TLG 2018 007 :: EUSEBIUS :: Contra Marcellum EUSEBIUS Scr. Eccl.
Theol., Filius Pamphili Contra Marcellum Citation: Book — chapter — section — (line) | ||
t1.1 | ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ | |
1t1 | Λόγος Αʹ | |
1Pin1 | 〈αʹ πόθεν ὁρμώμενος ὁ Μάρκελλος τουτὶ τὸ σύγ‐ γραμμα ἔγραψεν. βʹ ὅτι οὐδὲ τὰς θείας ἐξηκρίβου γραφάς. γʹ Μαρκέλλου περὶ τῶν παρ’ Ἕλλησιν παροιμιῶν. | |
5 | δʹ ὅτι τήν τε ἐκκλησιαστικὴν διδασκαλίαν καὶ τοὺς προεστῶτας αὐτῆς διέβαλλεν.〉 | |
---|---|---|
1.1.1 | Ἡ ὑπόθεσις αὐτῷ τῆς γραφῆς μισαδελφία κατέστη, τὸ δὲ ταύτης αἴτιον ζῆλος καὶ φθόνος, ἃ δὴ καὶ ἄλλους μυρίους εἰς κακῶν ἔσχατα κατεκρήμνισεν· ζῆλος γοῦν καὶ φθόνος ἀρχῆθεν ἀδελφοκτονίαν εἰρ‐ γάσαντο. ἔνθεν ὁρμηθεὶς ὁ ἀνήρ, ἓν τουτὶ γράψας καὶ μόνον ὡς | |
5 | μήποτ’ ὤφελεν σύγγραμμα, εὐθὺς ἀρχόμενος ἀφ’ ἑστίας τοῖς ἁγίοις τοῦ θεοῦ λειτουργοῖς πολεμεῖν προὔθετο, ἀφέμενος τοῦ λέγειν τε καὶ γράφειν πρὸς τὸ μέγα καὶ πολὺ στῖφος τῶν τὴν αὐτοῦ χώραν λυμαινομένων αἱρεσιωτῶν, ὃ δὴ καὶ μάλιστα πράττειν ἐχρῆν (εἴπερ τις αὐτῷ παρῆν σωτηρίου λόγου δύναμις) ποιμένος ἀγαθοῦ δίκην ὥσπερ | |
10 | τινὰς λύκους καὶ θῆρας τοὺς ἐχθροὺς τῆς ἐκκλησίας τοῦ θεοῦ τοῦ | |
1.1.2 | Γαλατῶν ἔθνους ἀπελαύνοντα. ὁ δ’ ὥσπερ τινὰ χέρσον ἑρπυστικῶν ἰοβόλων ἔμπλεω παριδὼν τὴν αὐτοῦ χώραν, τοῖς τοῦ θεοῦ λειτουρ‐ γοῖς, εἰκῆ καὶ μάτην ἀναζέσας, ἐπαφῆκε τὸν θυμόν. καὶ τούτοις οὐ | |
τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς καὶ πάνυ θεοῦ χάριτι βίῳ τε καὶ φιλοσόφῳ | 1 | |
5 | πολιτείᾳ παρὰ τοῖς πᾶσιν ἐμπρέπουσιν· 〈καὶ οὐ τοῖς ζῶσιν〉 μόνοις, ἀλλὰ καὶ τοῖς ἐν Χριστῷ κεκοιμημένοις· καὶ τούτων ἐκείνοις, ὧν μάλιστα δι’ ἀρετὴν θεοσεβείας λόγων τε θείων ἀσκήσεως ἡ φήμη καθ’ ὅλης ὡς εἰπεῖν ᾄδεται τῆς οἰκουμένης. τούτων δὲ αὐτῶν οὐχ ἅπαξ ἐμνήσθη κακῶς, πολλάκις δὲ καὶ διαφόρως, τὰς κατ’ αὐτῶν διαβολάς | |
1.1.3 | τε καὶ συκοφαντίας ἀφειδῶς πεποιημένος. ἤδη δὲ καὶ ἀραῖς κέ‐ χρηται κατ’ αὐτῶν, οἷα γυναικῶν ἐν μάχῃ, λοιδορούμενος καὶ ἐπαρώ‐ μενος τοῖς μηδὲν αὐτὸν ἠδικηκόσιν. διὸ καὶ πέρα τοῦ δέοντος εἰς μακρὸν αὐτῷ καὶ ἄμετρον μῆκος ἐξέπεσεν ἡ γραφή, ὡς ὅλον ἐπῶν | |
1.1.4 | ἐγγύς που μυρίων τὸν ἕνα λόγον ἀπαρτισθῆναι. εἰκότως οὖν κατὰ τῶν ἁγίων τοῦ θεοῦ λειτουργῶν κακήγορον γλῶτταν ὀξύνας καὶ τὸ ἀνευλαβὲς καὶ ἄφοβον προγυμνάσας ἐν τούτοις, προϊὼν ἑξῆς προὔ‐ κοψεν ἐπ’ αὐτὸ τὸ κορυφαιότατον τοῦ παντός, τὸν μονογενῆ καὶ | |
5 | ἀγαπητὸν υἱὸν τοῦ θεοῦ τοιαύταις ἀθέοις ὑποβαλὼν βλασφημίαις, οἵας μικρὸν ὕστερον αὐτοῦ λέγοντος, ἀλλ’ οὐκ ἐμοῦ, βέλτιον ἀκούειν. | |
1.1.5 | τῇ δέ γε παραθέσει τῶν αὐτοῦ ῥημάτων χρησάμενος μέχρι τούτου στήσομαι τέως πρὸς ἐναντίωσιν καὶ ἀνατροπὴν αὐτῶν οὐ μακροὺς ἐπάγων λόγους, τῷ μήτε τοὺς ἄνδρας τοὺς ὑπ’ αὐτοῦ βλασφημη‐ θέντας ἀγνῶτάς τινας εἶναι καὶ ἀφανεῖς, γνωρίζεσθαι δὲ παρὰ τοῖς | |
1.1.6 | πᾶσιν καὶ σιωπῶντος, μήτε τὴν εἰς τὸν Χριστὸν τοῦ θεοῦ βλασφη‐ μίαν ἀμφήριστόν τινα καὶ ἀγνοουμένην ὑπάρχειν, ὡς πολλῆς τινος καὶ λογικωτέρας πρὸς ἔλεγχον δεηθῆναι σπουδῆς· οὕτως πᾶσιν τοῖς τῆς ἐκκλησιαστικῆς χάριτος μετειληχόσιν, μικροῖς ὁμοῦ καὶ μεγάλοις, | |
5 | καὶ αὐτὸ μόνον λεχθεῖσα πρόδηλος καθέστηκεν ἡ τοῦ ξένου τούτου [καὶ] θεολόγου κενοφωνία. διὸ βραχέσιν αὐτὸ μόνον παρασημειώσεσιν χρήσομαι, εἱρμῷ καὶ τάξει σωματοποιῶν τὸν λόγον, ὑποσημαινόμενός | |
1.1.7 | τε αὐτὸ μόνον τὸ παράλογον τῶν ἐμφερομένων. πρὶν δ’ ἐπὶ τὰς αὐτοῦ χωρῆσαι φωνὰς ἀναγκαίως τοῖς ἐντυγχάνουσι τῷ τοῦ ἀνδρὸς συγγράμματι συμβουλεύσαιμ’ ἄν, εἰ δὴ μάλιστα Γαλατῶν εἶέν τινες, μὴ ἀμνημονεῖν τῆς θείας φωνῆς Παύλου τοῦ ἀποστόλου, ὃς αὐτοῖς | |
5 | Γαλάταις γράφων παρῄνει μὴ μετατίθεσθαι «ἀπὸ τοῦ καλέσαντος» αὐτοὺς «ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον» («οὐκ ἔστιν» γὰρ «ἄλλο», ὡς αὐτὸς ἔφη, «εἰ μή τινές εἰσιν οἱ ταράσσοντες» αὐτοὺς | |
1.1.8 | «καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ»), κἀκείνῳ δὲ ἀναγκαίως προσέχειν τὸν νοῦν, δι’ οὗ καὶ ἑαυτοῦ καθαπτόμενος | |
ὁ τοσοῦτος ἀπόστολος εἰς δυσώπησιν τῶν διαστρέφειν τοὺς ἄνδρας πειρωμένων προσετίθει λέγων «ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ | 2 | |
5 | οὐρανοῦ ὑμῖν εὐαγγελίσηται παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα | |
1.1.9 | ἔστω». ὃ δὴ ἐπαναλαβὼν δευτεροῖ φάσκων «ὡς προειρήκαμεν καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω». τί δὲ ἦν τοῦτο, παρ’ ὃ οὐκ ἦν εὐαγγελί〈ζεσθαι ἄλλο εὐαγγέλι〉ον, ἤ που πάντως αὐτὸ ἐκεῖνο ὃ δὴ τοῖς αὐτοῦ παραδιδοὺς | |
5 | μαθηταῖς ὁ σωτὴρ ἀναγέγραπται εἰρηκὼς «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ | |
1.1.10 | τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος»; ταύτην γὰρ ἡμῖν τὴν χάριν τῆς γνώσεως τῆς ἁγίας τριάδος μόνος αὐτὸς διὰ τῆς μυστικῆς δεδώ‐ ρηται ἀναγεννήσεως, οὔτε Μωσέως οὔτε προφητῶν τινος τῷ προ‐ τέρῳ λαῷ ταύτην διακονησαμένου· μόνῳ γὰρ ἔπρεπεν τῷ υἱῷ τοῦ θεοῦ | |
5 | τὴν πατρικὴν ἅπασιν ἀνθρώποις εὐαγγελίσασθαι χάριν, ἐπειδήπερ «ὁ νόμος διὰ Μωσέως ἐδόθη», διὰ δὲ μόνου «Ἰησοῦ Χριστοῦ», ὡς διὰ | |
1.1.11 | «μονογενοῦς υἱοῦ» [Ἰησοῦ], «ἡ χάρις καὶ ἡ ἀλήθεια» ἐγένετο. ἔνθεν εἰκότως ὁ μὲν παιδαγωγοῦ τρόπον νηπιάζοντι τῷ προτέρῳ λαῷ «στοιχεῖα τῆς ἀρχῆς τῶν τοῦ θεοῦ» παρεδίδου «λογίων», πολυθέου μὲν ἀπείργων πλάνης, θεὸν δὲ κηρύττων ἕνα μόνον εἰδέναι. ἡ δὲ | |
5 | σωτήριος χάρις, ὑπερκόσμιόν τινα καὶ ἀγγελικὴν ἡμῖν παρέχουσα γνῶσιν, τὸ πάλαι τῷ προτέρῳ λαῷ σεσιγημένον μυστήριον ἀναφαν‐ δὸν ἐξεκάλυπτεν, αὐτὸν τὸν ἐπέκεινα τῶν ὅλων θεόν, τὸν τοῖς πάλαι ἀνθρώποις ἐγνωσμένον, θεὸν ἅμα καὶ πατέρα εἶναι υἱοῦ τοῦ μονο‐ γενοῦς κηρύττουσα, τήν τε τοῦ ἁγίου πνεύματος διὰ τοῦ υἱοῦ τοῖς | |
1.1.12 | ἀξίοις ἐπιχορηγοῦσα δύναμιν. αὐτόθεν πως τὴν ἁγίαν καὶ μακαρίαν καὶ μυστικὴν τριάδα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰς σωτή‐ ριον ἐλπίδα διὰ τῆς ἐν Χριστῷ ἀναγεννήσεως ἡ τοῦ θεοῦ ἐκκλησία παραλαβοῦσα φυλάττει. καὶ τοῦτ’ ἦν τὸ εὐαγγέλιον, ὃ μὴ θεμιτὸν | |
5 | εἶναι μετατίθεσθαι «εἰς ἕτερον εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο» ὁ μέγας ἀπόστολος εἰσέτι δεῦρο Γαλάταις μαρτύρεται, διὰ τῆς πρὸς αὐτοὺς ἐπιστολῆς βοῶν «κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγε‐ λίζηται ὑμᾶς παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω»· πόρρωθεν, ὡς εἰκός, μηδ’ ἐπισκόποις μηδ’ ἄρχουσιν μη〈δὲ〉 διδασκάλοις προσέχειν, | |
10 | εἰ τὸν ἀληθῆ τῆς πίστεως διαστρέφοι τις αὐτῶν λόγον, διαστελλό‐ | |
1.1.13 | μενος. τίς δ’ ἦν οὗτος 〈ἢ〉 ὁ θεὸν πατέρα εἰδέναι διδάσκων καὶ υἱὸν θεοῦ γιγνώσκειν παραδιδοὺς καὶ πνεύματος ἁγίου φιλοτιμεῖσθαι με‐ τέχειν; ἅπερ μόνων ἂν γένοιτο Χριστιανῶν γνωρίσματα, ὧδέ πη τῆς | 3 |
1.1.14 | ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀφοριζομένης τοῦ Ἰουδαϊκοῦ τρόπου. ὡς γὰρ ἐκεῖνος τὴν πολύθεον καὶ Ἑλληνικὴν ἀπεδοκίμαζεν πλάνην ἑνὸς θεοῦ ὁμολογίᾳ, οὕτως καὶ τῆς ἐκκλησίας ἡ ἐξαίρετος περὶ υἱοῦ γνῶσις κρεῖττόν τι καὶ πλέον [τι] προὐξένει, τὸν αὐτὸν θεὸν πατέρα εἰδέναι | |
5 | μονογενοῦς υἱοῦ διδάσκουσα, ἀληθῶς υἱοῦ ὄντος καὶ ζῶντος καὶ ὑφεστῶτος. «ὡς γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ 〈οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ〉» αὐτὸς λέγων ἐδίδασκεν ὁ μονο‐ | |
1.1.15 | γενὴς τοῦ θεοῦ, ἵν’ ᾖ καὶ ὁ πατὴρ ἀληθῶς πατὴρ (οὐ μέχρι φωνῆς ὧδέ πη χρηματίζων, οὐδὲ ψευδῆ κεκτημένος τὴν προσηγορίαν, ἀληθείᾳ δὲ καὶ ἔργῳ πατὴρ υἱοῦ μονογενοῦς) καὶ ὁ υἱὸς ἀληθῶς υἱός. ὁ δὲ ψιλὸν λόγον εἶναι τὸν υἱὸν ὑπολαμβάνων καὶ μόνον λόγον εἶναι | |
5 | μαρτυρόμενος καὶ πολλάκις τοῦτ’ αὐτὸ λέγων ὡς οὐδὲν ἕτερον ἦν ἢ λόγος, ἔνδον μένων ἐν ἡσυχάζοντι τῷ πατρὶ ἐνεργῶν δὲ ἐν τῷ τὴν κτίσιν δημιουργεῖν, ὁμοίως τῷ ἡμετέρῳ ἐν σιωπῶσιν μὲν ἡσυχάζοντι ἐν δὲ φθεγγομένοις ἐνεργοῦντι, δῆλος ἂν εἴη Ἰουδαϊκῷ τινι καὶ ἀνθρωπίνῳ συντρέχων φρονήματι τὸν δ’ ἀληθῶς υἱὸν τοῦ θεοῦ | |
1.1.16 | ἀρνούμενος. εἰ γοῦν τις Ἰουδαίων ἔροιτό τινα, εἰ λόγον ἔχει ὁ θεός, πάντως που φήσει· ἐπεὶ [καὶ λόγον] καὶ λόγους πλείους ἔχειν αὐτὸν ὁμολογήσειεν ἂν Ἰουδαίων ἅπας. ὅτι δὲ καὶ υἱὸν ἔχει, οὐκέτ’ ἂν ὁμο‐ | |
1.1.17 | λογήσειεν ἐρωτηθείς. εἰ δὲ μὴ Ἰουδαίων ἀλλ’ ἐπισκόπων τις ταύτην εἰσαγάγοι τὴν δόξαν, λόγον αὐτὸν μόνον διδοὺς ἡνωμένον τῷ θεῷ καὶ τοῦτον εἶναι ἀίδιον καὶ ἀγέννητον ἕν τε εἶναι καὶ ταὐτὸν τῷ θεῷ, ὀνόμασιν μὲν διαφόροις πατρὸς καὶ υἱοῦ χρηματίζοντα οὐσίᾳ | |
5 | δὲ καὶ ὑποστάσει ἓν ὄντα, πῶς οὐ δῆλος ἂν γένοιτο τὸν μὲν Σα‐ βέλλιον ὑποδυόμενος, τῆς δ’ ἐν Χριστῷ γνώσεώς τε καὶ χάριτος ἠλλοτριωμένος; οὐδὲ γὰρ ζητεῖν οὐδ’ ἀμφιβάλλειν οὐδ’ ἐρωτᾶν 〈αὐ〉τοῖς, εἰ ἦν καὶ προῆν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, ὁ τῆς ἐκκλησίας ἐπιτρέποι ἂν θεσμός· ὁμολογουμένῃ δὲ καὶ ἀναμφιβόλῳ πίστει | |
10 | σὺν πολλῷ θάρρει καὶ παρρησίᾳ διδάσκει τὸν θεὸν πατέρα εἶναι υἱοῦ τοῦ μονογενοῦς ὁμολογεῖν, καὶ μήτε τὸν πατέρα υἱὸν εἶναι ἢ τὸν υἱὸν πατέρα νομίζειν· ἀλλὰ τὸν μὲν ἀγένητον καὶ ἀίδιον καὶ ἄναρχον | |
καὶ πρῶτον καὶ μόνον πατέρα σέβειν, τὸν δὲ ἐκ τοῦ πατρὸς γεννη‐ θῆναι καὶ ὑποστῆναι καὶ μόνον υἱὸν μονογενῆ εἶναι πιστεύειν, θεόν | 4 | |
1.1.18 | τε αὐτὸν ὡς ἀληθῶς υἱὸν ὄντα θεοῦ γνωρίζειν. εἰ δὴ οὖν τούτοις μὲν ἀντιλέγων τις φαίνοιτο, λόγον δὲ θεοῦ ὁμοίως τῷ ἐν ἀνθρώποις τοῦτον ὁρίζοιτο, 〈πῶς οὐκ ἂν ἐλέγχοιτο〉 οὐκ ἐννοῶν οὐδὲ λογιζό‐ μενος ὡς οὐδὲν χρὴ θνητὸν οὐδὲ ἀνθρώπινον τῷ ἐπέκεινα τῶν | |
5 | ὅλων ἀνατιθέναι θεῷ, οὐδ’ ὅλως τι τῶν εἰς ἡμετέραν ἐνθύμησιν ἀνιόντων, κἂν αἱ θεῖαι γραφαί, ὥσπερ τινὰς νηπίους παιδαγωγοῦσαι τοὺς ἐντυγχάνοντας, ἀνθρωπικώτερον περὶ αὐτοῦ διαλέγωνται, χεῖρας αὐτῷ καὶ πόδας καὶ ὀφθαλμοὺς καὶ φωνὰς καὶ λόγους καὶ στόμα καὶ πρόσωπον καὶ μυρία ἄλλα τοιαῦτα περιάπτουσαι· ἃ δὴ προσήκει μετα‐ | |
10 | φέρειν ἐπὶ θεοπρεπεῖς ἐννοίας, οὐδὲν θνητὸν οὐδ’ ἀνθρώπινον ἐν τῷ θεῷ εἶναι φανταζομένους· «πνεῦμα» γὰρ «ὁ θεός, καὶ τοὺς προσκυνοῦν‐ τας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν», αὐτὸς ἐδίδαξεν ὁ | |
1.1.19 | σωτήρ. εἰ δὲ πνεῦμα, δῆλον ὅτι θεῖον, κρεῖττον παντὸς αἰσθητοῦ καὶ συνθέτου σώματος, ὡς μήτε λόγον αἰσθητὸν ἔχειν, ὑπὸ γλώττης ἐξηχούμενον καὶ διὰ προφορᾶς θνητοῖς ὠσὶν ἐξακουόμενον, μήτε γλῶτταν μήτε φωνὴν μήτε πρόσωπον μήτε 〈τι〉 ἄλλο θνητῷ καὶ | |
1.1.20 | ἀνθρωπίνῳ λογισμῷ παραβαλλόμενον. εἰ γάρ τι ἄλλο «ὃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη» τοιαῦτ’ εἶναι «ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν» ὁ θεῖος ἐδίδαξεν ἀπόστολος, τούτων ἁπάντων αὐτὸς ὁ τούτων δοτὴρ ἀρρή‐ | |
5 | των ἂν εἴη ἀρρητότερος, ὡς πολλῷ μᾶλλον ἀληθέστερον φάναι ἂν ἐν τῇ περὶ αὐτοῦ θεολογίᾳ ὀφθαλμὸν μὴ ἑωρακέναι μηδὲ οὖς ἀκη‐ κοέναι μηδὲ «ἐπὶ καρδίαν ἀνθρώπων» ἀναβεβηκέναι τῆς περὶ αὐτοῦ | |
1.1.21 | καταλήψεως τὴν γνῶσιν. ὁ δ’ αὐτὸς ἂν εἴη λόγος καὶ περὶ τῆς τοῦ υἱοῦ γενεσιουργίας. τούτων δ’ αὐτὸς ὁ σωτὴρ ἀξιόχρεως γένοιτ’ ἂν ἡμῖν ἱεροφάντης, ὧδέ πη φάσκων «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ | |
1.1.22 | τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱός». εἰ δὴ οὖν τούτοις μὲν ἀντιφθέγγοιτό τις καὶ μὴ τὸν υἱόν, ᾧ πάντα παρέδωκεν ὁ πατήρ, ὑφεστάναι λέγειν τολμῴη, λόγον δὲ αὐτὸν ὁρίζοιτο μόνον ὅμοιον τῷ ἐν ἀνθρώποις, ποτὲ μὲν ἐν τῷ θεῷ ἡσυχάζοντα ὁμοίως τῷ | |
5 | παρ’ ἡμῖν σιωπῶντι, ποτὲ δὲ ἐνεργοῦντα τῷ παρ’ ἡμῖν ἐν τῷ λαλεῖν | |
φθεγγομένῳ παραπλησίως, εἶτα τοῦτον αὐτὸν καιρῷ τινι οὐδ’ ὅλων ἐτῶν ἔμπροσθεν τετρακοσίων σάρκα φήσαι (οὐκ οἶδ’ ὅπως) ἀνειλη‐ φέναι καὶ δι’ αὐτῆς τὴν κατὰ ἄνθρωπον οἰκονομίαν τετελεκέναι, καὶ τότε υἱὸν θεοῦ γεγονέναι καὶ Ἰησοῦν Χριστὸν χρηματίσαι βασιλέα τε | 5 | |
10 | ἀνηγορεῦσθαι εἰκόνα τε «θεοῦ τοῦ ἀοράτου», καὶ πρωτότοκον «πάσης κτίσεως» μὴ ὄντα πρότερόν ποτε ἀποδεδεῖχθαι· εἶτ’ ἐπὶ τῇ τοσαύτῃ ἀτοπίᾳ μηδ’ ἐξ οὗπερ ὑπέθετο χρόνου τὴν εἰς ἄπειρον καὶ ἀτελεύ‐ τητον ζωήν τε καὶ βασιλείαν τῷ Χριστῷ διδούς, τέλος δὲ αὐτῷ μηδ’ αἴσιον ἐπάγοι μηδ’ οἷον τοῖς δι’ αὐτοῦ τῶν ἐπαγγελιῶν καταξιω‐ | |
15 | θησομένοις ὧν αὐτὸς ὁ σωτὴρ ἐπήγγελται, ζωὴν αἰώνιον καὶ ἀφθαρ‐ σίαν ἀθανασίαν τε καὶ βασιλείαν οὐρανῶν τοῖς ἀγαπῶσιν αὐτὸν | |
1.1.23 | ὑποσχόμενος· τηνικαῦτα δὲ κατὰ τὴν προσδοκωμένην τούτων ἐλπίδα τοῖς μὲν ἄλλοις ἅπασιν τὰ τῆς βασιλείας εἰς ἀτελεύτητον διαρκέσειν αἰῶνα φάσκοι, μόνῳ δὲ αὐτῷ τῷ Χριστῷ τούτων ἁπάντων ἀθρόαν γενήσεσθαι στέρησιν, παυθησομένης μὲν αὐτοῦ τῆς βασιλείας, τῆς δὲ | |
5 | σαρκὸς ἧς ἀνείληφεν καταλειφθησομένης ἐρήμου, 〈αὐ〉τοῦ δὲ τοῦ προόντος ἐν θεῷ λόγου ἀφοριζομένου μὲν τοῦ σώματος (κἂν ἀθά‐ νατον τοῦτο καὶ ἄφθαρτον ᾖ) τῷ δὲ θεῷ συναφθησομένου, ὡς ἓν καὶ ταὐτὸν πάλιν τῷ θεῷ γενήσεσθαι καθὰ καὶ πρότερον ἦν· τίς | |
1.1.24 | ἂν λείποιτο τούτῳ δυσσεβείας ὑπερβολή; διὸ δὴ τούτοις ἀναγκαία ἡ τῆς ἀποστολικῆς διαστολῆς μαρτυρία φήσασα «κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω». θαυμάζειν δέ μοι ἔπεισιν ἐπιθεωροῦντι τὴν ἀποστολικὴν διάνοιαν. ὥσπερ γὰρ | |
5 | θεσπίζων τὸ μέλλον αὐτοῖς Γαλάταις τὴν τοῦ σωτῆρος ἐξηκρίβου θεολογίαν, αὐτόθεν ἐν ἀρχῇ τῆς πρὸς αὐτοὺς ἐπιστολῆς καινότερον ἢ κατὰ τὸ σύνηθες γράφων ὧδε «Παῦλος ἀπόστολος, οὐκ ἀπ’ ἀνθρώ‐ | |
1.1.25 | πων οὐδὲ δι’ ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ». οὐκ ἂν γοῦν οὕτω γράψαντα εὕροι τις αὐτὸν ἑτέροις· τῷ μηδένας εἶναι, ὡς εἰκός, περὶ τὴν πίστιν ὁμοίως, οἷς ἔγραφεν, ἑτέρους. ὡς γὰρ ψιλὸν ἄνθρω‐ πον ὑπολαμβάνουσιν τὸν Χριστὸν προσῆγεν τὴν διόρθωσιν, οὐκ | |
5 | ἄνθρωπον αὐτὸν κατὰ τὴν ἀρχὴν τῆς ἐπιστολῆς διδάσκων· καὶ προϊὼν τοῖς αὐτοῖς ἔλεγεν ὅτι «τὸ εὐαγγέλιόν μου, τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς, οὐκ ἔστιν κατὰ ἄνθρωπον, οὐδὲ ἐγὼ παρὰ ἀνθρώπου παρ‐ έλαβον αὐτὸ οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ», | |
1.1.26 | δι’ ὧν αὖθις ὅτι μὴ ἄνθρωπος ἦν Ἰησοῦς Χριστὸς παρίστη. τί δὲ ἦν, εἰ μὴ ἄνθρωπος, προϊὼν αὖθις διεσάφει λέγων «ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί». ὁρᾷς πῶς υἱὸν θεοῦ σαφῶς ἀνηγόρευε τὸν σωτῆρα, | 6 |
1.1.27 | καὶ διὰ τοῦτο θεόν. καὶ ὅτι γε πρὸ τῆς ἐνσάρκου παρουσίας υἱὸν αὐτὸν τοῦ θεοῦ ὄντα ἠπίστατο, τρανότατα παρίστησιν ἐπιλέγων ἐν τῇ αὐτῇ πρὸς Γαλάτας ἐπιστολῇ «ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός». | |
5 | οὐκοῦν οὐ νῦν, ἀλλὰ πρὶν ἢ γενέσθαι ἐκ γυναικός, υἱὸν ὄντα καὶ προόντα ἀπέστειλεν ὁ πατήρ· ὡς ἂν ὁ πάλαι υἱὸς θεοῦ καὶ υἱὸς | |
1.1.28 | ἀνθρώπου γένοιτο, γενόμενος «ἐκ γυναικός». ἀλλὰ καὶ μεσίτην αὐτὸν τοῦ Μωσέως νόμου γενέσθαι διδάσκει, διορίζων τὸν τῆς μεσιτείας λόγον δι’ ὧν φησιν «τί οὖν; ὁ νόμος τῶν παραβάσεων χάριν ἐτέθη, ἄχρι ἂν ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δι’ ἀγγέλων ἐν | |
5 | χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν». ἀκούεις ὅπως ἐν τούτοις ὁ ἀπόστολος Γαλάτας αὐτοὺς ἐδίδαξεν ἐξ | |
1.1.29 | ἐκείνου ἕνα 〈τὸν〉 θεὸν εἰδέναι, καὶ ἕνα τὸν μεσίτην θεοῦ καὶ ἀγγέλων. ὃ δὴ καὶ ἐν ἑτέροις ἐδήλου λέγων «εἷς γὰρ ὁ θεός· εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός». ἀλλ’ ὅτε μὲν «θεοῦ καὶ ἀνθρώπων» μεσίτην αὐτὸν ὠνόμαζεν, εἰκότως ἄνθρωπον αὐτὸν | |
5 | διὰ τὴν ἐνανθρώπησιν ἐκάλει ὅτε δὲ οὐ μεσίτην θεοῦ καὶ ἀνθρώ‐ πων, ἀλλὰ θεοῦ καὶ ἀγγέλων τὸν αὐτὸν εἰσῆγεν, οὐκέτ’ ἄνθρωπον ὠνόμαζεν, μόνον δὲ μεσίτην φησίν, τὸν νόμον διατετάχθαι εἰπὼν | |
1.1.30 | «δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου», διαιρέσει τε ἀναγκαίως τὸ τοῦ μεσί‐ του ὄνομα διασαφῶν ἐν τῷ λέγειν «ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν». οὔτε ἄρα ὁ θεὸς εἴη ἂν ὁ μεσίτης (τίνος γὰρ καὶ γένοιτ’ ἂν μεσίτης;) οὔτε ὁ μεσίτης αὐτὸς [αὐτὸς] ἂν εἴη ὁ θεός· | |
1.1.31 | «ὁ» γὰρ «μεσίτης ἑνὸς οὐκ ἔστιν». δυεῖν δ’ ἄρα μέσος ἕστηκεν. τίνων τούτων, διασαφεῖ ἀγγέλους ὀνομάζων καὶ τὸν θεόν· ὧν μέσον ὄντα τὸν υἱὸν τοῦ θεοῦ [ἐκ] τὸν νόμον χειρὶ μὲν ἰδίᾳ εἰληφέναι φησὶν παρὰ τοῦ πατρός, «δι’ ἀγγέλων» δὲ τῷ προ〈τέρῳ〉 διατεταχέναι λαῷ. | |
5 | ἦν ἄρα ἐξ ἐκείνου ὁ υἱὸς μεσίτης θεοῦ τε καὶ ἀγγέλων, πρὶν ἢ γε‐ | |
1.1.32 | νέσθαι «μεσίτης θεοῦ καὶ ἀνθρώπων». καὶ ἦν οὐχ ὡς ψιλὸς θεοῦ λόγος, ἀνυπόστατος, ἓν καὶ ταὐτὸν ὑπάρχων τῷ θεῷ (οὐ γὰρ ἂν εἴη οὕτω γε μεσίτης)· ἀλλ’ ἦν καὶ προῆν ὡς «μονογενὴς υἱὸς πλήρης | |
χάριτος καὶ ἀληθείας». καὶ ἦν μεσιτεύων τῷ πατρὶ παρέχοντι τὸν | 7 | |
5 | νόμον «δι’ ἀγγέλων» ἀνθρώποις. ὃ δὴ διδάσκων ἐξ ἐκείνου τοὺς ἀγνῶ‐ τας καὶ ἀμαθεῖς τῆς τοῦ υἱοῦ θεοῦ θεολογίας ὁ ἀπόστολος ἐπεσφρα‐ γίζετο λέγων «ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν». οὐ γὰρ ἔχει φύσιν ἐφ’ | |
1.1.33 | ἑνὸς τὸν μεσίτην ὁρίζεσθαι. διὸ οὗτος μὲν οὐκ ἔστιν ἑνός, δυεῖν δὲ μέσος ἐξ ἀνάγκης, οὐδέτερος ὢν ἐκείνων ὧν μέσος τυγχάνει· ὥστε μήτε αὐτὸν εἶναι τὸν ἐπὶ πάντων θεὸν ἡγεῖσθαι μήτε τῶν ἀγγέλων ἕνα, τούτων δὲ μέσον καὶ μεσίτην, ὅτε τῷ πατρὶ καὶ ἀγγέλοις | |
5 | μεσιτεύει· ὡς αὖ πάλιν, ὅτε «μεσίτης» γίνεται «θεοῦ καὶ ἀνθρώπων», μέσος ὢν ἑκατέρου τάγματος, οὐδέτερόν ἐστιν, 〈ὧν〉 μεσίτης ὑπάρχει· οὔτ’ αὐτὸς ὢν ὁ εἷς καὶ μόνος θεὸς οὔθ’ ὁμοίως τοῖς λοιποῖς ἀν‐ | |
1.1.34 | θρώποις ἄνθρωπος. τί δέ, εἰ μηδὲν τούτων, ἢ θεοῦ μονογενὴς υἱός, νῦν μὲν ἀνθρώπων καὶ θεοῦ μεσίτης γεγονώς, πρόπαλαι δὲ ἐπὶ Μωσέως θεοῦ καὶ ἀγγέλων μεσίτης ὑπάρχων; ταῦτα δὲ αὐτοῖς γράφων, ὧδέ πη παραδιδοὺς λέγει ὁ μέγας ἀπόστολος «ὁ νόμος δια‐ | |
1.1.35 | ταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν». «εἷς» οὖν ἔστιν ὁ «θεός», καὶ «εἷς μεσίτης θεοῦ» τε καὶ τῶν γενητῶν πάντων, οὐ νῦν ἀρξάμενος τῆς σωτηρίου μεσι‐ τείας, ἀλλὰ καὶ πρὸ τῆς εἰς ἀνθρώπους αὐτοῦ θεοφανείας, ὥσπερ | |
1.1.36 | οὖν ὁ λόγος ἀπέδειξεν. τούτων δ’ ἐν βραχεῖ Γαλάταις αὐτοῖς ἐκ μόνης τῆς πρὸς αὐτοὺς ἐπιστολῆς παρατεθέντων, τῆς τε σωτηρίου πίστεως τὴν μυστικὴν [καὶ] ἀναγέννησιν «εἰς ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος» παρεχούσης, καὶ πρὸς τοῖς θείοις | |
5 | ἐγγράφοις τῆς ἀπὸ περάτων γῆς ἕως περάτων καθολικῆς τοῦ θεοῦ ἐκκλησίας τὰς ἀπὸ τῶν θείων γραφῶν μαρτυρίας ἐξ ἀγράφου παρα‐ δόσεως ἐπισφραγιζομένης, ὥρα λοιπὸν καὶ τὰς Μαρκέλλου διασκέ‐ ψασθαι λέξεις τῶν τε ἐπηγγελμένων ἡμῖν τὰς ἀποδείξεις ὑποσχεῖν, ὡς ἂν μή τις τὸν ἄνδρα συκοφαντεῖσθαι πρὸς ἡμῶν νομίσειεν. | |
1.1.37 | σκοποῦ δέ μοι προκειμένου διὰ βραχέων ἐκφῆναι τὰ εἰρημένα, οὐ πάσας ἀναλέξομαι τοῦ ἀνδρὸς τὰς φωνὰς, μόναις δὲ ταῖς συνεκτικαῖς χρήσομαι, τὰς πλείους ὡσανεὶ περιττὰς καὶ διὰ τῶν αὐτῶν χωρούσας ὑπερθησόμενος. πρὸ δὲ τῆς τῶν εἰρημένων ἀποδείξεως οἶμαι δεῖν ἐν | |
5 | πρώτοις παραστῆσαι τοῖς ἐντυγχάνουσιν, ὅτι μηδὲ τὰς προχείρους λέξεις τῶν θείων ἐξηκρίβου ἀναγνωσμάτων, ὡς ἂν γνωσθῇ τοῖς ἔτ’ αὐτὸν ἀγνοοῦσιν ὁποῖός τις ὢν ἐπὶ τὴν τῶν εἰρημένων προήχθη | |
τόλμαν. | 8 | |
1.2.1 | Αὐτίκα δ’ οὖν τοῦ προφήτου Ζαχαρίου κατὰ τοὺς τῆς ἐπανόδου χρόνους τῆς ἀπὸ Βαβυλῶνος γενομένου, Ἰησοῦ τε μνημονεύσαντος τοῦ ἱερέως τοῦ μεγάλου, δηλαδὴ τοῦ υἱοῦ Ἰωσεδέκ, ὃς ἅμα Ζοροβάβελ τῶν ἀπὸ Βαβυλῶνος ἐπανελθόντων ἡγήσατο, ὁ γενναῖος οὗτος καὶ | |
5 | θαυμαστὸς συγγραφεὺς ταῦτ’ ἀγνοήσας τίθησιν μὲν τοῦ Ζαχαρίου τὴν λέξιν δι’ ἧς μέμνηται τοῦ Ἰησοῦ, μακρὰν δὲ τῆς ἱστορίας ἀκοντισθεὶς | |
1.2.2 | λέγειν αὐτὸν ὑπείληφεν περὶ Ἰησοῦ τοῦ Μωσέως διαδόχου. καὶ πάλιν τοῦ ἀποστόλου γράψαντος ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ τοῦτον τὸν τρόπον «ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν», ἢ λάθετ’ ἢ οὐκ ἐνόησεν ἢ καὶ ἑκὼν διαστρέφει τὸν λόγον, γράφων | |
5 | «ἡ δὲ ἡμετέρα Ἱερουσαλὴμ ἄνω ἐστίν· αὕτη γὰρ δουλεύει μετὰ τῶν τέκνων αὐτῆς». | |
1.2.3 | καὶ αὖθις τοῦ σωτῆρος ἡμῶν τῷ Πέτρῳ εἰρηκότος «ὕπαγε ὀπίσω μου, σατανᾶ, σκάνδαλον εἶ ἐμοί, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων», οὐ συνεὶς ὅπως ὁ λόγος εἴρητο πρὸς τὸν ἀπόστολον καὶ διὰ ποίαν αἰτίαν, πρὸς τὸν διάβολον ταῦτα λελέχθαι φησίν. | |
5 | ὁμοῦ δὲ τοσαῦτα σφάλματα ὑπὸ μίαν τίθησιν περικοπὴν αὐτολεξεὶ τοῦτον γράφων τὸν τρόπον ὅτι οὐδὲν ὄνομα μεῖζον Ἰησοῦ τῶν ἐπὶ τῆς γῆς ὀνομα‐ σθέντων γέγονεν, μαρτυρεῖ μὲν τὸ εὐαγγέλιον, ἔνθα «ὁ ἄγγελος» τῇ Μαριὰμ «μὴ φοβοῦ» ἔφη «εὗρες γὰρ χάριν παρὰ τοῦ θεοῦ. καὶ | |
10 | ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ | |
1.2.4 | Ἰησοῦν. οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου κληθήσεται»· δῆλον δέ ἐστιν καὶ ἀπὸ τῆς τοῦ Ζαχαρίου προφητείας, πάλαι περὶ τοῦ ὀνό‐ ματος τούτου προφητευσάσης, «ἔδειξεν» γὰρ «μοι» φησὶν «κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου, | |
5 | καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον· ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξά‐ | |
1.2.5 | μενος τὴν Ἱερουσαλήμ». πότε γὰρ αὐτῷ ἐπετίμησεν; ὅτε τὸν ἀγαπη‐ θέντα ὑπ’ αὐτοῦ ἄνθρωπον τῷ ἑαυτοῦ συνῆψεν λόγῳ. «ὁ ἐκλεξά‐ μενος» φησὶν «τὴν Ἱερουσαλήμ», δηλονότι ταύτην τὴν ἡμετέραν, περὶ ἧς ὁ ἀπόστολος λέγει «ἡ δὲ ἡμετέρα Ἱερουσαλὴμ ἄνω ἐστίν· αὕτη | |
1.2.6 | γὰρ δουλεύει μετὰ τῶν τέκνων αὐτῆς». τηνικαῦτα γὰρ ἐν τῇ μεγάλῃ | |
αὐτῇ Ἱερουσαλήμ, τουτέστιν ἐν τῇ ἡμετέρᾳ ἐκκλησίᾳ, γενόμενος ἐπε‐ τίμησεν τῷ διαβόλῳ κατὰ τὴν προφητείαν εἰπὼν «ἄπελθε ὀπίσω μου, σατανᾶ, ὅτι σκάνδαλον εἶ ἐμοί». οὗτος τοίνυν ἐστὶν ὁ ἱερεὺς ὁ | 9 | |
1.2.7 | μέγας, οὗ τύπον ἔσωζεν ὁ τηνικαῦτα Ἰησοῦς. οὐ γὰρ ἦν δυνατὸν ἐκεῖνον μέγαν κληθῆναι ἱερέα, καίτοι ἔνδοξον ἐν πᾶσιν γεγονότα, Μωσέως μὴ ὀνομασθέντος μεγάλου (οὔπω γὰρ μέγας ἦν Μωσῆς, ὅτι καὶ θεράπων ἤκουσεν θεοῦ καὶ θεὸς τοῦ Φαραὼ ὑπ’ αὐτοῦ τοῦ | |
1.2.8 | θεοῦ ὠνομάσθη). εἰ δέ τις κατὰ τοῦτο μέγαν εἰρῆσθαι τὸν Ἰησοῦν νομίζοι, ὅτι αὐτὸς ἠξιώθη εἰσαγαγεῖν τὸν λαὸν εἰς τὴν ἁγίαν γῆν καὶ ἕτερα πολλὰ θαυμαστὰ ἐποίησεν, γνώτω καὶ διὰ τούτου, ὅτι οὐ τῷ τυπικῷ τοσοῦτον διέφερεν πράγματι τὸ λεχθὲν μέγεθος ἐπὶ τοῦ | |
5 | Ἰησοῦ, ἀλλὰ τῷ μικρὸν ὕστερον τὸν ἑαυτοῦ λαὸν εἰς τὴν μεγάλην ταύτην Ἱερουσαλὴμ εἰσαγαγεῖν μέλλον〈τι〉. ὁρᾷς ὅσον ἠγνόησεν ἀποπλανηθεὶς τῆς ἱστορίας, καὶ μὴ δυνηθεὶς ἐπι‐ | |
1.2.9 | στῆσαι τῷ ὑπὸ τοῦ προφήτου Ζαχαρίου δηλωθέντι Ἰησοῦ. ὁ μὲν γὰρ ἦν υἱὸς Ἰωσεδέκ, φυλῆς Λευιτῶν ἀπὸ γένους Ἀαρὼν τὴν ἀρχιερωσύνην ἀνα‐ δεδεγμένος, παρ’ ὃ καὶ μέγας ἱερεὺς ἐχρημάτιζεν, ὥσπερ οὖν ὁ προφήτης διδάσκει λέγων «καὶ ἔδειξέν μοι κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν». | |
1.2.10 | ὁ δὲ Μωσέως διάδοχος [υἱὸς μέν], ὁ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἄγων τὸν λαὸν καὶ ἕτερα πολλὰ καὶ θαυμαστὰ ποιήσας, 〈υἱὸς μὲν〉 ἐτύγ‐ χανεν τοῦ Ναυῆ, φυλῆς δὲ τῆς Ἐφραίμ, οὐδὲν κοινὸν ἐχούσης πρὸς ἱερωσύνην. ὁ τοίνυν τοσοῦτον ἀποσφαλεὶς τῆς προχείρου λέξεως | |
5 | ψιλήν τε τὴν ἱστορίαν ἀγνοήσας πῶς ἂν γένοιτο ἀξιόχρεως πρὸς διδασκαλίαν τῆς ἀνωτάτω θεολογίας; καὶ ἐπὶ τοῦ Πέτρου δὲ ὡσαύ‐ | |
1.2.11 | τως ἐπιστῆσαι δέον τὸ ὅπως ἐλέχθη πρὸς αὐτὸν τὸ «ὕπαγε ὀπίσω μου», καὶ τίς ἡ τοῦ σατανᾶ ὀνόματος ἑρμηνεία, διὰ τί δὲ καὶ «σκάν‐ δαλον» αὐτὸν εἶπεν, πῶς δὲ σχεδὸν ὑφ’ ἕνα καὶ τὸν αὐτὸν καιρὸν καὶ τὸ «μακάριος εἶ Σίμων βὰρ Ἰωνᾶ» πρὸς αὐτὸν ἐλέγετο καὶ τὸ | |
1.2.12 | «ὕπαγε ὀπίσω μου, σατανᾶ», καὶ τίς ἡ διάνοια τοῦ «ὀπίσω πορεύεσθαι» [καὶ] τοῦ σωτῆρος (ἣν παρὰ πόδας αὐτὸς διεσάφησεν συνάψας ἑξῆς τὸ «εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι»· ὃ δὴ καὶ ἔργῳ διεπράξατο | |
1.2.13 | μικρὸν ὕστερον αὐτὸς ὁ Πέτρος, μαρτυρίῳ τελειωθείς), ἀλλὰ καὶ ἐπιζητῆσαι δέον ἐπὶ ποίοις μὲν αὐτὸν ἐμακάρισεν, ἐπὶ ποίοις δὲ αὐτῷ | |
ἐπέπληξεν· ὁ δὲ μηδενὶ τούτων προσεσχηκὼς ταῦτ’ εἰρῆσθαι πρὸς | 10 | |
1.2.14 | τὸν διάβολον ἀπεφήνατο τῇ γραφῇ ἐναντίως. ἆρα οὖν τοῦτο μόνον ἠγνόησεν; οὐχὶ δὲ καὶ προϊὼν αὖθις, τῆς ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν μνημονεύσας, ἔπειτα βουληθεὶς δεῖξαι ὅτι καὶ πρὸ αὐτοῦ κατὰ τοὺς χρόνους τοὺς προφητικοὺς φέρεταί τις ἐκ νεκρῶν | |
5 | ἐγηγερμένος, πάλιν κἀνταῦθα σφάλλεται, πρῶτον λέγων Ἐλισσαῖον τὸν προφήτην ἐκ νεκρῶν ἐγεῖραι· ἀγνοήσας ὡς καὶ πρὸ Ἐλισσαίου Ἠλίας ὁ μέγας τὸν τῆς χήρας υἱὸν ἀποθανόντα ἀνέστησεν, ὡς ἔστιν | |
1.2.15 | μαθεῖν ἐκ τῆς τρίτης τῶν Βασιλειῶν; ὁ δὲ καὶ τοῦτ’ ἀγνοήσας φαίνεται, δι’ ὧν ταῦθ’ οὕτως γράφει οὐ μόνον τοίνυν τῆς «καινῆς κτίσεως» πρωτότοκον αὐτὸν ὁ ἀπόστολος εἶναι φησίν, ἀλλὰ καὶ πρωτότοκον «ἐκ νεκρῶν», δι’ | |
5 | οὐδὲν ἕτερον, ἐμοὶ δοκεῖν, ἀλλ’ ἵνα διὰ τοῦ πρωτοτόκου «τῶν νε‐ κρῶν», ὅπως καὶ «πρωτότοκος ἁπάσης κτίσεως» εἴρηται, γνωσθῆναι δυνηθῇ. οὐ γὰρ ἐκ νεκρῶν ἀνέστη πρῶτος ὁ δεσπότης ἡμῶν Ἰησοῦς Χριστός· ἀλλ’ ὁ δι’ Ἐλισσαίου τοῦ προφήτου ἀναστὰς ἀνέστη πρό‐ τερος, καὶ Λάζαρος δὲ πρὸ τῆς αὐτοῦ ἀναστάσεως ἀνέστη, καὶ ἐν τῷ | |
10 | καιρῷ τοῦ πάθους «πολλὰ σώματα τῶν κεκοιμημένων» ἀνέστησαν. | |
1.2.16 | καὶ τοῦτο δὲ ἀθεωρήτως δοκεῖ μοι τεθεικέναι ὁ Μάρκελλος, λέγω δὲ τὸ «πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων» πρὸ αὐτοῦ ἐγηγέρθαι. οὐ γὰρ προσέσχεν ὅλῃ τῇ τοῦ εὐαγγελίου γραφῇ διδασκούσῃ, ὅτι «μετὰ τὴν | |
1.2.17 | 〈ἔγερσιν〉 αὐτοῦ» τὰ τῶν ἁγίων ἐγήγερται σώματα. εὕροις δ’ ἂν αὐτὸν σφαλλόμενον καὶ ἐν τῇ τοῦ ἀποστολικοῦ ῥητοῦ ἐκθέσει. ὁ μὲν γὰρ θεῖος ἀπόστολος Ῥωμαίοις γράφων τάδε φησὶν «ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις | |
5 | περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα, | |
1.2.18 | τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης». ὁ δέ, οὐκ οἶδα ποίᾳ διανοίᾳ, κἀνταῦθα διαστρέφει τὴν ἀποστολικὴν λέξιν, ἀντὶ τοῦ «ὁρισθέντος» ποιήσας προορισθέντος, ἵν’ ᾖ ὅμοιος τοῖς | |
1.2.19 | «κατὰ πρόγνωσιν» προορισθεῖσιν. λέγει οὖν κατὰ λέξιν οὕτως ὥσπερ οὖν τὴν ἐκκλησίαν πάλαι προωρίσατο ὁ παντο‐ κράτωρ θεός, οὕ〈τω〉 καὶ τὴν κατὰ σάρκα τοῦ Χριστοῦ οἰκονομίαν, δι’ οὗ τὸ τῶν θεοσεβῶν γένος «εἰς υἱοθεσίαν» καλέσαι προω‐ | |
5 | ρίσατο, πρότερον θεμελιώσας ἐν τῇ αὐτοῦ διανοίᾳ. διὰ τοῦτο ὁ ἀπόστολος τῷ ἁγίῳ πνεύματι σαφῶς προαγορεύει «τοῦ προορι‐ σθέντος υἱοῦ θεοῦ» λέγων. καὶ αὖθίς φησιν ἐν ἑτέροις οὗτός ἐστιν περὶ οὗ ὁ Παῦλος ἔφη «τοῦ προορισθέντος | 11 |
10 | υἱοῦ θεοῦ». | |
1.2.20 | καὶ ἐνταῦθα δὲ οὐ τὴν λέξιν μόνην τὴν ἀποστολικὴν παρέφθειρεν, ἀλλὰ καὶ τὴν διάνοιαν αὐτὴν διὰ τῆς προσθήκης τῆς τοῦ πρὸ προ‐ θέσεως. ἀδελφὰ δὲ τούτοις πράττων, τῆς ψαλμῳδίας περιεχούσης «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», ὁ δὲ κἀνταῦθα προσθήκῃ | |
5 | κέχρηται τῇ μηδαμῶς ἐμφερομένῃ πρὸς τὸ καταμέμφεσθαι τῷ μὴ | |
1.2.21 | ὁμοίως αὐτῷ φάσκοντι. ἐπάκουσον οὖν ὅπως γράφει λέγων διὰ τοῦτο τοίνυν δοκεῖ μοι καλῶς ἔχειν ἔτι περὶ ὧν μη‐ | |
1.2.22 | δέπω πρότερον διῆλθον νυνὶ διελθεῖν. τὰ γὰρ πλεῖστα τῶν ὑπ’ αὐτοῦ γραφέντων ἐκ τῶν ἤδη προειρημένων ἡμῖν γέγονεν δῆλα. «ἐκ γαστρὸς» φησὶν «πρὸ ἑωσφόρου ἐξεγέννησά σε». ᾤετο γὰρ πάντως που τὴν ἐξ πρόθεσιν κλαπεῖσαν συνδραμεῖσθαι τῇ τῆς | |
5 | αἱρέσεως γνώμῃ. διὸ τὸ κυριώτατον τῆς συλλαβῆς ἐξελὼν τὴν ἀρχαίαν αὐτοῦ ἀναγέννησιν σημῆναι ἐβουλήθη. καὶ ἐπειδήπερ ἐν τούτοις ἰσχυρῶς διετείνατο περὶ τοῦ οἰκείου σφάλ‐ ματος τὸν ὀρθῶς γράψαντα μεμψάμενος, οὐδὲν αὐτὸς εἰπών, τοῖς ἐντυγχάνουσιν τὴν αὐτὴν τῆς ἀναγνώσεως παραδίδωσι μαρτυρίαν. | |
1.2.23 | προϊὼν δ’ αὖθις ὁ αὐτὸς εἰσάγει τὸν σωτῆρα λέγοντα «ἐγώ εἰμι ἡ ἡμέρα», ὧδέ πη φάσκων σκότους γὰρ ὄντος πρότερον διὰ τὴν τῆς θεοσεβείας ἄγνοιαν, τῆς δὲ ἡμέρας φαίνεσθαι μελλούσης («ἐγὼ» γάρ «εἰμι» | |
5 | φησὶν «ἡ ἡμέρα») εἰκότως τὸν ἀστέρα ἑωσφόρον ὀνομάζει. | |
1.2.24 | καὶ ἐν ἑτέρῳ τόπῳ φησὶν ἐπειδὴ [τὴν] μετὰ τὴν τῆς σαρκὸς ἀνάληψιν Χριστός τε καὶ Ἰησοῦς κηρύττεται, ζωή τε καὶ ὁδὸς καὶ ἡμέρα. καὶ αὖθις προϊὼν τοῦ ἀποστόλου τίθησιν τὸ | |
5 | «ἡ δὲ ἡμετέρα Ἱερουσαλὴμ ἄνω ἐστίν». | |
1.2.25 | καὶ τί με δεῖ μηκύνειν, παρὸν τῷ βουλομένῳ ἐκ τῶν εἰρημένων τὰ | |
παραπλήσια ἐκ τοῦ παντὸς συγγράμματος ἀναλέγεσθαι καὶ τὸ εὐχερὲς τοῦ ἀνδρὸς ἐποπτεύειν. ἐξ ἧς εὐχερείας ἀκούσει αὐτοῦ τὸν Σολομῶνα προφήτην ἀποκαλοῦντος πολλάκις καὶ τὰς Παροιμίας προφητείας | 12 | |
1.2.26 | ὀνομάζοντος· ὥσπερ οὖν ἐν οἷς φησιν τούτου γὰρ χάριν ὁ ἁγιώτατος προφήτης Σολομὼν «δέξασθαί τε στροφὰς λόγων» ἔφη, καὶ πάλιν «ῥήσεις τε σοφῶν καὶ αἰνίγματα» τὴν παροιμίαν προφητείαν ὀνομάζει, καὶ αὖθις | |
5 | διό μοι δοκεῖ ὁ σοφώτατος οὗτος προφήτης καὶ τὰ πρῶτα ῥήματα τῆς προφητείας παροιμιωδῶς εἰρηκέναι. | |
1.2.27 | καὶ δεύτερον δὲ καὶ τρίτον καὶ πολλάκις, ὡς ἔφην, τοῦτο ποιεῖ, ἀγνοῶν ὅτι «διαιρέσεις χαρισμάτων εἰσὶν» εἰ καὶ τὸ «αὐτὸ πνεῦμα», καὶ ἄλλῳ μὲν «δίδοται λόγος σοφίας» κατὰ τὸν ἀπόστολον, «ἄλλῳ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ προ‐ | |
1.2.28 | φητεία». διόπερ ὁ Σολομὼν σοφίας μὲν εἰληφὼς χάρισμα μεμαρτύρηται «καὶ ἔδωκεν γὰρ κύριος τῷ Σολομῶνι σοφίαν», ὡς ἡ γραφή φησιν, «καὶ ἐσοφίσθη ὑπὲρ πάντας ἀνθρώπους»· οὔτε δὲ τὸν βίον προφη‐ τικὸν ἐσχηκὼς οὔτε τὸν τῆς προφητείας χαρακτῆρα, τὸν ἀπὸ τοῦ | |
5 | «τάδε λέγει κύριος» τῶν τε ὁμοιοτρόπων γνωριζόμενον, διὰ τῶν | |
1.2.29 | οἰκείων ἐμφαίνει λόγων. ὁ δὲ τούτων οὐδὲν ἰδών, ὥσπερ τι χαρι‐ ζόμενος τῷ ἀνδρὶ προφήτην αὐτὸν καλεῖ, οὐ συνιεὶς ὅτι οἱ προ‐ φῆται «περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι». καὶ τὰς Παροιμίας δὲ αὐτοῦ προφητείαν | |
5 | εἶναι λέγει, [εἰ] μηδαμοῦ τῆς θείας γραφῆς διδασκούσης, αὐτοῦ δὲ τοῦ σοφωτάτου σὺν θείῳ πνεύματι ταύτῃ μὲν τῇ βίβλῳ ΠΑΡΟΙΜΙΑΙ ὄνομα θέντος, τῇ δὲ ἑτέρᾳ ΕΚΚΛΗΣΙΑΣΤΗΣ καὶ τῇ τρίτῃ ΑΙΣ‐ | |
1.2.30 | ΜΑΤΑ ΑΙΣΜΑΤΩΝ, οὐκ ἀθεεὶ οὐδ’ ἀνθρωπίνῳ λογισμῷ ταύταις ἐπιβάλλοντος ταῖς ἐπηγορίαις. ἀλλὰ καὶ αὐτὴν τὴν θεόπνευστον αὐτοῦ γραφὴν δι’ Ἑλληνικῶν πειρᾶται παραδειγμάτων ἑρμηνεύειν, οὐκ ἐπακούσας Παύλου τοῦ ἀποστόλου λέγοντος «ἡμεῖς δὲ οὐ τὸ | |
5 | πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος ἁγίου, πνευματικὰ 〈πνευματικοῖσ〉 συγκρίνοντες. ψυχικὸς δὲ ἄνθρω‐ πος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστιν, | |
10 | καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται». καὶ ταῦτα δὲ ἀγνοήσας ὁ γενναῖος πειρᾶται ἡμῖν ἐξ Ἑλληνικῶν ἀναγνωσμάτων τὴν τῶν θείων Παροιμιῶν διάνοιαν παρατιθέναι, τοῦτον γράφων | |
αὐτοῖς ῥήμασιν τὸν τρόπον | 13 | |
1.3.1 | Οὐδὲν γὰρ ἄτοπον, οἶμαι, ἐν τῷ παρόντι ὀλίγον τῶν ἔξωθεν ὑπομνῆσαί σε παροιμιῶν. ΑΛΛ’ Η ΤΕΘΝΗΚΕΝ Η ΔΙΔΑΣΚΕΙ ΓΡΑΜΜΑΤΑ. ταύτην τὴν παροιμίαν πρὸς μὲν τὸ φαινόμενον τοῦ γράμματος ὑπολάβοι ἄν τις | |
5 | κατὰ τῶν γράμματα διδασκόντων εἰρῆσθαι· ἐπεὶ καὶ ἕτερός τις τῶν παρ’ αὐτοῖς «ἐδίδασκες γράμματα, ἐγὼ δ’ ἐφοίτων» ἔφη. τὸ δ’ οὐχ οὕτως ἔχειν οἱ τὰ ὑπομνήματα γράψαντες ἔφασαν· ἀλλ’ ἐπειδὴ Ἀθηναίους Σικελιῶται, φασίν, πολέμῳ νικήσαντες μόνους ἔσωζον τοὺς παιδείαν σκηπτομένους, διδασκάλους αὐτοὺς τοῖς | |
10 | παισὶν ἄγοντες, τοὺς δὲ ἄλλους πάντας ἐφόνευον, ἐξ αὐτῶν δή τινας φυγόντας καὶ ἐπανελθόντας ἐρωτωμένους τε ὑπὸ Ἀθηναίων περί τινων διαφερόντων αὐτοῖς ἔφασαν εἰρηκέναι ΑΛΛ’ Η ΤΕ‐ ΘΝΗΚΕΝ, Η ΔΙΔΑΣΚΕΙ ΓΡΑΜΜΑΤΑ. | |
1.3.2 | τί δὲ καὶ τὸ ΑΙΞ ΤΗΝ ΜΑΧΑΙΡΑΝ; νομίσειεν ἄν τις [εἰρῆσθαι], ἵνα θῶ πρότερον τὰ περὶ αὐτῆς λεγόμενα, πάντως που διὰ 〈τὸ〉 τὴν θυομένην αἶγα εἰς τὴν μάχαιραν ἀφορᾶν εἰρῆσθαι τὴν πα‐ ροιμίαν. ἀλλ’ οὔτι γε τοῦτ’ ἔφασαν οἱ παλαιοί· οὐδὲ γὰρ παροιμία | |
5 | ἦν ἂν ἡ λεχθεῖσα, εἴγε τοῦθ’ οὕτως εἶχεν (τοῦτο γὰρ ἀκόλουθον ἦν ἐκ τῶν φαινομένων ἐννοεῖν), ἀλλ’ ἐπὶ τῶν ἑαυτοῖς κακὰ προ‐ ξενούντων εἰρῆσθαι τοῦτό φασιν. φασὶν γὰρ Μήδειαν ἐν Κορίνθῳ τὰ τέκνα ἀποκτείνασαν κατακρύψαι τὴν μάχαιραν αὐτόθι· τοὺς δὲ Κορινθίους κατὰ χρησμὸν αὐτοῖς δοθέντα αἶγα μέλαιναν ἐνα‐ | |
10 | γίζοντας ἀπορεῖν μαχαίρας, τὴν δὲ αἶγα σκάλλουσαν τῷ ποδὶ τὴν Μηδείας ἀνευρεῖν μάχαιραν καὶ αὐτῇ τυθῆναι. | |
1.3.3 | τί δὲ τὸ ΑΛΙΣ ΔΡΥΟΣ σημαίνει; φησί τις· οὐ γὰρ δυνατὸν ἐκ τοῦ προχείρου γιγνώσκειν τὴν παροιμίαν. οἱ παλαιοί, ὡς ἔφασαν, πρὸ τῆς τοῦ σίτου γεωργίας βαλανηφαγοῦντες, ἐπειδὴ ὡς ᾤοντο ὁ καρπὸς οὗτος ὕστερον εὑρέθη, ἐκείνῳ προσέχοντες τὸν νοῦν | |
5 | καὶ τῇ μεταβολῇ προσχαίροντες ΑΛΙΣ ΔΡΥΟΣ ἔλεγον· καὶ τοῦτο τὴν παροιμίαν ἔφασαν εἶναι. | |
1.3.4 | αὖθίς τε ἑτέρας παροιμίας ὑπὸ πλείστων τῶν παρ’ αὐτοῖς σοφῶν ἐν πλείστοις καὶ διαφόροις βιβλίοις εἰρημένης, τίνα περὶ | |
αὐτῆς γεγράφασιν οἱ τὰς παροιμίας ἑρμηνεῦσαι προελόμενοι ἀναγ‐ καῖον ἐν τῷ παρόντι μνημονεῦσαι, * * * ἀλλ’ ἵν’ ἐλέγξωμεν Ἀστέ‐ | 14 | |
5 | ριον, καὶ ἀπὸ τῶν ἔξωθεν αὐτὸν μαθημάτων εἰδότα μὲν ἀκριβῶς τὸ τῆς παροιμίας ἐξαίρετον, ἐν δὲ τῷ παρόντι ἄγνοιαν προσ‐ ποιηθέντα, ἵνα τὸ ἑαυτοῦ βούλημα διὰ τῆς τοῦ παροιμιώδους ῥητοῦ χρήσεως πιθανῶς κατασκευάζειν δόξῃ. ἔστιν δὲ ΓΛΑΥΚΟΥ ΤΕΧΝΗ. ταύτης οἱ ἔξωθεν σοφοὶ τῆς παροιμίας μνημονεύσαντες | |
1.3.5 | διαφόρως αὐτὴν ἐξηγήσαντο. ὁ μὲν γὰρ αὐτῶν τις ἔφη, Γλαῦκόν τινα ἐπιστήμονα τέχνης τινὸς γεγονότα † πολλῶν οὖσαν θαυ‐ μασιωτάτην, ἀπολέσθαι ἅμα ἐκείνῳ κατὰ θάλατταν, μηδενός πω διακηκοότος αὐτῆς. ἕτερος δέ, τὴν ἐπ’ ἄκρον μουσικῆς ἐμπειρίαν | |
5 | μαρτυρήσας τῷ Γλαύκῳ, τοὺς κατασκευασθέντας ὑπ’ αὐτοῦ δίσκους χαλκοῦς φησιν τέσσαρας, πρὸς τὸ ἐμμελῆ τινα τῆς κρούσεως τὴν συμφωνίαν τῶν φθόγγων ἀποτελεῖν· ἔνθεν τε εἰρῆσθαι τὴν πα‐ | |
1.3.6 | ροιμίαν. ἄλλος δέ τις Ἀλυαττικῶν ἀναθημάτων φησὶν ἀνακεῖσθαι κρατῆρα καὶ ὑποκρατήριον θαυμάσιον, Γλαύκου Χίου ποίημα. ἕτερος δέ, Γλαῦκον αὐτὸν ἀναθεῖναι εἰς Δελφοὺς τρίποδα χαλ‐ κοῦν, οὕτω δημιουργήσαντα τοῖς † παχέως τε κρουομένου, τούς | |
5 | τε πόδας, ἐφ’ ὧν βέβηκεν, καὶ τὸ ἄνω περικείμενον καὶ τὴν στε‐ φάνην τὴν ἐπὶ τοῦ λέβητος καὶ τὰς ῥάβδους διὰ μέσου τεταγμέ‐ νας φθέγγεσθαι λύρας φωνῇ. καὶ αὖθις ἕτερος, ἀπὸ Γλαύκου τινὸς δόξαντός τι πλέον πεποιηκέναι εἰρῆσθαι τὴν παροιμίαν. | |
1.3.7 | ὁρᾷς, ὅπως τὸ δυσχερὲς τῆς παροιμίας καὶ διὰ τούτου δείκνυται, διὰ τοῦ μηδὲ ἐπὶ τῆς αὐτῆς ἑρμηνείας στῆναι τοὺς τὴν παροιμίαν ταύτην ἐξηγήσασθαι βουληθέντας. οὕτως δυσεύρετόν τι πρᾶγμα τὸ τῆς παροιμίας καὶ παρὰ τοῖς ἔξωθεν εἶναι δοκεῖ. διὸ καί τις | |
5 | τῶν παρ’ αὐτοῖς σοφῶν συναγαγὼν τὰς ὑπὸ πολλῶν καὶ διαφόρως λεχθείσας παροιμίας, εἰς αὐτὰς γέγραφεν ἓξ βιβλία, δύο μὲν τῶν | |
1.3.8 | 〈ἐμ〉μέτρων, τῶν δὲ ἀμέτρων τέσσαρα. ταύτας δὲ παροιμίας ὠνό‐ μασαν οἱ ἔξωθεν δι’ οὐδὲν ἕτερον, ἐμοὶ δοκεῖν, ἀλλ’ ἐπειδὴ ταῖς τοῦ σοφωτάτου Σολομῶνος Παροιμίαις ἐντυχόντες καὶ γνόντες δι’ αὐτῶν ὅτι οὐδέν ἐστιν ἐκ τοῦ προχείρου σαφῶς τῶν ἐν αὐταῖς εἰρημένων | |
5 | μαθεῖν, καὶ αὐτοὶ ζηλῶσαι τὸ προφητικὸν βουληθέντες γράμμα τὸν αὐτὸν ἐκείνῳ γεγράφασι τρόπον. εἶτα ὡς μηδὲν ἕτερον ὄνομα κυριώ‐ | |
τερον ἐκείνου ἐπινοῆσαι δυνηθέντες καὶ ταύτας παροιμίας ὠνόμασαν. | 15 | |
1.3.9 | διὰ τοιούτων Μάρκελλος παραθέσεων τὴν ἐκκλησίαν τοῦ θεοῦ διδάσκειν τὰς θεοπνεύστους νοεῖν πειρᾶται γραφάς. ὅλην δὲ ταύτην παρεθέμην τὴν μακρὰν καὶ ἀδόλεσχον περιττολογίαν δεῖξαι βουλό‐ μενος αὐτοῦ τὴν ἄνοιαν τῆς πολλῆς καὶ ἀκαίρου φιλοτιμίας, ᾗ κέχρη‐ | |
5 | ται ὁ ἀνήρ, τῶν μὲν Ἑλληνικῶν λόγων ἐπιδεικτικῶς, τῶν δὲ θείων | |
1.3.10 | ἀμνημόνως. οὐ γὰρ ἄν ποτε εἰς τοσαύτην ἐξέπιπτε φλυαρίαν, εἰ τῶν ἀποστολικῶν ἐμέμνητο παραγγελμάτων, δι’ ὧν παραινεῖ χρῆναι «τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν» λαλεῖν «οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος, πνευματικὰ | |
1.3.11 | πνευματικοῖς συγκρίνοντας», οὐδὲ νοήσας ὅπως ἐλέχθη τὸ «ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστίν, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται». ταῦτα δὲ ἀγνοήσας τοὺς Ἑλλήνων σοφοὺς ὑπέλαβεν γνῶσιν ἐσχηκέναι τῆς | |
5 | ὑπὸ τοῦ θεοῦ τῷ Σολομῶνι χαρισθείσης σοφίας καὶ γνόντας ζηλῶ‐ | |
1.3.12 | σαι τὸ προφητικόν, ὡς αὐτός φησιν, γράμμα. καὶ πῶς οἷοί τ’ ἦσαν γνῶναι τὰ θεῖα καὶ ζηλῶσαι οἱ ψυχικοὶ καὶ οὐκ εἰδότες «πνευματικὰ πνευματικοῖς» συγκρίνειν, τοῦ θείου ἀποστόλου ἀποφηναμένου ψυχι‐ κὸν ἄνθρωπον μὴ δέχεσθαι «τὰ τοῦ πνεύματος τοῦ θεοῦ»; τοῦ δ’ | |
5 | αὐτοῦ φήσαντος μὴ δύνασθαι γνῶναι τὸν ψυχικὸν τὰ πνευματικά, «ὅτι πνευματικῶς ἀνακρίνεται», ἀντιδοξάζων ὁ γενναῖος τῷ ἀπο‐ στόλῳ φάσκει τὸν αὐτὸν τρόπον τῷ Σολομῶνι γεγραφέναι τοὺς | |
1.3.13 | τὰς Ἑλληνικὰς παροιμίας πεποιημένους. λέγει δ’ οὖν ἐπὶ λέξεως ἐπειδὴ ταῖς τοῦ σοφωτάτου Σολομῶνος Παροιμίαις ἐντυ‐ χόντες καὶ γνόντες δι’ αὐτῶν ὅτι οὐδέν ἐστιν ἐκ τοῦ προχείρου σαφῶς τῶν ἐν αὐταῖς εἰρημένων μαθεῖν, καὶ αὐτοὶ ζηλῶσαι τὸ προ‐ | |
5 | φητικὸν βουληθέντες γράμμα τὸν αὐτὸν ἐκείνῳ γεγράφασι τρόπον. σκέψαι δὲ καὶ ἄλλως ἐξ αὐτῶν τῶν παραθέσεων ὅσον τῆς ἀληθείας διήμαρτεν, εἰπὼν τοὺς παρ’ Ἕλλησιν τὸν αὐτὸν τῷ Σολομῶνι γεγρα‐ | |
1.3.14 | φέναι τρόπον. ὁ μὲν γὰρ Σολομὼν θεοδωρήτῳ σοφίᾳ κινούμενος πᾶσαν αὐτοῦ τὴν γραφὴν ἐπ’ ὠφελείᾳ καὶ σωτηρίᾳ ψυχῶν τῷ τῆς θεοσεβείας ἀνετίθει λόγῳ, γυμνασίου δ’ ἕνεκεν τῆς τῶν ἐντυγχανόν‐ των διανοίας σκοτεινοῖς ἐχρῆτο προβλήμασιν καὶ λόγων στροφαῖς | |
5 | καὶ φωναῖς δι’ αἰνιγμάτων προενηνεγμέναις. καὶ τοῦτο δ’ ἐν ἀρχῇ τῆς βίβλου μαρτύρεται λέγων «τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος | |
ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται, νοήσει τε παραβολὴν | 16 | |
1.3.15 | σκοτεινῶν λόγων, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα», καὶ πάλιν «δέ‐ ξασθαι στροφὰς λόγων». ἃ δὴ καὶ οὕτως ἔχοντα ἐκ τῶν ἐμφερο‐ μένων τῇ βίβλῳ καταμαθεῖν ῥᾴδιον, ἄλλως οὐ δυναμένων νοηθῆναι ἢ διιόντων ἡμῶν ἐκ τῆς προχείρου λέξεως ἐπὶ τὸν ἐξ αὐτῆς θεω‐ | |
5 | ρούμενον νοῦν· οἷόν ἐστιν τὸ «τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγα‐ πήσει ἀγαπώμεναι, καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεπίπλασαν αὐτήν. καὶ ἡ | |
1.3.16 | τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν ἱκανόν», καὶ «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἑπτά· ἔσφαξεν τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον», καὶ ὅσα ἄλλα τούτοις παρα‐ πλήσια, οὐχ ἑτέρως δυνατὰ νοεῖσθαι, οὔτε προχείρως οὔτε ἔκ τινος | |
5 | ἱστορίας, εἰ μὴ κατὰ μόνην μεταφορὰν καὶ ἀναστροφὴν τῆς λέξεως. αἱ δ’ ἐκτεθεῖσαι τῶν Ἑλλήνων παροιμίαι ἀπό τινων ἱστοριῶν τὰς | |
1.3.17 | ἀρχὰς εἰλήφασιν. τὸ γὰρ Η ΤΕΘΝΗΚΕΝ Η ΔΙΔΑΣΚΕΙ ΓΡΑΜΜΑΤΑ διὰ τήνδε, φησίν, ἐλέχθη τὴν ἱστορίαν, καὶ δι’ ἑτέραν πάλιν γενο‐ μένην τοιανδὶ πρᾶξιν τὸ ΑΙΞ ΤΗΝ ΜΑΧΑΙΡΑΝ εἴρηται· καὶ τὸ ΑΛΙΣ ΔΡΥΟΣ ὡσαύτως, διὰ τὸ βαλανηφαγοῦντάς ποτε παύσασθαι | |
5 | τῆς τοιαύτης τροφῆς. εἰ δὲ καὶ Γλαῦκός τις ἐπιστήμων τέχνης τινὸς γεγονὼς διαφόρως ἐμνημονεύθη παρὰ τοῖς μετὰ ταῦτα διαφωνή‐ σασιν ἐν τῷ περὶ αὐτοῦ λόγῳ, τί τοῦτο πρὸς τὰς θεοπνεύστους Παροιμίας; οὐ γὰρ ὁμοίως ταῖς Ἑλληνικαῖς παροιμίαις καὶ αὗται ἔκ τινος ἱστορίας τὴν λύσιν ἐπιδέχονται. ἀμαθῶς ἄρα καὶ ἀπείρως τῆς | |
10 | τῶν θείων γραφῶν θεωρίας οὐ μόνον, ἀλλὰ καὶ ἐναντίως τῷ ἀπο‐ στόλῳ Μάρκελλος τοὺς Ἑλλήνων σοφοὺς 〈ἐν〉τυχόντας ταῖς Παροι‐ μίαις Σολομῶνος μαθεῖν καὶ ζηλῶσαι τὸ προφητικὸν γράμμα καὶ | |
1.3.18 | τὸν αὐτὸν ἐκείνῳ γράψαι τρόπον ἀπεφήνατο. τούτων ἡμῖν εἰρημέ‐ νων εἰς ἀπόδειξιν τοῦ μηδὲ ταῖς θείαις γραφαῖς ὃν χρὴ τρόπον ἐντετυχηκέναι τὸν ἄνδρα, καλεῖ δὴ καιρὸς καὶ τὴν οὐχ ὑγιῆ τῆς πίστεως αὐτοῦ δόξαν ἐπισκέψασθαι, ὡς ἐναντία δοξάζων τῇ ἐκκλη‐ | |
5 | σιαστικῇ διδασκαλίᾳ αὐτήν τε καὶ τοὺς προεστῶτας αὐτῆς διέβαλλεν. | |
1.4.1 | Θήσω δὲ πρῶτα δι’ ὧν τοῖς ὀρθῶς καὶ ἐκκλησιαστικῶς γρα‐ φεῖσιν ἀντιλέγειν πειρᾶται, διαβάλλων τοὺς γράψαντας, καὶ μονον‐ ουχὶ πάμμαχον συνιστάμενος ἀγῶνα πρὸς πάντας. ἄρτι μὲν γὰρ | |
πρὸς Ἀστέριον τὴν ἀντίρρησιν ποιεῖται, ἄρτι δὲ πρὸς Εὐσέβιον τὸν | 17 | |
1.4.2 | μέγαν. καὶ ἔπειτα ἐπὶ τὸν τοῦ θεοῦ ἄνθρωπον, τὸν ὡς ἀληθῶς τρισμακάριον τρέπεται Παυλῖνον, ἄνδρα τιμηθέντα μὲν τῆς Ἀν‐ τιοχέων ἐκκλησίας πρεσβείῳ, διαπρεπῶς δ’ ἐπισκοπεύσαντα τῆς Τυρίων οὕτω τε ἐν τῇ ἐπισκοπῇ διαλάμψαντα, ὡς τὴν Ἀντιοχέων | |
1.4.3 | ἐκκλησίαν ὡς οἰκείου ἀγαθοῦ μεταποιηθῆναι αὐτοῦ. ἀλλὰ καὶ τοῦ‐ τον, μακαρίως μὲν βεβιωκότα, μακαρίως δ’ ἀναπεπαυμένον πάλαι τε κεκοιμημένον καὶ μηδὲν αὐτῷ διενοχλοῦντα, ὁ θαυμαστὸς οὗτος συγγραφεὺς σκώπτει. καὶ ἐκ τούτου μεταβὰς Ὠριγένει πολεμεῖ, πρό‐ | |
5 | παλαι καὶ αὐτῷ πεπαυμένῳ τοῦ βίου. ἔπειτα Ναρκίσσῳ ἐπιστρα‐ τεύεται, καὶ τὸν ἕτερον Εὐσέβιον διώκει, ὁμοῦ τε πάντας τοὺς ἐκκλησιαστικοὺς πατέρας ἀθετεῖ, οὐδενὶ τὸ παράπαν ἀρεσκόμενος ἢ | |
1.4.4 | μόνῳ ἑαυτῷ. γράφει δ’ οὖν ὀνομαστὶ κακῶς μνημονεύων ἁπάντων τοῦτον τὸν τρόπον ἄρξομαι τοίνυν ἀπὸ τῆς ὑπ’ αὐτοῦ γραφείσης ἐπιστο‐ λῆς πρὸς ἕκαστον τῶν μὴ ὀρθῶς γραφέντων ἀντιλέγειν. γέγραφεν | |
5 | πιστεύειν εἰς πατέρα θεὸν παντοκράτορα, καὶ εἰς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ θεόν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον· καί φησιν ἐκ τῶν θείων γραφῶν μεμαθηκέναι τοῦτον τὸν τῆς θεοσεβείας | |
1.4.5 | τρόπον. ἐγὼ δὲ ὅταν μὲν τοῦτο λέγῃ ἀποδέχομαι σφόδρα τὰ λεγόμενα, κοινὸς γὰρ οὗτος ἁπάντων ἡμῶν τῆς θεοσεβείας ὁ τρό‐ πος, πιστεύειν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα· ὅταν δὲ μὴ τῆς θείας ἐστοχασμένος δυνάμεως ἀνθρωπικώτερον ἡμῖν διά | |
5 | τινος ἐντέχνου θεωρίας τόν τε πατέρα πατέρα λέγῃ καὶ τὸν υἱὸν | |
1.4.6 | υἱόν, οὐκέτ’ ἐπαινεῖν τὴν τοιαύτην θεωρίαν ἀκίνδυνον. διὰ γὰρ τῆς τοιαύτης θεωρίας τὴν νῦν αὐτοῖς ἐπινοουμένην αἵρεσιν αὐξάνεσθαι συμβαίνει, ὅπερ σαφῶς ἐπιδεῖξαι ῥᾴδιον οἶμαι ἐκ τῶν αὐτοῦ λόγων. ἔφη γὰρ τὸν μὲν πατέρα δεῖν ἀληθῶς πατέρα εἶναι νομίζειν | |
5 | καὶ τὸν υἱὸν ἀληθῶς υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ὡσαύτως. | |
1.4.7 | ταῦτα ὁ Μάρκελλος πρὸς Ἀστέριον, οὐκ ἀρεσκόμενος τῷ τὸν πατέρα δεῖν ἀληθῶς πατέρα εἶναι ὁμολογεῖν καὶ τὸν υἱὸν ἀληθῶς υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ὡσαύτως. ὅθεν ἑξῆς διὰ μακροτέρων ἀνασκευάζειν τὸν περὶ τούτων πειρᾶται λόγον. ψιλὸν γὰρ καὶ τῷ ἀνθρω‐ | |
5 | πείῳ λόγῳ ὅμοιον, οὐχὶ δὲ υἱὸν ἀληθῶς ζῶντα καὶ ὑφεστῶτα τὸν | |
1.4.8 | Χριστὸν εἶναι ὁμολογεῖν ἐθέλει. καὶ ἐπειδὴ ταύτην εἶπεν ἐπινοεῖσθαι νῦν αἵρεσιν, δεικτέον ὡς προϊὼν Ὠριγένους τοῦ πάλαι γενομένου μέμνηται ὡς ὁμοδοξοῦντος τοῖς νυνὶ πρὸς αὐτοῦ διαβαλλομένοις. ἐγὼ δὲ καὶ Ὠριγένους παλαιοτέρων ἀνδρῶν πλείστοις ὅσοις ἐκκλησιαστικοῖς | 18 |
5 | συγγράμμασιν ἐντετύχηκα, ἐπισκόπων τε καὶ συνόδων ἐπιστολαῖς διαφόροις πρόπαλαι γραφείσαις, δι’ ὧν εἷς καὶ ὁ αὐτὸς ὁ τῆς | |
1.4.9 | πίστεως χαρακτὴρ ἀποδείκνυται. οὐκ ὀρθῶς ἄρα διαβέβληκεν εἰπὼν 〈ταύτην〉 ἐπινοεῖσθαι νῦν αἵρεσιν ὑπὸ τῶν διαβαλλομένων. μετὰ ταῦτα μικρὸν προελθὼν οὐ τὸν Ἀστέριον μόνον, ἀλλὰ καὶ τὸν μέγαν Εὐσέβιον, οὗ τῆς ἐπισκοπῆς πλεῖσται καὶ διαφανεῖς ἐπαρχίαι | |
5 | τε καὶ πόλεις μετεποιήθησαν, κακῶς ἀγορεύει τοῦτον τὸν τρόπον ὑπομνήσω δέ σε ὧν αὐτὸς γέγραφεν συνιστάμενος τοῖς κακῶς ὑπὸ Εὐσεβίου γραφεῖσιν, ἵνα γνῷς ὅτι ἀφίσταται σαφῶς τῆς | |
1.4.10 | προτέρας ἐπαγγελίας. γέγραφεν γὰρ αὐταῖς λέξεσιν οὕτως· τὸ γὰρ κεφάλαιον εἶναι τῆς ἐπιστολῆς ἐπὶ τὴν βουλὴν τοῦ πατρὸς ἀνενεγκεῖν τοῦ υἱοῦ τὴν γένεσιν, καὶ μὴ πάθος ἀποφῆναι τοῦ θεοῦ τὴν γονήν. ὅπερ οἱ σοφώτατοι τῶν | |
5 | πατέρων ἐν τοῖς οἰκείοις συντάγμασιν ἀπεφήναντο, φυ‐ λαξάμενοι τῶν αἱρετικῶν τὴν ἀσέβειαν, οἳ σωματικήν τινα καὶ παθητικὴν κατεψεύσαντο τοῦ θεοῦ τὴν τεκνο‐ γονίαν, τὰς προβολὰς δογματίζοντες. | |
1.4.11 | καὶ πρὸς ταύτας δὲ τὰς φωνὰς πολλὴν ἑξῆς ποιεῖται τὴν ἀντίρρησιν, μεθ’ ἣν ἐπισυνάπτει λέγων ὥστε συνηγορῆσαι Εὐσεβίῳ κακῶς γράψαντι βουλόμενος Ἀστέριος, φύσεώς τε πατρὸς καὶ φύσεως [ἀ]γεννητοῦ μνη‐ | |
5 | μονεύσας, αὐτὸς ἑαυτοῦ κατήγορος γέγονεν. πολὺ γὰρ βέλτιον ἦν τὸ βάθος τοῦ νοήματος Εὐσεβίου, ὡς αὐτὸς γέγραφεν, ἐν βραχυλογίᾳ κείμενον ἀνεξέταστον καταλιπεῖν, ἢ τοιαύτῃ θεωρίᾳ χρησάμενον τὸ πανοῦργον τοῦ γράμματος εἰς φῶς ἀγαγεῖν. | |
1.4.12 | καὶ μεθ’ ἕτερα ἐπιλέγει νυνὶ δὲ ἐξετάσωμεν ἕν τι ῥητὸν τῶν ὑπὸ Ἀστερίου γρα‐ | |
φέντων· ἔφη γὰρ οὗτος· ἄλλος μὲν γάρ ἐστιν ὁ πατήρ, ὁ γεννήσας ἐξ αὑτοῦ τὸν μονογενῆ λόγον καὶ πρωτότοκον | 19 | |
5 | πάσης κτίσεως. ἀμφότερα συνάψας γέγραφεν μονογενῆ καὶ πρωτότοκον, πολλῆς ἐναντιότητος ἐν τοῖς ὀνόμασιν οὔσης τού‐ | |
1.4.13 | τοις, ὡς ἔστιν ῥᾴδιον καὶ τοῖς σφόδρα δυσμαθέσιν γνῶναι. δῆλον γὰρ ὅτι ὁ μονογενής, εἰ ὄντως μονογενὴς εἴη, οὐκέτι πρωτό‐ τοκος εἶναι δύναται, καὶ ὁ πρωτότοκος ᾗ 〈πρωτότοκοσ〉 οὐ δύναται μονογενὴς εἶναι. | |
5 | καὶ ἐν τούτοις δὲ τὸν Ἀστέριον αἰτιᾶται μάτην· οὐ γὰρ αὐτοῦ ἀλλὰ τῆς θείας γραφῆς ἐτύγχανον αἱ τὸν υἱὸν τοῦ θεοῦ ποτὲ μὲν λέγου‐ σαι μονογενῆ υἱὸν ποτὲ δὲ πρωτότοκον πάσης κτίσεως φωναί. | |
1.4.14 | αὖθις δὲ συνάπτει τούτοις λέγων ἀλλ’ ἀφέμενος τῆς ἀληθοῦς γνώσεως τὴν ἔντεχνον ἡμῖν καὶ νῦν ἐπεδείξατο θεωρίαν. οὐκ ἔχων γὰρ ἐκ τῶν θείων γραφῶν τὸ ἑαυτοῦ κατασκευάσαι βούλημα, ἐπὶ τοὺς σοφωτάτους, ὡς οἴεται, | |
5 | ἀνατρέχει πατέρας φάσκων· ὅπερ οἱ σοφώτατοι τῶν πατέρων | |
1.4.15 | ἐν τοῖς οἰκείοις συντάγμασιν ἀπεφήναντο. ἀπόφασιν ἀπο‐ πεφάσθαι τοὺς ἑαυτοῦ πατέρας Ἀστέριός φησιν καὶ δόγμα περὶ θεοῦ γεγραφέναι ἀπὸ τῆς οἰκείας ἑαυτῶν προαιρέσεως. τὸ γὰρ τοῦ | |
1.4.16 | δόγματος ὄνομα τῆς ἀνθρωπίνης ἔχεται βουλῆς τε καὶ γνώμης. ὅτι δὲ τοῦθ’ οὕτως ἔχει μαρτυρεῖ μὲν ἡμῖν ἱκανῶς ἡ δογματικὴ τῶν ἰατρῶν τέχνη, μαρτυρεῖ δὲ καὶ τὰ τῶν φιλοσόφων καλούμενα 〈δόγματα〉· ὅτι δὲ καὶ τὰ συγκλήτῳ δόξαντα ἔτι καὶ νῦν δόγ‐ | |
5 | ματα συγκλήτου λέγεται, οὐδένα ἀγνοεῖν οἶμαι. καὶ ταῦτα δὲ ὁ Μάρκελλος, ἀμνημονήσας τῆς ἀποστολικῆς φωνῆς ἥ φησιν περὶ τοῦ σωτῆρος «τὸν νόμον τῶν ἐντολῶν τοῖς δόγμασιν καταργήσας», προήχθη εἰπεῖν, ἀλλὰ καὶ μέμφεται τῷ δεῖν ἕπεσθαι τοῖς πατράσιν, τῆς θείας φασκούσης γραφῆς «ἐπερώτησον τὸν πατέρα | |
1.4.17 | σου καὶ ἀναγγελεῖ σοι· τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσίν σοι» καὶ «μὴ μέταιρε ὅρια αἰώνια ἃ ἔθεντο οἱ πατέρες σου». εἶτ’ ἀγανακτῶν ὅτι Παυλῖνον μακάριον ἀπεκάλεσεν, ὁμοῦ τε κακῶς Εὐσεβίου πάλιν μνημονεύων, οὕτω γράφει | |
5 | συνηγορῆσαι γὰρ βουληθεὶς τῷ τὴν ἐπιστολὴν κακῶς γρά‐ ψαντι Εὐσεβίῳ, πρῶτον μὲν οὐ διδασκαλικῶς ἀναπτύξας, ἔφη, τὸ δόγμα τὴν ἐπιστολὴν συνέταξεν, οὐ γὰρ πρὸς τὴν | |
ἐκκλησίαν οὐδὲ πρὸς τοὺς ἀγνοοῦντας ἐγίγνετο τὸ γράμμα ἀλλὰ πρὸς τὸν μακάριον Παυλῖνον, μακάριον αὐτὸν διὰ | 20 | |
10 | τοῦτο εἰπών, ὅτι τὴν αὐτὴν εἶχεν Ἀστερίῳ δόξαν. οὐκοῦν ἐπει‐ δήπερ τοὺς σοφωτάτους πατέρας Ἀστερίου μεμαθήκαμεν, ἀκό‐ λουθον ἡγοῦμαι λέγειν καὶ τὸν Παυλίνου τε καὶ τῶν ἄλλων γε‐ | |
1.4.18 | νόμενον διδάσκαλον. ἀπὸ γὰρ τῆς Παυλίνου ἐπιστολῆς ὁ κἀκείνου διδάσκαλος γεγονὼς εὔδηλος γένοιτ’ ἂν ἡμῖν. καὶ μεταξύ τινα εἰπὼν τὸν αὐτὸν αὖθις διαβάλλει ὡς οὐκ ὀρθῶς ἀποδεξάμενον τὸν Ὠριγένη, λέγων οὕτως | |
5 | οὐκ εὐαγγελικῆς ὑπομιμνήσκων διδασκαλίας ταῦτ’ ἔγραψεν Παυλῖνος, ὁμολογῶν δὲ ἐνίους μὲν ἀφ’ ἑαυτῶν οὕτω κινεῖ‐ σθαι, ἐνίους δὲ ἐκ τῶν ἀναγνωσμάτων τῶν προειρημέ‐ | |
1.4.19 | νων ἀνδρῶν τοῦτον ἦχθαι τὸν τρόπον. εἶτα τέλος, ὥσπερ τινὰ κορωνίδα τῆς ἀποδείξεως ἐπάγων, ἐκ τῶν Ὠριγένους ῥητῶν τῇ ἑαυτοῦ ὑπέγραψεν ἐπιστολῇ, ὡς μᾶλλον πεῖσαι δυναμένου παρὰ τοὺς εὐαγγελιστὰς καὶ τοὺς ἀποστόλους. ἔστιν δὲ τὰ ῥητὰ | |
5 | ταῦτα· ὥρα ἐπαναλαβόντα περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ὀλίγα τῶν τότε παραλελειμμένων διεξελθεῖν· περὶ πατρὸς ὡς ἀδιαίρετος ὢν καὶ ἀμέριστος υἱοῦ γίγνεται | |
1.4.20 | πατήρ, οὐ προβαλὼν αὐτόν, ὡς οἴονταί τινες. εἰ γὰρ πρό‐ βλημά ἐστιν ὁ υἱὸς τοῦ πατρὸς καὶ γέννημα ἐξ αὐτοῦ, ὁποῖα τὰ τῶν ζῴων γεννήματα, ἀνάγκη σῶμα εἶναι τὸν προβαλόντα καὶ τὸν προβεβλημένον. | |
1.4.21 | εἶθ’ ἑξῆς μετὰ τὴν τῶν Ὠριγενειῶν φωνῶν παράθεσιν ἐπιφέρει λέγων ταῦτα Ὠριγένης γέγραφεν, μὴ παρὰ τῶν ἱερῶν προφητῶν | |
τε καὶ ἀποστόλων περὶ τῆς ἀιδιότητος τοῦ λόγου μαθεῖν βουλη‐ θείς, ἀλλ’ ἑαυτῷ δεδωκὼς πλεῖον δευτέραν ὑπόθεσιν διηγήσασθαι | 21 | |
5 | τοῦ λόγου μάτην τολμᾷ. καὶ τούτοις δὲ τοῖς ὑπὸ Ὠριγένους ὀρθῶς εἰρημένοις, περὶ τοῦ μὴ δεῖν σωματικήν τινα καὶ παθητικὴν ὑπολαμβάνειν τὴν τῆς θεότητος τοῦ υἱοῦ γέννησιν, ἀντιλέγει, μάλισθ’ ὅτι τῷ υἱῷ δέδωκεν ὑπόστασιν. καὶ ἐπιφέρει τὸν Ὠριγένη πάλιν κακῶς λέγων τοῖς τε ὑπ’ αὐτοῦ | |
10 | ὀρθῶς γραφεῖσιν ἀντιλέγων ἐν τούτοις ὅτι τὰ τοιαῦτα γράφων Ὠριγένης ἰδίοις ἐχρῆτο δόγ‐ μασιν, δῆλον ἀφ’ ὧν καὶ τὰ ἑαυτοῦ ἀνατρέπει πολλάκις. ἐν γοῦν ἑτέρῳ χωρίῳ ἅτινα περὶ θεοῦ λέγει, ἀκόλουθόν ἐστιν ὑπο‐ | |
1.4.22 | μνῆσαι. γράφει δὲ οὕτως· οὐ γὰρ ὁ θεὸς πατὴρ εἶναι ἤρξατο κωλυόμενος, ὡς οἱ γινόμενοι πατέρες ἄνθρωποι, ὑπὸ τοῦ μὴ δύνασθαί πω πατέρες εἶναι. εἰ γὰρ ἀεὶ τέλειος ὁ θεός, καὶ πάρεστιν αὐτῷ δύναμις τοῦ πατέρα αὐτὸν εἶναι, | |
5 | καὶ καλὸν αὐτὸν εἶναι πατέρα τοιούτου υἱοῦ, 〈τί〉 ἀναβάλ‐ λεται καὶ τοῦ καλοῦ ἑαυτὸν στερίσκει καί, ὡς ἔστιν εἰπεῖν, ἐξ οὗ δύναται πατὴρ εἶναι, οὐ 〈γίνεται πατήρ〉; τὸ αὐτὸ μέντοιγε καὶ περὶ τοῦ ἁγίου πνεύματος λεκτέον. | |
1.4.23 | πῶς οὖν Ὠριγένους καὶ τοῦτο γράψαντος, ὁ μακάριος κατ’ αὐτὸν Παυλῖνος τοῦτο μὲν ἀποκρύψασθαι οὐκ ἀκίνδυνον ἐνόμισεν, χρή‐ σασθαι δὲ εἰς κατασκευὴν τῶν ἑαυτῷ δοκούντων τοῖς ἐναντίοις, ὧν οὐδὲ αὐτὸν ἂν Ὠριγένη εἴποιμι τὸν λόγον ἀποδοῦναι δυνατὸν | |
5 | εἶναι; ἐν τούτοις ὁ Μάρκελλος ἐναντία φάναι αὑτῷ τὸν Ὠριγένη εἰπὼν κατεψεύσατο, μὴ δυνηθεὶς συνεῖναι, ὡς διὰ μὲν τῆς προτέρας παρα‐ θέσεως τὸ ἀσώματον καὶ ἀπαθὲς τοῦ πατρὸς ἐδήλου, διὰ δὲ τῆς δευτέρας τὸ μὴ χρόνῳ πρὸ πάντων δὲ αἰώνων τὸν υἱὸν γεγεννηκέ‐ | |
1.4.24 | ναι. αὖθις δὲ μεθ’ ἕτερα περὶ τοῦ Ὠριγένους ὁ αὐτὸς ταῦτα γράφει | |
καίτοι εἰ δεῖ τἀληθὲς περὶ Ὠριγένους εἰπεῖν, τοῦτο προσ‐ ήκει λέγειν, ὅτι ἄρτι τῶν κατὰ φιλοσοφίαν ἀποστὰς μαθημάτων, καὶ τοῖς θείοις ὁμιλῆσαι προελόμενος λόγοις πρὸ τῆς ἀκριβοῦς | 22 | |
5 | τῶν γραφῶν καταλήψεως, διὰ τὸ πολὺ καὶ φιλότιμον τῆς ἔξωθεν παιδεύσεως θᾶττον τοῦ δέοντος ἀρξάμενος [ὑπο]γράφειν ὑπὸ τῶν τῆς φιλοσοφίας παρήχθη λόγων, καί τινα δι’ αὐτοὺς οὐ καλῶς γέγραφεν. δῆλον δέ· ἔτι γὰρ τῶν Πλάτωνος μεμνημένος δογμάτων, | |
1.4.25 | καὶ τῆς τῶν ἀρχῶν παρ’ αὐτῷ διαφορᾶς, ΠΕΡΙ ΑΡΧΩΝ γέγραφεν βιβλίον, καὶ ταύτην τῷ συγγράμματι τὴν ἐπιγραφὴν ἔθετο. δεῖγμα δὲ τούτου μέγιστον τὸ μηδὲ ἄλλοθέν ποθεν τὴν ἀρχὴν τῶν λέξεων αὐτὸν ἢ τὴν ἐπιγραφὴν τοῦ βιβλίου ποιήσασθαι, ἀλλ’ ἀπὸ τῶν | |
5 | Πλάτωνι λεχθέντων ῥημάτων· γέγραφεν γὰρ ἀρχόμενος οὕτως· | |
1.4.26 | οἱ πεπιστευκότες καὶ πεπεισμένοι, τοῦτο 〈τὸ〉 ῥητὸν οὕτως εἰρημένον εὕροις ἂν ἐν τῷ Γοργίᾳ Πλάτωνος. οὔτ’ εἰ ἐφέρετο, ἤνεγκεν ἂν διαβολὴν Ὠριγένει φάντι· οἱ πεπισ‐ τευκότες [ἢ] καὶ πεπεισμένοι, καὶ συνάψαντι ἑξῆς· τὴν χάριν | |
5 | καὶ τὴν ἀλήθειαν «διὰ Ἰησοῦ Χριστοῦ» γεγονέναι καὶ Χρισ‐ τὸν εἶναι τὴν ἀλήθειαν κατὰ τὸ εἰρημένον ὑπ’ αὐτοῦ· «ἐγώ εἰμι ἡ ἀλήθεια». ποία γὰρ πρὸς ταῦτα κοινωνία γένοιτ’ | |
1.4.27 | ἄν ποτε Πλάτωνι; οὐδὲν Πλάτωνος ΠΕΡΙ ΑΡΧΩΝ μνημονεύεται βιβλίον, οὐδὲ Ὠριγένης ὁμοίως περὶ ἀρχῶν ἐδόξασεν Πλάτωνι, ὁ μίαν μόνην τὴν ἀγένητον καὶ ἄναρχον καὶ ἐπέκεινα τῶν ὅλων εἰδὼς ἀρχήν, ταύτην τε εἶναι πατέρα ἑνὸς μονογενοῦς υἱοῦ, δι’ οὗ τὰ πάντα | |
5 | γέγονεν. ὁ δὲ καὶ ἐν τούτοις Ὠριγένους καταψευσάμενος μεθ’ ἕτερα | |
1.4.28 | προστίθησι λέγων Ἀστερίου γὰρ εἰρηκότος πρὸ τῶν αἰώνων γεγενῆσθαι τὸν λόγον, αὐτὸ τὸ ῥητὸν αὐτὸν ἐλέγχει ψευδόμενον· ὥστε μὴ μόνον αὐτὸν τοῦ πράγματος, ἀλλὰ καὶ τοῦ γράμματος διαμαρτεῖν. | |
5 | εἰ γὰρ «πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με» φησὶν ἡ Παροιμία, πῶς αὐτὸς γεγενῆσθαι αὐτὸν πρὸ τῶν αἰώνων ἔφη; ἕτερον γὰρ πρὸ τοῦ αἰῶνος τεθεμελιῶσθαι αὐτόν, καὶ ἕτερον πρὸ τῶν | |
αἰώνων γεγενῆσθαι. | 23 | |
1.4.29 | ταῦτα εἰπὼν καὶ προσθεὶς ἕτερα εἰς ἀνατροπὴν τοῦ πρὸ τῶν αἰώνων γεγενῆσθαι τὸν υἱόν, ἐπιλέγει αὐτοῖς ῥήμασιν ἀξιῶ δὲ τοὺς ἐντυγχάνοντας τῶν ἁγίων, ὡσπερεὶ σπέρ‐ ματα καὶ ἀρχὰς τῆσδε τῆς ἐξηγήσεως ἀληθῶς εἰληφότας, πλείονας | |
5 | ἀποδείξεις προσθεῖναι τοῖς εἰρημένοις, ὥστε ἔτι μᾶλλον τὰς τῶν [περὶ] τὴν πίστιν διαστρεφόντων ἐλέγχεσθαι προαιρέσεις. ὄντως γὰρ θεὸν τὸν γεννήσαντα αὐτοὺς «ἐγκατέλιπον, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους». | |
1.4.30 | τοιαῦτα καὶ διὰ τούτων λοιδορησάμενος ἑξῆς πειρᾶται δεικνύναι ὅτι μηδὲ εἰκὼν τοῦ θεοῦ ἐστιν ὁ υἱός, λέγων οὕτως ἀκόλουθον ἡγοῦμαι βραχέα καὶ περὶ τῆς εἰκόνος εἰπεῖν. γέγραφεν γάρ· ἄλλος δέ ἐστιν ὁ ἐξ αὐτοῦ γεννηθείς, «ὅς | |
5 | ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου». εἰκόνος διὰ τοῦτο μέ‐ μνηται θεοῦ ἀοράτου Ἀστέριος, ἵνα τοσοῦτον τὸν θεὸν τοῦ λόγου διαφέρειν διδάξῃ, ὅσον καὶ ἄνθρωπος τῆς ἑαυτοῦ εἰκόνος διαφέρειν δοκεῖ. | |
1.4.31 | καὶ μεταξύ τινα εἰπὼν ἐπιφέρει οὐκοῦν πρόδηλον, ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως ὁ λόγος καθ’ ἑαυτὸν οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ. τὴν γὰρ εἰκόνα ὁρᾶσθαι προσήκει, ἵνα διὰ τῆς εἰκόνος τὸ τέως μὴ | |
5 | ὁρώμενον ὁρᾶσθαι δύνηται. καὶ ἐπιλέγει πῶς οὖν εἰκόνα τοῦ ἀοράτου θεοῦ τὸν τοῦ θεοῦ λόγον Ἀστέριος εἶναι γέγραφεν; αἱ γὰρ εἰκόνες τούτων ὧν εἰσιν εἰκόνες καὶ ἀπόντων δεικτικαί εἰσιν, ὥστε καὶ τὸν ἀπόντα δι’ | |
1.4.32 | αὐτῶν φαίνεσθαι δοκεῖν. εἰ δὲ τοῦ θεοῦ [τοῦ] ἀοράτου ὄντος ἀόρατον εἶναι καὶ τὸν λόγον συμβαίνει, πῶς εἰκὼν τοῦ ἀορά‐ του θεοῦ ὁ λόγος καθ’ ἑαυτὸν εἶναι δύναται, καὶ αὐτὸς ἀόρα‐ τος ὤν; | |
5 | καὶ προϊὼν αὖθις λοιδορεῖ, λέγων οὕτως πῶς οὖν οἱ «πλήρεις δόλου καὶ ῥᾳδιουργίας», ἀποστο‐ λικῶς εἰπεῖν, μεταφέρουσιν τὸ ῥητὸν εἰς τὴν πρώτην αὐτοῦ, ὡς οἴονται, κτίσιν, καὶ ταῦτα τοῦ Δαυὶδ περὶ τῆς κατὰ σάρκα αὐτοῦ γενέσεως σαφῶς εἰρηκότος; | |
1.4.33 | καὶ μεταξὺ τούτων μακρὸν κατατείνας λόγον ἐπιφέρει | |
τί οὖν πρὸς ταῦτα λέξει; οὐ γὰρ οἶμαι αὐτὸν ἔχειν τι περὶ τούτου λέγειν. οὐδὲ γὰρ σαφῶς αὐτὸν καὶ ἀπαρακαλύπτως ἡγοῦμαι καὶ πρὸς ἑτέρους ὁμολογῆσαι ἄν, ὅπερ αὐτὸς ἐν τῇ ἑαυτοῦ | 24 | |
5 | κρύπτει διανοίᾳ, ὡς ἔστιν σαφῶς ἀφ’ ὧν γέγραφεν μανθάνειν. ἄλλος μὲν γάρ, φησίν, ἐστὶν ὁ πατὴρ ὁ γεννήσας ἐξ αὑτοῦ τὸν μονογενῆ λόγον καὶ πρωτότοκον ἁπάσης κτίσεως, μόνος μόνον, τέλειος τέλειον, βασιλεὺς βασιλέα, κύριος κύριον, θεὸς θεόν, οὐσίας τε καὶ βουλῆς καὶ δόξης καὶ | |
10 | δυνάμεως ἀπαράλλακτον εἰκόνα. ταῦτα τὰ ῥητὰ σαφῶς τὴν | |
1.4.34 | φαύλην αὐτοῦ περὶ θεότητος ἐλέγχει δόξαν. πῶς γὰρ ὁ κύριος γεννηθεὶς καὶ [ὁ] θεός, ὡς αὐτὸς προλαβὼν ἔφη, δύναται εἰκὼν θεοῦ εἶναι; ἕτερον γὰρ εἰκὼν θεοῦ, καὶ ἕτερον θεός. ὥστε εἰ μὲν εἰκών, οὐ κύριος οὐδὲ θεός, ἀλλ’ εἰκὼν κυρίου καὶ θεοῦ· εἰ δὲ | |
5 | κύριος ὄντως καὶ θεός, οὐκέτι ὁ κύριος καὶ [ὁ] θεὸς εἰκὼν κυρίου καὶ θεοῦ εἶναι δύναται. | |
1.4.35 | καὶ ταῦτα σφόδρα ἀβλεπτῶν εἴρηκεν, οὐκ ἐννοήσας ὡς καὶ ὁ υἱὸς δύναται ἔμψυχός ποτε εἰκὼν τοῦ ἰδίου πατρὸς λεχθῆναι, ἐπειδὰν ᾖ τῷ πατρὶ ὁμοιότατος. τοῦτο γοῦν καὶ ἡ γραφὴ δι‐ δάσκει ἡ λέγουσα «ἔζησεν δὲ Ἀδὰμ τριάκοντα καὶ διακόσια ἔτη, | |
5 | καὶ ἐγέννησεν κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ· | |
1.4.36 | καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σῆθ». καὶ περὶ τῆς θεότητος δὲ τοῦ υἱοῦ ὁ ἀπόστολος διδάσκει λέγων «ὃς ἐν μορφῇ θεοῦ ὑπάρ‐ χων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν», καὶ πάλιν «ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστά‐ | |
5 | σεως». καὶ ἐν ἑτέροις δὲ εἴρηται «ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀιδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν | |
1.4.37 | τῆς ἀγαθότητος αὐτοῦ». αὖθις δὲ ὁ ἀπόστολος «ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος» λέγων, δῆλός ἐστιν οὐ τὴν | |
1.4.38 | σάρκα εἰρῆσθαι διδάσκων τὴν εἰκόνα εἶναι τοῦ θεοῦ. μεταβὰς δὲ αὖθις Μάρκελλος ἐπὶ τοὺς ἐπισκόπους ὧδε γράφει ἰδοὺ γὰρ τὸ κατὰ Ἀστέριον ἡμᾶς οὐ τοσοῦτον λυπεῖ, εἰ τοιαῦτα προήχθη γράφειν, ἀλλ’ ὅτι καί τινες τῶν προεστάναι | |
5 | δοκούντων τῆς ἐκκλησίας, τῆς μὲν ἀποστολικῆς ἐπιλαθόμενοι πα‐ ραδόσεως, τὰ δὲ ἔξωθεν τῶν θείων προτιμήσαντες τοιαῦτά τινα γράψαι τε καὶ διδάξαι ἐτόλμησαν, ἃ οὐδὲν ἔλαττον τῆς τῶν προ‐ ειρημένων ἔχεται πλάνης. | 25 |
1.4.39 | καὶ μεθ’ ἕτερα ἐπιλέγει ἐντυχὼν γὰρ Ναρκίσσου τοῦ Νερωνιάδος προεστῶτος ἐπιστολῇ, ἣν γέγραφεν πρὸς Χρηστόν τινα καὶ Εὐφρόνιον καὶ Εὐσέβιον, ὡς Ὁσίου τοῦ ἐπισκόπου ἐρωτήσαντος αὐτόν, | |
5 | εἰ, ὥσπερ Εὐσέβιος ὁ τῆς Παλαιστίνης δύο οὐσίας εἶναί φησιν, οὕτως καὶ αὐτὸς λέγοι, ἔγνων αὐτὸν ἀπὸ τῶν γρα‐ φέντων τρεῖς εἶναι πιστεύειν οὐσίας ἀποκρινόμενον. ταῦτ’ εἰπὼν ἀπὸ τοῦ Ναρκίσσου ἐπὶ τὸν Εὐσέβιον μεταβαίνει, κατη‐ | |
1.4.40 | γορῶν ὅτι τὸν λόγον τοῦ θεοῦ θεὸν εἶναι ὁμολογεῖ. γράφει δὲ καὶ περὶ αὐτοῦ ταῦτα διελεῖν γὰρ τὸν λόγον τοῦ θεοῦ τολμήσας καὶ ἕτερον θεὸν τὸν λόγον ὀνομάσαι, οὐσίᾳ τε καὶ δυνάμει διεστῶτα τοῦ | |
5 | πατρός, εἰς ὅσην βλασφημίαν ἐκπέπτωκεν ἔνεστιν σαφῶς ἀπ’ | |
1.4.41 | αὐτῶν τῶν ὑπ’ αὐτοῦ γραφέντων ῥητῶν ῥᾳδίως μανθάνειν. γέ‐ γραφεν δ’ αὐταῖς λέξεσιν οὕτως· οὐ δήπου δὲ ἡ εἰκὼν καὶ τὸ οὗ ἐστιν ἡ εἰκὼν ἓν καὶ ταὐτὸν ἐπινοεῖται, ἀλλὰ δύο μὲν οὐσίαι καὶ δύο πράγματα καὶ δύο δυνάμεις, ὡς καὶ | |
5 | τοσαῦται προσηγορίαι. καὶ ταῦτα ὡς καλῶς διαβάλλων προστίθησιν λέγων πῶς οὖν οὐ τὴν αὐτὴν οὗτοι τοῖς ἔξωθεν κακίστην ὁδὸν τραπέντες τὰ αὐτὰ διδάξαι τε καὶ γράψαι προὔθεντο, τοῦ μὲν Εὐσεβίου Οὐαλεντίνῳ τε καὶ Ἑρμῇ ὁμοίως εἰρηκότος, τοῦ δὲ Ναρ‐ | |
10 | κίσσου Μαρκίωνί τε καὶ Πλάτωνι; | |
1.4.42 | εἶθ’ ἑξῆς μακρὰν καὶ ἀδόλεσχον ἀπεραντολογίαν συνείρει, φάσκων ἐξ ἀκοῆς μεμαθηκέναι τὸν Εὐσέβιον ὡμιληκέναι τινὰ ἐν Λαοδικείᾳ ποτὲ γενόμενον, καὶ περὶ ὧν οὐκ ἠπίστατο ὡς ἐξ ἀκοῆς μαθὼν γράφει, καὶ ἐπισυνάπτει λέγων | |
5 | δέον τἀναντία μετὰ δακρύων τε καὶ πένθους πρὸς κύριον βοᾶν «ἡμάρτομεν, ἠσεβήσαμεν, ἠνομήσαμεν», καὶ τὸ πονηρὸν ἐνωπιόν σου ἐποιήσαμεν, καὶ νῦν μεταγνόντες τῆς παρά σου | |
1.4.43 | τυχεῖν ἀξιοῦμεν φιλανθρωπίας. ταῦθ’ ἥρμοττεν αὐτῷ, ταῦτα συνέφερεν λέγειν διὰ τὴν ἄμετρον τοῦ θεοῦ χρηστότητα καὶ φι‐ | |
λανθρωπίαν. καίτοι ἀκόλουθον ἦν τὸν μετὰ φιλανθρωπίας καὶ δικαιοσύνης ἐπιμελούμενον θεὸν ἀντειπεῖν λέγοντα «εἰ ἐχθρὸς | 26 | |
5 | ὠνείδισέν μέ, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ’ ἐμὲ ἐμεγαλο‐ ρημόνησεν, ἐκρύβην ἂν ἀπ’ αὐτοῦ. σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνῶστά μου· ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, | |
1.4.44 | ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ». ὅτι γὰρ σύνεστιν ἡμῖν τοῖς αὐτοῦ λειτουργοῖς ἴσμεν ἀπὸ τῆς αὐτοῦ ῥήσεως, «ἰδοὺ» γὰρ «ἔσομαι μεθ’ ὑμῶν» ἔφη «πάσας τὰς ἡμέρας» τῆς ζωῆς ὑμῶν «ἕως τῆς συντελείας τοῦ αἰῶνος». εἶτα ἀκολούθως πάντως που | |
5 | καὶ τὰ ἑπόμενα τοῖς προάγουσιν ἐπήγαγεν ἂν ῥητά, «ἐλθέτω θάνατος ἐπ’ αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πο‐ νηρία ἐν ταῖς καρδίαις αὐτῶν». τοὺς γὰρ ἐν ἀγνοίᾳ τῆς ἀσεβείας ὄντας νεκροὺς ὑπὸ τοῦ ᾅδου καταπίνεσθαί φησιν ἡ γραφή· νεκροὶ γάρ, καὶ ζῆν δοκοῦντες, ἐτύγχανον 〈ὄν〉τες. | |
1.4.45 | καὶ πάλιν ἑξῆς τούτοις αἰτιᾶται τὸν Εὐσέβιον, ὡς ἐν τῷ διιέναι τὴν Ἀγκύραν τότε ὡμιληκότα ἐπὶ τῆς ἐκκλησίας, ἅπερ φησὶν ἐξ ἀκοῆς μεμαθηκέναι. ἐφ’ οἷς ἀγανακτῶν τοιαῦτα γράφει ἀλλ’ ὁ μὲν ἀπόστολος τοιαῦτα περὶ τῆς Γαλατῶν πίσ‐ | |
5 | τεως γράφει· Εὐσέβιος δὲ μεταφέρων τὴν ἀποστολικὴν ἔννοιαν, δι’ ἣν τοῦθ’ ὁ ἀπόστολος τῆς προειρημένης αἰτίας ἕνεκα, «τέκνα μου» εἶπεν «οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν», καθήψατο Γαλατῶν ὡς μὴ ὀρθὴν ἐχόντων περὶ θεοῦ δόξαν. | |
1.4.46 | ὤδινεν γὰρ ἀληθῶς δριμεῖάν τινα καὶ πικρὰν ὠδῖνα, ὅτι ἠπίσ‐ τατο Γαλάτας περὶ θεοσεβείας μὴ ὥσπερ ἐκεῖνος δοξάζοντας, μηδὲ δύο οὐσίας τε καὶ πράγματα καὶ δυνάμεις καὶ θεοὺς λέγοντας. | |
5 | τήρει δὲ ταῦτα ὅπως διαλοιδορεῖται πικρῶς τῷ μηδὲν εἰρηκότι πλεῖον, ὡς αὐτὸς γράφει, ἢ τὸ ἀποστολικὸν ῥητόν. καὶ νῦν δύο μὲν θεοὺς λέγειν τὸν Εὐσέβιον ὁμολογεῖ, ὡς ἂν τὸν υἱὸν τοῦ θεοῦ θεολογοῦντα σὺν τῷ πατρί· προϊὼν δ’ ἐν τοῖς ἑξῆς, ὥσπερ ἐπιλελησμένος ὧν ἐνταῦθα κατηγόρηκεν, τὸν αὐτὸν πειρᾶται δια‐ | |
10 | βάλλειν ὡς ψιλὸν ἄνθρωπον τὸν Χριστὸν εἶναι λέγοντα. | |
1.4.47 | ἑξῆς δὲ τοῖς προκειμένοις ἐπισυνάπτει πολλήν τινα καὶ μακρὰν φλυα‐ ρίαν, τά τε ὄντα τά τε μὴ ὄντα ἑαυτῷ συνείρων, μονονουχὶ κατὰ | |
τοὺς φήσαντας «τὰ χείλη ἡμῶν παρ’ ἡμῶν ἐστιν· τίς ἡμῶν κύριός | 27 | |
1.4.48 | ἐστιν»; δι’ ὧν δείκνυται, καθὼς ἀρχόμενος ἔφην τοῦ συγγράμματος, ἐξ ὑπερβαλλούσης ἔχθρας τε καὶ μισαδελφίας ἐπιπηδήσας τῇ γραφῇ. μεταβὰς δ’ ἐκ τούτων Ἀστέριον αὖθις τραγῳδεῖ, μακρὰν ἀποτείνων καὶ περὶ αὐτοῦ διήγησιν, ὅπως τε ἀποδημεῖ, καὶ ποῖ καὶ πότε καὶ | |
5 | πρὸς τίνας. καὶ τούτου δὲ ἀφέμενος αὖθις ἐπὶ τὸν τοῦ θεοῦ ἄνδρα Παυλῖνον τρέπεται, ταῦτα γράφων αὐτοῖς ῥήμασιν | |
1.4.49 | τούτοις δὲ τοῖς ῥητοῖς καὶ ὁ τούτου πατὴρ πειθόμενος Παυλῖνος, ταὐτὰ λέγειν τε καὶ γράφειν οὐκ ὀκνεῖ, ποτὲ μὲν δεύ‐ τερον θεὸν λέγων τὸν Χριστὸν καὶ τοῦτον ἀνθρωπικώτε‐ ρον γεγενῆσθαι θεόν, ποτὲ δὲ κτίσμα αὐτὸν εἶναι διορι‐ | |
5 | ζόμενος. ὅτι δὲ τοῦθ’ οὕτως ἔχει, καὶ πρὸς ἡμᾶς ποτε, τὴν Ἀγκύραν διιών, κτίσμα εἶναι τὸν Χριστὸν ἔφασκεν. | |
1.4.50 | καὶ πάλιν μυθολογῶν διειλέχθαι τῷ Παυλίνῳ φησίν. ἔπειτα δια‐ βάλλει τὸν μακάριον ὡς θεοὺς πολλοὺς εἰρηκότα, καὶ καταλι‐ πὼν τὸν Παυλῖνον πάλιν τῷ Εὐσεβίῳ σχολάζει φάσκων οὕτω δὲ καὶ Εὐσέβιος ὁ τῆς Καισαρείας γέγραφεν καὶ | |
5 | αὐτὸς τὴν αὐτὴν ἔχων Παυλίνῳ τε καὶ τοῖς ἔξωθεν περὶ θεῶν | |
1.4.51 | δόξαν. γέγραφεν γὰρ οὐχ ὡς ὄντος μόνου θεοῦ, ἀλλ’ ἑνὸς ὄντος τοῦ μόνου ἀληθινοῦ θεοῦ. ὅθεν τοίνυν μαθὼν καὶ ὁ Ἀστερίου πατὴρ Παυλῖνος νεωτέρους θεοὺς εἶναι ᾤετο. καὶ ἐν τούτοις δὲ ὡς θεῶν δόξας εἰσάγοντας αἰτιᾶται, ἀρνούμενος | |
5 | αὐτὸς τὴν θεότητα τοῦ υἱοῦ. καὶ παραθέμενος τὴν Εὐσεβίου λέξιν 〈οὐ〉 συνίησιν ὡς οὐκ ἦν αὐτοῦ ἡ τὸν πατέρα μόνον ἀλη‐ | |
1.4.52 | θινὸν θεὸν διδάσκουσα φωνή, τοῦ δὲ σωτῆρος ἡμῶν τοῦ εἰρηκότος «ἵνα γινώσκωσίν σε τὸν μόνον ἀληθινὸν θεόν». καὶ μεθ’ ἕτερα προ‐ στίθησιν λέγων ἐπεὶ πόθεν ἡμῖν ἐκ τῶν θείων δυνήσονται δεῖξαι ῥητῶν, | |
5 | ὅτι εἷς μὲν ἀγέννητος, εἷς δὲ γεννητὸς οὕτως, ὡς αὐτοὶ γεγεννῆσθαι αὐτὸν πεπιστεύκασιν, οὔτε προφητῶν οὔτε εὐαγγε‐ λιστῶν ἢ ἀποστόλων τοῦτ’ εἰρηκότων; | |
1.4.53 | εἶθ’, ὥσπερ ἐν ἄθλοις ἀπογραψάμενος ὁμοῦ πρὸς ἅπαντας 〈δι〉απληκ‐ τίσασθαι, μεταβαίνει ἐπὶ τὸν Νάρκισσον καί φησιν ὥστε κἂν ἐκεῖνό τις λέγῃ, κατασκευάζων πρῶτον εἶναι θεὸν καὶ δεύτερον, ὡς Νάρκισσος αὐταῖς λέξεσιν γέγραφεν | |
1.4.54 | (οὐδὲ γὰρ συγχωρεῖ ὁ λέγων «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα | |
ἡμετέραν καὶ καθ’ ὁμοίωσιν»), ὅτι μὲν αὐτὸς καὶ ὁ πατὴρ αὐτοῦ δύο εἰσίν, αὐτοῦ τοῦ κυρίου μαρτυροῦντος καὶ τῶν ἁγίων γραφῶν ἐκ μέρους ἠκούσαμεν. εἰ τοίνυν Νάρκισσος διὰ τοῦτο διαιρεῖν | 28 | |
5 | δυνάμει τὸν λόγον τοῦ πατρὸς ἐθέλοι, γνώτω ὅτι ὁ γράψας προφήτης ὡς τοῦ θεοῦ εἰρηκότος «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», αὐτὸς γέγραφεν «καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον». | |
1.4.55 | καὶ μεταβὰς ἀπὸ Ναρκίσσου ἐπὶ τὸν Ἀστέριον ταῦτα γράφει ἓν γὰρ εἶναι καὶ ταὐτὸν Ἀστέριος κατὰ τοῦτο ἀπε‐ φήνατο μόνον τὸν πατέρα καὶ τὸν υἱόν, καθ’ ὃ ἐν πᾶσιν συμφωνοῦσιν. οὕτω γὰρ ἔφη· καὶ διὰ τὴν ἐν πᾶσιν λόγοις | |
5 | τε καὶ ἔργοις ἀκριβῆ συμφωνίαν «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». καὶ πάλιν τοῦ Εὐσεβίου καθάπτεται λέγων ἄνθρωπον γὰρ τὸν σωτῆρα εἶναι βούλονται· δῆλον δὲ ἀφ’ ὧν πανούργως τὰ τοῦ ἀποστόλου ῥητὰ Εὐσέβιος πρὸς τὸ | |
1.4.56 | ἑαυτοῦ μετήνεγκεν βούλημα. ὡς γὰρ ἐκ παλαιᾶς τινος ὠδῖνος μεγίστην ἀποκυῆσαι βουλόμενος βλασφημίαν, «ἐξέχεεν ἀπὸ τοῦ ἰδίου θησαυροῦ» κατὰ τὴν τοῦ σωτῆρος ῥῆσιν «τὸ πονηρόν». | |
1.4.57 | ἄνθρωπον γὰρ μόνον τὸν σωτῆρα δεῖξαι βουλόμενος, ὡς μέγιστον ἡμῖν ἀπόρρητον τοῦ ἀποστόλου ἀνακαλύπτων μυστήριον, οὕτως ἔφη· διὸ σαφέστατα καὶ ὁ θεῖος ἀπόστολος τὴν ἀπόρ‐ ρητον ἡμῖν καὶ μυστικὴν παραδιδοὺς θεολογίαν βοᾷ καὶ | |
5 | κέκραγεν «εἷς ὁ θεός», εἶτα μετὰ τὸν ἕνα θεόν φησιν «εἷς μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς». | |
1.4.58 | εἰ τοίνυν ἄνθρωπον αὐτὸν εἶναί φησιν τῇ κατὰ σάρκα αὐτοῦ μόνῃ προσέχων οἰκονομίᾳ, πάντως κἀκεῖνο συνομολογεῖ, τὸ μηδὲ ἔχειν ἐλπίδα ἐπ’ αὐτόν. «ἐπικατάρατος» γὰρ «ἄνθρωπος» ὁ προ‐ φήτης Ἱερεμίας ἔφη «ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄνθρωπον». | |
1.4.59 | ὁρᾷς ὅπως ἡ κακία τυφλώττει. τότε γοῦν αὐτὸς μαρτυρήσας θεὸν ὁμολογοῦντι τὸν υἱόν, μεμψάμενός τε ἐπὶ τούτῳ ὡς θεὸν οὐσίᾳ καὶ δυνάμει ὑφεστῶτα τὸν τοῦ θεοῦ λόγον εἰσάγοντι, νῦν τὸν αὐτὸν συκοφαντεῖ ὡς ψιλὸν ἄνθρωπον λέγοντα εἶναι τὸν | |
5 | Χριστόν, προφανῶς καταψευδόμενος ἔν τε οἷς εἴρηκεν καὶ ἐν οἷς | |
ἑξῆς ἐπάγει αὖθις περὶ αὐτοῦ λέγων ἀλλ’ ὁ προειρημένος, βραχέα τῶν ἁγίων προφητῶν φρον‐ τίσας, ὡς ἀπόρρητόν τινα καὶ λανθάνουσαν τοῦ ἀποσ‐ τόλου θεολογίαν ἐξηγούμενος, «εἷς θεὸς» ἔφη «εἷς καὶ | 29 | |
10 | μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς». | |
1.4.60 | καὶ ὁ ταῦτα γράψας καὶ σφόδρα ἐπὶ τῷ μεμνῆσθαι τῶν γρα‐ φῶν μεγαλαυχῶν οὐκ ἐνενόησεν ὅτι ὁ τοῦτο γράψας ἁγιώτατος ἀπόστολος κἀκεῖνο γέγραφεν «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἐκένωσεν ἑαυτόν, μορ‐ | |
5 | φὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος καὶ σχή‐ | |
1.4.61 | ματι εὑρεθεὶς ὡς ἄνθρωπος». ὁρᾷς ὅπως (ὥσπερ προϊδὼν τῷ πνεύματι τὴν τούτων κακουργίαν) ὁ ἱερὸς ἀπόστολος οὕτως ἐν ἑτέρῳ μέρει τὸ «ὡς ἄνθρωπος» ἔγραψεν καὶ «ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος», ἵνα παύσῃ αὐτῶν τὴν τοσαύτην βλασ‐ | |
5 | φημίαν. καὶ μεθ’ ἕτερα τὸν αὐτὸν συκοφαντεῖ ὧδέ πως πῶς οὖν τούτοις μὴ προσσχὼν Εὐσέβιος μόνον ἄν‐ | |
1.4.62 | θρωπον τὸν σωτῆρα εἶναι βούλεται; οὐ φανερῶς μὲν τοῦτο λέγειν τολμῶν, τοῦτο δὲ βουλόμενος ὑπὸ τῶν ἰδίων ἐλέγχεται ῥήσεων. καὶ ὁ ταῦτα εἰπὼν τὸν αὐτὸν κατεμέμφετο ὡς θεὸν ἀναγορεύοντα | |
5 | τὸν υἱόν, γράφων οὕτως διελεῖν γὰρ τὸν λόγον τοῦ θεοῦ τολμήσας, καὶ ἕτερον θεὸν τὸν λόγον ὀνομάσας, οὐσίᾳ τε καὶ δυνάμει διεστῶτα τοῦ πατρός, εἰς ὅσην βλασφημίαν ἐκπέπτωκεν. | |
1.4.63 | τοσαῦτα καὶ τούτων ἔτι μακρῷ πλείονα, οὐ κατὰ μόνων τῶν ἐπι‐ σκόπων, ἀλλὰ καὶ κατὰ τῆς ὑγιοῦς καὶ ἐκκλησιαστικῆς πίστεως ἐκθέμενος Μάρκελλος, δῆλος ἂν εἴη ὁποίας αὐτὸς ὑπῆρχεν προαιρέ‐ σεως. ὅτι δ’ οὐδὲν τῆς ἀληθείας ἔμελεν τῷ ἀνδρί, μάθοις ἂν αὐταῖς | |
5 | ἐντυχὼν ταῖς τῶν ἐπισκόπων ἐπιστολαῖς, ἐν αἷς εὑρήσεις αὐτὸν τὸ μὲν πᾶν σῶμα τῆς διανοίας τῶν λέξεων ἀκρωτηριάζοντα καὶ τὸν μὲν πάντα εἱρμὸν ἀποκρύπτοντα, ῥηματίων δὲ ἀντιλαμβανόμενον | |
1.4.64 | καὶ τούτων κακούργως ποιούμενον τὴν διαβολήν. αὐτίκα γοῦν συκο‐ φαντεῖ τὸν Εὐσέβιον ἐκ τοῦ προφανοῦς, ὡς ψιλὸν ἄνθρωπον τὸν | |
Χριστὸν εἰρηκότα, ἐπειδὴ τῆς ἀποστολικῆς φωνῆς ἐν τῇ ἑαυτοῦ ἐπιστολῇ τὴν παράθεσιν πεποίηται, δι’ ἧς αὐτὸς εἶπεν ὁ ἀπόστολος | 30 | |
5 | «εἷς γὰρ ὁ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος | |
1.4.65 | Χριστὸς Ἰησοῦς». ταύτην μὲν οὖν τὴν ἀποστολικὴν λέξιν ὡσανεὶ Εὐσεβίου οὖσαν, διαβέβληκεν μὴ συνιεὶς ὁ σοφώτατος ὅτι τὸν ἀπό‐ στολον διέβαλλεν· τὰς δ’ αὐτοῦ φωνὰς τὰς ἐν τῇ αὐτῇ φερομένας ἐπιστολῇ, τάς τε ἐν τοῖς λοιποῖς αὐτοῦ συγγράμμασιν τοῖς εἰς τὰς | |
5 | θείας γραφὰς πεπονημένοις, ἃ δὴ κατὰ πάντα τόπον διαδέδοται, | |
1.4.66 | σιωπῇ παραδέδωκεν, κρύψας τῇ σιωπῇ ἃ μὴ 〈ἦν〉 συκοφαντεῖν. τὸ ὅμοιον δ’ ἂν εὕροι τις αὐτὸν πεποιηκότα καὶ ἐπὶ τῶν λοιπῶν ὧν διαβέβληκεν γραμμάτων. ἃ δή, λόγου συμμετρίας φειδόμενοι, τοῖς ἐθέλουσιν τὴν τούτων ἀκριβῆ ποιεῖσθαι διάγνωσιν παραχωρήσομεν, | |
5 | σπεύδοντες αὐτοὶ τὴν αὐτοῦ Μαρκέλλου περὶ τοῦ υἱοῦ τοῦ θεοῦ ξενοφωνίαν ἤδη λοιπὸν ἀποκαλύψαι, ὡς ἂν φανερὸν γένοιτο τοῖς πᾶσιν ὅπως αὐτὸς ἐφρόνει περὶ τοῦ υἱοῦ τοῦ θεοῦ. | |
2t1 | Βʹ | |
2Pin1 | αʹ ὅπως Μάρκελλος μήτε εἶναι μήτε προϋπάρχειν τὸν υἱὸν τοῦ θεοῦ πρὸ τῆς ἐκ παρθένου γεννήσεως ἐδόξαζεν. βʹ ὅπως Μάρκελλος ἐφρόνει περὶ τοῦ ἐν τῷ θεῷ λόγου. γʹ ὅπως ἐφρόνει Μάρκελλος περὶ τῆς σαρκὸς ἧς ἀνείληφεν ὁ λόγος. | |
5 | δʹ ὁποῖον Μάρκελλος ἐπάγει τέλος τῇ τοῦ Χριστοῦ βασιλείᾳ καὶ τῇ σαρκὶ ᾗ ἀνείληφεν. | |
2.1.1 | Τὴν τοῦ Γαλάτου πίστιν ἢ καὶ μᾶλλον τὴν ἀπιστίαν τὴν εἰς τὸν υἱὸν τοῦ θεοῦ, καιρὸς ἤδη καλεῖ μετὰ τὴν ἔκθεσιν τῶν ὑπ’ αὐτοῦ διαβληθέντων εἰς φῶς ἀγαγεῖν, καὶ τὴν χρόνοις μακροῖς ἐνδομυχήσασαν τῷ ἀνδρὶ κακοδοξίαν βραχὺ περιελθόντας τοῦ τῆς | |
5 | ἐπιστολῆς προσχήματος ἀπογυμνῶσαι, δεῖξαί τε τοῖς πᾶσιν διὰ τῆς τῶν αὐτοῦ φωνῶν μαρτυρίας οἷός τις ὢν τῆς Χριστοῦ καθηγεῖτο ἐκκλησίας ἄνθρωπος, μήτε εἶναι μήτε προϋφεστάναι μήτε ὅλως πώποτε υἱὸν ὑπάρξαι τῷ θεῷ πρὸ τοῦ τεχθῆναι διὰ τῆς παρθένου δοξάζων, αὐτὸ δὲ μόνον εἶναι λόγον φάσκων, συμφυᾶ τῷ θεῷ, ἀιδίως | |
10 | αὐτῷ συνόντα καὶ ἡνωμένον, οἷος ἂν εἴη καὶ ὁ ἐν ἀνθρώπῳ λόγος. | |
2.1.2 | τούτῳ γὰρ αὐτὸς χρῆται τῷ παραδείγματι, λόγον εἶναι φήσας ἔνδον | |
ἐν αὐτῷ τῷ θεῷ, ποτὲ μὲν ἡσυχάζοντα, ποτὲ δὲ σημαντικῶς ἐνερ‐ γοῦντα, μόνῃ τε ἐνεργείᾳ προϊόντα τοῦ πατρός, ὡς ἂν καὶ ἡμεῖς τι προστάττοντες ἐν τῷ λέγειν τι καὶ λαλεῖν ἐνεργήσαιμεν. ὅτι δ’ οὐκ | 31 | |
5 | ἄν τις οὕτω γε εἴποι υἱὸν εἶναι τὸν σημαντικὸν καὶ ἐνεργητικὸν λόγον παντί τῳ δῆλον. ὁ δὲ τοῦτο δοὺς ἐπὶ τοῦ θεοῦ, οὐκ οἶδ’ ὅπως τὸν μὴ ὑφεστῶτα λόγον τὴν σάρκα ἀνειληφέναι καὶ ἐνεργῆσαι ἐν | |
2.1.3 | αὐτῇ φησιν καὶ τότε Χριστὸν γενέσθαι καὶ Ἰησοῦν καὶ βασιλέα καὶ εἰκόνα τοῦ θεοῦ καὶ ἀγαπητὸν καὶ υἱὸν δεδοξασμένον, καὶ δὴ καὶ πρωτότοκον πάσης κτίσεως, μὴ ὄντα πρότερον, τότε γενέσθαι καίπερ οὐχ ὑφεστῶτα· τὸ δὲ παράδοξον τοῦ λόγου, ἄρξασθαί γε ἀπὸ τετρα‐ | |
5 | κοσίων οὐδὲ ὅλων ἐτῶν τούτων ἁπάντων καὶ πάλιν τούτων ἀθρόως παυθήσεσθαι μετὰ τὸν τῆς κρίσεως καιρόν, τοῦ μὲν λόγου ἑνουμένου τῷ θεῷ, ὡς μηδὲν ἕτερον εἶναι πλὴν τοῦ θεοῦ, τῆς δὲ σαρκὸς ἧς ἀνείληφεν ἐρήμου καταλειφθησομένης ὑπὸ τοῦ λόγου, ὡς μήτε τὸν υἱὸν τοῦ θεοῦ τότε ὑφεστάναι, μήτε τὸν υἱὸν τοῦ ἀνθρώπου ὃν ἀνείληφεν. | |
2.1.4 | καὶ δὴ εἰς τοῦτο τέλους καταστρέφει, ὥσπερ κεκωφωμένος καὶ μήτε τοῦ ἀγγέλου Γαβριὴλ ἀκούων, εὐαγγελιζομένου τὴν θεοτόκον σαφῶς τε καὶ διαρρήδην περὶ τοῦ ἐξ αὐτῆς τεχθησομένου καὶ «ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα» προελευσομένου φάσκοντος «ἰδοὺ συλλήψῃ ἐν | |
5 | γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος», μήτε Δανιὴλ τοῦ μεγάλου προφήτου τὰς φωνὰς συνιείς, αὐτὰ | |
10 | ταῦτα ἐπισφραγιζομένου δι’ ὧν ἐν θείῳ πνεύματι προεφώνει λέγων «καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν· καὶ ἔμπροσθεν | |
2.1.5 | αὐτοῦ προσηνέχθη. καὶ αὐτῷ ἐδόθη 〈ἡ〉 ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βα‐ σιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσιν· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται». ἀλλ’ οὐδὲ Ἡσαΐας αὐτὸν ἔπεισεν, περὶ τῆς | |
5 | ἀτελευτήτου βασιλείας τοῦ υἱοῦ τοῦ ἀνθρώπου ὧδε καὶ αὐτὸς θε‐ | |
2.1.6 | σπίζων «ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς | |
ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρὸς ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. ἄξω γὰρ εἰρήνην καὶ ὑγίειαν | 32 | |
2.1.7 | αὐτῷ. μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔσται τέλος, ἐπὶ τὸν θρόνον Δαυὶδ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, τοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν | |
2.1.8 | καὶ εἰς τοὺς αἰῶνας». τούτοις γοῦν σύμφωνα ἦν καὶ ἅπερ ὁ Γαβριὴλ τὴν παρθένον εὐηγγελίζετο, «εἰς τοὺς αἰῶνας» βασιλεύσειν τὸν ἐξ αὐτῆς λέγων «καὶ τῆς βασιλείας αὐτοῦ» μὴ ἔσεσθαι τέλος. Μάρ‐ κελλος δὲ ὅπως τούτοις ἅπασιν ἐναντία γράφειν ἐτόλμα, μάθοις ἂν | |
5 | ἐκ τῶν αὐτοῦ φωνῶν, δι’ ὧν ὁμοῦ τὴν θεότητα καὶ τὴν ἀνθρωπό‐ τητα τοῦ υἱοῦ τοῦ θεοῦ ἠρνεῖτο καινότερον ἢ κατὰ πᾶσαν ἄθεον | |
2.1.9 | αἵρεσιν. τῶν γὰρ ἑτεροδόξων οἱ μὲν μὴ προεῖναι μηδὲ προϋπάρχειν τὸν υἱὸν τοῦ θεοῦ φάντες, ἄνθρωπον εἶναι αὐτὸν τοῖς λοιποῖς ὅμοιον ὑποθέμενοι ἐξ ἀνθρώπου, υἱοθεσίᾳ τετιμῆσθαι αὐτὸν ἔφασαν, καὶ τοῦτο δόντες ἀθάνατον καὶ ἀτελεύτητον αὐτῷ τιμὴν καὶ δόξαν καὶ | |
5 | βασιλείαν αἰώνιον ὡμολογήκασιν· οἱ δὲ τὸν ἄνθρωπον ἀρνησάμενοι υἱὸν εἶναι θεοῦ θεὸν προόντα ὑπεστήσαντο. ἀλλ’ οἱ μὲν τῆς ἐκκλη‐ σίας ἀλλότριοι μέχρι τοσούτου πλάνης ἤλασαν. ὁ δὲ τῆς ἐκκλησίας τοῦ θεοῦ τοσούτοις καθηγησάμενος χρόνοις τὴν ὕπαρξιν 〈ἀν〉αιρεῖ τοῦ υἱοῦ τοῦ θεοῦ, τῷ 〈τε〉 αὐτοῦ λειτουργήσας θυσιαστηρίῳ | |
10 | ἑαυτὸν μὲν αἰωνίου καὶ ἀθανάτου ζωῆς τεύξεσθαι τάχα που πιστεύει, | |
2.1.10 | τὸν δ’ ἀρχιερέα ταύτης ἀποστερεῖ. ἔχομεν δὲ «ἀρχιερέα μέγαν» κατὰ τὸν ἀπόστολον «διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ», ὃν οὔτε προεῖναι οὔτε προϋφεστάναι τολμᾷ λέγειν, ἀλλὰ μηδὲ ἔσεσθαι μηδὲ τοῖς ἁγίοις τοῦ θεοῦ συνέσεσθαι κατ’ αὐτὴν ἐκείνην | |
5 | τὴν ἐπαγγελίαν τῆς τῶν οὐρανῶν βασιλείας. τηνικαῦτα γὰρ τῶν ἁγίων ἁπάντων μεθεξόντων τῆς τοῦ θεοῦ βασιλείας ἐν ἀφθάρτοις καὶ ἀθανάτοις σώμασιν, μόνον τὸν Χριστὸν καὶ τὴν σάρκα ἣν ἀνεί‐ | |
2.1.11 | ληφεν ἀποστερεῖ αὐτῆς. καὶ οὐ φρίττει τὸν ἀρχηγὸν τῆς ἀναστά‐ σεως, τὸν τῆς αἰωνίου ζωῆς τοῖς πᾶσιν αἴτιον, ἐκπεσεῖσθαι τῆς βασιλείας οὐ μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς ζωῆς ἀποφαινόμενος· ὥσπερ ἂν εἴ τις ὀφθαλμοὺς μὲν δῷ, φῶς δὲ τὸ τῆς τούτων χορηγὸν ἐκλάμ‐ | |
5 | ψεως ἀνέλοι. καὶ οὔτε ὁ τοσοῦτος τοῦ θεοῦ ἄγγελος Γαβριὴλ οὔτε ὁ μέγας προφήτης Δανιήλ, περὶ οὗ ἐλέχθη «μὴ σὺ σοφώτερος εἶ τοῦ Δανιήλ;» οὔτε ὁ τοσοῦτος Ἡσαΐας οὔθ’ ὁ λοιπὸς τῶν προφητῶν | |
2.1.12 | χορὸς τοιαῦτα μὴ γράφειν μηδὲ φρονεῖν τὸν ἄνδρα ἔπεισαν, οὔτ’ αὐτοὶ Ἰουδαῖοι, παρ’ οἷς ὁ προσδοκώμενος εἰσέτι νῦν Χριστός, ὃν Ἠλειμμένον καλεῖν εἰώθασιν, ἀγήρω τὴν βασιλείαν καὶ 〈ἀ〉θάνατον ἕξειν ἐλπίζεται. ἀλλὰ καὶ τούτων γέγονε χείρων ὁ καὶ εἰς τὴν | 33 |
5 | ἀρχὴν ὁμοῦ καὶ εἰς τὸ τέλος τοῦ υἱοῦ τοῦ θεοῦ ἀσεβῆσαι τολμήσας, ὃν οὐδ’ αὐτὸς ὁ θεῖος ἀπόστολος κατεδυσώπησεν μὴ τοιαῦτα ἀσεβεῖν, ἄντικρυς λέγων «πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζή‐ σομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν», καὶ κληρονόμους μὲν ἡμᾶς ἔσεσθαι τοῦ θεοῦ, οὐ μὴν δίχα Χριστοῦ, «κληρονόμοι» γάρ | |
2.1.13 | φησιν «θεοῦ, συγκληρονόμοι δὲ τοῦ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν». καὶ πάλιν «εἰ δὲ ἀπεθάνομεν» φησὶν «σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ, εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει· θάνατος αὐτοῦ οὐκέτι κυ‐ | |
2.1.14 | ριεύσει», καὶ αὖθις «τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν». οὐκοῦν ἡ αἰώνιος ζωὴ οὐκ ἄλλως ἡμῖν πο‐ ρισθήσεται ἢ «ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν»· καὶ ἡ ἐλπὶς ἡμῶν οὐχ ἁπλῶς ζῆσαι, ἀλλὰ σὺν αὐτῷ δοξασθῆναι καὶ σὺν αὐτῷ κληρο‐ | |
5 | νομῆσαι καὶ σὺν αὐτῷ βασιλεῦσαι· πάντα γὰρ ἡμῖν ἐκ τῆς αὐτοῦ | |
2.1.15 | κοινωνίας ὑπάρξει. ὃ διδάσκει ὁ αὐτὸς φήσας «πιστὸς ὁ θεός, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν». τίς δ’ ἡ κοινωνία, παρίστησιν «καὶ συνήγειρεν» λέγων «καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἐνδείξηται | |
5 | ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος | |
2.1.16 | ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ». ὁ δ’ αὐτὸς καὶ ταῦτα περὶ τοῦ σωτῆρος ἐδίδασκεν φάσκων «ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσιόντας δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν | |
2.1.17 | εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν». οὐ μὴν ἀλλὰ καὶ τὸν Μελχισεδὲκ «εἰς τὸ διηνεκὲς» ἱερέα μένειν ἔλεγεν διὰ τὸ ἀφωμοιωμένον εἶναι «τῷ υἱῷ τοῦ θεοῦ». ἀλλ’ ὅτι μὲν τούτοις ἅπασιν Μάρκελλος τἀναντία γράφειν ἐτόλμα μικρὸν ὕστερον παρατεθήσεται, νυνὶ δὲ ὅπως ἐφρόνει | |
5 | περὶ τοῦ μηδὲ τὴν ἀρχὴν εἶναι μηδ’ ὑφεστάναι τὸν τοῦ θεοῦ υἱὸν θεασώμεθα πρότερον. | |
2.2.1 | Ἐπισκήψας τοῖς εἰρηκόσιν τὸν υἱὸν τοῦ θεοῦ ἀληθῶς υἱὸν εἶναι ζῶντα καὶ ὑφεστῶτα, τὴν ἑαυτοῦ δόξαν φανερὰν καθίστησιν αὐταῖς | |
συλλαβαῖς γράφων οὕτως οὐκοῦν πρὸ μὲν τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου | 34 | |
5 | τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀνθρω‐ πίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν «ἐπ’ ἐσχάτων τῶν ἡμε‐ ρῶν», ὡς καὶ αὐτὸς γέγραφεν, καὶ [τὸ] γεννηθὲν ἐκ τῆς παρθένου; οὐδὲν ἕτερον ἦν ἢ λόγος. | |
2.2.2 | εἶτα προϊὼν ἑξῆς ἀίδιον αὐτὸν λέγει, ἀγένητον αὐτὸν οὕτως ὁρι‐ ζόμενος. γράφει δὲ οὕτως ἀκούεις τοίνυν τῆς συμφωνίας τοῦ ἁγίου πνεύματος, διὰ πολλῶν καὶ διαφόρων προσώπων τῇ τοῦ λόγου μαρτυρούσης | |
2.2.3 | ἀιδιότητι. καὶ διὰ τοῦτο ἄρχεται μὲν ἀπὸ τῆς ἀιδιότητος τοῦ λόγου, «ἐν ἀρχῇ ἦν ὁ λόγος» λέγων «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». τρισὶν ἐπαλλήλοις μαρτυρίαις χρώ‐ μενος τὴν ἀιδιότητα τοῦ λόγου δεικνύναι βούλεται. | |
5 | καὶ μεθ’ ἕτερα ἐπιλέγει πρότερον γάρ, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἢ λόγος ἦν. | |
2.2.4 | καὶ προστίθησιν, ὅτι οὐδὲ «εἰκὼν» ἦν «τοῦ θεοῦ τοῦ ἀοράτου», φάσκων οὐκοῦν πρόδηλον, ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως ὁ λόγος καθ’ ἑαυτὸν οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ. καὶ αὖθις μεθ’ ἕτερα ἐπιφέρει | |
5 | τί τοίνυν ἦν τὸ κατελθὸν τοῦτο πρὸ τοῦ ἐνανθρωπῆσαι; πάντως πού φησιν· πνεῦμα. εἰ γάρ τι παρὰ τοῦτο ἐθέλοι λέγειν, οὐ συγχωρήσει αὐτῷ ὁ πρὸς τὴν παρθένον εἰρηκὼς ἄγγελος «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπί σε». εἰ δὲ πνεῦμα εἶναι φήσει, ἄκουε τοῦ σωτῆρος λέγοντος «πνεῦμα ὁ θεός». | |
2.2.5 | σαφῶς ἐντεῦθεν τοῦ σωτῆρος περὶ τοῦ πατρὸς εἰρηκότος «πνεῦμα ὁ θεός», ἐλέγχεται Μάρκελλος αὐτὸν τὸν πατέρα ἐνηνθρωπηκέναι εἰπών. ὁ δ’ ἔτι μᾶλλον φιλοτιμεῖται, γράφων ὧδε καὶ μανθανέτω τοίνυν θεοῦ λόγον ἐληλυθέναι, οὐ λόγον | |
5 | καταχρηστικῶς ὀνομασθέντα, ὡς αὐτοί φασιν, ἀλλ’ ἀληθῆ ὄντα λόγον. | |
2.2.6 | καὶ αὖθις προστίθησιν ταῦτα τοῖς εἰρημένοις εἰ μὲν γὰρ ἡ τοῦ πνεύματος ἐξέτασις γίγνοιτο μόνη, ἓν καὶ ταὐτὸν εἰκότως εἶναι τῷ θεῷ φαίνοιτο· εἰ δὲ ἡ κατὰ σάρκα προσθήκη ἐπὶ τοῦ σωτῆρος ἐξετάζοιτο, ἐνεργείᾳ ἡ θεότης μόνῃ | |
5 | πλατύνεσθαι δοκεῖ· ὥστε εἰκότως μονὰς ὄντως ἐστὶν ἀδιαίρετος. | 35 |
2.2.7 | καὶ ἔτι μᾶλλον τοῦτο κατασκευάζει δι’ ὧν ἐν τοῖς ἑξῆς οὕτω γράφει τὸ μὲν οὖν πρὸ τῶν αἰώνων αὐτὸν γεγεννῆσθαι φῆσαι, ἀκολούθως εἰρηκέναι δοκεῖ· γέννημα γὰρ τὸ προελθὸν τοῦ προεμένου γίγνεται πατρός. θάτερον δ’ οὐκέτι ὑγιῶς οὐδ’ εὐσε‐ | |
2.2.8 | βῶς αὐτῷ παρείληπται. τὸ γὰρ μὴ λόγον εἶναι φῆσαι τὸν ἐξ αὐτοῦ προελθόντα καὶ τοῦτον εἶναι τὸν τῆς γεννήσεως ἀληθῆ τρόπον, ἀλλ’ ἁπλῶς υἱὸν μόνον, ἔμφασίν τινα τοῖς ἀκούουσιν ἀνθρωπίνης ὄψεως παρέχειν εἴωθεν. | |
5 | καὶ ἐν τούτοις μὲν γυμνῇ τῇ κεφαλῇ τὸν μὲν υἱὸν ἠρνήσατο, ψιλὸν δὲ λόγον ὥσπερ τινὰ προστακτικὸν τῶν ποιητέων εἰσάγων δῆλός ἐστιν ἐξ ὧν ἐπιφέρει λέγων | |
2.2.9 | ὃν οὕτω πᾶσαι αἱ θεῖαι κηρύττουσιν γραφαί. Δαυὶδ μὲν γὰρ περὶ αὐτοῦ λέγει «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν», αὖθίς τε 〈ὁ〉 αὐτὸς «ἐξαπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς». Σολομὼν δὲ «ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν. | |
5 | ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον κυρίου οὐ προείλαντο». Ἡσαΐας τε «ἐκ γὰρ Σιὼν ἐξελεύσεται» ἔφη «νόμος, καὶ λόγος | |
2.2.10 | κυρίου ἐξ Ἱερουσαλήμ». καὶ αὖθις Ἱερεμίας «ᾐσχύνθησαν σοφοὶ» φησὶν «καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν, ὅτι τὸν λόγον τοῦ κυρίου ἀπεδοκίμασαν». καὶ Ὡσηὲ 〈δὲ〉 ὁ προφήτης «ἐμίσησαν» 〈ἔφη〉 «ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο». Μιχαίας τε | |
5 | ὁμοίως καὶ αὐτὸς περὶ τοῦ λόγου μνημονεύων 〈«ἐκ Σιὼν»〉 ἔφη «ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ». | |
2.2.11 | τοσαῦτα συνάγων περὶ τοῦ προστακτικοῦ λόγου ῥητὰ Μάρκελλος τοιοῦτόν τινα εἶναί φησιν καὶ τὸν «ἐν ἀρχῇ πρὸς τὸν θεὸν» θεὸν λόγον. διὸ ἐπάγει φάσκων ὁ δὲ ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης | |
5 | σαφῶς 〈καὶ〉 διαρρήδην ἐν ἀρχῇ τοῦ εὐαγγελίου διδάσκων, ὡς ἀγνοούμενον ἐν ἀνθρώποις πρότερον, λόγον αὐτὸν τοῦ παντοκρά‐ τορος ὀνομάζων, οὕτως ἔφη «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». οὐ μιᾷ μαρτυρίᾳ χρώ‐ μενος τὴν ἀιδιότητα τοῦ λόγου σημαίνει. | |
2.2.12 | καὶ προστίθησιν τούτοις ἐπιλέγων ἑξῆς ἵν’ ἐν μὲν τῷ φῆσαι «ἐν ἀρχῇ ἦν ὁ λόγος» δείξῃ δυνάμει ἐν τῷ πατρὶ εἶναι τὸν λόγον ([ἐν] ἀρχὴ γὰρ ἁπάντων τῶν γεγο‐ νότων ὁ θεὸς «ἐξ οὗ τὰ πάντα»), ἐν δὲ τῷ «καὶ ὁ λόγος ἦν πρὸς | 36 |
5 | τὸν θεὸν» ἐνεργείᾳ πρὸς τὸν θεὸν εἶναι τὸν λόγον («πάντα» γὰρ | |
2.2.13 | «δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»), ἐν δὲ τῷ θεὸν εἶναι τὸν λόγον εἰρηκέναι μὴ διαιρεῖν τὴν θεότητα, ἐπειδὴ ὁ λόγος τε ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῷ λόγῳ· «ἐν ἐμοὶ» γάρ φησιν «ὁ πατήρ, κἀγὼ ἐν τῷ πατρί». | |
5 | καὶ ἔτι τούτοις προστίθησιν, ἀπογυμνῶν τὸν ἴδιον νοῦν δι’ ὧν ἑξῆς ἐπάγει, λέγων ὁ τοίνυν ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης τῆς ἀιδιότητος αὐτοῦ μνημονεύων ἀληθὴς ἐγίγνετο τοῦ λόγου μάρτυς, «ἐν ἀρχῇ ἦν ὁ λόγος» λέγων «καὶ ὁ λόγος ἦν πρὸς | |
2.2.14 | τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». οὐδὲν γενέσεως ἐνταῦθα μνημο‐ νεύων τοῦ λόγου, ἀλλ’ ἐπαλλήλοις τρισὶν μαρτυρίαις χρώμενος, ἐβεβαίου ἐν ἀρχῇ τὸν λόγον εἶναι. καὶ προστίθησιν τούτοις λέγων | |
5 | τὴν μὲν κατὰ σάρκα οἰκονομίαν τῷ ἀνθρώπῳ διαφέρειν γιγνώσκομεν, τὴν δὲ κατὰ πνεῦμα ἀιδιότητα ἡνῶσθαι τῷ πατρὶ πεπιστεύκαμεν. | |
2.2.15 | τούτοις προϊὼν ἑξῆς ἐπιλέγει ταῦτα εἰ οὖν αὐτὸς λέγει ταῦτα «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω», καὶ αὖθις «καὶ ὁ λόγος, ὃν ἀκούετε, οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός» καὶ «πάντα ὅσα ἔχει ὁ πατὴρ | |
5 | ἐμά ἐστιν», δῆλον ὅτι εἰκότως κἀκεῖνο ἔλεγεν «ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί», ἵνα ἐν θεῷ μὲν ᾖ ὁ λόγος ὁ τοῦτο λέγων, | |
2.2.16 | ἐν δὲ τῷ λόγῳ ὁ πατήρ, ὅτι δύναμις τοῦ πατρὸς ὁ λόγος. «θεοῦ» γὰρ αὐτὸν «δύναμιν καὶ θεοῦ σοφίαν» ἀξιόπιστος εἴρηκεν μάρτυς. οὐ διὰ τὴν ἐν ἅπασιν οὖν λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμ‐ φωνίαν, ὡς Ἀστέριος ἔφη, ὁ σωτὴρ λέγει «ἐγὼ καὶ ὁ πατὴρ | |
5 | ἕν ἐσμεν», ἀλλὰ διότι ἀδύνατόν ἐστιν, ἢ λόγον θεοῦ ἢ θεὸν τοῦ ἑαυτοῦ μερίζεσθαι λόγου. ἐπεὶ εἰ διὰ τὴν ἐν ἅπασιν συμ‐ | |
φωνίαν τοῦτο εἰρηκέναι τὸν σωτῆρα Ἀστέριος οἴεται, καὶ μὴ τῇ δευτέρᾳ οἰκονομίᾳ προσέχων τἀληθὲς μανθάνειν ἐθέλει, ἀναγ‐ καῖόν ἐστιν ὑπομνῆσαι αὐτόν, πῶς ἐνίοτε [τὸ] κατὰ τὸ [σὴν] φαι‐ | 37 | |
2.2.17 | νόμενον ἀσυμφωνίαν ἔστιν ἰδεῖν. οὕτω γὰρ ἡμᾶς τὰ ῥητὰ διδάσ‐ κει. ποία γὰρ ἐν καιρῷ τοῦ πάθους συμφωνία τοῦτο λέγοντος «πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο», ἐπιφέροντος δὲ κἀκεῖνο «πλὴν μὴ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ». οὐ συμφωνοῦν‐ | |
5 | τος γὰρ ἦν πρῶτον μὲν τὸ λέγειν «παρελθέτω τὸ ποτήριον τοῦτο»· οὐδὲν δὲ ἐχόμενον συμφωνίας καὶ τὸ ἐπιφερόμενον εἶναι δοκεῖ, | |
2.2.18 | λέγει γὰρ «μὴ τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν γενέσθω, πάτερ, θέλημα». ἀκούεις ὅπως ἀσυμφωνίαν κατὰ τὸ φαινόμενον δηλοῖ τὸ γράμμα, τοῦ μὲν θέλοντος, 〈τοῦ δὲ μὴ θέλοντοσ〉. ὅτι μὲν γὰρ ἐβούλετο ὁ πατὴρ δῆλον ἀφ’ ὧν ὃ ἐβούλετο γέγονεν· ὅτι δὲ οὐκ ἐβούλετο | |
5 | ὁ υἱὸς δῆλον δι’ ὧν παραιτεῖται. καὶ αὖθις «οὐ ζητῶ» φησὶν «τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός». | |
2.2.19 | πῶς οὖν διὰ τὴν ἐν ἅπασιν συμφωνίαν τὸν σωτῆρα εἰρη‐ κέναι φησὶν «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν»; καὶ μετὰ βραχέα ἐπιλέγει πῶς συμφωνίαν ἔχειν πρὸς τὸν πατέρα ὁ υἱὸς δύναται | |
5 | ἢ ὁ πατὴρ πρὸς τὸν υἱόν, τοῦ υἱοῦ «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν» λέγοντος; ἄντικρυς γὰρ πλεονεκτοῦντος ἦν τοῦ υἱοῦ | |
2.2.20 | τὸν πατέρα τὸ λέγειν «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν». τού‐ του γὰρ χάριν παρεὶς τὸ πάντα ὅσα ἔχει ὁ πατὴρ κοινά ἐστιν εἰπεῖν «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν» ἔφη. καίτοι οὐκ ἦν ἴδιον τοῦ συμφωνοῦντος οὕτω λέγειν, ἀλλά· πάντα ὅσα ἔχει ὁ | |
5 | πατὴρ κοινά ἐστιν. εἰ γὰρ αἱ τῶν ἀποστόλων Πράξεις τὴν τῶν τηνικαῦτα προσιόντων τῇ πίστει συμφωνίαν ἐπαινοῦσαι «πάντα ἦν αὐτοῖς κοινὰ» ἔφασαν, καὶ ἐπ’ ἀνθρώπων τῶν συμφωνεῖν δυναμένων κοινὰ εἶναι πάντα νομίζειν ὀφείλει, πόσῳ μᾶλλον ἔδει τὸν πατέρα καὶ τὸν υἱὸν κοινωνίας μετέχειν, εἰς δύο ὑποστάσεις | |
10 | διῃρημένους; νυνὶ δὲ ἐν μὲν τῷ λέγειν «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν» πλεονεκτῶν ὁ υἱὸς τὸν πατέρα φαίνεται· ἐν δὲ τῷ φάσκειν μηδὲ τοῦ ἑαυτοῦ λόγου κύριον εἶναι, ἀλλὰ καὶ τούτου τὸν | |
2.2.21 | πατέρα («ὁ» γὰρ «λόγος ὃν ἀκούετε» φησὶν «οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός»), ἀφαιρεῖσθαι τὸν πατέρα τὰ ἴδια τοῦ παιδὸς δείκνυσιν. ἑκάτερα δὲ κατὰ τὴν Ἀστερίου οἴησιν οὐκ ἀκο‐ | 38 |
2.2.22 | λούθως εἰρημένα φαίνεται. ἔδει γὰρ τὸν συμφωνοῦντα μὴ τὰ 〈τῷ〉 ἑτέρῳ προσόντα παρασπᾶσθαι δίκαια, πλεονεκτικὸν γὰρ τοῦτό γε, ἀλλὰ τὰ ἑκατέρῳ προσόντα κοινὰ εἶναι νομίζειν. ὥστε ὅταν μὲν εἰς τὴν ἀνθρωπίνην ἀποβλέπωμεν σάρκα, οὐχ ὥσπερ | |
5 | Ἀστέριος γέγραφεν, οὕτως εὑρήσομεν εἰρηκότα τὸν σωτῆρα «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», οὐ γὰρ διὰ τὴν ἐν ἅπασιν λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμφωνίαν, ὡς αὐτὸς γέγραφεν, ὁ σωτὴρ | |
2.2.23 | εἴρηκεν «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». εἰ γὰρ τοῦτ’ ἦν, πάν‐ τως ἂν ἔφη· ἐγὼ καὶ ὁ πατὴρ ἐν ἅπασιν πρὸς ἀλλήλους συμφω‐ νοῦμεν. νυνὶ δὲ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» ἔφη. οὐκοῦν εἰ ἐν ἐκείνοις ἀσυμφωνία τις ἦν, ἀνάγκη δὲ τὸν δεσπότην ἀληθεύειν, | |
5 | τὸν σωτῆρα ἀκριβῶς εἰδέναι προσήκει, ὅτι ἡνίκα ἂν «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» λέγῃ, τηνικαῦτα οὐκ εἰς τὸν ἄνθρωπον ὃν ἀνεί‐ ληφεν ἀποβλέπων τοῦτό φησιν, ἀλλ’ εἰς τὸν ἐκ τοῦ πατρὸς προ‐ | |
2.2.24 | ελθόντα λόγον. εἰ γάρ τις ἀσυμφωνία εἶναι δοκοίη, αὕτη ἀνα‐ φέρεσθαι εἰς τὴν τῆς σαρκὸς ἀσθένειαν ὀφείλει, ἣν μὴ πρότερον ἔχων ἀνείληφεν ὁ λόγος. εἰ δὲ ἑνότης λέγοιτο, αὕτη τῷ λόγῳ | |
2.2.25 | διαφέρουσα φαίνεται. ὅθεν οὐ μόνον τὸ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» εἰκότως ἔφη, ἀλλὰ κἀκεῖνο· «τοσούτῳ χρόνῳ μεθ’ ὑμῶν εἰμι, Φίλιππε, καὶ λέγεις· δεῖξόν μοι τὸν πατέρα», δῆλον ὅτι οὐ τούτοις τοῖς ὀφθαλμοῖς, ἀλλὰ τοῖς νοητοῖς τὰ νοητὰ ὁρᾶν δυνα‐ | |
5 | μένοις. ἀόρατος γὰρ τοῖς τῆς σαρκὸς ὄμμασιν ὅ τε πατὴρ ὑπάρ‐ χει καὶ ὁ τούτου λόγος. οὐ διὰ τὴν ἐν ἅπασιν οὖν συμφω‐ νίαν τοῦτ’ ἔφη πρὸς Φίλιππον. | |
2.2.26 | τοσαῦτα εἰπών, ἐπαναλαβὼν ἐξ ὑπαρχῆς τὸν λόγον τοῦτον δογματί‐ ζει τὸν τρόπον πρὸ γὰρ τῆς δημιουργίας ἁπάσης ἡσυχία τις ἦν, ὡς εἰκός, ὄντος ἐν τῷ θεῷ τοῦ λόγου. εἰ γὰρ ποιητὴν ἁπάντων τὸν θεὸν | |
5 | ὁ Ἀστέριος πεπίστευκεν εἶναι, δῆλον ὅτι συνομολογήσει ἡμῖν καὶ αὐτὸς τὸν μὲν ἀεὶ ὑπάρχειν, μηδεπώποτε 〈τοῦ〉 εἶναι ἀρχὴν λα‐ βόντα, τὰ δὲ γεγενῆσθαί τε ὑπ’ αὐτοῦ καὶ ἐξ οὐκ ὄντων γεγενῆ‐ σθαι. οὐ γὰρ οἶμαι καὶ τοῦτο πιστεύειν αὐτὸν τῷ λέγοντι εἶναί τινα καὶ ἀγένητα, ἀλλὰ ἀκριβῶς πεπεῖσθαι ὅτι οὐρανός τε καὶ γῆ | |
10 | καὶ πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὄντα ὑπὸ θεοῦ γεγένηται. | 39 |
2.2.27 | εἰ τοίνυν τοῦτο πιστεύοι, ἀνάγκη αὐτὸν κἀκεῖνο συνομολογεῖν ὅτι πλὴν θεοῦ οὐδὲν ἕτερον ἦν. εἶχεν οὖν τὴν οἰκείαν δόξαν ὁ λόγος, ὢν ἐν τῷ πατρί. | |
2.2.28 | καὶ ταῦτα εἰπὼν ἐπάγει μεθ’ ἕτερα τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν Ἀστέριος δόξαν ὀνομάζει, καὶ οὐ δόξαν μόνον ἀλλὰ καὶ προκόσμιον δόξαν, οὐκ ἐννοῶν ὅτι μήπω τοῦ κόσμου γεγονότος οὐδὲν ἕτερον ἦν πλὴν θεοῦ μόνου. | |
2.2.29 | ταῦτ’ εἰπὼν Μάρκελλος καὶ τὸν υἱὸν δι’ αὐτῶν ἀπαρακαλύπτως ἀρνησάμενος, ἵνα ἡμᾶς ἀκριβῶς πείσῃ ὁποῖον εἶναι τὸν λόγον τοῦ θεοῦ ἐφρόνει, σαφέστερον ἐμφαίνει τὴν διάνοιαν τῷ ἡμετέρῳ λόγῳ ἀπεικάζων αὐτόν, δι’ ὧν ταῦτα γράφει | |
5 | ὥσπερ γὰρ τὰ γεγονότα πάντα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου 〈γέγονεν, οὕτω καὶ τὰ λεγόμενα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου〉 σημαίνεται. διὰ τοῦτο γὰρ καὶ ὁ ἁγιώτατος Μωσῆς ἄγγε‐ λον ἐνταῦθα ὀνομάζει τὸν λόγον, ὅτι δι’ οὐδὲν ἕτερον ἐφάνη, ἀλλ’ ἵνα ἀναγγείλῃ τῷ Μωσεῖ ταῦτα ἅπερ λυσιτελεῖν τοῖς υἱοῖς Ἰσραὴλ | |
2.2.30 | ἠπίστατο· ἠπίστατο δὲ λυσιτελεῖν ἕνα θεὸν εἶναι νομίζειν. διὸ καὶ πρὸς αὐτὸν «ἐγώ εἰμι ὁ ὢν» ἔφη, ἵνα μηδένα ἐκτὸς ἑαυτοῦ ἕτερον θεὸν εἶναι διδάξῃ. τοῦτο 〈δὲ〉 ῥᾴδιον, οἶμαι, τοῖς εὖ φρο‐ νοῦσιν καὶ ἀπὸ μικροῦ τινος καὶ ταπεινοῦ καθ’ ἡμᾶς παραδείγμα‐ | |
2.2.31 | τος γνῶναι. οὐδὲ γὰρ τὸν τοῦ ἀνθρώπου λόγον δυνάμει καὶ ὑπο‐ στάσει χωρίσαι τινὶ δυνατόν· ἓν γάρ ἐστιν καὶ ταὐτὸν τῷ ἀνθρώ‐ πῳ ὁ λόγος, καὶ οὐδενὶ χωριζόμενος ἑτέρῳ ἢ μόνῃ τῇ τῆς πρά‐ ξεως ἐνεργείᾳ. | |
5 | καὶ ἐπιδαψιλεύεται ἔτι μᾶλλον τὴν αὐτοῦ διάνοιαν ἐμφαίνων, δι’ ὧν ἑξῆς τάδε φησίν οὐ γὰρ δὴ ἑτέρας ἑτοιμασίας, οἷον ὕλης ἢ ἄλλης τινὸς ἀνθρωπίνης, ὁ θεὸς ἐδεῖτο πρὸς κατασκευήν, ἀλλὰ ταύτης τῆς ἐν | |
2.2.32 | τῇ αὐτοῦ διανοίᾳ ἑτοιμασίας. ἐπεὶ οὖν ἀδύνατον ἦν χωρὶς λόγου καὶ τῆς προσούσης τῷ λόγῳ σοφίας ἐννοῆσαι περὶ τῆς τοῦ οὐρα‐ νοῦ κατασκευῆς τὸν θεόν, εἰκότως ἔφη «ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ». | |
5 | καὶ προστίθησιν αὖθις ἐξομοιῶν τῷ ἀνθρωπίνῳ λόγῳ τὸν τοῦ θεοῦ, εἰς τὸ δεῖξαι αὐτὸν ἀνυπόστατον, γράφει δὲ οὕτως ἐνταῦθα «ἐγώ εἰμι ὁ ὢν» λέγει μὲν τῷ Μωσεῖ ὁ πατήρ, | |
2.2.33 | λέγει δὲ δηλονότι διὰ τοῦ λόγου. πάντα γὰρ ὅσα ἂν ὁ πατὴρ λέγῃ, ταῦτα πανταχοῦ διὰ τοῦ λόγου λέγων φαίνεται. τοῦτο δὲ δῆλόν ἐστιν καὶ ἀφ’ ἡμῶν αὐτῶν, ὅσα μικρὰ τοῖς μεγάλοις καὶ θείοις ἀπεικάσαι· καὶ ἡμεῖς γὰρ πάντα ὅσα ἂν θέλωμεν κατὰ τὸ | 40 |
5 | δυνατὸν λέγειν τε καὶ ποιεῖν τῷ ἡμετέρῳ ποιοῦμεν λόγῳ. | |
2.2.34 | εἶτα μεταξύ τινα εἰπὼν ἐπιλέγει πῶς οὖν Ἀστέριος ταῖς ἁγίαις γραφαῖς ἁπλῶς καὶ ἐμφόβως ἀκολουθεῖν προσποιούμενος οὐκ ἔγνω τὸ μέρος τοῦτο λέγον «κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ | |
5 | τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ», καὶ ὅτι «εἷς ἐστιν» καὶ πλὴν αὐτοῦ ἕτερος «οὐκ ἔστιν». | |
2.2.35 | καὶ προϊὼν αὖθις διισχυρίζεται φάσκων οὐ καταχρηστικῶς λόγος ὀνομασθείς, κἂν διαρρα‐ γῶσιν οἱ ἑτεροδιδασκαλοῦντες ψευδόμενοι, ἀλλὰ κυρίως τε καὶ ἀλη‐ θῶς ὑπάρχων λόγος. | |
5 | καὶ προστίθησιν τί γὰρ ἕτερον ἦν ἀποκεκρυμμένον μυστήριον ἢ 〈τὸ〉 κατὰ τὸν λόγον; οὕτως δὲ ἦν ἀποκεκρυμμένον «ἐν τῷ θεῷ» τουτὶ πρό‐ τερον τὸ μυστήριον, ὥστε μηδένα τοῦ προτέρου λαοῦ σαφῶς τὰ κατὰ τὸν λόγον εἰδέναι, ἀλλ’ ἡμᾶς τοῦ πλούτου «τῆς δόξης» καὶ | |
10 | τοῦ ἀποκεκρυμμένου μυστηρίου ἀπολαύειν νυνί. | |
2.2.36 | καὶ μετὰ ταῦτα πάλιν ἀνθρωπίνῃ κέχρηται εἰκόνι, τοῦτον γράφων τὸν τρόπον τίς γὰρ οὕτως ἢ τῶν ἁγίων ἀγγέλων ἢ ἀνδρῶν δικαίων ἀξιόπιστος ἦν τὴν ἐκ προσώπου τοῦ θεοῦ ὁρισθεῖσαν αὐτῷ τιμω‐ | |
2.2.37 | ρίαν λῦσαι, εἰ μὴ αὐτὸς ὁ λόγος ὁ συμπαρών τε καὶ συμπλάττων, πρὸς ὃν ὁ πατὴρ «ποιήσωμεν ἄνθρωπον» ἔφη «κατ’ εἰκόνα ἡμε‐ τέραν καὶ ὁμοίωσιν», οὐκ ὄντος ἑτέρου θεοῦ τοῦ συμπλάττειν αὐτῷ δυναμένου. «ἐγὼ» γάρ εἰμι, φησίν, «θεὸς πρῶτος καὶ ἐγὼ | |
5 | μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ θεὸς ἕτερος οὐκ ἔστιν». οὔτε οὖν νεώτερός τις θεὸς ἦν, οὔτε ἄλλος τις «μετὰ ταῦτα» θεὸς ὢν | |
2.2.38 | θεῷ συνεργεῖν δυνατὸς ἦν. ἀλλ’ εἴ τις μικρῷ τινι καὶ ἀνθρωπίνῳ καθ’ ἡμᾶς παραδείγματι χρώμενος ὡς διὰ εἰκόνος τὴν θείαν ἐξε‐ | |
τάζοι πρᾶξιν· ὥσπερ ἄν τις ἀνδριαντοποιὸς ἐπιστήμων ἀνήρ, ἀνδριάντα πλάσαι βουλόμενος, πρῶτον μὲν τοὺς τύπους αὐτοῦ καὶ | 41 | |
5 | χαρακτῆρας ἐν ἑαυτῷ σκοπεῖ, ἔπειτα πλάτος τε καὶ μῆκος ὅσον εὐπρεπὲς ἐννοεῖ, ἀναλογίαν τε τοῦ παντὸς ἐν τῷ καθ’ ἕκαστον ἐξετάζει μέρει, χαλκοῦ τε τὴν πρόσφορον ἑτοιμάσας ὕλην καὶ τὸν ἐσόμενον ἀνδριάντα τῇ ἑαυτοῦ προτυπώσας διανοίᾳ καὶ νοητῶς ὁρᾶν νομίσας συνειδώς τε ἑαυτῷ συνεργεῖν τὸν λόγον, ᾧ λογίζεται | |
10 | καὶ ᾧ πάντα πράττειν εἴωθεν (οὐδὲν γὰρ μὴ λόγῳ γιγνόμενον καλόν), ἀρχόμενος τῆς αἰσθητῆς ταύτης ἐργασίας πρὸς αὑτὸν ὡς πρὸς ἕτερον παρακελεύεται λέγων· ἄγε ποιήσωμεν, ἄγε πλάσωμεν ἀνδριάντα· οὕτως ὁ τῶν ὅλων δεσπότης θεὸς τὸν ἔμψυχον ἐκ γῆς ἀνδριάντα ποιῶν οὐκ ἄλλῳ τινὶ ἀλλὰ τῷ ἑαυτοῦ λόγῳ παρα‐ | |
15 | κελεύεται λέγων· «ποιήσωμεν ἄνθρωπον», οὐ τὸν αὐτὸν τοῖς ἄλλοις τρόπον· λόγῳ γὰρ ἡ πᾶσα ἐγένετο κτίσις. | |
2.2.39 | καὶ τούτοις μεθ’ ἕτερα ἐπιλέγει νυνὶ δὲ πιστεύω ταῖς θείαις γραφαῖς, ὅτι εἷς θεός, καὶ ὁ τούτου λόγος [θεὸς] προῆλθεν μὲν τοῦ πατρός, ἵνα «πάντα δι’ αὐτοῦ» γένηται· μετὰ δὲ τὸν καιρὸν τῆς κρίσεως καὶ τὴν τῶν | |
5 | ἁπάντων διόρθωσιν καὶ τὸν ἀφανισμὸν τῆς ἀντικειμένης ἁπάσης ἐνεργείας, «τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα» «θεῷ καὶ πατρί», ἵν’ οὕτως ᾖ ἐν θεῷ ὁ λόγος, ὥσπερ καὶ πρότερον ἦν πρὸ τοῦ τὸν κόσμον εἶναι. οὐδενὸς γὰρ ὄντος πρότε‐ ρον ἢ θεοῦ μόνου, πάντων δὲ διὰ τοῦ λόγου γίγνεσθαι μελλόντων, | |
10 | προῆλθεν ὁ λόγος δραστικῇ ἐνεργείᾳ, ὁ λόγος οὗτος τοῦ πατρὸς ὤν. | |
2.2.40 | καὶ πάλιν τὴν αὐτὴν διάνοιαν λευκότερον τίθησι λέγων πρὸ γὰρ τοῦ τὸν κόσμον εἶναι ἦν ὁ λόγος ἐν τῷ πατρί. ὅτε δὲ ὁ παντοκράτωρ θεὸς πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς προὔθετο ποιῆσαι, ἐνεργείας ἡ τοῦ κόσμου γένεσις ἐδεῖτο δρα‐ | |
5 | στικῆς· καὶ διὰ τοῦτο, μηδενὸς ὄντος ἑτέρου πλὴν τοῦ θεοῦ (πάντα γὰρ ὁμολογεῖται ὑπ’ αὐτοῦ γεγενῆσθαι), τότε ὁ λόγος προελθὼν | |
2.2.41 | ἐγίνετο τοῦ κόσμου ποιητής, ὁ καὶ πρότερον ἔνδον νοητῶς ἑτοι‐ μάζων αὐτόν. καὶ αὖθις μετὰ πάντα ἐπιφέρει λέγων καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ ἑαυτὸν ὀνομάζει, ἀλλ〈ὰ παν‐ | |
5 | ταχοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει,〉 ἵνα διὰ τῆς τοιαύτης ὁμολο‐ γίας θέσει τὸν ἄνθρωπον διὰ τὴν πρὸς αὐτὸν κοινωνίαν υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ καὶ μετὰ τὸ τέλος τῆς πράξεως αὖθις, ὡς λόγος, ἑνωθῇ τῷ θεῷ, πληρῶν ἐκεῖνο τὸ ὑπὸ τοῦ ἀποστόλου προειρημένον· «τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ | 42 |
10 | πάντα, ἵνα ᾖ πάντα καὶ ἐν πᾶσιν 〈ὁ〉 θεός». ἔσται γὰρ τηνικαῦτα τοῦθ’ ὅπερ πρότερον ἦν. διὰ τοσούτων Μάρκελλος γυμνῇ τῇ κεφαλῇ τὸν υἱὸν τοῦ θεοῦ ἐξω‐ | |
2.2.42 | μόσατο. εἰ γὰρ ἓν καὶ ταὐτὸν ἦν ὁ θεὸς καὶ ὁ ἐν αὐτῷ λόγος, οὐδεὶς δὲ πώποτε αὐτὸς ἑαυτοῦ γένοιτ’ ἂν πατὴρ ὡς οὐδ’ αὐτὸς ἑαυτοῦ υἱὸς 〈εἷσ〉 ὢν καὶ μόνος, εἷς δὲ μόνος ἦν καὶ ὁ αὐτὸς τῷ ἑαυτοῦ λόγῳ ὁ θεός, δῆλον ὡς οὐ πατὴρ ἦν μὴ ὑπάρχοντος αὐτῷ υἱοῦ, οὐδὲ υἱὸς | |
5 | μὴ ὑφεστῶτος αὐτῷ πατρός. | |
2.2.43 | ὁποῖα μὲν οὖν περὶ τοῦ μήτε εἶναι μήτε προϋφεστάναι τὸν τοῦ θεοῦ υἱόν, ψιλὸν δὲ λόγον ἔνδον ὑπάρχειν ἐν αὐτῷ τῷ θεῷ, καὶ τοῦτον ποτὲ μὲν ἡσυχάζειν ποτὲ δὲ ἐνεργεῖν δραστικῇ δυνάμει, διεξ‐ ῆλθεν ὁ ἀνήρ, ἔγνωμεν διὰ τῶν προκειμένων. ταῦτα δὲ αὐτὰ πολ‐ | |
5 | λάκις καὶ διαφόρως τῇ ἑαυτοῦ παραθέμενος γραφῇ, πολὺν σωρὸν περιττῶν ῥημάτων συνεφόρησεν τῷ συγγράμματι. ἀλλ’ ἡμεῖς γε τοῖς αὐτοῦ καθ’ ἑαυτοῦ ἐλέγχοις ἐξ ὧν παρέθετο φωνῶν ἀρκεσθέντες, οὐδ’ ἀντιρρήσεως ἀξιώσομεν τὴν τοῦ Ἰουδαϊκοῦ τούτου δόγματος | |
2.2.44 | ἀτοπίαν. ἐντεῦθεν δ’ ἐπὶ τὰ εἰρημένα τῷ αὐτῷ περὶ τῆς σαρκός, ἣν ἐνεργείᾳ μόνῃ φησὶν ἀνειληφέναι τὸν ἐν τῷ θεῷ λόγον, μετα‐ βάντες φέρ’ ἴδωμεν ὅπως τὴν ἐν ταῖς θείαις γραφαῖς περὶ τοῦ μονο‐ γενοῦς υἱοῦ τοῦ θεοῦ φερομένην θεολογίαν ἐπὶ τὴν σάρκα μεταφέρει, | |
5 | αὐτὸν μὲν τὸν ἀληθῶς προόντα τοῦ θεοῦ υἱὸν ἀρνούμενος, τὴν δὲ σάρκα θεολογῶν, ἣν μικρὸν ὕστερον ἔρημον ἔσεσθαι τοῦ λόγου ὁ ἀνευλαβὴς ὡρίζετο· | |
2.3.1 | Ὁ μὲν γὰρ λόγος «ἐν ἀρχῇ ἦν», μηδὲν ἕτερον ὢν ἢ λόγος. ὁ δὲ τῷ λόγῳ ἑνωθεὶς ἄνθρωπος, οὐκ ὢν πρότερον, γέγονεν ἄνθρωπος, ὡς διδάσκει ἡμᾶς Ἰωάννης λέγων «καὶ ὁ λόγος σὰρξ ἐγένετο». διὰ τοῦτο τοίνυν τοῦ λόγου μνημονεύων φαίνεται | |
5 | μόνου· εἴτε γὰρ Ἰησοῦ εἴτε Χριστοῦ ὀνόματος μνημονεύει ἡ θεία | |
γραφή, τὸν μετὰ [τὸν] τῆς ἀνθρωπίνης ὄντα σαρκὸς τοῦ θεοῦ λόγον ὀνομάζειν φαίνεται. εἰ δέ τις καὶ πρὸ τῆς νέας διαθήκης τὸ τοῦ Χριστοῦ 〈ἢ〉 Ἰησοῦ ὄνομα ἐπὶ τοῦ λόγου μόνου δεικνύναι δύνασθαι ἐπαγγέλλοιτο, εὑρήσει τοῦτο προφητικῶς εἰρημένον, | 43 | |
10 | ὥσπερ καὶ ἀπὸ τούτου δῆλον· «παρέστησαν» γάρ φησιν «οἱ βασι‐ λεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ». | |
2.3.2 | καὶ μεθ’ ἕτερα ἐπάγει εἰκότως οὖν πρὸ τῆς καθόδου 〈τοῦτο ἦν〉, ὅπερ πολλά‐ κις ἔφαμεν, λόγος· μετὰ δὲ τὴν κάθοδον καὶ τὴν τῆς σαρκὸς ἀνά‐ ληψιν διαφόρων καὶ τῶν ἐπηγοριῶν τετύχηκεν, ἐπειδὴ «ὁ λόγος | |
5 | σὰρξ ἐγένετο». τήρει ὅπως διὰ τούτων Μάρκελλος τὸ Ἰησοῦ καὶ Χριστοῦ ὄνομα καὶ τὰς λοιπὰς προσηγορίας οὐ βούλεται κεῖσθαι ἐπὶ τοῦ λόγου, ἀλλ’ ἐπὶ τῆς σαρκὸς ἧς ἀνείληφεν. ἀναγκαία δὲ ἡ ἐπιτήρησις, ἵν’ ὅταν αὐτὸς πάλιν ἀποβάλῃ τὴν σάρκα ἐλέγχοιτο εἰς αὐτὸν ἀσεβῶν τὸν | |
10 | Χριστὸν τοῦ θεοῦ. μετὰ δὴ τὰ προλεχθέντα ἑξῆς προϊὼν [τὰ] περὶ τοῦ σώματος τοῦ σωτῆρος τοιαῦτα γράφει | |
2.3.3 | καὶ μὴ τοῦτο ἀπίθανον εἶναι νομιζέτω Ἀστέριος, εἰ νεώ‐ τερον ὂν αὐτοῦ 〈τὸ〉 σῶμα τοσαύτης τυχεῖν ἀρχαιότητος ἐδυνήθη· ἀλλ’ ἐννοείτω, ὅτι 〈εἰ〉 καὶ μάλιστα τὴν ἀνθρωπίνην σάρκα νεω‐ τέραν εἶναι συμβαίνει, ὅμως ὁ ταύτην ἀναλαβεῖν δι’ ἁγνῆς ἀξιώ‐ | |
5 | σας παρθένου λόγος, ταύτῃ τὸ ἑαυτοῦ ἑνώσας, οὐ μόνον «πρωτό‐ τοκον πάσης κτίσεως» τὸν ἐν ἑαυτῷ ἄνθρωπον κτισθέντα ἀπειρ‐ γάσατο, ἀλλὰ καὶ ἀρχὴν ἁπάντων αὐτὸν εἶναι βούλεται, οὐ τῶν ἐπὶ γῆς μόνον, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς. | |
2.3.4 | τοσαῦτα εἰπὼν μεθ’ ἕτερα τὰς ἀποστολικὰς φωνάς, δι’ ὧν τὸν υἱὸν τοῦ θεοῦ θεολογεῖ φάσκων «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε | |
5 | ἀρχαὶ εἴτε ἐξουσίαι, τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα εἰς αὐτὸν συνέστηκεν», ἐπὶ τὴν σάρκα ἀναφέρει, οὐκ ἐρυθριῶν τὰς τοιαύτας τοῦ ἀποστόλου φω‐ νὰς ἐκλαμβάνειν ἐπὶ τὴν σάρκα. περὶ ἧς προϊὼν αὐτὸς Μάρκελλος | |
ταῦτα γράφει | 44 | |
10 | εἰ οὖν (ὁ σωτὴρ) ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν ἐν τοῖς μέλλουσιν αἰῶσιν 〈ὡσ〉 αὐτῷ λυσιτελοῦσαν συνεῖναι τῷ λόγω; | |
2.3.5 | καὶ αὖθις περὶ τῆς αὐτῆς σαρκὸς ἐπιλέγει πῶς ἔτι τὴν τοῦ δούλου μορφήν, ἣν ἀνείληφεν ὁ λόγος, μορφὴν οὖσαν δούλου, συνεῖναι τῷ λόγῳ [διὸ] δυνατὸν γένοιτ’ ἄν; ἀλλ’ ὁ τοιαῦτα περὶ τῆς σαρκὸς εἰπὼν νῦν «εἰκόνα τοῦ θεοῦ» αὐτὴν | |
5 | λέγει, καὶ «πρωτότοκον πάσης κτίσεως», αὐτήν τε οὖσαν πρὸ πάντων «καὶ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, θρόνους, κυριό‐ | |
2.3.6 | τητας, ἀρχάς, ἐξουσίας, ἐν αὐτῇ ἐκτίσθαι». γράφει δὲ οὕτως οὐκοῦν εἰ «πρωτότοκος» μέν ἐστιν «ἁπάσης κτίσεως» αὐτός, «ἐν αὐτῷ» δὲ «ἐκτίσθη τὰ πάντα», προσήκει εἰδέναι ἡμᾶς, ὅτι περὶ τῆς κατὰ σάρκα οἰκονομίας αὐτοῦ ὁ ἀπόστολος νυνὶ μέμνηται. | |
5 | καὶ ἐπιβεβαιοῖ τὸν λόγον ἐπιφέρων ἑξῆς «πρωτότοκος» οὖν «ἁπάσης κτίσεως» διὰ τὴν κατὰ σάρκα γένεσιν ὠνομάσθη, οὐ διὰ τὴν πρώτην, ὡς αὐτοὶ οἴονται, κτίσιν. | |
2.3.7 | καὶ ἐπιλέγει οὐ τοίνυν οὗτος ὁ ἁγιώτατος λόγος πρὸ τῆς ἐνανθρω‐ πήσεως «πρωτότοκος ἁπάσης κτίσεως» ὠνόμαστο (πῶς γὰρ δυνα‐ τὸν τὸν ἀεὶ ὄντα πρωτότοκον εἶναί τινος;), ἀλλὰ τὸν πρῶτον | |
5 | «καινὸν ἄνθρωπον», εἰς ὃν «τὰ πάντα ἀνακεφαλαιώσασθαι» ἐβου‐ λήθη ὁ θεός, τοῦτον αἱ θεῖαι γραφαὶ «πρωτότοκον πάσης» ὀνομά‐ ζουσιν «κτίσεως». καὶ αὖθις ἐπιφέρει ἀκούεις ὅπως οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ προϋπάρχοντα | |
10 | «ἔν τε οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς ἐν αὐτῷ» κατὰ τὴν καινὴν κτίσιν «ἐκτίσθαι» συμβαίνει. | |
2.3.8 | ταῦτα μὲν οὖν δι’ ὧν πρωτότοκον πάσης κτίσεως διὰ τὴν σάρκα αὐτὸν ὠνομάσθαι εἴρηκεν· θέα δὲ ὅπως καὶ τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» πάλιν ἐπὶ τὴν σάρκα ἀναφέρει, μὴ προσέχων τῇ θείᾳ γραφῇ ἐκ προσώπου τῆς σοφίας ἐν ταῖς Παροιμίαις τοῦτον λεγούσῃ | |
5 | τὸν τρόπον «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ | |
ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην· δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται | 45 | |
2.3.9 | γράφουσιν δικαιοσύνην». οἷς ἑξῆς ἐπιλέγει ἡ αὐτὴ σοφία «ἐν ὁδοῖς δι‐ καιοσύνης περιπατῶ, καὶ ἀναμέσον τρίβων δικαιώματος ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γιγνόμενα, | |
2.3.10 | μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με· ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι» καὶ τὰ τούτοις ἑξῆς. οἷς μὴ βουληθεὶς τὴν διάνοιαν ἐπιστῆσαι Μάρκελλος, ἑνὸς δὲ μόνου γενόμενος σκοποῦ, τοῦ | |
5 | μὴ ὁμολογῆσαι τὸν υἱὸν τοῦ θεοῦ, τὴν προκειμένην θεολογίαν ἐπὶ τὴν σάρκα ἀναφέρει, καὶ τὴν εὐθεῖαν παρεκτραπεὶς ὁδὸν ἀνοδίαν ἑαυτῷ ἐπενόησεν, γράφων κατὰ λέξιν οὕτως | |
2.3.11 | τὸ τοίνυν κεφάλαιον τουτὶ τῆς Παροιμίας οὐ τὴν ἀρχὴν τῆς θεότητος, ὥσπερ αὐτοὶ νομίζουσιν, τοῦ σωτῆρος ἡμῶν παρα‐ στῆσαι βουλόμενον «κύριος ἔκτισέν με» ἔφη, ἀλλὰ τὴν δευτέραν κατὰ σάρκα οἰκονομίαν· διὸ καὶ κτίσεως μέμνηται προσφόρως τῆς | |
5 | ἀνθρωπίνης σαρκός. | |
2.3.12 | καὶ ἑξῆς ἐπιλέγει οὐκοῦν ἡ κτίσις τῇ κατὰ ἄνθρωπον αὐτοῦ διαφέρει πρα‐ γματείᾳ. διό φησιν «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», ἔκτισέν με δηλονότι διὰ τῆς παρθένου Μαρίας δι’ ἧς ὁ θεὸς | |
5 | ἑνῶσαι τὴν ἀνθρωπίνην σάρκα τῷ ἑαυτοῦ λόγῳ προείλετο. | |
2.3.13 | καὶ μεθ’ ἕτερα προστίθησιν λέγων τούτου τοίνυν οὕτως ἔχοντος, ἀκόλουθόν ἐστιν σκοπεῖν τῇ διανοίᾳ τὸ παροιμιωδῶς εἰρημένον τουτὶ κεφάλαιον «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». ἔκτισεν γὰρ ἀλη‐ | |
5 | θῶς τὸ μὴ ὂν πεποιηκὼς ὁ δεσπότης ἡμῶν θεός· οὐκ οὖσαν 〈γὰρ〉 τὴν σάρκα, ἣν ἀνείληφεν ὁ λόγος 〈ἀλλὰ μὴ οὖσαν ἔκτισεν〉. καὶ ἐπιφέρει αὖθις λέγων οὐκοῦν τοῦτ’ ἐστιν τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». | |
2.3.14 | ἐπάγει δέ «πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με», θεμέλιον μὲν τοῦτον ὀνομάζων, τὴν κατὰ σάρκα αὐτοῦ προορισθεῖσαν οἰκονομίαν. ὡς καὶ ὁ ἀπόστολος λέγει «θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι | |
5 | παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός». ἑνὸς δὲ αἰῶνος | |
ἐνταῦθα μέμνηται, ἀφ’ οὗ τὰ κατὰ τὸν Χριστὸν τεθεμελιῶσθαι ἔφη. | 46 | |
2.3.15 | καὶ πάλιν τὴν αὐτὴν βεβαιοῖ λέξιν φάσκων εἰκότως ὁ προφήτης ἔφη «πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με», δηλονότι τὸ κατὰ σάρκα, διὰ τὴν πρὸς τὸν ἀληθῶς υἱὸν αὐτοῦ τὸν λόγον κοινωνίαν. | |
5 | καὶ ἐπιλέγει ἑξῆς εἶτα «ἐν ἀρχῇ» φησὶν «πρὸ τοῦ τὴν γῆν ποιῆσαι». γῆν ποίαν ταύτην 〈ἢ〉 δηλονότι τὴν ἡμετέραν σάρκα, τὴν μετὰ τὴν παρακοὴν γῆν αὖθις γενομένην; «γῆ» γὰρ «εἶ» φησὶν «καὶ εἰς γῆν ἀπελεύσῃ». ἔδει γὰρ ταύτην ἰάσεως τυχεῖν, τινὰ τρόπον κοινω‐ | |
10 | νή〈σα〉σαν τῷ ἁγίῳ λόγῳ. | |
2.3.16 | θέα δὲ πῶς ἐν τούτοις ὁ Μάρκελλος ἑαυτῷ περιπίπτει. φήσας γοῦν ἐν ἑτέρῳ [περιπίπτει] 〈τὴν σάρκα〉 εἶναι τὴν «ἀρχὴν ὁδῶν» τοῦ θεοῦ κτισθεῖσαν καὶ πάλιν «θεμέλιον» τὴν αὐτὴν εἶναι εἰπών, ἐπάγει τὸ «πρὸ τοῦ τὴν γῆν ποιῆσαι». εἶθ’ ἑρμηνεύει τὴν γῆν πάλιν τὴν σάρκα | |
5 | εἶναι, οὐχ ὁρῶν ὡς οὐδεμίαν ἔχει ἀκολουθίαν πρὸ τῆς σαρκὸς τὴν σάρκα ἐκτίσθαι λέγειν καὶ μετὰ τὴν κτίσιν τῆς σαρκὸς πάλιν τὴν | |
2.3.17 | σάρκα ὀνομάζειν. ὁ δὲ ἔτι πρὸς τούτοις ἐπιφέρει ἑξῆς λέγων εἶτα «πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι» φησίν· ἐνταῦθα τὰς ἀβύσσους παροιμιωδῶς ὁ προφήτης τὰς τῶν ἁγίων καρδίας εἶναι λέγει τὰς ἐν τῷ ἑαυτῶν βάθει τὴν τοῦ πνεύματος ἐχούσας δωρεάν. | |
2.3.18 | καὶ ἐν τούτοις δὲ πρόσσχες, ὅπως εἰς τὴν σάρκα ἐκλαβὼν εἰρῆσθαι τὸ «κύριος ἔκτισέν με», ἔπειτα στενοχωρούμενος ὑπὸ τῆς γραφῆς λεγούσης «πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι», τὰς μὲν ἀβύσσους ἑρμη‐ νεύει τὰς τῶν ἁγίων καρδίας λέγων αὐτὰς εἶναι, οὐ συνορᾷ δὲ ὅτι | |
5 | αἱ τῶν ἁγίων καρδίαι, τοῦ Ἀβραὰμ δηλαδὴ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ Μωσέως τε καὶ Ἡλίου καὶ Μελχισεδὲκ καὶ τῶν λοιπῶν προ‐ | |
2.3.19 | φητῶν, πρὸ τῆς σαρκὸς γεγόνασιν τοῦ σωτῆρος. πῶς οὖν δυνατὸν ἐπὶ τὴν σάρκα ἀναφέρειν 〈τὸ〉 «πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι»; καὶ μεθ’ ἕτερα δὲ αὖθις ἐπάγει λέγων τί τοίνυν ἐστὶν 〈καὶ τουτὶ〉 τὸ κεφάλαιον «πρὸ τοῦ προ‐ | |
5 | ελθεῖν τὰς πηγὰς 〈τῶν ὑδάτων»; τοὺς ἱεροὺς ἀποστόλους εἶναί φησιν〉. τοῦτο δὲ ἡμῖν τὸ μυστήριον παρίστησιν ἡ τῆς Ἐξόδου γραφὴ τοὺς τῶν ἀποστόλων τύπους πάλαι προαγορεύουσα, δώδεκα γὰρ ὄντων τὸν ἀριθμὸν τῶν ἀποστόλων δώδεκα πηγῶν μέμνηται. | 47 |
2.3.20 | καὶ αὖθις ἐπάγει τὸ αὐτὸ γράφων οὕτως εἰκότως οὖν περὶ τῆς κατὰ σάρκα γενέσεως ὁ δεσπότης διὰ τοῦ προφήτου Σολομῶνος λέγοντος «πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων» ἔφη. | |
2.3.21 | ἔπειτα ἑξῆς ἕτερά τινα διελθὼν ἐπιφέρει οὐκοῦν ἐπειδήπερ περὶ τῶν προαγόντων εἰρήκαμεν, ἀκό‐ λουθόν ἐστιν καὶ τὸ λεῖπον ἀναπληρῶσαι. λείπει δὲ τὸ κατὰ τὰ ὄρη καὶ τοὺς βουνούς. «πρὸ» γὰρ «τοῦ ὄρη ἑδρασθῆναι» φησὶν | |
5 | «πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με». ὄρη καὶ βουνοὺς τοὺς ἀποστόλους καὶ τοὺς τῶν ἀποστόλων διαδόχους λέγει, ἵνα παρὰ τοὺς ἄλλους ἀνθρώπους τὴν κατ’ αὐτῶν δικαίαν πολιτείαν παροι‐ μιωδῶς σημήνῃ. | |
2.3.22 | τοιαύτας τινὰς ἑρμηνείας ἐκθέμενος αὖθις ἐπὶ τὰς ἀποστολικὰς μετα‐ βαίνει φωνάς, τἀναντία τῷ ἀποστόλῳ φθεγγόμενος. ὁ μὲν γὰρ τὸν προόντα υἱὸν τοῦ θεοῦ καὶ «πρωτότοκον πάσης κτίσεως» αὐτὸν εἶναι ἐδίδασκεν. «τὰ πάντα δι’ αὐτοῦ, καὶ ἐν αὐτῷ» ἐκτίσθαι, αὐτόν τε | |
5 | εἶναι «πρὸ πάντων» μεγάλῃ βοῇ μαρτυρόμενος· ὁ δὲ ἐπὶ τὴν σάρκα καὶ ταύτην καταβάλλει τὴν θεολογίαν, μικρὸν ὕστερον καὶ ταύτην | |
2.3.23 | ἀρνούμενος. λέγει δὲ οὕτως διὰ τοῦτο εἰκότως ἐπιφέρει «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου». πότε γενόμενος εἰκὼν ἢ ὁπηνίκα τὸ «κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν» ἀνείληφεν πλάσμα; πρότερον γάρ, ὥσπερ | |
5 | πολλάκις ἔφην, οὐδὲν ἕτερον ἦν ἢ λόγος. καὶ ἐπιμένει τὸ αὐτὸ γυμνότερον διασαφῶν, δι’ ὧν φησίν οὐκοῦν πρόδηλον, ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως ὁ λόγος καθ’ ἑαυτὸν οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ· τὴν γὰρ εἰκόνα ὁρᾶσθαι προσήκει, ἵνα διὰ τῆς εἰκόνος τὸ τέως μὴ | |
10 | ὁρώμενον ὁρᾶσθαι δύνηται. | |
2.3.24 | καὶ πάλιν προστίθησιν λέγων πῶς οὖν εἰκόνα τοῦ ἀοράτου θεοῦ τὸν τοῦ θεοῦ | |
λόγον Ἀστέριος εἶναι γέγραφεν· αἱ γὰρ εἰκόνες τούτων ὧν εἰσιν εἰκόνες καὶ ἀπόντων δεικτικαί εἰσιν, ὥστε καὶ τὸν ἀπόντα δι’ αὐτῶν | 48 | |
5 | φαίνεσθαι δοκεῖν. εἰ δὲ τοῦ θεοῦ ἀοράτου ὄντος ἀόρατον εἶναι καὶ τὸν λόγον συμβαίνει, πῶς εἰκὼν τοῦ ἀοράτου θεοῦ καθ’ ἑαυτὸν ὁ λόγος εἶναι δύναται, καὶ αὐτὸς ἀόρατος ὤν; ἀδύνατον γὰρ τὸ μὴ ὁρατὸν διὰ τοῦ ἀοράτου φανῆναί ποτε. | |
2.3.25 | καὶ ἐν τούτοις δὲ ὁ Μάρκελλος οὐ συνορᾷ, ὅτι εἰ τὴν σάρκα δοίημεν εἶναι τὴν εἰκόνα τοῦ θεοῦ, ὥρα καὶ πάντων ἀνθρώπων τὰς σάρκας καὶ τὰ τῶν σωμάτων πρόσωπα εἰκόνας εἶναι λέγειν τοῦ θεοῦ, ὥστε κατ’ αὐτὸν μηδὲν ἐξαίρετον ἐσχηκέναι τὸν σωτῆρα. ὁ δ’ ὥσπερ ἐπι‐ | |
5 | λαθόμενος ὧν μετὰ ταῦτα περὶ τῆς σαρκὸς συνέγραψεν («δούλου μορφὴν» αὐτὴν εἰπὼν ἐξ ἀποστολικῆς παραθέσεως καὶ διὰ τοῦτο μὴ | |
2.3.26 | δύνασθαι συνεῖναι τῷ λόγῳ διὰ τὸ «δούλου μορφὴν» εἶναι, ἀλλὰ καὶ γυμνῇ τῇ κεφαλῇ φήσας πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν ἐν τοῖς μέλλουσιν αἰῶσιν συνεῖναι τῷ λόγῳ;), | |
5 | εἶναι εἰκόνα τοῦ ἀοράτου θεοῦ τὴν σάρκα ἐπὶ τοῦ παρόντος [εἶναι] διισχυρίζεται, διαβεβαιούμενος ἀποφαντικῶς ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ ὁ λόγος αὐτοῦ. | |
2.3.27 | καὶ αὖθις μετὰ τὰ ἐκτεθέντα ἐπιφέρει λέγων διὸ πανταχόθεν δῆλον εἰκόνα τοῦ ἀοράτου θεοῦ ὑπὸ τοῦ ἱεροῦ εἰρῆσθαι ἀποστόλου τὴν προσγενομένην τῷ λόγῳ σάρκα, ἵνα διὰ τοῦ ὁρατοῦ καὶ τὸ ἀόρατον φαίνηται. «εἰκὼν» δὲ «ἐστὶν» | |
5 | φησὶν ὁ ἀπόστολος «τοῦ ἀοράτου θεοῦ». νῦν δηλονότι, ὁπηνίκα τὴν κατ’ εἰκόνα τοῦ θεοῦ γενομένην ἀνείληφεν σάρκα, εἰκὼν ἀλη‐ | |
2.3.28 | θὴς τοῦ ἀοράτου θεοῦ γέγονεν. εἰ γὰρ διὰ τῆς εἰκόνος ταύτης τὸν τοῦ θεοῦ λόγον ἠξιώθημεν γνῶναι, πιστεύειν ὀφείλομεν αὐτῷ τῷ λόγῳ διὰ τῆς εἰκόνος λέγοντι «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». οὔτε γὰρ τὸν λόγον οὔτε τὸν πατέρα τοῦ λόγου χωρὶς τῆς εἰκό‐ | |
5 | νος ταύτης γνῶναί τινα δυνατόν. | |
2.3.29 | καὶ πάλιν ἐπιφέρει οὕτω γοῦν καὶ ὁ ἀπόστολός φησιν, ὥσπερ μικρῷ πρόσθεν ἔφαμεν «ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών», διὰ τῆς μορφῆς | |
τοῦ δούλου τὴν ἀνθρωπίνην ἡμῖν σημαίνων σάρκα, ἣν ὁ δεσπότης | 49 | |
5 | ἡμῶν θεὸς τῇ ἑαυτοῦ διαπλάττων σοφίᾳ «ποιήσωμεν ἄνθρωπον» ἔφη «κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν», καλῶς τὴν ἀνθρωπίνην σάρκα ὀνομάζων εἰκόνα. ᾔδει γὰρ ἀκριβῶς ὅτι εἰκὼν ἔσται μικρὸν ὕστερον τοῦ ἑαυτοῦ λόγου. | |
2.3.30 | μετὰ ταῦτα πειρᾶται κατασκευάζειν ὅτι καὶ τὸ «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε» περὶ τῆς σαρκὸς ἐλέγετο, γράφει δὲ οὕτως διὰ τοῦτο τοίνυν τοῦ τὴν ἡμέραν δηλοῦντος ἀστέρος ἑωσφόρου ὑπὸ τοῦ προφήτου Δαυὶδ εἰκότως ὀνομασθέντος, οὐκέτι | |
5 | ζητεῖσθαι δίκαιον τὸν ἑωσφόρον, τίς δήποτε ὢν οὗτος τυγχάνει· οὗτος γὰρ ἦν ὁ τηνικαῦτα φανεὶς ἀστήρ, ὁ φέρων τε καὶ δηλῶν | |
2.3.31 | τὴν ἡμέραν τοῖς μάγοις. πρόδηλον οὖν τὸ «πρὸ ἑωσφόρου ἐγέν‐ νησά σε» ὑπὸ τοῦ παντοκράτορος εἰρῆσθαι δεσπότου περὶ τοῦ διὰ τῆς παρθένου γεννηθέντος σὺν τῇ ἀνθρωπίνῃ σαρκὶ λόγου, σαφῶς καὶ τοῦτο τοῦ εὐαγγελίου σημαίνοντος, πρότερον μὲν τὸν δεσπό‐ | |
5 | την ἡμῶν διὰ τῆς παρθένου τετέχθαι, ὕστερον δὲ τὸν ἀστέρα φανῆναι τὸν τὴν ἡμέραν δεικνύντα. | |
2.3.32 | ἐπὶ τούτοις προϊὼν αὖθις ἐπιλέγει εἴληφεν γὰρ ὁ ἄνθρωπος οὐ μόνον τὴν ἐπὶ γῆς τῶν πραγμάτων ἐξουσίαν, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς, εἰκότως· εἰ γὰρ ὅτε καὶ «ἄνθρωπος» ἐγένετο καὶ «μεσίτης θεοῦ καὶ ἀνθρώπων» | |
5 | τότε εἰς αὐτὸν «ἐκτίσθη τὰ πάντα», ὡς ἔφη ὁ ἀπόστολος, «τά τε ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς», ἀκόλουθόν ἐστιν ἀκριβῶς γινώσκειν ὅτι ἐξουσία οὐ μόνον τῶν ἐπὶ γῆς αὐτῷ, ἀλλὰ καὶ τῶν ἐν οὐρα‐ νοῖς δέδοται. καὶ αὖθις μεθ’ ἕτερα ἐπάγει | |
10 | εἰ γὰρ περί τινος δόξης δοθείσης αὐτῷ παρὰ τοῦ πατρὸς τὸ ἱερὸν εὐαγγέλιον λέγει, ταύτην ὁ ἄνθρωπος διὰ τοῦ λόγου εἰληφὼς φαίνεται. «μεσίτης» γὰρ γενόμενος κατὰ τὸν ἱερὸν ἀπό‐ στολον «θεοῦ τε καὶ ἀνθρώπων» τῇ δοθείσῃ αὐτῷ παρὰ τοῦ πατρὸς δόξῃ τοὺς θεοσεβεῖς ἐδόξασεν ἀνθρώπους. | |
2.3.33 | καὶ πάλιν προστίθησιν ταῦτα καὶ ἠξίωσεν τὸν πεσόντα διὰ τῆς παρακοῆς ἄνθρωπον τῷ ἑαυτοῦ διὰ τῆς παρθένου συναφθῆναι λόγῳ. ποία γὰρ ἐν ἀνθρώποις ἑτέρα μείζων δόξα γένοιτ’ ἂν τῆς δόξης ταύτης; εἰπὼν | |
5 | δὲ ὅτι «ἐδόξασά σε», ἐπιφέρει λέγων «καὶ πάλιν δοξάσω», ἵνα δι’ | |
ὑπερβολὴν φιλανθρωπίας ἐν τῇ μετὰ τὴν ἀνάστασιν τῆς σαρκὸς δευτέρᾳ δόξῃ τὸν πρότερον θνητὸν ἄνθρωπον ἀθάνατον ἀπεργά‐ σηται καὶ τοσαύτῃ αὐτὸν δοξάσῃ δόξῃ, ὥστε μὴ μόνον αὐτὸν τῆς προτέρας ἀπαλλαγῆναι δουλείας, ἀλλὰ καὶ τῆς ὑπὲρ ἄνθρωπον | 50 | |
10 | ἀξιωθῆναι δόξης. | |
2.3.34 | καὶ αὖθις ἐπιλέγει ἵνα, ὡς ἔφην, ὑπὸ τοῦ διαβόλου ἀπατηθέντα πρότερον τὸν ἄνθρωπον αὐτὸν αὖθις νικῆσαι τὸν διάβολον παρασκευάσῃ. διὰ τοῦτο ἀνείληφεν τὸν ἄνθρωπον, ἵνα ἀκολούθως τοῦτον ἀπαρ‐ | |
5 | χὴν τῆς ἐξουσίας παραλαβεῖν παρασκευάσῃ. καὶ προστίθησιν ἔτι λέγων οὗτος γάρ ἐστιν ὁ ἀγαπητός, ὁ τῷ λόγῳ ἑνωθεὶς ἄνθρωπος, περὶ οὗ ὁ εὐαγγελιστὴς ἔφη «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα». | |
2.3.35 | καὶ αὖθις ἐπιφέρει ὅτι ὁ λόγος τοῦ ἀοράτου θεοῦ διὰ παρθένου τεχθήσεσθαι ἔμελλεν καὶ τὴν ἀνθρωπίνην ἀναλήψεσθαι σάρκα, καὶ ἵνα δι’ αὐτῆς τὸν πρότερον κατισχύσαντα τοῦ ἀνθρώπου διάβολον καταγωνισά‐ | |
5 | μενος μὴ μόνον ἄφθαρτον αὐτὸν καὶ ἀθάνατον γενέσθαι παρα‐ σκευάσῃ, ἀλλὰ καὶ σύνθρονον ἐν οὐρανοῖς τῷ θεῷ. | |
2.3.36 | ταῦτα δὲ πάντα ἀναγκαῖον κατέχειν ἐν μνήμῃ διὰ τὰ μέλλοντα ὑπ’ αὐτοῦ Μαρκέλλου κατὰ τῆς σαρκός, ἧς ἀνείληφεν ὁ τοῦ θεοῦ λόγος, προφέρεσθαι. ὡς γὰρ ἀμνημονήσας τούτων ἁπάντων, ὧν ἐξέθετο, τέλος οὐκ αἴσιον οὐδ’ εὐσεβὲς ἐπάγει τῷ σωτηρίῳ σώματι. πρὸς | |
5 | τούτοις ἅπασιν, ὥσπερ τῶν προτέρων αὐτῷ κατωρθωμένων, πειρᾶται δεικνύναι καὶ τὸ «ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ» εἰς τὴν | |
2.3.37 | σάρκα ἀναφέρεσθαι. λέγει δὲ οὕτως ὁ γοῦν καταβὰς καὶ τὴν σάρκα διὰ τῆς παρθένου προσ‐ λαβὼν κατεστάθη βασιλεὺς ἐπὶ τὴν ἐκκλησίαν, δηλονότι ἵνα διὰ τοῦ λόγου ὁ τῆς βασιλείας τῶν οὐρανῶν πρότερον ἐκπεπτωκὼς | |
5 | ἄνθρωπος βασιλείας τυχεῖν δυνηθῇ. τοῦτον οὖν τὸν ἄνθρωπον τὸν πρότερον διὰ τὴν παρακοὴν τῆς βασιλείας ἐκπεπτωκότα κύριον καὶ θεὸν γενέσθαι βουλόμενος ὁ θεὸς ταύτην τὴν οἰκονομίαν εἰργάσατο. ὁ οὖν ἁγιώτατος προφήτης Δαυὶδ προφητικῶς λέγει «ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ». | |
2.3.38 | καὶ μεθ’ ἕτερα ἐπιφέρει δι’ ἣν αἰτίαν, ὥσπερ ἀρχὴν βασιλείας ἀπό τινος λαβόν‐ τος χρόνου τοῦ δεσπότου ἡμῶν Χριστοῦ, ἡ προφητεία φησὶν | |
«ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ». | 51 | |
5 | καὶ πάλιν ἐπιφέρει διὰ τοῦτο γὰρ καὶ βασιλεύσει [ἵνα] ἐν τῇ ἀνθρωπίνῃ σαρκὶ γενόμενος, βασιλεύς τε καταστὰς διὰ τοῦ λόγου ὁ ἀπατηθεὶς πρότερον ἄνθρωπος «πᾶσαν ἀρχὴν» τοῦ διαβόλου «καὶ δύναμιν καὶ ἐξουσίαν καταργήσει». | |
2.3.39 | τοσαῦτα περὶ τῆς σαρκὸς τοῦ σωτῆρος καὶ τούτων ἔτι πολλῷ πλείονα εἰπών, φήσας τε αὐτὴν εἶναι τὴν εἰκόνα «τοῦ θεοῦ τοῦ ἀοράτου» καὶ τὸν πρωτότοκον «πάσης κτίσεως» καὶ τὸν βασιλέα καὶ τὸν Ἰησοῦν καὶ τὸν Χριστὸν καὶ τὸν ἀγαπητὸν καὶ ὅσα ἄλλα κατέλεξεν, δι’ αὐτήν | |
5 | τε ταῦτα πάντα κληθῆναι τὸν λόγον ἀποφηνάμενος, ὁποῖον τέλος αὐτῇ περιτίθησιν ἤδη θεωρῆσαι καιρός. | |
2.4.1 | Διὰ τοῦτο γὰρ βασιλεύσει ἐν τῇ ἀνθρωπίνῃ σαρκὶ γενό‐ μενος, βασιλεύς τε καταστὰς διὰ τοῦ λόγου ὁ ἀπατηθεὶς πρότερον ἄνθρωπος «πᾶσαν ἀρχὴν» τοῦ διαβόλου «καὶ δύναμιν καὶ ἐξουσίαν καταργήσει». «δεῖ γὰρ αὐτὸν βασιλεύειν» φησὶν «ἄχρι οὗ ἂν θῇ | |
5 | τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ». τῆς τοίνυν τοῦ δεσπότου ἡμῶν Χριστοῦ βασιλείας τοῦτο τέλος εἶναί φησιν ὁ ἱερὸς ἀπόστο‐ λος, τὸ πάντα ὑποταγῆναι τοῖς ποσὶν αὐτοῦ. καὶ μετὰ βραχέα ἐπιλέγει μέγιστον ἡμῖν μυστήριον ἐνταῦθα ὁ ἀπόστολος ἀνακα‐ | |
10 | λύπτει, τέλος μὲν ἔσεσθαι φάσκων τῆς Χριστοῦ βασιλείας· τέλος δὲ τότε, ὅταν πάντα ὑποταγῇ ὑπὸ τοὺς πόδας αὐτοῦ. | |
2.4.2 | καὶ ἔτι μᾶλλον ἐπεξεργαζόμενος τὸν αὐτὸν λόγον οὕτως γράφει ἔφαμεν ἐν τοῖς προάγουσιν ἡμῶν ῥητοῖς τὸν δεσπότην ἡμῶν τὸν Χριστὸν ἀρχὴν ἐσχηκέναι βασιλείας, ἐκ τῶν θείων γρα‐ φῶν ἀποδείξεσιν χρώμενοι. ἔστιν μὲν μία ἡ λέγουσα «ἐγὼ δὲ | |
5 | κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ», | |
2.4.3 | ἑτέρα δέ «ὁ κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί», καὶ αὖθις «ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ». καὶ ὅλως μυρίων ῥητῶν πρὸς μαρτυρίαν ἔστιν εὐπορήσαντα δεῖξαι, ὅτι ἀρχὴν βασιλείας εἴληφεν ὁ ἄνθρωπος διὰ τοῦ λόγου. εἰ οὖν εἴληφεν ἀρχὴν βασιλείας | |
5 | πρὸ ἐτῶν ὅλων οὐ πλειόνων 〈ἢ〉 τετρακοσίων, οὐδὲν παράδοξον, | |
εἰ τὸν πρὸ οὕτως ὀλίγου χρόνου τῆς βασιλείας ταύτης τυχόντα ὁ ἀπόστολός φησιν παραδώσειν τὴν βασιλείαν, δηλονότι τῷ θεῷ τῷ καταστήσαντι αὐτόν, ὡς ἡ γραφή φησιν, βασιλέα. | 52 | |
2.4.4 | καὶ μεθ’ ἕτερα οὕτω γράφει οὐκοῦν ἐνεργείᾳ μόνῃ διὰ τὴν τῆς σαρκὸς πρόφασιν ἄχρι τοσούτου κεχωρίσθαι τοῦ πατρὸς φαίνεται, ἄχρι οὗ ἂν ὁ προσιὼν τῆς κρίσεως ἀναφανῇ καιρός, ἵνα τῶν τηνικαῦτα ἐκκεντησάντων | |
5 | κατὰ τὴν προφητείαν ἑωρακότων τὸν ἐκκεντηθέντα, οὕτω καὶ τὸ | |
2.4.5 | λειπόμενον ἀκολούθως γένηται. πάντων γὰρ ἐν τῷ καιρῷ τοῦ τέλους ὑποτάσσεσθαι μελλόντων τῷ Χριστῷ, ὡς ὁ ἀπόστολος ἔφη, τηνικαῦτα «αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα». τί τοίνυν μανθάνομεν περὶ τῆς ἀνθρωπίνης σαρκός, ἣν | |
5 | δι’ ἡμᾶς ἀνείληφεν ὁ λόγος πρὸ τετρακοσίων οὐχ ὅλων ἐτῶν; 〈πότερόν〉 ποτε ταύτην καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὁ λόγος ἕξει, ἢ ἄχρι μόνου τοῦ τῆς κρίσεως καιροῦ; ἀνάγκη γὰρ τὸ ὑπὸ τοῦ προφήτου λεχθὲν ἔργῳ βεβαιωθῆναι. «ὄψονται γὰρ» φησὶν «εἰς ὃν ἐξεκέντησαν»· ἐξεκέντησαν δὲ δηλονότι τὴν σάρκα. | |
2.4.6 | καὶ προστίθησιν μεθ’ ἕτερα λέγων ὅτι γὰρ οὐχ ἵν’ ὁ λόγος ὠφεληθῇ τὴν ἡμετέραν ἀνεί‐ ληφεν σάρκα, ἀλλ’ ἵνα ἡ σὰρξ διὰ τὴν πρὸς τὸν λόγον κοινωνίαν ἀθανασίας τύχῃ, δῆλόν ἐστιν καὶ ἀπ’ αὐτῆς τῆς τοῦ σωτῆρος ἀπο‐ | |
5 | φάσεως. περὶ γὰρ τῆς σαρκός, ἣν ἔχων ὡμίλει τοῖς μαθηταῖς, οὕτω λέγει «τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀπιόντα ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμα ζωοποιεῖ, ἡ σὰρξ οὐδὲν ὠφελεῖ». εἰ οὖν ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν αὐτόν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν | |
10 | καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὡς αὐτῷ λυσιτελοῦσαν συνεῖναι τῷ | |
2.4.7 | λόγῳ; διὰ τοῦτο γάρ μοι δοκεῖ καὶ ὁ παντοκράτωρ δεσπότης πρὸς αὐτὸν λέγειν «κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου». ἐνεργείᾳ μόνῃ διὰ τὴν ἀνθρωπίνην σάρκα χωρίζειν αὐτὸν δοκῶν καὶ ὥσπερ ῥητόν τινα χρόνον ὁρί‐ | |
5 | ζων αὐτῷ τῆς ἐν δεξιᾷ καθέδρας οὕτω φησὶν πρὸς αὐτὸν «ἕως ἂν | |
2.4.8 | θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου». τοῦτο δὲ τὸ | |
προφητικὸν τοῦ Δαυὶδ ῥητὸν σαφέστερον ἡμῖν ἑρμηνεύων ὁ ἱερὸς ἀπόστολος οὕτω πως ἔφη «δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἕως ἂν θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ». οὐκοῦν ὅρον | 53 | |
5 | τινα ἔχειν δοκεῖ ἡ κατὰ ἄνθρωπον αὐτοῦ οἰκονομία τε καὶ βασι‐ λεία. οὐδὲν γὰρ ἕτερον βούλεται ἢ τοῦτο τὸ ὑπὸ τοῦ ἀποστόλου ῥηθὲν «ἕως ἂν θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑποπόδιον τῶν ποδῶν | |
2.4.9 | αὐτοῦ». οὐκοῦν ἐπειδὰν τοὺς ἐχθροὺς σχῇ ὑποπόδιον τῶν ποδῶν, οὐκέτι χρῄζει τῆς ἐν μέρει ταύτης βασιλείας, πάντων καθόλου βασιλεὺς ὑπάρχων· συμβασιλεύει γὰρ «τῷ θεῷ καὶ πατρί», οὗ ὁ | |
2.4.10 | λόγος ἦν τε καὶ ἐστίν. οὐδὲ γὰρ αὐτὸς καθ’ ἑαυτὸν ὁ λόγος ἀρχὴν βασιλείας εἴληφεν, ἀλλ’ ὁ ἀπατηθεὶς ὑπὸ τοῦ διαβόλου ἄνθρωπος διὰ τῆς τοῦ λόγου δυνάμεως βασιλεὺς γέγονεν, ἵνα βασιλεὺς γενό‐ μενος τὸν πρότερον ἀπατήσαντα νικήσῃ διάβολον. διὰ τοῦτο καὶ | |
5 | αἱ Πράξεις τῶν ἀποστόλων περὶ τοῦ ἀνθρώπου τούτου, ὃν ἀνεί‐ ληφεν ὁ τοῦ θεοῦ λόγος καὶ ἀνειληφὼς ἐν δεξιᾷ τοῦ πατρὸς καθέ‐ ζεται, οὕτως διδάσκουσιν λέγουσαι «ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως». καὶ αὗται ὥσπερ ὅρον τινὰ καὶ προθεσμίαν ὁρίζουσαι ἐν ᾧπερ προσήκει τὴν κατὰ ἄνθρωπον | |
2.4.11 | οἰκονομίαν ἡνῶσθαι τῷ λόγῳ οὕτω λέγουσιν. τί γὰρ ἕτερον βού‐ λεται τὸ «ἄχρι χρόνων ἀποκαταστάσεως», ἢ αἰῶνα μέλλοντα ἡμῖν σημαίνειν, ἐν ᾧ δεῖ πάντα τῆς τελείας τυχεῖν ἀποκαταστάσεως; εἰ τοίνυν ἐν τῷ καιρῷ τῆς ἀποκαταστάσεως ἁπάντων καὶ αὐτὴν | |
5 | τὴν κτίσιν ἐκ τῆς δουλείας εἰς τὴν ἐλευθερίαν μεταβληθήσεσθαι ὁ Παῦλος ἔφη (λέγει γὰρ «ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν | |
2.4.12 | τέκνων τοῦ θεοῦ), πῶς ἔτι τὴν τοῦ δούλου μορφήν, ἣν ἀνείληφεν ὁ λόγος, μορφὴν οὖσαν δούλου, συνεῖναι τῷ λόγῳ δυνατὸν γένοιτ’ ἄν; σαφῶς δ’ οὖν καὶ διαρρήδην ἐν βραχεῖ τινι χρόνῳ τῶν τε παρεληλυθότων καὶ τῶν μελλόντων αἰώνων τὴν κατὰ σάρκα | |
5 | οἰκονομίαν τοῦ λόγου δι’ ἡμᾶς γεγενῆσθαι συμβέβηκεν. καὶ ταύτην | |
ὥσπερ ἀρχὴν οὕτως καὶ τέλος ἕξειν ὁ θεσπέσιος εἴρηκεν Παῦλος, οὕτω πως εἰπὼν «εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί». | 54 | |
2.4.13 | τούτοις μεθ’ ἕτερα ἐπιλέγει οὐκοῦν οὐ δι’ ἑαυτόν, ἀλλὰ δι’ ἡμᾶς τὴν ἀνθρωπίνην ἀνείληφεν σάρκα. εἰ δὲ δι’ ἡμᾶς ἀνειληφὼς φαίνεται, πάντα δὲ τὰ καθ’ ἡμᾶς τῇ αὐτοῦ προνοίᾳ καὶ ἐνεργείᾳ ἐν τῷ καιρῷ τῆς | |
5 | κρίσεως τέλους τεύξεται, οὐκέτι οὐδὲ ταύτης τῆς ἐν μέρει βασι‐ λείας ἔσται χρεία. ταῦτα Μάρκελλος εἰπών, εἶτα συναισθόμενος ἑαυτοῦ εἰς ἄτοπον ἐκπεπτωκότος, προστίθησιν τοῖς εἰρημένοις ταῦτα εἰ δέ τις λέγοι, διὰ τοῦτο τὴν ἀνθρωπίνην σάρκα ἀξίαν | |
10 | εἶναι τοῦ λόγου, ὅτι διὰ τῆς ἀναστάσεως ἀθάνατον αὐτὴν ἀπειρ‐ γάσατο, γνώτω ὅτι οὐ πᾶν, ὅπερ ἀθάνατον, τοῦτο ἄξιον θεοῦ. | |
2.4.14 | μείζων γὰρ καὶ αὐτῆς τῆς ἀθανασίας ὁ θεός, ὁ τῇ ἑαυτοῦ βουλή‐ σει καὶ τὰ μὴ ὄντα ἀθάνατα ποιεῖν δυνάμενος. ὅτι δὲ οὐ πᾶν τὸ ἀθάνατον ἡνῶσθαι θεῷ ἄξιον δῆλόν ἐστι καὶ ἀπὸ τοῦ ἀρχὰς καὶ ἐξουσίας καὶ ἀγγέλους ἀθανάτους ὄντας μηδὲν διαφέρειν τῇ | |
5 | ἑνότητι τοῦ θεοῦ. | |
2.4.15 | ταῦτ’ εἰπὼν καὶ ὥσπερ εἰς βυθὸν ἀτοπίας ἑαυτὸν ἐκπεπτωκότα συν‐ αισθόμενος ἀνακαλεῖσθαι πειρᾶται, τρόπον τινὰ ἐξομολογούμενος ὅτι μηδὲν ἠπίστατο ὧν ἔλεγεν· διὸ ἐπάγει λέγων εἰ δέ τις περὶ τῆς σαρκὸς ταύτης τῆς ἐν τῷ λόγῳ ἀθα‐ | |
5 | νάτου γεγονυίας πυνθάνοιτο, τί φαμεν πρὸς αὐτόν; ὅτι δογματί‐ ζειν μὲν ἡμεῖς περὶ ὧν μὴ ἀκριβῶς παρὰ τῶν θείων μεμαθήκαμεν | |
2.4.16 | γραφῶν οὐκ ἀσφαλὲς εἶναι νομίζομεν. πῶς γὰρ τοῦτο πράττειν | |
2.4.17 | δυνατὸν τοῖς καὶ τὰ ἑτέρων ἀνατρέπουσιν δόγματα; ἀλλ’ ἐροῦμεν πρὸς τοὺς τὸν ἀκριβῆ περὶ τούτου μαθεῖν παρ’ ἡμῶν βουλομένους λόγον, ὅτι πειθόμενοι τῷ ἱερῷ ἀποστόλῳ ἴσμεν ὅτι οὕτως ἡμᾶς ὁρᾶν τὰ ἀποκεκρυμμένα μυστήρια προσήκει, ὡς αὐτὸς ἔφη «βλέ‐ | |
5 | πομεν γὰρ ἄρτι» φησὶν «δι’ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρό‐ σωπον πρὸς πρόσωπον· ἄρτι γινώσκομεν ἐκ μέρους, τότε δὲ ἐπι‐ γνωσόμεθα καθὼς καὶ ἐπεγνώσθημεν». ὥστε μή μου πυνθάνου | |
2.4.18 | περὶ ὧν σαφῶς παρὰ τῆς θείας γραφῆς μὴ μεμάθηκα. διὰ τοῦτο | |
τοίνυν οὐδὲ περὶ τῆς θείας ἐκείνης τῆς τῷ θείῳ λόγῳ κοινωνη‐ σάσης σαρκὸς σαφῶς εἰπεῖν δυνήσομαι. νυνὶ δὲ πιστεύω ταῖς θείαις γραφαῖς, ὅτι εἷς θεός, καὶ ὁ τούτου λόγος προῆλθεν μὲν | 55 | |
5 | τοῦ πατρός, ἵνα «πάντα δι’ αὐτοῦ» γένηται· μετὰ δὲ τὸν καιρὸν τῆς κρίσεως καὶ τὴν τῶν ἁπάντων διόρθωσιν καὶ τὸν ἀφανισμὸν τῆς ἀντικειμένης ἁπάσης ἐνεργείας «τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα» «θεῷ καὶ πατρί», ἵνα οὕτως ᾖ ἐν θεῷ ὁ λόγος, ὥσπερ καὶ πρότερον ἦν. | |
2.4.19 | τοιοῦτο τέλος ἐπήγαγεν τῇ σαρκὶ τοῦ σωτῆρος ἡμῶν ὁ θαυμαστὸς οὗτος συγγραφεύς, ἀμνημονήσας ὧν περὶ αὐτῆς διὰ τῶν ἔμπροσθεν | |
2.4.20 | εἴρηκεν. εἶθ’ ὁ σαφῶς οὕτως τὸ σῶμα τὸ σωτήριον ἔρημον τοῦ λόγου γενήσεσθαι μετὰ τὸν τῆς κρίσεως καιρὸν ἀποφηνάμενος εὐλά‐ βειαν προσποιεῖται καὶ μὴ εἰδέναι φησὶν ἀποκρίνεσθαι, εἴ τις αὐτὸν ἔροιτο περὶ τῆς σαρκός, φῆσαι δ’ ἂν πρὸς τὸν ἐρωτῶντα· μή μου | |
2.4.21 | πυνθάνου περὶ ὧν μὴ μεμάθηκα. ἀλλὰ καὶ ὁ τυχὼν εἶπεν ἂν πρὸς αὐτόν, τί δὴ οὖν σαυτὸν σκώπτεις, ἄνθρωπε; τί δὲ κατὰ κρημνῶν ὠθεῖς, περὶ ὧν μὴ μεμάθηκας ὁριζόμενος ἐγγράφως; τί δὲ μὴ φυ‐ λάττεις ἃ παρὰ τῶν ἐκκλησιαστικῶν πατέρων τε καὶ διδασκάλων | |
5 | παρείληφας, νεωτερίζεις δ’ ἄντικρυς νέαν καὶ ξενίζουσαν εἰσάγων τῷ βίῳ διαστροφήν, ἀρχήν τε πρόσκαιρον καὶ νεωτέραν τῇ βασιλείᾳ τοῦ Χριστοῦ διδοὺς καὶ ταύτης τέλος ὑφιστάμενος, καὶ τὸν μὲν ἀλη‐ θῶς μονογενῆ τοῦ θεοῦ υἱὸν ἀρνούμενος λόγον δὲ ψιλὸν ἀνούσιον καὶ ἀνυπόστατον ὑποτιθέμενος, ὃν οὐδ’ ἕτερον ἢ ἓν καὶ ταὐτὸν τῷ | |
10 | θεῷ εἶναι φῄς, ὃ δὴ καὶ πᾶς εἴποι ἂν ἀρνούμενος τὸν υἱὸν τοῦ θεοῦ, | |
2.4.22 | εἰκότως; οὐ γὰρ υἱὸς ὁ μὴ ὑφεστὼς λόγος, ὡς οὐδ’ ὁ ἐν ἀνθρώπῳ λόγος υἱὸς ἄν ποτε ῥηθείῃ ἀνθρώπου, ἐνεργείᾳ μόνῃ ἐν τῷ λαλοῦντι συνιστάμενος. τοῦτον δ’ ἐκ τοῦ πατρὸς πρὸ ἐτῶν οὐδ’ ὅλων τετρα‐ κοσίων διὰ τῆς ἀναλήψεως τῆς σαρκὸς υἱὸν θεοῦ γεγενῆσθαι ἄνω | |
5 | κάτω φῄς, καὶ Ἰησοῦν καὶ Χριστὸν ὠνομάσθαι, εἰκόνα τε «τοῦ θεοῦ τοῦ ἀοράτου» χρηματίσαι καὶ «πρωτότοκον πάσης κτίσεως», καὶ δὴ καὶ βασιλέα τότε γενέσθαι, ἀρξάμενον τούτων ἁπάντων ἐκ τοῦ δηλω‐ θέντος χρόνου, ἔπειτα καιρῷ τῆς συντελείας τούτων ἁπάντων ἀθρόως | |
2.4.23 | παυθήσεσθαι. ποῦ δὴ οὖν ταῦτα μεμάθηκας; τίς δέ σοι τούτων κατέστη διδάσκαλος, τίς ἐπισκόπων, ποῖαι σύνοδοι, ποῖον ἐκκλησιαστι‐ κῶν ἀνδρῶν γράμμα; ποῦ δέ σοι τὸ σῶμα τὸ ἀθάνατον χωρήσειεν | |
〈ἂν〉 τοῦ σωτῆρος; ἀθάνατον γὰρ ὁμολογῶν καὶ θεῖον ὀνομάζων | 56 | |
5 | αὐτὸ πάντως που καὶ ἄφθαρτον καὶ ἀδιάλυτον ὑποθήσῃ, πεφυκὸς δὲ τοιοῦτον μένει συνεστὸς δηλαδὴ καὶ ἀδιάλυτον. ἀλλὰ τὸν λόγον | |
2.4.24 | ἀφῄρεις αὐτοῦ καὶ τῷ θεῷ συνῆπτες. οὐκοῦν ἄνευ λόγου μόνον τὸ σῶμα στήσεται ἐν ἀθανάτῳ καὶ ἀφθάρτῳ ἀλογίᾳ καὶ ἀκινησίᾳ; πῶς δὲ αὐτὸς ὁ λόγος εἰς τὸν θεὸν χωρήσει καὶ συναφθήσεται αὖθις αὐτῷ μετὰ τὸν τῆς σαρκὸς χωρισμόν; ἆρα μὴ ὢν ἐν τῷ θεῷ, ὅτε τῇ σαρκὶ | |
5 | συνῆν; ἀλλ’ ὢν ἐν αὐτῷ διὰ παντός, συναΐδιός τε ὢν καὶ ἓν καὶ ταὐτὸν τῷ θεῷ. πῶς οὖν ὑπῆρχεν ἐν τῷ σώματι; εἰ μὲν ψυχῆς δίκην οἰκῶν ἐν αὐτῷ, ἔσται ἄρα ἐν ὑποστάσει, τοῦ πατρὸς κεχωρισ‐ | |
2.4.25 | μένος, ζῶν τε καὶ ὑφεστὼς ἐν ᾗ ἀνείληφεν σαρκί. τί οὖν ἐκώλυεν καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως υἱὸν θεοῦ ζῶντα αὐτὸν ὁμολο‐ γεῖν; ἀλλ’ εἴποι ἂν ἴσως ἐνεργείᾳ μόνῃ οὐχὶ δὲ οὐσίας ὑποστάσει καὶ ἐν τῷ σώματι γεγονέναι· δραστικῇ γὰρ ἐνεργείᾳ μόνῃ φησὶ τῇ σαρκὶ | |
5 | συνὼν (τῷ κινεῖν αὐτὴν καὶ πράττειν ὅσαπερ ἐν Εὐαγγελίοις φέρεται) οὐσίᾳ τῷ θεῷ συνῆπτο, οἷα λόγος ὑπάρχων αὐτοῦ ἀχώριστος καὶ | |
2.4.26 | ἀδιάστατος. εἰ δὴ ταῦτα λέγοι, ἐρωτήσασιν ἡμῖν ἀποκρινάσθω, ἆρ’ ἐπὶ μόνην τὴν σάρκα ταύτην ἡ τοῦ λόγου ἐνέργεια ἔφθακεν, οὐχὶ δὲ καὶ ἐφ’ ἑτέρους ἀνθρώπους τοὺς ἁγίους τοῦ θεοῦ; καὶ εἰς τὰ λοιπὰ δὲ πάντα τοῦ λόγου δημιουργήματα οὐχὶ ὁ αὐτὸς ἐνεργεῖ λόγος; καὶ | |
5 | μὴν μεμαθήκαμεν ὡς «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν» καὶ «πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». | |
2.4.27 | οὐκοῦν ἐνεργεῖ καὶ ἐπὶ πάντων. ἔγνωμεν ἀπὸ τῶν θείων γραφῶν καὶ ὡς «λόγος κυρίου ἐγενήθη πρὸς Ὡσηὲ τὸν τοῦ Βεηρί», καὶ «λόγος κυρίου ἐγενήθη πρὸς Ἡσαΐαν υἱὸν Ἀμώς», καὶ «ὃς ἐγενήθη λόγος κυρίου πρὸς Ἱερεμίαν». καὶ ἐφ’ ἑκάστου δὲ προφήτου ὁ αὐτὸς | |
5 | ἐνήργει τοῦ θεοῦ λόγος. ἄρ’ οὖν τῆς ἴσης ἀξίας τῷ μονογενεῖ υἱῷ τοῦ θεοῦ κἀκείνοις ἅπασιν μετῆν, καὶ πλέον οὐδὲν ὑπῆρχεν τῷ σω‐ τῆρι, εἰ δὴ ἐνεργείᾳ μόνῃ ὑπὸ τοῦ λόγου τοῦ τῷ θεῷ συνημμένου | |
2.4.28 | ἐκινεῖτο. ἀλλ’ οὐδὲ τὰ ἴσα τοῖς προφήταις φέρειν δίδωσιν Μάρκελλος τῷ Χριστῷ τοῦ θεοῦ. οἱ μὲν γὰρ ζωῆς αἰωνίου ἀθανάτου τε καὶ ἀτελευτήτου τεύξονται, εἰς τοὺς ἅπαντας αἰῶνας ἐν τῇ κατηγγελμένῃ τῶν οὐρανῶν βασιλείᾳ βιωσόμενοι ἀγαθῶν τε ἀπολαύσοντες «ἃ | |
5 | ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου 〈οὐκ〉 ἀνέβη»· ὁ δὲ Χριστὸς τοῦ θεοῦ αὐτὸς ὁ κοινὸς ἁπάντων σωτήρ, | |
«ὁ πρωτότοκος τῶν νεκρῶν», ἡ ἐλπὶς τῆς τῶν ἁγίων ἀναστάσεως, μόνος ἄρα τότε ἀπολειφθήσεται, παυθησομένης αὐτοῦ τῆς βασιλείας καὶ τῆς ζωοποιοῦ σαρκὸς ἐρήμου καὶ ἀλόγου καταλειφθησομένης, ὡς | 57 | |
10 | μήτε προϋπάρχειν αὐτὸν υἱὸν θεοῦ ὄντα μήτε διαρκεῖν εἰς ἄπειρον | |
2.4.29 | κατὰ τὴν τοῦ Μαρκέλλου διδασκαλίαν. εἰκότως ἄρα ταῦτα βασιλέα τὸν ὡς ἀληθῶς θεοφιλῆ καὶ τρισμακάριον κατὰ τοῦ ἀνδρὸς ἐκίνει, καίτοι μυρία κολακεύσαντος καὶ πολλὰ βασιλέως ἐγκώμια αὐτοῦ ἐν συγγράμματι διελθόντος. ταῦτα δὲ καὶ τὴν ἁγίαν σύνοδον ἐν τῇ | |
5 | βασιλικῇ συνελθοῦσαν πόλει ἐξ ἐπαρχιῶν διαφόρων Πόντου καὶ Καπ‐ παδοκίας Ἀσίας τε καὶ Φρυγίας καὶ Βιθυνίας Θρᾴκης τε καὶ τῶν ἐπέκεινα μερῶν στηλιτεύειν τὸν ἄνδρα διὰ τῆς κατ’ αὐτοῦ γραφῆς καὶ μὴ θέλουσαν ἐξεβιάζετο. ταῦτα καὶ ἡμᾶς ἐπὶ τὴν μετὰ χεῖρα ἐξέτασιν προελθεῖν κατηνάγκασεν, ὁμοῦ καὶ τοῖς δόξασιν τῇ ἁγίᾳ | |
10 | συνόδῳ παρισταμένους, ὁμοῦ καὶ τοῖς συλλειτουργοῖς προστάξασιν | |
2.4.30 | τοῦτο πρᾶξαι τὸ ἱκανὸν ποιουμένους. μάλιστα δέ μοι ἀναγκαῖον ἡγοῦμαι γεγενῆσθαι τὸ γράμμα διὰ τοὺς ἠδικῆσθαι τὸν ἄνδρα νενο‐ μικότας. χρὴ γὰρ ἀποθεραπεῦσαι τὴν τῶν ἡμετέρων ἀδελφῶν ὑπό‐ νοιαν διὰ τοῦ φανερὰν καταστῆσαι τὴν μακροῖς μὲν χρόνοις ἐμφω‐ | |
5 | λεύσασαν αὐτῷ εἰς τὸν υἱὸν τοῦ θεοῦ ἀπιστίαν, νυνὶ δὲ ἐληλεγμένην διὰ τῆς αὐτοῦ γραφῆς, ἣν μηδενὸς καλοῦντος αὐτόμολος φέρων παρῆν, βασιλεῖ τε ἐπὶ χεῖρα δοὺς ἠξίου διαγνῶναι τὰ ἐγγεγραμμένα· τάχα που ἐλπίσας τῶν εἰς αὐτὸν ἐγκωμίων χάριν αὐτὸς μὲν τυχεῖν προνομίας τῆς παρ’ αὐτῷ τῷ βασιλεῖ, τοὺς δ’ ὑπ’ αὐτοῦ κακηγορη‐ | |
2.4.31 | θέντας ἐπισκόπους ὑποβληθῆναι τιμωρίᾳ. οὐ μὴν κατ’ ἐλπίδας αὐτῷ τὰ τῆς ἐκβάσεως προὐχώρει. θεὸς γὰρ ἦν ὁ τούτων κριτὴς καὶ αὐτὸς Χριστὸς Ἰησοῦς, ὁ πρὸς τοῦ συγγραφέως ἀθετούμενος, ὃς δὴ τὰ κρύφια τοῦ ἀνδρὸς συνορῶν, αὐτὸν αὑτοῦ κατήγορον ἅμα καὶ ἔλεγχον | |
5 | μηδενὸς συνελαύνοντος γίγνεσθαι παρεσκεύαζεν. ὅθεν ὁ μὲν ἐπὶ τῷ συγγράμματι καλλωπιζόμενος βασιλεῖ προσῄει, ὁ δὲ τῇ συνόδῳ παρε‐ δίδου τὴν διάκρισιν τῶν ἐγγεγραμμένων, ἡ δ’ ἁγία τοῦ θεοῦ σύνοδος ἀπεδοκίμαζε τὸ γράμμα, εἰκότως, ὅτι μήτε ἀρχὴν μήτε τέλος εὐσεβὲς | |
ὁμολογεῖ τοῦ υἱοῦ τοῦ θεοῦ. | 58 |