TLG 2018 033 :: EUSEBIUS :: De vitis prophetarum (fragmenta)

EUSEBIUS Scr. Eccl. Theol., Filius Pamphili
(Caesariensis: A.D. 4)

De vitis prophetarum (fragmenta)

Citation: Volume — page — (line)

22

.

1261

(47)

Ἐκ τῶν Εὐσεβίου τοῦ Παμφίλου περὶ τῆς τοῦ βιβλίου τῶν προφητῶν ὀνομασίας καὶ ἀπὸ μέ‐ ρους τί περιέχει ἕκαστος.

22

.

1261

(50)

ΩΣΗΕ, Αʹ.
Γεγόνασι μὲν καὶ πρὸ τούτου προφῆται· ἐπὶ μὲν1261

22

.

1264

τοῦ Δαυῒδ, Σαμουὴλ καὶ Νάθαν, καὶ Γάδ· ἐπὶ δὲ τοῦ Ῥοβοὰμ καὶ Ἀβιὰ καὶ Ἀσὰ, Ἀχίας ὁ Σελωνίτης, καὶ Σαμαΐας, καὶ Ἀδδὼ, καὶ Ἀζαρίας, καὶ Ἀνανεί· ἐπὶ δὲ τοῦ Ἰωσαφὰθ καὶ τοῦ Ἀχαὰβ, Ἡλίας καὶ
5Ἐλισαῖος, καὶ ὁ προφητεύσας τῷ Ἀχαὰβ περὶ τῆς Συρίας, καὶ ὁ πατάξας ἑαυτὸν τραύματι, καὶ ἐλέγξας τὸν Ἀχαὰβ, καὶ Ἰοὺ ὁ τοῦ Ἀμεὶ, [nota in margine, Ἀνανὶ] καὶ Ὀζιὴλ, καὶ Ἐλιαδά· ἀλλ’ οὐ φέρεται τούτων ἴδια συγγράμματα· εἰ μὴ μόνον οἱ λόγοι
10αὐτῶν ἐν ταῖς Βασιλείαις καὶ ταῖς Παραλειπομέ‐ ναις. Ἐν δὲ τοῖς συγγράψασιν, ὧν καὶ τὰ συγγράμ‐ ματα φέρεται, πρῶτοι γεγόνασιν οὗτοι· Ὠσηὲ καὶ Ἡσαΐας. Ἐπὶ γὰρ τῶν αὐτῶν βασιλέων, τῶν τε Ἰούδα Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἀχὰς, καὶ Ἐζηκίου
15βασιλέων Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰώας βασιλέως Ἰσραὴλ ἐπροφήτευσαν. Ἐγένετο δὲ λόγος πρὸς αὐτὸν καὶ προφητεύει οὗτος ἐπὶ τοὺς ἱε‐ ρέας, καὶ ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον τοῦ βα‐ σιλέως, καὶ περὶ τῆς ἀπωλείας τῆς Σαμαρείας· καὶ
20ἐλέγξας, καὶ συγκλείσας αὐτοὺς εἰς ἀπειθίαν, σημαί‐ νει τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, δι’ ὧν ἔλαβε πόρνην γυναῖκα, ἣν καὶ λαβὼν ἐσωφρόνησεν, ἀνάγων αὐτὴν πρὸς ἑαυτόν. Προφητεύει δὲ καὶ περὶ τῆς τοῦ Σωτῆ‐ ρος παρουσίας.
25ΑΜΩΣ, Γʹ. Καὶ οὗτος συνεχρόνισε κατὰ τὴν ἀρχὴν τῷ Ὠσηὲ, καὶ τῷ Ἡσαΐᾳ, ἐπὶ Ὀζίου βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωὰς βασιλέως Ἰσραὴλ, γέ‐ γονε πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. Λόγους δὲ εἶδε, καὶ
30προφητεύει κατὰ τῆς Ἱερουσαλὴμ, καὶ κατὰ τοῦ Ἰσραὴλ, καὶ τῆς Σαμαρείας, καὶ κατὰ τῶν ἐθνῶν, Δαμασκοῦ, Γάζης, Ἀσκάλωνος, Ἀζώτου, Ἀκκάρων, Τύρου, Ἰδουμαίας, Θαμαᾶν [nota in margine, ἴς. Θαιμὰν], υἱῶν Ἀμμὼν, καὶ Μωάβ· καὶ οὕτως ἐλέγ‐
35χει, καὶ συγκλείει πάντας εἰς ἀπειθίαν. Ἀλλὰ καὶ Ἀμασίου τοῦ ἱερέως Βαιθὴλ διαβαλόντος αὐτὸν τῷ βασιλεῖ Ἱεροβοὰμ ὡς λέγοντα κατὰ τῆς Σαμαρείας, καὶ κατὰ τοῦ λαοῦ, αὐτὸς οὐδὲν ἧττον οὐκ ἐπαύσατο παῤῥησιαζόμενος, καὶ λέγων τὰ λόγια καὶ περὶ τῆς
40παρουσίας τοῦ Σωτῆρος. ΜΙΧΑΙΑΣ, ϛʹ. Δεύτερος μὲν τῶν προειρημένων γέγονεν. ὅτι μετὰ Ὀζίαν ἐπροφήτευσε. Συνεχρόνει δὲ αὐτοῖς. Ἐπεὶ καὶ αὐτὸς ἐπὶ Ἰωαθὰμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου ἤρξατο προ‐
45φητεύειν. Ἐγένετο δὲ ὁ λόγος πρὸς αὐτὸν τοῦ Κυρίου, καὶ προφητεύει ἐπὶ Ἱερουσαλὴμ, καὶ περὶ Σαμαρείας, καὶ ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαὸν, καὶ κατὰ τοῦ Ἀχαάβ. Προσημαίνει δὲ καὶ τὴν παρουσίαν τοῦ Σωτῆρος λέγων· Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφα‐

22

.

1264

(50)

νὲς ἔσται τὸ ὄρος τοῦ Κυρίου.
53ΙΩΗΛ, Βʹ. Λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν καὶ προφητεύει
55τοῖς πρεσβυτέροις καὶ πᾶσι τοῖς κατοικοῦσι τὴν γῆν, περὶ τῆς ἁλώσεως τῆς γῆς, καὶ τῶν ἐν αὐτῇ· προφη‐ τεύει δὲ καὶ περὶ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος τῆς εἰς πάντας γενησόμενος [lege γενησομένης] ὑπὸ
τοῦ Σωτῆρος. Κηρύττει δὲ καὶ περὶ νηστείας καὶ με‐1263

22

.

1265

τανοίας, καὶ περὶ τῆς τοῦ Σωτῆρος παρουσίας, καὶ τῶν ἐπὶ τοῦ σταυροῦ γενομένων σημείων. ΑΒΔΙΟΥ, Δʹ. Ὅρασιν ἀπαγγέλλει κατὰ τῆς Ἰδουμαίας, καὶ τοῦ
5τέλους αὐτῆς· καὶ κατὰ τῶν ἐθνῶν τῶν ἐμπαροινη‐ σάντων τῷ Ἰσραήλ. Ἀναλωθήσεσθαι γὰρ τὸν οἶκον Ἠσαῦ ὑπὸ τοῦ Ἰακὼβ προσημαίνει.
9ΙΩΝΑΣ, Εʹ.
10 Λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν ἀπελθεῖν εἰς Νινευὴ καὶ κηρῦξαι ἐν αὐτῇ, ὅτι ἔτι τρεῖς ἡμέραι καὶ καταστραφήσεται ἡ Νινευή. Ἀλλ’ Ἰωνᾶς φεύγων τὸ κήρυγμα, ἀνέβη εἰς τὸ πλοῖον. Χειμῶνός τε γενομένου ἐξεβλήθη, καὶ κατεπόθη ὑπὸ κήτου θαλασ‐
15σίου. Εἶτα μετὰ τρεῖς ἡμέρας ἐξέβαλε τὸ κῆτος τὸν Ἰωνὰν ζῶντα. Καὶ πάλιν ἐκ δευτέρας λόγος Κυρίου ἐγένετο πρὸς αὐτόν. Καὶ ἀπελθὼν ἐκήρυξεν εἰς τὴν Νινευὴ, ἐκεῖνοί τε ἀκούσαντες ἐμετανόησαν, καὶ παρ‐ ήγαγε Κύριος τὴν ὀργὴν ἀπ’ αὐτῶν. Τῆς μέντοι
20παρουσίας τοῦ Σωτῆρος σημεῖον αὐτὸς γέγονε, καὶ καταποθεὶς ὑπὸ τοῦ κήτους, καὶ ἐκβληθεὶς ἀβλαβής. ΝΑΟΥΜ Ο ΤΟΥ ΕΛΚΕΣΑΙΟΥ, Ζʹ. Λῆμμα περὶ τῆς ἀπωλείας Νινευῆ βιβλίον ὁράσεως. Προφητεύει καὶ κηρύττει μὲν καὶ περὶ ἑορ‐
25τῆς. Προσημαίνει δὲ ἐν αὐτῇ περὶ τοῦ Σωτῆρος, καὶ τὰ λοιπὰ πάντα κατὰ τῆς Νινευῆ, καὶ τοῦ τέλους αὐτῆς, καὶ τῶν ἐχθρῶν τοῦ Ἰσραὴλ παραγγέλλει. ΑΜΒΑΧΟΥΜ, Ηʹ. Λῆμμα καὶ αὐτὸς εἶδεν· προφητεύει δεόμενος μὲν περὶ
30τῆς ἁλώσεως τῆς Ἱερουσαλήμ. Προσημαίνων δὲ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος. Λέγει δὲ καὶ προφητεύει κατὰ τῶν καταφρονητῶν. Εἶτα μεταξὺ προσευχή ἐστι τοῦ προφήτου μετ’ ᾠδῆς. Καὶ τρία διαψάλματά ἐστιν ἐν τῇ λεγομένῃ ᾠδῇ ᾄδοντος αὐτοῦ περὶ τῆς παρουσίας
35τοῦ Σωτῆρος, καὶ τῆς κατὰ θανάτου νίκης.
37ΣΟΦΟΝΙΑΣ Ο ΤΟΥ ΧΟΥΣΕΙ, Θʹ. Οὗτος καὶ Ἱερεμίας συνεχρόνησαν ἀλλήλοις. Ἀμ‐ φότεροι γὰρ ἐπὶ τοῦ Ἰωσία βασιλέως Ἰούδα ἐπροφή‐
40τευσαν. Λόγος δὲ Κυρίου ἐγένετο πρὸς αὐτὸν, καὶ προφητεύει ἐν τῇ Ἱερουσαλὴμ, καὶ παντὶ Ἰούδᾳ· καὶ προλέγει περὶ ἡμέρας ἐσομένης μεγάλης, ὥστε ἐξαρ‐ θῆναι πάντα τὰ εἴδωλα, καὶ τὰ ἄλση, καὶ πολὺν θρῆ‐ νον καὶ κοπετὸν γίγνεσθαι. Προφητεύει δὲ καὶ περὶ
45τοῦ Σωτῆρος, καὶ τῆς ἀναστάσεως, ἣν δι’ ἡμᾶς ποιεῖ. Καὶ κατὰ Γάζης καὶ Ἀσκάλωνος, καὶ Ἀζώτου, καὶ τῆς Ἀκκάρων, καὶ κατὰ Μωὰβ, καὶ Ἀμμὼν, καὶ κατὰ Δαμασκοῦ, καὶ κατὰ Νινευῆ, καὶ κατὰ τῶν Αἰ‐ θιόπων.

22

.

1265

(50)

ΑΓΓΑΙΟΣ, Ιʹ. Οὗτος μετὰ τὴν αἰχμαλωσίαν ἐν τῇ ἐπανόδῳ ἐν τῇ Ἱερουσαλὴμ, ἐπὶ Δαρείου βασιλέως Περσῶν, δευτέρου ἔτους αὐτοῦ, τῷ ἕκτῳ μηνὶ γέγονεν. Λόγος Κυρίου ἐγένετο ἐν χειρὶ αὐτοῦ, καὶ προφητεύει τῷ Ζοροβά‐
55βελ, καὶ τῷ Ἰησοῦ τῷ τοῦ Ἰωσεδὲκ, καὶ τῷ λαῷ1265

22

.

1268

περὶ τῆς οἰκοδομῆς τῆς Ἱερουσαλήμ· προφητεύει δὲ καὶ περὶ τῆς παρελεύσεως τῶν σκιῶν, καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν. ΖΑΧΑΡΙΑΣ ΥΙΟΣ ΣΑΔΔΩ, ΙΑʹ.
5 Καὶ οὗτος τῷ δευτέρῳ ἔτει Δαρείου προφητεύει. Ἀλλὰ τῷ ὀγδόῳ μηνὶ λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν, καὶ ἄγγελος Κυρίου ἐλάλει ἐν αὐτῷ, καὶ προ‐ φητεύει πρὸς τοὺς πατέρας, καὶ τὴν Ἱερουσαλήμ. Πολλὰς δὲ καὶ ποικίλας ὁράσεις βλέπει, καὶ προφη‐
10τεύει περὶ τοῦ Σωτῆρος διὰ πολλῶν, καὶ σημαίνων αὐτὸν ἔρχεσθαι ἐπὶ ὄνον καὶ πῶλον ὑποζυγίου. ΜΑΛΑΧΙΑΣ, ΙΒʹ. Καὶ οὗτος μετὰ τὴν αἰχμαλωσίαν γέγονεν ἐπὶ Δαρείου λῆμμα δὲ λόγου Κυρίου ἐν χειρὶ ἀγγέλου
15αὐτοῦ ἐπὶ τὸν Ἰσραὴλ προφητεύει. Ὀνειδίζει δὲ τὸν Ἰσραὴλ ἐπὶ ταῖς παραβάσεσι, καὶ μέμφεται ἐπὶ τῇ ἀμελείᾳ τῶν δεκάτων, καὶ τῆς πρὸς τοὺς πτωχοὺς κοινωνίας· προφητεύει δὲ περὶ τῆς ἡμέρας τῆς κρί‐ σεως, καὶ τῆς τοῦ Σωτῆρος ἐπιλάμψεως, καὶ πρὸ
20τῆς παρουσίας τοῦ Σωτῆρος ἀποστέλλεσθαι τὸν Ἡλίαν σημαίνει. ΗΣΑΙΑΣ ΥΙΟΣ ΑΜΩΣ. Οὗτος καὶ Ὠσηὲ, καθὰ προεῖπον, συνεχρόνησαν ἀλλήλοις· καὶ γὰρ καὶ οὗτος ἐπὶ Ὀζίου, καὶ Ἰωα‐
25θὰμ, καὶ Ἀχὰζ, καὶ Ἐζεχίου βασιλέων Ἰούδα, γέ‐ γονεν· ὅρασιν δὲ ἑωρακὼς προφητεύει κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλήμ. Καὶ λόγος δὲ Κυ‐ ρίου πρὸς αὐτὸν γέγονε· καὶ τὸ πλεῖστον τῆς προ‐ φητείας αὐτοῦ ἐστιν εὐαγγελία περὶ τῆς ἐνσάρκου
30παρουσίας τοῦ Λόγου τοῦ Θεοῦ, καὶ ὧν ἂν ἐδέξατο δι’ ἡμᾶς παθών. Προφητεύει δὲ καὶ ἐπὶ ἔθνη ταῦτα· κατὰ Βαβυλῶνος, ἐπὶ τοὺς ἀλλοφύλους, κατὰ Δα‐ μασκοῦ, ὅρασιν Αἰγύπτου, ὅραμα τῆς Ἰδουμαίας, ὅραμα τῆς φάραγγος Σιὼν, ὅραμα Τύρου, ὅρασιν
35τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. Διηγεῖται δὲ καὶ τὴν ἔφοδον Σεμναχηρεὶμ, καὶ Ῥαψάκου τὴν ἀλαζο‐ νίαν, τήν τε πτῶσιν καὶ ἀπώλειαν αὐτῶν· καὶ ὅτι νοσήσας Ἐζεκίας, καὶ μέλλων ἀποθνήσκειν, εὐξά‐ μενος προσθήκην ἔσχεν ἐτῶν δεκαπέντε. Προφητεύει
40δὲ καὶ εὐνούχοις, καὶ τοῖς ἔθνεσι ἐν τῷ τέλει περὶ τῆς ἡμέρας τῆς κρίσεως. ΙΕΡΕΜΙΑΣ Ο ΤΟΥ ΧΕΛΧΙΟΥ, Ἐκ τῶν ἱερέων. Οὗτος, καθὰ προεῖπον, καὶ Σοφονίας συνεχρόνισαν
45ἑαυτοῖς· παρέμεινε δὲ οὗτος ἕως Ἰωακεὶμ, καὶ ἕως ἑνδεκάτου ἔτους Σεδεκίου βασιλέως Ἰούδα, ἕως αἰχμα‐ λωσίας τοῦ λαοῦ. Ῥῆμα δὲ Θεοῦ ἐγένετο πρὸς αὐτὸν, ὡς ἐγεννήθη λόγος Κυρίου πρὸς αὐτόν· καὶ ἐλέγχει τὰς ἀδικίας τῆς Ἱερουσαλὴμ διὰ πολλῶν· προφη‐

22

.

1268

(50)

τεύει δὲ ἐπὶ Ἱερουσαλὴμ, καὶ περὶ τῆς ἀβροχίας· καὶ ἐπὶ τὰ ἔθνη Αἰλὰμ καὶ τοῦ ἐλθεῖν βασιλέα Βαβυ‐ λῶνος, τοῦ ἐκκόψαι τὴν γῆν Αἰγύπτου· καὶ ἐπὶ Βαβυλῶνα· καὶ λόγος, ὃν ἐνετείλατο Κύριος τῷ Ἱερεμίᾳ εἰπεῖν τῷ Σαραία υἱῷ Νηρίου, καὶ τῇ
55Ἰδουμαίᾳ, καὶ τοῖς υἱοῖς Ἀμμὼν, καὶ τῇ Κηδὰρ βασιλίσσῃ τῆς αὐλῆς, ἣν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ τῇ Δαμασκῷ, καὶ τῇ Μωὰβ, καὶ ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπὶ Ἰούδαν, καὶ εἰς οἶκον
Ῥηχαβεὶμ, καὶ τῶν υἱῶν Ἰωναδὰβ, τοῖς τε Ἰου‐1267

22

.

1269

δαίοις, τοῖς κατοικοῦσιν ἐν γῇ Αἰγύπτου· καὶ τοῖς καθημένοις ἐν Μαγδάλῳ καὶ ἐπὶ Ταφνᾶς, καὶ ἐν γῇ Παθουρῆς. Πρός τε τὸν Βαροὺχ, ὅτε ἔγραψε τοὺς λόγους τούτους ἐν τῷ βιβλίῳ ἀπὸ στόματος Ἱερεμίου.
5Περιέχει δὲ τὸ βιβλίον ἐπὶ τέλους, ὅτι οἱ Ἰουδαῖοι ἐπιβουλεύοντες τῷ προφήτῃ, ἔῤῥιψαν αὐτὸν εἰς λάκ‐ κον βορβόρου, καὶ Ἀβδεμέλεχ Αἰθίοψ ἀνήγαγεν αὐτόν. Διὰ τί Βαροὺχ ἐπιγράφει τὸ βιβλίον; Ἐπειδὴ οὗτος γράψας ἀπὸ στόματος Ἱερεμίου
10τοὺς ἐν τῷ βιβλίῳ λόγους, ἀνέγνω τοῖς ἐν τῇ Βαβυ‐ λῶνι αἰχμαλωτισθεῖσι, παραμυθούμενος αὐτοὺς, καὶ ἐπαγγελλόμενος αὐτοῖς τὴν παρὰ Θεοῦ ἐλπίδα. Διὰ τί Θρῆνοι ἐπιγράφει τὸ βίβλιον; Ἐπειδὴ τοὺς λόγους τούτους ἐθρήνησεν Ἱερεμίας
15περὶ τῆς Ἱερουσαλὴμ, ὅτε ἑάλω, καὶ αἰχμαλωτίσθη ὁ λαός. Διὰ τί Ἐπιστολὴ Ἱερεμίου καλεῖται; Ἐπειδὴ ταύτην ἔγραψεν Ἱερεμίας τοῖς ἐν τῇ αἰχμαλωσίᾳ, κατὰ τῶν εἰδώλων ἀσφαλιζόμενος αὐ‐
20τοὺς, ἵνα μὴ, βλέποντες αὐτὰ, συναπαχθῶσι τοῖς σεβομένοις αὐτά. ἸΕΣΕΚΙΗΛ ΥΙΟΣ ΒΟΥΖΙ ΙΕΡΕΩΣ. Οὗτος ἐν τῇ αἰχμαλωσίᾳ γέγονε μετὰ Ἱερεμίαν καὶ τῷ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ ἤρξατο
25προφητεύειν. Λόγος δὲ Κυρίου ἐγένετο πρὸς αὐτόν· καὶ ὅρασιν μὲν ἐξαρχῆς ζώου τετραπροσώπου θαυ‐ μαστὴν καὶ ἐκπληκτικωτάτην καὶ δυσερμήνευτον ὁρᾷ. Προφητεύει δὲ ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ, καὶ περὶ τοῦ ξύλου τῆς ἀμπέλου, καὶ διήγημα περὶ τοῦ
30ἀετοῦ, καὶ διαμαρτύρεται τῇ Ἱερουσαλὴμ τὰς ἀνο‐ μίας, καὶ τὰς ἁμαρτίας αὐτῆς· περί τε τῆς παρα‐ βολῆς, ἧς ἔλεγον, οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐμωδίασαν. Καὶ τοῖς υἱοῖς Ἀμ‐ μὼν, καὶ περὶ τῆς Ὀολᾶς, καὶ τῆς Ὀλιβᾶς. Καὶ ἐπὶ
35Σοὺρ θρῆνον, καὶ ἐπὶ Σιδῶνα, καὶ περὶ ἡμέρας Κυ‐ ρίου, καὶ τῷ Φαραὼ βασιλεῖ Αἰγύπτου, καὶ θρῆνον ἐπὶ Φαραὼ, καὶ τὴν Αἴγυπτον, καὶ ἐπὶ ὄρος Σηεὶρ, καὶ περὶ τῶν ὀστέων τῶν ἀναζησάντων, καὶ ἐπὶ Γὼγ, καὶ τὴν γῆν τοῦ Μαγώγ· τῷ τε ἄρχοντι Τύρου καὶ
40θρῆνον κατ’ αὐτοῦ, καὶ τοῖς υἱοῖς τοῦ λαοῦ αὐτοῦ, καὶ ἐπὶ τοὺς ποιμένας τοῦ Ἰσραήλ· καὶ τὸ τελευ‐ ταῖον τὴν οἰκοδομὴν τοῦ ναοῦ, καὶ τῆς Ἱερουσαλὴμ διαγράφων προφητεύει. Διὰ τί Δανιὴλ καλεῖται;
45 Ἐπειδὴ καὶ αὐτὸς ἐν τῇ αἰχμαλωσίᾳ γεγονὼς, ἕως τοῦ βασιλέως Κύρου τοῦ Πέρσου, τὰ μὲν κατὰ Σου‐ σάνναν κρίνει αὐτὸς, καὶ κατακρίνει τοὺς πρεσβυ‐ τέρους ὡς συκοφάντας· τὰ δὲ τοῦ βασιλέως ἐνύπνια αὐτὸς ἀπαγγέλλει τε καὶ ἑρμηνεύει· βλέπει δὲ καὶ

22

.

1269

(50)

ὁράσεις τελείας· περὶ μὲν τῶν βασιλειῶν δύο, περὶ δὲ τῆς τοῦ Σωτῆρος παρουσίας, καὶ καταπαύσεως τῆς Ἱερουσαλὴμ, καὶ τῆς Ἀντιχρίστου παρουσίας δύο. Διηγεῖται δὲ περὶ μαρτυρίου Σεδρὰχ, Μησὰχ, Ἀβδεναγὼ, καὶ τῶν ὕμνων αὐτῶν· καὶ ὅτι αὐτοὶ
55μὲν διεσώθησαν, οἱ δὲ ὑποκαίοντες κατεφλέχθησαν, καὶ μετέγνω βασιλεύς· καὶ ὅτι αὐτὸς διεβλήθη εἰς τὸν λάκκον τῶν λεόντων· τὸ μὲν πρῶτον, ἐπειδὴ τῶν
Βαβυλωνίων προσευχομένων Δαρείῳ τῷ βασιλεῖ, μό‐1269

22

.

1272

νος αὐτὸς Θεῷ προσηύχετο· τὸ δὲ δεύτερον διότι τὸν Βὴλ κατέστρεψε· καὶ τὸν δράκοντα ἀνεῖλεν ἐπὶ Κύρου τοῦ βασιλέως, καὶ αὐτὸς μὲν διεσώθη. Καὶ αὐτὸς ἀπὸ τῶν λεόντων ἀνῆλθεν ἐκ τοῦ λάκκου. Οἱ δὲ ἐπιβουλεύσαντες αὐτῷ ἐβλήθησαν εἰς λάκκον, καὶ
5εὐθὺς κατεβρώθησαν ὑπ’ αὐτῶν.1271