TLG 2018 017 :: EUSEBIUS :: Contra Hieroclem

EUSEBIUS Scr. Eccl. Theol., Filius Pamphili
(Caesariensis: A.D. 4)

Contra Hieroclem

Source: Kayser, C.L. (ed.), Flavii Philostrati opera, vol. 1. Leipzig: Teubner, 1870 (repr. Hildesheim: Olms, 1964): 369–413.

Citation: Page — (line)

369

(t1)

ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ
t2ΠΡΟΣ ΤΑ
t3ΥΠΟ ΦΙΛΟΣΤΡΑΤΟΥ ΕΙΣ ΑΠΟΛΛΩ‐
t4ΝΙΟΝ ΤΟΝ ΤΥΑΝΕΑ
t5ΔΙΑ ΤΗΝ ΙΕΡΟΚΛΕΙ ΠΑΡΑΛΗΦΘΕΙΣΑΝ ΑΥΤΟΥ ΤΕ ΚΑΙ
t6ΤΟΥ ΧΡΙΣΤΟΥ ΣΥΓΚΡΙΣΙΝ.
1 Ἆρ’ οὖν, ὦ φιλότης, κἀκεῖνά σε τοῦ συγγρα‐ φέως ἄξιον ἀποθαυμάζειν, ἃ τῷ ἡμετέρῳ σωτῆρί τε καὶ διδασκάλῳ τὸν Τυανέα συγκρίνων παρεδοξολό‐ γει; πρὸς μὲν γὰρ τὰ λοιπὰ τῶν ἐν τῷ Φιλαλήθει,
5οὕτω γὰρ εὖ ἔχειν αὐτῷ τὸν καθ’ ἡμῶν ἐπιγράφειν ἐδόκει λόγον, οὐδὲν ἂν εἴη σπουδαῖον ἐπὶ τοῦ παρ‐ όντος ἵστασθαι μὴ αὐτοῦ ἴδια τυγχάνοντα, σφόδρα δὲ ἀναιδῶς ἐξ ἑτέρων οὐκ αὐτοῖς μονονουχὶ νοήμα‐ σιν, ἀλλὰ καὶ ῥήμασι καὶ συλλαβαῖς ἀποσεσυλημένα,
10(ἃ) τύχοι μὲν ἂν καὶ αὐτὰ τῆς προσηκούσης κατὰ καιρὸν ἀπελέγξεως, δυνάμει δ’ ἤδη καὶ πρὸ τῆς ἰδίας κατ’ αὐτῶν γραφῆς ἀνατέτραπται καὶ προαπελή‐ λεγκται ἐν ὅλοις ὀκτὼ συγγράμμασι τοῖς Ὠριγένει γραφεῖσι πρὸς τὸν ἀλαζονικώτερον τοῦ Φιλαλήθους
15ἐπιγεγραμμένον Κέλσου Ἀληθῆ λόγον, ᾧ τὰς εὐθύ‐ νας ἀπαραλείπτως, ἐν ὅσοις εἰρήκαμεν, ὁ δεδηλω‐
μένος παραγαγὼν συλλήβδην ὅσα εἰς τὴν αὐτὴν369

370

ὑπόθεσιν παντί τῳ εἴρηταί τε καὶ εἰρήσεται, προλα‐ βὼν διελύσατο, ἐφ’ ἃ τοὺς ἐπ’ ἀκριβὲς τὰ καθ’ ἡμᾶς διαγνῶναι ἔχοντας φιλαλήθως ἀναπέμψαντες φέρε μόνην ἐπὶ τοῦ παρόντος τὴν κατὰ τὸν κύριον ἡμῶν
5Ἰησοῦν Χριστὸν τοῦ Φιλαλήθους τουτουὶ λόγου πα‐ ράθεσιν ἐπισκεψώμεθα μηδέν τι σπουδαῖον ἡγούμενοι πρὸς τὰ λοιπὰ τῶν ἑτέρωθεν ὑποσεσυλημένων αὐτῷ διαμάχεσθαι. μόνα δὲ εἰκότως νυνὶ τὰ περὶ τὸν Ἀπολλώνιον ἐποψόμεθα, ἐπεὶ καὶ μόνῳ παρὰ τοὺς
10πώποτε καθ’ ἡμῶν γεγραφότας ἐξαίρετος νῦν τούτῳ γέγονεν ἡ τοῦδε πρὸς τὸν ἡμέτερον σωτῆρα παράθε‐ σίς τε καὶ σύγκρισις. Θαυμάζει γοῦν καὶ ἀποδέχεται θείᾳ τινὶ καὶ ἀρ‐ ρήτῳ σοφίᾳ, οὐχὶ δὲ γοητείας σοφίσμασι τεθαυμα‐
15τουργηκέναι φάσκων αὐτὸν καὶ ταῦτα ἀληθῶς οὕτως ἔχειν ὡς ἔτυχε, πιστεύων καὶ ἀναποδείκτως ἀπισχυ‐ ριζόμενος. ἄκουε δ’ οὖν, ἅ φησιν αὐταῖς συλλαβαῖς· „ἄνω δὲ καὶ κάτω θρυλοῦσι σεμνύνοντες τὸν Ἰησοῦν ὡς τυφλοῖς ἀναβλέψαι παρασχόντα καί τινα τοιαῦτα
20δράσαντα θαυμάσια.“ εἶτά τινα μεταξὺ εἰπὼν ἐπι‐ λέγει· „ἐπισκεψώμεθα γε μήν, ὅσῳ βέλτιον καὶ συ‐ νετώτερον ἡμεῖς ἐκδεχόμεθα τὰ τοιαῦτα καὶ ἣν περὶ τῶν ἐναρέτων ἀνδρῶν ἔχομεν γνώμην.“ καὶ ἐπὶ τούτοις τὸν Προκοννήσιον Ἀριστέαν καὶ Πυθαγόραν
25ὡς ἂν ἀρχαιοτέρους παρελθὼν ἐπιφέρει λέγων· ἀλλ’ ἐπὶ τῶν προγόνων ἡμῶν κατὰ τὴν Νέρωνος βασι‐ λείαν Ἀπολλώνιος ἤκμασεν ὁ Τυανεύς, ὃς ἐκ παιδὸς κομιδῇ νέου καὶ ἀφ’ οὗπερ ἐν Αἰγαῖς τῆς Κιλικίας ἱεράσατο τῷ φιλανθρώπῳ Ἀσκληπιῷ, πολλὰ καὶ
30θαυμαστὰ διεπράξατο, ὧν τὰ πλείω παρεὶς ὀλίγων ποιήσομαι μνήμην.“ εἶτα καταλέγει ἀπὸ πρώτου
ἀρξάμενος τὰ παράδοξα, μεθ’ ἃ καὶ ἐπιλέγει ταῦτα370

371

κατὰ λέξιν· „τίνος οὖν ἕνεκα τούτων ἐμνήσθην; ἵν’ ἐξῇ συγκρῖναι τὴν ἡμετέραν ἀκριβῆ καὶ βεβαίαν ἐφ’ ἑκάστῳ κρίσιν καὶ τὴν τῶν Χριστιανῶν κουφότητα, εἴπερ ἡμεῖς μὲν τὸν τὰ τοιαῦτα πεποιηκότα οὐ θεόν,
5ἀλλὰ θεοῖς κεχαρισμένον ἄνδρα ἡγούμεθα, οἱ δὲ δι’ ὀλίγας τερατείας τινὰς τὸν Ἰησοῦν θεὸν ἀναγορεύ‐ ουσι.“ τούτοις ἐπιφέρει μεθ’ ἕτερα φάσκων· „κἀ‐ κεῖνο λογίσασθαι ἄξιον, ὅτι τὰ μὲν τοῦ Ἰησοῦ Πέτρος καὶ Παῦλος καί τινες τούτοιν παραπλήσιοι κεκομπά‐
10κασιν ἄνθρωποι ψεῦσται καὶ ἀπαίδευτοι καὶ γόητες, τὰ δὲ Ἀπολλωνίου Μάξιμος ὁ Αἰγιεὺς καὶ Δάμις ὁ φιλόσοφος ὁ συνδιατρίψας αὐτῷ καὶ Φιλόστρατος ὁ Ἀθηναῖος παιδεύσεως μὲν ἐπὶ πλεῖστον ἥκοντες, τὸ δ’ ἀληθὲς τιμῶντες διὰ φιλανθρωπίαν ἀνδρὸς γεν‐
15ναίου καὶ θεοῖς φίλου πράξεις μὴ βουλόμενοι λα‐ θεῖν.“ ταῦτα ῥήμασιν αὐταῖς Ἱεροκλεῖ τῷ τὸν καθ’ ἡμῶν ἐπιγεγραφότι Φιλαλήθη λόγον εἴρηται. Δάμις μὲν οὖν ὁ τὰ πολλὰ ξυνδιατρίψας τῷ Ἀπολλωνίῳ ἀπὸ τῆς Ἀσσυρίων γῆς ὁρμώμενος αὐ‐
20τόθι τε πρῶτον ἐπὶ τῆς ἰδίας χώρας αὐτῷ συμμίξας τὴν ἐξ ἐκείνου μετὰ τοῦ ἀνδρὸς αὐτῷ γενομένην συνουσίαν ἱστόρησεν, ὁ δὲ Μάξιμος κομιδῇ βραχέα τῶν κατὰ μέρος αὐτῷ πεπραγμένων ἀνεγράψατο, ὅ γε μὴν Ἀθηναῖος Φιλόστρατος τὰ φερόμενα πάντα
25ὁμοῦ ἀπό τε τῶν Μαξίμου καὶ αὐτοῦ Δάμιδος καὶ ἄλλων συναγαγεῖν ἑαυτὸν φήσας πάντων μάλιστα ἐντελῆ τὴν ἀπὸ γενέσεως καὶ μέχρι τελευτῆς ἱστορίαν τοῦ κατὰ τὸν ἄνδρα βίου πεποίηται. Εἰ δὴ οὖν ἐξὸν τὴν ἐπικατηγορουμένην ἡμῶν
30εὐχέρειάν τε καὶ κουφότητα καὶ τὴν τοῦ Φιλαλήθους ἀκριβῆ καὶ βεβαίαν ἐφ’ ἑκάστῳ παραθεῖναι κρίσιν,
φέρε διαπυθώμεθα, οὐχ ὅστις θειότερος γεγόνει.371

372

οὐδ’ ὁποῖος θαυμασιώτερά τε καὶ πλείω διεπράξατο παράδοξα, οὐδ’ ὡς μόνος παρὰ τοῖς ἀνέκαθεν πρὸ μυρίων ὅσων (ἐτῶν) γενομένοις Ἑβραίων σοφοῖς ὁ σωτὴρ ἡμῶν καὶ κύριος Ἰησοῦς Χριστὸς ἥξειν εἰς
5ἀνθρώπους κατὰ θείαν ἐπίπνοιαν προπεφήτευτο, οὐδ’ ὡς πλείους ἐπὶ τὸν τῆς θείας διδασκαλίας αὐ‐ τοῦ λόγον προὐτρέψατο, οὐδ’ ὡς γνησίους καὶ ὄντως ἀληθεῖς ἐκτήσατο φοιτητὰς μονονουχὶ καὶ ὑπεραπο‐ θνήσκειν ἑτοίμως τῶν λόγων αὐτοῦ παρεσκευασμέ‐
10νους, οὐδ’ ὡς μόνος σώφρονος βίου διδασκαλεῖον καὶ ἐς τὸν μετέπειτα χρόνον συνεστήσατο, οὐδ’ ὡς τῇ ἰδίᾳ θεότητί τε καὶ ἀρετῇ πᾶσαν ἔσωσε τὴν οἰ‐ κουμένην [καὶ] εἰσέτι καὶ νῦν μυρία πλήθη παντα‐ χόθεν ἐπὶ τὴν θείαν ἑαυτοῦ διδασκαλίαν ἐπαγόμενος,
15οὐδ’ ὡς τῶν πώποτε μόνος πρὸς ἁπάντων σχεδὸν εἰπεῖν ἀνθρώπων ἀρχόντων τε καὶ ἀρχομένων πλεί‐ στοις ἔτεσιν ἤδη πολεμούμενος κρείττων καὶ πολὺ δυνατώτερος τῶν πικρῶς ἐλαυνόντων ἀπίστων ἀπο‐ δέδεικται θείᾳ καὶ ἀρρήτῳ δυνάμει τοὺς μὲν κατὰ
20καιρὸν ἐπανισταμένους αὐτοῦ τῇ θείᾳ διδασκαλίᾳ ῥᾳδίως μετιών, τὸν δὲ παγέντα πρὸς αὐτοῦ καὶ πα‐ ραδοθέντα θεῖον λόγον εἰς ἄπειρον αἰῶνα καθ’ ὅλης κρατύνων τῆς οἰκουμένης, οὐδ’ ὡς εἰσέτι καὶ νῦν τῆς ἐνθέου δυνάμεως τὴν ἀρετὴν ἐπιδείκνυται μο‐
25χθηρούς τινας καὶ φαύλους δαίμονας ψυχαῖς ἀν‐ θρώπων καὶ σώμασιν ἐφεδρεύοντας ἀπελαύνων διὰ μόνης τῆς ἀρρήτου προσηγορίας αὐτοῦ, ὡς αὐτῇ πείρᾳ κατειλήφαμεν, ταῦτα γὰρ περὶ τὸν Ἀπολλώ‐ νιον ζητεῖν μὴ καὶ τὸ ἐρωτᾶν ἀνόητον· μόνην δὲ
30ἐπισκεψώμεθα τὴν τοῦ Φιλοστράτου γραφήν, δι’ ἧς εὐθυνοῦμεν, ὡς οὐχ ὅτι γε ἐν φιλοσόφοις, ἀλλ’
οὐδὲ ἐν ἐπιεικέσι καὶ μετρίοις ἀνδράσιν ἄξιον ἐγκρί‐372

373

νειν, οὐχ ὅπως τῷ σωτῆρι ἡμῶν Χριστῷ παρατιθέναι τὸν Ἀπολλώνιον ὅσον ἐπὶ τῇ γραφῇ τοῦ παρὰ τῷ Φιλαλήθει παιδεύσεως μὲν ἐπὶ πλεῖστον ἥκοντος, τὸ δ’ ἀληθὲς μὴ τιμῶντος συγγραφέως. τοιοῦτος γὰρ
5ἦν αὐτῷ μετὰ τῶν ἄλλων καὶ ὁ Ἀθηναῖος Φιλόστρα‐ τος, ἐξ οὗ ῥᾳδίως ἂν καταμάθοιμεν καὶ τῶν λοιπῶν τῶν κατ’ αὐτὸν παιδεύσεως μὲν ἐπὶ πλεῖστον ἡκόν‐ των, αὐτὸ δὲ τὸ ἐξητασμένως μὴ ἀπηκριβωμένων τῆς κατὰ τὸν Ἀπολλώνιον ἱστορίας. τούτων γὰρ
10ἡμῖν διευκρινηθέντων ὁμοῦ τοῦ τε Φιλαλήθους τὰ ἀνωτάτω τε καὶ καθ’ ὅλων δικαστήρια διειληφότος ἡ κατὰ Χριστιανῶν βεβαία καί, ὡς αὐτὸς ἑαυτῷ δο‐ κεῖ, ἀκριβὴς ἐφ’ ἑκάστῳ κρίσις φανερὰ καταστήσεται ἡμῶν τε αὖ, οἳ μωροὶ καὶ βεβουκολημένοι νενο‐
15μίσμεθα παρ’ αὐτοῖς, ἡ πρὸς αὐτῶν ἐπικαλουμένη εὐχέρειά τε καὶ κουφότης. Ἄλλος μὲν οὖν ὁμόσε χωρῶν αὐτόθεν διέβαλλεν ἂν βλασφημῶν ὡς ἐχθρὸν αὐτῷ καὶ πολέμιον τὸν καθ’ οὗ τὸν λόγον ἐποιεῖτο, ἐγὼ δέ, ἑταῖρε, σοφόν
20τινα τὰ ἀνθρώπινα τὸν Τυανέα γεγονέναι ἡγούμην καὶ ἔτι γε (τῆς) αὐτῆς ἔχεσθαι διανοίας ἑκὼν εἶναι βουλοίμην καί σοι τὴν αὐτὸς ἐμαυτοῦ περὶ αὐτοῦ δόξαν ἐκθείην ἂν ἐρωτῶντι· φιλοσόφων μὲν ὅτῳ τις βούλοιτο (συγ)καταλέγειν τὸν ἄνδρα πέρα μηδὲν
25διενοχλῶν ταῖς περὶ αὐτοῦ μυθολογίαις. μὴ φθονεῖν, εἰ δ’ ὑπερπηδᾶν τοὺς ὅρους καὶ φιλοσοφίας ὑπέρ‐ τερα φρονεῖν εἴτε τις Δάμις Ἀσσύριος, εἴτε Φιλό‐ στρατος, εἴτε τις συγγραφεὺς ἢ λογογράφος θρασύ‐ νοιτο λόγῳ μὲν ἐκτρεπόμενος γοητείαν, ἔργοις δὲ
30πλέον ἢ ῥήμασιν ἐπιφορτίζων τὸν ἄνδρα προσωπείου δίκην τὴν Πυθαγόρειον ἐπιμορφαζόμενος ἀγωγήν,
οἰχήσεται μὲν ἡμῖν ὁ φιλόσοφος, ὄνος δ’ ἀντὶ τοῦ373

374

λέοντος ἐπικρυπτόμενος δέρρει σοφιστής τις ὡς ἀλη‐ θῶς ἀγείρων κατὰ τὰς πόλεις αὐτό τε τοῦτο γόης ἀτεχνῶς ἀντὶ φιλοσόφου φωραθήσεται. πῶς δὲ τοῦτό φημι καὶ πόθεν ὁρμώμενος, ἐρωτᾷς; μάνθανε·
5ὅροι φύσεως ἀρχὰς καὶ μέσα καὶ τέλη τῆς τῶν ὅλων οὐσίας περιειληφότες μέτρα καὶ θεσμοὶ ἅπασι, δι’ ὧν τόδε τὸ πᾶν μηχάνημά τε καὶ ἀρχιτεκτόνημα τοῦ παντὸς κόσμου τελεσιουργεῖται, διατέθεινται νόμοις ἀλύτοις καὶ δεσμοῖς ἀρρήκτοις τῆς τὰ πάντα οἰκονο‐
10μούσης προνοίας τὸ πάνσοφον βούλημα διαφυλάτ‐ τοντες. οὔκουν κινήσειέ τι καὶ μεταθείη (τις ἂν) τῆς τάξεως τῶν ἅπαξ διατεθειμένων. κεκράτηται δ’ οὖν θεσμῷ φύσεως τὸν θεῖον ὑπεραναβαίνειν νόμον πᾶς, ὅτῳ τις θρασύτερος τῶν ἐπέκεινα (ἐπι)βαίνειν
15ἔνεστι πόθος. οὔτ’ οὖν παρὰ φύσιν ὁ ἔνυδρος ἐπὶ τὴν χέρσον μεταβὰς βιῶναι δυνήσεται ἰχθύς, οὔτε τὸ ἐν χέρσῳ τραφὲν τοῖς ὕδασιν ἐγκαταδύσεται τὴν ἐκεῖσε διηνεκῆ μονὴν ἀσπαζόμενον, οὔτε μέγα πηδή‐ σας μετέωρός τις τῶν ἐπὶ γῆς ἀρθήσεται πρὸς ἀέρα
20συμπεριπολεῖν ἀετοῖς ἐπιθυμῶν· καὶ μὴν ἐκεῖνοί γε κἂν ἐπὶ γῆς ἔλθοιεν βρίσαντες ἐπὶ τὸ κάτω τὴν δύ‐ ναμιν καὶ τοῦ πτεροῦ χαλάσαντες καὶ ἀνέντες τὴν φύσιν, ἐπεὶ καὶ τοῦτο θείοις ὥρισται νόμοις, (ἐκ) τοῦ ὕψους τὸ μετέωρον ὑποκαταβαίνειν δύνασθαι, οὐ
25μὴν καὶ ἔμπαλιν τὸ ταπεινὸν καὶ γεῶδες ἐπὶ τὸ με‐ τέωρον αἴρεσθαι. ταύτῃ δὴ καὶ τὸ θνητὸν ἀνθρώ‐ πων γένος ψυχῆς μετέχον καὶ σώματος ὅροις περι‐ γέγραπται θείοις. οὔτ’ οὖν τῷ σώματι δι’ ἀέρος ἔλθοι ποτὲ τῶν ἐπὶ γῆς τις καταφρονήσας διατριβῶν
30μὴ οὐχὶ τοὐπιτίμιον αὐτίκα τῆς ἀνοίας παρασχών, οὔτε τὴν ψυχὴν ἀρθεὶς φρονήματι καθίξεται τῶν
ἀνεφίκτων, ἢ μελαγχολίας νοσήματι ἂν περιπέσοι.374

375

σωφρονοῖ δ’ ἂν ἀρτίοις μὲν τὸ σῶμα ποσὶν ἐπὶ γῆς φερόμενος, τὴν δὲ ψυχὴν παιδείᾳ καὶ φιλοσοφίᾳ σκηρίπτων, εὔξαιτο δὲ καί τινα συνεργὸν ἄνωθέν ποθεν ἐκ τῶν κατ’ οὐρανὸν διατριβῶν ἐλθεῖν καὶ
5τῆς ἐκεῖσε διδάσκαλον αὐτῷ φανῆναι σωτηρίας. ἐρ‐ ρωμένῳ γάρ τοι παραδείγματι νοσοῦντι μὲν τὸν ἰατρὸν ἐπιφοιτᾶν θέμις, καὶ τὸν διδάσκαλον εἰσαγο‐ μένῳ τοῖς μαθήμασι συμφέρεσθαι καὶ τὸν ἄνω που καὶ ἐν ὕψει συγκατιέναι τοῖς ταπεινοῖς, οὐ μὴν καὶ
10ἀνάπαλιν. ὅθεν δὴ θείαν μὲν φύσιν εὐεργέτιν οὖσαν καὶ σώτειραν καὶ προνοητικὴν τῶν (ἐπι)όντων ἀν‐ θρώποις ποτὲ εἰς ὁμιλίαν ἐλθεῖν οὐδεὶς ἂν ἀπείργοι λόγος ὅρῳ θείας προνοίας καὶ τούτου συγκεχωρη‐ μένου, ἀγαθὸς γὰρ ἦν κατὰ τὸν Πλάτωνα, ἀγαθῷ
15δὲ οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται φθόνος· οὔκουν σωμάτων μόνων ἀγαθὸς ὢν ὁ τόδε τὸ πᾶν διακυ‐ βερνῶν ἐπιμελήσεται, πολὺ πλέον δὲ ψυχῶν, αἷς τὸ ἀθάνατόν τε καὶ αὐτοκρατορικὸν κεχάρισται γέρας. ταύταις δῆτα οἷα τῆς οἰκονομίας ἁπάσης κύριος ὢν
20καὶ χαρίτων, ὧν ἂν δωρούμενος αὐτὰς εὐεργετῇ τὴν φύσιν οὔσαις ἀντιληπτικαῖς ἀκτῖνας ὥσπερ τοῦ παρ’ ἑαυτοῦ φωτὸς δωρήσεται ἀφθόνως τῶν ἀμφ’ αὐτόν, ἔστιν ὅτε τοὺς μάλιστα προσεχεῖς εἰς τὴν τῶν ἐπί‐ ταδε σωτηρίαν τε καὶ ἀντίληψιν ἐκπέμπων, ὧν εἴ
25τῳ εὐτυχῆσαι γένοιτο, τὴν διάνοιαν οὗτος ἀποκα‐ θαρθεὶς καὶ τὴν τῆς θνητότητος ἀποσκεδάσας ἀχλὺν θεῖος ἀληθῶς ἀναγραφήσεται μέγαν τινὰ θεὸν ἀγαλ‐ ματοφορῶν (ἐν) τῇ ψυχῇ. κινήσειε δῆτ’ ἂν οἷα τηλικοῦτος τὸ πάντων ἀνθρώπων γένος καὶ μᾶλ‐
30λον ἡλίου τὴν οἰκουμένην καταλάμψειε τοὖργον τῆς ἀιδίου θεότητος καὶ εἰς τὸν ἐπιόντα συνορᾶσθαι
καταλείπων χρόνον οὐ μεῖον τῶν ἐξ ἀψύχου ὕλης375

376

δημιουργημάτων τὸ τῆς ἐνθέου παράδειγμα φύσεως παρεσχημένος. καὶ ταύτῃ μὲν ἀνθρωπεία φύσις τῆς ὑπὲρ ἄνθρωπον κοινωνήσαι ἄν, ἄλλως δ’ οὐ θέμις τοὺς ὅρους ὑπερβαίνειν, οὐδ’ ἄπτερον ἔχοντα τὸ
5σῶμα τὰ τῶν πτηνῶν ἐπιτηδεύειν, οὐδ’ ἄνθρωπον ὄντα τὰ τῶν δαιμόνων πολυπραγμονεῖν. Τίνα δῆτα ἡμῖν ἐπὶ τούτοις τὸν Ἀπολλώνιον εἰσάγεις, ὦ συγγραφεῦ; εἰ μὲν δὴ θεῖον καὶ φιλο‐ σόφου κρείττονα τήν τε φύσιν ἁπλῶς εἰπεῖν ὑπὲρ
10ἄνθρωπον, τήρει μοι δι’ ὅλης τῆς ἱστορίας τὴν ὑπό‐ θεσιν καὶ τοὖργον εἰσέτι νῦν ἐπιδείκνυθι τῆς θειό‐ τητος. ἦ γὰρ οὐκ ἀτοπώτατον τεκτόνων μὲν καὶ οἰκοδόμων καὶ μετὰ τὴν τῶν δημιουργῶν τελευτὴν ἐπὶ μήκιστον τοὖργον διαρκεῖν ἀθάνατόν που σχε‐
15δὸν τῶν συστησαμένων τὴν μνήμην στηλιτεῦον, θείαν δὲ ἄρα φύσιν ἀνθρώποις ἐπιλάμψασαν σκότιόν που καὶ μινυνθάδιον ἀποτελεῖν, οὐχὶ δὲ εἰς αἰῶνα τὴν ἀρετὴν ἐπιδείκνυσθαι, μὴ εἰς ἕνα τινὰ Δάμιν ἢ καὶ ἄλλους βραχεῖς πτωχεύουσαν τῶν ἀνθρώπων, ἀλλ’
20εἰς μυρίων ὅσων ὠφελείας οὐ τῶν καθ’ ὃν (χρόνον) ἐγνωρίζετο μόνων, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα γενησο‐ μένων τὴν πάροδον ποιουμένην; ταύτῃ τοι καὶ τοὺς πάλαι σοφοὺς ζηλωτάς τε καὶ διαδόχους ποιήσασθαι τῆς ἀρετῆς ἀθάνατον ὡς ἀληθῶς ἀνθρώποις παρε‐
25σχημένους τὸ κατόρθωμα. εἰ δὲ θνητὴν ὑπογρά‐ φεις τἀνδρὸς τὴν φύσιν, ὅρα μὴ πλέον, ἢ προσῆκε, ταύτῃ χαριζόμενος δίκην ἀποίσεις παραλογίας. ἀλλὰ μὴν εἰσῆκται αὐτῷ θεῖος ἄνθρωπος καὶ θαλαττίου δαίμονος σχῆμά τε καὶ προσωπεῖον ἀπὸ γενέσεως
30ἀναλαμβάνων. „κυούσῃ γάρ,“ ὥς φησι, τῇ αὐτοῦ μητρὶ φάσμα ἦλθε θαλαττίου δαίμονος, Πρωτεὺς ὁ
παρὰ τῷ Ὁμήρῳ ἐξαλλάττων. ἡ δὲ οὐδὲν δείσασα376

377

ἤρετο αὐτόν, τί ἀποκυήσοι, ὁ δὲ „ἐμὲ“ εἶπε· „σὺ δὲ τίσ“ εἰπούσης „Πρωτεὺσ“ ἔφη „ὁ Αἰγύπτιος.“ εἶτα δὲ λειμῶνά τινα, καὶ κύκνους τὴν γυναῖκα μαιεύεσθαι γράφει, ὁπόθεν αὐτὸ τοῦτ’ εἴη ληφθέν,
5μὴ εἰπών· οὐ γὰρ δὴ καὶ τούτου ὑγηγητήν. Δάμιν τὸν Ἀσσύριον ὑπογράψεται. ἀλλὰ καὶ οὐκ ἐς μα‐ κρὸν τῆς αὐτῆς ἱστορίας αὐτῷ Δάμιδι οἷα δὴ θείας ὄντα φύσεως τὸν Ἀπολλώνιον εἰσάγει αὐτὰ δὴ ταῦτα λέγοντα· „ἐγώ, ὦ ἑταῖρε, πασῶν τῶν φωνῶν ξυνίημι
10μαθὼν οὐδεμίαν·“ καὶ „μὴ θαυμάσῃς, οἶδα γὰρ καὶ ἃ σιωπῶσιν οἱ ἄνθρωποι.“ καὶ πάλιν ἐν Ἀσκλη‐ πιοῦ τιμώμενον πρὸς τοῦ δαίμονος καὶ πρόγνωσιν φυσικήν τινα καὶ ἀδίδακτον ἔχειν ἐκ παιδὸς κρείτ‐ τονά τε ἀτεχνῶς ἀνθρώπου φῦναι αὐτὸν ἐξ αὐτῆς
15γενέσεως καὶ δι’ ὅλης ἡμῖν τῆς ἱστορίας ὑπογράφει. λύσαντος γοῦν ἑαυτόν ποτε ἀπὸ δεσμῶν ἐπιφέρει λέγων· „τότε πρῶτον ὁ Δάμις φησὶν ἀκριβῶς ξυν‐ εῖναι τῆς Ἀπολλωνίου φύσεως, ὅτι θεία τε εἴη καὶ κρείττων ἀνθρώπου. μὴ γὰρ θύσαντά τι, πῶς γὰρ
20ἐν δεσμωτηρίῳ; μηδὲ εὐξάμενον, μηδὲ εἰπόντα τι καταγελάσαι τοῦ δεσμοῦ.“ ἐπὶ τελευτῇ δὲ τάφον μὲν αὐτοῦ μηδόλως ποι γῆς εὑρίσκεσθαι, χωρῆσαι δὲ εἰς οὐρανὸν αὐτῷ σώματι μεθ’ ὕμνων καὶ χορείας λέγει. εἰκότως δὴ οὖν οἷα ὄντα τοσοῦτον „θειότερον
25ἢ Πυθαγόρας Ἐμπεδοκλῆς τε καὶ Πλάτων φιλοσοφίᾳ τὸν ἄνδρα προσεληλυθέναι φησίν. οὐκοῦν ἐν θεοῖς ἡμῖν διὰ τούτων ἀναγεγράφθω ὁ ἄνθρωπος καὶ ὁ φθόνος ἀπέστω τῆς τῶν φωνῶν ἁπασῶν αὐτοφυοῦς καὶ αὐτοδιδάκτου συνέσεως. τί δῆτα οὖν ἐς διδα‐
30σκάλου ἄγει αὐτὸν καὶ τὸν μηδεμίαν φωνὴν μεμα‐ θηκότα διαβάλλει ὡς ἂν ἐξ ἀσκήσεως καὶ μελέτης,
ἀλλ’ οὐκ ἐκ φύσεως Ἀττικὸν γενόμενον τὴν γλῶτταν;377

378

φησὶ γάρ τοι, ὡς προϊὼν ἐς ἡλικίαν γράμματά τε καὶ μνήμης ἰσχὺν ἐδήλου καὶ μελέτης κράτος καὶ ἡ γλῶττα αὐτῷ ἀττικῶς εἶχε.“ καὶ „γεγονότα δὲ αὐ‐ τὸν ἔτη τεσσαρεσκαίδεκα ἄγει ἐς Ταρσοὺς ὁ πατὴρ
5παρ’ Εὐθύδημον τὸν ἐκ Φοινίκης, ὃς ῥήτωρ τε ἀγα‐ θὸς ἦν καὶ ἐπαίδευε τοῦτον, ὁ δὲ τοῦ διδασκάλου εἴχετο.“ εἶτα „ξυνεφιλοσόφουν αὐτῷ Πλατώνειοί τε καὶ Χρυσίππειοι καὶ οἱ ἀπὸ τοῦ περιπάτου. διή‐ κουε δὲ καὶ τῶν Ἐπικούρου λόγων, οὐδὲ γὰρ τού‐
10τους ἀπεσπούδαζε, τοὺς δὲ Πυθαγορείους ἀρρήτῳ τινὶ σοφίᾳ ξυνελάμβανε.“ τοσαῦτα ὁ μηδεμίαν μα‐ θὼν φωνὴν θείᾳ τε δυνάμει „ἃ καὶ σιωπῶσιν ἄν‐ θρωποι“ προλαβὼν ἐξεπαιδεύετο. ὁ δὲ διαλιπὼν αὖθις αὐτὸν θαυμάζει, ἐς ὅσον συνέσεως τῆς τῶν
15ζῴων φωνῆς ἦλθε καὶ ἐπιφέρει λέγων „καὶ ἐς ξύν‐ εσιν δὲ τῆς τῶν ζῴων φωνῆς ἦλθε, καὶ ἔμαθε δὲ τοῦτο διὰ τῶν Ἀραβίων πορευόμενος ἄριστα γιγνω‐ σκόντων τε καὶ πραττόντων αὐτό. ἔστι γὰρ τῶν Ἀραβίων κύκνων ἤδη καὶ ὀρνίθων μαντευομένων
20ἀκούειν, ὁπόσα οἱ χρησμοί. ξυμβάλλονται δὲ τῶν ἀλόγων σιτούμενοι τῶν δρακόντων οἱ μὲν καρδίαν φασίν, οἱ δὲ ἧπαρ.“ ἐνταῦθα πάντως που δρακόν‐ των καρδίας δήπου καὶ ἥπατος τὸν Πυθαγόρειον ἐμ‐ ψύχων τε τροφῆς ἀπεχόμενον καὶ μηδὲ θύειν δαί‐
25μοσιν ἐπιτολμῶντα εἰκὸς ἦν ἀπογεύσασθαι, ὡς ἂν καὶ τῆς παρὰ τούτοις κοινωνήσοι σοφίας. πρὸς γὰρ τοιῶνδε διδασκομένῳ πῶς ἂν ἄλλως μὴ οὐχὶ τὰ ὅμοια τοῖς διδασκάλοις ζηλώσαντι κατωρθοῦτο τὸ ἐπι‐ τήδευμα; ἔχομεν δὴ οὖν πρὸς τοῖς καταλελεγμένοις
30καὶ τοὺς Ἀραβίων σοφοὺς διδασκάλους τῆς κατὰ τὴν οἰωνιστικὴν τἀνδρὸς ἐπιστήμης, ἐφ’ ἧς εἰκότως
ὁρμώμενος ὕστερόν ποτε τὸν στρουθόν, ὅ τι καὶ378

379

βούλοιτο συγκαλῶν τοὺς ἑτέρους ἐπὶ τροφήν, προ‐ ειπὼν θαῦμα μέγιστον παρέχειν ἔδοξε τοῖς παροῦσι. ταύτῃ δὴ καὶ τὴν ἀπεσφαγμένην ὅσον οὔπω λέαιναν ἅμα τοῖς ὀκτὼ σκύμνοις κατὰ τὴν εἰς Ἀσσυρίους
5ὁδὸν θεασάμενος αὐτίκα τῷ θεάματι συμβαλὼν τῆς ἐσομένης αὐτῷ παρὰ Πέρσαις διατριβῆς τὸν χρόνον ἐμαντεύσατο. ἀκόλουθα δὲ τῇ παρὰ τοῖς Ἀραβίοις φοιτήσει ἐγχειρεῖν αὐτὸν καὶ παρὰ Πέρσαις ὁ αὐτὸς συγγραφεὺς ἱστορεῖ· τῷ γάρ τοι Δάμιδι, ὃς μόνος
10φοιτητὴς ἦν αὐτῷ καὶ ἑταῖρος, ἀπαγορεύσας παρὰ τοὺς μάγους ἰέναι μόνος αὐτός, ὡς ἂν μὴ μετ’ ἀγνώ‐ μονος δηλαδὴ τὰ τῆς μαγείας μανθάνοι, μεσημβρίας τε καὶ ἀμφὶ μέσας νύκτας τὰς μετ’ αὐτῶν ἐποιεῖτο σχολάς. ἔτι δὲ Οὐαρδάνῃ Βαβυλωνίῳ εἰς λόγους
15ἐλθόντα βασιλεῖ ὧδέ πως λέγειν αὐτὸν παρατίθεται· „σοφία δέ μοι Πυθαγόρου Σαμίου ἀνδρός, ὃς θεούς τε θεραπεύειν ὧδέ με ἐδιδάξατο καὶ ξυνιέναι σφῶν ὁρωμένων τε καὶ οὐχ ὁρωμένων φοιτᾶν τε ἐς δια‐ λέξεις θεῶν.“ τίς δ’ αὐτῷ ταῦτα συγχωρήσειεν, ὅτε
20Πυθαγόρᾳ μὲν οὐδεμία τις τοιαύτη καταλέλειπται γραφή, οὐδ’ ἀπόρρητα τινα συγγράμματα, ὡς κἂν ὑπονοῆσαι αὐτὸν ἐξ ἐκείνων ὁρμᾶσθαι, ὁ δέ γε δι‐ δάσκαλος αὐτῷ τῆς κατὰ Πυθαγόραν φιλοσοφίας οὐδέν τι διαφέρειν τῶν Ἐπικουρείων πρὸς αὐτοῦ
25μεμαρτύρηται τοῦ Φιλοστράτου ὧδέ πως εἰρηκότος „διδάσκαλος μὲν ἦν αὐτῷ τῶν Πυθαγόρου λόγων οὐ πάνυ σπουδαῖος, οὐδ’ ἐνεργῷ τῇ φιλοσοφίᾳ χρώ‐ μενος, γαστρός τε ἥττων καὶ ἀφροδισίων καὶ κατὰ τὸν Ἐπίκουρον ἐσχημάτιστο. ἦν δὲ οὗτος Εὔξενος
30ὁ ἐξ Ἡρακλείας τοῦ Πόντου. τὰς δὲ Πυθαγόρου γνώμας ἐγίγνωσκεν, ὥσπερ οἱ ὄρνιθες ἃ μανθάνουσι
παρὰ τῶν ἀνθρώπων. „φεῦ τῆς ἀτοπίας, εἰ παρὰ379

380

τούτου λέγοι τις τῆς πρὸς τοὺς θεοὺς διαλέξεως τὴν σύνεσιν αὐτὸν εἰληφέναι. ἀλλὰ δὴ συγκεχωρήσθω καὶ ἑτέρων ὑφηγητῶν αὐτὸν ἀκηκοέναι καίτοι γε τοῦ συγγραφέως τοῦτο μηδαμῶς ἐπισημηναμένου· τίς
5δὴ οὖν τούτων σύνεσίν τε καὶ φοίτησιν (εἰς δια‐ λέξεις) θεῶν ὁρωμένων καὶ οὐχ ὁρωμένων αὐτός τε ὡς ἀπὸ Πυθαγόρου (μαθὼν) εἰδέναι διδάσκεσθαί τε ἑτέρους ἐπηγγέλλετο; καὶ μὴν οὐδ’ ὁ περιβόητος Πλάτων πάντων γε μᾶλλον τῆς Πυθαγόρου κεκοι‐
10νωνηκὼς φιλοσοφίας, οὔτ’ Ἀρχύτας, οὔτ’ αὐτὸς ἐκεῖ‐ νος ὁ τὰς Πυθαγόρου γραφῇ παραδοὺς ὁμιλίας Φι‐ λόλαος, οὐδ’ εἴ τινες ἄλλοι γνώριμοι τἀνδρὸς γεγο‐ νότες, οἳ δόξας τε αὐτοῦ καὶ γνώμας γραφῇ τοῖς μετ’ αὐτὸν παραδεδώκασιν, ἐπὶ τοιαύτῃ τινὶ ἐσεμνύ‐
15ναντο σοφίᾳ. οὐκοῦν ἑτέρωθεν, ἀλλ’ οὐκ ἀπὸ Πυ‐ θαγόρου τὰ τοιαδὶ μαθὼν προσχήματι σεμνολογῶν ἐπιγράφεται τὴν τοῦ φιλοσόφου πρόσρησιν, ἵνα δὲ καὶ παραλογώτατα τὸ ψεῦδος ὡς ἀληθές τις γεγονέ‐ ναι συγχωρήσειεν, οὐκ οἶδ’ ὅπως ἐξ αὐτοῦ λέγων
20ἐκείνου τοῦ Σαμίου πρὸ μυρίων ὅσων ἐτῶν ἐξ ἀν‐ θρώπων γενομένου τὰ περὶ τούτων αὐτὸν μεμαθη‐ κέναι. οὐκοῦν πρὸς τοῖς Ἀραβίοις καὶ τοῦτον διδά‐ σκαλον αὐτοῦ τῆς δὴ νομιζομένης ἀπορρήτου περὶ θεῶν ἐπιστήμης ἐπιγραπτέον. εἰ δὴ οὖν θείας ἦν
25φύσεως, κατέψευσται αὐτοῦ τοὺς διδασκάλους ὁ λό‐ γος, εἰ δ’ ἀληθὴς ἦν οὗτος, ψευδὴς ἦν ὁ μῦθος καὶ οὐκ ἀληθὴς ἡ περὶ τοῦ θεῖον γεγονέναι αὐτὸν γραφή. οὔπω μοι τοῦ Πρωτέως τὸ φάσμα πολυπραγμονεῖν ἔπεισι καὶ τὴν περὶ τούτου πίστιν αἰτεῖν, οὐδὲ τῶν
30παρ’ αὐτῷ κύκνων τὰς ἀποδείξεις, οὓς γελοίως τὴν μητέρα τίκτουσαν αὐτὸν μαιοῦσθαι ἱστορεῖ, ἀλλ’
οὐδὲ τῆς περὶ τοῦ σκηπτοῦ μυθολογίας τὸν μάρτυρα380

381

παρέχειν ἀξιῶ, οὐ γὰρ δὴ καὶ τούτων, ὡς ἔφην, Δά‐ μις ἡμῖν συνίστωρ ἀφίξεται, μακρῷ ὕστερον ἐν Νίνῳ τῆς Ἀσσυρίας τἀνδρὶ συνάψας. ἐγὼ μὲν οὖν εὖ μάλα προθύμως τοῖς εἰκόσι τε καὶ ἀληθείας ἐχο‐
5μένοις πειθόμενος, εἰ καὶ μείζονά τινα καθ’ ὑπερ‐ βολὴν ἐς ἔπαινον ἀνδρὸς ἀγαθοῦ λέγοιτ’ ἄν, πιστὰ καὶ παραδεκτέα εἶναί μοι δοκῶ, ὅτι μὴ μόνα τὰ τερα‐ τώδη καὶ λήρου πλέα. οὔκουν φθονοίην, εἴ φησιν ὁ συγγραφεὺς γένος τε ἀρχαῖον καὶ τῶν οἰκιστῶν
10ἀνημμένον τῷ ἀνδρὶ γεγονέναι καὶ πλουτῶν εἰ οὕ‐ τως ἔτυχεν ὑπὲρ τοὺς ἐγχωρίους ἅπαντας διδασκά‐ λων τε νέον ὄντα οὐ μόνον τῶν δεδηλωμένων τυ‐ χεῖν, ἀλλ’, εἰ δοκεῖ, καὶ τούτων αὐτὸν διδάσκαλον καὶ καθηγητὴν γεγονέναι. ἔστω δ’ ἐπὶ τούτοις ἐν‐
15τρεχὴς καὶ τὰ κοινά, ὡς τὸν εἰς Ἀσκληπιοῦ θερα‐ πείας χάριν ἀφιγμένον διὰ γνώμης ἀρίστης ἀπαλ‐ λάξαι τῆς ἀρρωστίας, νοσοῦντι γὰρ δὴ ὑδέρου πάθει κατάλληλον ἐγκρατείας ὑποθέσθαι δίαιταν τῷ κά‐ μνοντι καὶ ταύτῃ αὐτὸν ὑγιᾶ καταστῆσαι καὶ τούτῳ
20γε τῆς φρονήσεως ἀποδεκτὸν τὸ μειράκιον, καὶ ὡς τὸν πολυτελῶς θύειν παρεσκευασμένον εἶρξεν οἷα εἰκὸς ἐπὶ κακίᾳ διαβεβοημένον, καὶ γὰρ δὴ τῶν ἐγχω‐ ρίων ἁπάντων πλουσιώτατόν τε καὶ περιφανέστατον αὐτὸν ὑποτίθεται. καὶ ἐν σώφροσι δ’ αὐτὸν φθόνος
25οὐδεὶς ἐγγράφειν, ὅτι τε πρὸς τὸν ἐραστὴν πειρώ‐ μενον αὐτοῦ τῆς ὥρας διελοιδορήσατο καὶ γυναικείας ὅτι καθαρὸν ἑαυτὸν μίξεως διὰ τέλους, ὡς ὁ λόγος φησίν, ἤγαγε. πιστὰ δ’ ἔστω καὶ τὰ τῆς πενταετοῦς κατὰ Πυθαγόραν σιωπῆς αὐτοῦ, καὶ τά, ὅπως ταύ‐
30την διήνυσεν, ἐπαίνου ἄξια. ταῦτα δὴ καὶ ὅσα τοι‐ αῦτα ἀνθρώπινα καὶ ὡς ἀληθῶς φιλοσοφίας καὶ
ἀληθείας οὐ πόρρω δεχοίμην ἂν περὶ πολλοῦ τὸ381

382

εὔγνωμόν τε καὶ φιλάληθες τιμώμενος, τὸ γέ τοι κρεῖττον ἀνθρώπου τὴν φύσιν ὑποτίθεσθαι καὶ παρὰ πόδας ἐναντιολογεῖν τῆς τε δοθείσης ἀμνημονεῖν ὑποθέσεως, ἔχειν ψόγον ἂν καὶ διαβολὴν αὐτῷ τε
5τῷ γράφοντι καὶ πολὺ πρότερον τῷ γραφομένῳ περι‐ άψειν ἡγοῦμαι. Καὶ ταῦτα μὲν ἀπὸ τοῦ πρώτου συγγράμματος. ἐπίωμεν δὲ καὶ τὰ ἐκ τοῦ δευτέρου. τὴν ἀπὸ Περ‐ σίδος ἐπ’ Ἰνδοὺς πορείαν ἄγει παραλαβὼν αὐτὸν ὁ
10λόγος. εἶτά τι πεπονθὼς ἀπειρόκαλον, [ὥσπερ τι παράδοξον,] δαιμόνιόν τι, ὃ καὶ ἔμπουσαν ὀνομάζει, κατὰ τὴν ὁδὸν ἰδόντα λοιδορίαις ἅμα τοῖς ἀμφ’ αὐ‐ τὸν ἀπελάσαι φησί, καὶ ζῴων δὲ εἰς τροφὴν αὐτοῖς προσαχθέντων εἰρηκέναι αὐτὸν τῷ Δάμιδι, ὡς ἄρα
15συγχωροίη αὐτῷ τε καὶ τοῖς ἑταίροις σιτεῖσθαι τῶν κρεῶν, τὸ γὰρ ἀπέχεσθαι αὐτῶν αὐτοῖς μὲν εἰς οὐ‐ δὲν ὁρᾶν προβαῖνον, ἑαυτῷ δὲ εἰς ἃ ὡμολόγηται πρὸς φιλοσοφίαν ἐκ παιδός. καίτοι τίς οὐκ ἂν ἀπο‐ ρήσειεν, ὅτι μηδ’ αὐτόν, ὃν μόνον ἐδόκει τοῦ βίου
20ζηλωτὴν κεκτῆσθαι καὶ προὔτρεπεν ἐπὶ φιλοσοφίαν, εἶργεν οἷα φίλτατον τῆς τῶν ἐμψύχων, ὡς ἂν οὐχ ὁσίας κατὰ Πυθαγόραν τροφῆς, ὁ δ’ οὐκ οἶδ’ ὁποίῳ λόγῳ λέγων μὲν οὐ συνοίσειν ἑαυτῷ, κείνοις δ’ οὐ‐ δὲν ὁρᾶν ἀπὸ τῆς ἀποχῆς προβαῖνον ὡμολόγει; ἐπὶ
25τούτοις ὁ Φιλόστρατος ὁ τἀληθὲς τιμᾶν πρὸς τοῦ Φιλαλήθους μεμαρτυρημένος, ὅρα τῆς ἀληθείας ὁποῖα δείγματα παρίστησι· γενόμενον παρ’ Ἰνδοῖς τὸν Ἀπολλώνιον παραστήσασθαί φησιν ἑρμηνέα καὶ δι’ αὐτοῦ προσδιαλέγεσθαι Φραώτῃ, τοῦτο δ’ εἶναι τῷ
30βασιλεῖ τῶν Ἰνδῶν ὄνομα, καὶ ὁ μικρῷ πρόσθεν κατ’ αὐτὸν πασῶν γλωσσῶν συνεὶς νῦν αὖ κατὰ τὸν αὐ‐
τὸν ἑρμηνέως δεῖται. καὶ πάλιν ὁ (τὰ) κατὰ διάνοιαν382

383

ἀνθρώπων εἰδὼς καὶ μόνον οὐχὶ κατὰ τὸν παρ’ αὐτοῖς θεὸν κωφοῦ τε ξυνιεὶς καὶ οὐ λαλέοντος ἀκούων δι’ ἑρμηνέως ἀνερωτᾷ, ὁποία τις εἴη τῷ βασιλεῖ
5δίαιτα, ἡγεμόνα τε ἀξιοῖ τῆς ἐς Βραχμᾶνας πορείας γενέσθαι τινὰ αὐτῷ. καὶ μεταξὺ ὁ μὲν τῶν Ἰνδῶν βασιλεὺς καὶ ταῦτα βάρβαρος ὢν τὴν φύσιν τὸν ἑρ‐ μηνέα ἐκποδὼν μεταστησάμενος Ἑλλάδι χρῆται πρὸς αὐτὸν τῇ ὁμιλίᾳ παιδείαν καὶ πολυμάθειαν ἐνδει‐
10κνύμενος, ὁ δὲ οὐδ’ ὥς, ὅτι δὴ καὶ αὐτὸς τῆς παρ’ αὐτοῖς οὐκ ἀμαθῶς ἔχοι φωνῆς δέον ἐπεφιλοτιμή‐ σατο, ἀλλὰ καὶ λαλοῦντος Ἑλλάδι γλώσσῃ τοῦ Ἰν‐ δοῦ ἐκπλήττεται, ᾗ φησιν ὁ Φιλόστρατος ἀκόλουθα, ὡς ἔοικεν, ἑαυτῷ γράφων. πῶς γὰρ ἂν ἐξεπλάγη
15μὴ οὐχὶ βάρβαρον οἰηθείς; καὶ τὸν τοιοῦτον θαυ‐ μάσας οὔποτ’ ἂν ἑλληνίσαι προσεδόκησεν· εἶθ’, ὥσπερ τι παραδόντα παράδοξον καταπλαγεὶς καὶ τὸ τούτου ἔτ’ ἀγνοῶν αἴτιον „εἰπέ μοι“ ἔφη ὁ Ἀπολ‐ λώνιος „ὦ βασιλεῦ, πόθεν οὕτως ἔχεις φωνῆς Ἑλ‐
20λάδος; φιλοσοφία τε ἡ περὶ σὲ πόθεν ἐνταῦθα; οὐδὲ γὰρ ἐς διδασκάλους γε, οἶμαι, ἀναφέρεις, ἐπεὶ μηδὲ εἶναι Ἰνδοῖς (εἰκὸς) διδασκάλους τούτου.“ αὗται αἱ παράδοξοι τοῦ πάντα προγνώσει διειληφότος φω‐ ναί, ἃς ὁ βασιλεὺς ἀμειβόμενος, ὅτι τε σχοίη διδα‐
25σκάλους καὶ οἵτινες οὗτοι ἕκαστά τε πατρόθεν τῶν περὶ αὐτὸν συμβεβηκότων φράζει. εἶτα καί τισι τοῦ Ἰνδοῦ δικάζοντος περὶ θησαυροῦ φωραθέντος ἐν ἀγρῷ, πότερα τῷ πριαμένῳ ἢ τῷ τὸ χωρίον ἀποδο‐ μένῳ δέοι νεῖμαι τοῦτον, ὁ πάντα φιλόσοφος καὶ
30θεοῖς κεχαρισμένος ἐρωτηθεὶς ἐπικρίνει τῷ πρια‐ μένῳ, λογισμὸν δὴ αὐτοῖς ῥήμασιν ἐπειπὼν „ὡς οὐκ
ἂν οἱ θεοὶ τὸν μὲν ἀφείλοντο καὶ τὴν γῆν, εἰ μὴ383

384

φαῦλος ἦν, τῷ δ’ αὖ καὶ τὰ ὑπὸ γῆν δοῦναι, εἰ μὴ βελτίων ἦν τοῦ ἀποδομένου.“ ὡς κατ’ αὐτὸν δὴ συνάγεσθαι, τοὺς μὲν εὐπόρους καὶ πλούτῳ διαφέ‐ ροντας, κἂν αἰσχρότατοι καὶ πανωλέστατοι τυγχά‐
5νοιεν, τρισευδαίμονας καὶ θεοφιλεῖς ἡγεῖσθαι, μόνους δ’ ἄρα κακοδαίμονάς τε καὶ ἀθλίους τοὺς πενεστά‐ τους, κἂν Σωκράτης, κἂν Διογένης, κἂν αὐτὸς ἐκεῖ‐ νος Πυθαγόρας τυγχάνῃ, κἂν ἄλλος, οἱ πάντων ἀν‐ δρῶν σωφρονέστατοι τε καὶ ἐπιεικέστατοι. εἴποι γὰρ
10ἄν τις ἑπόμενος τῷ λόγῳ μὴ ἂν κατ’ αὐτὸν τοὺς θεοὺς τοὺς μὲν πένητας, τούτους δὴ αὐτούς, οἳ κατὰ φιλοσοφίαν διήνεγκαν, ἀφελέσθαι καὶ τὰ πρὸς τὴν ἀναγκαίαν τροφὴν μὴ οὐχὶ πάντως φαύλους ὄντας τὸν τρόπον, τοῖς δὲ τὸ ἦθος ἀκολαστοτέροις ἄφθονα
15καὶ τὰ μὴ ἀναγκαῖα παρασχεῖν, εἰ μὴ βελτίους ἐτύγ‐ χανον τῶν προτέρων, ἐξ ὧν παντί τῳ καταφανὴς ἡ τοῦ συμπεράσματος ἀτοπία. Ταῦτα καὶ ἀπὸ τοῦ δευτέρου παραθέμενοι ἴωμεν ἐπὶ τὸ τρίτον τὰ κατὰ τοὺς βεβοημένους ἐποψόμενοι
20Βραχμᾶνας· ἔνθα δὴ τὰ ὑπὲρ Θούλην ἄπιστα καὶ εἴ τί περ ἄλλο τερατῶδές ποτε μυθολόγοις τισὶν ἀνα‐ πέπλασται, εὖ μάλα πιστὰ καὶ ἀληθέστατα, ὡς ἐν παραθέσει τούτων, ἀναφανήσεται, οἷς καὶ τὸν νοῦν ἐπιστῆσαι ἄξιον τῆς τοῦ Φιλαλήθους ἕνεκεν αὐθα‐
25δείας ἡμῖν μὲν εὐχέρειαν καὶ κουφότητα τρόπου περιάπτοντος, αὑτῷ δὲ καὶ τοῖς αὐτῷ παραπλησίοις τὴν ἀκριβῆ καὶ βεβαίαν μετὰ συνέσεως κρίσιν. ὅρα γοῦν, ἐφ’ οἷς σεμνύνεται παραδόξοις τῶν ἡμετέρων θείων εὐαγγελιστῶν προκρίνων τὸν Φιλόστρατον,
30ὡς μὴ μόνον παιδείας ἐπὶ πλεῖστον ἥκοντα, ἀλλὰ καὶ ἀληθείας ἐπιμεμελημένον. πρῶτα μὲν οὖν ἐν τῇ
πρὸς τοὺς Βραχμᾶνας πορείᾳ τοῦ Ἀπολλωνίου γυνή384

385

τις αὐτῷ τὴν χροιὰν εἰσάγεται ἀπὸ τῆς κεφαλῆς ἐς ὀσφὺν λευκοτάτη, τὸ δὲ ἕτερον μέρος τοῦ σώματος μέλαινα, τὰ δὲ προϊόντων τῆς ἐπὶ τοὺς Βραχμᾶνας ὁδοῦ ὄρη καταπεφυτευμένα τὸ πέπερι καὶ τούτου
5πίθηκοι γεωργοὶ καὶ παράδοξοί τινες τὸ μέγεθος δρά‐ κοντες, ὧν ἀπὸ κεφαλῆς λαμπάδες ἀπορριπτοῦνται πυρός, οὓς εἴ τις ἀνέλοι, εὕροι ἄν, φησι, παραδόξους λίθους ἐν ταῖς κεφαλαῖς τῷ τοῦ Γύγου τοῦ παρὰ τῷ Πλάτωνι παραπλησίους. καὶ ταῦτα μὲν τὰ πρὸ
10τοῦ τῶν Βραχμάνων λόφου. ὡς δὲ καὶ εἰς αὐτὸν ἀφίκοντο, σανδαράκινον ἐνταῦθα φρέαρ ὕδατος ἰδεῖν παραδόξου καὶ κρατῆρα πλησίον πυρός, οὗ φλόγα ἀναπέμπεσθαι μολιβδώδη, δύο τε πίθους λίθου μέ‐ λανος τὸν μὲν ὄμβρων, τὸν δὲ ἀνέμων, ἀφ’ ὧν τοὺς
15Βραχμᾶνας, οἷς ἂν εἶεν τῆς χώρας ἵλεῳ, χορηγεῖν. ἀλλά γε καὶ ἀγάλματα παρ’ αὐτοῖς Ἀθηνᾶς Πολιάδος καὶ Ἀπόλλωνος Πυθίου καὶ Διονύσου Λιμναίου, καὶ ἄλλων τινῶν Ἑλληνικῶν θεῶν, Ἰάρχαν δὲ τὸν ἐπὶ πάντων διδάσκαλον καλεῖσθαι, ὃν καὶ ἰδεῖν καθεζό‐
20μενον πολλοῦ γε δεῖ φιλοσοφικῷ, σατραπικῷ δ’ ἂν μᾶλλον σχήματι ἐφ’ ὑψηλοτάτου δίφρου, χαλκοῦ δὲ μέλανος οὗτος ἦν καὶ πεποίκιλτο χρυσέοις ἀγάλμασιν, οἷα δὴ εἰκὸς τεχνουργῶν βαναύσων τρόπον πυρὶ καὶ σιδήρῳ μοχθοῦντας τοὺς φιλοσόφους τεχνουργεῖν, ἡ
25καὶ θαυματοποιῶν δίκην αὐτόματον ἀποτελεῖν τὸ δημιούργημα, οἱ δὲ τῶν ἄλλων τῶν μετ’ αὐτὸν διδα‐ σκάλων δίφροι χαλκοῖ μέν, φησιν, ἄσημοι δ’ ἦσαν καὶ ἧττον ὑψηλοί. ἔδει γάρ που πάντως τυράννου σχήματι προνομίας τῆς ἐν ἀγάλμασι καὶ χρυσῷ τὸν
30τῆς θείας φιλοσοφίας ἀξιοῦσθαι διδάσκαλον. πρῶ‐ τον δὲ τὸν Ἰάρχαν ἰδόντα φησὶ τὸν Ἀπολλώνιον ἐξ
ὀνόματός τε προσειπεῖν Ἑλλάδι τῇ φωνῇ καὶ ἣν385

386

αὐτῷ παρὰ Φραώτου κομίζοι, ἐπιστολὴν αἰτῆσαι κατὰ πρόγνωσιν ἤδη τοῦτο προειληφότα ἐνδείξασθαί τε τὸ ἔνθεον τῆς προγνώσεως προειρηκότα, ὡς ἄρα ἑνὶ γράμματι τῷ δέλτα λείποι ἡ ἐπιστολὴ ἄρξασθαί τε
5ἀπειροκάλως εὐθὺς ἀπὸ πρώτης ὁμιλίας ἀπειροπλού‐ του δίκην ἐνεπιδείκνυσθαι τὸ τῆς προγνώσεως πλεο‐ νέκτημα πατέρα καὶ μητέρα καταλέγοντα τοῦ Ἀπολ‐ λωνίου γένος τε καὶ τροφὴν καὶ παιδείαν καὶ τὰς κατὰ χρόνους ἀποδημίας καὶ τὴν εἰς αὐτὸν πορείαν
10καὶ τὰ κατ’ αὐτὴν πεπραγμένα τε αὐτῷ καὶ ὡμιλη‐ μένα. εἶτα δέ φησιν αὐτὸς οὗτος ὁ θαυμάσιος συγ‐ γραφεὺς τοὺς Βραχμᾶνας ἅμα τῷ Ἀπολλωνίῳ χρι‐ σαμένους ἠλεκτρίνῳ φαρμάκῳ λούσασθαι καὶ περι‐ στάντας ὡς ἐν χορῷ τὴν γῆν τύψαι ταῖς ῥάβδοις,
15τὴν δὲ κυρτωθεῖσαν ἀναπέμψαι αὐτοὺς εἰς δίπηχυ τοῦ ἀέρος, ἑστάναι τε αὐτοὺς μετεώρους ἐν αὐτῷ ἀέρι ἐπί τι χρόνου διάστημα, ἕλκειν δὲ καὶ πῦρ ἀπὸ τοῦ ἡλίου, ὅτε βούλοιντο, αὐτομάτως. τούτοις δ’ ἐπιφέρει παράδοξον ὁ θαυματολόγος, ὡς ἄρα τρίπο‐
20δες Πυθικοὶ τέτταρες ἐξεκυκλήθησαν αὐτόματοι φοι‐ τῶντες, καὶ εἰκάζει δὴ οὖν αὐτοὺς τοῖς Ὁμηρείοις οἰνοχόους τε ἐπὶ τούτοις ἐκ χαλκοῦ διακόνους τὴν ὕλην ἵστησι τέτταρας, ἐπιλέγει δέ, ὡς ἄρα καὶ ἡ γῆ αὐτομάτως ὑπεστόρνυτο αὐτοῖς πόας. τῶν δὲ τριπό‐
25δων οἱ μὲν δύο, φησίν, οἴνου ἀπέρρεον, οἱ δὲ ἕτεροι δύο ὁ μὲν ὕδατος θερμοῦ κρᾶσιν παρεῖχεν, ὁ δ’ αὖ ψυχροῦ. τοὺς δὲ οἰνοχόους τοὺς χαλκοῦς ἀρύεσθαι εὐμέτρως τοῦ τε οἴνου καὶ τοῦ ὕδατος, περιελαύνειν τε κύκλῳ τὰς κύλικας, ὥσπερ ἐν τοῖς πότοις. ταῦτα
30Ἱεροκλεῖ τὰ ἀνωτάτω καὶ καθόλου δικαστήρια πεπι‐ στευμένῳ μετὰ πολλῆς ἀνετάσεως ἀληθῆ καὶ πιστὰ
εἶναι δοκεῖ καὶ ἡμῶν μὲν εὐχέρεια καὶ κουφότης386

387

πλείστη ὅση κατέγνωσται παρ’ αὐτῷ, αὐτὸς δὲ τοι‐ αῦτα Φιλοστράτῳ πιστεύων αὐτοῖς δὴ ῥήμασι σεμνύ‐ νεται λέγων „ἐπισκεψώμεθά γε μήν, ὅσῳ βέλτιον καὶ συνετώτερον ἡμεῖς ἐκδεχόμεθα τὰ τοιαῦτα, καὶ ἣν
5περὶ τῶν ἐναρέτων ἀνδρῶν ἔχομεν γνώμην.“ ἐπὶ τοιούτῳ δὴ τῷ συμποσίῳ κατὰ τὸν αὐτὸν Φιλόστρα‐ τον βασιλεὺς ἐγχωριάζων Ἰνδοῖς εἰσάγεται συμπίνων τοῖς φιλοσόφοις, τοῦτον δὲ ἐνυβρίζειν καὶ ἐμπαρ‐ οινεῖν φιλοσοφίᾳ μεθύσκεσθαί τε παρ’ αὐτοῖς καὶ
10ἀντιπαρεξάγειν Ἡλίῳ καὶ ἀλαζονεύεσθαι ἱστορεῖ, καὶ πάλιν τὸν Ἀπολλώνιον δι’ ἑρμηνέως τὰ παρὰ τούτου μανθάνειν καὶ αὖ πάλιν πρὸς αὐτὸν διαλέ‐ γεσθαι ὑφερμηνεύοντος τοῦ Ἰάρχα· καὶ πῶς οὐ θαυ‐ μάζειν ἄξιον, ὅπως τὸν οὕτως ὑβριστὴν καὶ ἀτοπώ‐
15τατον παροινεῖν καὶ μεθύσκεσθαι παρὰ τηλικούτοις εἰκὸς ἦν, ὃν οὐδὲ παρεῖναι ἄξιον ἐν φιλοσόφων μή τί γε καὶ ἰσοθέων ἑστίᾳ; τί δέ μοι ἰσοθέους τούτους καλεῖν καὶ τῆς ἀξίας ἐνυβρίζειν τοὺς ἄνδρας; ὁπότε πυθομένου τοῦ Ἀπολλωνίου, τίνας ἑαυτοὺς ἡγοῦν‐
20ται, θεοὺς ἔφη ὁ Ἰάρχας, ὃς καὶ τοῖς συμπόταις, οἷα δὴ θεὸς φιλοσόφου μὲν ἥκιστα τρόπῳ, πολλοῦ γε δεῖ, μή τί γε μᾶλλον, οὗ ἔφησε, θεοῦ ἀξίως, (ἐς) τὴν φιάλην ἐπικύπτων ἐξῆρχεν, ἡ δέ, φησιν ὁ συγγρα‐ φεύς, ὡς ἄρα ἐπότιζεν ἱκανῶς πάντας, (καὶ) ἐπεδίδου,
25καθάπερ αἱ ἀπόρρητοι πηγαὶ τοῖς ἀνιμωμένοις. μετὰ ταῦτα κοιναὶ λόγων ὁμιλίαι καὶ σπουδαιολογίαι τῶν φιλοσόφων τοῦ μὲν Ἰάρχα διδάσκοντος, ὡς ἄρα ποτὲ αὐτῷ ἡ ψυχὴ ἐν ἑτέρῳ ἀνθρώπου βασιλέως γένοιτο σώματι καὶ τοιαδί τινα αὐτῷ πεπραγμένα εἴη, τοῦ
30δὲ Ἀπολλωνίου, ὡς νηὸς Αἰγυπτίας ποτὲ γένοιτο κυβερνήτης, καὶ τὰ τοιαῦτα διαπράξαιτο, πεύσεις τε
καὶ ἀποκρίσεις [ἑκάστου], ὧν καὶ τῆς σοφίας ἄξιον387

388

μηδαμῶς παρεκθέσθαι τὴν μνήμην. ἐρέσθαι δέ φησι τὸν Ἀπολλώνιον, εἰ ἔστι παρ’ αὐτοῖς χρύσεον ὕδωρ —ὢ τοῦ σοφοῦ καὶ παραδόξου πύσματος—καὶ περὶ ἀνθρώπων δὲ ὑπὸ γῆν οἰκούντων καὶ Πυγμαίων
5ἄλλων καὶ σκιαπόδων ἀνερωτᾶν, καὶ εἰ γίγνοιτο παρ’ αὐτοῖς ζῷον τετράπουν, ὃ λέγεται μαρτιχόρα, ὃ τὴν κεφαλὴν ἀνθρώπῳ εἰκάσθαι, λέοντι δὲ ὡμοιῶσθαι τὸ μέγεθος, τὴν δὲ οὐρὰν ἐκφέρειν πηχυαίας καὶ ἀκανθώδεις τὰς τρίχας, ἃς βάλλειν ὥσπερ τοξεύματα
10ἐς τοὺς θηρῶντας, καὶ τοιαῦτα μὲν τὸν Ἀπολλώνιον ἀνερωτᾶν, τὸν δὲ Ἰάρχαν διδάσκειν αὐτὸν περὶ μὲν τῶν Πυγμαίων, ὡς ἄρα εἶεν οἰκοῦντες μὲν ὑπόγειοι, διατρίβοντες δὲ ὑπὲρ τὸν Γάγγην ποταμὸν ζῶντες, περὶ δὲ τῶν ἄλλων, ὡς ἀνύπαρκτα εἴη. ἔριον ἐπὶ
15τούτοις φυόμενον αὐτοῖς ἀπὸ γῆς ἐς ἐσθῆτος ὕλην ὁ Φιλόστρατος ἀναγράφει, πάντως δήπου τῶν φιλο‐ σόφων ἱστὸν ἐποιχομένων καὶ ταλασιουργίαις ἐς ἐσθῆτος κατεργασίαν ἐκπονουμένων—οὐδὲ γὰρ εἰσῆκται παρ’ αὐτοῖς γυναικεῖον φῦλον—εἰ μὴ καὶ
20τοῦτο φήσειεν αὐτόματον αὐτοῖς παραδόξως δὴ ἱερὰν ἐς ἐσθῆτα μεταφύεσθαι. φέρειν δ’ ἕκαστον αὐτῶν ῥάβδον καὶ δακτύλιον ἀπόρρητον ἔχοντα ἰσχύν. εἶτα παραδοξοποιίαι τοῦ Βραχμᾶνος, ὡς δαιμονῶντα δι’ ἐπιστολῆς ἀνακαλέσαιτο, ὡς χωλεύοντα καταψήσας
25τὸν γλουτὸν θεραπεύσειεν, ὡς τυφλῷ τὸ βλέπειν καὶ ἀδρανεῖ τινι τὴν χεῖρα σῴαν χαρίζοιτο. πολλὰ κἀγαθὰ γένοιτο πραγμάτων ἡμᾶς ἀπολύσαντι τῷ συγγραφεῖ· δῆλα γάρ, ὡς ἀληθῆ καὶ ταῦτα, ὅτε βροντὰς καὶ ἀνέμους ἐν πίθοις τρίποδάς τε ἐκ λίθου
30φοιτῶντας αὐτομάτως καὶ οἰνοχόους ἀπὸ χαλκοῦ περιελαύνειν ἐν κύκλῳ τὰς κύλικας προιστορήσας
διὰ τῆς περὶ τούτων ὡς ἀληθῶν ἀφηγήσεως καὶ τῶν388

389

λοιπῶν ἁπάντων ἐξέφηνέ τε καὶ διήλεγξε τὴν μυθο‐ λογίαν. εἰρηκέναι δέ φησιν ὁ Φιλόστρατος τὸν Δά‐ μιν δίχα τῆς αὐτοῦ παρουσίας καὶ τῷ Ἰάρχᾳ συμφι‐ λοσοφῆσαι τὸν Ἀπολλώνιον εἰληφέναι τε παρ’ αὐτοῦ
5δακτυλίους ἑπτὰ ἐπωνύμους ἀστέρων, οὓς καὶ φο‐ ρεῖν αὐτὸν καθ’ ἕνα πρὸς τὰ ὀνόματα τῶν ἡμερῶν. ταῦτα δὲ νῦν εἰπὼν ὁ τἀληθὲς τιμᾶν παρὰ τῷ Φι‐ λαλήθει νενομισμένος μεθ’ ἕτερα τῆς γραφῆς, ὡς ἂν δὴ γοητείαν τῶν Βραχμάνων καταγνοὺς καὶ ταύ‐
10της ἐλεύθερον καταστῆσαι τὸν Ἀπολλώνιον φροντί‐ σας ἐπιφέρει φάσκων κατὰ λέξιν· „ἰδὼν δὲ παρὰ τοῖς Ἰνδοῖς τοὺς τρίποδας καὶ τοὺς οἰνοχόους καὶ ὅσα αὐτόματα ἐσφοιτᾶν εἶπον, οὔθ’, ὅπως σοφίζοιντο αὐτά, ἤρετο, οὔτε ἐδεήθη μαθεῖν, ἀλλ’ ἐπῄνει μέν,
15ζηλοῦν δὲ οὐκ ἠξίου.“ καὶ πῶς, ὦ οὗτος, οὐκ ἠξίου; ὁ δίχα τοῦ Δάμιδος σπουδὴν ποιούμενος συμφιλο‐ σοφεῖν αὐτοῖς καὶ τὸν μόνον ἑταῖρον, ὅ τι καὶ πράτ‐ τοι, λανθάνειν δέον ἡγούμενος, πῶς δὲ οὐκ ἠξίου ζηλοῦν ὁ τοὺς τῶν ἀστέρων ἐπωνύμους καταδεχόμε‐
20νος δακτυλίους καὶ τούτους ἀναγκαῖον τιθέμενος διὰ παντὸς τοῦ βίου φέρειν πρὸς τὰ ὀνόματα τῶν ἡμερῶν καίτοι γε ἀπόρρητον, ὡς φῂς αὐτός, ἔχον‐ τας ἰσχύν; εἰ δὲ καὶ δοθείη τὸ μὴ ζηλοῦν ἠξιωκέναι αὐτὸν ὡς μὴ εὖ πράττοντα, οὐκ ἐζήλου δηλονότι.
25πῶς οὖν ἐπῄνει, ἐφ’ οἷς μὴ ἠξίου ζηλοῦν; εἰ δ’ ὡς θείως ἐνεργοῦντας ἐπῄνει, πῶς οὐκ ἐζήλου τὰ ἐπαί‐ νων ἄξια; ἀλλὰ γὰρ μετὰ τὴν παρὰ τούτοις διατρι‐ βὴν παλινοστοῦντα αὐτὸν ἅμα τοῖς ἑταίροις ἐληλυ‐ θέναι φησὶν ἐς τὴν τῶν Ὠρειτῶν χώραν, ἔνθα χαλκαῖ
30μὲν αὐτοῖς αἱ πέτραι, χαλκῆ δὲ ἡ ψάμμος, χαλκοῦ δὲ ψῆγμα οἱ ποταμοὶ ἄγουσι.
Καὶ τοσαῦτα μὲν τὰ κατὰ τὸ τρίτον σύγγραμμα,389

390

ἐπίωμεν δ’ ἤδη καὶ τὰ ἑξῆς. ἐπανελθόντα φησὶν ἀπὸ τῆς Ἰνδῶν χώρας ἐπὶ τὴν Ἑλλάδα κοινωνὸν τῶν θεῶν πρὸς αὐτῶν τῶν θεῶν ἀνακεκηρῦχθαι, οἳ καὶ τοὺς κάμνοντας ὡς αὐτὸν ἐφ’ ὑγείᾳ παρέπεμπον,
5καὶ δῆτα ὡς ἐξ Ἀράβων καὶ μάγων καὶ Ἰνδῶν παρά‐ δοξόν τινα καὶ θεῖον ἡμῖν αὐτὸν ἀγαγὼν παραδόξων ἐντεῦθεν ἀφηγημάτων κατάρχεται. καίτοι ἄν τις εἴποι εὐλόγως, ὅτι δὴ εἰ θειοτέρας ἢ κατ’ ἄνθρωπον φύσεως ἦν, πάλαι, ἀλλ’ οὐ νῦν ἔδει, πρὸ τῆς δὲ
10ἑτέρων μεταλήψεως τῶν θαυμασίων κατάρχεσθαι, περιττὴ δ’ ἂν καὶ ἡ ἐξ Ἀράβων αὐτῷ μάγων τε καὶ Ἰνδῶν διὰ σπουδῆς ἐπεχειρεῖτο πολυμάθεια, εἰ δή τις κατὰ τὴν δοθεῖσαν ὑπῆρξεν ὑπόθεσιν· ἀλλ’ οὗ‐ τός γε κατὰ τὸν φιλαλήθη συγγραφέα νῦν δὴ πάρεστι
15μετὰ τοσούτους διδασκάλους τὴν σοφίαν ἐνεπιδει‐ κνύμενος, καὶ πρῶτα μὲν οἷα ἐξ Ἀράβων καὶ τῆς παρ’ αὐτοῖς οἰωνιστικῆς ὁρμώμενος τὸν στρουθόν, ὅ τι καὶ βούλοιτο τοὺς ἑτέρους ἐπὶ τροφὴν παρακα‐ λῶν ἐφερμηνεύει τοῖς παροῦσιν, εἶτα δὲ λοιμοῦ (ἐν
20Ἐφέσῳ) προαισθόμενος προμαντεύεται τοῖς πολίταις. τὴν δ’ αἰτίαν καὶ τούτου ἐν τῇ πρὸς Δομετιανὸν ἀπολογίᾳ αὐτὸς παρατίθεται. ἐρομένου γάρ τοι αὐ‐ τόν, ὁπόθεν ὁρμώμενος τοῦτο προείποι, „λεπτοτέρᾳ“ ἔφη „χρώμενος, ὦ βασιλεῦ, διαίτῃ πρῶτος τοῦ δει‐
25νοῦ ᾐσθόμην.“ καὶ τρίτον δ’ αὐτοῦ θαῦμα γεγονὸς ἱστορεῖ, ὡς δὴ ἀλεξήσαντος τὸν λοιμόν, ὅπερ εἰ καὶ τὰ μάλιστα ἐν ταῖς ἐπὶ τέλει κατ’ αὐτοῦ κατηγορίαις οὐ τέθεικεν ὁ συγγραφεύς, ὅτι μὴ παρῆν, ὡς εἰκός, αὐτῷ δι’ ἀπολογίας ἀπολύσασθαι τὸ ἔγκλημα, φέρε
30δ’ οὖν ὅμως αὐτοὶ τὴν ἱστορίαν ἐς φανερὸν ὑπο‐ θώμεθα, οὕτω δὴ καὶ ταύτην εὐθύνοντες. εἴ τινι
γὰρ οὐκ [ἂν] εἴη σαφές, ὅτι δὴ πολὺ τὸ πλάσμα καὶ390

391

ἀπατηλὸν γοητείας τε ὡς ἀληθῶς ἔμπλεων, αὐτὸς ὁ τρόπος ἀπελέγχει τῆς ἱστορίας. τὸν γάρ τοι λοιμὸν ὑποτίθεται ἐν εἴδει πτωχεύοντος καὶ ῥάκεσιν ἠμ‐ φιεσμένου πρεσβύτου ἀνδρὸς ἑωρᾶσθαι, ὃν κατα‐
5λεύειν ἐπικελευσαμένου τοῦ Ἀπολλωνίου πρότερον μὲν πῦρ βάλλειν τῶν ὀφθαλμῶν, εἶθ’ ὕστερον βλη‐ θέντα λίθοις κύνα συντετριμμένον καὶ παραπτύοντα ἀφρόν, ὡς οἱ λυττῶντες, φανῆναι, εἰρηκέναι δ’ αὐ‐ τὸν περὶ τούτου καὶ ἐν τῇ πρὸς τὸν αὐτοκράτορα
10Δομετιανὸν ἀπολογίᾳ ταῦτα γράφει· „τὸ γὰρ τοῦ λοιμοῦ εἶδος, πτωχῷ δὲ γέροντι εἴκαστο, καὶ εἶδον καὶ ἰδὼν εἷλον οὐ παύσας νόσον, ἀλλ’ ἐξελών.“ τίς δὴ οὖν ἐπὶ τούτοις οὐ μέγα τὴν τοῦ θαυματοποιοῦ γελάσεται παραδοξοποιίαν ζῷον ὀφθαλμοῖς καὶ λί‐
15θων ὑποπῖπτον βολαῖς συντριβόμενόν τε πρὸς ἀν‐ θρώπων καὶ ἀφρὸν παραπτῦον τὴν τοῦ λοιμοῦ φύ‐ σιν ἀκούων, ὃς οὐδ’ ἄλλ’ ὁτιοῦν τυγχάνει ἢ φθορὰ καὶ κάκωσις ἀέρος ἐπὶ τὸ νοσῶδες τρεπομένου τοῦ περιέχοντος ἐκ πονηρῶν τε καὶ φαύλων ἀναθυμιά‐
20σεων, ᾗ λόγος ἰατρικὸς παραδίδωσι, συνισταμένου; καὶ ἄλλως δ’ ἂν τὸ φάσμα διευθυνθείη, ἐπείπερ μόνῃ τῇ τῶν Ἐφεσίων πόλει, ἀλλ’ οὐχὶ καὶ τοῖς ὁμό‐ ροις τὸν λοιμὸν ἐπισκῆψαί φησιν ὁ λόγος, ὅπερ πῶς οὐκ ἂν γεγόνει κάκωσιν τοῦ περιέχοντος πεπονθότος;
25οὐ γὰρ δὴ κατακλεισθὲν μόνῳ ἂν ἐφήδρευσε τῷ περὶ τὴν Ἔφεσον ἀέρι τὸ νόσημα. τέταρτον αὐτῷ παρά‐ δοξον Ἀχιλλέως ἦν ψυχὴ πρότερον μὲν ἐν χλαμύδι πεντάπηχυς, εἶτα δωδεκάπηχυς τὸ μέγεθος παρὰ τῷ ἰδίῳ αὐτοῦ μνήματι φαινομένη Θετταλούς τε καται‐
30τιωμένη, ὅτι δὴ τὰ ἐναγίσματα αὐτῷ, ὡς ἔθος ἦν, οὐκ ἐπετέλουν, μηνιῶσά τε εἰσέτι Τρωσὶ τῶν ἐς
αὐτὸν πεπλημμελημένων καὶ προστάττουσα τῷ Ἀπολ‐391

392

λωνίῳ πέντε λόγους, οὓς ἂν αὐτός τε βούλοιτο καὶ αἱ Μοῖραι συγχωροῖεν, ἀνερέσθαι. εἶθ’ ὁ πάντα εἰδὼς καὶ τῶν μελλόντων πρόγνωσιν αὐχῶν ἔτι ἀγνοεῖ, εἰ τάφου τύχοι Ἀχιλλεὺς καὶ εἰ Μουσῶν
5θρῆνοι καὶ Νηρηίδων ἐπ’ αὐτῷ γεγόνασι, καὶ περὶ τούτων αὐτὸν ἀνερωτᾷ καὶ διαπυνθάνεται, εἰ Πολυ‐ ξένη ἐπισφαγείη αὐτῷ καὶ εἰ Ἑλένη ἐς Τροίαν ἐλη‐ λύθοι, ὡς σεμνά γε καὶ κατεπείγοντα εἰς τὸν φιλό‐ σοφον βίον τοῦ ἥρωος καὶ σπουδῆς ἄξια ἐρωτήματα.
10θαυμάζει δ’ ἐπὶ τούτοις, εἰ τοσοῦτοι ἥρωες παρὰ τοῖς Ἕλλησιν ἑνὶ χρόνῳ γεγόνασι καὶ εἰ ἀφίκετο ἐς Τροίαν Παλαμήδης. τὸν δὴ θεῶν ὁρωμένων τε καὶ οὐχ ὁρωμένων ὁμιλητὴν τοιαῦτα ἀγνοεῖν, καὶ περὶ τοιούτων ἀνερωτᾶν, ποίας οὐχὶ γένοιτ’ ἂν αἰσχύνης;
15εἰ μὴ ἄρα, ἐπειδὴ νεκροῖς ὁμιλῶν εἰσῆκται, ἐπὶ τὸ ψυχρότερον μεταποιεῖ τὰς πεύσεις ὁ συγγραφεύς, ὡς ἂν ὑπεκλύσειε τὴν ὑπόνοιαν τοῦ πέρα τῶν προσ‐ ηκόντων αὐτὸν περιειργάσθαι δοκεῖν, καὶ γὰρ δὴ καὶ ἀπολογούμενον αὐτὸν ὑπογράφει, ὅτι μὴ κατὰ
20νεκρομαντείαν ὁ τρόπος αὐτῷ τῆς φανείσης ὄψεως γένοιτο, „οὔτε γὰρ βόθρον“ εἶπεν „Ὀδυσσέως ὀρυ‐ ξάμενος, οὐδ’ ἀρνῶν αἵμασι ψυχαγωγήσας, ἐς διά‐ λεξιν τοῦ Ἀχιλλέως ἦλθον, ἀλλ’ εὐξάμενος ὁπόσα τοῖς ἥρωσιν Ἰνδοί φασι δεῖν εὔξασθαι.“ καὶ ταῦτα
25νῦν πρὸς τὸν ἑταῖρον ἀποσεμνύνεται ὁ μηδὲν μα‐ θεῖν παρ’ Ἰνδῶν, μηδὲ ζηλῶσαι τὴν παρ’ αὐτοῖς σο‐ φίαν πρὸς τοῦ συγγραφέως μεμαρτυρημένος. τί δῆτα οὖν, ὦ οὗτος, εἰ μή τις ἦν κακοήθης περιεργία, μηδὲ τὸν ἕνα σοι καὶ γνήσιον καὶ μόνον ἑταῖρον Δάμιν
30κοινωνὸν ἐποιοῦ τῆς θαυμαστῆς ταύτης ὄψεώς τε καὶ ὁμιλίας; τί δ’ οὐχὶ καὶ δι’ ἡμέρας τοῦτο ποιεῖν
ἐξῆν, ἀλλὰ τῶν νυκτῶν ἀωρὶ καὶ μόνον; τί δὲ καὶ392

393

ἤλαυνον τὴν τοῦ ἥρωος ψυχὴν ἀλεκτρυόνων βοαί; „ἀπῆλθε γάρ“ φησι „ξὺν ἀστραπῇ μετρίᾳ, καὶ γὰρ δὴ καὶ ἀλεκτρυόνες ἤδη ᾠδῆς ἥπτοντο.“ δαίμοσι μὲν οὖν πονηροῖς γένοιτ’ ἂν ἴσως ὁ τῆς ὥρας ἐπι‐
5τήδειος εἰς περιέργους ὁμιλίας καιρός, ἀλλ’ οὐχ ἡρωίδι ψυχῇ, ἣν τῆς παχείας τοῦ σώματος ἐλευθε‐ ρωθεῖσαν ὕλης ἀγαθὴν καὶ πανάρετον εἶναι χρεών. ὅ γε μὴν εἰσηγμένος ἐνταῦθα δαίμων βάσκανος καὶ φθονερὸς τὸν τρόπον ὀργίλος τε καὶ ταπεινὸς τὴν
10διάθεσιν ὑποτετύπωται. ἢ οὐχὶ τοιοῦτος ὁ τὸν Ἀν‐ τισθένην μειράκιόν τι σπουδαῖον ὡς ἂν δὴ φιλοσόφῳ συνέπεσθαι τῷ Ἀπολλωνίῳ πειρώμενον ἀπείργων; προστάττει γὰρ τὸ μὴ ποιεῖσθαι αὐτὸν συνέμπορον τῆς ἑαυτοῦ φιλοσοφίας ἐπιλέγων τὴν αἰτίαν· „Πρια‐
15μίδης τε γάρ“ φησιν „ἱκανῶς ἐστι καὶ τὸν Ἕκτορα ὑμνῶν οὐ παύεται.“ πῶς δὲ οὐκ ὀργίλος καὶ τα‐ πεινὸς ὁ Θετταλοῖς, ὅτι μὴ θύοιεν αὐτῷ, θυμούμε‐ νος καὶ Τρωσίν, ὅτι δὴ πρὸ μυρίων ὅσων ἐτῶν εἰς αὐτὸν διημαρτήκασι, μὴ καταλλασσόμενος καὶ ταῦτα
20θύουσι καὶ συνεχῶς σπενδομένοις, ἀλλὰ καὶ τὸν Παλαμήδους τάφον αὐτῷ ἀγάλματι φαύλως ἐρριμ‐ μένῳ ἀναλαβεῖν ἐγκελευόμενος; τὸ μέντοι πέμπτον καὶ ἕκτον θαῦμα οὐ πολλῆς (ἂν) δέοιτο τοῦ λόγου διατριβῆς εἰς ἔνδειξιν τῆς τοῦ γράφοντος εὐχερείας·
25δαίμονας γὰρ ἀπελαύνει ἄλλῳ ἄλλον, ᾗ φασι, δαί‐ μονι, τὸν μὲν γὰρ ἐξ ἀκολάστου μειρακίου, τὸν δὲ ἐπιπλάστως εἰς γυναικείαν μορφὴν σχηματιζόμενον, τουτονὶ δὲ τὸν δαίμονα ἔμπουσαν καὶ λάμιαν αὐτοῖς ὀνόμασιν ὁ σοφώτατος ἀποκαλεῖ. τό γε μὴν ἐπὶ τῆς
30Ῥωμαίων πόλεως μετὰ ταῦτα κόριον, ὅ τι δὴ μετὰ θάνατον ἐπὶ δευτέραν ζῳὴν ἤγαγεν, ἀπιστότατον
καὶ αὐτῷ δόξαν τῷ Φιλοστράτῳ παραιτητέον. ἐν393

394

δισταγμῷ μέντοι ἀμφιβάλλει, μὴ ἄρα σπινθήρ τις ψυχῆς ἐνυπάρχων τῇ παιδὶ τοὺς θεραπεύοντας ἐλε‐ λήθει. λέγεσθαι γάρ φησιν, „ὡς ψακάζοι μὲν ὁ Ζεύς, ἡ δὲ ἀτμίζοι ἀπὸ τοῦ προσώπου.“ καὶ γὰρ δὴ
5εἰ ἀληθῶς αὐτῷ τοιόνδε ἐπ’ αὐτῆς Ῥώμης ἐπέπρακτο, οὐκ ἂν ἐλελήθει βασιλέα τε πρῶτον καὶ τοὺς μετ’ αὐτὸν ὑπάρχους ἅπαντας, μάλιστα δὲ τὸν φιλόσοφον Εὐφράτην ἐγχωριάζοντα κατ’ ἐκεῖνο καιροῦ καὶ ἐπὶ τῆς Ῥώμης διατρίβοντα, ὃς δὴ εἰς ὕστερον τὴν κατ’
10αὐτοῦ κατηγορίαν, ὡς δὴ κατὰ γόητος, ὑποβάλλειν ἱστόρηται. πάντως γὰρ ἂν καὶ τοῦτο, εἰ δὴ τοῦτο γεγονὸς ἦν, ταῖς ἄλλαις κατ’ αὐτοῦ διαβολαῖς πρὸς τοῦ κατηγόρου συγκατείλεκτο. καὶ τὰ μὲν ἐν μέρει καὶ κατ’ εἶδος αὐτῷ πεπραγμένα τοσαῦτα, μυρία δὲ
15καὶ ἄλλα κατὰ πρόγνωσιν αὐτὸν λέγων προμαντεύ‐ σασθαί τε καὶ προειρηκέναι γράφει καὶ ὡς Ἀθήνησι βουληθέντα μυηθῆναι τὰ Ἐλευσίνια ὁ τῇδε εἶρξεν ἱερεὺς μὴ ἄν ποτε φήσας μυήσεσθαι γόητα, μηδὲ τὰ Ἐλευσίνια ἀνοῖξαι ἀνθρώπῳ μὴ καθαρῷ τὰ δαιμό‐
20νια. ἀλλὰ καὶ τῷ ἀσελγῶς ἀγείροντι κατὰ τὴν Ῥώ‐ μην καὶ τὰς Νέρωνος μετὰ κιθάρας ἐπὶ μισθῷ διεξ‐ ιόντι ᾠδὰς μισθὸν ἐπιδοῦναι τοῖς ἑταίροις τῆς σοφῆς ταύτης ἐπιτηδεύσεως ὁ φιλοσοφώτατος διὰ τὸν Νέ‐ ρωνος φόβον προστάττει.
25 Ἐν τούτοις καὶ τοῦ τετάρτου περιγραφέντος ἐν τῷ πέμπτῳ τῆς περὶ αὐτοῦ γραφῆς εἰπών τινα περὶ προγνώσεως αὐτοῦ καὶ ἀποθαυμάσας ὁ συγγραφεὺς ἐπιλέγει ταῦτα κατὰ λέξιν „ὅτι μὲν δὴ τὰ τοιαῦτα δαιμονίᾳ κινήσει προέλεγε καὶ ὅτι τοῖς γόητα ἡγου‐
30μένοις τὸν ἄνδρα οὐχ ὑγιαίνει ὁ λόγος, δηλοῖ μὲν καὶ τὰ εἰρημένα, σκεψώμεθα δὲ κἀκεῖνα· οἱ γόητες,
ἡγοῦμαι δὲ αὐτοὺς ἐγὼ κακοδαιμονεστάτους ἀνθρώ‐394

395

πων, οἱ μὲν ἐς βασάνους εἰδώλων χωροῦντες, οἱ δ’ ἐς θυσίας βαρβάρους, οἱ δὲ ἐς τὸ ἐπᾷσαί τι ἢ ἀλεῖψαι μεταποιεῖν φασι τὰ εἱμαρμένα, ὁ δὲ εἵπετο μὲν τοῖς ἐκ Μοιρῶν καὶ προέλεγεν, ὡς ἀνάγκη ἔσεσθαι αὐτά,
5προέλεγε δὲ οὐ γοητεύων, ἀλλ’ ἐξ ὧν οἱ θεοὶ ἔφαι‐ νον, ἰδὼν δὲ παρὰ τοῖς Ἰνδοῖς τοὺς τρίποδας καὶ τοὺς οἰνοχόους καὶ ὅσα αὐτόματα ἐσφοιτᾶν εἶπον, οὔθ’ ὅπως σοφίζοιντο αὐτὰ ἤρετο, οὔτε ἐδεήθη μα‐ θεῖν, ἀλλ’ ἐπῄνει μέν, ζηλοῦν δὲ οὐκ ἠξίου.“ ταῦτα
10δὲ λέγων δῆλός ἐστι τοὺς περιβοήτους Ἰνδῶν φιλο‐ σόφους γόητας ἀποφαίνων. περὶ γάρ τοι γοήτων ποιούμενος τὸν λόγον μνημονεύει καὶ τούτων σοφί‐ ζεσθαι δὴ τὰ παράδοξα λέγων αὐτοὺς καὶ τόν, περὶ οὗ ὁ λόγος, τῆς τοιασδὶ αὐτῶν σοφιστείας ὡς ἂν μὴ
15ἀστείας ἀλλότριον ὑποτιθέμενος. οὐκοῦν εἰ φαί‐ νοιτο τούτους θεοὺς ἀποκαλῶν καὶ διδασκάλους ἐπι‐ γραφόμενος αὐτοὺς ὁ Ἀπολλώνιος, ὥρα ταῖς κατὰ τῶν διδασκάλων καὶ αὐτὸν ὑπάγειν διαβολαῖς. εἰσ‐ ῆκται δὴ οὖν παρ’ οἷς φησι γυμνοῖς Αἰγυπτίων, ῥή‐
20μασιν αὐτοῖς ταῦτα φάσκων· „οὐκ ἀπεικός τε πα‐ θεῖν μοι δοκῶ φιλοσοφίας ἡττηθεὶς εὖ κεκοσμημένης, ἣν ἐς τὸ πρόσφορον Ἰνδοὶ στείλαντες ἐφ’ ὑψηλῆς τε καὶ θείας μηχανῆς ἐκκυκλοῦσιν. ὡς δὴ ἐν δίκῃ μὲν ἠγάσθην, ἐν δίκῃ δὲ ἡγοῦμαι σοφούς τε καὶ μακα‐
25ρίους, ὥρα μανθάνειν.“ καὶ μετὰ βραχέα φησίν· „οὗτοι μὲν γὰρ θεοί τέ εἰσι καὶ κεκόσμηνται κατὰ τὴν Πυθίαν.“ καὶ Δομετιανῷ δὲ εἰσῆκται λέγων „καὶ τίς πρὸς Ἰάρχαν σοι πόλεμος ἢ πρὸς Φραώτην τοὺς Ἰνδούς; οὓς ἐγὼ μόνους ἀνθρώπων θεούς τε
30ἡγοῦμαι καὶ ἀξίους τῆς ἐπωνυμίας ταύτης;“ καὶ ἐν ἄλλοις δὲ ὁμοίως θεούς τε καὶ διδασκάλους τἀν‐
δρὸς ἐπιγράψας ὁ λόγος τοὺς δεδηλωμένους δακτυ‐395

396

λίους τε παρ’ αὐτῶν εἰληφέναι ὁμολογήσας αὐτὸν ἐπιλέλησται νῦν καὶ συνδιαβάλλων τοῖς διδασκάλοις τὸν μαθητὴν οὐκ ἐπαίει. ὑποβὰς δ’ ἐν τῇ γραφῇ αὐλητὴν ὑποτίθεται καὶ τὸν Ἀπολλώνιον ὥσπερ τινὸς
5οὔσης μεγίστης καὶ σοφωτάτης ἐπιστήμης τρόπους αὐλήσεως μάλα σπουδαίως μακροῖς τοῖς διεξηγήμα‐ σιν εἴροντα διεξέρχεται, καὶ αὐτοκράτορα Οὐεσπα‐ σιανὸν οἷα δὴ θεῷ προσεύξασθαι αὐτῷ ἱστορεῖ, καὶ τὸν μὲν ὡς εὐχῇ εἰρηκέναι τὸν Οὐεσπασιανόν·
10„ποίησόν με βασιλέα,“ τὸν δὲ ἀποκρίνασθαι· „ἐποί‐ ησα.“ καὶ τίς οὐκ ἂν μισήσειεν εὐλόγως τῆς ἀλα‐ ζονείας τὴν φωνὴν μανίας τὸ μηθὲν ἀποδέουσαν, ὅτε γε ἤδη αὐτὸς θεὸς καὶ βασιλέων ποιητὴς εἶναι φρυάττεται ὁ τῆς Αἰγυπτίας κυβερνήτης νεώς; τοῦτο
15γὰρ αὐτὸς ἑαυτὸν ὁ Ἀπολλώνιος γεγονέναι τὴν ψυ‐ χὴν ἐν ταῖς πρὸς τὸν Ἰνδὸν ὁμιλίαις μικρῷ πρόσθεν ἡμῖν δεδήλωκε. τῷ δ’ αὐτῷ βασιλεῖ, οὓς ἂν αὐτὸς δοκιμάζοι τῶν φιλοσόφων συμβούλους τῶν πρακτέων, γνωρίσαι αὐτῷ ἀξιοῦντι κατὰ λέξιν φησίν· „ἀγαθοὶ
20δὲ τούτων σύμβουλοι καὶ οἵδε οἱ ἄνδρες, τὸν Δίωνα δείξας καὶ τὸν Εὐφράτην μήπω αὐτῷ ἐς διαφορὰν ἥκοντα.“ καὶ αὖθις, „ὦ βασιλεῦ, εἶπεν, Εὐφράτης καὶ Δίων πάλαι σοι γνώριμοι ὄντες πρὸς θύραις εἰσὶν οὐκ ἀφρόντιδες τῶν σῶν. κάλει δὴ κἀκείνους
25ἐς κοινὸν λόγον, σοφὼ γὰρ τὼ ἄνδρε.“ πρὸς ἃ Οὐεσπασιανὸς „ἀκλείτουσ“ ἔφη „θύρας παρέχω σο‐ φοῖς ἀνδράσιν.“ εὖγε τῆς προγνώσεως τοῦ ἥρωος· Εὐφράτης νῦν ἀγαθός τε καὶ σοφός, ἐπεὶ μὴ ἐς δια‐ φοράν πω αὐτῷ ἐληλύθει, εἰ δ’ ἔλθοι—ὅσον οὔπω
30δὲ τοῦτ’ ἔσται—ὅρα οἷα περὶ αὐτοῦ ὁ αὐτὸς πρὸς Δομετιανὸν γράφει· „καὶ μὴν ὁπόσα γίγνεται φιλο‐
σόφῳ ἀνδρὶ κολακεύοντι τοὺς δυνατοὺς δηλοῖ τὰ396

397

Εὐφράτου· τούτῳ γὰρ ἐντεῦθεν, τί λέγω χρήματα; πηγαὶ μὲν οὖν εἰσι πλούτου, κἀπὶ τῶν τραπεζῶν ἤδη διαλέγεται κάπηλος ὑποκάπηλος τελώνης ὀβολοστά‐ της πάντα γιγνόμενος τὰ πωλούμενά τε καὶ πω‐
5λοῦντα, ἐντετύπωται δὲ ἀεὶ ταῖς τῶν δυνατῶν θύ‐ ραις καὶ προσέστηκεν αὐταῖς πλείω καιρὸν ἢ οἱ θυρωροί, ἀπελήφθη δὲ καὶ ὑπὸ τῶν θυρωρῶν πολ‐ λάκις, ὥσπερ τῶν κυνῶν οἱ λίχνοι, δραχμὴν δὲ οὐδὲ φιλοσόφῳ ἀνδρί ποτε προέμενος ἐπιτειχίζει νῦν
10τὸν ἑαυτοῦ πλοῦτον ἑτέροις τὸν Αἰγύπτιον τουτονὶ βόσκων χρήμασι καὶ ὀξύνων ἐπ’ ἐμὲ γλῶτταν ἀξίαν ἐκτετμῆσθαι. Εὐφράτην μὲν δὴ καταλείπω σοί, σὺ γάρ, ἢν μὴ κόλακας ἐπαινῇς, εὑρήσεις τὸν ἄνθρω‐ πον κακίω ἢ ἑρμηνεύω.“ ὁ δὴ πρὸς τὸν πατέρα τὸν
15Οὐεσπασιανὸν σοφὸν καὶ ἀγαθὸν τὸν Εὐφράτην μαρτυρόμενος, πρὸς δὲ τὸν υἱὸν ταῦτα περὶ αὐτοῦ διεξιὼν δῆλος ἂν εἴη τὸν αὐτὸν ἐπαινῶν τε καὶ ψέ‐ γων. ἆρ’ οὖν ὁ τὴν τῶν μελλόντων προειληφὼς γνῶσιν ἠγνόει, ὃς ἦν τε καὶ ἔσται τὸν τρόπον ὁ Εὐ‐
20φράτης; καὶ γὰρ οὐ νῦν πρῶτον, ἀλλὰ καὶ ἐπ’ αὐτοῦ Οὐεσπασιανοῦ διαβάλλειν αὐτὸν ὡς δὴ τὸ ἦθος μοχθηρότατον βούλεται. πῶς δὴ οὖν τὸν τοι‐ όνδε συνίστη βασιλεῖ, ὡς καὶ ἀκλείτους αὐτῷ διὰ τὰς παρ’ αὐτοῦ συστάσεις τῶν βασιλείων ἀναπεπε‐
25τάσθαι τὰς πύλας; ἀλλὰ γὰρ καὶ τυφλῷ, φασί, δῆ‐ λον, ὡς ἄρα πρόγνωσιν μὲν συκοφαντεῖται πρὸς τοῦ συγγραφέως ὁ ἄνθρωπος, εἴη δ’ ἂν ἄλλως γενναῖος, πάλαι μὲν πρὸ πείρας ἀφθόνως ἑταίροις, ἀτὰρ καὶ τῷ Εὐφράτῃ τῆς εἰς τὰ βασίλεια παρόδου κοινωνῶν,
30ὕστερον δὲ τῆς διαφορᾶς ἕνεκα τοιαῦτα περὶ αὐτοῦ λέγων. οὔπω μοι διαβάλλειν ὁ λόγος βούλεται τὸν
ἄνδρα, ὡς ἂν τὸν Εὐφράτην συκοφαντοῦντα φιλο‐397

398

σόφων γενόμενον τῶν καθ’ ἑαυτὸν ἐπιδοξότατον, ὡς καὶ ἐς δεῦρ’, οἷς μέτεστι φιλοσοφίας, ᾄδεσθαι, ὃ καὶ μέγιστον λάβοι ἄν τις, εἰ βούλοιτο, παράδειγμα [τῆς] κατὰ τοῦ Ἀπολλωνίου διαβολῆς. εἰ γὰρ οὖν ὁ
5Εὐφράτης παρ’ αὐτοῖς πάσῃ φιλοσοφίᾳ διαπρέψαι ὁμολογηθείη, ὥρα μισοπονηρίαν μὲν ἐκείνου κατη‐ γορεῖν ἐπεξιόντος τοῖς ἀτόπως ὑπὸ τοῦδε δρωμένοις, τουτονὶ δὲ πρὸς ἐκείνου κατηγορούμενον φαύλην περιβάλλεσθαι δόξαν, ὅτι δὴ μὴ τὸν ἀρέσκοντα τῷ
10φιλοσόφῳ μετῄει βίον. Πάλιν ἐν τῷ ἕκτῳ παραδοξολογῶν ὁ μυθολόγος ἄγει μὲν αὐτὸν ἅμα τοῖς ἑταίροις καμήλῳ ὀχούμενον ἐφ’ οὕς φησιν Αἰγυπτίων γυμνοὺς φιλοσόφους, ἔνθα δὴ προστάξαντος τοῦ γυμνοῦ πτελέα, φησί, τὸ δέν‐
15δρον προσαγορεύει τὸν Ἀπολλώνιον ἐνάρθρῳ καὶ θήλει τῇ φωνῇ, καὶ τούτοις γε ἡμᾶς ὁ Φιλαλήθης πιστεύειν ἀξιοῖ. εἶτα Πυγμαίους ἄνδρας ὑπὲρ τὴν τούτων ἱστορεῖ χώραν καὶ Ἀνθρωποφάγους καὶ Σκι‐ άποδας σάτυρόν τε πρὸς τοῦ Ἀπολλωνίου μεθυσκό‐
20μενον. ἐξ ἐκείνων δ’ αὖθις ἐπάνεισιν ἐπὶ τὴν Ἑλ‐ λάδα, ὁμιλίαι τε πάλιν αὐτῷ καὶ προγνώσεις ἀνα‐ κοινοῦνται πρὸς Τίτον, καὶ δηχθέντα ἔφηβον ὑπὸ λυττῶντος κυνός, ὃν δὴ καὶ ἐμαντεύσατο, ὅς τις εἴη τὴν ψυχήν, ὅτι ὁ τῆς Αἰγύπτου ποτὲ βασιλεὺς Ἄμα‐
25σις, τῆς συμφορᾶς ἀπαλλάττει, μέχρι καὶ τοῦ κυνὸς ἐπιτείνας τὸ φιλάνθρωπον. ταυτὶ μὲν οὖν τὰ πρὸ τῆς κατηγορίας αὐτῷ πεπραγμένα, ἐπιστῆσαι δ’ ἄξιον δι’ ὅλης τῆς πραγματείας, ὡς ὅτι κἂν ἀλη‐ θεύειν δοθῇ τῷ συγγραφεῖ τὰ παράδοξα, συνεργείᾳ
30δαίμονος ἕκαστον αὐτῷ διαπεπρᾶχθαι τούτων σαφῶς δείκνυται. τό τε γὰρ τοῦ λοιμοῦ προαισθέσθαι ἴσως
μὲν οὐδὲ περίεργον ἂν δόξειεν, εἰ [καθὼς αὐτὸς]398

399

ἀπὸ λεπτοτάτης καὶ καθαρᾶς διαίτης κατείληπτο, ὡς αὐτὸς ἔφησεν, ἴσως δὲ καὶ αὐτὸ ἐξ ὁμιλίας δαί‐ μονος αὐτῷ προμεμήνυτο. καὶ γὰρ δὴ καὶ τὰ λοιπά, ὅσα κατὰ πρόγνωσιν διειληφώς τε καὶ προειρηκὼς
5εἰσῆκται, εἰ καὶ μυρίοις ἐλέγχοις ἐξ αὐτῆς πάρεστι τῆς τοῦ Φιλοστράτου γραφῆς εὐθύνειν, ὅμως ἵνα συγχωρηθείη καὶ τοῦτ’ εἶναι ἀληθές, κατὰ περίεργον μηχανὴν εἴποιμ’ ἂν πρὸς δαίμονος αὐτῷ παρέδρου τινὰ τῶν μελλόντων, οὐδὲ γὰρ πάντα, κατειλῆφθαι.
10τοῦτο δὲ παρίστησι σαφὲς τὸ μὴ δι’ ὅλου καὶ περὶ πάντων τὴν πρόγνωσιν αὐτὸν ἀποσώζειν, ἀπορεῖν δὲ ἐν πλείστοις καὶ πυνθάνεσθαι δι’ ἄγνοιαν, ὅπερ οὐκ ἄν, εἰ θείας ἀρετῆς μετῆν αὐτῷ, πεπόνθει. καὶ αὐτὸ δὲ τὸ παῦσαι τὸν λοιμόν, ὁποῖον εἴληχε τὸ
15δρᾶμα, ὅτι φάσμα καὶ οὐδέν τι πλέον ἦν, προδεδή‐ λωται. ἀλλὰ καὶ ἡ ψυχὴ Ἀχιλλέως παρὰ τῷ αὐτοῦ μνήματι τί ἂν διατρίβοι τὰς ἐν μακάρων νήσοις, ὡς ἂν φήσειέ τις, ἀπολείπουσα διαγωγάς, εἰ μὴ καὶ τοῦτο δαίμονος ἦν ἐπιφανείας παρουσία; καὶ τοῦ
20ἀσελγοῦς δὲ μειρακίου σαφῶς ἔνοικον δαίμονα, καὶ πάλιν, ἣν ἔφησεν ἔμπουσάν τε καὶ λάμιαν ἐμπεπαρ‐ ῳνηκέναι τῷ Μενίππῳ, μείζονι τάχ’ ἴσως ἐξελή‐ λακε δαίμονι, ὁμοίως τε αὖ καὶ τὸν τὰς φρένας παρα‐ τραπέντα νεανίαν ὑπὸ τοῦ λυττῶντος κυνὸς αὐτόν
25τε τὸν δαιμονῶντα κύνα τῇ αὐτῇ μετήλλαξε μεθόδῳ. ὅρα δὴ οὖν, ὡς ἔφην, τὴν πᾶσαν αὐτῷ παραδοξο‐ ποιίαν, ὡς διὰ δαιμονικῆς ἀπετελεῖτο ὑπουργίας. τὸ γὰρ τῆς ἀναβιωσάσης κόρης, εἴγ’ ἔμπνους ὑπῆρχε σπινθῆρα ψυχῆς κατὰ τὸν συγγραφέα καὶ ἰκμάδα
30ἐπὶ τοῦ προσώπου φέρουσα, περιαιρετέον τῆς θαυ‐ ματοποιίας, οὐ γὰρ ἄν, ὡς καὶ πρόσθεν ἔφην, σιωπῇ
τὸ τηλικοῦτο παρεδόθη ἐπ’ αὐτῆς Ῥώμης βασιλέως399

400

ἐπιπαρόντος γεγενημένον. μυρία μὲν οὖν καὶ ἄλλα πάρεστιν ἐκ τῶν αὐτῶν ἀναλέξασθαι συγγραμμάτων τό τε ἐν αὐτοῖς εὐέλεγκτον καὶ ἀσύστατον μυθῶδές τε καὶ τερατῶδες ἀπευθύνειν. ὅμως, ἐπεί γε οὐδὲ
5πολλῆς τὰ κατὰ τὸν ἄνδρα δεῖται σπουδαιολογίας, οὐχ ὅτι γε ἐν θείοις καὶ παραδόξοις καὶ θαυμα‐ σίοις, ἀλλ’ οὐδ’ ἐν φιλοσόφοις παρά τισι τῶν νῦν μνήμης ὑπαρχούσης αὐτοῦ τοῖς εἰρημένοις ἀρκε‐ σθέντες μετίωμεν καὶ ἐπὶ τὸ ἕβδομον περὶ αὐτοῦ
10σύγγραμμα. Κατηγορεῖται δῆτα γοητείαν ὁ ἀνήρ. εἶτα Δη‐ μητρίῳ φιλοσόφῳ ἀποτρέποντι αὐτὸν τῆς ἐπὶ τὴν Ῥώμην παρόδου μὴ πειθόμενος ἐπαχθῆ τινα καὶ φορτικὰ περὶ ἑαυτοῦ ὧδέ πως λέγει· „ἐγὼ δὲ γι‐
15γνώσκω μὲν πλεῖστα ἀνθρώπων, ἅτε εἰδὼς πάντα, οἶδα δὲ ὧν οἶδα τὰ μὲν σπουδαίοις, τὰ δὲ σοφοῖς, τὰ δὲ ἐμαυτῷ, τὰ δὲ θεοῖς.“ καὶ δὴ ὁ ἐν τούτοις πάντ’ εἰδέναι μεγαλαυχούμενος προϊὼν ἄγνοιάν τι‐ νων πρὸς τοῦ λόγου κατηγορεῖται. εἶτα Δάμις αὐτῷ
20μεταπλάττεται διὰ θανάτου φόβον τὸν φιλόσοφον ἐπικρυπτόμενος. ἄκουε δ’ οὖν τοῦ συγγραφέως, ἃ περὶ αὐτοῦ φησιν ἀπολογούμενος· „αἰτία μὲν ἥδε τοῦ μεταβαλεῖν τὸν Δάμιν τὸ τῶν Πυθαγορείων σχῆμα,“ οὐ γὰρ κακίᾳ γε αὐτὸ μεθεῖναί φησιν,
25„οὐδὲ μεταγνούς, τέχνην δὲ ἐπαινέσας, ἣν ὑπῆλθεν ἐς τὸ συμφέρον τοῦ καιροῦ.“ ἐπὶ τούτοις ὁ Φιλό‐ στρατος τέσσαρας αἰτίας τὰς δὴ εὐχερεῖς αὐτῷ πρὸς ἀπολογίαν νομισθείσας ἐκτίθησιν ἀπὸ πλείστων καὶ ἄλλων αὐτὰς ὁμολογῶν ἀνειλέχθαι, ὧν ἡ μέν τις
30ἦν, τί δῆτα μαθὼν οὐ τὴν αὐτὴν ἅπασιν ἔχοι στο‐ λήν, ἡ δέ, τοῦ χάριν οἱ ἄνθρωποι θεὸν αὐτὸν νε‐
νομίκασι, τρίτην, πόθεν προείποι Ἐφεσίοις τὸν λοι‐400

401

μόν, ἐπὶ ταύταις, τίνι βαδίσας εἰς ἀγρὸν ἀνατέμοι τὸν παῖδα τὸν Ἀρκάδα. πρὸς ταύτας δέ φησι καὶ τὴν ἀπολογίαν αὐτὸν γεγραφέναι. πρότερον δ’ ἱστο‐ ρεῖ δεσμοῖς αὐτὸν παραδοθῆναι καί τι θαυμαστὸν
5ἐνταῦθα κατεργάσασθαι· τῷ γάρ τοι Δάμιδι μάλα λυπηρῶς, ὡς ἂν ἐπὶ συμφορᾷ τοῦ διδασκάλου, δια‐ κειμένῳ αὐτόματον ἐπιδεῖξαι λελυμένον τοῦ δεσμοῦ τὸ σκέλος, εἶτα πάλιν ἀναλαβόντ’ αὐτὸν τῆς λύπης ἐνθεῖναι εἰς τὸ πρότερον σχῆμα τὸν πόδα. μετὰ
10τοῦτο κρινόμενον αὐτὸν ἐπὶ βασιλέως Δομετιανοῦ γράφει [εἶτα] δὴ τῶν ἐγκλημάτων ἀπολυθῆναι καὶ μετὰ τὴν τῶν ἐγκλημάτων λύσιν οὐκ οἶδ’ ὅπως ἀκαίρως, μοι δοκεῖν, ἐν τῷ δικαστηρίῳ αὐτὰ δὴ ταῦτα ἀναφωνῆσαι „δός, εἰ βούλει, κἀμοὶ τόπον, εἰ
15δὲ μή, πέμπε τὸν ληψόμενόν μου τὸ σῶμα, τὴν γὰρ ψυχὴν ἀδύνατον. μᾶλλον δὲ οὐδ’ ἂν τὸ σῶμα τοὐ‐ μὸν λάβοις· οὐ γάρ με κτενέεις, ἐπεὶ οὔτοι μόρσιμός εἰμι,“ καὶ δὴ ἐπὶ τούτῳ τῷ περιβοήτῳ ῥήματι ἀφανισθῆναι
20τοῦ δικαστηρίου φησὶν αὐτόν, καὶ ἐν τούτοις τὸ περὶ αὐτοῦ καταστρέφει δρᾶμα. Ὁ μὲν οὖν συγγραφεὺς ἐπὶ τοῦ κατὰ τὸ δεσμω‐ τήριον θαύματος κατὰ φαντασίαν, ὡς ἔοικεν, ὑπὸ τοῦ παρέδρου δαίμονος τῷ Δάμιδι ἑωραμένου ἐπι‐
25φέρει λέγων „τότε πρῶτον ὁ Δάμις φησὶν ἀκριβῶς ξυνεῖναι τῆς Ἀπολλωνίου φύσεως, ὅτι θεία τε εἴη καὶ κρείττων ἀνθρώπου, μὴ γὰρ θύσαντά τι, πῶς γὰρ ἂν ἐν δεσμωτηρίῳ; μηδὲ εὐξάμενον, μηδὲ εἰπόντα τι καταγελάσαι τοῦ δεσμοῦ καὶ ἐναρμόσαντα αὐτῷ
30τὸ σκέλος τὰ τοῦ δεδεμένου πράττειν.“ ἐγὼ δὲ οὔποτ’ ἂν καταγνοίην βραδυτῆτα τοῦ φοιτητοῦ, εἰ
τὸν πάντα βίον συνὼν αὐτῷ καὶ διά τινων περιέργων401

402

ὁρῶν αὐτὸν ἀποτελοῦντα τὰ παράδοξα οὐδέν τι δια‐ φέρειν αὐτὸν ἡγεῖτο τῆς θνητῆς φύσεως, ἀλλ’ ἔτι καὶ νῦν μετὰ τοσαύτην θαυματουργίαν τὰ κατ’ αὐ‐ τὸν ἀγνοεῖ, εἰκότως δ’ ἀγωνιᾷ καὶ δέδιε ὡς ὑπὲρ
5ἀνθρώπου, μή τι πάθοι παρὰ προαίρεσιν. εἰ δὲ δὴ πρῶτον ἄρτι μετὰ τὴν τοσαύτην διατριβήν, ὅτι δὴ θεῖος εἴη καὶ κρείττονος ἀνθρώπου φύσεως, συνίησι, τὴν τούτου συνιδεῖν ἄξιον αἰτίαν, ἣν αὐτὸς ὁ συγ‐ γραφεὺς δηλοῖ λέγων „μὴ γὰρ θύσαντά τι, μηδὲ
10ἐπευξάμενον, μηδέ τι τῶν ἀπορρήτων εἰρηκότα“ τὸ παράδοξον ἰδεῖν αὐτὸν πεποιηκότα. οὐκοῦν τὰ πρό‐ τερον διὰ περιέργου μηχανῆς ἐτελεῖτο τῷ ἀνδρί, διὸ μηδὲ καταπλήττεσθαι αὐτά, μηδὲ θαυμάζειν τὸν Δάμιν, εἰκότως δὲ νῦν τοῦτο πρῶτον πέπον‐
15θεν, ὡς ξένου τινὸς ὑπ’ αὐτοῦ παρὰ τὰ συνήθη διαπεπραγμένου. πρὸς τὸ δειχθὲν δὲ τοῦ δεσμοῦ φάσμα καὶ τὴν ἀπὸ τοῦ δικαστηρίου ἀναχώρησιν τὰς πρὸς Δομετιανὸν αὐτοῦ τοῦ Ἀπολλωνίου φω‐ νὰς παραθείμην ἄν· δεσμοῖς γάρ τοι αὐτὸν παρα‐
20δοθῆναι προστάξαντος βασιλέως πάνυ γε ἀκολού‐ θως ὁ Ἀπολλώνιος συνελογίσατο ὡδί πως· „εἰ μὲν γόητά με ἡγῇ, πῶς δήσεις; εἰ δὲ δήσεις, πῶς γόητα εἶναι φήσεις;“ ἀντικρούσει γοῦν αὐτῷ τις ὡδί πως ἐκ τούτων ὁρμώμενος· εἰ μὲν οὐ γόης,
25πῶς λέλυταί σου τὸ σκέλος; εἰ δὲ λέλυται, πῶς οὐ γόης; καὶ εἰ τῷ ὑπομεῖναι τὸν δεσμὸν οὐ γόης, τῷ μὴ ὑπομεῖναι καὶ κατ’ αὐτὸν ὡμολόγηται γόης. καὶ αὖ πάλιν, εἰ ὑπομείνας τὸ δικαστήριον οὐ γόης, τῷ δὲ διαδρᾶναι τοῦτο καὶ τοὺς ἀμφ’ αὐτὸν βασι‐
30λέα, λέγω καὶ τοὺς ἐν κύκλῳ δορυφόρους, σαφῶς ἀναπέφανται γόης. ὃ δή μοι δοκῶ, συνῃσθημένος
ὁ λόγος θεραπεύει τὸ γεγονὸς ὡς δὴ ἄνευ θυσιῶν402

403

καὶ ἐπῳδῶν ἀρρήτῳ τινὶ καὶ ὑπὲρ ἄνθρωπον δυ‐ νάμει τοῦ παραδόξου πεφηνότος. ἀλλὰ γὰρ οὐκ ἐς μακρὰν αὖθις ὁ τῆς φύσεως παραστήσεται ἔλεγχος· αὐτίκα γάρ τινος ἐπιστάντος αὐτῷ καὶ φήσαντος
5„ἀφίησί σε, ὦ Ἀπολλώνιε, τουτωνὶ τῶν δεσμῶν ὁ βασιλεὺς καὶ ἐλευθέριον δεσμωτήριον συγχωρεῖ οἰκεῖν“ ὁ κρείττων ἢ ἄνθρωπος καὶ τῶν μελλόντων προγνώστης κωφοῦ τε ξυνιεὶς καὶ οὐ λαλέοντος ἀκούων
10ὑπὸ τῆς ἄγαν, ὡς εἰκός, περιχαρείας ἀποπεσὼν τῆς προγνώσεως πυνθάνεται λέγων „τίς οὖν ὁ μετα‐ σκευάσων με ἐντεῦθεν;“ ὁ δὲ „ἐγώ,“ ἔφη „καὶ ἕπου.“ εἶτα καὶ λόγον ἀπολογίας ὁ θειότατος μάλα γε πεφροντισμένως συντάττει, ἀγνοῶν, ὅτι δῆτα
15εἰς μάτην αὐτῷ σπουδασθήσεται ἡ γραφή. οἴεται μὲν γὰρ ἀκούσεσθαι αὐτοῦ ἀπολογουμένου βασιλέα, καὶ ὡς ἀκουσομένου γε σφόδρα πιθανῶς παρα‐ σκευάζεται τὴν ἀπολογίαν, ὁ δὲ ταύτην μὴ ἀναμεί‐ νας εἰς οὐ δέον αὐτοῦ τὴν σπουδὴν κατεστήσατο.
20ἄκουε δὴ οὖν καὶ περὶ τούτων, οἷά φησιν ὁ ἔλεγχος· „ἐπεὶ δὲ καὶ λόγος αὐτῷ συνεγράφη τις ὡς πρὸς ὕδωρ τὴν ἀπολογίαν ἀφήσοντι, ξυνεῖλε δὲ αὐτὸν ὁ τύραννος ἐς ἃς εἴρηκα ἐρωτήσεις, ἀναγεγράφθω καὶ ὁ λόγος.“ ὅρα δή, πῶς τοῦ μέλλοντος πορρω‐
25τάτω τυγχάνων ὁ πάντα θειότατος μετὰ πλείστης ὅσης φροντίδος ὡς πρὸς ὕδωρ τὴν ἀπολογίαν ποι‐ ησόμενος ἐσπούδαζεν. Ἀλλὰ γὰρ διεξιτητέον καὶ τὴν εἰς μάτην αὐτῷ πεποιημένην ἀπολογίαν, ἅ, ὡς πολλὰ καὶ ἄλλα ἐν
30ταύτῃ, Δομετιανῷ προσφωνῶν ἀπαυθαδίζεται λέ‐ γων, ὡς ἄρα Οὐεσπασιανὸς „σὲ μὲν βασιλέα ἐποί‐
ησεν, ὑπ’ ἐμοῦ δὲ ἐγένετο.“ βαβαὶ τῆς ἀλαζονείας,403

404

ἣν οὔτι γε ὁ τυχών, ἀλλ’ οὐδὲ εἰ φιλόσοφός τις ἀληθῶς καὶ τὴν ἀνθρωπείαν ὑπεραίρων ἐγεγόνει φύσιν, ἐτερατεύσατο ἂν μὴ οὐχὶ δίκην ἀνοίας παρὰ τοῖς ἔμφροσιν ὑποσχών. εἶτα δὲ τῆς κατ’ αὐτὸν
5ὑποψίας ἑαυτὸν ἀπολυόμενος ταῦτα περὶ γοήτων φησίν· „ἀλλὰ τοὺς γόητας ψευδοσόφους φημί, τὰ γὰρ οὐκ ὄντα εἶναι παρ’ αὐτοῖς, καὶ τὰ ὄντα ἄπιστα εἶναι.“ καταμάθοι δ’ οὖν τις ἔκ τε τῆς ὅλης πραγμα‐ τείας καὶ τῶν ἐν μέρει δεδηλωμένων, πότερα ἐν
10θείοις καὶ φιλοσόφοις ἢ ἐν γόησιν αὐτὸν κατατα‐ κτέον, ἐπιστήσας οἷς τε αὐτὸς περὶ γοήτων καὶ ψευ‐ δοσόφων εἴρηκε καὶ οἷς δεδήλωκεν ἡ κατ’ αὐτὸν ἱστορία· δρύες τε γὰρ καὶ πτελέαι ἐνάρθρῳ καὶ θήλει φωνῇ λαλοῦσαι καὶ τρίποδες αὐτόματοι φοιτῶντες
15καὶ χάλκεοι θεράποντες διακονούμενοι πίθοι τε ὄμ‐ βρων καὶ ἀνέμων καὶ σανδαράκινον ὕδωρ καὶ ὅσα ἄλλα τοιαῦτα εἰσῆκται, παρ’ οἷς ἡγεῖτο θεοῖς, οὓς καὶ οὐκ ὤκνει διδασκάλους ἐπιγράφεσθαι, τίνος ἂν εἶεν παραστατικὰ ἢ τῶν „τὰ οὐκ ὄντα εἶναι καὶ τὰ
20ὄντα ἄπιστα εἶναι“ παραδεικνύντων; οὓς αὐτὸς γόητας ὀνομάζων ψευδοσόφους ὑπάρχειν ἀποφαίνε‐ ται. ἤτοι οὖν ἐπὶ τούτοις ὁ θεῖος καὶ ἐνάρετος καὶ θεοῖς κεχαρισμένος τὸ σοφίας ἀναδησάμενος βρα‐ βεῖον αὐτοῦ Πυθαγόρου καὶ τῶν, ὅσοι μετ’ ἐκεῖνον,
25θειότερος ἀληθῶς καὶ μακρῷ εὐδαιμονέστερος ἂν κριθείη, ἢ ἔμπαλιν ψευδοσοφίας ἁλοὺς κακοδαιμό‐ νων ἀποίσεται τὰ πρωτεῖα. Πάλιν δ’ ἐν τῇ γραφῇ περὶ Μοιρῶν ἰσχύος φι‐ λοσοφῆσαι αὐτὸν ἐν Ἰωνίᾳ φησὶ διδάσκοντα οὕτως
30ἄτρεπτα εἶναι, ἃ κλώθουσιν, ὡς εἰ καὶ βασιλείαν τῳ ψηφίσαιντο ἑτέρῳ ἤδη ὑπάρχουσαν, οὐδ’ ἂν ἀπο‐
κτείνειέ τις τοῦτον, ὡς μὴ ἀφαιρεθείη ποτὲ ὑπ’404

405

αὐτοῦ τὸ ἄρχειν, καὶ ἂν ἀναβιῴη ἀποθανὼν ὑπὲρ τῶν δοξάντων ταῖς Μοίραις. καὶ τούτοις ἐπιλέγει αὐταῖς συλλαβαῖς „ὅτῳ πέπρωται γενέσθαι τεκτο‐ νικῷ, οὗτος, κἂν ἀποκοπῇ τὼ χεῖρε, τεκτονικὸς
5ἔσται, καὶ ὅτῳ νίκην ἐν Ὀλυμπίᾳ δρόμου ἄρασθαι, οὗτος [δ’], οὐδ’ εἰ πηρωθείη τὸ σκέλος, ἁμαρτήσεται τῆς νίκης, καὶ ὅτῳ ἔνευσαν Μοῖραι τὸ ἐν τοξικῇ κράτος, οὗτος, οὐδ’ εἰ ἀποβάλοι τὰς ὄψεις, ἐκπε‐ σεῖται τοῦ εὐσκόπου.“ τούτοις τὸν ἄρχοντα κολα‐
10κεύων ἐπιφέρει λέγων „τὰ δὲ τῶν βασιλέων ἔλεγον ἐς τοὺς Ἀκρισίους δήπου ὁρῶν καὶ τοὺς Λαΐους Ἀστυάγην τε τὸν Μῆδον καὶ πολλοὺς ἑτέρους εὖ τίθεσθαι τὰ τοιαῦτα δόξαντας, ὧν οἱ μὲν παῖδας, οἱ δὲ ἐγγόνους ἀποκτείνειν οἰηθέντες ἀφῃρέθησαν
15ὑπ’ αὐτῶν τὸ βασιλεύειν ἀναφύντων ἐπ’ αὐτοὺς ἐξ ἀφανοῦς ξὺν τῷ πεπρωμένῳ, καὶ εἰ μὲν ἠγάπων κολακευτικήν, εἶπον ἂν καὶ τάδε ἐντεθυμῆσθαι, ὅτε ἀπείληψο μὲν ὑπὸ Βιτελλίου, κατεπίμπρατο δὲ ὁ ναὸς τοῦ Διὸς περὶ τὰς ὀφρῦς τοῦ ἄστεος, ὁ δ’ εὖ
20κείσεσθαι τὰ ἑαυτοῦ ἔφασκεν, εἰ μὴ διαφύγοις αὐ‐ τόν—καίτοι μειράκιον ἱκανῶς ἦσθα, καὶ οὔπω οὗτος—ἀλλ’ ὅμως, ἐπεὶ Μοίραις ἐδόκει ἕτερα, ὁ μὲν ἀπώλετο αὐταῖς βουλαῖς, σὺ δὲ τὰ ἐκείνου νῦν ἔχεις. ἐπεὶ δὲ ἁρμονίᾳ κολακευτικῇ ἄχθομαι, δοκεῖ
25γάρ μοι τῶν ἐκρύθμων τε καὶ οὐκ εὐφθόγγων εἶναι, τετμήσθω μοι ἥδε ἡ νευρὰ καὶ μηδὲν ἡγοῦ τῶν σῶν ἐντεθυμῆσθαί με.“ διὰ τούτων δὲ ὁμοῦ τὸν ἄνδρα κόλακα καὶ ψεύστην καὶ πάντα μᾶλλον ἢ φι‐ λόσοφον ὁ ὑπὲρ τῆς ἀληθείας παρίστησι λόγος, τοσ‐
30αῦτα γὰρ πρότερον εἰπὼν κατὰ τοῦ Δομετιανοῦ κολακεύει νῦν ὁ γεννάδας καὶ καθυποκρίνεται ὡς
οὐδέν τι κατ’ αὐτοῦ, μᾶλλον δὲ ὑπὲρ αὐτοῦ τῶν405

406

περὶ Μοιρῶν αὐτῷ καὶ ἀνάγκης ἐν Ἰωνίᾳ κεκινη‐ μένων. ἀνάλαβε δῆτα τὴν ἱστορίαν, ὦ συγγραφεῦ, καὶ τῆς μέθης διανήψας τὰ πρότερόν σοι γραφέντα λαμπρᾷ καὶ φιλαλήθει δίελθε τῇ φωνῇ, μηδὲν ὑπο‐
5στειλάμενος, ὡς ἐν Ἐφέσῳ διατρίβων „ἀφίστη Δο‐ μετιανοῦ τοὺς ἄνδρας καὶ ὑπὲρ τῆς ἁπάντων ἐρ‐ ρώννυε σωτηρίας καὶ τὰς μὲν ἐπιστολιμαίους ὁμιλίας οὐκ ἀσφαλεῖς αὐτοῖς ᾤετο, τῶν δὲ ἑταίρων τοὺς σωφρονεστάτους ἄλλοτε ἄλλον ἀπολαμβάνων „διά‐
10κονον“ ἔλεγε „ποιοῦμαί σε ἀπορρήτου λαμπροῦ, βαδίσαι δέ σε χρὴ ἐς Ῥώμην παρὰ τὸν δεῖνα καὶ τὸν δεῖνα καὶ διαλεχθῆναί οἱ,“ καὶ (ὡς) „διελέγετο μὲν ὑπὲρ Μοιρῶν καὶ ἀνάγκης καὶ τὸν λόγον διῄει, ὅτι μηδὲ οἱ τύραννοι τὰ Μοιρῶν οἷοι βιάζεσθαι,“
15καὶ ὡς „χαλκῆς εἰκόνος ἱδρυμένης Δομετιανοῦ πρὸς τῷ Μέλητι ἐπιστρέψας ἐς αὐτὴν τοὺς παρόντας „ἀνόητε“ εἶπεν „ὡς πολὺ διαμαρτάνεις Μοιρῶν καὶ ἀνάγκης· ᾧ γὰρ μετὰ σὲ τυραννεῦσαι πέπρωται, τοῦτον καὶ εἰ ἀποκτείνειας, ἀναβιώσεται.“ ὁ δὴ
20μετὰ τοὺς τοιουσδὶ λόγους κολακεύων τὸν τύραννον καὶ μηδέν τι τούτων ὡς πρὸς αὐτὸν εἰρῆσθαι αὑτῷ κατειρωνευόμενος πῶς οὐ μοχθηρίας ἁπάσης (ἂν) καὶ ἀνελευθερίας κριθείη, εἰ μὴ ἄρα ψευδηγόρους τινὰς καὶ κατηγόρους τοῦ ἀνδρός, οὐχὶ δὲ ἀληθεῖς
25συγγραφέας θείη τις τοὺς ταῦτα μνήμῃ παραδεδω‐ κότας; καὶ ποῦ τοῦ Φιλαλήθους „οἱ παιδεύσεως μὲν ἐπὶ πλεῖστον ἥκοντες, τὸ δ’ ἀληθὲς τιμῶντες συγ‐ γραφεῖς Δάμις τε ὁ φιλόσοφος ὁ καὶ συνδιατρίψας τῷ δηλουμένῳ καὶ Φιλόστρατος ὁ Ἀθηναῖος,“ ἀφ’
30ὧν ταῦτα παρατίθεται, οὓς σαφῶς οὕτως ἐναντιο‐ λογοῦντας κομπάζοντάς τε ἀληθῶς καὶ τοῖς μαχο‐
μένοις παρισταμένους ψεύστας ἐναργῶς καὶ ἀπαι‐406

407

δεύτους καὶ γόητας τῆς ἀληθείας τὸ φέγγος διή‐ λεγξεν; ἐπὶ πᾶσι τὸν Ἀπολλώνιον ἀπαλλαγέντα τοῦ δικαστηρίου ἐν Λεβαδείᾳ [ἐλθεῖν] ἱστορεῖ βουλό‐ μενον εἰς Τροφωνίου κατελθεῖν μὴ ἐπιτρέπεσθαι
5πρὸς τῶν ἐπιχωρίων γόητα καὶ τούτων ἡγουμένων αὐτόν. καίτοι ἄξιον ἀπορῆσαι παραθέμενον τὰς ἐν ἀρχῇ τοῦ Φιλοστράτου λέξεις, ἐν αἷς ἀπορῶν, ὅτι δὴ γόητα αὐτὸν ὑπειλήφασιν αὐτὰ δὴ ταῦτα θαυ‐ μάζει λέγων Ἐμπεδοκλέα μὲν καὶ Πυθαγόραν καὶ
10Δημόκριτον τοῖς αὐτοῖς μάγοις ὡμιληκότας οὔπω ὑπῆχθαι τέχνῃ, Πλάτωνά τε παρὰ τῶν ἐν Αἰγύπτῳ ἱερέων τε καὶ προφητῶν πολλὰ παρειληφότα καὶ ταῦτα τοῖς ἰδίοις ἀναμίξαντα λόγοις οὐδαμῶς δόξαι τισὶ μαγεύειν, τουτονὶ δὲ οὔπω γιγνώσκεσθαι παρ’
15ἀνθρώποις, ὅτι δὴ ἀπὸ τῆς ἀληθινῆς ὁρμῷτο σο‐ φίας, μάγον δὲ αὐτὸν πάλαι τε καὶ εἰσέτι νῦν νενο‐ μίσθαι τῷ μάγοις Βαβυλωνίων Ἰνδῶν τε Βραχμᾶσι καὶ τοῖς Αἰγυπτίων Γυμνοῖς ὡμιληκέναι. τί δῆτα οὖν εἰρήσεται πρὸς αὐτόν; ὦ οὗτος, τῷδε τῷ ἀνδρὶ
20τί τοιοῦτο ἐπεχειρεῖτο, ὡς μόνον γόητα πάλαι τε καὶ εἰσέτι νῦν νενομίσθαι παρὰ τοὺς τηλικούτους ἄν‐ δρας, οἳ τῶν αὐτῶν αὐτῷ, ὡς φῄς, διδασκάλων πε‐ πειραμένοι διέπρεψαν μὲν καὶ καθ’ οὓς ἐγνωρίζοντο χρόνους καὶ εἰς τοὺς μετέπειτα δὲ τῆς σφῶν φιλο‐
25σοφίας ἀοίδιμον καταλελοίπασι τὴν ἀρετήν, εἰ μὴ ἄρα πέρα τῶν προσηκόντων ἐγχειρῶν τοῖς εὖ φρο‐ νοῦσι φανερὸς καθειστήκει, αὐτίκα τῶν νῦν εἰσιν, οἳ περιέργους μηχανὰς τῇ τοῦ ἀνδρὸς ἀνακειμένας προσηγορίᾳ κατειληφέναι λέγουσιν. ἀλλ’ οὐκ ἔμοιγε
30τούτοις φίλον προσέχειν τὸν νοῦν. ἀλλὰ γὰρ καὶ περὶ τῆς τελευτῆς τἀνδρὸς ἀκόλουθα τοῖς προτέροις
συντάττων οὐδὲν ἀληθὲς ἐξέφηνεν εἰδέναι, τοὺς μὲν407

408

γὰρ ἐν Ἐφέσῳ τελευτῆσαι αὐτὸν ἱστορεῖν, τοὺς δὲ ἐν Λίνδῳ (παρελθόντα) ἐς τὸ ἱερὸν τῆς Ἀθηνᾶς, ἄλλους δὲ ἐν Κρήτῃ, καὶ τοσαύτην ἄγνοιαν τοῦ περὶ αὐτὸν τέλους κατασκεδάσας βούλεται αὐτὸν ἐς οὐρα‐
5νὸν αὐτῷ σώματι χωρῆσαι. ἐσδραμόντος γὰρ ἐς ἱερόν φησι κλεισθῆναι τὰς πύλας καὶ τινὰ ᾠδὴν ἀδόκητον παρθένων ἐκπεσεῖν, τὸ δὲ ᾆσμα εἶναι· „στεῖχε, στεῖχε ἐς οὐρανόν, στεῖχε.“ λέγει δέ, ὡς μήτε τάφῳ μήτε κενοταφίῳ τοῦ ἀνδρός πω περιτύ‐
10χοι, καίτοι τῆς γῆς, ὁπόση ἐστίν, (φήσας) ἐπελθεῖν (πλείστην), καὶ βούλεται αὐτῷ ἡ διάνοια μηδὲ ὅλως θανάτου τὸν ἄνδρα θιγεῖν, πρότερον μὲν γὰρ ἀμφι‐ βάλλων περὶ τοῦ τρόπου, καθ’ ὃν ἐτελεύτα, φησὶν „εἴγε ἐτελεύτα,“ ὕστερον δὲ διαρρήδην καὶ ἐς οὐρα‐
15νὸν αὐτὸν χωρῆσαι φάσκει. ὅθεν ὡς δὴ τοιοῦτον ὄντα καὶ κατὰ τὸ προοίμιον τῆς [ὅλης] γραφῆς καὶ καθ’ ὅλην τὴν γραφὴν Πυθαγόρου καὶ Ἐμπεδο‐ κλέους θειότερόν φησι προσεληλυθέναι φιλοσοφίᾳ. Ἀλλὰ γὰρ ἐν τούτοις περιγραφομένου τοῦ λόγου
20βραχέ’ ἄττα περὶ Μοιρῶν καὶ εἱμαρμένης φέρε δια‐ λάβωμεν, ὅ τι καὶ βούλοιτο δι’ ὅλης αὐτῷ τῆς ὑπο‐ θέσεως ὁ λόγος τὸ μὲν ἐφ’ ἡμῖν ἀναιρῶν, ἀνάγκην δὲ εἰσάγων καὶ εἱμαρμένην καὶ Μοίρας, διαθροῦν‐ τες, ταύτῃ γὰρ ἡμῖν ἐντελῶς καὶ ἡ ἐν δόγμασι ψευ‐
25δοδοξία τἀνδρὸς διευθυνθήσεται. εἰ δὴ οὖν κατὰ τὸν τῆς ἀληθοῦς φιλοσοφίας λόγον ψυχὴ πᾶσα ἀθά‐ νατος, τὸ γὰρ ἀεικίνητον ἀθάνατον, τὸ δ’ ἄλλο κι‐ νοῦν καὶ ὑφ’ ἑτέρου κινούμενον παῦλαν ἔχον κινή‐ σεως παῦλαν ἔχει ζῳῆς, καὶ αἰτία ἑλομένου, θεὸς
30ἀναίτιος, τίς αἱρεῖ λόγος, ἄκουσαν, οὐχὶ δὲ κατὰ προαίρεσιν, ἀψύχου δίκην σώματος ἔξωθέν ποθεν
κινουμένην καὶ ὡσπερεὶ νευροσπαστουμένην ὧδε408

409

κἀκεῖσε τὴν ἀεικίνητον ἄγεσθαι φύσιν μηδὲν μηδα‐ μῶς ἐξ ἰδίας ὁρμῆς καὶ κινήσεως ἐνεργοῦσαν, μηδὲ εἰς ἑαυτὴν τὴν τῶν δρωμένων ἀναφέρουσαν αἰτίαν ταύτῃ τε μήτε φιλοσοφοῦσαν ἐπαινετέαν τυγχάνειν
5μήτ’ αὖ ψεκτὴν κακίας ἔμπλεων καὶ πονηρίας; τί δῆτα οὖν Εὐφράτῃ λοιδορούμενος καταμέμφῃ, ὦ τᾶν, εἰ μὴ παρ’ ἑαυτοῦ, ἀλλ’ ἐξ εἱμαρμένης ἐπὶ τὸ κέρδος ἐκδούς, ὡς αὐτὸς ἀξιοῖς, ὠλιγώρει φιλοσο‐ φίας; τί δὲ καὶ γόησιν ἐνυβρίζεις ψευδοσόφους ἀπο‐
10καλῶν ὑπὸ Μοιρῶν, ὡς ἡγῇ, καθελκομένους ἐπὶ τὸν κακοδαίμονα βίον; τί δὲ κακίαν ἁπλῶς ὀνομά‐ ζεις, καὶ πονηρός τις ἀνθρώπων οὐκ ἐν δίκῃ κρί‐ νεται παρὰ σοὶ τὸν ἐξ ἀνάγκης εἱμαρμένον ἀπο‐ πληρῶν ὅρον; καὶ ἔμπαλιν τίνι λόγῳ Πυθαγόραν
15σεμνολογῶν θαυμαστὸν ἐπιγράφῃ διδάσκαλον, καὶ Μοιρῶν παίγνιον, ἀλλ’ οὐκ ἐραστὴν ὄντα φιλοσο‐ φίας οὐκ ἀπολείπεις ἐπαινῶν, Φραώτης δὲ καὶ Ἰάρ‐ χας (οἱ) Ἰνδῶν φιλόσοφοι τί μᾶλλον παρὰ σοὶ θεῶν ἀπηνέγκαντο δόξαν μηδέν τι παιδείας ἴδιον, μηδ’
20ἀρετῆς ἀπενεγκάμενοι κλέος; Νέρωνος δ’ ὡσαύτως καὶ Δομετιανοῦ τί οὐχὶ Μοίραις καὶ ἀνάγκῃ τὴν ἀκόλαστον περιάπτεις ἀγερωχίαν πάσης αἰτίας καὶ παντὸς ἐγκλήματος ἐλευθερῶν τοὺς ἄνδρας; ἀλλὰ καὶ εἴ τῳ πέπρωται, ὡς φῄς, δρομικῷ καὶ τοξικῷ
25καὶ τεκτονικῷ, οὕτω δὴ καὶ εἰ γόητι τὸν τρόπον ὄντι μάγῳ ἀναφανῆναι μιαιφόνῳ τε καὶ πονηρῷ καὶ ἀκολάστῳ, πάντως που ἐξ ἀνάγκης τοιόσδε τις ἀπο‐ βήσεται. τί δῆτα οὖν περινοστῶν τοῖς μὴ οἵοις τε τυχεῖν διορθώσεως ἀρετὴν προκηρύττεις; ἢ τί κατα‐
30μέμφῃ τοῖς τὴν μοῖραν, ἀλλ’ οὐ τὴν προαίρεσιν ἀτοπωτάτοις; τί δὲ καί, εἰ αὐτῷ σοι πέπρωτο θείῳ
ὄντι τὴν φύσιν ὑπερᾶραι βασιλέων δόξης, εἰς διδα‐409

410

σκάλων ἐφοίτας καὶ φιλοσόφων Ἀραβίους τε καὶ Βα‐ βυλωνίων μάγους καὶ σοφοὺς Ἰνδῶν ἐπολυπραγμό‐ νεις; πάντως γάρ που καὶ τῆς τούτων δίχα κοινωνίας τὰ ἐκ Μοιρῶν ἐτελεῖτό σοι. τί δὲ καὶ οἷς νομίζεις
5θεοῖς τὰ μελιττοῦτα καὶ τὸν λιβανωτὸν εἰς μάτην ῥιπτεῖς, εὐσέβειάν τε ἐπιμορφαζόμενος ἐπ’ εὐχὰς τρέπεσθαι τοὺς ἑταίρους παρορμᾷς; αὐτός τε εὐχό‐ μενος τί παρὰ θεῶν αἰτεῖς, ὁπότε καὶ τούτων ὁμο‐ λογεῖς τὴν εἱμαρμένην κρατεῖν; καὶ μὴν ἔδει τοὺς
10ἄλλους θεοὺς παραμειψάμενον Ἀνάγκῃ μόνον καὶ Μοίραις θύειν καὶ τοῦ Διὸς αὐτοῦ μᾶλλον τὴν εἱμαρ‐ μένην προτιμᾶν. οὕτω δ’ ἄν σοι θεοὶ μὲν οὐκέτ’ ἂν ἦσαν καὶ εἰκότως, ἅτε μηδὲ ἀνθρώπους οἷοί τε ὠφελεῖν. ἀλλὰ καὶ (εἰ) πέπρωτο τοὺς Ἐφεσίους
15ἁλῶναι λοιμῷ πολίτας, τί τἀναντία νομοθετῶν παρα‐ κρούῃ τὴν εἱμαρμένην; μᾶλλον δὲ πῶς ὑπερῆρας τὴν Μοῖραν, τρόπαιον ὥσπερ κατ’ αὐτῆς ἀράμενος; εἰ δὲ καὶ τῆς Κλωθοῦς ἐπὶ τῇ κόρῃ τὸ νῆμα πέρας εἰλήχει, πόθεν ἐξ ὑπαρχῆς μετὰ θάνατον ἀναδησά‐
20μενος τῷ μίτῳ τὸν ἄτρακτον, ζωοποιὸς αὐτῇ παρα‐ πέφηνας; ἀλλ’ ἴσως Μοῖραι καὶ σὲ αὐτὸν ἐπὶ ταῦτ’ ἦγον. οὔτι πω φήσεις κατ’ ἀξίαν, πολλοῦ γε καὶ δεῖ, ὃς πρὸ τῆς εἰς τοῦτο τὸ σῶμα παρόδου τῶν ἐν θαλάττῃ καὶ κύμασι διατριβόντων γεγονέναι σεαυ‐
25τὸν λέγεις, ἀλλ’ ἐξ ἀνάγκης, ὡς εἰκὸς καὶ τοῦτο. οὔκουν θαυμάσιος οὔτε τῆς πρώτης γενέσεως καὶ τροφῆς, οὔτε τῆς ἐγκυκλίου παιδείας, οὔτε τῆς ἐν ἀκμῇ σώφρονος ἀγωγῆς, οὔτ’ ἀσκήσεως τῆς ἐν φι‐ λοσοφίᾳ, ἦν δ’ ἄρα τις Μοιρῶν ἀνάγκη καὶ εἰς Βα‐
30βυλωνίους ἐλαύνουσα, ὠθούμενος δ’ ὥσπερ καὶ τοῖς Ἰνδῶν ὡμίλεις σοφοῖς, καὶ ἐπὶ τοὺς Αἰγυπτίων δὲ
Γυμνοὺς οὐχ ἡ προαίρεσις, οὐδ’ ὁ φιλοσοφίας πόθος,410

411

Μοῖρα δὲ ἦγεν ἄγχουσα καὶ ἐπὶ τὰ Γάδειρα καὶ τὰς Ἡρακλείους στήλας ἑῷόν τε καὶ ἑσπέριον Ὠκεανὸν ἀλᾶσθαι καὶ αὐταῖς ἀτράκτοις εἰς μάτην ἐξεβιάζετο περιστρέφεσθαι. εἰ δὲ δὴ μετειληφέναι τι σοφίας
5αὐτὸν ἐκ τούτων εἴποι τις, Μοῖρα καὶ τούτων αἰτία καὶ οὐκέτ’ ἂν ἐν φιλομαθέσιν ὁ ἀνὴρ καταλεχθείη, οὐδ’ ἂν εὐλόγως θαυμασθείη τῆς οὐ κατὰ γνώμην, ἀλλὰ κατὰ ἀνάγκην αὐτῷ πορισθείσης φιλοσοφίας. ἐν ἴσῳ δ’ ἂν συγκρινόμενος εἴη κατ’ αὐτὸν Πυθα‐
10γόρας αὐτὸς καί τι τερατῶδες καὶ ἀπερριμμένον ἀν‐ δράποδον, Σωκράτης αὐτὸς φιλοσοφίας ὑπεραπο‐ θνήσκων καὶ οἱ τοῦτον θανάτου ἄξιον γραψάμενοι, Διογένης τε καὶ τὰ Ἀθηναίων μειράκια, καὶ ἁπλῶς εἰπεῖν ὁ σοφώτατος οὐκ ἂν διαφέροι τοῦ ἀφρονε‐
15στάτου καὶ ὁ ἀδικώτατος τοῦ δικαιοτάτου ὅ τε ἀκο‐ λαστότατος τοῦ σωφρονεστάτου καὶ ὁ δειλότατος τοῦ ἀνδρειοτάτου εἱμαρμένης καὶ Μοιρῶν παιγνίων τού‐ των ἁπάντων ἀποδεδειγμένων. ἀλλὰ γὰρ πρὸς ταῦτα τῆς ἀληθείας ὁ κῆρυξ ἀναβοήσεται λέγων· ὦ ἄν‐
20θρωποι, θνητὸν καὶ ἐπίκηρον γένος, ποῖ δὴ φέρεσθε τὸν τῆς ἀγνωσίας ἄκρατον ἐμπιόντες; λήξατε ποτὲ καὶ διανήψατε τῆς μέθης καὶ διανοίας ὀρθοῖς ὄμ‐ μασι τὸ σεμνὸν τῆς ἀληθείας ἐνοπτρίσασθε πρόσω‐ πον. οὐ θέμις ἀλήθειαν πολεμεῖν ἑαυτῇ καὶ μάχε‐
25σθαι, οὐδὲ δυοῖν ἐναντιωτάτοιν μίαν ὑφεστάναι καὶ τὴν αὐτὴν αἰτίαν. τῆς τοῦ θεοῦ προνοίας τὰ πάντα κρατούσης θείοις νόμοις διατέτακται τὸ πᾶν, ἀν‐ θρώπων τε ψυχῆς ὅρος αὐτοκράτορά τε καὶ κριτὴν ἡγεμόνα τε καὶ κύριον αὐτὸν ἑαυτοῦ καθίστησι φυ‐
30σικοῖς νόμοις καὶ φιλοσόφων δόγμασιν ἐκδιδάσκων, ὡς ἄρα τῶν ὄντων τὰ μέν ἐστιν ἐφ’ ἡμῖν, τὰ δὲ
οὐκ ἐφ’ ἡμῖν, καὶ ἐφ’ ἡμῖν μέν, ὅσα γένοιτ’ ἂν411

412

κατὰ προαίρεσίν τε καὶ πρᾶξιν, ἃ καὶ φύσει ἐλεύ‐ θερα ἀκώλυτα ἀπαρεμπόδιστα τυγχάνει, τὰ δὲ οὐκ ἐφ’ ἡμῖν ἀσθενῆ δοῦλα κωλυτὰ ἀλλότρια, ἃ καὶ περὶ τὸ σῶμα καὶ τὰ ἐκτὸς ἄψυχά τε ὄντα καὶ ἄλογα
5καὶ πάντῃ τῆς ἰδίας τοῦ λογικοῦ ζῴου φύσεως ἀλλο‐ τρίαν τὴν ὑπόστασιν ἔχει. τῶν δ’ ἐφ’ ἡμῖν τὴν ἐπὶ θάτερα ὁρμὴν ἀρετῆς τε καὶ κακίας ἕκαστος ἐν αὐτῇ κέκτηται προαιρέσει, καὶ τὸ μὲν τῶν ὅλων δεσπόζον τε καὶ ἡγεμονοῦν εὐθέως περαίνει κατὰ φύσιν περι‐
10πορευόμενον, τῷ δ’ αἰεὶ συνέπεται δίκη τῶν ἀπο‐ λειπομένων τοῦ θείου νόμου τιμωρός, τῶν δ’ ἐπὶ τὰς πράξεις ὁρμῶν οὐ Μοίρας, οὐδὲ εἱμαρμένης, οὐδ’ ἀνάγκης αἰτία· αἰτία ἑλομένου, θεὸς ἀναίτιος. εἰ δὴ θρασύνοιτό τις τῷ ἐφ’ ἡμῖν ἀντιπολεμῶν, μὴ
15παρακαλυπτέσθω οὗτος· ἀθεότητα ἀναφανδὸν διεξ‐ αγορευέτω μὴ πρόνοιαν, μὴ θεόν, μηδέ τι ἄλλο πλὴν Μοιρῶν καὶ ἀνάγκης ὁμολογῶν, καὶ τὰ ἀκό‐ λουθα τούτοις γυμνῇ προσκαταλεγέτω κεφαλῇ, μὴ σοφόν, μὴ ἄφρονα, μὴ δίκαιον, μὴ ἄδικον, μὴ ἐν‐
20άρετον, μὴ φαῦλον, μὴ γόητα, μὴ θεῖον ἐν ἀνθρώ‐ πων γίνεσθαι φύσει, μὴ φιλοσοφίαν εἶναι, μὴ παι‐ δείαν, μηδ’ ὅλως τέχνην τινά, μηδὲ ἐπιστήμην, μή τινα ἄλλον τὴν φύσιν ἀγαθὸν ἢ πονηρὸν ἀποκα‐ λείτω, πάντα δὲ συλλήβδην ἀνάγκῃ καὶ Μοιρῶν
25ἀτράκτοις περιδινεῖσθαι. ἄθεος δῆτα καὶ δυσσεβὴς οὗτος ἐν εὐσεβῶν καὶ ἐν φιλοσόφων ἀπογεγράφθω κριτηρίῳ, εἰ δ’ ἐπικαλυπτόμενος ἕτερα δοξάζειν ἐπι‐ χειροῖ πρόνοιαν καὶ θεούς, Μοῖραν δ’ ἐπὶ τούτοις καὶ εἱμαρμένην τις ἀνακηρύττοι μαχομένοις καὶ
30ἐναντίοις παριστάμενος δόγμασιν, ἐν ἄφροσι δίκην ἀνοίας παρασχὼν καταγεγράφθω. ταυτὶ μὲν οὖν
ταύτῃ. εἰ δ’ ἐπὶ τούτοις ἐν φιλοσόφων διατριβαῖς412

413

ἀξιοῖεν ἔτι καταλέγειν τινὲς τὸν ἄνδρα, λελέξεται, ὡς ἄρα εἰ ἀποκαθήρειαν τῆς ἔξωθεν λύμης, ἀτὰρ καὶ τῆς ἀπὸ τῆσδε τῆς γραφῆς ἐπεισκυκλουμένης αὐτῷ σκευῆς, φθόνος πᾶς αὐτοῖς ἐκποδὼν ἂν εἴη,
5ὅρους δ’ εἰ ἀληθείας προϊών τις ’πὲρ φιλοσόφους ἐκθειάζειν αὐτὸν πειρῷτο, λάθοι ἂν αὐτῷ γόητος ἀτεχνῶς διαβολὴν ἐπεντρίβων, ὡς ταυτὶ τὰ συγ‐ γράμματα σοφιστικῶς ἀναπεπλασμένα οὐδὲν πλὴν ἐλέγχου καὶ δεινῆς τἀνδρὸς διαβολῆς παρὰ τοῖς νοῦν
10ἔχουσιν ἔμοιγε δοκεῖ περιέχειν.413