρπὸν γεννήματος. Καὶ εὐλόγη‐ σεν αὐτοὺς καὶ ἐπληθύνθησαν σφόδρα, καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν. Καὶ ὠλιγώθησαν καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης. Ἐξεχύθη ἐξουδένωσις ἐπ’ ἄρχοντας αὐτῶν, καὶ
10ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ. Τὸ μὲν γὰρ πλῆθος τοῦ Ἰουδαίων ἔθνους εἰς τοσαύτην ἤλασεν ἀγαθῶν σπάνιν, ὡς ὀλίγους εὑρίσκεσθαι ἐν αὐτοῖς τοὺς κατὰ Θεὸν εὐδοκιμοῦντας. Καὶ τὸ μὲν πᾶν ἔθνος ταύτην ὑπέμεινε τὴν πρόῤῥησιν· οἱ δ’ ἐν αὐτοῖς ἄρχοντες, πατριάρχαι τινὲς καὶ ἀρχιερεῖς καὶ
15νομοδιδάσκαλοι, Σαδδουκαῖοί τε καὶ Γραμματεῖς καὶ Φαρισαῖοι αἰσχύνην κατεχέαντο, ἐξουδενώσει παρα‐ δοθέντες· ἅτε δὴ κληθέντες ἐπὶ τὴν εὐθεῖαν ὁδὸν καὶ παραιτησάμενοι αὐτήν. Καὶ ἐβοήθησε πένητα ἐκ πτωχείας. Καὶ ἐν τού‐ τοις συνήθως ὁ Σύμμαχος ἐξέδωκεν εἰπών· Καὶ ὀχυρώσει πένητα ἀπὸ κακώσεως. Ἐκείνοις μὲν
20γὰρ ἔσται τὰ προδηλωθέντα, φησί· τὸν δὲ πένητα λαὸν ὀχυρώσει· τὸν ἐξ ἐθνῶν δηλαδὴ συστησόμενον· ὃν καὶ μακαρίζων ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔλεγε· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Καὶ
25ἔθετο ὡς πρόβατα πατριάς· ὁ δὲ Ἀκύλας, Καὶ θήσει, φησὶν, ὡς ποίμνιον συγγενείας· ὁ δὲ Σύμ‐ μαχος, Καὶ τάξει, φησὶν, ὡς ποίμνην συγγενείας, τὰς κατὰ πόλιν καὶ κατὰ χώραν Ἐκκλησίας ἐκ διαφό‐ ρων συγγενειῶν συνεστώσας.
30 Ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. Τί δὲ ὄψονται ἀλλ’ ἢ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μετα‐ βολήν; Διὸ τοῖς τὰ τέλη τῶν προφητειῶν τεθεαμένοις ἔλεγεν ὁ Σωτήρ· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ,
35ὅτι βλέπουσι· καὶ, Πολλοὶ προφῆται ἐπεθύμη‐ σαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον. Καὶ πᾶσα ἀδικία ἐμφράξει τὸ στόμα αὐτῆς· λυττῶσα ὑπὸ φθόνου διαῤῥηγνυμένη, μηδὲν δὲ πράττειν διὰ τὸν ταῦτα βουληθέντα Θεὸν δυναμένη. Τοῦτο δὲ πάρ‐
40εστιν ἐναργῶς ὁρᾷν, ὡς κατὰ τῆς Ἐκκλησίας τοῦ Χριστοῦ ἡ τῶν ἀπίστων καὶ εἰδωλολατρῶν ἀνδρῶν ἀνομία λυττῶσα καὶ πολλάκις ἐπιμήνασα, τέλος διὰ τὸ μηδὲν δύνασθαι, τὸ στόμα ἑαυτῆς ἔφραξεν ὑπὸ τοῦ θείου λόγου φιμουμένη, τοῦ καὶ αὐτῇ κατὰ τοὺς
45τῶν διωγμῶν καιροὺς φάσκοντος· Σιώπα, πεφίμω‐ σο. Ἀνομίαν δὲ νοήσεις τὸν διάβολον, καὶ πάντα τὸν κατ’ αὐτὴν πεποιημένον, κατὰ τό· Ἐνεφράγη τὸ στόμα λαλούντων ἄδικα. Τίς σοφὸς, καὶ φυλάξει ταῦτα, καὶ συνήσουσι τὰ ἐλέη τοῦ Κυρίου;

23

.

1328

(50)

ῼΔΗ ΨΑΛΜΟΥ Τῼ ΔΑΥΙΔ. ΡΖʹ. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. Ἐξεγέρ‐ θητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Ἐξομολογήσομαι
55σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσιν. Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως
τῶν νεφελῶν ἡ ἀλήθειά σου, Ὁ τοῦ σωτηρίου1326 in vol. 23

23

.

1329

μακαρισμοῦ γενόμενος ἄξιος, δι’ οὗ εἴρηται· Μακά‐ ριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται, εἴποι ἂν θαῤῥῶν· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός. Ὁ Προφήτης οὖν, τὰ φίλα καὶ συγγενῆ τῷ
5ἁγίῳ Πνεύματι δι’ ἐναρέτων ἔργων ἐπιτελέσας, τῷ τοιούτων δοτῆρι Θεῷ τὴν προκειμένην εὐχὴν ἀνα‐ πέμπει. ᾌσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου· ἀπο‐ λαβὼν τὴν ἐμαυτοῦ δόξαν, τουτέστι τὴν προφητικὴν χάριν. Ἐξεγέρθητι, ἡ δόξα μου, ἐξεγέρθητι, ψαλ‐
10τήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ὄρθρου. Μήποτε τὰς δυνάμεις τῆς ἑαυτοῦ ψυχῆς καὶ τοῦ σώματος διεγείρει διὰ τὴν μέλλουσαν εἰς αὐτὸν γενέσθαι τοῦ θείου Πνεύματος ἐπίπνοιαν· καὶ κατὰ διάνοιαν μὲν ἐκλαμβανόντων ἡμῶν τὰ μέλη τοῦ σώματος καὶ τὰ
15αἰσθητήρια, δι’ ὧν ὁ νοῦς ἀνακρούεται ὅτε δ’ ἂν βού‐ ληται· ψαλτήριον δὲ τὰς ἀσωμάτους καὶ λογικὰς τῆς ψυχῆς δυνάμεις, ἃς δὴ παρασκευάζων εἰς τὴν τοῦ Πνεύματος ὑποδοχήν φησιν· Ἐξεγέρθητι, ψαλτή‐ ριον καὶ κιθάρα. Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ
20πᾶσαν τὴν γῆν ἡ δόξα σου, ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου. Σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκου‐ σόν μου. Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοι‐ λάδα τῶν σκηνῶν διαμετρήσω. Ἱκετεύω καὶ δέο‐
25μαι τάχος ἐπιστῆναι τὴν χάριν, καὶ σὲ τὸν ὕψιστον Θεὸν τὸν ἐν τοῖς οὐρανοῖς ὑμνούμενον γνωσθῆναι, καὶ τὴν σαυτοῦ δόξαν φανερὰν ποιῆσαι ἐπὶ πᾶσαν τὴν γῆν. Τούτου γὰρ γενομένου, ῥυσθήσονται οἱ ἀγαπη‐ τοί σου ἀπὸ τῆς πικρᾶς δουλείας καὶ αἰχμαλωσίας ἣν
30πεπόνθασιν ὑποχείριοι γενόμενοι. Σῶσον τῇ δεξιᾷ σου, καὶ ἐπάκουσόν μου. Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ. Τίς ἦν ὁ ἅγιος αὐτοῦ ἢ ὁ μονογενὴς Παῖς, ὁ ὢν ἀληθῶς ἅγιος καὶ ἀγαπητὸς, δι’ οὗ τὴν ἀπόκρισιν ἐποιήσατο πρὸς τὴν ἀποδοθεῖσαν εὐχὴν αὐ‐
35τοῖς ὁ Θεός· πρὸς μὲν οὖν τὴν εὐχὴν τὴν φήσασαν· Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, ἀποκρίνεται λέγων, Ὑψωθήσομαι, πρὸς δὲ τό· Καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου, πάλιν ἀποκρίνεται τὰ ἀκό‐ λουθα ἀπὸ τοῦ, Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα,
40καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. Ταύτην τοίνυν, φησὶ, τὴν κοιλάδα, τουτέστι πᾶσαν τὴν τῶν ἀνθρώπων οἰκουμένην, εἰς σκηνὰς διαμετρήσω, ὥσπερ χωρομετρῶν καὶ καταγράφων αὐτούς· διαμετρήσω εἰς σκηνὰς κατὰ πᾶσαν πόλιν, καὶ χώραν καὶ κώμην· καὶ πάλιν, σκηνὰς ἐμαυτῷ διαμετρῶν καὶ χωρομετρῶν, τουτέστι τὰς ἁπανταχοῦ Ἐκκλησίας.
45 Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς· καὶ Ἐφραὶμ ἀντίληψις τῆς κεφαλῆς μου. Ἰού‐ δας βασιλεύς μου, Μωὰβ λέβης τῆς ἐλπίδος μου. Ἐπειδὴ Ἐφραῒμ καὶ Μανασσῆς υἱοὶ γεγόνασιν Ἰωσὴφ, κατέσχον δὲ οἱ ἐκ τούτων τὴν καλουμένην

23

.

1329

(50)

χώραν Γαλαὰδ, καὶ τὴν Συχὲμ καὶ τὴν Σαμάρειαν, ἔνθα τὸ βασίλειον συνειστήκει τοῦ Ἰσραήλ· διὰ τοῦτο ἑαυτοῦ φησιν εἶναι καὶ τούτους, τὸν δὲ Ἐφραῒμ κατ’ ἐξαίρετον διὰ τὴν ἐξ αὐτοῦ συστᾶσαν βασιλείαν, κρα‐ ταίωσιν ὀνομάζει τῆς κεφαλῆς ἑαυτοῦ. Ἰούδας βα‐
55σιλεύς μου, Μοὰβ λέβης τῆς ἐλπίδος μου. Τὸν Ἰούδαν βασιλέα ἑαυτοῦ εἶναι, λέγει. Πρόδηλον δὲ ὅτι
κατὰ τὸν Ἀπόστολον ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Σωτὴρ1328 in vol. 23

23

.

1332

καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἐξ οὗ συνέστη τὸ βασίλειον γένος. Συνάγει δὲ ἐν τούτοις ὁ λόγος τὸν Ἐφραῒμ καὶ τὸν Ἰούδαν, ἐπειδὴ τὸ παλαιὸν διῃρεῖτο τὸ πᾶν Ἰουδαίων ἔθνος εἰς δύο βασιλείας, προφητεύων
5μηκέτι ἔσεσθαι τὴν διάστασιν ταύτην, ἀλλ’ ἕνωσιν τοῦ παντὸς ἔθνους. Ἐπληροῦτο δὲ καὶ ταῦτα κατὰ τὴν ἐπιφάνειαν τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἥνωτο γοῦν κατ’ ἐκείνους τοὺς χρόνους τὸ πᾶν ἔθνος τῶν Ἰουδαίων, οὐκέτι ἐκ δύο βασιλειῶν
10διῃρημένων. Διὸ καὶ ὁμοίως ἐκήρυττεν ὁ Σωτὴρ τὸ Εὐαγγέλιον τῆς βασιλείας, καὶ εἰς πάσας τὰς φυλὰς αὐτῶν τοὺς ἑαυτοῦ μαθητὰς ἐξαπέστειλεν. Ἰούδας βασιλεύς μου, Μωὰβ λέβης τῆς ἐλπίδος μου. Τούτων δὲ, φησὶν, ἐν πρώτοις καὶ ἐν ἀρχῇ τῆς κλή‐
15σεως παραλαμβανομένων, οὐδὲ οἱ τῶν ἀλλοφύλων χείρους ἀλλότριοί μου καταστήσονται, ἀλλὰ καὶ αὐτὸν ἐκεῖνον τὸν Μωὰβ, τὸν ἀπηγορευμένον παραβάλλειν εἰς Ἐκκλησίαν Κυρίου προσλήψομαι καὶ ὑποδέξομαι. Τοῦτο γὰρ ἐλπίζω. Μωὰβ λέβης τῆς ἐλπίδος μου.
20Λευκότερον δὲ καὶ σαφέστερον τὴν διάνοιαν ἡρμήνευ‐ σεν ὁ Ἀκύλας καὶ ἡ πέμπτη ἔκδοσις· παρ’ οἷς εἴ‐ ρηται, Μωὰβ λέβης τοῦ λουτροῦ μου, τουτέστι, δο‐ χεῖον τοῦ λουτροῦ μου· ὁ δὲ Σύμμαχος, Ἔσται, φησὶν, ὁ Μωὰβ λέβης ἀμεριμνίας μου. Οἶδα δὲ
25ἐγὼ ἀκούσας λόγον ἐν ἀποῤῥήτῳ παραδεδομένον ὑπό τινος Ἑβραίου εἰς τοὺς τόπους· μυστικῶς γὰρ ἔφασκε δηλοῦσθαι διὰ τῶν προκειμένων τὴν κατὰ σάρκα τοῦ Χριστοῦ γέννησιν ἀπὸ τοῦ γένους τοῦ Μωὰβ παρα‐ ληφθεῖσαν διὰ τὴν Μωαβῖτιν Ῥοὺθ, ἀφ’ ἧς γίνεται
30καὶ Δαυῒδ ὁ βασιλεὺς, οὗ ἐκ σπέρματος τὸ κατὰ σάρκα ὁ Χριστὸς τοῦ Θεοῦ γεγέννηται, ὁ καὶ ἐπὶ τοῦ Ἰωάν‐ νου βάπτισμα καὶ τὸ λουτρὸν τὸ ἐν τῷ Ἰορδάνῃ πα‐ ρεληλυθώς. Μωὰβ λέβης τῆς ἐλπίδος μου. Δοκεῖ μοι ὁ Θεὸς διὰ τούτων καὶ τῷ Μωὰβ ἐπαγγέλλεσθαι
35τὴν χάριν τῆς κλήσεως, οὐκ ἄλλως ἢ διὰ τῆς τοῦ λου‐ τροῦ παλιγγενεσίας. Ἐπειδὰν δὲ τῷ Μωὰβ τοιαῦτα ἐπαγγέλληται, ἡμῖν καταλιμπάνει νοεῖν καὶ περὶ τῶν λοιπῶν ἐθνῶν τὰ ὅμοια. Ὅτε γὰρ ἡ προφητεία τοὺς Μωαβίτας προσίεται, τοὺς πάλαι ἀπηγορευμένους, δῆλον, ὅτι δι’ ἐκείνων καὶ τοῖς λοιποῖς ἔθνεσιν ἀγα‐ θὰς ἐλπίδας ὑπογράφει.
40 Ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς, ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδου‐ μαίας; Οὐχὶ ὁ ἀπωσάμενος ἡμᾶς, καὶ οὐκ ἐξελεύ‐ σῃ, ὁ Θεὸς, ἐν ταῖς δυνάμεσιν ἡμῶν; Δὸς ἡμῖν
45βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώ‐ που. Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς. Τουτέστιν, Ἐπιβήσομαι καὶ ἐμπεριπατήσω τοῖς ἔθνεσιν. Ἰδου‐ μαῖοι γὰρ ἦσαν οἱ ἀπὸ τοῦ μεμισημένου Ἠσαῦ, περὶ

23

.

1332

(50)

οὗ λέλεκται· Οὐκ ἀδελφὸς ἦν Ἠσαῦ τοῦ Ἰακώβ; λέγει Κύριος· καὶ, Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα. Ἐπιβαλῶ οὖν, φησὶ, τὸ ὑπόδημά μου, οὐκέτι ἐπὶ τὸν Ἰσραὴλ, οὐδὲ ἐπὶ τὴν Ἰουδαίας γῆν, οὐδὲ ἐπὶ μόνα τὰ Ἱεροσόλυμα, ἀλλ’ ἐπ’ αὐτὴν
55ἐκείνην τὴν τοῦ μεμισημένου χώραν. Ἐπιβήσομαι οὖν τοῖς πάλαι ἐχθροῖς, ἐν χώρᾳ φίλων κατατάσσων
αὐτούς. Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Ἀνθ’ οὗ ὁ1330 in vol. 23

23

.

1333

μὲν Ἀκύλας φησὶν, Ἐπὶ Φυλισταίους συνεταιρι‐ σθήσομαι· ἡ δὲ πέμπτη ἔκδοσις, Ἐπὶ τοὺς ἀλλοφύ‐ λους ἐντιμωθήσομαι· ὁ δὲ νθʹ ψαλμὸς, Ἐμοὶ ἀλλό‐ φυλοι ὑπετάγησαν. Γνώσεως δὲ Θεοῦ καὶ φιλίας
5καὶ ἑταιρείας καὶ ἀγάπης σημεῖον τὸ ὑποταγῆναι αὐτῷ τοὺς πάλαι ἀνυποτάκτους, καὶ ἀλλοτρίους μὲν τοῦ Θεοῦ, ὑποχειρίους δὲ δαίμοσι πονηροῖς. ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ Τῼ ΔΑΥΙΔ. ΡΗʹ. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς·
10ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ’ ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Συνήθως καὶ ἐν τούτῳ ἀντὶ τοῦ, εἰς τὸ τέλος, ὁ μὲν Ἀκύλας, τῷ νικοποιῷ, ἐκδέδωκεν·
15ὁ δὲ Σύμμαχος ἐπινίκιον εἴρηκε· μονονουχὶ δι‐ δάσκοντος ἡμᾶς τοῦ ἁγίου Πνεύματος, ὅτι δὴ ἐπὶ τοῖς ἐπινικίοις τοῦ Σωτῆρος ἡμῶν, καὶ τοῖς κατὰ τοῦ θα‐ νάτου τροπαίοις, καὶ τὰς παρούσας φωνὰς ἐγκατα‐ λέγειν προσήκει, ἐν αἷς ὁ ἀνθρώπινος αὐτοῦ παρίστα‐
20ται βίος, καὶ ἡ ὑπομονὴ τῶν παθημάτων. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ’ ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δω‐
25ρεάν. Ὁ παρὼν ψαλμὸς ἀναφέρεται εἰς πρόσω‐ πον τοῦ Χριστοῦ, τὰ πάθη περιέχων αὐτοῦ. Μαρ‐ τυρεῖ δὲ τῷ λόγῳ ἡ Γραφὴ τῶν Πράξεων τῶν ἀπο‐ στόλων, ἔνθα ὁ Πέτρος, τῆς τοῦ προδότου Ἰούδα ἐκπτώσεως μνημονεύσας, καὶ παραινέσας ἕτερον
30δεῖν παραληφθῆναι εἰς τὸν τῶν ιβʹ ἀποστόλων ἀρι‐ θμὸν, μαρτυρίᾳ κέχρηται προφητικῇ ἐν τῷ προ‐ κειμένῳ ψαλμῷ φασκούσῃ· Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος· ὥστε
35κατὰ τὴν Πέτρου διδασκαλίαν περὶ τοῦ Ἰούδα αὐ‐ τὴν ταύτην εἰρῆσθαι τὴν φωνὴν, καὶ τὰς λοιπὰς ἐν τῷ ψαλμῷ φερομένας. Ὁ τοίνυν Σωτὴρ διὰ τῶν προ‐ κειμένων ἀρχόμενος ἀνθρωπίνως, ὡς γενόμενος ἄν‐ θρωπος, μείνας δὲ Θεὸς, ὅπερ ἦν, ἱκετεύει τὸν ἑαυ‐
40τοῦ Πατέρα μὴ κατορθῶσαι τοὺς ἐπιβουλεύοντας τῇ ἑαυτοῦ σπουδῇ. Σπουδὴ δὲ αὐτοῦ πᾶσα ἦν σβέσαι μὲν ἐξ ἀνθρώπων πᾶσαν εἰδωλολατρείαν, αἴνεσιν δὲ τῷ Πατρὶ καταστήσασθαι ἐπὶ τῆς γῆς· ὃ δὴ ἐν ἑτέ‐ ροις διδάσκει λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου
45τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Οἱ δὲ εἰς θάνατον αὐτῷ ἐπιβουλεύοντες κατασιγά‐ σαι ταύτην αὐτὴν τὴν αἴνεσιν καὶ κατασιωπῆσαι σπου‐ δὴν ἐποιοῦντο. Ἀλλὰ σὺ, φησὶν, ὦ Πάτερ, μὴ συγ‐ χωρήσῃς ἀποσιωπηθῆναι τὴν αἴνεσίν μου, τὴν εἰς τὴν

23

.

1333

(50)

σὴν τιμὴν καὶ δόξαν σπουδαζομένην. Ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ’ ἐμὲ ἠνοίχθη. Στόμα δὲ ἁμαρτωλοῦ καὶ στόμα δολίου μάλιστα μὲν καὶ πᾶν τὸ τῶν Φαρισαίων καὶ Γραμματέων ἐτύγχανε, τῶν μεθ’ ὑποκρίσεως αὐτὸν Διδάσκαλον καὶ Ῥαββὶ ἀποκαλούντων, ἐξαιρέτως δὲ τοῦ Ἰούδα, ὃς τὸν ἑαυτοῦ Σωτῆρα καὶ Κύριον φιλήματι προεδίδου.
55 Ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολία, καὶ λό‐ γοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με
δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με·1332 in vol. 23

23

.

1336

ἐγὼ δὲ προσηυχόμην. Δέον γὰρ ἀγαπᾷν ὡς εὐερ‐ γέτην, καὶ μὴ μόνον τῶν σωμάτων, ἀλλὰ καὶ τῶν ψυχῶν ἰατρόν· οἱ δὲ διαβολὰς ἔῤῥαπτον κατ’ αὐτοῦ.
5 Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με· ἐγὼ δὲ προσηυχόμην. Καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου· μο‐ νονουχὶ καὶ τοὺς ἐμοὶ μαθητευομένους ἔργῳ διδάσκων ὁποίους καὶ αὐτοὺς εἶναι προσήκει, εἴ ποτε τοῖς ὁμοίοις
10περιπίπτοιεν. Ἐπεὶ δὲ μέσως εἴρηται τό· Ἐγὼ δὲ προσηυχόμην· τίνα δὲ ἦν ἃ προσηύχετο καὶ ὑπὲρ ἐκείνων, οὐκ ἐμφέρεται· εἴποι δ’ ἄν τις εἰκότως, ὅτι ταῦτα προσηύχετο καὶ ὑπὲρ ἐκείνων, ἃ δὴ σύμφωνα ἦν ταῖς αὐτοῦ διδασκαλίαις, δι’ ὧν ἔφασκε· Προσεύ‐
15χεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ διωκόντων ὑμᾶς. —Καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Περὶ τούτων οὐδὲν δεῖ λέγειν, τῆς ἐν τοῖς Εὐαγγελίοις ἱστορίας περιεχούσης τὸ πλῆθος τῶν εὐεργεσιῶν ὧν ἐνανθρω‐
20πήσας αὐτοῖς παρεῖχε, θεραπεύων αὐτῶν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Κατάστησον ἐπ’ αὐτὸν ἁμαρτωλὸν, καὶ διάβο‐ λος στήτω ἐκ δεξιῶν αὐτοῦ. Ὁ καὶ σκελίσας αὐ‐ τὸν, πάντα ἃ πρότερον ἐδόκει κεκτῆσθαι δεξιᾷ τῆς
25αὐτοῦ ψυχῆς ἀποσυλήσας. Ἐν τῷ κρίνεσθαι ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ
30αὐτοῦ χήρα· σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐπαιτησάτωσαν· ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. Εἰκὸς καὶ ῥητῶς κατὰ ψιλὴν τὴν λέξιν ταῦτα πάντα πεπληρῶσθαι κατὰ τοῦ προδότου μετὰ τὴν ἀνάρτησιν αὐτοῦ, ἅμα μὲν ὀρφα‐
35νῶν γενομένων αὐτοῦ τῶν παίδων, ἅμα δὲ καὶ τῆς γυναικὸς ἐν χηρείᾳ καταστάσης, καὶ τῶν ἑξῆς κατα‐ λεχθέντων ἁπάντων πρὸς λέξιν τέλος εἰληφότων, ὡς ἀληθεῦσαι τὴν πρόῤῥησιν τοῦ Σωτῆρος ἡμῶν διὰ τοῦ ψαλμοῦ ταῦτα ἔσεσθαι. Νοήσεις δὲ ταῦτα καὶ ἐπὶ τοῦ
40λαοῦ τοῦ Ἰουδαίων ἔθνους κατὰ λέξιν πεπληρωμένα μετὰ τὴν εἰς τὸν Χριστὸν ἐπιβουλήν· Ὀλίγων γὰρ μετὰ τὸν σταυρὸν διελθόντων ἐτῶν, ἄστατον ἅπαν τὸ ἔθνος ἐγένετο· καὶ οἱ μὲν ἀνῃρέθησαν, αἱ δὲ τούτων γυναῖκες μετὰ τῶν παίδων ἐξηνδραποδίσθησαν. Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει
45αὐτῷ· καὶ διαρπασάτωσαν ἀλλότριοι τὸν πλοῦτον αὐτῶν. Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ. Γενη‐ θήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολόθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ. Ὁ δὲ Σύμμαχος

23

.

1336

(50)

οὕτω, Συγκρούσαι πράκτωρ πάντα τὰ ὑπάρχοντα αὐτῷ. Πράκτορες δὲ καὶ οἱ Ῥωμαίων βασιλεῖς τὸν ἐπικείμενον εἰσπραττόμενοι φόρον. Οὗτοι δὲ τὰ Ἰου‐ δαίων διήρπασαν, ἅπαντα ἀκριβῶς ἐρευνήσαντες, ὡς καὶ τὰ κεκρυμμένα εὑρεῖν τε καὶ σφετερίσαι. Τούτων δὲ
55γενομένων, καὶ τῶν πολεμίων τὰ τούτοις προσήκοντα διανεμομένων, οὐδεὶς αὐτοῖς ἐπίκουρος ἔσται, οὐδὲ φει‐ δοῦς αὐτῶν οἱ παῖδες ἀξιωθήσονται. Εἶτα μʹ οὐ διελθόν‐
των ἐτῶν, πανολεθρίαν ὑπέμεινεν ὁ Ἰουδαίων λαός.1334 in vol. 23

23

.

1337

Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. Γενηθήτω ἐναντίον Κυρίου δια‐ παντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον
5αὐτῶν, ἀνθ’ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος. Πα‐ τέρων ἀρετὴ πολλάκις καὶ πλημμελήσαντας ὤνησε παῖδας, ὡς τοὺς Ἰουδαίους τοῦ Ἀβραὰμ ἡ πίστις, ὡς τὸν Σολομῶντα τοῦ Δαυῒδ ἡ εὐσέβεια· πονηρία δὲ πατέρων τοῖς ὁμοίοις παισὶν ἐπαύξει τὴν τιμωρίαν·
10οὐδεμία γὰρ οὐδαμόθεν εὑρίσκεται φειδοῦς ἀφορμή. Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου. Πατέρας δὲ αὐτῶν καλεῖ τοὺς ἐν τῇ ἐρήμῳ τῇ δυσσεβείᾳ χρησαμένους, τοὺς ἐπὶ τῶν κριτῶν, τοὺς ἐπὶ τῶν βασιλειῶν, τοὺς μετὰ τὴν ἀπὸ Βαβυλῶνος
15ἐπάνοδον παρανομίᾳ συζήσαντας. Καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. Μητέρα δὲ τὴν Ἱερουσαλὴμ, ἐν ᾗ τῆς κατὰ τοῦ Δεσπότου Χριστοῦ μιαιφονίας ἐτολμήθη τὸ μῦσος. Γενηθήτω ἐναντίον Κυρίου διαπαντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ
20μνημόσυνον αὐτῶν, ἀνθ’ ὧν οὐκ ἐμνήσθη ποιῆ‐ σαι ἔλεος. Πάντα, φησὶ, τὰ ὑπ’ αὐτῶν τολμηθέντα παράνομα ἀεὶ θεώμενος ὁ Θεὸς, οὐδεμιᾶς αὐτοὺς ἀξιώσει φειδοῦς, ἀλλὰ πανολεθρίᾳ παραδώσει. Καὶ ἐντεῦθεν μέντοι δῆλον, ὡς οὐ περὶ μόνου τοῦ Ἰούδα,
25ἀλλὰ περὶ πάντων τῶν ἠπιστηκότων Ἰουδαίων λέγει· ἀπὸ γὰρ ἑνικοῦ προσώπου ἐπὶ τὸ πληθυντικὸν τὸν λόγον μετήνεγκεν· οὐκέτι γὰρ εἶπεν, αὐτοῦ, ἀλλ’, αὐτῶν. Καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι·
30τουτέστι πεπληγμένον δι’ ἃς ἑώρα ἐν αὐτοῖς παρανο‐ μίας. Ὅθεν καὶ πρὸς τὴν Ἱερουσαλὴμ ἔλεγε κλαίων αὐτήν· Εἰ ἔγνως καὶ σὺ τὰ πρὸς εἰρήνην σοι· νῦν δὲ ἐκρύβη ἀπὸ τῶν ὀφθαλμῶν σου. Ἐθανάτωσε δὲ αὐτὸν, αἴτιος γενόμενος τοῦ εἰς θάνατον παραδο‐
35θῆναι. Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ’ αὐτοῦ. Καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ, καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ. Γενηθήτω αὐτῷ ὡς
40ἱμάτιον ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη ἣν δια‐ παντὸς περιζώννυται. Τοῦτο τὸ ἔργον τῶν δια‐ βαλλόντων με παρὰ Κυρίου, καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου. Τῆς προφητείας λεγούσης εἰς πρόσωπον τοῦ Σωτῆρος· Οἱ εὐλογοῦν‐
45τές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκα‐ τήρανται, ὅπως μὲν οἱ καθ’ ὅλης τῆς οἰκουμένης τὸν Θεὸν δι’ αὐτοῦ ἐπιγνόντες, καὶ πιστεύσαντες εἰς αὐ‐ τὸν, τῆς ἐκ Θεοῦ καταξιοῦνται εὐλογίας, ὡς πλη‐ θύνειν καὶ αὔξειν, καὶ τὰ σύμπαντα πληροῦν τὴν Χρι‐

23

.

1337

(50)

στοῦ Ἐκκλησίαν, τοῖς πᾶσι τυγχάνει πρόδηλον· ὅπως δὲ Ἰουδαῖοι, ἀρώμενοι αὐτὸν καὶ βλασφημοῦντες ἐφ’ ἑκάστης ἡμέρας, τὴν ἐκ Θεοῦ κατάραν εἰς ἑαυτοὺς ἐπισπῶνται, καὶ τοῦτο δῆλον ἀπὸ τοῦ μὴ ἆραι κεφα‐ λὴν, μηδὲ ἀνανεῦσαι αὐτοὺς ἀπὸ τῶν χρόνων τῆς
55κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῆς. Καὶ σὺ, Κύριε, ποίησον μετ’ ἐμοῦ ἕνεκεν τοῦ
ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου. Ῥῦσαί1336 in vol. 23

23

.

1340

με, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Ὡσεὶ σκιὰ ἐν τῷ ἐκ‐ κλῖναι αὐτὴν ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες. Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας,
5καὶ ἡ σάρξ μου ἠλλοιώθη δι’ ἔλαιον. Φροντίζων περὶ τῆς ἀπωλείας τῶν ψυχῶν αὐτῶν, αὐτοῦ τε ἐκείνου τοῦ προδότου καὶ τῶν τὴν ἐπιβουλὴν αὐτῷ συνεσκευασμένων, περί τε τῆς ἀποβολῆς καὶ ἀποπτώ‐ σεως τοῦ παντὸς Ἰουδαϊκοῦ ἔθνους, ταράττεσθαι ὡς
10φιλάνθρωπος ὑπὲρ αὐτῶν ὁμολογεῖ· Διό φησι· Καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. Κἀγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, καὶ ἐσάλευσαν κεφαλὰς αὐτῶν. Βοήθησόν μοι, Κύ‐ ριε ὁ Θεός μου, καὶ σῶσόν με κατὰ τὸ ἔλεός σου.
15Καὶ γνώτωσαν, ὅτι ἡ χείρ σου αὕτη, καὶ σὺ, Κύ‐ ριε, ἐποίησας αὐτήν. Ἐν τῇ ἐκ νεκρῶν ἀναστάσει γνωστὴ γέγονεν ἡ χεὶρ τοῦ Θεοῦ, τουτέστιν ὁ μονογε‐ νὴς αὐτοῦ Λόγος, καὶ ὁ τέως τοὺς πολλοὺς λανθάνων, ἐφανερώθη, ὡς αὐτὸς ἑκὼν ὑπέμεινε σταυρὸν, αἰ‐
20σχύνης καταφρονήσας, καὶ αὐτὸς τὸ ἑαυτοῦ ἀνέ‐ στησε σῶμα, δεξιὰ καὶ δύναμις ὢν τοῦ Πατρός. Γνώτωσαν τοίνυν, φησὶν, ὅτι ἡ χείρ σου αὕτη, ἣν ὀνειδίζουσι καὶ χλευάζουσι, καὶ σὺ, Κύριε, ἐποίησας αὐτὴν, τῷ εὐδοκῆσαι σῶμα αὐτὴν ἀναλαβεῖν. Χεὶρ
25γὰρ τοῦ Θεοῦ ἡ ποιητικὴ ἁπάντων δύναμις αὐτοῦ, οὐχ ἑτέρα οὖσα τοῦ δι’ οὗ γέγονε τὰ πάντα τοῦ Θεοῦ Λόγου. Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις. Οἱ ἐπ‐ ανιστάμενοί μοι αἰσχυνθήτωσαν· ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. Μέχρι καὶ σήμερον διέμειναν οἱ
30Ἰουδαῖοι ταῖς κατὰ τοῦ Σωτῆρος χρώμενοι βλασφη‐ μίαις· ἀλλ’ ἐκείνων βλασφημούντων, περιφανέστερον ὁσημέραι τὸ κήρυγμα γίνεται. Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν, καὶ περιβαλέσθω‐ σαν ὡσεὶ διπλοΐδα τὴν αἰσχύνην αὐτῶν. Οἱ γὰρ
35Ἰουδαῖοι μετὰ τὴν κατὰ Χριστοῦ ἐπιβουλὴν, ἔρημοι τῆς τοῦ Θεοῦ ἐπισκοπῆς γενόμενοι, αἰσχύνην περι‐ εβάλοντο· ὁ δὲ Σωτὴρ καὶ Κύριος ἡμῶν εὐφροσύνης εἰσέτι καὶ νῦν πληροῦται, διὰ τοῦ ὀνόματος αὐτοῦ καθ’ ὅλης τῆς οἰκουμένης καθεστώσης Ἐκκλησίας.
40Ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. Οὐδὲ τοῦτο ἡμᾶς τὸ ῥῆμα λαβεῖν εἰς ἑτέραν ὑπόθεσιν ἀναγκάσει· ἀκούομεν γὰρ καὶ τοῦ θεσπεσίου Παύλου λέγοντος, ὅτι Ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών· καὶ αὐτὸς δὲ διὰ Ἡσαΐου βοᾷ· Οὕτω λέγει Κύριος
45ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ. Ἐνδυσά‐ σθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν, καὶ πε‐ ριβαλέσθωσαν ὡς διπλοΐδα τὴν αἰσχύνην αὐτῶν. Καὶ τοῦτο μάθοις ἂν ἐπιστήσας ποίας ἄρα Ἰουδαίων παῖδες κέκτηνται διανοίας ὁρῶντες τὰ μὲν ἑαυτῶν

23

.

1340

(50)

σεμνὰ καὶ ἅγια ἐκ βάθρων ἠφανισμένα, τοῦ δὲ πρὸς αὐτῶν ἀτιμίᾳ περιβληθέντος, σταυρῷ τε καὶ θανάτῳ παραδοθέντος, τὸ μὲν τοῦ θανάτου μνῆμα σπουδαῖς τε καὶ φιλοτιμίαις τετιμημένον, τὰς δὲ διὰ τῆς αὐ‐ τοῦ δυνάμεως καθ’ ὅλης τῆς οἰκουμένης ἱδρυθείσας
55Ἐκκλησίας αὐξούσας ὁσημέραι, καὶ πληθυνούσας, καὶ ἔτι μετὰ δόξης προϊούσας. Ταῦτα γὰρ ὁρῶντες ὀφ‐ θαλμοῖς Ἰουδαίων παῖδες, πῶς οὐκ ἐντροπὴν καὶ αἰσχύνην εἰκότως περιβάλλονται; Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στό‐
ματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν· ὅτι1338 in vol. 23

23

.

1341

παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου. Πολλῶν· τίνων ἢ πάντων τῶν εἰς αὐτὸν πεπιστευκότων ἐθνῶν, καὶ τῶν καθ’ ὅλης τῆς οἰκουμένης Ἐκκλησιῶν; Αὐτὸς γάρ
5ἐστιν ὁ εἰπών· Ὅπου δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Διὸ καθ’ ὅλης τῆς οἰκουμένης ἐν μέσῳ τῶν Ἐκκλησιῶν παρὰ τοῦ Κυρίου τῷ Πατρὶ μεγίστη πρόεισιν εὐχαριστία. ΨΑΛΜΟΣ Τῼ ΔΑΥΙΔ. ΡΘʹ.
10 Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Σφόδρα ἀκριβῆ καὶ ἀληθῆ λόγον ἐπεση‐ μήνατο ὁ Σωτὴρ ἡμῶν εἰρηκώς· Εἰ οὖν Δαυῒδ ἐν πνεύματι καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ
15ἐστιν; οὐ γὰρ ἐκτὸς Πνεύματος ἁγίου οἷός τε ἦν ὁ Δαυῒδ εἰπεῖν τό· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κά‐ θου ἐκ δεξιῶν μου. Πόθεν γὰρ παρῆν ἀνθρωπίνῳ λο‐ γισμῷ ἡ γνῶσις ἡ τοῦ Πατρὸς πρὸς τὸν ὠνομασμένον αὐτοῦ Κύριον κοινολογίας; Ὁ μὲν οὖν θρόνος τὴν
20βασιλικὴν αὐτοῦ ἀξίαν κατασημαίνει, ἡ δὲ κάθισις τὸ βέβαιον καὶ ἑδραῖον καὶ ἀσάλευτον τῆς ἐν τῇ βασιλείᾳ διαμονῆς· τὸ δὲ, ἐκ δεξιῶν, εἶναι καὶ δεξιῶν τοῦ Πατρὸς δωρημάτων κοινωνόν. Πάντα γὰρ τὰ δεξιὰ, φαιδρά τε καὶ ἀγαθὰ καὶ σωτήρια χορηγεῖ ὁ Υἱὸς ὡς
25παρὰ Πατρός. Ἐχθροὺς δὲ φησὶ τοὺς διὰ τοῦ προτε‐ ταγμένου ψαλμοῦ δεδηλωμένους· καὶ οὐ μόνον, ἀλλὰ καὶ πάσας τὰς ἀντικειμένας δυνάμεις. Πάντας γὰρ ὑπὸ τοὺς πόδας αὐτοῦ θήσειν ὁ Πατὴρ διαγγέλλεται διὰ τοῦ προκειμένου ψαλμοῦ.
30 Ῥάβδον δυνάμεως ἐξαποστελεῖ Κύριος ἐκ Σιὼν, καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Ῥά‐ βδον δυνάμεως ἐν τούτοις ἡγοῦμαι τὸν εὐαγγελικὸν λό‐ γον εἰρῆσθαι. Ἐπίστησον δὲ μήποτε καθ’ ἕτερον τρό‐ πον ῥάβδος δυνάμεως εἴρηται ἐνταῦθα ἡ ἐν τῷ δευ‐
35τέρῳ ψαλμῷ κεκλημένη ῥάβδος σιδηρᾶ. Ὁ μὲν οὖν εὐαγγελικὸς λόγος, ὁ τῆς τοῦ Σωτῆρος ἡμῶν δυνά‐ μεως, καὶ τῆς κατ’ αὐτὸν οἰκονομίας ἀπαγγελτικὸς, ἡ παιδευτικὴ καὶ σωτήριος εἴη ἂν ῥάβδος· ἡ δὲ κατὰ τῶν ἐχθρῶν αὐτοῦ καὶ πολεμίων τῆς αὐτοῦ Ἐκκλη‐
40σίας καθαιρετικὴ λεγομένη σιδηρᾶ, δι’ ἧς ὡς σκεύη κεραμέως συντρίψειν λέγεται τοὺς ἐχθροὺς αὐτοῦ. Ἐπεὶ τοίνυν ὁ Χριστὸς τὰς Ἐκκλησίας αὐτοῦ ἐν μέσαις ταῖς πόλεσι καὶ ἐν αὐτοῖς μέσοις ἔθνεσι μεταξὺ τῶν ἐχθρῶν καὶ πολεμίων συνεστήσατο, ἀναγκαίως λέ‐
45λεκται ὅτι, Ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ Κύριος, ἵνα κατακυριεύσῃς ἐν μέσῳ τῶν ἐχθρῶν σου. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων, ἐκ γαστρὸς πρὸ

23

.

1341

(50)

ἑωσφόρου ἐγέννησά σε. Ἀκύλας, Ἀπὸ μήτρας ἐξωρθρισμένης σοι δρόσος παιδιότητός σου· ὁ δὲ Σύμμαχος· Ὡς κατ’ ὄρθρον σοι δρόσος ἡ νεότης σου· ἡ δὲ πέμπτη ἔκδοσις, Ἐκ μήτρας ἀπὸ ὄρθρου σοι δρόσος νεότητός σου. Καὶ ἔοικέ γε διὰ τούτων
55τῆς ἐνσάρκου γεννήσεως αὐτοῦ τὴν οἰκονομίαν ση‐ μαίνειν. Ἀπὸ γὰρ μήτρας, φησὶ, γενήσεται δρόσος
ἐξωρθρισμένη τῆς παιδιότητός σου· ἢ ἐκ μήτρας γε‐1340 in vol. 23

23

.

1344

νήσεταί σοι δρόσος σου ὄρθρου ἐν τῇ νεότητί σου. Ση‐ μαίνεσθαι δὲ διὰ τούτων ἡγοῦμαι τὸ μὴ ἐκ σπέρματος ἀνδρὸς, ἀλλ’ ἐξ ἁγίου Πνεύματος συστῆναι τὴν ἔνσαρ‐ κον γέννησιν. Οἷα γὰρ δρόσος ἄνωθεν ἐξ οὐρανοῦ
5φερομένη, οὕτω πως ἐν τῇ μήτρᾳ τῆς κυοφορούσης αὐτὸν μητρὸς ἡ τῆς σαρκὸς ὑπέστη σύστασις ἐν τῇ παιδιότητι αὐτοῦ. Ἀντὶ δὲ τοῦ, ἐκ γαστρὸς, ἢ, ἀπὸ μήτρας, τὸ Ἑβραϊκὸν ἔχει, Μαριάμ. Οἶδα δὲ εἰς τοῦ‐ το τινὸς ἀκούσας, ὡς τῆς Ἑβραϊκῆς φωνῆς ἐνταῦθα
10τῆς Μαρίας μνημονευσάσης· τὸ γὰρ, Μαριὰμ, τὸ Μαρίας ὄνομα σημαίνει, ὡς ὀνομαστὶ διὰ τούτων τῆς Θεοτόκου μνημονευθείσης. Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς
15αὐτοῦ βασιλεῖς. Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα, συνθλάσει κεφαλὰς ἐπὶ γῆς. Ἐκ χει‐ μάῤῥου ἐν ὁδῷ πίεται, διὰ τοῦτο ὑψώσει κεφαλήν. Σφόδρα μοι δοκεῖ ἀκολούθως τῇ προγεγραμμένῃ λέξει συνήφθη τὰ προκείμενα. Εἰ γὰρ καὶ τὰ μάλιστα γέ‐
20νεσιν τὴν ἀπὸ μήτρας ὑπέμεινας, φησὶ, καὶ γεγένησαι οἷα δρόσος ἐξ ἁγίου Πνεύματος ἐν τῇ παιδιότητί σου σάρκα ἀναλαβὼν, ἀλλ’ οὐχ ὁμοίως τοῖς λοιποῖς ἀνθρώ‐ ποις καὶ τὴν καταστροφὴν τοῦ βίου ποιήσεις· διαμε‐ νεῖς δὲ εἰς τὸν αἰῶνα ἱερώμενος τῷ Θεῷ καὶ Πατρί.
25Τοῦτο γὰρ ὥρισται, καὶ μεθ’ ὅρκου βεβαιώσεως τοῦτο ἀποπέφανται πρὸς τοῦ σοῦ Πατρός. ΑΛΛΗΛΟΥΙΑ. ΡΙʹ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ. Τὰ τῆς
30προγραφῆς τοῦ προκειμένου καὶ τῶν ἐφεξῆς αὐτῷ παρίστησι μὴ διὰ ψαλτηρίου εἰρῆσθαι τὰ προκεί‐ μενα, μηδὲ ᾠδῆς ἐπέχειν τόπον, ἀλλὰ μηδὲ προσευ‐ χῆς, μηδέ τινος τῶν ἄλλων προγραφῶν, εἶναι δὲ ὕμνους εὐχαριστηρίους· διὸ καὶ ἐπιγεγραμμένοι
35εἰσὶν, Ἀλληλούϊα, ὅπερ μεταβαλλόμενον εἰς τὴν Ἑλλάδα φωνὴν αἶνον Θεοῦ σημαίνει. Ἐξομολογή‐ σομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ. Μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Ἐξ‐
40ομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Σφόδρα δὲ ἀκολούθως μετὰ τὴν ἀποδοθεῖσαν περὶ τοῦ Σωτῆρος ἡμῶν προφητείαν εὐχαριστήριος ὕμνος διὰ τῶν προκειμένων συνάπτεται, ἐκ προσώπου
45λελεγμένος αὐτοῦ τοῦ Σωτῆρος, εὐχαριστοῦντος τῷ ἑαυτοῦ Πατρὶ ἐπὶ τῇ πάντων τῶν ἀνθρώπων σωτηρίᾳ. Ἡ γὰρ ἐξομολόγησίς ἐστι μὲν ὅτε κατὰ τὴν συνήθειαν τῆς Γραφῆς ἁμαρτιῶν ὁμολογίαν σημαίνει, ἔστι δὲ ὅτε εὐχαριστίαν παρίστησιν. Αὐτίκα δ’ οὖν ἐν Εὐαγγε‐

23

.

1344

(50)

λίοις αὐτὸς ὁ Σωτὴρ ἡμῶν λέγει· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπ‐ έκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπ‐ εκάλυψας αὐτὰ νηπίοις. Ναὶ, ὁ Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου. Πάντα παρεδόθη
55μοι ὑπὸ τοῦ Πατρὸς, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατὴρ, καὶ τίς ἐστιν ὁ Πατὴρ
εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκα‐1342 in vol. 23

23

.

1345

λύψαι. Ἐν βουλῇ τῶν ἁγίων καὶ συναγωγῇ. Με‐ γάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Οὐκέτι σκολιῶν ἀνδρῶν οὐδὲ δια‐ στρόφων, ἀλλ’ ἀγαθῶν καὶ εὐθειῶν ψυχῶν τὸν εὐχα‐
5ριστήριον ὕμνον δώσω σοι τῷ ἐμαυτοῦ Πατρί. Σημαί‐ νει δὲ διὰ τούτων τὴν καθ’ ὅλης τῆς οἰκουμένης ἱδρυθεῖσαν διὰ τῆς αὐτοῦ χάριτος Ἐκκλησίαν. Βουλὴν δὲ εὐθέων ὠνόμασε τὰ τάγματα τῶν ἐν τῇ Ἐκ‐ κλησίᾳ αὐτοῦ ἁγίων· συναγωγὴν δὲ δεύτερον τάγμα μετὰ τὴν βουλὴν τῶν εὐθέων σημαίνει, τὸ ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ δεύτερον τοῦ πλήθους ἄθροισμα.
10 Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐ‐ τοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ· ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος, τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν. Μνησθήσεται εἰς
15τὸν αἰῶνα διαθήκης αὐτοῦ· ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ, τοῦ δοῦναι αὐτοῖς κλη‐ ρονομίαν ἐθνῶν· ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις. Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστη‐ ριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι
20ἐν ἀληθείᾳ καὶ εὐθύτητι. Λύτρωσιν ἀπέστειλε τῷ λαῷ αὐτοῦ, ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ. Ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ· ἀρχὴ σοφίας φόβος Κυρίου. Μήποτε, ἐπεὶ ὁ φοβούμενος οὔτε τελείωται, ἡ μὲν εἰσαγωγὴ διὰ φόβου κατορθοῦ‐
25ται, τὸ δὲ τέλος δι’ ἀγάπης; ἡ γὰρ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον. Τοιοῦτος δ’ ἂν εἴη ὁ ἐξ ὅλης καρδίας καὶ ψυχῆς καὶ δυνάμεως ἀγαπῶν Κύριον τὸν Θεόν. Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
30Καὶ ἡ σύνεσις τότε ἀγαθὴ τυγχάνει, ὅτε ἔργοις ἐπι‐ τελεῖται· διὸ τὴν σύνεσιν οὐχ ἁπλῶς ἀγαθὴν εἶπεν, ἀλλὰ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Τέλος γὰρ τῶν μακαρίων τὸ πρὸς τὸν Θεὸν εἶναι, καὶ παρεστάναι αὐτῷ, καὶ μόνῃ τῇ αὐτοῦ θεολογίᾳ καὶ αἰνέσει σχο‐
35λάζειν. ΑΛΛΗΛΟΥΙΑ. ΡΙΑʹ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ, γενεὰ εὐθέων εὐ‐
40λογηθήσεται. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐ‐ τοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Οὕτως εἴωθε καλεῖν πάντα τὸν ἐξ ἐθνῶν προσιόντα τῷ Θεῷ. Παρίσταται δὲ τοῦτο ἀπὸ τοῦ δι‐ εσταλμένως μετὰ τὸν Ἰσραὴλ καὶ μετὰ τὸν οἶκον Ἀα‐
45ρὼν, καὶ μετὰ τὸν οἶκον Λευῒ, τοὺς φοβουμένους τὸν Κύριον ἐπὶ τὸν ὕμνον τοῦ Θεοῦ καλεῖσθαι, ὡς ἐν ἑτέ‐ ροις εἴρηται. Τίνες γὰρ ἂν εἶεν μετὰ τούτους οἱ φο‐ βούμενοι τὸν Κύριον ἀλλ’ ἢ οἱ ἐξ ἐθνῶν ἀλλόφυλοι καὶ ἀλλογενεῖς; Οὐκοῦν ἐν τῷ μετὰ χεῖρας ψαλμῷ οὐκ

23

.

1345

(50)

ἄλλος τις ἂν εἴη ὁ μακαριζόμενος τοῦ ἐξ ἐθνῶν προσ‐ εληλυθότος τῷ Θεῷ λαοῦ· ὅντινα ὀνομάζει φοβούμε‐ νον τὸν Κύριον. Οὐ μὴν ἤδη που μακάριος ὁ τοιοῦτος, εἰ μὴ καὶ τὸ ἑξῆς αὐτῶν ἐποιεῖτο· τουτέστι τὸ ἐν ταῖς ἐντολαῖς αὐτοῦ θέλειν σφόδρα, ἀσφαλῶς δὲ τὸ θέλειν
55κέκτηται, ὡς ἂν μὴ ἐπάναγκες μηδὲ παρὰ προαίρε‐ σιν φυλάττοιτό τις τὰς ἐντολὰς, ἀλλ’ ἐθελοντὴς, καὶ
μετὰ τοῦ στέργειν σὺν πάσῃ προθυμίᾳ καὶ γνησίως ἀγαπᾷν τὴν τῶν ἐντολῶν τοῦ Θεοῦ φυλακήν.1344 in vol. 23

23

.

1348

Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν, ἐλεή‐ μων καὶ οἰκτίρμων καὶ δίκαιος. Ὁ μακαριζόμενος τὸ οἰκεῖον φῶς οὐ διαλείπει, ἐξανατέλλων οὐ πᾶσι, τὴν διδασκαλίαν δὲ τοῖς εὐθέσιν αὐτοῦ, καὶ τὸ τῆς
5γνώσεως φῶς ἔνδον ἐν τῇ τῶν εὐθέων γενεᾷ παρέχων, καὶ τοὺς εὐθεῖς φωτίζων. Χρηστὸς ἀνὴρ ὁ οἰκτεί‐ ρων καὶ κιχρῶν. Οὐκ ἀποκλείει τὰ ἑαυτοῦ σπλάγχνα, ἀλλὰ μεταδίδωσι τῶν ὑπαρχόντων τοῖς δεομένοις, διὰ τὸ φυλάττειν ἐντολὴν τὴν λέγουσαν· Τίς ἆρα πιστὸς
10καὶ φρόνιμος οἰκονόμος, ὃς ἐν καιρῷ δώσει τὸ σι‐ τομέτριον τοῖς συνδούλοις; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποι‐ οῦντα οὕτως. Ἀληθῶς λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Οἰκο‐
15νομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει, ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται. Ὁ τοιοῦτος, φησὶ, καὶ τοι‐ αῦτα πράττων, οὔτε πεσεῖται, οὔτε σαλευθήσεται τῆς ἐπὶ τὴν πέτραν στάσεως. Οὔτε γὰρ ἀπειλαῖς ἀρχόν‐ των πτήξει, οὔτε τῶν θορυβεῖν καὶ ταράττειν αὐτὸν
20πειρωμένων ἐν καιροῖς περιστατικοῖς. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται. Οὐδ’ ἐκ λόγων ψευ‐ δῶν, ἐπαγγελλομένων μὲν ἀλήθειαν, ἐπηρμένων δὲ κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, πείσεταί τι δεινὸν, ἅτε
25δὴ τεθεμελιωμένος ἐπὶ τὴν πέτραν, καὶ μηδενὸς αὐ‐ τὸν χωρίζοντος ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χρι‐ στῷ Ἰησοῦ. Ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον, ἐστήρικται ἡ καρδία αὐτοῦ· οὐ μὴ φο‐ βηθῇ, ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ. Διὰ
30ταῦτα, φησὶν, οὐ σαλευθήσεται, ἀλλ’ οὐδὲ ἀπὸ ἀκοῆς πονηρᾶς φοβηθήσεται, ἐπειδὴ ἑτοίμη ἡ καρδία αὐ‐ τοῦ ἐλπίζειν ἐπὶ Κύριον. Ἀνθ’ οὗ ὁ Σύμμαχος ἐποίη‐ σεν· Ἑδραία ἡ καρδία αὐτοῦ ἀμέριμνος ἐν Κυρίῳ. Διὰ τοῦτο τῶν τοιούτων θορύβων καταφρονεῖ· καὶ οὐ
35μόνον οὐ δέδιε τοὺς δυσμενεῖς, ἀλλὰ καὶ τὴν ἐκείνων ἧτταν διὰ τὴν εἰς Θεὸν ἐλπίδα παραμένει. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύ‐ νη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τὸ κέ‐ ρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ. Ἁμαρτωλὸς ὄψε‐
40ται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐτοῦ βρύ‐ ξει καὶ τακήσεται, ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖ‐ ται. Ἐπειδὴ περὶ τῶν διὰ πίστεως τελειουμένων ὁ πᾶς λόγος, καὶ περὶ τοῦ ἐξ ἐθνῶν λαοῦ τοῦ κατὰ τὴν θείαν διδασκαλίαν θεοσεβοῦντος, εἴρηται, ἀκολούθως
45μνημονεύει καὶ τῶν ἐκ περιτομῆς διαπριομένων ἐπὶ τῇ προκοπῇ τῶν ἐξ ἐθνῶν. Διὸ λέλεκται· Ἁμαρτω‐ λὸς ὄψεται καὶ ὀργισθήσεται, τοὺς ὀδόντας αὐ‐ τοῦ βρύξει καὶ τακήσεται, ὡς τοῦ παρανόμου μὲν εἰληφότος νόμον, παραβεβηκότος δὲ αὐτόν. Τοιοῦτος

23

.

1348

(50)

δὲ πᾶς ὁ ἐκ περιτομῆς, ὃς ἐπὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ τοὺς ὀδόντας αὐτοῦ βρύχει. Ἀλλὰ καὶ οἱ τῶν ἐθνῶν ἄπιστοι ταὐτὸν πάσχουσιν ἐπὶ τῇ προκοπῇ τῶν ἐξ αὐ‐ τῶν μεταβεβηκότων ἐπὶ τὴν κατὰ Θεὸν πολιτείαν. Πλὴν ἀμφότερα τὰ τάγματα διαπριόμενα κατὰ τῶν
55ἐν Χριστῷ τελειουμένων ἐκτακήσεται, τῆς ἐπιθυμίας
αὐτῶν ἀπολλυμένης.1346 in vol. 23

23

.

1349

ΑΛΛΗΛΟΥΙΑ ΑΓΓΑΙΟΥ ΚΑΙ ΖΑΧΑΡΙΟΥ. ΡΙΒʹ. Αἰνεῖτε, παῖδες, τὸν Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Πάντα τὸν διὰ
5τὸ φοβεῖσθαι Κύριον μακάριον γεγενημένον ἄνδρα ὑποτυπωσάμενος ὁ λόγος ἐν τῷ πρὸ τούτου ψαλμῷ, τόν τε βίον τῶν τοιούτων καὶ τὴν κατὰ Θεὸν πολι‐ τείαν, καὶ τὸ ἐπὶ τούτοις παρὰ Θεῷ τέλος ὑπογράψας ἐν τῷ προκειμένῳ, τίνες ποτέ εἰσιν οὗτοι, καὶ τίνων
10τυγχάνουσι παραπλήσιοι διδάσκει, παῖδας αὐτοὺς κα‐ λῶν διὰ τὸ νεαρὸν καὶ ἀρτιγενὲς τῆς κατὰ ψυχὴν ἡλι‐ κίας, καὶ τούτους ἐπὶ τὸν αἶνον καλεῖ τοῦ Θεοῦ. Ἀντὶ τοῦ, παῖδες, ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος δούλους ὠνόμασαν φήσαντες· Ὑμνεῖτε, δοῦλοι, Κύριον,
15ὑμνεῖτε τὸ ὄνομα Κυρίου. Δούλων γὰρ οὐδὲν διενη‐ νόχασιν οἱ παῖδες, φόβῳ δουλείας παιδαγωγούμενοι. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Ὡς ἀγνοοῦσι τοῖς παισὶν ὅπως χρὴ τὸν Κύριον ὑμνεῖν τὸ προφητικὸν Πνεῦμα δίκην
20παιδαγωγοῦ καὶ διδασκάλου τὰς φωνὰς αὐτὰς παρα‐ δίδωσιν. Εὐχὴ δὲ αὕτη ἐστὶν ὑπὲρ ἡμῶν αὐτῶν τῶν παίδων ἀναπεμπομένη, ὡς ἂν διαμείνῃ ἡμῖν τὸ τοῦ Κυρίου ὄνομα εἰς τὸ διηνεκὲς, μὴ φεῦγον ἡμᾶς, ἀλλ’ ἀναπαυόμενον τῷ ἡμετέρῳ βίῳ.
25 Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου. Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύ‐ ριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ. Καὶ πότε τέλους ἔτυχεν ὁ λόγος ἀλλ’ ἢ μετὰ τὴν ἐπιφάνειαν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ; Πρὸ γοῦν ταύ‐
30της ἐν τῇ Ἰουδαίᾳ μόνῃ ἐλέγετο γνωστὸς εἶναι Θεὸς, καὶ ἐν μόνῳ τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ, τῶν ἔξω τῆς Ἰουδαίας ἐθνῶν δαίμοσι καταδεδουλωμένων καὶ πνεύμασιν ἀκαθάρτοις, καὶ τοῖς τῆς εἰδωλολα‐ τρείας ἀντεχομένοις τοῦ ὀνόματος τοῦ Κυρίου μηδὲ
35εἰς ἔννοιαν ἥκοντος. Ὅτε γε μὴν ἐπιφανεὶς αὐτὸς ὁ Κύ‐ ριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοὺς αὐτοῦ μαθητὰς ἐπὶ πάντα διεπέμψατο τὰ ἔθνη, τηνικαῦτα πληροῦται ὁ διὰ τῶν προκειμένων φωνῶν τοῖς πᾶσι παραδοθεὶς ὕμνος.
40 Τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν ὁ ἐν ὑψηλοῖς κατοι‐ κῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ; Διδάσκεται δὲ διὰ τούτων ὁ νέος λαὸς, ὡς εἰ καὶ ἀνελήφθη ὁ Κύριος ἡμῶν, καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Πατρὸς, ἀλλ’ οὖν καὶ οὕτω πλήρης ἐστὶ πᾶσα ἡ γῆ
45καὶ ἀπολαύει τῆς ἐπισκοπῆς αὐτοῦ. Ἆρα οὐ δοκεῖ μέ‐ γα εἶναι τὸ εἰρημένον; Ἀλλ’ ὅταν ἐννοήσῃς περὶ τί‐ νος εἴρηται, σφόδρα ἐστὶ καταδεές. Πῶς γὰρ ἐν οὐρα‐ νοῖς κατοικεῖ ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν, ὁ πανταχοῦ παρὼν, ὁ λέγων· Θεὸς ἐγγίζων ἐγὼ, καὶ

23

.

1349

(50)

οὐ Θεὸς πόῤῥωθεν, ὁ μετρήσας τὸν οὐρανὸν σπι‐ θαμῇ καὶ τὴν γῆν δρακὶ, ὁ κατέχων τὸν γύρον τῆς γῆς; Ἀλλ’ ἐπειδὴ πρὸς Ἰουδαίους ἦν αὐτῷ ὁ λόγος, διὰ τοῦτο τέως οὕτω κέχρηται τῷ λόγῳ, συγκαταβαί‐ νων τῇ παχύτητι αὐτῶν· εἶτα κατὰ μικρὸν ἀνάγων
55αὐτῶν τὴν διάνοιαν καὶ πτερῶν τὴν γνώμην καὶ ἀνα‐ βιβάζων, ἠρέμα ἐπάγει ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ,
τουτέστι καὶ ἄνω καὶ κάτω. Τοῦτο δὲ εἶπε διὰ τὴν1348 in vol. 23

23

.

1352

ἀσθένειαν τὴν Ἰουδαϊκὴν, τὴν πρὸς τὰ εἴδωλα ἐπτοη‐ μένην, καὶ θεοὺς προσκυνοῦσαν τοὺς ἐν τόποις καὶ ναοῖς συγκεκλεισμένους. Εἰπὼν γοῦν, ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, δίδωσι νοεῖν, ὅτι πανταχοῦ ἐστι, κἀ‐
5κεῖ καὶ ἐνταῦθα, καὶ διὰ πάντων ἥκει. Οὐ γὰρ ὡς ἄν τις ἐν οὐρανῷ συγκεκλεισμένος πόῤῥωθεν βλέπει τὰ ἐν τῇ γῇ, ἀλλὰ πανταχοῦ παρὼν καὶ ἀχώρητος ὢν καὶ ἀπερίγραπτος καὶ πᾶσι περιιστάμενος. Εἶδες πῶς κατὰ μικρὸν πτεροῖ τὴν διάνοιαν τῶν ἀκουόντων; Οὐ
10γὰρ ζητεῖ ὅπως ἄν τις τῆς δόξης εἴποι τοῦ Θεοῦ τέως ἐπάξιον, ἀλλ’ ὅπως ἐκείνοις χωρητόν. Καὶ ἀλλαχοῦ δὲ θρόνος Θεοῦ λέγεται ὁ οὐρανὸς ἐκ τοῦ τὰς οὐρανίας δυνάμεις παγίως ἐν αὐταῖς τὴν τοῦ Θεοῦ δόξαν ἐν‐ ιδρυμένην ἔχειν· καὶ ἡ γῆ ὑποπόδιον, διὰ τὸ ἐπὶ γῆς
15τοὺς ἀνθρώπους τὰ τελευταῖα τῶν περὶ Θεοῦ μόλις χωρῆσαι δύνασθαι. Ἐνταῦθα δὲ ἀναστήσας ἀπὸ τῆς γῆς τὸν ἀκροατὴν ὁ Δαυῒδ, ἐφ’ ἕτερον ἔρχεται τῆς δυνάμεως τοῦ Θεοῦ δεῖγμα λέγων· Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα, τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων,
20μετὰ ἀρχόντων λαοῦ αὐτοῦ· ὁ κατοικίζων στεί‐ ραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην. Ὑμνεῖ τὴν δύναμιν τοῦ Θεοῦ, ῥᾳδίως μεταβάλλου‐ σαν ἃ βούλεται. Οὐ μόνον γὰρ, φησὶ, πλουτίζει τὸν πένητα καὶ δοξάζει, ἀλλὰ καὶ τοῖς ἄρχουσι τοῦ λαοῦ
25συγκαθίστησι, καὶ εἰς ἀρχὴν ἀνάγει. Μεγάλης γὰρ δυνάμεως καὶ ἀφάτου τὸ τὰ μικρὰ ἐπαίρειν. Δύναται δὲ ὁ στίχος καὶ περὶ τοῦ ἀπὸ τῶν ἐθνῶν λαοῦ λέγε‐ σθαι, περὶ οὗ φησιν ὁ προφήτης· Καὶ διὰ τοῦτο εὐλο‐ γήσει σε ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀνθρώπων
30ἀδικουμένων εὐλογήσουσί σε. Ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι’ ἔν‐ δειαν σκέπη· ἀπὸ ἀνθρώπων πονηρῶν ῥύσῃ αὐτούς· σκέπη διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμέ‐ νων. Τοῦτον γὰρ τὸν πτωχὸν καὶ πένητα λαὸν, ἀπὸ τῶν
35χαμαιζήλων πραγμάτων ἐγείρας, καὶ τῆς ἀτιμίας τῶν παθῶν καὶ τῆς κοπρίας τῶν Ἑλληνικῶν μυσαγμάτων, καθίσει μετὰ τῶν ἀρχόντων τοῦ Ἰσραὴλ, ὄντος λαοῦ αὐτοῦ. Εἰσὶ δὲ οἱ ἀπόστολοι ἄρχοντες τοῦ Ἑβραίων λαοῦ, ἢ καὶ οἱ πατριάρχαι, μεθ’ ὧν κατασκηνώσου‐
40σιν οἱ ἐξ ἐθνῶν πιστεύσαντες. Καὶ τοῦτό φησιν ὁ Κύ‐ ριος· Πολλοὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἔστι μὲν οὖν ὁ λόγος καθολικός. Εἰ δέ τις καὶ κατὰ
45ἀναγωγὴν αὐτὸν βουληθείη, ὄψεται τοῦτο πάλιν ἐπὶ τῆς παρουσίας τοῦ Χριστοῦ γενόμενον. Τί γὰρ τῆς ἡμετέρας φύσεως πτωχότερον; Ἀλλ’ ὅμως αὐτὴν ἤγειρε καὶ ἀνήγαγε τὴν ἀπαρχὴν ἡμῶν, καὶ εἰς οὐ‐ ρανὸν ἐκάθισε τὸν ὑψηλότερον. Κοπρίαν δὲ ἐνταῦθα

23

.

1352

(50)

τὸ εὐτελὲς λέγει, καὶ τὴν ἐκεῖθεν ἀθρόον γινομένην μεταβολὴν, δεικνὺς ὅτι πάντα αὐτῷ ῥᾴδια καὶ εὔκο‐ λα. Ταῦτα δὲ καὶ ἡ μακαρία Ἄννα εἴρηκε, τὸν χαρι‐ στήριον ὕμνον προσφέρουσα τῷ Θεῷ· Κύριος πτω‐ χίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ, ἀνιστᾷ
55ἀπὸ γῆς πένητα, καὶ ἀπὸ κοπρίας ἐγείρει πτω‐ χὸν, καθίσαι μετὰ δυναστῶν λαοῦ, καὶ θρό‐
νον δόξης κατακληρονομῶν αὐτοῖς. Ὁρῶμεν1350 in vol. 23

23

.

1353

δὲ αὐτὰ διηνεκῶς ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ γινόμενα. Οὕτω τὸν μακάριον Δαυῒδ, ποιμένα ὄντα, βασιλέα πε‐ ποίηκε· οὕτω τὸν Ἰωσὴφ, εἰς δουλείαν μεταπεσόντα, ἐπὶ τὸν βασιλικὸν ἐκάθισε θρόνον· οὕτω τὸν Μωσέα,
5προβατέα γενόμενον, δημαγωγὸν ἀπέφηνε τοῦ λαοῦ, καὶ θεὸν ἐχειροτόνησε τοῦ Φαραώ· οὕτω τὰ ἔθνη, τῇ δουλείᾳ τῆς ἀσεβείας δουλεύοντα καὶ τῇ κόπρῳ τῆς ἁμαρτίας καὶ βδελυγμίας ἐπικαθήμενα, τῶν τοῦ Ἰσ‐ ραὴλ δεδωρημένων ἠξίωσεν ἀγαθῶν· οὕτω τὴν ἀν‐
10θρωπείαν φύσιν εἰς αὐτὸν καταπεσοῦσαν τὸν τοῦ ᾅδου πυθμένα, ἀνέλαβε καὶ ἀνήγαγε, καὶ ἐκάθισεν ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος, καὶ παν‐ τὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.
15ΑΛΛΗΛΟΥΙΑ. ΡΙΓʹ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐ‐ τοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ. Ὕμνος καὶ οὗτός ἐστι τὰς Ἰουδαίοις ὑπὸ τοῦ Θεοῦ παρασχεθείσας εὐεργε‐
20σίας διεξιὼν, καὶ τοῦ Θεοῦ τὴν δύναμιν διηγούμενος, καὶ τῶν εἰδώλων κωμῳδῶν τὴν ἀσθένειαν. Ἁρμόττει δὲ καὶ οὗτος ὁ ὕμνος τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι, καὶ τῆς τῶν εἰδώλων πλάνης ἀπηλλαγμένοις· μαν‐ θάνουσι γὰρ ὅσον τὸ μέσον τῶν οὐκ ὄντων πρὸς τὸν
25ὄντα, καὶ ὡς εἷς ἐστι Θεὸς Παλαιᾶς καὶ Καινῆς Δια‐ θήκης. Ἀντὶ δὲ τοῦ, Ἐκ λαοῦ βαρβάρου, ὁ μὲν Ἀκύλας, Ἀπὸ λαοῦ ἑτερογλώσσου· ὁ δὲ Σύμμαχος, Ἐκ λαοῦ ἀλλοφώνου, ἐκδέδωκεν. Ἐγενήθη Ἰου‐ δαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ.
30Πάλαι μὲν γὰρ, ὅτε διὰ Μωϋσέως τὴν ἐξ Αἰγύπτου πορείαν ἐποιήσαντο οἱ ἀπὸ τοῦ προτέρου λαοῦ, βραχύ τι μόριον τῆς γῆς καὶ σφόδρα εὐτελὴς γωνία τῆς ἁπάσης οἰκουμένης, Ἰουδαία, ἐξείλεκτο τῷ Θεῷ, καὶ ἔθνος ἓν τὸ Ἰουδαίων· ἐπεὶ δὲ, τῆς σωτηρίου ἐπιφανείας τῆς
35χάριτος ἁπλωθείσης καθ’ ὅλης τῆς οἰκουμένης, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου, καὶ ὑψηλὸς οὐκ ἐπ’ ἔθνος τὸν Ἰσραὴλ, ἀλλ’ ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη γέγονεν ὁ Κύριος. Ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης
40ἐστράφη εἰς τὰ ὀπίσω· τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡσεὶ ἀρνία προβάτων. Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σοὶ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; τὰ ὄρη, ὅτι ἐσκιρ‐ τήσατε ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ, ὡσεὶ ἀρνία
45προβάτων; Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακὼβ, τοῦ στρέψαν‐ τος τὴν πέτραν εἰς λίμνας ὑδάτων, καὶ τὴν ἀκρό‐ τομον εἰς πηγὰς ὑδάτων. Δοκεῖ μοι πάλιν ἐντεῦθεν ὁ λόγος τὴν προφητείαν ποιεῖσθαι τῆς τῶν ἐθνῶν

23

.

1353

(50)

ἁπάντων κλήσεως. Πάλαι μὲν γὰρ, φησὶ, κατὰ τὴν ἐξ Αἰγύπτου πορείαν, Ἰουδαία μόνη γέγονεν ἁγίασμα τοῦ Θεοῦ, καὶ μόνος Ἰσραὴλ ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ. Καὶ πάλαι μὲν μερική τις γέγονεν αἴσθησις θαλάσ‐ σης, καὶ ποταμοῦ καὶ ὀρῶν καὶ βουνῶν· νῦν δὲ τὸ
55πᾶν στοιχεῖον τῆς γῆς κινείσθω καὶ σαλευέσθω· μᾶλλον δὲ κατὰ τὸν Ἀκύλαν, ὠδινησάτω, ὅπως πλη‐
ρωθῇ τὸ εἰρημένον ὑπὸ Ἡσαΐου προφήτου· Τίς1352 in vol. 23

23

.

1356

ἤκουσε τοιαῦτα, καὶ τίς ἑώρακεν οὕτως; Εἰ ὤδινε γῆ ἐν μιᾷ ἡμέρᾳ, καὶ ἐτέχθη ἔθνος εἰσάπαξ; Τῆς γὰρ κλήσεως τῶν ἐθνῶν καὶ τῆς τοῦ Θεοῦ χάριτος μελλούσης χεῖσθαι καθ’ ὅλης τῆς ὑπὸ τῶν ἀνθρώπων
5οἰκουμένης, ἀνάγκη πᾶσα ἦν τὰ ἐξ αἰῶνος ἱδρυμένα σεβάσματα τῶν ἐθνῶν σάλον καὶ κλόνον παθεῖν, καὶ τοὺς ἐν αὐτοῖς δαίμονας φυγεῖν, ἵνα τῷ Θεῷ γεννηθῇ καθ’ ὅλης τῆς οἰκουμένης ὁ ἐξ ἐθνῶν λαός. Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ’ ἢ τῷ ὀνόματί σου δὸς δόξαν ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ
10σου, μή ποτε εἴπωσι τὰ ἔθνη, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησε. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα τῶν χειρῶν ἀνθρώπων. Ἐνταῦθά μοι δοκεῖ τὸ Πνεῦμα τὸ ἅγιον
15αἰνίττεσθαι τοῦ ἐκ περιτομῆς λαοῦ τὴν ἀποβολὴν, εὐχήν τε αὐτοῖς παραδιδόναι εἰς ἐξομολόγησιν, ἐκ προσώπου τε αὐτῶν τὰ παρόντα φάσκειν, δι’ ὧν παρ‐ ίστανται μηκέτι ἔχοντες τὴν ἐπισκοποῦσαν αὐτοῖς θείαν δύναμιν· δι’ ὧν διδάσκονται δέεσθαι καὶ παρακαλεῖν
20διὰ τοῦ λέγειν· Ἡμεῖς μὲν ἀνάξιοι τῆς χάριτος, ἧς κατηξίωνται πάντα τὰ ἔθνη· ἀλλὰ μὴ ἡμῖν ποιήσῃς Δέσποτα· ἀλλὰ διὰ τὸ ὄνομά σου τὸ ἐξ ἀρχῆς ἐπικλη‐ θὲν ἐφ’ ἡμᾶς, καὶ μὴ ταῖς ἡμῶν δικαιοσύναις, ἀλλὰ τῷ σῷ ἐλέει χάρισαι καὶ τῇ σῇ ἀληθείᾳ. Εἰ γὰρ μὴ
25ἐλεήσειας, ἐροῦσι τὰ ἔθνη· Ποῦ ἐστιν ὁ Θεὸς αὐ‐ τῶν; Ἀλλ’ ἵνα μή ποτε τοῦτον εἴπωσι τὸν λόγον, χάρισαι ἡμῖν καὶ δώρησαι ἔλεός σου. Κἂν γὰρ μὴ ἡμᾶς μηκέτι ἡ σὴ ἐπισκοπὴ διακυβερνᾷ, ἀλλὰ πε‐ πείσμεθά σε εἶναι ἐν τῷ οὐρανῷ, καὶ ταῦτα ποιεῖν
30ἅπερ ἠβουλήθης. Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ’ ἢ τῷ ὀνόματί σου δὸς δόξαν· ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου, μή ποτε εἴπωσι τὰ ἔθνη· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ
35γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται, ῥῖνας ἔχουσι καὶ οὐκ
40ὀσφρανθήσονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλαφή‐ σουσι, πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν, οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν. Ὅμοιοι αὐ‐ τοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ’ αὐτοῖς. Οἶκος Ἰσραὴλ ἤλπισεν
45ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἱ φοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερ‐ ασπιστὴς αὐτῶν ἐστιν. Κύριος μνησθεὶς ἡμῶν

23

.

1356

(50)

εὐλόγησεν ἡμᾶς. Εὐλόγησε τὸν οἶκον Ἰσραὴλ, εὐλόγησε τὸν οἶκον Ἀαρών· εὐλόγησε τοὺς φο‐ βουμένους τὸν Κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων. Προσθείη Κύριος ἐφ’ ὑμᾶς, ἐφ’ ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν. Εὐλογημένοι ὑμεῖς τῷ
55Κυρίῳ, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων. Οὐχ οἱ νεκροὶ
αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαί‐1354 in vol. 23

23

.

1357

νοντες εἰς ᾅδου. Ἀλλ’ ἡμεῖς οἱ ζῶντες εὐλογή‐ σομεν τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶ‐ νος. Διέσταλται καὶ ἰδίως ἀφώρισται τοῦ ριγʹ ψαλ‐ μοῦ ἔν τισι τῶν ἀντιγράφων τὰ προκείμενα, ὥστε
5εἶναι ριδʹ ψαλμὸν τὸν μετὰ χεῖρας. Ἐπειδὴ δὲ, ἐγκύ‐ ψας αὐτῇ τῇ Ἑβραίων βίβλῳ, τοὺς αὐτῶν χαρακτῆ‐ ρας συνημμένους εὗρον καὶ τὰς λέξεις, ἐπέστησα καλῶς ἀκολουθῆσαι τῇ Ἑβραίων βίβλῳ, συνάψαι τε τοῖς προτέροις τὰ προκείμενα, ὥστε εἶναι μέρος αὐ‐
10τὰ τοῦ ριγʹ ὕμνου. Δοκεῖ οὖν τὰ προκείμενα ἀνηρ‐ τῆσθαι τῶν προτέρων· παιδεύονται γὰρ οἱ παῖδες οἷς ἐλέγετο· Αἰνεῖτε, παῖδες, Κύριον, τουτέστιν ὁ νέος λαὸς, ποῖον Κύριον προσήκει αἰνεῖν· δῆλον δὲ αὐτὸν ἐκεῖνον τὸν ἐν τῇ ἐξόδῳ Ἰσραὴλ τῇ ἐξ Αἰγύπτου τὰ
15τοσαῦτα θαυμάσια διαπραξάμενον. Ἐκείνοις οὖν ἀκολούθως οἱ αὐτοὶ διδάσκονται τοὺς πάλαι νενομι‐ σμένους αὐτῶν θεοὺς ὁποῖοί τινες ἦσαν μὴ ἀγνοεῖν, ὅτι ἄψυχοι καὶ πάσης αἰσθήσεως ἐστερημένοι, ὅτι νεκρὰ, καὶ κωφὰ καὶ τυφλὰ εἴδωλα, οὐδὲν ὅμοιον
20ἔχοντα, οὐ φημὶ τῷ μεγάλῳ καὶ παραδοξοποιῷ ποιητῇ τῶν ὅλων, ἀλλ’ οὐδὲ τοῖς ἐσχάτοις τῶν ἐμψύχων, οἷς μέτεστιν αἰσθήσεως· πάντη δὲ ἄψυχος ὕλη καθέστη‐ κεν. Κἀκεῖνα μὲν, λέγω δὴ τὰ ἔμψυχα ζῶα, Θεοῦ Λόγῳ συνέστηκεν· οἱ δὲ τῶν ἐθνῶν νενομισμένοι θεοὶ ἀνθρωπίνων ἔργων ἀναπλάσματα τυγχάνουσιν. ΑΛΛΗΛΟΥΙΑ. ΡΙΔʹ.
25 Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου, ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Ὁ πάλαι φοβούμενος τὸν Κύριον, ἤδη προκόψας ἀπὸ τοῦ φό‐ βου, καὶ μεταβὰς ἐπὶ τὴν ἀγάπην τοῦ Θεοῦ, εἴποι
30ἂν, Ἠγάπησα· τίνα δὲ, ἢ δηλαδὴ Κύριον τὸν Θεὸν ἐξ ὅλης καρδίας, καὶ δυνάμεως καὶ ψυχῆς, ὥστε ἕνε‐ κεν αὐτοῦ καὶ μέχρι θανάτου ἀγωνίζεσθαι ὑπὲρ ἀλη‐ θείας, πάντα τε ὑπομεῖναι πειρασμὸν, καὶ πάντα κίνδυνον ὑποστῆναι προθύμως διὰ τὴν πρὸς Θεὸν
35ἀγάπην; Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοὶ, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλί‐ ψιν καὶ ὀδύνην εὗρον, καὶ τὸ ὄνομα Κυρίου ἐπε‐ καλεσάμην. Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου·
40ἐλεήμων καὶ δίκαιος ὁ Κύριος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Φυλάσσων τὰ νήπια ὁ Κύριος, ἐταπεινώ‐ θην, καὶ ἔσωσέ με. Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε· ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς
45ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. Πάντα γὰρ ταῦτα, φησὶ, διὰ τὸν Θεὸν ὑπομείνας ἠγάπησα. Οὐ γὰρ παρὰ προαί‐ ρεσιν, οὔτε φεύγων, προθύμως δὲ ἐμαυτὸν τούτοις ἅπασιν ἐπιδιδοὺς, ἔστερξα διὰ τὴν πρὸς τὸν Θεὸν

23

.

1357

(50)

ἀγάπην· ὡς δύνασθαι λέγειν· Ἕνεκέν σου θανα‐ τούμεθα ὅλην τὴν ἡμέραν. Πάντα γὰρ ταῦτα ἠγάπησα διὰ τὸν Κύριον, καὶ ἀγαπήσας τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην. Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων. Ὁ κόσμος οὗτος αὐτός τέ ἐστι θνητὸς, καὶ χωρίον
55ἀποθνησκόντων ἐστίν. Ἐπειδὴ γὰρ σύνθετός ἐστι τῶν ὁρωμένων ἡ σύστασις· τὸ δὲ σύνθετον ἅπαν διαλύε‐
σθαι πέφυκεν· ἐν τῷ κόσμῳ ὄντες, μέρος ὄντες τοῦ1356 in vol. 23

23

.

1360

κόσμου, ἀναγκαίως τῆς τοῦ παντὸς φύσεως ἀπολαύο‐ μεν· ἐκεῖ δὲ οὐκ ἔστιν ἀλλοίωσις, οὔτε σώματος, οὔτε ψυχῆς. Οὐδὲ γάρ ἐστι λογισμοῦ παρατροπὴ, οὐδὲ με‐ τάθεσις γνώμης, οὐδεμιᾶς περιστάσεως τὸ εὐσταθὲς
5καὶ ἀτάραχον τῶν λογισμῶν ἀφαιρουμένης. Χώρα ἐστὶν ἐκείνη τῶν ἔτι ζώντων, ἐν ᾗ μάλιστα εὐαρε‐ στήσειν τῷ Θεῷ ὁ προφήτης κατεπαγγέλλεται, ὡς ὑπ’ οὐδενὸς μέλλων τῶν ἔξωθεν διακόπτεσθαι ζώντων. Ἐκείνη χώρα ἐν ᾗ οὐκ ἔνι νὺξ, οὐκ ἔνι ὕπνος τὸ τοῦ
10θανάτου μίμημα, οὐκ ἔνι βρῶσις, οὐκ ἔνι πόσις τὰ τῆς ἀσθενείας ἡμῶν ὑπερείσματα, οὐ τῶν ἔξωθέν τι πε‐ ριστατικῶν· ἀλλὰ χώρα ζώντων, οὐκ ἀποθνησκόντων διὰ τῆς ἁμαρτίας, ἀλλὰ ζώντων τὴν ἀληθινὴν ζωὴν τὴν ἐν Χριστῷ Ἰησοῦ.
15ΑΛΛΗΛΟΥΙΑ. ΡΙΕʹ. Ἐπίστευσα, διὸ ἐλάλησα, ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Συνῆπται καὶ
20ταῦτα τοῖς πρὸ αὐτῶν ἐν τῷ Ἑβραϊκῷ ἀντιγράφῳ, ὥστε ἀπηρτῆσθαι τὴν ἐν αὐτοῖς διάνοιαν τῶν προλε‐ λεγμένων, καὶ μέρος εἶναι αὐτῶν. Ἐπεὶ μὲν γὰρ εἰρήκει· Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνά‐ παυσίν σου· καὶ πάλιν· Εὐαρεστήσω ἐνώπιον
25Κυρίου ἐν χώρᾳ ζώντων· ἐνταῦθα δὲ ἐπισυν‐ άπτει λέγων· Ἐπίστευσα, διὸ ἐλάλησα. Εἶναι γὰρ χώραν ζώντων ἑτέραν παρὰ τὸν ἀνθρώπινον βίον ἐπίστευσα, καὶ εἶναι τῆς ψυχῆς ἀνάπαυσιν ἑτέραν παρὰ τὴν ἐπὶ γῆς διατριβήν· Ἐπίστευσα, διὸ
30ἐλάλησα, ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Ἐταπείνωσα ἐμαυτὸν, καὶ σφόδρα ἐκάκωσα· οὕτω γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Ἐκακώθην σφόδρα. Τοῦτο δὲ ἐποίησα, ἐπειδήπερ ἠπιστάμην,
35ὅτι πᾶς ἄνθρωπος ψεύστης· διόπερ ἀγωνιῶν καὶ φροντίζων, μὴ ἄρα καὶ αὐτὸς, ὡς ἄνθρωπος ἀπο‐ φηνάμενος περὶ ἐμαυτοῦ καὶ εἰπών· Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων, ψεύσωμαι· τού‐ του χάριν πιστεύσας τῇ μελλούσῃ ζωῇ καὶ τῇ τῆς
40ψυχῆς ἀναπαύσει, καὶ τῇ χώρᾳ τῶν ζώντων, καὶ διὰ τοῦ πιστεῦσαι λαλήσας ταῦτα αὐτὰ, ἵνα μήποτε ἐκπέσω τῆς ἐπαγγελίας, καὶ ψευσθῶ τῆς ἐλπίδος, ἐταπείνωσα ἐμαυτὸν σφόδρα. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄν‐
45θρωπος ψεύστης. Λογισμοὶ γὰρ ἀνθρώπων δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν. Φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχὴν, καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα· καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου. Τὰ δ’ ἐν

23

.

1360

(50)

οὐρανοῖς τίς ἐξιχνίασεν; Ὅμως ἐγὼ οὐχ ὡς ἄνθρωπος ἐλάλησα· ἢ γὰρ ἂν καὶ ἐψευσάμην· ἀλλ’ ἐπίστευσα τοῖς τοῦ Θεοῦ λόγοις, καὶ ταῖς τοῦ Θεοῦ ἐπαγ‐ γελίαις. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀντ‐
55απέδωκέ μοι; Ποτήριον τοῦ σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ· τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν
ὁσίων αὐτοῦ. Ὦ Κύριε, ἐγὼ ὁ δοῦλος σὸς, ἐγὼ1358 in vol. 23

23

.

1361

δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. Διέῤ‐ ῥηξας τοὺς δεσμούς μου. Υἱὸν παιδίσκης φησὶν ἑαυτὸν, τῆς Ἐκκλησίας. Δεσμοὺς δὲ οἷς σειραῖς τῶν ἑαυτοῦ ἁμαρτημάτων κατεσφίγγετο. Ἐλευθερωθεὶς
5δὲ τῆς ἁμαρτίας, καὶ υἱὸς τῆς σῆς παιδίσκης γινό‐ μενος τῆς Ἐκκλησίας, τῶν προτέρων ἀνέθην ἁμαρ‐ τημάτων διὰ τῆς σῆς χάριτος. Σοὶ θύσω θυσίαν αἰνέσεως, καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παν‐
10τὸς τοῦ λαοῦ αὐτοῦ, ἐν αὐλαῖς οἴκου Κυρίου, ἐν μέσῳ σου, Ἱερουσαλήμ. Προκοπὴν σημαίνει τῷ ταῦτα λέγοντι, φημὶ δὲ τῷ ἐξ ἐθνῶν λαῷ. Τῷ γὰρ, Σοὶ θύσω θυσίαν αἰνέσεως, τοῦ σώματος καὶ τοῦ αἵματος, φησὶ, μεταλήψομαι, καὶ ἐν τῇ τούτων μετα‐
15λήψει τὸ ὄνομά σου ἐπικαλέσομαι, καὶ τὰς εὐχα‐ ριστηρίους εὐχάς σοι τῷ Κυρίῳ ἀποδώσω ἔνδον ἐν μέσῳ τῆς ἀληθοῦς Ἱερουσαλὴμ, καὶ ἐναντίον παντὸς τοῦ λαοῦ, καὶ τὰς ἐπαγγελίας ἅς ποτε ἐποιησάμην. ΑΛΛΗΛΟΥΙΑ. ΡΙϛʹ.
20 Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέ‐ σατε αὐτὸν, πάντες οἱ λαοί· ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυ‐ ρίου μένει εἰς τὸν αἰῶνα. Ἀνακαλεῖται τοίνυν ὁ λό‐ γος ἐπὶ τὸν ὕμνον τοῦ Θεοῦ πάντα τὰ ἀλλογενῆ καὶ
25ἀλλόφυλα ἔθνη· εἶτα ἀποδιαστείλας τῶν ἐθνῶν τοὺς λαοὺς ἐπιλέγει· Ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί. Νοήσεις δὲ τὴν διαφορὰν ἐπιστήσας τῇ προ‐ φητείᾳ τῇ λεγούσῃ παρὰ τῷ Ζαχαρίᾳ· Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών· ἰδοὺ ἐγὼ ἔρχομαι καὶ
30κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Τέως μὲν γὰρ ἔθνη τυγχάνοντα, οὔπω λαὸς ἦν αὐτοῦ, μεταβαλόντα δὲ τοῦ προτέρου βίου, καὶ
35μετασχόντα τῶν τοῦ Θεοῦ μυστηρίων δι’ ἀναγεν‐ νήσεως καὶ λουτροῦ παλιγγενεσίας, γίνονται αὐτοῦ λαοί. Ὃ δὴ εἰσέτι καὶ νῦν πληροῦται καθ’ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης, μυριάνδρων λαῶν ὥσπερ κατὰ χοροὺς ἱσταμένων καὶ τὸν παρ’ Ἑβραίοις προ‐
40φητῶν Θεὸν ὑμνούντων, καὶ τὰ αὐτὰ ἀναγνώσματα, μαθήματά τε καὶ δόγματα διδασκομένων. Ταῦτα γοῦν ὀφθαλμοῖς ὁρώμενα, οὐκ ἄλλως ἢ διὰ μόνης τῆς σωτηρίου δυνάμεως καθ’ ὅλης συνέστη τῆς τῶν ἐθνῶν οἰκουμένης. ΑΛΛΗΛΟΥΙΑ. ΡΙΖʹ.
45 Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτω δὴ ὁ οἶκος Ἰσραὴλ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· εἰπάτω δὴ οἶκος Ἀαρὼν, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτωσαν δὴ

23

.

1361

(50)

πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ ἐν τοῖς προ‐ κειμένοις, τῆς εὐαγγελικῆς χάριτος ἐπὶ πάντα τὰ ἔθνη χυθείσης, ὧν ἐθνῶν μέρος τι ἦν καὶ ὁ ἐκ περι‐ τομῆς λαὸς, καὶ μέρος τὸ πρώτιστον, εἰκότως πρώ‐
55τους αὐτοὺς ὁ λόγος ἐπὶ τὴν ἐξομολόγησιν καλεῖ· ἔπειτα τοὺς ἐξ ἐθνῶν προσεληλυθότας τῷ Εὐαγγελίῳ,
κατὰ τό· Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Εἰ δέ1360 in vol. 23

23

.

1364

τις ἀκριβῶς ἐξετάσειε, καὶ ὑπὲρ τῆς παρουσίας αὐ‐ τῆς τοῦ Χριστοῦ μάλιστα τοὺς Ἰουδαίους εὐχαριστεῖν δεῖ. Εἰ γὰρ καὶ τὰ ἐναντία ὑπέμειναν, ἀλλ’ οὐ παρὰ τὸν παραγενόμενον, ἀλλὰ παρὰ τὴν οἰκείαν ἀγνω‐
5μοσύνην. Αὐτὸς μὲν γὰρ πρὸς αὐτοὺς ἀφικνεῖτο, καὶ συνεχῶς ἔλεγεν· Οὐκ ἦλθον ἀλλ’ εἰς τὰ πρό‐ βατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· εἰ δὲ ἀνάξιοι τῆς εὐεργεσίας ἐφάνησαν, ταῖς ἑαυτῶν λογιζέσθωσαν παρανομίαις καὶ τῇ τῆς ἀγνωμοσύνης ὑπερβολῇ.
10 Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν. Κύριος ἐμοὶ βοη‐ θὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρω‐ πος. Κύριος ἐμοὶ βοηθὸς, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου. Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον,
15ἢ πεποιθέναι ἐπ’ ἄνθρωπον· ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ’ ἄρχουσι. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Ἐκύ‐
20κλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ ἐξεκαύθη‐ σαν ὡσεὶ πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου. Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ ἐγένετό μοι εἰς σωτη‐
25ρίαν. Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκη‐ ναῖς δικαίων. Ὠφελήθην δὲ καὶ ὀφθαλμοῖς παρα‐ λαβὼν τὰ τέλη τῶν ἀσεβῶν. Ἔγνων γὰρ, ὅτι ἐξεκαύ‐ θησαν ὡς πῦρ ἐν ἀκάνθαις, ἢ ἐπεσβέσθησαν ὡς πῦρ ἐν ἀκανθῶν ὡς μηκέτι με ταράττεσθαι,
30εἴ ποτε ὁρῶν ἀσεβεῖς ἐπαιρομένους, καὶ τῷ λαῷ Θεοῦ ἐπανισταμένους. Πεπαίδευμαι γὰρ ὁποῖον αὐτοὺς τέλος περιμένει. Δεξιὰ Κυρίου ἐποίησε δύναμιν, δεξιὰ Κυρίου ὕψωσέ με, δεξιὰ Κυρίου ἐποίησε δύναμιν. Οὐκ
35ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα Κυρίου. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, τῷ δὲ θανάτῳ οὐ παρέδωκέ με. Ὅτι μὴ εἰς ἄχρη‐ στον οἱ διωγμοὶ, ἀλλ’ ἐπ’ ὠφελείᾳ καὶ δοκιμῇ τῶν πεπειρασμένων γεγόνασι, διδάσκει λέγων· Παιδεύων
40ἐπαίδευσέ με ὁ Κύριος. Ἔγνων γὰρ τὴν ἐμαυτοῦ ἀσθένειαν, καὶ τὴν ἐκ Θεοῦ μοι παρασχεθεῖσαν δύναμιν οὐκ ἠγνόησα. Ἐπαιδεύθην δὲ ὁποία τις ἦν ἡ δεξιὰ τοῦ Κυρίου, ἡ τοὺς πολεμίους ταπεινώσασα. Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, εἰσελθὼν
45ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ· αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν. Τὸ μὲν οὖν γενικὸν ὄνομα πασῶν τῶν ἀρετῶν τῇ δικαιοσύνῃ προγράφεται·

23

.

1364

(50)

κατ’ εἶδος δὲ λοιπὸν διαιρῶν τις, εἴποι ἀναλόγως τὸ, Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, καὶ πύλας φρο‐ νήσεως, καὶ τῶν λοιπῶν τῶν κατὰ Θεὸν πράξεων. Ἐπειδὰν διὰ πασῶν παρέλθῃ τῶν πυλῶν, λοιπὸν ἐπὶ τὸ τέλος τῶν, ὡς ἂν εἴποι τις, ἐνδοτάτω ἁγίων
55ἐλθὼν, οὐκέτι πολλὰς, ἀλλὰ μίαν ὄψεται πύλην τὴν αὐτοῦ τοῦ Κυρίου, δι’ ἧς πάντες εἰσελεύσονται οἱ
δίκαιοι. Εἴποι δ’ ἄν τις ταύτην τὴν ὑστάτην καὶ1362 in vol. 23

23

.

1365

τελευταίαν, ἧς ἐπέκεινα οὐκέτι οἷόν τε εἶναι προσ‐ ελθεῖν Ὑστάτη δὲ πύλη τοῦ Κυρίου ἡ θεωρία ἂν εἴη αὐτοῦ, κατὰ τὸ, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
5 Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες· οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ὦ
10Κύριε, σῶσον δὴ, ὦ Κύριε, εὐόδωσον δή. Εὐλο‐ γημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἐπειδὴ εἶδε τῆς οἰκουμένης τὴν εὐεργεσίαν καὶ τὴν τῶν πραγμάτων μεταβολὴν, καὶ πρὸς τὸ βέλτιον μετά‐ στασιν, συγχαίρων τοῖς ἀπολαύουσί φησιν· Ὦ Κύριε,
15σῶσον δή· ὦ Κύριε, εὐόδωσον δή. Τουτέστι, διά‐ σωσον τοὺς ἀπολαύοντας, ὥστε ἐμπλησθῆναι, καὶ καρποὺς ἀξίους διαδείξασθαι τῆς χάριτος· ῥᾳδίαν αὐτοῖς ποίησον τὴν ὁδὸν, ὥστε, μετὰ τὸ τυχεῖν, μὴ ἐκπεσεῖν τῶν τοιούτων καλῶν.
20 Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Ὁμολογοῦντες, ὅτι ταῦτα αὐτοῖς οὐδεὶς ἄλλος ἢ αὐτὸς ὁ Κύριος ἐπέφανέ τε καὶ ἔδειξε· διό φασιν, Εὐλογήκαμεν ὑμᾶς· ὅτι ἐπέφανε τὴν ὑμετέραν δείξας σωτηρίαν. Ἐπευξά‐
25μενοι καὶ τὰ μέλλοντα προθεωρήσαντες τῷ ἁγίῳ Πνεύματι τὰ προκείμενα οἱ προφῆται, μακαρίζουσι τοὺς μέλλοντας τῶν ἀποτελεσμάτων ποτὲ καταξιοῦ‐ σθαι. Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου, ὑμεῖς οἱ ἐξ
30ἐθνῶν ἐν τοῖς πυκάζουσι. Τοῦτο δὲ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν εἰπών· Δήσατε ἑορτὴν ἐν πιμελέσιν· ὁ δὲ Σύμμαχος· Συνδήσατε ἐν πανηγύρει πυκά‐ σματα ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. Προσ‐ τάττει δὲ διὰ τούτων πολλοῖς κειμηλίοις πληροῦν τὸν
35οἶκον τοῦ Θεοῦ καὶ ἀναθήμασι πυκνοῖς στεφανοῦν αὐτὸν κατὰ τοὺς τῶν ἑορτῶν καιρούς. Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σὺ, καὶ ὑψώσω σε. Προστάττεται δὲ ὁ συγ‐ κροτηθεὶς ἐν Χριστῷ λαὸς ἔκ τε τοῦ Ἰσραὴλ καὶ ἐκ
40τοῦ οἴκου Ἀαρὼν, καὶ ἐκ τῶν φοβουμένων τὸν Κύ‐ ριον ἐξομολογεῖσθαι καὶ λέγειν ἐν τῇ ἐξομολογήσει τὸ, Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σὺ, καὶ ὑψώσω σε. Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σω‐
45τηρίαν. Τίνι δὲ ταῦτα λέγει ἢ τῷ ἀνωτέρω δεδηλω‐ μένῳ Κυρίῳ τῷ καὶ ἐκ θλίψεως ῥυσαμένῳ αὐτὸν, τῷ καὶ τοὺς ἐχθροὺς αὐτοῦ ταπεινώσαντι, τῷ καὶ τὸν λίθον τὸν ἀποβληθέντα πρὸς τῶν οἰκοδόμων ὑψώσαντι, τῷ καὶ εὐοδώσαντι καὶ σώσαντι τοὺς εἰς

23

.

1365

(50)

αὐτὸν πιστεύοντας. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. ΑΛΛΗΛΟΥΙΑ. ΡΙΗʹ. Μακάριοι οἱ ἄμωμοι ἐν τῇ ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Μακάριοι οἱ ἐξερευνῶντες τὰ
55μαρτύρια αὐτοῦ, ἐν ὅλῃ τῇ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς
ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. Σὺ ἐνετείλω τὰς ἐν‐1364 in vol. 23

23

.

1368

τολάς σου φυλάξασθαι σφόδρα. Ὤφελον κατευ‐ θυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δι‐ καιώματά σου. Τότε οὐκ αἰσχυνθῶ ἐν τῷ με ἐπι‐ βλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. Ἐξομολο‐
5γήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμα‐ θηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. Τὰ δικαιώματά σου φυλάξω, μή με ἐγκαταλίπῃς ἕως σφόδρα. Ἄμωμοι δ’ ἂν εἶεν καὶ οἱ τέλειοι ἐν ὁδῷ, οὓς καὶ μακαρίους ἀποφαίνειν διδάσκεται ὁ ἐν ἀρχαῖς
10τυγχάνων τῶν θείων μαθημάτων· ὡς ἂν μὴ ἐπιτρί‐ βοιτο αὐτὸς χαυνούμενος, ὡς ἤδη μακάριος· γινώσκῃ δὲ, ὅτι μακρὰ ἀφυστερεῖ τῶν μακαριζομένων. Μα‐ κάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ τῇ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Περὶ τῶν
15μαρτυρίων ἤδη διηγησάμεθα· ὁδὸς οὖν μαρτυρίων τούτων εἴη ἂν τὸ ὁδεῦσαι κατὰ τὸ βούλημα αὐτῶν, οὐκ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἀλλὰ μετὰ πάσης εὐ‐ φροσύνης, καθὸ ὁ Προφήτης φησίν· Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.
20 Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε, μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. Εὐλογητὸς εἶ, Κύριε,
25δίδαξόν με τὰ δικαιώματά σου. Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ. Ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου. Ἐν
30τοῖς δικαιώμασί σου μελετήσω· οὐκ ἐπιλήσομαι τῶν λόγων σου. Τοὺς δικαιοκρισίας σου, φησὶ, λόγους ἀναλαμβάνων τῇ μνήμῃ τὰ μέγιστα ὠφελοῦ‐ μαι. Φοβοῦμαι δὲ μήποτέ τις αὐτῶν λήθη ἐν ἐμοὶ γένηται· διόπερ εὐχὴν ἐποιησάμην· τὸ δι’ ἁπάσης
35τῆς ἐμαυτοῦ ζωῆς, καὶ ἐν παντὶ καιρῷ τῆς σῆς μνημονεύειν κρίσεως· ἢ καὶ ἄλλως, τῆς σῆς καθ’ ὅλου προνοίας, ὦ Κύριε, τὰ κρίματα εἰδέναι ἐπεθύ‐ μησεν ἡ ψυχή μου. Ἀνταπόδος τῷ δούλῳ σου· ζήσομαι καὶ φυλά‐
40ξω τοὺς λόγους σου. Ἀποκάλυψον τοὺς ὀφθαλ‐ μούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου. Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ, μὴ ἀποκρύψῃς ἀπ’ ἐμοῦ τὰς ἐντολάς σου. Ἐπεπό‐ θησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά
45σου ἐν παντὶ καιρῷ. Ἐπετίμησας ὑπερηφάνοις, ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. Περίελε ἀπ’ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. Καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ’ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός

23

.

1368

(50)

σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μου ἐστὶ, καὶ αἱ συμ‐ βουλίαι μου τὰ δικαιώματά σου. Ποτὲ μὲν ὠνεί‐ διζόν με, φησὶ, παλαιὰ εἰ τύχοι ἁμαρτήματα· ποτὲ δὲ ἐξουδένουν ἐξευτελίζοντες, ὡς οὐδενὸς ἄξιον λόγου.
55Ἐγὼ δὲ καταμόνας καθήμενος, καὶ τοῖς θείοις λόγοις προσανέχων, καὶ μηδένα κεκτημένος σύμβουλον μηδ’ ἄλλην ἔχων παραμυθίαν, τοῖς σοῖς δικαιώμασιν ἀντὶ συμβούλων ἐχρώμην.
Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζῆσόν με1366 in vol. 23

23

.

1369

κατὰ τὸν λόγον σου. Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου. Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. Ἐνύσταξεν
5ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ’ ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Ὥσπερ ἀρχὴ κοιμή‐ σεώς ἐστι νυσταγμὸς, οὕτως ποτὲ καὶ ψυχὴ ἐν ἀρχῇ γενομένη ἁμαρτημάτων λέγεται νυστάζειν, καθελ‐
10κομένη μὲν ὥσπερ εἰς ὕπνον, τὸ ἁμάρτημα, ἀνα‐ νεύουσα δὲ καὶ ἐγειρομένη διὰ τῆς τῶν κρειττόνων μνήμης. Ἀναγκαίως δὲ συνετισθῆναι ἀξιῶ, καὶ φω‐ τισθῆναι τοὺς ὀφθαλμούς μου εἰς κατανόησιν τῶν νόμων, ἵνα πᾶσα ὁδὸς ἀδικίας ἀποστῇ ἀπ’ ἐμοῦ. Ἀντὶ
15δὲ τοῦ, Ὁδὸν ἀδικίας ἀπόστησον ἀπ’ ἐμοῦ, ὁ μὲν Ἀκύλας, Ὁδὸν ψεύδους ἀπόστησον ἀπ’ ἐμοῦ, εἴρη‐ κεν· ὁ δὲ Σύμμαχος, Ὁδὸν ψευδῆ περίελε ἀπ’ ἐμοῦ· ὡς ἀληθεύειν τὴν προειρημένην ἐξήγησιν. Εὔχεται γὰρ ἕκαστος ἐκτὸς γενέσθαι πάσης ψευδο‐
20δοξίας καὶ τῆς περὶ τὰς θείας Γραφὰς ψευδοῦς ὑπο‐ λήψεως. Ὁδὸν ἀληθείας ᾑρετισάμην, τὰ κρίματά σου οὐκ ἐπελαθόμην. Τὸν στίχον τοῦτον ἐρεῖ μόνος ὁ καταφρο‐ νῶν μὲν τῶν βλεπομένων ὡς προσκαίρων, σκοπῶν δὲ
25τὰ μὴ βλεπόμενα ὡς αἰώνια, καὶ μόνα κυρίως ἀληθῆ, καὶ ἐπ’ ἐκεῖνα σπεύδων. Οὐκ ἀληθείας γὰρ ὁδὸς, ἣν αἱρεῖται ὁ πραγματευόμενος τὸν κάτω πλοῦτον καὶ τὰς ἐπὶ γῆς δόξας. Ὁ οὖν ἑλόμενος ὁδεύειν, ὡς ἀπο‐ δεδώκαμεν, τὴν τῆς ἀληθείας ὁδὸν, οὗτος οὐκ ἐπιλαν‐
30θανόμενος τῶν κριμάτων τοῦ Θεοῦ καὶ τῶν ἀνταπο‐ δόσεων αὐτοῦ τὸ τοιοῦτον πράττει. Ὁ φιλαλήθης καὶ μήποτε προφέρων ψευδῆ λόγον διὰ στόματος εἴποι ἄν· Ὁδὸν ἀληθείας ᾑρετισάμην. Ἀλλὰ καὶ ὁ διαπαν‐ τὸς πρὸ ὀφθαλμῶν τιθέμενος τὰ τοῦ Θεοῦ κρίματα
35καὶ ἐπὶ πάσῃ πράξει μεμνημένος αὐτῶν ἐρεῖ· Τὰ κρίματά σου οὐκ ἐπελαθόμην. Ἐκολλήθην τοῖς μαρτυρίοις σου, Κύριε, μή με καταισχύνῃς. Κεκόλληται τοῖς μαρτυρίοις ὁ ἐπὶ λό‐ γοις τοῖς περὶ οὐρανοῦ καὶ γῆς, ἤ τινος τῶν γεγραμ‐
40μένων παραδεδομένοις ἑνῶν ἑαυτὸν, καὶ μηδαμῶς αὐτῶν ἀφεστηκώς. Οὗτος καὶ θαῤῥείτω κἂν πρότερον ἔργα αἰσχύνης πεποιηκώς· ἢ καὶ αἰτείτω ἀπὸ Θεοῦ ἄφεσιν, καὶ λεγέτω· Κύριε, μή με καταισχύνῃς. Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν
45καρδίαν μου. Διέδραμον, φησὶν, ἐν βραχεῖ χρόνῳ οὐ μιᾶς ἐντολῆς, ἀλλὰ πασῶν ἐντολῶν σου τὴν ὁδὸν ἔρ‐ γοις ἐπιτελῶν, καὶ αὐταῖς πράξεσι τὰ ὑπὸ τῶν ἐντο‐ λῶν σου διηγορευμένα. Ὅθεν καὶ Παῦλος, τετελεκὼς τοῦτο, φησί· Τὸν δρόμον τετέλεκα, τὴν πίστιν τε‐

23

.

1369

(50)

τήρηκα. Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιω‐ μάτων σου· καὶ ἐκζητήσω αὐτὴν διαπαντός. Τὰ μὲν γὰρ παρὰ τοῦ Θεοῦ αἰτεῖ, τὸ δὲ ἐπαγγέλλεται ἐξ ἑαυτοῦ συνεισφέρειν. Σὺ μὲν γὰρ, φησὶν, ὦ Κύριε, νο‐
55μοθέτησόν με τὴν ὁδὸν τῶν δικαιωμάτων σου· ἐγὼ δὲ τὸν τῆς ζωῆς μου ἅπαντα χρόνον ἐπιδώσω ἐν αὐτῷ
εἰς ἀναζήτησιν αὐτῆς.1368 in vol. 23

23

.

1372

Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. Βούλεται ἐξερευνῆσαι τὸν νόμον τοῦ Θεοῦ ὁ προφήτης ἐπιστά‐ μενος, ὅτι οὐκ ἔστι σαφὴς καὶ εὐκαταφρόνητος. Συν‐
5έτισόν με τοίνυν, ἵνα ζητήσω αὐτὸν μετὰ τῆς πρεπούσης ἐρεύνης καὶ ἐπιστασίας, ὡς ἐξ αὐτοῦ λαβεῖν τῶν πρα‐ κτέων καὶ θεωρητῶν τὴν χρῆσιν καὶ κατάληψιν· οὕτω γὰρ δυνήσομαι φυλάξαι αὐτὸν ἐν ὅλῃ καρδίᾳ ἀνεν‐ δοιάστως αὐτῷ προσερχόμενος. Εἰ δὲ συνέσεως δεῖται
10ἵνα μόνον ἐρευνήσῃ τὸν νόμον, τίνος δεῖται, συνέσεως ἀπὸ Θεοῦ διδομένης, ἵνα εὕρῃ τὸ τέλος; Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. Ἵνα εἴπῃ τὸν νόμον, ἤτοι τὴν τρίβον· ἔστι γὰρ ἐντολῶν τρίβος. Τρίβος δὲ λέγεται
15ἡ τετριμμένη ὁδὸς, ἣν πολλοὶ πρὸ ἡμῶν ἐπορεύθησαν τῶν δικαίων. Ἐὰν δέ τις μὴ ὁδηγῷ χρήσηται τῷ δι‐ καίῳ, οὐ δύναται ὁδεῦσαι κατὰ τὰς ἐντολὰς τοῦ Θεοῦ Χριστοῦ γὰρ ἡμᾶς δεῖ γίνεσθαι μιμητὰς, καὶ αἴρειν τὸν σταυρὸν, καὶ ἀκολουθεῖν ὀπίσω αὐτοῦ
20 Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. Ἀπόστρεψον τοὺς ὀφ‐ θαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα· ἐν τῇ ὁδῷ σου ζῆσόν με. Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. Περίελε τὸν ὀνειδισμόν
25μου ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά. Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιο‐ σύνῃ σου ζῆσόν με. Πάντα ἐπὶ τὸν Θεὸν ἀνα‐ φέρουσιν οἱ ἅγιοι, διδάσκοντες ἡμᾶς, ὅτι χωρὶς Θεοῦ οὐδὲν δυνάμεθα. Ἐὰν γὰρ μὴ ἐν ἐμοὶ, φησὶ, μένητε,
30οὐδὲν δύνασθε ποιεῖν. Ἀλλ’ ἴσως τις ἐρεῖ· Εἰ πάντα ἀναφέρεται ἐπὶ τὸν Θεὸν, ποῦ τὸ ἐπ’ ἐμοί; Εἰ δὲ μὴ, πανταχοῦ ἐπέπλεξε τοῖς ἀπὸ τοῦ Θεοῦ τὰ ἐφ’ ἡμῖν. Ἀπὸ τοῦ Θεοῦ τό· Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου· τὸ δ’ ἐφ’ ἡμῖν· Καὶ ἐκ‐
35ζητήσω αὐτὴν διαπαντός. Ἀπὸ Θεοῦ αἰτῶ πάλιν· Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου. Τὸ δ’ ἐπ’ ἐμοί· Καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ. Καὶ τρίτον ἀπὸ Θεοῦ αἰτῶ λέγων· Ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου· τί τὸ ἐπ’ ἐμοί; Ὅτι αὐ‐
40τὸν ἠθέλησα· δῆλον δὲ ὅτι τὸν ἀνωτέρω εἰρημένον νόμον, ὥστε αἰτῶμεν τὰ ἀπὸ Θεοῦ προσγενέσθαι ἡμῖν, ἐπαγγελλόμενοι καὶ τὰ ἐφ’ ἡμῖν καὶ μὴ ψευδόμενοι, ἵνα μὴ τὰς πρὸς Θεὸν ἀθετῶμεν συνθήκας. Καὶ ἔλθοι ἐπ’ ἐμὲ τὸ ἔλεός σου, Κύριε, τὸ σω‐
45τήριόν σου κατὰ τὸν λόγον σου. Καὶ ἀποκριθήσο‐ μαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου. Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόμα‐ τός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. Καὶ φυλάξω τὸν νόμον σου

23

.

1372

(50)

διαπαντὸς εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶ‐ νος. Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Χαριέντως ἁρμόσειε τοῦτο τῷ ἐπὶ ἡγεμόνας καὶ βα‐
55σιλεῖς ἀγομένῳ ἕνεκεν τοῦ ὀνόματος Χριστοῦ μαρτυ‐1370 in vol. 23

23

.

1373

ρεῖν. Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγά‐ πησα σφόδρα. Καὶ ᾖρα τὰς χεῖρας πρὸς τὰς ἐντο‐ λάς σου, ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. Ἆραι χεῖρας πρὸς ἐντολάς ἐστι τὸ
5πᾶσαν πρᾶξιν πρὸς ἐντολὰς θείας ἁρμοζομένην ἐργά‐ ζεσθαι. Οὐκοῦν ἑκάτερον μὲν ὁ Ψαλμῳδὸς ἑαυτῷ μαρ‐ τυρεῖ· ὁμοῦ δὲ ἡμῖν νομοθετεῖ ταῖς ἐντολαῖς τοῦ Θεοῦ παρέχειν τὴν κατόρθωσιν, παρέχειν δὲ καὶ τὴν ἐπὶ πολὺ μελέτην καὶ θεωρίαν· οὕτω γὰρ αὐτοί τε
10κατορθοῦν ἀκριβέστερον, καὶ τοὺς ἄλλους ἐνάγειν εἰς κατόρθωσιν ἕξομεν. Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου, ᾧ ἐπήλπισάς με. Αὕτη με παρεκάλεσεν ἐν τῇ τα‐ πεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με. Ὑπερ‐
15ήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νό‐ μου σου οὐκ ἐξέκλινα. Τῶν ἑτεροδόξων ἀλαζονευ‐ ομένων κατὰ τοῦ νόμου τῷ διαβάλλειν αὐτὸν, ἐγὼ σφόδρα τῆς φυλακῆς αὐτοῦ περιειχόμην, μηδὲ κατ’ ὀλίγον κλονῆσαι τὴν πρὸς αὐτὸν συγκατάθεσιν ἀνεχό‐
20μενος. Ἐμνήσθην τῶν κριμάτων σου ἀπ’ αἰῶνος, Κύριε, καὶ παρεκλήθην. Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόμα‐
25τός σου, Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου. Αὕ‐ τη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. Μερίς μου εἶ, Κύριε· εἶπα φυλάξασθαι τὸν νό‐ μον σου. Ὁ ἀποταξάμενος τοῖς βιωτικοῖς πράγμασι, καὶ μηδεμίαν ἔχων μερίδα ἐπὶ γῆς, μηδ’ ἐν τῷ θέλειν
30τὰ τοιαῦτα, ἀλλ’ ἀρκούμενος ἀντὶ πάντων τῷ Κυρίῳ, ἐρεῖ· Μερίς μου Κύριος. Τούτῳ δὲ ἀκολουθεῖ λέγειν· Εἶπα φυλάξασθαι τὸν νόμον σου, τουτέστι τὸν πνευματικὸν, περὶ οὗ ὁ Παῦλος λέγει· Οἴδαμεν ὅτι πνευματικός ἐστι νόμος, καὶ τὰ ἑξῆς. Πῶς γὰρ
35οὐ φυλάξουσι τὸν νόμον ἢ τὰς ἐντολὰς τοῦ Κυρίου οἱ μερίδα αὐτὸν ἔχοντες κατὰ τοὺς Λευΐτας, οἷς διηγό‐ ρευται μηδὲν κεκτῆσθαι κατὰ τὸν βίον; Λέλεκται γάρ· Τοῖς Λευΐταις καὶ τοῖς ἱερεῦσιν υἱοῖς Ἀαρὼν, οὐκ ἔστι μερὶς, οὐδὲ κληρονομία ἐν τοῖς υἱοῖς
40Ἰσραὴλ, διότι Κύριος μερὶς αὐτῶν. Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου· ἐλέησόν με κατὰ τὸ λόγιόν σου. Διελογισά‐ μην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. Ἡτοιμάσθην, καὶ οὐκ
45ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου. Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Μεσονύκτιον οὐκ ἐξεγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρί‐ ματα τῆς δικαιοσύνης σου. Μέτοχος ἐγώ εἰμι

23

.

1373

(50)

πάντων τῶν φοβουμένων σε, καὶ τῶν φυλασ‐ σόντων τὰς ἐντολάς σου. Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ, τὰ δικαιώματά σου δίδαξόν με. Ἐὰν κατανοήσῃς τὸ πλῆθος τῶν ἁμαρτανόντων, τῶν ἀσεβούντων, τῶν ἀδικίαν εἰς Ὕψος λαλούντων, καὶ
55ἴδῃς τοῦ Θεοῦ τὴν μακροθυμίαν ἐπὶ τὰ τοσαῦτα ἁμαρτήματα, πῶς καὶ μετὰ τοσαῦτα πάντα ἀνατέλ‐
λει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ1372 in vol. 23

23

.

1376

βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, ἐρεῖς· Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ, τὰ δικαιώματά σου δίδα‐ ξόν με. Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου. Χρηστότητα καὶ παι‐
5δείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. Ἀντὶ τοῦ· Χρηστότητα ἐποίησας, εὐηργέτησας τὸν δοῦλόν σου, ἐξέδωκεν ὁ Σύμμα‐ χος. Διδάσκεται δὲ ὁ τὰ θεῖα πεπαιδευμένος μὴ ἀναισθήτως ἔχειν τῆς εἰς αὐτὸν γεγενημένος τοῦ
10Θεοῦ εὐεργεσίας· εἰδέναι δὲ, ὅτι, χρηστότητος Θεοῦ φθανούσης εἰς αὐτὸν, κατηξίωται δοῦλος χρηματίσαι Θεοῦ, κατὰ τὸν λόγον αὐτοῦ γενόμενος. Πρὸ τοῦ ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα. Διὰ τὰς προτέρας,
15φησὶ, πραχθείσας ἁμαρτίας παραδοθεὶς ἐταπεινώθην, κρίσει Θεοῦ ταῦτα παθών. Οὗ δὴ καὶ χάριν παιδείᾳ παραδοθεὶς, δέομαι διδασκαλίας, ὡς ἂν γνῶ ὅτι ἡ τα‐ πείνωσις ἡ γενομένη μοι κατὰ χρηστότητα καὶ παι‐ δείαν ἐγένετο.
20 Χρηστὸς εἶ σὺ, Κύριε, καὶ τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου. Δικαίου ἔργον ἐστὶν, ἐπὶ πᾶσι τοῖς συμβαίνουσιν εὐαρεστούμενον καὶ κατακληρούμενον ἀπὸ τῆς Προνοίας, ἱλαρῶς δεχομέ‐ νου λέγειν, καὶ ἐπὶ τοῖς πικροτέροις εἶναι νομιζομένοις,
25τῷ Θεῷ τό· Χρηστὸς εἶ σὺ, καὶ τό· Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, τῆς αὐτῆς ἐχόμενον προαιρέσεως. Ἀντὶ τοῦ, Χρηστὸς εἶ σὺ, αἱ λοιπαὶ ἐκδόσεις· Ἀγαθὸς εἶ σὺ, ἡρμήνευσαν. Οἶδα μὲν οὖν, φησὶ, καὶ οὐκ ἀμφιβάλλω περὶ τῆς σῆς οὐσίας, ὅτι δὴ
30αὐτοάγαθον πέφυκεν· ἀλλὰ δέομαι διδασκαλίας τῶν δικαιωμάτων σου, ἣν ἀξιῶ διδάξαι με· διδασκαλίας γάρ μοι δεῖ, εἰς τὸ γνῶναι τοὺς περὶ τῶν ὑπερ‐ ηφάνων λόγους. Ἐπληθύνθη ἐπ’ ἐμὲ ἀδικία ὑπερηφάνων· ἐγὼ
35δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. Ὅσῳ δίκαιός τίς ἐστι, προστιθέμενος ἐπὶ πλεῖον τῷ Θεῷ, καὶ πληθύνεται ἐν αὐτῷ ἡ εἰρήνη τοῦ Θεοῦ, τοσούτῳ, ὡς ἐπὶ ἀθλητὴν μείζονα ἐπ’ αὐτῷ πλη‐ θύνεται, ἢ τῶν ἀδικεῖν αὐτὸν θελόντων ὑπερηφάνων,
40εἴτε δυνάμεων ἀντικειμένων, εἴτε ἀνθρώπων. Τού‐ του δὲ γινομένου, οὐδὲ κατὰ τὸ ποιὸν ἐνδίδωσιν τοῦ μὴ ἐν ὅλῃ καρδίᾳ ἐξερευνᾷν τὰς ἐντολὰς τοῦ Θεοῦ πρὸς τὸ καὶ ποιῆσαι αὐτάς. Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν· ἐγὼ δὲ
45τὸν νόμον σου ἐμελέτησα. Ἀγαθόν μοι, ὅτι ἐτα‐ πείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χι‐ λιάδας χρυσίου καὶ ἀργυρίου. Πρὸ μὲν γὰρ τῆς ὑπερηφανίας εὔεκτοί τινες καὶ ἁπαλοὶ ἦσαν τὴν καρ‐

23

.

1376

(50)

δίαν, καὶ πότιμοι ὡς τῷ γάλακτι αὐτὴν παρα‐ βάλλεσθαι τροφιμωτάτῳ· ἡνίκα δὲ τὴν ὑπερηφανίαν ἐνεδύσαντο πάντες, καὶ σκληρυνθέντες, οἱονεὶ ἀπὸ γάλακτος εἰς τυρὸν μεταβεβλήκασιν. Ἀντὶ δὲ τοῦ, ἐτυρώθη, ὁ μὲν Ἀκύλας φησίν· Ἐλιπάνθη ὡς
55στέαρ ἡ καρδία αὐτῶν· ὁ δὲ Σύμμαχος· Ἐμυαλώθη ὡς στέαρ ἡ καρδία αὐτῶν. Πλὴν ἀλλ’ εἰ κἀκεῖνοι ἐν τούτοις ἦσαν, ἐγὼ τῶν ἐμοὶ προκειμένων οὐκ ἀνεχώρουν, ἐν ὅλῃ καρδίᾳ ἐξερευνῶν τὰς ἐντολάς σου,
ἀπὸ τῆς τούτων ἐρεύνης τὴν γνῶσιν τῆς σῆς προ‐1374 in vol. 23

23

.

1377

νοίας καὶ τῆς καθόλου διοικήσεως θηρώμενος, καὶ τῶν μὲν ἡ καρδία ἐλιπαίνετο ἐν τῇ παρούσῃ αὐτοῖς τροφῇ· ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με·
5συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. Οὐρανὸν μὲν γὰρ καὶ γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς λόγῳ δημιουργήσας καὶ προστάγματι, ὅτε ἦλθεν ἐπὶ τὸν ἄνθρωπον εἶπεν· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰ‐ κόνα ἰδίαν καὶ καθ’ ὁμοίωσιν. Τίνι δὲ ἄλλῳ λέγει,
10Ποιήσωμεν ἄνθρωπον, ἢ τῷ Μονογενεῖ αὐτοῦ καὶ τῷ Πνεύματι ἁγίῳ, οὓς καὶ χεῖρας νῦν ἀποκαλεῖ; Καὶ ἐν τῷ Ἰὼβ δὲ γέγραπται· Αἱ χεῖρές σου ἐποίη‐ σάν με, καὶ ἔπλασάν με· μετὰ ταῦτα μεταβαλών με δεινῶς ὀλέκεις, ἐπανακαινίζων ἐπ’ ἐμὲ τὴν
15ἔτασίν μου. Οὐκοῦν αἱ χεῖρες τοῦ Θεοῦ καὶ ἐποίη‐ σαν καὶ ἔπλασαν. Καὶ Ὠριγένης μὲν καὶ ἕτεροί τινες τὸ, ἐποίησαν, ἐπὶ τῆς ψυχῆς εἰρῆσθαί φασιν, τὸ δὲ, ἔπλασαν, ἐπὶ τοῦ σώματος. Ἄλλοι δὲ τὸ μὲν, ἐποίησαν, ἐπὶ τῆς πρώτης δημιουργίας φασὶν εἰ‐
20ρῆσθαι, τὸ δὲ, ἔπλασαν, ἐπὶ τῆς τοῦ λουτροῦ παλιγ‐ γενεσίας καὶ ἀναπλάσεως. Οἱ φοβούμενοί σε ὄψονταί με, καὶ εὐφρανθή‐ σονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀλη‐
25θείᾳ ἐταπείνωσάς με. Γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με, κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μου ἐστίν. Εἰ ἔλθοι ἐπ’ ἐμὲ τὸ ἔλεός σου, καὶ φθήσαιεν ἐμοὶ οἱ
30οἰκτιρμοί σου, οὐ καταποθήσομαι ὑπὸ τῆς ταπεινώ‐ σεως, ἀλλ’ ἐγκαρτερήσας διὰ τῆς ὑπομονῆς, εὖ οἶδα ὅτι ζήσομαι. Τυχεῖν δὲ τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου ἀξιῶ· ἐπεὶ καὶ αὐτὸς τὰ παρ’ ἐμαυ‐ τοῦ πάντα πληρῶν οὐ διαλιμπάνω, καὶ ἐν αὐτῇ τῇ
35ταπεινώσει τὸν νόμον σου μελετήσω. Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνό‐ μησαν εἰς ἐμὲ, ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐν‐ τολαῖς σου. Ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. Γενη‐
40θήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. Πάντα γὰρ τὰ ἁμαρ‐ τήματα αἰσχύνης ἐστὶν ἄξια. Ἕως μὲν γὰρ καρ‐ δία ἀτελὴς τυγχάνει, πολλὴ φροντὶς καὶ ἀγωνία μή πη ἄρα καὶ ἀσθενήσῃ καὶ χείρων ἑαυτῆς γένηται·
45ὅτε δὲ εἰς ἄκρον φθάσῃ τῆς τελειότητος, ἐν ἕξει ἀρετῆς καταστᾶσα, ἔξω γενήσεται παντὸς φόβου, οὐκέτι ἀμφιβάλλουσα μή ποτε ἄρα καταισχυνθῇ. Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα. Σφόδρα ἀκολού‐

23

.

1377

(50)

θως ἑρμηνεύων τί ποτέ ἐστι τὸ σωτήριον ἐπιλέγει ἑξῆς· Εἰς τὸν λόγον σου ἐπήλπισα, σημαίνων, ὅτι τὸ σωτήριον ὁ Υἱὸς τοῦ Θεοῦ ἐστι. Ἐξέλιπον οἱ ὀφθαλ‐ μοί μου εἰς τὸ λόγιόν σου, λέγοντος· Πότε παρα‐ καλέσεις με; ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ,
55τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Πόσαι εἰ‐ σὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις
μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; Διηγή‐1376 in vol. 23

23

.

1380

σαντο μοι παράνομοι ἀδολεσχίας, ἀλλ’ οὐχ ὡς ὁ νόμος σου, Κύριε. Πᾶσαι αἱ ἐντολαί σου ἀλή‐ θεια, ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. Παρὰ βραχὺ ἐτέλεσάν με ἐν τῇ γῇ· ἐγὼ δὲ οὐκ ἐγκατ‐
5έλιπον τὰς ἐντολάς σου. Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στό‐ ματός σου. Τὸ κατὰ τὸ λόγιον τοῦ Θεοῦ ζῇν τὸ σὺν εὐσεβείᾳ ζῇν ἐστιν, οὐχ ἁπλῶς τὴν αἰσθητὴν ταύτην ζωήν. Τούτου γὰρ τυχὼν, ἐν εὐζωΐᾳ ἔσται,
10ὡς φυλάσσειν τὰ μαρτύρια τοῦ στόματος τοῦ Θεοῦ, μαρτυρηθέντα καὶ ἀποδειχθέντα ὑπὸ Λόγου τοῦ Θεοῦ, οὗ εἶπον αὐτοῦ στόμα εἶναι. Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου,
15ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει. Τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. Ἀλήθειαν δὲ λέγει τὴν ἐπαγγελίαν ταύτην, ἣν οἶδε πάντως γενησομένην εἰς γενεὰν καὶ γενεάν. Καθ’ ἑκάστην γὰρ γενεὰν μέρη τινὰ τῆς ἀληθείας ἀνθρώ‐
20ποις ἀποστέλλεις, καὶ τὰ σύμπαντα τοῦ κόσμου μέρη τά τε ὁρατὰ τῇ σῇ διατάξει συνέστηκεν, μὴ κινού‐ μενα τῶν ὁρῶν, μηδὲ τὸν νόμον τὸν ὁρισθέντα αὐ‐ τοῖς παραβαίνοντα. Αἴτιον δὲ τῆς τούτων ἁπάντων διαμονῆς τὸ σὲ μόνον Κύριον εἶναι τῶν ὅλων· τὰ
25δὲ λοιπὰ πάντα σὰ δοῦλα, καὶ ὡς δοῦλα ὑποτέτα‐ κται. Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μου ἐστὶ, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. Εἴρηται ὡς ὁ καιρὸς τῶν πειρασμῶν καὶ τῶν περιστάσεων τα‐
30πείνωσις ὀνομάζεται. Μακαρίου τοίνυν ἐστὶν ἀνδρὸς τὸ γενέσθαι ἐν τῇ ταπεινώσει, καὶ μὴ ἀπολέσθαι· οἱονεὶ ἐλήλυθα εἰς πειρασμὸν μαρτυρίου· εἰ μὲν ὁ νόμος τοῦ Θεοῦ μελέτη μου ἦν ἀεὶ πρὸ τοῦ ἐμπε‐ σεῖν, καὶ ἤσκουν αὐτὸν, ἐλθὼν ἐπὶ τὴν ταπείνωσιν
35τὴν κατὰ τὸν πειρασμὸν τοῦ μαρτυρίου, οὐκ ἀπόλ‐ λυμαι. Οὕτως ἁρμόζει καὶ ἐπὶ παντὸς πειρασμοῦ εἰπεῖν· ἀλλὰ καὶ τῶν πονηρῶν λογισμῶν καὶ τῶν ἀντικειμένων δυνάμεων πολεμουσῶν ἐμοί. Εἶχον ἂν ἀπολεῖσθαι, εἰ μὴ ὁ σὸς νόμος ἀντιστήριγμά μου
40γένηται. Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιω‐ μάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. Ἀλλὰ μεμνή‐ σομαι τῶν μαθημάτων σου, ὧν ἔμαθον ἐν τῷ βίῳ· δι’ ἐκεῖνα γὰρ ἀπὸ γῆς εἰς οὐρανὸν μετελθὼν οἰκῶ μετ’
45ἀγγέλων. Ὥσπερ γὰρ ὁ ἐκ μεγάλης νόσου διά τι‐ νων ἰατρικῶν βοηθημάτων παγίαν καὶ βεβαίαν ἀνα‐ λαβὼν ὑγίειαν δι’ αὐτοῦ τοῦ ὑγιαίνειν καὶ εὐεκτεῖν οὐκ ἐπιλανθάνεται τῶν ἰατρικῶν ἐκείνων οἷς ἠκο‐ λούθησε τὸ οὕτως αὐτὸν μετ’ εὐεξίας ὑγιαίνειν· οὕ‐

23

.

1380

(50)

τως ὁ ἅγιος οὗτος, ὑπὸ Θεοῦ ζωοποιηθεὶς ἐν οἷς ἔσχε παρ’ αὐτοῦ δικαιώμασι λέγει παρ’ ὅλον τὸν αἰῶνα μὴ ἐπιλανθάνεσθαι αὐτῶν, ἀποδιδοὺς τὴν αἰ‐ τίαν, τὸ ἐν αὐτοῖς τὸν Θεὸν αὐτὸν ἐζηκέναι. Σός εἰμι ἐγὼ, σῶσόν με, ὅτι τὰ δικαιώματά
55σου ἐξεζήτησα. Ἐμὲ ὑπέμειναν οἱ ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με, τὰ μαρτύριά σου συνῆκα. Πά‐ σης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐντολή σου σφόδρα.
Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε, ὅλην τὴν1378 in vol. 23

23

.

1381

ἡμέραν μελέτη μου ἐστίν. Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν. Ὑπὲρ πάντας τοὺς διδάσκον‐ τάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μου
5ἐστίν. Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐν‐ τολάς σου ἐξεζήτησα. Εἰ δὲ λέγοι που ὁ Σωτήρ· Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, καὶ τὰ ἑξῆς, λεκτέον, ὅτι τοῦτ’ εἴρηται τῷ Σωτῆρι προσ‐ διαστειλαμένῳ, καὶ φάντι· Μὴ καλέσητε διδάσκα‐
10λον ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκα‐ λος ὁ ἐν τοῖς οὐρανοῖς. Ὡς πρὸς ἐκεῖνον οὖν τὸν διδάσκαλον οὐκ ἔστι μαθητὴς κρείττων. Οἱ δὲ ἐν‐ ταῦθα δηλούμενοι πολλοὶ διδάσκαλοι ἕτεροι τυγχά‐ νουσιν, ὧν πολλάκις ὁ μαθητὴς κρείττων. Γίνεται δὲ
15πλείονος καὶ συνεχοῦς τῆς περὶ τοὺς θείους λόγους ἀσκήσεως. Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτη‐
20σάς μοι. Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ μέλι τῷ στόματί μου. Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα, διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδι‐ κίας. Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς
25ταῖς τρίβοις μου. Ὤμοσα καὶ ἔστησα τοῦ φυλά‐ ξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. Ἐπεὶ, μηδενὸς ἐκβιασαμένου, οἰκείᾳ χρησάμενος ὁρμῇ καὶ προαιρέσει ἀγαθῇ, ὅρκῳ ἑαυτὸν κατεδήσατο καὶ ὤμο‐ σε τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης τοῦ
30Θεοῦ, εὔχεται τὸν ὅρκον αὐτοῦ ἀποδοχῆς ἄξιον παρὰ τῷ Θεῷ γενέσθαι· δεῖται γὰρ πολλῆς διδασκαλίας καὶ ἡ γνῶσις τῶν κριμάτων τοῦ Θεοῦ. Ἐταπεινώθην ἕως σφόδρα, Κύριε· ζῆσόν με κατὰ τὸν λόγον σου. Τὰ ἑκούσια τοῦ στόματός
35μου εὐδόκησον δὴ, Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. Ἡ ψυχή μου ἐν ταῖς χερσί μου δια‐ παντὸς, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντο‐ λῶν σου οὐκ ἐπλανήθην. Ἡ ψυχή τινος ἐν χερσὶν
40αὐτοῦ ἐστιν, εἴ ποτε ἐν κινδύνοις γεγένηται, καὶ τοῦτο ἡ συνήθεια λέγει ὅτι· Τὴν ψυχήν μου εἶχον εἰς τὰς χεῖράς μου. Ἐγὼ οὖν, φησὶν ὁ δίκαιος, καθημέραν ἀποθνήσκω, ἀεὶ κινδυνεύω διὰ τὸν λόγον σου, διὰ τὴν ἀλήθειαν, διὰ τὸν ἔλεγχον, διὰ τὴν βασιλείαν ἣν βα‐
45σιλεύω· καὶ διὰ ταῦτα ἡ ψυχή μου ἐν ταῖς χερσί μου διαπαντός. Οὐ γὰρ ὁ κίνδυνος τοῦ θανάτου ἐποίει με ἐπιλαθέσθαι τοῦ νόμου σου. Δύναται δέ τις καὶ ὑψηλότερον νοῆσαι τὸ ῥητὸν, καὶ εἰπεῖν, ὅτι ἡ ψυχή μου ἐν ταῖς χερσί μου ἦν διαπαντὸς, ἀντὶ τοῦ, ἐν

23

.

1381

(50)

πράξεσιν ἀγαθαῖς· ἡ χεὶρ γὰρ ἐπὶ τῶν πράξεων πολ‐ λάκις παραδέδοται. Εἰ δὲ ἐν ταῖς χερσί σου εἴη, νοή‐ σωμεν χεῖρας εἶναι τοῦ Θεοῦ τὴν δημιουργίαν αὐτοῦ, ᾗ προσιτέον διαπαντός. Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· ὅτι ἀγαλλίαμα τῆς καρδίας
55μου εἰσίν. Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι
τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι’ ἀντάμειψιν.1380 in vol. 23

23

.

1384

Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγά‐ πησα. Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σὺ, εἰς τοὺς λόγους σου ἐπήλπισα. Ἐκκλίνατε ἀπ’ ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ
5Θεοῦ μου. Ἀντιλαβοῦ μου κατὰ τὸ ἔλεός σου καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσ‐ δοκίας μου. Εἰπὼν, Ἐκκλίνατε ἀπ’ ἐμοῦ, πονη‐ ρευόμενοι, ἀκολούθως τὸν Θεὸν καὶ εἰς τοῦτο ἐπικα‐ λεῖται, ὡς ἂν τῇ αὐτοῦ δυνάμει ἀπελαθεῖεν τῆς ἑαυ‐
10τοῦ ψυχῆς οἱ πονηρευόμενοι, σχολῆς τε τυχὼν τῆς κα‐ τὰ Θεὸν ζωῆς τε καὶ σωτηρίας τύχοι, καὶ μὴ ἀποπέ‐ σοι τῆς ἑαυτοῦ προσδοκίας· καὶ πάλιν ἀξιοῖ βοηθείας τυχεῖν εἰς τὸ διασωθῆναι. Βοήθησόν μοι, καὶ σωθή‐ σομαι, καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου δια‐
15παντός. Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦν‐ τας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐν‐ θύμημα αὐτῶν. Παραβαίνοντας ἐλογισάμην πάν‐ τας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, διὰ τοῦτο ἠγά‐ πησα τὰ μαρτύριά σου. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου
20ἐφοβήθην. Ἐποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. Ὁ κατὰ τὴν ἀρχὴν στοιχειού‐ μενος, ὡς ἂν ἤδη προκόψας ἐπὶ πολὺ, καὶ τὰ μεγάλα κατορθώσας, εὔχεται μὴ ἐκπεσεῖν τῆς προκοπῆς. Εἶτα
25συνορῶν, ὅτι τοῖς καλοῖς πολλοὶ βασκαίνουσι, καὶ λέ‐ γειν μέν τι φαῦλον περὶ αὐτῶν οὐδὲν ἔχουσιν, περι‐ πλέκουσι δὲ συκοφαντίας, ἱκετεύει καὶ δέεται τούτων ῥυσθῆναι. Ἀντὶ δὲ, τοῖς ἀδικοῦσί με, Ἀκύλας ἐξέδω‐ κε· Μὴ ἀφῇς με τοῖς συκοφαντοῦσί με.
30 Ἐποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθὸν, μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. Ὁ μετανοήσας καὶ ἀπὸ τῶν ἐνεργησάντων εἰς αὐτὸν ἐξελθὼν καὶ τῆς αἰχμαλωσίας λυτρωθείς φησιν· Ἔκ‐
35δεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν· οὗτοι γάρ με εἰς πονηρὸν ἐξεδέξαντο. Ἐὰν γὰρ μὴ ἐκδέξῃ με τὸν δοῦ‐ λόν σου ὑποχείριον γενόμενον τοῖς πολεμίοις, οὗτοι οἱ ὑπερήφανοι, αἱ ἀντικείμεναι δυνάμεις, μέλλουσί με συκοφαντεῖν. Πῶς δὲ συκοφαντοῦσιν; Αὗται ἐνήργη‐
40σαν καὶ ἔπεισαν ἵν’ ἁμαρτωλὸς γένωμαι· καὶ αὗταί μοι κατήγοροι γίνονται, ὅλην τὴν αἰτίαν τῶν ἁμαρτη‐ μάτων εἰς ἐμὲ ἀναφέρουσαι. Ἀναγκαίως παρακαλεῖ τὸν Θεὸν ἀνάδοχον αὐτοῦ γενέσθαι, ὥσπερ καὶ ἐγγυη‐ τήν· ἵν’ αὐτὸς φύλαξ αὐτοῦ γένηται, τηρῶν ἑαυτῷ
45καὶ φυλάττων τὴν ἐγγύην, πρὸς τὸ μηδεμίαν λαβὴν παρασχεῖν τοῖς ἐφεδρεύουσιν αὐτῷ συκοφάνταις. Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου, καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου, καὶ τὰ

23

.

1384

(50)

δικαιώματά σου δίδαξόν με. Δοῦλός σου εἰμὶ ἐγὼ, συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου. Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου. Ἄνω βλέπων ἐπὶ τὸ σωτήριόν σου καὶ τὸν λόγον σου, πάσας, φησὶν, ἀνήρτησα ἐπὶ ταῦτα τὰς
55ἐμαυτοῦ ἐλπίδας, ῥυσθῆναι δεόμενος ἀπὸ τῶν διαφθο‐ νούντων μου τῇ σωτηρίᾳ. Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυ‐
σίον καὶ τοπάζιον. Ἐγὼ μὲν ἐποίησα κρίμα καὶ δι‐1382 in vol. 23

23

.

1385

καιοσύνην, καὶ σοὶ δὲ τῷ Θεῷ ἔσται ποτὲ τοῦ ποιῆ‐ σαι καιρὸς, δηλονότι κρῖμα καὶ δικαιοσύνην διὰ τῶν κατασκεδασάντων τὸν νόμον σου. Τοῦτο οὖν εἰδὼς ἐγὼ καὶ φυλαττόμενος περιπεσεῖν τῷ καιρῷ ἐκείνῳ, ἠγά‐
5πησα τὰς ἐντολάς σου ὑπὲρ πάντα παρ’ ἀνθρώποις τίμια νενομισμένα. Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατ‐ ωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. Ἡ ἀν‐ θρωπίνη ψυχὴ συμπληρώσασα τὸν λόγον, πάντως ἐν
10κακίᾳ γίνεται. Ἀδύνατον γὰρ ἅμα τῷ συμπληρω‐ θῆναι τὸν νόμον τὸν φυσικὸν ἐν ἀνθρώποις μὴ ὑπο‐ στῆναι τὴν ἁμαρτίαν. Ἐπὰν οὖν γένηται ἡ κακία καὶ στρεβλωθῇ ἡ ψυχὴ, δεῖται κατορθώσεως. Τίνα οὖν ἐστι τὰ κατορθοῦντα; Μία ἐντολὴ δύναταί πως
15τὴν στρέβλαν τῆς ψυχῆς, τὴν γενομένην ἀπὸ κα‐ κίας, κατευθῦναι. Τὸ μέντοι ἄκρως κατορθωθῆναι τὴν ψυχὴν ἐνταῦθα ἀμήχανόν ἐστι χωρὶς πασῶν τῶν ἐντολῶν. Εἰ μέντοι γε σκολιὰ παραληφθῇ ἡ ψυχὴ, οὐκέτι ἐντολαῖς κατορθωθήσεται, ἀλλὰ πυρὶ ἢ σκότῳ,
20ἢ διχοτομίᾳ, ἤ τινι τῶν σκυθρωποτέρων προσαγομέ‐ νων ὑπὸ Θεοῦ. Ἐὰν τοίνυν μὴ ποιήσωμεν πάσας τὰς ἐντολὰς, οὐ κατορθούμεθα Ὅθεν θαυμασίως εἴρηται· Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρ‐ θούμεθα, πᾶσαν ὁδὸν ἄδικον ἐμισήσαμεν. Οὐ γὰρ
25ἔτι περισπώμενος ὑπὸ τῆς εἰς τὸ ἀδικεῖν ἐπιθυμίας, ἀπέχεται τῆς ἀδικίας, ἀλλ’ ἀπέχεται μισήσας τὴν ἀδικίαν ὁ κατορθωθεὶς πρὸς πάσας τὰς τοῦ Θεοῦ ἐντολάς. Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξερεύ‐
30νησεν αὐτὰ ἡ ψυχή μου. Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ, καὶ συνετιεῖ νηπίους. Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν. Ἡ πρώτη γνῶσις καὶ ἡ ἐν ἀρχῇ παραδιδομένη διδασκαλία τῶν λόγων σου φωτιεῖ καὶ
35συνετιεῖ νηπίους. Τὰ δὲ μαρτύριά σου θαυμαστὰ, καὶ ἐκπλήξεως πλήρη. Εἰκότως τὸ δοχεῖον τῆς ἐμαυτοῦ ψυχῆς ἀναπετάσας, καὶ ὥσπερ τὸ στόμα ἀνοίξας, τὸ παρὰ σοῦ θεῖον Πνεῦμα ὑπεδεχόμην πιστεύσας ἐπαγγελίᾳ λεγούσῃ· Ἄνοιξον τὸ στόμα
40σου καὶ πληρώσω αὐτό. Καὶ τοῦτ’ ἔπραττον ἐφελ‐ κόμενος εἰς ἑαυτὸν τὸ παρὰ σοῦ πνεῦμα, ἵνα καὶ τὰ μαρτύριά σου τὰ θαυμαστὰ γνῶ, καὶ τῶν λόγων σου τὸν φωτισμὸν κτήσωμαι, διὰ τοῦ σοῦ πνεύματος τὴν τούτων εἰληφὼς κατάληψιν. Τὸ στόμα μου ἤνοιξα
45καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπό‐ θουν· αὐτῆς τῆς ὑποθέσεως τῶν ἐντολῶν ἐπισπω‐ μένης καὶ ἐφελκομένης τὸ πνεῦμα. Περὶ τοῦ στό‐ ματος τοῦ κρυπτοῦ ἀνθρώπου φησί· καὶ δύναται εἶναι ψυχῆς στόμα ἡ διαβοητικὴ αὐτῆς δύναμις, ἣ διανοου‐

23

.

1385

(50)

μένη προφέρει τὸν ἐν διανοίᾳ λόγον. Οὐδὲν διαφέρει λαβεῖν λόγον καὶ ἑλκῦσαι πνεῦμα εἰπεῖν· ταυτὸν γὰρ τὸ πνεῦμα τῷ θείῳ λόγῳ. Διὸ καὶ ὁ Σωτὴρ,
54περὶ οὗ ἔλεγε λόγου καὶ ῥημάτων εἴρηκε· Τὰ ῥή‐
55ματα ἃ λελάληκα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστι. Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ
κρῖμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. Τῶν ὑπὸ1384 in vol. 23

23

.

1388

Θεοῦ ἐλεουμένων, οἱ μὲν τυγχάνουσι τούτου διὰ με‐ τανοίας, ἄρτι ἁμαρτιῶν ἀναχωροῦντες καὶ ἐξομολο‐ γούμενοι· οἱ δὲ πεῖραν ἐλέου Θεοῦ λαμβάνουσιν, ἐπὶ τῷ προκόπτοντας σπεῦσαι ἐπὶ τὸ τέλος αὐτὸ τῆς
5ἀρετῆς. Εὔχεται οὖν οὗτος ἐλεηθῆναι οὐ κατὰ τὸ κρῖμα τῶν μετανοούντων, ἀλλὰ τῶν ἀγαπώντων ὄνο‐ μα Κυρίου· τῶν γὰρ κατ’ ἀρετὴν καὶ γνῶσιν τῆς ἀληθείας πολὺ προκοψάντων τὸ λέγον πρόσωπον· διὸ καὶ παῤῥησιάζεται ὀφθῆναι τῷ Θεῷ. Ἐπίβλεψον,
10γάρ φησιν, ἐπ’ ἐμὲ καὶ ἐξ ἀνάγκης ἕψεται τὸ ἐλεηθῆ‐ ναί με. Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λό‐ γιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. Κατὰ τὸ λόγιον τοῦ Θεοῦ κατευθύνει * τὰ
15διαβήματά μου, ἐκ κακίας καὶ ἀγνοίας εἰς ἀρετὴν καὶ γνῶσιν τῆς ἀληθείας διαβαίνοντος. Εὐθυντὴρ γὰρ καὶ ἡγεμὼν τῶν τοιούτων διαβημάτων ὁ ὀρθὸς λόγος. Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ
20φυλάξω τὰς ἐντολάς σου. Μισθὸν τοῦ ἐλέου λελυ‐ τρῶσθαι ἀπὸ συκοφαντίας ἀνθρώπων ὑπισχνεῖται δώσειν τὴν τῶν ἐντολῶν Κυρίου φυλακήν· ἢ οὐδὲ μισθὸν, ἀλλ’ εὐχαριστίαν εἰς τὸ λυτρωθῆναί με ἀπὸ συκοφαντίας ἀνθρώπων. Καὶ τετυχήκασιν αἰσθητῶς
25τῆς αἰτήσεως Ἰωσὴφ καὶ Σουσάννα. Ῥηθεῖεν δὲ ἄν‐ θρωποι τροπικῶς ὁ διάβολος καὶ αἱ κατ’ αὐτὸν πο‐ νηραὶ δυνάμεις, ἀφ’ ὧν τῆς συκοφαντίας μόνου τοῦ Θεοῦ λυτροῦσθαι. Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν
30σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. Τὴν δευ‐ τέραν τοῦ Σωτῆρος ἐπίλαμψιν ἰδεῖν ποθῶν ἀξιοῖ περὶ αὐτῆς, τῷ Πατρὶ φάσκων, Τὸ πρόσωπόν σου, Κύριε, ἐπίφανον· ὅπερ ἰδών τις ἑώρακε καὶ τὸν Πατέρα. Αὐτὸς γὰρ περὶ ἑαυτοῦ λέγει· Ὁ ἑωρακὼς ἐμὲ, ἑώ‐
35ρακε τὸν Πατέρα. Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου. Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου. Ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου, καὶ ἀλήθειαν σφόδρα. Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι
40ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. Πεπυ‐ ρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. Νεώτερος ἐγώ εἰμι καὶ ἐξου‐ δενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ
45νόμος σου ἀλήθεια. Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου. Ὁ Σύμμαχος ἑτέραν παρέστησε διάνοιαν εἰπὼν, Θλίψεις καὶ ἐγκακή‐ σεις κατέλαβόν με· αἱ δὲ ἐντολαὶ ἔτερπόν με· ὡς παντὸς θεοσεβοῦς βαρουμένου μὲν καὶ δυσχεραίνον‐

23

.

1388

(50)

τος ἐπὶ τοῖς τοῦ βίου πράγμασιν, ἀποκακοῦντός τε ἐκ τῆς τῶν ἀνθρώπων κακίας, μόνην δὲ ἔχοντος πα‐ ραμυθίαν καὶ ἀνάκτησιν καὶ τέρψιν τὴν μελέτην τῶν ἐντολῶν τοῦ Θεοῦ. Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα,
55συνέτισόν με, καὶ ζήσομαι. Αὕτη ἡ δικαιοσύνη, ἣν1386 in vol. 23

23

.

1389

ἀσκοῦμεν ἐπὶ τοῦ παρόντος, οὐκ ἀποδίδοται ἡμῖν ἐν ὀλίγαις ἡμέραις, ἀλλ’ εἰς τὸν αἰῶνα. Ἐν τούτοις πᾶ‐ σιν αἰτεῖ ὁ Προφήτης ἀπὸ τοῦ Θεοῦ σύνεσιν, τὸ ἀναγ‐ καιότατον τῶν τοῦ Θεοῦ δωρημάτων, καὶ λέγει· Συν‐
5έτισόν με, ἵνα ζήσω· ἐπ’ ἐκείνην γὰρ τὴν μακαρίαν ζωὴν ἀνόητος οὐκ ἔρχεται ἢ ἀσύνετος, ἀλλὰ δεῖ αἰτῆ‐ σαι παρὰ τοῦ Θεοῦ σύνεσιν, τοῦ διδόντος πᾶσι τοῖς ἐξ ὅλης ψυχῆς αἰτοῦσιν αὐτὸν, ἵνα λαβόντες σύνεσιν, δυ‐ νηθῶμεν εἰπεῖν· Συνέτισόν με, καὶ ζήσομαι.
10 Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω. Ἐκέκραξά σοι, σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. Προέφθασα ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς
15ὄρθρον, τοῦ μελετᾷν τὰ λόγιά σου. Ὁ ἐν ἀωρίᾳ προ‐ λαβὼν καὶ τὸν Θεὸν ἐπικαλούμενος ἐλευθεροῦται τῶν νυκτερινῶν ἐπιβουλῶν, καὶ ἐν τῷ ὄρθρῳ αὐτοῦ, τουτ‐ έστιν ἐν τῇ ἀνατολῇ τοῦ φωτὸς προφθάνοντος δηλα‐ δὴ, τοὺς ὀφθαλμοὺς προαπαντῶντας κέκτηται, καὶ
20μελετᾷ τοῦ Θεοῦ σὺν παῤῥησίᾳ τὰ λόγια. Ἐκείνη γὰρ μάλιστα τῷ νόμῳ χαίρει ψυχὴ, ἥτις αὐτὴ σύνοιδεν ἑαυτῇ τὴν κατόρθωσιν. Τῆς φωνῆς μου ἄκουσον, Κύριε, κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρῖμά σου ζῆσόν με. Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ· ἀπὸ δὲ τοῦ νόμου σου
25ἐμακρύνθησαν. Ἐγγὺς εἶ σὺ, Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια. Καταρχὰς ἔγνων ἐκ τῶν μαρ‐ τυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά.
29Ἴδε τὴν ταπείνωσίν μου, καὶ ἐξέλου με, ὅτι
30τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Κρῖνον τὴν κρί‐ σιν μου καὶ λύτρωσαί με, διὰ τὸν λόγον σου ζῆ‐ σόν με. Κριθῆναι πρὸς τοὺς ἐχθροὺς αἰτεῖ τοὺς ἀφα‐ νῶς ἢ ἐμφανῶς πολεμοῦντας, καὶ λυτρωθῆναι· μόνος γάρ ἐστιν ὁ Θεὸς ὁ ἐξ ἑκατέρων λυτρούμενος, καὶ οὐ
35θανάτου μόνον ἡμᾶς ἀπαλλάττων, ὃν ἀπειλοῦσι καὶ ἐνεργοῦσιν οἱ δαίμονες, ἀλλὰ καὶ ζωὴν παρέχων διὰ τὸν αὐτὸν λόγον. Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτη‐ ρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε, κατὰ τὸ κρῖμά σου
40ζῆσόν με. Ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ· ἔλεος δὲ Κυρίου ἐπὶ πᾶσαν σάρκα, ὃς καὶ πάνυ δι‐ καιότατος εἶναι δοκεῖ. Συγκρίσει γὰρ ἀνθρώπων ὡς πρὸς τὴν ἀκριβῆ κρίσιν τοῦ Θεοῦ, ἐλέου δεῖται τὸ δί‐ καιον. Πᾶν γὰρ ὃ δοκεῖ γεγονέναι κατ’ ἔλεον, ἐλέῳ
45Θεοῦ γίνεται. Τί γάρ τις ἄξιον πεποίηκε αἰωνίου μα‐ καριότητος καὶ βασιλείας οὐρανῶν, μὴ ὑπὸ Θεοῦ βοη‐ θούμενος; —Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με, ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά

23

.

1389

(50)

σου οὐκ ἐφυλάξαντο. Ἴδε, ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. Ἀρχὴ τῶν λόγων σου ἀλήθεια· καὶ εἰς τὸν αἰῶνα πάν‐ τα τὰ κρίματα τῆς δικαιοσύνης σου.
55 Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. Ἀγαλλιάσο‐ μαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα
πολλά. Ἀδικίας ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ1388 in vol. 23

23

.

1392

νόμον σου ἠγάπησα. Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Νοήσεις καὶ οὕτως ἐπιστήσας ὡς πρὸ ἡλίου διανιστάμενος τῆς κοίτης κατὰ τὸν λέγοντα· Ἐκ νυκτὸς ὀρθρίζει τὸ
5πνεῦμά μου πρὸς σὲ, ὁ Θεός· καὶ, ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω, τὸν πρῶτον ἀνέπεμπεν ὕμνον· εἶτ’ ἐπιστάσης ἡμέρας, κατὰ τὴν πρώτην ὥραν, ὥσπερ ἕωθεν τὴν θυσίαν προσέφερε τῷ Θεῷ τὸν δεύτερον, καὶ κατὰ τὴν τρίτην ὡσαύτως τὴν τρίτον, καὶ πάλιν
10κατὰ τὴν ἕκτην τὸν τέταρτον, κατὰ δὲ τὴν ἐνάτην ὥραν τὸν πέμπτον, κατὰ δὲ τὴν δωδεκάτην τὸν ἕκτον, εἶθ’ ἑσπέρας μετὰ τὴν τοῦ σώματος θεραπείαν, ἐπὶ κοίτην μέλλων τρέπεσθαι τὸν ἕβδομον ὕμνον ἀπεδί‐ δου, καὶ οὕτως ἐπλήρου τό· Ἑπτάκις τῆς ἡμέρας
15ᾔνεσά σε. Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. Τοῖς τοῦ Θεοῦ ὄνομα ποθοῦσιν εἰρήνη τυγχάνει πολλὴ, οὐ τοσοῦτον ἡ ἔξω‐ θεν· οὐ γὰρ ἐφ’ ἡμῖν αὕτη· ἀλλ’ ἡ ἐν τοῖς λογισμοῖς,
20καθ’ ἣν συμβαίνει ἀταραξίαν καὶ ἀνενοχλησίαν τῆς ἐξ ἀπαθείας ἔχειν. Ταύτην ἅμα τῇ καταλλήλῳ χάριτι εἰ‐ λήφασιν οἱ ἔχοντες ἀπὸ Θεοῦ καὶ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Κεκτημένοι γοῦν αὐτὴν διὰ τὸ ὄνομα τοῦ Θεοῦ, ὑπερβαλλόντως ὑπάρχοντες τέλειοι, σκάν‐
25δαλον οὐκ ἔχουσιν ἐν ἑαυτοῖς· μικρῶν γὰρ ἀλλ’ οὐ μεγάλων τὸ ἔχειν τοῦτο, ὥς φησιν ὁ Σωτήρ· Ὁρᾶτε μὴ σκανδαλίσητε ἕνα τῶν μικρῶν τούτων. Εἰ δὲ εἴη εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον τοῦ Θεοῦ, εἰρήνην ἔχει πολλὴν, πόλεμος οὐχ ἅπτεται τῆς ψυχῆς
30αὐτοῦ· οὐδὲν γὰρ τῶν ἁμαρτημάτων ἐκκαίει τὴν ψυ‐ χὴν αὐτοῦ, καὶ ἅτε εἰρήνην ἔχων τοιοῦτος γεγένηται ὡς ὑπὸ μηδενὸς ἔτι σκανδαλισθῇ λέγων· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλίψις ἢ στενοχωρία, καὶ τὰ ἑξῆς.
35 Προσεδόκων τὸ Σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. Προσδοκῶν τὴν ἀπὸ σοῦ σω‐ τηρίαν τὴν ἀληθινὴν, οὐ μόνον ἐτήρησα, ἀλλὰ καὶ ἠγάπησα σου τὰς ἐντολάς. Τῆς γὰρ μετ’ ἀγαπήσεως τῶν ἐντολῶν κατωρθωμένης ἐνεργείας ὑπαρξάσης,
40εὐθὺς ἀκολουθήσει τὸ προσδοκώμενον Σωτήριον, οὐχ ἕτερον ὂν τῆς τῶν σωζομένων σωτηρίας. Εἰ δὲ καὶ τὸν Σωτῆρα προσδοκᾷ, περὶ οὗ εἴρηται· Πᾶσα σὰρξ ὄψεται τὸ Σωτήριον τοῦ Θεοῦ, ἀκολούθως ἀγαπᾷ τὰς ἐντολὰς τοῦ Θεοῦ, οὗ καὶ τὸ Σωτήριον προσεδόκη‐
45σεν, ἵνα καὶ τὴν πρᾶξιν ᾖ καθαρῶς, καὶ τὴν προσ‐ δοκίαν θεωρητικῶς, προσδοκῶν ἀεὶ καὶ θεωρῶν ἐλη‐ λυθότα τὸν Θεὸν Λόγον ζητῆσαι καὶ σῶσαι τὸ ἀπολω‐ λός. Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ

23

.

1392

(50)

ἠγάπησεν αὐτὰ σφόδρα. Οὐ μόνον τὰς ἐντολάς σου ἠγάπησα, ἀλλὰ καὶ τὰ μαρτύριά σου σφόδρα ἠγάπη‐ σεν ἡ ψυχή μου, καὶ ἐφύλαξεν αὐτά. Πρότερον μὲν κατὰ ἓν, ἠγάπων, καὶ, ἠγάπησα τὰς ἐντολάς σου· δεύτερον· Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά
55σου· κατὰ δὲ τὸ τρίτον συναγαγὼν ἀμφότερα εἰς ἓν, φησίν· Ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύ‐
ριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύ‐1390 in vol. 23

23

.

1393

ριε. Ὁ ἁμαρτωλὸς οὐκ ἐρεῖ· Πᾶσαι αἱ ὁδοί μου ἐναν‐ τίον σου· αἱ γὰρ ὁδοὶ τοῦ ἁμαρτωλοῦ οὐκ εἰσὶν ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ, ἀλλὰ μόνον αἱ τοῦ δικαίου· ἵν’ οὖν καὶ αἱ ἡμέτεραι γένωνται πᾶσαι αἱ ὁδοὶ ἐναντίον
5τοῦ Θεοῦ, οἱ νόμοι, οἱ προφῆται, ἡ ἐπὶ πᾶσι τελεία, ἀληθινὴ καὶ ἀγαθὴ ὁδὸς, ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδὸς, Χριστὸς Ἰησοῦς, εὐξώμεθα ἐν τῇ ὁδῷ μέχρι τέλους ὁδεύοντας φθάσαι πρὸς τὸν Θεὸν καὶ Πατέρα τῶν ὅλων διὰ Χριστοῦ Ἰησοῦ.
10 Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου συνέτισόν με. Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με. Ἐξηρεύξαντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου· φθέγξαιτο ἡ
15γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. Σφόδρα ἀκολούθως μετὰ τοῦ εὔξα‐ σθαι περὶ τῆς διανοίας· τὸ γὰρ συνετισθῆναι τὰ λό‐ για τοῦ Θεοῦ οὐκ ἦν χειλέων οὐδὲ γλώσσης, ἀλλὰ τοῦ κατὰ ψυχὴν διανοητικοῦ· τὰ ἡγούμενα τοίνυν αἰτήσας
20ἐπὶ τὰ δεύτερα μέτεισι, καὶ ἀξιοῖ τὰ τοῦ ἐν αὐτῷ λό‐ γου ὄργανα τὰ χείλη καὶ τὴν γλῶτταν ἀφιερωθῆναι, ὡς ἂν διαπαντὸς τὰ μὲν χείλη ὕμνον διερεύγοιντο, δι‐ δασκομένου τοῦ νοῦ ὑπ’ αὐτοῦ τοῦ Θεοῦ τὰ δικαιώ‐ ματα αὐτοῦ· ἡ δὲ γλῶττα φθέγγοιτο μηδὲν ἕτερον ἢ
25τὰ λόγια τοῦ Θεοῦ, καὶ τοῦτο πράσσοι, ὅτι πᾶσαι αἱ ὁδοὶ αὐτοῦ δικαιοσύναι. Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐν‐ τολάς σου ᾑρετισάμην. Συνιδὼν τὸ μέγεθος τοῦ ἑτοίμου, βοηθείας δεῖται τῆς παρὰ τοῦ Θεοῦ εἰς τὸ
30κατορθῶσαι τὰ προλελεγμένα· μεγάλα δὲ αἰτῶν παρὰ τοῦ Θεοῦ, καὶ τὸ παρ’ ἑαυτοῦ συνεισφέρει λέγων· Ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. Ὅπερ γὰρ ἦν ἐπὶ τῇ ἐμῇ ἐξουσίᾳ, τοῦτ’ ἐξ ἐμοῦ πεπλήρωται. Τὰς ἐντολάς σου ᾑρετισάμην, ἀγαπήσας αὐτὰς κατὰ τὰ πρόσθεν
35εἰρημένα. Ἐπεπόθησα τὸ Σωτήριόν σου, καὶ ὁ νόμος σου μελέτη μου ἐστί. Οἱ πολλοὶ τῶν ἀνθρώπων ἐπιπο‐ θοῦσι σωτηρίαν, ἀλλ’ οὐ τὸ τοῦ Θεοῦ, ἀλλὰ τὸ σαρκὸς σωτήριον τὸ ἐν κόσμῳ. Ἔργον δέ ἐστιν ἐπιποθῆσαι τὸ
40τοῦ Θεοῦ Σωτήριον, ὥστε ἐν Θεῷ σωθῆναι, ἐν αὐτῷ ἀναπαύεσθαι, κληρονομῆσαι τὰ ἅγια· τὸ γὰρ Σωτή‐ ριον τοῦ Θεοῦ τοῦτό ἐστιν ἡ αἰώνιος ζωή. Ἐὰν θέλῃς ἐπαναβῆναι τῷ λόγῳ, τὸ Σωτήριον τοῦ Θεοῦ ὁ Χρι‐ στός ἐστιν· Ἰησοῦς γὰρ ἑρμηνεύεται, Θεοῦ σωτηρία.
45Οὗτος ἡμῖν ἐπέμφθη. Ὁδὸς τοῦ ἐπιποθοῦντος τὸ Σω‐ τήριον τοῦ Θεοῦ, τὸ τὸν νόμον εἶναι μελέτην τῷ ἐπι‐ ποθοῦντι, προαναφωνοῦντα τὴν δεῦρο αὐτοῦ ἄφιξιν. Νόμον δὲ ἐνταῦθα καλεῖ πᾶσαν τὴν παλαιὰν καὶ θείαν Γραφήν.

23

.

1393

(50)

Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέσει σε, καὶ τὰ κρί‐ ματά σου βοηθήσει μοι. Εἰς τὸν μέλλοντα χρόνον ἐνέκλειεν τὴν ζωὴν τῆς ψυχῆς. γὰρ ζωὴ ἡμῶν κέ‐ κρυπται σὺν Χριστῷ ἐν τῷ Θεῷ. Τότε ὑμνήσει κυ‐ ρίως τὸν Θεόν. Καὶ τὰ κρίματά σου βοηθήσει μοι.
55Ἐπὶ βοηθείᾳ τῶν κρινομένων τὰ κρίματα τοῦ Θεοῦ
γίνεται. Ἀλλὰ ἄλλη παῤῥησία βοηθείας κριμάτων1392 in vol. 23

23

.

1396

πρὸς τὸν δίκαιον, ἡ χωρὶς βασάνων καὶ πόνων· ἄλλη ὁδὸς βοηθείας κριμάτων πρὸς τὸν διὰ πόνων καὶ βα‐ σάνων ἀχθησόμενον. Ἐπλανήθην ὡς πρόβατον ἀπο‐ λωλός· ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς
5σου οὐκ ἐπελαθόμην.1394 in vol. 23

24

.

9

(1t)

ΕΥΣΕΒΙΟΥ
2tΤΟΥ ΠΑΜΦΙΛΟΥ
3tΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ
4tΑΠΟ ΡΙΘʹ ΕΩΣ ΡΝ.
11ΨΑΛΜΟΣ ΡΙΘʹ. ᾨδὴ τῶν ἀναβαθμῶν. Οἱ καταπεσόντες ἀπὸ τῶν τοῦ Θεοῦ καλῶν, ἀνα‐ βαίνουσιν ἐπὶ ταῦτα, παρασκευάσαντες εἰς τὴν ἀνά‐
15βασιν ἑαυτούς· τὴν οὖν παρασκευὴν ἱκανῶς ἐπιδείξας ὁ Ψαλμῳδὸς διὰ τοῦ πρώτου ψαλμοῦ εἰσάγει τὴν ἀνάβασιν τὴν διὰ τῶν θλίψεων.
19Ἀπὸ γλώσσης δολίας.
20 Τουτέστιν ἀπὸ πάσης ψευδοδοξίας καὶ ἀπάτης· δεῖται γὰρ ὁ ἐν ἀρχῇ προκοπῆς τυγχάνων ὅπως μηδεὶς αὐτὸν παραλογίζηται ἐν πιθανολογίᾳ.
24Τί δοθείη σοι; κ.τ.λ.
25 Ἐπακούσας ὁ Λόγος τοῦ προσευξαμένου, κατὰ τὸ, Ἔτι λαλοῦντός σου, ἰδοὺ πάρειμι, ἀποκρίνεται αὐτῷ καί φησι· Θάρσει, ὦ οὗτος, εἰδὼς ὅτι προστά‐ την καὶ ὑπέρμαχον ἔχεις δυνατὸν, ὅπλοις χρώμενον ὑπὲρ σοῦ κατὰ τῶν σῶν πολεμίων· βέλη τε γὰρ ἠκό‐
30νησεν κατ’ αὐτῶν, καὶ ἄνθρακας ἡτοίμασεν ἐρημο‐ ποιοὺς εἰς αὐτοὺς, μετελεύσεται ἐν ταῖς κατ’ αὐ‐ τῶν τιμωρίαις· τί οὖν πλέον αἰτεῖς δοθῆναί σοι; ἢ τί θέλῃς προστιθέναι σοι μετὰ τὴν τοσαύτην τοῦ Δυ‐ νατοῦ κατὰ τῶν ἀσεβῶν παρασκευήν;
35Μετὰ τῶν σκηνωμάτων Κηδάρ. Κηδὰρ πάγος γενεᾶς δύναται καὶ σκοτασμός· Κατ‐ εσκήνωσα οὖν, φησὶ, μετὰ τῶν σκηνωμάτων τοῦ σκο‐ τασμοῦ, ὅπερ ἐστὶ τοῦ σώματος τοῦ θανάτου· καὶ ἡ
ψυχή μου αὐτὴ, φησὶ, πολλὰ πλεονάκις παρῴκησεν.1396 in vol. 23

24

.

12

ΨΑΛΜΟΣ ΡΚʹ. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη. Ὁ τῆς δουλείας ὑπὸ τοῖς ἐχθροῖς ἀπαλλαγεὶς, καὶ κατ’ αὐτὴν ἤδη γεγονὼς τὴν ὁδὸν τὴν ἄγουσαν ἐπὶ
5τὴν τοῦ Θεοῦ πόλιν, ἄνω τοὺς ὀφθαλμοὺς ὧδε κἀκεῖσε εἰς τὰ ὄρη ἐπαίρει, κατανοῶν καὶ πολυπραγμονῶν ποθεν αὐτῷ ἥξει βοήθεια· τὰ μέρη δὲ πάντα τοῦ κόσμου καὶ τὰ ὕψη περιαθρήσας, ἐν οὐδενὶ τῶν αἰσθητῶν εὑρίσκει τὸ ζητούμενον· νῷ δὲ καὶ ψυχῆς
10ὀφθαλμοῖς ἐπὶ τὸν ποιητὴν καὶ δημιουργὸν τῶν ὅλων ἀναδραμὼν, ἐνταῦθα ἵσταται, καὶ τὴν δευτέραν ᾠδὴν ᾄδει λέγων· Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Κύριος φυλάξει σε.
15 Τὸν διαπαντὸς εἰς τὸν Θεὸν ἀφορῶντα αὐτὸς ὁ ἄϋπνος φυλάττει Θεὸς, καὶ τούτου τὴν δεξιὰν χεῖρα σκέπει, ἅτε δεξιαῖς πράξεσι χρωμένου, καὶ τοὺς ἐχθροὺς ἐλαύνοντος τῇ ἑαυτοῦ δεξιᾷ· μάλιστα γὰρ τῇ δεξιᾷ τῶν θεοφιλῶν ἐπιβουλεύειν πειρῶνται οἱ ἐχθροί·
20οὕτω γοῦν εἴρηται· Καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ, καὶ ὁ διάβολος ἑστήκει ἐκ δεξιῶν αὐτοῦ. —Μάλιστα δὲ Θεὸς ἀπὸ κακίας φυλάττει, κἂν τὰ ἐκτὸς ἢ τὸ σῶμα λυπῇ· περὶ γοῦν Ἰὼβ παρ‐ ήγγειλε· Μόνην τὴν ψυχὴν αὐτοῦ διαφύλαξον·
25δεῖται δὲ φυλακῆς ἡ ψυχὴ κατὰ τὸν τῆς ἐξόδου τοῦ βίου καιρὸν, καὶ κατὰ τὴν εἴσοδον τὴν εἰς τὴν τοῦ Θεοῦ πόλιν· τί γὰρ ὄφελος εἰ ἐν μέσῳ τῆς ὁδοῦ πεσών τις ἀπώλετο; διὸ μὴ μακαρίσῃς ἄνθρωπον πρὸ τῆς τε‐ λευτῆς αὐτοῦ.
30Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε. Νεφέλη φωτεινὴ οὐκ ἐᾷ συγκαίεσθαι ὑπὸ ἡλίου τοὺς κατὰ Θεὸν ὁδεύοντας· καὶ ἀναλογοῦντι ταύτης βοηθεῖ εἰς τὸ μηδὲ ὑπὸ νυκτερινοῦ φωστῆρος παθεῖν αὐτούς. ΨΑΛΜΟΣ ΡΚΑʹ.
35Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι, κ.τ.λ. Τὴν ὁδὸν βαδίζων τὴν ἐπὶ τὸν Θεὸν ἄγουσαν, παι‐ δευόμενος περὶ τοῦ τέλους αὐτῆς, εὐφροσύνης ἐπ’ αὐτῇ τῇ τῶν μελλόντων ἀκοῇ πληροῦται· διὸ καὶ ὁμολογεῖ καλῶν καὶ ἀγαθῶν διδασκάλων τυχὼν τῶν
40εἰρηκότων αὐτῷ· Εἰς οἶκον Κυρίου πορευσώμεθα· καὶ μᾶλλον ἐπείγεται, τὴν πορείαν μετ’ εὐφροσύνης ποιούμενος. —Τῶν ἐπανιόντων ἀπὸ Βαβυλῶνος, ὁ μὲν πολὺς νέος ἦν λαὸς ἐν αὐτῇ γεννηθεὶς Βαβυ‐ λῶνι· βραχεῖς δέ τινες ἐν αὐτοῖς ὑπῆρχον παλαιοὶ
45ἄνδρες καὶ σφόδρα πρεσβύτεροι, οἱ ἀπὸ Ἱερουσαλὴμ καταβεβηκότες ἐκεῖ, καὶ παραμείναντες τὸν ἑβδομή‐ κοντα ἔτι χρόνον, μεθ’ ὃν ὑπέστρεφον ἅμα τῷ νέῳ λαῷ· τούτων τοίνυν ἐρωτωμένων παρὰ τοῦ νέου λαοῦ ὅπου τὴν πορείαν ποιοῖντο, ἀποκρινομένους

24

.

12

(50)

οἱονεὶ καὶ λέγοντας· Εἰς οἶκον Κυρίου πορευσώ‐ μεθα. Ἐπὶ δὲ τοιαύτῃ ἀκοῇ τὸν νέον λαὸν εὐφραν‐ θέντα, δεύτερον ἐξετάσαι πόθεν τοῖς λέγουσιν ἡ γνῶ‐ σις; Τοὺς δὲ ἀποκρίνασθαι πρὸς αὐτοὺς, καὶ εἰπεῖν· Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς
55Ἱερουσαλήμ· καὶ οἱ πόδες οὗτοι οἱ νῦν ἐνταῦθα ἅμα ὑμῖν βαδίζοντες, ἑστῶτές ποτε ἐτύγχανον ἐν
ταῖς αὐλαῖς Ἱερουσαλήμ· ὅθεν ἀκριβῶς εἰδότες,9 in vol. 24

24

.

13

ταῦτα ὑμᾶς εὐαγγελιζόμεθα, καὶ τὸν τρόπον δὲ τῆς οἰκοδομῆς τῆς πόλεως, καὶ τὸν τύπον αὐτὸν, ὡς ἂν εἴποι τις, καὶ τὸ σχῆμα, ἀκριβῶς φέρομεν διὰ μνή‐ μης· ἦν γὰρ ὡς πόλις οὐ διεσπαρμένη ὧδε κἀκεῖσε,
5οὐδὲ ἀπεσχισμένη καὶ διεστῶσα εἰς μέρη πολλὰ, ἀλλ’ οὕτως ἦν ᾠκοδομημένη ὡς δοκεῖν ἕνα εἶναι οἶκον, διὰ τὴν συνάφειαν καὶ ἁρμονίαν τῶν ἐν αὐτῇ οἰκοδομη‐ μάτων· διὸ λέλεκται· Ὡς πόλις ἦν ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό· τοιαῦται δέ εἰσι κατὰ διάνοιαν πᾶσαι
10αἱ παρὰ Θεῷ ψυχαὶ, καὶ οἱ ζῶντες λίθοι δι’ ὧν ᾠκοδόμηται ὁ ἀληθινὸς νεὼς τοῦ Θεοῦ, τῷ αὐτῷ νοῒ [καὶ] τῇ αὐτῇ γνώμῃ κατηρτισμένος. Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, φυλαὶ Κυρίου, μαρ‐ τύριον τῷ Ἰσραὴλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου.
15 Ἐκεῖ γὰρ θύειν, εὔχεσθαι, πανηγυρίζειν, ἐκέλευ‐ σεν· ὡς ἂν μὴ πανταχοῦ πλανώμενοι, πρόφασιν ἔχω‐ σιν ἐξόδους ποιεῖσθαι πρὸς εἴδωλα· Θεοῦ γὰρ τοῦτο μαρτυρίαν ἐκάλεσεν· τῆς γὰρ αὐτοῦ προνοίας τοῦτο μέγιστον τεκμήριον ἦν· καὶ γὰρ ἐκεῖ ὁ νόμος ἀν‐
20εγινώσκετο, διηγήματά τε κατορθωμάτων ἀρχαίων, καὶ σύνοδον ἐποιοῦντο τὴν πρὸς ἀλλήλους ἀγάπην συσφίγγουσαν. Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ. Ἀεὶ γὰρ, φησὶ, καὶ πάντοτε μνημονεύοντές σου, ὦ
25Ἱερουσαλὴμ, τὰ περὶ τῆς σῆς εἰρήνης διαλεγόμεθα τοῖς ἀδελφοῖς τοῖς ἡμετέροις καὶ τοῖς πλησίον ἡμῶν, τουτέστι τῷ νέῳ λαῷ, εἰς πόθον αὐτοὺς ἄγοντες τὸν περὶ σὲ διὰ τῆς περὶ σοῦ διδασκαλίας· ἀλλὰ καὶ ἡ πᾶσα ἡμῶν εὐχὴ ἕνεκα τοῦ οἴκου τοῦ Θεοῦ ἡμῶν ἐγί‐
30νετο, ζητούντων ἀγαθά σοι τὰ παρὰ τοῦ Θεοῦ. ΨΑΛΜΟΣ ΡΚΒʹ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἐπείπερ οὐρανὸς θρόνος ἐστὶ τοῦ Θεοῦ, διὰ τοῦτο
35κατοικεῖν λέγεται ἐν τῷ οὐρανῷ· οὐδεὶς δὲ θησαυρί‐ ζων ἐπὶ γῆς, εἴποι ἂν τῷ Θεῷ· Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ· ὅπου γὰρ ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου· οἱ μὲν οὖν ὀφθαλμοὶ τοῦ ἄφρονος, ἐπ’ ἄκρα
40γῆς, ἢ ἐφ’ ὁτιδήποτε οὗ ἐπιθυμεῖ· ἐμβλέπει γάρ ποτε γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς· οἱ δὲ τοῦ δικαίου, διαπαντὸς πρὸς τὸν Θεόν. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν.
45 Εὐαγγελισθεὶς ὁ νέος παρὰ τῶν πρεσβυτέρων λαὸς διὰ τῆς πρὸ ταύτης ᾠδῆς, Οὐκ ἐπ’ ἄλλο τι, φησὶν, ἐλπίζω, ἢ ἐπὶ σὲ τὸν οὐκ ἐν τῇ κάτω Ἱερουσαλὴμ, ἀλλ’ ἐν οὐρανῷ κατοικοῦντα· μόνοις δὲ τοῦτο λέγειν ἁρμόττει τοῖς ἀπηλλαγμένοις αἰχμαλωσίας, καὶ τὸ

24

.

13

(50)

τῆς ψυχῆς διορατικὸν ἐῤῥωμένοις· ψυχῆς δὲ ὀφθαλμὸς ἄνω μὲν ὁρῶν, ὠφελεῖται· κάτω δὲ, βλάπτεται. ΨΑΛΜΟΣ ΡΚΓʹ. Ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς. Οἱ φήσαντες, Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον
55ἡμᾶς, νῦν ὡς ἐπακουσθέντες εὐχαριστοῦσι Θεῷ· τὰ δὲ παρόντα διδάσκεται λέγειν ὁ διορατικὸς, τὸν Θεὸν ἔχων πρὸ ὀφθαλμῶν· οὕτως γὰρ Ἰσραὴλ ἐπινίκιον ᾠδὴν
τῷ νικοποιῷ προσάγων Θεῷ· διδάσκουσι δὲ τοὺς11 in vol. 24

24

.

16

νέους οἱ γεγηρακότες, καὶ οἱ μαθηταὶ ὑπακούουσιν· Ἰσραὴλ δὲ τοῦ ἔχοντος ἐν ἑαυτῷ τὸν Θεὸν, τὸ δύ‐ νασθαι λέγειν· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν. Τοιοῦ‐ τος ἦν ὁ ὑπὸ Μωϋσέως γενόμενος Ἰσραὴλ, ᾧ ἐλέ‐
5γετο· Σιώπα, καὶ ἄκουε, Ἰσραήλ· καὶ Κύριος πο‐ λεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσεσθε.
8Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Καὶ ὁ περιστατικὸς δὲ καιρὸς, εἰ καὶ σφοδρὸς,
10ἀλλὰ χειμάῤῥου δίκην ὀλιγοχρόνιος. Εὐλογητὸς Κύριος, κ.τ.λ. Καὶ τίνα εὐλογεῖν καὶ ὑμνεῖν ἔδει ἐπὶ τῷ μὴ ἁλῶ‐ ναι τοῖς βουλομένοις ζῶντας καταπιεῖν ἡμᾶς ἀν‐ θρώποις, ἢ τὸν Κύριον τὸν ὄντα ἐν ἡμῖν; Οἱ ἐπὶ τὸ
15θηρεῦσαι ἡμᾶς ὁρμήσαντες, ἵνα καταφάγωσιν ἡμᾶς, οὐ δεδύνηνται ὡς ἔσπευδον διαθεῖναι· ἐξηγριωμένοι γὰρ οἱ ὠμόθυμοι λέοντες τοῖς ὀδοῦσιν αὐτῶν θηρεῦ‐ σαι ἡμᾶς ἐγλίχοντο· ἀλλ’ οὐκ ἐπέτυχον τοῦ σπου‐ δαζομένου, μὴ δόντος ἡμᾶς τοῦ Κυρίου· ὃν καὶ εὐ‐
20λογοῦμεν ῥυσάμενον ἡμᾶς ἀπὸ τῶν φονικῶν καθ’ ἡμῶν διατεθέντων. ΨΑΛΜΟΣ ΡΚΔʹ. Ὄρη κύκλῳ αὐτῆς. Ταῦτά φασιν οἱ μετὰ τὴν μακρὰν ἐπανελθόντες
25ὁδοιπορίαν ἐπὶ τὴν αἰσθητὴν Ἱερουσαλὴμ, ὡς ἤδη λοιπὸν ἐν ἀσφαλείᾳ γενόμενοι, οὐ τῷ τόπῳ, τῇ δὲ πεποιθήσει τοῦ Κυρίου θαῤῥοῦντες· ὃ δὴ κρεῖττον τοῦ κατοικεῖν Ἱερουσαλήμ· καὶ ἐπεὶ τοῦτο ποῦ κρείττων ἦν ὁ λαός; τοῦ μὲν τόπου ὄρη λέγεται
30κύκλῳ· τοῦ δὲ λαοῦ, δι’ ὃν καὶ ὁ τόπος τετίμηται, ὄντως ὁ Θεὸς, ὁ καὶ τὸν τόπον φυλάττων, ὅτε ἄξιος ὁ λαός. Ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν.
35 Τὸ ἀπάξει, τὸ παραδώσει δηλοῖ· εἰς τὴν ἀκαθαρ‐ σίαν ἣν εἵλοντο, εἰς πάθη τε ἀτιμίας καὶ ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα. ΨΑΛΜΟΣ ΡΚΕʹ. Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών.
40 Οἱ ἀπόστολοι ταῦτα προφητεύονται λέξειν περὶ ἑαυτῶν καὶ τῶν ἐν τοῖς ἔθνεσι, καὶ μετὰ ταῦτα ἀπο‐ φανεῖσθαι περὶ σπόρου καὶ θερισμοῦ· κατὰ τοὺς τοῦ Δαβὶδ χρόνους οὐκ ἦν ἡ αἰχμαλωσία· τάχα οὖν περὶ τῆς νοητῆς ταῦτά φησιν· ἐρεῖ δὲ ἄλλος, ὅτι προφητι‐
45κῶς τὸ μέλλον δηλοῦται. —Μέρος τι τῆς αἰχμα‐ λωσίας ἐπανελθὸν ἀπὸ τῆς Βαβυλῶνος, καὶ ἀπολαβὸν τὴν Ἱερουσαλὴμ, περὶ τῶν ἀπομεινάντων ἐν Βαβυ‐ λῶνι τὴν προκειμένην ᾠδὴν ἐπ’ ἀγαθαῖς προσδοκίαις ἀναπέμπει· φασὶ δὲ, ὅτι οὔπω μὲν τελείως τὰ τῆς

24

.

16

(50)

ἡμετέρας χαρᾶς πεπλήρωται· ἔσται δὲ τοῦτο ὅτε τὸ πᾶν ἔθνος ἀπὸ τῆς πολεμίας ἐπὶ τὴν οἰκείαν γῆν ἐπανέλθῃ· ταύτην δὲ τὴν διάνοιαν παρίστησιν ἡ τῶν λοιπῶν ἑρμηνεία· ἀντὶ γὰρ τοῦ, ἐγενήθημεν ὡς πα‐ ρακεκλημένοι, συμφώνως οἱ πάντες φασὶν, ἐγενήθη‐
55μεν ὡς ἐνυπνιαζόμενοι, ἀλλ’ οὐχ ὕπαρ τὴν ἐλευθε‐13 in vol. 24

24

.

17

ρίαν ἡμῶν φανταζόμενοι· ἔσται δὲ ὕπαρ καὶ ἐναρ‐ γὴς ἡμῶν ἡ χαρὰ, ἐπειδὰν καὶ οἱ λοιποὶ ἡμῶν ἀδελφοὶ ἀπὸ τῆς αἰχμαλωσίας ἐπανέλθωσιν· ἐφ’ ᾧ καὶ τὰ ἔθνη μακαριοῦσιν ἡμᾶς, ὡς ἴδια μέλη κομισαμένους·
5ἓν γὰρ τὸ σῶμα τῶν σωζομένων. Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν. Τοὺς λέγοντας τὰ θεῖα ἐφ’ οἷς καρπὸς πνεύ‐ ματος, χαρὰ τοῖς ἀκούουσιν τὸ μὲν στόμα γίνεται καὶ ἐπληρώθη χαρᾶς, ἡ δὲ γλῶσσα ἀγαλλιάσεως,
10ἀφ’ ὧν ῥεῖ χαρὰ καὶ ἀγαλλίασις· τούτων δὲ γινομέ‐ νων, οἱ ἀπὸ τῶν ἐθνῶν διδασκόμενοι λέγουσιν· Ἐμε‐ γάλυνε Κύριος τοῦ ποιῆσαι μετ’ αὐτῶν· καὶ περὶ ἑαυτῶν δέ φασιν εὐχαριστοῦντες· Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ’ ἡμῶν· ἐγενήθημεν εὐφραινόμενοι.
15Ἐπὶ μὲν τῶν ποταμῶν Βαβυλῶνος ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν· ἐν δὲ τῷ ἐπιστρέψαι τὸν Κύριον τὴν αἰχμαλωσίαν, ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν· Ἐπὰν ποιήσωμεν τῷ στόματι φυλακήν· καὶ τὸ, Στόμα δικαίου μελετᾷ σοφίαν· καὶ τὸ, Ἄνοιγε
20σὸν στόμα, λέγει Θεός· καὶ ὅμοια· Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι· τότε ἀληθεύον‐ τες φήσομεν· Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν. Καὶ μετ’ ὀλίγα· Ἐπὰν δὲ φυλάξωμεν τὰς ὁδοὺς τοῦ μὴ ἁμαρτάνειν, τότε πληρωθήσεται ἡ γλῶσσα ἡμῶν
25ἀγαλλιάσεως· ἐπλήσθη δὲ χαρᾶς καὶ τὸ Φιλίππου στόμα, ὅτε ἀνοίξας τὸ στόμα αὐτοῦ, καὶ ἀρξάμενος ἀπὸ τοῦ, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, εὐηγγε‐ λίσατο τὸν Ἰησοῦν τῷ εὐνούχῳ Αἰθίοπι. Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ’ ἡμῶν.
30 Ἀνωτέρω μὲν ὡς ἤδη ἐπιστροφῆς ἀπὸ τῆς αἰχμα‐ λωσίας γινομένης, εἴρηνται οἱ δύο στίχοι· νῦν δὲ ὡς ἔτι ἐν αἰχμαλωσίᾳ ὢν, ταῦτά φησιν ὁ Προφήτης, τὸ μὲν πρότερον προφητεύων, οἶμαι, περὶ τῶν ἀποστό‐ λων, τὸ δὲ δεύτερον ἐκ προσώπου λέγων τῶν ἐθνῶν·
35τῶν γὰρ ἐν τοῖς ἔθνεσίν ἐστιν τὰ ἀπὸ τοῦ, Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ’ ἡμῶν, ἕως τοῦ, ὡς χει‐ μάῤῥους ἐν τῷ νότῳ. Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν. Ἀκολούθως καὶ ταῦτα προσέθηκαν τοῖς πρώτοις·
40οὐ γὰρ ἀναισθητοῦντες, φησὶ, τῆς εἰς ἡμᾶς ἤδη γενο‐ μένης εὐεργεσίας, ταῦτά φαμεν, ἀλλ’ ὁμολογοῦντες, ὅτι μεγάλα μὲν ἐποίησε μεθ’ ἡμῶν ὁ Θεὸς, καὶ ἤδη γεγόναμεν ἐν εὐφροσύνῃ· οὕτω δὲ ἔχοντες, ὅμως ὑπὲρ τῶν καταλοίπων μελῶν ἡμῶν δεόμεθα καὶ ἱκε‐
45τεύομεν λέγοντες· Ἐπίστρεψον, Κύριε, τὴν αἰχμα‐ λωσίαν ἡμῶν ὡς χειμάῤῥους ἐν τῷ νότῳ· ἄτοπον γὰρ τοὺς μὲν τῆς θείας γνώσεως ἐστερημένους, τὴν εἰς ἡμᾶς γεγενημένην φιλανθρωπίαν θαυμάζειν, ἡμᾶς δὲ τοὺς τῆς εὐσεβείας τετυχηκότας, ἀχαριστίαν

24

.

17

(50)

νοσεῖν. Οἱ σπείροντες ἐν δάκρυσιν, κ.τ.λ. Ὁ σπείρων ἐν δάκρυσι, εἰς τὸ πνεῦμα σπείρει τῶν ἐπὶ τοῖς δάκρυσι μακαριζομένων· ἐν ἀγαλλιάσει δὲ θερίζει ζωὴν αἰώνιον, ὁ τυγγάνων ἤδη τοῦ γελᾷν τῷ
55πνεύματι. —Τοῖς περὶ τῶν λοιπῶν αἰχμαλώτων αἰτή‐
σασι τὸ Θεῖον ἀποκρίνεται τὸ, Μακάριοι οἱ κλαίοντες15 in vol. 24

24

.

20

ὅτι αὐτοὶ γελάσονται· ὅπερ εἰ ποιήσουσιν οἱ ἐν Βα‐ βυλῶνι, ἀγαθὰς ἐλπίδας δι’ ὧν κλαίουσι σπείροντες, θεριοῦσιν ἀγαλλίασιν· ἀντὶ δακρύων ἅπερ ἔσχον ἀγαπώμενοι, δεξόμενοι τὴν τῆς ἐπανόδου χαράν· καὶ
5εἰ τότε βραχύ τι σπέρμα θεοσεβείας ἐφύλαττον, ἀλλὰ τὰς ἑαυτῶν ἐκεῖ ψυχὰς γεωργήσαντες, πολλοὺς ἐπαν‐ ιόντες οἴσουσι τοὺς καρπούς. Μέχρι τῆς ζʹ ᾠδῆς τὰ περὶ τῶν ἐκ περιτομῆς αἰχμαλώτων προεθεσπίσθη.
10ΨΑΛΜΟΣ ΡΚϛʹ. Κατὰ τὸ Ἑβραϊκὸν καὶ τοὺς ἑρμηνεύσαντας ἅπαν‐ τας, ἡ παροῦσα νῦν ᾠδὴ Σολομῶντός ἐστιν (ὥσπερ ἄλλοι ἄλλων εἰσὶν ἐπιγεγραμμένοι ψαλμοὶ) προφητι‐ κῶς ὑπ’ αὐτοῦ λεχθεῖσα ὁπηνίκα τὸν ναὸν κατεσκεύαζε·
15τῶν γὰρ Ἰουδαίων μεγαλοφρονούντων ἐπὶ τῷ τῆς κατασκευῆς ὀχυρῷ, θείῳ Πνεύματι συνορῶν τὴν ἐσχάτην ἐρημίαν αὐτοῦ, καὶ τὴν ὑπὸ τοῦ Κυρίου μέλλουσαν Ἐκκλησίαν καθ’ ὅλης οἰκοδομεῖσθαι τῆς οἰκουμένης, ἀντιπαρατιθεὶς τῇ παρ’ αὐτοῦ κατασκευῇ
20τοῦ ναοῦ, ἐκείνην τε προκρίνει καὶ ὑπεράγαται, τὴν τότε παρουσίαν ἐλέγχων ὡς πρόσκαιρον καὶ μηδὲ πρὸς βραχὺ συνισταμένην ἄνευ Θεοῦ φυλακῆς· ἅπερ νῦν εἰς καιρὸν ᾖσε τῶν ἐκ Βαβυλῶνος ἐπανιόντων, ἐσπουδακότων περὶ τὴν ἀνάκτισιν τοῦ ναοῦ, καὶ φρο‐
25νούντων ἐπὶ τούτῳ μεγάλα μέν. Εἰ γάρ φησιν, Ἔστ’ ἂν ὁ Κύριος φυλάττῃ, τοῦ δὲ φύλακος ἀναχωρή‐ σαντος, ἔρημος ἔσται, ματαίας ἐσομένης τῆς ἐξ ἀν‐ θρώπων σπουδῆς· ἐπὶ μὲν τοῦ ναοῦ, οἰκοδόμον εἰσ‐ άγει τὸν Κύριον· ἐπὶ δὲ τῆς πόλεως, ἀνθρώπους μὲν
30οἰκοδόμους, φύλακα δὲ τὸν Θεόν· χρήσιμον τὸ ῥητὸν πρὸς τοὺς τῆς ὑπερηφανίας λογισμούς. Οἱ ἐσθίοντες ἄρτον ὀδύνης. Θεοδοτίων, καὶ ἡ εʹ ἄρτον εἰδώλων ἐξέδωκαν εἰ‐ κότως· τὸ γὰρ Ἑβραϊκὸν τὸ ἀσεβεῖν ἔχει, ὅπερ καὶ
35ἐν ἑτέροις εἴδωλον ἑρμηνεύεται· προορᾷ δὲ τῷ πνεύματι Σολομῶν, ὡς οἱ μέλλοντες οἰκεῖν τὸν ὑπ’ αὐτοῦ γινόμενον οἶκον, εἰδώλοις προσκείσονται, δαί‐ μοσι λατρεύοντες ἐν αὐτῷ· λέγει τοίνυν, μετὰ τὴν ἀναχώρησιν αὖθις ἐπὶ τοῦτον ἐλθεῖν, καὶ τοῦτο συν‐
40εχῶς ἐκ διαλειμμάτων ποιεῖν τί γὰρ ὄφελος τὸν τόπον τιμᾷν, τοῖς διὰ τῆς εἰδωλολατρείας μακρύνουσιν ἑαυ‐ τοὺς τοῦ Θεοῦ; Ὅθεν ὁ Σύμμαχος ἔφη· Μάταιον ὑμῖν ἐξ ὄρθρου ἀνίστασθαι εἰς τὸ οἰκῆσαι, ἢ εἰς τὸ ὑμνῆσαι.
45ΨΑΛΜΟΣ ΡΚΖʹ. Ἀκολούθως τῇ πρὸ ταύτης ᾠδῇ ἡ κλησις τῶν ἐθνῶν διὰ ταύτης κηρύσσεται· οἱ γοῦν φοβούμενοι τὸν Κύριον, ἕτεροι λέγονται εἶναι παρὰ τὸν Ἰσραὴλ, καὶ παρὰ τὸ κρεῖττον ἐν τῷ Ἰσραὴλ τάγμα, λέγω

24

.

20

(50)

δὲ τὸ ἱερατικόν· δηλοῖ δὲ τοῦτο ὁ φάσκων λόγος· Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον· καὶ μετὰ ταῦτα· Οἱ φοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύριον· καὶ πάλιν· Κύριος μνησθεὶς ἡμῶν εὐλόγησεν ἡμᾶς· εὐλόγησε τὸν οἶκον Ἰσραήλ· εὐλόγησε
55τὸν οἶκον Ἀαρών· καὶ μετὰ ταῦτα· Εὐλόγησε17 in vol. 24

24

.

21

τοὺς φοβουμένους τὸν Κύριον. Ἀκολούθως οὖν τούτοις νοήσεις τοὺς ἐπὶ τῆς παρούσης ᾠδῆς μακα‐ ριζομένους· οὗτοι δὲ ἦσαν πάντες οἱ φοβούμενοι τὸν Κύριον· κρείττων δέ ἐστιν, καὶ ἐπαναβεβηκὼς τοὺς
5φοβουμένους τὸν Κύριον, ὁ ἐν τελείᾳ γεγενημένος ἀγάπῃ· Ἔξω γὰρ ἐκβάλλει ἡ τελεία ἀγάπη τὸν φόβον· καὶ οἱ μὲν φοβούμενοι, ἐν πολλαῖς ὁδοῖς πο‐ ρεύσονται· τάχα δὲ ὁ ἀγαπῶν ἐν μιᾷ, τῷ εἰρηκότι, Ἐγώ εἰμι ἡ ὁδὸς, ἐφ’ ἣν καὶ αἱ πολλαὶ ὥσπερ εἰς
10λιμένα καταντῶσιν· καὶ καλῶς εἶπεν· Μακάριοι πάν‐ τες· κἂν δοῦλος, κἂν δεσπότης, κἂν τὸ σῶμα ἀνά‐ πηρος, κἂν ὁτιοῦν, οὐδὲν τούτων κωλύει τὸν μακα‐ ρισμὸν τοῦτον, ὃν αὐτός φησιν· ὁ δὲ παρὰ ἀνθρώποις μακαρισμὸς, ἐπισφαλής τε καὶ περίτρεπτος, καὶ λόγῳ
15μόνῳ πλαττόμενος, μυρίαις δὲ περιστάσεσι περιαν‐ τλούμενος· ἀλλ’ οὐχ ὁ τὸν Θεὸν φοβούμενος τοιοῦτος, ἀλλὰ τῶν κυμάτων τούτων ἀπηλλαγμένος ἐν γαλήνῃ κάθηται καὶ λιμένι, τὴν ὄντως δρεπόμενος μακαριό‐ τητα.
20Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι.
22 Οἱ λοιποὶ κόπον χειρῶν ἐξέδωκαν· ὡς ἐπὶ γεωρ‐ γοῦ δέ φασιν ἅπερ ἐγεώργησε καρπουμένου· καὶ τὸν ἐναθλοῦντα τῇ τῆς θεοσεβείας ὁδῷ, τροφὴν ἑαυτῷ
25θησαυρίζοντα πρὸς τὴν μέλλουσαν ζωὴν ἀναλογοῦσαν οἷς κατεβάλετο πόνοις· καὶ ἀρετὴ δὲ καὶ πόνος ὁ κατὰ Θεὸν, ἔστι τροφὴ καὶ χαρὰ τῇ ψυχῇ· τοιοῦτος μὲν ὁ φοβούμενος τὸν Κύριον· ὁ δὲ ἀγαπῶν, ὡς ἤδη τέ‐ λειος φάγεται τὸν οὐράνιον ἄρτον· κατὰ τὸ, Μακά‐
30ριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ οὐρανῶν.
33Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα. Καὶ κατὰ τὸ ῥητὸν, ὡς ἀτελεῖ δίδοται ταῦτα φο‐
35βουμένῳ τὸν Κύριον, ἀλλ’ οὐχὶ τῷ ἀγαπῶντι αὐτὸν ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης τῆς καρδίας καὶ τῆς δυ‐ νάμεως· Ὀφθαλμὸς γὰρ οὐκ εἶδεν, καὶ τὰ ἑξῆς· τῷ δὲ φοβουμένῳ τὸν Κύριον δίδοται σύζυγος, περὶ ἧς φησι τὸ, Γυνὴ ἀγαθὴ, μερὶς ἀγαθή· καὶ, Γυναῖκα
40ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πο‐ λυτελῶν ἡ τοιαύτη· οὕτως ἡ πονηρὰ σύζυγος εἴη ἂν ὀργὴ ἐκ Θεοῦ. Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαίων. Οὕτω καὶ υἱοὶ ἐκ Θεοῦ δίδονται τῷ φοβουμένῳ τὸν
45Κύριον, οὐχ ὅμοιοι τοῖς πολλοῖς υἱοῖς, ἀλλὰ οἱ ὡς νεό‐ φυτα ἐλαιῶν κυκλοῦντα καὶ στεφανοῦντα τὴν τράπε‐ ζαν αὐτοῦ· εἰ δέ τις μὴ φοβουμένους τὸν Κύριόν φη‐ σι, πολλάκις ἐν περιουσίᾳ υἱῶν ὑπάρχειν καὶ ἐν εὐ‐ θηνίᾳ γυναικὸς, ἀλλ’ ἐροῦμεν ὅτι ὁ παρὼν μακαρι‐

24

.

21

(50)

σμὸς οὐχ ἁπλῶς γυναῖκα καὶ τέκνα ἐπαγγέλλεται, ἀλλ’ ὅλον αὐτὸ τοῦτο, ἀμπέλῳ μὲν ἀπεικασμένην γυναῖκα, νεοφύτοις δὲ ἐλαιῶν τέκνα· οὐ τοιαῦτα δὲ τὰ τῶν ἀ‐
σεβῶν.19 in vol. 24

24

.

24

ΨΑΛΜΟΣ ΡΚΗʹ. Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. Πάντες γὰρ οἱ διώξαντες κακοὶ κακῶς ἀπολοῦνται. —Συγκόπτει τὸν αὐχένα, ὃν οὐχ ὑποβάλλουσι τῷ
5χρηστῷ ζυγῷ, ὁ δίκαιος Κύριος· χρηστῇ δὲ προθέσει τοῦτο ποιεῖ, ὅπως ἀποβαλόντες τὴν πρὸς τὰ φαῦλα εὐτονίαν καὶ ἰσχὺν, ὑποταγῶσι τῷ Κυρίῳ, ᾧ πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐστίν. Ἀντὶ δὲ τοῦ, συν‐ έκοψεν αὐχένας ἁμαρτωλῶν, Ἀκύλας κατέκοψεν
10βρόχους ἀσεβῶν· ὁ δὲ Σύμμαχος, κατέκοψεν βρό‐ χους παρανόμων· ἡ δὲ πέμπτη ἔκδοσις, κλοιοὺς ἀνόμων, ἐκδεδώκασιν· δηλοῦντος τοῦ λόγου, τοὺς ὑπὸ τῶν ἀσεβῶν εἰς ἐπιβουλὴν τοῦ δικαίου κατεσκευα‐ σμένους· θεσπίζει δὲ καὶ διὰ τούτων ὁ λόγος τὰ ἔσχα‐
15τα τέλη, καὶ τὸν ὄλεθρον τῶν κατὰ καιροὺς τὴν Ἐκκλη‐ σίαν τοῦ Θεοῦ καὶ τὸν λαὸν αὐτοῦ πολεμεῖν ἐπιχει‐ ρούντων. ΨΑΛΜΟΣ ΡΚΘʹ. Περὶ τοῦ λαοῦ οὐκ ἔστιν εἰπεῖν τοῦ Χριστοῦ τὸ,
20Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀφέστηκεν ἀπ’ ἐμοῦ. Οὐ γὰρ ὡς ὁ πρῶτος λαὸς, ἀλλ’ ἐκ βαθέων ἐκέκραξεν, ἅτε δὴ μετ‐ έχων τοῦ Πνεύματος, ὃ, κατὰ Παῦλον, πάντα ἐρευ‐ νᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· ἐν ἐπαίνῳ δὲ τὸ βαθὺ
25κἀν τῇ συνηθείᾳ· ὁποῖον καὶ τὸ, Ὦ βάθος πλούτου σοφίας καὶ γνώσεως Θεοῦ. Καὶ πρὸς Ἰεζεκιὴλ δέ φησιν· Οὐ πρὸς λαὸν βαθύχειλον καὶ βαρύγλωσ‐ σον ἐγὼ ἐξαποστελῶ σε. Ἀλλ’ ὁ βαθὺς τῇ διανοίᾳ λαὸς, ὁ καὶ τὴν ᾠδὴν τὴν πρὸ ταύτης εἰπὼν, ἐκ τῶν
30στέρνων αὐτῶν στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχά‐ νων βοᾷ πρὸς τὸν Θεὸν, ἀλλ’ οὐ χείλεσιν· ὥσπερ οὐ‐ δὲ Μωϋσῆς, πρὸς ὃν ἐῤῥέθη, καίτοι σιγῶντα, τὸ, Τί βοᾷς πρὸς μέ; Ἡ δὲ νῦν εὐχὴ τοῦ αἰτοῦντος ἃ δεῖ, καὶ τοῖς αἰτουμένοις ἑαυτὸν ἑτοίμως παρέχοντος·
35μαρτυρῶν δὲ μάλιστα καὶ διὰ τῆς προλαβούσης εἶπεν ᾠδῆς· Πλεονάκις ἐπολέμησάν με, καὶ γὰρ οὐκ ἠ‐ δυνήθησάν μοι· οἳ καὶ λέξουσιν· Ἕνεκεν τοῦ ὀνό‐ ματός σου ὑπέμεινά σε, Κύριε· ὦτα δὲ προσ‐ έχοντα λέλεκται, ὡς τῆς μιᾶς τοῦ Θεοῦ δυνάμεως οὔ‐
40σης ἀκουστικῆς καὶ ὁρατικῆς· κραυγὴν δὲ οὐ τόνον λέγει φωνῆς, ἀλλὰ γνώμης διάθεσιν. Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε. Ἐπειδὴ δὲ τῶν ἐν τῇ Ἐκκλησίᾳ οὐ πάντες δύνανται λέγειν· Πλεονάκις ἐπολέμησάν με, καὶ γὰρ οὐκ
45ἠδυνήθησάν μοι, περὶ τῶν ἀσθενεστέρων τὴν παρ‐ οῦσαν ἀναπέμπει φωνὴν, καὶ μὴ φερόντων τοὺς διω‐ γμούς· εἰ μὴ ἄρα ὁ αὐτὸς περὶ τῶν πρὸ τῆς κλή‐ σεως ἀνομιῶν αὐτοῦ ταῦτά φησιν. Πολλὴ παρ’ αὐτῷ λύτρωσις.

24

.

24

(50)

Τὸ γὰρ τίμιον αὐτοῦ αἷμα ὑπὲρ ἡμῶν δέδωκε λύ‐ τρον, γενόμενος Ἀμνὸς τοῦ Θεοῦ· οὗτος γὰρ τὰς ἁ‐ μαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται. Ἐποίη‐ σε δὲ καὶ λύτρωσιν τῷ λαῷ αὐτοῦ, κατὰ τὸν Ζα‐ χαρίαν· καὶ κατὰ τὴν ἁγίαν Παρθένον, Ἀντελάβετο
55Ἰσραήλ.21 in vol. 24

24

.

25

ΨΑΛΜΟΣ ΡΛʹ. Ἀκολούθως ἡ ᾠδὴ ἡ παροῦσα καὶ ἡ πρὸ αὐτῆς τοῦ ἐν Κυρίῳ τετελειωμένου ταπεινοφροσύνης φωνὰς πε‐ ριέχουσα, καὶ μάλιστα τοῦ δυναμένου λέγειν· Ἕνε‐
5κεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε. Ὁ δὲ Δαυῒδ ὡς εἰκὸς μεμαθηκὼς ἀπὸ τῶν τοῦ ἁγίου Πνεύ‐ ματος φωνῶν, ὅτι τις ἱλασμὸς παρὰ τῷ Θεῷ, καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις εἰ πιστεύσειεν, ἀναγκαίως ἑαυτὸν προσφέρει τῷ Λυτρωτῇ· διὸ καὶ ἐπιγέγραπται·
10Τοῦ Δαυῒδ εἰς παραίτησιν πλημμελημάτων, τὰς ἰδίας ἐξαριθμοῦντος ἀνδραγαθίας. Οὐ πώποτε γὰρ, φησὶν, ἐπήρθην καθὼς ἄρχων ἐπ’ ἔθνος αὐτοῦ· οὔτε μὴν ἐχαυνώθην βλέψας ἔξω Θεοῦ, καὶ τῆς πρὸς τὸν αὐτοῦ φόβον συστάσεως καθυφείς· οὔτε πάλιν ἐν
15τρυφῇ πλουσίως διεξῆγον τὸν βίον· οὐδέ τι μεῖζον ἐφρόνησα, φησὶ, περὶ ἐμαυτοῦ, τῶν προσόντων ἐμοί· ὁποῖοί τινές εἰσιν οἱ συνετοὶ παρ’ ἑαυτοῖς, καὶ ἐν‐ ώπιον αὐτῶν ἐπιστήμονες. Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον
20 Ὥσπερ ἐγὼ, φησὶν ὁ βασιλεὺς Δαυῒδ, τοσοῦτος ὢν καὶ τοιοῦτος ἀνὴρ, ταπεινὸν ἐμαυτὸν κατέστησα, καὶ προσήγαγον ἐμαυτὸν τῷ ἱλασμῷ καὶ τῷ Λυτρωτῇ καὶ Σωτῆρι, οὕτως καὶ τῷ λοιπῷ Ἰσραὴλ ἐπαγγέλλομαι θαρσούντως προσιέναι τῷ ἱλασμῷ· ἀκριβῶς εἰδὼς,
25ὅτι αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ, εἰ προσδράμοι αὐ‐ τῷ, ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ. ΨΑΛΜΟΣ ΡΛΑʹ. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν. Ὀμωμοκότι δὲ τῷ Δαυῒδ, ἀντώμοσεν ὁ Θεὸς ζητή‐
30σαντι τὸν τόπον μαθεῖν, δωρεὰν δοὺς τὸ καὶ ἐξ αὐτοῦ προελθεῖν· Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ὡς ὁ Παῦλός φησιν, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεὸν, ἰσχυρὰν παράκλησιν, περὶ ὧν ηὔξατο, λάβωμεν.
35Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐπειδὴ σὺ, φησὶν, οὕτω πιστεύσας τοιαῦτα ηὔξω γνῶναι, βουλόμενος μαθεῖν περὶ τοῦ τόπου τῆς εἰς ἀνθρώπους ἀφίξεως τοῦ Σωτῆρος, δέχου δὴ καὶ αὐ‐
40τὸς τὴν ἐπαγγελίαν, καὶ γίνου διάκονος τῆς σωτη‐ ρίου γενέσεως. Σὸς γὰρ ἔσται καρπὸς ὁ γενησόμενος, ἐκ σῆς διαδοχῆς καὶ ἐκ σοῦ σπέρματος προελευσόμε‐ νος· διὸ καὶ αὐτῷ δοθήσεται ὡσεὶ ἐπηγγελμένος θρό‐ νος, διὰ τὸ μηδένα ἕτερον ἢ μόνον τὸν ἐκ σοῦ προ‐
45ελευσόμενον, ἄξιον εἶναι τοῦ σοὶ ἐπηγγελμένου θρό‐ νου. Τοιγαροῦν καὶ ὁ Γαβριὴλ πρὸς τὴν Μαριάμ φη‐ σι· Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰα‐ κὼβ εἰς τὸν αἰῶνα.

24

.

25

(50)

Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου. Καθεσθήσονται ἐπ’ αὐτὸν δηλαδὴ τὸν τοῦ Χριστοῦ θρόνον οἱ αὐτοῦ μαθηταὶ καὶ διάδοχοι· πλὴν οὐδεὶς φθόνος καὶ τοῖς σοῖς υἱοῖς, ὦ Δαυῒδ, τουτέστι τοῖς ἐκ περιτομῆς, καὶ εἰ παραδέξοιντο τὸν Χριστὸν, καὶ εἰ
55φυλάξοιντο τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου, οὐ τὰ διὰ τῆς πρώτης νομοθεσίας δεδομένα, ἀλλὰ ταῦτα ἃ διδάξω αὐτοὺς, μέλλοντα αὐτοῖς ὕστερόν πο‐
τε παραδοθήσεσθαι διὰ τῆς καινῆς διαθήκης· εἰ γὰρ23 in vol. 24

24

.

28

φυλάξοιντο ταῦτα, καὶ αὐτοὶ καθευδοῦνται ἐπὶ τὸν θρόνον σου τὸν τῷ Χριστῷ ἡτοιμασμένον. Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτω‐ χοὺς αὐτῆς χορτάσω ἄρτων.
5 Κατὰ δὲ ἀναγωγὴν, θήρα Σιὼν οἱ δίκην ἰχθύων διὰ τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν δικτύων ὁσημέραι ζωγρούμενοι· πτωχοὶ δὲ αὐτῆς οἱ μακάριοι, ὅτι αὐ‐ τῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· οἳ τὸν ἄρτον σι‐ τοῦνται τὸν ἐξ οὐρανοῦ καταβάντα· ἀλλὰ καὶ οἱ ταύ‐
10της ἱερεῖς, πρῶτον ἑαυτοὺς δικαιοσύνην, ὡς εἶπεν, ἐνδύσαντες, ὑπὸ Θεοῦ περιβάλλονται σωτηρίαν· εἶτα λέγει περὶ τῶν ὁσίων, τῶν ἀρετῇ καὶ βίῳ διαπρεπόν‐ των ἐν Ἐκκλησίᾳ· περὶ ὧν Ἀκύλας μὲν ἔφη· Αἰνέ‐ σει αἰνέσουσιν· ὁ δὲ Σύμμαχος, Εὐφημοῦντες εὐ‐
15φημήσουσιν. Ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.
18 Τοῦτο περὶ Ἰωάννου φησὶ, κατὰ τὸ εἰρημένον πα‐ ρὰ Κυρίου· Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ
20φαίνων. Ἔστι δὲ ταῦτα καὶ ἄλλως ἰδεῖν κατὰ τοὺς τῶν διωγμῶν καιρούς· ὁ δὲ Σύμμαχος, ὁ ἁγιασμὸς, εἶπεν, αὐτοῦ· ἁγιάζει γὰρ καθ’ ὅλης τῆς οἰκουμέ‐ νης τὸ τοῦ Σωτῆρος ἡμῶν ἐν τῇ Ἐκκλησίᾳ ἁγίασμα. ΨΑΛΜΟΣ ΡΛΒʹ.
25Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν, ἀλλ’ ἢ τὸ κατ‐ οικεῖν, κ.τ.λ. Οὐ πᾶν τὸ καλὸν, ἤδη καὶ τερπνόν· οὐδὲ τὸ τερ‐ πνὸν, πάντως καὶ καλόν· πολλὰ γὰρ ἡδέα μὲν, φαῦ‐ λα δέ· ὡς καὶ ἕτερα ἐπίπονα μὲν, ἀγαθὰ δέ· ὁμόνοια
30δὲ καὶ εἰρήνη ψυχῶν ὁμοφρονούντων καὶ ὁμοδοξούν‐ των, ἄμφω κατὰ τὸ αὐτὸ καὶ τὸ τερπνὸν καὶ τὸ καλὸν ἔχειν ἐπαινεῖται· οὐ τὸ κατοικεῖν ἀδελφοὺς ἁπλῶς, ἀλλ’ ὅταν ἐπὶ τὸ αὐτὸ ὦσι, κατὰ τὸν Ἀπόστολον λέ‐ γοντα· Ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ εἶεν ἐν
35ὑμῖν σχίσματα· ἦτε δὲ κατηρτισμένοι τῷ αὐτῷ νοὶ καὶ τῇ αὐτῇ γνώμῃ· διδάσκει δὲ τὸ καλὸν καὶ τὸ τερ‐ πνὸν μὴ ἐν σώματι, μηδὲ ἐν ἡδονῇ σαρκῶν τίθε‐ σθαι.
41Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών. Ὄρος ἐστὶν Ἀερμὼν, τὸ παρακείμενον τῷ Λιβά‐ νῳ, ἐφ’ ὃ χιὼν συνάγεται πολλὴ, ἥντινα ὁ Λόγος δρό‐
45σον ὠνόμασεν· ἐπειδὴ δὲ ἡ δρόσος ἐκείνη ἡ ἐκ πολ‐ λῶν συναγομένη σταγόνων, ὑφ’ ἓν σωματοποιεῖται καὶ συμπήγνυται, εἰκότως τὴν τῆς Ἐκκλησίας ὁμό‐ νοιαν καὶ συμφωνίαν ἀπείκασε δι’ ἑτέρου παραδεί‐ γματος οὐ τῇ χιόνι τῇ ἀπομενούσῃ ἐν τῷ Ἀερμὼν

24

.

28

(50)

ὄρει, ἀλλὰ τῇ καταβαινούσῃ ἐπὶ τὰ ὄρη Σιών· ἵνα μὲν γὰρ νοήσωμεν τὸ πλῆθος τῆς χιόνος, τὸ Ἀερμὼν ὄρος παρείληπται· ἵνα δὲ τοῦ κατὰ Θεὸν πολιτεύματος τὴν συμφωνίαν δηλώσῃ, ἐπὶ τὰ ὄρη Σιὼν ἔφη κατιέναι τὴν δρόσον.
55Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν.
57Ἐκεῖ λέγει παρὰ τοῖς κατοικοῦσιν ἀδελφοῖς ἐπὶ τὸ
αὐτό· καὶ ζωὴν οὐ τὴν κοινὴν, ἀλλὰ τὴν ἀθάνατον.25 in vol. 24

24

.

29

ΨΑΛΜΟΣ ΡΛΓʹ. Εὐλογήσαι σε Κύριος ἐκ Σιών. Ἤδη τῷ Ἀβραὰμ εἴρηται· Οἱ εὐλογοῦντές σε, εὐλόγηνται· δυνάμει δὲ ἑαυτὸν εὐλογεῖ ὁ τοῦτο
5ποιῶν· εἰ δὲ ἐπὶ τοῦ Ἀβραὰμ, πόσῳ μᾶλλον ἐπὶ τοῦ Κυρίου; οὐ γὰρ δεῖται τῆς παρ’ ἡμῶν εὐλογίας. Ἕκαστος δὲ ἑαυτῷ χαρίζεται, καὶ ἑαυτὸν εὐλογεῖ, ἀντευλογούμενος ὑπὸ τοῦ τῶν ὅλων Ποιητοῦ. Διὸ πρῶ‐ τον εἴρηται· Εὐλογεῖτε τὸν Κύριον· εἶθ’ ἑξῆς· Εὐ‐
10λογήσαι σε Κύριος. ΨΑΛΜΟΣ ΡΛΔʹ. Τῇ τῶν ᾠδῶν ἐσχάτῃ τὰς αὐτὰς ἔχων λέξεις, ὁ παρ‐ ὼν αἶνος εἰκότως παράκειται· διὸ τὸ ἀλληλούϊα προγέγραπται· τοῦ μὲν ἀλληλοὺ δηλοῦντος τὸ αἰ‐
15νεῖτε, τοῦ δ’ ἴα, τὸν Κύριον. Εἴποι δ’ ἄν τις ὕμνον εἶναι τὰ πρῶτα, ὡς ἐν προοιμίῳ διεγείροντα τοὺς προσταττομένους αἰνεῖν τὸν Θεόν· ἀρχομένους τοῦ αἴνου ἀπὸ τοῦ, Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Κατηχεῖ δὲ ἀποστρέφων εἰδώλων, καὶ διδάσκει γνῶ‐
20σιν Θεοῦ. Τοιαύτης γὰρ τοὺς νῦν ἐξ ἐθνῶν προσ‐ ιόντας ἔδει τυχεῖν παραινέσεως· οὓς καὶ δούλους καλεῖ, μήπω τὸ πνεῦμα τῆς υἱοθεσίας ἀνειληφότας. Συμβαίνει δὲ τούτους πρὸ τῆς παλιγγενεσίας λου‐ τροῦ, στάσιν ἔχειν ἐν οἴκῳ Θεοῦ τῶν αὐτοῦ προπύλων,
25ἀλλ’ οὐ τῶν ἐνδοτάτω τυχόντας· εἰσαγωγὴν γὰρ ἔσχον, ἀλλ’ οὐ τελείωσιν. Διάφοροί γε μὴν αὐλαὶ, ἐπεὶ καὶ διάφοροι τῶν εἰσαγομένων οἱ βίοι· προκοπῆς δὲ, τὸ μετὰ τὸ αἰνεῖν τὸ ὄνομα Κυρίου, αὐτὸν δὴ αἰ‐ νέσαι τὸν Κύριον· δεῖ γὰρ πρῶτον μαθεῖν, ὅτι ἔστι
30Θεοῦ Λόγος, ἐφεστηκὼς τῷ παντὶ κόσμῳ, καὶ δεσπό‐ ζων αὐτοῦ· εἶτα περί τε οὐσίας αὐτοῦ μαθεῖν καὶ δυνάμεως, Υἱόν τε γνῶναι μονογενῆ τοῦ Θεοῦ.
34Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος, κ.τ.λ.
35 Ἐπεὶ ἀγαθὸς Κύριος, αἰνεῖτε αὐτόν. Αἰτία δὲ τοῦ αἰνεῖν, τὸ ἀγαθὸν οὐ κατὰ μέθεξιν εἶναι, ὡσαύτως δὲ τῷ Πατρί. Αἰνοῦμεν δὲ οὐ τῇ λέξει μόνον, ἀλλὰ καὶ μεθέξει τῶν ἀγαθῶν αὐτοῦ, ὡς δέον δὲ τῇ θεω‐ ρίᾳ καὶ τοῖς θεολογουμένοις ἔργοις πράττειν ἁρμό‐
40δια, τὸ, Ψάλατε τῷ ὀνόματι αὐτοῦ, ἐπενήνεκται· τοῦτο γὰρ ἡδὺ καὶ ὑπὲρ πᾶσαν χρηστότητα· αἰνοῦ‐ μεν δὲ αὐτὸν ἐπεὶ ἐξελέξατο ἑαυτῷ τὸν πτερνίζοντα τὰ πάθη καὶ τὰς κακίας Ἰακὼβ, ἐκλεκτὸν αὐτὸν τιθέμενος διὰ τὸ καταλελυκέναι τὰς ἐκ κακίας καὶ
45παθῶν πάλας· ἀλλὰ καὶ τὸν μετ’ αὐτὸν τὸν Ἰακὼβ, ἐκ προκοπῆς ἀποδειχθέντα Ἰσραὴλ, εἰς περιουσια‐ σμὸν ἑαυτῷ ἐξελέξατο· καὶ διὰ τοῦτο λαός ἐστι πε‐ ριούσιος ἀπὸ πάντων τῶν ἐθνῶν περιουσίου γενομέ‐ νου, πάντων περὶ τὴν οὐσίαν καὶ τὴν ὕπαρξιν κατα‐

24

.

29

(50)

γινομένου, τῷ μετέχειν αὐτῆς ὄντος καὶ σοφοῦ καὶ Λόγου Θεοῦ. Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις.
55Πάντα ὅσα ἐποίησεν ὁ Κύριος, καλά ἐστιν, ἅτε27 in vol. 24

24

.

32

θελήματι Θεοῦ γεγενημένα· εἰ δέ τί ἐστιν ἐν οὐρανῷ, ὡς τὰ πνευματικὰ τῆς πονηρίας, ἢ ἐν τῇ γῇ ὡς οἱ ἁμαρτωλοὶ ἄνθρωποι, ἢ ἐν ταῖς θαλάσσαις, ὡς ἡ τοῦ δράκοντος κακία, ἢ ἐν ταῖς ἀβύσσοις ὡς ἡ πονηρία
5τῶν προστασσομένων ἐκεῖ ἀπελθεῖν κακῶν, τοῦτο οὐχ ὁ Θεὸς ἐποίησε τῷ θελήματι αὐτοῦ· ἐκ γὰρ στό‐ ματος Κυρίου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν. Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ.
10 Τὸ εἰπεῖν ἐκ θησαυρῶν, οὐ τοῦτο δηλοῖ ὅτι θησαυ‐ ροί τινές εἰσι τῶν ἀνέμων, ἀλλὰ τὸ ἕτοιμον τοῦ ἐπι‐ τάττοντος, τὸ εὔκολον τῆς κτήσεως παρεσκευασμέ‐ νον· ὥσπερ ἂν ὁ ἐν θησαυρῷ ἔχων μετὰ ἀδείας ἐξάγει πάντα καὶ ὅτε βούλεται, οὕτως καὶ ὁ τοῦ παν‐
15τὸς Δημιουργὸς πάντα εὐκόλως ἐποίησε καὶ τῇ φύσει παρέδωκεν. Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου. Ἐπειδὴ δὲ τὰ καθόλου καὶ οὐράνιά φασί τινες προνοίᾳ διοικεῖσθαι μόνῃ Θεοῦ, δείκνυσιν ὡς μέλει
20καὶ τῶν ἀνθρωπίνων αὐτῷ, καὶ νῦν τοὺς ἀσεβεῖς κολάζοντι καὶ τῶν εὐσεβῶν οἰκειουμένῳ τὸ γένος. Ἀλλὰ πάλαι μὲν ἦν μερὶς Κυρίου, δηλαδὴ τοῦ Θεοῦ Λόγου, λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ· ἐπειδὴ δὲ δι’ ἣν ἔδρασεν ἀσέβειαν
25ἐκεῖνος ἐκπέπτωκεν, ἐνανθρωπήσαντι λέλεκται· Αἴ‐ τησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρο‐ νομίαν σου. Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Οὐδὲν οὕτω τῆς θείας Προνοίας, ὡς τὸ διδάξαι τοὺς
30ἀνθρώπους μὴ ἀδέσποτον εἶναι τὸ πᾶν· ὅθεν καὶ ἡ διηνεκὴς αὐτοῦ μνήμη καθέστηκε παρ’ ἡμῖν, οὗ τὸ μέγεθος διὰ τῶν προλαβόντων οἱ δοῦλοι μαθόντες αὐτοῦ, τὰ παρόντα λέγειν διδάσκονται καὶ παραθαῤ‐ ῥύνονται, μαθόντες ὡς ἐπ’ αὐτοῖς παρακληθήσονται,
35τῆς κρίσεως ἀκολουθούσης τοῖς λοιποῖς τοῦ λαοῦ, τοῖς ἐπεγνωκόσι τὸ ὄνομα αὐτοῦ, καὶ τὸ μνημόσυνον ἔχουσιν· ἐπ’ ἐκείνοις δὲ ὡς ἂν ἐπὶ δούλοις συγγνώ‐ μης ἐπιδεομένοις παρακαλεῖται. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον.
40 Συντελέσας τὴν περὶ τοῦ Κυρίου θεολογίαν, καὶ τῆς προνοίας αὐτοῦ τὰς μεγαλουργίας καταλέξας, ὡς ἔτι δούλοις ὁμιλῶν τοῖς ἐκ τῆς πολυθέου πλάνης ἄρτι προσεληλυθόσιν, ἀντιπαραβάλλει τῶν πάλαι παρ’ αὐτοῖς νενομισμένων θεῶν τὸν ἔλεγχον, ἀκολούθως
45οἷς ἀνωτέρω εἰρήκει· ὅτι, Ἐγὼ ἔγνωκα ὅτι μέγας Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς· ὁ μὲν γὰρ Κύριος ἡμῶν τάδε καὶ τάδε εἰρ‐ γάσατο ἔν τε τοῖς καθόλου καὶ ἐν τοῖς ἐπὶ μέρους· οἱ δὲ τῶν ἐθνῶν θεοὶ, οὓς καὶ αὐτοὶ πεπλανημένως

24

.

32

(50)

ἐνομίζετε πρότερον, οὐδὲν ἦσαν ἕτερον ἢ εἴδωλα νε‐ κρὰ καὶ κωφά. Χαριέντως δὲ καὶ ὁ Σύμμαχος ἀντὶ τοῦ, ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, ἡρμήνευσεν εἰπὼν, ὡς αὐτὰ γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πᾶς ὁ πεποιθὼς αὐτοῖς. Καὶ γὰρ ὄντως
55οἱ τοῖς ἀψύχοις ὡς θεοῖς προσέχοντες, ὥσπερ ἀπολι‐ θωθέντες τὴν ψυχὴν, καὶ αὐτοὶ τὸ αὐτὸ πεπόνθασιν τοῖς προσκυνουμένοις ὑπ’ αὐτῶν, ὀφθαλμοὺς ἔχοντες
καὶ οὐ βλέποντες, ὦτα ἔχοντες καὶ οὐκ ἀκούοντες.29 in vol. 24

24

.

33

Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. Οἱ μὲν προειρημένοι ὅμοιοι γενήσονται, ἢ καὶ γεγόνασι τοῖς ἑαυτῶν θεοῖς· οἱ δὲ εἰς τὸν κλῆρον πα‐ ραληφθέντες τοῦ Θεοῦ, καὶ λαὸς αὐτοῦ χρηματίσαν‐
5τες, Εὐλογήσατε, φησὶ, τὸν Κύριον, τουτέστιν ἀνευ‐ φημήσατε, τὰ μεγάλα ἑαυτοὺς ὠφελοῦντες· καλεῖται δὲ πρῶτον ἐπὶ τὴν εὐλογίαν ὁ Θεοῦ λαὸς, ὁ καλούμε‐ νος οἶκος Ἰσραὴλ, τὸ ὑποβεβηκὸς τάγμα τοῦ πλή‐ θους· δεύτερον δὲ κατὰ ἀνάβασιν καὶ ὑπεροχὴν οἶκος
10Ἀαρών· καὶ τρίτον ἡ φυλὴ πᾶσα ἡ ἱερατικὴ καλου‐ μένη οἶκος Λευΐ· καὶ μετὰ πάντας ἀνωτέρω οἱ φο‐ βούμενοι τὸν Κύριον· οὗτοι δὲ ἦσαν πρὸς οὓς ὁ πᾶς ὕμνος προσπεφώνηται· οἱ δὴ ἐν ἀρχῇ τοῦ παντὸς ψαλμοῦ ὠνομασμένοι δοῦλοι, δηλαδὴ οἱ ἐξ ἐθνῶν προσ‐
15ιόντες τῇ πίστει. Εἰ γὰρ τὸ πᾶν Ἰουδαίων ἔθνος περιείληπται διὰ τῶν εἰρημένων τριῶν ταγμάτων, τοῦ τε Ἰσραὴλ, καὶ τοῦ οἴκου Ἀαρὼν, καὶ οἴκου Λευῒ, ἕτεροι παρὰ τούτους τίνες ἂν εἶεν οἱ φοβούμε‐ νοι τὸν Κύριον, εἰ μὴ ἐξ ἐθνῶν τῷ τοῦ Θεοῦ λόγῳ
20προσεληλυθότες; οἳ καὶ διδάσκονται εὐλογεῖν· Εὐλο‐ γητὸς Κύριος ἐκ Σιὼν, ὁ κατοικῶν Ἱερουσαλὴμ, ἢ τὴν ἀεὶ μένουσαν τοῦ Θεοῦ πόλιν, ἐν ᾗ τὸ ἀληθὲς νοοῖτο ἂν κατοικητήριον τοῦ Θεοῦ. ΨΑΛΜΟΣ ΡΛΕʹ.
25Τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ. Θαυμαστὸν δὲ καὶ πρὸς λέξιν, εἰ οὐρανὸς μὲν καὶ μόνῃ θέᾳ τὴν σοφίαν δηλοῦν τοῦ Θεοῦ, μεγέθει τε καὶ κάλλει καὶ πολυχρονίῳ μονῇ· γῆ δὲ πανταχόθεν περικλυζομένη τοῖς ὕδασι καὶ σύστασιν τὴν ἰδίαν
30φυλάττουσαν· πᾶσι δὲ τὸν αἰώνιον ἔλεον ὁ μελογράφος συνέζευξεν, ἐπειδὴ οὐ διὰ χρείαν οἰκείαν ὁ Θεὸς, ἀλλὰ διὰ μόνην φιλανθρωπίαν ἐδημιούργησεν ἅπαντα.
34Τῷ πατάξαντι Αἴγυπτον.
35 Εἰ μὴ πέπεισαι, φησὶ, προνοίᾳ Θεοῦ καὶ δυνάμει τὸν σύμπαντα κόσμον καὶ τὰ τούτου μέρη διακυβερ‐ νᾶσθαι, ἐν ἀμφιβόλῳ δὲ ἔχεις μή πη τὰ κατὰ μέρος καὶ τὰ ἀνθρώπινα παρορᾶται ὑπ’ αὐτοῦ, γνῶθι, ὅτι καὶ τῶν ἐπὶ γῆς οὐχ ἧττον ἢ τῶν κατ’ οὐρανὸν προ‐
40νοεῖ· μετέρχεται γοῦν κατὰ χρόνους τῶν ἀνθρώπων καθ’ ὑπερβολὴν ἀθέους καὶ ἀσεβεῖς, ὥσπερ ποτὲ τοὺς Αἰγυπτίους μετῆλθεν, καὶ αὐτὴν τὴν Αἰγυπτίαν γῆν. Προΐσταται δὲ πάλιν καὶ ὑπερμαχεῖ τῶν θεοφιλῶν, καὶ οὐ μόνων αὐτῶν, ἀλλὰ καὶ τῶν τούτων ἀπογόνων,
45ὥσπερ τῶν διὰ Μωϋσέως ἠλευθερωμένων τότε τῆς παρ’ Αἰγυπτίοις δουλείας, οὓς ἠλευθέρωσεν αὐτὸς ὁ ἐπὶ πάντων Θεὸς, οὐκ ἄλλως ἢ ἐκτεταμένῃ χειρὶ καὶ
ἰσχυρῷ βραχίονι χρησάμενος· εἴη δ’ ἂν οὗτος ὁ τοῦ31 in vol. 24

24

.

36

Θεοῦ Λόγος, δι’ οὗ καὶ πάλαι καὶ νῦν τὰς εἰς ἀν‐ θρώπους εὐεργεσίας ἡ φιλανθρωπία τοῦ παναγάθου Θεοῦ κατειργάσατο. Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων.
5 Ἑρμηνεύονται δὲ Ἀμοῤῥαῖοι μὲν λαλητοὶ παρα‐ πικραίνοντες, καὶ ὁ τούτων βασιλεὺς Σηὼν, πειρα‐ σμὸς καὶ παροργισμός· οἱ δεινοὶ γὰρ πρὸς ἀπάτην σοφιστικὴν καταπικραίνοντές εἰσιν λαλητοὶ, τοὺς ὅσοι τῆς ἀληθείας εἰσὶν ἐρασταὶ θέλοντες ἐπὶ ἀπάτης λα‐
10λεῖσθαι καὶ ᾄδεσθαι, πειράζειν τε καὶ παροργίζειν ἔχοντες τὸν σκοπόν. Βασὰν δὲ αἰσχύνην μεθερμη‐ νευομένη, τὴν τοὺς κακοὺς καταισχύνουσαν κακίαν δηλοῖ· ἧς ὁ βασιλεὺς Ὢν, σὺν τῷ Σηὼν ἀποκτίννυται· ὅπως τῷ Ἰσραὴλ ἡ γῆ, ἣν κακῶς ἐκράτουν, σοφιστι‐
15κῶς καὶ μετὰ μοχθηρᾶς ἕξεως περὶ τὴν τῶν πραγμά‐ των διατρίβοντες φύσιν, δοκοῦντες βασιλεύειν αὐτῆς· ἀλλ’ ἀφαιρεθεῖσα αὐτῶν ἡ ἑρμηνευομένη γῆ, εἰς κατάσχεσιν τῷ Ἰσραὴλ δίδοται ἐπὶ τῷ κληρονομεῖν αὐτὴν, δούλῳ γνησίῳ τοῦ πάντων αἰτίου τυγχάνοντι.
20Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος. Καὶ ἐν τοῖς ἀνωτέρω διαφόρως ἐπεδείκνυτο Ἰσ‐ ραὴλ, οὐ τὸ γένος τῶν Ἰουδαίων ὑπάρχων, ἀλλ’ ὁ τοιόσδε τῆς θεοσεβείας τρόποις· Οὐ γὰρ πάντες οἱ
25ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, κατὰ τὸν Ἀπόστολον, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας οὐ γράμ‐ ματι ἀλλὰ πνεύματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ· καὶ ἡμᾶς οὖν τοὺς ἐξ ἐθνῶν (ἡμεῖς
30γάρ ἐσμεν ἡ περιτομὴ καὶ ἀληθινὸς Ἰσραὴλ), ἐλυ‐ τρώσατο ἐκ τῶν ἐχθρῶν ἡμῶν μᾶλλον ἢ ἐκείνους· οἱ μὲν γὰρ ἐξ Αἰγύπτου προελθόντες, τοὺς σωματι‐ κοὺς ἐξέφυγον τυράννους· ἐπαγόμενοι δὲ ἐν ταῖς ἑαυτῶν ψυχαῖς τοὺς ἀσεβεῖς τρόπους, πεπτώκασιν ἐν
35τῇ ἐρήμῳ εἰδωλολατρήσαντες. Ἡμᾶς δὲ ἀληθῶς ἐλυ‐ τρώσατο ἐκ τῶν τῆς ψυχῆς ἡμῶν ἐχθρῶν, καὶ ἐμνήσθη ἡμῶν ἐν τῇ ταπεινώσει ἡμῶν μᾶλλον ἢ ἐκείνων· οἱ μὲν γὰρ σώμασιν ἐδούλευον τοῖς Αἰγυ‐ πτίοις, ἡμεῖς δὲ ταῖς ψυχαῖς αὐταῖς δαιμόνων ἦμεν
40παίγνια, καὶ ὑπὸ τοῖς πονηροῖς πνεύμασιν ἦμεν τε‐ ταπεινωμένοι. Τοσοῦτον δέ ἐστι τὸ ἔλεος τοῦ Θεοῦ, ὡς μὴ μόνον κήδεσθαι τῶν θεοσεβῶν, καὶ τῶν αὐτῷ πλησιαζόντων φροντίζειν, ἀλλὰ καὶ πάντων ἅπαξ ἁπλῶς τῶν ἐπὶ γῆς τὴν πρόνοιαν ποιεῖσθαι, καὶ οὐ
45λογικῶν μόνων ἀλλὰ καὶ ἀλόγων, ὡς ἐπιχορηγεῖν τροφὰς πᾶσι τοῖς ἐπὶ γῆς ζώοις, ἑκάστῳ τε γένει τὰ πρόσφορα, καὶ τὰ κατάλληλα πρὸς τὴν ζωὴν δω‐ ρεῖσθαι, ἐντεῦθέν τε πάλιν εἰς οὐρανὸν διήκειν. Διόπερ ὁ λόγος μετὰ τὸ φάναι, Ὁ διδοὺς τροφὴν

24

.

36

(50)

πάσῃ σαρκὶ, ἀναπέμπει ἡμᾶς εἰς οὐρανὸν, αὖθις λέγων· Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. ΨΑΛΜΟΣ ΡΛϛʹ.
Ὁ παρὼν ψαλμὸς, ἀνεπίγραφος ὑπάρχει παρ’33 in vol. 24

24

.

37

Ἑβραίοις, καὶ οὔτε τίνος ἐστὶ προγέγραπται, οὔτε ποίου τυγχάνει εἴδους· ἀλλ’ ἔστι ψιλὴ προφητεία ἐκ προσώπου τῶν ἐν Βαβυλῶνι γενομένων λεγομένη· καὶ τοῦτο δὲ σημειώσει ὡς ἔν τισιν τῶν ἀντιγράφων,
5κατὰ τοὺς Ἑβδομήκοντα, ἐπιγέγραπται Ἀγγαίου καὶ Ζαχαρίου. Μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου! Ὁ μακαρισμὸς εἰς ἐκείνους περιστήσεται τοὺς
10ἀποδιδόντας τὰ ἀμοιβαῖα τῇ Βαβυλῶνι, καὶ τὸν τὰ νήπια αὐτῶν προσαράσσοντα τῇ πέτρᾳ καὶ ἀναιροῦντα αὐτά· καὶ γὰρ τῷ ὄντι, τὸ μὲν πρῶτον μακάριον ἦν τὸ μὴ θεάσασθαί ποτε τὴν Βαβυλῶνα, μηδὲ ἐν τῇ συγχύσει γενέσθαι τῶν ταύτης κακῶν· εἰ δὲ ἅπαξ
15τις γένοιτο ἐν αὐτῇ ἀποπεσὼν τῶν κρειττόνων, μα‐ κάριος ἂν εἴη εἰ ἃ πέπονθεν ποιήσειεν, καὶ ἀνται‐ χμαλωτήσειεν τοὺς Βαβυλωνίους, καὶ αὐτὰς τὰς τῶν Βαβυλωνίων ψυχὰς μεταγάγοι ἐπὶ τὸν τοῦ Θεοῦ φό‐ βον. Εἰ δὲ καὶ τὰ νήπια αὐτῶν μὴ συγχωρήσειεν
20αὐξῆσαι, ἀλλὰ συντρίψειεν πρὸς τῇ πέτρᾳ, πολλῶν ἂν γένοιτο μακαριώτερος. Βαβυλῶνος δὲ νήπια τὰ σπέρματα τῆς κακίας, καὶ τὰς ἀρχὰς τῶν συγχυτι‐ κῶν ἁμαρτημάτων, οὐκ ἂν ἁμάρτοις εἰπών· ἃ δὴ τῷ λόγῳ τῷ σωτηρίῳ (ἡ πέτρα γὰρ ἦν ὁ Χριστὸς)
25ἀναιρεῖν πρὸς τὸ μὴ αὔξειν, μηδὲ εἰς ἔργα προέρ‐ χεσθαι σπουδάσει ὁ ἐν τούτοις μακαριζόμενος. ΨΑΛΜΟΣ ΡΛΖʹ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
30 Ὥσπερ ὁ τέλειος ἐξ ὅλης ψυχῆς καὶ δυνάμεως καὶ ἰσχύος ἀγαπᾷ τὸν Θεὸν, οὐ διασπῶν τὰς δυνάμεις τῆς ἑαυτοῦ ἀγάπης περὶ ἄλλο τι, ἀλλ’ ὅλως ἀνηρτημέ‐ νος μόνου τοῦ Θεοῦ, οὕτως καὶ αὐτὸς ἐν ὅλῃ καρδίᾳ ἐξομολογεῖται εὐχαριστῶν τῷ Θεῷ. Θαρσῶν δὲ τῇ
35τοιαύτῃ αὐτοῦ παῤῥησίᾳ, καὶ εἰδὼς, ὅτι ἐν μεγάλῳ θεάτρῳ τῷ τῶν ἀνθρώπων βίῳ, θείων ἀγγέλων καὶ λειτουργῶν Θεοῦ ἐφορώντων, καὶ θεωμένων τὰς ἐν Θεῷ προκοπὰς αὐτοῦ, τὴν προσήκουσαν ἀποδίδωσι τῷ Θεῷ λατρείαν, καί φησιν· Καὶ ἐναντίον ἀγγέ‐
40λων ψαλῶ σοι. Προσκυνήσω πρὸς τὸν ναὸν ἅγιόν σου. Προσκυνεῖν ἐπαγγέλλεται πρὸς ναὸν ἅγιον, τὴν Ἐκκλησίαν δηλῶν, ἢ τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἧς τύπος ὁ ἐπὶ γῆς ὑπῆρχε ναός· εἶτα χάριν ὁμολο‐
45γεῖ καταξιωθεὶς ἐλέου καὶ ἀληθείας Θεοῦ. Ἀνθ’ οὗ ὁ Σύμμαχος, περὶ τοῦ ἐλέους σου καὶ τῆς ἀληθείας σου, λέγει· τυχὼν γὰρ ἐλέου Θεοῦ, τύπων καὶ συμβόλων ἀπήλλακται, ἐν πνεύματι δὲ καὶ ἀληθείᾳ λατρεύειν Θεῷ κατηξίωται.
51Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βα‐ σιλεῖς τῆς γῆς. Πολλάκις παρετηρήσαμεν, ὅτι τῶν ψαλμῶν οἱ μήτε ὕμνον, μήτε ᾠδὴν, μήτε ψαλμὸν, ἤ τι ἕτερον ἔχοντες
55προγραφὴν, ἄλλου παρὰ ταῦτα τυγχάνουσι χαρακτῆ‐ ρος, ὁποῖος ὁ παρὼν προφητικῆς μετέχων δυνάμεως· διὰ γὰρ τῶν προλαβόντων ἐξομολογησάμενος ὁ Δαυῒδ, Ἀλλ’ οὐκ ἐγὼ, φησὶ, ἐν βασιλεῦσι μόνος τούτου κατηξιώθην, πλεῖστοι δὲ τοιοῦτοι γενήσονται, δηλαδὴ
60μετὰ τὸ κήρυγμα τοῦ Σωτῆρος· καὶ μάλιστα ὅτε τὸ35 in vol. 24

24

.

40

πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ ἡ δευτέρα τοῦ Σω‐ τῆρος γένηται παρουσία· τότε γὰρ ὀφθήσεται μεγάλη τοῦ Κυρίου ἡ δόξα· προστακτικῶς δὲ καὶ εὐκτικῶς ἔσθ’ ὅτε τὰ μέλλοντα δηλοῦται, κατά τινα τῶν
5Ἑβραίων συνήθειαν. —Προφητεύει περὶ τῆς μελ‐ λούσης ἐξαπλοῦσθαι εἰς πάντα ἔθνη τοῦ Θεοῦ γνώ‐ σεως· Ἔσται γὰρ, φησὶν, ὅτε πάντες οἱ βασιλεῖς τῆς γῆς ἐξομολογήσονταί σοι καὶ ἀκούσονται πάντα τὰ ῥήματα τοῦ στόματος Θεοῦ, καὶ ὅτι ᾄσονται ἐν ταῖς
10ὁδοῖς Κυρίου. Ταῦτα δὲ οὐκ ἄλλοτε ἢ μετὰ τὸ εὐαγ‐ γελικὸν κήρυγμα τοῦ Σωτῆρος ἡμῶν τέλους τετύχη‐ κεν. Ὁδοὶ δέ εἰσιν αἱ ἀρεταὶ, αἱ φέρουσαι ἐπὶ τὴν γνῶσιν τοῦ Θεοῦ. Ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ.
15 Τὰ ὑπὸ τοῦ προφητικοῦ πνεύματος ἐν αὐτῷ καὶ δι’ αὐτοῦ λαληθέντα μαθὼν ὁ Δαυῒδ, θαῤῥεῖ ὡς ἐφορῶν‐ τος τὰ ταπεινὰ τοῦ Θεοῦ, ὡς ἐν ταῖς θλίψεσιν αὐτῷ συνασπιζομένου. Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσῃς με, κ.τ.λ.
21 Σαφέστερον δὲ ὁ Σύμμαχος ἔφη· Ἐὰν πορευθῶ διὰ μέσης θλίψεως, περισώσεις με· κατὰ τῆς ἀναπνοῆς τῶν ἐχθρῶν μου ἐκτενεῖς χεῖρά σου, καὶ σώσει με ἡ δεξιά σου· Κύριος ἐπιτελέσει
25ὑπὲρ ἐμοῦ. ΨΑΛΜΟΣ ΡΛΗʹ. Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με. Ἐπεὶ τοίνυν καὶ ὁ χρόνος τῆς ἡμετέρας ζωῆς ἔχει τινὰ διαστήματα μεμετρημένα παρὰ Θεῷ, πάντα
30μου τῆς ζωῆς τὸν χρόνον, φησὶ, καὶ τὴν ὁδὸν ἣν διῆλθον αὐτὸς ἐξιχνίασας. Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ. Ἐπιβαίνει, φησὶ, τὴν ἐμὴν δύναμιν, καὶ ἐπέκεινά ἐστιν τῆς ἐμῆς καταλήψεως ἡ τούτων γνῶσις, ὡς μὴ
35δύνασθαί με ἐξευρεῖν μηδὲ ἐξειπεῖν αὐτά. Ὅσα γὰρ ἂν εἴπω, μικρὰ καὶ ἐλάχιστα τυγχάνει τῆς θεϊκῆς δυνάμεως, ἧς κατάληψις τὴν ἐμὴν σμικρότητα καὶ οὐθενίαν διαφεύγει. Ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου.
40 Τὸ μήπω πραχθέν μοι, φησὶν, ὡς ἤδη τελεσθὲν καθ‐ ορᾷς, καὶ τοὺς τέως μὴ τεχθέντας, ὡς ἤδη τεχθέντας ἐπίστασαι. Δύναται δὲ νοεῖσθαι διχῶς τὸ ἄκακον καὶ ἀπόνηρον, καὶ ἀνεξέταστόν μου· ἔργον γὰρ ἡ περί‐ νοια λέγεσθαι ὀφείλει· ἀκατέργαστος δέ ἐστι ψυχὴ
45ἡ μήπω δι’ ἀρετῆς μορφωθεῖσα καὶ γνώσεως.
47Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ’ ἐμοῦ. Λήψονται εἰς ματαιότητα τὰς πόλεις σου. Εἰπὼν, Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου,

24

.

40

(50)

ὁ Θεὸς, εἰκότως τοὺς ἐχθροὺς τοῦ Θεοῦ παραιτεῖται καὶ ἀπελαύνει ἑαυτοῦ· ἀλλὰ καὶ μνημονεύσας ὅτι ἔσται τις καιρὸς ἐν ᾧ τοὺς ἁμαρτωλοὺς αὐτὸς ὁ Θεὸς ἀποκτενεῖ, ἐντεῦθεν ἤδη καὶ τούτους ἑαυτοῦ μακρὰν ἐλαύνει, ὡς ἂν μὴ κοινωνὸς αὐτῶν γένοιτο, μηδὲ ἐκ
55τοῦ πλησιάζειν μετάσχῃ τῆς παρ’ αὐτῶν βλάβης. Ἐπεὶ δὲ καὶ εἰς ἐριστικοὺς λόγους καὶ ἔριδας, τὰς σὰς εἰς ματαιότητα λήψονται πόλεις, τὰς θείας Γρα‐
φὰς πόλεις χρηματιζούσας, ματαίως δὲ ταύτας λαμ‐37 in vol. 24

24

.

41

βάνουσιν οἱ ἑτερόδοξοι, καὶ οὐχ ὡς δεῖ· ἀποστρέ‐ φομαι καὶ ἐκκλίνω ἀπ’ αὐτῶν. Δοκίμασόν με, ὁ Θεός. Εἰπὼν ἐν ἀρχῇ, Κύριε, ἐδοκίμασάς με καὶ ἔ‐
5γνως με, νῦν ὡς μήπω δοκιμασθεὶς ἔφη, Δοκίμασόν με, Κύριε, καὶ γνῶθι τὴν καρδίαν μου. Καὶ τότε μὲν εἴρηται, Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας, καὶ πάσας τὰς ὁδούς μου προεῖδες· ἄρτι δὲ, Ἔτασόν με, καὶ γνῶθι τὰς τρίβους μου·
10μήποτ’ οὖν οὐκ ἐναντία λέγει. Τότε γὰρ ἁπλῶς δε‐ δοκιμάσθαι καὶ ἐγνῶσθαι εἶπε, νῦν δὲ εὔχεται δο‐ κιμασθῆναι, ὅπως γνωσθῇ ἡ καρδία αὐτοῦ· μεῖζον γὰρ τὸ καθαρὸν καὶ εὐθὲς τῇ καρδίᾳ τοῦ ἁπλῶς κα‐ θαρὸν καὶ εὐθῆ ὑπάρχειν· καὶ ὑπεραίρει τοῦ ἁπλῶς
15δοκιμασθέντα γνωσθῆναι τῷ δοκιμασθῆναι ἐπὶ τῷ γνωσθῆναι τὴν καρδίαν αὐτοῦ· ἀλλὰ καὶ τοῦ ἁπλῶς προοραθῆναι τὰς ὁδοὺς αὐτοῦ, μεῖζον τὸ γνωσθῆναι τὰς τρίβους ἐτασθέντας αὐτοῦ. Διὸ καὶ ἐπήγαγε· Καὶ ἰδὲ εἰ εἶδες ἀνομίαν ἐν ἐμοὶ, τουτέστιν ἐν
20ἕξει καὶ διαθέσει μου. Φέρεται καὶ οὕτως· Καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί· τουτέστι, κατανόησον εἰ ὥδευσέ ποτε ἐν τῇ ψυχῇ μου ἀνομία, ὡς ἴχνη τῆς ὁδοῦ αὐτῆς μεῖναι παρ’ ἐμοί. Ὅμως δὲ καὶ εἰ το‐ σαύτη ἐκ σοῦ καὶ διὰ σὲ κατώρθωταί μοι ἀναμαρτη‐
25σία, ἀλλ’ οὖν σὺ ὡδήγησάς με ἐν ὁδῷ αἰωνίᾳ, ἐπὶ ἀθανασίαν καὶ ἀφθαρσίαν ἀγούσῃ. ΨΑΛΜΟΣ ΡΛΘʹ. Πεσοῦνται ἐπ’ αὐτοὺς ἄνθρακες πυρός. Δίκην γὰρ ὑφέξει πρὸς αὐτοῦ, νόσον ἔχων τοιαύ‐
30την. Ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν.
33 Τί δέ ἐστιν εἰς διαφθοράν; ὅτι πολλοὶ θηρεύονται εἰς σωτηρίαν, ὡς οἱ παρὰ τῶν ἀποστόλων, ὡς οἱ πα‐
35ρὰ τῶν ἁγίων ἀνδρῶν ἀλλ’ οἵ γε πονηροὶ ὅταν ὑπὸ τῆς κακίας θηρεύονται καὶ φθορᾶς· πᾶς γὰρ ἄδικος, ὥσπερ ὑπὸ οἰκείας νόσου διαφθαρεὶς ὑπὸ τῆς ἑαυτοῦ κακίας, δίκην ὑφέξει τὴν προσήκουσαν· ἱκανὴ γάρ ἐστιν ἀντὶ πάσης τιμωρίας τὴν ἔχουσαν αὐτὴν ψυχὴν
40διαφθεῖραι. Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτω‐ χοῦ. Ἐντεῦθεν ὁ Σολομὼν ὠφεληθεὶς τὸν πατέρα φησὶν ἐν τῷ Ἐκκλησιαστῇ· Τέλος λόγου τὸ πᾶν ἄκουε,
45ὅτι πᾶν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ἐν παν‐ τὶ παρεωραμένῳ, ἐάν τε ἀγαθὸν, ἐάν τε πονηρόν· καὶ νῦν γὰρ, φησὶν, ὡς κρινεῖ ὁ Θεὸς ἐκδικῶν τὸν νῦν καταπονούμενον πένητα καὶ πτωχόν. Ἐπὶ χρηστὸν δὲ μετὰ ταῦτα τέλος κατέστρεψε τὸν ψαλμόν· διὸ καὶ

24

.

41

(50)

Εἰς τέλος ἐπιγέγραπται, τὴν ἀποκειμένην τοῖς δι‐ καίοις λέγων ἐλπίδα. Ὁ δὲ Σύμμαχος, παρὰ τῷ προσώπῳ σου, λέγει. Τί δὲ κρεῖττον τοῦ κεκαθαρ‐ μένῃ διανοίᾳ πρόσωπον πρὸς πρόσωπον ὁρᾷν τὸν Θεόν; κατὰ τὸν τοῦ Σωτῆρος μακαρισμὸν εἰπόντος·
55Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν
Θεὸν ὄψονται· οὗ τυχόντες εὐχαριστήσουσιν.39 in vol. 24

24

.

44

ΨΑΛΜΟΣ ΡΜʹ. Ἀκολούθως τῷ προάγοντι ψαλμῷ καὶ οὗτος ἐπιγέ‐ γραπται· ἔστι δὲ τοῦ Δαυῒδ, καὶ τὴν αὐτὴν ἔχει τῆς προσευχῆς δύναμιν. Ἔχει δέ τι πλέον οὗτος δογματι‐
5κώτερος ὢν, καὶ πλείονα καὶ ὠφελιμώτερα διὰ τῆς ἀρ‐ χῆς παιδεύων· καὶ φησίν· Ἐκέκραξα· οὐ πάντως φωνῇ μεγάλῃ καὶ βοῇ κεχρῆσθαι αὐτὸν προσήκει ὑπολαμ‐ βάνειν· καὶ σιωπώντων γὰρ ἀκούει ὁ Θεός· οὕτω καὶ Μωϋσῇ λέγεται εἰρηκέναι· Τί βοᾷς πρὸς μέ; Ἀλλ’
10ὁ μεγάλα δόγματα περὶ Θεοῦ κεκτημένος, ὑπερβαλ‐ λούσῃ τε διαθέσει καὶ πίστει αἰτῶν τι παρὰ τοῦ Θεοῦ, οὕτως ἐκέκραξε πρὸς αὐτόν· διὸ καὶ θαρσῶν φησιν· Ἐπειδὴ τοιοῦτός εἰμι, καὶ τοιαῦτα βοῶ, πρόσχες τῇ φωνῇ μου ἐν τῷ κεκραγέναι με πρὸς σέ· ὡς καθα‐
15ρὰν ἔχων οὐ μόνον τὴν διάνοιαν, ἀλλὰ καὶ τὴν διὰ τῶν χειλέων φωνὴν ἀπὸ ψεύδους, ἐπιορκίας τε καὶ λοι‐ δορίας. Οἷς καὶ ἀκολούθως ἐπήγαγεν· Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.
20 Νοήσεις δὲ τοῦτο ἀπὸ τοῦ λέγειν τὸν Ἀπόστολον· Βούλομαι τοὺς ἄνδρας προσεύχεσθαι ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαγογγυσμῶν· κἀκεῖνος γὰρ ὁμοῦ καὶ τῶν κατὰ διάνοιαν ἐμνημόνευ‐ σε, καὶ τῶν κατὰ πρᾶξιν· οἱ δὲ ἀσεβεῖς οὐδέποτε
25χεῖρας ἐπαίρουσι· διὸ λέλεκται πρὸς αὐτούς· Ὅτ’ ἂν τὰς χεῖρας ἐκτείνητε πρὸς μὲ, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ’ ὑμῶν· ἐπαίρειν δὲ δεῖ εἰς ὕψος τὰς πράξεις, καὶ ἀρεσκόντως αὐτὰς τῷ Θεῷ ἐπιτε‐ λεῖν.
30Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πο‐ νηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρ‐ τίαις. Μὴ συγχωρήσῃς παρατραπῆναι καὶ παρακλιθῆναι εἰς τὸ ἐναντίον τὴν ἅπαξ ἁπλῶς κατασκευασθεῖσάν
35μου διάνοιαν· ἀντὶ δὲ τοῦ, προφασίζεσθαι προφά‐ σεις ἐν ἁμαρτίαις, ὁ Σύμμαχος, ἐννοεῖν ἐννοίας παρανόμους ἐξέδωκε, σαφέστερον ἑρμηνεύσας τὴν θεωρίαν τοῦ λόγου. Εἶτα πάλιν μεταβαίνει ἐπὶ τὸ πρακτικὸν φάσκων, σὺν ἀνθρώποις ἐργαζομένοις
40τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλε‐ κτῶν αὐτῶν. Ἀνθ’ οὗ πάλιν ὁ Σύμμαχος σαφέστε‐ ρον ἡρμήνευσεν εἰπὼν, Σὺν ἀνθρώποις ἐργαζομέ‐ νοις ἀδικίαν, μηδὲ συμφάγοιμι τὰ ἡδέα αὐτῶν. Οὐκ ἔσομαι γὰρ, φησὶν, ἅμα τούτοις, ἐὰν σὺ, Κύ‐
45ριε, φυλακὴν τῷ στόματι θείης, καὶ τὸν προκατα‐ σκευασθέντα μοι θησαυρὸν διατηρήσῃς. Ἐκλεκτοὶ δὲ τούτων εἶεν οἱ σκηπτόμενοι προφάσεις ἐφ’ οἷς δρῶ‐ σι κακῶς· χειρόνων ὄντων τῶν ἄνευ προφάσεως, καὶ ἀνεπικαλύπτως ἀνομούντων.

24

.

44

(50)

Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ὁ δὲ Σύμμαχος· Ἔτι γὰρ καὶ ἡ προσευχή μου ἐντὸς τῶν κακιῶν αὐτῶν· ἐκτιλήσονται ἐν χερσὶ πέτρας οἱ κριταὶ αὐτῶν· ἀκούσονται ῥήσεις μου ἡδίστας· ὥσπερ γεωργὸς ὅτ’ ἂν ῥήσσῃ τὴν γῆν,
55ὡς ἐσκορπίσθη ὑμῶν τὰ ὀστᾶ παρὰ τὸν ᾅδην. Τὴν αἰτίαν δὲ νῦν ἐπάγει τοῦ μὴ συνδυάζειν ἁμαρ‐ τωλοῖς· ἱκανὴ γὰρ αὐτῶν ἡ κοινωνία, φησὶ, διασκορ‐
πίσαι μου τὴν ψυχὴν, καὶ τῶν κακιῶν αὐτῶν ἔνδον41 in vol. 24

24

.

45

ἀπολαβεῖν· τὸ δὲ ἐκτιλήσονται δηλοῖ, ὅτι καὶ τοὺς ἑαυτῶν ἄρχοντας καὶ κριτὰς ἴδωσι κατασπωμένους ἐκ ῥιζῶν, ὥσπερ ἀποτιλλομένους δυνάμει τοῦ στερεοῦ λόγου.
5Μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Ὁ Σύμμαχος ἀντὶ τοῦ, οὐκ ἀντανέλῃς, μὴ ἀποκε‐ νώσῃς, τουτέστι, μὴ συγχωρήσῃς τὸν ἀποκείμενον ἐν τῇ ψυχῇ μου ἀγαθὸν θησαυρὸν ἀποκενωθῆναι· τότε γὰρ ἀφόβως ἀπελεύσομαι, φησὶν, ὅτ’ ἂν ἁμαρτωλοὶ
10τοῖς ἑαυτῶν περιπαρῶσι δικτύοις. ΨΑΛΜΟΣ ΡΜΑʹ. Συνέσεως τῷ Δαυῒδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπη‐ λαίῳ, προσευχή. Καὶ ὁ νϛʹ ὁμοίαν ἔχει τὴν ἐπιγραφὴν οὕτως· Εἰς
15τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυῒδ εἰς στηλογρα‐ φίαν, ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον. Κεῖται δὲ ἡ ἱστορία ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν· Καὶ ἀνέβη Δαυῒδ ἐκεῖθεν, καὶ ἐκάθισεν ἐν τοῖς σπηλαίοις τοῖς ὀχυροῖς Ἐγ‐
20γαδδί· καὶ ἐγένετο ὡς ἐπέστρεψε Σαοὺλ ὄπισθεν τῶν ἀλλοφύλων· καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες, Ἰδοὺ Δαυῒδ ἐν τῇ ἐρήμῳ Ἐγγαδδί. Καὶ παρέλα‐ βε Σαοὺλ τρισχιλίους ἄνδρας ἐκλεκτοὺς ἐκ παν‐ τὸς Ἰσραὴλ, καὶ ἐπορεύθη τοῦ ζητεῖν τὸν Δαυῒδ
25καὶ τοὺς ἄνδρας τοὺς μετ’ αὐτοῦ, ἐπὶ πρόσωπον τῆς θήρας τῶν ἐλάφων· καὶ ἦλθον εἰς τὰς μάν‐ δρας τῶν προβάτων ἐπὶ τὴν ὁδὸν καὶ ἐπὶ τὸ σπή‐ λαιον· καὶ εἰσῆλθε Σαοὺλ εἰς τὸ σπήλαιον ἀπο‐ κοινῶσαι τοὺς πόδας αὐτοῦ· καὶ Δαυῒδ καὶ οἱ ἄνδρες μετ’ αὐτοῦ ἐν μέρεσι τοῖς ἐσωτέροις τοῦ
30σπηλαίου ἐκάθηντο. Προεγράφη ἡ ἱστορία ἡ περὶ Σαοὺλ καὶ τοῦ σπη‐ λαίου· τὸ δὲ τοῦ Δαβὶδ ὄνομα διαφόρως ἑρμηνεύεται, ὡς πολλάκις εἰρήκαμεν, καὶ διαφόρως λαμβάνεται· ὅτε γὰρ εἰς πρόσωπον τοῦ Κυρίου εὑρήσεις, οὕτω κεί‐
35μενον ἑρμηνεύεται πεποθημένος· ὅτε δὲ εἰς πρόσ‐ ωπον τῶν ἁμαρτανόντων καὶ ἐπιστρεφόντων, ἑρμη‐ νεύεται ἐξουθενημένος, διὰ τὰς ἁμαρτίας αὐτοῦ. Νῦν τοῦ Δαυῒδ ὄνομα λαβεῖν ἔστιν εἰς τὸν λαὸν τὸν ἡμαρτηκότα καὶ εἰς σύνεσιν ἐλθόντα, καὶ ἐν σπηλαίῳ
40αὑτὸν κατακλείσαντα, καὶ προσευχόμενον μετὰ δα‐ κρύων ἰσχυρῶς, καὶ ἐξομολογούμενον, ὡς καὶ αὐτὸ τὸ ἐπίγραμμα τοῦτο δηλοῖ· ὁμοίως δὲ καὶ ὁ ψαλμὸς ταῦ‐ τα διδάσκει. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου.
45 Σφόδρα καταλλήλως τῇ τοῦ καιροῦ καὶ τοῦ τόπου συνοχῇ καὶ ταῦτα λέλεκται· ὅσον γὰρ ἐπ’ ἀνθρώποις ἔνδον ἐν τῷ σπηλαίῳ συνεχόμενος, παντὸς δρασμοῦ καὶ φυγῆς ἐπεκέκλειστο, οὔτε μία τε παρῆν αὐτῷ βοηθείας ἐλπίς· ἀλλ’ οὐδὲ ἦν ὁ τὴν ψυχὴν αὐτοῦ ῥυό‐

24

.

45

(50)

μενος ἢ ἐπιζητῶν. Ὁρῶν δὲ τοὺς τῆς ψυχῆς αὐτοῦ νοητοὺς ἐχθροὺς, ὅλον τοῦτο κατεργασαμένους, λέγω δὲ τὸ εἰσελθεῖν Σαοὺλ εἰς τὸ σπήλαιον ὑπὲρ τοῦ συλ‐ ληφθῆναι τὸν Δαυῒδ, εἰκότως ἔλεγεν τὸ, Ἔκρυψαν παγίδα μοι. Ἀλλ’ οὐ προκεχωρήκει αὐτοῖς τὰ τῆς
55παγίδος διὰ τὴν προκειμένην προσευχήν· θαρσῶν δὲ
τῇ τοῦ βίου αὐτοῦ πορείᾳ, ταῖς τε πράξεσι καὶ ταῖς43 in vol. 24

24

.

48

ὁδοῖς αἷς ἐβάδιζεν, ἀδίκως ἐλαυνόμενος καὶ πολε‐ μούμενος, φησὶ τῷ Θεῷ· καὶ σὺ ἔγνως τὰς τρίβους μου. Πρὸς σὲ, Κύριε, ἐκέκραξα.
5 Πάλιν καὶ ἐνταῦθα κράζειν ὁμολογεῖ, οὐχ ἁπλῶς, ἀλλὰ πρὸς τὸν Κύριον· ἄλλως γὰρ ἀδύνατον ἦν αὐτῷ φωνὴν ἀφιέναι, πλησίον παρόντος τοῦ ἐχθροῦ· τὴν μόνην δὲ ἐλπίδα αὐτοῦ τὸν Θεὸν ἔχειν ὁμολογήσας, οὐκ ἐξέπεσε τοῦ σκοποῦ· ἡ γὰρ ἐλπὶς οὐ καταισχύ‐
10νει· ἀλλὰ καὶ εἴ τις ἔσται γῆ ζώντων, ὁμολογῶ, φησὶ, μηδεμίαν ἔχειν χώραν ἐν ταύτῃ ἢ σὲ μόνον τὴν ἐμὴν ἐλπίδα· σὺ γὰρ εἶ Θεὸς, ἡ μερίς μου ἐν γῇ ζώντων· ὡς εἰ μὴ σὲ εἶχον, οὐκ ἂν ἐξετάσθην ποτὲ ἐν γῇ ζών‐ των. Ζώντων δὲ γῆ, οὐχ ἡ πατουμένη νῦν πρὸς ἡ‐
15μῶν, θανάτου γὰρ γῆ καὶ νεκρῶν αὕτη, ἀλλ’ ἣν κλη‐ ρονομήσουσιν οἱ πραεῖς· ἐφ’ ᾗ ζῶντες πάντες κατὰ τὴν αἰώνιον ζωὴν διατρίβουσιν. Οὐκ ἦν ὁ ἐπιγινώσκων με. —Οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
20 Ὁ ὑπὸ τῶν προΐστασθαι τῶν ἐκκλησιῶν νομιζομέ‐ νων ἀμελούμενος καὶ μηδόλως ἐκζητούμενος εὐκαί‐ ρως τοῦτο ἐρεῖ· καὶ τὸ ἑξῆς ἐπιφέρει τὸ κεκραγὸς πρὸς τὸν Θεὸν, καὶ μὴ ἐλπίζειν ἐπὶ ἡγουμένοις, ἀλλ’ ἐπὶ Κυρίῳ, καὶ μερίδα ἔχειν ἐν γῇ ζώντων καὶ οὐκ
25ἐν ἐπιλελησμένῃ γῇ. ΨΑΛΜΟΣ ΡΜΒʹ. Πᾶς ὁ ἐν μεγίστοις πειρασμοῖς καὶ θλίψεσιν ὑπερ‐ βαλλούσαις ἐξεταζόμενος, εὐκαίρως χρήσαιτο τῇ προ‐ κειμένῃ προσευχῇ· διὸ καὶ ἀνεπίγραφος ὁ ψαλμός.
30Ἀκούει μὲν οὖν πάντων ὁ Κύριος, ὀλίγων δὲ εἰσακούει· ἐὰν τῶν δεομένων ἡμῶν ἐπακούσωμεν, ἀκουσθησό‐ μεθα καὶ αὐτοί· ὁ θαρσῶν δὲ τῇ ἑαυτοῦ προσευχῇ ἀκροατὴν καλεῖ τὸν Θεόν. Ἄλλοι δέ φασι μὴ εἶναι ἀνεπίγραφον τὸν ψαλμὸν, ἀλλ’ ἐπιγεγράφθαι, Ψαλ‐
35μὸς τῷ Δαυῒδ, ὅτε αὐτὸν ὁ υἱὸς κατεδίωκεν. Οὐ διὰ πασῶν μέντοι τῶν ἑρμηνειῶν πρόσκειται τοῦτο· τὰ δὲ λεγόμενα οὐκ ἀλλότρια· οὐδὲν δὲ κωλύει περὶ τῆς ὑπὸ Σαοὺλ διώξεως εἰρῆσθαι αὐτά. Ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου.
40 Τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ ἀκηδιᾷ, ἐπειδὰν ἡ καρδία ταραχθῇ μνησθεῖσα πῶς ὁ ἐχθρὸς ἐταπείνωσεν εἰς τὴν γῆν τὴν ζωὴν αὐτῆς, καὶ ὡς ἐ‐ κάθισεν αὐτὴν ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· τα‐ ραχθεῖσα δὲ, φησὶν, ἡ καρδία μου ἐν αὐτῇ, ἔνδον ἐπ‐
45έσχε τὸ πάθος παντελῶς μὴ ἐκπεσοῦσα, ὡς εἰς φα‐ νερὸν ἐλθεῖν τοῖς πᾶσι, καὶ τοῖς ἐκτὸς γνωσθῆναι τὴν ταραχήν. Ἐμνήσθην ἡμερῶν ἀρχαίων. Ἐπεὶ καὶ ὁ Μωϋσῆς προστάττει λέγων, Μνήσθητε

24

.

48

(50)

ἡμέρας αἰῶνος· καὶ ὁ Δαυῒδ πάλιν φησὶ, Καὶ ἔτη αἰώνια ἐμνήσθην, καὶ ἐμελέτησα· εἰκότως θερα‐ πεύων ἑαυτὸν ὁ ταραχθεὶς τὴν καρδίαν, ἀνατρέχει ἐπὶ τὰς παλαιὰς αὐτοῦ ἡμέρας, τὰς πρὸ τῆς ταρα‐ χῆς, ἐν αἷς κατώρθου, ἢ ἐπὶ τὰς παλαιὰς ἱστορίας·
55καὶ τὴν μνήμην ἀναλαβὼν, μελετᾷ ἐν τοῖς ἔργοις τοῦ Θεοῦ, καὶ ἐν τοῖς ποιήμασι τῶν χειρῶν αὐτοῦ,
οὐ μικρᾶς τυγχάνων παραμυθίας ἀπὸ τῶν παλαιῶν45 in vol. 24

24

.

49

ἀναγνωσμάτων, μανθάνων ἐξ αὐτῶν, ὅτι τοὺς πα‐ λαιοὺς μετὰ μυρίας θλίψεις καὶ πειρασμοὺς ἐπεσκέ‐ πτετο ὁ Θεὸς, καὶ ὅσας παρέσχεν αὐτοῖς θεραπείας τε καὶ εὐεργεσίας. Ἀλλὰ καὶ ἐν τοῖς τῆς δημιουργίας
5λόγοις μελετῶν ἐθεραπεύετο τὴν ψυχὴν, παιδευόμε‐ νος, ὡς οὐκ ἔστιν ἀπρονόητος ὁ τῶν ἀνθρώπων βίος, οὐδὲ ἀθεράπευτος ἡ τοῦ ταραχθέντος ψυχή· ἐφορᾷ δὲ καὶ ἐφέστηκε πᾶσιν ὁ τοῦ Θεοῦ Λόγος ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν.
10Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Μνησθεὶς τῶν ἀρχαίων ἡμερῶν ἐκ τῆς μελέτης τῶν θείων ἀναγνωσμάτων, τὰς χεῖράς μου, καὶ τὰς διὰ μετανοίας πράξεις καθαράς σοι ἐπιδεικνὺς διεπέ‐
15τασα, οὕτως διψῶν σου, ὁ Θεὸς, καὶ τῆς παρὰ σοῦ ἰάσεως, οὐ μόνον ὃν τρόπον ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, ἀλλὰ καὶ ὡς ἄνυδρος καὶ ξηρὰ γῆ ὀρέ‐ γεται τοῦ ἐπ’ αὐτὴν κατιόντος ὑετοῦ. Εἰ δὲ καὶ ἔστιν ἡ ψυχή μου ὡς γῆ ἄνυδρος, ὡς πρὸς σὲ τὸν Θεὸν
20τοιαύτη ἐστίν· καθ’ ἑαυτὴν γὰρ καὶ ὡς ἐν ἀνθρώπων συγκρίσει γόνιμος καὶ τεθηλυῖα καρπῶν ἀγαθῶν ὑπάρχει· σοὶ δὲ ἄνυδρός ἐστιν οὕτως, ὡς οὐ δικαιω‐ θήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ταχὺ εἰσάκουσόν με, κ.τ.λ. Μὴ ἀποστρέψῃς τὸ
25πρόσωπόν σου ἀπ’ ἐμοῦ. Ἐν τοῖς κατεπείγουσι καιροῖς τῶν περιστάσεων ἤτοι ἐν διωγμοῖς ἢ τοῖς ἐσχάτοις κινδύνοις, ἐπειδὰν παρακινδυνεύει τινὸς ἡ ψυχὴ, ἐκλείποντος τοῦ ἐν αὐτῇ πνεύματος, καὶ τῆς καρδίας ἐν αὐτῇ ταραττο‐
30μένης, προσήκει ὁμοίως τῷ Δαυῒδ λέγειν εὐχομένους τὰ Χριστοῦ, Εἰσάκουσόν με, Κύριε· οὐ μὴν ἐπὶ τοῖς ἀνθρωπίνοις πράγμασιν ἀναγκαῖον κεχρῆσθαι. — Ἐφ’ ὅσον μὲν τὸ πρόσωπόν σου καταξιοῖ με τῶν ἰδίων αὐτοῦ, τὸ φῶς σου ἐστὶν ἐν ἐμοὶ, καὶ πᾶσά μου
35ἀπελήλαται σκοτία· ὥστ’ ἂν εἰπεῖν· Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· εἰ δὲ ἀποστρέψειάς ποτε τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, γίνομαι ἐν σκοτίᾳ ἐν ᾗ γίνονται πάντες οἱ καταβαί‐ νοντες εἰς λάκκον· ἐν ᾧ λάκκῳ οὐδὲν ἕτερόν ἐστιν ἢ
40τὸ καλούμενον σκότος ἐξώτερον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου.
43 Ἐν τοῖς πειρασμοῖς ἐλέους θείου δεόμεθα· ὅπερ γένοιτ’ ἂν ἐν ταῖς προσευχαῖς ἐγρηγορότως σχολά‐
45ζοιμεν, καὶ μάλιστα κατὰ καιρὸν τὸν ἑωθινὸν, ὥστε δύνασθαι λέγειν· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι.

24

.

49

(50)

Ἀπὸ τοῦ χαμαὶ κεῖσθαι τὴν ἐμὴν πρὸς σὲ ψυχὴν ἀνατείναντι μετανοίας δεῖξον ὁδὸν, ἢ τὴν ἄγουσαν μετὰ σώματος ἀπαλλαγὴν ἐπὶ τὰ οὐράνια· θνητὸς γὰρ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ; τάχα δέ τις τὰς προτέρας ὁδοὺς Μωϋσέα καὶ τοὺς προφήτας βαδίσας,
55κατὰ τὸ, Στῆτε ἐν ταῖς ὁδοῖς, καὶ ἐρωτήσατε τρί‐ βους Κυρίου αἰωνίας, μετὰ ταύτας τὴν ὁδὸν ζητῶν
τὴν ἀγαθὴν, τῷ ταύτης ἐρεῖ πατρὶ, καὶ γινώσκοντι47 in vol. 24

24

.

52

τὴν ὁδὸν τῶν υἱῶν τὸ, Γνώρισόν μοι ὁδὸν ταύτην ἐν ᾗ πορεύσομαι· ἥτις ἐπινεύσαντος τοῦ Πατρὸς ἑαυτὴν ἐμφανίζουσα λέγει τοῖς ἀξίοις· Ἐγώ εἰμι ἡ ὁδός· οὐδεὶς γὰρ ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’
5ἐμοῦ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε. Ὅμοιον τοῦτο τῷ, Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ’ ἢ τῷ ὀνόματί σου δὸς δόξαν· οὐ γὰρ ἐφ’ ἑαυτοῖς χρὴ θαῤῥεῖν. Ὁ δὲ τοὺς πειρασμοὺς ὑπομείνας γεν‐
10ναίως ἐλπιζέτω τούτων τυχεῖν, ὡς ἂν στενὴν καὶ τεθλιμμένην ὁδεύσας. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Ψυχῆς ἀληθῶς θλίψις τὸ ταπεινωθῆναι εἰς γῆν
15τὴν ζωὴν αὐτοῦ, καὶ ἐν σκοτεινοῖς αὐτὸν καθῆσαι· καὶ ὁ ὑπὸ λογισμῶν δὲ φαύλων καὶ πυρώσεως παθῶν ἐνοχλούμενος τὴν ψυχὴν θλίβεται· οὐδενὸς δὲ ἄλλου ἔν ..ν τοιαύτης θλίψεως ἐλευθεροῦντος, ἢ τοῦ τὸ κρυπτὸν τῆς καρδίας εἰδότος Θεοῦ. Ἀλλὰ καὶ ὁ
20ὑπὸ διοχλήσεων ἀπατεώνων τὴν ψυχὴν ταραττόμε‐ νος θλίβοιτο ἂν μεγάλως ὅτε μάλιστα, οὐ δυνάμενος διελέγχειν τὰ σοφίσματα, εὐλαβεῖται μὴ ἀποσφαλῇ τῆς ἀληθείας· ἐξάγει δὲ ψυχὴν πάσης θλίψεως τοιαύτης, ἐπιλάμπων αὐτὴν καὶ καταλάμπων ταῖς
25ἰδίαις μαρμαρυγαῖς καὶ ἄγων αὐτὴν εἰς τὸ ζῆσαι κατὰ τὴν δικαιοσύνην αὐτοῦ, ὡς ἔναγχος ἀποδέδει‐ κται. Ἐλέει δὲ Θεοῦ ἐξολοθρευθήσονται οἱ ἐχθροὶ, οὐ κατ’ οὐσίαν φθειρόμενοι, ἀδύνατον γὰρ τοῦτο, ἀλλὰ τὴν ἕξιν ἀποβαλόντες, δι’ ἣν ἐχθροὶ τοῦ δικαίου καὶ
30θλίβοντες τὴν ψυχὴν αὐτοῦ τυγχάνουσιν· οὕτω γὰρ ἐν ἀνέσει ἔσται ὁ δίκαιος ἄνευ πολέμου ἐν εἰρήνῃ διάγων. Ἐκκαλούμενος δὲ πρὸς τὸ ἐπινεῦσαι τὸν πα‐ ρακαλούμενον, ἐπήγαγε τὸ, Ὅτι ὁ δοῦλός σου εἰμὶ ἐγώ. Κτημάτων δὲ καὶ αὐχημάτων τὸ μέγιστον χρη‐
35ματίσαι Θεοῦ δοῦλον. Δείκνυσι δὲ τὸ μέγεθος τού‐ του καὶ ὁ Σωτὴρ λέγων τοῖς συνοῦσιν αὐτῷ· Ὑμεῖς φωνεῖτέ με ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ· οὐδὲν οὕτως ἀποδιώκει τοὺς ἐχθροὺς ἡμῶν, ὡς θεωρία πνευματική.
40ΨΑΛΜΟΣ ΡΜΓʹ. Εἰ μὲν ἀναφέρεις ταῦτα ἐπὶ τὸν Δαυῒδ, μάλιστα ὅτι κατά τινα τῶν ἀντιγράφων ἐπιγέγραπται πρὸς τὸν Γολιὰθ, ἐρεῖς ἁρμόζειν αὐτῷ, κατὰ τὴν ἱστορίαν νενικηκότι τὸν ἄνδρα οὐ τῇ κοινῇ παντευχίᾳ, πεποι‐
45θήσει δὲ τῇ ἐπὶ τὸν Θεόν· ὃν ὥσπερ διδάσκαλον ἐπιγραφόμενος, τότε μὲν τὸν Γολιὰθ τῇ σφενδόνῃ καθεῖλε βαλών· ἄλλοτε δὲ τοὺς κατ’ ἀγρὸν θῆρας ταῖς χερσὶ πνίγων ἀνῄρει. Ἔπρεπε δὲ μάλιστα ἐπὶ τῇ τοῦ ψαλτηρίου ἀνακρούσει ταῦτα λέγειν αὐτὸν, ὅτε,

24

.

52

(50)

ταῖς χερσὶ καὶ τοῖς δακτύλοις ἀντὶ τοῦ πλήκτρου χρώμενος, τοὺς ἀοράτους δαίμονας ἤλαυνε τῷ Σαοῦλ ἐνοχλοῦντας. Εἰ δ’ ἐπὶ πάντα δίκαιον ἀνάγοιτο τὰ ῥητὰ, ἐρεῖς πάσας τοῦ θεοφιλοῦς πράξεις καθαίρεσιν τῶν ἀντικειμένων δυνάμεων ἐνεργεῖν, τοῦ Θεοῦ δι‐
55δασκάλου τῆς τοιᾶσδε τῶν χειρῶν ἐκτάσεως γινο‐
μένου· τοὺς δὲ δακτύλους αὐτοῦ τὰς μέχρι τῶν49 in vol. 24

24

.

53

μικροτάτων ἐνεργείας τῶν κατὰ τὸν ἀνθρώπινον βίον ἐδήλωσε· καὶ Μωϋσῆς δὲ τὰς χεῖρας ἐκτείνων ἐτρο‐ ποῦτο τὸν Ἀμαλήκ. Ὅρα δὲ μὴ Χριστὸς ὁ λέγων, τροπωσάμενος τοὺς ἀοράτους ἐχθρούς· δηλοῖ γὰρ ὁ
5ψαλμὸς, ὡς δειχθήσεται, καὶ κάθοδον αὐτοῦ τὴν ἐξ οὐρανοῦ, καὶ τροπὴν δαιμόνων, καὶ κλῆσιν ἐθνῶν, καὶ δύο λαούς. Ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ’ ἐμέ. Θεοῦ ἐστι τὸ ὑποτάσσειν τὸν ἑαυτοῦ λαὸν ἀνθρώ‐
10ποις· ὅπερ εἰ μὴ ἐκ Θεοῦ γίνοιτο, οὐκ ἄν ποτε γέ‐ νοιτο· οὐδὲ γὰρ Μωϋσῆς ἡγήσατο ἂν τοῦ τοσούτου πλήθους, μὴ τοῦ Κυρίου ὑποτάξαντος αὐτῷ τὸν ἑαυ‐ τοῦ λαὸν, οὐ δι’ ὅπλων ἢ διὰ παρατάξεως ἀνθρωπί‐ νης, διὰ δὲ τῆς κρείττονος δυνάμεως.
15Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; Πυνθάνεται ὁ λόγος ἐρωτηματικῶς τὸ, τί ἔστιν ἄν‐ θρωπος, ἡμᾶς διδάξαι βουλόμενος, ὅτι μέγα τι ἄνθρω‐ πος· οὐ γὰρ ἂν ἐχώρησε Θεοῦ γνῶσιν, οὐδ’ ἂν ἐ‐ μνήσθη αὐτοῦ ὁ Θεὸς οὕτως, ὡς καὶ Σωτῆρα καὶ Λυτρω‐
20τὴν ἐξαποστεῖλαι αὐτῷ τὸν ἑαυτοῦ Λόγον. Παραινεῖ δὲ ἐν τῷ αὐτῷ καὶ μηδενὸς ἀνθρώπου καταφρονεῖν, καὶ ὅτι μηδεὶς ἄξιον κατορθοῖ τῆς τοιαύτης εὐεργε‐ σίας. Κύριε, κλῖνον οὐρανούς σου, καὶ κατάβηθι.
25 Σφόδρα ἀναγκαίως καὶ ἀκολούθως [λέγει] καὶ αὐ‐ τὸν καταβῆναι τὸν τοῦ Θεοῦ Λόγον εἰς καθαίρεσιν τῶν πολεμίων· εἰ γὰρ καὶ τὰ μάλιστα, φησὶ, διδάσκει τὰς ἐμὰς χεῖρας καὶ τοὺς δακτύλους ὅπως χρὴ πολε‐ μεῖν, ἀλλὰ καὶ τίς ἰσχὺς ἀνθρώπου, καὶ πόση δύνα‐
30μις τοῦ θνητοῦ καὶ ματαιότητι ὁμοιωθέντος, πρὸς τὸ δυνηθῆναι στῆναι κατὰ τῆς τοσαύτης παρατάξεως; διὸ σὺ αὐτὸς, ὦ Κύριε, κλῖνον οὐρανοὺς, καὶ κατά‐ βηθι. Οὐρανοὺς δέ φησι τὰς ἐπινοουμένας ἐν αὐτῷ δυνάμεις· ὡς δὲ πατὴρ νηπίοις, καὶ ὡς μαθηταῖς
35διδάσκαλος συγκαταβαίνει. Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους. Ἐξαπόστειλον, φησὶν ὁ ψαλμὸς, τὴν ποιητικὴν καὶ φυλακτικὴν τῶν ὅλων χεῖρα ἐπὶ τῷ ἐξελέσθαι καὶ ῥύσασθαί με ἐκ τῶν πολλῶν ὑδάτων καὶ τῶν χειρῶν
40τῶν ἀλλοτρίων υἱῶν· δυνατὸν δὲ τὸ ἐξ ὑδάτων πολλῶν ῥυσθῆναι εἰπεῖν τῶν πονηρῶν δυνάμεων καὶ τοῦ δια‐ βόλου τοῦ βασιλέως πάντων τῶν τοιούτων· ἐξαιρε‐ θῆναι δὲ καὶ ἐκ χειρὸς τῶν ἀλλοτρίων υἱῶν, τῶν ἐνερ‐ γουμένων ὑπ’ αὐτῶν ἀνθρώπων· τὰς ἐπαναστάσεις
45γὰρ τῶν πειρασμῶν καὶ τῶν ἀσεβῶν ὕδατα ἐκάλε‐ σεν, ὡς καὶ ἀλλαχοῦ φησιν· Ἄρα τὸ ὕδωρ κατεπόν‐ τισεν ἡμᾶς· καὶ πάλιν· Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου· ἀκολούθως δὲ μετὰ τὴν κατάβασιν τοῦ Θεοῦ Λόγου, τὴν ἐπιβουλὴν

24

.

53

(50)

τῶν ἀσεβῶν ... αὐτοῦ τῳ .. θεασάμενος, τὰ προκεί‐ μενα θεσπίζει. ᾨδὴν καινὴν ᾄσομαί σοι. ᾌδει, καὶ τὴν καινὴν διαθήκην ἐν τοῖς περὶ τῆς καθόδου τοῦ Θεοῦ Λόγου προφητευομένοις μνημονευ‐
55θῆναι· διὸ δηλοῦται αὕτη διὰ τῆς καινῆς ᾠδῆς. Ἐν
τῷ δὲ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην, ὥς51 in vol. 24

24

.

56

φησιν ὁ Ἀπόστολος· περὶ ταύτης λέλεκται τῆς ᾠδῆς· ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ᾄσατε τῷ Κυ‐ ρίῳ, πᾶσα ἡ γῆ· ἀλλὰ καὶ, Ψαλῶσι, φησὶν, ἐν ψαλ‐ τηρίῳ δεκαχόρδῳ, τὸν πρακτικὸν αἰνιττόμενος βίον
5διὰ ψυχῆς καὶ σώματος ἐνεργούμενον· πέντε μὲν ὄντων σαρκὸς αἰσθητηρίων, πέντε δὲ τῶν τῆς ψυχῆς δυνάμεων, δι’ ὧν τὰ αἰσθητήρια τοῦ σώματος κινεῖ‐ ται. Τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσι
10 Ὁ διδάξας βασιλείαν οὐρανῶν, βασιλεῖς ἐργάζεται τοὺς καταξιουμένους αὐτῆς, οἷς δίδωσι τὴν παρ’ αὐ‐ τοῦ σωτηρίαν· ἅμα δὲ κατορθώσασι τὸ μὴ βασι‐ λεύεσθαι ὑπὸ ἁμαρτίας· Χριστὸς δ’ ἐστὶν ὁ ἐν Παρ‐ οιμίαις λέγων· Δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι·
15ταῦτα εἰδὼς ὁ Ἀπόστολος ἔγραφε· Χωρὶς ἡμῶν ἐβασιλεύσατε, καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν· ἐπεὶ οὖν τού‐ τοις χαρίζεται ὁ Θεὸς τὴν σωτηρίαν, εἰκότως καὶ τῷ Δαυῒδ ἀγαθὰς ἐλπίδας ὑπογράφει τὸ λόγιον, ὡς λυ‐
20τρωθησομένῳ ἀφ’ ὧν πώποτε πέπτωκεν ἁμαρτιῶν· ἡ γὰρ κάθοδος τοῦ Θεοῦ Λόγου μετὰ τῶν ἄλλων καὶ τῷ Δαυῒδ εὐεργητικὴ γεγένηται, ἅτε διακονησαμένῳ τῇ ἐνσάρκῳ αὐτοῦ γενέσει. Τῷ λυτρουμένῳ Δαυῒδ τὸν δοῦλον αὐτοῦ ἐκ ῥομ‐
25φαίας πονηρᾶς. Ῥομφαία πονηρὰ ἡ γλῶττά ἐστι τῶν ἀθέων, καὶ οἱ λόγοι τῶν τὰ σοφίσματα κατὰ τοῦ Θεοῦ μελετών‐ των εἰς τὸ φονεύειν ψυχάς· χεὶρ δὲ υἱῶν ἀλλοτρίων, πρᾶξις καὶ ὁ βίος τῶν ἀλλοτρίων τῆς θεοσεβείας, ὧν
30ἐν μύθοις ἀναπλάσμασι καὶ ταῖς περὶ εἰδώλων πλά‐ ναις τὸ στόμα λαλεῖ ματαιότητας· τούτων δὲ καὶ δε‐ ξιὰ, τουτέστιν ἡ πρακτικωτέρα δύναμις, περὶ πλεον‐ εξίας καὶ ἁρπαγὰς ἀσχολεῖται. Τοιοῦτοι δ’ ἂν εἶεν καὶ οἱ ἐκ τοῦ προτέρου λαοῦ, καθ’ ἃ εἴρηται· ἀπὸ
35τούτων οὖν ἐπὶ τοῦ παρόντος ἤδη δεύτερον ὁ Δαυῒδ ῥυ‐ σθῆναι εὔχεται, ἵνα μὴ ἁλῷ τοῖς ὁμοίοις ἁμαρτήμασιν. Ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν. Τοῦ προτέρου λαοῦ οἱ υἱοὶ οὐ μόνον, ἀλλὰ καὶ πάν‐
40των τῶν ἀλλοτρίων τῆς θεοσεβείας ὡς νεόφυτά ἐστιν ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν· τοῦ δὲ δικαίου ἡ σάρξ ἐστιν ἀσθενὴς, καὶ τὸ φρόνημά ἐστι νενεκρω‐ μένον· τούτων τῶν ἐκ περιτομῆς καὶ αἱ θυγατέρες ἑταιρικῶς εἰσι κεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ ἐν
45ᾧ πονηρὸν πνεῦμα ἐνοικεῖ· διό φησι περὶ αὐτῶν ὁ προφήτης· Ἀνθ’ ὧν ἐπορεύθησαν αἱ θυγατέρες Σιὼν ἐν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀφθαλ‐ μῶν, καὶ τὰ ἑξῆς· οἱ δὲ ἅγιοι ναός εἰσι Θεοῦ, καὶ τὸ πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν αὐτοῖς· καὶ τῶν μὲν περιτ‐

24

.

56

(50)

τεύει καὶ ὑπερχεῖ τὰ ταμεῖα θησαυριζόντων ἐπὶ τῆς γῆς· καὶ λεγόντων, Καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω· τῶν δὲ ὁ θησαυρός ἐστιν ἐν οὐρανῷ· καὶ τῶν μὲν ἔστι πρόβατα πολύτοκα πληθύ‐ νοντα, καὶ βόες παχεῖς, ὁποῖοι τῆς Αἰγύπτου εὐθη‐
55νίας· καλοὶ γὰρ τῷ εἴδει καὶ ἐκλεκτοὶ ταῖς σαρξὶν ἦσαν οὓς εἶδεν ὁ Φαραώ· τοῦ δὲ δικαίου ἡ ποίμνη ψυ‐
χὰς ἀκεραίους, καὶ ἀγαθὰ καὶ λογικὰ πρόβατα ἐμπεριείληφε.53 in vol. 24

24

.

57

Τοῦ [δικαίου] μὲν διὰ τὸ φοβεῖσθαι τὸν Κύριον, μακάριοι οἱ υἱοὶ ὡσεὶ νεόφυτά εἰσιν ἐλαιῶν κύκλῳ τῆς τραπέζης αὐτοῦ· τῶν δὲ ἀλλοτρίων οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν. Κἀκείνῳ μὲν
5οὐκ εἰσὶ θυγατέρες· τούτοις δέ εἰσι κεκαλλωπισμέ‐ ναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ· κἀκείνῳ μὲν εἰσὶν υἱοὶ υἱῶν, τούτοις δὲ οὐχί· ἔτι ἐκείνῳ μὲν οὐκέτι ταμεῖον οὐδὲ ἀποθήκη· τούτων δὲ τὰ ταμεῖα πλήρη ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο· καὶ κατὰ
10τὸ Εὐαγγέλιον δὲ τοῖς τρεφομένοις ὑπὸ τοῦ οὐρανίου Πατρὸς πετεινοῖς τοῦ οὐρανοῦ οὐκέτι ταμεῖον οὐδὲ ἀποθήκη. Υἱοὶ οἱ αἱρετικοὶ λόγοι, καὶ τὰ νοήματα ὡς νεόφυτα, διὰ τὴν καινοτομίαν· θυγατέρες αἱ λέ‐ ξεις· κεκαλλωπισμέναι δὲ διὰ τὴν φράσιν, ναὸν οὖσαι
15τοῦ φρονήματος. Οὐκ ἔστι κατάπτωμα φραγμοῦ, κ.τ.λ. Καὶ ἐν τῷ Ἰὼβ εἴρηται· Διὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; καὶ τὰ ἐφεξῆς· πλὴν ἐπιφέρει· Οὐ μὴν καὶ ἀσεβῶν λύχνος σβεσθή‐
20σεται. Καὶ ἐν ἑβδομηκοστῷ δευτέρῳ ψαλμῷ λέγεται· Ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν, καὶ τὰ ἑξῆς· ὧν καὶ αὐτῶν ἡ λύσις ἐπάγε‐ ται ἐν τῷ, Πῶς ἐγένοντο εἰς ἐρήμωσιν; ἐξάπινα ἀπ‐ ώλοντο διὰ τὴν ἀβουλίαν αὐτῶν, ὡς ἐνύπνιον ἐξεγειρο‐
25μένων. ΨΑΛΜΟΣ ΡΜΔʹ. Οὔτε δι’ ὀργάνου τοῦ καλουμένου ψαλτηρίου λέλε‐ κται τὰ προκείμενα, οὔτε δι’ ᾠδῆς, καθ’ ἕτερον δὲ τρόπον, Αἴνεσις ἐπιγέγραπται.
30Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε. Ἀρχὴ παρ’ Ἑβραίοις τοῦ παρόντος στίχου τὸ βήθ. Διδάσκει δὲ ὅτι προσήκει ὥσπερ ὀφειλὴν ἑκά‐ στης ἡμέρας τῷ Θεῷ τὸν ὕμνον ἀποδιδόναι .. μηδε‐ μιᾶς ἡμέρας τῷ Θεῷ ὕμνον ὀλιγωρεῖν καὶ ἀπολιμ‐
35πάνεσθαι. Διανοίᾳ μὲν οὖν καὶ λογισμοῖς, καὶ αὐτῇ τοῦ ἐν ἡμῖν πνεύματος δυνάμει αὐτὸν τὸν Θεὸν ὑψοῦμεν καὶ εὐλογοῦμεν· χείλεσι δὲ καὶ θνητοῖς ῥή‐ μασι τοῦ Θεοῦ τὸ ὄνομα δοξάζομεν· Ἀεὶ σὲ, φησὶν, ὑμνῶν διατελῶ, καὶ οὐδεμίαν ἄμοιρον ἐάσω τῆς
40ὑμνῳδίας. Ἀντὶ δὲ τοῦ, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ὁ μὲν Ἀκύλας εἰσέτι, ὁ δὲ Σύμμαχος διηνεκῶς ἡρ‐ μήνευσαν. —Ἀκόλουθα δὲ πάντα τοῖς προλαβοῦσι· εἰπὼν γὰρ εὐλογήσω καὶ ὑψώσω, δείκνυσιν ὡς οὐδὲν αὐτῷ προστίθησιν ἡ παρ’ ἡμῶν εὐφημία· ἑαυ‐
45τοὺς δὲ λαμπρύνομεν, αἶνον δὲ εἰς τὸν αἶνον προσ‐ άγοντες. Καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. Διὰ τούτων διδάσκει τοῦ Θεοῦ τὰς ἀρετὰς, ὅσαι εἰς ἡμᾶς διήκουσιν, ἀφ’ ὧν αὐτὸν καὶ γνωρίζομεν·

24

.

57

(50)

τὰς γὰρ ὑπὲρ ἡμᾶς ἀθεωρήτους ἡμῖν οὔσας καὶ ἀκα‐ ταλήπτους, οὐχ οἷόν τέ ἐστι θνητῇ φύσει περιλαβεῖν. Ἀεὶ δὲ εἰς ἡμᾶς φθάνουσαι τοῦ Θεοῦ ἀρεταὶ, ἀφ’
ὧν αὐτὸν γινώσκομεν, αἱ φωναί εἰσιν αὗται.55 in vol. 24

24

.

60

Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, καὶ τὰ ἀκόλουθα. Μὴ γὰρ ὄντας ἡμᾶς, μηδὲ ὑφεστῶτας, παρήγαγεν εἰς φῶς· εἶτα πολλὰ δρῶντας κακὰ καὶ καταφρονη‐ τικῶς ἔχοντας αὐτοὺς οὐ μετέρχεται κατ’ ἀξίαν·
5ἐμ.. δὲ ἐλεεῖ, ἀλλὰ καὶ μακροθυμεῖ προσκαλούμενος ἡμᾶς εἰς μετάνοιαν, διὰ τὸ μὴ βούλεσθαι τὸν θάνα‐ τον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ· οὐ μόνον δὲ περὶ τοὺς οἰκείους τοῦτό ἐστιν, ἀλλὰ καὶ περὶ πάντας ἁπαξαπλῶς, ἐπεὶ καὶ χρηστός ἐστι
10τοῖς σύμπασιν. Καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Ἐπειδὴ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. ἀκολούθως λέλεκται· Ἐξομολογησάσθωσάν σοι πάντα τὰ ἔργα σου· προσοφείλεται αὐτῷ ὡς
15καὶ αὐτὰ τὰ νομιζόμενα εἶναι ἄψυχα, φωνὴν ἀφιέντα μονονουχὶ εὐχαριστεῖν καὶ ἐξομολογεῖσθαι τῷ ποι‐ ήσαντι αὐτά. Μετέχει γὰρ τῆς αὐτοῦ σοφίας ἕκαστον αὐτοῦ τῶν ἔργων ποικίλως κατεσκευασμένον, καὶ πανσόφως μετέχον τῆς δημιουργικῆς δυνάμεως·
20ἀφωρισμένως δὲ καὶ ἐξαιρέτως οἱ ὅσιοι αὐτοῦ τὸ μεῖζον τῆς ἐξομολογήσεως ἀποδιδόασι· δι’ ὧν γὰρ φρονοῦσι καὶ πράττουσι, τὴν βασιλείαν αὐτοῦ ἐροῦ‐ σιν, ἐμφανίζοντες προγευστικῶς, ὡς αὐτῷ στρατευ‐ σάμενοι δόξαν εἶναι τῆς βασιλείας αὐτοῦ· λαλήσουσι
25δὲ καὶ συμφυῆ δυναστείαν τῇ βασιλείᾳ, ὡς ἕκαστα τῶν κτισμάτων τεταγμένως αὐτῷ ὑποτέτακται· ὄντες φιλάνθρωποι οἱ τῆς πρὸς σὲ καὶ παρὰ σοῦ ὁσιότητος μεταποιούμενοι, ἀφθόνως ὧν ἔσχον ἀγαθῶν μεταδι‐ δόασι τοῖς τῶν ἀνθρώπων υἱοῖς διδασκαλικῶς· μό‐
30νων γὰρ τῶν τὴν ἀνθρωπίνην ζωὴν ὑπεραναβεβηκό‐ των διδάσκαλος καὶ καθηγητὴς ὁ Χριστὸς, τῶν ἔτι τυγχανόντων υἱῶν ἀνθρώπων διδασκάλων γινομένων ὑπὸ τῶν ὑπὸ Χριστοῦ πεπαιδευμένων· Παῦλος γοῦν ὁ μὴ παρὰ ἀνθρώπων, ἢ δι’ ἀνθρώπων, ἀλλὰ δι’ ἀπο‐
35καλύψεως Ἰησοῦ Χριστοῦ παραλαβὼν καὶ διδαχθεὶς τὸ Εὐαγγέλιον, διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ· ἀμέλει γοῦν καὶ αὐτὸς ὁ Σωτὴρ ἐκπέμπει τοὺς ἀπο‐ στόλους ἐπὶ τῷ μαθητεῦσαι πάντα τὰ ἔθνη, πρότερον παιδεύσας αὐτοὺς μὴ καλεῖν διδάσκαλον ἐπὶ τῆς γῆς·
40ἃ τοίνυν παρ’ αὐτοῦ μανθάνουσιν οἱ ὅσιοι, γνωρίζουσι τοῖς τῶν ἀνθρώπων υἱοῖς. Πιστὸς Κύριος ἐν τοῖς λόγοις αὐτοῦ. Πιστὸς δὲ ὁ Θεὸς οὐχ ὡς μετέχων πίστεως, ἀλλ’ ὡς ἀξιόπιστος εἴρηται· πάντα γὰρ ἃ λέγει γίνεται· κατὰ τὸ, Αὐτὸς εἶπεν· Οὐχὶ ποιήσει καὶ οὐχὶ ἐμ‐
45μενεῖ; λέγει δὲ καὶ τό· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρ‐ ελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Καὶ ὅσιος δὲ, ὡς ὁσιότητος μεταδιδοὺς τοῖς ἔργοις αὐτοῦ· ὥσπερ καὶ ἅγιος ἐν τοῖς μετέχουσι τῆς ἁγιό‐ τητος αὐτοῦ· καὶ σοφία ἐστὶν ὁ Σωτὴρ ἐν τοῖς κατ’

24

.

60

(50)

αὐτὸν σοφοῖς. Σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Φησὶ δὲ καὶ ὁ Εὐσέβιος, ὡς οὐ μόνον ἰατρός
ἐστιν ὁ Θεὸς τῶν πεπτωκότων, καὶ θεραπευτὴς τῶν57 in vol. 24

24

.

61

κατεῤῥαγμένων, ἀλλὰ καὶ τροφεὺς τῶν ἁπάντων· διὸ καὶ πάντων τῶν λογικῶν τε καὶ ἀλόγων ζώων οἱ ὀφθαλμοὶ ἄνω εἰς αὐτὸν ἀναβλέπουσι, καὶ φυσικαῖς τισι καὶ διδακταῖς ὁρμαῖς πρὸς αὐτὸν πάντων ἀφ‐
5ορώντων, αὐτὸς οἷα πατὴρ ἀγαθὸς τὰς τροφὰς τοῖς καιροῖς ἐπιτηδείως ἄλλοτε ἄλλας χορηγεῖ, τοῖς πᾶσιν τὴν χεῖρά τε τὴν δημιουργικὴν, τουτέστι τὴν δύνα‐ μιν, ἐξαπλῶν ἀφθόνως καὶ ἀνεπικωλύτως πᾶν ζῶον ἐμπίπλησι τῆς τῶν ὑπ’ αὐτοῦ δωρουμένων ἀπολαύ‐
10σεως. Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Εἶτα ἐπειδὴ ὀλίγων ἐστὶ τὸ δύνασθαι ἐπιστημόνως αὐτὸν ἐπικαλεῖσθαι, καὶ καταξιοῦσθαι αὐτοῦ τῆς
15ἀκοῆς, ἐπιφέρει ἀναγκαίως ἐπαναλαβὼν τὸν λόγον καὶ φησὶν ὅτι οὐ πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν, ἀλλὰ μόνοις τοῖς ἐν ἀληθείᾳ τοῦτο πράττουσιν ἐπι‐ τυγχάνει· τῶν γὰρ μὴ τοιούτων μακρὰν ἀφέστη‐ κεν· οἷς καὶ φησίν· Αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν
20ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν· περὶ τούτων δὲ καὶ ἀλ‐ λαχοῦ λέλεκται· Διότι οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. Πᾶσι μὲν οὖν ἐγγὺς κατὰ πρόνοιαν, κατὰ σχέσιν δὲ τοῖς σὺν ἐπιστήμῃ καλοῦ‐ σι· τοῦτο γὰρ τὸ, ἐν ἀληθείᾳ. —Μετὰ τὴν κοινὴν
25δὲ πρόνοιαν ἐξαίρετον τὴν περὶ τῶν πιστῶν ἐπενή‐ νοχε, τὸ τοιούτων ἐγγὺς εἶναι, καὶ μειζόνως αὐτῶν προνοεῖσθαι. Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐ‐ λογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
30 Τέως μὲν αἰνῶν οὐ διαλείψω Θεόν. Εὔχομαι δὲ καὶ θᾶττον ἀποβῆναι τὴν λέγουσαν προφητείαν· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καί· Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον· ἔσται δὲ τοῦτο ἡνίκα τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, ὅτε καὶ πᾶν
35γένος ἀνθρώπων σωθήσεται· στόμα δὲ λέγει τὸ νοητὸν, περὶ οὗ καὶ ἀλλαχοῦ· Πᾶσα σὰρξ εὐλογοῦσα τὸ ὄνομα Κυρίου ἔσται, δηλονότι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ὀψομένη τὸ σωτήριον τοῦ Θεοῦ, καὶ οὐκ οὖσα ὡς χόρτος.
40ΨΑΛΜΟΣ ΡΜΕʹ. Τὸ ἀλληλούϊα αἶνον Κυρίου σημαίνει· οὕτως γὰρ ἑρμηνεύεται ἡ λέξις· ἔστιν οὖν καὶ τὸ προκείμενον, αἶνος· διὸ δὴ ἀρχόμενός φησιν ὁ λόγος· Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον, ἤτοι τοῦ πνεύματος τῇ ψυχῇ
45παρακελευομένου, ἢ αὐτῆς ἑαυτῇ· εἶθ’ ὑπακούσασα τῷ προστάγματι, προθύμως ἀποκρίνεται λέγουσα· Αἰνέσω Κύριον ἐν ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Εἰ δὲ ἀθάνατός ἐστιν ἡ ψυχὴ, ἀεί τε ζῇ καὶ ὑπάρχει καὶ μετὰ τὴν τοῦ σώματος ἀπαλλαγὴν δυ‐

24

.

61

(50)

ναμένη, φησίν· Ὡς ἄρα οὐδὲ πώποτε παύσομαι αἰ‐ νοῦσα τὸν Κύριον, ἀλλ’ εἰς μακροὺς αἰῶνας, καὶ πάντα τὸν τῆς ἀθανάτου ζωῆς μου βίον, οὐδὲν ἕτερον πράττουσα τοῦ αἰνεῖν τὸν Κύριον διατελέσω. Ὡς ψυ‐ χῆς δὲ ἀκουστέον λεγούσης τὸ, ἕως ὑπάρχω, οὐχ ὡς
55μελλούσης μετ’ αὐτὰ μὴ ὑπάρχειν, ἀλλ’ εἰς ἄπειρον τὸν τῆς ὑπάρξεως αὐτῆς χρόνον αἰνέσειν ἐπαγ‐
γελλομένης τὸν Κύριον.59 in vol. 24

24

.

64

Μὴ πεποίθατε ἐπ’ ἄρχοντας Ὅμοιον τῷ, Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ’ ἄνθρωπον· ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύ‐ ριον, ἢ ἐλπίζειν ἐπ’ ἄρχοντας· τοῦτο δὲ παρίστησι
5διὰ συλλογισμοῦ· εἰ γὰρ αὐτοὶ, φησὶν, ἑαυτοῖς περι‐ ποιήσασθαι σωτηρίαν οὐχ οἷοί τέ εἰσι, τίς ἂν γένοιτο ἀπὸ τῶν τοιούτων ὠφέλεια· οὐδὲ γὰρ δύνανται ἑαυ‐ τοὺς ἐξελέσθαι τοῦ θανάτου μετὰ τὸ τέλος· τὸ μὲν γὰρ τοῦ θνήσκοντος ἐξελεύσεται πνεῦμα, ἔνθα
10ἂν ἀπάγῃ ὁ ἀπάγων· ὁ δὲ λοιπὸς ἄνθρωπος ἀποστρέ‐ ψει εἰς τὴν γῆν αὐτοῦ, νόμον φύσεως πληρῶν ὃν ἐπ‐ έσκηψεν ἀρχῆθεν ὁ Θεὸς τῷ Ἀδὰμ εἰπών· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσει· οὗ λεγόμενον, Οἱ λογισμοὶ πάντες οὓς ἔτι περιὼν τῷ βίῳ συνήγαγε παρ’ ἑαυτῷ
15διανοούμενος, καὶ ὥσπερ τις αἰώνιος συνάγων καὶ θησαυρίζων ἐπὶ γῆς, ποιήσειν τε τὰ δεινὰ ἐπαγγελ‐ λόμενος, καὶ πάλιν ἑτέροις ἀπειλῶν, ὑπὸ μίαν ὥραν σβεσθήσονται, καὶ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν, δηλαδὴ τῶν ἀρχόντων τῶν παρὰ πολλοῖς θαυ‐
20μαζομένων. Λέγοι δ’ ἂν καὶ ἄρχοντας τούτου τοῦ αἰῶνος· μεταπτωτὴν γὰρ καὶ οὗτοι ἔχουσι τὴν ἀρ‐ χήν· ὁ δὲ Σωτὴρ μόνος αἴτιος σωτηρίας, ὁ λέγων· Σώζων οὐκέτι πάρεξ ἐμοῦ· εἰ τοίνυν ἐξ αὐτοῦ καὶ οὐκ οἴκοθεν σώζονται, πῶς ἑτέρους σώζειν δυνήσον‐
25ται; Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα. Τῶν λόγων αὐτοῦ, ὧν ἐν ταῖς Γραφαῖς ἐπηγγεί‐ λατο, πιστούμενος τὴν ἀλήθειαν· ἐκδικήσειν γὰρ ἐπηγγείλατο τοὺς κατὰ τὸν παρόντα βίον ἀδικουμέ‐
30νους, ἐν καιρῷ τῷ τῆς κρίσεως· καὶ ἄλλη ἐπαγγελία, τό· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες, ὅτι αὐτοὶ χορτασθήσονται, ὑμεῖς δὲ πεινάσετε· ἀλλὰ καὶ αἰ‐ σθητῶς τροφὴν ἐν ἐρήμῳ τοῖς πεινῶσι τὸ μάννα παρέσχε, καὶ πέντε χιλιάδας διέθρεψε, καὶ διὰ κο‐
35ράκων Ἠλίαν, καὶ δι’ Ἀμβακοὺμ τοῦ προφήτου τὸν Δανιήλ· ἐποίησε δὲ κρίμα τοῖς ἀδικουμένοις Ἰωσὴφ καὶ Σωσάννῃ, τῷ μὲν ὑπὸ τῆς Αἰγυπτίας, τῇ δὲ ὑπὸ τῶν κριτῶν Ἰσραὴλ, καὶ τῷ Δαυῒδ ὑπὸ Σαούλ. Καὶ πλήρη τῶν τοιούτων τὰ θεῖα συγγράμματα
40Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυ‐ φλούς. Πεπεδημένους λύει, ἄφεσιν ἁμαρτιῶν διδοὺς ταῖς σειραῖς τῶν ἰδίων ἁμαρτημάτων κατεσφιγμένοις. Ἔοικε δὲ διὰ τούτων αἰνίττεσθαι τὴν τῶν ἐθνῶν κλῆ‐
45σιν, καὶ τοῦ Κυρίου τὴν εἰς ἀνθρώπους παρουσίαν, τήν τε δι’ αὐτῆς ἅπασι γενησομένην θεραπείαν. Τοῦτο δὲ νοεῖν μοι ἐπῆλθεν εἰς μνήμην ἀναλαβόντι τὴν Ἡσαΐου περὶ τοῦ Σωτῆρος ἡμῶν πρόῤῥησιν, δι’ ἧς φησιν· Ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους,

24

.

64

(50)

εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξ‐ αγαγεῖν ἐκ δεσμῶν δεδεμένους. Οὕτω γὰρ καὶ ἐν‐ ταῦθα ὁ Κύριος λύει πεπεδημένους· εἴρηται δὲ καὶ τὸ, Ὁ Κύριος σοφοῖ τυφλούς· θαυμάσαι δ’ ἔστιν,
ὅπως καὶ τοῖς τὰ σώματα πηροῖς πλεῖόν τι συνέσεως61 in vol. 24

24

.

65

πάρεστι, τοῦ Θεοῦ σοφίσαντος αὐτοὺς ἀντὶ τῆς τῶν ὀφθαλμῶν στερήσεως. Ὀρφανὸν καὶ χήραν ἀναλήψεται. Αἱ ἀποβαλοῦσαι ψυχαὶ τὸν γενόμενον ἐν κακίᾳ πα‐
5τέρα αὐτῶν διάβολον, ἢ καὶ ἄνδρα, ὀρφαναὶ καὶ χῆραι ἀναλαμβανόμεναί εἰσι· τούτων ἀναληφθέντων, ἡ τῶν ἁμαρτωλῶν ὁδὸς οὐκ ἄλλη τῆς κακίας οὖσα ὑπὸ Θεοῦ ἀφανισθήσεται. Καὶ ταῦτα μὲν εἴρηνται ἀλλη‐ γορικώτερον. Χηρῶν δὲ λέγει οὐ τῶν τυχουσῶν,
10ἀλλὰ τῶν σὺν ἁγνείᾳ καὶ σεμνότητι διατελουσῶν, ὀρ‐ φανῶν δὲ, τοὺς θεοσεβείας ἕνεκα καταλιπόντας γε‐ νεάς. ΨΑΛΜΟΣ ΡΜϛʹ Ἐν τῷ παρόντι ψαλμῷ ἀντὶ τοῦ, αἰνεῖτε τὸν Κύ‐
15ριον, ὁ μὲν Σύμμαχος, ἀλληλούϊα, ὅτι ἀγαθὸν ᾠδὴ, εἴρηκεν, ἀνερμήνευτον φυλάξας τὴν Ἑβραίων λέξιν τὴν σημαίνουσαν τὸ, αἰνεῖτε τὸν Κύριον. Ὁμοίως δὲ καὶ ἡ πέμπτη ἔκδοσις, αἰνεῖτε τὸν ἰὰ, ἐξέδωκεν. Ὁ μὲν οὖν πρὸ τούτου ψαλμὸς μιᾷ ψυχῇ αἰνεῖν τὸν
20Κύριον παρακελεύεται· ἐνταῦθα δὲ πλήθεσι λέγεται τὸ, αἰνεῖτε τὸν Κύριον· ἐπειδὴ οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεὸς, εἰκότως πᾶν τὸ εἰς αὐτοῦ δόξαν ἀναφε‐ ρόμενον, καὶ εἰς αὐτοῦ τιμὴν πραττόμενον, ἀγαθὸν ἂν εἴη· ὥσπερ οὖν καὶ ἀγαθὸν ὁ ψαλμὸς ὡς ἂν εἰς
25ἀγαθὸν Θεὸν ἀναπεμπόμενος. Ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας, ἀγαθὸν ἐγκώμιον ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, ἀγα‐ θὸν ᾠδή. Οὐ μὴν ἀλλὰ καὶ ἡ αἴνεσις ἡ εἰς τὸν Θεὸν ἀναπεμπομένη παντός τε εὐώδους θυμιάματος καὶ πάσης ἡδονῆς ἡδίων αὐτῷ τυγχάνει· καὶ γὰρ ὡς ἀλη‐
30θῶς αἶνος Θεοῦ ἐκ λογικῆς καὶ καθαρᾶς ἀναπεμπό‐ μενος ψυχῆς προσφιλὴς ἂν εἴη αὐτῷ, καὶ ὡς ἂν εἴπερ τις ἡδύς· χαίρει γὰρ καὶ ἀποδέχεται τὸν τοιοῦ‐ τον τῆς ἀνθρωπίνης διανοίας καρπόν. Ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν.
35 Ἐπειδὴ Σωτῆρός ἐστι καὶ ἰατροῦ τὸ ἰάσασθαι καὶ καταδεσμεύειν τὰ συντετριμμένα, εἰκότως καὶ διὰ τούτων νοηθείη αὐτὸς ὢν ὁ Κύριος ὁ Σωτὴρ ἡμῶν, ὁ τοῦ Θεοῦ Λόγος, ὁ εἰπών· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες· οὐκ
40ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ψυχῶν δὲ ὢν ἰατρὸς, τοὺς τὴν καρδίαν συντετριμμένους, καὶ τῶν κατὰ φύσιν λογισμῶν πα‐ ρατετραμμένους, ἐκ τῆς νοητῆς αἰχμαλωσίας λυ‐ τρωσάμενος ἰάσεται. Ὁ μὲν Σύμμαχός φησιν, Ὁ ἰώ‐
45μενος τοὺς κεκλασμένους τὴν καρδίαν, καὶ ἐπι‐ δεσμῶν κατάγματα αὐτῶν, δηλονότι δεσμοὺς ὑπο‐ βάλλων λογικούς· οὕτω γοῦν ἐπέδησε τοῖς πνευμα‐ τικοῖς καὶ λογικοῖς δεσμοῖς τὸν ὑπὸ λῃστῶν τραυματισθέντα καὶ συντριβέντα ἐν τῷ καταβαίνειν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ.

24

.

65

(50)

Καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν. Ὁ ἀρι‐ θμῶν πλήθη ἄστρων, κ.τ.λ. Μετὰ τὸ ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρ‐ δίαν, καὶ δῆσαι τὰ συντρίμματα αὐτῶν, ἐπανάγων εἰς τὴν φυσικὴν ὑγείαν τοὺς πάλαι νενοσηκότας,
55φωστῆράς τε αὐτοὺς ἀπεργασάμενος, ἀξίους τοῦ παρ’ αὐτοῦ ἀριθμοῦ καθίστησι. Συνήθως ὁ λόγος συμ‐
πλέκει τό τε περὶ σωτηρίας ἀνθρώπων, καὶ τὰ περὶ63 in vol. 24

24

.

68

τῆς καθόλου Προνοίας, δεικνὺς, ὡς οὐ μόνον κήδεται τῶν τοῦ κόσμου μερῶν, ἀλλὰ καὶ τῶν ἀνθρωπίνων δογμάτων· καὶ μόνος ἀριθμὸν ἄστρων οἶδε, καὶ θέ‐ σεις, καὶ τὰς αἰτίας, μεγέθη τε καὶ ἀποστήματα,
5δυνάμεις τε καὶ ἐνεργείας, ἑκάστῳ πρόσφορον ὄνομα τίθησιν. Ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει. Ὁ Σύμμαχος, Καταλέξατε τῷ Κυρίῳ ἐξομολό‐ γησιν, μελῳδήσατε τῷ Θεῷ ἡμῶν διὰ λύρας.
10Ἀκύλας, Καταλέξατε τῷ Κυρίῳ ἐν εὐχαριστίᾳ, μελῳδήσατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ. Οἱ προστάτ‐ τοντες ἑτέροις ἐξομολογεῖσθαι καὶ ψάλλειν, ἕτεροι ἂν εἶεν τῶν προσταττομένων· χορὸς τοίνυν προφητικὸς διὰ τούτων καὶ ἀποστολικὸς ἐπὶ τὸν αὐτὸν Θεὸν τοὺς
15μὴ ὄντας ἐξ αὐτῶν ἀνακαλεῖται, τοὺς ἀπὸ τῶν ἐθνῶν δηλονότι, λέγοντες· Ψάλατε τῷ Θεῷ ἡμῶν. Προσ‐ τάττει δὲ ὁ λόγος διανοίᾳ μὲν καὶ λογισμοῖς ψυχῆς ἐξομολογεῖσθαι, ἔργοις δὲ τοῖς διὰ τοῦ σώματος ὥσπερ διὰ κιθάρας ἐνεργουμένης ψάλλειν αὐτῷ·
20συνήθως δὲ τὸ σῶμα ψαλτήριον καὶ κιθάραν ὠνόμα‐ σεν, ἅτε εὐρύθμως καὶ μεθ’ ἁρμονίας σοφῆς συγκεί‐ μενον· ἐν τούτῳ γὰρ ὁ νοῦς ἀνακρουόμενος διὰ τῶν κατ’ ἀρετὴν πράξεων τὴν ἔνθεον καὶ πνευματικὴν μελῳδίαν ἀναπέμπει τῷ Θεῷ.
25Διδόντι τροφὴν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. Ἦλθε δέ τις εἰς ἡμᾶς φυσικὸς λόγος, ὡς μὴ τρε‐ φομένων νεοττῶν τῶν κοράκων ὑπὸ τῶν γεννησάντων, ὁμοίως τοῖς τῶν ἄλλων ὀρνέων νεοττοῖς· καταλείπε‐
30σθαι μὲν γὰρ τῶν κοράκων φασὶ τοὺς νεοττοὺς ὑπὸ τῶν γεγεννηκότων, τρέφεσθαι δὲ ἄλλῳ παραδόξῳ τοῦ Θεοῦ δυνάμει· μηκέτι γὰρ αὐτοῖς πλησιαζόντων γεγεννηκότων, κεχηνέναι τὸ στόμα τροφῆς ἐνδείᾳ, καὶ ἐοικέναι ἐπικαλουμένοις τὸν Θεὸν, φυσικῇ τινι
35ἐνεργείᾳ τὴν τροφὴν αἰτοῦντας παρὰ τοῦ τὸ εἶναι αὐ‐ τοῖς δεδωρημένου· οὕτω δὲ φέρεσθαι αὐτοῖς τινα ἐξ ἀέρος τροφὴν κατὰ τοῦ στόματος ὑπό τινος αὔρας συνωθουμένην. ΨΑΛΜΟΣ ΡΜΖʹ.
40Ὁ ἀπαγγέλλων τὸν λόγον αὑτοῦ τῷ Ἰακώβ. Φησὶ δὲ καὶ ὁ Εὐσέβιος. Σφόδρα δὲ ἀπηκριβω‐ μένως μοι δοκεῖ ἡ παροῦσα λέξις διδάσκειν, Ὁ ἀπαγ‐ γέλλων τὸν λόγον αὑτοῦ τῷ Ἰακώβ· οὐ γὰρ εἴρη‐ κεν, ὁ ἀποστέλλων,ὁ ἀποστείλας. Ἄλλο δή‐
45που ἐστὶν ἀπαγγεῖλαι, καὶ ἄλλο τὸ ἀποστεῖλαι ἢ ἀπο‐ στέλλεσθαι· τὸ μὲν γὰρ προμηνύει τὸ μέλλον καὶ προλέγει· τὸ δὲ παρουσίαν σημαίνει, καὶ τὸν ἀπο‐ σταλέντα δι’ ἑαυτοῦ κηρύττειν· ὥστε τὴν μὲν ἀπαγ‐ γελίαν καὶ τὴν πρόῤῥησιν τοῦ μέλλοντος, γεγενῆσθαι

24

.

68

(50)

παρὰ μόνῳ τῷ Ἰσραὴλ, τὴν δὲ ἀποστολὴν οὐκ ἂν ἐκείνῳ μόνῳ, ἀλλὰ καὶ πᾶσι τοῖς λοιποῖς ἔθνεσιν. Ἀλλ’ ἴσως εἴποι τις ἄν· Καὶ μὴ δηλώσας τοῖς λοιποῖς ἀνθρώποις, πῶς αὐτοὺς κολάζει, καὶ τοὺς πρὸ τοῦ νόμου καὶ τοὺς ἁπανταχοῦ τῆς οἰκουμένης ἁμαρτά‐
55νοντας; Καὶ φαμέν· Τούτους μὲν κρίνει ἀπὸ τοῦ φυ‐
σικοῦ νόμου καὶ τοῦ ἐν ἡμῖν, τοὺς δὲ Ἰσραηλίτας65 in vol. 24

24

.

69

καὶ ἀπὸ τούτου καὶ ἀπὸ τοῦ γραπτοῦ, ὥστε ἡ πολλὴ εὐεργεσία πλείονος αὐτοῖς κατακρίσεως ὑπό‐ θεσις γίνεται ῥερᾳθυμηκόσι· διὰ τοῦτο καὶ αὐτὸς οὐκ εἶπεν, ὅτι οὐκ ἐποίησε παντὶ ἔθνει, ἀλλ’ οὕτως
5οὐκ ἐποίησε· τουτέστιν οὐ πλάκας ἔπεμψεν, οὐ γράμ‐ ματα τὰ ἐπὶ τοῦ Σινέου ὄρους, ἀλλὰ τοῖς Ἰου‐ δαίοις ἐκ περιουσίας. ΨΑΛΜΟΣ ΡΜΗʹ. Ἐν μὲν τῷ ρμεʹ ψαλμῷ μία καθ’ ἑαυτὴν ἡ ψυχὴ
10τὸν Κύριον αἰνεῖν ἐκελεύετο, φάσκοντος τοῦ λόγου, Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον. Ἐν δὲ τῷ μετ’ αὐτὸν πλῆθος ἐπὶ τὸν αἶνον ἐκάλει διὰ τοῦ, Αἰτεῖτε Κύριον, ὅτι ἀγαθὸν ψαλμός· ἐπὶ δὲ τοῦ ἑξῆς αὐτὴ Ἱερουσαλὴμ τοῦτο πράττειν προσετάττετο ἐν τῷ,
15Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον. Ἀκολούθως οὖν ἐκείνοις ὁ προκείμενος αἶνος ἐπιτείνει τὸ παράγ‐ γελμα, μετὰ τὴν μερικὴν παρακέλευσιν αὖξον τὸ πρόσταγμα· ἀθρόως τε ὁμοῦ τὴν γενητὴν ἅπασαν κτίσιν τήν τε ὁρωμένην καὶ τὴν ἀόρατον ἐπὶ τὸν αἶ‐
20νον τοῦ Θεοῦ παρορμᾷ· κατὰ μὲν τὴν ἀρχὴν τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐν τοῖς ὑψίστοις ἀνακαλούμενος· προϊὼν δὲ τὰ ἐπὶ τῆς γῆς καὶ τὰ ἐν ταῖς ἀβύσσοις, οὐχ ὡς πάντων ψυχῆς καὶ λόγου μετεχόντων, ἀλλ’ εἰς ταῦτα τοὺς λόγου μετειληχότας ἀποβλέπειν κε‐
25λεύει, καὶ τὴν τούτοις γενομένην σοφίαν καταμαν‐ θάνοντας, τὸν Ποιητὴν ἀνυμνεῖν. Καὶ πᾶσαι ἄβυσσοι. Ἕτερος ἀβύσσους τὴν τῶν καταχθονίων ἔφησε χώραν, κατὰ Παῦλον εἰπόντα· Μὴ εἴπῃς, Τίς κατα‐
30βήσεται εἰς τὴν ἄβυσσον, τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν; καὶ ἐν Ἰὼβ, Ἐν δὲ, φησὶν, ἴχνεσιν ἀβύσσου περιεπάτησας; Μήποτε δὲ καὶ τοῦτο πλῆθος ὑδάτων δηλοῖ καθ’ οὗ περιεπάτησε Κύ‐ ριος; ὡς ἀφ’ ἑτέρας ἀρχῆς εἶναι τὸ, Ἀνοίγονται δέ
35σοι φόβῳ πύλαι θανάτου;
37ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, κ.τ.λ. Τοῦ καινοῦ ᾄσματος ... τῇ τῶν ὁσίων Ἐκκλησίᾳ ᾀδομένου, δηλαδὴ τῆς τοῦ Σωτῆρος ἡμῶν Καινῆς
40Διαθήκης .. παλαιῷ προσέχων Ἰσραὴλ τῷ διὰ Μωϋ‐ σέως· τὸ καινὸν δὲ τοῦτο παράδειγμα .. εὐφραινέσθω· αὐτὸς γὰρ ἦν ὁ τοῦ Θεοῦ Λόγος ὁ χρηματίσας τῷ Μωϋσεῖ, καὶ τὸν Ἰσραὴλ ἐξαγαγὼν ἐκ τῆς Αἰγύ‐ πτου, ποιήσας τε αὐτὸν ἑαυτοῦ λαόν. Τοῖς μὲν
45οὖν υἱοῖς Σιὼν χαίρειν καὶ ἀγαλλιᾷν πρώτοις παρα‐ κελεύεται ἐπὶ τῷ βασιλεῖ αὐτῶν· αὐτὸς δὲ ἦν ..τὸς πάλιν ὁ τοῦ Θεοῦ Λόγος, πάλαι μὲν αὐτῶν βασιλεὺς ὢν, ὕστερον δὲ παραιτηθεὶς [ὑπ’ αὐ]τῶν· διὸ πρὸς τὸν προφήτην Σαμουήλ φησιν· Οὐ σὲ ἐξουθενή‐

24

.

69

(50)

κασιν, ἀλλ’ ἐμὲ .. μὴ βασιλεύειν ἐπ’ αὐτῶν. Ἐπεὶ δὲ μὴ ὑπήκουσαν τῇ κλήσει, εἰκότως τῆς χά‐ ριτος τῆς εὐφροσύνης ἑαυτοὺς ἐστέρησαν· τά γε
μὴν ἔθνη τὸν ἐκείνοις πρώτοις κατηγγελμένον βασι‐67 in vol. 24

24

.

72

λέα ἐπιγνόντα κατεδέξαντο· διόπερ ἡ κατὰ Θεὸν εὐ‐ φροσύνη καὶ ἀγαλλίασις μετῆλθεν ἐπ’ αὐτά· ὅθεν τὰ μὲν καθ’ ὅλης τῆς οἰκουμένης ἔθνη ταῖς ἑαυτῶν Ἐκ‐ κλησίαις αἰνοῦσι τὸ ὄνομα αὐτοῦ τοῦ βασιλέως ἑαυ‐
5τῶν, ἐν χορῷ τοῦ Θεοῦ Λόγου τὸ ὄνομα Ἰησοῦν Χρι‐ στὸν μετὰ χορείας δοξάζοντες ἀλλὰ καὶ ὁ καθεὶς παρ’ ἑαυτῷ ..νων δ’ ἔργων ἀγαθῶν, καὶ διὰ τῶν τοῦ σώ‐ ματος πράξεων τὰ συντελοῦντα εἰς ὕμνον καὶ δοξο‐ λογίαν τοῦ Θεοῦ διαπράττεται. Εἰκότως τοῦτο αὐτὸ
10προλαβὼν ὁ λόγος προστάττει φάσκων· Ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ· τύμπανον μὲν τὸ σῶμα προσαγορεύων, ψαλτήριον δὲ τὸ πνεῦμα .. νε‐ κρώσαντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ τὴν Ἰη‐ σοῦ νέκρωσιν ἐν τῷ σώματι περιφέροντες· οἱ ἀγαλλιώμενοι ἐπὶ τῷ βασιλεῖ αὐτῶν ἅμα τῷ εὐφραι‐
15νομένῳ .. ποιήσαντι αὐτὸν, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψάλλουσιν. ΨΑΛΜΟΣ ΡΜΘʹ. Ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Ἄλλως δὲ τὸν θάνατον τῶν ὁσίων ᾐνίξατο διὰ τῶν κοιτῶν. Κοίμησιν γὰρ εἴωθε καλεῖν αὐτὸν ἡ Γραφὴ,
20λέγοντος καὶ Παύλου· Περὶ δὲ τῶν κοιμωμένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί· καὶ ἡ Παλαιὰ δέ φησιν· Ἐκοιμήθη Δαυῒδ μετὰ τῶν πατέρων αὐτοῦ. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν λάρυγγι αὐτῶν, καὶ ῥομ‐ φαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.
25 Παραδόξως δὲ Ἀκύλας τὴν ἀποδοθεῖσαν διάνοιαν παρέστησε, δουλεύσας τῇ τῶν Ἑβραίων φωνῇ εἰπών· Μάχαιρα στομάτων ἐν χειρὶ αὐτῶν. Ἀλλὰ καὶ περὶ τῶν τοιούτοις ἐναντίων εἴρηταί που· Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ
30ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα, φονευόντων τοὺς ὑπ’ αὐτῶν ἡλωκότας. Οἰκείως δὲ τὴν μὲν μάχαιραν τῶν στομάτων ἐν ταῖς πράξεσιν ἐνεργεῖν ὁ λόγος παρ‐ έστησε, τὰς δὲ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ στόματι αὐτῶν, φωνῇ γὰρ ἐχρῶντο ἐπὶ διδασκαλίᾳ τοῦ λόγου,
35παρὰ τοῖς ἀκούειν δυναμένοις ἀνυψοῦντες τὸν ὕμνον· ταῖς δὲ πράξεσιν ἰσχὺν εἶχον καθαιρετικὴν πάσης ἀντικειμένης δυνάμεως. Χεῖρας μὲν αὐτῶν τὰς πρά‐ ξεις φησὶν, ἤτοι ἢν μετεχειρίζοντο πραγματείαν. Αὕτη δὲ ἦν ὁ εὐαγγελικὸς λόγος, ὃς καὶ ῥομφαία ὠνο‐
40μάσθη, ἐκδιώκουσα τὰς τῶν πονηρῶν καὶ ἀκαθάρτων πνευμάτων ἀγέλας· ποιεῖν τε τὴν ἐκδίκησιν τῶν ἠδικημένων ἐθνῶν, καὶ ἐλέγχειν τοῦ λαοῦ τὴν εἰδω‐ λολατρείαν. Τοῦ δεῖσθαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, κ.τ.λ.
45 Ἐπειδὴ οὐκ ἄλλως ἦν ὑπεξαγαγεῖν καὶ ἐλευθερῶ‐ σαι τοὺς πάλαι τοῖς δαίμοσι δεδουλωμένους ἢ καθ‐ υποτάξαντας πρότερον καὶ καταδήσαντας τοὺς ἄρχον‐ τας αὐτῶν, εἰκότως ἐπιλέλεκται ταῦτα. Νοήσεις δὲ καὶ τοῦτο ἀπὸ τῆς σωτηρίου φωνῆς, δι’ ἧς εἴρηται·

24

.

72

(50)

Πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυ‐
ροῦ καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον69 in vol. 24

24

.

73

δησῇ τὸν ἰσχυρὸν, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρ‐ πάσει; Εὐχαὶ τοίνυν ἀποστολικαὶ καὶ λόγοι τε αὐτῶν καὶ διδασκαλίαι καὶ βίος ὁ τούτοις κατάλληλος, αἵ τε κατὰ δαιμόνων ἐνεργοῦσαι πράξεις, δεσμοὺς ἐν‐
5εποίουν ταῖς ἀντικειμέναις δυνάμεσιν· καὶ τούτων μάλιστα ταῖς μείζοσι καὶ ἀρχοντικαῖς· ὧν τὰς κατὰ τῶν ἐθνῶν ἐνεργείας τοῖς ἑαυτῶν λόγοις, καὶ ταῖς ἑαυτῶν εὐχαῖς καταδήσαντες οἱ τοῦ Σωτῆρος ἀπό‐ στολοι, ὑπὲρ πάσας τὰς ἐκ σιδήρου πεποιημένας χει‐
10ροπέδας τὴν δύναμιν αὐτῶν, δι’ ἧς περιέτρεχον ὧδε κἀκεῖσε, τὰ ἔθνη πάντα χειρούμενοι, τῷ ἑαυτῶν ἐπ‐ ηγάγοντο βασιλεῖ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Παραλαβόντες δὲ τὰ ἔθνη εἰς μαθητείαν, τὸν περὶ
15τῆς κρίσεως αὐτοῖς παρεδίδοσαν λόγον, ἔγγραφον κα‐ ταλιπόντες τὸ δόγμα, ὥστε ἔχειν διὰ παντὸς εἰς ἀνά‐ γνωσιν, τὴν μνήμην τῶν ἐγγεγραμμένων ποιεῖ‐ σθαι. Μετὰ ταῦτα σφόδρα ἀκολούθως ἐπήγαγεν· Δόξα αὕτη ἐστὶν πᾶσι τοῖς ὁσίοις αὐτοῦ· ἑκάστῳ
20γὰρ τῶν ὁσίων τῶν ἀποδεδομένων ἡμῖν δι’ ... αὐτῶν κατορθοῦται ἡ δόξα, οἷον ὡς ἐπὶ παραδείγματος Παύ‐ λου δρ ... λέγειν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷ‐ μα καὶ σάρκα, ἀλλὰ πρὸς τοὺς ἄρχοντας ἐξου‐ σίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τού‐
25του· δόξα δὲ η ... ου καὶ λαοὶ, οὓς ἐλευθερώσας ἀπὸ τῆς δαιμονικῆς πλάνης, τῷ Χριστοῦ λόγῳ προσηγά‐ γετο, ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυ‐ ρικοῦ Ἐκκλησίαν συστησάμενος. Δόξα δὲ αὐτοῦ ἦν καὶ τὰ εἰσέτι καὶ νῦν παραδεδομένα ἐν ταῖς Ἐκκλη‐
30σίαις ἔγγραφα αὐτοῦ ἀναγνώσματα· ἐν οἷς τὸ κρῖμα τοῦ Θεοῦ τὸ περὶ τῆς δαιμονικῆς καθαιρέσεως περί τε τῆς ἐλευθερίας τῶν ἀνθρωπίνων ψυχῶν ἐγγράφως καταβέβληται· οὕτω δὲ καὶ Πέτρου καὶ Ἰωάννου καὶ τῶν λοιπῶν ἀποστόλων.
35ΨΑΛΜΟΣ ΡΝʹ. Πρόσαπτε δὲ τὸν νοῦν ἐπιστῆσαι, ὡς ὁ μὲν πρῶτος τῆς ὅλης βίβλου ψαλμὸς ὄλεθρον ἀσεβῶν ἐθέσπιζεν, ἐμακάριζέν τε ἕνα τινὰ καὶ ὡς ἂν σπάνιον τὸν δυνά‐ μενον τῶν ἀσεβῶν βίον διαφυγεῖν. Ὁ δέ γε πάντων
40τελευταῖος πᾶσαν πνοὴν προσάγει τῇ ὑμνολογίᾳ τοῦ
Θεοῦ. Πλὴν εἰ καὶ πᾶσαν πνοὴν ὁ παρὼν λόγος71 in vol. 24

24

.

76

ἐπὶ τὴν ὑμνολογίαν ἀνακαλεῖ, ἀλλ’ ἐπεὶ μὴ τρόπος εἷς τῶν πάντων, μηδὲ [μία] διάθεσις, κατ’ ἀναλογίαν ἑκάστῳ ὄργανόν τι πρὸς τὸν ὕμνον ἐπιτήδειον ἀφο‐ ρίζει· ὁ μὲν γάρ τις ἐπαναβεβηκὼς τῇ ἀρετῇ κρειτ‐
5τόνως ὑπὲρ πάντας, τὸν αἶνον ἀποδίδωσιν ἐν ἤχῳ σάλπιγγος, ἐπειδὴ πάντων ὀργάνων μεγαλοφωνοτέρα ἡ σάλπιγξ, καὶ μείζονος καὶ κραταιοτέρας δυνάμεως δεῖ τοῖς αὐτῇ χρωμένοις· τοιοῦτοι ἦσαν οἱ ἱεροὶ τοῦ Σωτῆρος ἀπόστολοι, ὧν δὴ εἰς πᾶσαν τὴν γῆν ἐξῆλ‐
10θεν ὁ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, τῷ μεγαλοφώνῳ τοῦ εὐαγγελικοῦ κη‐ ρύγματος χρησαμένων ... ἀνθρώπων πληρωθῆναι τῆς φωνῆς αὐτῶν. Ἐπειδὴ μὴ πάντες οἷοί τέ εἰσι κατὰ τοὺς ἀποστόλους ἐν φωνῇ σάλπιγγος ὑμνεῖν τὸν Θεὸν,
15συγκαταβαίνει ὁ λόγος καὶ παρακελεύεται ἑτέροις μὲν ψαλτηρίῳ, ἑτέροις δὲ κιθάρᾳ, καὶ ... ἄλλοις ἐν τυμπάνοις ... τοῖς μὲν δι’ ἔργων, καὶ διὰ τῶν τοῦ σώματος πράξεων, τοῖς δὲ δι’ αὐτῆς ψυχῆς ... κινή‐ σεως εὐρύθμως καὶ ἐναρμονίως ... τοῦ Πνεύματος
20τοῦ κατοικοῦντος ... ἐπ’ ἂν λέγῃ· Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· τριῶν δὲ ὄντων τῶν ἐν ἡμῖν ... η ὁ λόγος. Αἰνεῖτε Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ. Ὁ μέν τοι Ἀκύλας ἐν ἡγιασμένῳ αὐτοῦ φησι· ὁ
25δὲ Σύμμαχος, ἐν τῷ ἁγίῳ αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ. Καὶ μή ποτε τῶν οὐ‐ ρανῶν καὶ τῶν ὑπὲρ τούτους ὑψίστων· ἕτερός ἐστιν ἅγιος τοῦ Θεοῦ, ὃν καταπλαγέντες καὶ δαίμονες ἔλε‐ γον· Οἴδαμέν σε τίς εἶ ὁ ἅγιος τοῦ Θεοῦ· ἐν ᾧ οἱ
30γενόμενοι, τὸν πρέποντα τοῖς ἄκρως τετελειωμένοις ὕμνον ἀναπέμψαι δυνήσονται. Τί γὰρ μακαριώτερον ἑνωθέντος αὐτῷ, καὶ δι’ αὐτοῦ τῷ Πατρί; Χρὴ δὲ καὶ εἰς τοὺς προφήτας καὶ ἀποστόλους καὶ μάρτυρας ἀφορῶντας, ἀνυμνεῖν αὐτῶν τὸν Θεὸν, τὸν τοιαύτην
35ἀνθρώποις ἀγαθῶν ἀνδρῶν φορὰν χαρισάμενον.
37Αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Ἕκαστον γὰρ αὐτοῦ δημιούργημα δεῖται πλείστης
40ὑμνολογίας· τῆς γὰρ μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας· οὐ λέγει δὲ ἀντίῤῥοπον αὐτοῖς ἀποδοῦναι τὸν ὕμνον· ἀδύνατον γάρ· ἀλλὰ τὸ κατὰ δύναμιν ἀπαιτεῖ,
ἐννοοῦντας τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.73 in vol. 24