TLG 2018 031 :: EUSEBIUS :: Supplementa ad quaestiones ad Marinum EUSEBIUS Scr. Eccl.
Theol., Filius Pamphili Supplementa ad quaestiones ad Marinum Citation: Volume — page — (line) | ||
22.984(9) | Αʹ. | |
10 | Τοῦ φόβου τῶν Ἰουδαίων ἐπικειμένου τοῖς μαθηταῖς τοῦ Σωτῆρος, λέγει γοῦν ὁ Ἰωάννης ὡς ἦσαν ὁμοῦ συνηγμένοι οἱ μαθηταὶ ἐν οἴκῳ ἑνὶ, τῶν θυρῶν κεκλεισμένων διὰ τὸν φόβον τῶν Ἰουδαίων. Πῶς ὁ Πέτρος καὶ ὁ Ἰωάννης ἀπήντων ἐπὶ τὸ μνῆμα; | |
---|---|---|
15 | Καὶ ταῦτα στρατιωτικῆς φρουρᾶς φυλαττούσης τὸν τόπον, ὡς ὁ Ματθαῖος ἐμαρτύρησεν· ἡ γὰρ κουστω‐ δία στρατιωτικόν ἐστι τάγμα. Ἐροῦμεν δὲ πρὸς ταῦτα, θαρσαλέως τοὺς ἀποστό‐ λους ἀπηντηκέναι ἐπὶ τὸ μνῆμα, προμεμαθηκότας | |
20 | παρὰ τῆς Μαγδαληνῆς μηδένα τῶν φυλαττόντων τὸν τόπον αὐτόθι παρεῖναι, ὅπως δῆλον ἦν ἀπὸ τοῦ τὸν λίθον ᾖρθαι τοῦ μνημείου· ᾖρτο δὲ οὐκ ἄλλως, ἢ τῷ τὸν ἐξ οὐρανοῦ ἄγγελον ἐξαστράψαι τὸν τόπον πολλῷ φωτὶ, καὶ αὐτὸν ἀποκυλίσαι τὸν λίθον, φοβῆσαί τε | |
25 | τοὺς φύλακας, ὡς μικροῦ δεῖν καὶ ἀπολιθωθῆναι αὐ‐ τοὺς τῷ φόβῳ· καὶ μετὰ ταῦτα ὡς εἰκὸς φυγῇ χρή‐ σασθαι, ὡς μηδένα μὲν περιλειφθῆναι αὐτῶν, σχο‐ λάζειν δὲ τὸν τόπον τοῖς ἐπὶ τὴν θέαν ἀφικνουμένοις τῆς σωτηρίου ἀναστάσεως· αὕτη γὰρ ἦν μάλιστα ἡ | |
30 | αἰτία τῆς ἐπιφανείας τοῦ ἀγγέλου. Οὐ γὰρ δὴ τῆς ἀναστάσεως χάριν ἀπεκίνει τὸν λίθον, οὐδ’ ἕνεκεν τοῦ λίθου τοιόσδε ὤφθη, ἀλλ’ ἵνα τοὺς μὲν ἀπελάσῃ, τὰς δὲ ἐρχομένας ἐπὶ τὴν θέαν δεξιωσάμενος, τὴν ἀνάστα‐ σιν αὐταῖς καταγγείλειε. Τούτων οὖν μάρτυς ὁ Ματ‐ | |
35 | θαῖος λέγων, Ἀπὸ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγένοντο ὡσεὶ νεκροί. Φθάνει μὲν γὰρ καὶ τὸν ἄγγελον ἀναστὰς ὁ Σωτὴρ, οὐδὲ ἀναμένει τὴν ἀποκίνησιν τοῦ λίθου, ἀλλὰ καὶ τούτου πρὸ τὴν θύραν κειμένου, καὶ τοῖς τῶν ἀρχιερέων σημαντῆρσι | |
40 | κατεσφραγισμένου, τῶν τε φρουρῶν κυκλούντων τὸν τόπον, ἀφανὴς ἦν τοῦ μνήματος, τὴν ἐκ νεκρῶν ἀνά‐ στασιν πεποιημένος θεϊκῇ δυνάμει, καθ’ ἣν ὥραν οὐ‐ δεὶς ἔγνω, καὶ καθ’ ὃν οὐδεὶς ἐπεσημήνατο τῶν εὐαγ‐ γελιστῶν καιρόν· ὥστ’ ἂν εἰπεῖν εὐκαίρως τινὰ καὶ | |
45 | ἐπ’ αὐτοῦ τοῦτο δὴ τὸ περὶ τῆς καθόλου συντελείας πρὸς αὐτοῦ λελεγμένον ἐν τῷ, «Περὶ δὲ τῆς ἡμέρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τοῦ Θεοῦ.» Οὕτω γοῦν | |
πρῶτος αὐτὸς ἀπαρχὴ τῆς ἀναστάσεως γεγονὼς ὁ | ||
22.985 | Σωτὴρ, καθ’ ἣν ὥραν οὐδεὶς ἔγνω, ἐγήγερτο, λαθὼν τοὺς ἅπαντας, καὶ ἐγήγερτο τοῦ λίθου μεμενηκότος ἐπὶ σχήματος. Ἀγαθῶν δὲ ἄγγελος, ἀνθρώποις παρῆν ὁ ἄγγελος, οὐδὲν μὲν τῇ ἀναστάσει διὰ τῆς αὐτοῦ | |
5 | παρουσίας συμβαλλόμενος, τὰ μεγάλα δὲ τῇ τῶν ἀν‐ θρώπων διακονούμενος σωτηρίᾳ· διὸ καὶ ἐξήστραπτε τὴν μορφὴν, λευχείμονα δεικνὺς ἑαυτὸν, καὶ πρῶτος τῆς σωτηρίου ἀναστάσεως ἀπαρχόμενος. Καὶ ὥσπερ ἡλίου ἀνατολὰς ἑρπετὰ μὲν ἰοβόλα καὶ θηρίων ὅσα | |
10 | νυκτὸς καὶ σκότους εἰσὶ φίλα φεύγει, ἄνδρες δὲ ταύ‐ τας οἷα φωτὸς συγγενεῖς μεταδιώκουσι, κατὰ τὸν αὐ‐ τὸν δὴ τρόπον τοὺς μὲν τῆς ἀληθείας καὶ ζωῆς ἐχθροὺς, θανάτου δὲ οἰκείους καὶ φίλους, ταῖς τοῦ φωτὸς αὐτοῦ μαρμαρυγαῖς καταστράπτων, ἤλαυνεν | |
15 | ὁ ἄγγελος· τοῖς δὲ ποθοῦσι τὴν σωτήριον ἀνάστασιν, ταύτην εὐηγγελίζετο, σχολὴν αὐτοῖς εὐτρεπῆ διὰ τῆς τῶν φρουρῶν ἀπελάσεως παρέχων· δύο γοῦν γνω‐ ρίσματα τοῖς οἰκείοις παρεῖχεν ὁρᾷν, τὴν ἀποκίνησιν τοῦ λίθου, καὶ τῆς θύρας τοῦ μνήματος τὴν ἄνεσιν, | |
20 | τῶν τε φυλάκων τὴν δίωξιν· ἃ δὴ τεθεαμένη ἡ Μαγδα‐ ληνὴ τοῖς μαθηταῖς ἐπήγγειλεν· οἱ δὲ ταῦτα παρ’ αὐτῆς μεμαθηκότες, θαρσαλέως ἀπήντων δρομαῖοι, μηδενὸς αὐτοῖς ἐμποδὼν καθεστῶτος. Βʹ. | |
25 | Καὶ πῶς σκοτίας οὔσης, κατὰ τὸν εὐαγγελι‐ στὴν Ἰωάννην, τὰ εἴσω τοῦ μνήματος ἑώρων οἱ δύο μαθηταί; Ὁ γὰρ αὐτὸς καὶ τὴν ὥραν ἐπεσημήνατο εἰπών· «Πρωῒ ἔτι σκοτίας οὔσης,» καὶ τοὺς δύο μαθητὰς τὰ εἴσω ἐν τῷ μνήματι τεθεαμένους· «Εἰσ‐ | |
30 | ῆλθον γὰρ, φησὶ, καὶ ἐπίστευσαν.» | |
32 | Ἀρχομένης μὲν κατ’ ἀρχὰς τῆς ἡμέρας, ἐπὶ τὸ μνῆμα ἐμαρτύρησεν ἡ Γραφὴ ἔτι τότε σκοτίαν εἶναι· πλὴν ἀλλ’ ἤδη πρωΐα ἦν· τοῦτο δὲ τὸ πρωῒ ἔτι σκο‐ | |
35 | τίας οὔσης αὐτὴ καθ’ ἑαυτὴν ἰδοῦσα Μαρία ἐπάνεισι πρὸς τοὺς μαθητάς· εἶτ’ ἄγγελος αὐτοῖς παραγίνεται. Ἐν δὴ οὖν τῷ μεταξὺ χρόνῳ μετὰ τὴν πρώτην ἄφι‐ ξιν ἀπιούσης αὐτῆς πρὸς τοὺς ἀποστόλους καὶ τὴν ὥραν προκόψαι εἰκὸς ἦν· κἀκείνων πάλιν ἐπὶ τὸν | |
40 | τάφον ἀφικνουμένων, ἔτι μᾶλλον αὐξῆσαι τὸν χρόνον, ὡς μηκέτι σκοτίαν εἶναι, ἀλλ’ ἤδη καθαρὰν ἡμέραν, καθ’ ἣν ἀπαντήσαντες οἱ εἰρημένοι, καὶ τοῦ μνημείου ἐκτὸς ἑστῶτες, διορᾷν τὰ εἴσω κείμενα ὀθόνια οἶοί τε ἦσαν· καὶ πολὺ μᾶλλον ἔνδον γενόμενοι, ὑπὸ λαμ‐ | |
45 | πρᾶς ἡμέρας ἤδη τοῦ τόπου κατηυγασμένου. Δοκεῖ δέ μοι τὰ ὀθόνια ἔνδον κείμενα ὁμοῦ μὲν καὶ δεῖγμα παρέχειν τοῦ μὴ ὑπὸ ἀνθρώπων ᾖρθαι τὸ σῶμα, ὅπερ Μαρία ὑπέλαβεν· οὐ γὰρ ἄν τινες τὸ σῶμα ὑφαιρού‐ μενοι κατελίμπανον τὰ ὀθόνια· οὐδὲ ὁ κλέπτων ποτὲ | |
22.985(50) | περιέμεινεν ἕως ὅτε ἀναλύσῃ τὰ ὀθόνια καὶ καταλά‐ βηται· ὁμοῦ δὲ καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ σώματος εἶναι παραστατικά. Ὁ γὰρ μετασχηματίζων τὰ σώματα τῆς ταπεινώσεως ἡμῶν Θεὸς εἰς τὸ εἶναι σύμμορφα τῷ σώματι τῆς δόξης τοῦ Χριστοῦ, τὸ μὲν | |
55 | σῶμα ὡς ὄργανον τῆς ἐν αὐτῷ κατοικησάσης δυνά‐ | |
μεως ἠλλοίου, μεταβάλλων ἐπὶ τὸ θειότερον, τὰ δὲ | ||
22.988 | ὀθόνια ὡς περιττὰ καὶ ἀλλότρια τῆς τοῦ σώματος οὐ‐ σίας ἠφίει. Δοκοῦσι δέ μοι κατὰ καιρὸν ὁ Πέτρος καὶ ὁ Ἰωάννης ἐπὶ τὸ μνημεῖον ἀπαντᾷν ἐν ἤδη καθαρᾷ ἡμέρᾳ καὶ φωτὶ λαμπρῷ, ὡς ἂν μὴ νυκτὸς καὶ σκο‐ | |
5 | τίας ἐλθόντες τοῦτο ὑπονοηθεῖεν, ὃ δὴ καὶ κατεψεύ‐ σαντο αὐτῶν οἱ ἀρχιερεῖς, ὅτι νυκτὸς ἐλθόντες ἔκλε‐ ψαν. Διόπερ οὐ νυκτὸς ἀπήντων οἱ ἄνδρες, ἀλλ’ οὐδὲ σκοτίας ἔτι οὔσης, ἀλλ’ ἤδη καταυγαζούσης λαμπρᾶς ἡμέρας. Εἰ δὲ λέγοι τὸ Εὐαγγέλιον ὡς ἄρα ἦσαν ὁμοῦ | |
10 | συνηγμένοι οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, εἶτα πρὸς τοῦτο ἀνθυποφέροι τις λέγων, Πῶς οὖν οἱ συγκεκλεισμένοι ἐφοίτων ἐπὶ τὸ μνημεῖον ἐν ἡμέρᾳ διαυγεῖ; ἐροῦμεν ὅτι τοὺς μὲν ἐν τῇ πόλει μέσους οἰκοῦντας τῶν Ἰουδαίων, εἰκὸς ἦν ἀποκεκλεῖσθαι | |
15 | ὁμοῦ τοὺς πάντας ἐν οἴκῳ ἑνὶ συνηγμένους· οἱ δὲ ἐπὶ τὸ μνῆμα ἀφικνούμενοι τῆς πόλεως ἐκτὸς ὄν‐ τες, μακρὰν ἐτύγχανον καὶ τοῦ τῶν Ἰουδαίων φόβου, ὡς ἐπὶ ἐρημίζοντα τόπον καὶ ἀνδρῶν ἐσχο‐ ληκότα παριόντες. Τάχα δὲ καὶ κρείττους φόβου γενό‐ | |
20 | μενοι τῶν μαθητῶν ὅ τε Πέτρος καὶ Ἰωάννης τολ‐ μηρότερον ἐθάῤῥουν προϊέναι τοῦ οἴκου, τῶν ἄλλων μὴ τοῦτο πράττειν τολμώντων, ἢ μόνων δὴ τούτων, οἳ καὶ ἐν τοῖς ἄλλοις πλείονος ἠξιωμένοι τιμῆς παρὰ τοὺς λοιποὺς ἀποστόλους μεμαρτύρηνται. | |
25 | Γʹ. Ἀλλὰ πῶς παρὰ μὲν τῷ Ἰωάννῃ τῆς Μαρίας ἀκούσαντες οἱ μαθηταὶ, κἄπειτα ἐλθόντες εἰς τὸ μνη‐ μεῖον ἐπίστευσαν· παρὰ δὲ τῷ Λουκᾷ εἴρηται ὅτι ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα | |
30 | ταῦτα, καὶ ἠπίστουν αὐταῖς; Ἡ μὲν παρὰ τῷ Ἰωάννῃ Μαρία τοῖς ἐκκρίτοις τῶν ἀποστόλων Πέτρῳ καὶ Ἰωάννῃ μόνοις ὡς ἀπόῤ‐ ῥητον ἐκφαίνουσα ἐξεῖπε τὸ τεθεαμένον· οἱ δὲ πάλιν λαθόντες τοὺς λοιποὺς μαθητὰς μόνοι ἀπήντων ἐπὶ | |
35 | τὸ μνημεῖον δρομαῖοι, καὶ ἰδόντες ἐπίστευσαν· καὶ οὐδέν γε ἦν θαυμαστὸν τοὺς μὲν ἐκκρίτους τῶν ἀπο‐ στόλων ἰδόντας πεπιστευκέναι, τοὺς δὲ λοιποὺς οἷς αἱ γυναῖκες ἀπήγγελλον, ἅτε μὴ ὄψει παραλαβόντας, μὴ πιστεῦσαι αὐταῖς. Αὐτίκα γοῦν καὶ αὐτοῖς ὁμοῦ | |
40 | συνηγμένοις τοῖς μαθηταῖς ὀφθέντος τοῦ Σωτῆρος κατὰ τὸν Ἰωάννην, οἱ μὲν ἰδόντες ἐχάρησαν· Θωμᾶς δὲ, ἐπεὶ μὴ παρῆν μηδὲ εἶδεν, οὐκ ἐπείθετο. Εἰ δὲ οὗτος ἠπίστει τοῖς ἀποστόλοις, σχολῇ γ’ ἂν μέμψαιτό τις τοῖς λοιποῖς ὅτι μηδέπω τεθεαμένοι, ταῖς γυναιξὶν | |
45 | ἠπίστουν. Πολλὴν δὲ βάσανον καὶ ἀκρίβειαν τῶν μα‐ θητῶν παρίστησιν ἡ Γραφὴ, οὐκ εὐχερῶς τοῖς τού‐ των λόγοις συγκατιθεμένων, ἀλλ’ ἐπεχόντων τὰ πρῶτα, εἰσότε πληρέστατα καὶ ἐναργῶς τἀληθὲς ἐπιγνόντες εἰπεῖν δυνηθεῖεν ὕστερον· «Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκη‐ | |
22.988(50) | κόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεα‐ σάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς.» Ἔχοι δ’ ἂν καὶ ἑτέραν διάνοιαν ὁ τόπος. Εἴποι γὰρ ἄν τις ὅτι ταῖς ἀπαγγελλούσαις γυ‐ ναιξὶ τὴν ἀνάστασιν τοῦ Σωτῆρος, ὡς ἐξ ἀκοῆς τῶν | |
55 | ὀφθέντων αὐταῖς δύο ἀνδρῶν κατὰ τὸν Λουκᾶν οὐκ | |
22.989 | ἐπίστευσαν οἱ ἕνδεκα, ἐν οἷς ἦσαν καὶ ὁ· Πέτρος καὶ ὁ Ἰωάννης, μηδὲ αὐτοὶ πεπιστευκότες. Τῇ δὲ Μαρίᾳ κατὰ τὸν Ἰωάννην εἰπούσῃ ὅτι, «Ἦραν τὸν Κύριόν μου ἐκ τοῦ μνήματος,» οὐ πρότερον ἐπίστευσαν οἱ | |
5 | δύο μαθηταὶ τοῦτο αὐτὸ, τὸ ἦρθαι τὸν Σωτῆρα, πρὶν ἐλθεῖν εἰς τὸν τόπον καὶ ἔργῳ τοῦτο παραλαβεῖν. Ὅτε γοῦν εἰσῆλθον οὗτοι εἰς τὸ μνῆμα, καὶ τὰ ὀθόνια εἶδον μόνα, τὸ δὲ σῶμα οὐδαμοῦ, τότε ἐπίστευσαν· τίνι δὲ ἐπίστευσαν, ἀλλ’ ἢ τῷ τῆς Μαρίας λόγῳ φή‐ | |
10 | σαντι, «Ἦραν τὸν Κύριόν μου;» Διὸ ἐπιλέγει ἑξῆς· «Οὔπω γὰρ ᾔδεισαν τὴν Γραφὴν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.» | |
15 | Δʹ. Τὸ δὲ πῶς δύο παρὰ τὸν Ἰωάννην μαθητῶν ἐλθόντων εἰς τὸ μνημεῖον, Πέτρου καὶ Ἰωάννου, ὁ Λουκᾶς ἕνα μόνον φησὶν ἀπηντηκέναι, οὕτως ἂν λυ‐ θείη. | |
20 | Πολὺς ἦν ὁ Πέτρος ἀεὶ τῇ προθυμίᾳ, ὡς μόνον παρὰ τοὺς ἀποστόλους εἰπεῖν τῷ Σωτῆρι· «Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι·» καὶ μόνον πάλιν ἐπιβῆναι τοῖς κύμασιν ἀξιῶσαι· καὶ μό‐ νον ἀποκρίνασθαι καὶ εἰπεῖν αὐτῷ· «Σὺ εἶ ὁ Χρι‐ | |
25 | στὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος·» διὸ καὶ μόνος τῶν μαθητῶν ἀκούει· «Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ.» Διὸ καὶ πρῶτος τολμᾷ εἰσιέναι εἰς τὸ μνημεῖον, σὺν τῷ ἑτέρῳ μαθητῇ ὃν ἐφίλει ὁ Ἰησοῦς ἐλθὼν, κατὰ τὸν Ἰωάννην· ἀλλὰ τότε μὲν παρὰ τῆς Μαγδαληνῆς | |
30 | ἦρθαι τὸ σῶμα τοῦ Κυρίου ἀπὸ τοῦ μνημείου μεμα‐ θηκὼς, ἀπήντα ἅμα τῷ ἑτέρῳ μαθητῇ· εἶτα ἀνεχώ‐ ρει σὺν αὐτῷ, τὰ ὀθόνια εἴσω τοῦ μνήματος τεθεαμέ‐ νος καὶ πιστεύσας. Κατὰ δὲ Λουκᾶν, τῶν ἄλλων ἀπι‐ στούντων μαθητῶν, μόνος αὐτὸς πάλιν πιστεύει ταῖς | |
35 | λεγούσαις ταῖς γυναιξὶν ἑωρακέναι τοὺς ὀφθέντας ἀγ‐ γέλους· οὐ γὰρ ἀπιστήσας δὲ ταῖς τῶν γυναικῶν μαρτυρίαις, παλινδρομαῖος ἐπὶ τὸ μνημεῖον μόνος παραγίνεται· καὶ αὖθις παρακύψας βλέπει τὰ ὀθόνια μόνα ὡς καὶ τὸ πρότερον· εἶτα ἀπῄει, πρὸς ἑαυτὸν | |
40 | θαυμάζων τὸ γεγονός· καὶ νῦν μὲν ἀπῄει θαυμάζων τὸ γεγονὸς, ἐπεὶ δὲ πολὺς ἦν τῇ προθυμίᾳ καὶ πλείονα σπουδὴν παρὰ πάντας ἐπεδείκνυτο, σπεύδων καὶ πε‐ ριτρέχων, καὶ πάντη τὸν Σωτῆρα περιαθρῶν ἀνεωγόσι τοῖς τῆς ψυχῆς ὄμμασι, πανταχοῦ δὲ ζητῶν καὶ πε‐ | |
45 | ριβλεπόμενος, οὐκ ἠτύχησε τῆς ἐλπίδος, ἀλλὰ καὶ αὐ‐ τὸς ἀξιοῦται τῆς αὐτοῦ θεοφανείας· τούτου μάρτυς ὁ αὐτὸς εὐαγγελιστὴς Λουκᾶς ὧδέ πη προϊὼν ἑξῆς καὶ λέγων ὅτι ὄντως ἠγέρθη ὁ Κύριος καὶ ὤφθη Σίμωνι. Συμμαρτυρεῖ δὲ αὐτῷ καὶ ὁ ἱερὸς Ἀπόστολος ὧδε Κο‐ | |
22.989(50) | ρινθίοις γράφων, ὅτι «Ὤφθη Κεφᾷ, εἶτα τοῖς ἔνδεκα.» Κεφᾶς δὲ αὐτὸς ἦν Σίμων ὁ καὶ Πέτρος, ᾧ καὶ πρὸ τῶν ἕνδεκα μόνος μόνῳ ὤφθη ὁ Σωτὴρ, τῆς παρὰ πάντας ὑπερβαλλούσης αὐτοῦ χάριν σπουδῆς. Εʹ. | |
55 | Ἔτι ζητήσειεν ἄν τις πῶς παρὰ μὲν τῷ Ματ‐ | |
22.992 | θαίῳ ἡ Μαγδαληνὴ Μαρία μετὰ τῆς ὁμωνύμου ἑωρα‐ κέναι ἐκτὸς τοῦ μνήματος ἐπικαθήμενον τῷ λίθῳ ἕνα μόνον ἄγγελον εἴρηται· κατὰ δὲ τὸν Ἰωάννην εἴσω τοῦ μνήματος ἀγγέλους δύο θεωρεῖ καθημένους· κατὰ | |
5 | δὲ τὸν Λουκᾶν δύο ἄνδρες ἀπήντων ταῖς γυναιξί· κατὰ δὲ τὸν Μάρκον νεανίσκος ἦν αὐτοῖς ὁρώμενος. | |
8 | Τὰ μὲν παρὰ τῷ Ἰωάννῃ καὶ Ματθαίῳ λύσεως ἂν τύχοι τοιαύτης· ἡγοῦμαι γὰρ προηγεῖσθαι μὲν τὴν | |
10 | παρὰ τῷ Ἰωάννῃ ἱστορίαν, τῆς παρὰ τῷ Ματθαίῳ, καὶ τὴν Μαγδαληνὴν τὸ πρῶτον ἐλθοῦσαν τοὺς δύο ἀγγέλους εἴσω τοῦ μνήματος καθεζομένους ἰδεῖν· μετὰ δὲ ταῦτα δεύτερον ἐπιστᾶσαν τῷ αὐτῷ τόπῳ μετὰ τῆς ἄλλης Μαρίας τὸν ἐπικαθήμενον τῷ λίθῳ | |
15 | ἄγγελον ἑωρακέναι. Ἢ τάχα ἕτερος μὲν ὁ παρὰ Ματ‐ θαίῳ ἄγγελος, ἕτερος δὲ καὶ ὁ χρόνος καὶ ὁ τόπος τῆς τοῦ ἀγγέλου θέας· ἕτεροι δὲ καὶ ἄγγελοι αὐτοῦ οἱ πρὸς τὰς γυναῖκας· ὡσαύτως δὲ καὶ οἱ παρὰ τῷ Ἰωάννῃ δύο ἄγγελοι οἱ εἴσω τοῦ μνήματος ὀφθέντες | |
20 | ἕτεροί εἰσι παρὰ τὸν ἔξω πρὸ μνήματος ἐπὶ τῷ λίθῳ καθεζόμενον παρὰ τῷ Ματθαίῳ. Εἰ μὲν γὰρ τοῦ Ματ‐ θαίου ὀψὲ Σαββάτων εἰρηκότος, καὶ ἕνα πρὸ τῆς θύ‐ ρας τοῦ μνημείου καθήμενον ἐπὶ τῷ λίθῳ ἱστορηκό‐ τος, φυλάξας ὁ Ἰωάννης τὸν αὐτὸν καιρὸν καὶ τὸν | |
25 | αὐτὸν τόπον εἰρήκει ὀψὲ Σαββάτων, πρὸ τῆς θύρας τοῦ μνήματος ἐπὶ τῷ λίθῳ δύο καθεζομένους ὁρᾶ‐ σθαι, ἦν ἀληθῶς διαφωνίαν αἰτιᾶσθαι. Καὶ ὁ Ματθαῖος ὡσαύτως εἰ ὁμοίως Ἰωάννῃ τὴν πρωϊνὴν ὥραν τη‐ ρήσας, εἴσω τοῦ μνήματος καὶ αὐτὸς οὐ δύο ἀγγέλους | |
30 | ἀλλ’ ἕνα ἔφησε τεθεωρῆσθαι, τἀναντία ἔδοξεν ἂν εἰ‐ κότως συγγράφειν. Εἰ δ’ ἀφώρισαν οἱ εὐαγγελισταὶ καὶ τοὺς χρόνους καὶ τοὺς τρόπους, καὶ τὰ πρόσωπα τῶν θεωμένων, καὶ τοὺς τῶν ἀγγέλων λόγους, οὐκ ἄν τις εὐλόγως μέμψαιτο διαφωνίαν τῆς Γραφῆς, ἀλη‐ | |
35 | θευούσης ἑκάστης κατὰ τὸν οἰκείας ἱστορίας λόγον, διαφόρων τε πραγμάτων ὑφήγησιν δηλούσης. Ἀλλ’ οἱ μὲν παρὰ τοῖσδε τοῖς εὐαγγελισταῖς ἄγγελοι, καὶ τοῦ Σωτῆρος αἱ μετὰ τὴν ἀνάστασιν θεοφάνειαι, παρὰ μό‐ νοις τούτοις ὡς ἂν παρὰ κρείττοσι καὶ αὐτοῦ τοῦ | |
40 | Σωτῆρος αὐτόπταις τε καὶ αὐτηκόοις φερόμεναι, ταύ‐ την σώζοιεν ἂν τὴν ἀκολουθίαν. Οἱ δὲ παρὰ τῷ Λουκᾷ δύο ἄνδρες ἐν ἐσθῆτι ἀστραπτούσῃ ὀφθέντες, διὰ τὰ τῆς ἑορτῆς σύμβολα· καὶ ὁ παρὰ τῷ Μάρκῳ νεανί‐ σκος λευκὴν περιβεβλημένος καὶ αὐτὸς στολὴν, δε‐ | |
45 | ξιός τε ἀλλ’ οὐκ ἀριστερὸς ἑωραμένος, τῷ τε φαιδρὰ καὶ δεξιὰ ταῖς γυναιξὶν εὐαγγελίζεσθαι, πάλιν ἕτεροι ἂν εἶεν καὶ αὐτοὶ, ἀλλήλων τε καὶ τῶν παρὰ τοῖς πρώτοις. Διὸ οὐδὲ ἀγγέλους αὐτοὺς οἵδε ὠνόμασαν, ἐπεὶ μηδὲ τῶν τοῦ Σωτῆρος ὀπτασιῶν ἐμνημόνευσαν | |
22.992(50) | τοῖς κρείττοσιν ἢ καθ’ ἑαυτοὺς Ματθαίῳ καὶ Ἰωάννῃ τὰ κρείττονα γράφειν καὶ ἱστορεῖν παρακεχωρηκότες· αὐτοὶ δὲ τὰ δεύτερα διηγούμενοι, καὶ τῷ χρόνῳ τὰ μετὰ τὴν τῶν πρώτων μνήμην ὕστερον πεπραγμένα, παρῄεσαν μὲν τὰ παρὰ τοῖς αὐτόπταις εἰρημένα, | |
55 | ἀντανεπλήρουν δὲ τὰ παρ’ ἐκείνοις σεσιγημένα· ἃ δὴ δεύτερα ἦν καὶ μακρῷ λειπόμενα τῆς τῶν προτέρων ἱστορίας· οὕτω τοῦ ἁγίου Πνεύματος διανείμαντος τὰς πρεπούσας ἑκάστῳ καὶ καταλλήλους διηγήσεις. ϛʹ. | |
Αἱ γοῦν παρὰ τῷ Λουκᾷ ἄρθρου βαθέος ἐπὶ τὸ μνῆμα | ||
22.993 | ἐλθοῦσαι γυναῖκες καὶ φέρουσαι ἃ ἡτοίμασαν ἀρώ‐ ματα, ἕτεραι ἂν εἶεν τῶν παρὰ τῷ Ματθαίῳ καὶ Ἰωάννῃ. Οὐ γὰρ ἂν ἔχοι λόγον τὰς τοσαῦτα προτε‐ θεαμένας Μαρίας ἄρτι πρῶτον ἀρώματα φέρειν, ὡς | |
5 | μήπω τὴν ἀνάστασιν προμεμαθηκυίας. Σαφῶς γὰρ δι’ ὧν φησι δείκνυσι ὅτι καὶ οἱ ὀφθέντες, ἕτεροι παρὰ τοὺς ἔμπροσθεν δεδηλωμένους· καὶ ὁ τόπος ἔνθα ὤφθησαν ἕτερος· οὔτε γὰρ εἴσω τοῦ μνήματος ἦσαν, ὡς ὁ Ἰωάννης ἐδίδαξεν, οὔτε ἐπὶ τὸν λίθον καθεζό‐ | |
10 | μενοι, ὡς ὁ παρὰ τῷ Ματθαίῳ ἄγγελος· ἀλλ’ οὐδὲ ὅλως ὠνόμασεν ἀγγέλους ὁ Λουκᾶς, δύο δὲ ἄνδρας, πλὴν ἀλλὰ καὶ αὐτοὺς ἐν ἐσθῆτι ἀστραπτούσῃ, διὰ τὰ τῆς ἑορτῆς σύμβολα· καὶ οἱ λόγοι δὲ αὐτῶν οἱ πρὸς τὰς γυναῖκας ἰδιάζουσι· καὶ αἱ γυναῖκες δὲ πλείους | |
15 | ἦσαν, ἀλλ’ οὐχ ἡ παρὰ τῷ Ματθαίῳ δύο Μαρίαι, ἀλλ’ ἁπαξαπλῶς αἱ συνελθοῦσαι αὐτῷ ἐκ τῆς Γαλιλαίας· ὀλίγωροι δὲ καὶ αὗται, οὐδὲ τοσαύτην ἐνδειξάμεναι σπουδὴν ὅσην αἱ διὰ νυκτὸς καρτερήσασαι καὶ παρα‐ μείνασαι τῷ μνημείῳ. Μαρτυρεῖ γοῦν ὁ Ματθαῖος τῇ | |
20 | Μαγδαληνῇ καὶ τῇ ἄλλῃ Μαρίᾳ εὐτονίαν πολλὴν καὶ παραμονὴν, λέγων μετὰ τὸ πάθος αὐτοῦ ταῦτα· «Ἦν δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνὴ καὶ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου·» ἀλλ’ αὗται μὲν τῇ ἡμέρᾳ τῆς Παρασκευῆς παρεκάθηντο ἀντικρὺ τοῦ | |
25 | μνήματος· διὸ καὶ θᾶττον ὁρῶσι πρῶτον μὲν τὸν τῶν ἀγαθῶν ἄγγελον, εἶτα καὶ αὐτὸν τὸν τῆς ζωῆς ἀρχη‐ γόν. Ἡ δὲ παρὰ τῷ Ἰωάννῃ, καὶ αὕτη τὸ μὲν πρῶ‐ τον τοὺς ἀγγέλους, μετὰ δὲ τούτους καὶ αὐτὸν τὸν Σωτῆρα θεωρεῖ· οὐ μὴν ἀρώματα ἔφερον αὗται, οὐδὲ | |
30 | περὶ ταύτην κατεγίνοντο τὴν σπουδήν. Αἱ δὲ ἀπὸ τῆς Γαλιλαίας ἀκολουθήσασαι αὐτῷ γυναῖκες, πολλαὶ οὖσαι κατὰ τὸν Λουκᾶν, τῇ μὲν Παρασκευῇ ὑποστρέψασαι, ἡτοίμασαν τὰ ἀρώματα, ἅτε δὴ μηδὲν μηδέπω προ‐ μαθοῦσαι περὶ τῆς ἀναστάσεως. Διὸ ταύταις μὲν δύο | |
35 | ἄνδρες ἐν ἐσθῆτι ἀστραπτούσῃ φαίνονται καὶ τὴν ἀνά‐ στασιν εὐαγγελίζονται. Οὐκέτι δὲ αὐταῖς ὁ Σωτὴρ ὤφθη, ὥσπερ οὖν τῇ παρὰ τῷ Ἰωάννῃ καὶ ταῖς παρὰ τῷ Ματθαίῳ· ὥστε ἰδιάζουσαν ἡγεῖσθαι προσήκει τὴν ἱστορίαν. Κατὰ δὲ τὸν Μάρκον λίαν πρωῒ τῇ μιᾷ | |
40 | τῶν Σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου ἄλλαι πάλιν αὗται, καὶ ἐν ἑτέρῳ καιρῷ πάλιν, αἳ καὶ ἔλεγον πρὸς ἑαυτὰς, «Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον;» καὶ ἔρχονται, καὶ εὑρίσκουσιν ἀπο‐ κεκυλισμένον, καὶ εἰσελθοῦσαι εἶδον νεανίσκον· ἔνθα | |
45 | πάλιν ἐπὶ τοῦ Λουκᾶ ἄνδρες ἀλλ’ οὐκ ἄγγελοι, οὕτω ὡς καὶ νῦν οὐκ ἄγγελος ὠνόμασται, ἀλλὰ νεανίσκος· ὥστε καὶ ταύτην ἀφωρισμένην εἶναι τὴν διήγησιν, καὶ τὸν ὀφθέντα ἕτερον, καὶ τὰς ἀφικομένας ἄλλας, καὶ τὸν καιρὸν ὁμοίως τὸν μετὰ ἡλίου ἀνατολάς· ὃς | |
22.993(50) | εἰ μὲν καὶ παρὰ τῷ Λουκᾷ τερήτητο, εὐλόγως ἄν τις τοὺς παρ’ αὐτῷ δύο ἄνδρας ἀπῄτει, καὶ τοὺς αὐτοὺς λόγους. Εἰ δ’ ὁ Λουκᾶς τὸν πρὸ ἡλίου ἀνατολῆς καιρὸν προὔλαβεν, εἰκότως καὶ τοὺς τότε ὀφθέντας δύο ἄν‐ δρας, ἀλλ’ οὐ τὸν νεανίσκον ἱστορεῖ. Ζʹ. | |
55 | Τεττάρων δὲ ὄντων τῶν εὐαγγελιστῶν, ἰσάρι‐ θμοι τούτων καὶ αἱ πρὸς αὐτῶν ἀναγραφεῖσαι φαίνον‐ | |
ται ὀπτασίαι· οἵ τε καιροὶ τέσσαρες, καὶ οἱ καθ’ | ||
22.996 | ἕκαστον καιρὸν ὀφθέντες, ἰδιάζοντες· ὁμοίως δὲ καὶ αἱ θεώμεναι, διάφοροι· καὶ οἱ τῶν ὀφθέντων αὐτοῖς λόγοι, διαλλάττοντες. Πρῶτος μὲν γὰρ ἦν καιρὸς ὁ παρὰ τῷ Ματθαίῳ ὀψὲ Σαββάτων λεγόμενος· τέταρ‐ | |
5 | τος δὲ καὶ τελευταῖος ὁ παρὰ τῷ Μάρκῳ ἡλίου ἀνα‐ τείλαντος ἱστορηθείς· μέσοι δὲ ὅ τε παρὰ τῷ Ἰωάννῃ καὶ ὁ παρὰ τῷ Λουκᾷ· διὸ καὶ οἱ ὀφθέντες κατὰ και‐ ρὸν ἰδιάζοντες. Ὀψὲ μὲν γὰρ Σαββάτων ἄγγελος εἷς ἐκ τοῦ μνήματος· μεθ’ ὃν καὶ αὐτὸς ὁ Σωτήρ· πρωῒ | |
10 | δὲ ἔτι σκοτίας οὔσης, εἴσω τοῦ μνήματος ἄγγελοι δύο· μεθ’ οὓς πάλιν ὁ αὐτὸς Σωτήρ. Ὄρθρου δὲ βαθέος ἕτε‐ ροι κατὰ τὸν Λουκᾶν δύο ἄνδρες ὠνομασμένοι οὐκ εἴσω τοῦ μνήματος ὀφθέντες. Εἶθ’ ὕστερον ἁπάντων ὁ νεανίσκος, ὁ ταῖς ἡλίου ἀνατείλαντος ἀφικομέναις | |
15 | τεθεαμένος. Εἰ μὲν οὖν ἕνα καιρὸν εἰρηκότες οἱ πάντες καὶ τὸν αὐτὸν ἀναγράψαντες τόπον, οὐ τὰς αὐτὰς ἐπιφανείας ἐδήλουν, κἂν εὐλόγως ἄν τις ἐμέμψατο. Εἰ δ’ ἀφώρισαν τοὺς χρόνους, ἔνει‐ μάν τε καθ’ ἕκαστον χρόνον καὶ τόπον ἰδιά‐ | |
20 | ζοντα, ἀκολούθως δὲ διαφόρους καὶ τὰς ὀπτασίας ἀνέγραψαν. Ὡς εἴπερ ἦσαν μιᾶς μὲν οἱ πάντες ἐπι‐ φανείας μνημονεύσαντες, καὶ ἕνα φάντες ἄγγελον ὦφθαι ἢ δύο συμφώνως ἀγγέλους εἰρηκότες, ἢ αὖ πάλιν δύο ἄνδρας ἢ νεανίσκον ἕνα· εἶτα τοὺς καιροὺς | |
25 | διήλλαττον, ἢ μὴ τοὺς αὐτοὺς ἐδήλουν τόπους, ἦν ἂν καὶ οὕτω μέμψασθαι. Νῦν δ’ ὁ λόγος ἀκριβὴς μένει καὶ ἀδιάβλητος ἐπὶ καιροῖς διαφόροις καὶ τόποις ἐναλλαττούσας τὰς ὀπτασίας εἰσάγων, καὶ τὰς τούτων θεωροὺς πάλιν διαφόρους, ἑτέρας μὲν τὰς | |
30 | δύο πρώτας, παρὰ τὴν δευτέραν· καὶ τὰς τρίτας δὲ ὡσαύτως ἑτέρας τῶν τετάρτων. Αὐτίκα δ’ οὖν μετὰ τὴν τοῦ νεανίσκου πρὸς τὰς τελευταίας γυναῖκας ὁμι‐ λίαν, ὧν τὰ ὀνόματα οὐκ ἐμφέρονται, ἐπιλέγει ὁ Μάρ‐ κος· «Καὶ ἀκούσασαι ἔφυγον, καὶ οὐδενὶ οὐδὲν εἶπον, | |
35 | ἐφοβοῦντο γάρ·» αὗται μὲν οὖν τοιαῦται καὶ ἔμφοβοι, καὶ λίαν δειλαὶ, ὡς μηδὲ πεισθῆναι τῷ νεανίσκῳ φάντι πρὸς αὐτάς· «Ὑπάγετε καὶ εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, Ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν·» τούτων γὰρ ἀκούσασαι τῶν λόγων, | |
40 | τοὐναντίον διεπράξαντο· αἱ δὲ παρὰ τῷ Λουκᾷ ἀπο‐ στρέψασαι ἀπὸ τοῦ μνήματος ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα. Ὁμοίως δὲ καὶ ἡ παρὰ τῷ Ἰωάννῃ ἔρχεται πρὸς τοὺς μαθητὰς ἀπαγγέλλουσα ἃ ἑώρακε. Μόναι δὲ αἱ παρὰ τῷ Μάρκῳ πασῶν ὕσταται ἐλθοῦ‐ | |
45 | σαι, καὶ ἀληθῶς ὀψισθεῖσαι, ὡς μετὰ ἀνατολὴν ἡλίου ἐπιστῆναι, οὔτε τὸν Σωτῆρα θεάσασθαι καταξιοῦνται, οὔτε τὸν ἄγγελον τὸν ἐξαστράπτοντα, οὔτε τοὺς δύο τοὺς εἴσω τοῦ μνήματος, οὔτε τοὺς δύο τοὺς παρὰ τῷ Λουκᾷ ἄνδρας· ψιλὸν δέ τινα νεανίσκον εἶδον | |
22.996(50) | περιβεβλημένον στολὴν λευκὴν, ἀναλόγως τῇ τῆς διανοίας αὐτῶν σμικρότητι τὴν ὀπτασίαν ἰδοῦσαι· καὶ τοῦτον δὲ λευχείμονα τῆς ἑορτῆς χάριν θεασά‐ μεναι, ὅμως ἐθαυμάσθησαν· τοῦτο γὰρ ἐμαρτύρησεν αὐταῖς ὁ Μάρκος· καίτοιγε ἐπὶ τῶν προτέρων μη‐ | |
55 | δαμοῦ τοῦ θάμβους ὠνομασμένου. Τὴν Μαγδαληνὴν δὲ σχολάζουσαν καὶ προσκαρτεροῦσαν, εἰκὸς οὐ μόνον τὰς πρώτας ὄψεις τεθεᾶσθαι τῶν αὐτῇ μόνῃ ὀφθέν‐ των, ἀλλὰ καὶ τὸν παρὰ τῷ Μάρκῳ ταῖς λοιπαῖς | |
γυναιξὶν ἑωραμένον νεανίσκον. Ταὐτὸν δ’ ἂν εἴποις | ||
22.997 | καὶ ἐπὶ τῆς κατὰ τὸν Λουκᾶν ἱστορίας, ὃς μετὰ τὴν ἄφιξιν τῶν πολλῶν γυναικῶν, καὶ μετὰ τὴν θέαν τῶν ὀφθέντων αὐταῖς δύο ἀνδρῶν διηγεῖται λέγων· «Καὶ ἀποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα | |
5 | πάντα τοῖς ἕνδεκα·» οἷς ἐπιφέρει, «Ἦσαν δὲ ἡ Μαγδα‐ ληνὴ Μαρία,» καὶ τὰ ἑξῆς. Οὐκ ἀπεικὸς μὲν γὰρ ἦν, καὶ νῦν πάλιν τὴν Μαγδαληνὴν πάλαι προαφιγμένην καὶ παραμείνασαν εὐτόνως παρὰ τῷ μνήματι εὑρῆ‐ σθαι, ὅτε πολλαὶ ἀπὸ τῆς Γαλιλαίας συνελθοῦσαι | |
10 | γυναῖκες ἀπήντων ἐπὶ τὸν τάφον φέρουσαι τὰ ἀρώ‐ ματα, ὥστε καὶ αὐτὴν ἅμα ταῖς λοιπαῖς τοὺς δύο ἄνδρας τεθεᾶσθαι, καὶ τῶν λόγων αὐτῶν ἀκηκοέναι· εἶτα σὺν ταῖς πολλαῖς ἐπανελθεῖν καὶ διηγεῖσθαι τοῖς ἕνδεκα. Δύναται δὲ καὶ ἄλλως ὁ λόγος, τὰ μὲν πρῶτα | |
15 | ταῖς ἀπὸ τῆς Γαλιλαίας γυναιξὶν ἀπονεῖμαι, λέγω δὴ τὴν εἰς τὸ μνῆμα ἄφιξιν, καὶ τὴν τῶν ἀρωμάτων κομιδὴν, τήν τε γενομένην αὐταῖς τῶν δύο ἀνδρῶν ἐπιφάνειαν, καὶ τοὺς τούτων πρὸς αὐτὰς λόγους· τὴν μὲν οὖν ἀπαγγελίαν τὴν πρὸς τοὺς ἕνδεκα μηκέτι | |
20 | παρ’ αὐτῶν μόνον γεγενῆσθαι, ἀλλ’ ὁμοῦ παρὰ πα‐ σῶν, ἑκάστης ἃ τεθέατο διηγημένης· ἐν αἷς πάλιν τὴν Μαγδαληνὴν εἶναι μετὰ τῶν λοιπῶν καὶ αὐτὴν τοῖς μαθηταῖς ἀπαγγέλλουσαν τὰ ἰδίως μόνῃ αὐτῇ ἑωραμένα. | |
25 | Ηʹ. Ἐγὼ δὲ κἀκεῖνο ζητῶ, πῶς παρὰ μὲν τῷ Μάρκῳ εἴρηται, ὡς ἄρα διαγενομένου τοῦ Σαββάτου ἡτοίμασαν ἀρώματα, παρὰ δὲ τῷ Λουκᾷ πρὸ τοῦ Σαββάτου τοῦτ’ ἔπραξαν ἐν αὐτῇ τῇ Παρασκευῇ. | |
30 | Καὶ τοῦτο δὲ τοῖς προτέροις συμπεπλεγμένον ζη‐ τήμασι, τῆς ὁμοίας ἐκείνοις τύχοι ἂν ἑρμηνείας· ἀποδεικνύντων δὲ ἡμῶν μὴ εἶναι τὰς αὐτὰς, ἀλλ’ ἑτέ‐ ρας μὲν τὰς πρὸ τοῦ Σαββάτου ἐν αὐτῇ τῇ Παρα‐ σκευῇ, καθ’ ἣν πέπονθεν ὁ Σωτὴρ, περὶ τὴν κηδείαν | |
35 | ἀσχοληθείσας, ἑτέρας δὲ τὰς μετὰ τὸ Σάββατον· σα‐ φῶς γὰρ ταύτας Λουκᾶς μεμαρτύρηκε κατ’ αὐτὴν τὴν ἡμέραν τοῦ πάθους ταῦτα πεποιηκέναι, οὐδαμῶς ὀνόματος γυναικῶν μνημονεύσας, ἀλλ’ ἁπλῶς γυναῖ‐ κας εἰπὼν τὰς συνελθούσας αὐτῷ ἀπὸ τῆς Γαλιλαίας· | |
40 | ὁ δὲ Μάρκος ὀνομαστὶ τρεῖς μόνας ἀνέγραψε καθ’ ἑαυτὰς πρόνοιαν πεποιημένας τῶν ἀρωμάτων, οὐ τῇ Παρασκευῇ, ἀλλὰ μετὰ διαγενέσθαι τὸ Σάββατον· ἑτέρας δὲ εἶναι ταύτας παρὰ τὰς παρὰ τῷ Λουκᾷ, καὶ τὰ ἑξῆς ἐπαγόμενα δείκνυσιν. Αὗται μὲν οὖν | |
45 | γυναῖκες παρὰ τῷ Μάρκῳ τὸν νεανίσκον ὁρῶσι καθ‐ ήμενον ἐν τοῖς δεξιοῖς, ὃς καί φησιν αὐταῖς· «Μὴ φοβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνόν· ἠγέρθη, οὐκ ἔστιν ὧδε.» Ταῖς δὲ παρὰ τῷ Λουκᾷ δύο ἄνδρες ἐπέστησαν ἐν ἐσθῆτι ἀστραπτούσῃ, καὶ ἑτέρας προ‐ | |
22.997(50) | φέρονται φωνὰς λέγοντες· «Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;» καὶ τὰ ἑξῆς· καὶ αἱ μὲν παρὰ τῷ Μάρκῳ ἀκούσασαι τοῖς μαθηταῖς ἐπαγγεῖλαι τὰ παρηγγελμένα· οὐδενὶ οὐδὲν εἶπον· αἱ δὲ παρὰ τῷ Λουκᾷ πορευθεῖσαι ἀπήγγειλαν τοῖς ἕνδεκα· ὡς διὰ | |
55 | τούτων ἁπάντων συνάγεσθαι, μὴ τὰς αὐτὰς εἶναι· διὸ μηδὲ ὑφ’ ἕνα καιρὸν πεποιηκέναι τὰ ἀναγεγραμ‐ | |
μένα. | ||
22.1000 | Θʹ. «Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν, καὶ λέγει αὐτοῖς. Εἰρήνη ὑμῖν.» Ἐνταῦθά τις ἀπορήσειε πῶς τοῖς ἕνδεκα μαθηταῖς ὁμοῦ | |
5 | συνηγμένοις μετὰ τὴν ἀνάστασιν ἐπιστὰς ὁ Κύριος κατὰ τὸν Λουκᾶν καὶ κατὰ Ἰωάννην συμφώνως ταῦτα ἀπομνημονεύσαντας, οὐκέτι παρ’ ἀμφοτέροις ταὐτὰ πράττων οὐδὲ φάσκων ἀναγέγραπται. Ὅτι τὴν αὐτὴν ὀπτασίαν οἱ δύο συνέγραψαν εὐαγ‐ | |
10 | γελισταὶ κατὰ μίαν καὶ τὴν αὐτὴν ὥραν τε καὶ ἡμέ‐ ραν γενομένην, παραστῆσαι δεῖ πρότερον· τοῦτο δ’ ἂν γένοιτο φανερὸν ἐπιτηρήσαντί σοι ἀκριβῶς τὴν Γραφήν. Ὁ μὲν γὰρ Ἰωάννης προειπὼν, «Τῇ δὲ μιᾷ τῶν Σαββάτων ἔρχεται Μαρία ἡ Μαγδαληνὴ ἀπαγ‐ | |
15 | γέλλουσα τοῖς μαθηταῖς ὅτι ἑώρακε τὸν Κύριον καὶ ταῦτα εἶπεν αὐτῇ,» ἑξῆς ἐπισυνάπτει λέγων· «Οὔσης ὀψίας ἐν ἐκείνῃ τῇ ἡμέρᾳ συνηγμένων τῶν μαθητῶν, ἦλθεν ὁ Ἰησοῦς, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν, Εἰρήνη ὑμῖν.» Ὥστ’ εἶναι σαφὲς ἐκ τούτων ὅτι κατ’ | |
20 | αὐτὴν τὴν Κυριακὴν ἡμέραν τῆς ἀναστάσεως ὀψίας ἦν πεπραγμένα τὰ παρὰ τῷ Ἰωάννῃ· καὶ κατὰ τὸν Λουκᾶν ἡ αὐτὴ ἡμέρα καὶ ὥρα εὑρεθήσεται· λέγει γοῦν καὶ αὐτός· «Τῇ δὲ μιᾷ τῶν Σαββάτων ὄρθρου βαθέος, ἐπὶ τὸ μνῆμα ἦλθον αἱ γυναῖκες.» Εἶθ’ ἑξῆς, | |
25 | ὅτι ἰδοῦσαι ἀγγέλους, ἐπανῆλθον καὶ ἀπήγγειλαν τοῖς μαθηταῖς ἃ τεθέαντο. Πέτρος δὲ σπεύσας ἐπὶ τὸ μνῆμα ἀπαντᾷ, καὶ τὰ ὀθόνια θεωρεῖ· καὶ ταῦτα μὲν ὄρθρου βαθέος ἐγένετο, τῇ ἀναστασίμῳ ἡμέρᾳ. Λέγει δὲ ἑξῆς ἐπισυνάπτουσα ἡ Γραφή· «Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν | |
30 | ἐν αὐτῇ ἡμέρᾳ ἦσαν πορευόμενοι εἰς κώμην.» Οὗ‐ τοι δὲ ἦσαν οἱ περὶ τὸν Κλεόπαν· οἷς συνεισελθὼν εἰς τὴν Ἐμμαοῦν, λαβὼν ἄρτον εὐλόγησε, καὶ ἐπιδιδοὺς αὐτοῖς, ἀφανὴς ἐγένετο. Εἶτ’ ἐπιλέγει· «Καὶ ἀναστάν‐ τες ὑπέστρεψαν αὐτῇ τῇ ὥρᾳ εἰς Ἱερουσαλὴμ, καὶ | |
35 | εὗρον ἠθροισμένους τοὺς ἕνδεκα.» Εἶτα ὁμιλούντων αὐτῶν ἔστη ὁ Ἰησοῦς ἐν μέσῳ, καὶ λέγει αὐτοῖς, «Εἰρήνη ὑμῖν,» καὶ τὰ ἑξῆς. Δέδεικται τοίνυν καὶ ἀπὸ τοῦ Λουκᾶ, ὡς ἡ αὐτὴ ἐτύγχανεν ἡμέρα, καὶ ἡ αὐτὴ δὲ ὥρα συνίσταται ἀπὸ τοῦ ἐν μιᾷ ἡμέρᾳ τοὺς περὶ | |
40 | Κλεόπαν εἰς τὴν Ἐμμαοῦν γενέσθαι, κἀκεῖθεν ἐπαν‐ εληλυθέναι εἰς τὴν Ἱερουσαλὴμ, ἤδη που πάντως ἑσπέ‐ ρας καταλαβούσης· εἶτα τὴν ἐπιφάνειαν γεγονέναι. Ἐπειδὴ τοίνυν ἡ αὐτὴ παρ’ ἀμφοτέροις πέφηνεν ὀπτασία, φέρε ἴδωμεν ὅπως ἕτερα μὲν παρὰ τῷ Λου‐ | |
45 | κᾷ εἴρηται πράξας καὶ λαλήσας ὁ Σωτὴρ, ἕτερα δὲ παρὰ τῷ Ἰωάννῃ. Ὁμοίως μὲν οὖν παρ’ ἀμφοτέροις λέλεκται, ὡς ἄρα μέσος αὐτῶν στὰς εἶπεν αὐτοῖς, «Εἰρήνη ὑμῖν.» Ἀφωρισμένως δὲ παρὰ τῷ Λουκᾷ πρόσκειται ὅτι ἐδόκουν πνεῦμα θεωρεῖν, καὶ τὰ ἑξῆς. | |
22.1000(50) | Ἀλλ’ εἰ καὶ μὴ τοσαῦτα εἴρηται παρὰ τῷ Ἰωάννῃ, ἀλλὰ τὰ ἑξῆς πάλιν παρ’ ἀμφοτέροις συνῴδει. Παρὰ μὲν γὰρ τῷ Ἰωάννῃ μετὰ τὸ, «Εἰρήνη ὑμῖν,» ἐπι‐ λέγεται, «Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ.» Οὐ φέρεται δὲ ἡ αἰτία παρὰ | |
55 | τῷ Ἰωάννῃ, ὡς ἂν ἤδη λελεγμένη παρὰ τῷ Λουκᾷ· | |
ἦν δὲ αὕτη τὸ νομίζειν αὐτοὺς πνεῦμα θεωρεῖν· ὅτι | ||
22.1001 | γε μὴν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὑτοῦ μαρτυρήσας ὁ Ἰωάννης, σύμφωνος ἂν εἴη τῷ καὶ τὴν αἰτίαν παραθεμένῳ. Τούτοις ἑξῆς, ὁ μὲν Λουκᾶς φησιν, «Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς | |
5 | χαρᾶς καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς, Ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἀπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος.» Ταῦτα δὲ Ἰωάννης οὐ συνέγραψεν. Ἔνθα γενομένοις ἐπιστῆσαι προσήκει τὸν νοῦν, ὡς καὶ ἐν τοῖς λοιποῖς, τὰς σεμνοτέρας καὶ θειοτέρας | |
10 | πράξεις τε καὶ διδασκαλίας τοῦ Σωτῆρος ἡμῶν διὰ τοῦ Ἰωάννου τὸ Πνεῦμα τὸ ἅγιον ἀπεμνημόνευσε, τὰ δὲ ἀνθρωπινώτερα διὰ τῶν λοιπῶν συνέγραψεν, ὃ δὴ καὶ νῦν πεποίηκεν. Ὡς γὰρ ἐνόμισαν οἱ μαθηταὶ ἰδόν‐ τες τὸν Σωτῆρα, μὴ αὐτὸν θεωρεῖν ἀλλὰ πνεῦμα, καὶ | |
15 | ὡς ἠπίστουν αὐτῷ, καὶ μετὰ τὸ δεῖξαι αὐτοῖς τὰς χεῖ‐ ρας καὶ τοὺς πόδας ἀναγκαίως, ἔτι ἀπιστούντων αὐ‐ τῶν, αἰτήσας τι βρώσιμον, ἔφαγεν ἐνώπιον αὐτῶν. Ταῦτα δὲ σωματικώτερα ὄντα, καὶ πολλὴν ἀπιστίαν τῶν ἀποστόλων κατηγοροῦντα, αὐτοῦ τε τοῦ Σωτῆρος | |
20 | συμπεριφορὰν, πείθοντος αὐτοὺς καὶ σαφῶς παρ‐ ιστῶντος ὡς ἄρα αὐτὸς εἴη, τῷ Λουκᾷ ὡς ἂν ὑποδε‐ εστέρῳ γράφειν τὸ Πνεῦμα ὑπέβαλε· τὰ δὲ κρείτ‐ τονα καὶ δυνάμεως ἐνθέου παραστατικὰ διὰ τοῦ Ἰωάννου παρίστη, γράφοντος καὶ αὐτοῦ ἑξῆς ταῦτα, | |
25 | «Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον·» εἶ‐ πεν οὖν αὐτοῖς πάλιν, «Εἰρήνη ὑμῖν· καθὼς ἀπ‐ έσταλκέ με ὁ Πατὴρ, κἀγὼ πέμπω ὑμᾶς· καὶ τοῦτο εἰπὼν ἀνεφύσησε,» καὶ τὰ ἑξῆς. Ἔχοι δ’ ἂν ἀκολου‐ θίαν ὁ παρ’ ἀμφοτέροις λόγος, εἰ τὰ παρὰ τῷ Λουκᾷ | |
30 | πρῶτα πεπράχθαι λογισαίμεθα, εἶθ’ οὕτως μετ’ ἐκεῖ‐ να συνάψομεν τὰ παρὰ τῷ Ἰωάννῃ. Ἔτι μὲν γὰρ ἀπι‐ στούντων αὐτῶν καὶ τροφὴν ᾔτει, καὶ μὴ ἀρκεσθεὶς τῇ βρώσει τοῦ ἰχθύος, καὶ λόγους αὐτοὺς στηρίζει, τῆς προτέρας αὐτοὺς ὑπομιμνήσκων διδασκαλίας κατὰ | |
35 | τὸν Λουκᾶν. Ὅτε δὲ λοιπὸν πεισθέντες ἐπληροφορήθη‐ σαν αὐτὸν εἶναι ἀληθῶς, καὶ λοιπὸν χαρᾶς ἦσαν με‐ στοὶ, τότε δευτέραν αὐτοῖς εἰρήνην ἑτέραν καὶ κρείτ‐ τονα παρὰ τὴν προτέραν δίδωσι, καὶ παρακελεύεται ἑτοίμους εἶναι εἰς τὴν ἀποστολὴν, μονονουχὶ ὁμοίους | |
40 | αὐτῷ καὶ αὐτοὺς ἔσεσθαι διὰ τοῦ ὁμοίου ἔργου ἐπαγ‐ γειλάμενος. Εἶθ’ ἑξῆς καὶ ἀκολούθως ἐμπνεῖ αὐτοῖς τοῦ ἁγίου Πνεύματος, ὡς ἂν δεομένοις τούτου εἰς τὴν ἑξῆς ἐπιφερομένην ἐπαγγελίαν· αὕτη δὲ ἦν τὸ δύνα‐ σθαι ἀφιέναι ἁμαρτίας διὰ τῆς τοῦ ἁγίου Πνεύματος | |
45 | δυνάμεως. Καὶ οὕτως ἐξ ἀμφοτέρων τῶν εὐαγγελι‐ στῶν εἷς κοινωνὸς ἀπαρτισθήσεται λόγος, τῶν μὲν παρὰ τῷ Λουκᾷ λελεγμένων, σιωπηθέντων παρὰ τῷ Ἰωάννῃ· τῶν δὲ ὑπὸ τοῦ Ἰωάννου γραφῇ παραδοθέν‐ των, σιγῇ ταμιευθέντων παρὰ τῷ Λουκᾷ· καὶ πρώ‐ | |
22.1001(50) | των μὲν τῶν παρὰ τῷ Λουκᾷ λελεγμένων, ἑξῆς δὲ ἐκείνοις συναπτομένων τῶν παρὰ τῷ Ἰωάννῃ· οὕτω τε ἕνα νοῦν καὶ μίαν διάνοιαν σωζόντων τῶν παρ’ ἀμφοτέροις. Ταῦτα μὲν ταύτῃ. Ιʹ. Πῶς δὲ παρὰ μὲν τῷ Ματθαίῳ ἄγγελος ὀφ‐ θεὶς ταῖς γυναιξὶ παρήγγειλεν ἀπαγγεῖλαι τοῖς μαθη‐ | |
55 | ταῖς αὐτοῦ, ὅτι, Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ προάγει | |
ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε, ὁμοίως | ||
22.1004 | δὲ καὶ παρὰ τῷ Μάρκῳ ὁ νεανίσκος, ὃν εἶδον καθή‐ μενον ἐν τοῖς δεξιοῖς, ταῦτα εἶπε ταῖς γυναιξί. Παρὰ δὲ τῷ Λουκᾷ ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ, ἠθροισμένων κατὰ τὸ αὐτὸ τῶν μαθητῶν τῶν ἕνδεκα, καὶ τὰ περὶ | |
5 | τῆς ἀναστάσεως αὐτοῦ ἀλλήλοις ὑφηγουμένων, ἔστη μέσος αὐτὸς, καὶ προσδιαλέγεται, καὶ ἰχθύος ὀπτοῦ μέρος ἐνώπιον αὐτῶν ἔφαγε. Καὶ κατὰ τὸν Ἰωάννην δὲ ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ πάλιν, οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον ὤφθη τοῖς ἕνδεκα, πρῶτον μὲν καὶ αὐτὴν | |
10 | τὴν ἡμέραν τῆς ἀναστάσεως, ὀψίας· εἶτα μεθ’ ἡμέρας ὀκτώ. Πῶς οὖν κατὰ τὸν Λουκᾶν καὶ τὸν Ἰωάννην τοσαυτάκις ὀφθέντος αὐτοῦ τοῖς μαθηταῖς ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ, κατὰ τὸν Μάρκον καὶ τὸν Ματθαῖον κε‐ λεύονται οἱ αὐτοὶ διὰ τῶν γυναικῶν εἰς τὴν Γαλιλαίαν | |
15 | ἀπελθεῖν, ὡς ἐκεῖ αὐτὸν ὀψόμενοι, ἀλλ’ οὐ μέλλοντες αὐτὸν θεᾶσθαι ἐν τῇ Ἱερουσαλήμ; Ἔτι εἰ μὲν τοὺς ἕνδεκα μόνους μαθητὰς τοῦ Σωτῆρος ἡ τῶν Εὐαγγελίων ἠπίστατο γραφὴ, καὶ οὕ‐ τως εἶπεν ἄν τις μηδὲν τὸν λόγον λείπειν, εἰ τέως | |
20 | μὲν ἀπιστοῦντας ταῖς τῶν γυναικῶν ἐπαγγελίαις τοὺς αὐτοῦ μαθητὰς θεραπεύων, ἅπαξ καὶ δεύτερον αὐτοῖς λαθραίως κρυπταζομένοις ἐν Ἱερουσαλὴμ ἐφάνη· ἔν γε μὴν τῇ Γαλιλαίᾳ οὐκέτ’ ἐπικεκρυμμένως, οὐδὲ ἅπαξ οὐδὲ δεύτερον, ἀλλ’ οὐδ’ ἐγκεκλεισμένοις διὰ τὸν | |
25 | φόβον τῶν Ἰουδαίων, σὺν πολλῇ δὲ τῇ παῤῥησίᾳ τὴν θεοφάνειαν αὐτοῦ, καὶ τῆς θεότητος τὴν ἔνδειξιν ἐποιεῖτο, παριστῶν αὐτοῖς ἑαυτὸν ζῶντα μετὰ τὸ πα‐ θεῖν, ἐν πολλοῖς τεκμηρίοις, δι’ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενός τε καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ | |
30 | Θεοῦ, καὶ συναυλιζόμενος, ὥς φησιν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι· καὶ αὕτη μὲν πρώτη λύσις. Ἐπεὶ δὲ τῶν μαθητῶν οἱ μὲν ἔκκριτοι καὶ πρῶτοι τὸν τῶν δώδεκα συνεπλήρουν χορὸν, δεύτερον δὲ παρὰ τούτους ἐτύγχανε τάγμα τὸ τῶν ἑβδομήκοντα, περὶ ὧν φησι | |
35 | Λουκᾶς ἐν τῷ Εὐαγγελίῳ· «Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα·» τούτων δὲ ἐκτὸς, ὑπῆρχον καὶ ἕτεροι πλείους γνώριμοι τοῦ Σωτῆρος, οὓς καὶ ἔφησεν ὁ ἱερὸς Ἀπόστολος λέγων· «Ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς,» καὶ αὐτοὶ δὲ | |
40 | οὗτοι τοῦ τῶν μαθητῶν ὀνόματος ἠξιωμένοι ἦσαν, οἷς οὐχ οἷόν τε ἦν ὁμοῦ πᾶσι κατὰ ταυτὸ συνηθροι‐ σμένοις ἐν τῇ Ἱερουσαλὴμ ὀφθῆναι αὐτὸν μετὰ τὴν ἀνάστασιν, εἰκότως δύο μὲν τῶν εὐαγγελιστῶν, ὅ τε Λουκᾶς καὶ ὁ Ἰωάννης, μόνοις τοῖς ἕνδεκα ὦφθαι αὐ‐ | |
45 | τὸν ἀναγράφουσιν ἐν τῇ Ἱερουσαλήμ. Δύο δὲ τούτων οἱ λοιποὶ οὐ τοῖς ἔνδεκα μόνον σπεύδειν εἰς τὴν Γαλι‐ λαίαν, ἀλλ’ ἁπλῶς τοῖς μαθηταῖς ἅπασι καὶ ἀδελφοῖς ἔφασαν παρακελεύσασθαι αὐτόν τε τὸν Σωτῆρα καὶ τὸν προφανέντα αὐτοῦ ἄγγελον, ἀορίστως καὶ ἀπολύ‐ | |
22.1004(50) | τως τοὺς πάντας δηλώσαντες. Ἀμείνων δὲ καὶ ἀλη‐ θεστέρα ἡ πρώτη λύσις· πλείους τοίνυν αἱ ὀπτασίαι καὶ διάφοροι γεγένηνται τοῖς μαθηταῖς μετὰ τὴν ἀνά‐ στασιν. Καὶ οἱ μὲν τάσδε εἰρηκέναι αὐτόν φασιν, οἱ δὲ τάσδε καὶ πεπραχέναι· ἔστι δὲ ὅτε καὶ περὶ τοῦ κεφαλαίου λέγοντες, ἀναπληροῖ τὰ ὑπὸ τοῦ προτέρου | |
55 | ἐλλειφθέντα ὁ δεύτερος. | |
22.1005 | ΙΑʹ. Φαίη δ’ ἄν τις, πῶς ὁ μὲν Ματθαῖος πορευθέν‐ τας τοὺς ἕνδεκα εἰς τὸ ὄρος τῆς Γαλιλαίας ἑωρακέναι φησὶ τὸν Ἰησοῦν, ὁ δὲ Ἰωάννης μετὰ τὰς δύο ὀπτα‐ | |
5 | σίας τὰς ἐν τῇ Ἱερουσαλὴμ τὸ τρίτον ὦφθαι αὐτὸν οὐκ ἐν τῷ ὄρει τῆς Γαλιλαίας, ἀλλὰ παρὰ τὴν θάλασ‐ σαν τῆς Γαλιλαίας ἱστορεῖ; Τρίτον μὲν ἀληθῶς τοῦτο σύμφημι καὶ αὐτὸς τὸν Σωτῆρα ὦφθαι τοῖς μαθηταῖς, τὸ μὲν πρῶτον κατ’ | |
10 | αὐτὴν τὴν ἡμέραν τῆς ἀναστάσεως, καθ’ ἣν Μαρία ἡ Μαγδαληνὴ πρωΐας αὐτὸν ἑώρακε· ταύτην δὲ τὴν πρώτην ὀπτασίαν καὶ Λουκᾶς ἱστορεῖ. Δεύτερον δὲ μεθ’ ἡμέρας ὀκτὼ, δηλαδὴ τῇ ἑτέρᾳ Κυριακῇ, καθ’ ἣν αὖθις ἐπιφανεὶς ὁ Σωτὴρ τὸν Θωμᾶν τῆς ἀπιστίας | |
15 | θεραπεύει, δείξας αὐτῷ τὴν πλευρὰν καὶ τὰς χεῖρας. Ἐπεὶ δὲ κεκελευσμένοι ἦσαν ἐπὶ τὴν Γαλιλαίαν ὁμοῦ ἀπαντᾷν, ἔπραττόν τε μετὰ τῶν λοιπῶν οἱ ἕνδεκα τὸ κελευσθὲν, καὶ ὁ καθεῖς αὐτῶν ἐπισυνήγετο, μήπω τῶν ἕνδεκα ἠθροισμένων, ἀλλ’ ἔτι μελλόντων, τὸ τρί‐ | |
20 | τον παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, οὐ τοῖς ἕνδε‐ κα φαίνεται, ἀλλὰ μόνοις ἑπτὰ τοῖς ὑπὸ Ἰωάννου δεδηλωμένοις· οὗτοι δὲ ἦσαν Πέτρος καὶ Θωμᾶς καὶ Ναθαναὴλ, δύο τε οἱ υἱοὶ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο· τοῦτο δὴ οὖν τρίτον τούτοις ἀλη‐ | |
25 | θῶς ὤφθη, οὔπω ἕνδεκα συνηγμένων. Διόπερ ἀκριβῶς οὐκ ἀποκλείων καὶ τοὺς λοιποὺς ὁ Ἰωάννης τῆς τοῦ Σωτῆρος ὀπτασίας, ἐπεσημήνατο, μετὰ τὴν πρώτην καὶ δευτέραν ὀπτασίαν, τὴν τρίτην μόνοις τοῖς κατ‐ ωνομασμένοις πεποιῆσθαι αὐτὸν ἐπὶ τῆς θαλάσσης | |
30 | τῆς Γαλιλαίας. Οὐκ ἀπεικὸς δὲ μετὰ ταῦτα καὶ τέ‐ ταρτον καὶ πέμπτον, καὶ ἄλλοτε καὶ πολλάκις ὦφθαι αὐτόν· διὸ οὐδὲ περιγράφει ὁ Ἰωάννης πάσας τοῦ Σωτῆρος τὰς πράξεις· προϊὼν δὲ ἑξῆς φησι, Καὶ ἄλλα πολλὰ ἐποίησεν ὁ Ἰησοῦς· μετὰ γοῦν τὸ ὦφθαι αὐτὸν | |
35 | τοῦτο τρίτον τοῖς εἰρημένοις ἑπτὰ, τετάρτην ὀπτα‐ σίαν οὐκ ἂν ἁμάρτοις τὴν παρὰ τῷ Ματθαίῳ φήσας εἶναι, ἣν ἐν τῷ ὄρει τοῖς ἕνδεκα πεποιῆσθαι ἀνέγρα‐ ψε. Καὶ μετὰ τούτους οὐκ ἂν σφαλείης ὁμοῦ κατὰ ταυτὸν συνηγμένοις ἅμα τοῖς ἕνδεκα καὶ τοῖς ἑβδο‐ | |
40 | μήκοντα αὐτὸν ὦφθαι εἰπών. Ὁ δὲ Παῦλος καὶ ἔτι τούτων πλείοσιν ἑωρᾶσθαι τὸν Σωτῆρα μετὰ τὴν ἀνά‐ στασιν ἱστορεῖ, τοῦτο παρ’ ἑτέρων μαθών· «Ὤφθη γὰρ, φησὶ, Κεφᾷ, εἶτα τοῖς δώδεκα, ἔπειτα πεν‐ τακοσίοις, ἔπειτα Ἰακώβῳ, ἔπειτα τοῖς ἀποστόλοις | |
45 | πᾶσιν, ἔσχατον δὲ πάντων, φησὶ, κἀμοί.» Ὁρᾷς ὁσά‐ κις καὶ ὅσοις ὤφθη μετὰ τὴν ἀνάστασιν; Οὕτω καὶ τοῖς ἐν Ἱερουσαλὴμ κρυπτομένοις ὤφθη· καὶ πρὸ αὐτῶν τοῖς περὶ Κλεόπαν ἀπιοῦσιν ἐπὶ Ἐμμαοῦν· καὶ πρό γε πάντων, ἀνδρῶν μὲν Σίμωνι, γυναικῶν δὲ | |
22.1005(50) | τῇ Μαγδαληνῇ. Ἔνθεν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν, ἐπεὶ πολλάκις ἑαυτὸν ἐδείκνυ τοῖς μαθηταῖς, ἐπιτηρεῖ λέγων, ὡς ἄρα δι’ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ συναυλιζόμενος, τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ παρεδίδου μαθήματα, παρῄνει τε ὁρμᾷν εἰς | |
55 | τὴν Ἱερουσαλὴμ, κἀκεῖ κηρύττειν Ἰουδαίοις πρώτοις τὸν λόγον· μηδὲ πρότερον ἀναχωρεῖν τῆς πόλεως, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, περὶ ἧ; | |
μικρὸν ὕστερον διαληψόμεθα. |