TLG 2018 030 :: EUSEBIUS :: Supplementa ad quaestiones ad Stephanum EUSEBIUS Scr. Eccl.
Theol., Filius Pamphili Supplementa ad quaestiones ad Stephanum Citation: Volume — page — (line) | ||
31 | αʹ. Περὶ δὲ τοῦ τὸν Ματθαῖον ἄνωθεν κατ‐ άγειν τὰς διαδοχὰς, τὸν δὲ Λουκᾶν ἀνάπαλιν πεποιη‐ κέναι, μίαν καὶ τὴν αὐτὴν ὁδὸν πορευθέντας, οὐδὲν ἐπιμέμφεσθαι δεῖ· ἐπεὶ καὶ τοὺς ἀνάντη καὶ ὄρθιον | |
---|---|---|
35 | πορείαν ἀνιόντας, καὶ τοὺς ἔμπαλιν διὰ τῆς αὐτῆς κατιόντας, οὐκ ἄν τις ἑτέραν φαίη βαδίζειν, μιᾶς ἀμφοτέροις κειμένης τοῖς τε ἀνιοῦσι καὶ τοῖς κατιοῦ‐ σι τρίβου. Τὸν αὐτὸν γοῦν τρόπον καὶ ἐπὶ τῆς τῶν γενῶν διαδοχῆς πάρεστιν, ὅτῳ φίλον ἐπ’ ἐξουσίας διὰ | |
40 | τῶν αὐτῶν, τοῖς μὲν κάτωθεν ἐπὶ τοὺς πρόσω ἀνιέ‐ ναι, τοῖς δὲ ἀπὸ τῶν ἄνωθεν προπατόρων ἀρξαμένοις, ἐπὶ τοὺς ὑστάτους καταλήγειν· οὗτος δὲ καὶ πόῤῥω‐ θεν Ἑβραίοις φίλος ἦν ὁ τρόπος, etc., ut in impressa a nobis epitome, col. 891, lin. 4 a fine, usque ad τοῦ | |
45 | Σωτῆρος ἡμῶν εὐαγγελιστάς, col. 893, lin. 37. Εἰ δ’ ὅτι | 957 |
22.960 | μὴ μέχρι τοῦ Ἀβραὰμ καὶ ὁ Λουκᾶς ἀνιὼν ἔστη, μηδὲ ὁ Ματθαῖος ἀπὸ τοῦ Ἀδὰμ ἤρξατο ἐφ’ ὃν κατ‐ έληξεν ὁ Λουκᾶς, διαφωνεῖν τις αὐτοὺς λέγοι, οὐκ ὀρθῶς οἴεται· ἑκάτερος γὰρ αὐτῶν οἰκείῳ λογισμῷ | |
5 | τὴν ἔκθεσιν πεποίηται τῆς γραφῆς, ὁ μὲν ἐκ τοῦ Ἀβραὰμ ἀρξάμενος, ὁ δὲ καὶ τὸν Ἀβραὰμ ὑπερβὰς, ἐπί τε τὸν πρῶτον ἄνθρωπον ἀνελθών· καὶ μηδὲ μέ‐ χρι τούτου στὰς, τὸν πάντα δὲ λόγον ἐπὶ τὸν Θεὸν ἀναρτήσας· ποία γὰρ ἐν τούτοις μάχη; Εἰ τῷ μὲν | |
10 | χρήσιμος ἐφάνη ἡ ἀπὸ τοῦ Ἀβραὰμ καὶ ἐπὶ τοὺς ἑξῆς γενεαλογία, διὰ τὴν οἰκονομίαν τοῦ παρ’ αὐτῷ λόγου, ὁ δὲ διὰ τὸ τῆς ἐν Χριστῷ παλιγγενεσίας μυστήριον, ἀναβιβάζει τὸν διὰ λουτροῦ γεγεννημένον, ἐπέκεινα ἁπάσης γενέσεως· τήρει γὰρ ὅτι δι’ ὅλου τοῦ λόγου | |
15 | σεσιώπηκε τὸ τῆς γενέσεως ὄνομα, ἄγει τε αὐτὸν ἀνάγων, καὶ ἵστησιν οὐκ ἐπί τινα ἀνθρώπων, ἀλλ’ ἐπὶ τὸν πάντων Θεὸν, μονονουχὶ προσάγων, ἅτε δὴ Υἱὸν γενόμενον τῷ Πατρί. βʹ. Ἵνα οὖν καὶ τοῦτο εἰρηκότος τὴν ἀμαθίαν | |
20 | ἐλέγξωμεν, παύσωμεν δὲ τοῦ μηδένα ὑπ’ ἀγνοίας ὁμοίας σκανδαλισθῆναι, τὴν ἀληθῆ τῶν γεγονότων ἱστορίαν ἐκθήσομαι· πρότερον δὲ τὴν προταθεῖσαν ἡμῖν πρότασιν καιρός ἐστι ἐπισκέψασθαι· ὁ μὲν Ματθαῖος ἀπὸ τοῦ Ἀβραὰμ ἐπὶ τὸν Δαυῒδ, καὶ οὕ‐ | |
25 | τως ἐπὶ τὸν Σολομῶνα καὶ τοὺς τούτου διαδόχους μέχρι τοῦ Ἰακὼβ, ἐξ οὗ Ἰωσὴφ ὁ τοῦ Χριστοῦ χρη‐ ματίσας πατὴρ, κάτεισιν· ὁ δὲ Λουκᾶς τὸν Ἰωσὴφ οὐκ ἀπὸ τοῦ Ἰακὼβ εἶναί φησιν ὡς Ματθαῖος, ἀλλ’ ἀπὸ τοῦ Ἡλεί· εἶτα ἀπὸ τοῦ Ἡλεὶ ἀνιὼν ἐφ’ ἑτέρους | |
30 | χωρεῖ, ὧν οὐδὲ ὅλος ἐμνημόνευσεν ὁ Ματθαῖος· καὶ οὕτως πλαγίαν τινὰ δραμὼν, ἔρχεται οὐκ ἐπὶ τὸν Σολομῶνα τὸν τοῦ Δαυῒδ, ἀλλ’ ἐπὶ Νάθαν τὸν καὶ αὐτὸν τοῦ Δαυΐδ· ὀφείλων, εἰ δὴ περὶ τῆς αὐτῆς γε‐ νεαλογίας ὁ λόγος ἦν αὐτοῖς, διὰ τῶν αὐτῶν τῷ Ματ‐ | |
35 | θαίῳ ἀνελθεῖν, ἢ τὸν Ματθαῖον δι’ ὧν ὁ Λουκᾶς χω‐ ρῆσαι ὀνομάτων· εἰ δὲ οὕτως οὐ συνηνέχθησαν ἀλλή‐ λοις, ὡς τὸν ἕνα εἰπεῖν τοῦ Ἰακὼβ τὸν Ἰωσὴφ εἶναι υἱὸν καὶ Σολομῶνος υἱοῦ Δαυΐδ· τὸν δὲ ἕτερον, μὴ τοῦ Ἰακὼβ, ἀλλὰ τοῦ Ἡλεὶ καὶ Νάθαν υἱοῦ Δαυΐδ· | |
40 | δι’ ὧν ἐοίκασι πολλὴν διαφωνίαν πρὸς ἀλλήλους πε‐ ριέχειν. —Τί δὴ οὖν εἰς τὸ προταθὲν τοῦτο πρόβλημα εἴποι ἄν τις; φέρε τῆς ψυχῆς διανοίξαντες τὸ ὄμμα, ἀτενῶς ταῖς λέξεσιν αὐτοῖς ἐπερείσωμεν τὴν διά‐ νοιαν, ἴδωμέν τε τί φησιν ὁ Λουκᾶς. «Καὶ αὐτὸς ὁ | |
45 | Ἰησοῦς ἦν ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσὴφ, τοῦ Ἡλεὶ, τοῦ Μελχί·» ἀλλ’ οὐχ ὅ γε Ματθαῖος ἐχρήσατο τῇ ὡς ἐνομίζετο φωνῇ, etc., ut in epitome, col. 896, lin. 4, usque ad αὕτη μὲν οὖν ἡ πρώτη ἀπόδοσις. | |
22.960(50) | γʹ. Εἴη δ’ ἄν τις καὶ ἄλλος βαθὺς καὶ ἀπόῤῥη‐ τος ἐν τοῖς προκειμένοις λόγος. Ματθαῖος μὲν γὰρ ὁμολογουμένως τὴν ἔνσαρκον γένεσιν ἱστορῶν τοῦ Χριστοῦ, καὶ τὸν Ἰωσὴφ ἀποδεῖξαι βουλόμενος ἀλη‐ θῶς ἐκ Δαυῒδ, ὅθεν ἐχρῆν τῇ εἰσβολῇ κέχρηται τοῦ | |
55 | λόγου, φήσας, Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, καὶ τὰ ἑξῆς· ἀκολούθως τε τὴν ὅλην ἑξῆς ἱστορίαν τίθησι | |
μετὰ τὸν τῶν προπατόρων κατάλογον, τοὺς Μάγους, | 959 | |
22.961 | τὴν Ἡρώδου μανίαν, τὴν εἰς Αἴγυπτον Ἰησοῦ φυγὴν, τὴν ἐκεῖθεν ἐπάνοδον, τὸν Ἀρχέλαον· καὶ ὡς μετὰ ταῦτα ἤδη λοιπὸν εἰς ἄνδρας Ἰωάννης προβὰς μετὰ τριακοστὸν ἔτος τῆς Ἰησοῦ γενέσεως, ἐπὶ τῆς ἐρήμου | |
5 | κηρύσσει βάπτισμα μετανοίας, πάρεισί τε μετὰ τῶν ἄλλων καὶ ὁ Ἰησοῦς ἐν τῷ Ἰορδάνῃ βαπτισθησόμενος ὑπὸ τοῦ Ἰωάννου· καὶ δὴ συνόρα ἐν τούτοις ὕφος καὶ ἀκολουθίαν ἱστορικῆς διηγήσεως ἣν ὁ Ματθαῖος ἐκτί‐ θεται, Σύρος ἀνὴρ, τελώνης τὸν βίον, τὴν φωνὴν | |
10 | Ἑβραῖος. δʹ. Ὁ δὲ Λουκᾶς τὸ μὲν γένος ἀπὸ τῆς βοωμένης Ἀντιοχείας ἦν, ἐν ᾗ δὴ οἱ πάντες λογιώτατοι τοὺς Ἴωνας προγόνους αὐχοῦσιν· οὐ μὴν ἀλλὰ πρὸς τῷ κατὰ φύσιν Ἑλληνικῷ τῶν ἀνδρῶν, ἐπήγετό τι | |
15 | πλέον ὁ Λουκᾶς ἐν λόγοις, ἅτε ἰατρικῆς ἔμπειρος ὢν ἐπιστήμης. Ὅμως δὴ ὁ τοιοῦτος τῆς τοῦ κατ’ αὐτὸν Εὐαγγελίου γραφῆς ἀρχόμενος, τὰ μὲν κατὰ τὸν Ζα‐ χαρίαν καὶ τὴν Ἐλισάβετ ἱστορεῖ πρῶτα. Εἶτα τὴν πρὸς τὴν Μαρίαν τοῦ Γαβριὴλ ἐπιφάνειαν ἐπισυν‐ | |
20 | άψας, τὰς παραδόξους γενέσεις ἑξῆς τίθησιν, οὐδεμιᾶς μνησθεὶς γενεαλογίας τοῦ Ἰωσήφ· ἔπειτα δωδέκατον ἔτος ἀναγράφων τοῦ Ἰησοῦ, οὔπω καὶ νῦν γενεαλογίας μνημονεύει. Μετὰ δὲ τοὺς Αὐγούστου χρόνους, Τιβε‐ ρίου διαδεξαμένου τὴν Ῥωμαίων ἡγεμονίαν, κατὰ τὸ | |
25 | πεντεκαιδέκατον αὐτοῦ ἔτος, φησὶ τὸν Ἰωάννην ἐπὶ τῆς ἐρήμου κηρῦξαι μετανοίας βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν· διδασκαλίας τε αὐτοῦ τίθησι, καὶ ἐπὶ τού‐ τοις ἅπασιν, Ἰησοῦ, φησὶ, βαπτισθέντος καὶ προσευξα‐ μένου ἐγένετο ἀνοιγῆναι τὸν οὐρανὸν, καὶ καταβῆναι | |
30 | τὸ Πνεῦμα ὡσεὶ περιστερὰν, καὶ φωνὴν ἐκεῖθεν ἐνε‐ χθῆναι· «Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδό‐ κησα.» Ἔνθα γενόμενος, ὥσπερ ἐξ ὕπνου διανήψας, τῆς γενεαλογίας ἀκαίρως, ὡς ἂν οἰηθείη τις, μνη‐ μονεύει λέγων, «Καὶ αὐτὸς ἦν ἀρχόμενος ὁ Ἰησοῦς ὡς | |
35 | ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσὴφ, τοῦ Ἡλεὶ, τοῦ Μελχὶ,» καὶ τῶν λοιπῶν. εʹ. Τίς τοιγαροῦν ἐν τούτοις οὐκ ἂν ἀπορήσειεν; εἰ Ματθαῖος μὲν λόγου σύνταξιν ἐπιστημόνως φαίνε‐ ται πεποιημένος, κατὰ καιρόν τε χρησάμενος τῇ | |
40 | γενεαλογίᾳ, Λουκᾶς δὲ εἰς τοσοῦτον ἤλαυνεν ἀπορίας, ὡς ὅτε μὲν ἐχρῆν κατὰ χώραν τὴν γενεαλογίαν ἐντά‐ ξαι, τηνικαῦτα παραλιπεῖν αὐτὴν, ἱστορίαν τε τοσαύ‐ την ἐκθέμενον τὴν ἀπὸ τῆς γενέσεως τοῦ Χριστοῦ μέ‐ χρι τριάκοντα ἐτῶν, μηδένα καιρὸν ἐπιτήδειον συν‐ | |
45 | ιδεῖν τῆς κατ’ αὐτὸν γενεαλογίας· νῦν δὲ ὅτε τριακον‐ ταέτης γεγονὼς πάρεισιν ἐπὶ τὸ Ἰωάννου βάπτισμα, παρὰ πάντα λόγον καὶ παρὰ καιρὸν, ὥσπερ τινὰ παρ‐ ενθήκην εἰσάγει τῆς γραφῆς τὴν γενεαλογίαν. Ἀλλ’ εἴ τίς γε αὐτῷ τοιαῦτα ἐμέμψατο, οὐκ ἂν ἠπόρησεν | |
22.961(50) | ἀποκρίσεως ὁ θεῖος εὐαγγελιστής· εἶπε δ’ ἂν ὡς εἰκὸς θεῖά τινα καὶ σοφὰ καὶ τοῦ ἐν αὐτῷ θείου Πνεύματος ἐπάξια. Ἐγὼ δὲ ἡγοῦμαι αὐτὸν καὶ τὴν κατὰ σάρκα γένεσιν τοῦ Ἰησοῦ γενεαλογεῖν ἐθέλοντα, νῦν τοῦτο πεποιηκέναι· τοῦτο γὰρ εἰ κατὰ γνώμην ἔπραττεν, | |
55 | οὐκ ἠγνόει, ὅτε ἐχρῆν ταύτην ἐκθέσθαι. Ἐπειδὴ δὲ νῦν τῆς διὰ λουτροῦ ἀναγεννήσεως μέμνηται, Υἱὸν | |
αὐτὸν εἰσάγων Θεοῦ, βούλεται ὡς ἐν ὑποδείγματι πα‐ | 961 | |
22.964 | ραστῆσαι ὅτι δὴ πᾶς ὁ ἐν Θεῷ ἀναγεννώμενος, κἂν ἀληθῶς υἱὸς ἀνθρώπων εἶναι νομίζοιτο δι’ ἣν περί‐ κειται σάρκα, ἀλλ’ οὐχ ἵσταταί γε αὐτῷ τὰ τῆς γε‐ νέσεως εἰς τοὺς κατὰ σάρκα γονεῖς, οὐδὲ μέχρι τῶν | |
5 | τοῦ σώματος προπατόρων φθάνει· ἀλλ’ εἰ καὶ νομί‐ ζοιτο ἀνθρώπων εἶναι υἱὸς διὰ τὴν τοῦ σώματος γένε‐ σιν, ὅμως δ’ οὖν οὐκ ἀλλότριος τῆς τοῦ Θεοῦ υἱοθεσίας καθέστηκε. Διὸ ἡγοῦμαι αὐτὸν κατὰ καιρὸν καὶ τῇ γενεαλογίᾳ κεχρῆσθαι, καὶ τῇ προσθήκῃ τῆς ὡς | |
10 | ἐνομίζετο φωνῆς. Καὶ γὰρ ἀκόλουθον ἦν, τῆς ἐξ οὐρανῶν μαρτυρίας φησάσης πρὸς τὸν Ἰησοῦν, Σὺ ὁ υἱός μου ὁ ἀγαπητὸς, ἐν σοὶ εὐδόκησα, μηκέτι καὶ ἀνθρώπων ὁμοίως αὐτὸν ἀναγορεῦσαι υἱὸν, μετὰ δὲ τῆς ὡς ἐνομίζετο προσθήκης· Θεοῦ μὲν γὰρ | |
15 | ἀνεκηρύχθη υἱὸς εἶναι φύσει, ἀλλ’ οὐχ ὡς ἐνομίζετο· τοῦ δὲ Ἰωσὴφ ἐνομίζετο, ἀλλ’ οὐ φύσει υἱὸς ἦν. | |
19 | ϛʹ. Ὧν οὕτως ἐχόντων, δοκῶ μοι καὶ οὕτως τὸν | |
20 | λογισμὸν ἀποδεδωκέναι, καθ’ ὃν ὁ μὲν Ματθαῖος ἀρ‐ χόμενος τῆς ἑαυτοῦ γραφῆς, πρὸ τῆς συλλήψεως τῆς Μαρίας, καὶ πρὸ τῆς ἐνσάρκου γενέσεως τοῦ Ἰησοῦ, κατὰ καιρὸν ὡς ἐν ἱστορίᾳ προτάττει τὴν κατὰ σάρκα γενεαλογίαν· διὸ καὶ τὰ γένη κατάγει, κάθοδον ἀπὸ | |
25 | τῶν κρειττόνων αἰνιττόμενος τοῦ δηλουμένου· σαρ‐ κούμενος γὰρ ὁ Λόγος τοῦ Θεοῦ κατῄει, ὅτι δὴ ἐν μορφῇ Θεοῦ ὑπάρχων ἐκένωσεν ἑαυτὸν μορφὴν δού‐ λου λαβών· ὁ δὲ Λουκᾶς, εἰ μὲν ὁμοίως τῷ Ματθαίῳ τὴν ἔνσαρκον ἔμελλεν αὐτοῦ παρουσίαν δηλοῦν, πάν‐ | |
30 | τως ἂν ἐχρήσατο καὶ αὐτὸς τῇ τοῦ γένους ἱστορίᾳ, κατὰ τὸν τῆς συλλήψεως ἢ τῆς ἀποτέξεως καιρόν· καὶ ἀκολούθως ἀπὸ τῶν πρεσβυτέρων ἀρξάμενος, κατῄει ἐπὶ τοὺς τελευταίους· ἐπεὶ δὲ οὐ κατὰ τὴν αὐτὴν τῷ Ματθαίῳ διάνοιαν ἐξέθετο τὴν διήγησιν, εἰκότως τὸν | |
35 | αὐτὸν ἐκείνῳ καιρὸν ὑπερβὰς, ἐπὶ τὴν ἀναγέννησιν τὴν διὰ λουτροῦ παραγίνεται· καὶ ἐνταῦθα τὴν ἐναν‐ τίαν ἐκτίθεται τῶν γενῶν διαδοχὴν, ὁμοῦ καὶ ἀνάγων ἀπὸ τῶν ὑστάτων ἐπὶ τὰ πρῶτα, ὁμοῦ καὶ τὴν μνή‐ μην τῶν παρὰ τῷ Ματθαίῳ ὑπαιτίων καὶ ἁμαρτωλῶν | |
40 | ἀνδρῶν ἀποσειόμενος, ἐπειδήπερ ὁ παρὰ τῷ Θεῷ ἀναγεγεννημένος, ἀλλότριος καθίσταται τῆς ἐνσάρκου γενέσεως καὶ τῶν κατὰ σάρκα ἁμαρτωλῶν πατέρων, Υἱὸς ἀποφαινόμενος Θεοῦ, καὶ πάντων τῶν κατὰ Θεὸν ἀνεπιλήπτως βεβιωκότων· οὕτω καὶ τῷ Ἀβραὰμ | |
45 | εἴρητο· «Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου·» οὐ τοὺς κατὰ σάρκα, τοὺς δὲ ἐν Θεῷ διὰ τὴν εὐ‐ σεβείας ὁμοιοτροπίαν αἰνιττομένου τοῦ λόγου. | |
49 | ζʹ. Εἰκότως τοιγαροῦν ὁ Λουκᾶς, ἅτε τὴν ἀναγέν‐ | |
22.964(50) | νησιν ἱστορῶν, οὐ τὴν αὐτὴν ὁδεύει τῷ Ματθαίῳ· οὔτ’ οὖν τοῦ Σολομῶνος καὶ τῆς Οὐρίου. οὐ τῆς Θάμαρ, οὐ τῆς Ῥοὺθ, οὐ τοῦ Ἰεχονίου καὶ τῶν μεταξὺ δια‐ βεβλημένων ἀνδρῶν τὴν παράθεσιν πεποίηται, ἀλλὰ δι’ ἑτέρων ἀνεπιλήπτων ἄνεισι, καὶ δὲ καὶ ἐκ τοῦ | |
55 | προφήτου Νάθαν τὸν ἀναγεγεννημένον εἰσάγει. Καὶ ὁ μὲν παρὰ τῷ Ματθαίῳ κατὰ σάρκα γεγεννημένος, υἱὸς ἦν Ἀβραὰμ, ἐντεῦθεν γενεαλογούμενος, ἐπει‐ δήπερ τῷ Ἀβραὰμ πρώτῳ ἡ ἐπαγγελία δέδοτο τῆς | |
τῶν ἐθνῶν εὐλογίας, οὐκ ἄλλως ἢ διὰ τοῦ ἐκ σπέρμα‐ | 963 | |
22.965 | τος αὐτοῦ προελευσομένου γενησομένη. Ὁ δὲ ἐν Θεῷ ἀναγεγεννημένος, ἑτέρους πατέρας τοὺς κατὰ Θεὸν ἐπιγραψάμενος, οὐδ’ αὐτοὺς ἀληθῶς ἐσχηκὼς, ἀλλ’ ὡς ἐνομίζετο διὰ τὴν τῶν ἠθῶν ὁμοιοτροπίαν, ἄνει‐ | |
5 | σιν ἐπὶ τὸν ἀληθῆ Πατέρα μετὰ πάντας χρηματίσας Υἱὸς τοῦ Θεοῦ· ἀλλ’ οὗτος μὲν ἐν ἀποῤῥήτοις ἡμῖν ἀποδόσθω ὁ λόγος. Ἵνα δὲ μή τις ἡμᾶς εὑρεσιλογεῖν ὑπολάβοι, καὶ ἱστορίᾳ χρήσομαι παλαιοτάτῃ παρ’ ἧς ἔστι τὴν λύσιν εὑρεῖν τῆς νενομισμένης παρ’ ἀμφο‐ | |
10 | τέροις τοῖς εὐαγγελισταῖς διαφωνίας. Τῆς δὲ ἱστορίας γέγονε συγγραφεὺς Ἀφρικανὸς, ἀνὴρ λόγιος καὶ τοῖς ἀπὸ τῆς ἔξωθεν παιδείας ὁρμωμένοις ἐπιφανής· οὗ πρὸς ἄλλοις πολλοῖς καὶ καλοῖς λόγοις, καὶ ἐπιστολὴ φέρεται πρὸς Ἀριστείδην περὶ τῆς νενομισμένης τῶν | |
15 | εὐαγγελιστῶν περὶ τὴν Χριστοῦ γενεαλογίαν διαφω‐ νίας· ἔχει δ’ οὕτως. ΑΦΡΙΚΑΝΟΥ. ηʹ. Οὐκ ἀκριβῶς μέντοι τινὲς λέγουσιν, ὅτι δικαίως γέγονεν ἡ διάφορος αὕτη τῶν ὀνομάτων καταρίθμησίς | |
20 | τε καὶ ἐπιμιξία, τῶν τε ἱερατικῶν, ὡς οἴονται, καὶ τῶν βασιλικῶν, ἵνα δειχθῇ δικαίως ὁ Χριστὸς ἱερεύς τε καὶ βασιλεὺς γενόμενος· ὥσπερ τινὸς ἀπειθοῦντος ἢ ἑτέραν ἐσχηκότος ἐλπίδα, ὅτι ὁ Χριστὸς ἀρχιερεύς ἐστι Πατρὸς, τὰς ἡμετέρας πρὸς αὐτὸν εὐχὰς ἀναφέ‐ | |
25 | ρων, καὶ βασιλεὺς ὑπερκόσμιος, οὓς ἠλευθέρωσε νέ‐ μων τῷ Πνεύματι, συνεργὸς εἰς τὴν διακόσμησιν τῶν ὅλων γενόμενος. Καὶ τοῦτο ἡμῖν προσήγγειλεν οὐχ ὁ κατάλογος τῶν φυλῶν, οὐχ ἡ μίξις τῶν ἀναγράπτων γενῶν, ἀλλὰ πατριάρχαι καὶ προφῆται. Μὴ οὖν κατ‐ | |
30 | ίωμεν εἰς τοσαύτην θεοσεβείας σμικρολογίαν, ἵνα τῇ ἐναλλαγῇ τῶν ὀνομάτων, τὴν Χριστοῦ βασιλείαν καὶ ἱερωσύνην συνιστῶμεν· ἐπεὶ τῇ Ἰούδα φυλῇ τῇ βα‐ σιλικῇ, ἡ τοῦ Λευὶ φυλὴ ἱερατικὴ συνεζύγη, τοῦ Ναασσὼν ἀδελφὴν τὴν Ἐλισάβετ Ἀαρὼν ἀξαμένου, | |
35 | καὶ πάλιν Ἐλεάζαρ τὴν θυγατέρα Φατιὴλ, καὶ ἐνθένδε παιδοποιησαμένων. Ἐψεύσαντο οὖν οἱ εὐαγγελισταὶ, συνιστάντες οὐκ ἀλήθειαν, ἀλλ’ εἰκαζόμενον ἔπαινον· καὶ διὰ τοῦτο ὁ μὲν διὰ Σολομῶνος ἀπὸ Δαυῒδ ἐγε‐ νεαλόγησεν τὸν Ἰακὼβ τὸν τοῦ Ἰωσὴφ πατέρα· ὁ δὲ | |
40 | Νάθαν τοῦ Δαυῒδ, τὸν Ἡλεὶ τὸν τοῦ Ἰωσὴφ ὁμοίως ἄλλων πατέρα· καίτοι ἀγνοεῖν αὐτοὺς οὐκ ἐχρῆν, ὡς ἑκατέρα τῶν κατηριθμημένων τάξις, τὸ τοῦ Δαυΐδ ἐστι γένος, ἡ τοῦ Ἰούδα φυλὴ βασιλική. Εἰ γὰρ προφήτης ὁ Νάθαν, ἀλλ’ οὖν καὶ Σολομὼν, ὅ τε τούτων πατὴρ | |
45 | ἑκατέρου· ἐκ πολλῶν δὲ φυλῶν ἐγίνοντο προφῆται, ἱερεῖς δὲ ἐξ οὐδεμιᾶς τῶν δώδεκα φυλῶν, μόνοι δὲ Λευῖται. Μάτην αὐτοῖς ἄρα πέπλασται τὸ ἐψευ‐ σμένον· μηδὲ κρατοίη τοιοῦτος ὁ λόγος ἐν Ἐκκλησίᾳ Χριστοῦ [κατὰ] ἀκριβοῦς ἀληθείας, ὅτι ψεῦδος σύγ‐ | |
22.965(50) | κειται εἰς αἶνον καὶ δοξολογίαν Χριστοῦ· τίς γὰρ οὐκ οἶδε κἀκεῖνον τὸν ἱερώτατον τοῦ Ἀποστόλου λόγον κη‐ | |
ρύσσοντος καὶ διαγγέλλοντος τὴν ἀνάστασιν τοῦ Σωτῆ‐ | 965 | |
22.968 | ρος ἡμῶν, καὶ διϊσχυριζομένου τὴν ἀλήθειαν, μεγάλῳ φόβῳ λέγοντος, ὅτι εἰ Χριστὸν λέγουσί τινες μὴ ἐγη‐ γέρθαι, ἡμεῖς δὲ τοῦτο καὶ φαμὲν καὶ πεπιστεύκα‐ μεν, καὶ αὐτὸ καὶ ἐλπίζομεν καὶ κηρύσσομεν, κατα‐ | |
5 | ψευδομαρτυροῦμεν τοῦ Θεοῦ, ὅτι ἤγειρε τὸν Χριστὸν ὃν οὐκ ἤγειρεν· εἰ δὲ οὕτως ὁ δοξολογῶν Θεὸν Πα‐ τέρα, δέδοικε μὴ ψευδολόγος δοκοίη, ἔργον παράδοξον διηγούμενος, πῶς οὐκ ἂν δικαίως φοβηθείη, ὅτι διὰ ψευδολογίας ἀληθείας σύστασιν ποριζόμενος, δόξαν | |
10 | οὐκ ἀληθῆ συντιθείς; Εἰ γὰρ τὰ γένη διάφορα, καὶ μηδὲν καταφέρει γνήσιον σπέρμα ἐπὶ τὸν Ἰωσὴφ, εἴ‐ ρηται δὲ μόνον εἰς σύστασιν τοῦ γεννηθησομένου, ὅτι βασιλεὺς καὶ ἱερεὺς ἔσται ὁ ἐσόμενος, ἀποδείξεως μὴ προσούσης, ἀλλὰ τῆς τῶν λόγων σεμνότητος εἰς ὕμνον | |
15 | ἀδρανῆ φερομένης, δῆλον ὡς τοῦ Θεοῦ μὲν ὁ ἔπαινος οὐχ ἅπτεται, ψεῦδος ὤν· κρίσις δὲ τῷ εἰρηκότι, τὸ οὐκ ὂν, ὡς ὂν κομπάσαντι. | |
20 | θʹ. Τὸν Δαυῒδ πρὸ τῶν ἄλλων καὶ Ματθαῖος ἔταξεν ἐν τῇ κατ’ αὐτὸν γενεαλογίᾳ, ἐπειδὴ καὶ πρώτῳ καὶ μόνῳ τῷ Δαυῒδ μεθ’ ὅρκου διαβεβαιώσεως ἐξ αὐτοῦ κατὰ σάρκα φῦναι ὁ Χριστὸς ἐθεσπίζετο· γέγραπται γοῦν· «Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ | |
25 | ἀθετήσῃ αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.» Καὶ πάλιν· «Ὤμοσα Δαυῒδ τῷ δούλῳ μου, ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου.» Καὶ ἐν Παραλειπομένοις· «Καὶ ἔσται ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν | |
30 | πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασι‐ λείαν αὐτοῦ· αὐτὸς οἰκοδομήσει μοι οἶκον· καὶ ἀνορ‐ θώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα· ἐγὼ ἔσο‐ μαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.» | |
35 | Τὰ ὅμοια τούτοις καὶ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν φέρεται· ἀλλ’ ἐκεῖνα μὲν κἂν ἑλκυσθείη ἐπὶ τὸν Σο‐ λομῶνα, τὰ δ’ ἐν χερσὶν ὅτι μηδεμίαν ἔχει κοινότητα πρὸς Σολομῶνα, ὧδ’ ἄν τις καταμάθοι. Μετὰ τὴν Σο‐ λομῶνος τελευτὴν, πολλοῖς ὕστερον χρόνοις προφη‐ | |
40 | τεύων Ἡσαΐας, τοιάδε περὶ τοῦ γενησομένου ἐκ σπέρ‐ ματος Δαυῒδ προκηρύττει· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί· (πατὴρ δὲ ἦν οὗτος τοῦ Δαυῒδ) καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται· καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ | |
45 | αὐτῷ ἔθνη ἐλπιοῦσι.» Καὶ περὶ τοῦ ἐπηγγελμένου δὲ τῷ Δαυῒδ θρόνου ὧδε θεσπίζει· «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος· μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης | |
22.968(50) | αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον Δαυῒδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτήν.» Διὰ δὲ τῶν | |
ἐκτεθέντων εἴρηται μὲν ὅτι ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ | 967 | |
22.969 | τοῦ Δαβὶδ ἀναστήσεταί τις οὐ τοῦ Ἰσραὴλ ἄρχειν, ἀλλὰ τῶν ἐθνῶν· εἴρηται δὲ ὅτι γεννηθήσεται παι‐ δίον, καὶ ὀνομασθήσεται Υἱὸς, ξένοις ὀνόμασι καὶ τὴν ἀνθρώπων φύσιν ὑπεραίρουσι κεκοσμημένος, ὅτι τε ὁ | |
5 | τοιοῦτος τὸν θρόνον Δαβὶδ ἀναλήψεται, καὶ τὴν βασι‐ λείαν αὐτοῦ κατορθῶσαι αὐτήν. ιʹ. Ταῦτα δὲ ὅτι μετὰ Σολομῶνα περὶ ἑτέρου τινὸς μέλλοντος ἥξειν προανεφωνεῖτο, παντί τῳ δῆλον. Καὶ ἄλλως δὲ τὰ πρὸς τὸν Δαβὶδ ἐκτεθέντα λόγια οὐκ ἂν | |
10 | ἐφαρμόσαιεν Σολομῶνι, ἀκριβοῦς ἐξετάσεως τυγχά‐ νοντα· σαφῶς γὰρ ὁ χρησμὸς δηλοῖ, ὅτι μετὰ τὸν θάνατον τοῦ Δαβὶδ ἀναστήσεται ὁ θεσπιζόμενος. Σο‐ λομὼν δὲ, ζῶντος ἔτι τοῦ Δαβὶδ, νεύματι αὐτοῦ καὶ γνώμῃ διάδοχος τῆς βασιλείας· λέγεται γοῦν ἐπὶ μό‐ | |
15 | νοις ἔτεσι τεσσαράκοντα βασιλεῦσαι ἐπὶ τὸν Ἰσραήλ· πῶς οὖν εἰς αὐτὸν ἐπιφέροιτο τὸ, «Ἀνορθῶσαι τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα;» Ἀλλ’ εἰ λέγοι τις περὶ τῆς ἐξ αὐτοῦ διαδοχῆς εἰρῆσθαι αὐτὰ, οὐκ ἀγνοητέον ὅτι μέχρις Ἰεχονίου καὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλω‐ | |
20 | σίας ἡ ἀπὸ Δαβὶδ καὶ Σολομῶνος διαδοχὴ τῆς βασι‐ λείας διήρκεσε, μηδενὸς μετὰ τὸν Ἰεχονίαν ἐπὶ τὸν θρόνον τῆς βασιλείας τοῦ Δαβὶδ καταστάντος. Πῶς δ’ ἂν τῷ φιλογυναίῳ, καὶ οὗ οὐκ ἦν ἡ καρδία τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, ἐφαρμόσῃς τὰ τοῦ ὅρκου, | |
25 | καὶ τό· «Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;» Ἀλλὰ γὰρ ἄντικρυς Σολομῶνος μὲν ἀλλότρια ταῦτα· ἀνάγοιντο δ’ ἂν ἐπὶ Χριστὸν, ὃς ἐκ σπέρματος Δαβὶδ ἀναστὰς, οἶκον τῷ Θεῷ οὐκ ἐξ ἀψύχων λίθων, οὐδ’ ἐν γωνίᾳ καὶ μέρει γῆς, ἀλλὰ καθ’ | |
30 | ὅλης τῆς οἰκουμένης καὶ ἐν πᾶσι τοῖς ἔθνεσιν ἐκ ζών‐ των καὶ νοερῶν λίθων συνεστήσατο τὴν θεοπρεπῆ αὐ‐ τοῦ Ἐκκλησίαν· ᾧ καὶ μόνῳ τὸ, «Αὐτὸς ἔσται μοι εἰς υἱὸν» ἀναφωνούμενον ἁρμόσει· ἐπεὶ καὶ ἐν ἑτέραις Γραφαῖς Υἱὸς ἀναγορεύεται τοῦ Θεοῦ· ἐν τῇ φασκούσῃ, | |
35 | «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε·» καὶ ἐν τῇ λεγούσῃ, «Κύριος εἶπε πρός με, Υἱός μου εἶ σύ·» πάλιν ἐν ᾗ λέλεκται, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» Τούτοις γοῦν συνᾴδει καὶ ἡ ἐξ οὐρανῶν ἐπ’ | |
40 | αὐτὸν ἐνεχθεῖσα φωνὴ, «Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπη‐ τὸς,» φήσασα· καὶ τὰ ἐν ἑβδομηκοστῷ δὲ πρώτῳ ψαλμῷ περιεχόμενα, τὸ «Συμπαραμενεῖ τῷ ἡλίῳ,» καὶ τὸ, «Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτὸν,» ἄντι‐ κρυς τοῖς περὶ τοῦ Σωτῆρος ἡμῶν θεολογουμένοις | |
45 | συντρέχοι ἄν. Ὅτι δὲ ταῦθ’ οὕτως ἔχει, ἀναμφίλεκτος ἡ ἀπὸ τοῦ Ἡσαΐου σύστασις, ὃς μετὰ τὸν Σολομῶνος θάνατον καὶ μετὰ πλείστας ἄλλας τοῦ γένους διαδοχὰς, ἐκ ῥίζης Ἰεσσαὶ καὶ Δαβὶδ ἐξελεύσεσθαί τινα προφη‐ τεύει, καὶ τοῦτον ἔσεσθαι Σωτῆρα ἐθνῶν, γυμνῶς | |
22.969(50) | οὕτω φάσκων· «Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦ‐ σιν.» | |
56 | ιαʹ. Ἀλλὰ γὰρ τοσούτων ἐκδεδομένων χρησμῶν | |
μόνῳ τῷ Δαβὶδ καὶ μεθ’ ὅρκου διαβεβαιώσεως περὶ | 969 | |
22.972 | τῆς ἐκ σπέρματος αὐτοῦ γενέσεως τοῦ προφητευομέ‐ νου, παντός τε ὡς εἰκὸς τοῦ Ἰσραὴλ διὰ τὰς τοσαύτας προῤῥήσεις ὁσημέραι προσδοκῶντος τὸν ἐκ Δαβὶδ γεν‐ νηθησόμενον Σωτῆρα καὶ Λυτρωτὴν πάντων ἀνθρώ‐ | |
5 | πων, εἰκότως τῶν προσδοκωμένων τὴν ἄφιξιν εὐαγ‐ γελιζόμενος ὁ Ματθαῖος, ἐξ αὐτῆς τῆς ἐλπιζομένης προσδοκίας τὴν καταρχὴν τοῦ λόγου πεποίηται, υἱὸν Δαβὶδ φήσας τὸν ἐπιλάμψαντα· μετὰ δὲ τὸν Δαβὶδ ἐπὶ τὸν Ἀβραὰμ ἀνατρέχει, ἐπειδὴ πρώτῳ πάλιν τῷ | |
10 | Ἀβραὰμ περὶ τῆς κλήσεως τῶν ἐθνῶν διάφοροι ἐδέ‐ δοντο χρησμοί. Πρὸ γὰρ τῆς Μωϋσέως νομοθεσίας, καὶ πρὸ τοῦ Ἰουδαίων ἔθνους, οὐ μὴν ἀλλὰ καὶ πρὸ τῆς περιτομῆς, ἀλλοεθνὴς ὢν ὁ Ἀβραὰμ καὶ τῆς Χαλδαίων γῆς ὁρμώμενος, ἀπολείπει μὲν τὰ πάτρια, | |
15 | Θεὸν δὲ γνοὺς τὸν ἐπὶ πάντα, μεμαρτύρηται ὡς ἄρα ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· δίκαιός τε καὶ θεοφιλὴς ἀποπέφανται, οὐ διὰ περιτο‐ μῆς σώματος, οὐδὲ διὰ φυλακῆς ἡμέρας Σαββάτου, ἑορ‐ τῶν ἢ νουμηνιῶν, οὐδέ γε δι’ ἄλλης τινὸς παρὰ Μωϋ‐ | |
20 | σεῖ φερομένης ἐθελοθρησκίας, ἀλλὰ δι’ ἄλλης Θεοῦ φανείας τε τοῦ ὀφθέντος αὐτῷ Κυρίου (οὗτος δ’ ἦν ὁ Σωτὴρ), διά τε σεμνοῦ καὶ ἐναρέτου βίου. Τοῦτον δ’ οὖν αὐτῷ κατορθοῦντι τῆς θεοσεβείας τὸν τρόπον ἡ περὶ τῶν ἐθνῶν δέδοτο ἐπαγγελία, ὡς καὶ αὐτῶν ποτε | |
25 | κατὰ τὸν τοῦ Ἀβραὰμ ζῆλον θεοσεβησόντων, καὶ ἴσης τῷ θεοφιλεῖ καταξιωθησομένων εὐλογίας. Λέλεκται γοῦν πρὸς αὐτὸν, «Καὶ εὐλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς·» καὶ πάλιν· «Ὁδὲ Κύριος εἶπεν, Οὐ μὴ κρύψω ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ | |
30 | ποιῶ· Ἀβραὰμ δὲ γενόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ εὐλογηθήσεται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.» Ὧν οὕτως ἐχόντων, ἀκόλουθον ἦν τῆς τῶν ἐθνῶν κλήσεως προπάτορα ὄντα τὸν Ἀβραὰμ ὑπὸ τοῦ εὐαγγελιστοῦ δεύτερον παραληφθῆναι μετὰ τὸν | |
35 | Δαβίδ. Ἐχρῆν γὰρ τὸν περὶ τῆς γενέσεως τοῦ Σωτῆ‐ ρος τὰς ὑποσχέσεις εἰληφότα, προτιμηθῆναι τῇ τάξει τοῦ τὰς περὶ τῶν ἐθνῶν ἐπαγγελίας δεξαμένου· δεύ‐ τερον δὲ ἐν τῇ γενεαλογίᾳ παραληφθῆναι τὸν τῶν ἐθνῶν ἀρχηγόν. | |
40 | ιβʹ· Ὁ μὲν γὰρ Ἰωάννης τῇ τοῦ κατ’ αὐτὸν Εὐαγ‐ γελίου γραφῇ, τὰ μηδέπω τοῦ Βαπτιστοῦ βεβλημέ‐ νου εἰς φυλακὴν, πρὸ τοῦ Χριστοῦ πραχθέντα, πα‐ ραδίδωσιν· οἱ δὲ λοιποὶ τρεῖς εὐαγγελισταὶ τὰ μετὰ τὸ δεσμωτήριον λέγουσιν. Οἷς καὶ ἐπιστήσαντι, οὐκέτι | |
45 | ἂν δόξαιεν διαφωνεῖν ἀλλήλοις τὰ Εὐαγγέλια, τῷ τὸ μὲν κατὰ Ἰωάννην τὰ πρῶτα περιέχειν, τὰ δὲ λοιπὰ τὴν ἐπιτέλειον ἱστορίαν. | |
49 | ιγʹ. Εὐσεβίου. Ὅτι δὲ ἔγκυος εὑρέθη ἡ Θεοτό‐ | |
22.972(50) | κος, καὶ ὅτι οὐδενὶ ἑτέρῳ ἀλλ’ ἢ τῷ Ἰωσὴφ, ὁ εὐαγγε‐ | |
λιστὴς ἀπεφήνατο· ἐκ γὰρ Πνεύματος ἁγίου γέγονε, | 971 | |
22.973 | φησὶ, τὸ τοιοῦτον φανερόν· δικαίῳ γὰρ ὄντι τῷ Ἰω‐ σὴφ οὐκ ἦν θαυμαστὸν γνωσθῆναι διὰ Πνεύματος ἁγίου, ἐξ οὗ καὶ ἡ κύησις γέγονεν. | |
5 | ιδʹ. Εὐσεβίου. Ἐνέτυχον δὲ ἑρμηνείᾳ ἀν‐ επιγράφῳ λεγούσῃ, ὅτι οἱ μέν φασι συγγενίδα τὴν Ἐλισάβετ τῆς Παρθένου παρὰ τοῦ ἀγγέλου ὠνομά‐ σθαι, οὐχ ὡς ἐκ τῆς αὐτῆς φυλῆς, ἀλλὰ διὰ τὸ ἐκ τῶν αὐτῶν προγόνων, καὶ τοῦ αὐτοῦ κοινῶς τῶν Ἰου‐ | |
10 | δαίων γένους ἀμφοτέρας ὡρμῆσθαι· ὡς ὁ Ἀπόστο‐ λος, «Ἐβουλόμην, λέγων, ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα.» Πολ‐ λοὶ δὲ καὶ τῶν δοκίμων λέγουσιν ἀληθῶς κατὰ συγ‐ γένειαν συνῆφθαι τὴν ἱερατικὴν φυλὴν τῇ βασι‐ | |
15 | λικῇ καὶ ἄνω ἐπὶ Μωϋσέως. Ἡ γὰρ Ἐλισάβετ ἡ γυνὴ Ἀαρὼν ἀδελφὴ ὑπῆρχε Ναασσὼν υἱοῦ Ἀμι‐ ναδὰβ, ὃς ἀπὸ Ἰούδα τοῦ υἱοῦ Ἰακὼβ κατήγετο, ἀφ’ οὗ τὸ βασίλειον γένος τοῖς Ἰουδαίοις· καὶ κάτω δὲ ὁμοίως Ἐλισάβετ ἡ γυνὴ Ζαχαρίου ἀπὸ τῆς Ἰούδα | |
20 | φυλῆς εἷλκε τὴν γένεσιν, θυγάτηρ χρηματίζουσα Ἰακὼβ τοῦ πατρὸς Ἰωσήφ· ἐκ γοῦν τῆς συγγενείας τούτου τοῦ Ναασσὼν ὁ Κύριος κατὰ σάρκα γεγένη‐ ται· οὐ μάτην οὖν τῆς βασιλικῆς φυλῆς τὴν ἐπιμι‐ ξίαν ὁ θεῖος προφήτης ἐδίδαξεν, ἀλλὰ δεικνὺς ὡς ὁ | |
25 | Δεσπότης Χριστὸς ἐξ ἀμφοτέρων ἐβλάστησεν, ὡς βα‐ σιλεὺς καὶ ἀρχιερεὺς κατὰ τὸ ἀνθρώπινον χρηματί‐ σας· ἢ ὡς ἐξ ἑνὸς προπάτορος τοῦ Ἰακὼβ ὑπαρ‐ χούσας, συγγενίδας καλεῖ. | |
30 | ιεʹ. Προσηκόντως ἐζήτηται ἡ αἰτία δι’ ἣν ἄνω‐ θεν ὁ Ματθαῖος ἐποιήσατο τὴν τοῦ Χριστοῦ γενεα‐ λογίαν, ὁ δέ γε Λουκᾶς κάτωθεν καὶ ἐξ ἐναντίας· καὶ ῥητέον, ὡς οὐκ ἄτοπον ἄνωθέν τε καὶ κάτωθεν τὴν αὐτὴν βαδίζειν ὁδόν· ἦν γὰρ καὶ τοῦτο πάλαι τῇ θείᾳ | |
35 | Γραφῇ σύνηθες· οὕτω γὰρ καὶ Δαβὶδ ἐν τῇ Ῥοὺθ ἄνωθεν γενεαλογεῖται, καθὼς καὶ παρὰ τῷ Ματθαίῳ ὁ Χριστός· καὶ ἐν τῇ τῶν Βασιλειῶν δὲ πρώτῃ βίβλῳ ὁ τοῦ Σαμουὴλ πατὴρ κάτωθεν γενεαλογεῖται, παρα‐ πλησίως τῷ Λουκᾷ. | |
42 | ιϛʹ. Περὶ τούτου ὁ Εὐσέβιος ἐν τῷ Εἰς τὸ κατὰ Ματθαῖον οὕτως· Φησὶ δὲ τὸν Νάθαν καὶ προ‐ φητεῦσαι κατὰ τὰ ἐν ταῖς Βασιλείαις φερόμενα. Ἐγὼ | |
45 | δὲ, φησί τις, καὶ τὴν αἰτίαν ἐπυθόμην τὴν τὸν μακά‐ ριον Λουκᾶν ἀποκλίναι τῆς βασιλείου φρατρίας ὑπα‐ γαγοῦσαν, τῷ μὴ τοὺς βασιλεῖς ἀπ’ αὐτοῦ Σολομῶντος εἰδωλολατρείας καθαρεύειν, πλὴν ἐλαχίστων, ταύτῃ παραιτήσασθαι τὴν δι’ αὐτῶν γενεαλογίαν. | |
52 | ιζʹ. Εὐσεβίου. Τὴν τοῦ Δαβὶδ μετάνοιαν ἐπὶ | 973 |
22.976 | τῷ ἁμαρτήματι δημοσιεύων ὁ εὐαγγελιστὴς, ἐμνήσθη τῆς γυναικὸς μεθ’ ἧς τὴν ἁμαρτίαν ἐξετέλεσε· καὶ ὅτι εἰ μὴ διὰ μετανοίας συγγνώμην τοῦ ἁμαρτήματος ἐδέξατο παρὰ Θεοῦ, οὐκ ἂν αὐτὸς ἠξιώθη προπάτωρ | |
5 | γεγονέναι τοῦ Χριστοῦ. ιηʹ. Εὐσεβίου. Τοῦ Ἰεχονίου ἦν κατηγόρημα, τὸ ἐκκήρυκτον αὐτὸν γεγονέναι καὶ αἰχμάλωτον· διὸ καὶ ἄτιμος ὑπῆρχε τοῖς πολλοῖς· καὶ τοῦτο ἦν τὸ διϊστῶν τοὺς γενεαλογοῦντας τὸν Χριστὸν, ὥστε τοὺς μὲν ἀπὸ | |
10 | Σολομῶντος, τοὺς δὲ ἀπὸ Νάθαν κατάγειν τὰς γενεάς· κἀντεῦθεν ὁ εὐαγγελιστὴς μνείαν ἐποιήσατο αὐτοῦ· καί φησι τὸν Λυτροτὴν τῶν αἰχμαλώτων παραγεγονέ‐ | |
ναι, καὶ διὰ τοῦ βαπτίσματος αὐτοὺς παραδεχόμενον. | 975 |