TLG 2018 008 :: EUSEBIUS :: Epistula ad Flacillum

EUSEBIUS Scr. Eccl. Theol., Filius Pamphili
(Caesariensis: A.D. 4)

Epistula ad Flacillum

Source: Klostermann, E., Hansen, G.C. (eds.), Eusebius Werke, Band 4: Gegen Marcell. Über die kirchliche Theologie. Die Fragmente Marcells [Die griechischen christlichen Schriftsteller 14, 2nd edn.] Berlin: Akademie–Verlag, 1972: 60.

Citation: (Line)

1tΤῷ τιμιωτάτῳ καὶ ἀγαπητῷ συλλειτουργῷ Φλακίλλῳ
2tΕὐσέβιος ἐν κυρίῳ χαίρειν
3 Εἰ πρὸς τὴν ἀδόλεσχον καὶ πολυεπῆ Μαρκέλλου γραφὴν τὰ παρ’ ἡμῶν ἐν βραχέσιν ἤρκεσεν, οὐ χρὴ θαυμάζειν· οὐ γὰρ δὴ πολλῶν
5ἔδει λόγων πρὸς ἀνατροπὴν τῶν αὐτόθεν καὶ τοῖς τυχοῦσιν κατε‐ γνωσμένων. διὸ δὴ ἐν δυσὶ τοῖς πρώτοις μόνῃ τῇ παραθέσει τῶν τοῦ ἀνδρὸς ῥημάτων χρησάμενος δίχα πάσης ἀντιρρήσεως ἐξ αὐτῶν τὸν κατ’ αὐτῶν ἔλεγχον φανερὸν ἐποιούμην. νυνὶ δὲ πρὸς ἐκείνῃ τῇ φώρᾳ καὶ τὴν ἀνατροπὴν τῶν αὐτῶν διὰ τριῶν τῶν μετὰ χεῖρας
10προσήγαγον. ὁ μὲν γὰρ ἕν τι διωλύγιον καὶ πολυπλανὲς σύγγραμμα συντάξας τοῦτό φησιν πεποιηκέναι διὰ τὸ ἕνα γνωρίζειν θεόν, μή πη λάθῃ τῷ υἱῷ τοῦ θεοῦ χώραν διδοὺς ὑποστάσεως διελὼν τὴν γραφήν. ἡμεῖς δὲ τὴν παναγίαν καὶ τρισμακαρίαν τιμῶντες τριάδα
15ἐν τοσούτοις τὴν πᾶσαν ὑπόθεσιν συνειλήφαμεν, φεισάμενοι μὲν πολυλογίας, ἐν ἐπιτόμοις δὲ καὶ βραχέσιν τὴν ἀληθῆ παραστήσαντες θεολογίαν. εἰ μὲν οὖν αὐτάρκως ἔχει τὰ γραφέντα, κρίνειας ἂν αὐτὸς ἐντυγχάνων· εἰ δέ τινα λείποι, καὶ ταῦτα 〈ἂν〉 ἀναπληρώσειας, δηλαδὴ [ἃ δὴ] ἀδελφὸς ἀδελφοῦ τὰ ὑστερήματα, εἴ που καὶ θεραπείας
20δέοιτο, δι’ ἐπανορθώσεως ἐξιώμενος.
Ἔρρωσθαί σε καὶ μνημονεύειν μου τῷ κυρίῳ διὰ παντὸς εὔχομαι.60