TLG 2018 025 :: EUSEBIUS :: Antiquorum martyriorum collectio (fragmenta)

EUSEBIUS Scr. Eccl. Theol., Filius Pamphili
(Caesariensis: A.D. 4)

Antiquorum martyriorum collectio (fragmenta)

Citation: Volume — page — (line)

20

.

1520

(10t)

ΤΩΝ ΑΡΧΑΙΩΝ ΜΑΡΤΥΡΙΩΝ
11tΣΥΝΑΓΩΓΗ.
15Ἐκ τῆς Εὐσεβίου τοῦ Παμφίλου ἐκκλησιαστικῆς ἱστορίας περὶ τῶν κατὰ διαφόρους καιροὺς ἐν διαφόροις πόλεσι ἀθλησάντων ἁγίων μαρτύ‐ ρων. Αʹ. Ἐπὶ Μάρκου Ἀντωνίνου, καὶ Λουκίου Βήρου,
20διωγμοῦ κινηθέντος ἐν Σμύρνῃ τῆς Ἀσίας, πολλοὶ μὲν καὶ ἄλλοι τὸν τοῦ μαρτυρίου ἀγῶνα διήνυσαν· καὶ Γερμανικὸς δὲ ὁ γενναῖος θηρίοις εἰς βορὰν ἐκδο‐ θεὶς βιασάμενός τε καὶ παροξύνας αὐτοὺς ὡς ἂν θᾶτ‐ τον τῆς παρούσης ζωῆς αὐτὸν ἐξαγάγοιεν· τὸ μακά‐
25ριον τέλος ἐδέξατο· τότε καὶ ὁ θεῖος Πολύκαρπος διὰ πυρὸς ὡλοκαυτώθη Θεῷ· φασὶ δ’ αὐτὸν καὶ ξίφει νυ‐ γῆναι ἐν αὐτῷ τῷ πυρὶ, ἐπεὶ μὴ κατεκαίετο ὑπ’ αὐτῷ, αἷμά τε ἐκ τῆς πληγῆς καταῤῥεῦσαι πολὺ, ὥστε καὶ τὴν πυρκαϊὰν σβεσθῆναι, καὶ τὸ τίμιον αὐτοῦ λείψα‐
30νον σῶον εὑρεθῆναι καὶ ἀσινὲς, ὃ καὶ πάλιν παρὰ τῶν ἀπίστων ἐκαύθη· καὶ Πιόνιος δὲ ὁ περιβόητος τῶν τότε μαρτύρων, ἀφορήτους κολάσεις ὑπενεγκὼν καθηλώσεις τε καὶ στρεβλώσεις, καὶ μάστιγας, καὶ τὴν διὰ πυρὸς τιμωρίαν τοῦ μακαρίου τέλους τετύ‐
35χηκε. Ταῦτα ἐκ τῆς αὐτοπροσώπου τῆς Σμυρναίου Ἐκκλησίας γραφείσης ἐπιστολῆς. Ἐπὶ τῶν αὐτῶν βασιλέων Πτολεμαῖος γυναῖκα τῶν εὐγενῶν πρὸς τὴν εὐσέβειαν μεταζήσας, διεβλήθη παρὰ τοῦ ταύτης ἀν‐ δρὸς Οὐρβικίῳ τῷ ἄρχοντι· καὶ τοῦ Οὐρβικίου κελεύ‐
40σαντος αὐτὸν ἀπαχθῆναι, Λούκιος ὁ γενναῖος παῤῥη‐ σιασάμενος καὶ αὐτὸς ἀπήχθη τὴν ἐπὶ θάνατον. Ταῦ‐ τα Ἰουστῖνος, ὁ τῷ ὄντι φιλοσοφώτατος καὶ μάρτυς Χριστοῦ ἐν τῇ πρὸς Ἀντωνῖνον περὶ τοῦ καθ’ ἡμᾶς
δόγματος ἀπολογίᾳ φησί· ὃς καὶ αὐτὸς θείῳ τότε μαρ‐

20

.

1521

τυρίῳ κατακοσμεῖται. Κρέσκεντός τινος τῶν παρ’ Ἕλλησιν Κυνικῶν φιλοσόφων τὴν ἐπιβουλὴν συσκευα‐ σαμένου, ἐν Λουγδούνῳ τῆς Γαλλίας διωγμοῦ κινηθέν‐ τος πλεῖστοι τῷ ὑπὲρ Χριστοῦ μαρτυρίῳ κατεκο‐
5σμήθησαν· ὧν οἱ περιφανέστατοι καὶ γενναιότατοι μάλιστά εἰσιν οὗτοι. Ποθεινὸς ἐπίσκοπος τῆς αὐτῆς πόλεως γεγονὼς, ὑπὸ τοῦ δημώδους πλήθους αἰκισθεὶς, καὶ ἐν φυλακῇ ῥιφθεὶς μετὰ δʹ ἡμέρας τὴν ψυχὴν τῷ Κυρίῳ παρέθετο· μεθ’ ὃν Εἰρηναῖος τῆς ἐν Λουγδού‐
10νῳ παροικίας ἐπεσκόπευσε. Βιβλιὸς μία οὖσα τῶν ἠρ‐ νημένων, ἐπεὶ καὶ βλασφημῆσαι τὸν Κύριον προ‐ ετρέπετο, τοῦτο δὲ μὴ ἀνασχομένη ποιῆσαι, πάλιν ἐπὶ τοῦ βασανιστηρίου κατετείνετο δούλου, κἀνταῦθα διὰ τῆς αἰσθητῆς τιμωρίας εἰς μνήμην ἐλθοῦσα τῆς ἐν
15γεέννῃ κολάσεως, Χριστιανὴν αὖθις ἑαυτὴν ὡμολόγει· καὶ οὕτως ἐν αὐταῖς ταῖς βασάνοις ἀπέψυξε. Καὶ τῷ τῶν μαρτύρων προσετέθη κλήρῳ Σάγκτος διάκονος ἐκ πό‐ λεως Βιέννης, καὶ Μάτουρος· παντοίως ἐπὶ πολλὰς ἡμέρας τιμωρηθέντες, τέλος ἐπὶ σιδηρᾶς ἐκπυρωθεί‐
20σης καθέδρας ἀναγκασθέντες καθίσαι, καὶ ἅμα ὑπὸ παντὸς τοῦ δήμου παιόμενοι, καὶ θηρίοις ἐπεισελθοῦ‐ σιν ἑλκόμενοι, τὸν τοῦ μαρτυρίου ἀγῶνα διήνυσαν. Μεθ’ οὓς ἡ γενναῖα Βλανδῖνα πλείστην καὶ αὐτὴ πρό‐ τερον καρτερίαν ἐνδειξαμένη, καὶ ποικίλας ὑπενεγ‐
25κοῦσα βασάνους, ἐπὶ ξύλου κρεμασθεῖσα, τότε προὔ‐ κειτο βορὰ τῶν εἰσβαλλομένων θηρίων, καὶ μηδενὸς τούτων αὐτῆς ἁψαμένου, καθαιρεθεῖσα τοῦ ξύλου, πά‐ λιν εἰς τὴν εἱρκτὴν ἐνεβλήθη, πρὸς ἀγῶνα δεύτερον τηρουμένη, καθ’ ὃν αὖθις πλεῖστα παθοῦσα, μετὰ τὰς
30μάστιγας, μετὰ τὰ θηρία, μετὰ τὸ τήγανον, τοὔσχα‐ τον εἰς γύργαθον ἐμβληθεῖσα ταύρῳ παρεβλήθη ἀ‐ γρίῳ, καὶ οὕτω τὴν ψυχὴν τῷ Κυρίῳ παρέθετο. Μεθ’ ἧς καί τι παιδάριον Ποντικὸν πᾶσαν κόλασιν ὑπέμεινε γενναίως, καὶ αὐτὸ τὸ πνεῦμα παρέδωκε. Ἀλέξαν‐
35δρος ἰατρὸς ἐκ Φρυγίας παρεστὼς τῷ βήματι, τότε τῶν μαρτύρων ἐξεταζομένων, δῆλος ἐπὶ τοῖς περι‐ εστηκόσι, πνεύματι τούτους πρὸς τὴν ὁμολογίαν προ‐ τρέπων, ἀγανακτήσαντος δὲ ἐπὶ τούτου τοῦ ὄχλου, ἐρωτηθεὶς παρ’ αὐτοῦ ἄρχοντος τίς εἴη καὶ πόθεν
40Χριστιανὸν ἑαυτὸν ὡμολόγησεν· καὶ οὕτω θηριομα‐ χῆσαι κατακριθεὶς, εἰσήχθη τὴν ἐπιοῦσαν μετά τινος Ἀττάλου Περγαμηνοῦ τῷ γένει, οἳ καὶ διὰ πάντων διεξελθόντες τῶν πρὸς κόλασιν ἐξευρημένων ὀργά‐ νων, τοὔσχατον ἐτίθησαν καὶ αὐτοί· καὶ ἄλλοι δὲ πλεῖ‐
45στοι τότε πυρὶ καὶ θηρίοις, καὶ διαφόροις κολάσεσιν, ἔτι δὲ καὶ ταῖς εἱρκταῖς ἐναποπνιγόμενοι ἐτελειώθη‐ σαν, ὧν τὰ ὀστᾶ συλλέξαντες οἱ τῆς ἀπωλείας υἱοὶ πυρὶ παρέδοσαν, καὶ τὴν ἐξ αὐτῶν τέφραν εἰς τὸν Ῥοδανὸν ποταμὸν διελίκμησαν. Ἐν τούτοις Ἀλκιβιά‐

20

.

1521

(50)

δης εἷς ὢν τῶν θείων ὁμολογητῶν, ἐγκρατείας πρό‐ τερον ὑπερβαλλούσης, συζῶν ὡς μηδενὸς ἄλλου μετ‐ έχειν, ἢ μόνον ἄρτου καὶ ὕδατος, ἐπειρᾶτο καὶ ἐν τῷ δεσμωτηρίῳ οὕτω διάγειν· Ἀττάλῳ δὲ περὶ οὗ προ‐ είπομεν ἀποκαλυφθὲν ὅτι μὴ καλῶς ποιεῖ Ἀλκι‐
55βιάδης τοῖς τοῦ Θεοῦ μὴ χρώμενος κτίσμασιν, τοῦτο μαθὼν ἐξ ἐκείνου, μετελάμβανε πάντων ἀνυποστόλως, εὐχαριστῶν τῷ Θεῷ· τοῦτό μοι ἀρκείτω ἐνταῦθα εἰς ἀπόδειξιν τοῦ μὴ δεῖν καθάπαξ ἀποτίθεσθαί
τισι τῶν βρωμάτων, ὡς βλάβην ἐμποιεῖν δυναμένους· ἐπεὶ καλὰ πάντα τὰ τοῦ Θεοῦ κτίσματα,

20

.

1524

καὶ καλὰ λίαν, καὶ οὐκ αὐτὰ τὴν βλάβην εἴωθεν ἐμποιεῖν, ἀλλ’ ἡ τούτων ἄμετρος χρῆσις. Ταῦτα ἐκ τῆς ἀποπροσώπου τῆς ἐν Λουγδούνῳ Ἐκκλησίας γραφείσης ἐπιστολῆς. Βʹ. Ἐπὶ Σευήρου βασιλέως Ῥωμαίων, διωγμοῦ κινηθέντος ἐν τῇ κατ’ Αἴγυπτον Ἀλεξανδρείᾳ, πλεῖ‐
5στοι, καὶ διαφορώτατοι τῆς εἰς Χριστὸν ὑπερήθλησαν πίστεως· ἐν οἷς καὶ Λεωνίδης ὁ τοῦ Ὠριγένους πατὴρ τὴν κεφαλὴν ἀποτμηθεὶς νέον κομιδῆ καταλείπει τὸν παῖδα· ὃς δὴ τοσοῦτον περὶ τὸ μαρτύριον τὸν ἔρωτα ἔσχεν, ὡς ὁμόσε τοῖς κινδύνοις χωρεῖν, προπηδᾷν τε
10καὶ προθύμως ἐπὶ τὸν ἀγῶνα ὁρμᾷν· τέως γε μὴν τῆς μητρὸς τὴν πᾶσαν αὐτοῦ ἀποκρυψαμένης ἐσθῆτα, ἀπρόϊτος οἴκοι μένειν ἀναγκασθεὶς, ἐπέστειλε τῷ πατρὶ καθειργμένῳ ὄντι τὴν περὶ μαρτυρίου προ‐ τρεπτικὴν ἐπιστολὴν, ἐν ᾗ κατὰ λέξιν ὧδέ φησι·
15»Ἔπεχε μὴ δι’ ἡμᾶς ἄλλο τι φρονήσῃς.» Οὗτος μέγας, καὶ περιβόητος λόγοις τε καὶ ἔργοις κατ’ ἐκεῖνο καιροῦ γεγονὼς, τοῦ ἐν Ἀλεξανδρείᾳ κατ‐ ηχητικοῦ διδασκαλείου προέστη, καὶ πολλοὺς τῶν φοι‐ τητῶν ἐπὶ τὸν ὅμοιον αὐτῷ παρορμήσας ζῆλον, μάρ‐
20τυρας Χριστοῦ πεποίηκεν· ὧν πρῶτος Πλούταρχος ἦν οὗ τὴν ἐπὶ θάνατον ἀπαγομένου, μικροῦ δεῖν καὶ αὐτὸς Ὠριγένης ἀνῄρητο συμπαρὼν, ὡς ἀπωλείας αἴτιος αὐτῷ γεγονώς. Καὶ ὕστερον δὲ ἐπὶ Δεκίου βήματι παρέστη τυραννικῷ, ὡς σεβόμενος τὸν Χρι‐
25στόν· ἀλλ’ οὐκ ἐπέτυχε τῆς μαρτυρίας, τοῦ Θεοῦ, οἶμαι, ταύτης αὐτὸν ἀνάξιον κρίναντος, διὰ τὸ περὶ τὰ δόγματα καὶ τὴν ὀρθὴν πίστιν διάστροφον· λειπο‐ τακτεῖ γὰρ, καὶ ταῦτα μετὰ πεῖραν βασάνων. Δεύτε‐ ρος τῶν Ὠριγένους φοιτητῶν μάρτυς ἀναδείκνυται
30Σέρηνος, διὰ πυρὸς τὴν δοκιμὴν ἧς παρείληφε πί‐ στεως παρεσχημένος. Τῆς αὐτῆς διατριβῆς τρίτος καθίσταται μάρτυς Ἡρακλείδης, καὶ ἐπὶ τούτῳ τέ‐ ταρτος Ἥρων· ὁ μὲν πρότερος ἔτι κατηχούμενος, ὁ δὲ νεοφώτιστος, τὰς κεφαλὰς ἀποτμηθέντες. Ἔτι
35πρὸς τούτοις, ἕτερος τοῦ προτέρου Σέρηνος, μετὰ πλείστην βασάνων ὑπομονὴν, κεφαλικῶς τιμωρεῖται. Καὶ γυναικῶν δὲ Ἡραῒς ἔτι κατηχουμένη τὸ διὰ πυ‐ ρὸς ὑφίσταται βάπτισμα. Ἐπὶ τούτοις ἕβδομος Βασι‐ λείδης, ὁ τὴν περιβόητον Ποταμίαν ἀναπαγαγών.
40Παραλαβὼν γὰρ αὐτὴν, καὶ τὴν ἐπὶ θανάτῳ ἀπάγων, τοὺς ἐνοχλοῦντας αὐτῇ, καὶ ἀκολάστοις ῥήμασιν ἐν‐ υβρίζοντας ἀναστέλλων ἦν παντὶ τρόπῳ, καὶ διωθού‐ μενος· ἡ δὲ τῆς περὶ αὐτὴν συμπαθείας ἀποδεξα‐ μένη, τὸν ἄνδρα θαῤῥεῖν παρακελεύεται, ἐξαιτή‐
45σασθαι γὰρ αὐτὸν ἀπελθοῦσαν παρὰ τοῦ ἑαυτῆς Χριστοῦ, καὶ ταύτην αὐτῷ τὴν ἀμοιβὴν, τῶν εἰς αὑτὴν πεπραγμένων, οὐκ εἰς μακρὰν ἀποτίσειν. Ταῦτα δ’ εἰποῦσαν, γενναίως τὴν ἔξοδον ὑποστῆναι πίττης ἐμπύρου περιχυθείσης αὐτῇ. Οὐ μακρὸν

20

.

1524

(50)

δὲ χρόνον ὁ Βασιλείδης διαλιπὼν ὅρκον διά τινα αἰ‐ τίαν, πρὸς τῶν συστρατιωτῶν αἰτηθεὶς, μὴ ἐξεῖναι αὐτῷ, ἔφη, Χριστιανῷ γε ὄντι τὸ παράπαν ὀμνύ‐ ναι· οἱ δὲ, παίζειν αὐτὸν τὰ πρῶτα νομίζοντες, ἄγουσιν ἐπὶ τὸν ἄρχοντα, ἐφ’ οὗ τὴν εὔστασιν ὁμο‐
55λογήσας δεσμοῖς παραδίδοται. Ἀφικομένων δὲ πρὸς αὐτὸν τῶν κατὰ Θεὸν ἀδελφῶν, καὶ τὴν αἰτίαν τῆς παραδόξου πυνθανομένων ὁρμῆς, τὴν μάρτυρα Πο‐ ταμίαν ἀνιδεῖν ἔφη, μετὰ τρίτην ἡμέραν τοῦ
μαρτυρίου ἐπιστᾶσαν αὐτῷ, στέφανόν τε τῇ

20

.

1525

κεφαλῇ ἐπιθεῖσαν αὐτοῦ, παρακεκληκέναι τὸν Κύριον, χάριν αὐτοῦ φῆσαι, καὶ τῆς ἀξιώσεως τετυχηκέναι, οὐκ εἰς μακρόν τε αὐτὸν παραλήψεσθαι. Ἐπὶ τούτοις τῶν ἀδελφῶν τῆς ἐν Κυρίῳ σφραγῖδος μεταδόντων αὐτῷ, τῇ ἐφεξῆς ἡμέρᾳ, τῷ τοῦ Κυρίου διαπρέψας μαρτυρίῳ, τὴν κεφαλὴν ἀπο‐
5τέμνεται. Γʹ. Ἐπὶ Δεκίου διωγμοῦ κινηθέντος ἐν τῇ αὐτῇ τῶν Ἀλεξανδρέων πόλει, πλεῖστοι τῶν εἰς Χριστὸν ἠλπικότων τοῖς ὑπὲρ αὐτοῦ μαρτυρίοις κατεκοσμή‐ θησαν· ὧν καὶ οὗτοι ἐτύγχανον. Μητρᾶς τις πρεσβύ‐
10της περὶ τὰς ἀρχὰς τοῦ διωγμοῦ συλληφθεὶς ὑπὸ τοῦ δημώδους ὄχλου, καὶ ῥήματα ἄθεα λέγειν κελευσθεὶς, ἐπεὶ μὴ ἐπείθετο, ξύλοις τὸ σῶμα παιόμενος, καὶ καλάμοις ὀξέσι τὸ πρόσωπον κεντούμενος καὶ τοὺς ὀφθαλμοὺς, τέλος εἰς τὸ προάστειον ἀχθεὶς καθελέ‐
15σθαι, καὶ οὕτω τὴν ψυχὴν τῷ Κυρίῳ παρέθετο. Γυνή τις καλουμένη Κοΐντα, ἐπεὶ μὴ ἐπείθετο τοῖς εἰδώλοις προσκυνεῖν, εἰς εἰδωλεῖον ἀχθεῖσα, σχοίνοις δεθεῖσα τοὺς πόδας, καὶ διὰ πάσης γυμνὴ συρεῖσα τῆς πόλεως, ἐπὶ τὸν αὐτὸν ἀχθεῖσα τόπον, λίθοις ὑπὸ
20τοῦ πλήθους βαλλομένη ἐτελειώθη. Ἀπολλωνία ἡ παρθένος τε καὶ πρεσβῦτις ἀναγκαζομένη εἰδώλοις θῦσαι, τοὺς ὀδόντας ἐζημίωτο κοπτομένη τὰς σια‐ γόνας· εἶθ’ οὕτως πυρᾶς ἀναφθείσης, ἀπειλοῦντας εἰς αὐτὴν ἐμβαλεῖν τοὺς κατέχοντας, μικρὸν ὑποπαρ‐
25αιτησαμένη καὶ ἀναθεῖσα, συντόνως ἐπεπήδησεν εἰς τὸ πῦρ, καὶ καταπέφλεκται. Καὶ μετ’ αὐτὴν Σαρα‐ πίωνα καταλαβόντες ἐφέστιον, σκληραῖς βασάνοις αἰ‐ κισάμενοι, καὶ πάντα τὰ ἄρθρα διακλάσαντες, ἀπὸ τοῦ ὑπερῴου πρηνῆ κατέῤῥιψαν. Ἰουλιανὸς ποδαγρὸς
30ὢν, καὶ μήτε στῆναι, μήτε βαδίσαι δυνάμενος, ἅμα δυσὶν ἑτέροις Χριστιανοῖς, τοῖς αὐτὸν φέρουσι προσ‐ ήχθη· ὧν ὁ μὲν ἕτερος εὐθὺς ἠρνήσατο· ἅτερος δὲ Κρονίων καλούμενος, καὶ αὐτὸς Ἰουλιανὸς, διὰ πάσης τῆς πόλεως καμήλοις ἐποχούμενοι διελθόντες, καὶ
35ἅμα ὑπὸ τοῦ πλήθους παιόμενοι, τέλος πυρὶ παρεδό‐ θησαν· καί τις τῶν στρατιωτῶν Βησᾶς καλούμενος, παραστὰς ἀπαγομένοις αὐτοῖς, καὶ τοῖς ἐφυβρίζουσιν ἐναντιωθεὶς, ἐμβοησάντων αὐτῶν περιεσχέθη, καὶ τὴν κεφαλὴν ἀπετμήθη. Ἕτερος δέ τις τὸ μὲν γέ‐
40νος Λίβυς ὑπάρχων, Μάκαρ δὲ τὴν προσηγορίαν, ἐπιμόνως αὐτὸν τοῦ δικαστοῦ προτρεπομένου πρὸς ἄρνησιν, ἐπεὶ μὴ ἐπείσθη, πυρὶ παραδοθεὶς, φερ‐ ωνύμως τοῦ μακαρίου τετύχηκε τέλους. Δʹ. Ἐπίμαχός τε μετ’ αὐτοὺς καὶ Ἀλέξανδρος,
45μετὰ πολὺν ὃν ἔμειναν δεσμῶται χρόνον, μυρίας βα‐ σάνους διενεγκόντες, ξυστῆράς τε καὶ μάστιγας πυρὶ καὶ οὗτοι ἐφλέχθησαν. Καὶ γυναῖκες δὲ τρεῖς τὸν ἀριθμὸν προσαχθεῖσαι, ἡ μὲν αὐτῶν Ἀμμωναρία καλουμένη, πάνυ φιλονείκως αὐτὴν τοῦ δικαστοῦ βα‐

20

.

1525

(50)

σανίσαντος, ἅτε προαποφηναμένην, ὅτι μηδὲν ὧν ἐκεῖνος κελεύει φθέγξοιτο, ἀληθεύσασα τὴν ἐπαγ‐ γελίαν ἀπήχθη· αἱ δὲ λοιπαὶ, Μερκουρία καὶ Διονυ‐ σία, αἰδεσθέντος ἀνηνύτοις ἐπιχειρεῖν, καὶ ὑπὸ γυ‐ ναικῶν ἡττᾶσθαι τοῦ ἄρχοντος, ξίφει τὰς κεφαλὰς
55ἀφῃρέθησαν, μηκέτι βασάνων πεῖραν λαβοῦσαι. Ἥρων δὲ, καὶ Ἀτὴρ, καὶ Ἰσίδωρος, καὶ σὺν αὐτοῖς
Διόσκορος, παῖς ὢν ὡς ἐτῶν πέντε καὶ δέκα, παρα‐

20

.

1528

στάντες, οἱ μὲν διαφόροις βασάνοις ἐγκαρτερήσαντες πυρὶ παρεδόθησαν. Διόσκορος δὲ σοφώτατα παῤῥη‐ σιασάμενος, καὶ πρὸς τὰς τοῦ ἡγεμόνος πεύσεις ἀν‐ δρείως ἀποκρινάμενος, θαυμάσαντος τὰς ἀποκρίσεις
5τοῦ ἄρχοντος, καὶ τῆς ἡλικίας οἶκτον λαβόντος, ἀφείθη μάρτυς τέλειος τῇ προαιρέσει γεγενημένος. Νεμε‐ σίων τις Αἰγύπτιος γραφὴν ὡς λῃστὴς ὑπομείνας, καὶ ταῦτα ἀπολυσάμενος, καὶ καταμηνυθεὶς αὖθις ὡς εἴη Χριστιανὸς, διπλαῖς ἢ εἰ λῃστὴς ἦν μάστιξιν
10ἐτασθεὶς, μεταξὺ δύο λῃστῶν κατεφλέγη, τιμηθεὶς τῷ τοῦ Χριστοῦ παραδείγματι. Ἀμμὼν, καὶ Ζήνων, Πτολεμαῖός τε καὶ Ἰγγένης, καὶ Θεόφιλος ἑστῶτες πρὸ τοῦ δικαστηρίου, καί τινα πρὸς ἄρνησιν ἤδη ῥέ‐ ποντα νεύμασι πρὸς τὴν ὁμολογίαν ἐπιθαῤῥύνοντες·
15ἐπεὶ ἔγνωσαν ἀγανακτοῦντας ἐπὶ τούτῳ τοὺς ὄχλους, πρὶν ὑπ’ αὐτῶν συλληφθῆναι, Χριστιανοὺς ἑαυτοὺς ἀνεκήρυξαν, καὶ οὕτω τὴν ἐπὶ θανάτῳ ἀπήχθησαν. Ἰσχυρίων ἐπιτροπεύων τινὶ τῶν ἀρχόντων, ἐπὶ μισθῷ τοῦ μισθοδότου κελεύοντος αὐτὸν θῦσαι, ἐπεὶ
20μὴ ἐπείσθη τοῦτο ποιῆσαι, βακτηρίαν μεγίστην κατὰ τῆς ἕδρας ὠσθεῖσαν διά τε τῶν σπλάγχνων καὶ τῶν ἐντέρων δεξάμενος, τὸ πνεῦμα παρέδωκε. Ταῦτα ἐκ τῆς ἐπιστολῆς Διονυσίου τοῦ Ἀλεξανδρείας. Εʹ. Ἐπὶ Οὐαλεριανοῦ βασιλέως Ῥωμαίων διωγμοῦ
25κινηθέντος, ἐν Καισαρείᾳ τῆς Παλαιστίνης, τρεῖς ἄν‐ δρες, Πρίσκος τε καὶ Μάλλος καὶ Ἀλέξανδρος, ἐν ἀγρῷ οἰκοῦντες, ἐπεὶ περὶ τοῦ διωγμοῦ μεμαθήκεσαν, κα‐ λέσαντες ἑαυτοὺς ὡς ἀμελεῖς καὶ ῥᾳθύμους, ὥρμη‐ σαν ὁμοθυμαδὸν εἰς τὴν πόλιν, καὶ λαμπρῶς τῇ κατὰ
30Χριστὸν διαλάμψαντες ὁμολογίᾳ, θείῳ κατεκοσμήθη‐ σαν μαρτυρίῳ, θηρίων γενόμενοι βορά. Ἐπὶ Γαλιη‐ νοῦ, ἐν τῇ προειρημένῃ πόλει Μαρῖνος ἑκατοντάρχου ἀξίαν κομίσασθαι προσελθὼν, τῆς ἐν οὐρανοῖς στρα‐ τείας διὰ μαρτυρίου ἐπέτυχε. Παρελθὼν γάρ τις πρὸ
35τοῦ βήματος μὴ ἐξεῖναι αὐτῷ ἔφη τῆς Ῥωμαίων μετέχειν ἀξίας, Χριστιανῷ γε ὄντι, καὶ τοῖς βασι‐ λεῦσι μὴ πειθομένῳ. Αὐτίκα τοίνυν ἐρωτηθεὶς ὁ Μαρῖνος, καὶ Χριστιανὸν ἑαυτὸν παῤῥησίᾳ ὁμολογή‐ σας, τριῶν ὡρῶν εἰς ἐπίσκεψιν ἔλαβε παρὰ τοῦ ἡγεμό‐
40νος διάστημα· καὶ τοῦ βήματος ἐκτὸς γεγονότος, Θεό‐ τεκνος ὁ τῇδε ἐπίσκοπος λαβόμενος αὐτοῦ τῆς χειρὸς εἰς τὴν ἐκκλησίαν εἰσήγαγε, τὴν θείαν τε τῶν Εὐαγ‐ γελίων βίβλον ἀνὰ χεῖρας λαβὼν, καὶ ἅμα τὸ προσηρ‐ τημένον αὐτῷ ξίφος ἐπιδεικνύων· Τούτων ὁπότερον
45βούλει ταχέως, ἔφη, ἑλοῦ. Ὡς δ’ ἀμελλητὶ τὴν δε‐ ξιὰν προτείνας ἐδέξατο τὴν θείαν Γραφὴν, Ἔχου τοίνυν, φησὶ πρὸς αὐτὸν ὁ Θεότεκνος, τοῦ Θεοῦ, καὶ τύχοις ὧν εἵλου, πρὸς αὐτοῦ δυναμούμενος, καὶ βάδιζε μετ’ εἰρήνης. Ἐκεῖθεν τοίνυν ἐπανελθὼν,

20

.

1528

(50)

καὶ τὰ αὐτὰ καὶ πάλιν ὁμολογήσας, τὴν ἐπὶ θανάτῳ ἀπαχθεὶς τελειοῦται. Οὕτω τίμιον λείψανον Ἀστύριος τῶν ἐπὶ Ῥώμης συγκλητικῶν γεγονὼς, βασιλεῦσί τε προσφιλὴς, καὶ πᾶσι γνώριμος, λαμπρᾷ καὶ πολυτε‐ λεῖ περιστείλας ἐσθῆτι, καὶ φανερῶς ἐπὶ πάντων, ἐπὶ τῶν ὤμων ἀράμενος τῇ προσηκούσῃ ταφῇ παραδί‐
55δωσι. ϛʹ. Ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ προτεθέν‐ τος τοῦ κατὰ Χριστιανῶν προγράμματος ἐν Νικομη‐
δείᾳ, ἀμφοτέραις ἀνελὼν τοῦτο χερσὶ διαῤῥήγνυσι.

20

.

1529

καὶ τοῦτο πεποιηκὼς, εὐθὺς ἀνάρπαστος γίνεται, πλεῖστά τε παθὼν, οἷα εἰκὸς τὸν ἐπὶ τηλικούτῳ συλ‐ ληφθέντα τολμήματι, διὰ μαρτυρίου τῆς παρούσης ζωῆς ὑπεξίσταται. Ἕτερος ὑπὸ τὸν αὐτὸν χρόνον,
5τῶν περὶ τὸν βασιλέα παίδων εἷς ὢν, Πέτρος κα‐ λούμενος, πέτρου τῷ ὄντι στεῤῥότερος τὴν ὁμολογίαν ἐδείχθη. Ὡς γὰρ κελευόμενος θύειν ἐνίστατο, μετάρ‐ σιος ἀρθεὶς ἐπὶ ξύλου γυμνὸς, μάστιξιν εἰς τοσοῦτον κατεξάνθη τὸ σῶμα, ὡς καὶ τὰ ὀστᾶ τῶν σαρκῶν ἤδη
10ἐκλελοιπότων ἐκφαίνεσθαι· ὡς δὲ καὶ ταῦτα πάσχων ἀδιάτρεπτος ἦν, ὄξος ἅλατι φύραντες, κατὰ τῶν διασαπέντων τοῦ σώματος μερῶν ἐνέχεον· ὡς δὲ καὶ τούτων ἀνώτερος τῶν ἀλγηδόνων ὑπῆρχεν, ἐσχάρᾳ πεπυρακτωμένῃ ἐπιτίθεται· καὶ οὕτω κατὰ μικρὸν
15τοῦ πυρὸς τὰ λειπόμενα τῶν κρεῶν ἐπινειμαμένου, νικηφόρος ἐν αὐταῖς παρέδωκε τὴν ψυχὴν ταῖς βασά‐ νοις. Δωρόθεος καὶ Γοργόνιος, τῆς βασιλικῆς οἰκετείας καὶ αὐτοὶ ὄντες, ἑτέροις ἅμα πλείοσι μετὰ πολυτρό‐ πους ἀγῶνας βρόχῳ τὴν ζωὴν μεταλλάξαντες, τῆς ἐνθέου νίκης ἀπηνέγκαντο τὰ βραβεῖα. Ὑπὸ τὸν αὐτὸν χρόνον, Ἄνθιμος τῆς κατὰ Νι‐
20κομήδειαν προεστὼς Ἐκκλησίας, διὰ τὴν εἰς Χριστὸν μαρτυρίαν, τὴν κεφαλὴν ἀποτέμνεται· τούτῳ δὲ πλῆ‐ θος σχεδὸν ἀναρίθμητον μαρτύρων προστίθεται. Ἐν γὰρ τοῖς κατὰ Νικομήδειαν βασιλείοις πυρκαϊᾶς ἐν ταύταις δὴ ταῖς ἡμέραις ἁφθείσης, λόγου διαδοθέν‐
25τος ὑπὸ Χριστιανῶν ἐπιχειρηθῆναι τὰ τῆς φλογὸς σωρηδὸν κατὰ πρόσταξιν βασιλικὴν, οἱ μὲν τῶν τῇ‐ δε θεοσεβῶν ξίφεσιν ἀπεσφάττοντο, οἱ δὲ πυρὶ παρ‐ εδίδοντο, ἄλλοι δὲ τοῖς θαλαττίοις ἐναπεῤῥίπτοντο βυθοῖς, καὶ οὕτω παντὶ τρόπῳ τελειούμενοι, οὐδὲ
30μετὰ τέλος τῆς νενομισμένης ἠξιοῦντο ταφῆς· ἀλλὰ πυρὶ τῶν λειψάνων αὐτῶν καιομένων, ἡ κόνις τῷ ἀέρι ἐνελικμᾶτο, ἢ τῇ θαλάσσῃ ἐναπεῤῥίπτετο. Τὰ αὐτὰ δὲ καὶ κατὰ πᾶσαν ἐπαρχίαν κατὰ Χριστιανῶν ἐπράττετο· ἤκμαζε δὲ μάλιστα κατὰ Φοινίκην τε
35καὶ Συρίαν, Αἴγυπτόν τε καὶ Θηβαΐδα, καὶ Ἀφρικὴν καὶ τὸ Μαύρων ἔθνος. Ἐξ ὀνόματος δὲ καταλέγειν τοὺς ἐν ταῖς τοιαύταις ἐπαρχίαις εὐδοκίμως ἀθλή‐ σαντας, καὶ τὸ πλῆθος αὐτῶν, καὶ τοὺς ποικίλους τῆς τελειώσεως τρόπους ἐπαριθμεῖσθαι ἄπορον εἰδὼς
40καὶ καθόλου ἀδύνατον, ὀλίγων τινῶν τῶν ἐπισημοτά‐ των μνησθήσομαι. Λουκιανὸς ἐξ Ἀντιοχείας πρε‐ σβύτερος, τὸν πάντα βίον ἄριστος, καὶ περὶ λόγους εὐδοκιμώτατος γεγονὼς, ἐν Νικομηδείᾳ βασιλέως ἐπι‐ παρόντος ἀχθεὶς, δεσμωτήριον οἰκεῖν κατακρίνεται·
45κἀν τούτῳ διάγων, τῇ τῶν ἀναγκαίων ἐνδείᾳ λιμο‐ κτονηθεὶς μετήλλαξε τὴν ζωήν· καὶ οὗτος μὲν ἐξ Ἀντιοχείας τῆς κατὰ τὴν Κοίλην Συρίαν. Τῶν δ’ ἐπὶ Φοινίκης μαρτύρων, Τυραννίων ἐπίσκοπος τῆς κατὰ Τύρον Ἐκκλησίας πρώτιστος ἦν, πρεσβύτερός τε τῆς

20

.

1529

(50)

κατὰ Σιδῶνα Ζηνόβιος, καὶ ἔτι Σιλβανὸς τῶν ἀμφὶ τὴν Ἔμεσσαν ἐκκλησιῶν ἐπίσκοπος (θηρίων δ’ οὗτος μεθ’ ἑτέρων ἐπ’ αὐτῆς Ἐμέσσης ἐγεγόνει βορά). Ἄμφω δὲ οἱ προειρημένοι ἐπ’ Ἀντιοχείας τὸν τοῦ Θεοῦ Λόγον μέχρι θανάτου ἐδοξάτην, ὁ μὲν θαλατ‐
55τίοις παραδοθεὶς βυθοῖς ὁ ἐπίσκοπος, ὁ δὲ ἰατρῶν ἄριστος Ζηνόβιος ταῖς κατὰ τῶν πλευρῶν ἐπιτεθεί‐ σαις αὐτῷ καρτερῶς ἐναποθανὼν βασάνοις. Τῶν δ’
ἐπὶ Παλαιστίνης μαρτύρων, Σιλβανὸς ἐπίσκοπος

20

.

1532

Γάζης, κατὰ τὰ ἐν Φοινίκῃ χαλκοῦ μέταλλα, σὺν ἑτέροις, ἑνὸς δέοντος, τὸν ἀριθμὸν τεσσαράκοντα, τὴν κεφαλὴν ἀποτέμνεται. Αἰγύπτιοί τε αὐτόθι Πηλεὺς καὶ Νεῖλος, ἐπίσκοποι, μεθ’ ἑτέρων τὴν διὰ πυρὸς
5ὑπέμειναν τελευτήν· καὶ Πάμφιλος δὲ τότε, πρεσβύ‐ τερος ὢν Καισαρείας τῆς κατὰ Παλαιστίνην, θείῳ μαρτυρίῳ κατακοσμεῖται λαμπρῶς ἀγωνισάμενος. Τῶν δ’ ἐπ’ Ἀλεξανδρείας καθ’ ὅλης τε τῆς Αἰγύπτου, καὶ Θηβαΐδος διαπρεπῶς τελειωθέντων, ἐν πρώτοις
10ἦν Πέτρος αὐτῆς Ἀλεξανδρείας ἐπίσκοπος, καὶ τῶν σὺν αὐτῷ πρεσβυτέρων Φαῦστος, καὶ Δῖος, καὶ Ἀμ‐ μώνιος, τέλειοι Χριστοῦ μάρτυρες, Φιλέας τε καὶ Ἡσύχιος, καὶ Παχύμιος, καὶ Θεόδωρος, τῶν κατ’ Αἴγυπτον ἐκκλησιῶν ἐπίσκοποι. Κατὰ τὸν αὐτὸν
15χρόνον, πολίχνην τινὰ κατὰ τὴν Φρυγίαν κειμένην, ὅτι δὴ πανδημεὶ πάντες οἱ ταύτην οἰκοῦντες Χριστια‐ νοὺς σφᾶς ὡμολόγουν, παραλαβόντες οἱ στρατιῶται, πῦρ τε ὑφάψαντες κατέφλεξαν αὐτοὺς ἅμα γυναιξὶ καὶ νηπίοις, τὸν Χριστὸν ἐπιβοωμένους. Καί τις ἕτε‐
20ρος Ῥωμαϊκῆς ἀξίας ἐπειλημμένος Ἄδαυκτος τοὔνο‐ μα, γένους τῶν παρ’ Ἰταλοῖς ἐπισήμων, τῆς πρώτης παρὰ βασιλεῦσι τιμῆς ἀξιούμενος, διαπρέψας τότε τῆς εἰς Χριστὸν ἀδιατρέπτῳ καὶ ἀκλινεῖ ὁμολογίᾳ, τῷ τοῦ μαρτυρίου διαδήματι κατεκοσμήθη, γενναίως
25τὸν ἀγῶνα διηνυκώς. Καί τις ἱερὰ καὶ θαυμασία γυνὴ, πλούτῳ, καὶ γένει, καὶ εὐδοξίᾳ παρὰ πᾶσιν Ἀντιοχεῦσι βεβοημένη, παίδων ξυνωρίδα παρθένων διαπρεπῶν ἀναθρεψαμένη, ἐπειδὴ πολὺς ὁ περὶ αὐτὰς κινούμενος φθόνος, λανθανούσας τε καὶ ἐν
30ἀλλοδαπῇ διατριβούσας ἐπὶ τὴν Ἀντιόχου ἐκάλει· δικτύων δὲ ἤδη στρατιωτικῶν εἴσω περιεβέβληντο, ἐν ἀμηχάνοις ἑαυτήν τε καὶ τὰς παῖδας θεασαμένη, καὶ τὰ ἐξ ἀνθρώπων λογισαμένη δεινὰ, πορνείας τε ἀπειλῆν μηδ’ ἄκροις ὠσὶν ἀκούειν ἀνασχομένη,
35ἀλλὰ καὶ τὸ δουλεῦσαι δαίμοσι πάντων θανάτων καὶ πάσης ἀπωλείας χεῖρον φήσασα εἶναι, μίαν ἑαυτῇ καὶ ταῖς θυγατράσιν ὑπετίθετο λύσιν τούτων ἁπάν‐ των, τὴν ἐπὶ τὸν Κύριον καταφυγήν. Καὶ δὴ τὴν γνώ‐ μην ὁμοῦ συνθέμεναι, τά τε σώματα περισταλεῖσαι
40κοσμίως, ἐπὶ μέσης γενόμεναι τῆς ὁδοῦ, ἐπὶ παραῤ‐ ῥέοντα ποταμὸν ἑαυτὰς ἠκόντισαν· αἱ δὲ μὲν οὖν ἑαυτάς. Ἄλλην δ’ ἐπ’ αὐτῆς Ἀντιοχείας ξυνωρίδα παρθένων, τὰ πάντα θεοπρεπῶν καὶ ἀληθῶς ἀδελ‐ φῶν, ἐπιδόξων μὲν τὸ γένος, λαμπρῶν δὲ τὸν βίον,
45νέων τοὺς χρόνους, ὡραίων τὸ σῶμα, σεμνῶν τὴν ψυχὴν, εὐσεβῶν τὸν τρόπον, θαυμαστῶν τὴν σπου‐ δὴν, θαλαττίοις βυθοῖς παρέδοσαν οἱ τῶν δαιμόνων θεραπευταί. Τί με χρὴ νῦν ἐπ’ ὀνόματος τῶν λοιπῶν μνημονεύειν, καὶ τὸ πλῆθος τῶν ἀνδρῶν ἀριθμεῖν,

20

.

1532

(50)

καὶ τὰς πολυτρόπους αἰκίας ἀναζωγραφεῖν τῶν θαυ‐ μασίων Χριστοῦ μαρτύρων, τοτὲ μὲν πέλυξιν ἀν‐ ῃρημένων, οἷα γέγονε τοῖς ἐπ’ Ἀραβίας, τοτὲ δὲ τὰ σκέλη καταγνυμένων, οἷα τοῖς ἐν Καππαδοκίᾳ συμ‐ βέβηκε· καὶ ποτὲ μὲν κατὰ κεφαλῆς ἐκ τοῖν ποδοῖν
55εἰς ὕψος ἀναρτωμένων, καὶ μαλθακοῦ πυρὸς ὑπο‐ καιομένου τῷ παραπεμπομένῳ καπνῷ τῆς φλεγομέ‐
νης ὕλης ἀποπνιγομένων, οἷα τοῖς ἐν Μεσοποταμίᾳ

20

.

1533

ἐπενήνεκται, ποτὲ δὲ ῥίνας, καὶ ὦτα, καὶ χεῖρας ἀκρω‐ τηριαζομένων, τά τε λοιπὰ τοῦ σώματος μέλη καὶ μέρη κρεουργουμένων, οἷά τε ἐπ’ Ἀλεξανδρείας ἦν; τί δεῖ τῶν ἐπ’ Ἀντιοχείας ἀναζωπυρεῖν τὴν μνήμην,
5ἐσχάραις πυρὸς, οὐκ εἰς θάνατον, ἀλλ’ ἐπὶ μακρᾷ τιμωρίᾳ κατοπτωμένων, ἑτέρων δὲ θᾶττον τὴν δεξιὰν αὐτῶν πυρὶ καθιέντων ἢ τῆς ἐναγοῦς θυσίας ἐφαπτομένων; ὧν τινες τὴν πεῖραν φεύγοντες πρὶν ἁλῶναι, καὶ εἰς χεῖρας τῶν ἐπιβούλων ἐλθεῖν, ἄνω‐
10θεν ἀφ’ ὑψηλῶν δωμάτων ἑαυτοὺς κατεκρήμνισαν, τὸν θάνατον ἅρπαγμα θέμενοι τῆς τῶν δυσσεβῶν μοχθηρίας· τὰ φρικτὰ δὲ ἀκοαῖς κατὰ τὸν Πόντον ἔπασχον ἕτεροι, καλάμοις ὀξέσι ταῖν χεροῖν ἐξ ἄκρων ὀνύχων τοὺς δακτύλους διαπειρόμενοι, καὶ ἄλλοι
15πυρὶ μολίβδου διατακέντος βραζούσῃ καὶ πεπυρακτω‐ μένῃ τῇ ὕλῃ τὰ νῶτα καταχεόμενοι, καὶ τὰ μάλιστα ἀναγκαιότατα τοῦ σώματος μέρη κατοπτώμενοι· διά τε τῶν ἀποῤῥήτων ἕτεροι μελῶν καὶ μερῶν, αἰσχρὰς, καὶ ἀσυμπαθεῖς, καὶ οὐδὲ λόγῳ ῥητὰς ὑπέμενον πά‐
20θας. Τὰ δ’ οὖν τῶν συμφορῶν ἔσχατα, ὅτε δὴ λοιπὸν οἱ κατὰ πᾶσαν ἐπαρχίαν ἄρχοντες ἀπειρήκεσαν ἐπὶ τῇ τῶν κακῶν ὑπερβολῇ, καὶ πρὸς τὸ κτείνειν ἀπο‐ καμόντες ἐπὶ τὸ νομιζόμενον αὐτοῖς χρηστὸν ἐτρά‐ ποντο, καὶ φιλάνθρωπον τηνικαῦτα ὀφθαλμοὺς ἐξ‐
25ορύττεσθαι, καὶ τοῖν σκελοῖν πηροῦσθαι θάτερον προσετάττετο. Ταῦτα γὰρ οὖν αὐτοῖς τὰ φιλάνθρωπα, καὶ τῶν καθ’ ἡμῶν τιμωριῶν τὰ κουφότατα, ὥστε ἤδη ταύτης ἕνεκα τῆς τῶν ἀσεβῶν φιλανθρωπίας οὐκ ἔτι εἶναι δυνατὸν ἐξειπεῖν τὸ πλῆθος τῶν ὑπὲρ πάντα λόγον τοὺς μὲν δεξιοὺς ὀφθαλμοὺς ξίφει πρότερον ἐκκοπτομένων, καὶ πυρὶ καυτηριαζομένων,
30τοὺς δὲ λαιοὺς πόδας αὖθις κατὰ τῶν ἀγκυλῶν καυτῆρσιν ἀχρειωμένων, μετὰ ταῦτα τοῖς κατ’ ἐπαρ‐ χίαν χαλκοῦ μετάλλοις οὐχ ὑπηρεσίας τοσοῦτον, ὅσον κακώσεως καὶ ταλαιπωρίας ἕνεκεν καταδικαζομέ‐
νων.