TLG 2018 011 :: EUSEBIUS :: Onomasticon

EUSEBIUS Scr. Eccl. Theol., Filius Pamphili
(Caesariensis: A.D. 4)

Onomasticon

Source: Klostermann, E. (ed.), Eusebius Werke, Band 3.1: Das Onomastikon [Die griechischen christlichen Schriftsteller 11.1] Leipzig: Hinrichs, 1904: 2–176.

Citation: Page — (line)

2

(1t)

Εὐσεβίου τοῦ Παμφίλου ἐπισκόπου. Καισαρείας τῆς Παλαιστίνης
2tπερὶ τῶν τοπικῶν ὀνομάτων τῶν ἐν τῇ θείᾳ γραφῇ.
3 Ὥσπερ ἐν προοιμίῳ τῆς ὑπὸ σοῦ προτεθείσης ὑποθέσεως, ἱερὲ τοῦ θεοῦ ἄνθρωπε Παυλῖνε, ἐν τῷ πρὸ τούτου τὰς ἐπηγγελμένας
5ὑποθέσεις ἀποδούς, καὶ πρῶτα μὲν τῶν ἀνὰ τὴν οἰκουμένην ἐθνῶν ἐπὶ τὴν Ἑλλάδα φωνὴν μεταβαλὼν τὰς ἐν τῇ θείᾳ γραφῇ κειμένας Ἑβραίοις ὀνόμασι προσρήσεις, ἔπειτα τῆς πάλαι Ἰουδαίας ἀπὸ πάσης βίβλου καταγραφὴν πεποιημένος, καὶ τὰς ἐν αὐτῇ τῶν δώδεκα φυλῶν διαιρῶν κληρου〈χία〉ς, καὶ ἐπὶ τούτοις ὡς ἐν γραφῆς τύπῳ τῆς πάλαι
10διαβοήτου μητροπόλεως αὐτῶν, λέγω δὴ τὴν Ἱερουσαλήμ, τοῦ τε ἐν αὐτῇ ἱεροῦ τὴν εἰκόνα διαχαράξας μετὰ παραθέσεως τῶν εἰς τοὺς τόπους ὑπομνημάτων, ἑξῆς ἐν τούτῳ καὶ ἀκολούθως ἐκείνοις ὡς ἂν εἰς τὸ χρήσιμον τῆς ὅλης ὑποθέσεως προηυτρεπισμένοις τὴν σὴν ἐπισυνάψω πρόθεσιν, τῶν ἐπὶ τῆς θείας φερομένων γραφῆς πατρίῳ
15γλώττῃ πόλεων καὶ κωμῶν τὰς σημασίας ποίας τε χώρας εἶεν καὶ ὅπως αὐτὰς οἱ καθ’ ἡμᾶς ὀνομάζουσιν, εἴτε τοῖς παλαιοῖς ὁμοίως εἴτε καὶ ἑτέρως μεταβάλλοντες, ἐκθέμενος. ἀπὸ πάσης μὲν 〈οὖν〉 τῆς θεο‐ πνεύστου γραφῆς ἀναλέξω τὰ ζητούμενα, ἐκθήσομαι δὲ κατὰ στοι‐ χεῖον ἕκαστα εἰς εὐχερῆ κατάληψιν τῶν σποράδην ἐν τοῖς ἀναγνώσ‐
20μασιν ὑποπιπτόντων.
21t〈Στοιχεῖον Α.〉
22tΓενέσεως.
23Ἀραράτ (Gen 8, 4). ἡ Ἀρμενία· ἐν ὄρεσιν Ἀραρὰτ ἡ κιβωτὸς
καθίσαι λέγεται, καί φασιν εἰς δεῦρο δείκνυσθαι ἐπὶ τῶν ὀρέων Ἀρ‐2

4

μενίας λείψανα τῆς κιβωτοῦ. μέμνηται καὶ Ἱερεμίας τῆς Ἀραρὰτ ἐν τῇ κατὰ Βαβυλῶνος ὁράσει. καὶ Ἰώσιππος δὲ ἐν τῇ πρώτῃ τῆς Ἰου‐ δαϊκῆς ἀρχαιολογίας τὰ περὶ τὸν τόπον ἱστορῶν παρατίθεται καὶ ἀπὸ τῶν ἔξω μάρτυρας, ὧδε ῥήμασιν αὐτοῖς γράφων· «μαθὼν» δὲ
5Νῶε «ἀπηλλαγμένην τὴν γῆν τοῦ κατακλυσμοῦ, μείνας ἄλλας ἑπτὰ ἡμέρας τά τε ζῷα τῆς λάρνακος ἐξαφίησιν, αὐτός τε μετὰ τῆς γενεᾶς προελθὼν καὶ θύσας τῷ θεῷ συνευωχεῖτο τοῖς οἰκείοις. ἀποβατή‐ ριον μέντοι τὸν τόπον τοῦτον Ἀρμένιοι καλοῦσιν. ἐκεῖ γὰρ ἀνα‐ σωθείσης τῆς λάρνακος ἔτι νῦν αὐτῆς οἱ περιχώριοι τὰ λείψανα
10δεικνύουσιν. τοῦ δὲ κατακλυσμοῦ τούτου καὶ τῆς λάρνακος μέμνην‐ ται πάντες οἱ τὰς βαρβαρικὰς ἱστορίας ἀναγεγραφότες, ὧν ἐστὶ καὶ Βήρωσος ὁ Χαλδαῖος. διηγούμενος γὰρ τὰ περὶ τὸν κατακλυσμὸν οὕτω που διέξεισιν· λέγεται δὲ καὶ τοῦ πλοίου ἐν τῇ Ἀρμενίᾳ πρὸς τῷ ὄρει τῶν Κορδυαίων ἔτι μέρος τι εἶναι, καὶ κομίζειν τινὰς τῆς
15ἀσφάλτου ἀφαιροῦντας. χρῶνται δὲ μάλιστα οἱ ἄνθρωποι τῷ κομιζομένῳ πρὸς τοὺς ἀποτροπιασμούς. μέμνηται δὲ τούτων καὶ Ἱερώνυμος ὁ Αἰγύπτιος, ὁ τὴν ἀρχαιολογίαν τὴν Φοινικικὴν συγ‐ γραψάμενος, καὶ Μνασέας δὲ καὶ ἄλλοι πλείους. καὶ Νικόλαος δὲ ὁ Δαμασκηνὸς ἐν τῇ ἐνενηκοστῇ καὶ ἕκτῃ βίβλῳ ἱστορεῖ περὶ αὐτῶν
20λέγων οὕτως· ἔστιν ὑπὲρ τὴν Μινυάδα μέγα ὄρος κατὰ τὴν Ἀρμε‐ νίαν, Βάρις λεγόμενον, ἐφ’ ὃ πολλοὺς συμφυγόντας ἐπὶ τοῦ κατα‐ κλυσμοῦ λόγος ἔχει περισωθῆναι, καὶ τινὰ ἐπὶ λάρνακος ὀχούμενον ἐπὶ τὴν ἀκρώρειαν ὀκεῖλαι, καὶ τὰ λείψανα τῶν ξύλων ἐπὶ πολὺ σωθῆναι. γένοιτο δ’ ἂν οὗτος, ὅντινα καὶ Μωϋσῆς ἀνέγραψεν ὁ
25Ἰουδαίων νομοθέτης». Ἀχάδ (Gen 10, 10). πόλις βασιλείας Νεβρὼδ ἐν Βαβυλῶνι. Ἀγγαί (Gen 12, 8). κατὰ δυσμὰς Βαιθήλ. διεστήκασιν ἀλλήλων
οὐ πλεῖστον. κεῖται δὲ ἡ Βαιθὴλ ἀπιόντων εἰς Αἰλίαν ἀπὸ Νέας4

6

πόλεως ἐν λαιοῖς τῆς ὁδοῦ ἀμφὶ τὸ δωδέκατον Αἰλίας σημεῖον. καὶ ἡ μὲν Βαιθὴλ εἰς ἔτι νῦν μένει, ἡ δὲ Ἀγγαὶ τόπος ἔρημος αὐτὸ μόνον δείκνυται. καλεῖ δὲ αὐτὴν καὶ Γαὶ ἡ γραφή. Ἀσταρὼθ Καρναείν (Gen 14, 5). χώρα γιγάντων ὑπὲρ τὴν Σοδο‐
5μῖτιν, οὓς κατέκοψεν Χοδολλαγόμωρ. καί εἰσιν εἰς ἔτι νῦν δύο κῶμαι ἐπὶ τῆς Βαταναίας τῆς καὶ Βατολούας ἀλλήλων διεστῶσαι σημείοις θʹ μεταξὺ Ἀδάρων καὶ Ἀβίλης πόλεως. Ἀρβώ (Gen 23, 2). «αὕτη ἐστὶ Χεβρών», κώμη νῦν μεγίστη, μη‐ τρόπολις οὖσα τὸ παλαιὸν τῶν ἀλλοφύλων, καὶ γιγάντων οἰκητήριον,
10καὶ βασίλειον μετὰ ταῦτα Δαυίδ. κεκλήρωτο δὲ φυλῇ Ἰούδα, καὶ πόλις ἦν ἱερατική, μία τῶν φυγαδευτηρίων, Αἰλίας ἐκ νότου διεστῶσα σημείοις βʹ πρὸς κʹ. ἡ δρῦς Ἁβραὰμ καὶ τὸ μνῆμα αὐτόθι θεω‐ ρεῖται καὶ θρησκεύεται ἐπιφανῶς πρὸς τῶν ἐθνῶν ἡ τερέβινθος καὶ οἱ τῷ Ἁβραὰμ ἐπιξενωθέντες ἄγγελοι. πρότερον δὲ Ἀρβὼ καλου‐
15μένη ὕστερον ἐκλήθη Χεβρὼν ἀπὸ Χεβρών, ἑνὸς τῶν υἱῶν Χαλέβ, ὡς ἐν Παραλειπομέναις. Αἰλάμ (Gen. 14, 1). ἐν ἐσχάτοις ἐστὶ 〈Παλαιστίνησ〉 παρακειμένη τῇ πρὸς μεσημβρίαν ἐρήμῳ καὶ τῇ πρὸς αὐτὴν ἐρυθρᾷ θαλάσσῃ, πλωτῇ οὔσῃ τοῖς τε ἀπ’ Αἰγύπτου περῶσι καὶ τοῖς ἀπὸ τῆς Ἰνδικῆς.
20ἐγκάθηται δὲ αὐτόθι τάγμα Ῥωμαίων τὸ δέκατον. καλεῖται δὲ6

8

νῦν Ἀϊλά. ἦν δὲ καὶ Αἰλαμιτῶν τὸ παλαιὸν ἔθνος. ταύτης ἦν βα‐ σιλεὺς Χοδολλαγόμωρ. κεῖται δὲ καὶ ἄλλη ἐν Βασιλείαις Αἰλὰμ τῶν ἀλλοφύλων. Ἀδαμά (Gen 14, 2). μία τῆς Πενταπόλεως Σοδόμων, ἅμα ταῖς
5λοιπαῖς ἀφανισθεῖσα. Ἀσασὰν Θαμάρ (Gen 14, 7). ἔνθα κατῴκουν οἱ Ἀμορραῖοι, οὓς κατέκοψεν Χοδολλαγόμωρ. παράκειται τῇ ἐρήμῳ Κάδης. λέγεται δέ τις Θαμαρὰ κώμη διεστῶσα Μάψις ἡμέρας ὁδόν, ἀπιόντων ἀπὸ Χεβρὼν εἰς Ἀϊλάμ, ἥτις νῦν φρούριόν ἐστι τῶν στρατιωτῶν.
10 Ἀλουά (Gen 36, 40). χώρα ἡγεμόνων 〈Ἐδὼμ〉 ἐν τῇ νῦν Γεβα‐ ληνῇ, Πέτρᾳ τῇ πόλει παρακειμένη. Αἰνάν (Gen 38, 14), «ἥ ἐστιν ἐν παρόδῳ Θαμνά». ἔρημος νῦν τόπος ἐστὶν ἡ Ἀϊνάν, παρακείμενος τῇ Θαμνᾷ εἰς δεῦρο οἰκουμένῃ μεγίστῃ κώμῃ, κειμένῃ μεταξὺ Αἰλίας καὶ Διοσπόλεως. πηγὴ δὲ ἔστιν
15ἐν τῷ Αἰνὰν λεγομένῳ τόπῳ, παρ’ ᾗ εἴδωλον ἦν παρὰ τῶν ἐγχωρίων τιμώμενον. 〈Ἅλων Ἀτάδ (Gen 50, 10). «ὅ ἐστιν πέραν τοῦ Ἰορδάνου», ἔνθα ἐκόψαντο τὸν Ἰακώβ. διέστηκεν ὁ τόπος Ἱεριχοῦς τρισὶ σημείοις, ὡς ἀπὸ δύο σημείων τοῦ Ἰορδάνου. καὶ νῦν καλεῖται Βηθαγλά, ὅπερ
20ἑρμηνεύεται τόπος κύκλου διὰ τὸ ἐκεῖ κοπτομένους τὸν Ἰακὼβ κυκλοῦν.〉
21tἘξόδου.
22Αἰλίμ (Ex 15, 27). ἔνθα «δώδεκα πηγαὶ ὑδάτων καὶ οʹ στελέχη
φοινίκων». σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου.8

10

〈Αἰλούς (Num 33, 13). σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου.〉
3tἈριθμῶν καὶ Δευτερονομίου.
4Ἀσηρώθ (Num 11, 35). μέρος τῆς ἐρήμου, ἔνθα «Μαριὰμ καὶ
5Ἀαρὼν» κατελάλησαν Μωϋσέως. κατῴκουν δὲ «οἱ Εὐαῖοι» «ἐν Ἀση‐ ρὼθ ἕως Γάζης». Ἀσεμωνά (Num 33, 29). σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου. Ἀηθαρίμ (Num 21, 1). Ἀκʹ Συʹ ὁδὸς τῶν κατασκόπων, ἔνθα
10«ὁ Χαναναῖος ὁ καθήμενος εἰς τὸν νότον» ἐπελθὼν τῷ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ πολεμεῖται. Αἰὴ (Num 21, 11) ἡ καὶ Ἀχελγαί. 〈Σʹ〉 ἐν τοῖς βουνοῖς. αὕτη λέγεται εἶναι «κατὰ πρόσωπον Μωάβ», τῆς Ἀρεοπόλεως, «κατὰ ἀνατολάς».
15 Ἀρνών (Num 21, 13). «τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν Ἀμορ‐ ραίων». κεῖται δὲ μεταξὺ «Μωὰβ καὶ τοῦ Ἀμορραίου». καὶ ἔστιν «ὅριον Μωάβ», ἥτις ἐστὶν Ἀρεόπολις τῆς Ἀραβίας. δείκνυται δὲ εἰς ἔτι νῦν τόπος φαραγγώδης σφόδρα χαλεπὸς ὁ Ἀρνωνᾶς ὀνομαζόμενος, παρατείνων ἐπὶ τὰ βόρεια τῆς Ἀρεοπόλεως, ἐν ᾧ καὶ φρούρια παν‐
20ταχόθεν φυλάττει στρατιωτικὰ διὰ τὸ φοβερὸν τοῦ τόπου. τὸ πα‐ λαιὸν δὲ ἦν Σηὼν τοῦ τῶν Ἀμορραίων βασιλέως ἀφελομένου αὐτὴν τοὺς Μωαβίτας. ἐντεῦθεν γέγονε τῆς τῶν υἱῶν Ἰσραὴλ κατασχέσεως τὰ ἐπέκεινα τοῦ Ἰορδάνου ὅρια, παρατείνοντα ἀπὸ Ἀρνὼν ἕως ὄρους Ἀερμὼν καὶ Λιβάνου.
25 Ἄρ (Num 21, 15). τόπος τοῦ Ἀρνωνᾶ, παρὰ δὲ τοῖς Οʹ Ἢρ ὀνο‐ μάζεται. Ἀησιμών (Num 21, 20). τόπος τῆς ἐρήμου. Ἀβελσαττείν (Num 33, 49). τόπος τῆς ἐρήμου «κατὰ δυσμὰς
Μωάβ».10

12

Ἀζώρ (Num 21, 24). «ὅριον υἱῶν Ἀμμᾶν» τῆς καὶ Φιλαδελφίας, διορίζον αὐτήν τε καὶ τὴν τῶν Ἀμορραίων χώραν. καὶ ἔστιν ἀπὸ ὀκτὼ σημείων Φιλαδελφίας ἐν δυσμαῖς Ἀζήρ κώμη, ἣ καὶ εἰς ἔτι νῦν διαμένει.
5 Ἀροήρ (Deut 3, 12; 4, 48), «ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Ἀρνών». πόλις Μωάβ, ἣν εἶχόν ποτε «οἱ Ὀμμείν», ἔθνος ἀρχαῖον, ὃ ἀνεῖλον οἱ υἱοὶ Λὼτ οἱ ἀπὸ Μωάβ. καὶ δείκνυται εἰς δεῦρο ἐπ’ ὀφρύος τοῦ ὄρους κειμένη, ὅ τε χειμάρρους ὁ διὰ τῆς φάραγγος ἐπὶ τὴν νεκρὰν θάλασσαν ἐκπίπτων. γέγονεν δὲ ἡ Ἀροὴρ κλήρου φυλῆς
10Γάδ, καὶ λέγεται εἶναι «κατὰ πρόσωπον Ῥαββά». Ἀσταρώθ (Deut 1, 4). πόλις ἀρχαία τοῦ Ὤγ, ἐν ᾗ κατῴκουν οἱ γίγαντες, ἣ γέγονε φυλῆς Μανασσῆ. παράκειται δὲ ἐν τῇ Βαταναίᾳ Ἀδραᾷ πόλει τῆς Ἀραβίας ὡς ἀπὸ σημείων ἕξ. ἡ δὲ Ἀδραὰ τῆς Βόστρης διέστηκε σημείοις κεʹ. κεῖται δὲ καὶ ἀνωτέρω Ἀσταρὼθ
15Καρναείν. Ἀγροῦ σκοπιά (Num 23, 14). ὄρος Μωάβ, ἐν ᾧ ἤγαγεν Βαλὰκ τὸν Βαλαὰμ «ἐπὶ κορυφὴν τοῦ λελαξευμένου», ὑπερκείμενον τῆς νεκρᾶς θαλάσσης. ὃ καὶ εἰς ἔτι δείκνυται οὐ μακρὰν τοῦ Ἀρνῶνος διεστός.
20 Ἀραβὼθ Μωάβ (Num 26, 3), ἔνθα δεύτερον ἠριθμήθη ὁ λαός. 〈Ἀʹ〉 πρὸς ὁμαλὰ Μωάβ, 〈Σʹ〉 ἐπὶ τὴν πεδιάδα τῆς Μωάβ, «ἥ ἐστιν ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ». καὶ ἔστι τόπος εἰς δεῦρο δεικνύ‐ μενος παρὰ τῷ ὄρει Φογώρ, ὃ παράκειται ἀνιόντων ἀπὸ Λιβιάδος ἐπὶ Ἐσβοῦν τῆς Ἀραβίας ἀντικρὺ Ἱεριχώ.
25 Ἀραβά (Deut 1, 1?). Ἀκʹ ἐν ὁμαλῇ, Συʹ ἐν τῇ πεδιάδι, Θεοδʹ ἐν δυσμαῖς, 〈Συʹ〉 πάλιν ἐν τῇ ἀοικήτῳ. Ἀσταρώθ (Num 32, 34). πόλις τὸ παλαιὸν τοῦ Ἀμορραίου ἐν τῇ Περαίᾳ, ἣ γέγονεν κλήρου φυλῆς Γάδ. ἐκαλεῖτο δὲ Ἀσταρὼθ υἱὸς Σαλμὼ ἢ Σαλομῶνος, ὡς ἐν Παραλειπομέναις.
30Ἀσταρὼθ Σωφάρ (Num 32, 35). πόλις καὶ αὐτὴ φυλῆς Γάδ.12

14

Ἀράδ (Num 33, 40; 34, 4). πόλις Ἀμορραίων παρακειμένη τῇ ἐρήμῳ 〈τῇ〉 καλουμένῃ Κάδης. καὶ ἔστιν εἰς ἔτι νῦν κώμη ἀπὸ τε‐ τάρτου σημείου Μαλααθῶν, τῆς δὲ Χεβρὼν ἀπὸ κʹ. φυλῆς Ἰούδα. Ἀσεμωνά (Num 34, 4). πόλις ἐν τῇ ἐρήμῳ ἀπὸ νότου τῆς Ἰου‐
5δαίας, διορίζουσα Αἴγυπτον καὶ τὴν εἰς θάλασσαν διέξοδον. φυλῆς Ἰούδα. 〈κεῖται〉 καὶ ἀνωτέρω σταθμός. Ἀκραββείν (Num 34, 4). ὅριον τῆς Ἰουδαίας ἀνατολικόν, φυλῆς Ἰούδα. καὶ κώμη δέ ἐστιν μεγίστη διεστῶσα Νέας πόλεως σημείοις θʹ ἐν ἀνατολαῖς κατιόντων ἐπὶ τὸν Ἰορδάνην ὡς ἐπὶ Ἱεριχὼ διὰ τῆς
10καλουμένης Ἀκραβαττίνης. λέγεται δὲ καὶ ὅριον τῶν Ἀμορραίων Ἀκραβείμ, ἀφ’ ἧς οὐκ ἐξῆρε τοὺς ἀλλοφύλους ἡ φυλὴ Νεφθαλείμ, ὡς ἐν Κριταῖς. Ἀσαδαδδά (Num 34, 8). ὅριον τῆς Ἰουδαίας βόρειον. 〈Ἀράδ (Num 34, 4). ὅριον καὶ αὐτὸ τῆς Ἰουδαίας.〉 ἀπέχει δὲ
15Χεβρῶνος σημείοις κʹ πρὸς νότον. κεῖται ἀνωτέρω. Ἀσαρηνάν (Num 34, 9). ὅριον τῆς Ἰουδαίας βόρειον. Ἀσερνά (Num. 34, 10). ὅριον καὶ αὐτὸ τῆς Ἰουδαίας. Ἀρβηλά (Num 34, 11). ὅριον ἀνατολικὸν τῆς Ἰουδαίας. ἔστι δὲ κώμη τις Ἀρβηλὰ πέραν τοῦ Ἰορδάνου ἐν ὁρίοις Πέλλης πόλεως
20Παλαιστίνης. καὶ ἄλλη δὲ Ἀρβηλὰ κεῖται ἐν τῷ μεγάλῳ πεδίῳ, τῆς Λεγεῶνος διεστῶσα σημείοις θʹ. Αὐλών (Deut 1, 1). πεδιὰς μεγάλη ἐπιμήκης ὁ Αὐλὼν εἰς ἔτι καὶ νῦν καλεῖται. αὕτη δὲ περιέχεται ὄρεσιν ἑκατέρωθεν, παρατεί‐
νουσιν ἔκ τε τοῦ Λιβάνου καὶ ἔτι ἄνωθεν ἐπὶ τὴν ἔρημον Φαράν.14

16

εἰσὶν δὲ ἐπὶ τοῦ Αὐλῶνος πόλεις ἐπίσημοι 〈Τιβεριὰσ〉 καὶ ἡ πρὸς αὐτῇ λίμνη, Σκυθόπολις, Ἱεριχὼ καὶ ἡ νεκρὰ θάλασσα αἵ τε περὶ αὐτὰς χῶραι, ὧν μέσος 〈ὁ〉 Ἰορδάνης φέρεται, ἐξιὼν μὲν ἀπὸ τῶν κατὰ Πανεάδα πηγῶν, εἰς δὲ τὴν νεκρὰν θάλασσαν ἀφανιζόμενος.
5 Ἀμαληκῖτις (?). χώρα ἐν τῇ ἐρήμῳ τῇ πρὸς μεσημβρίαν τῆς Ἰουδαίας, ὑπερκειμένη τῆς νῦν καλουμένης Πέτρας πόλεως, ἀπιόν‐ των εἰς Ἀϊλά. ἐπισημαίνεται δὲ καὶ ἡ γραφὴ λέγουσα «Ἀμαλὴκ δὲ κατοικεῖ ἐν τῇ γῇ πρὸς νότον». ἐκ γειτόνων δὲ αὐτῶν ἄλλος Χα‐ ναναῖος ὑπῆρχεν, ὁ καὶ πολεμήσας τοῖς υἱοῖς Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου.
10ὃ καὶ αὐτὸ μαρτυρεῖ ἡ γραφὴ λέγουσα «ὁ δὲ Ἀμαλὴκ καὶ οἱ Χανα‐ ναῖοι κατοικοῦσιν ἐν τῇ κοιλάδι». Ἀραβά (Deut 1, 7) 〈Ἀʹ ὁμαλή, Σʹ〉 πεδιάς. κεῖται καὶ ἀνωτέρω. ἔστι δὲ καὶ κώμη καλουμένη Ἀραβὰ ἐν ὁρίοις Διοκαισαρείας, καὶ ἀπὸ τριῶν σημείων Σκυθοπόλεως ἄλλη πρὸς δυσμάς.
15 Ἀμμᾶν (Deut 2, 19). ἡ νῦν Φιλαδελφία, πόλις ἐπίσημος τῆς Ἀραβίας. «κατῴκουν» δὲ αὐτὴν «πρότερον οἱ Ῥαφαείν», ἔθνος ἀρ‐ χαῖον, ὅπερ ἀνεῖλον οἱ υἱοὶ Λὼτ οἱ ἀπὸ Ἀμμᾶν. Ἀργόβ (Deut 3, 4). χώρα «βασιλείας Ὢγ» ὑπὲρ τὸν Ἰορδάνην, ἣν ἔλαβον οἱ ἀπὸ φυλῆς Μανασσῆ. κεῖται δὲ εἰς ἔτι νῦν κώμη πέριξ
20Γέρασαν πόλιν τῆς Ἀραβίας ὡς ἀπὸ σημείων ιεʹ πρὸς δυσμάς, καλεῖ‐ ται δὲ νῦν Ἐργά. ἑρμηνεύει δὲ αὐτὴν ὁ Σύμμαχος περίμετρον. Ἀσηδώθ (Deut 3, 17). πόλις τῶν Ἀμορραίων, ἣ γέγονε φυλῆς Ῥουβίν. λέγεται δὲ Ἀσηδὼθ Φασγώ, ὅ ἐστι λαξευτή. Ἀβαρείμ (Deut 32, 49). ὅρος ἐν ᾧ Μωϋσῆς τελευτᾷ. λέγεται δὲ εἶναι
25«ὄρος Ναβαῦ ὅ ἐστιν ἐν γῇ Μωὰβ ἀντικρὺ Ἱεριχὼ» ὑπὲρ τὸν Ἰορδά‐
νην «ἐπὶ κορυφὴν Φασγώ», καὶ δείκνυται ἀνιόντων ἀπὸ Λιβιάδος16

18

ἐπὶ Ἐσβοῦν τῷ αὐτῷ ὀνόματι καλούμενον πλησίον τοῦ Φογὸρ ὄρους οὕτως καὶ εἰς δεῦρο χρηματίζοντος, ἔνθεν καὶ ἡ χώρα εἰς ἔτι νῦν ὀνομάζεται Φασγώ. Αὐὼθ Ἰαείρ (Deut 3, 14), 〈ἐπαύλεις Ἰαείρ.〉 αὕτη ἐστὶν ἡ Βασάν.
5εἰσὶ δὲ κῶμαι Ἰαεὶρ ἐν τῷ ὄρει Γαλαάδ, ἃς ἔλαβε τὸ ἥμισυ φυλῆς Μανασσῆ· καί εἰσιν ἐν τῇ καλουμένῃ Γωνίᾳ τῆς Βαταναίας.
7tἈπὸ τοῦ Ἰησοῦ τοῦ Ναυῆ.
8 Ἀντιλίβανος (Jos 1, 4). τὰ ὑπὲρ τὸν Λίβανον πρὸς ἀνατολὰς πρὸς τὴν Δαμασκηνῶν χώραν. φυλῆς Μανασσῆ.
10 Ἄζηκα (Jos 10, 10). πόλις τῶν Χαναναίων, μέχρις ἧς κατεδίω‐ ξεν Ἰησοῦς τοὺς εʹ βασιλεῖς, ἥτις γέγονε φυλῆς Ἰούδα. καλεῖται δὲ καὶ νῦν Ἄζηκα κώμη ἀναμέσον Ἐλευθεροπόλεως καὶ Αἰλίας. Αἰλώμ (Jos 10, 12). φάραγξ, καθ’ ἣν ἔστη «ἡ σελήνη» εὐξαμέ‐ νου Ἰησοῦ ἐγγὺς κώμης ἔτι νῦν Αἰλὼν καλουμένης, ἐξ ἀνατολῶν
15Βαιθήλ, σημείοις τρισὶ διεστῶσα. παράκεινται δὲ αὐτῇ Γαβαὰ καὶ Ῥαμαὰ πόλεις Σαούλ. Ἀχώρ (Jos 7, 24, 26). κοιλὰς Ἀχὼρ καλουμένη, ἔνθα ἐλιθοβόλη‐ σαν τὸν Ἀχώρ, κλέψαντα τὸ ἀνάθεμα. παρ’ ὃ καὶ Ἀχὼρ ὠνομάσθη. κεῖται δὲ ἐν βορείοις Ἱεριχώ, καὶ οὕτω 〈εἰς ἔτι νῦν〉 καλεῖται πρὸς
20τῶν ἐπιχωρίων. Ἀσηδώθ (Jos 10, 40). ἄλλη αὕτη πόλις, ἣν ἐπολιόρκησεν Ἰησοῦς,
τὸν βασιλέα αὐτῆς ἀνελών.18

20

Ἀσώρ (Jos 11, 1). πόλις βασιλείας Ἰαβείν, ἣν μόνην ἐνέπρησεν Ἰησοῦς, ὅτι αὕτη ἦν μόνη «ἄρχουσα πασῶν τῶν βασιλειῶν» τῶν ἀλλοφύλων. ἔστι δὲ καὶ εἰς ἔτι νῦν κώμη λεγομένη Ἀσὼρ ἐν ὁρίοις Ἀσκαλῶνος τοῖς εἰς ἀνατολάς, ἣ γέγονε φυλῆς Ἰούδα. καὶ οἶδεν ἡ
5γραφὴ Ἀσὼρ τὴν καινήν. Ἀερμών (Jos 11, 3. 17). χώρα τῶν Εὐαίων, ἣν κατέσχεν Ἰησοῦς. Ἀλὰκ ὄρους (Jos 11, 17). Ἀκύλας μερίζοντος τοῦ ὄρους, 〈Σʹ〉 λείου ὄρους. ὄρος ἐπὶ Πανεάδα. Ἀερμών (Jos 11, 17). ὄρος τῶν Ἀμορραίων, ὃ καλοῦσι Φοίνικες
10Σανιώρ, ὁ δὲ Ἀμορραῖος ἐκάλει «αὐτὸ Σανίρ». φασὶν δὲ εἰς ἔτι νῦν Ἀερμὼν ὄρος ὀνομάζεσθαι καὶ ὡς ἱερὸν τιμᾶσθαι ὑπὸ τῶν ἐθνῶν, καταντικρὺ Πανεάδος καὶ τοῦ Λιβάνου. ἦν δὲ τὰ ὑπὲρ τὸν Ἰορδάνην καὶ πρὸς ἀνατολὰς ὅρια τῆς κατασχέσεως τῶν υἱῶν Ἰσραὴλ μέχρις «ὄρους Ἀερμὼν» «ἀπὸ φάραγγος τοῦ Ἀρνωνᾶ».
15 Ἀνώβ (Jos 11, 21). πόλις, ἣν ἐπολιόρκησεν Ἰησοῦς, καὶ ἔστι νῦν κώμη περὶ Διόσπολιν ἀπὸ σημείων τεσσάρων πρὸς ἀνατολάς, ἣ καλεῖται Βετοαννάβα. Ἀσδὼδ (Jos 11, 22) ἡ καὶ Ἄζωτος. ἐν ᾗ κατελείφθησαν οἱ Ἐνακείμ, ἣ νῦν ἐστι πολίχνη ἐπίσημος τῆς Παλαιστίνης. ἦν δὲ
20κλήρου φυλῆς Ἰούδα. Ἄδερ (Jos 12, 14). πόλις, ἣν ἐπολιόρκησεν Ἰησοῦς, τὸν βασιλέα
αὐτῆς ἀνελών.20

22

Ἀφέκ (Jos 12, 18). πόλις, ἣν καὶ αὐτὴν ἐπολιόρκησεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών. Ἀκσάφ (Jos 12, 20). καὶ ταύτης τὸν βασιλέα ἐπολέμησεν Ἰησοῦς. λέγεται δέ τις κώμη Χσαλοὺς ἐν τῇ πεδιάδι παρὰ τὸ ὄρος Θαβώρ,
5ἀπέχουσα Διοκαισαρείας σημείοις ηʹ. Ἀκκαρών (Jos 13, 3). φυλῆς Δάν, «ἐξ εὐωνύμων τῶν Χαναναίων», πόλις μία τῶν εʹ σατραπειῶν τῶν ἀλλοφύλων, ἣ καὶ ἀφωρίσθη μὲν τῇ φυλῇ Ἰούδα, οὐ μὴν ἐκράτησεν αὐτῆς, ὅτι μὴ ἀνεῖλεν τοὺς ἐν αὐτῇ ἀλλοφύλους. ἣ καὶ ἔστι νῦν κώμη μεγίστη Ἰουδαίων Ἀκκαρὼν κα‐
10λουμένη ἀναμέσον Ἀζώτου καὶ Ἰαμνίας ἐν τοῖς ἀνατολικοῖς. Ἄζωτος (Jos 13, 3) ἡ καὶ Ἀσδώδ. πόλις εἰς ἔτι νῦν διαμένουσα τῆς Παλαιστίνης, ἥτις ἦν τὸ παλαιὸν μία τῶν εʹ σατραπειῶν τῶν ἀλλοφύλων. ἣ καὶ ἀφωρίσθη τῷ Ἰούδα, οὐ μὴν ἐκράτησεν αὐτῆς, ὅτι μὴ ἀνεῖλε τοὺς ἐν αὐτῇ ἀλλοφύλους.
15 Ἀσκαλών (Jos 13, 3). ἐπισημοτάτη πόλις τῆς Παλαιστίνης. καὶ αὐτὴ τὸ παλαιὸν ἦν τῶν εʹ σατραπειῶν καὶ ἀφωρίσθη μὲν τῷ Ἰούδα, οὐ μὴν ἐκράτησεν αὐτῆς, ὅτι μὴ ἀνεῖλε τοὺς ἐν αὐτῇ ἀλλο‐ φύλους. Ἀφεκά (Jos 13, 4). ὅριον «τῶν Ἀμορραίων» ὑπὲρ τὸν Ἰορδάνην,
20ὃ γέγονε φυλῆς Ῥουβίν· καὶ νῦν ἐστι κώμη Ἀφεκὰ λεγομένη μεγάλη περὶ τὴν Ἵππον πόλιν τῆς Παλαιστίνης. Ἀλγάδ (Jos 13, 5). «ὑπὸ τὸ ὄρος τὸ Ἀερμών». Αἰμάθ (Jos 13, 5). τῆς κοιλάδος πόλις, ἣ γέγονε φυλῆς Ῥουβίν. λέγεται δὲ καὶ νῦν Ἀμμαθοῦς κώμη ἐν τῇ Περαίᾳ τῇ κατωτέρᾳ,
25Πέλλων διεστῶσα σημείοις καʹ εἰς νότον. καὶ ἄλλη δὲ κώμη πλησίον Γαδάρων ἐστὶν Ἐμμαθᾶ, ἔνθα τὰ τῶν θερμῶν ὑδάτων θερμὰ λουτρά. καὶ ἐν Βασιλείαις εἴρηται· «ἀπὸ εἰσόδου Αἰμὰθ ἕως τῆς θαλάσσης
Ἀραβά», ἥ ἐστιν ἡ νεκρά.22

24

Ἀμμών (Jos 13, 10. 25). ὑπὲρ τὸν Ἰορδάνην, πόλις φυλῆς Γάδ. αὕτη ἐστὶν Ἀμμᾶν ἡ καὶ Φιλαδελφία, πόλις ἐπίσημος τῆς Ἀραβίας. Ἀδδαρά (Jos 15, 3). φυλῆς Ἰούδα πρὸς τῇ ἐρήμῳ. ἔστι δὲ καὶ ἄλλη κώμη ὁρίου Διοσπόλεως περὶ τὴν Θαμνιτικὴν οὕτω καλου‐
5μένην χώραν ἀπὸ Θαμνὰ κώμης. Ἀκαρκά (Jos 15, 3). Σʹ τὸ ἔδαφος. κώμη ἐστὶν πρὸς τῇ ἐρήμῳ κειμένη. φυλῆς Ἰούδα. Ἀχώρ (Jos 15, 7). 〈φυλῆς Ἰούδα. κεῖται καὶ ἀνωτέρω. Ἀδομμίμ〉 (Jos 15, 7). φυλῆς Ἰούδα. κώμη νῦν ἔρημος, ἧς ὁ
10τόπος καλεῖται Μαληδομνεῖ, κατιόντων ἀπὸ Αἰλίας εἰς Ἱεριχώ, ἔνθα ἐστὶ φρούριον. Ἀμάμ (Jos 15, 26). φυλῆς Ἰούδα. Ἀσέρ (Jos 15, 27). φυλῆς Ἰούδα. καλεῖται δὲ καὶ νῦν Ἀσὲρ κώμη μεγίστη ἀπιόντων ἀπὸ Ἀζώτου εἰς Ἀσκαλῶνα.
15Ἀσαρσουάλ (Jos 15, 28). φυλῆς Ἰούδα.
15 Ἀΐν (Jos 15, 32). φυλῆς Ἰούδα, ἱερεῦσιν ἀφωρισμένη. ἔστι δὲ κώμη νῦν Βηθανὶν λεγομένη ἀπὸ βʹ σημείων τῆς τερεβίνθου, Χεβρὼν δὲ ἀπὸ τεσσάρων. Ἀσθαώλ (Jos 15, 33). φυλῆς Ἰούδα. καὶ ἔστι νῦν κώμη Ἀσθὼ καλουμένη μεταξὺ Ἀζώτου καὶ Ἀσκαλῶνος.
20 Ἀσνά (Jos 15, 33). φυλῆς Ἰούδα. Ἀδολάμ (Jos 15, 35). φυλῆς Ἰούδα. κώμη νῦν ἐστι μεγίστη πρὸς ἀνατολὰς Ἐλευθεροπόλεως ὡς ἀπὸ σημείων δέκα. Ἀδιαθαΐν (Jos 15, 36). φυλῆς Ἰούδα. λέγεται δέ τις κώμη 〈Ἀδία〉
περὶ τὴν Γάζαν, καὶ ἄλλη Ἀδιθὰ περὶ Διόσπολιν ἐν ἀ〈να〉τολαῖς.24

26

Ἀ〈δασά〉 (Jos 15, 37). φυλῆς Ἰούδα. καὶ ἔστι νῦν κώμη ἐγγὺς Γουφνῶν. Ἄθερ (Jos 15, 42). φυλῆς Ἰούδα. Ἀσάν (Jos 15, 42). φυλῆς Ἰούδα. καὶ ἔστι νῦν κώμη Βηθασὰν
5καλουμένη ἐν ὁρίοις Αἰλίας πρὸς δυσμαῖς ἀπὸ σημείων ιϛʹ. Ἀσεννά (Jos 15, 43). φυλῆς Ἰούδα. Ἀχζείβ (Jos 15, 44). φυλῆς Ἰούδα. Ἀνάβ (Jos 15, 50). φυλῆς Ἰούδα. κώμη εἰς ἔτι νῦν ἐν ὁρίοις Ἐλευ‐ θεροπόλεως. ἀλλὰ καὶ Ἀναία ἐστὶ κώμη Ἰουδαίων μεγίστη καλουμένη
10〈ἐν τῷ〉 Δαρωμᾷ πρὸς νότον Χεβρὼν ἀπὸ σημείων θʹ. Ἀσθεμώ (Jos 15, 50). φυλῆς Ἰούδα. κώμη ἐστὶ καὶ αὐτὴ ἐν τῷ Δαρωμᾷ ἐν βορείοις Ἀνεῶν. Ἀνείμ (Jos 15, 50). φυλῆς Ἰούδα. ἄλλη Ἀναιὰ πλησίον τῆς προ‐ τέρας, ἣ νῦν ὅλη Χριστιανῶν τυγχάνει, οὖσα ἀνατολικὴ τῆς προτέρας.
15Ἀφακά (Jos 15, 53). φυλῆς Ἰούδα. Ἀματά (Jos 15, 54). φυλῆς Ἰούδα. Ἀρεββά (Jos 15, 60). φυλῆς Ἰούδα. Ἀρχιαταρώθ (Jos 16, 2). πόλις φυλῆς Ἰωσήφ. Ἀταρώθ (Jos 16, 5). φυλῆς Ἐφραΐμ. καὶ νῦν ἐστι κώμη Ἀτα‐
20ροὺθ ἐν βορείοις Σεβαστῆς ὡς ἀπὸ δʹ μιλίων. Ἀδάρ (Jos 16, 5). πόλις φυλῆς Ἐφραΐμ. Ἀσήρ (Jos 17, 10). πόλις φυλῆς Μανασσῆ. καὶ νῦν ἐστιν οὕτω καλουμένη κώμη κατιόντων ἀπὸ Νέας πόλεως ἐπὶ Σκυθόπολιν ἐν πεντεκαιδεκάτῳ σημείῳ πρὸς αὐτῇ τῇ λεωφόρῳ.
25 Ἀταρώθ (Jos 18, 13). πόλις κλήρου Βενιαμίν. δύο εἰς ἔτι νῦν Ἀταρὼθ περὶ τὴν Αἰλίαν. Ἀναθώθ (Jos 21, 18). πόλις κλήρου Βενιαμίν, ἱερεῦσιν ἀφωρι‐ σμένη περὶ τὴν Αἰλίαν ὡς ἀπὸ σημείων τριῶν. ἐντεῦθεν Ἱερεμίας ὁ προφήτης.
30Ἀδάρ (Jos 18, 13). πόλις κλήρου Βενιαμίν.26

28

Αἰλμών (Jos 21, 18). πόλις κλήρου Βενιαμίν, ἱερεῦσιν ἀφωρισμένη. Ἀμεκκασίς (Jos 18, 21). πόλις κλήρου Βενιαμίν. 〈Αὐείμ (Jos 18, 23). κλήρου Βενιαμίν.〉 Ἀφρά (Jos 18, 23). κλήρου Βενιαμίν. καὶ νῦν ἐστι κώμη Αἰφρ〈αίμ
5τῆς Βηθ〉ὴλ ἀπὸ 〈σημείων εʹ πρὸς ἀνατολάσ〉. Ἀμμωενία (Jos 18, 24). κλήρου Βενιαμίν. Ἀφνεί (Jos 18, 24). κλήρου Βενιαμίν. Ἄλφ (Jos 18, 28). κλήρου Βενιαμίν. Ἀρήμ (Jos 18, 28). κλήρου Βενιαμίν. καὶ ἔστι νῦν κώμη περὶ
10Διόσπολιν 〈Βηθαρὶφ καλουμένη.〉 Ἀμσά (Jos 18, 26). κλήρου Βενιαμίν. Ἀσάρ (Jos 19, 3). πόλις κλήρου Συμεών. Ἀσάν (Jos 19, 3). κλήρου Συμεών. Ἀμαρχαβώβ (Jos 19, 5). κλήρου Συμεών.
15 Ἀΐν (Jos 19, 7). κλήρου Ἰούδα 〈ἢ〉 Συμεών, πόλις ἱερατική. Ἀσεννά (Jos 19, 7). κλήρου Συμεών. Ἀμμαθάρ (Jos 19, 13). κλήρου Ζαβουλών. Ἀνουά (Jos 19, 13). κλήρου Ζαβουλών. καὶ ἄλλη δέ ἐστι κώμη Ἀνουὰ πορευομένων ἀπὸ Νέας πόλεως ἐπὶ τὴν Αἰλίαν σημείοις διε‐
20στῶσα ιεʹ. Ἀναθών (Jos 19, 14). κλήρου Ζαβουλών. Ἀχεσελώθ (Jos 19, 18). πόλις κλήρου Ἰσσάχαρ. λέγεταί τις κώμη Χσαλοὺς ἐν τῇ πεδιάδι παρὰ τὸ ὄρος Θαβώρ, ἀπέχουσα Διοκαισαρείας σημείοις ηʹ πρὸς ἀνατολάς.
25 Αἰφραίμ (Jos 19, 19). πόλις κλήρου Ἰσσάχαρ. καὶ ἔστι κώμη Ἀφραία νῦν καλουμένη, ἀπέχουσα Λεγεῶνος ἐν βορείοις μιλίοις ϛʹ. Ἀνέρθ (Jos 19, 19). κλήρου Ἰσσάχαρ.
Αἴμς (Jos 19, 20). κλήρου Ἰσσάχαρ.28

30

Ἀχσάφ (Jos 19, 25). κλήρου Ἀσήρ. Ἀλιμέλεχ (Jos 19, 26). κλήρου Ἀσήρ. Ἀμόδ (Jos 19, 26). κλήρου Ἀσήρ. Ἀβδών (Jos 19, 28). κλήρου Ἀσήρ.
5 Ἀνειήλ (Jos 19, 27). κλήρου Ἀσήρ. ἔστιν κώμη Βαιτοαναία, Καισαρείας ἀπέχουσα σημείοις ιεʹ ἐπὶ τὰ ἀνατολικά, ἐν ὄρει κειμένη, ἔνθα λουτρὰ λέγεται 〈εἶναι〉 ἰαματικά. Ἀχράν (Jos 19, 28). πόλις Ἀσήρ. Ἀμμών (Jos 19, 28). κλήρου Ἀσήρ.
10 Ἀκχώ (Jos 19, 30). ἡ νῦν Πτολεμαΐς. κλήρου Ἀσήρ, ἀφ’ ἧς «οὐκ ἐξῆρεν» Ἀσὴρ τοὺς ἀλλοφύλους. 〈Ἀχζείφ (Jos 19, 29). κλήρου Ἀσήρ, ἀφ’ ἧς οὐκ ἐξῆραν τοὺς ἀλλοφύλους.〉 αὕτη ἐστὶν Ἔκδιππα 〈ἀπὸ θʹ〉 σημείων Πτολεμαΐδος ἀπιόντων ἐπὶ Τύρον.
15 Ἀμμά (Jos 19, 30). κλήρου Ἀσήρ. Ἀφέκ (Jos 19, 30). κλήρου Ἀσήρ, ἀφ’ ἧς οὐκ ἐξῆραν τοὺς ἀλλο‐ φύλους. Ἀδεμμεί (Jos 19, 33). κλήρου Νεφθαλείμ. Ἀσεδείμ (Jos 19, 35). κλήρου Νεφθαλείμ.
20 Ἀμάθ (Jos 19, 35). κλήρου Νεφθαλείμ. Ἀδαμί (Jos 19, 36). κλήρου Νεφθαλείμ. Ἀσώρ (Jos 19, 36). κλήρου Νεφθαλείμ. καὶ ταύτην ἀνεῖλεν ὁ βασιλεὺς Ἀσσυρίων. Ἀζανώθ (Jos 19, 34). ὅριον Νεφθαλείμ. κώμη ἐν ὁρίοις Διο‐
25καισαρείας ἐν τῇ πεδιάδι. Αἰλών (Jos 19, 43). πόλις κλήρου Δάν, Λευίταις ἀφωρισμένη κώμη δέ ἐστιν Ἀλοῦς περὶ Νικόπολιν. ἀντὶ δὲ τοῦ Αἰλὼν οἱ Οʹ
«οὗ αἱ ἄρκοι» ἐκδεδώκασιν.30

32

(1t)

Ἀπὸ τῶν Κριτῶν.
2 Ἀράδ (Richt 1, 16). πόλις, ἔνθα κατῴκησαν «οἱ υἱοὶ Ἰοθώρ, τοῦ Ἰωβάβ, πενθεροῦ Μωϋσῆ» ἐν μέσῳ Ἰσραήλ. Ἀρέδ (Richt 7, 1). πηγή, ἔνθα παρενέβαλε Γεδεών.
5 Ἀρισώθ (Richt 4, 2). πόλις Σισαρὰ ἄρχοντος Ἰάβις. ἡ δὲ Ἰάβις ἐπέκεινα τοῦ Ἰορδάνου νῦν ἐστι μεγίστη πόλις, Πέλλης πόλεως διε‐ στῶσα σημείοις ϛʹ ἀνιόντων ἐπὶ Γερασάν. 〈Ἄρες (Richt 8, 13). ἀνάβασις Ἄρες. Ἀʹ δρυμῶν, Σʹ ὀρέων.〉 Ἀρουείρ (Richt 11, 33). ἔνθα ἐπολέμησεν Ἰεφθαέ. καὶ ἔστι κώμη
10ἀπὸ σημείων ϛʹ Αἰλίας ἐν τῷ ὄρει πρὸς βορρᾶν. Ἀριμά (Richt 9, 41). ἔνθα ἐκάθισεν ὁ Ἀβιμέλεχ. Αἰαλίν (Richt 12, 12). πόλις «ἐν γῇ Ζαβουλών», ὅθεν ἦν Αἰαλὼν ὁ κρίνας «τὸν Ἰσραήλ». Ἄβελ ἀμπελώνων (Richt 11, 33). ἔνθα ἐπολέμησεν Ἰεφθαέ. γῆς
15υἱῶν Ἀμμών. καὶ ἔστιν εἰς ἔτι νῦν κώμη ἀμπελοφόρος Ἀβελὰ ἀπὸ ϛʹ σημείων Φιλαδελφίας, καὶ ἄλλη πόλις ἐπίσημος, Ἀβελὰ οἰνοφόρος καλουμένη, διεστῶσα Γαδάρων σημείοις ιβʹ τοῖς πρὸς ἀνατολαῖς, καὶ τρίτη τις 〈καὶ〉 αὐτὴ Ἀβελὰ τῆς Φοινίκης μεταξὺ Δαμασκοῦ καὶ Πανεάδος.
20tΒασιλειῶν.
21 Ἀρμαθὲμ Σειφά (I Sam 1, 1). πόλις Ἐλκανὰ καὶ Σαμουήλ. κεῖ‐ ται δὲ αὕτη πλησίον Διοσπόλεως, ὅθεν ἦν Ἰωσήφ, ὁ ἐν Εὐαγγε‐ λίοις ἀπὸ Ἀριμαθίας. Ἀβενεζέρ (I Sam 4, 1). λίθος βοηθοῦ. τόπος ὅθεν «τὴν κιβω‐
25τὸν» ἦραν «οἱ ἀλλόφυλοι», μεταξὺ Αἰλίας καὶ Ἀσκαλῶνος, πλησίον
Βεθσαμὺς κώμης.32

34

Ἀφεσδομείμ (I Sam 17, 1). ἔνθα ἐπολέμει Σαούλ. 〈Ἀʹ〉 ἐν πέ‐ ρατι Δομμείν. Ἀνέγβ (I Sam 20, 41). Ἀʹ νότου, 〈Σʹ〉 μεσημβρίας. Ἀρίθ (I Sam 22, 5). ἔνθα ἐκάθισε Δαυίδ. ἔστι κώμη Ἀράθ,
5Αἰλίας πρὸς δυσμαῖς. Ἀϊαλίμ (I Sam 24, 3). Ἀκʹ τῶν ἐλαφίνων, Θʹ τῶν πετρῶν τῶν ἐλάφων. Ἀενδὼρ ἡ «ἐν Ἰεζραέλ» (I Sam 29, 1). ἔνθα παρεμβάλλουσιν οἱ υἱοὶ Ἰσραὴλ εἰς πόλεμον. ἔστι νῦν μεγίστη κώμη Ἀενδὼρ πλησίον
10τοῦ ὄρους Θαβὼρ ἐπὶ νότου ὡς ἀπὸ σημείων δʹ. Ἄφεκ (I Sam 29, 1). πλησίον Ἀενδὼρ τῆς Ἰεζραέλ, ἔνθα ὁ πόλε‐ μος συνέστη τῷ Σαούλ. Ἀρμά (I Sam 30, 26. 30). ἔνθα ἀπέστειλε Δαυὶδ «τῶν σκύλων». 〈Ἀθάχ (I Sam 30, 26. 30). ἔνθα ἀπέστειλε Δαυὶδ «τῶν σκύλων».〉
15 Ἀμμά (II Sam 2, 24). «ὁδὸς ἔρημος Γαβαών». Ἀεθθὰν Ἀδασαί (II Sam 24, 6). Σʹ τὴν κατωτέραν ὁδόν. Ἁλὼν Ὀρνᾶ (II Sam 24, 16). αὕτη ἐστὶν Ἱερουσαλήμ. Ἀσσούρ (I Kön 9, 15). ἐν τῇ Ἰουδαίᾳ πόλις, ἣν ᾠκοδόμησε Σολομών.
20 Ἀβελμαελαί (I Kön 4, 12). πόλις ἑνὸς τῶν ἀρχόντων Σολομών, ὅθεν Ἐλισσαῖος. κώμη νῦν ἐστιν ἐν τῷ Αὐλῶνι, Σκυθοπόλεως διε‐ στῶσα σημείοις ιʹ, ἣ νῦν καλεῖται Βηθμαελά. ἔστι δὲ καὶ Ἀβελμεὰ κατιόντων ἀπὸ Νέας πόλεως εἰς Σκυθόπολιν. Αὐωθιαείρ (I Kön 4, 13). πόλις ἑνὸς ἄρχοντος Σολομών.
25 Ἀϊλάθ (I Kön 9, 26). «ἐπὶ τοῦ χείλους τῆς ἐσχάτης θαλάσσης ἐν γῇ Ἐδώμ». κεῖται καὶ ἀνωτέρω Ἀϊλάς. Ἀϊλώθ (II Kön 14, 22). ταύτην ᾠκοδόμησεν Ἀζαρίας.
Ἀϊνδά (I Kön 15, 20). ταύτην ἐπάταξεν Ἀσά.34

36

Ἀσιὼν βαβαὶ (I Kön 22, 49) ἡ καὶ Ἀσιὼν γαβέρ. ἔνθα «συνετρί‐ βησαν αἱ νῆες» Ἰωσαφάτ. αὕτη λέγεται εἶναι Αἰσία ἡ παρὰ τὴν Ἀϊλὰ πλησίον τῆς ἐρυθρᾶς θαλάσσης. Ἀλαέ, Ἀβώρ, Γωζάν (II Kön 17, 6). ἐν χώρᾳ Μήδων ποταμοί,
5ὧν ἐν τοῖς ὄρεσιν ἀπῳκίσθη ὁ Ἰσραήλ. Ἀβενά (II Kön 5, 12). ποταμὸς Δαμασκοῦ. Ἀοφσὶθ (II Kön 15, 5) ἢ Ἀφουσώθ. Ἀʹ τῆς ἐλευθερίας. Αἰάν (II Kön 15, 29). ταύτην εἷλεν ὁ «βασιλεὺς Ἀσσυρίων». Αἶα (II Kön 17, 24). 〈χώρα Ἀσσυρίων.
10 Αἰμάθ (II Kön 17, 24).〉 χώρα Ἀσσυρίων. Ἀσιμάθ (II Kön 17, 30). ταύτην ἔκτισαν οἱ ἀπὸ Αἰμὰθ ἐν τῇ Ἰουδαίᾳ. Ἀρκέμ (II Kön 17, 30). κατὰ Ἰώσιππον αὕτη ἐστὶν Πέτρα πόλις ἐπίσημος τῆς Παλαιστίνης.
15 Ἀδραμελέχ (II Kön 17, 31). εἴδωλον Ἀσσυρίων, καὶ Ἀνημελὲχ ὁμοίως, οἳ καὶ ἦσαν τῶν Σαμαρειτῶν θεοί. Ἀρωνιείμ (Jes 15, 5). ὁδός. Ἡσαΐας. Ἀʹ Ὀρωναΐμ, 〈Σʹ〉 Ἀραννείμ. ἐν ὁράσει τῇ «κατὰ τῆς Μωαβίτιδος». 〈Ἀγαλλείμ (Jes 15, 8). Ἡσαΐας ἐν ὁράσει τῇ «κατὰ τῆς Μωαβίτι‐
20δος».〉 καὶ νῦν ἐστὶν Αἰγαλλεὶμ κώμη πρὸς νότον Ἀρεοπόλεως διε‐ στῶσα σημείοις ηʹ. Αἰλείμ (Jes 15, 8). φρέαρ Δειμμών. Ἡσαΐας 〈ἐν ὁράσει〉 τῇ «κατὰ 〈τῆσ〉 Μωαβίτιδος». Ἀρινὰ (Jes 15, 9) ἡ καὶ Ἀριήλ. Ἀʹ Σʹ λέοντα 〈θεοῦ〉. ταύτην
25εἶναί φασι τὴν Ἀρεόπολιν, ἐπειδὴ καλοῦσιν εἰς ἔτι καὶ νῦν Ἀριὴλ τὸ εἴδωλον αὐτῶν οἱ τὴν Ἀρεόπολιν οἰκοῦντες ἀπὸ τοῦ σέβειν τὸν Ἄρεα,
ἐξ οὗ καὶ τὴν πόλιν ὠνόμασαν.36

38

Ἀδαμά (Jes 15, 9). Ἀʹ Σʹ χθονός, 〈Θʹ〉 τῆς γῆς. Ἀγρὸς τοῦ γναφέως (Jes 7, 3). παρὰ Ἡσαΐᾳ. καὶ δείκνυται ἔτι νῦν ὁ τόπος ἐν προαστείοις Ἱερουσαλήμ. 〈Ἀσεδέκ (Jes 19, 18). * * * * * * * * * * *
5* * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * 〉 Ἀρφάδ (Jes 36, 19; 37, 13). πόλις Δαμασκοῦ, ἣν ἐπολέμησεν βασιλεὺς Ἀσσυρίων. ἐν Ἡσαΐᾳ καὶ Ἱερεμίᾳ καὶ ταῖς Βασιλείαις. Ἀναεουγαυά (Jes 37, 13). ἐν Ἡσαΐᾳ. Ἀʹ 〈Ἀνὲ καὶ Γαυᾶ, Σʹ〉 ἀνε‐
10στάτωσεν καὶ ἐταπείνωσεν. καὶ ἐν Βασιλείαις. Ἀρμενία (Jes 37, 38). Ἡσαΐας. Ἀραράτ. Σαρασά. Ἀσέλ (Zach 14, 5). ταύτης Ζαχαρίας μέμνηται. Ἀναμεήλ (Zach 14, 10). πύργος Ἱερουσαλήμ. ἐν Ζαχαρίᾳ. Ἀσαδημώθ (Jer 31, 40). ἐν Ἱερεμίᾳ. τὸ Ἑβραϊκὸν τῶν Σαδημώθ,
15Ἀʹ τὰ προάστεια. Ἀενιώθ (Jer 37, 16). ἐν Ἱερεμίᾳ. Ἀʹ τὰ ἐργαστήρια. Ἀλώθ (Jer 48, 5). ἐν Ἱερεμίᾳ. 〈τὸ Ἑβραϊκὸν Λουίθ.〉 Αἰθάμ (Jer 49, 19). ἐν Ἱερεμίᾳ. Ἀʹ στερεάν, Σʹ ἀρχαίαν.
19tἈπὸ τῶν Εὐαγγελίων.
20Ἀκελδαμά (Matth 27, 8). «χωρίον αἵματος». ἐν Εὐαγγελίοις. ὃ
καὶ δείκνυται εἰς ἔτι νῦν ἐν τῇ Αἰλίᾳ ἐν βορείοις τοῦ Σιὼν ὄρους.38

40

Αἰνὼν (Joh 3, 23). «ἐγγὺς τοῦ Σαλείμ», ἔνθα ἐβάπτιζεν Ἰωάννης, ὡς ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ. καὶ δείκνυται εἰς ἔτι νῦν ὁ τόπος ἀπὸ ηʹ σημείων Σκυθοπόλεως πρὸς νότον πλησίον Σαλεὶμ καὶ τοῦ Ἰορδάνου.
5tΣτοιχεῖον Β.
6tἈπὸ τῆς Γενέσεως.
7 Βαβέλ (Gen 11, 9), Βαβυλών. ἑρμηνεύεται σύγχυσις. ἦν δὲ πόλις βασιλείας γίγαντος Νεβρώδ, ἡνίκα ἐχύθησαν αἱ γλῶσσαι τῶν τὸν πύργον ἐπινοησάντων, ὧν ἄρχοντα γεγονέναι φησὶν Ἰώσιππος τὸν
10Νεβρώδ. καὶ μάρτυρα δὲ ὁ αὐτὸς τῆς κατὰ τὸν πύργον ἱστορίας τὴν Ἑλληνικὴν Σίβυλλαν παρατίθεται, γράφων οὕτως· «ὁ δὲ τόπος ἐν ᾧ τὸν πύργον ᾠκοδόμησαν νῦν Βαβυλὼν καλεῖται διὰ τὴν σύγχυσιν 〈τοῦ περὶ τὴν διάλεκτον πρῶτον ἐναργοῦς· Ἑβραῖοι γὰρ τὴν σύγχυ‐ σιν〉 Βαβὲλ καλοῦσιν. περὶ δὲ τοῦ πύργου καὶ τῆς ἀλλοφωνίας τῶν
15ἀνθρώπων μέμνηται 〈καὶ〉 Σίβυλλα γράφουσα οὕτως· πάντων ὁμο‐ φώνων ὄντων τῶν ἀνθρώπων, πύργον ᾠκοδόμησάν τινες ὑψηλότα‐ τον, ὡς ἐπὶ τὸν οὐρανὸν ἀναβησόμενοι δι’ αὐτοῦ. οἱ δὲ θεοὶ ἀνέμους ἐπιπέμψαντες ἀνέτρεψαν τὸν πύργον, καὶ ἰδίαν ἑκάστῳ φωνὴν ἔδω‐ καν· καὶ διὰ τοῦτο Βαβυλῶνα συνέβη κληθῆναι τὴν πόλιν».
20 Βαιθήλ (Gen 12, 8). καὶ νῦν ἐστι κώμη Αἰλίας ἄποθεν σημείοις ιβʹ 〈ἀπιόντων εἰς Νέαν πόλιν δεξιά· Οὐλαμμα〉οῦς δὲ τὸ πρότερον ἐκα‐ λεῖτο καὶ Λουζά. ἣ καὶ γέγονε φυλῆς Βενιαμίν, πλησίον Βηθαῦν καὶ τῆς Γαί. καὶ ταύτην δὲ Ἰησοῦς ἐπολιόρκησε, τὸν βασιλέα αὐτῆς
ἀνελών.40

42

Βαλά (Gen 14, 2). ἥ «ἐστι Σιγώρ», ἡ νῦν Ζοορὰ καλουμένη, μόνη διασωθεῖσα ἀπὸ τῆς τῶν Σοδομιτῶν χώρας. ἣ καὶ εἰς ἔτι νῦν οἰκεῖται, τῇ νεκρᾷ παρακειμένη θαλάσσῃ, καὶ φρούριόν ἐστι στρατιω‐ τῶν. καὶ φύεταί γε παρ’ αὐτῇ τὸ βάλσαμον καὶ ὁ φοῖνιξ, δεῖγμα τῆς
5παλαιᾶς τῶν τόπων εὐφορίας. Βάλανος 〈πένθουσ〉 (Gen. 35, 8). ὑφ’ ἣν ἔθαψαν ἀποθανοῦσαν τὴν τροφὸν Ῥεβέκκας. Βαράδ (Gen 16, 14). «ἀνὰ μέσον Κάδης καὶ Βαρὰδ» τὸ φρέαρ τῆς Ἄγαρ 〈εἰς ἔτι νῦν δείκνυται.
10 Βηθλεέμ (Gen 35, 19) * * * *〉 φυλῆς Ἰούδα, Αἰλίας ἄποθεν ση‐ μείοις ϛʹ ἐπὶ τὰ νότια περὶ τὴν φέρουσαν εἰς Χεβρὼν ὁδόν, ἔνθα τὸ μνῆμα Ἰεσσαὶ καὶ Δαυὶδ δείκνυται. ἐκαλεῖτο δὲ Βηθλεὲμ καὶ ὁ υἱὸς
τοῦ Ἐφραθᾶ, ὡς ἐν Παραλειπομέναις.42

44

(1t)

Ἀπὸ τῆς Ἐξόδου.
2 Βεελσεφών (Ex 14, 2). πρὸς τῇ ἐρήμῳ σταθμὸς τῶν υἱῶν Ἰσραήλ, ἐξιόντων ἐξ Αἰγύπτου διὰ τοῦ κλύσματος, παρὰ τὴν ἐρυθρὰν θάλασσαν.
4tἈριθμῶν καὶ Δευτερονομίου.
5 Βανηϊακάν (Num 33, 31f.). ἐπὶ τῆς ἐρήμου σταθμὸς τῆς πορείας τοῦ λαοῦ. Βαμώθ (Num 21, 19). πόλις τοῦ Ἀμορραίου πέραν τοῦ Ἰορδάνου ἐν τῷ Ἀρνωνᾷ, ἣν ἔλαβον υἱοὶ Ῥουβίν. Βασάν (Num 21, 33). Ὢγ βασιλέως Βασάν, ἣν «ὁ Μαχαθὶ ἐπω‐
10νόμασεν Αὐὼθ Ἰαείρ», ἣν ἔλαβεν φυλὴ Μανασσῆ, κειμένη ἐν τῇ Γα‐ λαάδ. αὕτη ἐστὶ Βασανῖτις, ἡ νῦν καλουμένη Βαταναία. Βεελφεγώρ (Num 25, 3). ἑρμηνεύεται «εἶδος ἀσχημοσύνης». ἔστι δὲ εἴδωλον Μωάβ, ὅ ἐστι Βαὰλ ἐπὶ τοῦ Φογὼρ ὄρους. Βαιάν (Num 32, 3). πόλις τοῦ Ἀμορραίου. καὶ αὐτὴν ἔλαβον
15οἱ υἱοὶ Ῥουβίν. Βηθναμράν (Num 32, 36). πέραν τοῦ Ἰορδάνου. ἣν ᾠκοδόμησεν φυλὴ Γάδ. καὶ ἔστι νῦν κώμη Βηθναμβρὶς ὡς ἀπὸ σημείων εʹ Λι‐ βιάδος ἐν βορείοις. 〈Βηθαρράν (Num 32, 36). πέραν τοῦ Ἰορδάνου, ἣν ᾠκοδόμησεν
20φυλὴ Γάδ.〉 Βεελμεών (Num 32, 38). πέραν τοῦ Ἰορδάνου, ἣν ᾠκοδόμησαν
οἱ υἱοὶ Ῥουβίν. κώμη μεγίστη πλησίον Βααροῦ τῶν θερμῶν ὑδάτων44

46

ἐστὶ τῆς Ἀραβίας Βεελμαοὺς καλουμένη, διεστῶσα τῆς Ἐσβοῦς σημείοις θʹ. ἐντεῦθεν ἦν Ἐλισσαῖος ὁ προφήτης. Βαάλ (Num 32, 38). πέραν τοῦ Ἰορδάνου, πόλις υἱῶν Ῥουβίν. Βουθάν (Num 33, 6). σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου.
5ἡ καὶ Ἀϊθάμ. Βηλά (Num 34, 11). ὅριον τῆς Ἰουδαίας ἀνατολικόν. κεῖται καὶ ἀνωτέρω Ἀρβηλά. Βοσόρ (Deut 4, 43). «ἐν τῇ ἐρήμῳ» «πέραν τοῦ Ἰορδάνου», «τῆς φυλῆς Ῥουβίν», «ἀπὸ ἀνατολῶν Ἱεριχώ», πόλις ἱερατικὴ τῶν φυγα‐
10δευτηρίων. αὕτη ἐστὶ Βόστρα, ἡ νῦν μητρόπολις τῆς Ἀραβίας. ἔστι δὲ καὶ ἄλλη νῦν Βοσὸρ πόλις τοῦ Ἡσαῦ ἐν ὄρεσι τῆς Ἰδουμαίας, ἧς μέμνηται Ἡσαΐας λέγων· «τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, ἐρύ‐ θημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ»; Βηρὼθ «υἱῶν Ἰακείμ» (Deut 10, 6). ἐπὶ τῆς ἐρήμου τόπος, ἔνθα
15ἐτελεύτησεν Ἀαρών. καὶ δείκνυται ἀπὸ ιʹ σημείων Πέτρας πόλεως ἐπὶ κορυφῆς τοῦ ὄρους.
17tἈπὸ τοῦ Ἰησοῦ.
18 Βουνὸς ἀκροβυστιῶν (Jos 5, 3). τόπος ἐν Γαλγάλοις, ἐν ᾧ πε‐ ριέτεμεν Ἰησοῦς τὸν λαόν, ὡς ἀπὸ δύο σημείων Ἱεριχοῦς, ἔνθα δεί‐
20κνυνται εἰς ἔτι νῦν οἱ λίθοι, οὓς ἤνεγκαν ἀπὸ τοῦ Ἰορδάνου. Βηθωρών (Jos 10, 10). ἔνθα κατεδίωξεν Ἰησοῦς τοὺς βασιλεῖς, ἣ γέγονεν υἱῶν Ἰωσήφ, τοῦ Ἐφραΐμ. καί εἰσι κῶμαι βʹ ὡς ἀπὸ ση‐ μείων Αἰλίας ιβʹ ἐπὶ τὴν εἰς Νικόπολιν ὁδόν, ὧν ἡ μὲν καλεῖται Βηθωρὼν ἡ ἀνωτέρα, ἣν ᾠκοδόμησε Σολομών, ἡ δὲ κατωτέρα Λευί‐
25ταις ἀφωρισμένη. Βαρνή (Jos 10, 41). 〈ἡ〉 αὐτή ἐστι τῇ Κάδης Βαρνῆ, ἐρήμῳ τῇ
παρατεινούσῃ Πέτρᾳ πόλει.46

48

Βααλγάδ (Jos 11, 17). πόλις ἐν τῷ πεδίῳ «τοῦ Λιβάνου, ὑπὸ τὸ ὄρος τὸ Ἀερμών». ἣν καὶ αὐτὴν ἀνεῖλεν Ἰησοῦς. Βεθφογόρ (Jos 13, 20). πέραν τοῦ Ἰορδάνου, πόλις υἱῶν Ῥουβίν, πλησίον τοῦ Φογὸρ ὄρους, ἀπέναντι Ἱεριχώ, ἀνωτέρω Λιβιάδος ση‐
5μείων ϛʹ. Βηθασιμούθ (Jos 12, 3). τόπος τῆς Ἰσιμοῦθ, 〈ἔστι δὲ εἰς ἔτι νῦν κώμη Ἰσιμοὺθ〉 ἀντικρὺ Ἱεριχοῦς ἀπὸ μιλίων ιʹ πρὸς νότον παρακει‐ μένη τῇ νεκρᾷ θαλάσσῃ. Βηρώθ (Jos 9, 23). ὑπὸ τὴν Γαβαών. καὶ ἔστι νῦν κώμη πλη‐
10σίον Αἰλίας κατιόντων ἐπὶ Νικόπολιν ἀπὸ ζʹ σημείων. Βοτνία (Jos 13, 26) ἡ καὶ Ποτεείν. πέραν τοῦ Ἰορδάνου, πόλις φυλῆς Γάδ. καὶ εἰς ἔτι νῦν ὁμοίως ἐν τοῖς τόποις χρηματίζει. 〈Βηθαράμ (Jos 13, 27). πόλις φυλῆς Γάδ, πλησίον τοῦ Ἰορδά〉νου· Βηθραμφθὰ παρὰ Ἀσσυρίοις. αὕτη δέ ἐστιν ἡ νῦν καλουμένη
15Λιβιάς. Βηθνεμρά (Jos 13, 27). πέραν τοῦ Ἰορδάνου, πόλις φυλῆς Γάδ, πλησίον Λιβιάδος. Β〈ηθαγλά (Jos 15, 6). φυλῆς Ἰούδα〉. κώμη ἐστὶ σημείῳ ιʹ Ἐλευ‐ θεροπόλεως κατιόντων εἰς Γάζαν Ἄγλα καλουμένη. καὶ ἄλλη Βηθ‐
20αγλαὶμ ἀπὸ ηʹ σημείων παράλιος. 〈Βηθαραβά (Jos 15, 6). φυλῆς Ἰούδα.〉 Βαάλ (Jos 15, 9). «αὕτη ἐστὶ Καριαθιαρείμ, πόλις Ἰαρείμ», φυ‐ λῆς Ἰούδα. καὶ ἔστι κατιόντων ἀπὸ Αἰλίας εἰς Διόσπολιν κώμη Καριαθιαρεὶμ ὡς ἀπὸ σημείων ιʹ.
25Βααλὰ (Jos 15, 11) ἡ καὶ Βαλά. φυλῆς Ἰούδα. Βαλώθ (Jos 15, 24). φυλῆς Ἰούδα.
Βεθφαλεὶ (Jos 15, 27) ἡ καὶ Βεθελεί. φυλῆς Ἰούδα.48

50

Βηρσαβεέ (Jos 15, 28; 19, 2). φυλῆς Ἰούδα καὶ Συμεών, ἔτι καὶ νῦν ἐστι κώμη μεγίστη ἀπέχουσα Χεβρὼν σημείοις κʹ πρὸς νότον, ἐν ᾗ καὶ φρούριον στρατιωτῶν ἐγκάθηται· ὅθεν ἀρχὰς εἶχεν τὰ ὅρια τῆς Ἰουδαίας, παρατείνοντα ἐπὶ Δὰν τὴν πλησίον Πανεάδος.
5ἑρμηνεύεται δὲ Βηρσαβεὲ 〈φρέαρ ὁρκισμοῦ〉 ἀπὸ τῆς Ἁβραὰμ καὶ Ἰσαὰκ πρὸς τὸν Ἀβιμελὲχ ὁρκωμοσίας. οὐ χρὴ δὲ ταράττεσθαι ἐπὶ τῷ τὰς Ἰούδα λεγομένας πόλεις τὰς αὐτὰς εὑρίσκεσθαι ἤτοι Συμεὼν ἢ Βενιαμίν. ἐπειδὴ γὰρ ἡ τοῦ Ἰούδα φυλὴ προκατῆρχεν ἐν τοῖς πο‐ λέμοις, εἰκότως αὐτῇ μὲν διὰ τὰ κατορθώματα ἡ τῆς χώρας ἐπεγρά‐
10φετο κτῆσις, ἐν δὲ τῇ διανομῇ τῶν κλήρων καὶ εἰς ἑτέρας μετεδίδοτο φυλάς. ἐπισημαίνεται δὲ σαφῶς ἡ γραφὴ ὅτι κατῴκησε Συμεὼν ἐν μέσῳ φυλῆς Ἰούδα. Βαλαάμ (Jos 15, 29). φυλῆς Ἰούδα. Βασκώθ (Jos 15, 39). φυλῆς Ἰούδα.
15 Βηθδαγών (Jos 15, 41). φυλῆς Ἰούδα. καὶ ἔστι νῦν κώμη με‐ γίστη Κεπαραδαγὼν μεταξὺ Διοσπόλεως καὶ Ἰαμ〈νίασ〉. Βηθαλώθ (Jos 15, 59). φυλῆς Ἰούδα. Βηθαφοῦ (Jos 15, 53). φυλῆς Ἰούδα. κώμη ἐπέκεινα Ῥαφίας σημείοις ιδʹ εἰσιόντων εἰς Αἴγυπτον. ἣ καὶ ὅριόν ἐστι Παλαι‐
20στίνης. 〈Βηθα〉ραβά (Jos 15, 61). 〈Σʹ ἐν τοῖσ〉 περὶ τὴν ἀοίκητον. Βεεσθαρά (Jos 21, 27). φυλῆς Μανασσῆ, Λευίταις ἀφωρισμένη «ἐν τῇ Βασανίτιδι». Βηθαῦν (Jos 18, 12). φυλῆς Βενιαμίν, πλησίον τῆς Γαὶ 〈καὶ〉
25τῆς Βεθήλ, ἔναντι Μαχμάς.
〈Βαλιλώθ (Jos 18, 17). φυλῆς Βενιαμίν.〉50

52

Βεθσούρ (Jos 15, 58). φυλῆς Ἰούδα ἢ Βενιαμίν. καὶ ἔστι νῦν κώμη Βηθσωρὼ ἀπιόντων ἀπὸ Αἰλίας εἰς Χεβρὼν ἐν κʹ σημείῳ, ἔνθα καὶ πηγὴ ἀπὸ ὄρους ἐξιοῦσα δείκνυται, ἐν ᾗ λέγεται ὁ εὐνοῦχος Κανδάκης βεβαπτίσθαι ὑπὸ Φιλίππου. ἔστι δὲ καὶ ἄλλη Βεθσούρ,
5φυλῆς Ἰούδα, Ἐλευθεροπόλεως 〈ἀπέχουσα σημεῖον ἕν〉. Βοόν (Jos 18, 17). φυλῆς Βενιαμίν. 〈Βηθαλών (Jos 18, 19). φυλῆς Βενιαμίν.〉 Σʹ εἰς τὴν πεδιάδα. Βηθαγλά (Jos 18, 19. 21). φυλῆς Βενιαμίν. 〈Βηρώθ (Jos 18, 25). φυλῆς Βενιαμίν.〉
10Βολά (Jos 19, 3). κλήρου Συμεών. Βαθούλ (Jos 19, 4). κλήρου Συμεών. 〈Βήθ (Jos 19, 5). κλήρου Συμεών.〉 Βααλέθ (Jos 19, 8). κλήρου Συμεών. Βηραμμώθ (Jos 19, 8). κλήρου Συμεών.
15 〈Βηθλαβαώθ (Jos 19, 6). κλήρου Συμεών.〉 Βηθλεέμ (Jos 19, 15). κλήρου Ζαβουλών. ἑτέρα ἐστὶν αὕτη τῆς Ἰούδα. Βηθφάσις (Jos 19, 21). φυλῆς Ἰσσάχαρ. Βατναί (Jos 19, 25). φυλῆς Ἀσήρ. καὶ νῦν καλεῖται κώμη
20Βεθβετέν, ἀπὸ ὀγδόου σημείου Πτολεμαΐδος εἰς ἀνατολάς. Βηθδαγών (Jos 19, 27). συνάπτει «τῷ Ζαβουλών», κλήρου Ἰσσάχαρ. Βηθαεμέκ (Jos 19, 27). Σʹ τὴν κοιλάδα. κλήρου Ἀσήρ. Βηθαναθά (Jos 19, 38). φυλῆς Νεφθαλείμ. καὶ ἔστι κώμη Βα‐
25ταναία ἀπὸ ιεʹ σημείων Καισαρείας, ἐν ᾗ λέγεται εἶναι λουτρὰ ἰάσιμα.
κεῖται δὲ καὶ ἀνωτέρω Ἀναία.52

54

Βάνη (Jos 19, 45). φυλῆς Δάν. Βαράκ (Jos 19, 45). φυλῆς Δάν. εἰς ἔτι νῦν περὶ τὴν Ἄζω‐ τόν ἐστι κώμη Βαρκά.
4tἈπὸ τῶν Κριτῶν.
5 Βεζέκ (Richt 1, 4), πόλις Ἀδωνιβεζέκ. καὶ νῦν εἰσι κῶμαι βʹ Βεζέκ, ἀλλήλων πλησίον, Νέας πόλεως ἀπέχουσαι σημείοις ιζʹ κατιόν‐ των ἐπὶ Σκυθόπολιν. Βηθσάν (Richt 1, 27). ταύτης «οὐκ ἐξῆρε» τοὺς ἀλλοφύλους ἡ φυλὴ Μανασσῆ. αὕτη ἐστὶ Σκυθόπολις, ἐπίσημος Παλαιστίνης πόλις.
10καλεῖ δὲ αὐτὴν ἡ γραφὴ καὶ οἶκον Σάν, ὅπερ ἐστὶν «οἶκος ἐχθροῦ». Βηθσαμές (Richt 1, 33). πόλις ἱερατική, φυλῆς Βενιαμίν. καὶ ἔστιν εἰς ἔτι νῦν ἀπέχουσα Ἐλευθεροπόλεως σημείοις ιʹ πρὸς ἀνατο‐ λὰς μεταξὺ Νικοπόλεως. Βαθμά (Richt 1, 33). κλήρου Νεφθαλείμ. οὐδὲ ταύτης ἐξῆρεν
15τοὺς ἀλλοφύλους. 〈Βηθσαμὲς (Richt 1, 33) ἄλλη. φυλῆς Νεφθαλείμ. οὐδὲ ταύτης ἐξῆρεν τοὺς ἀλλοφύλους.〉 Βααλερμών (Richt 3, 3). ὄρος παρὰ τὸν Λίβανον, ὅριον τῶν ἀλλοφύλων.
20 Βααλέθ (Jos 19, 44). κλήρου Δάν. Βεθβηρά (Richt 7, 24). ὕδωρ ὃ προκατελάβετο Γεδεών. Βηθασεττά (Richt 7, 22). ἔνθα ἔφυγε Μαδιάμ. Βάλανος Σικίμων (Richt 9, 6). ἔνθα ἐβασίλευσεν Ἀβιμέλεχ. δεί‐ κνυται ἐν προαστείοις Νέας πόλεως ἐν τῷ τάφῳ Ἰωσήφ.
25Βορκοννείμ (Richt 8, 7. 16). Ἀʹ τραγακάνθας, Σʹ τριβόλους. Βηρά (Richt 9, 21). ἔνθα φυγὼν Ἀβιμέλεχ Ἰωάθαμ κατῴκησεν.
ἀπέχει ἡ κώμη Ἐλευθεροπόλεως σημείοις ηʹ ἐν τοῖς βορείοις.54

56

Βααλθαμάρ (Richt 20, 33), πλησίον Γαβά. ἔνθα παρετάξαντο οἱ υἱοὶ Ἰσραὴλ εἰς πόλεμον τῇ φυλῇ Βενιαμίν. καὶ καλεῖται ἐν τοῖς τό‐ ποις εἰς ἔτι Βηθθαμάρ.
4t〈Βασιλειῶν.〉
5 Βηθχώρ (I Sam 7, 11f.). ἔνθα κατεδίωξεν ὁ λαὸς «τοὺς ἀλλο‐ φύλους»· καὶ ἐκλήθη «λίθος τοῦ βοηθοῦ». Βαμά (I Sam 9, 12). ἔνθα συνέφαγε Σαοὺλ τῷ Σαμουήλ, μέλ‐ λων χρίεσθαι εἰς βασιλέα. ὁ δὲ Ἀκύλας τὸ ἐν Βαμὰ ὑψώματι ἡρμή‐ νευσεν.
10 Βωσῆς (I Sam 14, 4). ὄνομα πέτρας. Βασώρ (I Sam 30, 9). χειμάρρους ἔνθα ἦλθε Δαυίδ. Βωρασάν (I Sam 30, 30). ἔνθα ἀπέστειλε Δαυὶδ «τῶν σκύλων». Βαουρείμ (II Sam 3, 16). ἔνθα τὴν Μελχὼλ κατέστησεν ὁ ἀνὴρ αὐτῆς.
15 Βααλασώρ (II Sam 13, 23). «ἐχόμενα Ἐφραΐμ», ἔνθα ἔκειρον «τῷ Ἀβεσσαλώμ». 〈Βηθμαχά (II Sam 20, 14). * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * Μαχαμείμ.〉
20 Βάλθ (I Kön 9, 18). πόλις ἣν ᾠκοδόμησε Σολομών. Βαιθσαρισά (II Kön 4, 42). ὅθεν ὁ ἄνθρωπος πρὸς Ἐλισσαῖον. ἔστιν ἐν ὁρίοις Διοσπόλεως ἀπὸ σημείων ιεʹ τοῖς πρὸς βορρᾶν ἐν τῇ Θαμνιτικῇ. Βαιθαγγάν (II Kön 9, 27). ὁδὸς δι’ ἧς ἔφυγεν Ὀχοζίας.
25〈Βασεκάθ (II Kön 22, 1). πόλις ἀρχαία τῆς Ἰουδαίας.〉
Βαιθακάθ (II Kön 10, 12). ἔνθα ἦλθεν Ἰοῦ. ἔστι κώμη τῆς56

58

Σαμαρείας, τῆς Λεγεῶνος ἀπέχουσα σημείοις ιεʹ ἐν τῷ μεγάλῳ πεδίῳ. Ἀʹ οἴκῳ κάμψεως, Σʹ οἴκῳ ἑκάστων. Βαιθαννὴ (II Kön 17, 30) ἡ καὶ Βαινίθ. ταύτην ἔκτισαν οἱ ἀπὸ Βαβυλῶνος Σαμαρεῖται.
5 Βύβλος (Ez 27, 9). πόλις Φοινίκης, ἐν Ἱεζεκιήλ, ἀνθ’ οὗ τὸ Ἑβραϊκὸν ἔχει Γοβέλ. Βούβαστος (Ez 30, 17). πόλις Αἰγύπτου ἐν Ἱεζεκιήλ. Βώζ (Jer 25, 23). ἐν γῇ Κηδάρ. ἐν Ἱερεμίᾳ. Βήλ (Jer 50, 2). εἴδωλον Βαβυλῶνος.
10tἈπὸ τοῦ Εὐαγγελίου.
11 Βηθσαϊδά (Matth 11, 21). πόλις «Ἀνδρέου καὶ Πέτρου» καὶ Φι‐ λίππου. κεῖται δὲ ἐν τῇ Γαλιλαίᾳ πρὸς τῇ Γεννησαρίτιδι λίμνῃ. Βηθφαγή (Matth 21, 1). κώμη πρὸς τῷ ὄρει τῶν ἐλαιῶν, ἔνθα 〈ἦλθεν κύριος Ἰησοῦς.
15 Βηθανία (Matth 21, 17). κώμη ἐν δευτέρῳ Αἰλίας σημείῳ, ἐν κρημνῷ τοῦ ὄρους τῶν ἐλαιῶν, ἔνθα〉 ὁ Χριστὸς τὸν Λάζαρον ἤγειρεν. δείκνυται εἰς ἔτι καὶ νῦν ὁ Λαζάρου τόπος. Βηθααβαρά (Ioh 1, 28). «ὅπου ἦν Ἰωάννης βαπτίζων», «πέραν τοῦ Ἰορδάνου». καὶ δείκνυται ὁ τόπος, ἐν ᾧ καὶ πλείους τῶν ἀδελ‐
20φῶν εἰς ἔτι νῦν τὸ λουτρὸν φιλοτιμοῦνται λαμβάνειν. Βηζαθά (Ioh 5, 2). κολυμβήθρα ἐν Ἱερουσαλήμ, ἥτις ἐστὶν «ἡ προβατική», τὸ παλαιὸν εʹ στοὰς ἔχουσα. καὶ νῦν δείκνυται ἐν ταῖς αὐτόθι λίμναις διδύμοις, ὧν ἑκατέρα μὲν ἐκ τῶν κατ’ ἔτος ὑετῶν πληροῦται, θατέρα δὲ παραδόξως πεφοινιγμένον δείκνυσι τὸ ὕδωρ,
25ἴχνος, ὥς φασι, φέρουσα τῶν πάλαι καθαιρομένων ἐν αὐτῇ ἱερείων.
παρ’ ὃ καὶ προβατικὴ καλεῖται, διὰ τὰ θύματα.58

60

(1t)

Στοιχεῖον Γ.
2tἈπὸ τῆς Γενέσεως.
3 Γαιών (Gen 2, 13). ὁ παρ’ Αἰγυπτίοις Νεῖλος, ἐκ παραδείσου μὲν προϊών, κυκλῶν δὲ «πᾶσαν Αἰθιοπίαν».
5 Γόμορρα (Gen 10, 19). μία τῆς πενταπόλεως Σοδόμων ἅμα ταῖς λοιπαῖς ἀφανισθεῖσα. Γέραρα (Gen 20, 1). ἀφ’ ἧς νῦν καλεῖται ἡ Γεραριτική, ὑπὲρ τὸν Δαρωμᾶν κειμένη, ἀπέχουσα Ἐλευθεροπόλεως σημείοις κεʹ πρὸς νότον. ἦν δὲ τὸ παλαιὸν τῶν Χαναναίων ὅριον πρὸς μεσημβρίαν,
10καὶ πόλις βασιλικὴ τῶν Φυλισταίων. κεῖται δέ, ὥς φησιν ἡ γραφή, «ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Σούρ», δύο ἐρήμων, τῆς μὲν τῇ Αἰγύπτῳ παρακειμένης, εἰς ἣν κατήντησεν ὁ λαὸς τὴν ἐρυθρὰν θά‐ λασσαν διελθών, τῆς δὲ Κάδης ἐπὶ τὴν τῶν Σαρακηνῶν ἐρημίαν παρατεινούσης.
15 Γαλαάδ (Gen 31, 21). ὄρος εἰς ὃ κατήντησεν Ἰακὼβ φεύγων τὸν Λαβάν, ὁδὸν ἀνύσας «ἡμερῶν ζʹ» ἀπὸ Χαρρὰν τῆς Μεσοποταμίας. κεῖται δὲ ἐπὶ τὰ νῶτα τῆς Φοινίκης καὶ τῆς Ἀραβίας, καὶ συνάπτον τῷ Λιβάνῳ παρατείνει διὰ τῆς ἐρήμου μέχρι τῆς ὑπὲρ τὸν Ἰορδάνην Πέτρας, ἐν ᾗ κατῴκει Σηὼν ὁ Ἀμορραῖος. τοῦτο δέδοται εἰς κλῆρον
20τοῖς υἱοῖς Ῥουβὶν καὶ 〈Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ. καὶ ἐν60

62

Ἱερεμίᾳ δὲ〉 «Γαλαάδ, 〈σύ μοι〉 ἀρχὴ τοῦ Λιβάνου» εἴρηται. ἔστι δὲ καὶ Γαλαὰδ πόλις ὁμώνυμος τῷ ὄρει, ἐπ’ αὐτῷ κειμένη, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀμορραίου «Γαλαὰδ υἱὸς Μαχὶρ υἱοῦ Μα‐ νασσῆ».
5 Γάδερ (Gen 35, 16). πύργος, ἔνθα κατοικήσαντος τοῦ Ἰακὼβ Ῥουβὶν τῇ Βάλλᾳ ἐπανίσταται. Γεθέμ (Gen 36, 35), ὡς δὲ τὸ Ἑβραϊκόν, Αὐείθ. πόλις Ἀδάδ, ὃς ἐβασίλευσε γῆς Ἐδὼμ τέταρτος ἐν τῇ Ἰδουμαίᾳ, τῇ νῦν Γεβαληνῇ καλουμένῃ.
10 Γεσέμ (Gen 45, 10). χώρα τῆς Αἰγύπτου, ἐν ᾗ κατῴκησεν Ἰακὼβ ἅμα τοῖς υἱοῖς αὐτοῦ.
12tἈριθμῶν καὶ Δευτερονομίου.
13 Γασιὼν Γαβέρ (Num 33, 35). ἐπὶ τῆς ἐρήμου σταθμὸς τῶν υἱῶν Ἰσραήλ, ὡς ἐν Ἀριθμοῖς· ὡς δὲ ἐν Δευτερονομίῳ, πόλις Ἡσαῦ.
15λέγουσι δὲ ταύτην εἶναι τὴν Αἰσίαν πλησίον τῆς ἐρυθρᾶς θαλάσσης καὶ Ἀϊλά. Γαί (Num 33, 44). ἐπὶ τῆς ἐρήμου σταθμὸς τῶν υἱῶν Ἰσραήλ. καὶ ἔστιν εἰς ἔτι νῦν Γαῖα πόλις τῇ Πέτρᾳ παρακειμένη. Γελμὼν Δεβλαθαείμ (Num 33, 46). ἐπὶ τῆς ἐρήμου σταθμός.
20 Γαδγάδ (Num 33, 32). ὄρος ἐπὶ τῆς ἐρήμου, σταθμὸς τῶν υἱῶν Ἰσραήλ. Γάζα (Deut 2, 23). πόλις τῶν Εὐαίων, ἐν ᾗ κατῴκησαν Καπ‐ πάδοκες, τοὺς Εὐαίους ἀνελόντες. τὸ παλαιὸν δὲ ἦν ὅριον τῶν Χαναναίων τῶν πρὸς τῇ Αἰγύπτῳ. καὶ ἀφωρίσθη μὲν τῇ φυλῇ Ἰούδα,
25οὐ μὴν ἐκράτησεν αὐτῆς, οὐδὲ ἠφάνισε τοὺς ἐν αὐτῇ ἀλλοφύλους.
μένει δὲ εἰς ἔτι νῦν πόλις ἐπίσημος τῆς Παλαιστίνης.62

64

Γεργασεί (Deut 7, 1). ἐπέκεινα τοῦ Ἰορδάνου παρακειμένη πόλις τῷ Γαλαάδ, ἣν ἔλαβε φυλὴ Μανασσῆ. αὕτη δὲ λέγεται εἶναι ἡ Γερασά, πόλις ἐπίσημος τῆς Ἀραβίας. τινὲς δὲ αὐτὴν εἶναι τὴν Γάδαράν φασιν. μέμνηται δὲ καὶ τὸ Εὐαγγέλιον τῶν Γερασσινῶν.
5 Γαδγαδά (Deut 10, 7). ἔνθα «χειμάρροι ὑδάτων», τόπος ἐπὶ τῆς ἐρήμου. Γαυλὼν (Deut 4, 43) ἢ Γωλάν. φυλῆς Μανασσῆ, πόλις ἱερατικὴ τῶν φυγαδευτηρίων «ἐν τῇ Βασανίτιδι». καὶ νῦν Γαυλὼν καλεῖται κώμη μεγίστη ἐν τῇ Βαταναίᾳ. ὁμωνυμεῖ δὲ τῇ κώμῃ καὶ ἡ περίχωρος. Γαιβάλ (Deut 11, 29). ὄρος ἐν τῇ γῇ τῆς ἐπαγγελίας, ἔνθα κε‐
10λεύει Μωϋσῆς στῆσαι θυσιαστήριον. καὶ λέγεται παρακεῖσθαι τῇ Ἱε‐ ριχὼ ὄρη δύο κατὰ πρόσωπον ἀλλήλων καὶ πλησίον, ὧν τὸ μὲν εἶναι Γαριζείν, τὸ δὲ Γαιβάλ. Σαμαρεῖται δὲ ἕτερα δεικνύουσιν τὰ τῇ Νέᾳ πόλει παρακείμενα, σφαλλόμενοι, ὅτι δὴ πλεῖστον διεστήκασιν ἀλλή‐ λων 〈τὰ〉 ὑπ’ αὐτῶν δεικνύμενα, ὡς μὴ δύνασθαι ἀλλήλων ἀκούειν
15τοὺς ἑκατέρωθεν βοῶντας. Γαριζείν (Deut 11, 29). ὄρος ἔνθα ἔστησαν οἱ τὰς εὐλογίας κατα‐ λέγοντες, πλησίον τοῦ προειρημένου Γαιβάλ. Γολγὼλ (Deut 11, 30) ἡ καὶ Γαλγάλ. ταύτης εἶναι πλησίον ἡ γραφὴ διδάσκει τὸ Γαριζεὶν καὶ τὸ Γαιβὰλ ὄρος. ἡ δὲ Γάλγαλα τό‐
20πος ἐστὶ τῆς Ἱεριχοῦς. Γαί 〈«ἐν γῇ Μωάβ»〉 (Deut. 34, 6). φάραγξ τῆς Μωάβ. «ἐγγὺς οἴκου Φογώρ», ἔνθα ἔθαψαν τὸν Μωϋσῆν.
23tἈπὸ τοῦ Ἰησοῦ.
24Γάλγαλα (Jos 4, 19). ἡ αὐτή ἐστι τῇ ἀνωτέρω κειμένῃ Γολγὼλ
25«πρὸς ἡλίου ἀνατολαῖς» τῆς πάλαι Ἱεριχὼ εἴσω τοῦ Ἰορδάνου, ἔνθα64

66

περιέτεμεν Ἰησοῦς τοὺς ἀπὸ τοῦ λαοῦ, καὶ «τὸ πάσχα» ἤγαγεν, καὶ πρώτως σίτου μετέλαβον ἐκλείποντος τοῦ μάννα, καὶ ἔστησαν τοὺς ἀπὸ «τοῦ Ἰορδάνου» λίθους. ἐν ταύτῃ πρῶτον κατέμεινεν ἡ σκηνὴ τοῦ μαρτυρίου. καὶ γέγονε κλήρου φυλῆς Ἰούδα. δείκνυται ὁ τόπος
5ἔρημος 〈ὡς ἀπὸ δύο σημείων Ἱεριχοῦς, ὑπὸ τῶν ἐθνῶν〉 ὡς ἱερὸς θρησκευόμενος. καὶ ἄλλη δὲ ἔοικεν εἶναι Γάλγαλα περὶ τὴν Βαιθήλ. Γαί (Jos 7, 2). ἥτις ἐστὶ πλησίον Βηθαῦν καὶ Βαιθήλ, ἣν ἐπο‐ λιόρκησεν Ἰησοῦς τὸν βασιλέα αὐτῆς 〈ἀνελών〉. ἔστι δὲ νῦν ἔρημος.
10κατῴκει δὲ αὐτὴν τὸ παλαιὸν ὁ εἴσω τοῦ Ἰορδάνου Ἀμορραῖος. Γαβαών (Jos 9, 9ff.). ὅθεν ἐλθόντες οἱ Γαβαωνῖται ἱκέται γί‐ νονται τοῦ Ἰησοῦ. ἦν δὲ αὕτη μητρόπολις μεγάλη καὶ βασιλικὴ τῶν Εὐαίων, ἣ καὶ γέγονε κλήρου Βενιαμίν. καὶ ἔστι κώμη νῦν οὕτω καλουμένη πλησίον Βαιθὴλ πρὸς δυσμάς, ὡς ἀπὸ σημείων δ’ παρά‐
15κειται δὲ τῇ Ῥαμᾶ, καὶ ἀφώριστο Λευίταις πλησίον Ῥεμμαά. ἐνταῦθα Σολομὼν θύσας χρησμοῦ καταξιοῦται. Γαϊβέ (Jos 18, 24). κλήρου Βενιαμίν, 〈καὶ αὐτὴ Λευίταις ἀφω‐ ρισμένη. Γαζέρ (Jos 10, 33). κλήρου Ἐφραΐμ〉, Λευίταις ἀφωρισμένη. καὶ
20ταύτην ἐπολιόρκησεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών. ἣν καὶ
ᾠκοδόμησε Σολομών. καὶ νῦν καλεῖται Γαζάρα κώμη Νικοπόλεως66

68

ἀπέχουσα σημείοις δʹ ἐν βορείοις. οὐ μὴν ἀνεῖλεν ἐξ αὐτῆς τοὺς ἀλλο‐ φύλους ἡ φυλὴ Ἐφραΐμ. Γοσόν (Jos 10, 41). καὶ ταύτην ἐπολιόρκησεν Ἰησοῦς. Γέθ (Jos 11, 22). ἐν ταύτῃ κατελείφθησαν οἱ Ἐνακεὶμ ἀλλό‐
5φυλοι καὶ οἱ Φυλισταῖοι μὴ ἐξολοθρευθέντες. καὶ ἔστιν εἰς ἔτι καὶ νῦν κώμη παριόντων ἀπὸ Ἐλευθεροπόλεως ἐπὶ Διόσπολιν περὶ πέμ‐ πτον σημεῖον τῆς Ἐλευθεροπόλεως. Γεσουρείμ (Jos 12, 5). πόλις ἀλλοφύλων. αὕτη δέ ἐστι Γαρ‐ γασεὶ ἐν τῇ Βασανίτιδι, ἀφ’ ἧς «οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ Ἰσραὴλ
10τὸν Γεσουρεί». Γαδέρ (Jos 12, 13). καὶ ταύτης τὸν βασιλέα ἐπάταξεν Ἰησοῦς. καὶ Ἰακὼβ δὲ «ἐπέκεινα τοῦ πύργου Γαδὲρ ἔπηξε τὴν σκηνὴν αὐτοῦ». Γωεὶν τῆς Γελγέλ (Jos 12, 23). Ἀʹ Σʹ ἐθνῶν τῆς Γελγέλ. Γελγέλ (Jos 12, 23). καὶ ταύτην εἷλεν Ἰησοῦς. ἔστι δὲ καὶ νῦν
15κώμη Γαλγουλὶς λεγομένη, Ἀντιπάτριδος ὡς ἀπὸ σημείων ἓξ ἐν τοῖς βορείοις. Γολαθμάειμ (Jos 15, 19). τόπος· ἑρμηνεύεται 〈κτῆσις ὕδατοσ〉. Γαδδά (Jos 15, 27). φυλῆς Ἰούδα. κώμη εἰς ἔτι καὶ νῦν ἐστιν ἐν ἐσχάτοις τοῦ Δαρωμᾶ 〈πρὸς ἀνατολὰς ἐπὶ τῇ νεκρᾷ〉 θαλάσσῃ.
20 Γάδειρα (Jos 15, 36), φυλῆς Ἰούδα. Γίδωρά ἐστι νῦν κώμη ἐν ὁρίοις Αἰλίας περὶ τὴν τερέβινθον. Γεδούρ (Jos 15, 58). φυλῆς Ἰούδα. καὶ νῦν ἐστι Γεδροὺς κώμη μεγίστη ἀπὸ ιʹ σημείων Διοσπόλεως ἀπιόντων εἰς Ἐλευθερόπολιν. Γαβλί (Jos 13, 5). γῆ τῶν ἀλλοφύλων.
25Γισών (Jos 15, 51). φυλῆς Ἰούδα. Γηλών (Jos 15, 51). φυλῆς Ἰούδα. 〈Γαδηρώθ (Jos 15, 41). φυλῆς Ἰούδα.〉 Γεθρεμμών (Jos 21, 25). φυλῆς Μανασσῆ, πόλις Λευίταις ἀφω‐
ρισμένη.68

70

Γαί (Jos 18, 16). φάραγξ. Γαιεννούμ (Jos 18, 16). ἑρμηνεύεται φάραγξ τοῦ Ἐννούμ. ταύ‐ την δὲ λέγουσιν εἶναι τὴν γέενναν. κλήρου φυλῆς Βενιαμίν. προσ‐ παράκειται τῷ τείχει Ἱερουσαλὴμ πρὸς ἀνατολάς.
5 Γεθθεφέρ (Jos 19, 13). κλήρου Ζαβουλών, 〈Γηεφθαέλ〉 (Jos 19, 14). φάραγξ Ἐφθαέλ, κλήρου Ζαβουλών. Γαβαθών (Jos 19, 44). κλήρου Δάν, πόλις Λευίταις ἀφωρισμένη. καὶ ἔστι πολίχνη Γαβὲ καλουμένη ὡς ἀπὸ σημείων ιϛʹ τῆς Καισαρείας καὶ ἄλλη κώμη Γαβαθὰ ἐν ὁρίοις Διοκαισαρείας παρακειμένη τῷ με‐
10γάλῳ πεδίῳ τῆς Λεγεῶνος. ἔστι δὲ καὶ Γαβαὰ καὶ Γαβαθὰ κώμη ἐν ἀνατολαῖς τοῦ Δαρωμᾶ. καὶ ἄλλη Γαβαθὰ κλήρου Βενιαμίν, ἔνθα ἦν ὁ οἶκος Σαούλ. καὶ ἄλλη τῶν ἀλλοφύλων Γαβαθὼν λέγεται ἐν Βα‐ σιλείαις. Γεθρεμμὼν ἑτέρα (Jos 19, 45). κλήρου Δάν, Λευίταις ἀφωρι‐
15σμένη. καὶ νῦν ἐστι κώμη μεγίστη ἀπὸ σημείων ιβʹ Διοσπόλεως ἀπιόντων εἰς Ἐλευθερόπολιν. Γαλειλώθ (Jos 22, 10). τόπος παρὰ τὸν Ἰορδάνην, ἔνθα θυσια‐ στήριον ἔστησαν οἱ υἱοὶ Ῥουβίν. φυλῆς Βενιαμίν. Γαάς (Jos 24, 30). ὄρος Ἐφραΐμ, οὗ ἐν βορείοις ἔθαψαν Ἰησοῦν.
20δείκνυται δὲ ἐπίσημον εἰς ἔτι νῦν αὐτοῦ τὸ μνῆμα πλησίον Θαμνὰ κώμης. Γαβαάς (Jos 24, 33). ὄρος Ἐφραΐμ, Φινεὲς πόλις, υἱοῦ Ἐλεάζαρ, οὗ ἔθαψαν τὸν Ἐλεάζαρον. καὶ εἰς ἔτι νῦν ἐστι Γαβαθὰ κώμη, ὡς ἀπὸ ιβʹ σημείων Ἐλευθεροπόλεως, ἔνθα καὶ τὸ μνῆμα Ἀμβακοὺμ ἐπι‐
25δείκνυται τοῦ προφήτου. ἦν δὲ φυλῆς Βενιαμίν. Γαβαάν (Jos 21, 17). μέχρι ταύτης ἐπολέμησαν Βενιαμίν, ὡς ἐν
Κριταῖς.70

72

(1t)

Βασιλειῶν.
2 Γεθθά (I Sam 5, 8). ἐνταῦθα μετήνεγκαν τὴν κιβωτὸν ἀπὸ Ἀζώ‐ του. καὶ νῦν ἐστι μεγίστη κώμη, ἣ καλεῖται Γιθθάμ, μεταξὺ ἀνιόν‐ των ἀπὸ Ἀντιπατρίδος εἰς Ἰαμνίαν. ἔστι δὲ καὶ ἄλλη Γεθθείμ.
5 Γαλλεί (I Sam 25, 44). ὅθεν ἦν Φαλτεὶ ὁ λαβὼν τὴν Μελχὸλ «γυναῖκα Δαυίδ.» μέμνηται ταύτης καὶ Ἡσαΐας. λέγεται δὲ πλησίον Ἀκκαρὼν εἶναί τις κώμη Γαλλαΐα καλουμένη. Γελαμσούρ (I Sam 27, 8). χώρα ἀλλοφύλων. Γελβουέ (I Sam 28, 4). ὄρη ἀλλοφύλων, Σκυθοπόλεως ἀπέχοντα
10ϛʹ σημείοις, ἐν οἷς καὶ κώμη καλεῖται Γελβοῦς. Γεδδούρ (I Sam 30, 8). ἔνθα κατέβη Δαυίδ. Ἀʹ τὸν εὔζωνον, Σύμμαχος τὸν λόχον. Γαζηρά (II Sam 5, 25). ἔνθα ἐπάταξε Δαυὶδ «τοὺς ἀλλοφύλους.» καὶ ἀνωτέρω κεῖται Γαζέρ.
15 Γεσσούρ (II Sam 15, 8). χώρα ἀλλοφύλων ἐπὶ τῆς Συρίας. Γιλών (II Sam 15, 12). ὅθεν ἦν Ἀχιτόφελ. Γόβ (II Sam 21, 19). ἔνθα συνέστη πόλεμος. Γαλιλαία (I Kön 9, 11). δύο εἰσὶ Γαλιλαῖαι, ὧν ἡ μὲν Γαλιλαία ἐθνῶν εἴρηται, ἐν ὁρίοις Τυρίων παρακειμένη, ἔνθα ἔδωκε Σολομὼν
20«τῷ Χιρὰμ κʹ πόλεις», κλήρου Νεφθαλείμ, ἡ δέ ἐστιν ἀμφὶ τὴν Τι‐ βεριάδα καὶ τὴν πρὸς αὐτῇ λίμνην, κλήρου Ζαβουλών. Γειών (I Kön 1, 33). ἔνθα χρίεται Σολομών. Γήρ (II Kön 9, 27). ἔνθα ἐπάταξεν Ἰοῦ τὸν Ὀχοζίαν «ἐγγὺς Ἰεβλαάμ».
25 Γεθθαχοφέρ (II Kön 14, 25). ἔνθεν ἦν Ἰωνᾶς ὁ προφήτης. Γαδδεί (II Kön 12, 18). ταύτην ἐπάταξεν Ἀζαήλ. κεῖται δὲ καὶ ἀνωτέρω Γαδδά. Γημελά (II Kön 14, 7). χώρα Ἐδώμ. Ἀʹ δὲ καὶ Σύμμαχος φά‐
ραγγα ἁλῶν.72

74

Γηβείν (Jes 10, 31). ταύτης Ἡσαΐας μνημονεύει. καὶ νῦν ἐστι Γηβὰ κώμη ἀπὸ σημείων εʹ Γουφνῶν ἐρχομένων εἰς Νέαν πόλιν. Γωζάν (Jes 37, 12). ἐν χώρᾳ 〈Ἐμάθ〉. καὶ ταύτης Ἡσαΐας μέμνη‐ ται. ἔστι δὲ περὶ τὴν Δαμασκηνήν.
5 Γαρήβ (Jer 31, 39). βουνὸς πλησίον Ἱερουσαλήμ. ἐν Ἱερεμίᾳ. Γηβαρώθ (Jer 41, 17). Ἀʹ ἐν φραγμοῖς, Σʹ 〈ἐν〉 παροικίαις. 〈ἐν Ἱερεμίᾳ〉. Γαιμώδ (Jes 16, 6). χώρα Μωάβ. ἐν Ἡσαΐᾳ. Γαιφά (Jes 60, 6). χώρα. ἐν Ἡσαΐᾳ.
10tἈπὸ τῶν Εὐαγγελίων.
11 Γάδαρα (Matth 8, 28). πόλις πέραν τοῦ Ἰορδάνου, ἀντικρὺ Σκυ‐ θοπόλεως καὶ Τιβεριάδος πρὸς ἀνατολαῖς ἐν τῷ ὄρει, οὗ πρὸς ταῖς ὑπωρείαις τὰ τῶν θερμῶν ὑδάτων λουτρὰ παράκειται. Γεργεσά (Marc 5, 1). ἔνθα τοὺς δαιμονιῶντας ὁ κύριος ἰάσατο.
15καὶ νῦν δείκνυται ἐπὶ τοῦ ὄρους κώμη παρὰ τὴν λίμνην Τιβεριάδος,
15εἰς ἣν καὶ οἱ χοῖροι κατεκρημνίσθησαν. κεῖται καὶ ἀνωτέρω. Γεθσιμανῆ (Matth 26, 36). χωρίον, ἔνθα πρὸ τοῦ πάθους ὁ Χριστὸς προσηύξατο. κεῖται δὲ καὶ πρὸς τῷ ὄρει τῶν ἐλαιῶν, ἐν ᾧ καὶ νῦν τὰς εὐχὰς οἱ πιστοὶ ποιεῖσθαι σπουδάζουσιν. Γολγοθά (Matth 27, 33). «κρανίου τόπος», ἔνθα ὁ Χριστὸς
20ἐσταυρώθη. ὃς καὶ δείκνυται ἐν Αἰλίᾳ πρὸς τοῖς βορείοις τοῦ Σιὼν ὄρους.
22tΣτοιχεῖον Δ.
23tἈπὸ τῆς Γενέσεως.
24Δασέμ (Gen 10, 12). πόλις Ἀσσυρίων μεγίστη, ἣν ᾠκοδόμησεν
25Ἀσσούρ, «ἀνὰ μέσον Νινευῆ καὶ Χαλάχ».74

76

Δρῦς Μαμβρῆ (Gen 13, 18). ἡ πρὸς τῇ Χεβρὼν εἰς ἔτι νῦν δει‐ κνυμένη τερέβινθος, ἔνθα ἐσκήνου Ἁβραάμ, ἣ καὶ ὑπὸ τῶν ἐθνῶν θρησκεύεται. Δαμασκός (Gen 15, 2). πόλις ἐπίσημος Φοινίκης. οὕτω δὲ καὶ
5«τῆς Μασὲκ οἰκογενοῦς» τοῦ Ἁβραὰμ υἱὸς ἐκαλεῖτο. Δάν (Gen 14, 14). οὕτω καλουμένη κώμη, Πανεάδος ἀπὸ ση‐ μείων δ’ κατὰ τὴν ὁδὸν τὴν ἐπὶ Τύρον, ἥτις καὶ ὅριον τῆς Ἰουδαίας ὑπῆρχεν, ἔνθεν καὶ ὁ Ἰορδάνης ἔξεισιν. Δαναβᾶ (Gen 36, 32). πόλις Βαλὰκ υἱοῦ Βεὼρ βασιλέως Ἐδώμ,
10μεθ’ ὃν ἐβασίλευσεν Ἰώβ. καὶ ἔστι νῦν κώμη Δαννεὰ ἀπὸ ηʹ σημείων 〈Ἀρεοπόλεως ἀπιόντων εἰς τὸν Ἀρνωνᾶν, καὶ ἄλλη Δαναβᾶ ἐπὶ τοῦ ὄρους Φογὼρ ἀπὸ σημείων〉 ζʹ τῆς Ἐσβοῦς. Δωθαείμ (Gen 37, 17). ἔνθα εὗρεν Ἰωσὴφ τοὺς ἀδελφοὺς νέμον‐ τας. διαμένει ἐν ὁρίοις Σεβαστῆς, ἀπέχει δὲ αὐτῆς σημείοις ιβʹ ἐπὶ
15τὰ βόρεια μέρη.
16tἈριθμῶν καὶ Δευτερονομίου.
17 Δαιβὼν (Num 21, 26f. 30) ἢ Δίβων. ἐπὶ τῆς ἐρήμου σταθμὸς τῶν υἱῶν Ἰσραήλ. ἔστι δὲ καὶ ἄλλη εἰς ἔτι νῦν κώμη παμμεγέθης παρὰ τὸν Ἀρνωνᾶν, ἣν τὸ παλαιὸν οὖσαν τῶν υἱῶν Μωὰβ καὶ μετὰ
20ταῦτα Σηὼν τοῦ Ἀμορραίου οἱ υἱοὶ Ἰσραὴλ ἀπέλ〈αβον〉, καὶ γέγονε φυλῆς Γάδ. μέμνηται δὲ αὐτῆς Ἡσαΐας ἐν ὁράσει τῇ «κατὰ τῆς Μωαβίτιδος», καὶ Ἱερεμίας.
Δαιβωνγάδ (Num 33, 45). σταθμὸς υἱῶν Ἰσραήλ.76

78

Δυσμαὶ Μωάβ (Num 22, 1ff.). «παρὰ τὸν Ἰορδάνην κατὰ Ἱεριχώ», ἔνθα Βαλὰκ «βασιλεὺς Μωὰβ» καὶ «ἡ γερουσία Μαδιὰμ» συσκευάζονται τὸν Ἰσραήλ, ἔνθα καὶ Μωϋσῆς τὸ Δευτερονόμιον γράφει.
4tἈπὸ τοῦ Ἰησοῦ.
5 Δαβειρά (Jos 10, 38), ἧς τὸν βασιλέα ἐπάταξεν Ἰησοῦς. ἣ γέγονε φυλῆς Δάν. καὶ νῦν ἐστιν ἑτέρα κώμη Ἰουδαίων ἐν τῷ ὄρει Θαβώρ, ἐν ὁρίοις Διοκαισαρείας. Δὼρ τοῦ Ναφέθ (Jos 11, 12), 〈Σʹ Δὼρ〉 «τῆς παραλίας», αὕτη ἐστὶ Δῶρα ἡ πρὸς Καισάρειαν τῆς Παλαιστίνης 〈ἀπὸ σημείων θʹ
10ἀπιόντων Τύρον, νῦν ἔρημοσ〉 ἣν οὐκ ἔλαβεν ἡ φυλὴ Μανασσῆ, ὅτι μὴ ἀνεῖλεν τοὺς ἐν αὐτῇ ἀλλοφύλους. Δαβείρ (Jos 11, 21). φυλῆς Ἰούδα, πόλις καλουμένη γραμμά‐ των. ἣν προκατελάβετο Γοθονιὴλ ἀδελφὸς Χαλέβ, 〈ὡς δέ τινες, ἀδελφοῦ Χαλὲβ〉 υἱός, ἀνελὼν τοὺς Ἐνακεὶμ ἐξ αὐτῆς. ἣ γέγονεν
15ἱερατική.
15 Δαβείρ (Jos 13, 26). ὑπὲρ τὸν Ἰορδάνην. πόλις τῶν Ἀμορραίων. Δειμωνά (Jos 15, 22). φυλῆς Ἰούδα. Δαλαάν (Jos 15, 38). φυλῆς Ἰούδα. Δεννά (Jos 15, 49). φυλῆς Ἰούδα, 〈ἡ〉 αὐτή ἐστιν τῇ πόλει τῶν γραμμάτων.
20 Δαυίδ (Jos 15, 49). φυλῆς Ἰούδα. Δουμᾶ (Jos 15, 52). φυλῆς Ἰούδα, κώμη μεγίστη νῦν ἐν τῷ Δα‐ ρωμᾷ, ἐν ὁρίοις Ἐλευθεροπόλεως, ἀπὸ σημείων ιζʹ. Δαμνά (Jos 19, 13). φυλῆς Ζαβουλών, πόλις Λευίταις ἀφωρισμένη. Δαβασθέ (Jos 19, 11). φυλῆς Ζαβουλών.
25Δαβράθ (Jos 19, 22). φυλῆς Ἰσσάχαρ, πόλις Λευίταις ἀφωρισμένη.78

80

(1t)

Ἀπὸ τῶν Κριτῶν.
2 Δρῦς (Richt 6, 11), ἡ «ἐν Ἐφραθά». ἐν κλήρῳ Μανασσῆ, ἔνθα ἦν Γεδεών.
4tἈπὸ τῶν Βασιλειῶν.
5 Δειβών (Jes 15, 2). μέμνηται ταύτης Ἡσαΐας ἐν ὁράσει τῇ «κατὰ τῆς Μωαβίτιδος». Δεσέθ (Jes 16, 7). Ἀʹ τοίχῳ, Σʹ τείχει. Δωδάνειμ (Jes 21, 13). Ἡσαΐας ἐν ὁράσει τῆς Ἀραβίας. καὶ ἔστι πλησίον Ἀρεοπόλεως.
10Δαρώμ (Ez 20, 46). Σʹ λίβα. ἐν Ἱεζεκιήλ. Διόσπολις (Ez 30, 14). πόλις Αἰγύπτου. ἐν Ἱεζεκιήλ. Δαδάν (Jer 25, 23). ἐν γῇ Κηδάρ, ὡς Ἱερεμίας. Δεβλαθαείμ (Jer 48, 22). ἐν γῇ Μωάβ, ὡς Ἱερεμίας. Δαιδάν (Jer 49, 8). ἐν τῇ Ἰδουμαίᾳ ὡς Ἱερεμίας. παράκειται τῇ
15Φαινὼν ὡς ἀπὸ σημείων δ’ πρὸς βορρᾶν. Δεκάπολις (Matth 4, 25). ἐν Εὐαγγελίοις. αὕτη ἐστὶν ἡ ἐπὶ τῇ Περαίᾳ κειμένη ἀμφὶ τὴν Ἵππον καὶ Πέλλαν καὶ Γαδάραν.
18tΣτοιχεῖον Ε.
19tἈπὸ τῆς Γενέσεως.
20 Ἐδέμ (Gen 2, 8). ὁ τοῦ θείου παραδείσου τόπος εἰς ἀνατολάς. ἑρμηνεύεται δὲ τρυφή. Εὐειλάτ (Gen 2, 11f.), «οὗ ἐστι τὸ χρυσίον» καὶ «ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος». χώρα πρὸς ἀνατολάς, 〈ἣν〉 προϊὼν ἐκ παρα‐
δείσου Φισὼν κυκλοῖ, ὁ παρ’ Ἕλλησι Γάγγης, «ἐπὶ τὴν Ἰνδικὴν φερό‐80

82

μενος». καὶ ἑνὸς δὲ τῶν ἀπογόνων Νῶε ἦν ὄνομα Εὐειλάτ, ὃν σὺν τοῖς ἀδελφοῖς Ἰώσιππος «ἀπὸ Κωφῆνος ποταμοῦ τῆς Ἰνδικῆς καὶ τῆς πρὸς 〈αὐτῇ〉 Σηρίας» κατοικῆσαι ἱστορεῖ. Ἰσμαὴλ δὲ λέγεται κατοι‐ κῆσαι ἐπὶ τῆς ἐρήμου Εὐιλά, ἥν φησιν ἡ γραφὴ μεταξὺ εἶναι ἐρήμου
5Σοὺρ τῆς «κατὰ πρόσωπον Αἰγύπτου», καὶ παρατείνειν μέχρι τῆς Ἀσσυρίων γῆς. Εὐφράτης (Gen 2, 14). ποταμὸς Μεσοποταμίας, ἐκ παραδείσου προϊών. Ἐλλασάρ (Gen 14, 1). πόλις βασιλείας Ἀριώχ.
10 Ἐφραθά (Gen 35, 16. 19). χώρα Βηθλεὲμ τῆς πόλεως Δαυίδ, ἐφ’ ἧς ὁ Χριστὸς ἐγεννήθη. φυλῆς Βενιαμίν. ἧς πρὸς «τῇ ὁδῷ» ἔθαψαν τὴν Ῥαχήλ, ἀπὸ σημείων δʹ τῆς Ἱερουσαλήμ, ἐν τῷ καλουμένῳ ἱππο‐ δρόμῳ. δείκνυται τὸ μνῆμα εἰς ἔτι νῦν. καὶ ὁ πατὴρ τοῦ Βηθλεὲμ ἐκαλεῖτο Ἐφραθά, ὡς ἐν Παραλειπομέναις.
15tἈπὸ τῆς Ἐξόδου.
16 Εἰρώθ (Ex 14, 2). τόπος τῆς ἐρήμου, ἐφ’ ὃν κατήντησαν ἀπὸ τῆς Αἰγύπτου, ἐφ’ οὗ διῆλθον τὴν ἐρυθρὰν θάλασσαν.
18tἈριθμῶν καὶ Δευτερονομίου.
19Ἐμπυρισμός (Num 11, 3). τόπος τῆς ἐρήμου, ἔνθα οἱ καταλαλή‐
20σαντες τοῦ θεοῦ κατεφλέχθησαν. Ἐνθαάθ (Num 33, 26). ἐπὶ τῆς ἐρήμου σταθμὸς τῶν υἱῶν Ἰσραήλ. Ἐβρωνά (Num 33, 34). ἐπὶ τῆς ἐρήμου σταθμὸς τοῦ λαοῦ. Ἐμάθ (Num 13, 22). ᾗ διῆλθον οἱ περὶ τὸν Ἰησοῦν κατάσκοποι. Ἐρμανά (Num 14, 45). ἔνθα ἐκόπη μέρος τοῦ λαοῦ ὑπὸ τοῦ ἐν
25τῇ ἐρήμῳ Χαναναίου καὶ τοῦ Ἀμαλήκ. τοῦτον δὲ τὸν Χαναναῖον
Ἀμορραῖον ἐν τῷ Δευτερονομίῳ καλεῖ.82

84

Ἐσσεβών (Num 21, 26). «πόλις Σηὼν» τοῦ Ἀμορραίου «ἐν γῇ Γαλαάδ», ἣν ἔλαβε πολεμήσας τὸν βασιλέα Μωάβ. μέμνηται αὐτῆς Ἡσαΐας, ἐν ὁράσει τῆς Μωαβίτιδος, καὶ Ἱερεμίας. καλεῖται δὲ νῦν Ἐσβοῦς, ἐπίσημος πόλις τῆς Ἀραβίας, ἐν ὄρεσι τοῖς ἀντικρὺ τῆς Ἱερι‐
5χοῦς κειμένη, ὡς ἀπὸ σημείων κʹ τοῦ Ἰορδάνου. καὶ γέγονε φυλῆς Ῥουβίν, Λευίταις ἀφωρισμένη. Ἐδραεί (Num 21, 33). ἔνθα ἀνῃρέθη Ὢγ βασιλεὺς Βασὰν γίγας καὶ οἱ αὐτοῦ πάντες. καὶ νῦν ἐστιν Ἀδρὰ πόλις ἐπίσημος τῆς Ἀρα‐ βίας, διεστῶσα Βόστρης σημείοις κδʹ.
10 Ἐλεάλη (Num 32, 3). πόλις ἐν τῇ Γαλαὰδ τοῦ Ἀμορραίου, ἣ γέγονε φυλῆς Ῥουβίν. ἧς μέμνηται Ἡσαΐας ἐν ὁράσει τῆς Μωαβίτιδος. κεῖται καὶ ἐν Ἱερεμίᾳ. καὶ σῴζεται εἰς ἔτι νῦν κώμη μεγίστη, οὐ πλεῖον σημείου ἑνὸς ἀπέχουσα τῆς Ἐσβοῦς. Ἐννά (Num 34, 4). παράκειται τῇ ἐρήμῳ Κάδης.
15 Ἑρμών (Deut 3, 9). ὄρος Ἑρμών, ὃ «οἱ Φοίνικες» ὀνομάζουσι Σανιώρ. κεῖται καὶ ἀνωτέρω.
17tἈπὸ τοῦ Ἰησοῦ.
18 Ἐμεκαχώρ (Jos 7, 26). ἑρμηνεύεται κοιλὰς Ἀχώρ, ἔνθα ἐλιθοβό‐ λησαν τὸν Ἄχαρ κλέψαντα τὸ ἀνάθεμα, ἐφ’ οὗ καὶ τῆς προσω‐
20νυμίας ἔτυχεν. πλησίον Ἱεριχοῦς δείκνυται εἰς ἔτι νῦν ὁ τόπος παρὰ τὴν Γάλγαλα. Ἐγλὼμ (Jos 10, 3; 12, 12) ἡ καὶ Ὀδολλάμ. ἧς τὸν βασιλέα Δα‐ βεὶρ ἐπάταξεν Ἰησοῦς. φυλῆς Ἰούδα. καὶ νῦν ἐστι κώμη μεγίστη πρὸς ἀνατολὰς Ἐλευθεροπόλεως, ἀπὸ σημείων ιʹ. κεῖται καὶ ἀνωτέρω.
25 Ἐνεμέκ (Jos 10, 12). Ἀʹ Σʹ ἐν τῇ κοιλάδι. Ἐσὼρ (Jos 11, 1) ἡ καὶ Ἀσώρ. φυλῆς Ἰούδα, πρὸς τῇ ἐρήμῳ. κεῖται καὶ ἀνωτέρω. Ἐνακείμ (Jos 11, 21). ἐκ ταύτης Ἰησοῦς ἀνεῖλεν «τοὺς Ἐνακεὶμ
ἐκ τῆς ὀρεινῆς ἐκ Χεβρών».84

86

Ἐφρών (Jos 15, 9). φυλῆς Ἰούδα. καὶ ἔστι νῦν κώμη Ἐφραῒμ μεγίστη περὶ τὰ βόρεια Αἰλίας ὡς ἀπὸ σημείων κʹ. Ἐδραΐ (Jos 15, 21). φυλῆς Ἰούδα. Ἐθνάν (Jos 15, 23). φυλῆς Ἰούδα.
5 Ἐβεζιουθία (Jos 15, 28). φυλῆς Ἰούδα. Εὐείν (Jos 15, 29). φυλῆς Ἰούδα. 〈Ἐλθωλάδ (Jos 15, 30). φυλῆς Ἰούδα.〉 Ἐρέβ (Jos 15, 52). φυλῆς Ἰούδα. Ἐρέμινθά ἐστι νῦν κώμη ἐν τῷ Δαρωμᾷ.
10 Ἐσσάν (Jos 15, 52). φυλῆς Ἰούδα. 〈Ἐλούλ (Jos 15, 58). φυλῆς Ἰούδα. * * * * * * * * * * * * * * * * * * * * * * * * Ἐλθεκέ (Jos 15, 59). φυλῆς Ἰούδα〉. καὶ νῦν ἐστι Θεκουὰ 〈κώμη Αἰλίασ〉 ἀπὸ σημείων ιβʹ ἐξ ἀνατολῶν. ἔνθεν ἦν Ἀμὼς ὁ προφήτης,
15οὗ καὶ τὸ μνῆμα αὐτόθι εἰς ἔτι νῦν δείκνυται. Ἐνγάδδι (Jos 15, 62). φυλῆς Ἰούδα. ἔνθα ἐκρύπτετο Δαυὶδ ἐπὶ τῆς ἐρήμου τῆς ἐν τῷ Αὐλῶνι Ἱεριχοῦς. καὶ νῦν ἐστι κώμη μεγίστη Ἰουδαίων Ἐνγάδδι, παρακειμένη τῇ νεκρᾷ θαλάσσῃ, ὅθεν τὸ ὀποβάλ‐ σαμον. κεῖται καὶ ἀνωτέρω Γάδδι.
20 Ἐσθεμώ (Jos 15, 50). πόλις ἱερατική. καὶ νῦν ἐστι κώμη μεγίστη Ἰουδαίων ἐν τῷ Δαρωμᾷ, ὁρίου Ἐλευθεροπόλεως. Ἐμεκραφαείμ (Jos 18, 16). Ἀʹ Σʹ ἐν κοιλάδι Ῥαφαείμ. κλήρου 〈Βενιαμίν. Ἐδωμίμ (Jos 18, 17). κλήρου〉 Βενιαμίν. καὶ νῦν ἐστι κώμη Ἐδουμὰ
25ἐν τῇ Ἀκραβαττίνῃ, ὡς ἀπὸ δώδεκα σημείων πρὸς ἀνατολὰς 〈Νέας
πόλεως.〉86

88

Ἑρμά (Jos 19, 4). καὶ ταύτην εἷλεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών. ἣ γέγονε κλήρου Συμεὼν καὶ Ἰούδα. Ἔθερ (Jos 19, 7). κλήρου Συμεών. καὶ νῦν ἐστιν Ἰεθειρὰ με‐ γίστη κώμη ἐν τῷ ἐσωτέρῳ Δαρωμᾷ, παρακειμένη Μαλαάθοις.
5 Ἐθθά (Jos 19, 13). κλήρου Συμεών. Ἐλκάθ (Jos 19, 25). κλήρου Ἀσήρ. πόλις Λευίταις ἀφωρισμένη. Εἰκώκ (Jos 19, 34). κλήρου Νεφθαλείμ. συνάπτει «τῷ Ζαβου‐ λὼν ἀπὸ νότου καὶ τῷ Ἀσὴρ» «κατὰ θάλασσαν» «καὶ τῷ Ἰούδᾳ ἐξ ἀνατολῶν».
10 Ἐδραεί (Jos 19, 37). κλήρου Νεφθαλείμ. Ἐλθεκώ (Jos 19, 44). κλήρου Δάν, Λευίταις ἀφωρισμένη. Ἐσθαόλ (Jos 19, 41). κλήρου Δάν, ἔνθεν ὡρμᾶτο Σαμψών. καὶ εἰς ἔτι νῦν ἐστιν ἀπὸ ιʹ σημείων Ἐλευθεροπόλεως, εἰς βορρᾶν ἀπιόν‐ των εἰς Νικόπολιν.
15 Ἐλβά (Jos 19, 28). κλήρου Ἀσήρ. ταύτης οὐκ ἐξῆρεν τοὺς ἀλ‐ λοφύλους ὁ Ἀσήρ. Ἐρεμμών (Jos 19, 7). κώμη Ἰουδαίων μεγίστη ἀπὸ ιϛʹ σημείων Ἐλευθεροπόλεως 〈πρὸς νότον ἐν τῷ Δαρωμᾷ〉. Ἐμμαθδώρ (Jos 21, 32). κλήρου Νεφθαλείμ, Λευίταις ἀφωρισμένη.
20Ἐμάθ (Richt 3, 3). ὅριον τῶν ἀλλοφύλων ἐν χώρᾳ Δαμασκοῦ. Ἐνλεχί (Richt 15, 16. 19). Ἀʹ σιαγών. Ἐνιακεβζήβ (Richt 7, 25). 〈Σʹ〉 ἐν τῇ κοιλάδι τοῦ Ζήβ.
23tΒασιλειῶν.
24Ἐργάβ (I Sam 20, 19). ἔνθα Ἰωνάθαν «ἀκοντίζει τὰς σχίζας».
25Ἀʹ τοὺς λίθους, Σʹ τὸν λίθον. καὶ ἐν ἑτέρῳ Σʹ τὴν περίμετρον. Ἐχελά (I Sam 23, 19). ἔνθα ἐκρύπτετο Δαυίδ. Ἐνκηλὰ νῦν λέ‐ γεται, ἀπέχουσα Ἐλευθεροπόλεως σημείοις ζʹ. Ἀμβακοὺμ τοῦ προ‐
φήτου τὸ μνῆμα πλησίον δείκνυται.88

90

Ἐλμωνί (I Sam 21, 2). τόπος. τὶς ἑρμηνεύεται. Ἀʹ Θʹ τόνδε τινά. Ἐσθαμά (I Sam 30, 26. 28). ἔνθα ἀπέστειλε Δαυίδ. Ἐλώθ (II Kön 14, 22). ταύτην ᾠκοδόμησεν Ἀζαρίας βασιλεύς. Ἐμάθ (II Kön 14, 25). ἐν Ἡσαΐᾳ. πόλις Δαμασκοῦ, ἣν ἐπολιόρ‐
5κησε βασιλεὺς Ἀσσυρίων. μέμνηται αὐτῆς καὶ Ζαχαρίας. κεῖται καὶ ἐν τῷ Ἱεζεκιήλ. καὶ ἐν τῷ Ἀμὼς Ἐμὰς Ῥεββά, ὅ ἐστιν Ἐμὰθ ἡ μεγάλη. κεῖται καὶ ἀνωτέρω. καὶ μήποτε αὕτη ἐστὶν ἡ Ἐπιφάνεια ἡ πλησίον Ἐμέσης. Ἔσερ (II Kön 15, 29). πόλις ἣν ᾠκοδόμησε Σολομών.
10Ἐναχεὶμ (Micha 1, 10) ἢ Ἐνβαχείν. Μιχαίας. Ἀʹ Σʹ ἐν κλαυθμῷ. Ἐναραβά (II Sam 2, 29?). Ἀʹ ἐν ὁμαλῇ, Σʹ ἐν πεδινῇ. Ἐλκεσέ (Nahum 1, 1). ὅθεν ἦν Ναοὺμ ὁ Ἐλκεσαῖος. Ἐμακείμ (Jer 49, 4). Ἀʹ 〈Σʹ〉 τῶν κοιλάδων.
14tἈπὸ τῶν Εὐαγγελίων.
15 Ἐμμαοῦς (Luc 24, 13). ὅθεν ἦν Κλεώπας ὁ ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ. αὕτη ἐστὶν ἡ νῦν Νικόπολις τῆς Παλαιστίνης ἐπίσημος πόλις. Ἐφραΐμ (Joh 11, 54). «ἐγγὺς τῆς ἐρήμου», ἔνθα ἦλθεν ὁ Χριστὸς
«μετὰ τῶν μαθητῶν». κεῖται καὶ ἀνωτέρω Ἐφρών.90

92

(1t)

Στοιχεῖον Ζ.
2tἈπὸ τῆς Γενέσεως.
3 Ζαφωείμ (Gen 36, 43). χώρα ἡγεμόνων Ἐδὼμ ἐν τῇ νῦν Γε‐ βαληνῇ.
5tἈριθμῶν καὶ Δευτερονομίου.
6 Ζοόβ (Num 21, 14). «διὰ τοῦτο λέγεται ἐν βίβλῳ· πόλεμος τοῦ κυρίου τὴν Ζοὸβ ἐφλόγισεν καὶ τοὺς χειμάρρους Ἀρνών». πόλις ἐν τῷ Ἀμορραίῳ, ἐν τῷ Ἀρνὼν κειμένη. Ζεφρονά (Num 34, 9). ὅριον τῆς Ἰουδαίας βόρειον.
10Ζαρέδ (Deut 2, 13). φάραγξ Ζαρὲδ ἐν μέρει τῆς ἐρήμου.
11tἈπὸ τοῦ Ἰησοῦ.
12 Ζείφ (Jos 15, 24). φυλῆς Ἰούδα. Ζανάουα (Jos 15, 56). φυλῆς Ἰούδα. καὶ νῦν ἐν ὁρίοις ἐστὶν Ἐλευθεροπόλεως 〈ἀπιόντων εἰς Αἰλίαν κώμη Ζανουὰ καλουμένη.
15 Ζίφ (Jos 15, 55). κώμη νῦν ἐστιν ἐν τῷ Δαρωμᾷ ἐν ὁρίοις Ἐλευθεροπόλεωσ〉 πλησίον Χεβρὼν ἀπὸ σημείων ηʹ πρὸς ἀνα‐ τολάς, ἔνθα ἐκρύπτετο Δαυίδ.
18tΒασιλειῶν.
19Ζείφ (I Sam 23, 14). «ὄρος αὐχμῶδες» τῆς Ζείφ, ἐν ᾧ ἐκαθέσθη
20Δαυίδ, ᾧ παράκειται Χερμαλά, ἥτις ἑρμηνεύεται ὁ Κάρμηλος. οὕτως καλουμένη εἰς ἔτι νῦν κώμη Ἰουδαίων, ἔνθα Νάβαλ ὁ Καρμήλιος.
Ζεὶφ δὲ ἐκαλεῖτο καὶ εἷς τῶν υἱῶν Χαλέβ, ὡς ἐν Παραλειπομέναις.92

94

Ζογερά (Jer 48, 34). ἐν Ἱερεμίᾳ. πόλις Μωάβ. αὕτη νῦν καλεῖ‐ ται Ζοορά, ἡ καὶ Σιγώρ, μία οὖσα τῆς πενταπόλεως Σοδόμων. Ζήβ (Jer 49, 4). ἐν Ἱερεμίᾳ. πόλις Ἀμμᾶν. καὶ ἔστι νῦν Ζία κώμη ὡς ἀπὸ ιεʹ σημείων Φιλαδελφίας ἐπὶ δυσμάς.
5 Ζωελέθ (I Kön 1, 9). λίθος οὕτω καλούμενος, ἐν ᾧ Ἀδωνίας θύει «ἐχόμενα 〈τῆς πηγῆς Ῥωγήλ〉».
7tΣτοιχεῖον Η.
8tἈπὸ τῆς Γενέσεως.
9Ἠλάθ (Gen 36, 41). χώρα ἡγεμόνων Ἐδὼμ καὶ πόλις Ἡσαῦ, ἀπὸ
10ιʹ σημείων Πέτρας πρὸς ἀνατολάς. Ἡρώων πόλις (Gen 46, 28f.). κατ’ Αἴγυπτον, ἐφ’ ἧς συνήντησεν Ἰωσὴφ τῷ πατρί. Ἡλιούπολις (Gen 41, 45). πρὸς τῇ Αἰγύπτῳ πόλις, ἣν τὸ Ἑβραϊ‐ κὸν ὀνομάζει Ὤν, ἧς λέγεται Πετεφρὴς ἱερεύς. κεῖται καὶ ἐν Ἱεζεκιήλ.
15 Ἠθάμ (Ex 13, 20). σταθμὸς ἐπὶ τῆς ἐρήμου τῶν υἱῶν Ἰσραήλ, ἡ καὶ Βουθάν.
17tἈπὸ τοῦ Ἰησοῦ.
18 Ἠνγαννίμ (Jos 15, 34). φυλῆς Ἰούδα. καὶ νῦν ἐστι πλησίον Βαιθήλ.
20 Ἠναΐμ (Jos 15, 34). φυλῆς Ἰούδα. καὶ νῦν ἐστι κώμη Βηθενὶμ περὶ τὴν τερέβινθον. Ἠνδώρ (Jos 17, 11). φυλῆς Μανασσῆ. ἔνθα ἦν ἡ ἐγγαστρίμυθος. καὶ ἀνωτέρω κεῖται Ἀενδώρ. ἔστι δὲ πλησίον Ναΐν, ἐν ᾗ ὁ Χριστὸς τὸν υἱὸν τῆς χήρας ἤγειρεν, ἀμφὶ τὴν Σκυθόπολιν.
25 Ἠνγαννί (Jos 19, 21). κλήρου Ἰσσάχαρ. πόλις Λευίταις ἀφω‐ ρισμένη. καὶ ἄλλη δὲ λέγεται εἶναί τις Ἠνγαννὰ κώμη περὶ τὴν Γέ‐ ρασαν τὴν ἐν τῇ Περαίᾳ. Ἠναδά (Jos 19, 21). κλήρου Ἰσσάχαρ. ἐστὶ δὲ κώμη νῦν ἑτέρα
Ἡναδάβ, ἀπιόντων ἀπὸ Ἐλευθεροπόλεως εἰς Αἰλίαν, περὶ τὸ ιʹ σημεῖον.94

96

Ἠνασώρ (Jos 19, 37). κλήρου Νεφθαλείμ. κεῖται καὶ ἀνωτέρω Ἀσώρ. Ἡρακών (Jos 19, 46). ὅριον φυλῆς Δάν, πλησίον Ἰόππης.
4tἈπὸ τῶν Κριτῶν.
5 Ἡτάμ (Richt 15, 8). ἔνθα κατῴκει Σαμψὼν «ἐν τῷ σπηλαίῳ Ἡτὰμ» «παρὰ τῷ χειμάρρῳ».
7tΒασιλειῶν.
8Ἡλά (I Sam 17, 2). κοιλὰς Ἡλά. Ἀʹ Θʹ κοιλὰς τῆς δρυός. Ἠνγαδδί (I Sam 24, 1). ἔρημος, ἔνθα ἐκρύπτετο Δαυίδ. καὶ ἀνω‐
10τέρω κεῖται Ἐνγαδδί φυλῆς Ἰούδα. παράκειται τῇ νεκρᾷ θαλάσσῃ εἰς δυσμάς. Ἠμάθ (II Sam 8, 9). χώρα ἀλλοφύλων, ὡς δὲ Ἱερεμίας, πόλις Δαμασκοῦ. Ἠνάν (Ez 47, 17. 19). «ὅριον Δαμασκοῦ», ὡς Ἱεζεκιήλ, «ἀπὸ Θαι‐
15μὰν καὶ Φοινικῶνος», ὡς δὲ οἱ Λοιποί, Θάμαρ.
16tΣτοιχεῖον Θ.
17tἈπὸ τῆς Γενέσεως.
18 Θαιμάν (Gen 36, 11). χώρα ἡγεμόνων Ἐδὼμ ἐν τῇ Γεβαλιτικῇ, ἀπὸ Θαιμὰν υἱοῦ Ἐλιφὰζ υἱοῦ Ἡσαῦ. ἀλλὰ καὶ εἰς ἔτι νῦν κώμη ἐστὶ
20Θαιμάν, ἀπέχουσα Πέτρων ἀμφὶ τὰ ιεʹ σημεῖα, ἐν ᾗ καὶ ἐγκάθηται στρατιωτικόν. ἔνθεν ὡρμᾶτο Ἐλιφὰζ ὁ Θαιμανῶν βασιλεύς. καὶ τοῦ Ἰσμαὴλ δὲ Θαιμὰν λέγεται γεγονέναι παῖς. καὶ πᾶς δὲ ὁ πρὸς νότον τόπος οὕτω καλεῖται· καὶ γὰρ ἑρμηνεύεται Θαιμὰν νότος. Θαμνά (Gen 38, 12). ἔνθα ἔκειρεν Ἰούδας τὰ ἑαυτοῦ πρόβατα.
25διαμένει κώμη μεγάλη ἐν ὁρίοις Διοσπόλεως μεταξὺ ἀπιόντων εἰς Αἰλίαν. ἦν δὲ φυλῆς Δὰν 〈ἢ〉 Ἰούδα. Θαμνὰ ἄλλη (Gen 36, 40). πόλις ἡγεμόνων Ἐδώμ. ἦν δὲ καὶ «παλλακὴ Ἐλιφὰζ υἱοῦ Ἡσαῦ, ἥτις ἔτεκεν αὐτῷ τὸν Ἀμαλήκ», ὅθεν
οἱ Ἀμαληκῖται.96

98

(1t)

Ἀπὸ τοῦ Δευτερονομίου.
2 〈Θόφολ (Deut 1, 1). τόπος τῆς ἐρήμου «πέραν τοῦ Ἰορδάνου», ἔνθα τὸ Δευτερονόμιον γράφει Μωυσῆς, καταντικρὺ Ἱεριχοῦς. Θαάθ (Num 33, 26f.). σταθμὸς τῶν υἱῶν Ἰσραήλ.
5Θαρά (Num 33, 27f.). σταθμὸς τῶν υἱῶν Ἰσραήλ.
6tἈπὸ τοῦ Ἰησοῦ.〉
7 Θαφφοῦ (Jos 12, 17). πόλις ἣν ἐπολιόρκησεν Ἰησοῦς, τὸν βα‐ σιλέα αὐτῆς ἀνελών, ἣ γέγονε φυλῆς Ἰούδα. κεῖται καὶ ἀνωτέρω Βη‐ θαφοῦ, ὅριον Παλαιστίνης καὶ Αἰγύπτου.
10 Θανάκ (Jos 12, 21). πόλις ἣν ἐπολιόρκησεν Ἰησοῦς, τὸν βα‐ σιλέα αὐτῆς ἀνελών, ἣ γέγονε φυλῆς Μανασσῆ, Λευίταις ἀφωρισμένη. καὶ νῦν ἐστιν ἀπὸ δʹ σημείου τῆς Λεγεῶνος. Θηνάθ (Jos 16, 6). φυλῆς Ἰωσήφ. καὶ νῦν ἐστι κώμη Θηνὰ ἀπὸ σημείων ιʹ Νέας πόλεως ἐπ’ ἀνατολάς, κατιόντων ἐπὶ τὸν Ἰορδάνην.
15 Θαφφουέ (Jos 16, 8). 〈φυλῆς Ἰωσήφ. Θαφφούθ (Jos 17, 8).〉 φυλῆς Μανασσῆ. Θεκώ (Jos 15, 59a). καὶ νῦν Θεκωέ ἐστι παρὰ τὴν ἔρημον Αἰλίας πόλις τὸ πρὶν οὖσα φυγαδευτηρίου. ὅθεν ἦν Ἀμὼς ὁ προφήτης. Θερσά (Jos 12, 24). καὶ ταύτην εἷλεν Ἰησοῦς ἅμα τῷ βασιλεῖ
20αὐτῆς. Θεραμά (Jos 18, 27). φυλῆς Βενιαμίν. Θωλάδ (Jos 15, 30). φυλῆς Ἰούδα ἢ Συμεών. Θαβώρ (Jos 19, 22). ὅριον Ζαβουλών. ἔστι δὲ ὄρος ἐν τῇ πε‐ διάδι κείμενον ἀπὸ σημείων ιʹ Διοκαισαρείας κατὰ ἀνατολάς. τὸ δὲ
25αὐτὸ καὶ ὅριον ἦν φυλῆς Ἰσσάχαρ καὶ Νεφθαλείμ. Θαλχά (Jos 19, 7). φυλῆς Συμεών. νῦν Θαλὰ καλεῖται Ἰουδαίων
μεγίστη κώμη, ὡς ἀπὸ σημείων ιϛʹ Ἐλευθεροπόλεως ἐν τῷ Δαρωμᾷ.98

100

Θαμναθσαρά (Jos 19, 50). πόλις Ἰησοῦ τοῦ Ναυῆ «ἐν τῷ ὄρει» κειμένη. αὕτη ἐστὶ Θαμνά, ἡ καὶ ἀνωτέρω κειμένη, ἐν ᾗ εἰς ἔτι νῦν δείκνυται τὸ τοῦ Ἰησοῦ μνῆμα. φυλῆς Δάν. Θάλασσα ἡ ἁλυκή (Jos 18, 19). ἡ καλουμένη νεκρὰ καὶ ἀσφαλ‐
5τῖτις, μεταξὺ Ἱεριχοῦς καὶ Ζωόρων.
6tἈπὸ τῶν Κριτῶν.
7 Θαανάχ (Richt 1, 27). οὐχ εἷλεν ταύτην ἡ φυλὴ Μανασσῆ, ὅτι μὴ τοὺς ἀλλοφύλους μετέστησεν ἐξ αὐτῆς. ἐνταῦθα δὲ τὸν Σισαρὰ Δεβόρρα πολεμεῖ. ἦν δὲ καὶ αὕτη Λευίταις ἀφωρισμένη. καὶ νῦν
10ἐστι κώμη μεγίστη ἀπέχουσα τῆς Λεγεῶνος σημεῖα γʹ. Θήβης (Richt 9, 50). πόλις ἔνθα πολεμοῦντος Ἀβιμέλεχ ἀπὸ τοῦ πύργου «γυνὴ κλάσμα μύλου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἔρριψεν». ἔστιν ἐν ὁρίοις Νέας πόλεως Θήβης ἔτι νῦν λεγομένη κώμη, ὡς ἐπὶ Σκυ‐ θόπολιν ἀπιόντων ἐπὶ τὸ τρισκαιδέκατον σημεῖον.
15Θαμναθά (Richt 14, 1). κεῖται καὶ ἀνωτέρω Θαμνά. φυλῆς Δάν.
16tΒασιλειῶν.
17 Θηλαμοῦ γῆ (II Sam 3, 12). ἔνθα «ἀπέστειλεν Ἀβεννὴρ πρὸς Δαυίδ». Ἀʹ παραχρῆμα, Σʹ ἀνθ’ ἑαυτοῦ. Θαάδ (II Sam 24, 6?). ἐγγὺς Γαλαάδ.
20 Θαμσά (I Kön 4, 24). ὅριον τῆς βασιλείας Σολομών. Θερμώθ (I Kön 9, 18). πόλις ἣν ᾠκοδόμησε Σολομὼν «ἐν τῇ ἐρήμῳ». Θαρσεῖς (I Kön 10, 22). ὅθεν ἤρχετο τῷ Σολομῶντι χρυσός. κατὰ μὲν τὸν Ἰώσιππον Ταρσός ἐστιν ἡ τῆς Κιλικίας· κατὰ δὲ
25τὸν Ἱεζεκιὴλ Καρχηδών, ἀντὶ γὰρ 〈τῆσ〉 παρὰ τοῖς Οʹ κειμένης100

102

Καρχηδόνος τὸ Ἑβραϊκὸν ἔχει Θαρσεῖς. ἄλλοι δὲ τὴν Ἰνδίαν ὑπε‐ τύπωσαν. Θαρσά (I Kön 15, 21). ὅθεν ἦν Ἀσὰφ βασιλεὺς Ἰσραήλ. Θερσιλά (II Kön 15, 14). ὅθεν ἦν Μαναείμ. καὶ νῦν ἐστι κώμη
5Σαμαρέων ἐν τῇ Βαταναίᾳ Θαρσιλὰ λεγομένη. Θεσβά (I Kön 17, 1). ὅθεν ἦν Ἡλίας ὁ Θεσβίτης. Θαιμάν (Ez 20, 45). ὡς Ἱεζεκιὴλ πόλις τῆς Ἰδουμαίας, ὡς δὲ Ἡσαΐας ἐν ὁράσει τῆς Ἀραβίας. κεῖται καὶ ἐν Ἱερεμίᾳ. ἐν δὲ τῷ Ἀβδιοῦ λέγεται πόλις Ἡσαῦ. Θαιμὰν δὲ καὶ εἷς τῶν υἱῶν Ἡσαῦ ἐκα‐
10λεῖτο. κεῖται καὶ ἀνωτέρω. Θαρθάκ (II Kön 17, 31). ταύτην ἔκτισαν ἐν τῇ Ἰουδαίᾳ οἱ Εὐαῖοι. Θαλασάρ (II Kön 19, 12). χώρα Συρίας. Θογαρμά (Ez 27, 14). ἐν τῷ Ἱεζεκιήλ. Θαφέθ (Jer 7, 32). βωμὸς τοῦ Θαφὲθ ἐν Ἱερεμίᾳ. ἐν προαστείοις
15Αἰλίας εἰς ἔτι νῦν δείκνυται ὁ τόπος οὕτω καλούμενος, ᾧ παράκειται ἡ κολυμβήθρα τοῦ κναφέως καὶ τὸ Ἀχελδαμὰχ χωρίον.
17tΣτοιχεῖον Ι.
18tἈπὸ τῆς Γενέσεως.
19Ἰαβόκ (Gen 32, 23ff.). ποταμὸς χειμάρρου, ὃν διαβαίνων ὁ Ἰακὼβ
20ἐπάλαισεν μετὰ τοῦ φανέντος αὐτῷ, ὅτε καὶ μετωνομάσθη Ἰσραήλ. ῥεῖ δὲ μεταξὺ Ἀμμᾶν, τοῦτ’ ἔστι Φιλαδελφίας, καὶ Γεράσ〈ης ἀπὸ δʹ σημεί〉ων, καὶ κατερχόμενος συμμίγνυται τῷ Ἰορδάνῃ. Ἰδουμαία (Gen 36, 16). χώρα Ἡσαῦ, ἐξ αὐτοῦ παρωνύμως ὀνο‐ μασθεῖσα, ἐπείπερ αὐτὸς Ἐδὼμ ἐκαλεῖτο. ἔστι δὲ ἡ ἀμφὶ τὴν Πέτραν
25Γεβαληνὴ καλουμένη.102

104

Ἰαθέρ (Gen 36, 40). χώρα ἡγεμόνων Ἐδὼμ ἐπὶ τῆς αὐτῆς Γε‐ βαληνῆς.
3tἈριθμῶν καὶ Δευτερονομίου.
4Ἰεταβαθά (Num 33, 33). ἐπὶ τῆς ἐρήμου σταθμὸς τῶν υἱῶν
5Ἰσραήλ. Ἰαννά (Num 21, 20). «ἥ ἐστιν ἐν πεδίῳ Μωὰβ ἀπὸ κορυφῆς τοῦ λελαξευμένου, τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου», παρὰ τὸν Ἀρνωνᾶν. Ἰεσσά (Num 21, 23). ἔνθα Σηὼν βασιλεὺς τῶν Ἀμορραίων πο‐
10λεμεῖται. μέμνηται αὐτῆς καὶ Ἡσαΐας ἐν ὁράσει τῇ «κατὰ τῆς Μωα‐ βίτιδος». κεῖται καὶ ἐν τῷ Ἱερεμίᾳ. καὶ δείκνυται νῦν μεταξὺ Μηδα‐ βῶν καὶ Δηβοῦς. Ἰαζήρ (Num 21, 32). πόλις τοῦ Ἀμορραίου ἀπὸ ιʹ σημείου Φιλα‐ δελφίας πρὸς δυσμαῖς ἐν τῇ νῦν Περαίᾳ τῆς Παλαιστίνης ὑπὲρ τὸν
15Ἰορδάνην, ἣ γέγονεν ὅριον φυλῆς Γάδ, παρατεῖνον «ἕως Ἀροήρ, ἥ ἐστι κατὰ πρόσωπον Ῥαββά». μέμνηται τῆς Ἰαζὴρ Ἡσαΐας ἐν ὁράσει τῇ «κατὰ τῆς Μωαβίτιδος», καὶ Ἱερεμίας. ἥτις ἦν Λευίταις ἀφω‐ ρισμένη. διέστηκε δὲ τῆς Ἐσσεβῶν σημείοις ιεʹ, καὶ φέρεται ἐπ’ αὐτῆς ποταμὸς μέγιστος ἐπὶ τὸν Ἰορδάνην ἐκπίπτων.
20 Ἰορδάνης (Num 22, 1). ποταμὸς διαιρῶν τὴν Ἰουδαίαν τῆς Ἀρα‐ βίας καὶ τὸν μέχρι νεκρᾶς θαλάσσης Αὐλῶνα, ὃς καὶ ἐκπίπτων διὰ Ἱεριχοῦς ἐπὶ τὴν νεκρὰν θάλασσαν εἰς αὐτὴν ἀφανίζεται. Ἰεταβαθά (Deut 10, 7). «χειμάρροι ὑδάτων», τόπος ἐπὶ τῆς ἐρήμου.
25 Ἱεριχώ (Deut 32, 49). πόλις ἣν κατέσκαψεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών. ἀνθ’ ἧς ἑτέραν ἤγειρεν Ὀζὰν ἐκ Βαιθὴλ φυλῆς Ἐφρ‐ αΐμ, ἣν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τῆς ἰδίας παρουσίας ἠξί‐ ωσεν. καταβληθείσης δὲ καὶ αὐτῆς ἐπὶ τῆς πολιορκίας τῆς Ἱερου‐ σαλὴμ διὰ τὴν τῶν ἐνοικούντων ἀπιστίαν, ἑτέρα ἐκ τρίτου συνέστη
30εἰς ἔτι νῦν δεικνυμένη πόλις. καὶ τῶν δύο δὲ τῶν προτέρων εἰς ἔτι
νῦν τὰ ἴχνη σῴζεται.104

106

(1t)

Ἀπὸ τοῦ Ἰησοῦ.
2 Ἱερουσαλήμ (Jos 10, 1). ταύτης ἐβασίλευσεν Ἀδωνιβεζέκ, καὶ μετὰ ταῦτα Ἰεβουσαῖοι, ἀφ’ ὧν καὶ Ἰεβοὺς ἐκαλεῖτο, οὓς ἐκβαλὼν Δαυὶδ μητρόπολιν αὐτὴν ἀποφαίνει τῆς Ἰουδαίας, διὰ τὸ ἐν αὐτῇ συστὰν
5ἱερὸν 〈* * * * * *〉 ἐν Γενέσει Σαλήμ, ἧς ἐβασίλευσεν Μελχισεδέκ. γέγονε δὲ κλήρου φυλῆς Βενιαμίν. Ἰεβούς (Jos 18, 28). «αὕτη ἐστὶν Ἱερουσαλήμ». Ἰαρεῖμ (Jos 9, 17). πόλις 〈Γαβαωνιτῶν. Ἰεριμούθ (Jos 12, 11). πόλισ〉 ἣν εἷλεν Ἰησοῦς. φυλῆς Ἰούδα, ὡς
10ἀπὸ σημείων 〈δʹ〉 Ἐλευθεροπόλεως περὶ τὴν Ἐσθαὸλ κώμην. Ἰσιμώθ (Jos 12, 3). ἔνθα ἐκρύπτετο Δαυίδ. κεῖται καὶ ἀνωτέρω Βηθσιμοὺθ καθ’ ἃ δεδήλωται. ἐν δὲ τῇ πρώτῃ τῶν Βασιλειῶν ἀντὶ «τοῦ Ἰεσσεμοῦν» ὁ μὲν Ἀʹ τῆς ἠφανισμένης, ὁ δὲ Σʹ τῆς ἐρήμου Ἐδὼμ ἐκδεδώκασιν.
15 Ἰεδνά (Jos 15, 23?). ἀπὸ ϛʹ σημείων Ἐλευθεροπόλεως ἀπιόντων ἐπὶ Χεβρών. Ἰεκκομάμ (Jos 12, 22). τοῦ Καρμήλου πόλις ἣν εἷλεν Ἰησοῦς τὸν βασιλέα αὐτῆς ἀνελών. Ἰαείρ (Jos 13, 30). πόλις φυλῆς Μανασσῆ.
20 Ἰαμνεία (Jos 15, 11). πόλις Ἰούδα. εἰς ἔτι νῦν πολίχνη Παλαι‐ στίνης Ἰαμνεία μεταξὺ Διοσπόλεως καὶ Ἀζώτου. Ἰαβείρ (Jos 15, 15). πόλις γραμμάτων. φυλῆς Ἰούδα. 〈Ἰαγούρ (Jos 15, 21). φυλῆς Ἰούδα.〉 Ἰερμοῦς (Jos 15, 35). φυλῆς Ἰούδα. κώμη νῦν ἐστὶν Ἱερμοχὼς
25ἀπὸ σημείων ιʹ Ἐλευθεροπόλεως ἀνιόντων εἰς Αἰλίαν. Ἰεχθαήλ (Jos 15, 38). φυλῆς Ἰούδα.
Ἰεφθάν (Jos 15, 43). φυλῆς Ἰούδα.106

108

Ἰεθέρ (Jos 15, 48). φυλῆς Ἰούδα, πόλις ἱερατική. καὶ ἔστι νῦν κώμη μεγίστη Ἰεθειρὰ ὡς ἀπὸ σημείων κʹ Ἐλευθεροπόλεως, ὅλη Χριστιανῶν, ἐν τῷ ἔσω Δαρωμᾷ πλησίον Μαλαθῶν. κεῖται καὶ ἀνωτέρω.
5 Ἰανούν (Jos 15, 53). φυλῆς Ἰούδα. κώμη νῦν ἐστιν Ἰανουὰ τῆς Λεγεῶνος ἀπὸ σημείων τριῶν κατὰ νότον. ἀλλ’ ἔοικεν οὐκ εἶναι ἡ δηλουμένη. Ἰεττάν (Jos 15, 55). φυλῆς Ἰούδα, πόλις ἱερατική. ἔστι νῦν κώμη μεγίστη Ἰουδαίων, Ἐλευθεροπόλεως ἀπὸ σημείων ιηʹ πρὸς νότον ἐν
10τῷ Δαρωμᾷ. 〈Ἰεζραέλ (Jos 15, 56). φυλῆς Ἰούδα.〉 Ἰεζραέλ (Jos 17, 16). φυλῆς Μανασσῆ, ἄλλη. ἔστιν εἰς ἔτι νῦν ἐπισημοτάτη Ἐσδραηλὰ κώμη ἐν τῷ μεγάλῳ πεδίῳ κειμένη μεταξὺ Σκυθοπόλεως καὶ τῆς Λεγεῶνος. ἦν δὲ καὶ ὅριον Ἰσσάχαρ. ἐκα‐
15λεῖτο δὲ Ἰεζραὲλ καὶ εἷς τῶν ἀπογόνων Ἐφραθά, ὡς ἐν Παραλειπο‐ μέναις. Ἰεκδαάν (Jos 15, 56). φυλῆς Ἰούδα. Ἰεφλιθί (Jos 16, 3). φυλῆς Ἰωσήφ. Ἰανώ (Jos 16, 6). φυλῆς Ἐφραΐμ. καὶ ταύτην εἷλεν ὁ βασιλεὺς
20Ἀσσυρίων. καὶ ἔστι νῦν κώμη Ἰανὼ ἐν τῇ Ἀκραβαττινῇ, ἀπὸ ιβʹ ση‐ μείων Νέας πόλεως πρὸς ἀνατολάς. Ἰαμείν (Jos 17, 7). Ἀʹ Σʹ δεξιά. Ἰασήβ (Jos 17, 16). Ἀʹ Σʹ τοὺς κατοικοῦντας. Ἰεβλαάμ (Jos 17, 11). φυλῆς Μανασσῆ, ἀφ’ ἧς οὐκ ἐξῆρε τοὺς
25ἀλλοφύλους. Ἰερφήλ (Jos 18, 27). φυλῆς Βενιαμίν. Ἰεκνάλ (Jos 19, 11). κλήρου Ζαβουλών, πόλις Λευίταις ἀφω‐ ρισμένη. Ἰάφεθ (Jos 19, 12). κλήρου Ζαβουλών ἀνάβασις, καλεῖται καὶ
30Ἰόππη. καὶ ἡ Συκάμινος δὲ ἀπιόντων εἰς Πτολεμαΐδα ἀπὸ Καισαρείας
κώμη πάραλος πλησίον τοῦ Καρμήλου Ἡφὰ λέγεται.108

110

Ἰεφθαήλ (Jos 19, 14). κλήρου Ζαβουλών. Ἰαδηλά (Jos 19, 15). κλήρου Ζαβουλών. Ἰερμώθ (Jos 19, 21). κλήρου Ἰσσάχαρ, πόλις ἱερεῦσιν ἀφωρισμένη. καὶ ἀνωτέρω κεῖται Ἱερμούθ. μέμνηται αὐτῆς καὶ Ὡσηέ.
5Ἰαμνήλ (Jos 19, 33). κλήρου Νεφθαλείμ. Ἰερών (Jos 19, 38). κλήρου Νεφθαλείμ. Ἰεθλάν (Jos 19, 42). κλήρου Δάν. Ἰηλών (Jos 19, 43). κλήρου Δάν. 〈Ἰούδ (Jos 19, 45). κλήρου Δάν.〉
10 Ἱερακώ (Jos 19, 46). ὕδατα κλήρου Δάν. Ἰαβεῖς Γαλαάδ (Richt 21, 8). καὶ ταύτην ἐπολέμησαν οἱ υἱοὶ Ἰσραήλ. καὶ νῦν ἐστι κώμη πέραν τοῦ Ἰορδάνου ἀπὸ ϛʹ σημείων Πέλλης πόλεως ἐπὶ τοῦ ὄρους κειμένη ἀπιόντων 〈εἰς Γέρασαν〉.
14tΒασιλειῶν.
15 Ἰαάρ (I Sam 14, 25). δρυμός, ἔνθα ἦν ὁ μελισσών. 〈Ἱεραμηλεί (I Sam 30, 29). χώρα τῶν ἀλλοφύλων.〉 Ἰέθερ (I Sam 30, 26f.). ἔνθα ἀπέστειλεν Δαυίδ. κώμη νῦν ἐστιν Ἰεθειρὰ ἐν τῷ Δαρωμᾳ. κεῖται καὶ ἀνωτέρω. Ἰεκμαάν (I Kön 4, 12). πόλις ἀρχόντων Σολομών.
20 Ἰταβύριον (Hos 5, 1). Ἀʹ Σʹ Θαβώρ. ἐν Ὠσηέ. κεῖται δὲ ἐν τῷ μεγάλῳ πεδίῳ 〈τῆς Λεγεῶνος πρὸς ἀνατολάς. Ἰεκθοήλ (II Kön 14, 7). Πέτρα ἐν Βασιλείαις. Ἰεταβά (II Kön 21, 19). πόλις ἀρχαία τῆς Ἰουδαίας. Ἰόππη (Jona 1, 3). πόλις Παλαιστίνησ〉 εἰς ἔτι νῦν πάραλος.
25κλήρου Δάν.
26t〈Ἀπὸ τῶν Εὐαγγελίων.〉
27 Ἰτουραία (Luc 3, 1) ἡ καὶ Τραχωνῖτις χώρα, ἧς ἐτετράρχει Φί‐ λιππος, ὡς ἐν Εὐαγγελίοις. Τραχωνῖτις δὲ καλεῖται ἡ παρακειμένη
χώρα τῇ ἐρήμῳ τῇ κατὰ Βόστραν τῆς Ἀραβίας.110

112

(1t)

Στοιχεῖον Κ.
2tἈπὸ τῆς Γενέσεως.
3 Καρναείμ (Gen 14, 5). Ἀσταρὼθ Καρναείμ. ἔστι νῦν κώμη με‐ γίστη τῆς Ἀραβίας, ἥτις ἐστὶν ἡ Καρναία λεγομένη, ἐπέκεινα τοῦ
5Ἰορδάνου. ἔνθα ὡς ἐκ παραδόσεως τοῦ Ἰὼβ τὸν οἶκον ἐπιδεικνύου‐ σιν. ἔστι δὲ καὶ ἄλλη ἐν ὁρίοις Αἰλίας Καρναία λεγομένη κώμη. Κάδης (Gen 14, 7). ἔνθα ἡ πηγὴ «τῆς κρίσεως». Κάδης Βαρνῆ (Num 32, 8). ἔρημος ἡ παρατείνουσα Πέτρᾳ πόλει τῆς Ἀραβίας, ἔνθα ἀναβᾶσα ἐτελεύτησεν Μαριάμ, καὶ Μωϋσῆς διστά‐
10σας παίει τὴν πέτραν καὶ 〈ὕδωρ〉 παρέχει διψῶντι τῷ λαῷ. καὶ δεί‐ κνυται εἰς ἔτι νῦν τὸ μνῆμα τῆς Μαρίας αὐτόθι. ἔνθα καὶ «τοὺς ἄρχοντας Ἀμαλὴκ» κατέκοψε Χοδολλαγόμωρ. Κενάζ (Gen 36, 11). χώρα ἡγεμόνων Ἐδώμ. Καριαθαείμ (Num 32, 37). πόλις ἣν ᾠκοδόμησαν «οἱ υἱοὶ Ῥουβίν.»
15καὶ νῦν ἐστιν ὅλη Χριστιανῶν κώμη, παρὰ Μηδαβὰν πόλιν τῆς Ἀραβίας, λεγομένη Καραιάθα, ἀπὸ ιʹ σημείων τῆς Μηδαβῶν πρὸς δυσμὰς ἐπὶ τὸν Βάρην. Καριαθαρβώ (Gen 23, 2). «αὕτη ἐστὶ Χεβρών». κεῖται καὶ ἀνω‐ τέρω.
20 Κανάθ (Num 32, 42). κώμη τῆς Ἀραβίας εἰς ἔτι 〈νῦν Καναθὰ〉 καλουμένη, ἣν 〈ἑλὼν ὁ Ναβαῦ〉 ὠνόμασεν Ναβώθ, καὶ γέγονε φυλῆς
Μανασσῆ. κεῖται δὲ εἰς ἔτι καὶ νῦν ἐν τῷ Τραχῶνι πλησίον Βόστρων.112

114

Κατὰ τὰ Χρυσέα (Deut 1, 1). ὄρη ἐστὶ χρυσοῦ ψηγμάτων ἔμπλεα ἐπὶ τῆς ἐρήμου, ιαʹ ἡμερῶν 〈ὁδὸν〉 ἀπέχοντα τοῦ ὄρους Χωρήβ, παρ’ οἷς Μωϋσῆς τὸ Δευτερονόμιον γράφει. λέγεται δὲ ἐν Φαινὼν χαλ‐ κοῦ μετάλλοις τὸ παλαιὸν παρακεῖσθαι ὄρη χρυσοῦ μετάλλων.
5 Καδημώθ (Deut 2, 26). ἔρημος ἐξ ἧς πρέσβεις ἀπέστειλε Μωϋσῆς «πρὸς Σηών». Καριάθ (Jos 9, 23). πόλις ὑπὸ μητρόπολιν Γαβαών. Κάδες (Jos 12, 22). πόλις ἣν εἷλεν Ἰησοῦς τὸν βασιλέα αὐτῆς ἀνελών. ἣ γέγονε φυλῆς Ἰούδα.
10Καδημώθ (Jos 13, 18). πόλις τῶν υἱῶν Ῥουβίν. 〈Κεδσών (Jos 21, 37). φυλῆς Ῥουβίν,〉 Λευίταις ἀφωρισμένη.
12tἈπὸ τοῦ Ἰησοῦ.
13Καψεήλ (Jos 15, 21). φυλῆς Ἰούδα. Κινά (Jos 15, 22). φυλῆς Ἰούδα.
15 Κεειλά (Jos 15, 44). φυλῆς Ἰούδα. 〈ἔνθα〉 ἐκαθέσθη Δαυίδ. καὶ εἰς ἔτι νῦν κώμη Κηλὰ πρὸς ἀνατολὰς Ἐλευθεροπόλεως ἀπιόντων εἰς Χεβρών, ὡς ἀπὸ σημείων ηʹ· καὶ τὸ μνῆμα Ἀμβακοὺμ τοῦ προ‐ φήτου αὐτόθι δείκνυται. Καριαθβαάλ (Jos 15, 60). αὕτη πόλις Ἰαρεὶμ φυλῆς Ἰούδα.
20 Κανά (Jos 16, 8). φυλῆς Ἐφραΐμ. 〈Καβσαείμ (Jos 21, 22). φυλῆς Ἐφραΐμ.〉 Κανέ (Jos 17, 9). φυλῆς Μανασσῆ. Καριαθιαρεὶμ (Jos 18, 14) ἡ καὶ Καριαθβαάλ ἡ καὶ πόλις Ἰαρείμ. μία τῶν Γαβαωνιτῶν, φυλῆς Ἰούδα, μεταξὺ Αἰλίας καὶ Διοσπόλεως.
25ἐπὶ τῆς ὁδοῦ κειμένη ἀπὸ σημείων θʹ Αἰλίας. ἐντεῦθεν ἦν Οὐρίας ὁ προφήτης, ὃν ἀνεῖλεν Ἰωακεὶμ ἐν Ἱερουσαλήμ, ὡς ἐν Ἱερεμίᾳ. ἐκα‐ λεῖτο δὲ Καριαθιαρεὶμ καὶ ὁ υἱὸς τοῦ Σωβάλ, ὡς ἐν Παραλειπομέναις.
Κισών (Jos 19, 20). κλήρου Ἰσσάχαρ, πόλις Λευίταις ἀφωρισμένη.114

116

Καρθά (Jos 21, 34). πόλις Ζαβουλών, Λευίταις ἀφωρισμένη. Καττά (Jos 19, 15). κλήρου Ζαβουλών, πόλις Λευίταις ἀφω‐ ρισμένη. Κανά (Jos 19, 28). ἕως Σιδῶνος τῆς μεγάλης, κλήρου Ἀσήρ.
5ἐν ταύτῃ ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστὸς τὸ ὕδωρ εἰς οἴνου φύσιν μετέβαλεν. ἐντεῦθεν δὲ ἦν καὶ Ναθαναήλ καὶ ἔστιν ἐν τῇ Γαλιλαίᾳ τῶν ἐθνῶν. Κάδες (Jos 19, 37). κλήρου Νεφθαλεὶμ πόλις ἱερατική, τὸ πρὶν οὖσα φυγαδευτήριον «ἐν τῇ Γαλιλαίᾳ ἐν τῷ ὄρει Νεφθαλείμ». καὶ
10ταύτην εἷλεν ὁ «βασιλεὺς Ἀσσυρίων». αὕτη ἐστὶν Κυδισσός, ἀπέχουσα Τύρου σημείοις κʹ, παρακειμένη Πανεάδι. Καρθάμ (Jos 21, 32). πόλις φυλῆς Νεφθαλείμ, Λευίταις ἀφω‐ ρισμένη.
14tἈπὸ τῶν Κριτῶν.
15 Κέτρων (Richt 1, 30). «οὐκ ἐξῆρεν» ἀπὸ ταύτης τοὺς ἀλλοφύ‐ λους Ζαβουλών. Καρκᾶ (Richt 8, 10). ἔνθα «Ζεβεὲ καὶ Σαλμανᾶ», οὓς ἀνεῖλε Γε‐ δεών. καὶ ἔστι νῦν Καρκαρία φρούριον ἀπέχον Πέτρας πόλεως μό‐ νην 〈ἡμέραν〉.
20 Καμών (Richt 10, 5). πόλις Ἰαείρ, ἔνθα ἐτάφη κρίνας τὸν Ἰσραήλ. καὶ ἔστι νῦν Καμμωνὰ κώμη ἐν τῷ μεγάλῳ πεδίῳ, ἀπέχουσα Λεγεῶ‐ νος σημείοις ϛʹ ἐν βορείοις ἀπιόντων εἰς Πτολεμαΐδα. Κισών (Richt 4, 7). χειμάρρους πλησίον τοῦ ὄρους 〈Θαβώρ, ἔνθα ἐπολεμήθη Σισαρά.
25Καδημίμ (Richt 5, 21). χειμάρρουσ〉, ἔνθα ἐπολέμησεν Δεβόρρα.
Κοιλάς (Richt 1, 19). Τιτάνων, οἷς ἐπολέμησε Δαυίδ.116

118

Κλαυθμών (Richt 2, 1). χώρα ὀλοφυρμῶν, τόπος οὕτω καλού‐ μενος.
3tΒασιλειῶν.
4Κηνί (I Sam 27, 10). χώρα ἀλλοφύλων.
5 Κάρμηλος (I Sam 25, 2). ἔνθα ἦν Νάβαλ. κώμη ἐστὶν εἰς ἔτι νῦν Χερμαλὰ ὀνομαζομένη, ἥτις ἑρμηνεύεται Κάρμηλος, ἀπὸ δεκά‐ του σημείου Χεβρὼν πρὸς ἀνατολάς, ἔνθα φρούριον ἐγκάθηται. 〈Κάρμηλος (I Kön 18, 42). ὄροσ〉 ἐπὶ τὸ Φοινίκιον πέλαγος καὶ διαιροῦν Παλαιστίνην Φοινίκης. ἔνθα ἐκαθέζετο Ἡλίας.
10 Καβσεήλ (II Sam 23, 20). ὅθεν ἦν Βαναΐας υἱὸς Ἰωδάε. Κεδρών (II Sam 15, 23). χειμάρρους ἢ φάραγξ Κεδρών. παρά‐ κειται τῇ Ἱερουσαλήμ. Κυρίνη (II Kön 16, 9). ἔνθα ἀπῴκισε βασιλεὺς Ἀσσυρίων τὴν Δαμασκόν.
15 Κωά (I Kön 10, 28). πλησίον Αἰγύπτου. Καρχηδών (Jes 23, 1). Ἡσαΐας ἐν ὁράσει Τύρου, καὶ Ἱεζεκιήλ, παρ’ ᾧ Θαρσεῖς ἐν τῷ Ἑβραϊκῷ κεῖται. Κοιλὰς Ἰωσαφάτ. (Joel 3, 2). μεταξὺ κεῖται Ἱερουσαλὴμ καὶ τοῦ ὄρους τῶν ἐλαιῶν.
20 Κεδέμ (Ez 25, 4). ἐν Ἱεζεκιήλ. Ἀʹ Σʹ ἀνατολῶν. Κηδάρ (Ez 27, 21). ἐν Ἱεζεκιὴλ «ἄρχοντες Κηδάρ», καὶ ἐν Ἱερε‐ μίᾳ καὶ ἐν Ἡσαΐᾳ ἐν ὁράσει τῆς Ἀραβίας. ἔστι δὲ χώρα Σαρακηνῶν.
ἦν δὲ Κηδὰρ υἱὸς Ἰσμαὴλ υἱοῦ Ἁβραάμ.118

120

Καριώθ (Jer 48, 24. 41). ἐν χώρᾳ Μωάβ, ὡς Ἱερεμίας. Καφαρναούμ (Matth 4, 13). παρὰ τὴν Γεννησαρῖτιν λίμνην. εἰς ἔτι νῦν ἐστι κώμη ἐν τῇ Γαλιλαίᾳ τῶν ἐθνῶν «ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ».
5tΣτοιχεῖον Λ.
6tἈπὸ τῆς Γενέσεως.
7 Λασάν (Gen 10, 19). ὅριον τῶν Χαναναίων περὶ τὴν Σοδομῖτιν. Λουζά (Gen 28, 19). ταύτην ἐπωνόμασεν Ἰακὼβ Βαιθήλ. οἰκεῖ‐ ται δὲ εἰς ἔτι νῦν, κώμη οὖσα ἐπ’ ἀριστερὰ τῆς ὁδοῦ τῆς ἀγούσης
10ἐπ’ Αἰλίαν ἀπὸ Νέας πόλεως. ἣ γέγονε φυλῆς Βενιαμίν. Λουζὰ ἑτέρα (Richt 1, 26). ἣ γέγονε τῶν υἱῶν Ἰωσήφ, παρα‐ κειμένη Συχὲμ ἀπὸ θʹ σημείου Νέας πόλεως. Λωτάν (Gen 36, 20). πόλις ἡγεμόνων Ἐδώμ.
14tἈριθμῶν καὶ Δευτερονομίου.
15 〈Λεβωνά (Num 33, 20). ἐν τῇ ἐρήμῳ σταθμὸς τῶν υἱῶν Ἰσραήλ. Λοβόν (Deut 1, 1). τόπος τῆς ἐρήμου «πέραν τοῦ Ἰορδάνου», ἔνθα Μωϋσῆς ἀναγινώσκει τὸ Δευτερονόμιον.
18tἈπὸ τοῦ Ἰησοῦ〉.
19Λάχεις (Jos 10, 3). καὶ ταύτην εἷλεν Ἰησοῦς τὸν βασιλέα αὐτῆς
20ἀνελών. μέμνηται αὐτῆς καὶ Ἡσαΐας. καὶ 〈ἔστιν〉 εἰς ἔτι νῦν κώμη Ἐλευθεροπόλεως ἀπέχουσα σημείοις ζʹ πρὸς νότον ἀπιόντων εἰς τὸν Δαρωμᾶν. κεῖται καὶ ἐν Ἱερεμίᾳ. φυλῆς Ἰούδα. Λεβνά (Jos 10, 29). καὶ ταύτην εἷλεν Ἰησοῦς, τὸν βασιλέα αὐ‐ τῆς ἀνελών. ἣ γέγονε φυλῆς Ἰούδα, πόλις ἱερατική. καὶ νῦν ἐστι
25κώμη ἐν τῇ Ἐλευθεροπολιτάνῃ λεγομένη Λοβανά. κεῖται καὶ ἐν Ἡσαΐᾳ.120

122

Λασερών (Jos 12, 18). καὶ ταύτην εἷλεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών. Λίθος Βοέν (Jos 15, 6). ἐν υἱοῖς Ῥουβὶν ὅριον φυλῆς Ἰούδα. Λαβώθ (Jos 15, 32). φυλῆς Ἰούδα.
5Λαμάς (Jos 15, 40). φυλῆς Ἰούδα. Λαβώθ (Jos 19, 6). κλήρου Συμεών. Λαβανάθ (Jos 19, 26). κλήρου Ἀσήρ. Λακούμ (Jos 19, 33). ὅριον Νεφθαλείμ.
9tἈπὸ τῶν Κριτῶν.
10 Λαβωεμάθ (Richt 3, 3). Ἀʹ εἰσόδου Ἐμάθ. Λεσέμ (Jos 19, 47). ταύτην «οἱ υἱοὶ Δὰν» πολιορκήσαντες ἐκάλε‐ σαν Δάν. Λουζά (Richt 1, 26). ἑτέρα αὕτη παρὰ τὴν Βαιθήλ, κειμένη ἐν γῇ Χεττιείμ. ἣν ἔκτισεν ὁ διασωθεὶς ἀπὸ Βαιθήλ, ὡς ἐν Κριταῖς
15ἱστορεῖται. Λέχει (Richt 15, 19). ἐν Λέχει, Αʹ Σʹ ἐν σιαγόνι. Λαῖσα (Richt 18, 27ff.). ταύτην ἑλόντες υἱοὶ Δὰν ᾤκησαν, ἄποθεν οὖσαν Σιδῶνος, καὶ ἐπεκάλεσαν αὐτὴν Δάν. ἣ γέγονεν ὅριον τῆς 〈Ἰουδαίας βόρειον ἀπὸ Δὰν ἕως Βηρσαβέε〉 διηκούσης. μέμνηται αὐτῆς
20καὶ Ἡσαΐας. κεῖται καὶ ἀνωτέρω, πλησίον Πανεάδος. ἐξ ἧς καὶ 〈ὁ〉 Ἰορδάνης πρόεισι.
22tΒασιλειῶν.
23 Λεματτάρα (I Sam 20, 20). ἔνθα Ἰωναθὰν ἠκόντιζε «τὰς σχίζας». Ἀʹ εἰς σκοπόν, Σʹ εἰς τὸν συντεταγμένον.
25Λαδαβάρ (II Sam 9, 4). ἔνθα Μεμφιβοσθέ. Λωδαβάρ (II Sam 17, 27). ὅθεν ἦν Μαχείρ. Λίβανος (I Kön 4, 29). ὄρος Φοινίκης ἐπιφανές. Λουείθ (Jes 15, 5). ταύτης μέμνηται Ἡσαΐας. καὶ ἔστι μεταξὺ
Ἀρεοπόλεως καὶ Ζοορῶν κώμη νῦν καλουμένη Λουειθά.122

124

(1t)

Στοιχεῖον Μ.
2tἈπὸ τῆς Γενέσεως.
3 Μανασσῆ (Gen 10, 30). χώρα τῆς Ἰνδικῆς, ἣν κατῴκησαν οἱ υἱοὶ Ἰεκτὰν υἱοῦ Ἐβέρ.
5 Μαμβρῆ (Gen 13, 18). αὕτη ἐστὶ Χεβρών, ᾗ παράκειται τάφος 〈τῶν〉 ἀμφὶ τὸν Ἁβραάμ. κεῖται καὶ ἀνωτέρω. Μαμβρῆ δὲ καὶ εἷς τῶν ἑταίρων τοῦ Ἁβραὰμ ἐκαλεῖτο. Μαδιάμ (Gen 25, 2). πόλις ἀπὸ ἑνὸς τῶν υἱῶν Ἁβραὰμ καὶ Χετ‐ τούρας Μαδιὰμ ἐπικληθεῖσα. κεῖται δὲ ἐπέκεινα τῆς Ἀραβίας πρὸς
10νότον ἐν ἐρήμῳ τῶν Σαρακηνῶν, τῆς ἐρυθρᾶς θαλάσσης ἐπ’ ἀνατο‐ λάς. ὅθεν καλοῦνται Μαδιαναῖοι καὶ ἡ νῦν καλουμένη Μαδιανή. καλεῖ δὲ καὶ ἡ γραφὴ τὰς θυγατέρας Ἰωβὰβ θυγατέρας Μαδιάμ. ἑτέρα δέ 〈ἐστιν πόλις ὁμώνυμος αὐτῇ πλησίον τοῦ Ἀρνωνᾶ καὶ Ἀρεο〉πόλεως, ἥτις νῦν ἔρημος οὖσα δείκνυται.
15 Μωάβ (Gen 36, 35). ἀπὸ Μωὰβ υἱοῦ Λώτ, πόλις τῆς Ἀραβίας ἡ νῦν Ἀρεόπολις. κεῖται καὶ ἀνωτέρω. καλεῖται δὲ Μωὰβ καὶ ἡ χώρα, ἡ δὲ πόλις Ῥαββὰθ Μωάβ. Μασρηκά (Gen 36, 36). πόλις βασιλείας Ἐδὼμ περὶ τὴν Γεβα‐ ληνήν.
20 Μάβσαρ (Gen 36, 42). εἰς ἔτι καὶ νῦν καὶ αὕτη κώμη μένει με‐ γίστη Μαβσαρὰ ἐπὶ τῆς Γεβαληνῆς, ὑπακούουσα τῇ Πέτρᾳ. Μαγεδιήλ (Gen 36, 43). καὶ αὕτη τῶν ἡγεμόνων Ἐδὼμ ἐν τῇ Γεβαληνῇ.
24tἈπὸ τῆς Ἐξόδου.
25〈Μάγδωλοσ〉 (Ex 14, 2). τῆς 〈ἐξ〉 Αἰγύπτου πορείας τοῦ Ἰσραὴλ
σταθμός, ἔνθα κατήντησαν πρὸ τῆς ἐρυθρᾶς θαλάσσης. κεῖται καὶ124

126

ἐν Ἱεζεκιήλ· «ἀπὸ Μαγδώλου 〈ἕωσ〉 Σοηνῆς». ὡς δὲ Ἱερεμίας, ἐνταῦθα τῆς Αἰγύπτου κατῴκησαν οἱ μετὰ Ἱερεμίου Ἰουδαῖοι. Μερρά (Ex 15, 23ff.). πικρία. τόπος τῆς ἐρήμου, ἔνθα πικρὸν ὑπάρχον τὸ ὕδωρ ῥίψας ξύλον Μωϋσῆς μετέβαλεν εἰς γλυκύ.
5tἈριθμῶν καὶ Δευτερονομίου.
6 Μνήματα ἐπιθυμίας (Num 11, 34). σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου, ἔνθα διεφθάρησαν ἀπὸ τῆς κρεωφαγίας. Μακηλώθ (Num 33, 25). σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου.
10 〈Μαθεκκά (Num 33, 28). σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου.〉 Μασουρούθ (Num 33, 30). σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου. Μαθθανέμ (Num 21, 18). αὕτη νῦν λέγεται Μασχανά. κεῖται δὲ
15ἐπὶ τοῦ Ἀρνωνᾶ ἀπὸ σημείων ιβʹ πρὸς ἀνατολὰς Μηδαβῶν. Μισώρ (Dent 3, 10). πόλις Ὢγ βασιλέως Βασάν. Μαχαναράθ (Deut 3, 17). ὅριον Ἀμμᾶν τῆς καὶ Φιλαδελφίας. Μαδβαρίς (Deut 4, 43). ἔρημος οὕτω καλεῖται παρ’ Ἑβραίοις. Μισαδαῒ «υἱῶν Ἰακείμ» (Deut 10, 6). τόπος ἐπὶ τῆς ἐρήμου, ἔνθα
20ἐτελεύτησεν Ἀαρών.
21tἈπὸ τοῦ Ἰησοῦ.
22 Μακηδά (Jos 10, 10). ἐν ταύτῃ συνέκλεισεν Ἰησοῦς τοὺς εʹ βασι‐ λεῖς εἰς τὸ σπήλαιον, οὓς καὶ ἀνεῖλεν μετὰ τοῦ βασιλέως τῆς Μακηδά. ἣ γέγονε φυλῆς Ἰούδα. καὶ νῦν ἐστι πρὸς ἀνατολὰς Ἐλευθεροπόλεως
25ἀπὸ σημείων ηʹ. Μαδών (Jos 11, 1). πόλις, ἧς ἐβασίλευσεν Ἰωβάβ, ὃν ἐπολέμησεν
Ἰησοῦς.126

128

Μασσηφά (Jos 11, 3). φυλῆς Ἰούδα, ἔνθα κατῴκει Ἰεφθαέ, πλη‐ σίον τῆς Καριαθιαρείμ, ἐν ᾗ καὶ ἡ κιβωτός ποτε κατέμεινεν, ἔνθα καὶ Σαμουὴλ ἐδίκαζεν. κεῖται καὶ ἐν Ἱερεμίᾳ. Μερράν (Jos 11, 7). ἔστι τὸ ὕδωρ, ἔνθα παρενέβαλον εἰς πόλε‐
5μον. ἔστι νῦν κώμη Μερροῦς, Σεβαστῆς ἀπέχουσα σημείοις ιβʹ πλη‐ σίον Δωθαείμ. Μαστραιφὼθ μαΐμ (Jos 11, 8). Ἀʹ Μαστραιφὼθ ὕδατος, Σʹ Μαστραιφὼθ θαλάσσης. Μαχαθί (Jos 12, 5). πόλις περὶ τὸν Ἰορδάνην τῶν Ἀμορραίων,
10πλησίον ὄρους Ἀερμών. ἀφ’ ἧς οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ Ἰσραὴλ τὸν Μαχαθί. Μαρώμ (Jos 12, 20). 〈καὶ ταύτην εἷλεν Ἰησοῦς, τὸν βασιλέα αὐ‐ τῆς ἀνελών. κεῖται καὶ ἀνωτέρω Μαροῦς. Μαγγεδδώ〉 (Jos 12, 21). καὶ ταύτην εἷλεν Ἰησοῦς, τὸν βασιλέα
15αὐτῆς ἀνελών. ἣ γέγονε φυλῆς Μανασσῆ, ἣν οὐ κατέσχεν, ὅτι μὴ ἐξῆρεν ἀπ’ αὐτῆς τὸν ἀλλόφυλον. Μισώρ (Jos 13, 9. 16). Ἀʹ Σʹ τὴν ὁμαλήν. πόλις φυλῆς Ῥουβίν, Λευίταις ἀφωρισμένη, ἐν τῇ Γεβαληνῇ. Μεδδαβά (Jos 13, 9). πόλις καὶ μέχρι νῦν ἐστι τῆς Ἀραβίας
20Μηδαβὰ εἰς ἔτι νῦν καλουμένη πλησίον Ἐσσεβών. Μηφαάθ (Jos 13, 18). φυλῆς Βενιαμίν. καὶ ἄλλη δέ ἐστιν ἐπέ‐ κεινα τοῦ Ἰορδάνου, ἔνθα φρούριον ἐγκάθηται στρατιωτῶν παρὰ τὴν
ἔρημον.128

130

Μασφά (Jos 13, 26). φυλῆς Γάδ, Λευίταις ἀφωρισμένη. καὶ ἄλλη δέ ἐστι νῦν Μασσηβὰ ἐν ὁρίοις Ἐλευθεροπόλεως ἐν βορείοις. ἔστι καὶ ἄλλη, φυλῆς Ἰούδα, ἀπιόντων εἰς Αἰλίαν. Μαναείμ (Jos 13, 26). φυλῆς Γάδ, Λευίταις ἀφωρισμένη, ἐν τῇ
5Γαλααδίτιδι. Μωλαδά (Jos 15, 26). φυλῆς Ἰούδα ἢ Συμεών. Μηδεβηνά (Jos 15, 31). φυλῆς Ἰούδα. καὶ ἔστι νῦν Μηνοεὶς πλη‐ σίον Γάζης πολίχνη. κεῖται καὶ ἐν Ἡσαΐᾳ. Μαγδαλά (Jos 15, 37). φυλῆς Ἰούδα.
10 Μαρησά (Jos 15, 44). φυλῆς Ἰούδα. ἔρημός ἐστι νῦν ὡς ἀπὸ σημείων βʹ Ἐλευθεροπόλεως. Μαών (Jos 15, 55). φυλῆς Ἰούδα. ἐν ἀνατολαῖς τοῦ Δαρωμᾶ. Μαρώθ (Jos 15, 59). φυλῆς Ἰούδα. Μαδδεί (Jos 15, 61). φυλῆς Ἰούδα.
15 Μασφά (Jos 18, 26). φυλῆς Βενιαμίν. Μαχθώθ (Jos 17, 7). φυλῆς Μανασσῆ. Μαραλά (Jos 19, 11). ἀνάβασις Ζαβουλών. Μασάν (Jos 19, 26). κλήρου Ἀσήρ. συνάπτει τῷ Καρμήλῳ κατὰ θάλασσαν, πόλις Λευίταις ἀφωρισμένη.
20 Μεελέφ (Jos 19, 33). ὅριον Νεφθαλείμ. Μαγδιήλ (Jos 19, 38). κλήρου Νεφθαλείμ. καὶ ἔστι νῦν κώμη μεγάλη ἀπὸ εʹ σημείων Δώρων, ἀπιόντων εἰς Πτολεμαΐδα.
23tἈπὸ τῶν Κριτῶν.
24Μοσφεθάμ (Richt 5, 16). Ἀʹ τῶν κλήρων, Σʹ τῶν μεταιχμίων.
25Μωρέ (Richt 7, 1). βουνὸς οὕτω καλούμενος.130

132

Μεννήθ (Richt 11, 33). ἔνθα ἐπολέμησεν Ἰεφθαέ. καὶ νῦν ἐστι κώμη Μαανὶθ ἀπὸ δʹ σημείων Ἐσβοῦς, ἀπιόντων εἰς Φιλαδελφίαν. Μαχμάς (I Sam 13, 2). εἰς ἔτι νῦν κώμη μεγίστη ἐν ὁρίοις Αἰλίας Μαχμὰς ἐπικαλουμένη, ἀπὸ σημείων θʹ, πλησίον Ῥαμᾶ.
5tΒασιλειῶν.
6 Με〈σσάβ〉 (I Sam 14, 1). «τῶν ἀλλοφύλων», πλησίον τῆς Γαβᾶ. Μαγδὼν ἢ Μαγρών (I Sam 14, 2). ἔνθα ἐκαθέσθη Σαούλ. Μασσηφὰ «τῆς Μωάβ» (I Sam 22, 3). ἔνθα φεύγων τὸν Σαοὺλ
10ὁ Δαυὶδ παρεγένετο. Μασερέθ (I Sam 23, 14). ἔρημος, ἔνθα ἐκαθέσθη Δαυίδ. Αʹ ἐν ὀχυρώμασι, Σʹ ἐν καταφυγαῖς, Θʹ ἐν τοῖς σπηλαίοις. Μασβάκ (II Sam 8, 8). πόλις ἀλλοφύλων, βασιλέως Ἀδραζάρ. Μελά, Γημελά (II Sam 8, 13). Ἀʹ Σʹ φάραγξ τοῦ ἁλός.
15 Μααχά (II Sam 10, 6). χώρα βασιλέως Γεσσούρ. Μωδεείμ (I Macc 2, 1). κώμη πλησίον Διοσπόλεως, ὅθεν ἦσαν οἱ Μακκαβαῖοι, ὧν καὶ τὰ μνήματα εἰς ἔτι νῦν δείκνυται. Μαψὰρ Τύρου (II Sam 24, 7). Ἀʹ ἔρυμα Τύρου, Σʹ ὀχύρωμα Τύρου.
20Μασά (I Kön 2, 35i; 9, 15). πόλις, ἣν ᾠκοδόμησε Σολομών. Μεεβρά (I Kön 4, 12). Ἀʹ ἀπὸ πέραν, Σʹ ἐξ ἐναντίας.
Μάκες (I Kön 4, 9). πόλις ἄρχοντος Σολομών.132

134

Μελώ (I Kön 9, 15). πόλις, ἣν ᾠκοδόμησε Σολομών. 〈Σʹ Θʹ τελείωσιν. Μαιδάν (I Kön 9, 15). πόλις ἣν ᾠκοδόμησε Σολομών.〉 Μέμφις (Hos 9, 6). ἐν Ὠσηέ, πόλις Αἰγύπτου. καὶ ἐν Ἱεζεκιήλ.
5καὶ ἐν Ἱερεμίᾳ οἱ μετὰ Ἱερεμίου Ἰουδαῖοι κατῴκησαν ἐν Μέμφει. Μαχά (Hos 9, 16). ἐν Ὠσηέ. Ἀʹ Σʹ τὰ ἐπιθυμήματα. Μίλητος (Ez 27, 18). πόλις τῆς Ἀσίας. κεῖται ἐν Ἱεζεκιήλ. Μαριβώθ (Ez 48, 28). «ἕως ὕδατος Μαριβώθ» Ἱεζεκιήλ. Ἀʹ δια‐ δικασμοῦ, Σʹ ἀντιλογίας.
10 Μωραθεί (Micha 1, 1). ὅθεν ἦν Μιχαίας ὁ προφήτης, πρὸς ἀνα‐ τολὰς Ἐλευθεροπόλεως. Μασογάμ (Jer 48, 1). χώρα Μωάβ, ὡς Ἱερεμίας. 〈Μισώρ (Jer 48, 21). χώρα Μωάβ, ὡς Ἱερεμίας. Μωφάθ (Jer 48, 21). χώρα Μωάβ, ὡς Ἱερεμίας.〉 κεῖται καὶ ἀνω‐
15τέρω Μηφαάθ. Μαών (Jer 48, 23). χώρα Μωάβ, ὡς Ἱερεμίας. Μολχόμ (Jer 49, 1). εἴδωλον Ἀμμών, ὡς Ἱερεμίας. Μαγεδάν (Matth 15, 39). εἰς τὰ ὅρια Μαγεδὰν ὁ Χριστὸς ἐπε‐ δήμησεν, ὡς ὁ Ματθαῖος. καὶ ὁ Μάρκος δὲ τῆς Μαγεδὰν μνημονεύει.
20καὶ ἔστι νῦν ἡ Μαγεδανὴ περὶ τὴν Γερασάν.
21tΣτοιχεῖον Ν.
22tἈπὸ τῆς Γενέσεως.
23Ναΐδ (Gen 4, 16). γῆ, ἔνθα κατῴκησε Κάϊν. ἑρμηνεύεται δὲ
σάλος.134

136

Νινευῆ (Gen 10, 11). πόλις Ἀσσυρίων, ἣν ᾠκοδόμησεν Ἀσσούρ, ἐξελθὼν ἀπὸ γῆς Σενναάρ. ἔστι δὲ καὶ Ἰουδαίων εἰς ἔτι νῦν πόλις Νινευῆ καλουμένη περὶ τὴν Γωνίαν τῆς Ἀραβίας. Νααλιήλ (Num 21, 19). πλησίον τοῦ Ἀρνωνᾶ, σταθμὸς τῶν υἱῶν
5Ἰσραήλ. Ναβαῦ (Num 32, 3). ὄρος ὑπὲρ τὸν Ἰορδάνην ἀπέναντι Ἱερι‐ χοῦς ἐν γῇ Μωάβ, ἔνθα ἐτελεύτησε Μωϋσῆς. καὶ δείκνυται εἰς ἔτι νῦν ἀπὸ ἕκτου σημείου Ἐσβοῦς εἰς δυσμάς. Ναβώθ (Num 32, 38). πόλις υἱῶν Ῥουβὶν ἐν χώρᾳ Γαλαάδ, ἧς
10καὶ Ἡσαΐας μέμνηται ἐν ὁράσει τῇ «κατὰ τῆς Μωαβίτιδος», καὶ Ἱερε‐ μίας. ἔστι δὲ καὶ ἀνδρὸς ὄνομα Ναβαῦ, ὃς «τὴν Κανὰθ καὶ τὰς» περὶ αὐτὴν ἐπωνόμασεν ἐξ αὐτοῦ Ναβώθ. καὶ δείκνυται νῦν ἔρημος ἡ Ναβαῦ, διεστῶσα Ἐσβοῦς σημείοις ηʹ εἰς νότον. Ναγέβ (Num 34, 3). ὁ νότος παρ’ Ἑβραίοις. Σʹ μεσημβρία.
15tἈπὸ τοῦ Ἰησοῦ.
16 Ναφεθδώρ (Jos 11, 2). Σʹ ἐν τῇ παραλίᾳ Δώρᾳ. αὕτη ἐστὶν ἀπὸ θʹ σημείων Καισαρείας. Ναφθώ (Jos 15, 9). πηγὴ ὕδατος οὕτω καλουμένη. φυλῆς Βεν‐ ιαμίν.
20 Ναάμ (Jos 15, 41). πόλις φυλῆς Ἰούδα. Νεσίβ (Jos 15, 43). φυλῆς Ἰούδα. ἔστι Νασὶβ ἀπὸ θʹ σημείων Ἐλευθεροπόλεως ἐπὶ Χεβρών. Νεβψάν (Jos 15, 62). φυλῆς Ἰούδα. Νααραθά (Jos 16, 7). φυλῆς Ἐφραΐμ. καὶ νῦν ἐστι Νοορὰθ κώμη
25Ἰουδαίων ἀπὸ εʹ σημείων Ἱεριχοῦς.136

138

Ναφέθ (Jos 17, 11). φυλῆς Μανασσῆ. Νααλὼλ (Jos 19, 15). κλήρου Ζαβουλών, πόλις Λευίταις ἀφω‐ ρισμένη. Νεκέβ (Jos 19, 33). κλήρου Νεφθαλείμ.
5tἈπὸ τῶν Κριτῶν.
6 Νεελά (Richt 1, 30). ἀπὸ ταύτης τοὺς ἀλλοφύλους «οὐκ ἐξῆρε» Ζαβουλών. κεῖται καὶ ἐν τῇ Βαταναίᾳ Νεειλά. Νοββά (Richt 8, 11). ἔνθα ἀνέβη Γεδεών. ἦν δὲ πόλις ἱερέων, ἣν κατέκοψε Σαούλ.
10 Νεμρά (Jos 13, 27?). πόλις Ῥουβὶν ἐν γῇ Γαλαάδ. καὶ νῦν ἐστι Ναμαρὰ κώμη μεγίστη ἐν τῇ Βαταναίᾳ.
12tΒασιλειῶν.
13Ναυϊώθ (I Sam 19, 18). «ἐν Ῥαμᾶ». πόλις, ἔνθα Δαυὶδ ἐκαθέσθη. Ναχών (II Sam 6, 6). «ἅλωνος Ναχών». Ἀʹ ἅλωνος ἑτοίμης.
15 Νεφάθ (I Kön 4, 11). πόλις ἄρχοντος Σολομών. Νηριγέλ (II Kön 17, 30). καὶ ταύτην ἔκτισαν ἐν τῇ Ἰουδαίᾳ οἱ ἀπὸ Βαβυλῶνος Σαμαρεῖται. Ναζέβ (II Kön 17, 31). καὶ ταύτην ἔκτισαν οἱ ἐν τῇ Ἰουδαίᾳ Εὐαῖοι. Νεσαράχ (II Kön 19, 37). εἴδωλον Ἀσσυρίων.
20 Νεβηρείμ (Jes 15, 6). Ἡσαΐας ἐν ὁράσει τῇ «κατὰ τῆς Μωαβί‐ τιδος», καὶ Ἱερεμίας. καὶ ἔστι νῦν Βηνναμαρεὶμ ἐκ βορείων Ζοορῶν. Ναβεώθ (Jes 60, 7). χώρα ἐν Ἡσαΐᾳ.
23t〈Ἀπὸ τῶν Εὐαγγελίων.〉
24Ναζαρέθ (Matth 2, 23). ὅθεν ὁ Χριστὸς Ναζωραῖος ἐκλήθη, καὶ
25Ναζαρηνοὶ τὸ παλαιὸν ἡμεῖς οἱ νῦν Χριστιανοί. καὶ εἰς ἔτι νῦν138

140

ἐστιν ἐν τῇ Γαλιλαίᾳ ἀντικρὺ τῆς Λεγεῶνος ὡς ἀπὸ σημείων ιε πρὸς ἀνατολάς, πλησίον τοῦ ὄρους Θαβώρ. Ναείν (Luc 7, 11). κώμη, ἐν ᾗ τὸν υἱὸν τῆς χήρας ἐκ νεκρῶν ἤγειρε. καὶ νῦν ἐστι κατὰ νότον Θαβὼρ ἀπὸ ιβʹ σημείων πλησίον
5Ἀενδώρ.
6tΣτοιχεῖον Ξ.
7tΚριτῶν.
8Ξίλ (Jos 15, 30?). φυλῆς Ἰούδα.
9tΣτοιχεῖον Ο.
10tἈπὸ τῆς Γενέσεως.
11 Ὀρέχ (Gen 10, 10). πόλις βασιλείας Νεβρὼδ ἐν Βαβυλῶνι. Οὒρ τῶν Χαλδαίων (Gen 11, 28). ἔνθα «ἀπέθανεν Ἀρρὰν» ἀδελ‐ φὸς Ἁβραάμ, οὗ καὶ ὁ τάφος εἰς ἔτι «νῦν δείκνυται». ἱστορεῖ Ἰώ‐ σιππος.
15 Οὐλαμμαοῦς (Gen 28, 19). τὸ Ἑβραϊκὸν ἔχει Λουζά. αὕτη ἐστὶν ἡ καὶ κληθεῖσα Λουζὰ καὶ μετὰ ταῦτα Βαιθήλ. δεδήλωται ἀνωτέρω. ἔστιν δὲ καὶ ἄλλη Οὐλλαμὰ ἀπὸ ιβʹ σημείων Διοκαισαρείας πρὸς ἀνατολάς. 〈Ὀλιβαμά (Gen 36, 14). πόλις ἡγεμόνων Ἐδώμ.〉
20 Ὀδολλάμ (Gen 38, 1). κεῖται καὶ ἀνωτέρω. μέμνηται αὐτῆς Ἡσαΐας.
22tἈπὸ τῆς Ἐξόδου.
23 Ὀθόμ (Ex 13, 20). δεύτερος σταθμός, ἔνθα ἦλθον ἀπὸ Σοκχώθ «παρὰ τὴν ἔρημον» ἐξελθόντες ἀπὸ Αἰγύπτου.
25tἈπὸ τοῦ Ἰησοῦ.
26Ὀφέρ (Jos 12, 17). καὶ ταύτην ἐπολιόρκησεν Ἰησοῦς, τὸν βασιλέα
αὐτῆς ἀνελών.140

142

Ὀολεί (Jos 19 25). πόλις κλήρου Ἀσήρ. Ὀφρά (I Sam 13, 17). ὁδὸς Ὀφρὰ ἐπὶ τὴν Σοάλ. Οὔς (Hiob 1, 1). ὅθεν ἦν Ἰώβ. ἐν χώρᾳ τῇ Αὐσίτιδι. Οὖς δὲ καὶ 〈εἷσ〉 τῶν υἱῶν Ἡσαῦ ἐκαλεῖτο.
5t〈Στοιχεῖον Πʹ.
6tΤῆς Πεντατεύχου.〉
7 Πέτρα (Richt 1, 36). πόλις ἐν γῇ Ἐδὼμ τῆς Ἀραβίας, ἥτις ἐπε‐ κλήθη Ἰεχθοήλ, ἣ καὶ Ῥεκὲμ παρὰ Ἀσσυρίοις ὀνομάζεται.
9tΣτοιχεῖον Ρ.
10tΤῆς Πεντατεύχου.
11 Ῥοωβώθ (Gen 10, 11). πόλις Ἀσσυρίων, ἣν ᾠκοδόμησεν Ἀσσούρ, ἐξελθὼν ἐκ γῆς Σενναάρ. Ῥοωβώθ (Gen 36, 37). πόλις ἄλλη, ἡ «παρὰ ποταμόν», ἔνθα ἦν βασιλεὺς Ἰδουμαίων. καὶ νῦν ἐστι φρούριον ἐν τῇ Γεβαληνῇ.
15 Ῥαμεσσέ (Ex 1, 11). πόλις ἣν ᾠκοδόμησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν Αἰγύπτῳ. οὕτω δὲ καὶ ἡ χώρα πᾶσα τὸ παλαιὸν ἐκαλεῖτο, ἐν ᾗ κα‐ τῴκησεν Ἰακὼβ ἅμα τοῖς παισὶν αὐτοῦ. Ῥοώβ (Num 13, 22). δι’ ἧς ἦλθον οἱ μετὰ Ἰησοῦ κατάσκοποι. καὶ ἔστι Ῥοὼβ κώμη ἀπὸ τετάρτου σημείου Σκυθοπόλεως. ἦν δὲ
20Λευίταις ἀφωρισμένη. Ῥαφακά (Num 33, 12). σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου. Ῥαφιδίμ (Num 33, 14). τόπος τῆς ἐρήμου παρὰ τὸ Χωρὴβ ὄρος, ἐν ᾧ ἐκ «τῆς πέτρας» τῆς ἐν τῷ ὄρει Χωρὴβ ἐρρύησαν τὰ ὕδατα. καὶ ἐκλήθη ὁ τόπος πειρασμός. ἔνθα καὶ πολεμεῖ Ἰησοῦς τὸν Ἀμα‐
25λὴκ ἐγγὺς Φαράν.142

144

Ῥαθμά (Num 33, 18). σταθμὸς 〈τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου. Ῥεμμὼν Φάρες (Num 33, 19). σταθμὸς τῶν υἱῶν Ἰσραήλ. Ῥεσσά (Num 33, 21). σταθμὸσ〉 τῶν υἱῶν Ἰσραήλ. Ῥαμώθ (Deut 4, 43). πόλις φυλῆς Γὰδ ἱερατική, τῶν φυγαδευ‐
5τηρίων, ἐν τῇ Γαλααδίτιδι. καὶ νῦν ἐστιν ὡς ἀπὸ ιεʹ σημείων Φιλα‐ δελφίας πρὸς δυσμάς. Ῥεκέμ (Num 31, 8). αὕτη ἐστὶν Πέτρα πόλις τῆς Ἀραβίας. ἧς ἐβασίλευσε Ῥοκόμ, ὃν ἀνεῖλον οἱ υἱοὶ Ἰσραήλ. λέγεται δὲ καὶ αὐτὸς βασιλεὺς Μαδιάμ.
10tἈπὸ τοῦ Ἰησοῦ.
11 Ῥεμμών (Jos. 15, 32). φυλῆς Συμεὼν ἢ Ἰούδα. νῦν Ῥεμμών ἐστι πλησίον Αἰλίας κώμη ἐν βορείοις ἀπὸ σημείων ιεʹ. Ῥωγήλ (Jos 18, 16). πηγὴ οὕτω καλουμένη. ἐν κλήρῳ Βενιαμίν. Ῥαμά (Jos 18, 25). φυλῆς Βενιαμίν, πόλις Σαούλ, ἀπὸ ϛʹ σημείων
15〈Αἰλίασ〉 εἰς βορρᾶν ἀπέναντι Βαιθήλ. μέμνηται αὐτῆς καὶ Ἱερεμίας. Ῥεκέμ (Jos 18, 27). φυλῆς Βενιαμίν. Ῥεμμών (Jos 19, 13). πέτρα Ῥεμμών. κλήρου Συμεὼν ἢ Ζα‐ βουλών. 〈Ῥαββώθ (Jos 19, 20). κλήρου Ἰσσάχαρ. ἔστιν εἰς ἔτι νῦν ἄλλη
20κώμη ἐν Ῥοββὼ ἐν ὁρίοις Ἐλευθεροπόλεως πρὸς ἀνατολάς. Ῥεθώμ〉 (Jos 19, 21). κλήρου Ἰσσάχαρ. Ῥοώβ (Jos 19, 28). κλήρου Ἀσήρ, 〈πόλις Λευίταις ἀφωρισμένη. Ῥαμά (Jos 19, 29). κλήρου Ἀσήρ〉, «ἕως πόλεως ὀχυρώματος Τυρίων.»
25 Ῥαμά (Jos. 19, 36). κλήρου Νεφθαλείμ. 〈Ῥεκκάθ (Jos. 19, 35). κλήρου Νεφθαλείμ.〉 Ῥουμὰ (Richt. 9, 14). ἡ καὶ Ἀριμά. ἔνθα «ἐκάθισεν Ἀβιμέλεχ.» ἐν Κριταῖς. νῦν αὕτη Ῥεμφὶς λέγεται καὶ ἔστιν ἐν ὁρίοις Διοσπόλεως,
ἥτις ἐστὶν Ἀριμαθαία.144

146

(1t)

Βασιλειῶν.
2Ῥεμμώθ (I Sam 30, 26f.). ἔνθα ἀπέστειλε Δαυὶδ «τῶν σκύλων.» Ῥαχέλ (I Sam 30, 26. 29). ἔνθα ἀπέστειλε Δαυὶδ «τῶν σκύλων.» Ῥεμμὼθ Γαλαάδ (I Kön 4, 13). κώμη νῦν ἐστιν ἐν τῇ Περαίᾳ παρὰ
5τὸν Ἰαβὸκ ποταμόν. κεῖται καὶ ἀνωτέρω. Ῥαββάθ (II Sam 12, 26). πόλις βασιλείας Ἀμμών. αὕτη ἐστὶν Φιλαδελφία. μέμνηται αὐτῆς καὶ Ἱερεμίας. Ῥαώς (II Sam 15, 32). ἔνθα ἦλθε Δαυίδ. Ἀʹ Σʹ τὴν ἄκραν. Ῥωγελλείν (II Sam 17, 27). ὅθεν ἦν Βερσελλεὶν ὁ Γαλαα‐
10δίτης. Ῥαφάειν (II Sam 23, 13). κοιλὰς ἀλλοφύλων κατὰ βορρᾶν Ἱε‐ ρουσαλήμ. Ῥεμμάν (I Kön 15, 17). πόλις βασιλέων Συρίας πλησίον Δα‐ μασκοῦ.
15 Ῥέθ (I Kön 15, 20). ταύτην ἐπάταξεν Ἀσάφ. Ῥαθέμ (I Kön 19, 4). Ἀʹ ἄρκευθον, Σʹ σκέπην. Ῥεμμών (Jes 15, 9). Ἡσαΐας ἐν ὁράσει τῇ «κατὰ τῆς Μωαβί‐ τιδος». Ῥασέφ (Jes 37, 12). πόλις Συρίας.
20 Ῥαφέθ (Jes 37, 12). πόλις «ἐν χώρᾳ Θαιμὰν» τῶν Ἀσσυρίων. ἐν Ἡσαΐᾳ. Ῥεβλά (II Kön 23, 33). ἐν γῇ Αἰμάθ, ἔνθα Φαραὼ μετέστησεν Ἰωάχαζ. Ῥεμμά (Amos 4, 3?). ὄρος ἐν Ἡσαΐᾳ. Ἀʹ ὄρος Ἐρμωνά, 〈Σʹ〉
25εἰς Ἀρμενίαν. ἔστι δὲ καὶ κώμη Ἒν Ῥεμμοῦς ἐν τῷ Δαρωμᾷ. ἐν δὲ Βασιλείαις Ῥεμμὰν οἶκος εἰδώλου Δαμασκοῦ. Ῥεβλαθά (II Kön 25, 6). χώρα Βαβυλωνίων.
Ῥαμαδέ (Zach 14, 10). Ἀʹ ὑψωθήσεται. ἐν Ζαχαρίᾳ. ἔστι δὲ146

148

καὶ Ῥαμᾶ τοῦ Βενιαμὶν περὶ τὴν Βηθλεέμ, ἔνθα «φωνὴ ἐν Ῥαμᾶ ἠκούσθη». Ῥινοκόρουρα (Jes 27, 12). Ἡσαΐας. πόλις Αἰγύπτου.
4tΣτοιχεῖον Σ.
5tἈπὸ τῆς Γενέσεως.
6 Σιδών (Gen 10, 15). πόλις ἐπίσημος Φοινίκης. ὅριον δὲ ἦν τὸ παλαιὸν τῶν Χαναναίων βόρειον, ὕστερον δὲ τῆς Ἰουδαίας, ἐπεὶ καὶ αὕτη γέγονε τῆς κληρονομίας τοῦ Ἰσραήλ. φυλὴ γοῦν Ἀσὴρ κεκλή‐ ρωτο, ἀλλ’ «οὐκ ἐξῆρεν» αὐτῆς τοὺς ἀλλοφύλους ἡ φυλὴ Ἀσήρ, φησὶν
10ἡ γραφή. Σενναάρ (Gen 11, 2ff.). πεδίον Βαβυλῶνος, ἔνθα ὁ πύργος ᾠκο‐ δομήθη. ἀφ’ ἧς «ἐξῆλθεν Ἀσσοὺρ καὶ ᾠκοδόμησε τὴν Νινευῆ». μέμ‐ νηται δὲ αὐτῆς καὶ Ἰώσιππος λέγων οὕτως ἐν τῇ πρώτῃ τῆς ἀρχαιο‐ λογίας· «περὶ δὲ τοῦ πεδίου τοῦ λεγομένου Σενναὰρ ἐν τῇ Βαβυλωνίᾳ
15χώρᾳ μνημονεύει Ἑστιαῖος λέγων οὕτως· τῶν δὲ ἱερέων τοὺς δια‐ σωθέντας, τοῦ Ἐνυαλίου Διὸς ἱερώματα λαβόντας, εἰς Σενναὰρ τῆς
Βαβυλωνίας ἐλθεῖν».148

150

Συχὲμ (Gen 12, 6) ἡ καὶ Σίκιμα ἢ καὶ Σαλήμ. πόλις Ἰακὼβ νῦν ἔρημος. δείκνυται δὲ ὁ τόπος ἐν προαστείοις Νέας πόλεως, ἔνθα καὶ ὁ τάφος δείκνυται τοῦ Ἰωσήφ, καὶ παράκειται. καθεῖλεν δὲ αὐτὴν Ἀβιμέλεχ «καὶ ἔσπειρεν αὐτὴν ἅλας», ὡς ἐν Κριταῖς. ἤγειρε
5δὲ αὐτὴν Ἱεροβοάμ, ὡς ἐν Βασιλείαις. κεῖται ἐν ὁρίοις κλήρου Ἐφραΐμ. Συχὲμ δὲ καὶ υἱὸς Ἐμμὼρ ἐκαλεῖτο, ἀφ’ οὗ καὶ ὁ τόπος. ἦν δὲ καὶ Συχὲμ ἐν τῷ ὄρει Ἐφραΐμ, πόλις φυγαδευτηρίου. Σενναάρ (Gen 14, 1). ὅθεν ἦν 〈Ἀμαρφὰλ〉 ὁ πολεμήσας τοὺς ἀμφὶ τὴν Σόδομα.
10 Σόδομα (Gen 14, 2). πόλις ἀσεβῶν ἀνδρῶν, ἀφανισθεῖσα περὶ τὴν νεκρὰν θάλασσαν. Σεβωείμ (Gen 14, 2). πόλις ἀσεβῶν περὶ τὴν Σοδομῖτιν ἀφα‐ νισθεῖσα. Σωφειρά (Gen 10, 30). «ὄρος ἀνατολῶν» πρὸς τῇ Ἰνδικῇ, παρ’
15ᾧ κατῴκησαν υἱοὶ Ἰεκτὰν υἱοῦ Ἐβέρ, οὕς φησιν Ἰώσιππος «ἀπὸ Κωφῆνος ποταμοῦ τῆς τε Ἰνδικῆς καὶ τῆς πρὸς αὐτῇ Σηρίας» κα‐ τασχεῖν. ἐντεῦθεν δὲ καὶ τῷ Σολομῶνι ἡ ναῦς καὶ τὸν φόρτον διὰ τριετοῦς ἐκόμιζεν χρόνου. Σοορά (Gen 14, 2). πόλις τῆς περιχώρου Σοδόμων, ἣ καὶ Σιγὼρ
20ὀνομάζεται καὶ Ζοορά. Σαυῆ (Gen 14, 5). πόλις ἀρχαία, ἐν ᾗ ᾤκουν οἱ Ἀμορραῖοι, ἔθνος, ὑπὲρ τὴν Σοδομῖτιν. οὓς ἀνεῖλε Χοδολλαγόμωρ. Σηείρ (Gen 14, 6). ὄρος γῆς Ἐδώμ, ἔνθα ᾤκει Ἡσαῦ, ἐν τῇ
Γεβαληνῇ, ἀπὸ Ἡσαῦ κληθεῖσα· τετρίχωτο γάρ, ὅλος δασὺς ὤν, τρι‐150

152

χωτὸς δὲ ἑρμηνεύεται Σηείρ. λέγει δὲ ἡ γραφὴ ὅτι καὶ πρὸ τοῦ Ἡσαῦ ὁ οἰκῶν τὸν τόπον Χορραῖος Σηεὶρ ἐκαλεῖτο, ὃν ἀνεῖλε Χοδολ‐ λαγόμωρ. μέμνηται τῆς Σηεὶρ καὶ Ἡσαΐας ἐν ὁράσει «τῆς Ἰδουμαίας». Σαλήμ (Gen 14, 18). πόλις Σικίμων, ἥτις ἐστὶ Συχέμ, ὥς φησιν
5ἡ γραφή. ἔστι δὲ καὶ ἄλλη κώμη 〈* * * * * * * * * Σούρ (Gen 16, 7). * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * Σηγώρ (Gen 19, 22). * * * * * * * * * * * * * * * * * * * * * * * * * * * *
10* * * * * * * * * * * * * * * *〉 εἰς ἔτι νῦν διαμένει. μέμνηται αὐτῆς Ἡσαΐας ἐν ὁράσει τῇ «κατὰ τῆς Μωαβίτιδος». Σκηναί (Gen 33, 17). οὗ ἐσκήνωσεν Ἰακώβ, ἐπανελθὼν ἐκ Μεσο‐ ποταμίας.
15tἘξόδου.
16 Σοκχώθ (Ex 12, 37). πρῶτος σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου πρὸ τῆς ἐρυθρᾶς θαλάσσης, ἐξελθόντων ἀπὸ Αἰγύπτου. Σίν (Ex 16, 1). ἔρημος ἡ μεταξὺ παρατείνουσα τῆς ἐρυθρᾶς θα‐
λάσσης καὶ τῆς ἐρήμου Σινά. ἀπὸ γὰρ Σὶν ἦλθον εἰς Ῥαφιδίν, ἀπὸ152

154

δὲ ταύτης «εἰς τὴν ἔρημον Σινά», παρὰ τὸ Σινὰ ὄρος, ἔνθα Μωϋσῆς τὴν νομοθεσίαν λαμβάνει. τὴν δὲ ἔρημον 〈Σὶν〉 τὴν αὐτὴν λέγει τῇ Κάδης ἡ παρ’ Ἑβραίοις γραφή, ἀλλ’ οὐχὶ 〈ἡ〉 τῶν Οʹ.
4tἈριθμῶν καὶ Δευτερονομίου.
5 Σελμωνά (Num 33, 41). σταθμὸς 〈τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου. Σαφάρ (Num 33, 23). ὄρος Σαφάρ. ἐπὶ τῆς ἐρήμου σταθμὸσ〉 τῶν υἱῶν Ἰσραήλ. Σαττείν (Num 25, 1). ἔνθα «ἐβεβηλώθη ὁ λαὸς πορνεῦσαι ἐν
10ταῖς θυγατράσι Μωάβ». παράκειται τῷ ὄρει Φογώρ. ἐντεῦθεν δὲ καὶ Ἰησοῦς ἀπέστειλε κατασκοπῆσαι τὴν Ἱεριχώ. Σαβαμά (Num 32, 3. 38). πόλις Μωὰβ ἐν Γαλαάδ, ἣν ἔλαβε φυλὴ Ῥουβίν. μέμνηται δὲ αὐτῆς καὶ Ἡσαΐας ἐν ὁράσει τῇ «κατὰ 〈τῆσ〉 Μωαβίτιδος».
15 Σελχά (Deut 3, 10). πόλις Ὢγ 〈βασιλέ〉ως ἐν τῇ Βασανίτιδι. Σεννά (Num 34, 4). ὅριον τῆς Ἰουδαίας. καὶ ἔστι νῦν Μαγ‐ δαλσεννὰ ἀπὸ ὀγδόου σημείου Ἱεριχοῦς εἰς βορρᾶν. Σεφαμά (Num 34, 10). ὅριον τῆς Ἰουδαίας πρὸς ἀνατολάς. 〈Σαδαδά (Num 34, 8). ὅριον τῆς Ἰουδαίας.〉
20tἈπὸ τοῦ Ἰησοῦ.
21 Σομερών (Jos 12, 20). καὶ ταύτην εἷλεν Ἰησοῦς, τὸν βασιλέα αὐ‐ τῆς ἀνελών. ταύτην λέγουσιν εἶναι Σεβαστήν, τὴν νῦν πολίχνην τῆς Παλαιστίνης. λέγεται δὲ ἐν Βασιλείαις Ζαμβρὶ βασιλέα Ἰσραὴλ ἐω‐ νῆσθαι «τὸ ὄρος τοῦ Σεμερὼν παρὰ Σεμήρ», κτίσαι τε ἐπ’ αὐτοῦ
25πόλιν καὶ ἐπονομάσαι Σεμηρὼν παρὰ τὸν Σεμήρ.154

156

Σηειρά (Jos 11, 17). καὶ ταύτην εἷλεν Ἰησοῦς. Σελχά (Jos 13, 11). πόλις ἐν τῇ Βασανίτιδι. Σιώρ (Jos 15, 54). ἡ κατὰ πρόσωπον Αἰγύπτου. ἔστιν δὲ καὶ κώμη Σιὼρ μεταξὺ Αἰλίας καὶ Ἐλευθεροπόλεως. φυλῆς Ἰούδα.
5Σαόρθ (Jos 13, 19). φυλῆς Ῥουβὶν ὑπὲρ τὸν Ἰορδάνην. 〈Σαχώθ (Jos 13, 27). φυλῆς Γὰδ ὑπὲρ τὸν Ἰορδάνην.〉 Σαφών (Jos 13, 27). φυλῆς Γὰδ ὑπὲρ τὸν Ἰορδάνην. Σαχωράν (Jos 15, 11). φυλῆς Ἰούδα. 〈Σαμά (Jos 15, 26). φυλῆς Ἰούδα.〉
10 Σουάλ (Jos 15, 28). φυλῆς Ἰούδα ἢ Συμεών. Σικελάγ (Jos 15, 31). ταύτην ἔδωκεν Ἀγχοὺς τῷ Δαυίδ. φυλῆς Ἰούδα ἢ Συμεὼν ἐν τῷ Δαρωμᾷ. Σανσανά (Jos 15, 31). φυλῆς Ἰούδα. Σαλεεί (Jos 15, 32). φυλῆς Ἰούδα.
15 Σαραά (Jos 15, 33). κώμη ἐστὶν ἐν ὁρίοις Ἐλευθεροπόλεως πρὸς βορρᾶν, ἀπιόντων εἰς Νικόπολιν ὡς ἀπὸ σημείων ιʹ. φυλῆς Δὰν ἢ καὶ Ἰούδα. Σοκχώ (Jos 15, 35). κῶμαί εἰσι δύο, ἀνιόντων ἀπὸ Ἐλευθερο‐ πόλεως εἰς Αἰλίαν, ἐν τῷ ἐνάτῳ σημείῳ, ἡ μὲν ἀνωτέρα, ἡ δὲ κατω‐
20τέρα, Σοκχὼθ χρηματίζουσαι. φυλῆς Ἰούδα. Σαραείν (Jos 15, 36). φυλῆς Ἰούδα. Σενναάν (Jos 15, 37). φυλῆς Ἰούδα. Σαφείρ (Jos 15, 48). ἐν τῇ ὀρεινῇ κώμη ἐστὶν μεταξὺ Ἐλευθε‐ ροπόλεως καὶ Ἀσκαλῶνος. φυλῆς Ἰούδα.
25 Σοκχώ (Jos 15, 48). ἀνωτέρω κεῖται ἡ Σοκχώ. λέγονται δὲ αὐ‐ τὴν κτίσαι οἱ ἀπὸ Βαβυλῶνος Σαμαρεῖται. Σκαχά (Jos 15, 61). φυλῆς Ἰούδα. Σηλώ (Jos 16, 6). φυλῆς Ἐφραΐμ. ἐν ταύτῃ κατέμενεν ἡ κιβω‐ τὸς τὸ πρὶν μέχρι τῶν χρόνων Σαμουήλ, 〈ἔστι δὲ Νέας πόλε〉ως ἀπὸ
30σημείων ιβʹ ἐν τῇ Ἀκραβαττινῇ. Σηλὼμ δὲ καὶ Ἰούδα τοῦ πατριάρ‐
χου εἷς τῶν υἱῶν ἐκαλεῖτο.156

158

Συχέμ (Jos 17, 7). πόλις φυλῆς Μανασσῆ, τὸ πρὶν οὖσα ἱερατικὴ τῶν φυγαδευτηρίων ἐν τῷ ὄρει Ἐφραΐμ, οὗ ἔθαψαν τὰ ὀστέα Ἰωσήφ. κεῖται καὶ ἀνωτέρω Συχέμ. Σάμς (Jos 18, 17). πηγὴ Σάμς. φυλῆς Βενιαμίν. Ἀʹ πηγὴ ἡλίου.
5Σεμρείμ (Jos 18, 22). φυλῆς Βενιαμίν. Σελά (Jos 18, 28). φυλῆς Βενιαμίν. Σαβέ (Jos 19, 2). φυλῆς Συμεών. Σαρίθ (Jos 19, 10). ὅριον Ζαβουλών. Σάμς (Jos 19, 12). Σʹ Θʹ ἡλίου.
10 Σεμερών (Jos 19, 15). κλήρου Ζαβουλών. Σουνήμ (Jos 19, 18). κλήρου Ἰσσάχαρ. καὶ νῦν ἐστι κώμη Σου‐ λὴμ ὡς ἀπὸ σημείων 〈εʹ〉 τοῦ Θαβὼρ ὄρους κατὰ νότον. Σιών (Jos 19, 19). κλήρου Ἰσσάχαρ. καὶ νῦν ἐστι παρὰ τὸ ὄρος Θαβώρ.
15 Σασιμά (Jos 19, 22). ὅριον Ἰσσάχαρ. Σιώρ (Jos 19, 26). κλήρου Ἀσήρ. Σεννανείν (Jos 19, 33), δρυός. ὅριον Νεφθαλείμ. Σωρήκ (Jos 19, 41). κλήρου Δάν, ἔνθα ἦν Σαμψών, πλησίον τῆς λεγομένης Ἐσθαόλ.
20 Σαμές (Jos 19, 41). κλήρου Δάν. κεῖται καὶ ἀνωτέρω Βεθσαμύς. Σαλαβείν (Jos 19, 42). κλήρου Δάν. ἀλλὰ καὶ νῦν ἐστι κώμη ἐν ὁρίοις Σεβαστῆς Σαλαβὰ καλουμένη. Σεφέθ (Richt 1, 17). τῶν Χαναναίων.
24tἈπὸ τῶν Κριτῶν.
25 Σειρωθά (Richt 3, 26). ἔνθα κατέφυγεν Ἀώδ. κεῖται καὶ ἀνω‐ τέρω Σηειρά. Σοὺρ Ὠρήβ (Richt 7, 25). 〈Ἀʹ〉 πέτρα Ὠρήβ. Σελμών (Richt 9, 48). ὄρος, ἐφ’ ᾧ ἀνέβη Ἀβιμέλεχ πολεμῶν τὴν
Σίκιμα.158

160

Σεφινά (Richt 12, 1). Ἀʹ Σʹ βορρᾶν. Σωρήχ (Richt 16, 4). χειμάρρους, ὅθεν ἦν Δαλιδὰ ἡ τοῦ Σαμψών. ἔστι δὲ καὶ κώμη ἐν βορείοις Ἐλευθεροπόλεως Σωρὴχ λεγομένη. πλη‐ σίον ἐστὶ Σαραά, ὅθεν ἦν Σαμψών.
5tΒασιλειῶν.
6Σωφείμ (I Sam 1, 1). ἐν ὄρει Ἐφραῒμ τῆς Ἁρμαθαίμ. Σαλισά (I Sam 9, 4). ἣν διῆλθε Σαούλ. 〈Σεννά (I Sam 14, 4). ὄνομα πέτρας. Σααλείμ (I Sam 9, 4). ἣν διῆλθε Σαούλ.〉 κώμη ἐστὶν ἐν ὁρίοις
10Ἐλευθεροπόλεως πρὸς δυσμαῖς, ὡς ἀπὸ σημείων ζʹ. Σείφ (I Sam 9, 5). ἔνθα εὗρε Σαοὺλ τὸν Σαμουήλ. Σαβείμ (I Sam 13, 18). ἔνθα ἐπολέμησε Σαούλ. Σωνάμ (I Sam 28, 4). ὅθεν ἦν ἡ Σωμανῖτις. κώμη ἐστὶν ἐν ὁρίοις Σεβαστῆς ἐν τῇ Ἀκραβαττινῇ Σανὶμ καλουμένη.
15Σαφαμώθ (I Sam 30, 28). ἔνθα ἀπέστειλε Δαυίδ. Σεειρά (II Sam 3, 26). φρέαρ, ὅθεν ἀπέστρεψεν Ἰωὰβ τὸν Ἀβεννήρ. Σουβά (II Sam 8, 3). ταύτης τὸν «βασιλέα ἐπάταξεν» Δαυίδ. Σαρθάν (I Kön 4, 12). ὑποκάτω Ἰεζραέλ. Σωφειρὰ (I Kön 9, 28; 10, 11) ἡ καὶ Σουφείρ. ἔνθεν ἤρχετο
20ἡ ναῦς Σολομών. κεῖται καὶ ἀνωτέρω. ὄρος ἀνατολῶν ἐν τῇ Ἰνδικῇ. Σερωρά (I Kön 11, 26). πόλις ἀπιόντων εἰς Ἐδώμ. Σαβά (I Kön 10, 1). πόλις Αἰθιόπων βασιλική, ἥν φησιν Ἰώ‐ σιππος Καμβύσην ὀνομάσαι Μερόην, ἐξ ἰδίας ἀδελφῆς ἐπιθέντα τοὔνομα.
25 Σελά (II Kön 12, 21). ἔνθα ἐπατάχθη Ἰωάς. Σεφφαρουέμ (II Kön 17, 24). ὅθεν μετελθόντες Ἀσσύριοι τὴν Σα‐ μάρειαν ᾤκησαν, ἐξ ὧν οἱ Σαμαρεῖται. μέμνηται καὶ Ἡσαΐας αὐτῆς.
Σαδημώθ (I Kön 23, 4). ἔνθα κατέκαυσε τὰ εἴδωλα Ἰωσίας.160

162

Σαρεπτά (I Kön 17, 9). κώμη Σιδῶνος ἐπίσημος, ἔνθα παρῴκη‐ σεν Ἡλίας. Σαρών (Jes 33, 9). Ἡσαΐας· «ἕλη ἐγένετο ὁ 〈Σαρών». καὶ νῦν δὲ καλεῖται〉 Σαρωνᾶς ἡ ἀπὸ τοῦ ὄρους Θαβὼρ ἐπὶ τὴν Τιβεριάδα
5λίμνην χώρα. καὶ ἄλλος ἐστὶ Σαρωνᾶς ἡ ἀπὸ Καισαρείας εἰς Ἰόπ‐ πην χώρα. Σεφηλά (Jes 32, 19). ἐν Ἡσαΐᾳ. Ἀʹ πεδινή, Σʹ κοιλάς. καὶ εἰς ἔτι νῦν Σεφηλὰ καλεῖται. αὕτη ἐστὶν πᾶσα ἡ περὶ τὴν Ἐλευθερό‐ πολιν πεδινὴ χώρα πρὸς βορρᾶν καὶ δυσμάς.
10 Σενναάρ (Micha 1, 11). ἐν Μιχαίᾳ. Ἀʹ Σενναάν, Σʹ εὐθηνοῦσα. Σεδράχ (Zach 9, 1). γῆ τῆς Δαμασκοῦ. ἐν Ζαχαρίᾳ. Σιών (Zach 9, 9). ὄρος ἐν Ἱερουσαλήμ. Σαμάρεια (Ez 16, 46). πόλις βασιλικὴ τοῦ Ἰσραήλ, ἡ νῦν Σε‐ βαστή, καὶ ἡ περὶ αὐτὴν χώρα.
15Σόρ (Ez 26, 2). Τύρος, Φοινίκης μητρόπολις. κλήρου Νεφθαλείμ. Σοηνή (Ez 29, 10). πόλις Θηβαΐδος. ἐν Ἱεζεκιήλ. Σάις (Ez 30, 15). πόλις Αἰγύπτου 〈* * * * *〉 Σάδαλα (Ez 47, 15). ὅριον τῆς Ἰουδαίας, ὡς ἐν Ἱεζεκιήλ. Σαβαρείμ (Ez 47, 16). «ἀνὰ μέσον ὁρίων Δαμασκοῦ καὶ Αἰμάθ»,
20ὡς ἐν Ἱεζεκιήλ.
Σαλισά (Jer 48, 34). Ἀʹ τριετής, ὡς ἐν Ἱερεμίᾳ.162

164

Συχάρ (Joh 4, 5). πρὸ τῆς Νέας πόλεως πλησίον τοῦ χωρίου, οὗ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ. ἐν ᾗ ὁ Χριστὸς κατὰ τὸν Ἰωάννην τῇ Σαμαρείτιδι παρὰ τῇ πηγῇ διαλέγεται. καὶ εἰς ἔτι νῦν δείκνυται.
5tΣτοιχεῖον Τ.
6tἈπὸ τῆς Γενέσεως.
7 Τίγρις (Gen 2, 14). ποταμὸς ἀπὸ 〈τοῦ〉 παραδείσου ἐξιών, φερό‐ μενος μέν, ὡς ἡ γραφή, «κατέναντι Ἀσσυρίων», ἐκπίπτων δὲ «ἐπὶ τὴν ἐρυθρὰν θάλασσαν», ὥς φησιν Ἰώσιππος, καλεῖσθαί τε Τίγριν
10διὰ τὴν ὀξύτητα, ἐμφερῶς τῇ τοῦ ὁμωνύμου ζῴου προσηγορίᾳ. Τερέβινθος ἡ ἐν Σικίμοις (Gen 35, 4). ὑφ’ ἣν ἔκρυψε «τοὺς θεοὺς τοὺς ἀλλοτρίους» Ἰακώβ, πλησίον Νέας πόλεως.
13tἈπὸ τοῦ Ἰησοῦ.
14Τινά (Jos 15, 22). φυλῆς Ἰούδα.
15Τελέμ (Jos 15, 24). φυλῆς Ἰούδα. Τεσσάμ (Jos 15, 52?). φυλῆς Ἰούδα. Τύρος (Jos 19, 35). φυλῆς Νεφθαλείμ.
18tΚριτῶν.
19Ταβάθ (Richt 7, 22). ἔνθα ἐπολέμησαν τὴν Μαδιάμ.
20 Τώβ (Richt 11, 3). γῆ, ἔνθα κατῴκησεν Ἰεφθαέ. Ταφέθ (II Kön 23, 10). «ἐν φάραγγι υἱοῦ Ἐννόμ», ἔνθα εἰδωλο‐ λατρεῖ ὁ λαός, ἐν προαστείοις Ἱερουσαλήμ. Τάνις (Jes 19, 11). πόλις Αἰγύπτου. ἐν Ἡσαΐᾳ καὶ ἐν Ἱεζεκιήλ. Ταφνάς (Hos 9, 6?). πόλις Αἰγύπτου. ἐν Ὠσηὲ καὶ ἐν Ἱεζεκιὴλ
25καὶ ἐν Ἱερεμίᾳ. ἔνθα κατῴκησαν οἱ μετὰ Ἱερεμίου εἰσελθόντες εἰς
Αἴγυπτον Ἰουδαῖοι.164

166

Τραχωνῖτις χώρα (Luc 3, 1) ἡ καὶ Ἰτουραία, ἧς ἐτετράρχει Φίλ‐ ιππος κατὰ τὸν εὐαγγελιστὴν Λουκᾶν. κεῖται καὶ ἀνωτέρω. ἔστιν δὲ καὶ ἐπέκεινα Βόστρων κατὰ τὴν ἔρημον πρὸς νότον ὡς ἐπὶ Δα‐ μασκόν.
5tΣτοιχεῖον Φ.
6tἈπὸ τῆς Γενέσεως.
7 Φεισών (Gen 2, 11). ἑρμηνεύεται πληθύς. ἔστιν δὲ ποταμὸς ὃν Ἕλληνες Γάγγην ὀνομάζουσιν· ἐκ μὲν τοῦ παραδείσου προϊών, ἐπὶ δὲ «τὴν Ἰνδικὴν φερόμενος ἐκδίδωσιν εἰς τὸ πέλαγος». λέγεται δὲ
10κυκλοῦν «πᾶσαν γῆν Εὐιλάτ», οὗ τὸ καλὸν χρυσίον καὶ «ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος». Φαράν (Gen 14, 6). πόλις ἐστὶν ὑπὲρ τὴν Ἀραβίαν, παρακειμένη τοῖς ἐπὶ τῆς ἐρήμου Σαρακηνοῖς, δι’ ἧς ὥδευσαν οἱ υἱοὶ Ἰσραήλ, ἀπά‐ ραντες ἀπὸ Σινᾶ. κεῖται δὲ καὶ ἐπέκεινα τῆς Ἀραβίας ἐπὶ νότον,
15ἀπέχει δὲ Ἀϊλὰ πρὸς ἀνατολὰς ὁδὸν τριῶν ἡμερῶν, οὗ, φησὶν ἡ γραφή, κατῴκησεν Ἰσμαήλ, ὅθεν οἱ Ἰσμαηλῖται. λέγεται δὲ καὶ Χοδολλαγόμωρ κατασκῆψαι τοὺς ἐν τῇ «Φαράν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ». Φυλιστιείμ (Gen 21, 34). ἡ νῦν Ἀσκαλὼν καλουμένη, καὶ ἡ περὶ αὐτὴν χώρα τῆς Παλαιστίνης ἐπίσημος.
20 Φρέαρ ὁρκισμοῦ (Gen 21, 30f.). ὃ ὤρυξεν Ἁβραάμ, ἔνθα ὤμοσεν. αὕτη νῦν καλεῖται Βηροσοβὰ ἐν τῇ Γεραριτικῇ. Φρέαρ ὁράσεως (Gen 24, 62). ἐπὶ τῆς ἐρήμου, ἔνθα κατῴκει Ἰσαάκ. Φρέαρ κρίσεως (Gen 26, 20f.). εἰς ἔτι νῦν ἐστι κώμη Βηρδὰν
καλουμένη ἐν τῇ Γεραριτικῇ.166

168

Φρέαρ ὅρκου (Gen 26, 33). ἔνθα ὤμοσαν Ἰσαὰκ καὶ Ἀβιμέλεχ. λέγεται δὲ καὶ πόλις Ἰσαάκ. καὶ πλείονά ἐστι φρέατα ἐν τῇ γραφῇ, καὶ εἰς ἔτι νῦν ἐν τῇ Γεραριτικῇ καὶ ἐπ’ Ἀσκαλῶνος δείκνυται. Φανουήλ (Gen 32, 30). ἐν ᾧ πᾶ〈σαν νύκτα πα〉λαίσας Ἰακὼβ
5Ἰσραὴλ μετωνομάσθη παρὰ τὸν χειμάρρουν Ἰαβόκ. 〈* * * * *〉 οὕ‐ τως ἐν τῷ Ἑβραϊκῷ καλεῖται. Φογώρ (Gen 36, 39). πόλις Ἀδὰδ ἐν τῇ Γεβαλιτικῇ. Φινών (Gen 36, 41). σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου. ἦν δὲ καὶ πόλις ἡγεμόνων Ἐδώμ. αὕτη δέ ἐστι Φαινὼν ἔνθα τὰ
10μέταλλα τοῦ χαλκοῦ, μεταξὺ κειμένη Πέτρας πόλεως καὶ Ζωόρων.
11tἘξόδου.
12 Φιθώμ (Ex 1, 11). πόλις ἐν Αἰγύπτῳ, ἣν ᾠκοδόμησαν οἱ υἱοὶ Ἰσραήλ.
14tἈριθμῶν καὶ Δευτερονομίου.
15 Φάραγξ βότρυος (Num 13, 24f.). ὅθεν οἱ κατάσκοποι ἔλαβον καρ‐ πὸν εἰς δεῖγμα τῆς γῆς, ἥτις λέγεται εἶναι ἡ Γοφνά, ἄμπελος ἑρμη‐ νευομένη, ἀπέχουσα Αἰλίας σημείοις ιεʹ. κατὰ τὴν ὁδὸν τὴν εἰς Νέαν πόλιν ἄγουσαν. ζητεῖται δὲ εἰ ἀληθὴς ὁ λόγος. Φίν (Num 33, 42). σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐπὶ τῆς ἐρήμου.
20 Φάραγξ Ζαρέ (Num 21, 12). μέρος τι τῆς ἐρήμου. Φρέαρ ἐπὶ τῆς ἐρήμου (Num 21, 16). ἔνθα ἦν ὁ λαός. Φαθουρά (Num 22, 5). ὑπὲρ τὴν Μεσοποταμίαν πόλις, ἔνθα ἦν Βαλαάμ. κεῖται δὲ καὶ πλησίον Ἐλευθεροπόλεως ἄλλη τις κώμη Φαθουρά, κατιόντων εἰς Γάζαν.
25 Φογὼρ (Num 23, 28) καὶ Βηθφογώρ. ὄρος ἐν Μωάβ, ᾧ τὸν Βα‐ λαὰμ ἤγαγεν ὁ Βαλάκ. ὑπέρκειται δὲ τῆς νῦν Λιβιάδος καλουμένης. ἔστι δὲ ἄλλη Φογὼρ κώμη πλησίον Βηθλεέμ. Φασγά (Deut 3, 17). πόλις τῶν Ἀμορραίων. ἔστι δὲ καὶ ὄρος πρὸς ἀνατολὰς Φασγά. Ἀʹ ἡ λαξευτή, καὶ οἱ Οʹ ἀλλαχοῦ «τοῦ λα‐
30ξευτοῦ».168

170

(1t)

Κριτῶν.
2 〈Φανουήλ (I Kön 12, 25). πόλις ἣν ᾠκοδόμησεν Ἱεροβοάμ.〉 Φανουήλ (Richt 8, 8. 17). πύργος, ὃν κατέστρεψε Γεδεών. ἐκαλεῖτο δὲ Φανουὴλ εἷς τῶν υἱῶν Ὤρ.
5 〈Φρααθών (Richt 12, 13ff.). ὅθεν ἦν Ἀβδὼν ὁ κριτὴς τοῦ Ἰσραὴλ «ἐν ὄρει τοῦ Ἀμαλήκ».〉
7tΒασιλειῶν.
8 Φάραγξ Ἐννόμ (Jos 15, 8?). Γῆ Ἐννὸμ Ἑβραϊκῶς. διὸ τινές φασιν εἶναι τὴν γέενναν. παράκειται δὲ τῇ Ἱερουσαλήμ, λέγεται δὲ
10εἰς ἔτι νῦν φάραγξ Ἰωσαφάτ. Φελμωνὶ ἀλμωνί (I Sam 21, 2). Ἀʹ τὸν δεῖνα τοῦδε τινὸς, Σʹ τὸν δεῖνα τόπον, Θʹ τόνδε τινὰ Ἑλμωνί. Φογώ (I Chron 1, 50?). πόλις βασιλέως Ἐδώμ. Φαρφάρ (II Kön 5, 12). ποταμὸς Δαμασκοῦ.
15 Φαθωρί (Ez 29, 14). χώρα Αἰγύπτου, ὡς ἐν Ἱεζεκιὴλ καὶ ἐν Ἱε‐ ρεμίᾳ, ἔνθα κατῴκησαν οἱ Ἰουδαῖοι.
17tΣτοιχεῖον Χ.
18tἈπὸ τῆς Γενέσεως.
19Χαλάννη (Gen 10, 10). πόλις βασιλείας Νεβρὼδ ἐν Βαβυλῶνι.
20κεῖται καὶ ἐν Ἡσαΐᾳ· «Χαλάννη, οὗ ὁ πύργος ᾠκοδομήθη». Χαλάκ (Gen 10, 11). πόλις Ἀσσυρίων, ἣν ᾠκοδόμησεν Ἀσσούρ, ἐξελθὼν ἐκ γῆς Σενναάρ. Χαρράν (Gen 11, 31). αὕτη ἐστὶν εἰς ἔτι νῦν ἐπὶ τῆς Μεσοποτα‐ μίας Καρρὰ καλουμένη πόλις.
25 Χεβρών (Gen 13, 18). τὸ παλαιὸν ἐκαλεῖτο Ἀρβόκ. ἔκτισται δὲ προτέρα Τάνεως Αἰγύπτου «ἔτεσιν ζʹ». κεῖται καὶ ἀνωτέρω καὶ δε‐
δήλωται. ἦν δὲ βασιλικὴ πόλις τῶν Ἐνακίμ.170

172

Χωβά (Gen 14, 15). «ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ». ἔστιν δὲ καὶ Χωβὰ κώμη ἐν τοῖς αὐτοῖς μέρεσιν, ἐν ᾗ εἰσιν Ἑβραίων οἱ εἰς Χριστὸν πιστεύσαντες, Ἐβιωναῖοι καλούμενοι. Χαβραθά (Gen 35, 16). Ἀʹ καθ’ ὁδόν, ἄγουσαν εἰς Ἐφραθὰ τῆς
5Βηθλεέμ, ἔνθα τεκοῦσα Ῥαχὴλ τὸν Βενιαμὶν ἐτελεύτησεν. Χασβί (Gen 38, 5). ἔνθα ἐτέχθησαν τῷ Ἰούδᾳ παῖδες. δείκνυται νῦν ἐν ὁρίοις ἔρημος Ἐλευθεροπόλεως πλησίον Ὀδολλάμ.
8tἈριθμῶν καὶ Δευτερονομίου.
9Χωρήβ (Deut 1, 2). ὄρος τοῦ θεοῦ ἐν χώρᾳ Μαδιάμ. παράκειται
10τῷ ὄρει Σινᾶ ὑπὲρ τὴν Ἀραβίαν ἐπὶ τῆς ἐρήμου. Χαραδάς (Num 33, 24). σταθμὸς τῶν υἱῶν Ἰσραήλ. Χενερέθ (Num 34, 11). θάλασσα, ὅριον τῆς Ἰουδαίας. κλήρου Νεφθαλείμ.
14tἈπὸ τοῦ Ἰησοῦ.
15 Χεφειρά (Jos 9, 23). πόλις ὑπὸ τὴν Γαβαών. φυλῆς Βενιαμίν. Χασαλών (Jos 15, 10). φυλῆς Βενιαμὶν ἐν ὁρίοις Αἰλίας κώμη μεγίστη. Χσίλ (Jos 15, 30). φυλῆς Ἰούδα. Χαφθείς (Jos 15, 40). φυλῆς Ἰούδα.
20 Χερμέλ (Jos 15, 55). φυλῆς Ἰούδα, κώμη μεγίστη Χερμὲλ ἐν τῷ Δαρωμᾷ, ὅθεν ἦν Ναβάλ, πλησίον Χεβρὼν πρὸς νότον. ἔνθα φρού‐ ρια κάθηται στρατιωτῶν. κεῖται καὶ ἀνωτέρω. Χαβών (Jos 15, 40). φυλῆς Ἰούδα.
Χειλών (Jos 15, 51). φυλῆς Ἰούδα.172

174

Χεφρεί (Jos 18, 26?). φυλῆς Βενιαμίν. Χεσελὰθ Θαβώρ (Jos 19, 12). κλήρου Ζαβουλών.
3tΒασιλειῶν.
4Χεττιείμ (Richt 1, 26). γῆ Χεττιεὶμ ἡ Κύπρος, ἔνθα πόλιν ἔκτισεν
5Λούζα. Χαρρεί (II Sam 20, 14). ἔνθα ἐδίωξε τὸν Σαβεὲ ὁ Ἰωάβ. Χωμάρρειμ (II Kön 23, 5). κατέκαυσεν ἐκεῖ τὰ εἴδωλα ὁ Ἰωσίας. Χαλάννη (Jes 10, 9). «οὗ ὁ πύργος ᾠκοδομήθη», ὡς Ἡσαΐας. 〈κεῖται καὶ ἀνωτέρω.
10 Χαρράν (Jes 37, 12). πόλις Ἀσσυρίων περὶ Θαιμάν, ὡς Ἡσαΐας.〉 Χασελὰθ τοῦ Θαβώρ (Jos 19, 12). ὅριον Ζαβουλών. κεῖται καὶ ἀνωτέρω Χεσσαλοῦς. Χωβάλ (I Kön 9, 13). ὅριον Ἀσήρ. 〈Χα〉λάβ (Richt 1, 31?). «Ἀσὴρ οὐκ ἐξῆρεν» ἐκ ταύτης τοὺς ἀλλο‐
15φύλους. Χορρά (I Kön 17, 3). χειμάρρους ἐπέκεινα τοῦ Ἰορδάνου. Χωθά (II Kön 17, 24). χώρα Ἀσσυρίων. Χωβάρ (Ez 1, 1). ποταμὸς Ἀσσυρίων, ὡς ἐν Ἱεζεκιήλ. Χαρχαμύς (Jer 46, 2). πόλις παρὰ τὸν ποταμὸν Εὐφράτην.
20 Χαμωάμ (Jer 41, 17). κώμη πρὸς Βηθλεέμ. Χελὼν (Jer 48, 21) 〈ἡ〉 καὶ Ἑλών. πόλις Μωάβ, ὡς ἐν Ἱερεμίᾳ. Χαμώς (Jer 48, 7). εἴδωλον Μωάβ. Χωραζείν (Matth 11, 21). κώμη τῆς Γαλιλαίας. ἣν ὁ Χριστὸς ταλανίζει κατὰ τὸ Εὐαγγέλιον. καὶ νῦν ἐστιν ἔρημος, διεστῶσα τῆς
25Καφαρναοὺμ σημείοις βʹ. Χειμάρρους Κεδρῶν (Joh 18, 1). πρὸ τῆς Ἱερουσαλήμ, ἔνθα ὁ
Χριστὸς παρεδόθη, ὥς φησιν ὁ εὐαγγελιστὴς Ἰωάννης.174

176

(1t)

〈Στοιχεῖον Ω.
2tΤῆς Πεντατεύχου.〉
3 Ὤν (Ex 1, 11). «〈ἥ〉 ἐστιν Ἡλιούπολις». 〈πόλισ〉 ἐν Αἰγύπτῳ, ἣν καὶ αὐτὴν ᾠκοδόμησαν οἱ υἱοὶ Ἰσραὴλ κατὰ τοὺς Οʹ· τὸ γὰρ
5Ἑβραϊκὸν οὐκ ἔχει, καὶ εἰκότως, προϋπῆρχε γὰρ τῆς εἰσόδου τῶν υἱῶν Ἰσραήλ, καὶ ἦν γε αὐτῆς ἱερεὺς ὁ τῆς Ἀσεννὲκ πατήρ. Ὦρ (Num 20, 22. 28). ὄρος ἐν ᾧ τελευτᾷ Ἀαρὼν πλησίον Πέτρας πόλεως, ἐν ᾧ καὶ εἰς ἔτι νῦν δείκνυται ἡ ἐπὶ Μωϋσέως ῥεύσασα πέτρα. Ὠβώθ (Num 21, 10). σταθμὸς τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ.
10tἸησοῦ καὶ Βασιλειῶν.
11 Ὦσα (Jos 19, 29). κλήρου Ἀσήρ. Ὠράμ (Jos 19, 38). κλήρου Νεφθαλείμ. Ὠφείρ (I Kön 9, 28). ὅθεν τὸ χρυσίον ἐφέρετο τῷ Σολομῶνι, ὡς ἐν Βασιλείαις. ἦν δὲ καὶ ἑνὸς τῶν ἀπογόνων Ἐβὲρ ὄνομα Οὐφείρ,
15οὗ 〈τοὺσ〉 υἱοὺς «ἀπὸ Κωφῆνος ποταμοῦ τῆς Ἰνδικῆς καὶ τῆς πρὸς αὐτῇ Σηρίας» κατοικῆσαι Ἰώσιππος ἱστορεῖ, ἀφ’ οὗ καὶ τὴν χώραν εἰκότως τῆς προσηγορίας τυχεῖν. Ὤν (Hos 10, 5). πόλις τῆς Σαμαρείας. τὸ δὲ Ἑβραϊκὸν περιέχει Αὖν. Ἀʹ Σʹ ἀνωφελοῦς, Θʹ τῆς ἀδικίας.
20Ὠλώ (Jer 48, 21). πόλις ἱερατική.
Ὠροναείμ (Jer 48, 34). πόλις Μωάβ. ἐν Ἱερεμίᾳ.176