TLG 2018 006 :: EUSEBIUS :: Demonstratio evangelica (fragmenta libri xv)

EUSEBIUS Scr. Eccl. Theol., Filius Pamphili
(Caesariensis: A.D. 4)

Demonstratio evangelica (fragmenta libri xv)

Source: Heikel, I.A. (ed.), Eusebius Werke, Band 6: Die Demonstratio evangelica [Die griechischen christlichen Schriftsteller 23] Leipzig: Hinrichs, 1913: 493–496.

Citation: Fragment — (line)

1

Ἡγοῦμαι ταῦτα μηδὲν διαφέρειν τῆς τοῦ προφήτου θεωρίας. ὡς γὰρ ὁ προφήτης «θάλασσαν» ἑώρα «μεγάλην», οὕτως ὁ βασιλεὺς «εἰκόνα πολλήν». καὶ πάλιν ὡς ὁ προφήτης ἑώρα «τέσσαρα θηρία», ἅπερ ἑρμηνεύων μετέβαλεν εἰς τέσσαρας βασιλείας, οὕτως ὁ βασιλεὺς
5[τὰς] διὰ τοῦ χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ καὶ σιδήρου τέσσαρας βασιλείας ᾐνίττετο. καὶ αὖθις ὡς ὁ προφήτης τῶν τοῦ ὑστάτου θηρίου κεράτων δέκα διαίρεσιν ἑώρα, καὶ τρία κέρατα ὑφ’ ἑνὸς συν‐ τριβόμενα, καὶ ὁ βασιλεὺς ὡσαύτως ἐπὶ τῶν τελευταίων τῆς εἰκόνος «μέρος τι σιδηροῦν καὶ μέρος ὀστράκινον» ἐθεώρει. καὶ ἐπὶ τούτοις
10ὡς ὁ προφήτης μετὰ τὴν τῶν τεσσάρων βασιλειῶν ὅρασιν ἑώρα υἱὸν ἀνθρώπου τὴν κατὰ πάντων «ἀρχὴν» καὶ «ἐξουσίαν» καὶ «βασιλείαν» παρειληφότα, οὕτως καὶ ὁ βασιλεὺς λίθον συντρίβοντα τὴν εἰκόνα πᾶσαν καὶ γινόμενον εἰς «ὄρος μέγα» καὶ πληροῦντα πᾶσαν τὴν γῆν. ἄμφω δὲ ταῦτα θεωροῦσι περὶ τῆς κατὰ τὸν ἀνθρώπινον βίον συ‐
15στάσεως. τὸν μὲν σύμπαντα βίον αἰνιγματωδῶς ὁ μὲν βασιλεὺς οἷα εἰκόνα ὁ δὲ προφήτης οἷα θάλασσαν ἐδόκουν ὁρᾶν, καὶ εἰκό‐
τως· ἔπρεπε γὰρ τῷ μὲν ἠπατημένῳ περὶ τὴν τοῦ βίου φαντα‐ σίαν βασιλεῖ καὶ τὴν τῶν αἰσθητῶν οἷα χρωμάτων ὡραιότητα ἐπὶ γραφῆς ἀνακειμένην θαυμάζοντι εἰκόνι μεγάλῃ τῶν πάντων ἀν‐493
20θρώπων ἀπεικάζειν τὸν βίον, τὸν δὲ προφήτην τὸν πολὺν καὶ μέγαν σάλον τοῦ βίου μεγάλῃ θαλάσσῃ παραβάλλειν, καὶ τῷ μὲν βασιλεῖ τὰς παρὰ ἀνθρώποις πολυτελεῖς νενομισμένας ὕλας χρυσοῦ καὶ ἀργύρου χαλκοῦ τε καὶ σιδήρου θαυμάζοντι τὰς κατὰ χρόνους ἐν τῷ βίῳ τῶν ἀνθρώπων ἐπικρατεῖς βασιλείας ταύταις ἀφομοιοῦν ταῖς ὕλαις, τῷ
25δὲ προφήτῃ ἐν μορφαῖς θηρίων τὰς αὐτὰς βασιλείας καταλλήλως τῷ τῆς ἀρχῆς τρόπῳ διαγράφεσθαι. καὶ πάλιν τῷ μὲν βασιλεῖ μέγα ὡς εἰκὸς ἐφ’ ἑαυτῷ φρονοῦντι καὶ ἀλαζονευομένῳ ἐπὶ τῇ τῶν προγό‐ νων βασιλείᾳ ἡ τῶν πραγμάτων μεταβολὴ δείκνυται καὶ τῶν ἐπὶ γῆς βασιλειῶν τὸ τέλος, εἰς καθαίρεσιν τοῦ ἐν αὐτῷ τύφου καὶ εἰς τὸ
30μηδὲν ἡγεῖσθαι βέβαιον τῶν ἐν ἀνθρώποις ἢ μόνον τὸ ἐπὶ πάντων τέλος τῆς τοῦ θεοῦ βασιλείας· ἔσεσθαι γὰρ μετὰ τὴν πρώτην Ἀσσυ‐ ρίων ἀρχήν, ἣν ὁ χρυσὸς ᾐνίξατο, δευτέραν τὴν τῶν Περσῶν τὴν διὰ τοῦ ἀργύρου δεδηλωμένην· ἔπειτα τρίτην τὴν Μακεδόνων ἣν ὁ χαλκὸς ἐσήμανε· μεθ’ ἣν τετάρτην διαδέξεσθαι τὴν Ῥωμαίων, κρα‐
35ταιοτέραν οὖσαν τῶν πρὸ αὐτῆς, δι’ ὃ καὶ σιδήρῳ παρεβάλλετο (εἴ‐ ρητο γοῦν περὶ αὐτῆς· «καὶ βασιλεία τετάρτη ἔσται ἰσχυρὰ ὡς ὁ σίδηρος· ὃν τρόπον ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως πάντα λεπτυνεῖ καὶ δαμάσει»)· καὶ μετὰ τὰς εἰρημένας ἁπάσας τὴν τοῦ θεοῦ βασιλείαν διὰ τοῦ συντρίβοντος τὴν πᾶσαν εἰκόνα λίθου
40παρισταμένην. καὶ ὁ προφήτης δὲ τούτοις ἀκολούθως τὴν ἐπὶ τέλει τοῦ τῶν ὅλων θεοῦ βασιλείαν οὐ πρότερον θεωρεῖ, ἢ τὰς εἰρημένας τέσσαρας δυναστείας διαγράψαι τῷ λόγῳ διὰ τῶν τεσσάρων θηρίων. τούτων δὲ τῶν τεσσάρων βασιλειῶν μόνων καὶ οὐδὲ ἑτέρων ἡγοῦμαι τὰς ὁράσεις καὶ τῷ βασιλεῖ καὶ τῷ προφήτῃ δεδεῖχθαι διὰ τὸ ταύ‐
45ταις καταδουλωθῆναι τὸ τῶν Ἰουδαίων ἔθνος ἀπὸ τῶν τοῦ προφήτου
χρόνων.494

2

Διεκόπη μὲν ἐν τῇ Βαβυλῶνι ἡ φλὸξ τοῦ πυρὸς ** διακο‐ πεῖσα τῷ προστάγματι τοῦ θεοῦ· ἐδέξατο ... ἐν αὐτῇ, ἡδίστην ἀνα‐ πνοὴν καὶ ἀναψυχήν, ὥσπερ ἐν σκιᾷ τινι φυτῶν, ἐν εἰρηνικῇ κατα‐ στάσει παρεχομένη τοῖς παισίν· ἐγένετο γάρ, φησί, «ὡσεὶ πνεῦμα
5δρόσου διασυρίζον».

3

Σαφῶς ἡγοῦμαι δηλοῦ‐ σθαι τὴν καθόλου κρίσιν, ὅτε πάντες οἱ ἐξ αἰῶνος ἄνθρωποι παρα‐ στήσονται «τῷ βήματι τοῦ Χριστοῦ». μετὰ δὲ τὴν τῶν τετελευτηκό‐ των ἀναβίωσιν καὶ μετὰ τὴν κατὰ πάντων κρίσιν ὁ ἑωραμένος τῷ
5Δανιὴλ «υἱὸς ἀνθρώπου» ἐπιστήσεται ἐπὶ «νεφελῶν», τὴν κατὰ πάν‐ των τῶν λαῶν καὶ φυλῶν ὑπὸ τοῦ πατρὸς ἐξουσίαν τε καὶ βασι‐ λείαν ἀγήρω καὶ ἀτελεύτητον παραληψόμενος, ὡς καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν περὶ ἑαυτοῦ διδάσκει λέγων· «ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώ‐ που ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει
10ἐπὶ θρόνου δόξης αὐτοῦ καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη», καὶ τὰ ἑξῆς. συνᾴδει γοῦν ταῦτα ταῖς ἐν χερσὶν μαρτυρίαις τῆς τοῦ Δανιὴλ προφητείας, καθ’ ἣν λέλεκται· «καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν. καὶ προσηνέχθη αὐτῷ καὶ ἐδόθη αὐτῷ
15καὶ ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία», καὶ τὰ ἑξῆς.

4

Οὐ μόνον δὲ τοῦ υἱοῦ τοῦ ἀνθρώ‐ που τὴν βασιλείαν ὁ προφήτης θεσπίζει ἀλλὰ καὶ πλείονα περὶ
ὧν φησί.495

5

Συμβασι‐ λεύοντες δηλαδὴ καὶ αὐτοὶ τῷ θεῷ. τίνες δ’ ἂν εἶεν οὗτοι ἢ οἱ «κληρονόμοι τοῦ θεοῦ συγκληρονόμοι δὲ Χριστοῦ», οἷς καὶ ἐπήγγελται τὴν βασιλείαν τῶν οὐρανῶν βασιλείαν ἐπιστησομένην μετὰ τέσ‐
5σαρας βασιλείας τὰς τῷ προφήτῃ ἑωραμένας, περὶ ὧν ὡς ἐν βραχέσιν ἀρτίως διειλήφαμεν. ἐντεῦθεν οἶμαι τὸν ἱερὸν ἀπόστολον Παῦλον ὁρμᾶσθαι, περὶ τῆς δευτέρας ἀφίξεως τοῦ Χριστοῦ γράφων τὰ τοιάδε· «ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλ‐ πιγγι θεοῦ καταβήσεται ἀπ’ οὐρανοῦ», καὶ τὰ ἑξῆς. ὁ δ’ αὐτὸς ἀπό‐
10στολος καὶ τὴν ὑστάτην τοῦ ἀντιχρίστου ἄφιξίν τε καὶ ἀπώλειαν καὶ ἐπὶ ταύτῃ τὴν τοῦ σωτῆρος ἡμῶν ἔνδοξον παρουσίαν ἀκολούθως τῇ προφητείᾳ παρίστησι λέγων· «μήτις ὑμᾶς ἐξαπατήσει κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ
15ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενα θεὸν ἢ σέβασμα ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ θεός. οὐ μνημονεύετε, ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν», καὶ τὰ ἑξῆς τοσαῦτα καὶ ὁ θαυμάσιος ἀπόστολος ἐν τοῖς περὶ συντελείας τοῦ βίου διεξῆλθε λόγοις, τὰ διὰ τοῦ προφήτου Δανιὴλ περὶ τοῦ ἀντι‐
20χρίστου καὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνδόξου βασιλείας τεθεσπισμένα πιστούμενος.

6

Παραγινομένου λοιπὸν ἀπ’ οὐρανοῦ κριτοῦ τῶν κρι‐ τῶν καὶ «τοῦ βασιλέως τῶν βασιλέων», ὃς μεταστήσει πᾶσαν τὴν τοῦ ἀντικειμένου ἀρχὴν καὶ δύναμιν καὶ καταφλέξει πάντας, αἰωνίῳ πυρὶ κολάζων, τοῖς δὲ δούλοις αὐτοῦ καὶ τοῖς προφήταις καὶ μάρ‐
5τυσι καὶ πᾶσι τοῖς φοβουμένοις αὐτὸν δώσει τὸ αἰώνιον βασίλειον,
τοῦτ’ ἔστιν, ἀτελεύτητον ἕξουσι τῶν ἀγαθῶν ἀπόλαυσιν.496