TLG 2018 029 :: EUSEBIUS :: Quaestiones evangelicae ad Marinum EUSEBIUS Scr. Eccl.
Theol., Filius Pamphili Quaestiones evangelicae ad Marinum Citation: Volume — page — (line) | ||
22.937(1t) | ΕΚΛΟΓΗ ΕΝ ΣΥΝΤΟΜΩ | |
2t | ΕΚ ΤΟΥ ΑΥΤΟΥ ΕΥΣΕΒΙΟΥ ΠΡΟΣ ΜΑΡΙΝΟΝ | |
---|---|---|
3t | ΠΕΡΙ ΤΩΝ ΕΝ ΕΥΑΓΓΕΛΙΟΙΣ ΖΗΤΗΜΑΤΩΝ ΚΑΙ ΛΥΣΕΩΝ. | |
7 | Τῶν ἐν τοῖς θεοπνεύστοις Εὐαγγελίοις περὶ τὴν ἀρ‐ χὴν ἀπορουμένων ζητημάτων καὶ λύσεων δύο πεπο‐ νηκὼς ἤδη πρότερον συγγράμματα, πάρειμι νῦν, τὰ | |
10 | μέσα παρελθὼν, ἔπειτα πρὸς τῷ τέλει τῶν αὐτῶν πάντοτε τοῖς πᾶσι ζητούμενα· τάχα που τῆς τοῦ Θεοῦ βουλῆς διὰ τῶν σῶν ἐπιταγμάτων ἐπὶ τοῦτο ἡμᾶς παρορμησάσης, Μαρῖνε υἱὲ τιμιώτατέ μοι καὶ φιλο‐ πονώτατε. Ἠρώτας δὲ τὸ πρῶτον· | |
15 | Αʹ. Πῶς παρὰ μὲν τῷ Ματθαίῳ ὀψὲ Σαββάτων φαί‐ νεται ἐγηγερμένος ὁ Σωτὴρ, παρὰ δὲ τῷ Μάρκῳ πρωῒ τῇ μιᾷ τῶν Σαββάτων. αʹ. Τούτου διττὴ ἂν εἴη ἡ λύσις· ὁ μὲν γὰρ τὸ κε‐ | |
20 | φάλαιον αὐτὸ τὴν τοῦτο φάσκουσαν περικοπὴν ἀθε‐ τῶν, εἴποι ἂν μὴ ἐν ἅπασιν αὐτὴν φέρεσθαι τοῖς ἀντι‐ γράφοις τοῦ κατὰ Μάρκον Εὐαγγελίου· τὰ γοῦν ἀκριβῆ τῶν ἀντιγράφων τὸ τέλος περιγράφει τῆς κατὰ τὸν Μάρκον ἱστορίας ἐν τοῖς λόγοις τοῦ ὀφθέν‐ | |
25 | τος νεανίσκου ταῖς γυναιξὶ καὶ εἰρηκότος αὐταῖς, «Μὴ φοβεῖσθε, Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνόν·» καὶ τοῖς ἑξῆς, οἷς ἐπιλέγει· «καὶ ἀκούσασαι ἔφυγον, καὶ οὐ‐ δενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ.» Ἐν τούτῳ γὰρ σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις τοῦ κατὰ Μάρ‐ | |
30 | κον Εὐαγγελίου περιγέγραπται τὸ τέλος· τὰ δὲ ἑξῆς σπανίως ἔν τισιν ἀλλ’ οὐκ ἐν πᾶσι φερόμενα περιττὰ ἂν εἴη, καὶ μάλιστα εἴπερ ἔχοιεν ἀντιλογίαν τῇ τῶν λοιπῶν εὐαγγελιστῶν μαρτυρίᾳ· ταῦτα μὲν οὖν εἴποι ἄν τις παραιτούμενος καὶ πάντη ἀναιρῶν περιττὸν | |
35 | ἐρώτημα. Ἄλλος δέ τις οὐδ’ ὁτιοῦν τολμῶν ἀθε‐ | 937 |
22.940 | τεῖν τῶν ὁπωσοῦν ἐν τῇ τῶν Εὐαγγελίων γραφῇ φε‐ ρομένων, διπλὴν εἶναί φησι τὴν ἀνάγνωσιν, ὡς καὶ ἐν ἑτέροις πολλοῖς, ἑκατέραν τε παραδεκτέαν ὑπάρ‐ χειν, τῷ μὴ μᾶλλον ταύτην ἐκείνης, ἢ ἐκείνην ταύτης, | |
5 | παρὰ τοῖς πιστοῖς καὶ εὐλαβέσιν ἐγκρίνεσθαι. βʹ. Καὶ δὴ τοῦδε τοῦ μέρους συγχωρουμένου εἶναι ἀληθοῦς, προσήκει τὸν νοῦν διερμηνεύειν τοῦ ἀναγνώ‐ σματος· εἰ γοῦν διέλοιμεν τὴν τοῦ λόγου διάνοιαν, οὐκ ἂν εὕροιμεν αὐτὴν ἐναντίαν τοῖς παρὰ τοῦ Ματ‐ | |
10 | θαίου ὀψὲ σαββάτων ἐγηγέρθαι τὸν Σωτῆρα λελεγμέ‐ νοις· τὸ γὰρ ἀναστὰς δὲ πρωῒ τῇ μιᾷ τοῦ Σαββά‐ του κατὰ τὸν Μάρκον, μετὰ διαστολῆς ἀναγνωσόμεθα· καὶ μετὰ τὸ ἀναστὰς δὲ, ὑποστίξομεν· καὶ τὴν διά‐ νοιαν ἀφορίσομεν τῶν ἑξῆς ἐπιλεγομένων· εἶτα τὸ | |
15 | μὲν ἀναστὰς ἂν, ἐπὶ τὴν παρὰ τῷ Ματθαίῳ ὀψὲ Σαββάτων· τότε γὰρ ἐγήγερτο· τὸ δὲ ἑξῆς ἑτέρα, ὂν διανοίας ὑποστατικὸν, συνάψωμεν τοῖς ἐπιλεγομένοις· πρωῒ γὰρ τῇ μιᾷ τοῦ Σαββάτου ἐφάνη Μαρίᾳ τῇ Μαγδαληνῇ· τοῦτο γοῦν ἐδήλωσε καὶ ὁ Ἰωάννης | |
20 | πρωῒ καὶ αὐτὸς τῇ μιᾷ τοῦ Σαββάτου ὦφθαι αὐτὸν τῇ Μαγδαληνῇ μαρτυρήσας· οὕτως οὖν καὶ παρὰ τῷ Μάρκῳ πρωῒ ἐφάνη αὐτῇ· οὐ πρωῒ ἀναστὰς, ἀλλὰ πολὺ πρότερον κατὰ τὸν Ματθαῖον ὀψὲ τοῦ Σαβ‐ βάτου· τότε γὰρ ἀναστὰς ἐφάνη τῇ Μαρίᾳ, οὐ τότε, | |
25 | ἀλλὰ πρωΐ· ὡς παρίστασθαι ἐν τούτοις καιροὺς δύο· τὸν μὲν γὰρ τῆς ἀναστάσεως, τὸν ὀψὲ τοῦ Σαββάτου· τὸν δὲ τῆς τοῦ Σωτῆρος ἐπιφανείας, τὸν πρωῒ, ὃν ἔγραψεν ὁ Μάρκος εἰπὼν (ὃ καὶ μετὰ διαστολῆς ἀνα‐ γνωστέον) «ἀναστὰς δέ·» εἶτα ὑποστίξαντες, τὸ ἑξῆς | |
30 | ῥητέον, «πρωῒ τῇ μιᾷ τοῦ Σαββάτου ἐφάνη Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.» Βʹ. Πῶς κατὰ τὸν Ματθαῖον ὀψὲ Σαββάτων ἡ Μα‐ γδαληνὴ τεθεαμένη τὴν ἀνάστασιν, κατὰ τὸν | |
35 | Ἰωάννην ἡ αὐτὴ ἑστῶσα κλαίει παρὰ τῷ μνη‐ μείῳ τῇ μιᾷ τοῦ Σαββάτου. αʹ. Οὐδὲν ἂν ζητηθείη κατὰ τοὺς τόπους, εἰ τὸ ὀψὲ Σαββάτων μὴ τὴν ἑσπερινὴν ὥραν τὴν μετὰ τὴν ἡμέραν τοῦ Σαββάτου λέγεσθαι ὑπολάβοιμεν, ὥς τινες | |
40 | ὑπειλήφασιν, ἀλλὰ τὸ βραδὺ καὶ ὀψὲ τῆς νυκτὸς τῆς | 939 |
22.941 | μετὰ τὸ Σάββατον· οὕτω γὰρ καὶ ὀψὲ τῆς ὥρας εἰώ‐ θαμεν λέγειν, καὶ ὀψὲ τοῦ καιροῦ, καὶ ὀψὲ τῆς χρείας· οὐ τὴν ἑσπέραν δηλοῦντες, οὐδὲ τὸν μετὰ ἡλίου δυ‐ σμὰς χρόνον, τὸ δὲ σφόδρα βράδιον τούτῳ σημαίνοντες | |
5 | τῷ τρόπῳ· ὅθεν ὥσπερ διερμηνεύων αὐτὸς ἑαυτὸν ὁ Ματθαῖος μετὰ τὸ ὀψὲ Σαββάτων, ἐπήγαγε τῇ ἐπι‐ φωσκούσῃ φησί· δηλαδὴ ὥρᾳ τῇ λοιπὸν ἤδη ὑποφαι‐ νούσῃ, καὶ ἐπιφωσκούσῃ εἰς τὴν Κυριακὴν ἡμέραν, ἥτις ἦν ὀψὲ καὶ πόῤῥω λοιπὸν ἐλαύνουσα τῶν Σαββά‐ | |
10 | των· λέλεκται δὲ ὀψὲ τοῦ Σαββάτου παρὰ τοῦ ἑρ‐ μηνεύσαντος τὴν Γραφήν· ὁ μὲν γὰρ εὐαγγελιστὴς Ματθαῖος Ἑβραΐδι γλώττῃ παρέδωκε τὸ εὐαγγέλιον· ὁ δὲ ἐπὶ τὴν Ἑλλήνων φωνὴν μεταβαλὼν αὐτὸ, τὴν ἐπιφωσκοῦσαν ὥραν εἰς τὴν Κυριακὴν ἡμέραν, ὀψὲ | |
15 | Σαββάτων προσεῖπεν· ὥστε τὸν αὐτὸν σχεδὸν νοεῖ‐ σθαι καιρὸν, ἢ τὸν σφόδρα ἐγγὺς παρὰ τοῖς εὐαγγε‐ λισταῖς διαφόροις ὀνόμασι τετηρημένον· μηδέν τε δια‐ φέρειν Ματθαῖον εἰρηκότα· «Ὀψὲ δὲ Σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων ἦλθε Μαρία ἡ | |
20 | Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τά‐ φον,» Ἰωάννου φήσαντος· «τῇ δὲ μιᾷ τῶν Σαββά‐ των ἔρχεται Μαρία ἡ Μαγδαληνὴ πρωῒ εἰς τὸ μνη‐ μεῖον, ἔτι οὔσης σκοτίας.» Πλατυκῶς γὰρ ἕνα καὶ τὸν αὐτὸν δηλοῦσι χρόνον διαφόροις ῥήμασι· ὁ | |
25 | μὲν Ματθαῖος ὀψὲ, ἀντὶ τοῦ βράδιον· καὶ ὀψὲ τῆς νυκτὸς ὀνομάσας πρωῒ, ὁ διερμηνεύων ἐπήγαγε τὸ σκοτίας οὔσης, ἵνα μή τις τὸν ὄρθρον λέγειν αὐτὸν ὑπολάβοι· ὡς καὶ ὁ Ματθαῖος τῷ ὀψὲ Σαββάτων, ἵνα μὴ τὴν ἑσπερινὴν ὥραν νομίσειέ τις λέγεσθαι, | |
30 | προσέθηκε τὸ τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββά‐ των. Ἐπεὶ καὶ ἀκριβῶς οὗτος Σαββάτου εἶπεν τὴν ὀψίαν, μή τις τὴν ἑσπέραν ὑπολάβοι λέγεσθαι τὴν μετὰ ἡλίου δυσμὰς, ἀλλὰ Σαββάτων φησὶν ὀψέ. βʹ. Ἔθος δὲ ὅλην τὴν ἑβδομάδα Σάββατον καλεῖν, | |
35 | καὶ πάσας τὰς ἡμέρας οὕτως ὀνομάζειν. Λέγεται γοῦν παρὰ τοῖς εὐαγγελισταῖς τῇ μιᾷ τῶν Σαββάτων· ἐν δὲ τῇ συνηθείᾳ, δευτέρα Σαββάτων, καὶ τρίτη Σαβ‐ βάτων, καὶ τετάρτη Σαββάτων· οὕτως οὖν ὁ Ματ‐ θαῖος τὸν καιρὸν τὸν ἐπιφαύσκοντα εἰς τὴν ἕω τῆς | |
40 | Κυριακῆς ἡμέρας, Σαββάτων ὀψὲ ὠνόμασεν· οὐκ εἰπὼν ἑσπέραν τοῦ Σαββάτου, οὐδὲ ὀψὲ Σαββάτου· ἐπεὶ ἐχρῆν ἡμᾶς τῇ ἡμέρᾳ τοῦ Σαββάτου μετὰ ἡλίου δυσμὰς ἑσπέρας γινομένης ἀπονηστίζεσθαι· καὶ οὐκέτι τὴν Κυριακὴν ἡμέραν ἀγαλλιᾷν, ἀλλὰ τὴν | |
45 | ἐσπέραν τοῦ Σαββάτου, εἴπερ τοῦτ’ ἐδήλου ὁ εὐαγγε‐ λιστής. Ἀλλ’ οὐχ ἑσπέρας τοῦ Σαββάτου εἰώθαμεν τὰς νηστείας καταλύειν, ἀλλ’ ἢ νυκτὸς ἐπιλαβούσης, αὐτῷ μεσονυκτίῳ, καὶ ἢ περὶ ἀλεκτόρων βοὰς, ἢ ἀμφὶ τὸν ὄρθρον· ὥστε καὶ ἐξ αὐτοῦ τοῦ πράγματος, | |
22.941(50) | καὶ ἐκ τῆς κεκρατηκυίας ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ συνηθείας, τὸν διὰ τοῦ ὀψὲ Σαββάτων δηλού‐ μενον καιρὸν, μὴ τὴν ἑσπερινὴν ὥραν εἶναι, ἀλλὰ ταύτην, ἣν Ματθαῖος αὐτὸς παρέστησεν εἰπὼν τῇ ἐπι‐ φωσκούσῃ εἰς μίαν Σαββάτων. Οὐδὲ γὰρ λόγον εἶχε | |
55 | κατὰ τὴν ἑσπέραν τοῦ Σαββάτου τοιούτων θαυμάτων ἀμφὶ τὸ μνημεῖον τοῦ Σωτῆρος ἀποτελουμένων, μὴ | |
οὐχὶ πάντας τοὺς τὴν πόλιν οἰκοῦντας μαθεῖν τὰ γι‐ | 941 | |
22.944 | νόμενα, καὶ συνδρομὴ γεγόνει ἐπὶ τὸ μνῆμα, πάντων ἐγρηγορότων. Ἀκόλουθον δὲ ἦν ἀνατραπέντος τοῦ λίθου παραδόξως, παραχρῆμα σπεῦσαι τοὺς φρουροὺς τὰ πραχθέντα δηλῶσαι, τῆς ὥρας αὐτοῖς ἐπιτρεπού‐ | |
5 | σης. Οἱ δὲ καὶ διδάσκονται τῇ ὑστεραίᾳ ὑπὸ τῶν ἀρ‐ χιερέων διαφημίσαι εἰς πάντας, ὅτι οἱ μαθηταὶ αὐ‐ τοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμέ‐ νων· ὃ δὴ χώραν οὐκ εἶχεν πλάττεσθαι αὐτοὺς εἰ τῇ ἑσπέρᾳ ἐγήγερτο. Ἀλλὰ γὰρ ἡγοῦμαι διὰ τούτων | |
10 | ἀποδείκνυσθαι τὸ παρὰ τῷ Ματθαίῳ λεγόμενον ὀψὲ Σαββάτων, μὴ τὴν ὀψινὴν ὥραν τοῦ Σαββάτου σημαί‐ νειν, μηδὲ τὸν ἑσπερινὸν καιρόν· ἀλλ’ αὐτὸς Ματθαῖος ἐπήγαγεν τὴν ἐπιφώσκουσαν ὥραν εἰς μίαν Σαββά‐ των, ἥτις ἦν πρωῒ, ἔτι σκοτίας οὔσης κατὰ τὸν Ἰω‐ | |
15 | άννην· οὕτω γὰρ ἡ συμφωνία συνδράμοι ἂν τῶν εὐ‐ αγγελικῶν φωνῶν· ὡς καιροῦ μὲν ἑνὸς δι’ αὐτῶν σημαινομένου, ἀναλλαττόντων δὲ παρ’ ἑκάστου τῶν τοῦ καιροῦ μορίων· ἐπεὶ καὶ μιᾶς καὶ τῆς αὐτῆς ὥρας, καὶ τὴν ἀρχήν ἐστιν ἐπινοῆσαι, καὶ τὸ μέσον, καὶ τὸ τέλος. γʹ. Οὐκ ἂν γοῦν ἁμάρτοις τὰ μὲν πρῶτα τῆς ἀνα‐ | |
20 | στάσεως τοῦ Σωτῆρος ἡμῶν σημαίνεσθαι εἰπὼν παρὰ τῷ Ἰωάννῃ, παρ’ ᾧ ἡ Μαγδαληνὴ πρωῒ, ἔτι οὔσης σκο‐ τίας, καὶ πρῶτον καὶ δεύτερον ἐπιστᾶσα τῷ μνήματι, καὶ μὴ εὑροῦσα τὸ σῶμα τοῦ Σωτῆρος, κλαίει διὰ τὸ μηδένα μήπω ἐγνωκέναι περὶ τῆς ἀναστάσεως αὐτοῦ· | |
25 | τῆς αὐτῆς δὲ ὥρας μέρος εἶναι δεύτερον τὸν παρὰ τῷ Ματθαίῳ χρόνον, καθ’ ὂν τρίτον ἐπιστᾶσα ἡ αὐτὴ Μαγδαληνὴ ἅμα τῇ ἄλλῃ Μαρίᾳ τῷ μνήματι, οὐκέτι κλαίει, ὡς ἂν παρὰ τῷ Ἰωάννῃ τεθεαμένη τοὺς ἀγ‐ γέλους καὶ αὐτὸν τὸν Σωτῆρα· τὰ γὰρ παρὰ τῷ Λουκᾷ | |
30 | καὶ τῷ Μάρκῳ ἑτέρων ἂν εἴη δηλωτικὰ, παρ’ οἷς πλείους ἀπαντῶσιν γυναῖκες ἐπὶ τὴν θέαν· τὴν δέ γε Μαγδαληνὴν μὴ μακρὰν ἀλλήλων διεστῶσιν ἀπηντη‐ κέναι καιροῖς νόμιζε, ἀλλ’ ἐν τῷ αὐτῷ καὶ κατὰ τὸ αὐτὸ παρατυχεῖν καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον· τὸ | |
35 | μὲν πρῶτον, καθ’ ἑαυτὴν μόνην· τὸ δὲ δεύτερον, μετὰ τῆς ἄλλης Μαρίας· οὕτω δ’ οὖν ἡ αὐτὴ Μαρία ἡ Μαγ‐ δαληνὴ καὶ τὰ παρὰ τῷ Ματθαίῳ ἐθεᾶτο καὶ τὰ παρὰ τῷ Ἰωάννῃ· οὐκ ἀπελιμπάνετο δὲ τῶν παρὰ τοῖς πολ‐ λοῖς ἀναγεγραμμένων· οὐ γὰρ ἀπεστάτει τοῦ τόπου· | |
40 | παρῆν δὲ καὶ παρέμενεν καταπεπληγμένη μὲν τὰ τεθεα‐ μένα, ποθοῦσα δὲ πρὸς τοῖς πρώτοις καὶ δευτέρων καὶ τριῶν θεοφανειῶν καταξιωθῆναι· ὧν ἐτύγχανεν μετὰ ταῦτα διαφόρως μὲν πλειόνων γυναικῶν ἐπὶ τὸ μνη‐ μεῖον ἀφικνουμένων, ἄλλοτε δ’ ἄλλως αὐταῖς ἀγγελι‐ | |
45 | κῆς ὄψεως παραφαινομένης, αὐτῆς δὲ ἐφ’ ἑκάστῃ θέᾳ παρατυγχανούσης· οὕτω γοῦν τῶν παρὰ τοῖς τέσσαρ‐ σιν εὐαγγελισταῖς ἀναγεγραμμένων θεωρὸς ἐγίγνετο ἡ Μαγδαληνή· διὸ καὶ παρὰ τοῖς πᾶσιν ἐμνημονεύθη· οὕτω δὲ καὶ ὁ μὲν καιρὸς ὁ αὐτὸς ἦν ὁ ὑπὸ τοῦ | |
22.944(50) | Ἰωάννου καὶ τοῦ Ματθαίου παριστάμενος· τοῦ δ’ αὐ‐ τοῦ καιροῦ διάφορα διαστήματα παρ’ ἑκάστῳ τετηρη‐ μένα. δʹ. Μὴ ταραττέτω δέ σε τὸ λέγεσθαι παρὰ τῷ Ματ‐ | |
θαίῳ μετὰ τὸ ἐλθεῖν τὰς δύο Μαρίας θεωρῆσαι τὸν | 943 | |
22.945 | τάφον, «ὁ ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ ἀπεκύλισεν τὸν λίθον ἐκ τῆς θύρας.» Οὐ γὰρ κατ’ αὐτὴν τὴν ὥραν προσήκει νοεῖν τὸν ἄγγελον ἀποκε‐ κυλικέναι τὸν λίθον· πῶς γάρ; ὁπότε προϋπῆρχεν | |
5 | παρὰ τῷ Ἰωάννῃ, παρ’ ᾧ οὐχ ἡ Μαρία μόνη, ἀλλὰ καὶ δύο μαθηταὶ ἐληλύθασιν εἰς τὸ μνημεῖον· διόπερ εἴποις ἂν τὸν παρὰ τῷ Ματθαίῳ λόγον διηγηματικὸν εἶναι τῶν πρὸ τούτου γεγενημένων· ἦλθον μὲν γὰρ κατὰ τοῦτον αἱ δύο Μαρίαι θεωρῆσαι τὸν τάφον, εὗ‐ | |
10 | ρον δὲ αὐτὸν ἀνεῳγμένον, ἐπειδήπερ πρὸ τούτου σει‐ σμὸς ἐγεγόνει μέγας, καὶ ὁ ἄγγελος ἀποκεκυλίκει τὸν λίθον, ὃς ἐπιστὰς, αὖθις εὐαγγελίζεται τὰς γυναῖκας. Αὕτη μὲν οὖν μία λύσις ἂν γένοιτο τῶν κατὰ τὸν τόπον ἀπορουμένων. | |
16 | εʹ. Λυθείη δ’ ἂν καὶ ἄλλως τὰ προκείμενα, εἰ ἑτέ‐ ρας μὲν τὰς παρὰ τῷ Ματθαίῳ Μαρίας ὑπολάβοις εἶ‐ ναι, ἑτέραν δὲ τὴν παρὰ τῷ Ἰωάννῃ· τέσσαρας γοῦν τὰς πάσας Μαρίας παρούσας τῷ πάθει τοῦ Σωτῆρος | |
20 | μετὰ τῶν ἄλλων γυναικῶν εὑρίσκομεν· πρῶτον μὲν οὖν τὴν Θεοτόκον τὴν αὐτοῦ τοῦ Σωτῆρος μητέρα· δευτέραν δὲ τὴν ταύτης ἀδελφὴν Μαρίαν, τὴν τοῦ Κλωπᾶ· εἶτα τρίτην Μαρίαν τὴν Μαγδαληνήν· καὶ τε‐ τάρτην τὴν Ἰακώβου καὶ Ἰωσὴφ μητέρα· καὶ τῶν | |
25 | μὲν πρώτων τριῶν Μαριῶν ἐμνημόνευσεν Ἰωάννης λέγων οὕτως· «Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐ‐ τοῦ Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.» Τῆς δὲ τετάρτης Μαρίας τῆς μητρὸς Ἰακώβου | |
30 | καὶ Ἰωσὴφ, οἱ λοιποὶ τρεῖς ἐμνημόνευσαν εὐαγγελι‐ σταὶ, συμπαραλαβόντες τῇ Μαγδαληνῇ καὶ αὐτήν· Ματθαῖος μὲν οὕτως εἰπών· «Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν αὐτῷ· ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ | |
35 | τοῦ Ἰακώβου καὶ Ἰωσὴφ, αἳ ἐθεάσαντο τὸν τόπον ποῦ τίθεται.» Καὶ ὁ Λουκᾶς δὲ περὶ τῆς ἄλλης Μαρίας οὕτως ἱστορεῖ· «Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς.» ϛʹ. Τούτων οὖν τῶν τεσσάρων Μαριῶν, εἰ τὰς δύο | |
40 | τὰς παρὰ τῷ Ματθαίῳ ὀψὲ Σαββάτων τῇ ἐπιφωσκού‐ σῃ εἰς μίαν Σαββάτων ἐλθούσας ἐπὶ τὸ μνημεῖον, καὶ τὸν ἄγγελον θεασαμένας, ἑτέρας εἶναι ἐκλάβοις παρὰ τὴν πρωῒ τῇ μιᾷ τῶν Σαββάτων, ἔτι σκοτίας οὔσης ἀφι‐ | |
κομένην μόνην κατὰ τὸν Ἰωάννην, ἀγνοοῦσαν τὸ ἐπὶ | 945 | |
22.948 | τὴν ἀνάστασιν, καὶ διὰ τοῦτο κλαίουσαν, οὐδὲν ἂν σκο‐ λιὸν ἀπαντήσεται, πάσης ἀπορίας καὶ ζητήσεως ἐκπο‐ δὼν ἀρθείσης· καὶ ὀψὲ μὲν Σαββάτων, κατὰ τὰ ἀπο‐ δεδομένα, πεπραγμένων τῶν ἐπὶ τῷ Ματθαίῳ συγ‐ | |
5 | γεγραμμένων ἐπὶ παρουσίᾳ τῶν δύο Μαριῶν, πρωΐας δὲ τῇ μιᾷ τῶν Σαββάτων ἑτέρας Μαρίας τὰς παρὰ τῷ Ἰωάννῃ τεθεαμένας, ἀληθεύεσθαί τε κἀκεῖνα καὶ ταῦτα, μηδὲ ἀντιλογίαν περιέχειν τοὺς τόπους, μήτε κατὰ τοὺς χρόνους, μήτε κατὰ τὰ πρόσωπα, μήτε κατὰ | |
10 | τοὺς λόγους. ζʹ. Εἰ δὲ τὸ τῆς Μαγδαληνῆς προσκείμενον ἐν ἀμ‐ φοτέροις τοῖς εὐαγγελισταῖς ὄνομα τὴν διάνοιαν τα‐ ράττει, ἀλλ’ οὐ προσήκει τὴν θείαν συγχεῖν Γραφὴν λέξεως μιᾶς ἢ ὀνόματος ἕνεκεν, ὃ πολλάκις συμβαί‐ | |
15 | νει καὶ κατὰ γραφικὸν προσκεῖσθαι σφάλμα· ἢ γὰρ δύο καὶ ταύτας ἀπὸ μιᾶς πόλεως ἢ κώμης τῆς Μαγδαληνῆς ὁρμᾶσθαι ἡγητέον· ἢ ἐπὶ μιᾶς αὐτῶν προσκεῖσθαι τὸ τῆς Μαγδαληνῆς ἐπώνυμον, ἅπαξ τοῦ γραφέως κατὰ τὴν ἀρχὴν σφαλέντος, ὅτι ἐξ ἐκείνου | |
20 | τῶν μετ’ αὐτὸν πρώτῳ ἐπηκολουθηκότων σφάλματι· τοῦτο δὲ καὶ ἐφ’ ἑτέρῳ συμβὰν, σμικρὸν ὕστερον ἐπι‐ δείξωμεν· ἀλλ’ ὥσπερ ἐπὶ τοιούτων ὀρθῶς κατὰ τὴν ἀρχὴν ὑπηγόρευτο, κατὰ σφάλμα δὲ τῶν μετὰ ταῦτα μὴ ἀκριβούντων τὴν μεταβολὴν, συμβέβηκέ τινα ζη‐ | |
25 | τεῖσθαι, οὕτω καὶ ἐπὶ τοῦ ἐπωνύμου τῆς Μαγδαληνῆς περιττῶς ἐπὶ μιᾶς Μαρίας κειμένου εἴποις ἂν γεγονέ‐ ναι· οὗ ὑφαιρεθέντος, περιγέγραπται πᾶσα ζήτησις, μηδενὸς μηκέτι κατὰ τοὺς τόπους ἀπορουμένου· ἀλλὰ καὶ ὀψὲ Σαββάτων, τοῦτ’ ἔστι βαθείας νυκτὸς, τῶν | |
30 | παρὰ τῷ Ματθαίῳ πεπραγμένων ἑωραμένων ὑπὸ τῆς Μαγδαληνῆς καὶ τῆς ἄλλης Μαρίας· καὶ πρωΐας, ἔτι σκοτίας οὔσης, ἑτέρας Μαρίας ἀφικομένης ἐπὶ τὸν αὐ‐ τὸν τόπον· καὶ πρότερον μὲν ἀπορούσης ἐπὶ τὸ μὴ εὑρεῖν τὸ σῶμα τοῦ Σωτῆρος· ὕστερον δὲ καὶ αὐτῆς | |
35 | αὐτοπτούσης αὐτόν· κάλλιον δὲ τὸ μὴ δὲ σφάλμα αἰ‐ τιάσασθαι κατὰ τοὺς τόπους, δύο δὲ ἀληθῶς γεγονέ‐ ναι τὰς Μαγδαληνὰς φάσκειν, ὡς καὶ τέτταρας ἀπ‐ εδείξαμεν τὰς Μαρίας· ὧν οὐδὲν ἄτοπον ἀπὸ τῆς αὐτῆς Μαγδαληνῆς δύο Μαρίας ὁρμᾶσθαι λέγειν, μηδέν τε | |
40 | λοιπὸν ἀπορεῖν, ἀλλ’ ἑτέραν μὲν εἶναι τὴν ὀψὲ Σαββά‐ των παρὰ τῷ Ματθαίῳ Μαγδαληνὴν, ἑτέραν δὲ αὖθις καὶ αὐτὴν Μαγδαληνὴν τὴν παρὰ τῷ Ἰωάννῃ πρωΐας ἐπὶ τὸ μνημεῖον ἐλθοῦσαν· ταύτην δὲ εἶναι τὴν καὶ παρὰ τῷ Μάρκῳ δηλουμένην, κατά τινα τῶν ἀντιγρά‐ | |
45 | φων, ἀφ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια· καὶ ταύ‐ την εἰκὸς εἶναι τὴν ἀκούσασαν Μή μου ἅπτου, ἀλλ’ οὐ τὴν παρὰ τῷ Ματθαίῳ· εἰ γὰρ καὶ τὰ μάλιστα κἀ‐ κείνη ἀπὸ τῆς Μαγδαληνῆς ὡρμᾶτο, ἀλλ’ οὐ τὰ ὅμοια καὶ αὐτῆς ἡ θεία κατηγορεῖ Γραφή. | |
52 | Γʹ. Πῶς κατὰ τὸν Ματθαῖον ὀψὲ Σαββάτων ἡ Μαγδα‐ ληνὴ μετὰ τῆς ἄλλης Μαρίας ἁψαμένη τῶν | |
55 | ποδῶν τοῦ Σωτῆρος, ἡ αὐτὴ πρωῒ τῇ μιᾷ τοῦ Σαββάτου ἀκούει «Μή μου ἅπτου» κατὰ τὸν Ἰωάννην. | |
αʹ. Εἰ μὲν οὖν μία καὶ ἡ αὐτὴ εἴη Μαρία παρ’ ἀμ‐ | 947 | |
22.949 | φοτέροις τοῖς εὐαγγελισταῖς, λέξομεν ὅτι ἡ αὐτὴ πολ‐ λάκις ἐπὶ τὸν αὐτὸν ἀπήντα τόπον, ἐπειδὴ εἷλκεν αὐ‐ τὴν ἡ ἔκπληξις τοῦ πράγματος καὶ ἡ ἐπὶ τῷ γεγονότι χαρά· πρώτη τοίνυν ἀπαντήσασα καὶ πρώτη τεθεα‐ | |
5 | μένη τὰ παρὰ τῷ Ἰωάννῃ, ἐσπευσμένως ἀπῄει πρὸς τοὺς ἀποστόλους τὸ πρῶτον, τὴν τοῦ μνήματος ἄνοι‐ ξιν ἀπαγγέλλουσα· εἶθ’ ἅμα τὴν ἀνάστασιν τεθεαμένη, ἐδυσφόρει ὑπονοοῦσα ἦρθαι τὸ σῶμα τοῦ Ἰησοῦ ἀπὸ τοῦ μνήματος, μὴ εἰδέναι τε ὅπου τέθειτο· εἶτ’ ἐπ‐ | |
10 | ανῄει δεύτερον σὺν αὐτοῖς ἐπὶ τὸ μνῆμα· ὡς δ’ ἐπ‐ έστρεφον οἴκαδε ἐκεῖνοι, μόνη πάλιν ἀπολειφθεῖσα ἐν τῷ τόπῳ, ἔκλαιεν ἑστῶσα· εἶτα τοῦ μνήματος εἴσω δια‐ κύψασα, τοὺς δύο ἀγγέλους ἐθεώρει· ἔπειτα καὶ αὐτὸν ὁρᾷ τὸν Σωτῆρα· ὃς, ἐπειδὴ κλαίουσα εἱστήκει, ἀν‐ | |
15 | θρωπίνως δὲ καὶ ταπεινῶς, ὡς ἂν κλαπέντος σώματος αὐτοῦ, διακειμένη, ἀνάξιά τε περὶ αὐτοῦ φρονοῦσα, πρῶτον μὲν αὐτὴν γυναῖκα ὀνομάζει, ἐπιπλήττων αὐτῇ καὶ ὀνειδίζων τὸ γυναικεῖον πάθος· διό φησιν, γύναι, τί κλαίεις; εἶτά φησιν πρὸς αὐτήν· Μαρία· | |
20 | διὰ τοῦ ὀνόματος αὐτὴν ἑαυτῆς ὑπομιμνήσκων, καὶ τῶν πάλαι πρὸς αὐτήν τε καὶ τοὺς λοιποὺς μαθητὰς περὶ τῆς ἀναστάσεως αὐτοῦ λόγων· ἡ δ’ εἰς συναίσθη‐ σιν ἐλθοῦσα, καὶ τί ποτε ἦν ἀπὸ τῆς φωνῆς καὶ τῆς τοῦ λόγου δυνάμεως ἐπιγνοῦσα, Ῥαββουνί φησιν, ὃ | |
25 | μεθερμηνεύεται διδάσκαλε. | |
28 | βʹ. Εἶτ’ ἐπειδὴ ὡς διδασκάλῳ αὐτῷ ἔτι καὶ οὐχ ὡς Θεῷ προσιέναι ὡρμᾶτο, ἀναίνεται καὶ παραιτεῖται αὐ‐ | |
30 | τὴν, Μή μου ἅπτου· θνητὰ γὰρ ἔτι φρονοῦσα, οὐχ οἵα τε ἦν τῆς αὐτοῦ θεότητος θίγειν· οὐδὲ γὰρ ἄξιον ἦν τὴν ἔτι κλαίουσαν, καὶ κάτω περὶ τὰ μνήματα καὶ τάφους οἷα νεκρὸν ζητοῦσαν αὐτὸν, ταπεινά τε καὶ ἀνθρώπινα περὶ αὐτοῦ δοξάζουσαν, τῆς ἐπαφῆς αὐτοῦ | |
35 | κοινωνεῖν· διὸ τὴν αἰτίαν ἀπήλεγχεν, μὴ γὰρ ἀν‐ εληλυθέναι οὔπω φησὶν, ὅσον τὸ ἐπ’ αὐτὴν, πρὸς τὸν Πατέρα, ἐπεὶ μὴ τοῦτ’ ἐπίστευσεν γεγονέναι, νεκρὸν δέ που κεῖσθαι αὐτὸν ᾤετο· διό φησιν πρὸς αὐτήν· Μή μου ἅπτου, τοιαύτη τις οὖσα καὶ τοιαῦτα περὶ | |
40 | ἐμοῦ λογιζομένη· σοὶ γὰρ Θεὸς οὔπω πεπίστευμαι· σοὶ ἔτι κάτω εἶναι λελόγισμαι· οὕτω τὴν κλαίουσαν καὶ δόξασαν αὐτὸν εἶναι τὸν κηπουρὸν, διὰ μὲν τοῦ Μή μου ἅπτου ἀπέστρεφεν ἐπιπλήττων αὐτῇ· ὡς καὶ διὰ τοῦ γυναῖκα καλεῖν, καὶ διὰ τοῦ λέγειν, Τί κλαί‐ | |
45 | εις; τὸ γὰρ κλαίειν τὸν ζῶντα, μᾶλλον δὲ τὴν ζωὴν αὐτὴν, ἐσχάτης ἦν ἀμαθίας· καὶ διὰ μὲν τούτων ἐπ‐ έπληττεν αὐτῇ· διὰ δὲ τῶν ἑξῆς τὴν καθ’ ἑαυτὸν ἐπαί‐ δευεν θεολογίαν· ἡ δ’ ἐπὶ τούτοις τὰ μεγάλα ὠφελη‐ μένη, πάλιν ἀναχωρεῖ τοῦ μνήματος· τοῦτο δεύτερον· | |
22.949(50) | εἶτ’ ἐξειποῦσα τῇ ἄλλῃ Μαρίᾳ τὰ τεθεαμένα παρὰ τῷ Ἰωάννῃ, ἐπανῄει σὺν αὐτῇ· τοῦτο τρίτον· καὶ τῶν παρὰ τῷ Ματθαίῳ μνημονευομένων θεωρὸς ἐγίγνετο οὐκέτι μόνη. σὺν δὲ τῇ ἑτέρᾳ Μαρίᾳ· καὶ οὐκέτι εἴσω τοῦ τάφου παρακύπτουσα ὡς παρὰ τῷ Ἰωάννῃ, οὐδὲ | |
55 | δύο ἀγγέλους, ἀλλ’ ἕνα πρὸς τῷ λίθῳ καθήμενον ὁρῶσα. | |
58 | γʹ. Εἶτ’ ἐπὶ τούτοις αὐτὸν πάλιν τὸν Σωτῆρα μετὰ τῆς | |
ἄλλης Μαρίας θεωρεῖ· τοῦτο δεύτερον· καὶ οὐκέτι μὲν | 949 | |
22.952 | ἀκούει, Μή μου ἅπτου, τοὐναντίον δὲ χαίρειν ἀντὶ τοῦ κλαίειν ὑπ’ αὐτοῦ κελεύεται· ἀλλὰ καὶ ἅπτεσθαι αὐτοῦ συγχωρεῖται, ἐπεὶ καὶ προσκυνεῖ αὐτὸν ὡς Θεόν· λέγει γοῦν αὐταῖς ὁ Ἰησοῦς, Χαίρετε· αἱ δὲ προσελ‐ | |
5 | θοῦσαι, ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνη‐ σαν αὐτῷ· καὶ οὕτως ἅμα ἀληθεύει τὰ ἱερὰ Εὐαγγέ‐ λια, κατ’ οὐδένα λόγον διαφωνοῦντα· τὴν αὐτὴν δὲ Μαρίαν τὴν Μαγδαληνὴν εἰσάγοντα καὶ μὴ ἁπτομένην πρότερον τοῦ Σωτῆρος, ὅτε ἔκλαιε καὶ ἠπίστει· καὶ | |
10 | ἁπτομένην αὐτοῦ, ὅτε χαίρειν ἐκελεύετο· πρῶτα δὲ ἡγεῖσθαι τὰ παρὰ τῷ Ἰωάννῃ δηλούμενα τῶν παρὰ τῷ Ματθαίῳ φερομένων, καὶ διὰ τῶν ἔμπροσθεν γε‐ γυμνασμένων ἡμῖν κατὰ μίαν τῶν ἐκδοχῶν παρεστή‐ σαμεν, διασαφήσαντες ὅπως εἴρηται παρὰ τῷ Ματ‐ | |
15 | θαίῳ τὸ ὀψὲ Σαββάτων, οὐ τὴν ἑσπερινὴν ὥραν δη‐ λοῦντος τοῦ εὐαγγελιστοῦ, ἀλλὰ τὸν ἐπιφαύσκοντα εἰς μίαν Σαββάτων· ἦν δ’ οὗτος δεύτερος τοῦ παρὰ τῷ Ἰωάννῃ δεδηλωμένου. Καὶ ταῦτα μὲν εἰρήσθω, εἴπερ τις ἐξ ἅπαντος τὴν αὐτὴν εἶναι Μαρίαν παρ’ ἀμφο‐ | |
20 | τέροις τοῖς εὐαγγελισταῖς Ἰωάννῃ τε καὶ Ματθαίῳ διϊσχυρίζοιτο. δʹ. Εἰ δὲ συγχωρηθείη τὸ μὴ τὴν αὐτὴν εἶναι, ἑτέ‐ ραν δὲ τὴν ὀψὲ Σαββάτων κατὰ τὸν Ματθαῖον μετὰ τῆς ἄλλης Μαρίας ἀπαντήσασαν, καὶ ἄλλην τὴν παρὰ | |
25 | τῷ Ἰωάννῃ πρωῒ τῇ μιᾷ τῶν Σαββάτων, ἔτι οὔσης σκοτίας, μόνην ἐλθοῦσαν ἐπὶ τὸ μνημεῖον, πᾶσα λυ‐ θείη ἂν ἀμφιβολία· τὸ τὰς μὲν πρώτας ὀψὲ Σαββάτων ἀφικομένας, ἅτε σπουδαιοτέρας καὶ πιστοτέρας ὑπαρ‐ χούσας, καὶ τὸ χαίρειν παρὰ τοῦ Σωτῆρος ἀκοῦσαι, καὶ | |
30 | προσκυνῆσαι, καὶ τοὺς πόδας αὐτοῦ κρατῆσαι καταξιω‐ θῆναι· τὴν δὲ παρὰ τῷ Ἰωάννῃ Μαρίαν ἑτέραν οὖσαν παρ’ ἐκείνας βράδιον μὲν ἀπηντηκέναι καὶ πρωΐ· ταύ‐ την δ’ αὐτὴν εἶναι κατὰ τὸν Μάρκον ἀφ’ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια· σφόδρα δὲ τὴν ψυχὴν τεθορυβῆσθαι καὶ | |
35 | ἀπιστοτέραν εἶναι ὡς ἑστῶσαν κλαίειν, καὶ ὑπολαμβά‐ νειν ὑφαιρεῖσθαι τοῦ μνημείου τὸ σῶμα τοῦ Σωτῆρος, καὶ ἐν ἑτέρᾳ μετενηνέχθαι γῇ· οὕτω δὲ συγκέχυτο ἡ ψυχὴ αὐτῇ, ὡς μηδὲ τοὺς δύο ἀγγέλους τοὺς εἴσω τοῦ μνήματος ὀφθέντας αὐτῇ καταπλαγῆναι, μηδὲ αὐτὸν | |
40 | γνωρίσαι ὀφθέντα αὐτῇ τὸν Σωτῆρα, νομίσαι δὲ αὐτὸν εἶναι τὸν κηπουρόν. | |
44 | Δʹ. | |
45 | Περὶ τοῦ τάφου καὶ τῆς δοκούσης διαφωνίας. Πῶς παρὰ τῷ Ματθαίῳ ἡ Μαγδαληνὴ Μαρία μετὰ τῆς ἄλλης Μαρίας ἔξω τοῦ μνήματος ἑώρακεν τὸν ἕνα ἄγγελον ἐπικαθήμενον τῷ λίθῳ τοῦ μνήματος· καὶ πῶς κατὰ τὸν Ἰωάννην εἴσω τοῦ μνήματος ἀγγέλους δύο | |
22.952(50) | θεωρεῖ καθημένους ἡ Μαγδαληνὴ Μαρία· κατὰ δὲ τὸν Λουκᾶν δύο ἄνδρες ἐπέστησαν ταῖς γυναιξίν· κατὰ δὲ τὸν Μάρκον νεανίσκος ἦν αὐταῖς ὁ ὁρώμενος καθήμε‐ νος ἐν τοῖς δεξιοῖς τοῦ μνημείου τῇ Μαγδαληνῇ Μαρίᾳ καὶ Μαρίᾳ Ἰακώβου καὶ Σαλώμῃ. | |
55 | αʹ. Τὰ μὲν παρὰ τῷ Ματθαίῳ προηγοῦνται· ὅθεν καὶ αἱ δύο Μαρίαι ἄρτι τὸν ἄγγελον ἐπιστάντα καὶ | |
τὸν λίθον ἀποκυλίσαντα ἐθεάσαντο· τὰ δὲ παρὰ τῷ | 951 | |
22.953 | Ἰωάννῃ ὕστερον γίνεται, δύο ἀγγέλων εἴσω τοῦ μνήμα‐ τος ὀφθέντων, ἑτέρων δὲ ὄντων παρὰ τὸν ἔξω φανέν‐ τα καὶ ἐπὶ τὸν λίθον καθεζόμενον, ὡς Ματθαῖος λέγει· τὸ δὲ παρὰ τῷ Λουκᾷ λεγόμενον, ὅτι δύο ἄνδρες ἐν | |
5 | ἐσθῆτι ἀστραπτούσῃ ὀφθέντες· ἔτι δὲ καὶ ὁ παρὰ Μάρ‐ κῳ νεανίσκος λευκὴν περιβεβλημένος στολὴν, δεξιός τε ἀλλ’ οὐκ ἀριστερὸς ὁρώμενος, ὁ τὰ φαιδρὰ καὶ δε‐ ξιὰ ταῖς γυναιξὶν εὐαγγελιζόμενος, ἕτεροι ἀλλήλων ἂν εἶεν καὶ αὐτοὶ, καὶ τῶν ἄλλων τῶν παρὰ τοῖς πρώ‐ | |
10 | τοις εὐαγγελισταῖς λεγομένων· διὸ οὐδὲ ἀγγέλους αὐτοὺς οὗτοι ὠνόμασαν· ὁ δὲ Μάρκος καὶ ὁ Λουκᾶς οὐδὲ τὰ παρὰ τῷ Ἰωάννῃ καὶ Ματθαίῳ ἐμνημόνευσαν, λέγω δὴ τῶν τοῦ Σωτῆρος ὀπτασιῶν· ἀλλὰ τοῖς κρείττοσιν Ματθαίῳ καὶ Ἰωάννῃ τὰ κρείττονα | |
15 | κατέλιπον εἰπεῖν· αὐτοὶ τὰ δεύτερα εἰπόντες, καὶ ἀναπληροῦντες τὰ ἐκείνοις σεσιγημένα. βʹ. Ἔστιν οὖν εἰπεῖν οὕτως, ὅτι τεσσάρων ὄντων τῶν εὐαγγελιστῶν, ἰσάριθμοι τούτοις καὶ παρ’ αὐτῶν ἀναγραφεῖσαι φαίνονται ὀπτασίαι· οἵ τε καιροὶ τέσ‐ | |
20 | σαρες, καὶ οἱ καθ’ ἕκαστον καιρὸν ὀφθέντες ἰδιαζόν‐ τως· ὁμοίως δὲ καὶ αἱ θεώμεναι τῶν γυναικῶν διάφοροι, καὶ οἱ παρὰ τῶν ὀφθέντων λόγοι λεγόμενοι πρὸς αὐτὰς παραλλάττοντες· πῶς οὖν ἐστι τοῦτο; Πρῶτος οὖν καιρός ἐστιν ὁ παρὰ τῷ Ματθαίῳ ὀψὲ | |
25 | Σαββάτων, ὅπου ἡ Μαγδαληνὴ Μαρία μετὰ τῆς ἄλ‐ λης ἔξω τοῦ μνήματος, ὅτε καὶ ἐγένετο σεισμὸς, ἕνα εἶδον λέγοντα οὕτως, «Μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε· ἠγέρθη γάρ· δεῦτε, ἴδετε.» Τέταρτος δὲ καὶ τελευ‐ | |
30 | ταῖος ὁ παρὰ τῷ Μάρκῳ ἡλίου ἀνατείλαντος φανεὶς ὁ | 953 |
22.956 | νεανίσκος ὁ ὀφθεὶς ταῖς γυναιξὶν τῇ Μαρίᾳ τῇ Μαγδα‐ ληνῇ καὶ τῇ Μαρίᾳ Ἰακώβου καὶ Σαλώμῃ, αἳ μετ’ ἀρωμάτων ἐλθοῦσαι ἤκουσαν, «Μὴ ἐκθαμβεῖσθε, Ἰη‐ σοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον.» Μέσοι | |
5 | δὲ οἱ παρὰ τῷ Ἰωάννῃ καὶ τῷ Λουκᾷ καὶ ὀφθέντες κατὰ καιρὸν ἰδιάζοντες· ἐφάνη μὲν γὰρ ὀψὲ Σαββά‐ των ἄγγελος εἷς ἐκτὸς τοῦ μνήματος· μεθ’ οὗ καὶ αὐ‐ τὸς ὁ Σωτήρ· ὄρθρου δὲ βαθέος, ἕτεροι οἱ κατὰ τὸν Λουκᾶν δύο ἄνδρες ὠνομασμένοι οὐκ εἴσω τοῦ μνή‐ | |
10 | ματος ὀφθέντες· ὕστερος ἁπάντων ὁ νεανίσκος, καὶ πρὸ τούτου καὶ τῶν παρὰ τῷ Λουκᾷ οἱ δύο εἴσω τοῦ μνήματος. γʹ. Ὅτι ὁ Λουκᾶς μιᾷ λέγει τῶν Σαββάτων, ὄρθρου βαθέος, φέρειν ἀρώματα γυναῖκας δύο τὰς ἀκολουθη‐ | |
15 | σάσας αὐτῷ, αἵτινες ἦσαν ἀπὸ τῆς Γαλιλαίας συν‐ ακολουθήσασαι, ὅτε ἔθαπτον αὐτὸν ἐλθοῦσαι ἐπὶ τὸ μνῆ‐ μα· αἵτινες δύο ἀγγέλους εἶδον, οἳ καὶ εἶπον, «Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ’ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν σὺν | |
20 | ὑμῖν λέγων, ὅτι δεῖ παθεῖν τὸν Υἱὸν ἀνθρώπου,» καὶ τὰ ἑξῆς. δʹ. Ὅτι Ἰωάννης λέγει τῇ μιᾷ τῶν Σαββάτων Μα‐ ρίαν τὴν Μαγδαληνὴν μόνην ἔρχεσθαι πρὸς τὸ μνῆμα, σκοτίας ἔτι οὔσης, καὶ βλέπει τὸν λίθον ἠρμένον καὶ | |
25 | ἔρχεται πρὸς Σίμωνα καὶ πρὸς Ἰωάννην καὶ λέγει, «Ἦραν τὸν Κύριον ἀπὸ τοῦ μνημείου καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν· ἦλθεν οὖν Πέτρος καὶ Ἰωάννης ἐπὶ τὸ μνημεῖον,» καὶ τὰ ἑξῆς. Εἶτα εἰσάγει κλαίου‐ σαν τὴν Μαγδαληνὴν, καὶ παρακύψασαν ἰδεῖν λέγει | |
30 | δύο ἀγγέλους καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν· καὶ λέγουσιν αὐτῇ, «Γύναι, τί κλαίεις;» ἡ δὲ εἶπεν, «Ἦραν τὸν Κύριόν μου καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.» Εἶτα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ εἶδεν τὸν Ἰησοῦν ἑστῶτα· καὶ οὐκ ᾔδει ὅτι Ἰη‐ | |
35 | σοῦς ἐστιν· ὁ δὲ Ἰησοῦς λέγει, «Γύναι, τί κλαίεις; τίνα ζητεῖς;» εʹ. Ὅτι ἀποροῦσί τινες ὡς τρεῖς ἡμέραι καὶ τρεῖς νύκτες πληροῦνται, καθὼς εἶπεν Χριστὸς, αἱ τῆς ἀνα‐ στάσεως· καὶ ἔστιν εἰπεῖν· οἱ μὲν ἀπὸ τῆς προ‐ | |
40 | δοσίας· οἱ δὲ τὴν Παρασκευὴν εἰς δύο ποιοῦσιν, ἐπεὶ νὺξ γέγονεν καὶ πάλιν ἡμέρα· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τοῦ ἡλίου σκοτισθέντος καὶ πάλιν ἀναφλεχθέντος· εἶτα ἡ τοῦ Σαββάτου ἡμέρα ὅλη καὶ ἡ νὺξ αὐτῆς. Οἱ δὲ ἡμέραν μὲν τὴν Παρασκευὴν ὅλην καὶ τὴν νύκτα αὐ‐ | |
45 | τῆς, Σάββατον ὅλον καὶ τὴν νύκτα αὐτοῦ· τῆς δὲ Κυ‐ ριακῆς τὴν ἀρχὴν εἰς ἡμέραν μετροῦσιν ὅλην· ὡς ἀρξαμένης ἤδη τότε ὁ Χριστὸς ἠγέρθη· οὕτω τρεῖς ἡμέρας λέγουσιν. Ἐπεὶ καὶ ἐπὶ νεκρῶν καὶ ἐπὶ τῶν ἀρτιγενῶν παίδων οὕτως μετρεῖν ἔθος ὅλην ἡμέραν, | |
22.956(50) | ὅτε τὴν ἀπὸ τῆς δεκάτης ὥρας ἀρξαμένην γέννησιν μετροῦμεν, ἢ τὴν ἀπὸ τῆς ἀρχῆς τῆς ἡμέρας ἀρξα‐ μένην γέννησιν· ὁμοίως καὶ ἐπὶ νεκρῶν τὴν τρίτην ἡμέραν καὶ τὴν ἐνάτην καὶ τὴν τεσσαρακοστὴν τὰ νενομισμένα ποιοῦντες· οὐχ ὅλην τὴν τρίτην μετὰ | |
55 | τῆς νυκτὸς αὐτῆς· οὐδὲ ὅλην τὴν ἐνάτην μετὰ τῆς οἰκείας νυκτὸς αὐτῆς· οὐδὲ τὴν τεσσαρακοστὴν ὁμοίως ὅλην μετὰ νυκτὸς αὐτῆς· ἀλλὰ τὰς ἀρχὰς τῶν τελευ‐ ταίων ἡμερῶν ὁρῶντες ἐκτελοῦμεν τὰ πραττόμενα, | |
ὅλην ἡμέραν ταύτην καὶ μετροῦντες καὶ λογιζόμενοι. | 955 | |
22.957 | ϛʹ. Ἀλλ’ ἐπεὶ Χριστός φησιν, τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐν τῇ καρδίᾳ τῆς γῆς ἔσομαι, ἔστι δὲ οὕτως εἰπεῖν· ἆρα εἰ χρεώστην ἐπαγγειλάμενον τῷ οἰκείῳ δανειστῇ μετὰ τρεῖς ἡμέρας πληρώσειν τὸ | |
5 | χρέος, πρὸ τῆς προθεσμίας πληρώσαντα θεασάμενοι, ὡς ψευσάμενον κρινοῦμεν, ἢ ὡς πλέον ἀληθεύσαντα; Καὶ ἄλλως· εἰ θᾶττον ἢ εἶπεν, ἀνέστη, πλέων ἡ δύναμις, καὶ ἔγκλημα οὐκ ἔχει· τὸ δὲ βράδιον, ὑπ‐ οψίας γέμει καὶ ψεῦδος λογίζεται γιγνόμενον· ψεῦδος | |
10 | μὲν, ὅτι παρῆλθεν ὁ λεχθεὶς ὅρος· ὕποπτον δὲ, ὅτι τῶν φυλάκων ἀναχωρησάντων, κλοπὴ τὸ πρᾶγμα ἐνο‐ | |
μίσθη ἄν. | 957 |