TLG 2018 012 :: EUSEBIUS :: In cantica canticorum interpretatio EUSEBIUS Scr. Eccl.
Theol., Filius Pamphili In cantica canticorum interpretatio Citation: Volume — page — (line) | ||
3.530(1t) | Εὐσεβίου τοῦ Παμφίλου εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων ἐξήγησις. | |
2 | ᾎσμα ᾀσμάτων διὰ τοῦτο καλεῖται, ἐ‐ πειδὴ [μετὰ] τὰ μέν τ’ ἄλλα ᾄσματα τοῦτο, μετὰ δὲ τοῦτο οὐκ ἔτι ἄλλο προσδοκᾶν ἐσ‐ | |
---|---|---|
5 | τίν· ἄλλο δὲ λέγω, οὐ βιβλίον, ἀλλὰ τὸ ἐκ τοῦ βιβλίου σημαινόμενον. Ὃ δὲ λέγει, τοι‐ οῦτον ἐστί. Πᾶσα θεία γραφὴ περὶ τῆς εἰς ἡμᾶς τοῦ Λόγου καθόδου, καὶ τῆς ἐνσάρκου αὐτοῦ | |
10 | παρουσίας προφητεύει. Τοῦτο γὰρ τὸ βού‐ λημα τοῦ Θεοῦ ἐστὶν, τοῖς τε προφήταις καὶ πάσῃ τῇ θεογραφῇ τοῦτο προηγούμενον ἐστὶν ἀπαγγέλλειν. Παρακολούθημα δὲ τῷ θείῳ διηγήματι τοῦτο ποιοῦνται, λόγους | |
15 | περὶ τῶν ἐθνῶν τῆς Βαβυλῶνος, τῆς Δαμάσ‐ κου, τῆς Μωὰβ καὶ τῶν ἄλλων· καὶ δι’ ἑ‐ κάστης γραφῆς τοῖς μὲν ἁμαρτάνουσιν ἐπι‐ τιμῶσι, τοὺς δὲ προληφθέντας προτρέπονται μετανοεῖν, ἀπειλοῦντες τὴν μέλλουσαν τοῦ | |
20 | πυρὸς κρίσιν. Αἱ μὲν οὖν ἄλλαι γραφαὶ προ‐ λέγουσιν, οἷον Μωϋσῆς μέν· Προφήτην ἀ‐ ναστήσει, λέγων, Κύριος ὁ Θεὸς ἐκ τῶν ἀ‐ δελφῶν ἡμῶν ὡς ἐμέ. Ἡσαΐας δέ· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν. | |
25 | Ὁ δὲ Μιχαίας· Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου. Καὶ ἄλλος ἄλ‐ λως προλέγει. Κατὰ μὲν τὴν τοῦ Πνεύμα‐ | |
τος χάριν καὶ τούτων λεγόντων, προσεδο‐ | 530 | |
3.531 | κάτω ὁ ἐπαγγελλόμενος Κύριος· διὰ τοῦτο καὶ πολλοὶ ἀπήγγελλον, καὶ ὡς ἦλθεν, ἐπαύ‐ σαντο οἱ προφητεύοντες, καὶ ἔστι ταῦτα πάν‐ τα ᾄσματα ᾄδοντα περὶ τοῦ ἐρχομένου σω‐ | |
5 | τῆρος. Τὸ δὲ ᾆσμα τῶν ᾀσμάτων οὐχ ὡς προφη‐ τεῦόν ἐστιν, οὐδ’ ὡς προσημαῖνον, ἀλλ’ ὃν οἱ ἄλλοι προαπήγγελλον, τοῦτον ὡς ἤδη ἐλθόν‐ τα δείκνυσι καὶ ἤδη λαβόντα τὴν σάρκα, | |
10 | δικαίως ἐπὶ συζυγίᾳ τοῦ Λόγου καὶ τῆς σαρκὸς ἐπιθαλάμιον ᾄδει. Καὶ αἱ μὲν ἄλλαι γραφαὶ λέγουσαι περὶ τοῦ σωτῆρος, μεταξὺ καὶ περὶ ἄλλων τινων ἀπαγγέλλουσιν. Τὸ δὲ βιβλίον τοῦτο μόνην | |
15 | τὴν τοῦ Λόγου συζυγίαν πρὸς τὸ σῶμα ᾄδει. Καὶ αἱ μὲν ἄλλαι γραφαὶ, διὰ τὰ μεταξὺ τε‐ λούμενα, εἰσὶ καὶ ὀργῆς καὶ θυμοῦ λόγοι καὶ φόβων ἀπειλή· τὸ δὲ βιβλίον τοῦτο, ἐπειδὴ οὐδὲν ἕτερον ἢ τὴν παρουσίαν μόνην τοῦ | |
20 | Λόγου σημαίνει, θυμηδείας καὶ χαρᾶς καὶ εὐφροσύνης μόνους ἔχει λόγους. Νυμφίου παρόντος, πάντας χαίρειν προ‐ σήκει καὶ μηδένα πενθεῖν, ὡς αὐτὸς ὁ Κύριος εἴρηκε. Αὐτὸς γὰρ παρὼν, τὰς ἀσθενείας ἡ‐ | |
25 | μῶν ἐβάστασεν, καὶ τὰς λύπας ἐπέστρεψεν εἰς χαράν. Ὥσπερ οὖν μετὰ τὴν οἰκονομίαν τοῦ σωτῆρος οὐκέτι προφήτην προσδοκῶ‐ μεν, οὕτω μετὰ τὰ ἐν τῷ ᾄσματι τῶν ᾀσμά‐ των σημαινόμενα, οὐκ ἔστιν ἄλλο τι καινό‐ | |
30 | τερον μελετᾶν ἢ προσδοκᾶν σημαινόμενον. Καὶ γὰρ τὰ ἐν τῷ ᾄσματι σημαινόμενα, ταῦ‐ τα καὶ ἐν τοῖς προφήταις καὶ ἐν ταῖς ἄλλαις γραφαῖς ἐκ διαστήματος λεγόμενα εὑρίσκε‐ ται. Πάλιν τε, ὥσπερ δεικνύντος τοῦ Ἰωάν‐ | |
35 | νου τὸν ἀμνὸν, ἕως Ἰωάννου ὁ νόμος καὶ οἱ προφῆται εἰσὶν, οὕτω τὰ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων σημαινόμενα, τέλος ἐστι πάντων τῶν ἐν τῇ θείᾳ γραφῇ σημαινομένων. Τί γὰρ | |
ἄλλο μετὰ τὸν σωτῆρα προσδοκᾶν δεῖ ἢ ἀ‐ | 531 | |
3.532 | νάστασιν καὶ κρίσιν; διὰ τοῦτο οἱ κατὰ Φρύ‐ γας προσάγοντες προφήτας μετὰ τὸν Κύ‐ ριον, σφάλλονται καὶ αἱρετικοὶ κατεκρίθη‐ σαν. | |
5 | ᾎσμα ᾀσμάτων οὖν διὰ τὸ μετὰ τὸ ῥη‐ τὸν οὐδὲν ἕτερον [ἔστι] προσδοκᾶν. Καὶ ὥσ‐ περ μετὰ νόμον ἅγια ἦν, καὶ μετὰ τὰ ἅγια τῶν ἁγίων οὐκέτι ἦν ἐσώτερος τόπος, οὕτω μετὰ μὲν τὸ ᾆσμα τῶν ᾀσμάτων, οὐκέτι δὲ | |
10 | προσδοκᾶν ἐστὶν ἐσωτερικὴν καινοτέραν ἐ‐ παγγελίαν. Ἅπαξ γὰρ ὁ Λόγος ἐγένετο σὰρξ, καὶ τετελείωκε τὸ ἔργον. Ἔστι δὲ ὅλον τὸ βιβλίον διαλόγων πλῆ‐ ρες τούτων· τοῦ παλαιοῦ λαοῦ πρὸς τὸν Λό‐ | |
15 | γον, καὶ καθόλου τοῦ ἀνθρωπίνου γένους πρὸς τὸν Λόγον, καὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας πρὸς αὐτὸν, καὶ τοῦ Λόγου πρὸς αὐτὴν, καὶ πάλιν πρὸς τὸ ἀνθρώπινον γένος, εἶτα τῆς ἐξ ἐθνῶν πρὸς τὴν Ἱερουσαλὴμ, καὶ τῆς Ἱε‐ | |
20 | ρουσαλὴμ περὶ τῆς ἐξ ἐθνῶν, καὶ περὶ ἑαυ‐ τῆς διάλογοι· εἶτα καὶ τῶν διακονούντων ἀγγέλων πρὸς τοὺς κληθέντας ἀνθρώπους εἰς τὸ κήρυγμα. Τοῦ μὲν οὖν παλαιοῦ λαοῦ, ἀξιοῦντος | |
25 | αὐτὸν κατελθεῖν καὶ ἑνωθῆναι τῇ σαρκὶ, ταῦτα· “Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον.„ Καὶ πάλιν διὰ τούτων προτρέπεται· | |
30 | “Νέα πρὸς παλαιὰ, ἀδελφιδέ μου, συ‐ “νετήρησα σοί.„ Καὶ κοινὴ δὲ πάντων [φωνὴ] πρὸς τὸν Λό‐ γον, ἵνα τὸ ἡμῶν ἀναλάβῃ σῶμα· | |
“Τίς δῴη σε, ἀδελφιδέ μου, θηλάζοντα | 532 | |
3.533 | “μαστοὺς μητρός μου; εὑροῦσά σε ἔξω, φιλή‐ “σω σε, κἄν γε οὐκ ἐξουδενώσεις με. Παρα‐ “λήψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός “μου, καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης | |
5 | “με.„ Οὐ γὰρ ἔξωθεν, ἀλλ’ ἀφ’ ἧς ἐγενήθη μὲν μήτρας ἀναλαβεῖν αὐτὸν ἠξίου τὸ σῶμα, εἰ καὶ μὴ ὡς ἡμεῖς ἐξ ἀνδρὸς καὶ γυναικός· ἐκ γὰρ μόνης Παρθένου ὡς ὁ πλάστης ἑαυ‐ | |
10 | τῷ ἔλαβε σῶμα, πλὴν ὅτι ἐξ ἀνθρώπου· ἄν‐ θρωπος γὰρ ἡ θεοτόκος Μαρία. Καὶ Λόγου δὲ πρὸς τοὺς ἀξιώσαντας, ἀ‐ ναλαμβάνοντος ἤδη τὴν σάρκα ἐκ τῆς Παρ‐ θένου, ταῦτα· | |
15 | “Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου “νύμφη, ἐτρύγησα σμύρναν μετὰ ἀρωμάτων “μου. Ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου, “ἔπιον οἶνόν μου μετὰ γάλακτός μου„. Εἰς γὰρ τὸν ἴδιον κῆπον, τὴν κτίσιν, εἰσελ‐ | |
20 | θὼν, ἔλαβεν αὑτῷ ἀπὸ τῆς Παρθένου τὸ σῶ‐ μα, καὶ γέγονεν ἄνθρωπος· θνητὸν μὲν οὖν σῶμα, ἀλλὰ μετὰ εὐωδίας· τῷ γὰρ παναγίῳ καθ’ ὑπόστασιν ἥνωται Λόγῳ· καὶ εἰ γάλα ὡς ἄνθρωπος ἠφίει τὸ σῶμα φαγεῖν, ἀλλ’ ἐν‐ | |
25 | επλήρου αὐτὸ καὶ οἶνον τῆς ἑαυτοῦ τε‐ λειότητος· καὶ γὰρ ὥσπερ ἤσθιε γάλα, οὕ‐ τως καὶ αὐτὸ καὶ ἅπαν τὸ ἴδιον ἐνειργάζε‐ ται. Εἶτα ὁ Λόγος λοιπὸν τὸ σῶμα λαβὼν, προσκαλεῖται τὸν παλαιὸν λαὸν πρῶτον, ὡς | |
30 | πρῶτον πιστευθέντα τὰ λόγια, διὰ τούτων· “Ἀνάστα, ἔλθε, [ἡ] πλησίον μου, καλή “μου, περιστέρα μου, ὅτι ἰδοὺ ὁ χειμὼν πα‐ | |
“ρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ· | 533 | |
3.534 | “τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς “ἔφθακε, φωνὴ τοῦ τρυγῶνος ἠκούσθη ἐν τῇ “γῇ ἡμῶν, ἡ σύκη ἐξήνεγκεν ὀλύνθους αὐ‐ “τῆς, οἱ ἄμπελοι ἡμῶν κυπρίζουσι.„ | |
5 | Ὡς λαβόντος τοῦ πρώτου λαοῦ ἕως καιροῦ τὴν σκιὰν τῆς ἐν τῷ νόμῳ διδασκαλίας, καὶ ὡς δόντος τὴν φωνὴν τοῦ τρυγῶνος ὑπο‐ μιμνήσκει. Προσκαλεσάμενος δὲ ὁ Λόγος τὴν Ἱερουσαλὴμ, προσκαλεῖται λοιπὸν καὶ | |
10 | τοὺς ἀπὸ τῶν ἐθνῶν διὰ τούτων. (Εἷς γάρ ἐστι Κύριος καὶ Ἰουδαίων καὶ ἐθνῶν). “Δεῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο ἀπὸ “Λιβάνου, ἐλεύσῃ καὶ διελεύσῃ ἀπ’ ἀρχῆς “πίστεως, ἀπὸ κεφαλῆς Σανεὶρ καὶ Ἑρ‐ | |
15 | “μὼν, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων “παρδαλέων.„ Ἀπὸ γὰρ εἰδωλολατρείας καὶ θηριώδους τρόπου προσκαλεῖται αὐτὴν εἰς πίστιν. Κλη‐ θεῖσα τοίνυν ἐξ ἐθνῶν καὶ ἤδη κατανυγεῖσα, | |
20 | λέγει πρὸς τὸν Λόγον ταῦτα· “Ἀπαγγεῖλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή “μου. Ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν “μεσημβρίᾳ; μήποτε γένωμαι ὡς περιβαλ‐ “λομένη ἐπ’ ἀγέλαις ἑταίρων σου.„ | |
25 | Πεῖραν γὰρ ἔχουσα τῆς εἰς πολλὰ μετα‐ βολῆς, ἠξίου στηριχθῆναι λοιπὸν καὶ βεβαι‐ ωθῆναι, μήποτε πάλιν πάθῃ τὸ αὐτό. Παρακληθεὶς ὁ Λόγος διδάσκει λοιπὸν αὐτὴν διὰ τούτων· | |
30 | “Ἐὰν μὴ γνῶς σεαυτὴν, ἡ καλὴ ἐν γυναι‐ “ξὶν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων, “καὶ ποίμαινε τὰς ἐρίφους σου, ἐπὶ σκηνώ‐ “μασι τῶν ποιμένων.„ Οὐ δύναται γάρ τις γνῶναι Θεὸν, μὴ πρό‐ | |
35 | τερον γνοὺς ἑαυτόν. Εὐσεβείας γὰρ εἰς Θεὸν, ἀρχὴ αἴσθησις· αἴσθησις δὲ, οὐχ ἡ ἔξωθεν, ἀλλ’ ἡ ψυχῆς διάνοια μετὰ πίστεως. | |
Ἡ Ἱερουσαλὴμ, ὁρῶσα τὴν ἔγκλησιν τῶν | 534 | |
3.535 | ἐθνῶν γενομένην ἒν ἀκροβυστίᾳ πίστεως, θαυμάζουσα λέγει· “Τί ὄψεσθε, λέγει, ἐν τῇ Σουναμίτιδι, ἡ· “ἐρχομένη ὡς χοροὶ παρεμβολῶν„; | |
5 | Οὐ γὰρ ἐξ ἑνὸς, ἀλλ’ ἐκ παντὸς ἔθνους ἤρχοντο, ἀφέντες τὰς ἰδίας παρεμβολὰς, καὶ συντρίψαντες τὰς μαχαίρας, καὶ λοιπὸν εἰ‐ ρηνικὰ φρονοῦντες. Ἡ ἐξ ἐθνῶν ὁρῶσα τὴν Ἱερουσαλὴμ ὡς | |
10 | παραμεμφομένην, ἀπολογεῖται περὶ ἑαυτῆς ὅτι μὴ ἀργή ἐστιν αὐτῆς ἡ κλῆσις. “Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱε‐ “ρουσαλὴμ, ὡς σκηνώματα Κηδὰρ, ὡς δέῤ‐ “ῥεις Σαλωμών. Μὴ βλέψητέ με ὅτι ἐγώ | |
15 | “εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥ‐ “λιος. Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί· “ἔθεντό με φυλακίσσαν ἐν ἀμπελῶσι, ἀμπε‐ “λῶνα ἐμὸν οὐκ ἐφύλαξα.„ Εἰ γὰρ, φησὶ, μέλαινά εἰμι, ἀλλ’ ὑπὸ τὸν | |
20 | αὐτὸν ἥλιον εἰμί· καὶ εἰ ἀκρόβυστος εἰμὶ, ἀλλ’ ἀπεταξάμην εἰδώλοις· καὶ ἐξῆλθον ἐκ τοῦ οἴκου τῆς μητρός μου, ὥσπερ καὶ ὁ Ἁ‐ βραὰμ, ἐκείνης γάρ εἰμι τῆς πίστεως. Καὶ διὰ τοῦτο ἀξιῶ, “εἰσαγάγετε εἰς τὸν | |
25 | “οἶκον τοῦ οἴνου· τάξατε ἐπ’ ἐμὲ ἀγάπην· “στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν “μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ.„ Μὴ τῇ ἀκροβυστίᾳ προσέχετε, ἀλλ’ ἐν ἀγάπῃ προσλαβοῦ με, ὦ νόμε καὶ προφῆται. | |
30 | Καὶ δυσώδης εἰμὶ τῇ ἀγριότητι, ἀλλὰ σύ με παίδευε, καὶ τῇ εὐωδίᾳ σου στήριξον. Τέ‐ τρωμαι γὰρ τῇ ἀγάπῃ, καὶ διὰ τοῦτο· “Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, “ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ | |
35 | “ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν “ἀγάπην, ἕως οὗ θελήσῃ.„ Ὁρκίζω ὑμᾶς, ὦ πατέρες, οὐ κατὰ τῶν δυνάμεων (οὐκ ἔξεστι γὰρ), ἀλλ’ ἐν ταῖς δυ‐ | |
νάμεσιν τοῦ παραδείσου, ἵνα εἰς ἐκεῖνον βλέ‐ | 535 | |
3.536 | ποντες, ὡς [εἰς] τὸν Ἀδὰμ, οὕτω με προσ‐ δέξασθε· καὶ γὰρ κἀκεῖ οὐκ ἔστι περιτομὴ, ἄρτι δὲ μετὰ τοῦ Ἀδὰμ [με] ἀνακαινίζε‐ τε. | |
5 | Ὁ Λόγος ὁρῶν τὴν πίστιν τὴν ἐξ ἐθνῶν καὶ ἀποδεχόμενος, λέγει· “Καλὴ ἡ πλησίον μου ὡς εὐδοκία, ὡραῖα „[ὡς] Ἱερουσαλὴμ, θάμβος ὡς τεταγμέ‐ “ναι„. | |
10 | Οὐ γὰρ ἄλλως ἢ τὴν Ἱερουσαλὴμ δεῖ εἶ‐ ναι τοὺς ἀπὸ ἐθνῶν, ἵνα εἷς λαὸς γένηται· τοῦτο δὲ γίνεται, ὅταν μετὰ τοῦ τιμᾶν τὸν νόμον, πιστεύωμεν τῷ Χριστῷ. Εἷς γὰρ ὁ Θεὸς τοῦ νόμου καὶ τῶν εὐαγγελίων· καὶ ὁ | |
15 | μὴ ὡς Ἱερουσαλὴμ γενόμενος, οὐ γίνεται πλησίον τοῦ Θεοῦ. Ἱερουσαλὴμ ὁρῶσα τῶν τε ἐθνῶν τὴν πίστιν καὶ τὴν τοῦ Λόγου φιλανθρωπίαν, λέ‐ γει· | |
20 | “Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεν‐ “νήμασι τοῦ χειμάῤῥου, εἰ ἤνθησεν ἡ ἄμ‐ “πελος, εἰ ἤνθησαν αἱ ῥοαί· ἐκεῖ δώσω “τοὺς μαστούς μου σοί· οὐκ ἔγνω ἡ ψυχή “μου· ἔθετό με ἅρματα Ἀμιναδάβ„. | |
25 | Εἰς κῆπον τῆς καρύας, τουτέστιν τὰς γραφὰς ἐγενόμην, αἵτινες ὡς καρύαι εἰσὶν ἔξωθεν μὲν σκληραὶ, ἔσωθεν δὲ πνευματικαί. Καὶ εἶδον ὅτι ζευχθῆναί με δεῖ, ὡς ἐν ἅρμασι, ἐξ ἐθνῶν κλήσει. Ζευχθέντων τοίνυν ἀμφο‐ | |
30 | τέρων τῶν λαῶν, λοιπὸν πανταχοῦ τὸ κή‐ ρυγμα ἀπεστάλη, καὶ τούτου γίνονται διά‐ κονοι οἱ ἄγγελοι λέγοντες· “Ἐξέλθετε, καὶ ἴδετε ἐν τῷ βασιλεῖ Σα‐ “λωμὼν, ἐν τῷ στεφάνῳ ᾧ ἐστεφάνωσεν αὐ‐ | |
35 | “τὸν ἡ μήτηρ αὐτοῦ, ἐν ἡμέρᾳ νυμφεύσεως “αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας “αὐτοῦ„. Ὁ γὰρ ἐξερχόμενος ἀπὸ τῆς κακίας, ὄψε‐ ται καὶ τὴν τοῦ Λόγου πρὸς ἡμᾶς [φιλαν‐ | |
40 | θρωπίαν], διὰ τῆς τοῦ σώματος προσλήψεως, | 536 |
3.537 | τότε καὶ τὴν κατὰ τοῦ θανάτου νίκην πε‐ ποίηται, δι’ ἢν εὐφροσύνης τὰ πάντα πεπλή‐ ρωκε. Τοιαῦτα τὰ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων, | |
5 | τὰ τῶν διαλόγων ἐστίν· ἐξ ὧν ἀφορμήν τις λαβὼν δύναται ἀπ’ αὐτοῦ τοῦ βιβλίου τὰ ὅ‐ μοια τοῖς ὁμοίοις συνάπτειν κατὰ νοῦν. | |
Ἔχει δὲ τὸ βιβλίον στίχους σπϛ. | 537 |