TLG 2018 032 :: EUSEBIUS :: Supplementa minora ad quaestiones ad Marinum

EUSEBIUS Scr. Eccl. Theol., Filius Pamphili
(Caesariensis: A.D. 4)

Supplementa minora ad quaestiones ad Marinum

Citation: Volume — page — (line)

22

.

1008

(3)

αʹ. Εὐσέβιος ἐν τοῖς πρὸς Μαρῖνον τοιάδε φησί· «Καὶ γὰρ ἡ τοῦ Χριστοῦ Ἐκκλησία δύο βίους νομο‐
5θετεῖ καὶ τρόπους· τὸν μὲν ὑπερφυῆ καὶ τῆς κοινῆς ἀνθρωπίνης πολιτείας ἐπέκεινα, οὐ γάμους, οὐ παι‐ δοποιίας, οὐ περιουσίας ὕπαρξιν παραδεχόμενον, ἀλλ’ ὅλον δι’ ὅλου τῆς κοινῆς καὶ συνήθους τῶν βιωτικῶν ἀνθρώπων ἀγωγῆς παρηλλαγμένον καὶ μόνῃ τῇ τοῦ
10Θεοῦ θεραπείᾳ προσῳκειωμένον, καθ’ ὑπερβολὴν ἔρω‐ τος οὐρανίου. Οἱ γὰρ τόνδε μετιόντες τὸν τρόπον τε‐ θνάναι δοκοῦντες, τὸν θνητὸν βίον καὶ αὐτὸ μόνον τὸ σῶμα περιφέροντες ἐπὶ γῆς, φρονήματι δὲ τὴν ψυχὴν εἰς οὐρανοὺς μετενηνεγμένοι, οἷά τινες οὐρά‐
15νιοι, τὸν τῶν ἀνθρώπων ἐφορῶσι βίον, ὑπὲρ τοῦ παντὸς γένους ἀφιερωμένοι τῷ ἐπὶ πάντων Θεῷ· οὐ βουθυσίαις καὶ αἵμασιν, οὐδὲ σπονδαῖς καὶ κνίσαις, ἀλλὰ δόγμασιν ὀρθοῖς ἀληθοῦς εὐσεβείας καὶ ψυχῆς διαθέσει κεκαθαρμένης, καὶ προσέτι τοῖς κατ’ ἀρετὴν
20ἔργοις τε καὶ λόγοις· οἷς τὸ Θεῖον ἐξιλεούμενοι, τὴν ὑπὲρ αὐτῶν καὶ τῶν ὁμογενῶν ἀποτελοῦσιν ἱερουρ‐ γίαν· καὶ ὁ μὲν ἐντελὴς καὶ πρῶτος τῆς κατὰ Χρι‐ στιανισμὸν πολιτείας τρόπος, τοιόσδε καθέστηκεν. Ὁ δὲ δεύτερος καὶ ὑποβεβηκὼς, ἀνθρωπινώτερος, καὶ
25τῷ πρώτῳ λίαν ἀσύγκριτος· ὃς καὶ γάμοις συγκατ‐ ιέναι σώφροσι καὶ παιδοποιίαις, οἰκονομίας τε τῆς κατὰ τὸ δίκαιον ἐπιμελεῖσθαι, καὶ στρατευομένους, καὶ τὰ πρακτέα ὑποτίθεσθαι, ἀγρῶν τε καὶ ἐμπορίας, καὶ τῆς ἄλλης πολιτικωτέρας ἀγωγῆς, μετὰ τοῦ θεο‐
30σεβοῦς φροντίζειν. Οἷς καὶ ἀσκήσεων καιροὶ, μαθη‐ τείας τε καὶ τῶν θείων λογίων ἀκροάσεως ἡμέραι ἀφωρίσθησαν, καὶ δεύτερος εὐσεβείας ἀπενεμήθη βαθμὸς, κατάλληλον τῷ τοιῷδε βίῳ παρέχων τὴν ὠφέλειαν.»
37 βʹ. Τοῦτο τὸ προφητικὸν ῥητὸν Μαλαχίου ἐστὶν, οὐχ Ἡσαΐου· γραφέως τοίνυν ἐστὶ σφάλμα, ὥς φησιν Εὐσέβιος ὁ Καισαρείας ἐν τῷ Πρὸς Μαρῖνον
40περὶ τῆς δοκούσης ἐν τοῖς Εὐαγγελίοις περὶ τῆς ἀνα‐
στάσεως διαφωνίας.1008

22

.

1009

γʹ. Οὐ γὰρ ἦν ἄξιός τις ἐν τῇ πόλει Ἰουδαίων, ὥς φησιν Εὐσέβιος κεφαλαίῳ ιγʹ Πρὸς Μαρῖνον, τὸ κατὰ τοῦ διαβόλου τρόπαιον, τὸν σταυρὸν βαστάσαι· ἀλλ’ ὁ ἐξ ἀγροῦ, ὃς μηδὲν ἐπικεκοινώνηκε τῇ κατὰ
5Χριστοῦ μιαιφονίᾳ.
7 δʹ. Εὐσέβιος ὁ Καισαρεὺς, ὁ Παμφίλου προσαγο‐ ρευόμενος, ἐν ταῖς πρὸς Μαρῖνον ἐπὶ τοῦ Σωτη‐ ρίου πάθους καὶ τῆς ἀναστάσεως Ζητήσεσι καὶ
10ἐπιλύσεσι, καὶ ταῦτα προὔθηκεν εἰς ἐξέτασιν, τὸ τὸν μὲν θεῖον εὐαγγελιστὴν Μάρκον εἰπεῖν ὥραν εἶναι τρίτην καθ’ ἣν ἐσταυρώθη Χριστὸς ὁ Θεὸς καὶ Σωτὴρ ἡμῶν· τὸν δὲ θεολογικώτατον Ἰωάννην κατὰ τὴν ἕκτην ὥραν γράψαι προκαθεσθῆναι τὸν Πιλάτον
15ἐπὶ τοῦ βήματος ἐν τῷ λιθοστρώτῳ τῷ καλουμένῳ, καὶ ἀνακρίνειν τὸν Ἰησοῦν· καί φησι γραφικὸν εἶναι τοῦτο σφάλμα, παροραθὲν παρὰ τῶν ἐξ ἀρχῆς ἀπο‐ γραψαμένων τὰ Εὐαγγέλια· τοῦ μὲν γὰρ γάμμα στοι‐ χείου τὴν τρίτην ὥραν σημαίνοντος, τοῦ δὲ ἐπισήμου
20τὴν ἕκτην, καὶ πολλὴν ἐμφέρειαν ἐχόντων πρὸς ἀλ‐ λήλους τούτων τῶν χαρακτήρων, κατὰ πλάνην τὸ γάμμα στοιχεῖον τὸ τῆς τρίτης ὥρας δηλωτικὸν, κυρ‐ τωθείσης τῆς ἀποτεταμμένης εἰς μῆκος εὐθείας, εἰς τὴν τοῦ ἐπισήμου μεταχωρῆσαι σημασίαν, τοῦ τῆς
25ἕκτης ὥρας δηλωτικοῦ· τῶν γὰρ τριῶν εὐαγγελιστῶν, τοῦ τε Ματθαίου καὶ Μάρκου, καὶ τοῦ Λουκᾶ συμφώ‐ νως λεγόντων, ὡς ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, πρόδηλον ὡς ὁ Κύριος καὶ Θεὸς Ἰησοῦς πρὸ τῆς ἕκτης ὥρας,
30πρὸ τοῦ γενέσθαι τὸ σκότος, ἐσταύρωτο, δηλαδὴ κα‐ τὰ τὴν τρίτην ὥραν, ὡς ὁ Μάρκος ἱστόρησε· καὶ τοῦ Ἰωάννου τὸν ὅμοιον τρόπον τὴν ὥραν τρίτην εἶναι ἐπισημηναμένου, καὶ τῶν ἀπογραψαμένων τὸ γάμμα μεταθέντων εἰς τὸ ἐπίσημον.
36 εʹ. Ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ· ταύτην Εὐσέβιος ἐν τοῖς Πρὸς Μαρῖνον ἑτέραν λέγει Μαρίαν παρὰ τὴν θεασαμένην τὸν νεανίσκον· ἢ καὶ ἀμφότε‐
ραι ἐκ τῆς Μαγδαληνῆς ἦσαν.1010

22

.

1012

(3)

ϛʹ. Εὐσέβιός φησιν ὁ Καισαρείας, ὡς Μαρία μὲν ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰακώβου ἡτοίμασαν
5ἀρώματα· οὐκ αὐταὶ δέ εἰσιν αἱ πρωῒ ἐλθοῦσαι ἀνα‐ τείλαντος τοῦ ἡλίου, ἀλλ’ ἄλλαι ἀνώνυμοι· πολλαὶ γὰρ ἦσαν αἱ συναναβᾶσαι τῷ Σωτῆρι ἀπὸ τῆς Γαλι‐ λαίας· ὅθεν οὐδὲ νύκτα παραγίνονται, ἀλλὰ πρωῒ καὶ ἀκούσασαι ἀπαγγεῖλαι τοῖς μαθηταῖς καὶ τῷ Πέ‐
10τρῳ, ἔφυγον, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ· ὡς γὰρ μετὰ ἀνατολὴν ἡλίου ἐπιστᾶσαι οὐδὲ τὸν Σωτῆρα θεάσασθαι καταξιοῦνται· οὐδὲ οἷόν τε ἦν τὴν Μαγδαληνὴν μετὰ τοσαύτας θέας, ἡλίου ἀνατείλαν‐ τος, ἀπορεῖν καὶ ἀγνοεῖν τίς ἀποκυλίσει τὸν λίθον
17 ζʹ. Εὐσεβίου ἐκ τῶν πρὸς Μαρῖνον. Τρεῖς γοῦν τὰς πάσας Μαρίας τῷ πάθει τοῦ Χριστοῦ μετὰ τῶν ἄλλων γυναικῶν εὑρίσκομεν· πρώτην μὲν Θεο‐
20τόκον, δευτέραν δὲ τὴν ἀδελφὴν αὐτῆς Μαρίαν τὴν τοῦ Κλεωπᾶ, καὶ τρίτην τὴν Μαγδαληνήν· τινὲς δέ φασιν ἐξ αὐτῶν δύο εἶναι Μαγδαληνάς· μίαν μὲν, τὴν ὀψὲ Σαββάτων παρὰ τῷ Ματθαίῳ, ἑτέραν δὲ τὴν παρὰ τῷ Ἰωάννῃ πρωΐας ἐπὶ τὸ μνημεῖον ἐλθοῦσαν,
25ταύτην δὲ εἶναι τὴν καὶ Μάρκῳ δηλουμένην, ἀφ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια· ὡς γὰρ οὔσης καὶ ἑτέρας, φησὶν, οὐ τοιαύτης Μαγδαληνῆς, ἑτήρησεν ὁ Μάρκος τοῦτο εἰπών· «Ἀναστὰς δὲ πρωῒ τῇ μιᾷ τῶν Σαββά‐ των ἐφάνη Μαρίᾳ πρῶτον τῇ Μαγδαληνῇ, ἀφ’ ἧς ἐκ‐
30βεβλήκει ἑπτὰ δαιμόνια.» Καὶ ταύτην ἴσως εἶναι τὴν ἀκούσασαν, Μή μου ἅπτου, ἀλλ’ οὐ τὴν παρὰ τῷ Ματ‐ θαίῳ. Εἰ γὰρ καὶ τὰ μάλιστα κἀκείνη ἀπὸ τῆς Μαγδα‐ ληνῆς ὡρμᾶτο, ἀλλ’ οὐ τὰ ὅμοια καὶ αὐτῆς ἡ θεία κατηγορεῖ Γραφή· εἰ δὲ μίαν καὶ τὴν αὐτὴν Μαγδα‐
35ληνὴν φήσειέν τις, καὶ οὕτως ἀληθεύοι ἂν τὰ ἱερὰ Εὐαγγέλια, κατ’ οὐδένα λόγον διαφωνοῦντα· τὴν αὐ‐ τὴν δὲ Μαρίαν τὴν Μαγδαληνὴν εἰσάγονται μὴ ἁπτο‐ μένην πρότερον τοῦ Κυρίου, ὅτε ἔκλαιε καὶ ἠπίστει· καὶ ἁπτομένην αὐτοῦ, ὅτε χαίρειν μετὰ τῆς ἄλλης
40Μαρίας ὑπ’ αὐτοῦ κελεύεται· ἐπειδὴ γὰρ ὡς Θεὸν αὐτὸν προσεκύνησεν ἔσχατον, καὶ οὐχ ὡς ἄνθρωπον, ὡς πρότερον ὅτε ἔκλαιε καὶ ἠπίστει.
44ηʹ. Εὐσεβίου ἐκ τῶν πρὸς Μαρῖνον. Περὶ δὲ τοῦ
45ἐπαπορεῖν πάλιν, πῶς παρὰ τῷ Ματθαίῳ εἰς τὴν Γα‐ λιλαίαν ὦφθαι τὸν Κύριον τοῖς μαθηταῖς ἐν τῷ ὄρει, παρὰ δὲ τῷ Ἰωάννῃ παρὰ τὴν θάλασσαν τῆς Τιβεριά‐ δος, ἐροῦμεν ὅτι οὐ μόνον ἅπαξ καὶ δὶς, ἀλλὰ καὶ πολ‐ λάκις ὦφθαι αὐτόν. Διὸ τετάρτην ὀπτασίαν οὐχ ἁμάρ‐

22

.

1012

(50)

τοις τὴν παρὰ τῷ Ματθαίῳ φήσας εἶναι, ἣν οὐ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, οὐδὲ τοῖς ὀπτανομένοις, ἀλλ’ ἐν τῷ ὄρει τοῖς ἕνδεκα πεποιῆσθαι ἀνέγραψεν ὁ Ματθαῖος, εἰπών· «Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθη‐ σαν εἰς τὸ ὄρος, οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς· καὶ
55ἰδόντες αὐτὸν προσεκύνησαν.» Καὶ μετὰ τοῦτο οὐκ1012

22

.

1013

ἂν σφαλείης εἰπὼν ὁμοῦ κατ’ αὐτὸ συνηγμένοις αὐ‐ τοῖς τοῖς ἕνδεκα μαθηταῖς ἅμα καὶ τοῖς ἑβδομήκοντα ὦφθαι αὐτόν. Ὁ δὲ Ἀπόστολος καὶ ἔτι τούτων πλείο‐ σιν ἑωρᾶσθαι τὸν Κύριον μετὰ τὴν ἀνάστασιν ἱστορεῖ,
5λέγων· «Ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφὰς, καὶ ὤφθη Κηφᾷ, ἔπειτα τοῖς δώδεκα, ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ.» Ὁρᾷς ὁσάκις καὶ ὅσοις ὤφθη μετὰ τὴν ἀνάστασιν; Οὕτω καὶ τοῖς ἐν Ἱερουσαλὴμ κρυπταζομένοις διὰ τὸν φό‐
10βον τῶν Ἰουδαίων, καὶ πρό γε πάντων ἀνδρῶν Σίμωνι τῷ Πέτρῳ, γυναικῶν δὲ ταῖς ἀμφὶ τὴν Μαγδαληνήν· ὅθεν καὶ ὁ Λουκᾶς φησι· «Δι’ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος καὶ συναυλιζόμενος αὐτοῖς, τὰ τῆς βα‐ σιλείας τοῦ Θεοῦ παρεδίδου μαθήματα.»
16 θʹ. Εὐσεβίου ἐκ τοῦ πρὸς Μαρῖνον. Καὶ τὸ μὲν ὑπὸ Χριστοῦ ἐμπνευσθὲν Πνεῦμα ἅγιον τοῖς ἀπο‐ στόλοις, λυτικὸν καὶ συγχωρητικὸν ἦν πάσης ἁμαρτίας· τὸ δὲ ἐπηγγελμένον τὸ βαπτισθήσεσθαι
20αὐτοὺς ἐν ἁγίῳ Πνεύματι, καὶ μετασχεῖν δυνάμεως ἐνεργημάτων, ἐνεργητικῆς μὲν τῶν μελλόντων δι’ αὐτῶν ἀποτελεῖσθαι θαυμάτων, ἐνστατικῆς δὲ καὶ καρτερικῆς τῶν μελλόντων αὐτοῖς ἐπανίστασθαι κιν‐ δύνων. Πρὸ γὰρ ταύτης τῆς δυνάμεως κηρύττειν αὐ‐
25τοὺς τοῖς ἔθνεσιν οὐκ ἐβούλετο, ἀλλ’ ἐκδέχεσθαι καὶ περιμένειν αὐτὴν ἐξ ὕψους μετασχεῖν. Τοῦτο δὲ καὶ ὁ Ἀπόστολος τὸ χάρισμα ἰδίως ἀφορίζων τῶν λοιπῶν ἐνεργειῶν τοῦ ἁγίου Πνεύματος ἐδίδασκε λέγων· «Ἄλ‐ λῳ δὲ ἐνεργήματα δυνάμεων.» Καὶ ἡ προφητεία φη‐
30σί· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνά‐ μει πολλῇ.» Ἧς δυνάμεως ὅτε μήπω μετεῖχον, ἠρνή‐ σαντο αὐτὸν οἱ πάντες καὶ ἐσκανδαλίσθησαν κατὰ τὸν καιρὸν τοῦ πάθους· ὅτε δὲ μετέσχον αὐτῆς, πάντες ταῖς ὑπὲρ Χριστοῦ μαρτυρίαις τε καὶ ὁμολογίαις δι‐
35έπρεψαν· ἀνακαινίζων γὰρ τὸν ἄνθρωπον ὁ Κύριος, καὶ ἣν ἀπώλεσε χάριν ἐκ τοῦ ἐμφυσήματος τοῦ Θεοῦ, ταύτην πάλιν ἀποδιδοὺς, ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν μαθητῶν λέγων, «Λάβετε Πνεῦμα ἅγιον.»
41 ιʹ. Εὐσέβιος δὲ ὁ Παμφίλου ἐν τῇ πρὸς Μαρῖνον ἐπιστολῇ οὕτως ἐξηγεῖται τὸ προτεθὲν, ὅτι διαι‐ ρέσεις χαρισμάτων εἰσὶ κατὰ τὸν Ἀπόστολον, τὸ δὲ αὐτὸ Πνεῦμα. Καὶ πάλιν· ἑκάστῳ δίδοται ἡ φανέρω‐
45σις πρὸς τὸ συμφέρον· «ᾯ μὲν γὰρ διὰ τοῦ Πνεύμα‐ τος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύ‐ ματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ
προφητεῖαι, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ δὲ1014

22

.

1016

γένη γλωσσῶν· πάντα δὲ ταῦτα ἐνεργεῖ ἒν μὲν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλε‐ ται.» Σαφῶς γὰρ διὰ τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ Πνεύ‐ ματος, πολλὰς εἶναι παρέστησε δυνάμεις, διαφόρων
5πραγμάτων ἐνεργητικάς. Ὅρα τοίνυν μήπως ἐνταῦθα ἐξουσίαν τινὰ μερικὴν καὶ χάριν πνευματικὴν δέδω‐ κεν αὐτοῖς· οὐχ ὥστε νεκροὺς ἐγείρειν, καὶ δυνάμεις ποιεῖν, ἀλλ’ ὥστε ἀφιέναι ἁμαρτήματα· διάφορα γὰρ τὰ χαρίσματα τοῦ Πνεύματος. Διὸ καὶ συνάπτει λέ‐
10γων, «Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐ‐ τοῖς,» καὶ τὰ ἑξῆς· δεικνὺς ὅτι τοῦτο τὸ εἶδος τῶν πνευματικῶν χαρισμάτων αὐτοῖς ἐδωρήσατο. Μετὰ δὲ τὴν ἀνάληψιν αὐτὸ τὸ Πνεῦμα κατελθὸν, καὶ τῶν ση‐ μείων καὶ παντὸς ἑτέρου χαρίσματος τὰς δυνάμεις
15δὴ καὶ ἐνεργείας αὐτοῖς ἐχορήγησε. Διὰ τοῦτο ἐνταῦθα μὲν ἄνευ ἄρθρου εἶπε, «Λάβετε Πνεῦμα ἅγιον,» δηλῶν ὅτι μερικήν τινα τοῦ Πνεύματος ἐνέρ‐ γειαν δίδωσιν αὐτοῖς· περὶ δὲ ἐκείνου φησί· «Λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος
20ἐφ’ ὑμᾶς.»1016