TLG 2018 010 :: EUSEBIUS :: De theophania (fragmenta) EUSEBIUS Scr. Eccl.
Theol., Filius Pamphili De theophania (fragmenta) Citation: Fragment — (line) | ||
1 | ὥσπερ δὲ ἐπὶ τοῦ καθ’ ἡμᾶς παραδείγματος ὁ μὲν ἀόρατος καὶ ἀφανὴς ἐν ἡμῖν νοῦς, ὃν ὅστις ποτὲ καὶ ὁποῖος ὢν τὴν οὐσίαν ὑπάρχει οὐδεὶς πώποτε ἀνθρώπων ἔγνω, βασιλεὺς [δ’] οἷα ἐν ἀπορρήτοις εἴσω τοῖς αὐτοῦ ταμείοις καθιδρυμένος τὰ πρακτέα βουλεύεται, λόγος δ’ | |
5 | ἐξ αὐτοῦ πρόεισι μονογενής, οἷα πατρὸς ἐξ ἀδύτων μυχῶν γεγεννη‐ μένος, ὃς δὴ καὶ πρῶτος τῶν πατρικῶν τοῖς πᾶσι καθίσταται νοη‐ μάτων ἄγγελος εἰς φανερόν τε κηρύττει τὰ ἐν ἀπορρήτοις τῷ πατρὶ βεβουλευμένα, ἔργοις τε ἐπιτελεῖ τὰ βουλεύματα προϊὼν εἰς τὰς πάντων ἀκοάς, εἶθ’ οἱ μὲν τῆς ἐκ τοῦ λόγου μεταλαμβάνουσιν ὠφελείας, τὸν | |
---|---|---|
10 | δ’ ἀφανῆ καὶ ἀόρατον νοῦν, τὸν τοῦ λόγου πατέρα, οὐδεὶς πώποτε εἶδεν ὀφθαλμοῖς· κατὰ ταὐτὰ δὴ μᾶλλον δὲ ἐπέκεινα πάσης εἰκόνος καὶ παραδείγματος ὁ τοῦ παμβασιλέως θεοῦ τέλειος λόγος, οἷα μονο‐ γενὴς 〈πατρὸς υἱόσ〉, οὐ προφορικῇ δυνάμει συνεστώς, οὐδ’ ἐκ συλλα‐ βῶν ὀνομάτων τε καὶ ῥημάτων τὴν φύσιν κατεσκευασμένος, οὐδ’ ἐν | |
15 | φωνῇ δι’ ἀέρος πληττομένου σημαινόμενος, θεοῦ δὲ τοῦ ἐπὶ πάντων ζῶν καὶ ἐνεργὴς ὑπάρχων [υἱὸς] λόγος, κατ’ οὐσίαν τε ὑφεστὼς οἷα «θεοῦ δύναμις καὶ θεοῦ σοφία», πρόεισι μὲν τῆς πατρικῆς θεότητός 〈τε καὶ βασιλείασ〉, ἀγαθοῦ δὲ πατρὸς ἀγαθὸν τυγχάνων γέννημα[ ]· | |
〈κοινός τε ἁπάντων σωτὴρ ἐποχετεύει τὰ σύμπαντα .....〉 | ||
2 | 〈τίς ἄλλος πώποτε τῶν ἐξ αἰῶνος βοηθέντων ὡσ〉 οὗτος ὁ παρ’ ἡμῖν θεολογούμενος προφητικαῖς ἄνωθεν πρὸ μυρίων χρόνων ἐγνώσθη τε καὶ προεκηρύχθη φωναῖς 〈παρὰ τοῖς πρόπαλαι θεοφιλέσιν Ἑβραίων παισίν〉; οἳ καὶ τὸν τόπον τῆς θεοφανείας αὐτοῦ καὶ χρόνους τῆς | |
5 | ἀφίξεως καὶ τρόπον τοῦ βίου καὶ δυνάμεις καὶ λόγους καὶ κατορθώ‐ ματα αὐτοῦ προλαβόντες βίβλοις ἱεραῖς ἐγκατέθεντο. | |
3 | 〈ἀλλ’ ἵνα μή μοι τὰ νῦν ὁ λόγος εἰς μακρὰν ἐκτείνοιτο ἐπὶ πάν‐ τα τὰ μεγαλουργήματα αὐτοῦ, ὑπ’ ὄψεσιν ἐκκείσθω ὁ αὐτοῦ θάνατοσ〉, ὃν δὴ ὑποστῆναι 〈ὁ ἑρμηνεὺς τὸ〉 τοῦ 〈θείου〉 λόγου 〈περίβλημα〉 τὸ 〈ἀποκα‐ λυφθὲν〉 ἄγαλμα παρὰ τοῖς πᾶσιν ἀνωμολόγηται. καὶ αὐτὸς δὲ ὁ βοώ‐ | |
5 | μενος 〈θάνατοσ〉 πολλοῦ μετέχει τοῦ θαύματος, οὐ κοινὸς τοῖς λοιποῖς 〈ἀνθρώποισ〉 γεγενημένος. οὐ γὰρ νόσῳ διαφθαρεὶς οὐδὲ βρόχῳ οὐδὲ πυρὶ οὐδὲ μὴν κατ’ αὐτὸ τὸ τοῦ σταυροῦ τρόπαιον ὁμοίως τοῖς λοιποῖς κακούργοις ὑποτμηθεὶς σιδήρῳ, οὐδ’ ὅλως πρός τινος ἀνθρώ‐ πων παθών τι τῶν ἀναιρεῖν εἰωθότων βιαίαν ὑπέμεινε τελευτήν, | |
10 | ἀλλ’ ὡς αὐτὸ μόνον ἑκὼν παρεδίδου τὸ αὐτοῦ ὄργανον τοῖς ἐπιβου‐ | |
λεύουσι, τὸ μὲν ἀπὸ γῆς ἀνωρθοῦτο αὐτίκα, ὁ δὲ φωνήσας μέγα καὶ τῷ πατρὶ τὸ πνεῦμα παρατίθεσθαι εἰπὼν ἄφετος αὐτὸς ἀφ’ ἑαυτοῦ τὴν ἐκ τοῦ σώματος ἀναχώρησιν ἐποιεῖτο. διὸ δὴ πρὸ τοῦ θανάτου τοῖς αὐτοῦ γνωρίμοις τοῦτο αὐτὸ παρεδίδου διδάσκων καὶ λέγων· | ||
15 | «οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.» 〈καὶ πάλιν· «ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσ‐ κουσί με τὰ ἐμὰ» καὶ «τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων». τὴν δὲ τοῦ θανάτου αἰτίαν ἐν βραχέσι παρίστησι λέγων· «ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν | |
20 | εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει, ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει». τεκμήρια γοῦν τοιαῦτα παρέχων ἐπὶ τοῦ θανάτου, ἄφετος αὐτὸς ἀφ’ ἑαυτοῦ τὴν ἐκ τοῦ σώματος ἀναχώρησιν ἐποιεῖτο〉. εἶτα δὲ τοῦ σώματος αὐτοῦ ληφθέν‐ τος πρὸς τῶν γνωρίμων καὶ τῇ προσηκούσῃ παραδοθέντος ταφῇ, τριταῖος αὖθις ἀπελάμβανε τοῦτο αὐτὸς 〈ὁ πρὶν ἀναχωρήσας ἑκών〉. | |
25 | καὶ πάλιν αὐτὸς ἑαυτὸν ἔνσαρκον, ἔνσωμον αὐτὸν ἐκεῖνον οἷος καὶ τὸ πρῶτον ἦν τοῖς οἰκείοις μαθηταῖς δείκνυσιν, οἷς καὶ ἐπὶ βραχὺ ὁμιλήσας καί τινα συνδιατρίψας χρόνον, ἄνεισιν ὅθεν καὶ παρῆν, ὑπ’ ὀφθαλμοῖς αὐτῶν τὴν εἰς οὐρανοὺς πορείαν 〈καὶ ἄνοδον〉 στειλάμενος, 〈οἷς δὴ καὶ ὑποθήκας περὶ τῶν πρακτέων παραδοὺς διδασκάλους τῶν | |
30 | ἐθνῶν ἁπάντων τῆς ἀνωτάτω θεοσεβείας ἀπέφηνεν〉. τί δὴ οὖν ἐπὶ τούτοις λείπεται ἢ αὐτὸ δὴ τὸ τοῦ παντὸς κεφά‐ λαιον ὁποίαν ἔσχεν αἰτίαν ἐξειπεῖν, λέγω δὴ τὸ πολυθρύλλητον τοῦ βίου τέλος καὶ τοῦ πάθους τὸν τρόπον καὶ τῆς μετὰ τὸν θάνατον | |
ἀναβιώσεως αὐτοῦ τὸ μέγα θαῦμα. 〈μετὰ δὲ τὴν τούτων θεωρίαν | ||
35 | πάλιν εἰς τὰς ἀποδείξεις παριόντες αὐτὰς δι’ ἐναργῶν πιστωσόμεθα μαρ‐ τυριῶν. ὀργάνῳ μὲν οὖν θνητῷ δι’ ἃς προείπομεν αἰτίας οἷα δὴ ἀγάλματι θεοπρεπεῖ κεχρημένος τούτῳ τε αὐτῷ οἷα μέγας βασιλεὺς δι’ ἑρμηνέως τὸν ἀνθρώπειον διεξελθὼν βίον, πάντ’ ἐπαξίως θεϊκῆς δυνάμεως διεπράξατο.〉 εἰ μὲν οὖν ἄλλως πως μετὰ τὰς ἐν ἀνθρώ‐ | |
40 | ποις διατριβὰς ἀφανὴς γεγονὼς ἐξαίφνης ἀπέπτη, ὑποκλέψας λάθρα τὸν ἑρμηνέα καὶ τὸ οἰκεῖον ἄγαλμα φυγῇ τὸν θάνατον διαδρᾶναι σπου‐ δάσας, κἄπειτά που τὸ θνητὸν αὐτὸς δι’ ἑαυτοῦ φθορᾷ καὶ ἀπωλείᾳ συνάψας, φάσματι ἂν ἐῴκει τοῖς πᾶσι καὶ οὔτ’ ἂν αὐτὸς αὑτῷ τὰ πρέποντα διεπράξατο, ζωὴ μὲν τυγχάνων καὶ θεοῦ λόγος καὶ 〈θεοῦ〉 | |
45 | δύναμις, φθορᾷ δὲ καὶ ἀπωλείᾳ τὸν αὐτὸς αὐτοῦ παραδιδοὺς ἑρμηνέα, οὔτ’ ἂν τὰ κατὰ δαιμόνων αὐτῷ πεπραγμένα διὰ τῆς τοῦ θανάτου συμπλοκῆς τέλους ἠξιοῦτο, οὔτ’ ἂν ἐγνώσθη ὅπη ποτὲ ὑπῆρχε χωρή‐ σας, οὔτ’ ἂν ἐπιστεύθη τοῖς μὴ παρειληφόσιν, οὔτ’ ἂν θανάτου τὴν φύσιν ἐφάνη κρείττων, οὔτ’ ἂν τὸ θνητὸν τῆς οἰκείας ἠλευθέρου φύ‐ | |
3(50) | σεως, οὔτ’ ἂν καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἠκούσθη, οὔτ’ ἂν θανάτου καταφρονεῖν τοὺς αὐτοῦ μαθητὰς ἔπεισεν, οὔτ’ ἂν τῆς μετὰ 〈τὸν〉 θάνατον παρὰ θεῷ ζωῆς 〈τὴν ἐλπίδα〉 τοῖς τὴν αὐτοῦ διδασ‐ καλίαν μετιοῦσι παρεστήσατο, οὔτ’ ἂν τῶν αὐτοῦ λόγων τὰς ἐπαγ‐ γελίας ἐπλήρου, οὔτ’ ἂν ταῖς προφητικαῖς περὶ αὐτοῦ προρρήσεσι | |
55 | σύμφωνα παρεῖχε τὰ ἀποτελέσματα, οὔτ’ ἂν τὸν ὕστατον ἁπάντων ἀγῶνα διήθλησεν. οὗτος δ’ ἦν ὁ κατὰ τοῦ θανάτου. διὸ δὴ τούτων ἕνεκα πάντων, ἐπειδὴ ἐχρῆν ἐξ ἅπαντος τὸ θνη‐ τὸν ὄργανον μετὰ τὴν αὐτάρκη διακονίαν, ἣν τῷ θείῳ λόγῳ διηκο‐ | |
νήσατο, τέλους θεοπρεποῦς τυχεῖν, ταύτῃ πη καὶ αὐτῷ ὁ θάνατος | ||
60 | ᾠκονομεῖτο. δυοῖν γὰρ λειπομένων τῷ τέλει, ἢ φθορᾷ καὶ ἀπωλείᾳ παραδοῦναι τὸ πᾶν καὶ 〈τοῦ παντὸς δράματοσ〉 αἰσχίστην ποιήσασθαι τὴν [τοῦ βίου] καταστροφήν, ἢ θανάτου κρείττονα ἑαυτὸν φῆναι θεϊκῇ δυνάμει τὸ θνητὸν ἀθάνατον παραστησάμενον, τὸ μὲν πρῶτον ἀνοίκειον 〈ἦν〉 τῆς ἐπαγγελίας. οὐ γὰρ δὴ πυρὸς οἰκεῖον τὸ ψύχειν | |
65 | οὐδὲ φωτὸς τὸ σκοτίζειν· οὕτως οὐδὲ ζωῆς τὸ θανατοῦν οὐδὲ τοῦ θεοῦ λόγου τὸ παραλόγως ἐνεργεῖν. ποῖον οὖν εἶχε λόγον τὸν ἑτέ‐ ροις ζωὴν ἐπαγγελλόμενον τὸ οἰκεῖον ὄργανον φθειρόμενον παριδεῖν 〈ἀπωλείᾳ τε παραδοῦναι τὸ αὐτοῦ ἄγαλμα, καὶ τὸν τῆς θεότητος αὐ‐ τοῦ ἑρμηνέα θανάτῳ λυμήνασθαι τὸν τοῖς πρόσφυξιν ἀθανασίαν προ‐ | |
70 | μνώμενον〉; οὐκοῦν τὸ δεύτερον ἀναγκαῖον ἦν, λέγω δὲ τὸ θανάτου κρείττονα ἑαυτὸν φῆναι. πῶς οὖν ἐχρῆν τοῦτο ποιήσασθαι; λαθραίως ἄρα καὶ κλοπιμαίως ἢ τοῖς πᾶσιν ἀριπρεπῶς καὶ διαδήλως; ἀλλὰ σκότιον μὲν καὶ κρύφιον αὐτῷ πραχθὲν τὸ κατόρθωμα μηδενί τε γνωσθὲν οὐδένα ἂν ὤνησεν· βοηθὲν δὲ καὶ ἀκουσθὲν εἰς πάντας | |
75 | τοῖς πᾶσι τὴν ἐκ τοῦ θαύματος παρεῖχεν ὠφέλειαν. εἰκότως ἄρα, ἐπειδὴ ἐχρῆν τὸ αὐτοῦ ὄργανον κρεῖττον θανάτου φῆναι καὶ τοῦτο πρᾶξαι μὴ εἰς τὸ λεληθὸς ἀλλ’ ἐπ’ ὄψεσιν ἀνθρώπων, οὐ φεύγει μὲν τὸν θάνατον· ἦν γὰρ ἂν δειλὸς καὶ θανάτου χείρων ἐνομίσθη· διὰ δὲ τῆς πρὸς τὸν θανατὸν συμπλοκῆς οἷα πρὸς ἀνταγωνιστὴν τὸ | |
80 | θνητὸν ἀθάνατον παρίστη, ὕστατον ἀγῶνα τοῦτον ὑπὲρ τῆς ἁπάν‐ των σωτηρίας καὶ ἀθανασίας ἀναδεδεγμένος. ὁ μὲν γὰρ πρῶτος αὐτῷ κατὰ δαιμόνων ἐνηργεῖτο ἐπὶ καθαιρέσει τῆς πολυθέου πλάνης . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . | |
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . | ||
85 | ἐπεὶ δὲ ὁ πρὸς τούσδε τέλος εἶχεν ἀγών, 〈ἀνελθὼν λοιπὸν ὁ πάντων ἐπινίκιος σωτὴρ τῷ ἐν ἀνθρώποις βίῳ ἐπεδήμησεν〉 . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 〈ὁ δὲ〉 δεύτερος ἐπὶ λύσει τῆς τοῦ θανάτου καταδυναστείας ἐγίνετο. | |
90 | 〈ἔδει γὰρ τὸ τῆς ἀθέου καὶ δαιμονικῆς πλάνης κρεῖττον καὶ τῷ θεῷ λόγῳ ἀκόλου‐ θον καὶ τοῦ ἑαυτοῦ ἔργου ἀξίαν τιμὴν τὴν δὴ κατὰ τοῦ θανάτου νίκην ἀπολαβεῖν.〉 οἱ μὲν γὰρ κατ’ αὐτοῦ συνηγμένοι δαίμονες ὅ τε τούτων ἐξάρχων 〈ὁμοῦ τοῖς ἀμφ’ ἀέρα ὑπὲρ γῆς συμπεριπολοῦσι πνεύμασι τοῖς ὄψεσι θνητῶν ἀορά‐ τοισ〉 τὰ νῶτα κατὰ τὴν πρώτην αὐτῷ συμβολὴν παραχωρήσαντες, | |
95 | τὸν δεύτερον ἆθλον ἐσκόπουν, τοῦ βίου λοιπὸν τὴν ὑστάτην κατα‐ στροφὴν ἐκδεχόμενοι καὶ τὴν τοῦ θνητοῦ τελευτὴν ὁμοίαν ἔσεσθαι πᾶσιν ἀνθρώποις καραδοκοῦντες. οὐ γὰρ ἂν πώποτε θνητῶν φύσιν θανάτου κρείττονα γενέσθαι προσεδόκησαν, 〈τὸν δὲ θάνατον εἶναι κοινὸν βασιλέα ἁπάντων τῶν ἅπαξ θνητῆς γενέσεως πεπειραμένων. ἀλλ’ οἱ μὲν ἐνόμιζον | |
3(100) | πάντων αὐτὸν εἶναι δεινότατον, ὃν φύγοι καὶ ἀναχωρήσειεν ἂν οὐδείς,〉 ὁ δὲ μετὰ τὰ πρῶτα κατὰ δαιμόνων τρόπαια ἤδη καὶ κατὰ τοῦ θανάτου παρε‐ τάττετο. ὥσπερ δὲ εἴ τις ἄκαυστον ἡμῖν καὶ πυρὸς τῇ φύσει κρεῖτ‐ τον δεῖξαί τι σκεῦος ἤθελεν, οὐκ ἄλλως ἂν τὸ θαῦμα παρεστήσατο ἢ πυρὶ παραδοὺς τὸ μετὰ χεῖρας κἄπειτα σῶον αὐτὸ καὶ ἀδιάφθορον | |
105 | τοῦ πυρὸς ἐξελών, κατὰ ταὐτὰ δὴ καὶ ὁ τῶν ὅλων ζωοποιὸς 〈τοῦ θεοῦ〉 λόγος τὸ θνητὸν ὄργανον, ᾧ πρὸς ἀνθρώπων ἐκέχρητο σωτη‐ ρίαν, κρεῖττον θανάτου φῆναι βουληθεὶς 〈κοινωνόν τε ἀποφῆναι τῆς οἰκείας ζωῆς τε καὶ ἀθανασίασ〉, εὖ μάλα χρησίμην ὑπῄει τὴν οἰκονο‐ μίαν, τὸ σῶμα πρὸς βραχὺ καταλιπὼν καὶ τὸ θνητὸν τῷ θανάτῳ | |
110 | παραδοὺς εἰς ἔλεγχον τῆς οἰκείας φύσεως, εἶτ’ οὐκ εἰς μακρὰν αὐτὸ τοῦ θανάτου πάλιν ὑφαιρούμενος, εἰς παράστασιν τῆς ἐνθέου δυνά‐ μεως, 〈δι’ ἧς παντὸς θανάτου κρείττονα τὴν πρὸς αὐτοῦ καταγγελ‐ θεῖσαν ζωὴν ἀΐδιον ἔφαινεν〉. ἡ μὲν οὖν πρώτη αἰτία ἦν αὕτη, δευτέρα δὲ ἡ τῆς ἐν τῷ σώματι | |
115 | κατοικησάσης ἐνθέου δυνάμεως ἔνδειξις. ἐπειδὴ γὰρ τὸ πρότερον τοὺς ὑπὸ τοῦ θανάτου νενικημένους ἄνδρας θνητοὺς ἀληθῶς καὶ κοινὸν τέλος ὑποδεδεγμένους ἐθείαζον ἄνθρωποι, ἥρωάς τε καὶ θεοὺς ὠνόμαζον 〈τοὺς ὑπὸ τοῦ θανάτου κεκρατημένους, κἀκεῖ〉 εἰκότως 〈ἑαυτὸν ταύτης ἕνεκα τῆς αἰτίας ἔφηνεν ὁ φιλάνθρωπος τοῦ θεοῦ | |
120 | λόγος, κρείττονα θανάτου φύσιν ἀνθρώποις δεικνύς, καὶ τὸ μὲν θνη‐ τὸν μετὰ τὴν λύσιν ἐπὶ τὴν δευτέραν ζωὴν ἄγων, τρόπαιον δὲ ἀθα‐ νασίας κατὰ τοῦ θανάτου τοῖς πᾶσι παρέχων ὁρᾶν, καὶ〉 διδάσκων μόνον τοῦτον ἐν θανάτῳ θεὸν ἀληθῆ εἶναι ὁμολογεῖν τὸν τὰ βρα‐ βεῖα τῆς κατὰ τοῦ θανάτου νίκης ἀναδησάμενον. | |
125 | τρίτη δ’ ἂν εἴη αἰτία τοῦ σωτηρίου θανάτου ἣν ἀπόρρητοι λόγοι περιέχουσιν. τίνες οὗτοι; ἱερεῖον ἦν ἀντίψυχον τοῦ κοινοῦ γένους παραδιδόμενον τῷ θανάτῳ, ἱερεῖον ὑπὲρ τῆς κοινῆς τῶν ἀνθρώπων ἀγέλης σφαγιαζόμενον, ἱερεῖον δαιμονικῆς πλάνης ἀποτρόπαιον. | |
〈ἱερείου δῆτα ἑνὸς καὶ μεγάλου θύματος, τοῦ πανιέρου σώματος τοῦ | ||
130 | σωτῆρος ἡμῶν, ὁμοίως προβάτῳ ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους σφα‐ γιασθέντος καὶ πάντων ἐθνῶν τῶν πρὶν ἀσεβείᾳ δαιμονικῆς πλάνης ἐνεσχημένων ἀντίψυχον〉 ἀνενεχθέντος, πᾶσα λοιπὸν ἡ τῶν ἀνάγνων 〈καὶ ἀνιέρων〉 δαιμόνων δύναμις καθῄρητο, 〈ἐλέλυτό τε〉 καὶ παρεῖτο 〈αὐτίκα δυνάμει κρείττονι〉 πᾶσα 〈γεώδης καὶ ἀπατηλὸσ〉 πλάνη. τὸ | |
135 | μὲν οὖν σωτήριον ἐξ ἀνθρώπων θῦμα, αὐτὸ δὴ τὸ τοῦ 〈θείου〉 λόγου σωματικὸν ὄργανον ὑπὲρ 〈τῆς κοινῆσ〉 ἀνθρώπων 〈ἀγέλησ〉 καθιεροῦτο 〈καὶ τοῦτο δ’ ἦν τὸ δι’ ἀνθρώπων διαβολῆς τῷ θανάτῳ παραβεβλημένον σφάγιον〉, οὗ πέρι λόγων ἱερῶν βοῶσι φωναί, τοτὲ μὲν 〈ὧδέ πη λέ‐ γουσαι〉· «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,» | |
140 | τοτὲ δὲ 〈ὧδε προαναφωνοῦσαι〉· «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, 〈καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνοσ〉», καὶ τό γε αἴτιον διδάσκουσιν ἐπιλέγουσαι· «οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει, αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, | |
145 | καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν. τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἕκαστος τὴν ὁδὸν αὐτοῦ ἐπλανήθη. καὶ κύριος παρέ‐ δωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.» τὸ μὲν οὖν σωματικὸν τοῦ θείου λόγου ὄργανον διὰ ταύτας καθιεροῦτο τὰς αἰτίας, ὁ δὲ μέγας | |
3(150) | ἀρχιερεὺς 〈ὁ τῷ πανηγεμόνι καὶ παμβασιλεῖ θεῷ ἱερώμενοσ〉, ἕτερος ὢν παρὰ τὸ ἱερεῖον, θεοῦ λόγος καὶ «〈θεοῦ〉 δύναμις καὶ 〈θεοῦ〉 σοφία», οὐκ εἰς μακρὰν τὸ θνητὸν ἀνεκαλεῖτο τοῦ θανάτου καὶ | |
τοῦτο τῆς κοινῆς ἡμῶν σωτηρίας τὴν ἀπαρχὴν ζωῆς ἐνθέου καὶ ἀθα‐ νασίας μέτοχον παρίστη, τρόπαιον ἐπινίκιον κατὰ τοῦ θανάτου καὶ | ||
155 | κατὰ τῆς δαιμονικῆς παρατάξεως τῶν τε πάλαι 〈συντελουμένων ἀν‐ θρωπο〉θυσιῶν ἀποτρόπαιον τοῦτο ὑπὲρ ἁπάντων ἀνθρώπων ἀνε‐ γείρας, 〈ὅθεν ἐπετέθη αὐτῷ καὶ ἡ τῷ παρὰ τοῖς Ἑβραίοις ἀρχιερεῖ συσχηματιζο‐ μένη τοῦ Χριστοῦ προσηγορία. δύο γοῦν ἔλαβεν ὀνόματα, ὧν τὸ μὲν τοῦ σωτηρίου θύματος σημαίνει τὸ τοῦ Ἰησοῦ ὄνομα, τὸ δὲ τοῦ ἀρχιερέως τοῦ ὑπὲρ πάντων | |
160 | ἡμῶν ἱερωμένου θεοῦ λόγου κατὰ τὸ τῶν Ἑβραίων ἔθος δηλοῖ τὸ τοῦ Χριστοῦ〉. πρὸς τοῖς εἰρημένοις καὶ ἄλλη τις γένοιτ’ ἂν τοῦ σωτηρίου θα‐ νάτου μεγίστη αἰτία ἡ λεχθησομένη. ἐπειδὴ γὰρ τοῖς αὐτοῦ φοιτη‐ ταῖς ὀφθαλμοῖς ἰδεῖν ἀναγκαῖον ἦν ζωῆς τῆς μετὰ θάνατον ἐναργῶς παλιγγενεσίαν, ἐφ’ ἣν τὰς αὐτῶν ἐλπίδας ἀναρτᾶν αὐτοὺς ἐδίδασκεν, | |
165 | δι’ ἣν καὶ προὔτρεπεν αὐτοὺς ἔχεσθαι τοῦ τῆς θεοσεβείας ζυγοῦ, εἰ‐ κότως τοῦτο ὁρᾶν αὐτοῖς ὀφθαλμοῖς [ἀκριβῶς] παρεῖχεν· ἐχρῆν γὰρ τοὺς μέλλοντας εὐσεβῆ μετιέναι βίον τοῦτο πρῶτον 〈πάντων〉 ἀναγ‐ καιότατον μάθημα δι’ ἐναργοῦς ὄψεως παραλαβεῖν καὶ πολὺ μᾶλλον ἐκείνους τοὺς εἰς ἅπασαν τὴν οἰκουμένην μέλλοντας 〈αὐτὸν〉 ὅσον | |
170 | οὔπω κηρύττειν καὶ τὴν ὑπ’ αὐτοῦ πᾶσι τοῖς ἔθνεσι προβληθεῖσαν [διδασκαλίαν τε καὶ] θεογνωσίαν εἰς πάντας καταγγέλλειν ἀνθρώπους. οὓς δὴ πεῖσμα μέγιστον λαβεῖν ἐχρῆν τῆς μετὰ τὸν θάνατον ζωῆς, ὡς ἂν ἀδεεῖς καὶ ἄφοβοι θανάτου τὸν κατὰ τῆς πολυθέου πλάνης ἀγῶνα προθύμως ἀναδέξοιντο· μὴ γὰρ θανάτου καταφρονεῖν μελετή‐ | |
175 | σαντες, οὐκ ἂν πώποτε πρὸς τὰ δεινὰ παρεσκευάζοντο. διὸ δὴ ἀναγ‐ καίως ὁπλίζων αὐτοὺς κατὰ τῆς τοῦ θανάτου δυναστείας, οὐ ῥημα‐ τίοις καὶ φωναῖς παρεδίδου τὸ μάθημα οὐδὲ λόγοις ὁμοίως ἀνθρώ‐ ποις τὸν περὶ ψυχῆς ἀθανασίας πιθανῶς καὶ ἐξ εἰκότων συντάττων, | |
αὐτῷ δὲ ἔργῳ τὰ κατὰ τοῦ θανάτου ἐπεδείκνυ αὐτοῖς τρόπαια. | ||
180 | ἦν μὲν γὰρ πάλαι πρότερον φοβερὸς τοῖς πᾶσιν ὁ τοῦ θνητοῦ γένους ὀλετὴρ θάνατος; καὶ λύσις ἐνομίζετο τῆς ὅλης ἀνθρώπου φύ‐ σεως ψυχῆς ὁμοῦ καὶ σώματος ἡ τούτου δυναστεία, οὐδέ τις ἦν τῶν ἐξ αἰῶνος οἷός τε τουτὶ τὸ φόβητρον ἐξ ἀνθρώπων ἀνελεῖν, πάντες δ’ ἐπτήχεσαν φόβῳ μικροὶ καὶ μεγάλοι 〈ἄρχοντές τε καὶ δοῦλοι βασιλεῖς | |
185 | ὁμοῦ καὶ δῆμοι πλήθη τε πάντων ἐθνῶν καὶ φῦλα〉 τὸν θάνατον, οὐκ ἦν τε τοῦ κακοῦ παραμύθιον ἀνθρώποις οὐ λόγος οὐ τρόπος οὐ βίος οὐ σοφῶν λογισμὸς οὐ παλαιῶν συγγράμματα οὐ προφητῶν θεσπίσματα οὐκ ἀγγέλων ἐπιφάνειαι· πάντων δὲ κρείττων 〈ὢν〉 καὶ ἀνώτερος τὴν κατὰ πάντων νίκην ἐπεῖχεν ὁ θάνατος ὑψηλός, μεγάλαυχος, | |
190 | ὑπερήφανος, ᾧ δὴ καταδεδουλωμένον τὸ θνητὸν γένος παντοίαις ἐκαλινδεῖτο παρανομίαις, μιαιφονίαις, ἀθεμιτουργίαις, δυσσεβείαις, πολυπλόκῳ πλάνῃ· τούτων γὰρ ἦν ἁπάντων θάνατος αἴτιος. ὡς γὰρ μηκέτι ὄντες μετὰ θάνατον, τὰ μυρίων θανάτων ἄξια δρῶντες διῆγον καὶ ὡς εὐθύναις οὐδαμῶς ὑποκείμενοι διὰ τὴν ἐκ τοῦ θανά‐ | |
195 | του λύσιν βίον ἔζων ἀβίωτον, 〈οὐ θεὸν ἐν νῷ λαμβάνοντες, οὐ θείας κρίσεως δικαιωτήρια προσδοκῶντες, οὐ τῆς σφῶν κατὰ ψυχὴν νοερᾶς οὐσίας τὴν μνήμην ἀναζωπυροῦντες, ἑνὶ δὲ δεινῷ προστάτῃ τῷ Θα‐ νάτῳ χρώμενοι, καὶ τὴν ἐκ τούτου τῶν σωμάτων φθορὰν λύσιν τοῦ παντὸς ἑαυτοὺς εἶναι πείσαντες, θεὸν πλούσιον, παρὸ καὶ Πλούτωνα, | |
3(200) | τὸν Θάνατον ἀνηγόρευον. καὶ Θάνατος ἦν αὐτοῖς θεὸς οὐ μόνος, ἀλλὰ καὶ τὰ πρὸ τούτου τίμια, τὰ δὴ πρὸς ἡδυπαθῆ ζωὴν αὐτοῖς συμβαλλόμενα. θεὸς γοῦν αὐτοῖς ἦν ἡ τῶν σαρκῶν ἡδονή, θεὸς ἡ τροφή, θεὸς τὸ εἰς γῆν σπέρμα, θεὸς ἡ τούτου βλάστη, θεὸς ἡ τῶν ἀκρο‐ | |
δρύων φυή, θεὸς ἡ διὰ μέθης τρυφή, θεὸς ὁ τῶν σωμάτων πόθος, | ||
205 | θεὸς ἡ τούτων ἡδονή. ἔνθεν τὰ Δήμητρος καὶ Φερεφάττης μυστήρια καὶ Κόρης ἁρπαγὴ ὑπὸ Ἀϊδωνέως καὶ πάλιν ἡ ταύτης ἀνάδοσις. ἔνθεν Διονύσου τελεταὶ καὶ νικώμενος Ἡρακλῆς ὡς ὑπὸ κρείττονος θεοῦ τῆς μέθης, ἔνθεν Ἔρωτος καὶ Ἀφροδίτης ὄργια μοιχικά. ἔνθεν Ζεὺς αὐτὸς γυναικομανῶν καὶ Γανυμήδους ἐρῶν, φιληδόνων τε θεῶν καὶ | |
210 | φιλοπαθῶν ἀσελγῆ μύθων ἀναπλάσματα. τούτων δ’ ἦν ἁπάντων θάνατος αἴτιος. τέλος γὰρ καὶ συντέλειαν τοῦ παντὸς λύσιν τε καὶ διαφθορὰν τῶν ψυχῶν ὁμοῦ καὶ τῶν σωμάτων θάνατον καὶ μὴ ἑτέραν ἢ τὴν τοῦ σώματος καὶ τῆς σαρ‐ κὸς ζωὴν εἶναι νομίσαντες, βίον πάσης τῶν ἀλόγων ζώων φύσεως χείρονα διῆγον.〉 οὓς δὴ κατελεήσας ὁ παμβασιλεὺς τοῦ θεοῦ λόγος, 〈τῷ τοῦ φιλαν‐ | |
215 | θρώπου πατρὸς νεύματι〉 ἐπὶ τὴν ἄμυναν ἔσπευσεν, εἶθ’ οἷα βασιλεὺς φιλ‐ ανθρωπότατος τὸν κατὰ τοῦ θανάτου ἔλεγχον δι’ ἀνθρώπου φύσεως ἐμηχανᾶτο, ζωὴ μὲν αὐτὸς τυγχάνων καὶ θεοῦ λόγος καὶ θεοῦ δύ‐ ναμις, ἀλλ’ οὐ δίχα τοῦ βοηθουμένου τὸ τῶν ἀνθρώπων φόβητρον διελέγξαι κρίνας. διὸ δὴ ὅπλῳ χρησάμενος ἀνθρωπείῳ καὶ θνητῷ | |
220 | σώματι ὁ ἀσώματος, τὸν θάνατον διὰ τοῦ θνητοῦ κατηγωνίσατο. 〈ἔνθεν αὐτὸ τὸ πρῶτον τοῦ σώματος μυστήριον κατεσκευάζετο, ἔνθεν τὸ τοῦ σταυ‐ ροῦ τρόπαιον, ἔνθεν ἡ τῆς ἀθανάτου καὶ αἰωνίου ζωῆς μνήμη «ἀνάμνησις αὐτοῦ» ἐχρημάτιζεν.〉 θνητῷ γὰρ ὅπλῳ κεχρημένος καὶ μέγα θαῦμα τοῖς πᾶσιν ἀπο‐ δείξας, τρόπαιον ἀθανασίας κατὰ τοῦ θανάτου [διὰ τοῦ θνητοῦ ὅπλου] | |
225 | ἔστησεν. ἠφίει μὲν γὰρ τὸ θνητὸν εἰς βορὰν τῷ θηρίῳ, τὸ δ’ αὐτίκα τῷ ἰκρίῳ προσηλοῦτο ἀνασταυρούμενον, ὡς ἂν τοῖς πᾶσιν ἡ τοῦ θνη‐ τοῦ γνωρισθείη φύσις μηδέ τινα λάθοι τὸ πραττόμενον μὴ ἀνθρώπων μὴ δαιμόνων 〈μὴ δυνάμεων κρειττόνων〉. ἐχρῆν γὰρ πάντας ἀκριβῶς τὸ | |
θνητὸν ἰδεῖν ὡς ἐν μεγίστῳ θεάτρῳ τὴν οἰκείαν ὁμολογοῦν φύσιν, | ||
230 | ἵν’ ἑξῆς ἐπελθὼν ὁ θάνατος οἷα θὴρ δεινός, οἷός τις ποτ’ ἦν, ἑαυτὸν ἐλέγξῃ κἄπειτα τῆς ζωῆς ἡ δύναμις μετὰ θάνατον ἐπελθοῦσα τοῖς πᾶσιν αὖθις τὴν κατὰ τοῦ θανάτου παραστήσηται νίκην, τὸ θνητὸν ἀθάνατον ἀποδείξασα. ἠφίει τοίνυν πρὸς βραχὺ τὸ σῶμα ἡ τοῦτο διακρατοῦσα τοῦ θεοῦ λόγου δύναμις, τὸ δ’ ἀνηρτημένον ἐπὶ τοῦ | |
235 | ξύλου παραχρῆμα νεκρὸν ἦν, ἀλλ’ οὐχ ὁ λόγος ὁ 〈τῶν ἁπάντων〉 ζωο‐ ποιὸς τὸ νεκρούμενον ἦν, τὸ δὲ θνητὸν τὴν οἰκείαν ὡμολόγει φύσιν. 〈κἄπειτα τὸ νεκρὸν τὸ νῦν δὴ τῷ θανάτω κρατούμενον ὑπὸ τῶν ἀνθρώπων καθ‐ αιρεθὲν τῆς συνήθους ἠξιοῦτο φροντίδος.〉 μνήματι δὲ κατὰ νόμους ἀνθρώ‐ πων παρεδίδοτο. τὸ δὲ μνῆμα σπήλαιον ἦν νεοπαγές, σπήλαιον ἄρτι | |
240 | κατὰ πέτρας λελαξευμένον, οὔπω σώματος ἑτέρου πεπειραμένον· ἔδει γὰρ 〈αὐτῷ〉 μόνῳ σχολάζειν τῷ μόνῳ παραδόξῳ νεκρῷ. θαυμαστὴ δὲ ἰδεῖν καὶ ἡ πέτρα ἐν ἡπλωμένῳ χώρῳ μόνη ὄρθιος ἀνεσταμένη καὶ μόνον ἓν ἄντρον εἴσω ἐν αὑτῇ περιέχουσα, ὡς ἂν μὴ πολλῶν γενομένη τοῦ τὸν θάνατον καταγωνισαμένου ἐπισκιάσῃ τὸ θαῦμα. | |
245 | ἔκειτο μὲν δὴ νεκρὸς αὐτόθι, τὸ τοῦ ζῶντος λόγου ὄργανον, λίθος δ’ ἀπέκλειε παμμεγέθης τὸ σπήλαιον, καὶ πολὺς ἦν ἐν τούτῳ γαυριῶν ὁ θάνατος, ὡς ἂν καὶ τοῦτον μετὰ τῶν ἐξ αἰῶνος ἑλὼν ὑποχείριον, ἀλλ’ οὔπω τριήμερος παρῄει χρόνος καὶ ἡ ζωὴ πάλιν ἑαυτὴν ἔφαινε μετὰ τὸν αὐτάρκη τοῦ θανάτου ἔλεγχον. εἰ γὰρ δὴ θᾶττον ἀνέστη | |
3(250) | φθάσας, οὐκ ἂν οὐδὲ τεθνεὼς ἐνομίσθη, ἀλλ’ ὅτε γε ἀληθῶς ὕψωτο καὶ ἀληθῶς ἐτεθνήκει, ἐν χρόνῳ δὲ τὸν θάνατον ἀληθῶς ὑποδέδεκτο. τότε δὴ τότε ὁ τῶν ἁπάντων ζωοποιὸς τοῦ θεοῦ λόγος τὴν πᾶσιν ἀνθρώποις ἀποκειμένην ἐλπίδα διὰ τῆς τοῦ [τότε] θνητοῦ παλιγγενε‐ σίας ἐπεδείκνυτο. | |
255 | τί οὖν ἐπὶ τούτοις γίνεται; οὐκέτι ἐγώ σοι γενοίμην 〈ἂν〉 τῶν πε‐ πραγμένων διδάσκαλος. οἱ δὲ τούτων αὐτόπται εἶεν 〈ἂν〉 πάντων ἀξιόχρεοι μάρτυρες οἱ δι’ αἵματος καὶ ψυχῆς τῇ θέᾳ, τῶν πεπραγμέ‐ | |
νων τὴν ἀλήθειαν πιστωσάμενοι καὶ τὴν σύμπασαν οἰκουμένην 〈τῇ τοῦ μαρτυρουμένου δυνάμει〉 τῆς πρὸς αὐτῶν κατηγγελμένης θεοσεβείας | ||
260 | καταπλήσαντες. οἵδε γοῦν 〈ἐπόπται γενόμενοι τῶν τότε πεπραγμένων〉 τὴν αὐτοῖς ὀφθαλμοῖς καταληφθεῖσαν παλιγγενεσίαν ταῖς ἑαυτῶν παρέ‐ δωκαν μαρτυρίαις. οὐκ ἦν γὰρ αὐτοῖς ἄχρι λόγου καὶ φωνῆς ἀκουό‐ μενα τὰ πραττόμενα, ἀλλ’ ἤδη καὶ ἔργοις ἐθεωρεῖτο καὶ ἐψηλαφᾶτό γε ἀκριβῶς πρὸς τῶν ταῦτα μεμαρτυρηκότων. διὸ δὴ καὶ αὐτοψίᾳ | |
265 | καὶ ἀληθείᾳ τὸ ἐναργὲς κατειληφότες καὶ τῆς κατὰ τοῦ θανάτου νίκης τὰ τρόπαια τεθεαμένοι, εἰκότως ἔμαθον καταφρονεῖν τοῦ θα‐ νάτου, ταὐτὸ δὲ καὶ τοὺς αὐτῶν φοιτητὰς ἐδίδασκον, τῆς ἀθανάτου ζωῆς παρὰ τοῦ σωτῆρος εἰληφότες τὰ ἐχέγγυα. | |
4 | ἐπίδοξος ἦν τις ἀνὴρ τῶν ἐν στρατείαις, ἀξιώματος καὶ ἀρχῆς Ῥωμαϊκῆς ἐπειλημμένος. ἐπειδὴ δὲ ὁ δοῦλος αὐτοῦ γνήσιος πάρετος τὰ μέλη οἴκοι βέβλητο, συνιδὼν οἵας ὁ σωτὴρ εἰς ἑτέρους ἐπεδείκνυτο δυνάμεις, ἰώμενος τοὺς κάμνοντας, «πᾶσάν τε νόσον καὶ πᾶσαν μαλα‐ | |
5 | κίαν» ἀκούμενος, λογισμῷ κρίνας μὴ κατ’ ἄνθρωπον εἶναι τὸ θαῦμα πρόσεισιν ὡς θεῷ, οὐκ εἰς τὸ φαινόμενον ἀπιδὼν τοῦ σώματος ὄρ‐ γανον, δι’ οὗ τὰς ὁμιλίας ἀνθρώποις ἐποιεῖτο, εἰς δὲ τὸν ἀφανῆ θεὸν τὸν διὰ τοῦ θνητοῦ τὰς οἰκείας ἀρετὰς ὑποφαίνοντα. διὸ 〈προσέπεσε καὶ προσεκύνησε καὶ λιπαρῶν〉 ἐδεῖτο καὶ αὐτὸς ἐπὶ τῷ παιδὶ τῆς θεϊκῆς | |
10 | εὐεργεσίας τυχεῖν. | |
5 | μεθ’ ὅσης μὲν 〈οὖν〉 ἐξουσίας ἡ τοῦ σωτῆρος προενήνεκται φωνὴ 〈ὅσην τε ἀρετὴν παρέστησεν〉 ὁπόσης τε πεπλήρωτο δυνάμεως ὅσον τε 〈καὶ〉 τὸ φιλάνθρωπον καὶ πρόχειρον εἰς εὐεργεσίαν, ὡς ἐξ ἑτοίμου | |
ἐπαγγείλασθαι τὴν αὐτοῦ παρουσίαν, οἷον δὲ καὶ τὸ θαῦμα τῆς εὐερ‐ | ||
5 | γεσίας, οὐδ’ ἔστιν ἐπαξίως νοῆσαι. τὸ γὰρ μὴ πλέον φθέγξασθαι 〈τῷ χιλιάρχῳ ἢ «ὡς ἐπίστευσας γενηθήτω σοι»〉 καὶ ἅμα λόγῳ 〈καὶ〉 τὴν ἴασιν τῷ αὐτοῦ παιδὶ παρασχεῖν καὶ ἀπαλλάξαι παραχρῆμα τοῦ νοσεῖν τὸν παρὰ βραχὺ τῷ θανάτῳ κατεσχημένον, πῶς οὐ θεὸν ἀληθῶς διὰ θνητῆς φωνῆς φθεγξάμενον παρίστη; [ ] ἀλλ’ εἰ πρὸς τοῦτό τις δυσπίστως | |
10 | ἔχει διὰ τὴν τοῦ θαύματος ὑπερβολήν, ἀλλ’ οὐκ ἐπὶ τῆς προρρήσεως σκήπτοιτο ἂν εὐλόγως, ἐφ’ ᾗ μείζων ὁ τῆς πράξεως ἔλεγχος ἀπο‐ δειχθήσεται, εἴ τις ἐν νῷ λάβοι, ὡς τότε μὲν εἷς Ῥωμαῖος ἦν ὁ τῷ σωτῆρι προσεληλυθὼς χιλίαρχος ὁ δὴ μείζονα καὶ εὐγνωμονεστέραν τοῦ Ἰουδαίων ἔθνους ἐνδειξάμενος τὴν εἰς αὐτὸν ὁμολογίαν, ὁ δ’ | |
15 | ἡμέτερος σωτὴρ πολλοὺς ἀνθ’ ἑνὸς ἔσεσθαι τοὺς κατ’ ἐκεῖνον μέλλον‐ τας αὐτῷ προσιέναι ἐκ τῶν τε πρὸς ἕω καὶ ἀνατολὴν κλιμάτων τῶν τε κατὰ δυόμενον ἥλιον οἰκούντων θεσπίζει, τοὺς διὰ τῆς εἰς αὐτὸν ἐπιγνώσεώς τε καὶ ὁμολογίας τῆς ἴσης παρὰ θεῷ τιμῆς τοῖς Ἑβραίων προπάτορσι καταξιωθησομένους. ὅτι δὴ κἀκείνων ὁ προπάτωρ αὐ‐ | |
20 | τὸς δὴ ὁ βοώμενος Ἀβραὰμ ἐκ πατέρων ὁρμώμενος δεισιδαιμόνων μετεβάλετο τὸν βίον, τῆς μὲν πολυθέου πλάνης ἀναχωρήσας, ἕνα δὲ τὸν ἐπὶ πάντων θεὸν ἐπιγνοὺς, ὁδὶ 〈αὐτῷ〉 καὶ τοῖς αὐτοῦ παισὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ὁμοίους ἔσεσθαι μυρίους καθ’ ὅλης τῆς οἰκου‐ μένης 〈τῶν ἀνθρώπων〉 καὶ τούτων μάλιστα τὰ πρὸς ἕω ἔθνη καὶ τοὺς | |
25 | κατὰ δυόμενον ἥλιον οἰκοῦντας προαγορεύει προστίθησί τε τούτοις 〈καὶ〉 τὸ μέγιστον τῆς προρρήσεως· αὐτοὶ Ἰουδαῖοι 〈οἱ〉 τῶν θεοφιλῶν ἐκείνων ἀπόγονοι, τὸν Ἀβραὰμ αὐχοῦντες καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακώβ, διὰ τὴν εἰς αὐτὸν ἀντιλογίαν τε καὶ ἀπιστίαν, ὡς ἂν τοῦ τῆς γνώσεως φωτὸς ἀπεστερημένοι, ἀπόβλητοι γενήσονται εἰς τὸ σκό‐ | |
30 | τος τὸ ἐξώτερον, τὴν ἄγνοιαν αὐτῶν καὶ τὴν ἐσχάτην ἀμαθίαν τοῦ τε σωτηρίου φωτὸς τὴν στέρησιν ὧδέ πη προαναφωνήσας. ἔνθα δὴ ἐπιστῆσαι τοῖς ἀποτελέσμασι προσήκει τὸν νοῦν ὀφθαλμοῖς τε αὐτοῖς παραλαβεῖν, ὡς Ἰουδαῖοι μὲν οἱ τῶν εἰρημένων θεοφιλῶν ἀνδρῶν γένος εἶναι σεμνυνόμενοι ἔκβλητοι γεγόνασιν οὐ τῆς τοῦ θεοῦ βασι‐ | |
35 | λείας μόνον, ἀλλὰ καὶ τῆς αὐτῶν ἱερᾶς καὶ βασιλικῆς μητροπόλεως. | |
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . ἀντὶ δὲ ἑνὸς τοῦ πάλαι τῷ σωτῆρι προσεληλυθότος χιλιάρχου ἄφατος ἀνδρῶν ἀριθμὸς ἐξ ἁπάντων τῶν ἐθνῶν 〈οὐ χιλίαρχοι μόνον ἀλλὰ καὶ τὸ τοῦ Ῥωμαϊκοῦ στρατοπέδου πλῆθος ὡς καὶ μυρίοι ἄρχοντές τε καὶ ἡγε‐ | ||
40 | μόνες οἱ τῶν ἐθνῶν καὶ τῶν χωρῶν κρατοῦντες καὶ ἄλλοι τινὲς τιμῇ καὶ ἀξιώματι τούτων ὑπέρτεροι οἱ ἐν τοῖς βασιλείοις σεμνυνόμενοι〉 ὁμοίως ἐκείνῳ τῷ 〈χιλιάρχῳ τῷ θεοῦ〉 Χριστῷ προσιόντες καὶ διὰ τῆς αὐτοῦ διδασκαλίας τὸν τῶν παρ’ Ἑβραίοις λαμψάντων 〈θεοφιλῶν〉 ἀνδρῶν ἐπιγνόντες θεόν, τῆς ἴσης αὐτοῖς ἐκείνοις ἠξίωνται παρὰ τῷ παμβασιλεῖ θεῷ | |
45 | ἀμοιβῆς. | |
6 | 〈πολλοῦ γὰρ ὄχλου ἐπικειμένου τῷ Ἰησοῦ ἐνέβη, φησίν, εἰς ἓν τῶν πλοίων, ὃ ἦν Σίμωνος. καθίσας δὲ ἐν αὐτῷ, ἡρμήνευσε τοῖς ὄχλοις. μετὰ δὲ αὐτάρκη δι‐ δασκαλίαν ἐπειδὴ ἔδει καὶ θεϊκὸν ἔργον προστιθέναι τοῖς λόγοις ὠφέλιμον τοῖς ὁρῶσι〉, παρακελεύεται μὲν τῷ Πέτρῳ [ὁ κύριος] χαλάσαι εἰς ἄγραν τὰ | |
5 | δίκτυα, ὁ δὲ 〈εἶπεν αὐτῷ· «δι’ ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν εὕρομεν. ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὰ δίκτυα», καὶ〉 τὰ προστεταγμένα ἐποίει. ὡς δὲ «συνέκλεισαν πλῆθος ἰχθύων πολὺ» καὶ διερρήγνυτο τὰ δίκτυα τῷ πλήθει βαρούμενα, προσκαλοῦνται μὲν εἰς βοήθειαν τοὺς ἐν τῷ γειτνιῶντι πλοίῳ, εἶτ’ ἀνελκύσαντες τοὺς ἰχθύας πλη‐ | |
10 | ροῦσιν ἄμφω τὰ σκάφη, ὡς κινδυνεύειν αὐτὰ βυθισθῆναι, ἐφ’ οἷς ὁ Πέτρος ἀποθαυμάσας ἐξεπλάγη ἀνάξιόν τε ἑαυτὸν τῆς σωτηρίου ἐπι‐ βάσεως ὡμολόγει. [ ] ὁ δ’ ὥσπερ ἐπιδείξας αὐτῷ τὴν τοῦ μέλλοντος | |
εἰκόνα διασαφεῖ 〈καὶ〉 τὴν ἑρμηνείαν, καί φησι πρὸς αὐτὸν 〈ὁ Ἰησοῦσ〉· «μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν»· [πρὸς δὲ πάντας· | ||
15 | δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.] Γαλιλαίους ἄν‐ δρας [εὐτελεῖς, ἀγροίκους] οὐδὲν πλέον τῆς Σύρων φωνῆς ἐπισταμέ‐ νους, ἀλλὰ καὶ τὸ ἐπιτήδευμα ταπεινὸν 〈καὶ εὐτελὲσ〉 τῆς ἁλιείας μετ‐ ερχομένους εἰκότως ὁ σωτὴρ ἡμῶν θηρευτὰς ἀνθρώπων καὶ κήρυκας τῆς αὐτοῦ διδασκαλίας ποιήσειν ἐπηγγέλλετο καὶ πεποίηκεν οὐ | |
20 | ψευσάμενος τὴν ὑπόσχεσιν, παριστὰς θεοῦ δύναμιν ἐνεργητικὴν πράγματος πᾶσαν ἀνθρώπων ἀρετὴν καλύπτοντος. εἰ μὲν γὰρ λο‐ γίους τινὰς καὶ σοφοὺς ἢ καὶ τῶν παρὰ Ἰουδαίοις ἀνθρώπων ἐνδόξων καὶ πλουσίων προσαγόμενος τούτοις ἐκέχρητο διδασκάλοις τῶν αὐ‐ τοῦ λόγων, κἂν εἰκὸς ἦν ἀνθρωπινώτερον ἐπινενοῆσθαι τὸ πρᾶγμα. | |
25 | οὕτω γοῦν οἱ πλείους τῶν ἀνθρώπων εἰώθασιν ὑποτάττεσθαι ἢ χρήμασιν ὑπὸ πλουσίων δελεαζόμενοι ἢ λόγων περιβολῇ καὶ φαντασίᾳ σοφίας ἀπατώμενοι ἢ ὑπεροχὰς ἐνδόξων προσώπων καταπληττόμε‐ νοι. ὁ δὲ μὴ τοιούτοις χρησάμενος μαθηταῖς, τοὐναντίον δὲ πένησι καὶ ἀδόξοις καὶ τὸν λόγον ἰδιώταις Σύροις τε τὴν φωνὴν καὶ τὸ | |
30 | σχῆμα ταπεινοῖς καὶ εὐτελέσιν, ἔργῳ δῆλος ἦν μόνῃ τῇ θεϊκῇ δυνάμει χρώμενος, ἣν ἐνεδείξατο πρῶτα μὲν φωνῇ μιᾷ προσκαλεσάμενος αὐ‐ τοὺς καὶ ἀκολούθους αὐτοῦ καταστήσας κἄπειτα ἐπαγγειλάμενος σα‐ γηνευτὰς καὶ κήρυκας ἀνθρώπων ποιήσειν αὐτούς, ἵν’ ἀνθ’ ὧν εἶχον δικτύων λαβόντες παρ’ αὐτοῦ τὴν ἀπὸ παντοίων λόγων νομικῶν τε | |
35 | καὶ προφητ〈ικ〉ῶν τῶν τε τῆς ἐνθέου διδασκαλίας αὐτοῦ πλακεῖσαν σαγήνην ἐμβάλωσιν εἰς τὴν τοῦ ἀνθρωπείου βίου θάλατταν καὶ περι‐ βάλωσιν ὅσους ἂν εὕρωσιν, πληροῦντες τὰ ἑαυτῶν λογικὰ δίκτυα παν‐ τὸς γένους λογικῶν ἰχθύων. ἀλλὰ ταῦτα μέν, διὰ φωνῆς 〈τότε〉 ἀκουόμενα, ῥήματα καὶ ψόφοι | |
40 | καὶ πλέον ὑπῆρχεν οὐδέν. τῆς δ’ ἐνθέου δυνάμεως τὸ ἔργον οὐκ εἰς μακρὰν παρεστήσατο, αὐτὰ δὴ ταῦτα τὰ διὰ τῶν λόγων προηγορευ‐ μένα τοῖς ἔργοις ἐπιτελέσας, ὡς ἐν βραχεῖ χρόνῳ τὴν σύμπασαν 〈ὁμοῦ〉 ἀνθρώπων οἰκουμένην μυρία πλήθη τῶν σαγηνευθέντων ὑπὸ τῶν 〈πενήτων καὶ〉 ἰδιωτῶν τούτων ἀνδρῶν κτήσασθαι πληρωθῆναί τε ἐκ‐ | |
45 | κλησιῶν πάντα τόπον Ἑλλήνων τε καὶ βαρβάρων διὰ μίαν ἐκείνην ἐπαγγελίαν τῆς θεϊκῆς φωνῆς, δι’ ἧς οὐ διδάξειν τοὺς ἑαυτοῦ μαθη‐ τάς, ἀλλ’ αὐτὸς ποιήσειν αὐτοὺς ἁλιέας ἀνθρώπων ἐπηγγείλατο, ὥστ’ οὐ προέγνω μόνον οὐδὲ προέφησε τὸ μέλλον, ἀλλὰ καὶ ποιητὴς τῆς τηλικαύτης γνώσεως ἀποπέφανται, εἶπέ τε τῷ λόγῳ καὶ πεποίηκε τῷ | |
6(50) | ἔργῳ, παρέστησέ τε τὸ μέλλον διὰ συμβόλου καὶ εἰκόνος καὶ δι’ αὐτῆς ἐνεργείας ἀπεπλήρωσεν. τοῖς γὰρ πάλαι πρότερον ἐν σκοτίᾳ φωτὸς ἀληθείας καὶ θεοῦ γνώσεως ἐν νυκτὶ καταπονηθεῖσι καὶ μηδένα πρὸς σωτηρίαν θηρεῦσαι δεδυνημένοις ἐπιλάμψας τὸ ἑαυτοῦ φέγγος ἐν ἡμέρᾳ καὶ φωτὶ γενομένοις προστάττει, οὐ τῇ οἰκείᾳ ἐπιστήμῃ, τῷ | |
55 | δὲ αὐτοῦ ῥήματι θαρσοῦντας ἐπιβάλλειν τῷ βυθῷ τὰ δίκτυα. οἱ δὲ τοσαῦτα συνήγαγον ἰχθύων πλήθη, ὡς διαρρήγνυσθαι μὲν τὰ θηρευ‐ τικὰ ὄργανα, κινδυνεύειν δὲ εἰς βυθὸν χωρεῖν ἀπὸ τοῦ φόρτου τὰ πλοῖα. ἐπεὶ δὲ ταῦθ’ οὕτως πραττόμενα τὸν Πέτρον εἰς ἔκπληξιν καὶ | |
60 | φόβον οὐ τὸν τυχόντα ἦγεν, ἀλλὰ ταῦτά σε, φησὶ πρὸς αὐτὸν ὁ σω‐ τήρ, μήπω ἐκπληττέτω. παιδιαὶ γὰρ ἔτι ταῦτα καὶ μελλόντων εἰκόνες. οἵδε μὲν γὰρ ἰχθύες ἄναυδοι καὶ ἄλογοι καὶ ταῦτα σκάφη καὶ δίκτυα ἐξ ἀψύχου ὕλης κατεσκευασμένα, ἀλλ’ οὐ τοιαῦτα τούτων τὰ παραδείγματα. μικρὸν γοῦν ὕστερον, μᾶλλον δὲ ἐντεῦθεν ἤδη | |
65 | καὶ «ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν», τῆς μὲν μοχθηρᾶς ταύ‐ της καὶ ἀνωφελοῦς ἀπαλλαγεὶς ἁλιείας, λογικῶν δὲ ζώων ἀντὶ τῶν ἀλόγων θηρευτὴς γινόμενος, καὶ οὐκέτι ἐκ βυθῶν θαλάττης, ἐκ δὲ τῆς ἁλμυρᾶς τοῦ βίου πικρίας ἐκ σκοτίων τε μυχῶν ἀθεότητος καὶ κακίας εἰς φῶς νοερὸν καὶ καθαρὰν πνοὴν ἀνελκύσεις τοὺς ὑπὸ σοῦ | |
70 | θηρευθησομένους, μᾶλλον δὲ ζωγρήσεις αὐτοὺς διὰ τοῦ ζωὴν αὐτοῖς ἀλλ’ οὐ θάνατον προξενεῖν. οἱ μὲν γὰρ ἐκ πελάγους ἰχθύες ἐν σκότῳ καὶ βυθῷ πρότερον ζῶντες αὐτίκα φωτὸς καὶ πνοῆς μετασχόντες ἀπόλλυνται, οἱ δὲ ἐξ ἀνθρώπων ὑπὸ σοῦ θηρευθησόμενοι ἐκ σκότους ἀγνοίας μεταβαλόντες ἐπὶ ζωὴν ἔνθεον ἀγρευθήσονται. διὸ καὶ «ζω‐ | |
75 | γρῶν ἔσῃ ἀπὸ τοῦ νῦν ἀνθρώπους» 〈φησίν〉. [ ] ταῦτα θεϊκῇ δυνάμει προηγόρευσεν ὁ σωτήρ, ταῦτα τοῖς ἔργοις πιστὰ καὶ ἀληθῆ ἐπέδειξεν ὁ αὐτός. ὁ γοῦν ἀμφιβολεὺς ἐκεῖνος, ὁ | |
ἁλιεύς, ὁ Σύρος ἀντὶ τῆς τῶν ἰχθύων θήρας ὅσας ἀνθρώπων ἐσαγή‐ νευσε μυριάδας λόγων ἀπορρήτων δικτύοις θεϊκῇ δυνάμει πλακεῖσιν, | ||
80 | οὐκ ἔστιν ἀριθμῷ περιλαβεῖν δυνατόν. ὄψις δ’ ἀδήλων τὰ φαινόμενα. ἃ γὰρ ὁ μακρὸς αἰὼν τοῦ βίου πρὸ τῆς τοῦ σωτῆρος θεοφανείας οὐκ ἤνεγκεν, ἃ μήτε Μωσῆς ὁ τῶν Ἑβραίων νομοθέτης μήτε οἱ μετὰ Μωσέα τοῦ θεοῦ προφῆται 〈μήτε μυρίοι ἄλλοι πάλαι τὴν ἔνθεον διδασκαλίαν τοῖς ἀνθρώποις ἀναφωνήσαντες θηρευταὶ〉 πολλὰ καμόντες διὰ πάσης νυκτὸς | |
85 | τῆς πρὸ τῆς ἐπιφανείας αὐτοῦ καταπράξασθαι μὴ δεδύνηνται, ταῦτα ὁ Γαλιλαῖος, ὁ πένης, ὁ βάρβαρος τὴν φωνήν, αὐτὸς ἐκεῖνος ὁ Πέτρος κατεπράξατο. δεῖγμα δὲ τῶν τότε ἐπιτελεσθέντων πρὸς Πέτρου αἱ εἰς δεῦρο διαλάμπουσαι ἐκκλησίαι, πολὺ μᾶλλον τῶν τότε σκαφῶν λογικῶν ἰχθύων πληθύουσαι, οἵα ἡ κατὰ Καισάρειαν τῆς Παλαιστίνης | |
90 | τυγχάνει, οἵα ἡ ἐπὶ Ἀντιοχείας τῆς κατὰ τὴν Συρίαν, οἵα ἡ ἐπ’ αὐ‐ τῆς τῆς Ῥωμαίων πόλεως. τάσδε γὰρ αὐτὸς ὁ Πέτρος τὰς ἐκκλησίας καὶ τὰς ἀμφ’ αὐτὰς ἁπάσας συστησάμενος μνημονεύεται, καὶ τὰς ἐπ’ Αἰγύπτου κατ’ αὐτὴν τὴν Ἀλεξάνδρειαν πάλιν αὐτός, οὐ μὴν δι’ αὑ‐ τοῦ, διὰ δὲ Μάρκου τοῦ μαθητευθέντος αὑτῷ κατεστήσατο. αὐτὸς | |
95 | μὲν γὰρ ἀμφὶ τὴν Ἰταλίαν καὶ πάντα τὰ ἀμφὶ ταύτην ἔθνη ἐσχόλαζεν, τὸν δ’ αὐτοῦ φοιτητὴν Μάρκον τῶν κατ’ Αἴγυπτον διδάσκαλον καὶ σαγηνευτὴν ἀποδέδειχεν. τὸν δὲ νοῦν ἐπίστησον καὶ τοῖς λοιποῖς τοῦ σωτῆρος ἡμῶν μαθηταῖς, οὓς ἐπαγ‐ γειλάμενος ποιήσειν ἁλιεῖς ἀνθρώπων, ἔργῳ τὸν λόγον ἔδειξεν. εἰσέτι | |
6(100) | γοῦν καὶ νῦν ὁ αὐτὸς ἐνεργεῖ καὶ ποιεῖ, πανταχοῦ γῆς παρὼν καὶ πᾶσαν τὴν ἀνθρώπων οἰκουμένην τῶν αὐτοῦ λογικῶν δικτύων πλη‐ ρῶν, ἐκ παντὸς γένους λογικῶν ἰχθύων βαρβάρων τε καὶ Ἑλλήνων, | |
ἀνασπῶν 〈ἐκ〉 τοῦ τῆς κακίας βυθοῦ καὶ τοῦ τῆς ἀθεότητος σκότους τὰς τῶν ἀνθρώπων ψυχάς, ἀνέλκων τε αὐτὰς 〈ἐφ’ ἑκάστης ἡμέρας καὶ | ||
105 | ἐφ’ ἑκάστης ὥρασ〉 ἐπὶ τὸ φῶς τῆς ὑπ’ αὐτοῦ παραδοθείσης ἐνθέου γνώσεως . . . . . . | |
7 | οὕτω δὲ 〈πάλιν〉 καὶ Ἰωάννου τοῦ υἱοῦ Ζεβεδαίου, ὃν ἐπὶ τῆς ἁλιείας ἅμα τῷ πατρὶ καὶ τῷ ἀδελφῷ καταρτίζοντα τὰ δίκτυα θεασάμενος τῆς αὐτῆς ἠξίωσε κλήσεώς τε καὶ ἐπαγγελίας, καθ’ ὅλης τῆς οἰκου‐ μένης ἐκλάμπει τοὔνομα καὶ οἱ λόγοι τὰς τῶν ἀνθρώπων ψυχὰς | |
5 | καταυγάζουσι διὰ τῆς 〈ὑπ’〉 αὐτοῦ παραδοθείσης τοῦ εὐαγγελίου γρα‐ φῆς παντοίᾳ γλώττῃ Ἑλληνικῇ τε καὶ βαρβάρῳ μεταβληθείσης εἰς ἐξάκουστόν τε πᾶσι τοῖς ἔθνεσιν ἐφ’ ἑκάστης ἡμέρας κηρυττομένης. | |
8 | καὶ ἐπειδήπερ ἐν προφητείαις ἀναγράπτοις εἰς αὐτοῦ πρόσωπον εἴρηται προφητικῶς· «αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κλη‐ ρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς», διὰ τοῦτο ὡς ἂν τῆς προφητικῆς μαρτυρίας ἔργῳ νῦν πληρωθείσης, φησὶ τοῖς | |
5 | αὐτοῦ μαθηταῖς· [ ] «ἐδόθη μοι πᾶσα ἐξουσία ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς» [ ]. τῶν μὲν γὰρ κατ’ οὐρανὸν ἐξ αἰῶνος ἐπεῖχε τὴν βασιλείαν, τῶν δ’ «ἐπὶ γῆς» νῦν αὐτῷ δεδόσθαι φησὶ τὴν ἀρχὴν 〈«ὑπὸ τοῦ πατρὸς» ἀκολούθως τῷ «αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου»〉. πάλαι μὲν γάρ, ὡς Μωσῆς μαρτυρεῖ, 〈«ὅτε διε‐ | |
10 | μέριζεν ὁ ὕψιστος ἔθνη, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων»〉, ἄγγελοι θεοῦ ἦσαν 〈πάντασ〉 τοὺς 〈πρότερον〉 ἐπὶ γῆς ἐγκεχειρισμένοι. δια‐ τραπείσης δὲ τῆς ἀνθρωπότητος ἐπὶ τὴν πολύθεον πλάνην καὶ τῶν ἐπιστατούντων ἀγγέλων μηδὲν πρὸς τοῦτο ἐπικουρεῖν δυναμένων, | |
αὐτὸς δὴ λοιπὸν ὁ 〈κοινὸσ〉 τῶν ὅλων σωτὴρ διὰ τῆς αὐτοῦ θεοφα‐ | ||
15 | νείας μετὰ τὴν κατὰ τοῦ θανάτου νίκην διδάσκει, ὅτι μηκέτ’ ἀγγέ‐ λοις ἀλλ’ αὐτῷ πρὸς τοῦ πατρὸς ἡ τῶν ἐπὶ γῆς ἐθνῶν ἐξουσία δέ‐ δοται. διὸ τοῖς αὐτοῦ μαθηταῖς οὐ πρότερον, ἀλλὰ νῦν παρεκελεύ‐ σατο περιελθεῖν καὶ μαθητεῦσαι πάντα τὰ ἔθνη. ἀναγκαίως δὲ προσ‐ τίθησι 〈καὶ〉 τὸ μυστήριον τῆς ἀποκαθάρσεως. ἐχρῆν γὰρ τοὺς ἐξ | |
20 | ἐθνῶν ἐπιστραφέντας «παντὸς μολυσμοῦ» καὶ μιάσματος διὰ τῆς αὐτοῦ δυνάμεως ἀποκαθαίρεσθαι, ἐκ τῆς δαιμονικῆς καὶ εἰδωλολάτρου πλάνης 〈ἐρρυπωμένουσ〉 μιάσμασί τε παντοίοις ἐνεσχημένους ἄρτι τε πρῶτον ἐξ ἀκολάστου καὶ παρανόμου βίου μεταβεβλημένους. τούτους δὲ καὶ διδάσκειν παραινεῖ μετὰ τὴν ἀποκάθαρσιν τὴν διὰ τῆς αὐτοῦ | |
25 | μυστικῆς διδασκαλίας, οὐ τὰ Ἰουδαϊκὰ παραγγέλματα οὐδὲ τὰ παρὰ Μωσεῖ νόμιμα ἀλλ’ ὅσα 〈αὐτὸσ〉 αὐτοῖς ἐνετείλατο φυλάττειν. ταῦτα δ’ ἦν, ἃ δὴ συμφώνως οἱ πάντες ἐκπεριελθόντες πάντα τὰ ἔθνη παραδεδώκασι 〈πᾶσι τοῖς γνωρίμοις καὶ πάσαισ〉 ταῖς καθ’ ὅλης τῆς οἰκου‐ μένης ἐκκλησίαις. ἀναγκαίως δὲ αὐτοὺς προτρέπει καὶ προθυμοτέρους | |
30 | ἀπεργάζεται ἐπὶ τὸ θηρεῦσαι περιελθεῖν τε πάντα τὰ ἔθνη καὶ μαθη‐ τεῦσαι πᾶν γένος ἀνθρώπων, δι’ ἧς πεποίηται πρὸς αὐτοὺς ὑποσχέ‐ σεως εἰπών· «καὶ ἰδοὺ ἐγώ εἰμι μεθ’ ὑμῶν». [ ] τούτῳ δὲ τῷ τῆς ἐπαγγελίας λόγῳ ἔργον ἐπιθεὶς θεϊκῇ τε δυνάμει ἑκάστῳ συνὼν 〈καὶ πᾶσιν ὁμοῦ παρὼν〉 συμπνέων τε αὐτοῖς καὶ συνεργῶν ἐπιστώσατο τὸ | |
35 | κατόρθωμα, διδασκάλους [τε] αὐτοὺς τῶν ἐθνῶν ἁπάντων τῆς ὑπ’ αὐτοῦ παραδοθείσης θεοσεβείας ἀποδεικνύμενος. ταύτῃ γοῦν ἐπιθαρ‐ σήσαντες τῇ ἐπαγγελίᾳ, ἔργῳ τοὺς αὐτοῦ λόγους ἐπλήρουν· αὐτίκα μηδὲν ὑπερθέμενοι σὺν πάσῃ προθυμίᾳ προῆλθον ἐπὶ τὴν τῶν ἐθνῶν διδασκαλίαν, ἔργῳ μὲν αὐτῷ παραλαβόντες καὶ ὀφθαλμοῖς ὁρῶντες | |
40 | ζῶντα τὸν πρὸ μικροῦ θανόντα, καὶ ὃν ἐξωμόσαντο ἀρνησάμενοι διὰ τὰ συμβεβηκότα, τοῦτον αὐτὸν ἐναργῶς καὶ αὐτοπροσώπως παρόντα καὶ συνήθως προσδιαλεγόμενον ἐπαγγελλόμενόν τε αὐτοῖς τὰ προλε‐ | |
λεγμένα, οὐκ ἔχοντες δὲ ὅπως ἀπιστήσωσι ταῖς ἐπαγγελίαις διὰ τὴν θεωρουμένην ὄψιν. ἦ γὰρ ἂν καὶ ἀπώκνησαν πρὸς τὸ ἐπίταγμα ἀγροι‐ | ||
45 | κίαν ἑαυτοῖς καὶ λόγων ἰδιωτείαν συγγινώσκοντες, δι’ ἣν τάχα ἂν καὶ παρῃτήσαντο, εἰκότως λογισάμενοι, ὡς οὐχ οἷόν τε ἦν Σύρους τὴν γλῶτταν καὶ πλέον ἁλιείας μηδὲν ἐπισταμένους, διδασκάλους Ἑλλή‐ νων ὁμοῦ καὶ Ῥωμαίων Αἰγυπτίων τε καὶ Περσῶν καὶ τῶν. λοιπῶν βαρβάρων ἐθνῶν καταστῆναι ἀντινομοθετῆσαί τε τοῖς ἁπανταχοῦ | |
8(50) | γῆς νομοθέταις τε καὶ βασιλεῦσι τἀναντία τοῖς περὶ τῶν πατρῴων θεῶν ἐκ τοῦ παντὸς αἰῶνος δεδομένοις. ἀλλ’ οὐκ ἐξῆν αὐτοῖς ταῦτα διανοεῖσθαι, ἀκούσασι μὲν θεοῦ φωνῆς λεγούσης αὐτοῖς «ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι 〈πάσας τὰς ἡμέρασ〉», ὁρῶσι δὲ ἐναργῶς τὴν τοῦ λα‐ λοῦντος θεότητα κρείττονα θανάτου φανεῖσαν. διὸ καὶ δέος αὐτοῖς | |
55 | τῆς παρακοῆς εἰσῄει, ἔνθεν ὁμόσε τοῖς κινδύνοις ἐχώρουν, τῆς μετὰ θάνατον ζωῆς παρὰ τοῦ διδασκάλου λαβόντες τὰ ἐχέγγυα, προῆλθόν τε εὐθαρσῶς ἐπὶ τὴν τῶν ἁπάντων ἐθνῶν περίοδον, τοῦ σφῶν δι‐ δασκάλου τὰς ὑποσχέσεις ἔργοις πιστούμενοι . . . . . . . | |
9 | ἅπαξ οὖν ἀποφηναμένου δεῖν κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν ἐπὶ πάντα τὰ ἔθνη, εἰ μὴ τοὖργον ἐπηκολούθηκε τῷ λόγῳ, μηδὲ τὰ τῆς ἐκ νεκρῶν ἀναβιώσεως αὐτοῦ πιστευέσθω, εἰ δὲ εἰσέτι καὶ νῦν τὰ τῆς προρρήσεως εἰς ἔργον χωρεῖ ὅ τε λόγος αὐτοῦ ζῶν | |
5 | καὶ ἐνεργῶν καθ’ ὅλης τῆς οἰκουμένης ὀφθαλμοῖς ὁρᾶται, ὥρα μηδὲ τῷ τὸν λόγον προεμένῳ ἀπιστεῖν. οὗ γὰρ ἡ δύναμις ζῶσα καὶ ἐνεργὴς ὁρᾶται, τοῦτον ἀνάγκη πᾶσα πολὺ πρότερον 〈ὁμολογεῖν〉 ζῆν καὶ θεοῦ ζωὴν τοῦτον ἐκτελεῖν, οὗ ζῶντα τὰ ἔργα σύμφωνα ταῖς φωναῖς ἀποδείκνυται. πᾶσαν γοῦν ἀκοὴν παντοίων ἐθνῶν οἱ αὐτοῦ λόγοι | |
10 | διῆλθον, μεταβαλλόμενοι καὶ μεθερμηνευόμενοι εἰς παντοίαν γλώτταν Ἑλληνικήν τε καὶ βάρβαρον, ὡς ἐξάκουστον αὐτοῦ τὴν διδασκαλίαν πᾶσι τοῖς ἔθνεσι γενομένην εἰς ἐπιστροφὴν καὶ μετάνοιαν ἀγαγεῖν | |
μυρία πλήθη τῶν πρότερον ἐν πολυθέῳ πλάνῃ καὶ εἰδωλολατρείᾳ πλημμελῶς καὶ ἀσέμνως βιούντων. οὐ πρότερον δὲ ἄφεσιν εἶτα με‐ | ||
15 | τάνοιαν, ἀλλὰ μετάνοιαν πρῶτον εἶτα τὴν ἄφεσιν κηρύττειν παρα‐ κελεύεται. τοῖς γὰρ γνησίαν πρότερον κακῶν μετάνοιαν ἐνδειξαμένοις ἡ σωτήριος χάρις τὴν συγχώρησιν τῶν πεπραγμένων ἐδωρήσατο, δι’ οὓς καὶ τὸν θάνατον ἀνεδέξατο, λύτρον ἑαυτὸν ἐπιδοὺς καὶ ἀντί‐ ψυχον τῶν μελλόντων δι’ αὐτοῦ σωθήσεσθαι. οὕτω δῆτα οἱ αὐτοῦ | |
20 | μαθηταί, ἄνδρες ἄπειροι λόγων ὄντες καὶ πάμπαν ἰδιῶται πένητές τε καὶ εὐτελεῖς τὸ σχῆμα, τῇ δυνάμει τοῦ μετὰ θάνατον θεωρουμένου καὶ ἐμφανῶς αὐτοῖς συναυλιζομένου ἐπιθαρσήσαντες ἀπὸ τῆς Ἱερου‐ σαλὴμ πόλεως ἀρξάμενοι κατὰ τὰς αὐτοῦ παρακελεύσεις [ἵνα ἀνα‐ πολόγητα εἴη τοῖς Ἰουδαίοις ἀπιστήσασιν] ἐπὶ πάντα προῆλθον τὰ | |
25 | ἔθνη καὶ τὰ προστεταγμένα ἐποίουν, κηρύττοντες μετάνοιαν τοῖς πᾶσι καὶ λύσιν τῶν πρότερον τῆς ψυχῆς ἀμπλακημάτων . . . . . | |
10 | . . . . . τὴν πρὸς θεὸν γνῶσίν τε καὶ φιλίαν, ἣν τοῖς αὐτοῦ προὐξένει μαθηταῖς, τήν τε τῆς ψυχῆς ἀταραξίαν καὶ λογισμοῦ τὸ γαληνὸν καὶ εὐσταθὲς τοῦτον ἀποκαλῶν τὸν τρόπον. | |
11 | συνηγμένων μὲν οὖν ἐπὶ τὸ αὐτὸ ἐν τοῖς Ἱεροσολύμοις τῶν ἀρ‐ χόντων τοῦ Ἰουδαίων ἔθνους ἀρχιερέων τε καὶ νομοδιδασκάλων, 〈αὐτὸς δὲ〉 ἐν αὐτῷ τῷ ἱερῷ ποιούμενος τὰς διατριβὰς τὰ μέλλοντα αὐτοῖς κατ’ αὐτοῦ τολμᾶσθαι καὶ τὸν ἐπὶ τῇ τόλμῃ καταληψόμενον | |
5 | αὐτοὺς ὄλεθρον ἐπεσκιασμένως τοῦτον τὸν τρόπον διὰ τῆς παραβολῆς προηγόρευσεν . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ἔστι δὲ ἡ παραβολὴ συγγενὴς τῇ παρὰ τῷ 〈προφήτῃ〉 Ἡσαΐᾳ, παρ’ ᾧ | |
τοῦτον ἔχει τὸν τρόπον· «ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι | ||
10 | ἐν τόπῳ πίονι καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα καὶ ἐφύτευσα καὶ πύργον 〈ἐν μέσῳ αὐτοῦ〉 ᾠκοδόμησα καὶ προλήνιον ὤρυξα καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησε δὲ ἀκάνθας». ἀλλ’ ἡ μὲν παρὰ τῷ προφήτῃ τὸν ἀμπελῶνα διαβέβληκεν, ὃν καὶ ἡρμήνευσε τίς ποτε ἦν, εἰπών· «ὁ γὰρ ἀμπελὼν κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραὴλ 〈καὶ | |
15 | ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον· ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν〉». ἡ δὲ τοῦ σωτῆρος παρα‐ βολὴ εἴρηται μὲν ὁμοίως ἐκείνῃ 〈τῇ τοῦ προφήτου〉, ὡς ἂν γνωρισθείη 〈καὶ θεωρηθείη〉 τοῖς παροῦσι καὶ ἀκροωμένοις· οὐ μὴν περὶ τοῦ ἀμπε‐ λῶνος λέλεκται, ἐπειδὴ ὁ προφήτης τὴν περὶ τούτου πρόρρησιν προ‐ | |
20 | λαβὼν εἰρήκει. ἅπερ δὲ τῷ προφήτῃ σεσιώπητο, ταῦτα αὐτὸς ἐν τῇ παραβολῇ τίθησιν, λέγω δὲ τὰ περὶ τῶν γεωργῶν τοῦ ἀμπελῶνος. οὗτοι δὲ ἦσαν οἱ πρεσβύτεροι τοῦ λαοῦ καὶ οἱ ἀρχιερεῖς ἄρχοντές τε καὶ διδάσκαλοι. οἳ δὴ καὶ τῷ 〈ὅλῳ〉 πλήθει παραίτιοι γεγόνασι τῆς τῶν πονηρῶν καρπῶν ἐκφυῆς, δι’ οὓς καὶ ὁ ἀμπελὼν καταλέλειπται | |
25 | ἔρημος, τουτέστι τὸ πᾶν αὐτῶν ἔθνος, καὶ ὁ τούτου καθῃρέθη φραγ‐ μός, οἱ πάλαι δηλαδὴ τοῦ ἔθνους προμαχοῦντες καὶ τὸν λαὸν φυλάτ‐ τοντες σὺν αὐτῷ τῷ τόπῳ, ὅ τε ἐν αὐτῷ πύργος αὐτὸς ὁ νεώς, καὶ ἡ ληνὸς [καὶ] τὸ θυσιαστήριον. ταῦτα 〈γοῦν〉 πάντα ἄρδην ἐκ βάθρων ἤρθη διὰ τὴν τῶν γεωργῶν μιαιφονίαν, οἳ δὴ πρώτους δούλους καὶ | |
30 | δευτέρους ἀποσταλέντας πρὸς αὐτούς, δηλαδὴ τοὺς κατὰ χρόνους προφήτας, ἀνεῖλον. μαρτυρεῖ τῷ λόγῳ καὶ ἡ παλαιὰ γραφὴ καὶ προ‐ φητῶν δὲ Ἠλίας ἐν εὐχῇ πρὸς τὸν θεὸν λέγων· «κύριε τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν κἀγὼ ὑπελείφθην μόνος καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν». ταῦτα γοῦν ὁ προφήτης | |
35 | τῶν ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους διὰ τῆς εὐχῆς κατηγορεῖ, οἱ δὲ | |
μὴ ἀρκεσθέντες τῇ κατὰ τῶν προφητῶν μιαιφονίᾳ ὕστερον καὶ αὐ‐ τὸν τὸν υἱόν, 〈τουτέστι τὸν τοῦ θεοῦ υἱόν〉, οὐκ ἀγνοοῦντες ἀλλ’ εὖ μάλα καὶ ἀκριβῶς εἰδότες αὐτὸν εἶναι τὸν κληρονόμον ἀνεῖλον. ταῦτα δὲ ὁ σωτὴρ πρὸ τοῦ πάθους περὶ ἑαυτοῦ ᾐνίττετο, προλαμβάνων τὸ | ||
40 | μέλλον κατὰ τὴν πρόγνωσιν. καὶ λέγει ταῦτα ἐν αὐτῷ διατρίβων τῷ ἱερῷ τοῖς κατ’ αὐτὸν γεωργοῖς τοῦ ἀμπελῶνος τοῖς 〈ἀρχιερεῦσι καὶ τοῖς διδασκάλοις καὶ τοῖς λοιποῖς τοῖσ〉 τοῦ λαοῦ προεστῶσιν, σφόδρα σαφῶς διὰ τῆς παραβολῆς αὐτοὺς καθ’ ἑαυτῶν τὴν ἀπόφασιν ἐξενέγκασθαι παρασκευάζων. 〈ἐρωτᾷ μὲν δὴ αὐτοὺς ἐν τῷ τῆς παραβολῆς τέλει λέγων· «ὅταν | |
45 | ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις»; οἱ δὲ〉 οὔπω συνέντες ὅτι περὶ αὐτῶν εἴρητο, 〈καθ’ ἑαυτῶν τὴν ψῆφον ἐξήνεγκον〉 ... . . . . . . . . . . . | |
12 | . . . . . ἐπεὶ δὲ καὶ περὶ τοῦ τόπου ἔχρησεν ὁ τοῦ θεοῦ λόγος, φέρε ἴδωμεν τὰς αὐτοῦ περὶ τούτου φωνάς. οὐ φέροντες αὐτοῦ τὴν σεμνὴν διδασκαλίαν οὐδὲ τὴν παρρησίαν καὶ τοὺς ἐλέγχους οἱ τῶν Ἰουδαίων ἄρχοντες τῆς πόλεως ἀπαλλαγῆναι ἐποίουν. ὁ δὲ ἀναχωρῶν | |
5 | τῶν Ἱεροσολύμων τοιάσδε προήκατο κατὰ τῆς πόλεως φωνάς· «Ἱερου‐ σαλὴμ Ἱερουσαλὴμ 〈ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν,〉 ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, 〈ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νόσσια αὐτῆς ὑπὸ τὰς πτέρυγασ〉 καὶ οὐκ ἠθελήσατε. ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν | |
10 | 〈ἔρημος. λέγω γὰρ ὑμῖν, οὐ μὴ ἴδητε ἀπ’ ἄρτι ἕως ἂν εἴπητε· εὐ‐ λογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.〉» [ ] μιάσματος γὰρ ἐνα‐ γοῦς ἐν τῷ μετὰ ταῦτα χρόνῳ δρασθέντος ὑπ’ αὐτῶν, —τοῦτο δ’ ἦν τὸ τολμηθὲν αὐτοῖς ἄγος κατὰ τοῦ σωτῆρος—, ἐχρῆν δήπου μὴ | |
μόνον τοὺς τῆς πόλεως οἰκήτορας, ἀλλὰ καὶ αὐτὸ τὸ ἔδαφος, ἐφ’ ᾧ | ||
15 | μέγα ἐφρόνουν, τἀπίχειρα ὧν ἔδρασαν οἱ οἰκήτορες παθεῖν, ἃ δὴ καὶ πεπόνθασιν οὐκ εἰς μακράν, Ῥωμαίων ἐπελθόντων τῇ πόλει καὶ τῶν οἰκητόρων τοὺς μὲν πολέμου νόμῳ κατασφαξάντων, τοὺς δ’ αἰχμαλώ‐ τους ἀπαγαγόντων, τοὺς δὲ λιμῷ διαφθειράντων, τοὺς δ’ ἀπελασάν‐ των καὶ εἰς πάντα τόπον διασκεδασάντων, τὸν δ’ οἶκον αὐτῶν καὶ | |
20 | τὸν νεὼν ἐμπρησάντων εἰς ἔσχατά τε ἐρημίας περιβαλόντων. ἀλλὰ γὰρ τούτων ἐν τοῖς μετὰ ταῦτα χρόνοις γενομένων προλαβὼν ὁ σω‐ τὴρ τὸ μέλλον τῇ προγνώσει οἷα θεὸς λόγος τὰ συμβησόμενα προαγο‐ ρεύει διὰ τῶν προκειμένων. τέκνα δὲ τῆς πόλεως ὀνομάζει τὸ Ἰου‐ δαίων πᾶν ἔθνος, οἶκον δὲ αὐτῶν ἀποκαλεῖ τὸν νεών. εἶτα μαρτύρεται | |
25 | ὅτι παρὰ τὴν αὐτῶν αἰτίαν τὰ σκυθρωπὰ αὐτοὺς μετελεύσεται, ἐπει‐ δήπερ αὐτὸς μὲν πολλάκις ἐπισυναγαγεῖν αὐτῶν τὰ τέκνα ὑπὸ τὸν τῆς θεοσεβείας ζυγὸν βεβούληται, οἷα τοῦ παντὸς 〈προὼν καὶ ἐξ αἰῶνοσ〉 πρόνοιαν αὐτῶν πεποιημένος δι’ ἑκάστου τε προφήτου καὶ καθ’ ἑκά‐ στην γενεὰν ἐπιστρέφων αὐτοὺς καὶ ἀνακαλούμενος, οἱ δὲ οὐκ ἤθελον | |
30 | ὑπακοῦσαι τῇ κλήσει, οὗ δὴ χάριν τὴν κατ’ αὐτῶν ἀπόφασιν προε‐ νήνεκται εἰπών· «ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος». σφόδρα δὲ ἀκριβῶς οὐ τὴν πόλιν ἔρημον ἔσεσθαί φησιν, ἀλλὰ τὸν ἐν αὐτῇ οἶκον, δηλαδὴ τὸν νεών, ὃν οὐκέτι ἑαυτοῦ [ἀλλ’] οὐδὲ τοῦ θεοῦ οἶκον βούλεται χρηματίζειν, ἀλλ’ αὐτῶν εἶναί φησιν. ἔρημον δὲ αὐτὸν | |
35 | ἔσεσθαι θεσπίζει οὐκ ἄλλως ἢ ὑπὸ τῆς πρότερον ἐπισκοπούσης αὐτὸν προνοίας καταλειφθησόμενον, 〈δι’ ὃ εἶπεν· «ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημοσ»〉. καὶ δὴ θαυμάσαι ἔστι τοῦ λόγου τὸ ἀποτέλεσμα, ὅτι δὴ μηδ’ ἄλλοτε πώποτε τοσαύτην ὑπέμεινεν ἐρημίαν ὁ τόπος οὐδ’ ὅτε διὰ τὰς ὑπερβαλλούσας αὐτῶν δυσσεβείας καὶ εἰδωλολατρείας τάς | |
40 | τε κατὰ τῶν προφητῶν μιαιφονίας ὑπὸ Βαβυλωνίων ἥλω· ἑβδομη‐ κονταετὴς γὰρ ὁ πᾶς τῆς ἐρημώσεως τοῦ τόπου χρόνος κατ’ ἐκείνους ἐγενήθη. διὸ οὐκ ἂν κυρίως ἐλέχθη αὐτοῖς τότε τὸ «〈ἰδοὺ〉 ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος». οὐ γὰρ ἀφείθη, ἔτυχε δὲ ἐπισκοπῆς μετ’ οὐ πολὺν χρόνον, καθ’ ὃν ἀνανεώσεως μείζονος ἢ κατὰ τὴν προτέραν | |
45 | ἠξιώθη, ὡς προειπεῖν τινα τῶν προφητῶν ὅτι δὴ «ἔσται ἡ δόξα τοῦ | |
οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν προτέραν». μετὰ δὲ τὴν τοῦ σωτῆρος ἡμῶν φωνήν, ὅπως ἀφείθησαν ὅ τε οἶκος αὐτῶν 〈διὰ τῆς τοῦ θεοῦ ἀποφάσεωσ〉 εἰς ἔσχατον ἐρημίας ἤλασεν, τοῖς εἰς τοὺς τόπους ἀφικνου‐ μένοις ἡ ὄψις αὐτὴ τοῦ λόγου μᾶλλον δείκνυσι τὸ ἀποτέλεσμα. καὶ | ||
12(50) | ὁ χρόνος δὲ πολυετὴς γεγονὼς καὶ μακρός, ὡς μὴ μόνον διπλασίονα εἶναι τῆς ἑβδομηκονταετοῦς ἐρημίας τῆς ἐπὶ Βαβυλῶνι γεγενημέ‐ νης, ἀλλὰ καὶ τετραπλασίονα ὑπερβαίνειν τὴν τοῦ σωτῆρος ἡμῶν ἀπόφασιν πιστοῦται. ὅτε 〈δὲ πάλιν καὶ κατ’ ἄλλον τινὰ χρόνον〉 ὁ μὲν 〈σωτὴρ〉 ἀμφὶ τὸ 〈εἰρημένον〉 ἱερὸν ἐβάδιζεν, οἱ δ’ αὐτοῦ μαθηταὶ τοῦ | |
55 | περιβόλου τὰς οἰκοδομὰς αὐτοῦ [τοῦ] τε τοῦ ἱεροῦ τὸ μέγεθος καὶ τὸ κάλλος ὑπερθαυμάζοντες ἐδείκνυον αὐτῷ, «ὁ δὲ 〈ἀποκριθεὶς εἶπεν αὐτοῖς· οὐ βλέπετε ταῦτα πάντα; λέγω ὑμῖν οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται〉». καὶ ὅτι μὴν ἀξιοθέατα ἦν πάντα τὰ τῆς οἰκοδομῆς τά τε τῆς ἄλλης κατασκευῆς τοῦ αὐτόθι νεώ, δηλοῦσιν | |
60 | αἱ ἱστορίαι. δείγματος δὲ χάριν εἰσέτι δεῦρο λείψανά τινα πεφύλα‐ κται, δι’ ὧν τὰ ἴχνη καταλαμβάνεται τῶν πάλαι κατασκευασμάτων. πάντων δὲ θαυμασιωτέρα τυγχάνει ἡ θεϊκὴ φωνὴ τῆς τοῦ σωτῆρος ἡμῶν προγνώσεως, 〈ἣ〉 καταλλήλως τοῖς τὰς οἰκοδομὰς ἐκπεπληγμέ‐ νοις ἀπεφήνατο, ἐν οἷς ἐθαυμάζοντο πῶς οὐ μὴ μείνῃ λίθος ἐπὶ | |
65 | λίθον ἀκαθαίρετος. δεῖν γὰρ διὰ τὰ τολμηθησόμενα τοῖς οἰκήτορσι παντελῆ φθορὰν καὶ ἐρημίαν τὸν τόπον ὑπομεῖναι, ἅτε δὴ ἀσεβῶν ἀνδρῶν γενόμενον οἰκητήριον. ὅπως δὲ τὰ τῆς προρρήσεως εἰς ἔργα προκεχώρηκεν ὅ τε πᾶς νεὼς καὶ ὁ περίβολος τά τε ἐν αὐτῷ σεμνὰ καὶ περικαλλῆ ἱδρύματα πάντα λόγον καλύπτοντα ἐρημίαν ἐξ ἐκείνου | |
70 | καὶ εἰς δεῦρο ὑπέμεινεν αὔξει τε κατὰ χρόνους καὶ ἐπινέμεται ἡ τοῦ λόγου δύναμις, ὡς μηδὲ ἴχνος θεμελίων ἔν τισι φαίνεσθαι τόποις. ἔξεστι τῷ βουλομένῳ παραλαμβάνειν ὀφθαλμοῖς. εἰ δὲ φαίη τις μέρη τινὰ ἔτι συνεστάναι, ἀλλὰ καὶ τούτων χρὴ προσδοκᾶν τὸν ἀφανισμὸν ὁσημέραι τῆς ἐρημίας αὐξούσης καὶ τῆς εἰρημένης προρ‐ | |
75 | ρήσεως ἀπορρήτῳ δυνάμει εἰς ἀεὶ ἐνεργούσης. οἶδα δέ τινων ἀκού‐ σας ἑρμηνευσάντων τὴν προκειμένην φωνὴν ἑτέρως. μὴ γὰρ περὶ | |
πάντων τῶν οἰκοδομημάτων εἰρῆσθαι ἀλλὰ περί τινος μέρους, ὃ δὴ οἱ μαθηταὶ αὐτοῦ θαυμάζοντες ἐπεδείκνυον αὐτῷ· κατ’ ἐκείνου γὰρ ἐξενηνοχέναι αὐτὸν τὴν πρόρρησιν. | ||
80 | 〈πάλιν δὲ ἡ τῶν μαθητῶν περὶ αὐτοῦ γραφὴ ταῦτα διδάσκει ὑπὲρ τῶν τοῦ τόπου πολιορκητῶν . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . τὰ μὲν πρόσθεν περὶ τοῦ νεώ, τὰ δὲ προκείμενα〉 περὶ τῆς πόλεως αὐτῆς ἐθεσπίζετο, ἣν «θεοῦ πόλιν» ὠνόμαζον οἱ Ἰουδαῖοι διὰ τὸν ἐν αὐτῇ | |
85 | τοῦ θεοῦ ἱδρυμένον νεών. ἀποκλαίεται δῆτα τὴν σύμπασαν πόλιν ὁ φιλάνθρωπος, οὐχ οὕτω τὰ οἰκοδομήματα οὐδὲ τοὔδαφος αὐτὸ ὡς τὰς ψυχὰς τῶν πάλαι οἰκητόρων καὶ τὴν ἀπώλειαν αὐτῶν ἐλεῶν, ἀλλὰ καὶ τὰ τῆς ἐρημίας αὐτῶν 〈αἴτια〉 παρίστησι λέγων, «εἰ ἔγνως καί γε σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ τὰ πρὸς εἰρήνην σοι». σημαίνει δὲ τὴν | |
90 | αὐτοῦ παρουσίαν ἐπ’ εἰρήνῃ τοῦ σύμπαντος κόσμου γεγενημένην. αὐτὸς γὰρ ἦν περὶ οὗ εἴρηται «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δι‐ καιοσύνη καὶ πλῆθος εἰρήνης». ἐληλύθει δὲ εἰς αὐτὸ τοῦτο κηρύξαι «εἰρήνην τοῖς ἐγγὺς καὶ τοῖς μακράν», τοῖς τε παραδεχομένοις αὐτόν φησιν, «εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν», ἥντινα | |
95 | εἰρήνην τὰ καθ’ ὅλης τῆς οἰκουμένης εἰς αὐτὸν πιστεύσαντα ἔθνη παρεδέξατο. ὁ δὲ ἐκ περιτομῆς λαὸς μὴ πιστεύσας εἰς αὐτὸν οὐκ ἔγνω τὰ πρὸς εἰρήνην ἑαυτοῦ. διὸ ἐπιλέγει, «νῦν δὲ ἐκρύβη ἀπὸ τῶν ὀφθαλμῶν σου, ὅτι ἥξουσιν ἡμέραι ἐπί σε καὶ περιβαλοῦσί σε οἱ ἐχθροί σου». [ ] τὰ γοῦν μέλλοντα αὐτοὺς καταλήψεσθαι μικρὸν | |
12(100) | ὕστερον ἐν τῇ κατ’ αὐτῶν πολιορκίᾳ, διὰ τὸ μὴ προσδέξασθαι αὐ‐ τοὺς τὴν προκαταγγελθεῖσαν αὐτοῖς εἰρήνην, ἐκρύβη ἀπὸ τῶν ὀφθαλ‐ μῶν αὐτῶν. ἐκεῖνοι μὲν οὖν 〈τὰ μετὰ ταῦτα αὐτοῖς συμβησόμενα〉 οὐ προεῖδον, αὐτὸς δὲ αὐτὰ διὰ τῆς προρρήσεως θεσπίζει σαφέστατα τὴν ὑπὸ | |
Ῥωμαίων πολιορκίαν καταλαβοῦσαν αὐτοὺς προσημάνας· 〈«ἥξουσι γὰρ | ||
105 | ἡμέραι ἐπί σε», ὅτι οὐκ ἔγνως τὰ πρὸς εἰρήνην σοι. διὰ ταύτην γὰρ τὴν αἰτίαν «ἥξουσιν ἡμέραι ἐπί σε καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου καὶ περι‐ κυκλώσουσί σε καὶ συνέξουσί σε παντόθεν καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου ἔν σοι,»〉 ὑπογράψας 〈δὲ διὰ τούτων〉 τὸν τρόπον τοῦ κατ’ αὐτῶν γενησομένου πολέμου. ὅπως δὲ ἐπὶ πέρας ἤχθη ταῦτα, πάρεστιν | |
110 | ἀπὸ τῆς Ἰωσήπου γραφῆς ἀναλέξασθαι, ὃς δὴ Ἰουδαῖος ὢν καὶ τῆς παρ’ αὐτοῖς Ἰουδαϊκῆς φυλῆς γεγονὼς τῶν τε ἐπισήμων καὶ ἐπιφα‐ νῶν ἐν τῷ ἔθνει, κατὰ τοὺς χρόνους τῆς πολιορκίας ἕκαστα τῶν πεπραγμένων ἱστόρησε σύμφωνα ταῖς προκειμέναις προρρήσεσι τὰ ἀποτελέσματα παραστήσας. [ ] | |
115 | . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . διὰ τῶν προκειμένων σημεῖα δίδωσι τοῦ καιροῦ τῆς παντελοῦς ἐρημίας τοῦ τόπου, 〈ἃ δὴ παρίστησι λέγων, «ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆσ»〉. μηδεὶς γάρ, φησί, προσδοκάτω μετὰ τὴν ἐσο‐ | |
120 | μένην πολιορκίαν καὶ τὴν ἐπὶ ταύτῃ γενησομένην ἐρημίαν τοῦ τόπου ἑτέραν αὐτῆς ἔσεσθαι ἀνανέωσιν, ὡς ἐπὶ τῶν χρόνων Κύρου τοῦ Περσῶν βασιλέως γέγονε καὶ μετὰ ταῦτα ἐπ’ Ἀντιόχου [τοῦ] Ἐπιφανοῦς καὶ πάλιν ἐπὶ Πομπηΐου. πολλάκις γὰρ ἤδη πολιορκίαν ὑπομείνας ὁ τό‐ πος, μείζονος ἠξιώθη μετὰ ταῦτα τιμῆς. ἀλλὰ νῦν τὴν ἐσχάτην τῆς | |
125 | πόλεως ἐρημίαν καὶ τὸν παντελῆ ἀφανισμὸν ἐπελεύσεσθαι αὐτῇ γι‐ νώσκετε, ἐπειδὰν «ἴδητε αὐτὴν ὑπὸ στρατοπέδων πολιορκουμένην». ἐρήμωσιν δὲ τῆς Ἱερουσαλὴμ ὀνομάζει τοῦ ἱεροῦ τὸν ἀφανισμὸν καὶ τῶν ἐν αὐτῷ πάλαι πρότερον κατὰ τὸν Μωσέως νόμον ἐπιτελουμένων τὴν καθαίρεσιν. μὴ γὰρ δὴ τῆς πόλεως αὐτῆς ἐρημίαν νόμιζε δηλοῦσθαι | |
130 | διὰ τούτων ὡς μηδενὸς ἐν αὐτῇ μηκέτι κατοικήσοντος. ἐπιλέγει δ’ οὖν ἑξῆς ὅτι κατοικηθήσεται ἡ πόλις, οὐ μὴν ὑπὸ Ἰουδαίων, ἀλλ’ ὑπὸ ἐθνῶν 〈ὧδέ πη λέγων, «καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν». τοι‐ | |
γαροῦν οἶδεν ὅτι κατοικηθήσεται ὑπὸ ἐθνῶν〉. ἐρήμωσιν δὲ αὐτῆς ἀποκαλεῖ τὸ μηκέτι ὑπὸ τῶν οἰκείων μηδὲ κατὰ τὴν νόμιμον λατρείαν συστή‐ | ||
135 | σεσθαι αὐτήν. ὅπως δὲ καὶ ταῦτα ἐπληροῦτο, οὐδὲν δεῖ πολλῶν λόγων. πάρεστι γὰρ ὑπ’ ὄψεσιν ὁρᾶν Ἰουδαίους μὲν εἰς πάντα τὰ ἔθνη διεσκεδασμένους, ἀλλοφύλους δὲ καὶ ἀλλογενεῖς οἰκήτορας τῆς πάλαι μὲν Ἱερουσαλήμ, νῦν δ’ ἀπὸ τοῦ πολιορκητοῦ Αἰλίου Ἀδριανοῦ Αἰλίας μετωνομασμένης. τὸ γοῦν παράδοξον τοῦ θεσπίσματος τοῦτ’ | |
140 | ἂν εἴη, ὅτι περὶ Ἰουδαίων μέν φησιν, «αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη», περὶ δὲ τῶν ἐθνῶν «καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν». ἐκπληκτικὸν δὲ τὸ ἀποτέλεσμα, εἴγε Ἰουδαῖοι πληροῦντες τὴν σύμπασαν ἀνθρώπων οἰκουμένην, ὥς τε καὶ μέχρις Αἰθιόπων χωρῆσαι καὶ Σκυθῶν καὶ αὐτῶν τῶν περάτων τῆς γῆς, ἐν μόνῃ τῇ | |
145 | αὐτῶν πόλει καὶ τῷ πάλαι θρησκευομένῳ παρ’ αὐτοῖς τόπῳ οὐχ οἷ‐ οί τέ εἰσιν ἐπιβαίνειν. καὶ εἰ μὲν ἦν παντελῶς ἔρημος ἡ πόλις καὶ ἀοίκητος, κἂν ὑπενόησέ τις τοῦτο εἶναι τὸ αἴτιον. νῦν δὲ ὑπὸ ἀλλο‐ γενῶν καὶ ἀλλοφύλων ἐθνῶν τοῦ τόπου κατοικουμένου μόνοις αὐ‐ τοῖς ἄβατος τυγχάνει, ὡς μηδ’ ἐξ ἀπόπτου δύνασθαι τὸ πατρῷον | |
12(150) | αὐτῶν ἔδαφος θεωρεῖν· ἃ δὴ τοῦτον ἀποτετέλεσται τὸν τρόπον ἀκολούθως τῷ φήσαντι χρησμῷ, «〈ὅτι αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη〉 καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν». [ ] σημαίνει δὲ καὶ τὸν πρὸ τῆς αἰχμαλωσίας πόλεμον εἰπών, «ἔσται γὰρ ἀνάγκη ἐπὶ τῆς γῆς καὶ ὀργὴ μεγάλη ἐν τῷ λαῷ τούτῳ, καὶ πεσοῦνται ἐν | |
155 | στόματι μαχαίρας». ταῦτα δὲ ὅπως κατὰ μέρος ἐπράχθη καὶ ὡς τὰ προηγορευμένα ὑπὸ τοῦ σωτῆρος ἡμῶν τέλους ἔτυχεν 〈ἔργῳ〉, ἔξεστιν ἀπὸ τῆς ἱστορίας 〈Φλαυίου〉 Ἰωσήπου μαθεῖν, ὃς καὶ τῆς φησάσης τοῦ σωτῆρος ἡμῶν προρρήσεως, «οὐαὶ δὲ ταῖς 〈ἐν γαστρὶ ἐχούσαις καὶ ταῖσ〉 θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις», τὸ ἀποτέλεσμα σαφῶς | |
160 | παρίστησι μνημονεύσας, ὡς γυναῖκες τὰ ἑαυτῶν βρέφη ὀπτήσασαι πυρὶ διὰ τὴν ὑπερβολὴν τοῦ κατασχόντος λιμοῦ τὴν πόλιν ἔφαγον. τοῦτον γὰρ αὐτὸν τὸν γενησόμενον ἐν τῇ πόλει λιμὸν προθεωρήσας ὁ σωτήρ, παρῄνει τοῖς αὐτοῦ μαθηταῖς ἐν τῇ μελλούσῃ κατὰ Ἰου‐ | |
δαίων γενήσεσθαι πολιορκίᾳ μὴ ὡς ἐπ’ ἀσφαλῆ τόπον καὶ φυλαττό‐ | ||
165 | μενον ὑπὸ τοῦ θεοῦ καταφεύγειν ἐπὶ τὴν πόλιν, ὅπερ πεπόνθασιν οἱ πολλοί, ἀλλ’ ἐκεῖθεν μὲν ἀναχωρεῖν, φεύγειν δὲ εἰς τὰ ὄρη καὶ τοὺς ἐν μέσῳ τῆς Ἰουδαίας ἐκχωρεῖν εἰς τὰ ἔθνη καὶ τοὺς ἐν τῇ χώρᾳ μὴ καταφεύγειν 〈ἐπ’ αὐτὴν〉 ὡς ἐπὶ ὀχυρὸν τόπον. [ ] διό φησιν· «καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσελθέτωσαν εἰς αὐτήν, ὅτι ἡμέραι ἐκδι‐ | |
170 | κήσεως αὗταί εἰσι τοῦ πληρωθῆναι πάντα τὰ γεγραμμένα» ...... | |
13 | 〈ταύτας τὰς συμφορὰσ〉 ἀπὸ μυρίων τέθεικα διὰ τὴν θείαν τοῦ σω‐ τῆρος ἡμῶν πρόρρησιν τὴν φήσασαν, «οὐαὶ δὲ 〈ταῖς ἐν γαστρὶ ἐχού‐ σαις καὶ〉 ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις». ἐπεὶ δὲ καὶ τοῦτο ταῖς προρρήσεσι τοῦ σωτῆρος πρόσκειται, τὸ «ἔσται ἀνάγκη | |
5 | μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ 〈μεγάλη〉 τῷ λαῷ τούτῳ» ἢ κατὰ τὸν Ματθαῖον «〈ἔσται γὰρ τότε〉 θλῖψις 〈μεγάλη〉, οἵα οὐδέποτε γέγονεν 〈ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ’ οὐ μὴ γένηται〉», ἐπακοῦσαι καλὸν τοῦ ἱστορικοῦ τούτων αὐτῶν τὰ ἀποτελέσματα ὧδέ πη ἱστο‐ ροῦντος· «καθ’ ἕκαστον μὲν οὖν ἐπεξιέναι τὴν παρανομίαν αὐτῶν | |
10 | ἀδύνατον. συνελόντι δ’ εἰπεῖν μήτε πόλιν ἄλλην τοιαῦτα πεπονθέναι μήτε γενεὰν ἐξ αἰῶνος γεγονέναι κακίας γονιμωτέραν. τὴν μὲν πόλιν ἀνέτρεψαν αὐτοί, Ῥωμαίους δὲ ἄκοντας ἠνάγκασαν ἐπιγραφῆναι σκυ‐ θρωπῷ κατορθώματι καὶ μόνον οὐχ εἵλκυσαν βραδῦνον ἐπὶ τὸν ναὸν τὸ πῦρ. ἀμέλει καιόμενον ἐκ τῆς ἄνω πόλεως ἀφορῶντες οὔτε ἤλγη‐ | |
15 | σαν οὔτε ἐδάκρυσαν». ταῦτα διὰ τὸ «ἔσται γὰρ 〈τότε〉 θλῖψις μεγάλη, 〈οἵα οὐδέποτε γέγονεν ἀπ’ ἀρχῆς κόσμου〉», ὃ δὴ καὶ προρρηθὲν ὑπὸ τοῦ σωτῆρος μεμαρτύρηται ὑπὸ τοῦ συγγραφέως μεθ’ ὅλα ἔτη τεσ‐ σαράκοντα κατὰ τὴν Οὐεσπασιανοῦ Ῥωμαίων αὐτοκρατορίαν πληρω‐ θέν. [ ] προστίθησι 〈δὲ〉 ταῖς αὐτοῦ προρρήσεσι 〈ὁ σωτὴρ〉 χρόνον | |
20 | ὁρίζων, μέχρι τίνος ἔσται Ἱερουσαλὴμ πατουμένη ὑπὸ ἐθνῶν. λέγει δ’ οὖν, «ἄχρι 〈οὗ〉 πληρωθῶσι καιροὶ ἐθνῶν», οὕτω σημάνας τὴν τοῦ βίου συντέλειαν. [ ] | |
14 | 〈διὸ δὴ〉 τὰς ἐν ψυχαῖς διαφορὰς τῶν τὴν διδασκαλίαν αὐτοῦ μελλόντων ὑποδέχεσθαι ἐν τοῖς μετὰ ταῦτα χρόνοις εὖ μάλα ἐκγυμνοῖ [ὁ κύριος]. καὶ τρία μὲν τάγματα τῶν οὐ γνησίως τὸν σπόρον τῆς αὐτοῦ διδασκαλίας παραδεχομένων ἔσεσθαι προαγορεύει, τρεῖς 〈δὲ〉 | |
5 | ὡσαύτως ἀγαθῶν χοροὺς τῶν δίκην εὐγείου χώρας πολυφορούντων καὶ πολυπλασιαζόντων τὸν λόγον. τῶν μὲν οὖν ἀπολλύντων τὰ καταβαλλόμενα τῇ αὐτῶν ψυχῇ σπέρματα αἰτίας εἶναί φησι τρεῖς. ἢ γὰρ ὑπὸ φροντίδων τοῦ βίου καὶ τῆς περὶ τὰ μὴ ἀναγκαῖα σπουδῆς ὑπό τε πλούτου καὶ τρυφῆς καταχωννύντες τὸν ἐν αὐτοῖς σπόρον | |
10 | ἐοίκασι τοῖς ὑπὸ ἀκανθῶν ἀποπνίγουσι, ἢ οὐκ ἀπὸ βάθους διανοίας αὐτὸν παραδεξάμενοι θᾶττον ἀποσβέννυνται περιστάσεως καταλαβού‐ σης, ἢ κατὰ τρίτην αἰτίαν αἴτιοι ἀπωλείας καθίστανται τοῦ ἐν αὐτοῖς σπόρου, τὰς αὐτῶν ἀκοὰς ἐκδιδόντες ἀνέτως τοῖς ἐξαπατᾶν ἐθέλουσι καὶ ὑφαρπάζειν τὰ ἐν τῇ αὐτῶν ψυχῇ καταβληθέντα σπέρματα. [ ] | |
15 | ἐκεῖνοι μὲν οὖν οὐκ ἄλλως τῆς κατὰ θεὸν στέρονται καρποφορίας ἢ καθ’ ἕνα τῶν λελεγμένων τρόπων. οἱ δὲ ἐναντίως ἐκείνοις διακείμενοι καθαρᾷ ψυχῇ καὶ προαιρέσει γνησίᾳ τὸν σωτήριον ὑποδεξάμενοι σπόρον, πάλιν κατὰ δύναμιν τῆς αὐτῶν ψυχῆς πολυπλασιάζουσι τοὺς ἑαυτῶν καρπούς. | |
15 | αὐτίκα 〈γὰρ〉 Σαμαρεῖται Δοσίθεον μετὰ τοὺς χρόνους τοῦ σωτῆ‐ ρος γενόμενον αὐτὸν εἶναι τὸν ὑπὸ Μωσέως προφητευόμενον προ‐ φήτην ἐπείσθησαν, ἀπατηθέντες ὑπ’ αὐτοῦ ὡς τὸν Χριστὸν αὐτὸν εἶναι ἀποφήνασθαι. ἄλλοι δὲ 〈πάλιν〉 κατὰ τοὺς χρόνους τῶν ἀπο‐ | |
5 | στόλων Σίμωνα τὸν μάγον τὴν μεγάλην τοῦ θεοῦ δύναμιν ἐκάλουν, αὐτὸν εἶναι νομίσαντες τὸν Χριστόν. καὶ κατὰ τὴν Φρυγίαν δὲ | |
Μοντανὸν ἕτεροι, ἀλλαχοῦ δὲ πάλιν ἑτέρους ἄλλοι νενομίκασιν, καὶ οὐ παύσονταί γε οἱ ἀπατεῶνες. προσδοκᾶν γὰρ χρὴ καὶ πλείους τοιούτους ἔσεσθαι, ἐξ ὧν δὴ καὶ αὐτῶν ἡ ἀλήθεια τῶν σωτηρίων | ||
10 | προγνώσεων τὴν μαρτυρίαν εἴληφεν. | |
16 | [ ] 〈Ματθαῖος ἀπόστολοσ〉 τὸν πρότερον βίον οὐκ ἀπὸ σεμνῆς διατριβῆς ὡρμᾶτο, ἐκ δὲ τῶν ἀμφὶ τὰς τελωνίας καὶ πλεονεξίας σχολαζόντων, καὶ τοῦτο τῶν λοιπῶν εὐαγγελιστῶν οὐδεὶς δῆλον ἡμῖν ἐποίησεν, οὐχ ὁ συναπόστολος αὐτοῦ Ἰωάννης οὐδέ γε Λουκᾶς οὐδὲ | |
5 | Μάρκος, οἱ τῶν λοιπῶν εὐαγγελίων συγγραφεῖς, [ ] αὐτὸς δὲ ὁ Ματ‐ θαῖος τὸν ἑαυτοῦ στηλιτεύων βίον καὶ κατήγορος 〈αὐτὸσ〉 ἑαυτοῦ γι‐ νόμενος. 〈ἐπάκουσον γοῦν ὅπως διαρρήδην〉 ὀνομαστὶ αὐτὸς ἑαυτοῦ μεμνημένος ἐν τῷ οἰκείῳ συγγράμματι τόνδ’ ἱστορεῖ τὸν τρόπον «καὶ παράγων ἐκεῖθεν ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώ‐ | |
10 | νιον, Ματθαῖον ὀνόματι, 〈καὶ εἶπεν αὐτῷ· ἀκολούθει μοι. καὶ ἀνα‐ στὰς ἠκολούθησεν αὐτῷ. καὶ ἐγένετο ἀνακειμένου αὐτοῦ ἐν τῇ οἰκίᾳ καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ〉». [ ] καὶ πάλιν προϊὼν ἑξῆς τόν τε κατάλογον τῶν λοιπῶν μαθητῶν ἐξαριθμούμενος αὐτὸς ἑαυτῷ τὸ τοῦ τελώνου | |
15 | προστίθησιν ὄνομα. 〈λέγει δ’ οὖν· «τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα. πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης». οὕτως μὲν ὁ Ματθαῖοσ〉 δι’ ὑπερβολὴν ἐπιεικείας 〈τὸ φιλάληθες ὑπο‐ | |
20 | φαίνων τοῦ ἰδίου τρόπου καὶ τελώνην ἑαυτὸν ἀποκαλεῖ〉, μὴ ἐπι‐ κρύπτων τὸν πρότερον ἑαυτοῦ βίον, καὶ ἁμαρτωλοῖς ἑαυτὸν συναριθ‐ μεῖ καὶ τοῦ συναποστόλου δεύτερον ἑαυτὸν καταλέγει. συνεζευγμένος γοῦν τῷ Θωμᾷ ὡς Πέτρος Ἀνδρέᾳ καὶ Ἰάκωβος Ἰωάννῃ Φίλιππός τε [καὶ] Βαρθολομαίῳ προτάττει ἑαυτοῦ τὸν Θωμᾶν, προτιμῶν ὡς | |
25 | κρείττονα τὸν συναπόστολον, τῶν λοιπῶν εὐαγγελιστῶν τοὐναντίον πεποιηκότων. | |
17 | 〈εἰ γὰρ δὴ πλάττεσθαι αὐτοῖς ὁ σκοπὸς ἦν καὶ λόγοις ψευδέσι τὸν διδάσκαλον ἐπαίρειν καὶ θαύμασι κοσμεῖν, οὐκ ἄν ποτε αὐτοὶ καθ’ ἑαυτῶν τὰ προειρημένα κατέγραφον οὐδ’ ἂν ἐδήλουν τοῖς μετὰ ταῦτα ἀνθρώποις, ὅτι δὴ ὁ πρὸς αὐτῶν πρεσβευόμενος ἐλυπεῖτο καὶ ἠδημόνει | |
5 | καὶ τετάρακτο τὴν ψυχήν, ἢ ὅτι αὐτοὶ αὐτὸν〉 ἀπολιπόντες ᾤχοντο 〈ἢ ὅτι〉 ὁ πάντων αὐτῶν προκεκριμένος ἀπόστολός τε καὶ μαθητὴς αὐ‐ τὸς ἐκεῖνος ὁ βοώμενος Πέτρος βασάνων ἐκτὸς καὶ ἀρχοντικῆς ἀπει‐ | |
λῆς τρίτον αὐτὸν ἐξωμόσατο. |