TLG 2018 005 :: EUSEBIUS :: Demonstratio evangelica

EUSEBIUS Scr. Eccl. Theol., Filius Pamphili
(Caesariensis: A.D. 4)

Demonstratio evangelica

Source: Heikel, I.A. (ed.), Eusebius Werke, Band 6: Die Demonstratio evangelica [Die griechischen christlichen Schriftsteller 23] Leipzig: Hinrichs, 1913: 1–492.

Citation: Book — chapter — section — (line)

1

Pin

t

Κεφαλαίων καταγραφή. Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως.

1

Pin

1

αʹ. Τίνα καὶ ὁπόσα ἐπαγγέλλεται ἡ πραγματεία.

1

Pin

2

βʹ. Τίς ὁ τρόπος τῆς κατὰ τὸν χριστιανισμὸν εὐσεβείας.

1

Pin

3

γʹ. Ὅτι μὴ πᾶσι τοῖς ἔθνεσι κατάλληλος ἦν ἡ κατὰ Μωσέα πολιτεία.

1

Pin

4

δʹ. Τί δήποτε τὰ παρὰ Ἰουδαίοις ἀποδεχόμενοι λόγια τὸν παρ’ αὐτοῖς βίον παρῃτησάμεθα.

1

Pin

5

εʹ. Ὁποία τις οὖσα τυγχάνει ἡ καλουμένη τοῦ Χριστοῦ καινὴ διαθήκη.

1

Pin

6

ϛʹ. Τίς ὁ κατ’ αὐτὴν κατηγγελμένος ὑπὸ τοῦ Χριστοῦ πᾶσιν ἀν‐ θρώποις βίος.

1

Pin

7

ζʹ. Πῶς ὁ Χριστὸς τὰ παρὰ Μωσεῖ πρότερον ἐκτελέσας καινῆς καὶ νέας εἰσαγωγεὺς κατέστη πολιτείας.

1

Pin

8

ηʹ. Ὡς εἰς δύο τρόπους ὁ κατὰ τὸν χριστιανισμὸν διῄρηται βίος.

1

Pin

9

θʹ. Τί δήποτε μὴ ὁμοίως τοῖς παλαιοῖς καὶ παρ’ ἡμῖν τὰ τῆς πολυπαιδίας σπουδάζεται.

1

Pin

10

ιʹ. Τίνι λόγῳ μὴ καὶ ἡμῖν ὁμοίως τοῖς παλαιοῖς θυμιᾶν καὶ θύειν τῷ θεῷ τὰ γεώδη παραδέδοται.

1

t

1

Εὐαγγελικῆς Ἀποδείξεως
Λόγος πρῶτος1

1

Prooem

1

Ἰδοὺ δή σοι, θεῖον ἐπισκόπων χρῆμα, Θεόδοτε, ἱερὲ θεοῦ ἄνθρωπε, σὺν θεῷ καὶ σὺν αὐτῷ γε τῷ σωτῆρι ἡμῶν τῷ τοῦ θεοῦ λόγῳ, μετὰ τὴν πρώτην Προπαρασκευὴν τῆς Εὐαγγελικῆς ὑποθέσεως ἐν ὅλοις πεντεκαίδεκα συγγράμμασι διαπεπονημένην ἡμῖν, μέγα τοῦτο πρὸς
5ἡμῶν ἐξανύεται. δέχου δῆτα, ὦ φίλη κεφαλή, τὴν αἴτησιν καὶ ταῖς εὐχαῖς ἡμῖν συμπόνει, τὴν Εὐαγγελικὴν Ἀπόδειξιν ἤδη λοιπὸν ἐκ τῶν ἀνέκαθεν παρ’ Ἑβραίοις ἀνακειμένων προρρήσεων παραστήσασθαι πειρωμένοις.

1

Prooem

2

πῶς δὴ καὶ τίνα τρόπον; τοῖς θεοφιλέσι ἐκείνοις, οἶσθα δήπου τοὺς βοωμένους παρὰ τοῖς ἀνδράσι, Μωσέα δὴ λέγω καὶ τοὺς μετ’ αὐτὸν ἐκλάμψαντας θεοπρεπεῖς καὶ [τοὺς] μακαρίους προφήτας τε καὶ ἱεροφάντας, μάρτυσιν ἀποχρώμενοι, ἐξ αὐτῶν τ’
5ἐπιδεικνύναι προῃρημένοι τὰ μακροῖς ὕστερον αἰῶσιν εἰς φῶς ἐλθόντα καὶ διὰ τῆς τοῦ σωτῆρος εὐαγγελικῆς ἀποδείξεως πραγματευθέντα τά τε καθ’ ἡμᾶς αὐτοὺς εἰσέτι νῦν πρὸ ὀφθαλμῶν συντελούμενα θείῳ πνεύ‐ ματι προειληφότας, ὡς ἂν παρόντα τὰ μὴ παρόντα καὶ τὰ μηδέπω μηδαμῶς ὄντα ὡς ἐναργῶς ὄντα κατωπτευκότας, καὶ οὐ τοῦτο μόνον
10ἀλλὰ καὶ τοῖς μετέπειτα διὰ γραφῆς τὰ μέλλοντά ποτε ἔσεσθαι προ‐ μεμηνυκότας, ὥστε ἤδη καὶ ἑτέρους ἐξ αὐτῶν εἰδέναι τε καὶ γνωρί‐ ζειν τὸ μέλλον δύνασθαι ὁσημέραι τε προσδοκᾶν τῶν λογίων τὰ ἀποτελέσματα.

1

Prooem

3

ποῖα δὲ ταῦτα; μυρία μὲν ἂν εἴη καὶ ἄλλα. παν‐ τοῖα τε καὶ περὶ πάντων, κοινῶν τε καὶ τῶν ἀνὰ μέρος, καθ’ ἕκαστόν
τε ἄνδρα καὶ περὶ τῶν καθόλου, ἰδίως τε ἀμφὶ τῶν καθ’ Ἑβραίους πραγμάτων καὶ αὖ πάλιν περὶ τῶν ἔξωθεν ἐθνῶν· οἷον δὴ πόλεων2
5ἀναστάσεις, καιρῶν τε ἀλλαγὰς καὶ πραγμάτων μεταβολάς, μελλόντων τε ἀγαθῶν παρουσίας, καὶ τῶν ἐναντίων ἐπιφοράς, ἀνδραποδισμοὺς ἐθνῶν, πόλεων πολιορκίας, τῶν καθόλου βασιλειῶν μεταστάσεις τε καὶ καταστάσεις, καὶ ἄλλα μυρία περὶ τῶν ἔσεσθαι μακροῖς ὕστερον χρόνοις μελλόντων προεκήρυττον.

1

Prooem

4

ἀλλ’ οὐ τούτων ὅ γε παρὼν καιρὸς τὸν ἔλεγχον ἡμᾶς ἀπαιτεῖ παραστήσασθαι, τὰ πολλὰ δὲ εἰσαῦ‐ θις ὑπερθέμενος ἐκ τῆς τῶν παρατεθησομένων ἀληθείας ἠρέμα καὶ τῶν ἀποσεσιωπημένων τὴν ἀπόδειξιν πιστώσεται.

1

.

1

.

1

Τίνα τοίνυν ἡμῖν ἐπὶ τοῦ παρόντος ἐκ τῶν προφητικῶν προρ‐ ρήσεων εἰς τὴν εὐαγγελικὴν ἀπόδειξιν εὖ ἂν ἔχοι συντελεῖν, καιρὸς ἂν εἴη λέγειν.

1

.

1

.

2

Χριστὸν ὀνομαστὶ καὶ θεοῦ λόγον αὐτόν τε θεὸν καὶ κύριον καί τινα «μεγάλης βουλῆς ἄγγελον» ἐπιδημήσειν ποτὲ εἰς ἀνθρώπους ἔφασαν, πάντων τε τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐθνῶν Ἑλληνικῶν τε καὶ βαρβάρων διδάσκαλον ἀληθοῦς θεογνωσίας
5καὶ τῆς εἰς τὸν τῶν ὅλων δημιουργὸν θεὸν εὐσεβείας καταστήσεσθαι, ᾗ τὸ εὐαγγελικὸν περιέχει κήρυγμα· καὶ τοῦτον αὐτὸν παιδίον ἔσεσθαι καὶ υἱὸν ἀνθρώπου κληθήσεσθαι, γένος τε ὅθεν κατάξει, καί τινα ξένον ἐκ παρθένου τρόπον αὐτοῦ τῆς ἀποτέξεως, καὶ τό γε παρα‐ δοξότατον, ὅτι μὴ 〈τὸ〉 πᾶσι τοῖς ἐκ περάτων γῆς εἰσέτι σήμερον
10ἐπὶ θέαν σπεύδουσι βοώμενον τῆς ἐν Βηθλεὲμ γενέσεως αὐτοῦ χωρίον σιωπῇ δόντες παρῆλθον, ἀλλὰ καὶ τοῦτο λευκοῖς ὀνόμασιν ἐξεβόησαν, ὥσπερ οὖν καὶ τοὺς χρόνους τῆς ἐπιφανείας αὐτοῦ, καθ’ οὓς ἀκριβῶς οὗτος ἐπεδήμει τῷ βίῳ, ὥσπερ φθάσαντες οἱ αὐτοὶ τὰ τῶν πραγμά‐ των ἐθέσπισαν.

1

.

1

.

3

πάρεστι δέ σοι μετὰ χεῖρας ἀναλαβόντι τὴν σπου‐ δὴν ἐν ὀφθαλμοῖς ἰδεῖν ἐν ταῖς δηλουμέναις προφητικαῖς προρρήσεσι πάσας ὁμοῦ περιεχομένας τὰς ὑπὸ τῶν θεσπεσίων εὐαγγελιστῶν μαρτυρουμένας αὐτοῦ δὴ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ
5παραδόξους θαυματουργίας καὶ τὰς ἐνθέους αὐτοῦ καὶ παναρέτους περὶ τῆς ἀληθοῦς εὐσεβείας διδασκαλίας.

1

.

1

.

4

καὶ τί δεῖ θαυμάζειν, ὅτε καὶ τὸν νέον τῆς εὐσεβείας τρόπον τὸν πρὸς αὐτοῦ πᾶσιν ἀνθρώποις κατηγγελμένον διαρρήδην ἀνακηρύττουσι κλῆσίν τε μαθητῶν αὐτοῦ καὶ καινῆς διαθήκης διδασκαλίαν.

1

.

1

.

5

ναὶ μὴν ἐπὶ τούτοις καὶ τὰς Ἰουδαίων εἰς αὐτὸν ἀπιστίας καὶ ἀντιλογίας, ἀρχόντων τε ἐπαναστά‐
σεις, διδασκάλων φθόνους, ἑνὸς μαθητοῦ προδοσίαν, ἐχθρῶν δια‐ βολάς, συκοφαντῶν κατηγορίας, δικαστῶν κατακρίσεις, ὕβρεις ἀτίμους,3
5μάστιγας ἐκτόπους, δυσφήμους λοιδορίας, ἐπὶ πᾶσι τὸν ἐπονείδιστον θάνατον, αὐτοῦ τε ἐπὶ τούτοις σιωπὴν θαυμάσιον, πραότητά τε καὶ καρτερίαν, ἀμήχανόν τε ὅσην ὑπομονὴν καὶ ἀνεξικακίαν.

1

.

1

.

6

ταῦτα δὲ πάντα ἄντικρυς περὶ ἑνὸς ἐν ὑστάτοις ποτὲ χρόνοις ἥξοντος καὶ τοιαῦτα ἐν ἀνθρώποις πεισομένου σαφῶς, δι’ ὧν προειλήφασι, τὰ παλαίτατα Ἑβραίων παρίστησι λόγια, ἐπιμαρτυρούμενα τὴν μετὰ θάνα‐
5τον ἐκ νεκρῶν ἀναβίωσιν τοῦ δηλουμένου, τὴν τοῖς αὐτοῦ μαθηταῖς φανέρωσιν, τὴν τοῦ θείου πνεύματος εἰς αὐτοὺς μετάδοσιν, τὴν εἰς οὐρανοὺς ἄνοδον αὐτοῦ, τὴν πατρὸς ἔνθρονον βασιλείας ἵδρυσιν, τὴν ἐπὶ συντελείᾳ τοῦ βίου δευτέραν αὖθις ἐσομένην ἔνδοξον αὐτοῦ παρουσίαν.

1

.

1

.

7

Ἐπὶ πᾶσι τούτοις θρήνους ἀκούσῃ καὶ ὀλοφυρμοὺς ἑκάστου τῶν προφητῶν διαφόρως ὀλοφυρομένου καὶ ἀποκλαιομένου ὅσα τὸ Ἰουδαίων ἔθνος τῆς εἰς τὸν προκηρυχθέντα δυσσεβείας ἕνεκα μετε‐ λεύσεσθαι κακὰ ἔμελλεν, ὡς τὸ βασίλειον αὐτῶν, ἄνωθεν ἐκ πατέρων
5εἰς ἐκείνους διαρκέσαν τοὺς καιρούς, παντελῆ καθαίρεσιν μετὰ τὴν κατὰ Χριστοῦ τόλμαν αὐτῶν ὑπομενεῖ, ὡς οἱ πάτριοι αὐτῶν νόμοι καταλυθήσονται, ὡς τῆς παλαιᾶς θρησκείας αὐτῶν ἀποστερήσονται, ὡς τῆς ἐκ προγόνων αὐτονομίας ἐκπεσοῦνται, ὡς ἀντ’ ἐλευθέρων δοῦλοι τῶν ἐχθρῶν καταστήσονται, ὡς ἡ βασιλικὴ μητρόπολις αὐτῶν
10πυρίκαυστος γενήσεται, ὡς τὸ σεμνὸν αὐτῶν καὶ ἁγνὸν ἱερὸν ἐμ‐ πρησμὸν καὶ ἐσχάτην ἐρημίαν ὑπομενεῖ, ὡς ἀντὶ τῶν πάλαι οἰκητόρων ὑπὸ ἀλλοφύλων ἐθνῶν ἡ πόλις αὐτῶν κατοικισθήσεται, ὡς εἰς πάντα τὰ ἔθνη καθ’ ὅλης οἰκουμένης διασπαρήσονται, ὡς οὐκέτ’ αὐτοῖς ἡ τῶν κακῶν παῦλα οὐδέ τις ἀνάνευσις τῶν συμφορῶν ἐλπισθήσεται,
15ἃ καὶ τυφλῷ, φασί, δῆλα εἰσέτι νῦν [τὴν τῶν λόγων ὄψιν] αὐτοῖς ἔργοις ἐνδείκνυται, ἐκ πρώτης αὐτῆς ἡμέρας, ἐξ ἧς ἀθέους ἤραντο κατὰ Χριστοῦ χεῖρας, τὴν τῶν κακῶν ἀρχὴν εἰς ἑαυτοὺς ἐπισπώμενοι.

1

.

1

.

8

Οὐκ ἦν δ’ ἄρα τοῖς θεσπεσίοις ἀνδράσιν ἐπὶ σκυθρωποῖς τὰ τῶν προρρήσεων ἱστάναι, οὐδὲ μέχρι τῶν λυπηρῶν ἐπιτείνεσθαι τὴν πρόγνωσιν, ἀλλὰ γὰρ εἰς τὸ φαιδρὸν μεταβάλλοντες αὖθις ἀγαθῶν
ἀγγελίας ἀθρόως ἅπασιν ἀνθρώποις ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ4
5προεκήρυττον, ἀντὶ τῆς ἑνὸς ἔθνους ἀποβολῆς πᾶν ἔθνος καὶ γένος ἀνθρώπων θεογνωσίαν εὐαγγελιζόμενοι, καὶ δαιμόνων ἀποφυγήν, ἀγνωσίας τε καὶ πλάνης ἀπαλλαγήν, φωτός τε καὶ εὐσεβείας ἀνά‐ λαμψιν, καὶ ὡς οἱ τοῦ Χριστοῦ μαθηταὶ τὸν πάντα κόσμον τῆς αὐ‐ τοῦ διδασκαλίας ἐμπλήσουσιν, ὅπως τε εἰς πάντας ἀνθρώπους τὸ
10εὐαγγέλιον αὐτῶν κηρυχθήσεται καινόν τινα καὶ ξενίζοντα τρόπον εὐσεβείας περιέχον, καὶ ὡς ἐκκλησίαι Χριστοῦ δι’ αὐτῶν ἐν ὅλοις τοῖς ἔθνεσι συστήσονται, καὶ ὡς ἑνὸς ὁ Χριστιανῶν λαὸς καθ’ ὅλης τῆς οἰκουμένης ὀνομασθήσεται, καὶ ὡς αἱ τῶν κατὰ χρόνους ἀρχόντων τε καὶ βασιλέων κατὰ τῆς ἐκκλησίας τοῦ Χριστοῦ ἐπαναστάσεις
15οὐδὲν εἰς τὸ καθελεῖν αὐτήν, ὡς ἂν ὑπὸ τοῦ θεοῦ κραταιουμένην, ἰσχύσουσι.

1

.

1

.

9

Τοσούτων διὰ τῶν καθ’ Ἑβραίους θεολόγων ἀναπεφωνημένων καὶ εἰς δεῦρο πᾶσιν εἰς φανερὸν τὰς ἐκβάσεις ἐπιδεικνυμένων, τίς οὐκ ἂν τὸ ἔνθεον ἀποθαυμάσειε τῶν ἀνδρῶν; τίς δ’ οὐχὶ τῆς κατ’ αὐτοὺς θεοσεβείας καὶ φιλοσοφίας τὰ μαθήματά τε καὶ τὰ δόγματα
5κύρια καὶ ἀληθῆ εἶναι ὁμολογήσει, τὴν ἀπόδειξιν παρεχόμενα οὐκ ἐν λέξεσι κεκομψευμέναις, οὐδ’ ἐν δεινότητι λόγων ἢ κακοτέχνοις ἀπά‐ ταις συλλογισμῶν, ἐν ἁπλῇ δὲ καὶ ἀπανούργῳ διδασκαλίᾳ, ἧς τὸ γνήσιον καὶ εἰλικρινὲς τῆς ἀληθείας ἡ τῶν θεσπεσίων αὐτῶν ἐκείνων ἀνδρῶν ἀρετή τε καὶ θεογνωσία παρίστησιν;

1

.

1

.

10

οἱ γοῦν τὰ μακροῖς ὕστερον αἰῶσιν εἰς φῶς ἐλθόντα πόρρωθεν μυρίοις ἄνωθεν χρόνοις οὐκ ἀνθρωπίνῳ θείῳ δὲ πνεύματι κατοπτεῦσαι δεδυνημένοι πῶς οὐκ ἄξιοι ἂν εἶεν καὶ περὶ ὧν τοὺς φοιτητὰς ἐξεπαίδευον δογμάτων
5πιστεύεσθαι; Εὖ μὲν οὖν οἶδα ἀκριβῶς ὅτι πρόχειρον ἅπασι, τοῖς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν ὡς ἂν αὐτὸν ἀληθῶς ὄντα τὸν Χριστὸν τοῦ θεοῦ γνησίως παραδεδεγμένοις, πρῶτον μὲν πείθειν αὐτοὺς δο‐ κεῖν, ὅτι μὴ ἄλλως εἰς αὐτὸν πεπιστεύκασιν ἢ ταῖς περὶ αὐτοῦ προ‐
10φητικαῖς μαρτυρίαις ἀκολούθως, ἔπειτα τοῦτ’ αὐτὸ καὶ πᾶσιν, οἷς ἂν εἰς λόγους καταβαίνοιεν, προβάλλεσθαι· μὴ μὴν ῥᾳδίως τὸ ἐπάγ‐ γελμα πιστοῦσθαι ταῖς ἀποδείξεσι δύνασθαι.

1

.

1

.

11

ὅθεν ἀναγκαίως ἐπὶ τοῦτ’ αὐτὸς παρελθών, σὺν θεῷ βοηθῷ κατὰ τὰ ἐπηγγελμένα τὴν ἐντελῆ πάσης τῆς Εὐαγγελικῆς Ἀποδείξεως πραγματείαν ἐξ αὐτῶν ἐκείνων τῶν παρ’ Ἑβραίοις θεολόγων παραστήσασθαι πειράσομαι.
5Σπουδαιολογεῖται δέ μοι ἡ γραφὴ οὐχ, ὡς ἄν τις φαίη, κατὰ
Ἰουδαίων. ἄπαγε, πολλοῦ γε καὶ δεῖ. πρὸς αὐτῶν μὲν οὖν, εἰ εὐ‐ γνωμονοῖεν, τυγχάνει· συνίστησι γὰρ τὰ μὲν Χριστιανῶν διὰ τῆς ἀνέκαθεν προρρήσεως ἐπιμαρτυρίας, τὰ δ’ ἐκείνων διὰ τῆς τῶν παρ’ αὐτοῖς προφητειῶν ἀποτελεσματικῆς συμπληρώσεως.5

1

.

1

.

12

ἁρμόσειε δ’ ἂν καὶ παισὶν Ἑλλήνων, εἰ εὐγνωμονοῖεν, διὰ τῆς παραδόξου τῶν μελλόντων προγνώσεως τῆς τε τῶν πραγμάτων κατὰ τὰς προρρήσεις ἐκβάσεως, ὁμοῦ μὲν τὸ ἔνθεον καὶ ἀψευδὲς τῆς καθ’ ἡμᾶς ἀληθείας
5ἐπιδεικνυμένη, ὁμοῦ δὲ καὶ τὰς τῶν ψευδηγόρων γλώττας ἐπιστομί‐ ζουσα διὰ τῆς λογικωτέρας ἀποδείξεως, ἧς οὐδαμῶς ἡμῖν οἱ συκο‐ φάνται μετεῖναι διατείνονται, εὖ μάλα ὁσημέραι ταῖς καθ’ ἡμῶν διαβολαῖς κατὰ κράτος ἐπεντριβόμενοι. οὐδὲν γοῦν ἡμᾶς δύνασθαί φασι δι’ ἀποδείξεως παρέχειν, πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς
10ἡμῖν προσιόντας.

1

.

1

.

13

πρὸς οὖν τὴν τοιαύτην διαβολὴν οὐκ ἂν γένοιτο ἡμῖν ἄλογος ἡ παροῦσα πραγματεία, ναὶ μὴν καὶ τῶν ἀθέων αἱρέσεων τὰς κατὰ τῶν θείων προφητῶν ψευδοδοξίας τε καὶ βλασφημίας ἀπε‐ λέγξει διὰ τῆς πρὸς τὰ νέα τῶν παλαιῶν συμφωνίας.

1

.

1

.

14

τὴν μὲν οὖν μακροτέραν καὶ διεξοδικὴν τῶν προφητικῶν φωνῶν ἑρμηνείαν τὰ νῦν ὁ λόγος ὑπερθήσεται, τοῖς βουλομένοις τὰ τούτων ἐξετάζειν καταλιπών, ὃν οἷοί τ’ ἂν εἶεν εἰπεῖν [τὸν] τρόπον, διδασκάλῳ δὲ
5χρώμενος παραγγέλματι θείῳ φάσκοντι «κεφαλαίωσον ἐν ὀλίγοις πολλά», τοῦτο ζηλῶσαι φιλοτιμήσεται, αὐτὸ μόνον ἀφορμὰς τῆς εἰς τοὺς τόπους θεωρίας καὶ τῶν εἰς τὸ προκείμενον κατεπειγόντων τὴν εἰς τὸ σαφὲς ἑρμηνείαν παραθησόμενος.

1

.

1

.

15

Ἅλις μὲν δὴ προοιμίων· ἤδη δὲ καὶ τῶν ἀποδείξεων ἄρξομαι. ἐπειδὴ πολὺς ἦν ἐπιρρέων καθ’ ἡμῶν ὁ τῶν συκοφαντῶν ὄχλος, μηδὲν δύνασθαι φάσκων δι’ ἀποδείξεων ἐναργὲς ἀληθείας παρέχειν δεῖγμα, πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς ἡμῖν προσιόντας, τού‐
5τους δὲ καὶ πείθειν οὐδὲν πλέον ἢ σφᾶς αὐτούς, θρεμμάτων ἀλόγων δίκην, μύσαντας εὖ καὶ ἀνδρείως ἕπεσθαι δεῖν ἀνεξετάστως ἅπασι τοῖς παρ’ ἡμῶν λεγομένοις, παρ’ ὃ καὶ πιστοὺς χρηματίζειν, τῆς ἀλόγου χάριν πίστεως· εἰκότως διελὼν τὰς καθ’ ἡμῶν διαβολάς, ἐν τῇ Προπαρασκευῇ τοῦ παντὸς λόγου πρώτην μὲν τὴν τῶν πολυθέων
10ἐξεθέμην ἐθνῶν, ἐπεγκαλούντων ἡμῖν ὅτι δὴ τῶν πατρίων θεῶν ἀποστάται κατέστημεν, ἐπὶ μέγα φαμένων τε ὅτι τὰ βάρβαρα τῶν Ἑλλήνων προτετιμήκαμεν, τὰ παρ’ Ἑβραίοις ἀσπασάμενοι λόγια·

1

.

1

.

16

δευτέραν δὲ τὴν αὐτῶν Ἰουδαίων κατηγορίαν, δι’ ἧς καὶ αὐτοὶ δόξαιεν ἂν ἡμῖν ἐνδίκως ἐπιμέμφεσθαι, ὅτι δὴ ταῖς αὐτῶν γραφαῖς καταχρώμενοι οὐ τὸν ὅμοιον αὐτοῖς μέτιμεν τοῦ βίου τρόπον.6

1

.

1

.

17

τού‐ των δ’ οὕτως ἡμῖν διευκρινημένων, πρὸς μὲν τὴν πρώτην, ὡς οἷόν τε ἦν, διὰ τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἀπηντήσαμεν, Ἕλληνες μὲν εἶναι τὸ πρὶν ὁμολογήσαντες καὶ ἐξ ἑτέρων ἐθνῶν τὰ Ἑλλήνων
5πεφρονηκότες, ἐκ πατέρων τε τῇ πολυθέῳ πλάνῃ δεδουλωμένοι, οὐ μὴν μέντοι ἀλόγῳ καὶ ἀνεξετάστῳ ὁρμῇ κρίσει δὲ καὶ σώφρονι λο‐ γισμῷ μεταθέμενοι, τήν τε περὶ τὰ Ἑβραίων λόγια σπουδὴν κεκρι‐ μένως ἡμῖν καὶ εὐλόγως γεγενημένην παραστήσαντες.

1

.

1

.

18

πρὸς δὲ τὴν δευτέραν ὥρα νῦν φράξασθαι καὶ τὸ λεῖπον ἐπελθεῖν σκέμμα· τοῦτο δ’ ἦν πρὸς τοὺς ἐκ περιτομῆς, οὔπω καὶ νῦν ἐξητασμένον, ἐνταῦθα δέ που κατὰ καιρὸν ἐν τοῖς σπουδαζομένοις τῆς Εὐαγγελικῆς Ἀπο‐
5δείξεως ἀναπληρωθησόμενον.

1

.

1

.

19

φέρε οὖν τὸν τῶν ἁπάντων Ἰουδαίων τε καὶ Ἑλλήνων θεὸν δι’ αὐτοῦ τοῦ σωτῆρος ἡμῶν ἐπικαλεσάμενοι, πρῶτον ἐκεῖνο διασκεψώμεθα, τίς ὁ τρόπος τυγχάνει τῆς καθ’ ἡμᾶς αὐτοὺς θεοσεβείας· ἐν ταὐτῷ δὲ καὶ τῶν ἐπιζητουμένων ἁπάντων
5ἐπιθήσομεν τὰς λύσεις.

1

.

2

.

1

Εἴρηται μὲν ἤδη καὶ πρότερον ἐν τῇ Προπαρασκευῇ ὡς ὁ χριστιανισμὸς οὔτε ἑλληνισμός τίς ἐστιν οὔτε ἰουδαϊσμός, οἰκεῖον δέ τινα φέρων χαρακτῆρα θεοσεβείας, καὶ τοῦτον οὐ νέον οὐδὲ ἐκτετο‐ πισμένον, ἀλλ’ εὖ μάλα παλαιότατον καὶ τοῖς πρὸ τῶν Μωσέως
5χρόνων θεοφιλέσιν ἐπ’ εὐσεβείᾳ τε καὶ δικαιοσύνῃ μεμαρτυρημένοις συνήθη καὶ γνώριμον. πλὴν ἀλλὰ καὶ νῦν ἐπιθεωρήσαντες τί ποτ’ ἐστὶν ὅ τε ἑλληνισμὸς καὶ ἰουδαϊσμός, σκεψώμεθα ποτέρῳ τούτων ὑπηγμένους τοὺς πρὸ Μωσέως θεοφιλεῖς ἄνδρας πρὸς αὐτοῦ Μωσέως [θεοφιλεῖς καὶ] ἐπ’ εὐσεβείᾳ μεμαρτυρημένους εὕροιμεν ἄν.

1

.

2

.

2

Τὸν μὲν ἰουδαϊσμὸν εὐλόγως ἄν τις ὀνομάσειε τὴν κατὰ τὸν Μω‐ σέως νόμον διατεταγμένην πολιτείαν, ἑνὸς ἐξημμένην τοῦ ἐπὶ πάντων θεοῦ, τὸν δὲ ἑλληνισμόν, ὡς ἐν κεφαλαίῳ φάναι, τὴν κατὰ τὰ πάτρια τῶν ἐθνῶν ἁπάντων εἰς πλείονας θεοὺς δεισιδαιμονίαν.

1

.

2

.

3

Τί οὖν φήσαιμεν 〈ἂν〉 περὶ τῶν πρὸ Μωσέως καὶ πρὸ τοῦ ἰουδαϊσμοῦ θεοφιλῶν ἀνδρῶν, ὧν ὁ Μωσῆς ἐμνημόνευσεν, οἷον περὶ
τοῦ Ἐνώχ, ᾧ μαρτυρεῖ λέγων· «εὐηρέστησε δὲ Ἐνὼχ τῷ θεῷ», καὶ περὶ τοῦ Νῶε, περὶ οὗ πάλιν φησί· «Νῶε δὲ ἦν ἄνθρωπος δίκαιος ἐν τῇ7
5γενεᾷ αὐτοῦ», περί τε τοῦ Σὴμ καὶ τοῦ Ἰάφεθ, περὶ ὧν ταῦτα ἀνα‐ γράφει· «εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Σήμ, καὶ πλατύναι ὁ θεὸς τῷ Ἰάφεθ»·

1

.

2

.

4

καὶ ἔτι πρὸς τούτοις περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακώβ, οἷς καὶ τὸν Ἰὼβ συναριθμεῖν εὔλογον, καὶ εἴ τινες ἄλλοι τὸν ἐμφερῆ τούτοις ἐζήλωσαν βίον; ἆρά γε Ἰουδαίους αὐτοὺς χρὴ νομίζειν γεγονέναι ἢ Ἕλληνας; ἀλλὰ γὰρ Ἰουδαῖοι μὲν οὐκ ἂν εὐλόγως λεχθεῖεν,
5μήπω τῆς Μωσέως παρεισαχθείσης τῷ βίῳ νομοθεσίας.

1

.

2

.

5

εἰ γὰρ ἰουδαϊσμὸς οὐδὲν ἦν ἕτερον ἢ ἡ κατὰ Μωσέα πολιτεία, Μωσῆς δὲ μακροῖς ὕστερον χρόνοις τῶν εἰρημένων πέφηνε, δῆλον ὡς οὐκ ἂν εἶεν Ἰουδαῖοι οἱ πρὸ τῶν αὐτοῦ χρόνων ἐπ’ εὐσεβείᾳ μεμαρτυρημένοι.
5ἀλλ’ οὐδὲ Ἕλληνας προσήκει νομίζειν αὐτούς, μὴ τῇ πολυθέῳ δεισι‐ δαιμονίᾳ κεκρατημένους. ὅ τε γὰρ Ἀβραὰμ καταλεῖψαι τελέως λέ‐ γεται οἶκον πατρῷον καὶ συγγένειαν καὶ ἑνὶ μόνῳ προσεσχηκέναι θεῷ, ὃν καὶ ὁμολογεῖ φάσκων·

1

.

2

.

6

«ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν». ὅ τε Ἰακὼβ ἀναγέγραπται παρὰ τῷ Μωσεῖ φήσας τῷ οἴκῳ καὶ πᾶσι τοῖς αὐτοῦ·

1

.

2

.

7

«ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βεθήλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ’ ἐμοῦ καὶ ἔσωσέ με ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθην. καὶ ἔδωκαν τῷ Ἰακὼβ τοὺς θεοὺς τοὺς
5ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ ἔκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις, καὶ ἀπώλεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας».

1

.

2

.

8

Εἰ δὴ οὖν καὶ τῆς εἰδωλολάτρου πλάνης ἀλλότριοι καθεστήκε‐ σαν, ἰουδαϊσμοῦ δὲ ἐκτὸς γεγονότες ἀπεδείχθησαν, ὅμως γε μὴν οὔτε Ἕλληνες οὔτε Ἰουδαῖοι φύντες θεοφιλεῖς γεγονέναι μεμαρτύρηνται καὶ δίκαιοι καὶ εὐσεβεῖς, εἰ καί τινες ἄλλοι, ὥρα τρίτον ἐπινοεῖν θεοσε‐
5βείας τρόπον, δι’ οὗ κατορθῶσαι εἰκὸς ἦν αὐτούς.

1

.

2

.

9

σκόπει τοιγαροῦν εἰ μὴ τοῦτ’ αὐτὸ ἦν τὸ μεταξὺ ἰουδαϊσμοῦ καὶ ἑλληνισμοῦ τρίτον ἡμῖν ἀποδεδειγμένον τάγμα, παλαίτατον μὲν καὶ πάντων τυγχάνον πρεσβύ‐ τατον, νεωστὶ δὲ διὰ τοῦ ἡμετέρου σωτῆρος πᾶσι τοῖς ἔθνεσι κατηγ‐
5γελμένον.

1

.

2

.

10

καὶ τοῦτ’ ἂν εἴη ὁ χριστιανισμός, οὔτε ἑλληνισμός τις ὢν οὔτε ἰουδαϊσμός, ἀλλὰ τὸ μεταξὺ τούτων παλαιότατον εὐσεβείας πολίτευμα, καὶ ἀρχαιοτάτη μέν τις φιλοσοφία πλὴν ἀλλὰ νεωστὶ
πᾶσιν ἀνθρώποις τοῖς καθ’ ὅλης τῆς οἰκουμένης νενομοθετημένη·8
5ὥστε τὸν ἐξ ἑλληνισμοῦ ἐπὶ τὸν χριστιανισμὸν μετατιθέμενον οὐκ ἐπὶ ἰουδαϊσμὸν ἐκπίπτειν, οὐδ’ αὖ πάλιν 〈τὸν〉 ἐκ τῆς ἰουδαϊκῆς ἐθελοθρη‐ σκείας ἀναχωροῦντα εὐθὺς Ἕλληνα γίνεσθαι, τὸν δὲ ἐξ ἑκατέρου τάγματος ἔκ τε ἑλληνισμοῦ καὶ ἰουδαϊσμοῦ μεθιστάμενον ἐπὶ τὸν μέσον παριέναι νόμον τε καὶ βίον, τὸν τῶν πάλαι θεοφιλῶν καὶ δι‐
10καίων ἀνδρῶν, ὃν ὁ σωτὴρ καὶ κύριος ἡμῶν μακρὸν ἐφησυχάσαντα χρόνον αὖθις ἀνενεώσατο ἀκολούθως τοῖς αὐτοῦ Μωσέως καὶ τῶν λοιπῶν προφητῶν περὶ τούτων αὐτῶν θεσπίσμασιν.

1

.

2

.

11

ἐν γοῦν τοῖς πρὸς τὸν Ἀβραὰμ χρησμοῖς αὐτὸς ὁ Μωσῆς ἀναγράφει θεσπίζων, ὡς ὅτι μελλήσουσιν ἐν ὑστέροις ποτὲ χρόνοις οὐχ οἱ τοῦ Ἀβραὰμ ἀπόγονοι οὐδ’ οἱ ἐκ σπέρματος αὐτοῦ Ἰουδαῖοι, ἀλλὰ γὰρ «πᾶσαι αἱ
5φυλαὶ τῆς γῆς» καὶ «πάντα τὰ ἔθνη» ἐπὶ τῷ ὁμοίῳ τρόπῳ τῆς τοῦ Ἀβραὰμ θεοσεβείας εὐλογίας παρὰ θεοῦ καταξιωθήσεσθαι. γράφει δὲ οὕτως·

1

.

2

.

12

«καὶ εἶπε κύριος τῷ Ἀβραάμ, ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐ‐ λογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος, καὶ
5εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταρά‐ σομαι, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς». καὶ πάλιν ὁ θεὸς εἶπεν·

1

.

2

.

13

«μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ; Ἀβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς». Πῶς δ’ ἂν ἔμελλον τῷ Ἀβραὰμ ἐνευλογηθήσεσθαι «πάντα τὰ
5ἔθνη» καὶ «πᾶσαι αἱ φυλαὶ τῆς γῆς», εἰ μηδέν τι προσήκοντες ὑπῆρχον αὐτῷ, μήτε κατὰ ψυχῆς τρόπον μήτε κατὰ σώματος συγγένειαν; τῆς τε γὰρ κατὰ σάρκα συγγενείας τίς ἦν πρὸς τὸν Ἀβραὰμ συγγένεια Σκύθαις, φέρε εἰπεῖν, ἢ Αἰγυπτίοις ἢ Αἰθίοψιν ἢ Ἰνδοῖς ἢ Βρεττα‐ νοῖς ἢ Ἱσπανοῖς; ἢ πῶς ἂν ταῦτα τὰ ἔθνη καὶ τὰ ἔτι τούτων ἀπῳ‐
10κισμένα τῆς πρὸς τὸν Ἀβραὰμ κατὰ σάρκα συγγενείας χάριν ἔμελλον εὐλογηθήσεσθαι;

1

.

2

.

14

ἀλλ’ οὐδὲ τῆς κατὰ ψυχὴν εὐλογίας εἰκὸς ἦν κοι‐ νωνήσειν τῷ Ἀβραὰμ πάντα τὰ ἔθνη. πῶς γάρ, ὅτε τὰ μὲν αὐτῶν ἐκθέσμοις μητρογαμίαις καὶ θυγατρομιξίας τὰ δ’ ἀκολάστοις ὁμιλίαις ἀρρένων πρὸς ἄρρενας ἀνεφύρετο, τὰ δὲ τὴν εὐσέβειαν ἐν ἀνθρω‐
5ποθυσίαις καὶ ζῴων ἀλόγων θεοποιίαις ἀψύχου τε ὕλης ἱδρύμασι καὶ
πνευμάτων πολυπλανῶν δεισιδαιμονίαις ἀνετίθετο, τὰ δὲ ζῶντας κατακαίειν τοὺς γεγηρακότας, τὰ δὲ πυρὶ τοὺς φιλτάτους παραδιδόναι, τὰ δὲ καὶ νεκρῶν ἀπογεύεσθαι καλὸν εἶναι καὶ εὐσεβὲς ἡγεῖτο;9

1

.

2

.

15

πῶς οὖν τοὺς ἐν τῷ τοιούτῳ θηριώδει βίῳ προηγμένους τῆς τοῦ θεο‐ φιλοῦς μετασχεῖν οἷόν τε ἦν εὐλογίας, εἰ μήποτ’ ἄρα τῆς θηριωδίας μεταβαλόντες τοῦ ὁμοίου τρόπου τῆς τοῦ Ἀβραὰμ θεοσεβείας ἤμελλόν
5ποτε μεταλήψεσθαι; ἐπεὶ κἀκεῖνος, ἀλλοεθνής τις ὢν καὶ ἀλλότριος ἧς ὕστερον μετῆλθεν εὐσεβείας, λέγεται μετατεθεῖσθαι καὶ τῆς πα‐ τρικῆς δεισιδαιμονίας μεταβεβλῆσθαι, οἶκόν τε καὶ συγγένειαν καὶ ἔθη πάτρια βίου τε ἀγωγήν, ἐν ᾗ γεγέννητό τε καὶ τέθραπτο, καταλελοι‐ πέναι, ἠκολουθηκέναι δὲ θεῷ τῷ καὶ τοὺς χρησμοὺς αὐτῷ τοὺς
10ἀναγράπτους δεδωκότι.

1

.

2

.

16

εἰ μὲν οὖν Μωσῆς μετὰ τὸν Ἀβραὰμ γε‐ νόμενος καὶ πολιτείαν τινὰ διὰ τῆς ἐκδοθείσης ὑπ’ αὐτοῦ νομοθεσίας τῷ Ἰουδαίων ἔθνει καταβεβλημένος τοιαῦτα ἐνομοθέτησεν, οἷα καὶ τοῖς πρὸ αὐτοῦ θεοφιλέσι κατώρθωτο, καὶ οἷα δυνατὸν ἦν πᾶσι τοῖς
5ἔθνεσιν ἐφαρμόττειν, ὡς δύνασθαι κατὰ τὴν Μωσέως διαταγὴν «πάσας τὰς φυλὰς τῆς γῆς» καὶ «πάντα τὰ ἔθνη» θεοσεβεῖν· ἦν εἰπεῖν, ὅτι διὰ τῆς Μωσέως νομοθεσίας τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν θεοσεβήσοντας καὶ τὸν ἰουδαϊσμὸν ζηλώσοντας πρὸς αὐτούς τε γενησομένους κατὰ τὸν νόμον εὐλογηθήσεσθαι τῇ τοῦ Ἀβραὰμ εὐλογίᾳ προηγόρευε τὰ
10λόγια. ἐχρῆν δὲ καὶ ἡμᾶς τὰ παρὰ Μωσεῖ διατεταγμένα φυλάττειν. ἐπεὶ δὲ οὐκ ἦν ἡ κατὰ Μωσέα πολιτεία κατάλληλος τοῖς λοιποῖς ἔθνεσιν ἀλλ’ ἢ μόνοις Ἰουδαίοις, καὶ τούτοις οὐχὶ τοῖς πᾶσιν ἀλλὰ τοῖς ἐπὶ τῆς Ἰουδαίας γῆς τὰς διατριβὰς ποιουμένοις, ἕτερον ἐχρῆν ἐξ ἅπαντος ὑποστῆναι τρόπον παρὰ τὸν Μωσέως νόμον, καθ’ ὃν
15ἤμελλον βιοῦντα ὁμοίως τῷ Ἀβραὰμ τὰ καθ’ ὅλης οἰκουμένης ἔθνη τῆς ἴσης αὐτῷ κοινωνήσειν εὐλογίας.

1

.

3

.

1

Ὅτι δὲ ἡ κατὰ Μωσέα διαταγὴ Ἰουδαίοις, ὡς ἔφην, καὶ τού‐ τοις οὐχὶ πᾶσιν, οὐδὲ γὰρ τοῖς ἐν διασπορᾷ τυγχάνουσιν, ἀλλ’ ἢ μό‐ νοις τοῖς τὴν Παλαιστίνην οἰκοῦσιν ἐφήρμοζεν, ὧδέ σοι συλλογιζομένῳ φανερὸν ἔσται. φησί που Μωσῆς νομοθετῶν· «τρὶς τοῦ ἐνιαυτοῦ
5ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ σου». καὶ ἔτι σαφέστερον ὅπου ἐχρῆν ἀπαντᾶν τοὺς πάντας τρὶς τοῦ ἔτους
ἀφορίζει λέγων· «τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενι‐ κόν σου ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος».10

1

.

3

.

2

Θεωρεῖς ὡς οὐκ ἐν πάσῃ πόλει οὐδ’ ὅποι ἔτυχεν ἀπαντᾶν προσ‐ τάττει, ἀλλ’ «ἐν τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου»· ἔνθα τρισὶν ἑκάστου ἐνιαυτοῦ καιροῖς ἐπὶ ταὐτὸ συνιέναι νομοθετεῖ, καὶ τοὺς καιροὺς ἀφορίζει καθ’ οὓς ἀπαντᾶν ἐχρῆν ἐν τῷ τόπῳ, ἐν ᾧ
5τὰ τῆς κατ’ αὐτὸν λατρείας ἐπετελεῖτο, ἕνα μὲν τοῦ πάσχα, δεύτερον τὸν μετὰ πεντήκοντα ἡμέρας ἐπὶ τῆς ὀνομαζομένης πεντηκοστῆς ἑορτῆς, καὶ τρίτον τῷ ἑβδόμῳ μηνὶ μετὰ τὸ πάσχα κατὰ τὴν τοῦ ἱλασμοῦ ἡμέραν, καθ’ ἣν εἰσέτι νῦν Ἰουδαῖοι πάντες τὴν νηστείαν ἐπιτελοῦσιν· ἐπαρᾶταί τε τοῖς μὴ ἐμμένουσι τοῖς νομοθετουμένοις.

1

.

3

.

3

οὐκοῦν τοὺς μέλλοντας ἀπαντᾶν τρὶς τοῦ ἔτους εἰς τὰ Ἱεροσόλυμα καὶ τὰ νόμιμα πληροῦν οὐ πόρρω που τῆς Ἰουδαίας ἐχρῆν δήπου οἰκεῖν, ἀλλ’ εἴσω ἀμφὶ τοὺς ὅρους· εἰ δὲ δὴ τοῖς πορρωτάτω τῆς Παλαιστίνης οἰκοῦσιν Ἰουδαίοις ἀδύνατα ἦν τελεῖν τὰ νενομοθετη‐
5μένα, πολλοῦ δεῖ φάναι πᾶσι τοῖς ἔθνεσι καὶ τοῖς ἐν ταῖς ἐσχατιαῖς τῆς γῆς ἐφαρμόζειν.

1

.

3

.

4

Ἐπάκουσον δὲ τίνα τρόπον ὁ αὐτὸς πάλιν νομοθέτης τὴν ἀπὸ λέχους γυναῖκα ἀπαντᾶν προστάττει καὶ θυσίας τῷ θεῷ προσφέρειν, λέγων οὕτως· «καὶ ἐλάλησε κύριος πρὸς Μωσῆν, λέγων λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἐρεῖς πρὸς αὐτούς, γυνὴ ἥτις ἐὰν σπερματισθῇ
5καὶ τέκῃ ἄρσεν ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας».

1

.

3

.

5

εἶτα μεταξύ τινα εἰπὼν ἐπιφέρει· «καὶ ὅταν πληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς ἐφ’ υἱῷ ἢ ἐπὶ θυγατρί, προσοίσει ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωμα, καὶ νεοσσὸν περιστερᾶς ἢ τρυγόνα περὶ ἁμαρτίας, ἐπὶ τὴν θύραν τῆς
5σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα προσοίσει αὐτὰ ἔναντι κυρίου. καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς καὶ καθαριεῖ αὐτὴν ἀπὸ τῆς πηγῆς τοῦ αἵματος αὐτῆς. οὗτος ὁ νόμος τῆς τικτούσης ἄρσεν ἢ θῆλυ».

1

.

3

.

6

Ἔτι πρὸς τούτοις ὁ αὐτὸς καὶ τὸν ἀπὸ κήδους καὶ νεκρῶν ἐπα‐ φῆς προστάττει μὴ ἄλλως καθαίρεσθαι ἢ διά τινος σποδοῦ δαμάλεως, ἐφ’ ὅλαις ἡμέραις ἑπτὰ τῶν συνήθων ἀποστάντα.

1

.

3

.

7

λέγει γοῦν· «καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ καὶ τοῖς προσκειμένοις προσηλύτοις ἐν μέσῳ
αὐτῶν νόμιμον αἰώνιον. ὁ ἁπτόμενος τοῦ τεθνηκότος πάσης ψυχῆς ἀνθρώπου ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας· ἁγνισθήσεται τῇ ἡμέρᾳ11
5τῇ τρίτῃ καὶ τῇ ἑβδόμῃ καθαρισθήσεται·

1

.

3

.

8

ἐὰν δὲ μὴ ἀφαγνισθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἑβδόμῃ, οὐ καθαρὸς ἔσται. πᾶς ὁ ἁπτόμενος τοῦ τεθνηκότος ἀπὸ ψυχῆς ἀνθρώπου, ἐὰν ἀποθάνῃ καὶ μὴ ἁγνισθῇ, τὴν σκηνὴν τοῦ μαρτυρίου τοῦ κυρίου ἐμίανεν. ἐκτριβήσεται ἡ ψυχὴ
5ἐκείνη ἐξ Ἰσραήλ, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ’ αὐτόν· ἀκάθαρτός ἐστιν, ἀκαθαρσία ἐπ’ αὐτῷ ἔσται.

1

.

3

.

9

καὶ οὗτος ὁ νόμος· ἄνθρωπος ἐὰν ἀποθάνῃ ἐν οἰκίᾳ, πᾶς εἰσπορευόμενος εἰς τὴν οἰκίαν καὶ πάντα ὅσα ἐστὶν ἐν τῇ οἰκίᾳ ἀκάθαρτά ἐστιν ἑπτὰ ἡμέρας. καὶ πᾶν σκεῦος ἀνεῳγμένον, ὅσα οὐχὶ δεσμῷ καταδέδεται, ἀκάθαρτα ἔσται, καὶ
5πᾶς ὃς ἂν ἅψηται ἐπὶ πρόσωπον τοῦ πεδίου τραυματίου ῥομφαίας, ἢ νεκροῦ, ἢ ὀστέου ἀνθρωπίνου, ἢ μνήματος, ἀκάθαρτός ἐστιν ἑπτὰ ἡμέρας, καὶ λήψονται τῷ ἀκαθάρτῳ ἀπὸ τῆς σποδιᾶς τῆς κατακε‐ καυμένης τοῦ ἁγνισμοῦ, καὶ ἐκχεοῦσιν αὐτὴν εἰς σκεῦος, καὶ λήψονται ὕσσωπον· καὶ βάψει ἀνὴρ καθαρός, καὶ περιρρανεῖ ἐπὶ τὸν οἶκον καὶ
10τὰ σκεύη καὶ τὰς ψυχάς, ὅσοι ἐὰν ὦσιν ἐκεῖ, καὶ ἐπὶ τὸν ἡμμένον τοῦ ὀστέου τοῦ ἀνθρωπίνου ἢ τοῦ τραυματίου ἢ τοῦ τεθνηκότος ἢ τοῦ μνήματος.

1

.

3

.

10

καὶ περιρρανεῖ ὁ καθαρὸς ἐπὶ τὸν ἀκάθαρτον ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ πλυνεῖ τὰ ἱμάτια ἑαυτοῦ, καὶ λούσεται τὸ σῶμα ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. καὶ ἄνθρωπος ἐὰν μιανθῇ καὶ μὴ ἀφαγνισθῇ, ἐξολοθρευθήσεται ἡ
5ψυχὴ ἐκείνη ἐκ τῆς συναγωγῆς, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραν‐ τίσθη ἐπ’ αὐτόν. καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον».

1

.

3

.

11

Ταῦτα Μωσῆς νομοθετήσας τὸν τρόπον τοῦ ὕδατος τοῦ ῥαν‐ τισμοῦ ἐπεκδιδάσκει, «δάμαλιν πυρρὰν ἄμωμον» ὁλοκαυτοῦσθαι προσ‐ τάττων, καὶ ἀπὸ τῆς σποδιᾶς αὐτῆς ἐμβάλλεσθαι τῷ ὕδατι ἐξ οὗ χρῆναι καθαίρεσθαι τοὺς ἐπὶ νεκρῷ μεμολυσμένους. ποῦ δὲ χρὴ ὁλο‐
5καυτοῦσθαι τὴν δάμαλιν, ποῦ δὲ τὴν ἐν λέχει προσφέρειν τὰς θυσίας, ποῦ δὲ τὰ λοιπὰ νόμιμα συντελεῖν, ὅτι μὴ ἀδιαφόρως ἐν παντὶ τόπῳ, ἀλλ’ ἐν μόνῳ ἑνὶ ᾧ αὐτὸς ἀφορίζει, δῆλον ἀφ’ ὧν νομοθετεῖ λέγων· «καὶ ἔσται ὁ τόπος ὃν ἐὰν ἐκλέξηται κύριος ὁ θεὸς ὑμῶν, ἐν αὐτῷ ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι
10ὑμῖν σήμερον».

1

.

3

.

13

καὶ διαστέλλεται ἑξῆς ἀκριβῶς ἐπιλέγων· «πρόσεχε σεαυτῷ μήποτε ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου, οὗ ἂν ἴδῃς, ἀλλ’ ἢ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν ἐν μιᾷ τῶν
πόλεών σου, ἐκεῖ ἀνοίσεις τὰ ὁλοκαυτώματά σου, καὶ ἐκεῖ ποιήσεις12
5πάντα ὅσα ἐντέλλομαι ὑμῖν σήμερον».

1

.

3

.

14

καὶ προστίθησι λέγων· «οὐ δυνήσῃ φαγεῖν ἐν πάσαις ταῖς πόλεσι τὸ ἐπιδέκατον τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου, καὶ πάσας τὰς εὐχάς σου ὅσας ἂν εὔξησθε,
5καὶ τὰς ὁμολογίας ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν, ἀλλ’ ἢ ἐναντίον κυρίου τοῦ θεοῦ σου φαγῇ αὐτὰ ἐν ᾧ ἂν τόπῳ ἐκλέξηται κύριος ὁ θεός σου ἑαυτῷ, σὺ καὶ οἱ υἱοί σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσί σου».

1

.

3

.

15

καὶ ἔτι προελθὼν ἐπασφαλίζεται τὸν λόγον ἐν ᾧ φησιν· «πλὴν τὰ ἅγιά σου ἐὰν γένωνταί σοι, καὶ τὰς εὐχάς σου λαβὼν ἥξεις εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἑαυτῷ».

1

.

3

.

16

καὶ πάλιν· «δεκάτην ἀποδεκατώσεις παντὸς γενήματος τοῦ σπέρματός σου· τὸ γένημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ’ ἐνιαυτόν. φαγῇ αὐτὸ ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐν ᾧ ἂν τόπῳ ἐκλέξηται κύριος ὁ θεός
5σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ».

1

.

3

.

17

Εἶτ’ ἐπιλογισάμενος τί δέοι πράττειν, εἰ μακρὰν ἀφεστὼς εἴη ὁ πρὸς αὐτοῦ δηλούμενος τόπος, ὁ δὲ καρπὸς τῶν γενημάτων πολύς, πῶς δέοι παρακομίζειν οἴκοθεν εἰς τὸν τοῦ θεοῦ τόπον τοὺς ἐπετείους καρποὺς τῆς ὁλοκαυτώσεως, καὶ περὶ τούτου τόνδε τίθησι τὸν νόμον·

1

.

3

.

18

«ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σοῦ ἡ ὁδός, καὶ μὴ δυνήσῃ ἀναφέρειν αὐτά, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσῃ σε κύριος ὁ θεός σου, καὶ ἀποδώσεις αὐτὰ ἀργυρίου, καὶ λήψῃ τὸ ἀργύριον ἐν
5ταῖς χερσί σου, καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν, καὶ δώσεις τὸ ἀργύριον ἐπὶ παντὸς οὗ ἐπι‐ θυμεῖ ἡ ψυχή σου, ἐπὶ βουσίν, ἢ ἐπὶ προβάτοις, ἢ ἐπὶ οἴνῳ, ἢ ἐπὶ σικέρᾳ, ἢ ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ φαγῇ ἐκεῖ ἐναν‐ τίον κυρίου τοῦ θεοῦ σου».

1

.

3

.

19

καὶ αὖθις τὸν τόπον ἐπισφραγίζεται ὧδέ πως φάσκων· «πᾶν πρωτότοκον ὃ ἐὰν τεχθῇ ἐν τοῖς βουσί σου,
καὶ ἐν τοῖς προβάτοις σου, τὰ ἀρσενικὰ ἀποίσεις κυρίῳ τῷ θεῷ σου. οὐκ ἐργᾷ ἐν τῷ πρωτοτόκῳ μόσχῳ, καὶ μὴ κείρῃς τὸ πρωτότοκον13
5τῶν προβάτων σου· ἐναντίον κυρίου τοῦ θεοῦ φαγῇ αὐτὸ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου, σὺ καὶ ὁ οἶκός σου».

1

.

3

.

20

Μετὰ ταῦτα πάλιν θέα τίνα τρόπον καὶ τὰ περὶ τῶν ἑορτῶν διαστέλλει οὐκ ἄλλοθι γῆς ἀλλ’ ἢ ἐν μόνῳ τῷ δηλουμένῳ τόπῳ πανηγυρίζειν. λέγει δ’ οὖν· «φύλαξαι τὸν μῆνα τῶν νέων, καὶ ποιή‐ σεις τὸ πάσχα κυρίῳ τῷ θεῷ σου, πρόβατα καὶ βόας ἐν τῷ τόπῳ ᾧ
5ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν».

1

.

3

.

21

καὶ πάλιν ὑπομιμνήσκει λέγων· «οὐ δυνήσῃ θῦσαι τὸ πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεών σου, ὧν κύριος ὁ θεός σου δίδωσί σοι, ἀλλ’ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου, ἐκεῖ θύσεις τὸ πάσχα ἑσπέρας πρὸς δυσμαῖς ἡλίου,
5ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐκ γῆς Αἰγύπτου, καὶ ἑψήσεις, καὶ φαγῇ 〈ἐν τῷ τόπῳ〉 ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου».

1

.

3

.

22

ὁ μὲν δὴ τῆς τοῦ πάσχα ἑορτῆς νόμος τοιοῦτος. περὶ δὲ τῆς πεντηκοστῆς τί φησὶν ἄκουσον· «ἑπτὰ ἑβδομάδας ὁλοκλήρους ἐξαριθμήσεις σεαυτῷ, ἀρξα‐ μένου σου δρέπανον ἐπ’ ἀμητόν, καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων κυρίῳ
5τῷ θεῷ σου, καθὰ ἰσχύει ἡ χείρ σου, ὅσα ἂν δῷ σοι ὅτι εὐλόγησέν σε κύριος ὁ θεός σου.

1

.

3

.

23

καὶ εὐφρανθήσῃ ἐνώπιον κυρίου τοῦ θεοῦ σου, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παι‐ δίσκη σου, καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσί σου, καὶ ὁ προσήλυτος, καὶ ὁ ὀρφανός, καὶ ἡ χήρα ἡ ἐν ὑμῖν, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται
5κύριος ὁ θεός σου αὐτῷ, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ».

1

.

3

.

24

καὶ τὴν τρίτην δ’ ἑορτὴν ἔνθα προστάττει ἐκτελεῖν ἐπάκουσον· «ἑορτὴν τῶν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας, ἐν τῷ συναγαγεῖν σε ἀπὸ τῆς ἄλωνός σου καὶ ἀπὸ τῆς ληνοῦ σου, καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ
5σου, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παι‐ δίσκη σου καὶ ἡ χήρα, ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου ἑαυτῷ».

1

.

3

.

25

Διὰ τοσούτων οὖν τὸν τόπον ἐπισημαινόμενος, τοσαυτάκις τε εἰπὼν εἰς αὐτὸν ἀπαντᾶν παγγενεὶ καὶ πανοικί, πῶς ἂν ἥρμοζε τοῖς τῆς Ἰουδαίας καὶ ἐπὶ μικρὸν διεστῶσι, μή τί γε τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἔθνεσι; μάλιστα ὅτε οὐδὲ συγγνώμην τινὰ νέμει τοῖς παρα‐
5βαίνουσι τὰ διωρισμένα, ἀρὰν δὲ κατὰ πάντων τῶν μὴ τὰ πάντα τηρούντων ἐπάγει, ῥήμασιν αὐτοῖς λέγων· «ἐπικατάρατος ὃς οὐκ ἐμ‐
μενεῖ πᾶσι τοῖς γεγραμμένοις ἐν τῷδε τῷ νόμῳ τοῦ ποιῆσαι αὐτά».14

1

.

3

.

26

Θεώρησον δὲ καὶ ἄλλως τὰ ἀδύνατα πᾶσιν ἀνθρώποις τῆς Μωσέως νομοθεσίας. διαστειλάμενος τὰ ἑκούσια καὶ χαλεπὰ τῶν ἁμαρτημάτων, καὶ τιμωρίας περιθεὶς ἑκάστῳ τῶν μεγίστης κολάσεως ἀξίων, νόμους τίθησι, καθ’ οὓς ἑτέρῳ τρόπῳ καὶ τοὺς ἀκουσίως
5πλημμελοῦντας ἐπιστρέφει. ὧν ὁ μὲν οὕτως ἔχει·

1

.

3

.

27

«ἐὰν ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσῃ, καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία ἣν ἥμαρτεν, καὶ οἴσει δῶρον αὐτοῦ χίμαρον
5ἐξ αἰγῶν, ἄμωμον θήλειαν οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτεν, ἐν τῷ τόπῳ οὗ σφάζουσι τὰ ὁλοκαυτώματα, καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος».

1

.

3

.

28

καὶ ὅρα γε ὡς καὶ ἐνταῦθα τὸν πταίσαντά τι παρὰ γνώμην ἐν τῷ τόπῳ δεῖ ἀπαντᾶν οὗ σφάζουσι τὰ ὁλοκαυτώ‐ ματα· οὗτος δὲ ἦν οὗ διὰ πλείστων ἤδη πρότερον ἐμνήσθη λέγων· «ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου».

1

.

3

.

29

Τοῦτο δ’ ὅτι μὴ δυνατὸν πρὸς ἁπάντων τῶν ἐπὶ γῆς ἀνθρώ‐ πων ἐκτελεῖσθαι καὶ αὐτὸς ὁ νομοθέτης συνιδὼν ἀκριβῶς ἐπεσημή‐ νατο, οὐκ ἀορίστως κατὰ πάντων προαγαγὼν τὸν νόμον, ἀλλ’ ἐπει‐ πών· «ἐὰν ψυχὴ ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς».

1

.

3

.

30

καὶ δεύτερον δὲ νόμον τίθησιν οὕτως ἔχοντα· «ἐὰν δὲ ψυχὴ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς ἢ ἑώρακεν ἢ σύνοιδεν, ἐὰν μὴ ἀπαγγείλῃ, λήψεται τὴν ἁμαρτίαν». τί οὖν χρὴ τοῦτον ποιεῖν ἀλλ’ ἢ λαβόντα
5μετὰ χεῖρας τὸ ἱερεῖον σπεύδειν ἐπὶ τὰ καθάρσια; ποῦ πάλιν ἀλλ’ ἢ ἐν τῷ τόπῳ οὗ σφάζουσι τὰ ὁλοκαυτώματα;

1

.

3

.

31

καὶ τρίτον πάλιν· «ψυχή», φησίν, «ἥτις ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ τῶν θνησιμαίων τῶν κτηνῶν τῶν ἀκαθάρτων, καὶ λάβῃ ἀπ’ αὐτοῦ, καὶ αὐτὸς μεμίανται, καὶ πλημμελήσῃ, ἢ ἅψηται ἀκαθαρσίας ἀνθρώπου,
5ἀπὸ πάσης ἀκαθαρσίας αὐτοῦ ἧς ἂν ἁψάμενος μιανθῇ, καὶ ἔλαθεν αὐτόν, μετὰ τοῦτο δ’ ἔγνω καὶ πλημμελήσῃ».

1

.

3

.

32

τί δὴ οὖν καὶ τὸν μιανθέντα προσῆκον ἦν ποιεῖν ἀλλ’ ἢ ἀπαντᾶν πάλιν ἐν τῷ τόπῳ, καὶ προσφέρειν περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτε θῆλυ ἀπὸ τῶν προβάτων ἢ ἀμνάδα ἢ χίμαιραν ἐξ αἰγῶν περὶ ἁμαρτίας;

1

.

3

.

33

ὁ δ’ αὐτὸς ἦν νόμος καὶ ἐπὶ ψυχῆς, ἣ ἂν ὀμόσῃ «διαστέλλουσα τοῖς χείλεσι κακο‐ ποιῆσαι ἢ καλῶς ποιῆσαι, κατὰ πάντα ὅσα ἂν διαστείλῃ ἄνθρωπος μεθ’ ὅρκου καὶ λάθῃ αὐτόν, καὶ οὗτος γνῷ καὶ ἁμάρτῃ ἕν τι τού‐
5των, καὶ ἐξαγορεύσῃ τὴν ἁμαρτίαν περὶ ἧς ἥμαρτεν», καὶ οὗτος δῆτα,
φησίν, τὸ αὐτὸ λαβὼν ἱερεῖον σπευδέτω ἐν τῷ τόπῳ, καὶ «ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία».15

1

.

3

.

34

καὶ ἄλλος παρὰ τοὺς εἰρημένους νόμος ὧδέ πη διο‐ ρίζει· «ψυχὴ ἣ ἂν λάθῃ αὐτὸν λήθῃ, καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων κυρίου, καὶ εἰσοίσει κριὸν τῆς πλημμελείας αὐτοῦ τῷ κυρίῳ». οἴσει δὲ πάλιν παρὰ τὸν ἀρχιερέα ἐν τῷ τόπῳ δηλαδὴ τῷ ἐξειλεγ‐
5μένῳ.

1

.

3

.

35

καὶ ἕκτον δὲ νόμον τούτοις προστίθησι λέγων· «ψυχὴ ἂν ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν ὧν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ, καὶ λάβῃ τὴν ἁμαρτίαν αὐτοῦ, καὶ οἴσει πάλιν κριὸν τῷ ἀρχιερεῖ, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς
5περὶ τῆς ἀγνοίας αὐτοῦ ἧς ἠγνόησεν καὶ οὗτος οὐκ ᾔδει, καὶ ἀφεθή‐ σεται αὐτῷ».

1

.

3

.

36

ἤδη δὲ ἕβδομόν φησιν· «ψυχὴ ἂν ἁμάρτῃ, καὶ παρι‐ δὼν παρίδῃ τὰς ἐντολὰς κυρίου, καὶ ψεύσηται πρὸς τὸν πλησίον αὐτοῦ ἐν παρακαταθήκῃ, περὶ κοινωνίας ἢ ἁρπαγῆς, ἢ ἠδίκησέ τι τὸν πλησίον, ἢ εὗρεν ἀπώλειαν, καὶ ψεύσηται περὶ αὐτῆς,
5καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων ὧν ἐὰν ποιήσῃ ἄνθρω‐ πος, ὥστε ἁμαρτεῖν ἐν τούτοις, καὶ ἡνίκα ἂν ἁμάρτῃ καὶ πλημ‐ μελήσῃ καὶ ἀποδῷ τὸ ἅρπαγμα ὃ ἥρπασεν, ἢ τὸ ἀδίκημα ὃ ἠδίκησεν, ἢ τὴν παρακαταθήκην ἥτις παρετέθη αὐτῷ, ἢ τὴν ἀπώλειαν ἣν εὗρεν, ἀπὸ παντὸς πράγματος οὗ ὤμοσε περὶ αὐτοῦ ἀδίκως, καὶ ἀπο‐
10τίσει αὐτὸ τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον».

1

.

3

.

37

ἐχρῆν δ’ ἂν μετὰ τὸ ἐξαγορεῦσαι τὸ ἁμάρτημα καὶ μετὰ τὸ ἀποτῖσαι σπεύδειν πάλιν πάντα ὑπερθέμενον εἰς τὸν τόπον «ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός», καὶ προσφέρειν γε περὶ τῆς πλημμελείας κριὸν ἄμωμον, «καὶ ἐξιλά‐
5σεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι κυρίου, καὶ ἀφεθήσεται αὐτῷ».

1

.

3

.

38

Ταῦτα καὶ περὶ τῶνδε ὁ θαυμάσιος Μωσῆς, περί τε τῶν ἀκου‐ σίως ἡμαρτηκότων καὶ περὶ τῶν κατ’ ἄγνοιαν, ἐξηκριβώσατο πόρ‐ ρωθεν τῶν κατὰ προαίρεσιν πλημμελημάτων, ἐφ’ οἷς καὶ ἀπαραιτή‐ τους ὁρίζει τιμωρίας, τοὺς οἰκείους ἀναστέλλων.

1

.

3

.

39

ὁ γὰρ ἐπὶ τοῖς ἀκουσίοις μὴ πρότερον νείμας συγγνώμην ἢ ἐξαγορεῦσαι τὸ ἁμάρτημα, κἄπειτα ὥσπερ μικρὰν τιμωρίαν διὰ τῆς προστεταγμένης θυσίας εἰσπραξάμενος τὸν ἡμαρτηκότα, διά τε τῆς ἐπὶ τὸν ἁγνὸν τόπον ἀμελ‐
5λήτου πορείας τὴν σπουδὴν ὁμοῦ καὶ τὸ εὐλαβὲς ἐπιτείνας τῶν κατ’ αὐτὸν θεοσεβεῖν προῃρημένων, πῶς οὐχὶ τῶν ἑκουσίως δρωμένων πολὺ πρότερον ἐπίσχοι ἂν τὰς ὁρμάς; τί δὴ οὖν πρὸς ταῦτα συλλογίζεσθαι
χρῆν, ὅτε δή, ὡς εἴρηται, συγκεφαλαιούμενος τὰ πάντα ὁ Μωσῆς ἐπισκήπτει λέγων· «ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς16
10ἐγγεγραμμένοις τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά».

1

.

3

.

40

Ἆρα γὰρ τοὺς ἐκ περάτων γῆς μέλλοντας κατὰ Μωσέα θεο‐ σεβεῖν, ὡς ἂν φύγοιεν μὲν τὴν κατάραν, τύχοιεν δὲ τῆς ἐπηγγελμένης πρὸς τὸν Ἀβραὰμ εὐλογίας, ταῦτα πάντα χρῆν πράττειν καὶ τρὶς τοῦ ἔτους ἀπαντᾶν εἰς τὰ Ἱεροσόλυμα, καὶ τὰς ἐκ πάντων δὲ τῶν ἐθνῶν
5θεοσεβεῖν προῃρημένας γυναῖκας, ἄρτι τόκων καὶ ὠδίνων παυσαμένας, τοσαύτην στέλλεσθαι πορείαν, ὡς ἂν τὴν προστεταγμένην ὑπὸ Μω‐ σέως θυσίαν ἐφ’ ἑκάστῳ τῶν γεννωμένων ἀνενέγκαιεν, ἢ τοὺς ἐφα‐ ψαμένους νεκροῦ σώματος, ἢ τοὺς ἐπίορκον ὀμωμοκότας, ἢ τοὺς ἀκούσιόν τι δεδρακότας, ἐκ περάτων γῆς ἥκειν τρέχειν τε καὶ σπεύ‐
10δειν ἐπὶ τὸν νενομοθετημένον καθαρισμόν, ὡς ἂν ἐκφύγοιεν τὴν τῆς κατάρας ἐπίσκηψιν;

1

.

3

.

41

ἀλλὰ συνορᾷς ὡς καὶ αὐτοῖς τοῖς ἀμφὶ τὰ Ἱερο‐ σόλυμα κατοικοῦσι καὶ ἐπὶ μόνης τῆς Ἰουδαίας τὰς διατριβὰς ποιου‐ μένοις ὁ κατὰ Μωσέα βίος δυσκατόρθωτος ἦν, μή τί γε δυνατὸς ἐπι‐ τελεῖσθαι καὶ τοῖς λοιποῖς ἔθνεσιν.
5 Ἔνθεν εἰκότως ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ υἱὸς τοῦ θεοῦ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῖς αὐτοῦ μαθηταῖς εἰπών· «πορευ‐ θέντες μαθητεύσατε πάντα τὰ ἔθνη», ἐπιλέγει· «διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν».

1

.

3

.

42

οὐ γὰρ τὰ Μωσέως νόμιμα διδάσκειν πάντα τὰ ἔθνη παρεκελεύσατο, ἀλλ’ ὅσα αὐτὸς ἐνετείλατο· ταῦτα δ’ ἦν τὰ ἐν τοῖς εὐαγγελίοις αὐτοῦ φερόμενα. εἰκότως οὖν καὶ οἱ αὐτοῦ μαθηταὶ καὶ οἱ ἀπόστολοι ἐν τῇ περὶ τῶν ἐθνῶν
5σκέψει ὁμολογοῦσι μὴ δύνασθαι τὰ Μωσέως νόμιμα τοῖς ἔθνεσιν ἐφαρμόζειν, ὅτε μήτε αὐτοῖς μήτε τοῖς πατράσιν αὐτῶν εὐ‐ κατόρθωτα γέγονεν. λέγει δ’ οὖν ἐν ταῖς Πράξεσιν ὁ Πέτρος· «νῦν οὖν τί πειράζετε τὸν θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι»;

1

.

3

.

43

Εἰκότως δὲ καὶ αὐτὸς ὁ Μωσῆς τούτων αὐτῶν ἕνεκεν ἕτερον παρ’ ἑαυτὸν ἀναστήσεσθαι ἔφη προφήτην, καὶ τοῦτον νομοθέτην ἔσεσθαι τῶν ἐθνῶν ἁπάντων εὐαγγελίζεται, τὸν Χριστὸν αἰνιττόμε‐ νος, αὐτῷ τε πείθεσθαι τοῖς οἰκείοις παραινεῖ, ὧδέ πη καὶ τοῦτο
5θεσπίζων· «προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ ὑμῖν.
ἔσται δέ, πᾶσα ψυχή, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξο‐ λοθρευθήσεται ἐκ τοῦ γένους αὐτῆς».17

1

.

3

.

44

καὶ τοῦτον δὲ τὸν προφή‐ την, δηλονότι τὸν Χριστόν, ἐξ Ἰουδαίων προελθόντα πάντων τῶν ἐθνῶν κατακρατήσειν πάλιν ἀναφωνεῖ λέγων· «ὡς καλοὶ οἱ οἶκοί σου Ἰακώβ, αἱ σκηναί σου Ἰσραήλ, ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παρά‐
5δεισος ἐπὶ ποταμόν, ὡς σκηναὶ ἃς ἔπηξεν κύριος. ἐξελεύσεται ἄνθρω‐ πος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψω‐ θήσεται ἡ βασιλεία αὐτοῦ».

1

.

3

.

45

ἀλλὰ καὶ ἐξ ὁποίας φυλῆς, δώδεκα τῶν ὅλων παρ’ Ἑβραίοις οὐσῶν, ὅτι δὴ ἀπὸ τῆς Ἰούδα ὁ θεσπιζό‐ μενος τῶν ἐθνῶν νομοθέτης Χριστὸς προελεύσεται, καὶ κατὰ ποίους χρόνους, ὅτι μετὰ τὴν ἔκλειψιν τῶν ἐκ προγόνων διαδοχῆς τοῦ Ἰου‐
5δαίων ἔθνους ἀρξάντων, δηλοῖ λέγων· «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν».

1

.

3

.

46

Ποία δὲ προσδοκία ἦν ἀλλ’ ἢ ἡ τῷ Ἀβραὰμ ἐπηγγελμένη περὶ τοῦ δεῖν «εὐλογηθήσεσθαι ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς»; πέφηνε τοι‐ γαροῦν καὶ αὐτὸς ὁ Μωσῆς ἀκριβῶς ἐπιστάμενος τὴν μὲν πρὸς αὐτοῦ διαταγεῖσαν νομοθεσίαν ἐξασθενεῖν εἰς τὸ πᾶσιν ἐφαρμόσαι τοῖς ἔθ‐
5νεσιν, εἰς ἐκπλήρωσιν δὲ τῶν πρὸς τὸν Ἀβραὰμ χρησμῶν ἑτέρου δεῖσθαι προφήτου.

1

.

3

.

47

οὗτος δ’ ἄρα ἦν, ὃν ἐξ Ἰούδα φυλῆς προελεύ‐ σεσθαι καὶ πολλῶν ἐθνῶν κυριεύσειν προμαρτυρόμενος εὐηγγελίζετο.

1

.

4

.

1

Διὰ δὴ οὖν ταῦτα, ὡς ἂν τὰ περὶ ἡμῶν τῶν ἐθνῶν θεσπί‐ σματα περιεχούσας, τὰς παρ’ Ἑβραίοις ἱερὰς βίβλους, ἅτε καὶ ἡμῶν οἰκείας οὔσας, εἱλάμεθά τε καὶ ἐστέρξαμεν, ὅτε μάλιστα οὐ μόνον Μωσῆς περὶ τοῦ μετ’ αὐτὸν ἥξοντος νομοθέτου τῶν ἐθνῶν προαν‐
5εφώνει, ἀλλὰ καὶ οἱ μετ’ αὐτὸν προφῆται συλλήβδην εἰπεῖν ἅπαντες τὰ ὅμοια προεκήρυττον, ὥσπερ οὖν Δαβὶδ φάσκων· «κατάστησον, κύριε, νομοθέτην ἐπ’ αὐτούς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν».

1

.

4

.

2

ὅρα ὡς δευτέρου μέμνηται καὶ οὗτος νομοθέτου ἐθνῶν. διὸ καὶ ἐν ἑτέρῳ τοῖς ἔθνεσι προσφωνεῖ ᾄδειν οὐ τὸ παλαιὸν καὶ Μωσαϊκὸν ᾆσμα, ἀλλ’ ἕτερον καινόν, λέγων· «ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν
5πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς. ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν, ἐνέγκατε
τῷ κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ».18

1

.

4

.

3

καὶ πάλιν· «εἴπατε ἐν τοῖς ἔθνεσιν ὅτι κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται».

1

.

4

.

4

καὶ πάλιν· «ᾄσατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν. ἐγνώ‐ ρισε κύριος τὸ σωτήριον αὐτοῦ. ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτή‐
5ριον τοῦ θεοῦ ἡμῶν».

1

.

4

.

5

Καὶ ὅρα τίνα τρόπον ἐν τούτοις τὸ καινὸν ᾆσμα οὐ τῷ Ἰου‐ δαίων ἔθνει, ἀλλὰ τοῖς πᾶσιν ἔθνεσιν καταγγέλλει, τοῦ διὰ Μωσέως παλαιοῦ μόνοις Ἰουδαίοις προσήκοντος. τοῦτό τοι τὸ καινὸν ᾆσμα καινὴν διαθήκην Ἱερεμίας, ἕτερος Ἑβραίων προφήτης, ἀποκαλεῖ
5λέγων· «ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέ‐ μειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος. ὅτι
10αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ Ἰσραήλ, λέγει κύριος, διδοὺς νόμους μου ἐπὶ τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν γράψω, καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός».

1

.

4

.

6

Ὁρᾷς καὶ τοῦτον ὡς διαστελλόμενος δύο διαθήκας, τὴν μὲν παλαιὰν ὀνομάζει τὴν δὲ καινήν, καί φησιν τὴν καινὴν οὐ κατὰ τὴν παλαιὰν ἔσεσθαι, ἣν διέθετο τοῖς πατράσιν; ἡ μὲν γὰρ τοῖς ἀποπε‐ σοῦσι τῆς τῶν προγόνων εὐσεβείας Ἰουδαίοις τὸν αἰγυπτιακὸν δὲ
5βίον καὶ τρόπον ζηλώσασιν ἐπί τε τὴν πολύθεον πλάνην καὶ τὴν ἀμφὶ τὰ εἴδωλα τῶν ἐθνῶν δεισιδαιμονίαν ὀλισθήσασιν νενομοθέτητο, ὡς ἂν πεσόντας ἀνεγείρουσα καὶ ἀνορθοῦσα τοὺς πρηνεῖς κειμένους καταλλήλοις διδασκαλίαις. «δικαίοις γάρ, φησί, νόμος οὐ κεῖται, ἀνό‐ μοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς», καὶ τοῖς παρα‐
10πλησίοις.

1

.

4

.

7

ἡ δὲ καινὴ τοὺς διὰ τοῦ σωτῆρος ἡμῶν χάριτι καὶ δωρεᾷ θεοῦ ἀνεγηγερμένους ἐπὶ τὸ βαδίζειν καὶ σπεύδειν εἰς τὴν ἐπηγγελ‐ μένην τοῦ θεοῦ βασιλείαν χειραγωγεῖ, πάντας ἐπ’ ἴσης ἀνθρώπους εἰς μίαν καὶ τὴν αὐτὴν τῶν ἀγαθῶν μετουσίαν προκαλουμένη. ταύ‐
5την τὴν καινὴν διαθήκην αὖθις νόμον ὀνομάζει καινὸν Ἡσαΐας, ἄλλος πάλιν Ἑβραίων προφήτης, λέγων· «ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν, καὶ ἥξουσι πάντα τὰ ἔθνη, καὶ συναχθήσονται πάντες οἱ λαοὶ καὶ
ἐροῦσι, δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ19
10θεοῦ Ἰακώβ».

1

.

4

.

8

τίς δ’ ἂν εἴη ὁ ἐκ Σιὼν προεληλυθὼς νόμος, ἕτερος ὢν τοῦ ἐπὶ τῆς ἐρήμου διὰ Μωσέως ἐν τῷ Σινᾶ ὄρει νενομοθετη‐ μένου, ἀλλ’ ἢ ὁ εὐαγγελικὸς λόγος ὁ διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ ἐκ τῆς Σιὼν προεληλυθὼς
5καὶ διελθὼν πάντα τὰ ἔθνη; πρόδηλον γὰρ ὡς ἀπὸ τῆς Ἱερουσαλὴμ καὶ τοῦ ταύτῃ προσπαρακειμένου Σιὼν ὄρους, ἔνθα τὰς πλείστας διατριβάς τε καὶ διδασκαλίας ὁ σωτὴρ καὶ κύριος ἡμῶν πεποίητο, ὁ τῆς καινῆς διαθήκης αὐτοῦ ἀρξάμενος νόμος κἀκεῖθεν προελθὼν εἰς πάντας ἐξέλαμψεν ἀνθρώπους, ἀκολούθως ταῖς αὐτοῦ φωναῖς, ἃς
10πρὸς τοὺς αὐτοῦ μαθητὰς πεποίητο φήσας· «πορευθέντες μαθητεύ‐ σατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετει‐ λάμην ὑμῖν».

1

.

4

.

9

τίνα δὲ ταῦτα ἦν ἀλλ’ ἢ τὰ τῆς καινῆς διαθήκης μαθήματά τε καὶ παιδεύματα; ἐπειδὴ τοίνυν ταῦθ’ οὕτως ἔχειν ἀπο‐ δέδεικται, ὥρα νῦν ἰδεῖν τὸν τρόπον τῆς καινῆς διαθήκης καὶ τοῦ προκεκηρυγμένου καινοῦ ᾄσματός τε καὶ νόμου.

1

.

5

.

1

Ἡ μὲν δὴ παλαιὰ διαθήκη καὶ ὁ διὰ Μωσέως νόμος μόνῳ τῷ Ἰουδαίων ἔθνει, καὶ τούτῳ ἐπὶ τῆς οἰκείας γῆς οἰκοῦντι, κατάλληλος ἀποδέδεικται, οὔτε δὲ τοῖς λοιποῖς ἔθνεσι τοῖς καθ’ ὅλης τῆς οἰκου‐ μένης οὔτε τοῖς ἐπὶ τῆς ἀλλοδαπῆς ἀπῳκισμένοις Ἰουδαίοις· τὸν δὲ
5τῆς καινῆς διαθήκης τρόπον πᾶσιν ἔθνεσιν βιωφελῆ χρῆν δήπου κα‐ ταστῆναι, ὡς μηδαμῶς μηδαμόθεν παραποδίζεσθαι τοὺς κατὰ τοῦτον πολιτεύεσθαι μέλλοντας, μήτ’ ἀπὸ χώρας μήτ’ ἀπὸ γένους μήτ’ ἀπὸ τόπου μήτε ἔκ τινος ἑτέρου τὸ σύνολον.

1

.

5

.

2

τοιοῦτος δὲ πέφηνεν ὁ πρὸς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ νενομοθετημένος νόμος τε καὶ βίος, τὴν παλαιτάτην καὶ πρεσβυτέραν Μωσέως εὐσέβειαν ἀνα‐ νεούμενος, καθ’ ἣν ὁ θεοφιλὴς Ἀβραὰμ καὶ οἱ τούτου προπάτορες
5δείκνυνται πεπολιτευμένοι.

1

.

5

.

3

εἰ γοῦν ἐθελήσειας τόν τε Χριστιανῶν βίον καὶ τὴν ὑπὸ τοῦ Χριστοῦ πᾶσιν ἔθνεσι καταβεβλημένην θεο‐ σέβειαν συνεξετάσαι τῷ τρόπῳ τῶν ἀμφὶ τὸν Ἀβραὰμ ἐπ’ εὐσεβείᾳ καὶ δικαιοσύνῃ μεμαρτυρημένων, ἕνα καὶ τὸν αὐτὸν εὑρήσεις.

1

.

5

.

4

ἐκεῖνοί τε γὰρ τῆς πολυθέου πλάνης ἀποχωρήσαντες, καὶ τὴν περὶ τὰ ἀγάλ‐ ματα δεισιδαιμονίαν ἀποστραφέντες, ὑπερκύψαντες δὲ καὶ τὴν ὁρω‐ μένην ἅπασαν κτίσιν, καὶ μήθ’ ἥλιον μήτε σελήνην μήτε τι τῶν
5μερῶν τοῦ παντὸς θεοποιήσαντες, ἐφ’ ἕνα τὸν ἀνωτάτω θεόν, αὐτὸν
δὴ τὸν ὕψιστον τὸν οὐρανοῦ καὶ γῆς δημιουργόν, ἑαυτοὺς ἀνήγαγον.20

1

.

5

.

5

ὃ καὶ συνίστησιν αὐτὸς ὁ Μωσῆς ἐν ταῖς τῆς ἀρχαιολογίας ἱστορίαις τὸν Ἀβραὰμ ἀναγράφων φάσκοντα· «ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν».

1

.

5

.

6

Καὶ πρό γε τούτου εἰσάγων τὸν Μελχισεδέκ, ὃν δή φησιν «ἱερέα» γεγονέναι «τοῦ θεοῦ τοῦ ὑψίστου», τὸν Ἀβραὰμ ὧδέ πως εὐλογοῦντα· «εὐλογημένος Ἀβραὰμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν».

1

.

5

.

7

εὕροις δ’ ἂν καὶ τὸν Ἐνὼχ καὶ τὸν Νῶε δικαιω‐ θέντας καὶ εὐαρεστήσαντας τῷ θεῷ κατὰ τὸν αὐτὸν τῷ Ἀβραὰμ τρόπον. ἀλλὰ καὶ ὁ Ἰὼβ «ἄνθρωπος δίκαιος, ἀληθινός, ἄμεμπτος, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος» πρὸ τῶν
5Μωσέως χρόνων μεμαρτύρηται· ὃς δὴ καὶ πεῖραν τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας δι’ ἀθρόας τῆς τῶν ὑπαρχόντων ἀποβολῆς ὑποσχών, μέγιστον εὐσεβοῦς ὑπόδειγμα τρόπου καὶ τοῖς μετ’ αὐτὸν ἀπολέλοιπεν, τὸν φιλόσοφον ἐκεῖνον ἐπιφωνήσας λόγον· «γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι· ὁ κύριος
10ἔδωκεν, ὁ κύριος ἀφείλετο· ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. εἴη τὸ ὄνομα κυρίου εὐλογημένον».

1

.

5

.

8

καὶ τὸν ἁπάντων κύριον σέβων ταύτας ἠφίει τὰς φωνάς, ἃς προϊὼν ὁ αὐτὸς διασαφεῖ δι’ ὧν φησι· «σοφὸς γάρ ἐστι διανοίᾳ, κραταιός τε καὶ μέγας, ὁ σείων τὴν ὑπ’ οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται, ὁ λέγων τῷ
5ἡλίῳ, καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει, ὁ τανύσας τὸν οὐρανὸν μόνος».

1

.

5

.

9

Εἰ δὴ οὖν τοῦτον αὐτῶν ἐκείνων τῶν πάλαι καὶ πρὸ Μωσέως θεοφιλῶν θεὸν ἔναγχος πᾶσι τοῖς ἔθνεσιν ὁ Χριστοῦ λόγος ὁμοίως ἐκείνοις μόνον εὐσεβεῖν διετάξατο, πέφηνεν ὅπως κοινωνοὶ γεγενή‐ μεθα τῆς ἴσης αὐτῶν ἐκείνων εὐσεβείας· τῆς δὲ εὐσεβείας μετασχόντες
5δῆλον ὡς καὶ τῆς εὐλογίας μεταληψόμεθα.

1

.

5

.

10

Ἀλλὰ καὶ τὸν τοῦ θεοῦ λόγον, ὃν δὴ Χριστὸν ἡμῖν προσαγο‐ ρεύειν φίλον, ὁμοίως κἀκεῖνοι γνόντες ἐμαρτυρήθησαν· οἵ γε καὶ πολὺ διαφερόντως τῆς ἐμφανοῦς αὐτοῦ παρουσίας τε καὶ θεοφανείας ἠξιώ‐ θησαν.

1

.

5

.

11

ἐπάκουσον γοῦν ὡς πάλιν αὐτὸς ὁ Μωσῆς τὸν ἐπιφανέντα τοῖς θεοφιλέσι καὶ πολλάκις χρηματίσαντα αὐτοῖς τὰ ἀναγεγραμμένα ποτὲ μὲν θεὸν καὶ κύριον ποτὲ δὲ καὶ ἄγγελον θεοῦ προσαγορεύει, ἄντικρυς παριστὰς ὅτι μὴ ὁ ἐπὶ πάντων θεὸς οὗτος ἦν, ἀλλά τις
5δεύτερος, θεὸς μὲν καὶ κύριος τῶν θεοφιλῶν ἀνδρῶν ἀνηγορευμένος, ἄγγελος δὲ τοῦ ἀνωτάτου πατρός.

1

.

5

.

12

λέγει δ’ οὖν αὐτοῖς ῥήμασι· «καὶ ἐπορεύθη Ἰακὼβ εἰς Χαράν, καὶ ἀπήντησεν τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυ‐
21
5πνιάσθη, καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτήν.

1

.

5

.

13

ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς, καὶ εἶπεν, ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ· μὴ φοβοῦ, ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου, καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς».

1

.

5

.

14

οἷς ἑξῆς ἐπι‐ λέγει· «καὶ ἀνέστη Ἰακὼβ τὸ πρωί, καὶ ἔλαβε τὸν λίθον ὃν ὑπέθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην».

1

.

5

.

15

εἶτα προϊὼν αὐτὸν δὴ τοῦτον τὸν ἐπιφανέντα αὐτῷ θεὸν καὶ κύριον ἄγγελον ὀνομάζει θεοῦ. φησὶν γοῦν ὁ Ἰακώβ· «καὶ εἶπέν μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ’ ὕπνον, Ἰακώβ· ἐγὼ δὲ εἶπα, τί ἐστίν»;

1

.

5

.

16

καὶ ἑξῆς· «ἑώρακα», φησίν, «πάντα ὅσα Λάβαν ποιεῖ σοι. ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν».

1

.

5

.

17

Ὁ δ’ αὐτὸς οὗτος καὶ τῷ Ἀβραὰμ παραφανεὶς θεὸς καὶ κύριος ἀνηγόρευται, μυσταγωγῶν τὸν θεοφιλῆ τὰς περὶ τοῦ πατρὸς αὐθεν‐ τίας, καί τινα ὡς περὶ ἑτέρου θεοῦ διδάσκων, ἃ καὶ κατὰ καιρὸν ἐπισκεψώμεθα.

1

.

5

.

18

ἀλλὰ καὶ τῷ Ἰὼβ οὐδένα ἢ τοῦτον εἶναι τὸν χρη‐ ματίσαντα μετὰ τὴν αὐτάρκη διαγυμνασίαν θεμιτὸν εἰπεῖν. πρότερον μὲν γὰρ «διὰ λαίλαπος καὶ νεφῶν» ἐπιφανεὶς αὐτῷ τὸν τῶν ὅλων θεὸν ἑαυτὸν ὄντα παρίστη, προϊὼν δὲ ἑξῆς ἑαυτὸν ἐπιδείκνυσιν, ὥστε φάναι
5τὸν Ἰώβ· «ἄκουσον δέ μου, κύριε, ἵνα κἀγὼ λαλήσω. ἀκοὴν μὲν φω‐ νῆς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε».

1

.

5

.

19

Εἰ δὲ μὴ οἷόν τε τὸν ἐπέκεινα θεόν, τὸν ἀόρατον καὶ ἀγέννη‐ τον καὶ παμβασιλέα τῶν ὅλων, θνητῇ φάναι θεωρεῖσθαι φύσει, τίς ἂν ὁ δηλούμενος εἴη πλὴν τοῦ πρὸς ἡμῶν μετὰ τὸν πατέρα κυριο‐ λογουμένου θεοῦ λόγου; καὶ τί δεῖ πλείονα περὶ τούτου συναγαγεῖν,
5παρὸν ἐκ τῶν ἱερῶν βίβλων τὰς τούτων συστάσεις λαμβάνειν, ἃς καὶ αὐτοὶ κατὰ τὴν προκειμένην ὑπόθεσιν ἐπὶ σχολῆς ἀναλεξόμεθα, εἰς ἀπόδειξιν τοῦ μηδὲ ἄλλον ἢ τὸν τοῦ θεοῦ λόγον εἶναι τὸν τοῖς θεοφιλέσιν προπάτορσιν ἑωραμένον;

1

.

5

.

20

οὐκοῦν μετὰ τὴν περὶ τοῦ
τῶν ὅλων δημιουργοῦ διάληψιν καὶ τὰ περὶ τοῦ Χριστοῦ κοινῶς ἡμῖν τε κἀκείνοις παραδέδοται· ἔνθεν καὶ Χριστοὺς αὐτοὺς δὴ ἐκείνους τοὺς πρὸ Μωσέως θεοφιλεῖς, ὥσπερ οὖν ἡμᾶς Χριστιανούς, εὕροις22
5ἂν κεκλημένους. καὶ τοῦτο δὲ ἐπάκουσον ὥς φησι περὶ αὐτῶν ἐν ψαλμοῖς τὸ λόγιον· «ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ, καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βα‐ σιλείας εἰς λαὸν ἕτερον, οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτούς, καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς λέγων, μὴ ἅπτεσθε τῶν χριστῶν μου
10καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε».

1

.

5

.

21

ταῦτα γὰρ ἐπὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ ἀνειρῆσθαι ἡ πᾶσα σύμφρασις τοῦ λόγου παρίστησιν· ὥστε καὶ τῆς τοῦ Χριστοῦ προσηγορίας ἡμῖν ὁμοίως ἐκοινώνουν.

1

.

6

.

1

Ἀλλὰ καὶ ὁ κατ’ ἀρετὴν βίος ἥ τε κατὰ εὐσέβειαν πολιτεία ὥσπερ τοῖς ἔθνεσιν ἅπασι διὰ τῆς τοῦ Χριστοῦ νουθεσίας κεκήρυκται δίχα τῆς κατὰ Μωσέα διαταγῆς, οὕτως καὶ τοῖς παλαιοῖς ἐκείνοις ὁ αὐτὸς τῆς εὐσεβείας κατωρθοῦτο τρόπος.

1

.

6

.

2

οὔτ’ οὖν σώματος αὐτοῖς περιτομῆς ἔμελεν, ὅτι μηδ’ ἡμῖν· οὔτε ἀποχῆς τῶν τοιῶνδε ζῴων βρώσεως, ὅτι μηδὲ ἡμῖν. αὐτίκα τὸν Μελχισεδὲκ ὁ Μωσῆς εἰσάγει «ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου», οὐ τὸ σῶμα περιτετμημένον, οὐ μύρῳ
5σκευαστῷ κατὰ Μωσέα κεχρισμένον, οὐ σάββατον τί ποτ’ ἐστὶν εἰδότα, οὐδ’ ὅλως τι τῶν μετὰ ταῦτα τῷ παντὶ Ἰουδαίων ἔθνει διὰ Μωσέως παρηγγελμένων ἐπαΐοντα, ἄντικρυς δὲ κατὰ τὸ Χριστοῦ εὐαγγέλιον βιοῦντα.

1

.

6

.

3

πλὴν ἀλλ’ ὅμως «ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου» φησὶν αὐτὸν ὁ Μωσῆς γεγονέναι, καὶ τοῦ Ἀβραὰμ κρείττονα· εἰσῆκται γοῦν τὸν Ἀβραὰμ εὐλογῶν. τοιοῦτός τις ἦν καὶ Νῶε, «ἄνθρωπος δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ», ὃν καὶ ζώπυρον σπέρμα τῷ γένει τῶν ἀνθρώπων
5ἐν τῇ τοῦ κατακλυσμοῦ φθορᾷ πάντων τῶν ἐπὶ γῆς ἀπολλυμένων ὁ τῶν ὅλων θεὸς διεφύλαξεν.

1

.

6

.

4

οὐδὲν γοῦν οὐδὲ οὗτος τῶν ἰουδαϊκῶν ἐθῶν ἐπιστάμενος, οὔτε ἐν περιτομῇ σώματος οὔτ’ ἐν τοῖς ἄλλοις τοῖς ὑπὸ Μωσέως διατεταγμένοις, ὅμως δίκαιος, εἰ καί τις ἄλλος, ἀνηγόρευται.

1

.

6

.

5

καὶ πρό γε τούτου ὁ Ἐνώχ, ὃς καὶ λέγεται εὐηρεστη‐ κέναι τῷ θεῷ καὶ μετατεθεῖσθαι ὡς μὴ εὑρίσκεσθαι αὐτοῦ θάνατον, τοιοῦτος δὲ καὶ οὗτος γεγονὼς οὔτε τὸ σῶμα περιτέτμητο οὔτε τι τῆς Μωσέως μετῄει νομοθεσίας, ἄντικρυς δὲ χριστιανικῶς ἀλλ’ οὐχὶ
5ἰουδαϊκῶς ζῶν ἀναπέφηνε. καὶ αὐτὸς δ’ ὁ Ἀβραὰμ μετὰ τοὺς προω‐ νομασμένους γεγονὼς καὶ νεώτερος παρ’ αὐτοὺς τοῖς χρόνοις, πρε‐ σβύτης δὲ διὰ τὴν ἡλικίαν, διὰ τοὺς μέλλοντας ἐξ αὐτοῦ φῦναι ὥσπερ τινὰ σφραγῖδα τὴν περιτομὴν πρῶτος ὑπέμεινε τοῦ σώματος, γνώρισμα τῆς αὐτοῦ διαδοχῆς τοῖς ἐξ αὐτοῦ κατὰ σάρκα γενησομένοις τουτὶ τὸ23
10σημεῖον παραδιδοὺς φέρειν·

1

.

6

.

6

πρὸ δέ γε τῆς παιδοποιίας καὶ πρὸ τῆς περιτομῆς καὶ αὐτὸς διὰ τῆς τῶν εἰδώλων ἀναχωρήσεως καὶ τῆς ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ ὁμολογίας καὶ διὰ μόνου τοῦ κατ’ ἀρετὴν βίου δείκνυται χριστιανικῶς ἀλλ’ οὐχὶ ἰουδαϊκῶς βεβιωκώς.

1

.

6

.

7

μεμαρτύρηται γοῦν τὰ προστάγματα καὶ τὰς ἐντολὰς τά τε δικαιώματα καὶ τὰ νό‐ μιμα τοῦ θεοῦ πρὸ τῆς Μωσέως διαταγῆς πεφυλαγμένος. λέγει δ’ οὖν πρὸς τὸν Ἰσαὰκ χρηματίζων ὁ θεός· «καὶ δώσω τῷ σπέρματί
5σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ’ ὧν ὑπήκουσεν Ἀβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰς ἐντολάς μου καὶ τὰ προστάγ‐ ματά μου, καὶ τὰ δικαιώματά μου, καὶ τὰ νόμιμά μου».

1

.

6

.

8

Ἦν γὰρ καὶ πρὸ τοῦ Μωσέως νόμου προστάγματα θεοῦ ἕτερα, καὶ δικαιώματα οὐχ ὅμοια τοῖς παρὰ Μωσεῖ, νόμιμά τε ἄλλα καὶ ἐν‐ τολαὶ Χριστοῦ, δι’ ὧν ἐδικαιώθησαν. ὅτι δ’ οὐ τὰ αὐτὰ ἦν τοῖς διὰ Μωσέως νομοθετηθεῖσι σαφῶς ὁ Μωσῆς παρίστησιν ἐν οἷς φησιν
5πρὸς τὸν λαόν· «ἄκουε Ἰσραὴλ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐγὼ λαλῶ ἐν τοῖς ὠσὶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ μαθήσεσθε αὐτὰ καὶ φυλάξασθε ποιεῖν αὐτά. κύριος ὁ θεὸς ὑμῶν διέθετο πρὸς ὑμᾶς ἐν Χωρὴβ διαθήκην, οὐχὶ τοῖς πατράσιν ὑμῶν διέθετο κύριος τὴν διαθήκην ταύτην, ἀλλὰ πρὸς ὑμᾶς».

1

.

6

.

9

Καὶ ὅρα γε ὅπως ἀκριβῶς φησι «τὴν διαθήκην ταύτην», ἐπεὶ μὴ τὴν αὐτὴν τοῖς πατράσιν αὐτῶν διετέθειτο. εἰ δ’ οὖν ἀπολύτως μὴ δεδόσθαι τοῖς πατράσιν αὐτῶν διαθήκην εἰρήκει, ψευδὴς ἂν ἦν ὁ λόγος αὐτῷ. δέδοται γοῦν τῷ Ἀβραὰμ διαθήκη καὶ τῷ Νῶε, ὡς τὰ
5ἱερὰ μαρτυρεῖ λόγια. διὰ τοῦτο μετὰ προσθήκης ὁ Μωσῆς οὐ ταύτην φησὶ δεδόσθαι τοῖς πατράσιν αὐτῶν, ἑτέραν αἰνιττόμενος τὴν κρείττω καὶ διαφέρουσαν, δι’ ἧς καὶ θεοφιλεῖς ἀπεφάνθησαν.

1

.

6

.

10

αὐτίκα τῷ Ἀβραὰμ διὰ τῆς εἰς τὸν τῶν ὅλων θεὸν πίστεως τὰ τῆς δικαι‐ οσύνης κατωρθῶσθαι μεμαρτύρηται ὑπ’ αὐτοῦ Μωσέως λέγοντος· «ἐπίστευσε δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην».

1

.

6

.

11

ὅτι δὲ μετὰ τὴν τῆς δικαιοσύνης κατόρθωσιν καὶ μετὰ τὴν ἐπ’ εὐσεβείᾳ μαρτυρίαν τὸ τῆς περιτομῆς εἴληφε σημεῖον καὶ μηδὲν πρὸς εὐσεβείας δικαίωσιν αὐτῷ τουτὶ συνεβάλλετο, σαφῶς ὁ λόγος παρί‐ στησιν.24
5 Εὕροις δ’ ἂν καὶ τὸν Ἰωσὴφ πρὸ τῶν Μωσέως χρόνων ἐν τοῖς Αἰγυπτίων βασιλείοις ἀπαραφυλάκτως ἀλλ’ οὐκ ἰουδαϊκῶς ἀχθέντα.

1

.

6

.

12

εἰ δὲ θέλεις, καὶ τὸν κορυφαῖον αὐτὸν καὶ νομοθέτην τοῦ Ἰουδαίων ἔθνους Μωσέα γνοίης ἂν ἐξ ἔτι νηπίας ἡλικίας παρὰ τῇ τοῦ Αἰγυ‐ πτίου βασιλέως θυγατρὶ τὰς διατριβὰς πεποιημένον, τροφῆς τε τῆς Αἰγυπτίας ἀπαρατηρήτως μετειληχότα.

1

.

6

.

13

Τί δεῖ λέγειν τὸν τρισμακάριον Ἰώβ, τὸν ἀληθῆ ἄνθρωπον ἐκεῖνον, τὸν ἄμεμπτον, τὸν δίκαιον, τὸν θεοσεβῆ, τῆς εἰς ἄκρον εὐ‐ σεβείας αὐτῷ καὶ δικαιοπραγίας τίς ἄρα αἰτία ἦν; μή τί γε τὰ Μω‐ σέως παραγγέλματα; οὐδαμῶς. ἀλλὰ σαββάτου ἡμέρας ἐπιτήρησις ἦν
5ἤ τινος ἄλλης ἰουδαϊκῆς ἐθελοθρησκείας φυλακή; πόθεν, πρεσβυτέρῳ τοῖς χρόνοις Μωσέως καὶ τῆς κατ’ αὐτὸν νομοθεσίας γενομένῳ; ὁ μὲν γὰρ Μωσῆς ἕβδομος ἐξ Ἀβραὰμ γενεαλογεῖται, οὑτοσὶ δὲ πέμπτος, δυσὶ προτέραις τὸν Μωσέα γενεαῖς προάγων.

1

.

6

.

14

θέα δ’ οὖν καὶ τού‐ του τὸν βίον, Μωσέως μὲν τῆς νομοθεσίας οὐδὲν ἐπαγόμενον, τῆς δὲ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας οὐκ ἀλλότριον. λέγει δ’ οὖν αὐτὸς τὸν ἑαυτοῦ διεξιὼν βίον ἐν τῇ πρὸς τοὺς ἑταίρους ἀπο‐
5λογίᾳ· «διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ ὀρφανῷ ᾧ οὐκ ἦν βοηθὸς ἐβοήθησα. στόμα δὲ χήρας με εὐλόγησεν, δικαιοσύνην δὲ ἐνεδεδύκειν. ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοΐδι, ὀφθαλμὸς ἤμην τυ‐ φλῶν, ποὺς δὲ χωλῶν, ἐγὼ ἤμην πατὴρ ἀδυνάτων».

1

.

6

.

15

αὐτὰ δὴ ταῦτα ἄντικρυς τὰ πᾶσιν ἡμῖν διὰ τῆς εὐαγγελικῆς διδασκαλίας μαθήματα κηρυττόμενα. ἀλλὰ καὶ ὡς εἰδὼς εὖ μάλα τὸ «κλαίειν μετὰ κλαιόν‐ των», καὶ τὸ «μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται» καὶ τὸ «εἰ
5πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη» ἐν τοῖς τῆς εὐαγγελικῆς διδασκαλίας μηθήμασι περιεχόμενα, τὸ πρὸς τοὺς ἐν τῷ βίῳ ταλαι‐ πωρουμένους φιλάνθρωπον ἐπεδείκνυε, λέγων· «ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα· ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις».

1

.

6

.

16

εἶτα πάλιν τῆς εὐαγγελικῆς διδασκαλίας τοὺς ἀσέμνους ἀπαγορευούσης γέλωτας προλαβὼν ὁ μακάριός φησιν· «εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν, εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον, ἵσταμαι δὲ
5ζυγῷ δικαίῳ, οἶδεν δὲ ὁ κύριος τὴν ἀκακίαν μου».

1

.

6

.

17

ἐπειδὴ δὲ ὁ παρὰ Μωσεῖ λόγος νομοθετεῖ λέγων· «οὐ μοιχεύσεις», θάνατον τε κατὰ μοιχῶν ἐπιψηφίζεται, ὁ δὲ τῆς εὐαγγελικῆς διδασκαλίας τὸν νόμον ἐπιτείνων φησίν· «ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις· ἐγὼ
25
5δὲ λέγω ὑμῖν, μηδὲ τὴν ἀρχὴν ἐπιθυμεῖν»,

1

.

6

.

18

σκέψασθε καλῶς τὸν περὶ οὗ νῦν ὁ λόγος, ὃς κατὰ τὸ Χριστοῦ βιοὺς εὐαγγέλιον καὶ τὸ μετ’ ἐπιθυμίας ἀκολαστότερον ἐμβλέπειν παρεφυλάττετο, ἐφ’ ᾧ καὶ ἐσεμνύνετο λέγων· «εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν ἡ καρδία
5μου γυναικὶ ἀνδρὸς ἑτέρου».

1

.

6

.

19

καὶ τὸν λογισμὸν ἀποδίδωσιν ἑξῆς ἐπάγων· «θυμὸς γὰρ ἀνδρὸς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα. πῦρ γάρ ἐστι καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὗ δ’ ἂν εἰσέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν».

1

.

6

.

20

ἀλλὰ καὶ τὸ τοῦ τρόπου ἀδωροδόκητον παρί‐ στησιν ὧδε· «εἰ δὲ καὶ ταῖς χερσί μου ἡψάμην δώρων, σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄριζος δὲ γενοίμην ἐπὶ γῆς».

1

.

6

.

21

ὅπως δὲ καὶ τοῖς οἰκείοις προσεφέρετο, μαθεῖν ἔστιν ἀφ’ ὧν διδάσκει φάσκων· «εἰ δὴ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρὸς ἐμέ».

1

.

6

.

22

καὶ πάλιν τὸν λογισμὸν ἀποδίδωσι· «τί γὰρ ποιήσω ἐὰν ἔτασίν μου ποιῆται ὁ θεός; πότερον οὐχ ὡς ἐγὼ ἐγενόμην ἐν σαρκί, οὕτως κἀκεῖνοι γεγόνασι; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ».

1

.

6

.

23

τούτοις ἐπιλέγει· «χήρας τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος, καὶ οὐχὶ ὀρφανῷ μετέδωκα, εἰ δὲ καὶ εἶδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίεσα».

1

.

6

.

24

καὶ πάλιν ὑποβὰς λέγει· «εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα, εἰ δὲ καὶ ηὐφράνθην πολλοῦ πλούτου μοι γενομένου, εἰ δὲ καὶ ἐπ’ ἀναριθμήτοις ἐθέμην χεῖρά μου».

1

.

6

.

25

καὶ τὸν λογισμὸν αὖθις ἐπιλέγει· «ἢ οὐχ ὁρῶμεν ἥλιον ἐπιφαύσκοντα καὶ ἐκλείποντα, καὶ σελήνην δὲ φθίνουσαν»;

1

.

6

.

26

εἶτα πάλιν τῆς εὐαγγε‐ λικῆς διδασκαλίας φησάσης· «ἐρρέθη τοῖς ἀρχαίοις, ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου, ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν», αὐτοφυεῖ διδασκαλίᾳ προλαβὼν ὁ θαυμάσιος
5τοὔργον ἀπεπλήρου· διό φησιν· «εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην ἐπὶ πτώματι ἐχθροῦ μου, καὶ εἶπεν ἡ καρδία μου, εὖ γε, ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου».

1

.

6

.

27

καὶ ἐπιλέγει· «ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο», ἐπεὶ μὴ ἀλλότριος τοῦ φήσαντος· «ξένος ἤμην, καὶ συνηγάγετέ με».

1

.

6

.

28

οἷα δὲ αὐτοῦ καὶ τὰ περὶ τῶν ἀκουσίων πλημμελημάτων, ἐπάκουσον λέγοντος· «εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου, οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους, τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν. εἰ δὲ καὶ
26
5εἴασα ἀδύνατον ἐξελθεῖν κόλπῳ κενῷ, χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν, συγγραφὴν δὲ ἣν εἶχον κατά τινος εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα, οὐδὲν λαβὼν παρὰ χρεωφειλέτου».

1

.

6

.

29

Ταῦτ’ ἦν καὶ τὰ τοιαῦτα τῶν πρὸ Μωσέως θεοφιλῶν ἀνδρῶν, (ἐξ ἑνὸς γὰρ καὶ τὸν τῶν λοιπῶν τεκμαίρεσθαι προσήκει βίον) τὰ περιύμνητα τῆς θεοσεβείας ἆθλα, δι’ ἃ καὶ φίλοι θεοῦ καὶ προφῆται 〈κληθῆναι〉 κατηξιώθησαν.

1

.

6

.

30

τοιούτοις δ’ οὖσιν τίς ἔτι χρεία ἦν τῶν παρὰ Μωσεῖ παραγγελμάτων, φαύλοις ἀνδράσι καὶ μοχθηροῖς παραδεδο‐ μένων; οὐκοῦν διὰ τούτων ἁπάντων τὸν ἀρχαιότατον τῆς τῶν προ‐ πατόρων θεοσεβείας τρόπον ὁ Χριστοῦ λόγος πᾶσι καταγγείλας τοῖς
5ἔθνεσιν προφανῶς ἀποδέδεικται, ὡς εἶναι τὴν καινὴν διαθήκην οὐδ’ ἄλ‐ λην ἐκείνης τῆς ἀρχαιοτάτης 〈πρὸ〉 τῶν Μωσέως χρόνων εὐσεβοῦς πο‐ λιτείας, ὥστε ὁμοῦ καὶ παλαιὰν αὐτὴν εἶναι καὶ νέαν· παλαιτάτην μὲν διὰ τὰ ἀποδεδειγμένα, νέαν δὲ αὖθις διὰ τὸ μακροῖς τοῖς μεταξὺ χρό‐ νοις ὥσπερ ἀποκρυβεῖσαν ἐξ ἀνθρώπων αὖθις ἀναβεβιωκέναι διὰ τῆς
10τοῦ σωτῆρος ἡμῶν διδασκαλίας.

1

.

6

.

31

τοῦτόν γέ τοι τὸν μεταξὺ δηλού‐ μενον χρόνον ἕως συνέβαινε λανθάνειν ἀνθρώπους καὶ ὥσπερ ἐφη‐ συχάζειν τὸν τῆς καινῆς διαθήκης τρόπον, ὁ Μωσέως ἐν τῷ μεταξὺ παρεισελθὼν νόμος, οἷά τις νηπίων καὶ ἀτελῶν ψυχῶν ἐπίτροπος
5καὶ οἰκονόμος ἢ καὶ ἰατρὸς δεινῇ καὶ Αἰγυπτιακῇ νόσῳ τετρυχωμένῳ τῷ παντὶ Ἰουδαίων ἔθνει, αὐτοῖς δὴ τοῖς τοῦ Ἀβραὰμ ἀπογόνοις, μὴ οἵοις τε οὖσιν ὁμοίως τοῖς προπάτορσι κατορθοῦν, τὸν ὑποβεβη‐ κότα καὶ ἀτελῆ βίον παρεδίδου.

1

.

6

.

32

Ἐπειδὴ γὰρ ἐν τῇ παρ’ Αἰγυπτίοις διατριβῇ οὗτοι μετὰ τὴν τῶν θεοφιλῶν προπατόρων τελευτὴν ταῖς Αἰγυπτιακαῖς ὁμοιοτρο‐ πίαις ἀπαχθέντες ἐπὶ τὴν πολύθεον, ὡς ἔφην, δεισιδαιμονίαν ἀπο‐ πεπτώκεσαν, ὡς μηδὲν τῶν Αἰγυπτίων πλέον ἔχειν δοκεῖν γεγονέναι
5δὲ κατὰ πάντα ὁμοίους αὐτοῖς, κατά τε τὴν τῶν εἰδώλων πλάνην ἔν τε τοῖς ἄλλοις ἐγχειρήμασιν· εἰκότως, ὥσπερ ἐκ βυθοῦ κακῶν ἀν‐ ιμώμενος αὐτοὺς ὁ Μωσῆς, ἀφίστη μὲν τῆς ἀθέου πολυθεΐας, ἀνῆγεν δὲ ἐπὶ τὸν πάντων δημιουργὸν θεόν, πρῶτον ἐκεῖνον βαθμὸν εὐσε‐ βείας ὡς ἐν εἰσαγωγαῖς καὶ προθύροις τῶν τελεωτέρων προβεβλη‐
10μένος.

1

.

6

.

33

ἔπειτα οὐ φονεύειν, οὐ μοιχεύειν, οὐ κλέπτειν, οὐκ ἐπιορ‐
κεῖν, οὐκ ἄρρενας ἄρρεσιν ἐπιμαίνεσθαι, οὐ μητράσιν οὐκ ἀδελφαῖς οὐ θυγατράσιν ἐπιμίγνυσθαι, οὐδ’ ὅσα τοιαῦτα τοῖς τότε πράττειν ἐξῆν ἀφόβως συνεχώρει.27

1

.

6

.

34

παραλαβὼν δὲ ἐξ ἀνημέρου καὶ θηριώδους βίου, λογικωτέραν καὶ εὔνομον ἐν τοῖς τότε χρόνοις πολιτείαν πρῶτος ἐπὶ γῆς διὰ γραφῆς συνεστήσατο, οὔπω· τότε πᾶσιν ἀνθρώποις ἐκ‐ φανοῦς ὄντος οὐδὲ τοῦ τοιουδὶ τρόπου.

1

.

6

.

35

εἶτα δὲ ὡς ἂν ἀτελέσιν ἀπειπὼν τὴν εἰδωλολατρίαν, θυσίαις καί τισι σωματικωτέροις τὸν ἕνα καὶ ἐπὶ πάντων θεὸν θεραπεύειν παρεκέλευεν, διά τινων ἀπορ‐ ρητοτέρων ἢ διὰ συμβόλων τὴν κατ’ αὐτὸν θρησκείαν ἐπιτελεῖν
5νομοθετήσας. ἣν καὶ θαυμασίως τῷ θείῳ πνεύματι συνιδὼν οὐκ εἰς ἄπειρον δεῖν περιέπειν, ὑφ’ ἕνα τόπον περιέγραψεν, ὁρίσας μὴ ἀλλα‐ χόσε συντελεῖν τὰ κατ’ αὐτὸν νόμιμα ἢ ἐν μόνῳ ἑνὶ τόπῳ, οὗτος δ’ ἦν ὁ ἐν Ἱεροσολύμοις, ἔξω δὲ τούτου μηκέτι.

1

.

6

.

36

ὅθεν εἰς ἔτι καὶ δεῦρο παισὶν Ἑβραίων οὐ θεμιτὸν ἄλλοσε ἐκτὸς τῆς καθῃρημένης αὐτῶν μητροπόλεως οὔτε θύειν κατὰ τὸν νόμον, οὔτε ἱερὸν οὔτε θυσιαστήριον ἐγείρειν, οὔτε χρίειν ἱερέας οὔτε βασιλέας, οὔτε τὰς
5κατὰ Μωσέα πανηγύρεις καὶ ἑορτὰς ἐκτελεῖν, οὐ μιασμοῦ καθαίρεσθαι, οὐ πλημμελείας ἀπολύεσθαι, οὐ δῶρα τῷ θεῷ προσφέρειν, οὐχ ἱλεοῦ‐ σθαι κατὰ τὰ νενομοθετημένα.

1

.

6

.

37

διόπερ καὶ τῇ Μωσέως εἰκότως ὑπο‐ βέβληνται κατάρᾳ, ἐν μέρει μὲν φυλάττειν τινὰ πειρώμενοι, ἐν δὲ τοῖς ὅλοις παρανομοῦντες, διαρρήδην Μωσέως ἀποφηναμένου· «ὅτι δὴ ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς ἐγγεγραμμένοις τοῦ
5νόμου, τοῦ ποιῆσαι αὐτά».

1

.

6

.

38

Τούτοις δὲ πᾶσι περιπεπτώκασιν, (αὐτοῦ Μωσέως θείῳ πνεύ‐ ματι προειληφότος), ὅτι δὴ τῆς διὰ Χριστοῦ καινῆς διαθήκης ἀνα‐ νεωθείσης καὶ τοῖς πᾶσιν ἔθνεσι καταγγελθείσης περιττή τις ἔσται ἡ κατ’ αὐτὸν νομοθεσία, ἣν εἰκότως ὑφ’ ἕνα τόπον περιώρισεν, ἵνα,
5εἴ ποτε τούτου στερηθεῖεν καὶ ἀποκλεισθεῖεν τῆς οἰκείας ἐλευθερίας, μηκέτ’ αὐτοῖς ἐξὸν εἴη ἐπὶ τῆς ἀλλοδαπῆς τὰ κατ’ αὐτὸν νόμιμα συντελεῖν, ὡς ἐξ ἀνάγκης τὴν δευτέραν διαθήκην τὴν διὰ Χριστοῦ κατηγγελμένην γενέσθαι παραδεκτέον.

1

.

6

.

39

αὐτὸ δὴ οὖν τοῦτο Μωσέως προηγορευκότος ὁμοῦ τε ὁ Χριστὸς ἐπεδήμει τῷ βίῳ καὶ τῆς καινῆς διαθήκης προεβάλλετο πᾶσι τοῖς ἔθνεσι διδασκαλία, παραχρῆμά τε Ῥωμαῖοι τὴν πόλιν ἑλόντες πολιορκίᾳ καθεῖλον [τὰ Ἱεροσόλυμα] καὶ
5τὸν αὐτόθι νεών· λέλυτό τε αὐτίκα πᾶσα ἡ Μωσέως διάταξις, καὶ τὰ
τῆς παλαιᾶς περιῄρητο διαθήκης, τά τε τῆς ἀρᾶς μετῄει τοὺς παρὰ καιρὸν τὰ Μωσέως πράττειν, παρανομοῦντας εἰς αὐτά, βιαζομένους· ἀντεισήγετο δὲ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ τῆς νέας καὶ ἐντελοῦς διδα‐ σκαλίας τὰ νόμιμα.28

1

.

6

.

40

διόπερ εἰκότως ὁ σωτὴρ καὶ κύριος τοῖς οἰο‐ μένοις ἐν μόνῃ τῇ Ἱερουσαλὴμ ἢ ἐν ὄρεσί τισιν ἢ τόποις ἀφωρισμένοις δεῖν τὸν θεὸν προσκυνεῖν φησιν· «ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε
5ἐν Ἱερουσαλὴμ τῷ πατρί· πνεῦμα γὰρ ὁ θεός, καὶ τοὺς προσκυνοῦν‐ τας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν».

1

.

6

.

41

Καὶ ταῦτα φήσαντος, παραχρῆμα καὶ οὐκ εἰς μακρὸν πολιορ‐ κηθέντων τῶν Ἱεροσολύμων, τοῦ τ’ αὐτόθι ἁγιάσματος καὶ τοῦ πρὸς αὐτῷ θυσιαστηρίου τῆς τε κατὰ Μωσέα λατρείας κατὰ τὴν αὐτοῦ Μωσέως διάταξιν περιῃρημένης, ἀνέφανεν εἰς πάντας ἀνθρώπους καὶ
5ἐξέλαμψεν ἡ ἀρχέτυπος τῶν πρὸ Μωσέως θεοφιλῶν ἀνδρῶν εὐσέβεια, ἥ τε δι’ αὐτῆς πᾶσιν τοῖς ἔθνεσιν ἐπηγγελμένη εὐλογία, ἀπὸ τοῦ πρώ‐ του βαθμοῦ καὶ ἀπὸ τῆς πρώτης στοιχειώσεως τῆς κατὰ Μωσέα λα‐ τρείας ἐπὶ τὸν κρείττονα καὶ τελειότερον προσάγουσα τοὺς προσιόν‐ τας αὐτῇ βίον.

1

.

6

.

42

αὐτίκα γοῦν τῶν μακαρίων ἐκείνων καὶ θεοφιλῶν, τῶν ἀμφὶ τὸν Ἀβραὰμ λέγω, οὐκ ἀφωρισμένως ἔν τινι τόπῳ προσ‐ κυνούντων, οὐδὲ διὰ συμβόλων καὶ τύπων, ἀλλ’ ᾗ φησιν ὁ σωτὴρ καὶ κύριος ἡμῶν «ἐν πνεύματι καὶ ἀληθείᾳ», ... διὰ τῆς τοῦ σωτῆρος
5ἡμῶν ἐπιφανείας ἅπασι τοῖς ἔθνεσιν ὑπῆρξεν, τῶν πάλαι προφητῶν καὶ τοῦτο τεθεωρηκότων. λέγει δ’ οὖν ἄντικρυς Σοφονίας· «ἐπιφα‐ νήσεται κύριος ἐπ’ αὐτούς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου αὐτῶν».

1

.

6

.

43

Ὁ δὲ Μαλαχίας ὁμοῦ πρὸς τοὺς ἐκ περιτομῆς ἀποτείνεται, καὶ περὶ τῶν ἐθνῶν ταῦτα προαναφωνεῖ, φάσκων· «οὐκ ἔστιν μου θέλημα, λέγει κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπ’ ἀνατολῶν καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται
5ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά».

1

.

6

.

44

τὸ γὰρ ἐν παντὶ τόπῳ θυμίαμα καὶ θυ‐ σίαν ἀναφέρεσθαι θεῷ τί ἕτερον παρίστησιν, ἢ ὅτι μὴ ἐν Ἱεροσολύ‐ μοις μηδ’ ἀφωρισμένως ἐν τῷδε τῷ τόπῳ, ἐν πάσῃ δὲ χώρᾳ. καὶ ἐν
πᾶσι τοῖς ἔθνεσι μέλλουσι τὸ δι’ εὐχῶν θυμίαμα καὶ τὴν οὐ δι’ αἱ‐29
5μάτων ἀλλὰ δι’ ἔργων εὐσεβῶν καθαρὰν ὠνομασμένην θυσίαν τῷ ἐπὶ πᾶσιν ἀναφέρειν θεῷ;

1

.

6

.

45

βοᾷ δὲ διαρρήδην καὶ κέκραγεν ὁ Ἡσαΐας θεσπίζων ἅμα καὶ λέγων· «ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον ὃς σώσει αὐτούς, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν
5κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσιν θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ, καὶ ἀποδώσουσιν, καὶ ἐπιστραφήσονται πρὸς κύριον, καὶ εἰσακούσεται αὐτῶν, καὶ ἰάσεται αὐτούς».

1

.

6

.

46

Ἆρά σοι δοκοῦμεν ἀληθῆ λέγειν, μετάθεσιν τοῦ Μωσέως νόμου μᾶλλον δὲ παῦλαν καὶ λύσιν φάσκοντες διὰ τῶν προφητικῶν φωνῶν θεσπίζεσθαι;

1

.

6

.

47

ὁ μέν γε Μωσῆς θυσιαστήριον καὶ θυσίας οὐδ’ ἀλλα‐ χόσε γῆς ἢ ἐν μόνῃ τῇ Ἰουδαίᾳ καὶ ταύτης ἐν μιᾷ πόλει συστήσασθαι νομοθετεῖ· ἡ δὲ προφητεία ἐν χώρᾳ φησὶν Αἰγύπτου τῷ κυρίῳ θυ‐ σιαστήριον ἱδρυθήσεσθαι, καὶ τοὺς Αἰγυπτίους αὐτοὺς τῷ κυρίῳ τῶν
5προφητῶν ἀλλ’ οὐκέτι τοῖς πατρῴοις θεοῖς καλλιερήσειν τὰς θυσίας, καὶ τῆς θεογνωσίας οὐ Μωσέα αἴτιον οὐδ’ ἕτερον τῶν προφητῶν αὐτοῖς γενήσεσθαι, ἀλλά τινα καινὸν καὶ νέον ἄνθρωπον θεόθεν ἀπεσταλμένον.

1

.

6

.

48

μετατιθεμένου δὲ τοῦ θυσιαστηρίου παρὰ τὰ τῷ Μωσεῖ δοκοῦντα, ἀνάγκη πᾶσα καὶ τοῦ Μωσέως νόμου μεταβολὴν γενέσθαι. εἶτα δὲ θύοντες Αἰγύπτιοι τῷ ἐπὶ πάντων θεῷ πάντως που καὶ ἱερωσύνης ἀξιωθήσονται. ἱερωμένων δῆτα Αἰγυπτίων, τὰ
5περὶ Λευιτῶν καὶ τῶν ἐκ διαδοχῆς Ἀαρὼν Μωσεῖ διατεταγμένα οὐκέτ’ ἂν γένοιτο τοῖς Αἰγυπτίοις χρήσιμα.

1

.

6

.

49

Ὥρα δὴ οὖν καινῆς νομοθεσίας δεῖν εἰς τὴν τῶν δηλουμένων σύστασιν. τί δέ; ἆρα εἰκῆ ταῦτ’ ἀναπεφώνηται; ἢ καὶ τέλος ἐπενή‐ νεκται τοῖς λόγοις; σκέψαι δ’ οὖν, εἰ μὴ σήμερον, λέγω δὴ καθ’ ἡμᾶς αὐτούς, ὀφθαλμοῖς ὁρῶνται οὐ μόνον Αἰγύπτιοι, ἀλλὰ καὶ
5πᾶν γένος τῶν πρὶν εἰδωλολατρῶν ἀνθρώπων, οὓς ἡ πρόρρησις διὰ τῶν Αἰγυπτίων ᾐνίττετο, τῆς μὲν πολυθέου καὶ δαιμονικῆς ἀπηλλαγμένον πλάνης, τὸν δὲ τῶν προφητῶν θεὸν ἀνακαλού‐ μενον.

1

.

6

.

50

καὶ εὔχονται δὲ οὐκέτι πλείοσι κυρίοις, ἑνὶ δὲ τῷ μόνῳ κυρίῳ κατὰ τὸ ἱερὸν λόγιον, καὶ τούτῳ θυσιαστήριον ἀναίμων καὶ λογικῶν θυσιῶν κατὰ τὰ καινὰ μυστήρια τῆς νέας καὶ καινῆς δια‐ θήκης καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀνεγήγερται ἐν αὐτῇ τε
5Αἰγύπτῳ καὶ τοῖς λοιποῖς ἔθνεσι τὸν τρόπον αἰγυπτιάζουσι κατὰ τὴν δεισιδαίμονα πλάνην.

1

.

6

.

51

νῦν καθ’ ἡμᾶς ἡ τοῦ τῶν ὅλων θεοῦ γνῶσις διαλάμπουσα τὴν πίστιν ἀναμφίλεκτον τῶν προθεσπισθέντων ἐπι‐ σφραγίζεται. ταῦτα δὲ ἔργοις ἐπιτελούμενα ὁρῶν ἀλλ’ οὐκέτ’ ἀκοῇ προσδοκώμενα, τὸν καιρόν, ὁπόθεν τὴν ἀρχὴν τῶν πραγμάτων εἴ‐
30
5ληχεν, οὐδ’ ἄλλον ἀναζητήσας εὑρήσεις ἢ τὸν τῆς σωτηρίου ἐπιφα‐ νείας.

1

.

6

.

52

αὐτὸς ἄρα οὗτος ἦν ἐκεῖνος, ὃν ὁ χρησμὸς ἐδήλου, φήσας ἀποστέλλειν τὸν τῶν ὅλων θεὸν καὶ κύριον τοῖς Αἰγυπτίοις «ἄνθρω‐ πον, ὃς σώσει αὐτούς», ὃν καὶ τὰ Μωσέως ἐδήλου λόγια, δι’ ὧν ἔφησεν· «ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν
5πολλῶν»,

1

.

6

.

53

ἐν οἷς ἔθνεσι καὶ Αἰγύπτιοι δήπουθεν καταριθμοῖντ’ ἄν. Ἀλλὰ περὶ μὲν τούτων μακρὸς ἂν εἴη λόγος, ἐπ’ οἰκείας σχολῆς ἐντελέστερον ἀποδοθησόμενος· τό γε μὴν παρὸν ἐπιτετηρήσθω ὅτι τὰ προηγούμενα οὐδ’ ἄλλοτε ἢ μετὰ τὴν ἐπιφάνειαν Ἰησοῦ τοῦ σω‐
5τῆρος ἡμῶν ἐπληροῦτο.

1

.

6

.

54

ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο παρὰ τοῖς Αἰγυπτίοις καὶ παρὰ Πέρσαις Σύροις τε καὶ Ἀρμενίοις, καὶ παρὰ τοῖς τὰς ἐσχατιὰς τῆς γῆς οἰκοῦσι βαρβάροις, αὐτοῖς τε τοῖς τὸ πρὶν ἀνημερωτάτοις καὶ θηριωδεστάτοις ἔθνεσι, ναὶ μὴν καὶ παρὰ τοῖς
5τὰς νήσους οἰκοῦσιν (ὅτι δὴ καὶ τούτων ἠξίωσε μνήμην ἡ προφητεία ποιήσασθαι) αὐτὴ ἐκείνη ἡ κατὰ τὸν Ἀβραὰμ πολιτεία καὶ ὁ παλαί‐ τατος καὶ πάντων ἀρχαιότατος τῆς θεοσεβείας τρόπος σπουδάζεται.

1

.

6

.

55

καὶ τίς οὐκ ἂν ἐκπλαγείη τὸ παράδοξον τοῦ πράγματος, εἰ δὴ οἱ ἐξ αἰῶνος λίθοις καὶ ξύλοις καὶ δαίμοσι, θηρίοις τε ἀνθρωποβόροις, καὶ ἑρπετοῖς ἰοβόλοις, ζῴοις τε παντοίοις, καὶ εἰδεχθέσι κνωδάλοις, πυρί τε καὶ γῇ, καὶ τοῖς τοῦ παντὸς ἀψύχοις στοιχείοις τὴν σεβάσμιον
5τιμὴν περιτιθέντες, τὸν ὕψιστον θεὸν τὸν οὐρανοῦ καὶ γῆς δημιουρ‐ γόν, αὐτὸν δὴ τὸν τῶν προφητῶν κύριον, τὸν θεὸν Ἀβραὰμ καὶ τῶν τούτου προπατόρων, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν ἀνα‐ καλοῦνται;

1

.

6

.

56

καὶ οἱ μικρῷ πρόσθεν μητρογαμίαις καὶ θυγατρομιξίαις, ἀλληλοφθορίαις τε καὶ παντοίαις μιαιφονίαις ἐγκαλινδούμενοι, οἱ μηδέν τι ἀνημέρων θηρίων τὸν τρόπον διαφέροντες, νυνὶ διὰ τῆς τοῦ σω‐ τῆρος ἡμῶν ἐνθέου δυνάμεως μεταβληθέντες καὶ ὥσπερ ἐξ ἑτέρων
5ἕτεροι γεγονότες, λόγους ἀρετῆς καὶ σωφροσύνης παιδεύματα συνιόντες εἰς τὰ κοινὰ διδασκαλεῖα μανθάνουσιν; ὡς τὴν ἀνωτάτω φιλοσοφίαν, τὴν μηδ’ ἐμβλέπειν ἀκολάστοις ὀφθαλμοῖς μηδὲ μέχρι λόγων ἀδια‐ φορεῖν μηδὲ τὰ κοινὰ καὶ τοῖς πᾶσι συνήθη διαπράττεσθαι παραι‐ νοῦσαν, ἄνδρας οὐ μόνον ἀλλὰ καὶ γυναῖκας, πένητάς τε καὶ πλου‐
10σίους, λογίους τε καὶ ἰδιώτας, μέχρι καὶ παίδων καὶ ἀνδραπόδων, ἐν ταῖς κατὰ πόλιν καὶ κατ’ ἀγροὺς διατριβαῖς παιδεύεσθαι, μανθάνειν τε ἀληθῆ τρόπον, καθ’ ὃν τὸν ἐπὶ πάντων προσήκει θεὸν σέβειν καὶ θεραπεύειν ἐν παντὶ τόπῳ κατὰ τὴν φήσασαν προφητείαν· «καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ».31

1

.

6

.

57

Προσκυνεῖ δῆτα οὖν πᾶς τῷ ἐπὶ πάντων θεῷ βάρβαρος καὶ Ἕλλην, οὐ τρέχων ἐπὶ τὰ Ἱεροσόλυμα, οὐδ’ αἵμασι καὶ θυσίαις ἀφο‐ σιούμενος, οἴκοθεν δὲ καὶ ἐφ’ ἑαυτοῦ μένων, καὶ πνεύματι καὶ ἀληθείᾳ τὴν ἄναιμον καὶ καθαρὰν ἀποδιδοὺς αὐτῷ λατρείαν.

1

.

6

.

58

καὶ αὕτη γε ἦν ἡ καινὴ διαθήκη, οὐ κατὰ τὴν παλαιὰν τυγχάνουσα· παλαιὰν δὲ μή τοι νομίσῃς λέγεσθαι τὴν τῶν πρὸ Μωσέως θεοφιλῶν ἀνδρῶν, ἀλλὰ τὴν ὑπὸ Μωσέως αὐτοῦ τῷ Ἰουδαίων ἔθνει νενομοθετημένην.

1

.

6

.

59

ἐπιφέρει γοῦν ὁ λόγος διασαφῶν τίνα ἔφησεν εἶναι τὴν παλαιάν, ᾗ μηδὲν ὅμοιον σχήσειν διδάσκει τὴν καινὴν λέγων· «διαθήσομαι δια‐ θήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς
5Αἰγύπτου».

1

.

6

.

60

οὐ κατὰ ταύτην γοῦν φησιν τὴν ὑπὸ Μωσέως νενο‐ μοθετημένην· αὕτη γὰρ ἦν κατὰ τὴν ἔξοδον τὴν ἀπ’ Αἰγύπτου τοῖς Ἰουδαίοις παραδοθεῖσα. ἔδοξεν ἂν οὖν ἐναντίαν εἰσάγειν τὴν καινὴν διαθήκην τοῦ τρόπου τῆς θεοσεβείας τῶν ἀμφὶ τὸν Ἀβραὰμ θεοφιλῶν,
5εἰ μὴ ἀκριβῶς ἐπεσημήνατο φήσας· «οὐ κατὰ τὴν διαθήκην ἣν διε‐ θέμην τοῖς πατράσιν αὐτῶν κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου».

1

.

6

.

61

Οὐ κατὰ τὴν ὑπὸ Μωσέως ἄρα ἐπὶ τῆς ἐξόδου καὶ ἐπὶ τῆς κατὰ τὴν ἔρημον διατριβῆς νενομοθετημένην ἔσεσθαι τὴν καινὴν ἐθέσπιζεν, ἀλλὰ κατ’ ἐκείνην δηλαδὴ τὴν πρόπαλαι πολιτευσαμένην, δι’ ἧς κατορθώσαντες ἀνεφάνησαν οἱ πρὸ Μωσέως.

1

.

6

.

62

δι’ ἃ δὴ λοι‐ πὸν ἤδη θαρρῶν, τὰς τῶν θεοσεβεῖν ἐπαγγελλομένων προαιρέσεις μὴ ἐπὶ δύο ἀλλὰ τρία ... τάγματα, τό τε τῶν παντελῶς εἰδωλολατρῶν, τῶν δὴ ἐπὶ τὴν πολύθεον πλάνην ἀποπεπτωκότων, καὶ τὸ τῶν ἐκ
5περιτομῆς διὰ Μωσέως ἐπὶ τὸν πρῶτον ἀνεληλυθότων τῆς εὐσεβείας βαθμόν, καὶ τρίτον τὸ τῶν ἐπαναβεβηκότων διὰ τῆς εὐαγγελικῆς δι‐ δασκαλίας, ὃ καὶ τῶν δυεῖν μέσον παρεμβαλών, μηκέθ’ ἡγοῦ τοὺς ἀπὸ Ἰουδαίων ἀφισταμένους πάντως δεῖν ἐφ’ ἑλληνισμὸν ἐκπίπτειν, μηδὲ τοὺς ἐξ Ἑλλήνων ἀναχωροῦντας ἐξ ἀνάγκης χρῆναι Ἰουδαίους ἔσεσθαι,
10τὸν δὲ μέσον ἑλὼν τὸν τρίτον εὑρήσεις ἄνω που ἑστῶτα καὶ ὥσπερ ἐφ’ ὑψηλοτάτης ἀκρωρείας ἀναβεβηκότα, ἑκατέρωθεν δὲ κάτω τοὺς
λοιποὺς ἀπολελοιπότα.32

1

.

6

.

63

Ἑλλήνων μὲν γὰρ ἐκπέφευγε τὴν ἄθεον καὶ πολυπλανῆ δεισι‐ δαιμονίαν καὶ τὰς ἀνειμένας πορνείας τε καὶ ἀκοσμίας, Ἰουδαίων δὲ ὡσαύτως τὴν ὑπὸ Μωσέως ἀτελῆ καὶ οἷα νηπίοις καὶ ἀσθενέσι κατάλ‐ ληλον ἐθελοθρησκείαν. τὸν οἰκεῖον δὲ ἄνωθεν οὐ μόνον Ἰουδαίοις
5ἀλλὰ καὶ Ἕλλησι καὶ βαρβάροις καὶ τοῖς ὑφ’ ἡλίῳ πᾶσιν ἔθνεσιν ἐπι‐ βοώμενος νόμον, ὅρα τί φησίν·

1

.

6

.

64

ὦ ἄνθρωπε, καὶ σύμπαν τὸ θνητῶν γένος, ὁ μὲν δὴ Μωσέως νόμος ἀφ’ ἑνὸς γένους ἀνθρώ‐ πων ἀρξάμενος, πρῶτον ἁπάντων τὸ Ἰουδαίων γένος, τῆς πρὸς τοὺς θεοφιλεῖς προπάτορας αὐτῶν ἐπαγγελίας ἕνεκεν, ἐπὶ τὴν τοῦ ἑνὸς
5θεοῦ γνῶσιν ἀνεκαλεῖτο, τῆς πικρᾶς τῶν δαιμόνων δουλείας τοὺς ὑπακούοντας ἀπαλλάττων· ἐγὼ δὲ πᾶσιν ἀνθρώποις καὶ τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἔθνεσιν τὴν ἐπαναβεβηκυῖαν τοῦ θεοῦ γνῶσιν καὶ εὐσέβειαν προαγγέλλων, κατὰ τοὺς ἀμφὶ τὸν Ἀβραὰμ καὶ τοὺς ἔτι παλαιτέρους πρὸ Μωσέως χρόνων βιοῦν παραινῶ, ἐν οἷς ἐξ ἀλλοδα‐
10πῶν ἐθνῶν πλείους ἐπ’ εὐσεβείᾳ μνημονεύονται διαλάμψαντες.

1

.

6

.

65

καὶ πάλιν· ὁ μὲν Μωσέως νόμος ἐφ’ ἕνα τινὰ τῆς γῆς ἀφωρισμένον τό‐ πον τοὺς εὐσεβεῖν προῃρημένους σπεύδειν πανταχόθεν παρεκελεύετο, ἐγὼ δὲ τοῖς πᾶσιν ἀνεὶς τὴν ἐλευθερίαν, οὐκ ἐν γωνίᾳ γῆς οὐδ’ ἐν
5ὄρεσιν ἤ τισιν χειροποιήτοις ναοῖς ζητεῖν τὸν ἐπὶ πάντων θεόν, οἴ‐ κοθεν δὲ ἕκαστον σέβειν αὐτὸν καὶ προσκυνεῖν παιδεύω.

1

.

6

.

66

καὶ πάλιν· ὁ μὲν παλαιὸς νόμος θυσίαις ταῖς διὰ ζῴων [σφαγαῖς] λιβανωτοῦ τε πυρὸς καί τινων ἄλλων ὁμοιοτρόπων τοῦ σώματος καθαρμῶν θρη‐ σκεύειν τὸν ἐπὶ πάντων θεὸν παρεκελεύετο, ἐγὼ δὲ τὰ ψυχῆς παρα‐
5διδοὺς ὄργια, διανοίᾳ καθαρωτάτῃ καὶ νῷ διαυγεῖ, ἐν σωφροσύνῃ καὶ τῷ κατ’ ἀρετὴν βίῳ, δόγμασίν τε ὀρθοῖς καὶ εὐσεβέσι τὸ θεῖον γεραί‐ ρειν προστάττω.

1

.

6

.

67

καὶ πάλιν· Μωσῆς μὲν ὡς ἂν μιαιφόνοις οὖσι τοῖς τότε μὴ φονεύειν παρῄνει, ἐγὼ δὲ τοῖς ἐν τούτῳ προπαιδαγωγηθεῖσι καὶ τὴν πρώτην ἐντολὴν κατωρθωκόσι νομοθετῶ τὴν τελειοτέραν, μηδ’ ὀργῆς ἐνέχεσθαι πάθει προστάττων. καὶ αὖθις· ὁ μὲν Μωσῆς
5μοιχοῖς καὶ ἀκολάστοις διετάττετο τὸ μὴ μοιχεύειν, μηδὲ ἀρσενοκοι‐ τεῖν, μηδὲ τὰς παρὰ φύσιν ἡδονὰς διώκειν, θάνατον τὴν τιμωρίαν τοῖς παραβαίνουσιν ἐπάγων, ἐγὼ δὲ μηδ’ ἐμβλέπειν γυναῖκα μετ’ ἐπιθυμίας ἀκολάστου τοὺς ἐμοὺς βούλομαι.

1

.

6

.

68

καὶ πάλιν· ὁ μὲν ἔλεγεν· «οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ θεῷ τοὺς ὅρκους σου· ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως, ἀλλ’ ἔσται ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν».

1

.

6

.

69

καὶ πάλιν·
ὁ μὲν τοὺς ἀδικοῦντας ἀμύνασθαι καὶ ἀνταδικεῖν παρεκελεύετο λέγων· «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος, ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ, ἀλλ’ ὅστις σε ῥαπίσει εἰς τὴν δεξιὰν33
5σιαγόνα σου, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον».

1

.

6

.

71

καὶ πάλιν· ὁ μὲν παρῄνει τὸν μὲν φίλον ἀγαπᾶν, μισεῖν δὲ τοὺς ἐχθρούς, ἐγὼ δὲ καθ’ ὑπερβολὴν φιλανθρωπίας καὶ ἀνεξικακίας ἀγαπᾶν τοὺς ἐχθροὺς ὑμῶν νομοθετῶ καὶ προσεύχεσθαι «ὑπὲρ τῶν διωκόντων, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς,
5ὅστις τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους».

1

.

6

.

72

καὶ ἐπὶ τούτοις ὁ μὲν πρὸς τὴν τῶν πολ‐ λῶν σκληρίαν ἡρμόζετο καὶ τοῖς ἐμπαθέσι κατάλληλα διετάττετο, ἐξηλλαγμένον καὶ ὑποβεβηκότα παρὰ τὸν παλαιὸν τρόπον παραδιδοὺς εὐσεβείας· ἐγὼ δὲ ἐπὶ τὸν τῶν πρόπαλαι θεοφιλῶν ἀνδρῶν εὐσεβῆ
5καὶ θεοφιλῆ βίον ἀνακαλοῦμαι τοὺς πάντας.

1

.

6

.

73

καὶ ἐφ’ ἅπασιν ὁ μὲν «γῆν ῥέουσαν γάλα καὶ μέλι» οἷα νηπίοις ἐπηγγέλλετο· ἐγὼ δὲ βασιλείαν οὐρανῶν τοῖς οἵοις τε χωρεῖν προξενῶ.

1

.

6

.

74

Ταῦτα καὶ τὰ τοιαῦτα ὁ τῆς καινῆς διαθήκης λόγος διὰ τῆς Χριστοῦ διδασκαλίας πᾶσι κατήγγειλε τοῖς ἔθνεσιν. καὶ ταῦτα ἦν ἃ τοῖς αὐτοῦ μαθηταῖς ὁ Χριστὸς τοῦ θεοῦ πᾶσιν τοῖς ἔθνεσι καταγ‐ γέλλειν παρῄνει, φήσας· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη,
5διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν»·

1

.

6

.

75

ἃ καὶ πᾶσιν ἀνθρώποις Ἕλλησί τε καὶ βαρβάροις φυλάττειν παραδιδούς, σαφῶς τί ποτέ ἐστιν ὁ χριστιανισμὸς ἐξέφηνεν, τίνες θ’ ἡμεῖς καὶ ὁποῖος ὁ τῶν τοιῶνδε λόγων τε καὶ μαθημάτων διδάσκαλος, αὐτὸς
5ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, ὁ τὴν καινὴν ταύτην καὶ πανάρετον πολιτείαν καθ’ ὅλου τοῦ κόσμου συστησάμενος, ὥστε τοιαῦτα μανθάνειν φιλοσοφεῖν μὴ μόνον ἄνδρας ἀλλὰ καὶ γυναῖκας, πλουσίους τε καὶ πένητας, καὶ δούλους ἅμα δεσπόταις.

1

.

6

.

76

Καὶ μὴν ὁ τῆς καινῆς ταύτης νομοθεσίας εἰσαγωγεὺς τὰ πάντα κατὰ τὸν Μωσέως νόμον εἰσῆκται πεπολιτευμένος· ὃ καὶ αὐτὸ θαυ‐ μάζειν ἄξιον, ὅτι δὴ νέας πολιτείας νομοθέτης μέλλων καταστήσε‐ σθαι, τῆς κατὰ τὸ εὐαγγέλιον αὐτοῦ καινῆς διαθήκης, οὐχ ὡς ἐχθρὰ
5καὶ ἐναντία τὰ Μωσέως παρῃτήσατο· ἦ γὰρ ἂν ἐνομίσθη τὰ πολέμια Μωσεῖ διατάττεσθαι, οὕτω τε ἂν καὶ παρέσχεν τῆς κατὰ Μωσέως καὶ τῶν προφητῶν τοῖς ἀθέοις αἱρεσιώταις πλείστης δυσφημίας
ὑπόθεσιν, τοῖς τε ἐκ περιτομῆς εὔλογον τῆς κατ’ αὐτοῦ συσκευῆς αἰτίαν, οἳ δὴ ὡς παραβάτῃ καὶ ἀποστάτῃ τοῦ νόμου τὴν πρὸς θά‐34
10νατον ἐπιβουλὴν αὐτῷ συνεσκευάσαντο.

1

.

7

.

1

Νυνὶ δὲ πάντα κατὰ τὸν Μωσέως νόμον πεπολιτευμένος τοῖς ἀποστόλοις αὐτοῦ κέχρηται διακόνοις τῆς καινῆς αὐτοῦ νομο‐ θεσίας, ὁμοῦ μὲν καὶ τὰ Μωσέως οὐκ ἀλλότρια οὐδ’ ἐχθρὰ τῆς οἰ‐ κείας θεοσεβείας ἡγεῖσθαι δεῖν διδάξας, ὁμοῦ δὲ καὶ αὐθέντης καὶ
5εἰσηγητὴς νέας καὶ σωτηρίου πᾶσιν ἀνθρώποις καταστὰς νομοθεσίας, ὡς μηδαμῶς εἰς τὰ Μωσεῖ δοκοῦντα παρανομῆσαι αὐτόν, τέλος δ’ ἐκείνοις ἐπιθεῖναι πρότερον, καὶ πληρωτὴν αὐτῶν γενέσθαι, καὶ οὕτως ἐπὶ τὴν αὐθεντίαν τοῦ κατὰ τὸ εὐαγγέλιον νόμου παρελη‐ λυθέναι. καὶ τοῦτον ἀκουστέον αὐτοῦ λέγοντος τὸν τρόπον· «οὐκ
10ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι».

1

.

7

.

2

Εἰ μὲν γὰρ παραβάτης τοῦ Μωσέως νόμου κατέστη, κἂν εὐλό‐ γως ἐνομίσθη λύειν αὐτὸν καὶ παρανομεῖν· φαῦλος δέ τις καὶ παρά‐ νομος πεφυκὼς οὐκ ἂν ἐπιστεύθη αὐτὸς εἶναι ὁ Χριστός. λύων δὲ τὰ Μωσέως πῶς ἂν ἐνομίσθη αὐτὸς ὑπάρχειν ὁ ὑπὸ Μωσέως καὶ
5τῶν προφητῶν κατηγγελμένος; πῶς δ’ ἂν ἔσχεν τὸ ἀξιόπιστον καινῆς νομοθεσίας; ἔδοξε γὰρ ἂν εἰκότως τῆς παρανομίας χάριν ἐπὶ τὴν καινοτομίαν ἐληλυθέναι, φεύγων τὴν ἐπὶ ταῖς παρανομίαις τιμωρίαν.

1

.

7

.

3

νῦν δὲ μηδὲν μηδαμῶς τῶν ἐν τῷ νόμῳ λύσας, πληρωτὴς δ’ αὐτῶν γενόμενος καὶ τέλειος, ὡς ἄν τις εἴποι, κατὰ Μωσέα, ἐπεὶ μηκέτι τοῖς λοιποῖς ἔθνεσιν δυνατὸν ἦν ἐφαρμόζειν τὰ παρὰ Μωσεῖ νόμιμα διὰ τὰς προδηλωθείσας αἰτίας, (χρῆν δὲ δήπου φιλανθρωπίᾳ τοῦ
5παναγάθου τῶν ὅλων θεοῦ «πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν») τὰ κατάλληλα καὶ ἁρμόδια τοῖς πᾶσιν ἐνομοθέτησεν, οὐκ ἂν φθονήσας καὶ τὰ Μωσέως διὰ τῶν ἀποστόλων αὐτοῦ πᾶσιν ἀνθρώποις καταγγεῖλαι, εἰ μὴ τὸ ἀδύνατον ἐμποδὼν ἦν, ὡς διδάσκει λέγων ὁ ἀπόστολος· «τὸ γὰρ ἀδύνατον τοῦ νόμου,
10ἐν ᾧ ἠσθένει, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» καὶ τὰ ἑξῆς·

1

.

7

.

4

ἀδύνατον δὲ πᾶσιν δή που τοῖς ἔθνεσιν ὑπάρχει[ν] τρὶς τοῦ ἔτους ἀπαντᾶν εἰς Ἱεροσόλυμα κατὰ τὸν Μωσέως νόμον, καὶ ἀπὸ τῶν περάτων τῆς οἰκουμένης τὴν ἀπὸ λέχους γυ‐ ναῖκα σπεύδειν αὐτόθι τὰ καθάρσια ἀποθησομένην, καὶ ἄλλα μυρία
5ἃ καὶ ἑαυτῷ τις ἐπὶ σχολῆς ἀναλέξαιτο ἄν.

1

.

7

.

5

ἐπειδὴ τοίνυν ταῦτα οὐδὲ βουλομένοις δυνατὰ ἦν τοῖς ἀπῳκισμένοις τῆς Ἰουδαίας ἔθνεσιν φυλάττειν, εἰκότως μηδὲν τούτων δι’ ἑαυτοῦ λύσας ὁ σωτὴρ καὶ κύριος ἡμῶν, πληρωτὴς δὲ γενόμενος τῶν ἐν τῷ νόμῳ, καὶ πίστιν
35
5παρασχὼν τοῖς ὁρῶσιν ὡς ἄρα αὐτός ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ, ὁ πρὸς τῶν παρὰ Ἰουδαίοις πάλαι γενομένων προφητῶν μεμαρτυρη‐ μένος, μετὰ ταῦτα πᾶσι τοῖς ἔθνεσι τὰ ἁρμόδια παραγγέλματα διὰ τῶν οἰκείων μαθητῶν προβέβληται.

1

.

7

.

6

Ἔνθεν καὶ ἡμεῖς τὸ μὲν ἰουδαΐζειν παρῃτήμεθα, ὡς ἡμῖν μὴ νενομοθετημένον μηδ’ ἐφαρμόζειν τοῖς ἔθνεσι δυνάμενον, τὰς δὲ παρὰ Ἰουδαίοις προφητείας ἀσμένως κατεδεξάμεθα, ὡς ἂν τὰς περὶ ἡμῶν περιεχούσας προρρήσεις.
5 Ὁ δέ γε σωτὴρ καὶ διδάσκαλος ἡμῶν καὶ ἄλλως πληρωτὴς ὑπάρ‐ χει τοῦ Μωσέως νόμου καὶ τῶν μετ’ αὐτὸν προφητῶν.

1

.

7

.

7

ἐπειδὴ γὰρ τοῖς τεθεσπισμένοις τὰ τῶν συμπερασμάτων ἔλιπεν τά τε τῶν λό‐ γων ἀποτελέσματα, χρῆν δήπου καὶ τούτων αὐτῶν πληρωτὴν αὐτὸν γενέσθαι, οἷον, ὡς ἐπὶ παραδείγματος, ἡ μὲν παρὰ Μωσεῖ φησιν
5προφητεία· «προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν εἴπῃ ὑμῖν ὁ προφήτης ἐκεῖ‐ νος».

1

.

7

.

8

τοῦτο δὴ τὸ λεῖπον ἀπεπλήρου δεύτερος μετὰ Μωσέα νομο‐ θέτης ἀναφανεὶς ἀνθρώποις τῆς ἀληθοῦς εὐσεβείας τοῦ τῶν ὅλων θεοῦ. τὸ γὰρ μὴ ἁπλῶς φάσκειν Μωσέα προφήτην ἀναστήσεσθαι, ἀλλὰ μετὰ προσθήκης τῆς ὡς αὐτόν· «προφήτην γὰρ ὑμῖν ἀναστήσει,
5φησίν, κύριος ὁ θεὸς ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε»,

1

.

7

.

9

τί ἕτερον ἐδήλου ἢ ὅτι αὐτῷ Μωσεῖ παρισωμένος τις ἔμελλεν 〈γενέσθαι〉 ὁ θεσπιζόμενος; Μωσῆς δὲ νομοθέτης εὐσεβείας ἦν τοῦ ἐπὶ πάντων θεοῦ. οὐκοῦν καὶ τὸν προφητευόμενον, ὅσπερ ἔμελλεν ὅμοιος γενή‐
5σεσθαι Μωσεῖ, νομοθέτην ἐκείνῳ παραπλήσιον φῆναι εἰκὸς ἦν.

1

.

7

.

10

μυρίων γοῦν μετὰ ταῦτα προφητῶν μετὰ Μωσέα γεγονότων, οὐδεὶς ὅμοιος Μωσεῖ μεμαρτύρηται· πάντες γὰρ εἰς ἐκεῖνον ἀνέπεμ‐ πον τοὺς ἀκροωμένους. μαρτυρεῖ δ’ οὖν ἡ γραφὴ ὅτι οὐκ ἐγήγερται προφήτης ὅμοιος Μωσεῖ· οὔτε οὖν Ἱερεμίας οὔτε Ἡσαΐας οὔτε τις
5ἕτερος τῶν προφητῶν ὅμοιος αὐτῷ ἂν εἴη, ἐπειδὴ μηδὲ εἷς τούτων νομοθέτης ἀναδέδεικται.

1

.

7

.

11

προσδοκωμένου τοίνυν τοῦ κατὰ Μωσέα μέλλοντος ἀναστήσεσθαι προφήτου τε καὶ νομοθέτου, παρῆν οὗτος
Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, νομοθετῶν πᾶσι τοῖς ἔθνεσι καὶ τὰ ὑπὲρ νόμον διαπραττόμενος.36

1

.

7

.

12

τὸ γάρ· «ἐλέχθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν μη〈δὲ〉 ἐπιθυμεῖν», καὶ τὸ «ἐλέχθη τοῖς ἀρχαίοις· οὐ φονεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν μηδὲ ὀργίζεσθαι», καὶ τό· «μηκέτι ἐν Ἱεροσολύμοις, ἀλλ’ ἐν παντὶ τόπῳ προσκυνεῖν», καὶ τὸ
5μὴ λιβανωτῷ καὶ θυσίαις, «ἐν πνεύματι δὲ καὶ ἀληθείᾳ θρησκεύειν», καὶ ὅσα τοιαῦτα ἐν τῇ αὐτοῦ φέρεται διδασκαλίᾳ, πανσόφου ἦν ἄν‐ τικρυς καὶ τελειοτάτου νομοθέτου.

1

.

7

.

13

διὸ καὶ οἱ ἀκροώμενοι «ἐξε‐ πλήττοντο», φησὶν ἡ θεία γραφή, ὅτι ἐδίδασκεν αὐτοὺς «ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι». καὶ τοῦτο τοίνυν τὸ λεῖπον τῇ Μωσέως προφητείᾳ λόγιον ἀπεπλήρου, ὡσαύτως
5δὲ καὶ τὰ λοιπὰ τῶν προφητειῶν τῶν περὶ αὐτοῦ καὶ περὶ τῆς τῶν ἐθνῶν κλήσεως θεσπίσματα.

1

.

7

.

14

γέγονε τοίνυν πληρωτὴς τοῦ νόμου καὶ τῶν προφητῶν, τὰς περὶ ἑαυτοῦ προρρήσεις εἰς πέρας ἀγαγών· καὶ μέχρι μὲν αὐτοῦ στήσας τὸν πρότερον νόμον, ἀρχηγὸς δὲ ἀνα‐ φανεὶς δευτέρου τοῦ τοῖς πᾶσιν ἔθνεσι κατηγγελμένου τῆς καινῆς
5διαθήκης νόμου, ὡς ὁμοῦ [νόμου καὶ ἀρχῆς] αἴτιον καταστῆναι τῶν δυεῖν ὑποθέσεων, ἰουδαϊσμοῦ λέγω καὶ χριστιανισμοῦ, ὃ καὶ αὐτὸ θαυμάζειν ἄξιον 〈κατὰ〉 τὴν θείαν πρόρρησιν ὧδέ πως ἀναφωνοῦσαν· «ἰδού, τίθημι ἐν Σιὼν λίθον ἐκλεκτόν, ἀκρογωνιαῖον, ἔντιμον· καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται».

1

.

7

.

15

Τίς δ’ ἂν εἴη ἀκρογωνιαῖος ἢ οὗτος ὁ ζῶν καὶ πολυτίμητος λίθος μίαν ἐκ δυεῖν οἰκοδομῶν ὑποστησάμενος διὰ τῆς αὐτοῦ διδα‐ σκαλίας; τὴν γὰρ Μωσέως μέχρις αὐτοῦ παραταθεῖσαν στήσας, ἐκ θατέρου μέρους τὴν ἡμετέραν ἐπισυνῆψεν τὴν κατὰ τὸ εὐαγγέλιον
5οἰκοδομήν.

1

.

7

.

16

ὅθεν εἰκότως ἀκρογωνιαῖος ὠνόμασται. καὶ ἐν ψαλ‐ μοῖς δὲ εἴρηται· «λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν».

1

.

7

.

17

ἔνθα σαφῶς τὸ λόγιον καὶ τὴν ἐκ τοῦ Ἰουδαίων ἔθνους ἐπιβουλήν, ἣν πέπονθεν ὁ θεσπιζόμενος, διεσάφησεν, ἀποδοκιμασθῆναι μὲν αὐτὸν πρὸς τῶν τὸν παλαιὸν τοῖχον οἰκοδομούντων. γραμματέων τινῶν καὶ Φαρισαίων ἀρχιερέων
5τε καὶ πάντων τῶν παρὰ Ἰουδαίοις ἀρχόντων, φῆναν, πλὴν ἀλλὰ μετὰ τὴν ἐξ ἐκείνων ἀτιμίαν καὶ ἀποβολὴν θεσπίσαν αὐτὸν «γενή‐ σεσθαι εἰς κεφαλὴν γωνίας», ἀρχηγὸν καταστάντα τῆς καινῆς διαθή‐ κης ἀκολούθως ταῖς ἀποδοθείσαις θεωρίαις.37

1

.

7

.

18

Οὐκοῦν ἀποστάντες ἡμεῖς ἑλληνισμοῦ οὐκ ἐπὶ ἰουδαϊσμὸν καταπεπτώκαμεν, οὐδὲ ἀποδεχόμενοι τὸν Μωσέως νόμον καὶ τοὺς Ἑβραίων προφήτας, μὴ βιοῦντες δὲ ἰουδαϊκῶς ἀλλὰ κατὰ τὴν πρὸ Μωσέως τῶν θεοφιλῶν ἀνδρῶν πολιτείαν, πταίοιμεν ἄν.

1

.

7

.

19

κἀν τούτῳ γὰρ Μωσέα καὶ τοὺς μετ’ αὐτὸν προφήτας ἀληθεύοντας ἀποδείκνυμεν, τὸν ὑπ’ αὐτῶν προκεκηρυγμένον Χριστὸν ἀποδεχόμενοι καὶ τούτου τοῖς νόμοις πειθόμενοι, κατ’ ἴχνος τε τῆς αὐτοῦ διδα‐
5σκαλίας βαίνειν δι’ εὐχῆς τιθέμενοι, αὐτῷ Μωσεῖ κἀν τούτῳ τὰ φίλα ποιοῦντες·

1

.

7

.

20

ὃς προειπὼν ὅτι «προφήτην ἀναστήσει κύριος ὁ θεὸς» ὅμοιον αὐτῷ ἐπιλέγει· «πᾶσα δὲ ψυχὴ ἥτις μὴ ἀκούσεται τοῦ προφή‐ του ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτῆς». αὐτίκα Ἰουδαῖοι, μὴ παραδεξάμενοι τὸν προφήτην μηδ’ ἐπακούσαντες αὐτοῦ τοῖς
5ἁγίοις λόγοις, ἔσχατον ὑπέμειναν ὄλεθρον ἀκόλουθα τῇ προρρήσει πεπονθότες.

1

.

7

.

21

οὔτε γὰρ τὸν Χριστοῦ νόμον τὸν τῆς καινῆς δια‐ θήκης κατεδέξαντο, οὔτε τὰ Μωσέως παραγγέλματα δίχα παρανομίας οἷοί τε ἂν εἶεν φυλάσσειν· διὸ καὶ τῇ Μωσέως ὑποβέβληνται κατάρᾳ, τῷ μηδὲ δυνατὸν αὐτοῖς εἶναι τὰ παρὰ Μωσεῖ νενομοθετημένα συν‐
5τελεῖν, περιῃρημένης αὐτῶν τῆς μητροπόλεως, καὶ ἀποκεκλεισμένης τῆς μόνον αὐτόθι συγκεχωρημένης ἐπιτελεῖσθαι Μωσαϊκῆς θρησκείας.

1

.

7

.

22

ἡμεῖς δὲ τὸν ὑπὸ Μωσέως καὶ τῶν λοιπῶν προφητῶν κατηγγελ‐ μένον ἀποδεξάμενοι καὶ τούτῳ πείθεσθαι δι’ εὐχῆς ποιούμενοι πλη‐ ρωταὶ ἂν εἴημεν τῆς Μωσέως παραγγελίας, δι’ ἧς ἔφησεν· «αὐτοῦ ἀκούσεσθε. πᾶσα δὲ ψυχὴ ἥτις δ’ ἂν μὴ ἀκούσῃ τοῦ προφήτου
5ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτῆς».

1

.

7

.

23

τίνα δὲ διετάξατο ὁ προφήτης ὧν ἐπακούειν χρεών, μικρῷ πρόσθεν ἀκηκόαμεν· τὰ πάνσοφα καὶ ἐντελῆ καὶ οὐράνια παραγγέλματα, ἃ δὴ οὐκ «ἐν πλαξὶ λιθίναις» Μωσεῖ παραπλησίως, οὐδέ γε μέλανι καὶ χάρταις ἠξίωσεν
5παραθέσθαι, ψυχαῖς δὲ κεκαθαρμέναις καὶ νοερὰν οὐσίαν κεκτημέναις τῶν αὐτοῦ φοιτητῶν· ἐν αἷς ἐγγράψας τοὺς τῆς καινῆς διαθήκης νόμους ἔργοις ἀπεπλήρου τὴν φήσασαν διὰ Ἱερεμίου προφητείαν· «διαθήσομαι διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν. ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ
10Ἰσραήλ, διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὴν καρδίαν αὐτῶν γράψω αὐτούς, καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός».38

1

.

8

.

1

Ἀλλ’ ὁ μὲν ἐν πλαξὶν ἀψύχοις, ὁ δ’ ἐν διανοίαις ζώσαις τὰ τέλεια τῆς καινῆς διαθήκης παραγγέλματα. οἱ δέ γε αὐτοῦ μαθη‐ ταὶ τῷ τοῦ διδασκάλου νεύματι κατάλληλον ταῖς τῶν πολλῶν ἀκοαῖς ποιούμενοι τὴν διδασκαλίαν, ὅσα μὲν ἅτε τὴν ἕξιν διαβεβηκόσι πρὸς
5τοῦ τελείου διδασκάλου παρήγγελτο, ταῦτα τοῖς οἵοις τε χωρεῖν παρεδίδοσαν, ὅσα δὲ τοῖς ἔτι τὰς ψυχὰς ἐμπαθέσι καὶ θεραπείας δεο‐ μένοις ἐφαρμόζειν ὑπελάμβανον, ταῦτα, συγκατιόντες τῇ τῶν πλειό‐ νων ἀσθενείᾳ, τὰ μὲν διὰ γραμμάτων τὰ δὲ δι’ ἀγράφων θεσμῶν φυλάττειν παρεδίδοσαν, ὥστε ἤδη καὶ τῇ Χριστοῦ ἐκκλησίᾳ δύο βίων
10νενομοθετῆσθαι τρόπους· τὸν μὲν ὑπερφυῆ καὶ τῆς κοινῆς καὶ ἀν‐ θρωπίνης πολιτείας ἐπέκεινα, οὐ γάμους, οὐ παιδοποιίας, οὐδὲ κτῆ‐ σιν, οὐδὲ περιουσίας ὕπαρξιν παραδεχόμενον, ὅλον δὲ δι’ ὅλου τῆς κοινῆς καὶ συνήθους ἁπάντων ἀνθρώπων ἀγωγῆς παρηλλαγμένον, καὶ μόνῃ τῇ τοῦ θεοῦ θεραπείᾳ προσῳκειωμένον καθ’ ὑπερβολὴν
15ἔρωτος οὐρανίου.

1

.

8

.

2

οἱ τόνδε μετιόντες τὸν τρόπον, τὸν θνητῶν βίον τεθνάναι δοκοῦντες, καὶ αὐτὸ μόνον τὸ σῶμα φέροντες ἐπὶ γῆς, φρονήματι δὲ τὴν ψυχὴν εἰς οὐρανὸν μετενηνεγμένοι, οἷά τινες οὐράνιοι τὸν τῶν ἀνθρώπων ἐφορῶσι βίον, ὑπὲρ τοῦ παντὸς γένους
5ἱερωμένοι τῷ ἐπὶ πάντων θεῷ, οὐ βουθυσίαις καὶ αἵμασιν, οὐδὲ σπονδαῖς καὶ κνίσαις, οὐδ’ αὖ καπνῷ καὶ πυρὸς ἀποβρώσει καὶ σω‐ μάτων φθοραῖς, δόγμασι δὲ ὀρθοῖς ἀληθοῦς εὐσεβείας ψυχῆς τε δια‐ θέσει κεκαθαρμένης, καὶ προσέτι τοῖς κατ’ ἀρετὴν ἔργοις τε καὶ λόγοις· οἷς τὸ θεῖον ἐξιλεούμενοι τὴν ὑπὲρ σφῶν αὐτῶν καὶ τῶν
10σφίσιν ὁμογενῶν ἀποτελοῦσιν ἱερουργίαν.

1

.

8

.

3

τοιόσδε μὲν οὖν καθέ‐ στηκεν ὁ ἐντελὴς τῆς κατὰ τὸν χριστιανισμὸν πολιτείας τρόπος· ὁ δ’ ὑποβεβηκὼς ἀνθρωπινώτερος, οἷος καὶ γάμοις συγκατιέναι σώφροσιν καὶ παιδοποιίαις, οἰκονομίας τε ἐπιμελεῖσθαι, τοῖς κατὰ τὸ δίκαιον
5στρατευομένοις [τε] τὰ πρακτέα ὑποτίθεσθαι, ἀγρῶν τε καὶ ἐμπορίας καὶ τῆς ἄλλης πολιτικωτέρας ἀγωγῆς μετὰ τοῦ θεοσεβοῦς φροντίζειν, οἷς καὶ ἀσκήσεων καιροὶ μαθητείας τε καὶ τῶν θείων λόγων ἀκροά‐ σεως ἡμέραι ἀφωρίσθησαν.

1

.

8

.

4

καί τις τούτοις δεύτερος εὐσεβείας ἀπενεμήθη βαθμός, κατάλληλον τῷ τοιῳδὶ βίῳ παρέχων τὴν ὠφέ‐
λειαν, ὡς μηδένα ἀμοιρεῖν τῆς σωτηρίου ἐπιφανείας, πᾶν δὲ γένος ἀνθρώπων, Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων, τῆς εὐαγγελικῆς ἀπολαύειν39
5διδασκαλίας.

1

.

9

.

1

Τούτων ὧδε ἐχόντων ζητήσαι ἄν τις εἰκότως· εἰ δὴ κατὰ τοὺς πάλαι καὶ πρὸ Μωσέως θεοφιλεῖς ἄνδρας τὴν τοῦ σωτῆρος ἡμῶν εὐαγγελικὴν διδασκαλίαν θεοσεβεῖν ὑποτίθεσθαι φαμέν, μίαν τε ἡμῶν τε κἀκείνων εὐσέβειαν καὶ θεοῦ γνῶσιν τὴν αὐτήν, τί δῆτα
5οἱ μὲν περὶ γάμους καὶ παιδοποιίας πλείστην εἰσῆγον σπουδήν, ἡμῖν δὲ τοῦτο παραμελεῖται τὸ μέρος,

1

.

9

.

2

καὶ πάλιν οἱ μὲν ταῖς διὰ ζῴων θυσίαις ἐξιλεούμενοι τὸν θεὸν ἀνεγράφησαν, ἡμῖν δὲ καὶ τοῦτο πράττειν ὥς τι τῶν ἀνοσίων ἀπηγόρευται; δύο γὰρ μόνα ταῦτα, οὐ σμικρὸν ἔχοντα λόγον, δόξειεν ἂν τοῖς ὑφ’ ἡμῶν εἰρημένοις ἀντι‐
5πίπτειν, ὡς μὴ κατὰ ταῦτα τὸν παλαιὸν σωζόντων τῆς εὐσεβείας τρόπον.

1

.

9

.

3

καὶ πρὸς ταῦτ’ οὖν τοιάνδε λύσιν ἐξ αὐτῶν πάρεστιν ἀναλέξασθαι τῶν παρ’ Ἑβραίοις λογίων. οἱ μὲν πρὸ Μωσέως ἐπ’ εὐσεβείᾳ μεμαρτυρημένοι ἀρχὴν ἔχοντος τότε καὶ συνισταμένου τοῦ βίου γενέσθαι μνημονεύονται, τὰ δὲ καθ’ ἡμᾶς περὶ τέλος ἐλαύνειν.

1

.

9

.

4

διὸ τοῖς μὲν σπουδάζεσθαι τὴν τῶν διαδόχων ἐπίδοσιν εἰς πολυ‐ ανθρωπίαν, αὔξοντος κατ’ ἐκεῖνο καιροῦ καὶ πληθύοντος εἰς ἀκμήν τε προϊόντος τοῦ τῶν ἀνθρώπων γένους· ἡμῖν δὲ μὴ σφόδρα τι τοῦτο μέλειν, ὡς ἂν ἤδη τῶν πραγμάτων φθινόντων καὶ ἀπολη‐
5γόντων ἐπὶ πέρας τε ἔσχατον ἐλαυνόντων, διαρρήδην τῆς τοῦ βίου συντελείας πρὸ〈σ〉 τῆς εὐαγγελικῆς διδασκαλίας «ἐπὶ θύραις» ἐλαύνειν λεγομένης, ἀνανεώσεώς τε καὶ παλιγγενεσίας αἰῶνος ἑτέρου ὅσον οὔπω μέλλοντος ἐπιστήσεσθαι προκηρυττομένης.

1

.

9

.

5

Μία μὲν οὖν ἀπόδοσις αὕτη· δευτέρα δ’ ἂν εἴη τοιαύτη. τοῖς μὲν παλαιοῖς ἀνειμένον καὶ ἐλεύθερον μετιοῦσι βίον οὐδὲν ἦν ἐμποδὼν οἴ‐ κου καὶ παίδων προΐστασθαι μετὰ τῆς περὶ τὸ θεῖον σχολῆς, αὐταῖς γαμεταῖς καὶ παισὶ καὶ οἴκοις θεοσεβεῖν ἀπερισπάστως δυναμένοις, καὶ
5μηδαμῶς ὑπὸ τῶν ἐκτὸς τῆς περὶ τὰ κρείττω προθέσεως ἀποσπωμένοις· τὰ δὲ καθ’ ἡμᾶς μυρία τὰ ἐκτὸς καθέλκοντα καὶ εἰς ἀλλοκότους φρον‐ τίδας περισύροντα τῆς τε περὶ τὰ θεῷ ἀρεστὰ σπουδῆς ἀφιστάντα τυγχάνει.

1

.

9

.

6

τοῦτο γοῦν αἴτιον εἶναι τῆς τῶν γάμων συστολῆς παρί‐ στησιν ὁ τῆς εὐαγγελικῆς διδασκαλίας λόγος, φάσκων· «τοῦτο δέ
φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος ἐστίν. τὸ λοιπὸν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι καὶ οἱ κλαίοντες ὡς μὴ κλαί‐40
5οντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι. παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου· θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι· ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσῃ τῷ κυρίῳ· ὁ δὲ γα‐ μήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί, καὶ μεμέρισται.

1

.

9

.

7

καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ἀρέσῃ τῷ κυρίῳ, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι, ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῷ ἀνδρί. τοῦτο δὲ πρὸς τὸ ὑμῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ
5πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως».

1

.

9

.

8

διαρ‐ ρήδην γοῦν ἐν τούτοις τὸ αἴτιον τῆς ἀποχῆς τοῦ γάμου παρίστησιν, τὴν τῶν καιρῶν καὶ τῶν ἐκτὸς πραγμάτων ἀβελτερίαν ἐπιμεμψά‐ μενος, ὧν οὐδὲν τοῖς παλαιοῖς προσέπιπτεν.
5 Καὶ τρίτος δ’ ἂν εἴη παρὰ ταῦτα λόγος, καθ’ ὃν οἱ πάλαι θεοφι‐ λεῖς παιδοποιίας πλείστην ἐποιοῦντο σπουδήν.

1

.

9

.

9

τῶν λοιπῶν ἀνθρώ‐ πων εἰς κακοτροπίαν ἐπιδόντων, εἰς ἀνήμερόν τε καὶ ἀπάνθρωπον καὶ θηριώδη βίον ἀποπεπτωκότων, εἴς τε ἀσεβῆ παντελῶς καὶ ἄθεον τρό‐ πον ἀπωλισθηκότων, βραχεῖς σφόδρα καὶ ἀριθμῷ ληπτοὶ περιλειπόμενοι
5κατὰ τὰ πρόσθεν ἡμῖν εἰρημένα τοῦ τῶν πολλῶν ὑπεξίσταντο βίου καὶ τῆς κοινῆς τῶν λοιπῶν ἀνθρώπων συναναστροφῆς.

1

.

9

.

10

κεχωρι‐ σμένως δ’ οὖν τῶν ἄλλων ἐθνῶν, καὶ κατὰ μόνας βιοῦντες, πολιτείαν ξένην καὶ βίον φιλόσοφον καὶ ὡς ἀληθῶς θεοσεβῆ καὶ τοῖς ἄλλοις ἀνθρώποις ἀνεπίμικτον συνίσταντο.

1

.

9

.

11

ἵν’ οὖν καὶ τοῖς μετέπειτα τῆς οἰκείας θεοφοβίας ζώπυρον ἐξ αὐτῶν σπέρμα φυλάττοιτο, μηδ’ ἐκλίποι καὶ ἀπόλοιτο ἅμα τῇ τῶν ἀνδρῶν τελευτῇ τὰ τῆς κατ’ αὐτοὺς εὐσεβείας, εἰκότως παιδοποιίας καὶ παιδοτροφίας πρόνοιαν
5εἰσῆγον, ὡς ἂν διδάσκαλοι καὶ καθηγηταὶ γένοιντο τῶν ἰδίων παί‐ δων, διαδόχους εὐσεβείας καὶ τῆς οἰκείας ἀρετῆς κληρονόμους τοῖς μετέπειτα καταλιπεῖν σπουδαῖον εἶναι ἡγούμενοι.

1

.

9

.

12

ἔνθεν μυρίοι προφῆται καὶ δίκαιοι ἄνδρες αὐτός θ’ ὁ σωτὴρ καὶ κύριος ἡμῶν οἵ τε τούτου μαθηταὶ καὶ ἀπόστολοι ἐκ τῆς αὐτῶν διαδοχῆς ἀναπεφή‐ νασιν.

1

.

9

.

13

εἰ δέ τινες καὶ φαῦλοι προῆλθον ἐξ αὐτῶν, ὡς ἅμα σίτῳ καλάμης ὑποφυείσης, ἀλλ’ οὔπω τοὺς σπείραντας αἰτιατέον οὐδὲ τοὺς ἀναθρεψαμένους· ἐπεὶ καὶ τῶν τοῦ σωτῆρος μαθητῶν ἴσμεν τινὰς ἐξ αὐτεξουσίου παρατροπῆς ἀποσφαλέντας.

1

.

9

.

14

Ἡ μὲν οὖν αἰτία τῆς τῶν πάλαι θεοφιλῶν ἀνδρῶν παιδο‐
ποιίας ἀνείρηται, ἣν οὐκέτι ἐφ’ ἡμῶν χώραν ἔχει λέγειν, ὅτε σὺν θεῷ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας μυρία ἔθνη καὶ λαοὺς κατά τε πόλεις καὶ χώρας καὶ ἀγροὺς πάρεστιν ἡμῖν41
5ὀφθαλμοῖς ὁρᾶν σπεύδοντα κατὰ τὸ αὐτό, καὶ συντρέχοντα ἐπὶ τὴν κατὰ θεὸν μάθησιν τῆς εὐαγγελικῆς διδασκαλίας· οἷς ἀγαπητὸν δύ‐ νασθαι ἐξαρκεῖν τοὺς διδασκάλους καὶ κήρυκας τοῦ τῆς θεοσεβείας λόγου, πάντων ἀπολελυμένους τῶν τοῦ βίου δεσμῶν καὶ τῶν πολυ‐ μερίμνων φροντίδων.

1

.

9

.

15

μάλιστα δ’ οὖν τούτοις ἀναγκαίως τὰ νῦν διὰ τὴν περὶ τὰ κρείττω σχολὴν ἡ τῶν γάμων ἀναχώρησις σπουδά‐ ζεται, ἅτε περὶ τὴν ἔνθεον καὶ ἄσαρκον παιδοποιίαν ἀσχολουμένοις, οὐχ ἑνὸς οὐδὲ δυεῖν παίδων ἀλλ’ ἀθρόως μυρίου πλήθους τὴν παιδο‐
5τροφίαν καὶ τὴν κατὰ θεὸν παίδευσιν τῆς τε ἄλλης ἀγωγῆς τοῦ βίου τὴν ἐπιμέλειαν ἀναδεδεγμένοις.

1

.

9

.

16

Ἐπὶ τούτοις ἅπασιν εἴ τις ἀκριβῶς ἐξετάζοι τοὺς τῶν παλαιῶν βίους, περὶ ὧν τὸν λόγον ποιούμεθα, γνοίη ἂν αὐτοὺς ἐν ἀρχαῖς μὲν τῆς ἡλικίας παιδοποιουμένους, θᾶττον δὲ ἀνασχόντας καὶ ἀπο‐ πεπαυμένους. γέγραπται γὰρ ὅτι «εὐηρέστησεν Ἐνὼχ τῷ θεῷ μετὰ
5τὸ γεννῆσαι τὸν Μαθουσαλά»· ἀκριβῶς οὕτω τῆς γραφῆς μετὰ τὴν τοῦ παιδὸς γέννησιν εὐηρεστηκέναι τῷ θεῷ τὸν δηλούμενον ἱστο‐ ρούσης, καὶ οὐκέτι ἐξ ἐκείνου παῖδας αὐτῷ γενέσθαι μαρτυρούσης.

1

.

9

.

17

καὶ Νῶε δὲ ἄνθρωπος δίκαιος μετὰ τὴν τῶν παίδων γένεσιν μόνος σὺν τοῖς οἰκείοις ἐν τῇ τῶν ἐπὶ γῆς ἁπάντων φθορᾷ διασωθείς, πλείστοις μετὰ ταῦτα ἐπιβιοὺς ἔτεσιν, οὐδαμῶς εἰσάγεται παῖδας κτησάμενος. λέγεται δὲ καὶ ὁ Ἰσαὰκ ἐκ μιᾶς γαμετῆς διδύμου γονῆς
5πατὴρ γεγονὼς μέχρι τούτου στῆσαι τὴν πρὸς γαμετὴν ὁμιλίαν. καὶ ὁ Ἰωσήφ, καὶ ταῦτα παρ’ Αἰγυπτίοις τὰς διατριβὰς πεποιημένος, οὐ πλείω δύο παίδων κατέστη πατήρ, μίαν τὴν τούτων μητέρα ἀγό‐ μενος.

1

.

9

.

18

καὶ αὐτός γε Μωσῆς ὅ τε τούτου ἀδελφὸς Ἀαρὼν πρὸ μὲν τῆς τοῦ θεοῦ ἐπιφανείας ἱστοροῦνται παιδοπεποιημένοι, μετὰ δὲ τοὺς θείους χρησμοὺς οὐκέτι ἔστιν αὐτοῖς παῖδας εὑρεῖν γεγενημένους.

1

.

9

.

19

τί χρὴ λέγειν περὶ Μελχισεδέκ; οὗ καθάπαξ οὐ παῖς, οὐ γένος, οὐ διαδοχὴ φέρεται, οὐδ’ Ἰησοῦ τοῦ Μωσέως διαδόχου, οὐδὲ πλείστων ἄλλων προφητῶν.

1

.

9

.

20

Ζητουμένης δὲ τῆς κατὰ τὸν Ἀβραὰμ καὶ Ἰακὼβ παιδοποιίας, ἐν ἑτέροις τὸν λόγον σχολαίτερον ἀποδεδώκαμεν, ἐν οἷς περὶ τῆς τῶν πάλαι θεοφιλῶν ἀνδρῶν πολυγαμίας τε καὶ πολυπαιδίας διει‐ λήφαμεν, ἐφ’ ἃ καὶ νῦν τοὺς φιλομαθεῖς ἀναπέμπομεν, τοσοῦτον
5ἐπισημηνάμενοι, ὅτι καὶ κατὰ τοὺς τῆς καινῆς διαθήκης νόμους οὐ πάμπαν ἀπηγόρευται τὰ τῆς παιδοποιίας, ἀλλὰ κἀν τούτῳ τὰ παρα‐ πλήσια τοῖς πάλαι θεοφιλέσιν διατέτακται. χρῆναι γάρ φησιν ὁ λόγος τὸν ἐπίσκοπον γεγονέναι «μιᾶς γυναικὸς ἄνδρα».42

1

.

9

.

21

πλὴν ἀλλὰ τοῖς ἱερωμένοις καὶ περὶ τὴν τοῦ θεοῦ θεραπείαν ἀσχολουμένοις ἀνέχειν λοιπὸν σφᾶς αὐτοὺς προσήκει τῆς γαμικῆς ὁμιλίας· ὅσοι δὲ μὴ τῆς τοσαύτης ἠξίωνται ἱερουργίας, τούτοις ὁ λόγος καθυφίησιν
5μονονουχὶ διαρρήδην ἅπασιν κηρύττων, ὅτι δὴ «τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος, πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός». ταῦτα μὲν οὖν εἰς τὴν πρώτην ἡμῖν εἰρήσθω πρότασιν.

1

.

10

.

1

Περὶ δὲ τοῦ μὴ ζῳοθυτεῖν ἡμᾶς τῷ ἐπὶ πάντων θεῷ, τῶν πάλαι θεοφιλῶν ἀνδρῶν, ὧν δὴ φαμὲν κατὰ ζῆλον θεοσεβείας, τοῦτο πεποιηκότων, οὗτος ἐξ ἡμῶν ἀποδοθείη ἂν ὁ λόγος. οὐχ ὥσπερ Ἕλλησιν ἐνομίζετο, καὶ τοῖς Ἑβραίων ἱεροῖς λόγοις ταὐτὰ δοκεῖ περὶ
5τῆς τῶν πάλαι καὶ πρώτων ἀνδρῶν θεραπείας τοῦ θείου.

1

.

10

.

2

οἱ μὲν ἔφασαν μὴ θύειν τοὺς προτέρους μηδὲν ὁτιοῦν τῶν ζῴων μηδὲ θυμιᾶν τοῖς θεοῖς, ἀλλ’ ἡλίῳ μὲν καὶ τοῖς κατ’ οὐρανὸν ἄστροις χλόην καὶ «οἱονεί τινα τῆς γονίμου φύσεως χνοῦν ταῖς χερσὶν ἀρα‐
5μένους» πόαν τε καὶ φύλλα καὶ ῥίζας κατακαίειν πυρί· πόρρω δὲ παρανομίας ἐλαύνοντας τοὺς μετὰ ταῦτα ἀνθρώπους αἱμάξαι τοὺς βωμοὺς ζῴων σφαγαῖς, εἶναι δὲ ταύτην ἀνόσιον καὶ ἄδικον καὶ οὐ‐ δαμῶς θεῷ προσφιλῆ θυσίαν· μηδὲν γὰρ τῆς τῶν ἀνθρώπων λογι‐ κῆς ψυχῆς τὴν τῶν ἀλόγων διαφέρειν· διὸ καὶ φόνου δίκην ὑπέχειν
10ἄξιον τοὺς ζῳοθυτοῦντας ἔφασκον, ὡς τῆς αὐτῆς καὶ ὁμοίας ἔν τε ἀνθρώπῳ καὶ ἐν τῷ ἀλόγῳ ζῴῳ ψυχῆς ἐνυπαρχούσης.

1

.

10

.

3

Ἀλλ’ ὁ μὲν τῶν Ἑλλήνων περὶ τῶν παλαιῶν λόγος τοιόσδε τις ἦν· ὁ δέ γε τῆς Ἑβραίων γραφῆς οὐ τοιοῦτος. τοὺς γάρ τοι πρώτους εὐθὺς γενομένους ἀνθρώπους ἅμα τῇ πρώτῃ συστάσει τοῦ βίου θυσίαις ταῖς ἀπὸ ζῴων τιμῆσαι τὸ θεῖον ἱστορεῖ.

1

.

10

.

4

λέγει δ’ οὖν· «καὶ ἐγένετο μεθ’ ἡμέρας ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ κυρίῳ· καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτο‐ τόκων τῶν προβάτων αὐτοῦ. καὶ ἐπεῖδεν ὁ θεὸς ἐπὶ Ἄβελ καὶ ἐπὶ
5τοῖς δώροις αὐτοῦ· ἐπὶ δὲ Κάϊν καὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν».43

1

.

10

.

5

ἔνθα δὴ ἐπιστήσεις ὡς μᾶλλον ὁ ζῳοθυτήσας ἀπόδεκτος εἴρηται παρὰ τὸν ἀπὸ γῆς προσαγαγόντα τῷ θεῷ τὴν θυσίαν. καὶ Νῶε δὲ εὐθὺς «ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν ἀνήνεγκεν ὁλοκαρπώσεις ἐπὶ τὸ θυσι‐
5αστήριον, καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας». ἀλλὰ καὶ Ἀβραὰμ θύσας ἀναγέγραπται, ὥστε κατὰ τὴν τῆς θείας γραφῆς μαρτυρίαν πρώτην ἁπάντων τὴν διὰ ζῴων θυσίαν ἐπινενοῆσθαι τοῖς πάλαι θεοφιλέσι.

1

.

10

.

6

τούτου δὲ τὸν λογισμὸν ἡγοῦμαι εἶναι οὐ τὸν τύχοντα οὐδ’ ἀνθρωπίνως κεκινημένον, κατὰ θείαν δ’ ἐπίνοιαν ὑποβεβλημένον. ἐπειδὴ γὰρ ἑώρων, ἅτε τὸν τρόπον εὐσεβεῖς καὶ θεῷ προσῳκειωμένοι θείῳ τε πνεύματι τὰς ψυχὰς πεφωτισμένοι, μεγάλης αὐτοῖς θεραπείας
5δεῖν εἰς ἀποκάθαρσιν τῶν θνητῶν πλημμελημάτων, λύτρον τῆς αὐτῶν σωτηρίας τῷ καὶ ζωῆς καὶ ψυχῆς χορηγῷ προσοφείλεσθαι ἡγοῦντο.

1

.

10

.

7

ἔπειτα μηδὲν κρεῖττον καὶ τιμι〈ώτερ〉ον τῆς οἰκείας ψυχῆς καθιεροῦν ἔχοντες, ἀντὶ ταύτης τέως τὴν διὰ τῶν ἀλόγων ζῴων προσῆγον θυσίαν, τῆς σφῶν ψυχῆς ἀντίψυχα προσκομίζοντες· οὐδὲν κατὰ τοῦτο πλημμελεῖν οὐδ’ ἀδικεῖν ἡγούμενοι, ὅτι μηδὲ τῇ
5τῶν ἀνθρώπων λογικῇ καὶ νοερᾷ δυνάμει παραπλησίαν εἶναι τὴν ψυχὴν τῶν ἀλόγων ἐπαιδεύοντο, οὐδ’ ἄλλο τι εἶναι αὐτὴν ἢ τὸ αἷμα αὐτῶν εἶναι μεμαθηκότες, καὶ τὴν ἐν τῷ αἵματι ζωτικὴν δύναμιν, ὃ καὶ παρέχειν αὐτοὺς ὥσπερ ψυχὴν ἀντὶ ψυχῆς ἀναφέροντας τῷ θεῷ.

1

.

10

.

8

τοῦτο δὲ αὐτὸ Μωσῆς λευκότατά που διασαφεῖ, λέγων· «ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν, καὶ ἐγὼ δέδωκα ὑμῖν τὸ αἷμα ἐπὶ τοῦ θυσιαστηρίου, ἐξιλάσκεσθαι περὶ τῶν ἁμαρτιῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτῶν ἀντὶ ψυχῆς ἐξιλάσεται. διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς
5Ἰσραήλ, πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα».

1

.

10

.

9

πρό〈σ〉σχες γοῦν ἐπιμελῶς ἐν τούτοις ὅπως εἴρηται τό «ἐγὼ δέδωκα ὑμῖν ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν, τὸ γὰρ αἷμα ἀντὶ τῆς ψυχῆς ἐξιλάσεται». σαφῶς γὰρ ἀντὶ τῆς ἀνθρωπίνης ψυχῆς τὸ
5τῶν σφαγιαζομένων ζῴων αἷμά φησιν ἐξιλάσκεσθαι. τοῦτο δὲ αὐτὸ καὶ ὁ περὶ τῶν θυσιῶν νόμος ὑποβάλλει νοεῖν τῷ τεθεωρημένως σκοποῦντι.

1

.

10

.

10

πάντα γοῦν τὸν θύοντα τὰς χεῖρας ἐπιβάλλειν προσ‐ τάττει τῇ κεφαλῇ τοῦ θυομένου, προσκομίζειν δὲ τὸ ζῷον τῷ ἱερεῖ τῆς κεφαλῆς ἐχόμενον, ὡσανεὶ ὑπὲρ τῆς ἑαυτοῦ κεφαλῆς τὸ ἱερεῖον προσφέροντα. λέγει δ’ οὖν ἐφ’ ἑκάστῳ· «προσάξει αὐτὸ ἔναντι
5κυρίου, καὶ ἐπιθήσει τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου».44

1

.

10

.

11

Καὶ οὕτως ἐφ’ ἑκάστου τετήρηται θύματος, οὐδεμιᾶς θυσίας ἄλλως ἀναφερομένης. δι’ ὧν ὁ λόγος παρίστησιν, ὅτι δὴ ἀντίψυχα τῆς αὐτῶν ψυχῆς προσήγετο τὰ ζῳοθυτούμενα· ὁ δὲ τῶν ἀλόγων ζῴων τὸ αἷμα τὴν ψυχὴν εἶναι διδάξας, οὐδαμῶς λογικῆς καὶ νοερᾶς
5οὐσίας ὁμοίως τοῖς ἀνθρώποις μετέχειν αὐτὰ παρίστησιν, εἶναι γὰρ αὐτῶν τὴν σύστασιν ἐξ ὕλης καὶ σωμάτων, τοῖς ἀπὸ γῆς βλαστήμασι καὶ φυτοῖς παραπλησίαν.

1

.

10

7bis

ἑνὶ δ’ οὖν λόγῳ πάλιν ὁ Μωσῆς φησιν τὸν θεὸν εἰπεῖν· «βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα καὶ ξύλον κάρπιμον». καὶ αὖθις παραπλησίως· «ἐξαγαγέτω ἡ γῆ τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος».

1

.

10

.

13

ὥστε ὁμο‐ γενῆ καὶ ὁμοφυῆ καὶ ὁμοούσια εἶναι ἡγεῖσθαι τοῖς ἀπὸ γῆς βλαστή‐ μασι καὶ φυτοῖς τὰ ἄλογα, διὸ καὶ μηδαμῶς πλημμελεῖν τοὺς ζῳοθυ‐ τοῦντας. εἴρηται γοῦν καὶ τῷ Νῶε ἔδεσθαι κρέα ὡς λάχανα ἀγροῦ.

1

.

10

.

14

Ἕως μὲν οὖν οὐδέπω τὸ κρεῖττον οὐδὲ τὸ μέγα καὶ τίμιον καὶ θεοπρεπὲς σφάγιον παρῆν ἀνθρώποις, ταῖς διὰ ζῴων θυσίαις λύτρα τῆς ἑαυτῶν ζωῆς καὶ ἀντίψυχα τῆς οἰκείας φύσεως προσηκόντως ἀποδιδόναι χρῆν τῷ θεῷ, ὡς καὶ ἔπραττον οἱ πάλαι θεοφιλεῖς,
5σεμνόν τι καὶ θεοφιλὲς καὶ μέγα ἱερεῖον ἥξειν ποτὲ εἰς ἀνθρώπους τῷ θείῳ πνεύματι προειληφότες, τὸ τοῦ παντὸς καθάρσιον κόσμου, οὗ καὶ τὰ σύμβολα τέως ἐπιτελεῖν αὐτούς, προφήτας ὄντας καὶ τὸ μέλλον ἔσεσθαι προτυπουμένους· ἐπειδὴ δὲ τὸ τέλειον παρῆν, τοῖς τῶν προφητῶν ἀκολούθως θεσπίσμασι πέπαυτο τὰ πρῶτα καὶ λέλυτο
10παραχρῆμα διὰ τῆς τοῦ κρείττονος καὶ ἀληθοῦς ἱερουργίας.

1

.

10

.

15

Οὗτος δ’ ἦν ὁ Χριστὸς τοῦ θεοῦ, ἄνωθεν ἐκ παλαιῶν χρόνων ἥξειν εἰς ἀνθρώπους καὶ προβάτου δίκην ὑπὲρ παντὸς τοῦ τῶν ἀν‐ θρώπων γένους σφαγήσεσθαι προαγορευόμενος. ᾗ φησιν περὶ αὐτοῦ Ἡσαΐας ὁ προφήτης· «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς
5ἐναντίον τοῦ κείροντος ἄφωνος».

1

.

10

.

16

καὶ ἐπιλέγει· «οὗτος τὰς ἁμαρ‐ τίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυ‐ ματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας
5ἡμῶν· παιδία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν». αὐτὸς γὰρ «ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδ’ εὑρέθη δόλος ἐν τῷ στόματι αὐ‐ τοῦ».

1

.

10

.

17

τὰ ὅμοια τούτοις καὶ Ἱερεμίας ἕτερος Ἑβραίων προφήτης
ἐκ προσώπου τοῦ Χριστοῦ ἐπιφωνεῖ, λέγων· «ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι». ἐπισφραγίζεται τὰς τούτων προρρήσεις Ἰωάννης ὁ βαπτιστὴς ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας. ἰδὼν45
5γὰρ αὐτὸν καὶ τοῖς παροῦσιν ἐπιδείξας, ὡς ἄρα αὐτὸς εἴη ὁ προφη‐ τευόμενος, ἐπεφώνησεν· «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρ‐ τίαν τοῦ κόσμου».

1

.

10

.

18

ὅτε τοίνυν κατὰ τὰς τῶν προφητῶν μαρτυρίας εὕρηται τὸ μέγα καὶ τίμιον λύτρον Ἰουδαίων ὁμοῦ καὶ Ἑλλήνων, τὸ τοῦ παντὸς κόσμου καθάρσιον, τὸ πάντων ἀνθρώπων ἀντίψυχον, τὸ πάσης κηλῖδος καὶ ἁμαρτίας καθαρὸν ἱερεῖον, ὁ ἀμνὸς τοῦ θεοῦ,
5τὸ θεοφιλὲς καὶ ἁγνὸν πρόβατον, τὸ προφητευόμενον ἀρνίον, οὗ διὰ τῆς ἐνθέου καὶ μυστικῆς διδασκαλίας πάντες ἡμεῖς οἱ ἐξ ἐθνῶν τὴν ἄφεσιν τῶν προτέρων ἁμαρτημάτων εὑράμεθα, —δι’ ὃ καὶ Ἰουδαίων οἱ εἰς αὐτὸν ἠλπικότες ἐλεύθεροι τῆς Μωσέως ἀφίενται κατάρας, — εἰκότως τὴν τούτου μνήμην τοῦ τε σώματος αὐτοῦ καὶ τοῦ αἵματος
10τὴν ὑπόμνησιν ὁσημέραι ἐπιτελοῦντες, καὶ τῆς κρείττονος ἢ κατὰ τοὺς παλαιοὺς θυσίας τε καὶ ἱερουργίας ἠξιωμένοι, οὐκέθ’ ὅσιον ἡγούμεθα καταπίπτειν ἐπὶ τὰ πρῶτα, «ἀσθενῆ στοιχεῖα», σύμβολα καὶ εἰκόνας ἀλλ’ οὐκ αὐτὴν ἀλήθειαν περιέχοντα.

1

.

10

.

19

εἰκότως δὲ καὶ αὐτῶν Ἰουδαίων οἱ εἰς τὸν Χριστὸν τοῦ θεοῦ καταπεφευγότες, εἰ μηκέτι τῶν Μωσέως ἐπιστρέφοιντο παραγγελμάτων, κατὰ τὴν καινὴν διαθήκην βιοῦντες τῆς ὑπὸ Μωσέως ὡρισμένης ἐκτὸς ἂν εἶεν κατά‐
5ρας, ἅτε δὴ ἀμνοῦ τοῦ θεοῦ οὐ μόνον τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀλλὰ καὶ τὴν ἐν τῇ παραβάσει τῶν Μωσέως ἐντολῶν κατάραν εἰς αὐτὸν ἀνειληφότος. γέγονεν οὖν ὁ ἀμνὸς τοῦ θεοῦ καὶ ἁμαρτία καὶ κατάρα· ἁμαρτία μὲν ὑπὲρ τῶν ἁμαρτωλῶν τοῦ κόσμου, κατάρα δ’ ὑπὲρ τῶν 〈μὴ〉 ἐμμενόντων πᾶσι τοῖς ἐγγεγραμμένοις ἐν τῷ Μωσέως
10νόμῳ.

1

.

10

.

20

διό φησιν ὁ ἀπόστολος· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα», καὶ «τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν».

1

.

10

.

21

τί γὰρ οὐκ ἔμελλε γίνεσθαι τὸ τοῦ κόσμου καθάρσιον, τὸ τῶν ἁμαρτωλῶν ἀντίψυχον, ὃ δὴ καὶ «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη», καὶ ὡς «ἀρνίον ἀγόμενον τοῦ θύεσθαι», ταῦτά τε πάντα ὑπὲρ ἡμῶν καὶ δι’ ἡμᾶς; ὅθεν οἱ μὲν
5παλαιοὶ καὶ θεοφιλεῖς ἄνδρες εἰκότως ἀπουσίᾳ τῶν κρειττόνων τοῖς συμβόλοις προσανεῖχον, ὡς καὶ τοῦτο αὐτὸ ὁ σωτὴρ ἡμῶν διδάσκει λέγων· «πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ὑμεῖς ἀκούετε καὶ οὐκ ἤκουσαν».

1

.

10

.

22

ἡμεῖς δὲ τὰ ἀληθῆ καὶ τῶν εἰκόνων τὰ ἀρχέτυπα διὰ τῆς μυστη‐ ριώδους οἰκονομίας τοῦ Χριστοῦ παρειληφότες οὐκέτι τῶν παλαιῶν δεησόμεθα.46

1

.

10

.

23

Μόνος δ’ οὖν αὐτὸς τῶν πώποτε λόγος ὢν θεοῦ προκόσμιος, καὶ ἀρχιερεὺς πάσης νοερᾶς καὶ λογικῆς κτίσεως, τὸν ἡμῖν ὁμοιοπαθῆ οἷα πρόβατον καὶ ἀμνὸν ἐκ τῆς ἀνθρώπων ἀφορίσας ἀγέλης, τούτῳ τε ἐπιγράψας τὰς πάντων ἡμῶν ἁμαρτίας, καὶ τὴν κατάραν γε αὐτῷ
5τὴν ἐν τῷ Μωσέως νόμῳ προστετιμημένην περιάψας, ὅτι δὴ Μωσέως ἀνειπόντος «ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου», τοῦτο πέ‐ πονθεν αὐτὸς δι’ ἡμᾶς «γενόμενος ὑπὲρ ἡμῶν κατάρα»· καὶ δὴ καὶ ἁμαρτίαν αὐτὸν δι’ ἡμᾶς ποιήσας,

1

.

10

.

24

ἐπεὶ «τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε», πάσας τε αὐτῷ δι’ ἡμᾶς τὰς ἡμῖν ἐπηρτημένας τιμωρίας ἐπιθείς, δεσμὰ καὶ ἀτιμίας καὶ ὕβρεις μάστιγάς τε καὶ ἐκτόπους πληγάς, καὶ ἐπὶ πᾶσιν τὸ τῆς κατάρας τρόπαιον,

1

.

10

.

25

μετὰ δὴ πάντα οἷόν τι θαυμάσιον θῦμα καὶ σφάγιον ἐξαίρετον τῷ πατρὶ καλλιερησάμενος ὑπὲρ τῆς ἁπάντων ἡμῶν ἀνήνεγκε σωτηρίας, μνήμην καὶ ἡμῖν παραδοὺς ἀντὶ θυσίας τῷ θεῷ διηνεκῶς προσφέρειν.

1

.

10

.

26

Τοῦτο καὶ προφητῶν ὁ θαυμάσιος Δαβὶδ θείῳ πνεύματι τὸ μέλλον προλαβὼν ἐθέσπισεν εἰπών· «ὑπομένων ὑπέμεινα τὸν κύριον, καὶ προσέσχεν μοι, καὶ εἰσήκουσεν τῆς δεήσεώς μου, καὶ ἀνήνεγκέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ὕλεως. καὶ ἔστησεν ἐπὶ πέ‐
5τραν τοὺς πόδας μου, κατεύθυνεν τὰ διαβήματά μου. καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν, ὕμνον τῷ θεῷ ἡμῶν».

1

.

10

.

27

καὶ τί τὸ καινὸν ᾆσμα τυγχάνει, διασαφεῖ λέγων ἑξῆς· «θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. ὁλοκαυτώματα καὶ περὶ ἁμαρ‐ τίας οὐκ ηὐδόκησας. τότε εἶπον, ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέ‐
5γραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου ἐβουλή‐ θην». καὶ ἐπιλέγει· «εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ»,

1

.

10

.

28

ἄντικρυς ἀντὶ τῶν πάλαι θυσιῶν καὶ ὁλοκαυτωμάτων τὴν ἔν‐ σαρκον τοῦ Χριστοῦ παρουσίαν καὶ τὰ καταρτισθὲν αὐτοῦ σῶμα προσενηνέχθαι τῷ θεῷ διδάξας, τοῦτό τε αὐτὸ τῇ αὐτοῦ ἐκκλησίᾳ εὐαγγελίζεται, ὡς ἂν μέγα μυστήριον «ἐν κεφαλίδι βιβλίου» τῇ προφη‐
5τικῇ φωνῇ προαναπεφωνημένον. τούτου δῆτα τοῦ θύματος τὴν μνή‐ μην ἐπὶ τραπέζης ἐκτελεῖν διὰ συμβόλων τοῦ τε σώματος αὐτοῦ καὶ τοῦ σωτηρίου αἵματος κατὰ θεσμοὺς τῆς καινῆς διαθήκης παρειλη‐ φότες, πάλιν ὑπὸ τοῦ προφήτου Δαβὶδ παιδευόμεθα λέγειν· «ἡτοί‐
μασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλί‐47
10πανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡς κράτιστον».

1

.

10

.

29

διαρρήδην γοῦν ἐν τούτοις καὶ τὸ μυστικὸν ση‐ μαίνεται χρῖσμα, καὶ τὰ σεμνὰ τῆς Χριστοῦ τραπέζης θύματα, δι’ ὧν καλλιεροῦντες τὰς ἀναίμους καὶ λογικὰς αὐτῷ τε προσηνεῖς θυσίας διὰ παντὸς βίου τῷ ἐπὶ πάντων προσφέρειν θεῷ διὰ τοῦ πάντων
5ἀνωτάτου ἀρχιερέως αὐτοῦ δεδιδάγμεθα.

1

.

10

.

30

τοῦτο καὶ ὁ μέγας προ‐ φήτης Ἡσαΐας θαυμασίως τῷ θείῳ πνεύματι προέγνω τε καὶ προανε‐ φώνησε. λέγει δ’ οὖν ὧδε καὶ αὐτός· «κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα».

1

.

10

.

31

καὶ τίνα ταῦτα ὡς ἀληθῶς θαυμάσια διασαφεῖ, λέγων ἑξῆς· «ποιήσει κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνεσι πίονται εὐφροσύνην, πίονται οἶνον, χρίσον‐ ται μύρον. παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη
5ἐπὶ πάντα τὰ ἔθνη».

1

.

10

.

32

τοιαῦτά τινα ἦν καὶ τὰ Ἡσαΐου θαυμάσια, εὐωδίας ἀγαθῆς καὶ μύρου χρῖσιν οὐ τῷ Ἰσραὴλ ἀλλὰ πᾶσι τοῖς ἔθ‐ νεσιν ἐπαγγελλόμενα· ὅθεν εἰκότως παρὰ τὴν τοῦ μύρου χρῖσιν καὶ τῆς Χριστιανῶν ἠξιώθησαν προσηγορίας. ἀλλὰ καὶ οἴνου τοῖς ἔθνεσιν
5εὐφροσύνην θεσπίζει, τὸ τῆς καινῆς τοῦ Χριστοῦ διαθήκης μυστή‐ ριον αἰνιττόμενος, ὃ παρὰ πᾶσι τοῖς ἔθνεσιν ἐναργῶς κατὰ τὸν παρόντα καιρὸν ἐκτελεῖται.

1

.

10

.

33

ταύτας δὲ πάλιν τὰς ἀσωμάτους καὶ νοερὰς θυσίας τὰ προφητικὰ κηρύττει λόγια, ὧδέ πη περιέχοντα· «θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δο‐
5ξάσεις με».

1

.

10

.

34

καὶ πάλιν «ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή». καὶ αὖθις «θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον».

1

.

10

.

35

Πάντα δὴ οὖν ταῦτα ἐξ αἰῶνος τεθεσπισμένα διὰ τῆς εὐαγγε‐ λικῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας κατὰ τὸν παρόντα καιρὸν πρὸς ἁπάντων τῶν ἐθνῶν ἐκτελεῖται, ἀληθείας ἐπιμαρτυρούσης τῇ προ‐ φητικῇ φωνῇ, δι’ ἧς τὰς κατὰ Μωσέα θυσίας ὁ θεὸς παραιτησάμενος
5τὸ μέλλον ἔσεσθαι καθ’ ἡμᾶς αὐτοὺς θεσπίζει λέγων· «διότι ἀπὸ ἀνα‐ τολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά».

1

.

10

.

36

Θύομεν δῆτα τοιγαροῦν τῷ ἐπὶ πάντων θεῷ «θυσίαν αἰνέσεως»· θύομεν τὸ ἔνθεον καὶ σεμνὸν καὶ ἱεροπρεπὲς θῦμα· θύομεν καινῶς
κατὰ τὴν καινὴν διαθήκην «τὴν καθαρὰν θυσίαν». θυσία δὲ τῷ θεῷ πνεῦμα συντετριμμένον εἴρηται· «καρδίαν γοῦν συντετριμμένην καὶ48
5τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει».

1

.

10

.

37

καὶ δὴ καὶ θυμιῶμεν τὸ προφητικὸν θυμίαμα, ἐν παντὶ τόπῳ προσκομίζοντες αὐτῷ τὸν εὐώδη καρπὸν τῆς παναρέτου θεολογίας, διὰ τῶν πρὸς αὐτὸν εὐχῶν ἀνα‐ φέροντες. τοῦτό τοι καὶ ἄλλος διδάσκει προφήτης, ὁ φήσας· «γενη‐
5θήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου».

1

.

10

.

38

οὐκοῦν καὶ θύομεν καὶ θυμιῶμεν· τοτὲ μὲν τὴν μνήμην τοῦ μεγάλου θύματος κατὰ τὰ πρὸς αὐτοῦ παραδοθέντα μυστήρια ἐπιτελοῦντες, καὶ τὴν ὑπὲρ σωτηρίας ἡμῶν εὐχαριστίαν δι’ εὐσεβῶν ὕμνων τε καὶ εὐχῶν
5τῷ θεῷ προσκομίζοντες, τοτὲ δὲ σφᾶς αὐτοὺς ὅλως καθιεροῦντες αὐτῷ, καὶ τῷ γε ἀρχιερεῖ αὐτοῦ λόγῳ αὐτῷ σώματι καὶ ψυχῇ ἀνακεί‐ μενοι.

1

.

10

.

39

διὸ πάσης μὲν αἰσχρουργίας τὸ σῶμα ἄχραντον καὶ ἀμίαντον αὐτῷ φυλάττειν ἀσκοῦμεν, παντὸς δὲ πάθους καὶ κηλῖδος ἁπάσης τῆς ἀπὸ κακίας κεκαθαρμένην τὴν διάνοιαν αὐτῷ προσκομίζομεν, λογισμοῖς τε ἀδιαπτώτοις καὶ ἀπλάστῳ διαθέσει δόγμασί τε ἀληθείας εὐσεβοῦμεν
5αὐτόν. ἀρεστὰ γὰρ αὐτῷ ταῦτα εἶναι μᾶλλον ἢ θυσιῶν πλῆθος αἵ‐
ματι καὶ καπνῷ καὶ κνίσεσιν ἐπιτελουμένων πεπαιδεύμεθα.49

2

Pin

t

Τάδε ἔνεστιν ἐν τῷ δευτέρῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως.

2

Pin

1

αʹ. Ὅτι μὴ ὡς ἔτυχεν μηδὲ μάτην τὰς παρ’ Ἑβραίοις προφητικὰς βίβλους διὰ πάσης σπουδῆς περιέπομεν.

2

Pin

2

βʹ. Ὅπως τὰ χρηστότερα περὶ ἡμῶν τῶν ἀλλοφύλων ἐθνῶν προ‐ λαβόντες οἱ παρ’ αὐτοῖς προφῆται ἐκήρυττον. αʹ. Ἀπὸ τῆς Γεν[ν]έσεως. βʹ. Ἀπὸ 〈τῆσ〉 αὐτῆς.
5γʹ. Ἀπὸ 〈τῆσ〉 αὐτῆς. δʹ. Ἀπὸ τοῦ Δευτερονομίου. εʹ. Ἀπὸ τοῦ καʹ Ψαλμοῦ. ϛʹ. Ἀπὸ τοῦ μϛʹ Ψαλμοῦ. ζʹ. Ἀπὸ τοῦ πεʹ Ψαλμοῦ.
10ηʹ. Ἀπὸ τοῦ ϟεʹ Ψαλμοῦ. θʹ. Ἀπὸ τοῦ Ζαχαρίου. ιʹ. Ἀπὸ τοῦ Ἡσαΐου. ιαʹ. Ὁμοίως.

2

Pin

3

γʹ. Ὅπως οἱ αὐτοὶ ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ τὴν τοῦ πάλαι παρὰ Ἑβραίοις μόνου γιγνωσκομένου θεοῦ γνῶσιν τε καὶ εὐσέ‐ βειαν πάντα τὰ ἔθνη μαθήσεσθαι προεθέσπιζον. ιβʹ. Ἀπὸ τοῦ βʹ Ψαλμοῦ.
5ιγʹ. Ἀπὸ τοῦ οαʹ Ψαλμοῦ. ιδʹ. Ἀπὸ τοῦ ϟζʹ Ψαλμοῦ. ιεʹ. Ἀπὸ τῆς Γεν[ν]έσεως. ιϛʹ. Ἀπὸ τοῦ Σοφονίου. ιζʹ. Ἀπὸ τοῦ αὐτοῦ.
10ιηʹ. Ἀπὸ τοῦ Ζαχαρίου. ιθʹ. Ἀπὸ τοῦ Ἡσαΐου. κʹ. Ἀπὸ τοῦ αὐτοῦ. καʹ. Ὁμοίως. κβʹ. Ὁμοίως.
15κγʹ. Ὁμοίως ἀπὸ τοῦ αὐτοῦ.50

2

Pin

4

δʹ. Ὅπως ἐπὶ τῇ τῶν ἐθνῶν κλήσει τῇ διὰ τοῦ Χριστοῦ γενομένῃ ἀπόπτωσις ἔμελλεν ἔσεσθαι τῆς κατὰ θεὸν εὐσεβείας τῷ Ἰου‐ δαίων ἔθνει. κδʹ. Ἀπὸ τοῦ Ἱερεμίου.
5κεʹ. Ἀπὸ τοῦ αὐτοῦ. κϛʹ. Ἀπὸ τοῦ Ἀμώς. κζʹ. Ἀπὸ τοῦ Μιχαίου. κηʹ. Ἀπὸ τοῦ Ζαχαρίου. κθʹ. Ἀπὸ τοῦ Μαλαχίου.
10λʹ. Ἀπὸ τοῦ Ἡσαΐου. λαʹ. Ἀπὸ τοῦ αὐτοῦ. λβʹ. Ὁμοίως. λγʹ. Ὁμοίως. λδʹ. Ὁμοίως.
15λεʹ. Ὁμοίως.

2

Pin

5

εʹ. Ὅτι μὴ εἰς ἅπαν τὸ Ἰουδαίων ἔθνος ἀλλ’ εἰς ὀλίγους αὐτῶν διήκει τὰ τῶν θείων ἐπαγγελιῶν. λϛʹ. Ἀπὸ τοῦ Ἡσαΐου. λζʹ. Ἀπὸ τοῦ αὐτοῦ.
5ληʹ. λθʹ. μʹ. μαʹ. μβʹ. μγʹ. μδʹ. μεʹ. μϛʹ. μζʹ. μηʹ. μθʹ. Ἀπὸ τοῦ αὐτοῦ ὁμοίως. νʹ. Ἀπὸ τοῦ Μιχαίου. ναʹ. Ἀπὸ τοῦ αὐτοῦ. νβʹ. Ἀπὸ τοῦ Σοφονίου.
10νγʹ. Ἀπὸ τοῦ Ζαχαρίου. νδʹ. Ἀπὸ τοῦ Ἱερεμίου. νεʹ. Ἀπὸ τοῦ αὐτοῦ. νϛʹ. Ἀπὸ τοῦ Ἰεζεκιήλου. νζʹ. Ἀπὸ τοῦ αὐτοῦ.
15νηʹ. Ἀπὸ τοῦ αὐτοῦ. νθʹ. Ἀπὸ τοῦ αὐτοῦ. ξʹ. Ἀπὸ τοῦ αὐτοῦ.

2

t

1

Βιβλίον βʹ.51

2

Prooem

1

Τὸν διὰ τῆς εὐαγγελικῆς διδασκαλίας ἅπασιν ἀνθρώποις προβε‐ βλημένον τῆς ἀληθοῦς εὐσεβείας τρόπον καὶ τὴν ἐν Χριστῷ πολιτείαν διελθὼν ἐν τῷ πρὸ τούτου συγγράμματι, παραστήσας τε καὶ ὡς οἶμαι πείσας, ὅτι μηδὲ βουλομένοις δυνατὸν ἦν πᾶσι τοῖς ἔθνεσι
5κατὰ τὰ Ἰουδαίων νόμιμα ζῆν, αὖθις ἐπὶ τοῦ παρόντος ἄνωθεν ἐπα‐ ναλαβὼν τὸν λόγον, ἐπάνειμι ἐπὶ τὰς ἐκ τῶν προφητικῶν φωνῶν μαρτυρίας, πρὸς τοὺς ἡμῶν κατηγόρους τῶν ἐκ περιτομῆς δαψιλε‐ στέραν τὴν ἀπόκρισιν ποιησόμενος, ἐπεὶ μηδαμῶς ἡμῖν μετεῖναι ἔφασαν τῶν παρ’ αὐτοῖς ἀναγράπτων ἐπαγγελιῶν· αὐτῶν γὰρ καὶ τοὺς προ‐
10φήτας γεγονέναι, αὐτοῖς καὶ τὸν Χριστόν, ὃν δὴ φίλον αὐτοῖς ἀποκα‐ λεῖν σωτῆρα καὶ λυτρωτήν, κηρύττεσθαι, αὐτοῖς καὶ τὰς ἀναγράπτους ὑποσχέσεις προσδοκᾶν ἀποδοθήσεσθαι· ἡμᾶς δὲ περιττοὺς τούτων ὑπάρχειν, οἷα τὸ γένος ἀλλοφύλους ὄντας, οἷς τὰ χείριστα διὰ πασῶν τῶν προφητειῶν θεσπίζεσθαι·

2

Prooem

2

πρὸς δὴ οὖν ταῦτα, φέρε, ἐξ αὐτῶν τῶν παρ’ αὐτοῖς προφητικῶν βίβλων τὴν πρὸς αὐτοὺς ἀπάντησιν ποιησώμεθα. τὸ μὲν οὖν παρ’ αὐτοῖς ἐπηγγέλθαι τὸν Χριστὸν τοῦ θεοῦ καὶ τὴν ἄφιξιν αὐτοῦ λύτρωσιν τῷ Ἰσραὴλ κηρύττειν, οὐδ’ ἂν
5ἡμεῖς ἀρνηθείημεν, ὁμολογουμένως διὰ πάσης αὐτῶν γραφῆς προδήλως τούτου παρισταμένου· τό γε μὴν ἀποκλείειν τὰ ἔθνη τῶν ἐπὶ τῷ Χριστῷ προσδοκωμένων ἀγαθῶν, ὡς ἂν μόνῳ τῷ Ἰσραὴλ οὐχὶ δὲ καὶ τοῖς ἔθνεσιν ἐπηγγελμένων, οὐκέτι δίκαιον αὐτοῖς συγχωρεῖν, παρὰ τὴν τῶν θείων γραφῶν τοῦτο φάσκουσι μαρτυρίαν.

2

.

1

.

1

Πρῶτον οὖν, ἐπειδήπερ αὐτοὶ τὰς ὑπὲρ αὐτῶν χρηστοτέρας φωνὰς ἀναλέγεσθαι εἰώθασι καὶ ταύτας διὰ στόματος ἀπομνημονεύειν, ἀντιπαραθῶμεν αὐτοῖς τὰς περὶ τῶν ἐθνῶν ἐξ αὐτῶν τῶν προφη‐ τειῶν ἀποδείξεις, παριστώσας ὡς ἄρα μυρίαι ὅσαι προρρήσεις ἀγαθὰ
5καὶ σωτήρια πᾶσι τοῖς ἔθνεσιν ἐθέσπιζον, καὶ ὡς οὐδ’ ἄλλως ἔφασκον
ἀποτελεσθήσεσθαι τὰ ἐπηγγελμένα τοῖς ἔθνεσιν ἢ διὰ μόνης τῆς τοῦ Χριστοῦ παρουσίας.52

2

.

1

.

2

στήσαντες δὲ ἐνταῦθα τὸν λόγον, ἀποδεδειχότες ἂν εἴημεν ὡς οὐ μᾶλλον ἐκείνοις φάναι χρῆν ἢ ἡμῖν τὴν ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ προσδοκίαν ἁρμόττειν. ἰσορρόπου δὲ Ἰουδαίοις καὶ Ἕλλησι τῆς τῶν ἐπηγγελμένων ἐλπίδος ἀποδειχθείσης, ὡς κατὰ
5τοῦτο μηδὲν τῶν ἐκ περιτομῆς λείπεσθαι τοὺς ἀπὸ τῶν ἐθνῶν διὰ Χριστοῦ σωθησομένους, ἐκ περιουσίας ἑξῆς ἐλέγξομεν, ὡς ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ καὶ τῇ τῶν ἐθνῶν κλήσει ἀπόπτωσιν παντελῆ καὶ ἀποβολὴν τοῦ παντὸς Ἰουδαίων ἔθνους τὰ θεῖα προαναφωνεῖ λόγια, βραχέσι μόνοις αὐτῶν καὶ ἀριθμῷ ληπτοῖς τὰ χρηστότερα θεσπίζοντα,
10καὶ ὡς ἁλώσεται αὐτῶν ἡ πόλις αὐτῷ ἱερῷ, πάντα τε τὰ σεμνὰ καθ‐ αιρεθήσεσθαι δηλοῦντα, ἃ καὶ ἔργοις πέφηνεν δεδηλωμένα.

2

.

1

.

3

πῶς δ’ ὑφ’ ἓν καὶ κατὰ τὸ αὐτό, ἐπὶ τῆς τοῦ Χριστοῦ παρουσίας, λύτρωσιν κακῶν τῷ Ἰσραὴλ καὶ ἀγαθῶν ἀπόλαυσιν, ἔμπαλίν τε στέρησιν. ἀγαθῶν καὶ ἀπόπτωσιν τῆς τοῦ θεοῦ εὐσεβείας, θεσπίζουσιν οἱ ἱεροὶ λόγοι,
5κατὰ τὸν προσήκοντα καιρὸν διευκρινήσομεν. Τέως δὲ ἀπίωμεν ἐπὶ τὸ πρῶτον, ὀλίγα τινὰ εἰς ἀπόδειξιν τῶν εἰρημένων ἀπὸ μυρίων ὅσων προφητειῶν ἀναλεξάμενοι.

2

.

1

.

4

ἐπεὶ τοίνυν αὐτοὶ τὰς περὶ ἑαυτῶν χρηστοτέρας προφητείας προβάλλεσθαι ἡμῖν εἰώθασιν, ὡς ἂν αὐτοῖς μόνοις ὑπεσχημένων τῶν προϋπηργμένων, ὥρα καὶ ἡμᾶς ἀντιπαραγαγεῖν καὶ ἀντιθεῖναι αὐτοῖς τὰς περὶ τῶν
5ἐθνῶν ἐπαγγελίας, ὧδέ πως παρὰ τοῖς αὐτῶν προφήταις φερομένας.

2

.

1

.

5

αʹ. Ἀπὸ τῆς Γενέσεως. «Ὁ δὲ κύριος εἶπεν οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ; Ἀβραὰμ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ· καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς». κρύφιον καὶ λεληθὸς τοὺς πολλοὺς μυστήριον μὴ κρύ‐
5ψειν φησὶν ὁ χρησμός, ἀποκαλύψειν δὲ τῷ θεοφιλεῖ. τοῦτο δὲ ἦν τὸ περὶ τῆς τῶν ἐθνῶν ἁπάντων εὐλογίας, ὃ πάλαι μὲν κέκρυπτο διὰ τὸ πάντα τὰ ἔθνη κατὰ τοὺς τοῦ Ἀβραὰμ χρόνους ἀφάτῳ πλάνῃ δεισιδαι‐ μονίας κεκρατῆσθαι, νυνὶ δὲ τοῦτο καθ’ ἡμᾶς ἀναπέφανται, ὅτε διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας τὸν αὐτὸν τῷ Ἀβραὰμ
10θεοσεβοῦντα τρόπον τῆς ἴσης αὐτῷ μετέχει εὐλογίας.

2

.

1

.

6

ὅτι δ’ οὐχ οἷόν τε ἦν κατὰ τὴν Μωσέως νομοθεσίαν πολιτεύεσθαι πάντα τὰ ἔθνη,
πληρέστατα ἐν τῷ πρὸ τούτου συγγράμματι διειλήφαμεν, ὡς ἂν μή τις ὑπολάβοι περὶ τῶν παρὰ Ἰουδαίοις προσηλύτων εἰρῆσθαι τὸ λόγιον.53

2

.

1

.

7

ἐν ταὐτῷ δὲ συστήσαντες, ὅτι μόνοις τοῖς διὰ Χριστοῦ ... ἐξ ἁπάν‐ των τῶν ἐθνῶν ἐφαρμόζοι ἂν ἡ πρὸς τὸν Ἀβραὰμ θεσπισθεῖσα περὶ πάντων τῶν ἐθνῶν εὐλογία, τοὺς φιλομαθεῖς ἐπ’ ἐκεῖνα καὶ νῦν ἀναπέμψομεν.

2

.

1

.

8

βʹ. Ἀπὸ τῆς αὐτῆς. Ὁ δὲ κύριος τῷ Ἰσαὰκ χρηματίζων μεθ’ ἕτερα καὶ ταῦτά φησιν· «καὶ στήσω τὸν ὅρκον μου Ἀβραὰμ τῷ πατρί σου, καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ· καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται
5ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς».

2

.

1

.

9

ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ ἐκ σπέρματος Ἰσαὰκ γέγονε τὸ κατὰ σάρκα, ἐν ᾧ πάντα τὰ ἔθνη τῆς γῆς εὐλογεῖται, μαθόντα δι’ αὐτοῦ τὸν τῶν ὅλων θεόν, καὶ παιδευθέντα πάλιν δι’ αὐτοῦ τοὺς θεοφιλεῖς
5ἄνδρας εὐλογεῖν. διὸ καὶ ἀντευλογεῖται, τῆς ἴσης τοῖς ὑπ’ αὐτῶν εὐ‐ λογουμένοις ἀπολαύοντα εὐλογίας, κατὰ τὸν φήσαντα τοῦ θεοῦ πρὸς τὸν Ἀβραὰμ λόγον· οἱ εὐλογοῦντές σε εὐλόγηνται.

2

.

1

.

10

γʹ. 〈Ἀπὸ τῆς αὐτῆς.〉 «Εἶπεν δὲ αὐτῷ ὁ θεός», (δῆλον δὲ ὅτι τῷ Ἰακώβ)· «ἐγὼ κύριος ὁ θεός, αὐξάνου καὶ πληθύνου εἰς ἔθνη, καὶ συναγωγαὶ ἐθνῶν ἐκ σοῦ ἔσονται».

2

.

1

.

11

κατὰ μὲν τὸ προφανὲς ἓν ἔθνος μόνον τὸ Ἰουδαίων ἀπὸ τοῦ Ἰακὼβ συνέστη. πῶς οὖν ἀληθεύοι ἂν πληθυντικῶς λέγων ὁ χρησμός; ἐπεὶ δὲ ὁ Χριστὸς τοῦ θεοῦ ἐκ σπέρ‐ ματος Ἰακὼβ γενόμενος πολλὰς συναγωγὰς ἐθνῶν διὰ τῆς εὐαγγελικῆς
5αὐτοῦ συνεκρότησε διδασκαλίας, εἰκότως εἰς αὐτὸν καὶ δι’ αὐτοῦ τὰ τῆς προφητείας τέλους τετύχηκεν ἤδη πρότερον, καὶ εἰσαῦθις ἔτι μᾶλλον τεύξεται.

2

.

1

.

12

δʹ. Ἀπὸ τοῦ Δευτερονομίου. «Εὐφράνθητε οὐρανοὶ ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ. εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτοὺς πάντες ἄγγελοι θεοῦ». ἀντὶ δὲ τοῦ «εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ» ὁ Ἀκύλας·
5«αἰνοποιήσατε», φησίν, «ἔθνη λαὸς αὐτοῦ», καὶ Θεοδοτίων· «ἀγαλ‐
λιᾶσθε ἔθνη λαὸς αὐτοῦ». εʹ.54

2

.

1

.

13

Ψαλμοῦ καʹ. Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύ‐ ριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶ‐ σαι αἱ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπό‐ ζει τῶν ἐθνῶν». καὶ ἑξῆς ἐπιλέγει·

2

.

1

.

14

«ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθη‐ σομένῳ, ὃν ἐποίησεν ὁ κύριος». σαφῆ ταῦτα, οὐδ’ ἑρμηνείας δεόμενα.

2

.

1

.

15

ϛʹ. Ψαλμοῦ μϛʹ. «Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν».

2

.

1

.

16

καὶ ἑξῆς ἐπιλέγει· «ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός, ψάλατε συνετῶς. ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ». καὶ ταῦτα σαφῆ καὶ οὐδ’ ἑρμηνείας δεόμενα.

2

.

1

.

17

ζʹ. Ψαλμοῦ πεʹ. «Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, κύριε, καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου· πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε. καὶ δοξάσουσι τὸ ὄνομά σου, ὅτι μέγας εἶ σύ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ θεὸς μόνος». ὁμοίως
5καὶ ταῦτα σαφῆ.

2

.

1

.

18

ηʹ. Ψαλμοῦ ϟεʹ. «Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ κυ‐ ρίῳ πᾶσα ἡ γῆ. ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, εὐαγ‐ γελίσασθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. ὅτι
5μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς».

2

.

1

.

19

καὶ ἐπιλέγει· «ἐνέγκατε τῷ κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ». καὶ ἑξῆς· «εἴπατε ἐν τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασίλευσεν. καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται». καὶ ταῦτα σαφῆ.

2

.

1

.

20

θʹ. Ἀπὸ τοῦ Ζαχαρίου. «Καὶ ἔσται, ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ἱερουσαλήμ, καὶ ἀναβή‐ σονται κατ’ ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκρά‐ τορι, καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. καὶ ἔσται, ὅσοι55
5ἂν μὴ ἀναβῶσιν ἐκ πάσης τῆς [γῆς τῆς] φυλῆς τῆς γῆς εἰς Ἱερουσαλὴμ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ αὐτοὶ ἐκείνοις προσ‐ τεθήσονται.

2

.

1

.

21

ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλθῃ, καὶ ἐπὶ τούτους ἔσται ἡ πτῶσις, ἣν πατάξῃ κύριος πάντα τὰ ἔθνη, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας, αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου, καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὃς ἂν μὴ
5ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας».

2

.

1

.

22

σαφῶς καὶ ταῦτα κλῆσιν ἁπάντων τῶν ἐθνῶν περιέχει, κατὰ διάνοιαν μόνην θεωρουμένων τῶν περὶ τῆς Ἱερουσαλὴμ καὶ τῆς σκηνοπηγίας εἰρημέ‐ νων, ἃ καὶ κατὰ καιρὸν τῆς προσηκούσης τεύξεται ἑρμηνείας.

2

.

1

.

23

ιʹ. Ἀπὸ τοῦ Ἡσαΐου. «Τοῦτο πρῶτον πίε, ταχὺ ποίει. χώρα Ζαβουλών, ἡ γῆ Νεφθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς
5λάμψει ἐφ’ ὑμᾶς».

2

.

1

.

24

ιαʹ. Ἀπὸ τοῦ αὐτοῦ. «Ἀκούσατέ μου νῆσοι, καὶ προσέχετε ἔθνη. διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος». οἷς ἑξῆς ὁμοῦ περὶ τῶν ἐθνῶν καὶ περὶ τοῦ Χριστοῦ ἐπιλέγει· «ἰδοὺ δέδωκά σε εἰς διαθή‐ κην γένους, εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου
5τῆς γῆς».

2

.

1

.

25

Μυρία δ’ ἂν εὕροις καὶ αὐτὸς δι’ ὅλων τῶν προφητῶν κατε‐ σπαρμένα ἐν ἐπαγγελίαις τῶν ἐθνῶν, ἅπερ ἐπὶ τοῦ παρόντος οὔτε ἀναλέγειν οὔτε ἑρμηνεύειν καιρός. πλὴν ἱκανὰ τυγχάνει καὶ τὰ προ‐ τεθέντα παραστῆσαι τὸ προκείμενον.

2

.

1

.

26

τοῦτο δ’ ἦν τοῖς ἐκ περι‐ τομῆς, μέγα ἐφ’ ἑαυτοῖς αὐχοῦσι καὶ σεμνυνομένοις, ὡς τοῦ θεοῦ μόνους αὐτοὺς τῶν λοιπῶν ἐθνῶν προτιμήσαντος καὶ μόνους τῶν θείων ἐπαγγελιῶν κατηξιωκότος, ἐπιδεῖξαι ὡς οὐδὲν κρεῖττον παρὰ
5τοὺς λοιποὺς ἅπαντας ἰδίως αὐτοῖς ἐν ταῖς θείαις ἐπήγγελται ὑπο‐ σχέσεσιν. Ὅτε τοίνυν ἀπεδείχθη τῶν θείων ἐπαγγελιῶν τὰ ἔθνη κατη‐
ξιωμένα, φέρε λοιπὸν ἤδη καὶ τὸ δι’ οὗ τὰ ἔθνη τῆς τοῦ θεοῦ κλή‐ σεως καὶ τῶν θείων ἐπαγγελιῶν τεύξεσθαι λέγεται θεασώμεθα· καλὸν56
10γὰρ καὶ τὴν αἰτίαν συνιδεῖν τὴν τοῖς ἔθνεσι τὰ ἀγαθὰ προξενήσειν λεγομένην.

2

.

1

.

27

τίς δ’ ἂν εἴη αὕτη ἢ τοῦ Χριστοῦ παρουσία, δι’ οὗ καὶ οἱ ἐκ περιτομῆς τὴν ἑαυτῶν ὁμολογοῦσι γενήσεσθαι ἀπολύτρωσιν; δεικτέον τοίνυν ὡς καὶ ἡ τῆς τῶν ἐθνῶν κλήσεως προσδοκία οὐδ’ ἑτέρα τις ὑπῆρχεν ἢ αὐτὸς ὁ Χριστὸς τοῦ θεοῦ, οὐ μόνον Ἰουδαίοις,
5ἀλλὰ καὶ πᾶσι τοῖς ἔθνεσι σωτὴρ ἐπιφανησόμενος.

2

.

1

.

28

χρήσομαι δὲ τὰ νῦν ψιλαῖς τῶν προφητῶν μαρτυρίαις δίχα πάσης ἑρμηνείας, ἐπὶ σχολῆς μέλλων ἑκάστην εἰς πλάτος διερμηνεύειν, ἐπὰν σὺν θεῷ τὰς περὶ τῶν ἐθνῶν προρρήσεις συναγαγὼν ὁμοῦ πάσας διερμηνεύειν μέλλοιμι.

2

.

2

.

1

ιβʹ. Ψαλμοῦ βʹ. «Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό, κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ», καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει·

2

.

2

.

2

«κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέν‐ νηκά σε. αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς».

2

.

2

.

3

ιγʹ. Ψαλμοῦ οαʹ. «Ὁ θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κρίνειν τὸν λαόν σου», καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει· «καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσ‐ σης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης». καὶ αὖθις·
5«πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ».

2

.

2

.

4

καὶ πάλιν· «εὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν». καὶ ἐπὶ τέλει τοῦ ψαλμοῦ· «καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ, γένοιτο, γένοιτο».

2

.

2

.

5

ιδʹ. Ψαλμοῦ ϟζʹ. «Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ κύριος. ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. ἐγνώρισεν κύριος τὸ σωτήριον. αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ. ἐμνήσθη τοῦ ἐλέους αὐ‐
5τοῦ τῷ Ἰακώβ, καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ· ἴδοσαν
πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν, ἀλαλάξατε τῷ κυρίῳ πᾶσα ἡ γῆ».57

2

.

2

.

6

καὶ ἐπιλέγει· «σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό, τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου κυρίου, ὅτι ἔρχεται κρῖναι τὴν γῆν, κρινεῖ τὴν οἰκουμένην
5ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι».

2

.

2

.

7

ιεʹ. Ἀπὸ τῆς Γενέσεως. «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν».

2

.

2

.

8

ιϛʹ. Ἀπὸ τοῦ Σοφονίου. «Ἐπιφανήσεται κύριος ἐπ’ αὐτούς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου αὐτῶν, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν».

2

.

2

.

9

ιζʹ. Ἀπὸ τοῦ αὐτοῦ. «Διὰ τοῦτο ὑπόμεινόν με, λέγει κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον. διότι τὸ κρίμα μου εἰς συνα‐ γωγὰς ἐθνῶν, τοῦ εἰσδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπ’ αὐτοὺς τὴν ὀργήν μου, πᾶσαν ὀργὴν θυμοῦ μου. διότι ἐν πυρὶ ζήλου μου κατ‐
5αναλωθήσεται πᾶσα ἡ γῆ, ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν, εἰς γενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου, τοῦ δου‐ λεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι».

2

.

2

.

10

ιηʹ. Ἀπὸ τοῦ Ζαχαρίου. «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος· καὶ καταφεύξονται ἔθ〈ν〉η πολλὰ ἐπὶ τὸν κύριον τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσον‐ ται αὐτῷ εἰς λαόν. καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι
5κύριος παντοκράτωρ ἐξαπέστειλέν με πρός σε».

2

.

2

.

11

ιθʹ. Ἀπὸ τοῦ Ἡσαΐου. «Ἐξελεύσεται ῥάβδος ἐκ ῥίζης Ἰεσ〈σ〉αί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα
τοῦ θεοῦ», καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει· «καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσ〈σ〉αὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη58
5ἐλπιοῦσιν».

2

.

2

.

12

κʹ. Ἀπὸ τοῦ αὐτοῦ. «Ἰδού, ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτὸν καὶ κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. οὐ κεκράξει, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντεθλασμένον οὐ κατ‐
5εάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἀλλ’ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν, ἀναλάμψει, καὶ οὐ θραυσθήσεται ἕως θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν».

2

.

2

.

13

καὶ ἑξῆς ἐπιλέγει· «ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε· καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου
5φυλακῆς καθημένους ἐν σκότει. ἐγὼ κύριος ὁ θεός, τοῦτό μού ἐστιν ὄνομα, τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. τὰ ἀπ’ ἀρχῆς ἰδοὺ ἥκασιν, καινὰ ἃ νῦν ἀναγγελῶ, καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν».

2

.

2

.

14

καʹ. Ἀπὸ τοῦ αὐτοῦ. «Ἀκούσατέ μου νῆσοι καὶ προσέχετε ἔθνη, διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος. ἐκ κοιλίας μητρός μου ἐκά‐ λεσεν τὸ ὄνομά μου, καὶ ἔθηκεν τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ· ἔθηκέν με ὡς βέλος ἐκλεκτόν,
5καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέν με».

2

.

2

.

15

καὶ ἐπιλέγει ἑξῆς· «ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε ἕως ἐσχάτου τῆς γῆς».

2

.

2

.

16

κβʹ. Ἀπὸ τοῦ αὐτοῦ. «Οὕτω λέγει κύριος ὁ ῥυσάμενός σε θεὸς Ἰσραήλ, ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσό‐ μενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτόν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ», καὶ
5τὰ ἑξῆς.

2

.

2

.

17

οἷς ἐπιλέγει· «καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τοῦ κατα‐ στῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους, λέγοντα τοῖς ἐν δεσμοῖς, ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆναι, καὶ ἐν
5πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν· οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος, ἀλλ’ ὁ ἐλεῶν παρακαλέσει, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς· καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς.59

2

.

2

.

18

ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, οὗτοι ἀπὸ βορρᾶ καὶ θα‐ λάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. εὐφράνθητε οὐρανοὶ καὶ ἀγαλλι‐ άσθω ἡ γῆ. ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὅτι ἠλέησεν κύριος τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν».

2

.

2

.

19

κγʹ. Τοῦ αὐτοῦ. «Προσέχετε τοῖς ὠσὶν ὑμῶν καὶ ἐπακολουθή‐ σατε ταῖς ὁδοῖς μου· ἐπακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαβὶδ τὰ πιστά. ἰδοὺ μαρτύριον ἔθνεσιν δέδωκα αὐτόν, ἄρχοντα καὶ προστάσ‐
5σοντα ἔθνεσιν. ἔθνη ἃ οὐκ οἴδασίν σε ἐπικαλέσονταί σε, καὶ λαοὶ οἳ οὐκ ἐπίστανταί σε ἐπὶ σὲ καταφεύξονται, ἕνεκα κυρίου τοῦ θεοῦ σου τοῦ ἁγίου σου Ἰσραήλ, ὅτι ἐδόξασέν σε».

2

.

2

.

20

Καὶ διὰ τούτων οὖν μεμαθηκότες, ὡς ἡ τοῦ Χριστοῦ παρουσία οὐ μόνοις Ἰουδαίοις ἀλλὰ καὶ τοῖς πᾶσιν ἔθνεσιν σωτήριος ἔσεσθαι προηυτρεπίζετο, φέρε καὶ τὸ τρίτον ἀποδείξωμεν, ὅπως κατὰ τοὺς τῆς ἐπιφανείας αὐτοῦ χρόνους οὐ μόνον τὰ χρηστότερα τοῖς ἔθνεσι
5προεφητεύετο, ἀλλὰ καὶ τοῖς ἐκ περιτομῆς τὰ ἐναντία.

2

.

2

.

21

διαρρήδην γοῦν ἀπόπτωσιν καὶ ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν αὐτῶν ἔσεσθαι τὰ παρ’ αὐτοῖς λόγια προαγορεύει, ὡς μηκέτι ἴσους ἡμᾶς αὐτοῖς, ἀλλὰ καὶ κρείττους αὐτῶν ἐκ περι‐
5ουσίας ἀναφαίνεσθαι. καὶ νῦν δὲ χρήσομαι ψιλαῖς ταῖς τῶν προφη‐ τῶν παραθέσεσι δίχα πάσης τῆς εἰς αὐτὰς θεωρίας, διά τε τὸ σαφὲς αὐτῶν καὶ διὰ τὸ μέλλειν ἐπὶ σχολῆς πληρεστάτην αὐτῶν ποιήσασθαι τὴν ἐξέτασιν.

2

.

3

.

1

κδʹ. Ἀπὸ τοῦ Ἱερεμίου. «Τάδε λέγει κύριος, στῆτε ἐν ταῖς ὁδοῖς, καὶ ἴδετε, καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν· καὶ εἶπαν, οὐ πορευσόμεθα. καθέστακα ἐφ’ ὑμᾶς
5σκοπούς, ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν, οὐκ ἀκουσό‐ μεθα. διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια
ἐν αὐτοῖς».60

2

.

3

.

2

κεʹ. Ἀπὸ τοῦ αὐτοῦ. «Κύριε ἰσχύς μου καὶ βοήθειά μου καὶ κα‐ ταφυγή μου ἐν ἡμέρᾳ κακῶν. πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ’ ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν· ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλεια. εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς, καὶ
5οὗτοι οὐκ εἰσὶν θεοί.

2

.

3

.

3

διὰ τοῦτο ἰδοὺ ἐγὼ δείξω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ, γνωριῶ αὐτοῖς τὴν χεῖρά μου καὶ τὴν δύναμίν μου· καὶ γνώ‐ σονται ὅτι ὄνομά μοι κύριος. ἁμαρτία Ἰούδα ἐγγέγραπται ἐν γραφῇ ἐν ὄνυχι ἀδαμαντίνῳ, ἐγκεκολαμ〈μ〉ένη ἐπὶ τοῦ στήθους τῆς καρδίας
5αὐτῶν, ἡνίκα ἂν μνησθῶσιν τὰ ἄλση αὐτῶν ἐπὶ ξύλου δασέος, καὶ ἐπὶ βουνῶν μετεώρων, καὶ ὀρέων ἐν ἀγρῷ. ἰσχύν σου καὶ θησαυρούς σου εἰς προνομὴν δώσω, καὶ τὰ ὑψηλά σου διὰ τὰς ἁμαρτίας σου τὰς ἐν πᾶσι τοῖς ὁρίοις σου. καὶ ἀφεθήσῃ μόνη, καὶ ταπεινωθήσῃ ἀπὸ τῆς κληρονομίας σου, ἧς ἔδωκά σοι.

2

.

3

.

4

καὶ καταδουλώσω σε τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ ᾗ οὐκ ἔγνως· ὅτι πῦρ ἐκκέκαυται ἐν τῷ θυμῷ μου, ἕως αἰῶνος καυθήσεται».

2

.

3

.

5

κϛʹ. Ἀπὸ τοῦ Ἀμώς. «Ἰδοὺ ἐγὼ ἐντέλλομαι, καὶ λικμήσω ἐν πᾶσι τοῖς ἔθνεσι τὸν οἶκον Ἰσραὴλ ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ, καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν· ῥομφαίᾳ τελευτήσουσιν πάντες οἱ ἁμαρτωλοὶ τοῦ λαοῦ μου, οἱ λέγοντες, οὐ μὴ ἐγγίσῃ οὐδὲ μὴ ἔλθῃ
5ἐφ’ ἡμᾶς τὰ κακά· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν, καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς,

2

.

3

.

6

καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω, καὶ ἀνοικοδομήσω αὐτήν, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ὅπως ἐκζητήσωσί με οἱ κατάλοιποι τῶν ἀνθρώ‐ πων, καὶ πάντα τὰ ἔθνη, ἐφ’ ἃ ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτά,
5λέγει κύριος ὁ ποιῶν ταῦτα πάντα».

2

.

3

.

7

κζʹ. Ἀπὸ τοῦ Μιχαίου. «Ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴ‐
κου Ἰακὼβ καὶ οἱ κατάλοιποι οἴκου Ἰσραήλ, οἱ βδελυσσόμενοι κρίμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις. οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον,61
5καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίναντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν κύριον ἐπανεπαύοντο, λέ‐ γοντες, οὐχὶ κύριος μεθ’ ἡμῶν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφ’ ἡμᾶς κακά.

2

.

3

.

8

διὰ τοῦτο δι’ ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. καὶ ἔσται ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν
5βουνῶν· καὶ σπεύσουσιν ἐπ’ αὐτὸ λαοί, καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσό‐ μεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ».

2

.

3

.

9

κηʹ. Ἀπὸ τοῦ Ζαχαρίου. «Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πρᾶος καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ
5ἐξολοθρεύσει τόξον πολεμικόν· καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν, καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν δι’ ἐκβο‐ λῶν γῆς».

2

.

3

.

10

κθʹ. Ἀπὸ τοῦ Μαλαχίου. «Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν. διότι ἀπ’ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί
5μου, καὶ θυσία καθαρά. διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν, λέγει κύριος παντοκράτωρ, ὑμεῖς δὲ βεβηλοῦτε αὐτό».

2

.

3

.

11

λʹ. Ἀπὸ τοῦ Ἡσαΐου. «Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς
σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη». καὶ ἑξῆς ἐπιλέγει· «πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί»;62

2

.

3

.

12

καὶ ἐπὶ τούτοις· «ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρός, καὶ
5κατακαυθήσονται οἱ ἄνομοι, καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων».

2

.

3

.

13

τούτοις ἅπασιν ἐπιλέγει· «καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος κυρίου, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη· καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν, δεῦτε
5καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν».

2

.

3

.

14

λαʹ. Τοῦ αὐτοῦ. «Τάδε λέγει κύριος Σαβαώθ, καὶ ἔσται ὃν τρό‐ πον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ, καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ’ ἄκρου μετεώρων, ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῇ.

2

.

3

.

15

τάδε λέγει κύριος ὁ θεὸς τοῦ Ἰσραήλ· τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ὁ ἄνθρω‐ πος ἐπὶ τῷ ποιήσαντι αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται· καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς,
5οὔτε ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ οὐκ ὄψονται τὰ δένδρα, οὔτε τὰ βδελύγματα αὐτῶν. τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι, ὃν τρόπον ἐγκατέλιπον οἱ Ἀμορραῖοι καὶ οἱ Εὐαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ,

2

.

3

.

16

καὶ ἔσονται ἔρημοι· διότι ἐγκατέλιπες τὸν θεὸν τὸν σω‐ τῆρά σου, καὶ κυρίου τοῦ θεοῦ σου οὐκ ἐμνήσθης. διὰ τοῦτο φυτεύ‐ σεις φύτευμα ἄπιστον· τῇ δὲ ἡμέρᾳ ᾗ ἂν φυτεύσῃς, πλανηθήσῃ».

2

.

3

.

17

λβʹ. Τοῦ αὐτοῦ. «Κύριε ὁ θεός μου δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν, ἀληθινήν. γένοιτο κύριε. ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια. τῶν ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδο‐
5μηθῇ. διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός, καὶ πόλεις ἀνθρώ‐ πων ἀδικουμένων εὐλογήσουσί σε. ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθός, καὶ τοῖς ἀθυμήσασι δι’ ἔνδειαν σκέπη.63

2

.

3

.

18

καὶ ποιήσει κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν· ἐπὶ τὸ ὄρος τοῦτο πίονται εὐφροσύνην, πίονται οἶνον· χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ. παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. κατέπιεν
5ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ὁ θεὸς ἀπὸ πάσης τῆς γῆς, τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα».

2

.

3

.

19

λγʹ. Τοῦ αὐτοῦ. «Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε· ὅτι ἰδοὺ ἐγὼ ποιῶ καινὰ ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά, καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδόν, καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς· καὶ εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρου‐
5θῶν· ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν, λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθε.

2

.

3

.

20

οὐ νῦν ἐκάλεσά σε Ἰακώβ, οὐδὲ κοπιάσαι σε ἐποίησα Ἰσραήλ. οὐκ ἤνεγκάς μοι πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξα‐ σάς με· οὐκ ἐδούλευσάς μοι ἐν δώροις, οὐδὲ ἔγκοπόν σε ἐποίησα ἐν
5λιβάνῳ, οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα, ἀλλ’ ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου».

2

.

3

.

21

καὶ ἐν τοῖς ἑξῆς φησιν· «ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε οἱ ἀπ’ ἐσχάτου τῆς γῆς. ἐγὼ εἰμί, καὶ οὐκ ἔστιν ἄλλος. κατ’ ἐμαυτοῦ ὀμνύω, ἦ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται, ὅτι ἐμοὶ πᾶν γόνυ
5κάμψει, καὶ ὀμεῖται πᾶσα γλῶσσα τὸν θεὸν τὸν ἀληθινόν, λέγων, δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξει, καὶ αἰσχυνθήσονται πάντες οἱ διορίζοντες ἑαυτοὺς ἀπὸ τοῦ κυρίου».

2

.

3

.

22

λδʹ. Τοῦ αὐτοῦ. «Οὕτω λέγει κύριος, ποῖον τὸ βιβλίον τοῦτο τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ἐν ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθηται, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν· διότι ἦλθον, καὶ οὐκ
5ἦν ἄνθρωπος· ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος», καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει·

2

.

3

.

23

«οἱ πορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ θεῷ ὑμῶν. ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, κατισχύσατε φλόγα. πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. δι’ ἐμὲ ἐγέ‐
64
5νετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε», καὶ τὰ ἑξῆς. οἷς ἐπι‐ λέγει·

2

.

3

.

24

«ἀκούσατέ μου, ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου, καὶ ἐπὶ τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν».

2

.

3

.

25

λεʹ.〉 Ἐκ τοῦ αὐτοῦ· «Μὴ οὐχὶ ἰσχύει ἡ χείρ μου τοῦ σῶσαι; ἢ ἐβάρυνεν τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι; ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διίστησιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀφ’ ὑμῶν τοῦ μὴ
5ἐλεῆσαι· αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις,

2

.

3

.

26

τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ. οὐδεὶς λαλεῖ δίκαια, οὐδ’ ἔστιν ἡ κρίσις ἀληθινή· πεποίθασιν ἐπὶ ματαίοις, καὶ λαλοῦσι καινά, ὅτι κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν.

2

.

3

.

27

ὠὰ ἀσπίδων ἔρρηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι, καὶ ὁ θέλων τῶν ὠῶν αὐτῶν φαγεῖν συντρίψας οὔριον εὗρε καὶ ἐν αὐτῷ βασιλίσκον. ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· τὰ γὰρ ἔργα
5αὐτῶν ἔργα ἀνομίας, οἱ δὲ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσι, ταχινοὶ ἐκχέαι αἷμα, καὶ οἱ διαλογισμοὶ αὐτῶν διαλογισμοὶ ἀφρόνων. σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, αἱ τρίβοι αὐτῶν διεστραμμέναι, ἃς διοδεύουσιν, καὶ οὐκ οἴδασιν εἰρήνην.

2

.

3

.

28

διὰ τοῦτο ἀπέστη ἡ κρίσις ἀπ’ αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη. ὑπομεινάντων φῶς ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν. ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον, καὶ ὡς οὐχ ὑπαρ‐
5χόντων ὀφθαλμῶν ψηλαφήσουσι, πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ, ὡς ἀποθνήσκοντες στενάξουσιν, ὡς ἄρκος καὶ περιστερὰ ἅμα πορεύσονται», καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει·

2

.

3

.

29

«καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου, καὶ οἱ ἀπὸ ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον». Ἀλλὰ γὰρ πλείστων ὅσων οὐσῶν περὶ τῆς αὐτῆς ὑποθέσεως
5προφητειῶν, ταῖς παρατεθείσαις μαρτυρίαις ἀρκεσθησόμεθα καὶ κατὰ
καιρὸν αὖθις ἀναλαβόντες ἐξομαλίσωμεν, ἡγούμενοι τέως, δαψιλέσι ταῖς λέξεσι καὶ ταῖς ἀπὸ τούτων μαρτυρίαις κεχρημένοι, ἱκανῶς ἀπο‐ δεδειχέναι μηδὲν πλέον ἔχειν Ἰουδαίους τῶν λοιπῶν ἐθνῶν.65

2

.

3

.

30

εἴτε γὰρ τῆς τοῦ θεοφιλοῦς Ἀβραὰμ εὐλογίας μόνους αὐτούς φασιν εἶναι κοινωνοὺς διὰ τὸ ἐξ αὐτοῦ κατάγειν τὸ γένος, ἀλλὰ καὶ τοῖς ἔθνεσι 〈ὁ θεὸσ〉 τῆς ἴσης τῷ Ἀβραὰμ οὐ μόνον ἀλλὰ καὶ τῷ Ἰσαὰκ καὶ τῷ
5Ἰακὼβ εὐλογίας μεταδώσειν ἐπήγγελται, διαρρήδην εὐλογηθήσεσθαι ὁμοίως αὐτοῖς πάντα τὰ ἔθνη προειπών, καὶ ὑπὸ μίαν καὶ τὴν αὐτὴν εὐφροσύνην τοῖς μακαρίοις καὶ θεοφιλέσι καὶ τὰ λοιπὰ ἔθνη ἀνακαλούμενος κατὰ τὸ

2

.

3

.

31

«εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ» καὶ «ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ»· εἴτε ἐπὶ βασιλείᾳ τοῦ θεοῦ, ὡς ἂν αὐτοῦ γεγονότες κλῆρος, φρυάττονται, ἀλλὰ καὶ ἐπὶ πάντα τὰ λοιπὰ ἔθνη βασιλεύσειν ὁ θεὸς θεσπίζεται,
5«εἴπατε» γάρ, φησίν, «ἐν τοῖς ἔθνεσιν, ὅτι κύριος ἐβασίλευσε»,

2

.

3

.

32

καὶ πάλιν «ἐβασίλευσεν ὁ θεὸς ἐπὶ πάντα τὰ ἔθνη»· εἴτε ἐπὶ τὸ ἱερουρ‐ γεῖν καὶ τῷ θεῷ λατρεύειν ἐξειλέχθαι αὐτοὺς φαῖεν, δεικτέον ὡς καὶ τοῖς ἔθνεσι τῆς ἴσης ὁ λόγος μεταδώσειν ἐπήγγελται θεραπείας,
5λέγων· «ἐνέγκατε τῷ κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν, ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ».

2

.

3

.

33

Οἷς καὶ τὸ παρὰ τῷ Ἡσαΐᾳ συνάψεις λόγιον τὸ φῆσαν· «ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ γνώσονται οἱ Αἰγύ‐ πτιοι τὸν κύριον, καὶ ποιήσουσι θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν». ἔνθα καὶ ἐπιστήσεις, ὡς ἐκτὸς τῆς Ἱερουσαλὴμ
5ἐπὶ τῆς Αἰγύπτου θυσιαστήριον τῷ κυρίῳ συστήσεσθαι καὶ θύσειν αὐτόθι τοὺς Αἰγυπτίους καὶ εὔξεσθαι εὐχὰς καὶ ἀποδώσειν τῷ κυρίῳ προφητεύεται.

2

.

3

.

34

οὐ μόνον δὲ ἄρα ἐπὶ τῆς Αἰγύπτου, ἀλλὰ καὶ ἐπ’ αὐτῆς τῆς ἀληθοῦς Ἱερουσαλήμ, ἥτις ποτὲ αὕτη νοεῖται, πάντα τὰ ἔθνη καὶ αὐτοί γε οἱ πάντων δεισιδαιμονέστατοι Αἰγύπτιοι τὴν κατὰ διάνοιαν θεωρουμένην σκηνοπηγίαν ἑορτάσειν ὑπὸ τῆς προφητείας
5ἀνακαλοῦνται.

2

.

3

.

35

εἰ δὲ καὶ πάλαι πρότερον «ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ», ἀλλ’ ὕστερόν ποτε καὶ τὰ ἔθνη πάντα τῷ κυρίῳ δοθήσεσθαι κλῆρος εἴ‐ ρηται, φήσαντος αὐτῷ τοῦ πατρός· «αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω
5σοι ἔθνη τὴν κληρονομίαν σου»· καὶ γὰρ «κατακυριεύσειν» οὐ τῆς Ἰουδαίας ἀλλ’ «ἀπὸ θαλάσσης ἕως θαλάσσης» καὶ «περάτων τῆς οἰκουμένης» προφητεύεται, «πάντα τε τὰ ἔθνη δουλεύσουσιν αὐτῷ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς».66

2

.

3

.

36

τούτου δὲ ἦν αἴτιον τὸ γνωρίσαι 〈τὸν〉 τῶν ὅλων θεὸν «τὸ σωτήριον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν». σεσημείωται δὲ ἡμῖν ἤδη πρότερον τὸ Ἰησοῦς ὄνομα εἰς τὴν Ἑλλήνων ἀπὸ τῆς Ἑβραίων
5μεταβαλλόμενον φωνῆς «σωτήριον» ἑρμηνεύεσθαι, ὡς μηδὲν ἕτερον εἶναι τὸ σωτήριον τοῦ θεοῦ ἢ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προσηγορίαν.

2

.

3

.

37

μαρτυρεῖ τούτῳ καὶ ὁ Συμεὼν ἐν τῷ εὐαγγελίῳ, ὃς λαβὼν τὸ παιδίον, αὐτὸν δὴ τὸν Ἰησοῦν, μετὰ χεῖρας ἐπηύξατο· «νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ
5πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν». αὐτὸ γοῦν τὸ σωτήριον καὶ ὁ ψαλμῳδὸς ἐδήλου λέγων· «ἐγνώρισε κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ».

2

.

3

.

38

καὶ κατὰ τὸν Ἡσαΐαν τοῦτ’ αὐτὸ τὸ σωτήριον ἰδόντες πάντες ἄνθρωποι προσκυνήσειν λέγονται τῷ τῶν ὅλων θεῷ, τὸ σωτήριον αὐτοῦ τοῖς πᾶσιν ἀφθόνως κεχαρισμένῳ· καὶ προσκυνήσειν γε αὐτῷ, οὐκ ἐπὶ τῆς κάτω Ἱερουσαλὴμ τῆς κατὰ τὴν Παλαιστίνην,
5ἀλλ’ ἕκαστον «ἐκ τοῦ τόπου αὐτοῦ, καὶ πάντας τοὺς ἐν ταῖς νήσοις τῶν ἐθνῶν»· ὅτε καὶ πληρωθήσεται τὸ φάσκον λόγιον «ἐπικαλεῖσθαι πάντας» ἀνθρώπους οὐκ ἔτι τοὺς πατρῴους θεοὺς οὐδὲ τὰ εἴδωλα καὶ τοὺς δαίμονας, ἀλλὰ «τὸ ὄνομα κυρίου καὶ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα, ἐκ περάτων τε ποταμῶν Αἰθιοπίας προσοίσουσιν» αὐτῷ
10τὰς λογικὰς καὶ ἀναίμους «θυσίας» διὰ τῆς τοῦ Χριστοῦ καινῆς δια‐ θήκης, οὐκ ἐπὶ τῆς κάτω Ἱερουσαλήμ, οὐδ’ ἐν τῷ πρὸς ταύτῃ θυσι‐ αστηρίῳ, ἀλλ’ ἐν τοῖς δηλουμένοις πέρασι τῆς Αἰθιοπίας ἀνενεχθησο‐ μένας.

2

.

3

.

39

εἰ δὲ καὶ μέγα τί ἐστιν λαὸν εἶναί τε καὶ χρηματίζειν θεοῦ καὶ ἕν γε τοῦτο τῶν μεγίστων θείων ἐπαγγελιῶν τυγχάνει τὸ ὑπ’ αὐτοῦ λέγεσθαι περὶ τῶν ἀξίων αὐτοῦ «ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονται λαός μου», ἐσεμνύνετό τε πρὶν εἰκότως ὁ Ἰσραὴλ ἐπὶ τῷ ὡς
5μόνος λαὸς ὢν τοῦ θεοῦ, ἀλλὰ καὶ τοῦτο τὸ ἀγαθὸν ἐπιδημήσας ὁ
κύριος τοῖς ἔθνεσι χαριεῖσθαι ὑπισχνεῖται λέγων· «ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον, καὶ ἔσονται αὐτῷ εἰς λαόν».67

2

.

3

.

40

περὶ ὧν καὶ ἁρμόσει λέγεσθαι· «καὶ ἐρῶ τῷ οὐ λαῷ μου, λαός μου εἶ σύ, καὶ αὐτὸς ἐρεῖ, κύριος ὁ θεός μου εἶ σύ». εἰ δὲ αὐτός ἐστιν καὶ οὐδ’ ἄλλος ὁ Χριστὸς ὁ «ἐκ ῥίζης Ἰεσσαὶ» βλαστήσειν προφητευόμενος, καὶ τοῦτό γε καὶ αὐτοῖς
5Ἑβραίοις ἀνωμολόγηται, ὡς μηδένα μηδαμῶς περὶ τούτου γε ἀμφι‐ σβητεῖν, ὅρα ὅπως καὶ οὗτος ἀναστήσεσθαι ἐπὶ τὸ ἄρχειν οὐ τοῦ Ἰσραὴλ ἀλλὰ τῶν ἐθνῶν ἀναπεφώνηται, τά τε ἔθνη ἐλπίσειν ἐπ’ αὐτῷ, ἀλλ’ οὐχ ὅ γε Ἰσραὴλ λέλεκται, ἐπειδήπερ «αὐτὸς ἦν ἡ προσ‐ δοκία τῶν ἐθνῶν».

2

.

3

.

41

διὸ καὶ «κρίσιν τοῖς ἔθνεσιν ἐξοίσειν» λέγεται καὶ «εἰς φῶς ἐθνῶν» γενήσεσθαι, καὶ πάλιν «ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι», καὶ εἰς σωτηρίαν δοθήσεσθαι οὐ μόνοις Ἰουδαίοις ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις τοῖς ἕως ἐσχάτου τῆς γῆς.

2

.

3

.

42

διὸ καὶ εἴρηται αὐτῷ ὑπὸ τοῦ καταπέμψαντος αὐτὸν πατρός· «ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους». «μαρτύριον δὲ τοῖς ἔθνεσί» φησιν,
5ὥστε πάντα τὰ ἔθνη τὰ μηδεπώποτέ τι περὶ Χριστοῦ μεμαθηκότα, γνόντα τὴν περὶ αὐτοῦ οἰκονομίαν, καὶ τίς ἦν ἐν αὐτῷ δύναμις, ἐπικαλέσασθαι αὐτόν, καὶ τοὺς μὴ πάλαι πρότερον εἰδότας αὐτὸν λαοὺς ἐπ’ αὐτὸν καταφεύξασθαι.

2

.

3

.

43

Καὶ τί με δεῖ μηκύνειν τὸν λόγον, παρὸν ἐξ αὐτῶν τῶν προ‐ φητικῶν λέξεων, ὧν τε παρατέθειμαι καὶ ὧν ἐπὶ σχολῆς μνημονεύσω, ἐν ταῖς θείαις φερομένων γραφαῖς, ὅτῳ φίλον ἀναλέξασθαι τὰς προφητικὰς φωνάς, αὐτόθεν κατασιγάζειν τοὺς ἐκ περιτομῆς φά‐
5σκοντας μόνοις αὐτοῖς τὰς ἐπαγγελίας τοῦ θεοῦ δεδωρῆσθαι, ἡμᾶς δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν περιττοὺς εἶναι καὶ τῶν θείων ὑποσχέσεων ἀλλοτρίους. δέδεικται γὰρ ἔμπαλιν, ὡς τεθέσπιστο τὰ μὲν ἔθνη πάντα τῆς Χριστοῦ παρουσίας ἀπολαύ〈σ〉ειν, τὰ δ’ Ἰουδαίων πλήθη ἀποπεσεῖ‐ σθαι τῆς πρὸς τοὺς αὐτῶν προγόνους ἐπαγγελίας διὰ τὴν εἰς Χριστὸν
10αὐτῶν ἀπιστίαν, σπανίων ἐξ αὐτῶν εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πιστευσόντων καὶ διὰ τοῦτο τῆς ἐπηγγελμένης πνευματικῆς ἀπολυ‐ τρώσεως δι’ αὐτοῦ τευξομένων· περὶ ὧν καὶ ὁ θαυμάσιος ἀπόστολος διδάσκει που λέγων·

2

.

3

.

44

«Ἡσαΐας δὲ κραυγάζει ὑπὲρ τοῦ Ἰσραήλ· ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπό‐
λειμμα σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων, ὅτι λόγον συντετμημένον ποιήσει κύριος ἐπὶ τῆς γῆς. καὶ καθὼς προεῖπεν68
5Ἡσαΐας· εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν».

2

.

3

.

45

οἷς μεθ’ ἕτερα ἐπιφέρει λέγων· «μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν. οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω.

2

.

3

.

46

ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ θεῷ, λέγων περὶ τοῦ Ἰσραήλ, κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου,
5τοῦ λαβεῖν αὐτήν; ἀλλὰ τί λέγει ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατὰ ἐκλογὴν χάριτος γέγονεν».

2

.

3

.

47

Διὰ τούτων γὰρ ὁ ἀπόστολος σαφῶς ἐπὶ τῇ τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀποπτώσει ἑαυτὸν καὶ τοὺς αὐτῷ παραπλησίους ἀποστόλους τε καὶ εὐαγγελιστὰς τοῦ σωτῆρος ἡμῶν πάντας τε τοὺς ἔτι καὶ νῦν ἐξ Ἰουδαίων εἰς τὸν Χριστὸν πιστεύσαντας τὸ σπέρμα εἶναι
5διασαφεῖ τὸ ὑπὸ τοῦ προφήτου ὠνομασμένον κατὰ τὸ «εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα». τοῦτο δὲ εἶναι καὶ τὸ ἐν ταῖς λοιπαῖς προφητείαις δηλούμενον ὑπόλειμμα τοῦ παντός, ὅπερ φησὶν «κατ’ ἐκλογὴν χάριτος» πεφυλάχθαι.

2

.

3

.

48

περὶ οὗ ὑπολείμματος φέρε πάλιν τὰ ἀπὸ τῶν προφητῶν ἐξαπλώσωμεν, ὡς ἂν παρασταίη διὰ πλειόνων, ὅτι μὴ ἀδιακρίτως παντὶ τῷ Ἰουδαίων ἔθνει τὴν τοῦ Χριστοῦ παρουσίαν σωτήριον ἔσεσθαι ὑπέσχετο ὁ θεὸς ἀλλ’ ὀλίγοις
5〈καὶ〉 κομιδῆ σπανίοις, τοῖς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πεπι‐ στευκόσιν, ὥσπερ οὖν καὶ τὸ ἔργον ἀκολούθως ταῖς προρρήσεσιν ἐπηκολούθησεν. 〈λϛʹ.〉

2

.

3

.

49

Ἀπὸ τοῦ Ἡσαΐου. «Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. ἐγκατα‐ λειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωρο‐
5φυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη. καὶ εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν».

2

.

3

.

50

Ἀρχόμενος ὁ μέγας καὶ θαυμάσιος προφήτης τῆς οἰκείας βίβλου
τὴν πᾶσαν τῆς προφητείας ὑπόθεσιν «κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἱερουσαλὴμ ὅρασιν» καὶ θεωρίαν περιέχειν διδάσκει, ἔπειτα τὸ πᾶν Ἰουδαίων ἔθνος ἀπελέγχει, πρῶτα μὲν λέγων· «ἔγνω βοῦς τὸν69
5κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν».

2

.

3

.

51

εἶτα τὸ πᾶν ἔθνος ταλα‐ νίζων ἐπιφέρει· «οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι».

2

.

3

.

52

τούτοις ἐν ἀρχῇ τῆς βίβλου κατ’ αὐτῶν χρησάμενος τοῖς ἐλέγχοις, καὶ προδιδάξας τὰς αἰτίας τῆς μελλούσης ἐπιφέρεσθαι κατ’ αὐτῶν προρρήσεως, ἑξῆς ἀπάρχεται φάσκων· «ἡ γῆ ὑμῶν ἔρημος», μὴ οὔσης ἐρήμου καθ’ οὓς προεφήτευε
5χρόνους, «αἱ πόλεις ὑμῶν πυρίκαυστοι», μηδὲ τούτου πω γεγενη‐ μένου. ἀλλ’ οὐδὲ τὴν χώραν αὐτῶν τότε ἤσθιον ἀλλότριοι, καὶ ὅμως φησὶν «τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐ‐ τήν», καὶ τὰ ἑξῆς.

2

.

3

.

53

εἰ οὖν ἐπὶ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετέλθοις παρουσίαν καὶ τοὺς ἐξ ἐκείνου καὶ εἰς δεῦρο χρόνους, πάντα ἂν εὕροις τὰ εἰρημένα πληρούμενα. «ἥ τε γὰρ θυγάτηρ Σιών» (αὕτη δὲ ἦν ἡ ἐπὶ ὄρους τοῦ καλουμένου Σιὼν ἐπιτελουμένη
5θρησκεία) ἀπὸ τῆς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν παρουσίας ἐγκαταλέ‐ λειπται «ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ», καὶ εἴ τι τούτων ἐρημότερον· «τήν τε χώραν αὐτῶν ἀλλότριοι ἐνώπιον αὐτῶν κατεσθίουσι», τοτὲ μὲν δασμοὺς καὶ φόρους αὐτοὺς εἰσπραττό‐ μενοι, τοτὲ δὲ ἴδιον ἑαυτῶν κτῆμα τὴν πάλαι τῶν Ἰουδαίων γῆν
10πεποιημένοι· ἀλλὰ καὶ τὸ ἱερὸν τὸ εὐπρεπὲς τῆς μητροπόλεως αὐ‐ τῶν ἠρείπωται «κατεστραμμένον ὑπὸ λαῶν ἀλλοτρίων», «αἵ τε πόλεις» αὐτῶν «πυρίκαυστοι» γεγόνασι, καὶ γέγονεν Ἱερουσαλὴμ ἀληθῶς «πόλις πολιορκουμένη».

2

.

3

.

54

Ἀλλ’ ἐπεὶ τούτων περὶ αὐτοὺς συμβεβηκότων ὁ τῶν ἀποστό‐ λων χορὸς οἵ τε ἐξ Ἑβραίων εἰς τὸν Χριστὸν πεπιστευκότες γονίμου δίκην σπέρματος ἐξ αὐτῶν ἐκείνων διεφυλάχθησαν, καθ’ ὅλης τε τῆς οἰκουμένης καὶ εἰς πᾶν γένος ἀνθρώπων διελθόντες πᾶσαν πόλιν
5καὶ τόπον καὶ χώραν τοῦ οἰκείου καὶ Ἰσραηλιτικοῦ σπόρου κατέ‐ πλησαν, ὥστε ἐξ αὐτῶν στάχυς τὰς ἐπ’ ὀνόματος τοῦ σωτῆρος ἡμῶν ὑποστάσας ἐκκλησίας φῦναι, εἰκότως ὁ θεῖος προφήτης ἐπιλέγει ταῖς προαποφανθείσαις κατ’ αὐτῶν ἀπειλαῖς «εἰ μὴ κύριος Σαβαὼθ ἐγ‐ κατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα
10ἂν ὡμοιώθημεν». ὅπερ συναγαγὼν ἐπὶ τὸ σαφὲς ἑρμηνεύει ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὁ ἱερὸς ἀπόστολος·

2

.

3

.

55

«Ἡσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ, ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται. λόγον γὰρ συντελῶν καὶ συν‐ τέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς. καὶ καθὼς προείρηκεν Ἡσαΐας,
70
5εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγε‐ νήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν».

2

.

3

.

56

οἷς αὖθις προστίθησι λέγων· «μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο. καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν. οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν
5Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραήλ; κύριε τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσί μου τὴν ψυχὴν λαβεῖν αὐτήν. ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. οὕτως οὖν καὶ ἐν τῷ
10νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν».

2

.

3

.

57

Ὅτι δ’ οὐκ εἰς ἄλλον καιρὸν ἀλλ’ εἰς τὸν τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συντείνει ἡ προφητεία, ἑξῆς ὁ λόγος, μετὰ τὸ φάναι «εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν», τὸν πάντα
5τῶν Ἰουδαίων λαὸν «λαὸν Γομόρρας» ὀνομάσας, τοὺς δὲ ἡγουμένους αὐτῶν «ἄρχοντας Σοδόμων», ἐπιφέρει παραίτησιν τῆς κατὰ Μωσέα θρησκείας, καὶ τῆς διὰ τοῦ σωτῆρος ἡμῶν πᾶσιν ἀνθρώποις κατηγ‐ γελμένης διαθήκης τὸν τρόπον, λέγω δὲ τὸν «διὰ λουτροῦ παλιγγενε‐ σίας», λόγον τε ἄντικρυς νέον καὶ νόμον εἰσῆκται ἐν τῇ περὶ τῶν
10τοιούτων προρρήσει. λέγει δ’ οὖν·

2

.

3

.

58

«ἀκούσατε λόγον κυρίου, ἄρ‐ χοντες Σοδόμων· προσέχετε νόμον θεοῦ, λαὸς Γομόρρας. τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν», καὶ τὰ ἑξῆς· ἅπερ οἰκεῖα ὄντα τῆς κατὰ Μωσέα νομοθεσίας ἀνελὼν ἀντεισάγει ἀφέσεως ἁμαρτημάτων ἕτερον
5τρόπον, τὸν διὰ τοῦ σωτηρίου λουτροῦ καὶ τοῦ σὺν τούτῳ κηρυττο‐ μένου βίου, λέγων·

2

.

3

.

59

«λούσασθε, καθαροὶ γένεσθε, ἀφέλεσθε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν», καὶ τὰ ἑξῆς. ἄρχοντας δὲ Σοδό‐ μων καὶ λαὸν Γομόρρων δι’ ἣν αἰτίαν αὐτοὺς ὠνόμασεν, ὁ αὐτὸς παρέστησε, παραχρῆμα εἰπών·

2

.

3

.

60

«αἱ γὰρ χεῖρες ὑμῶν πλήρεις αἵματος». καὶ αὖθις δὲ ὑποβὰς λέγει· «τὴν ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ’ ἑαυτῶν, εἰπόντες ὅτι δήσωμεν τὸν δίκαιον, ὅτι
5δύσχρηστος ἡμῖν ἐστιν»,

2

.

3

.

61

σαφέστατα αἵματός τινος καὶ ἑνὸς δικαίου μεμνημένος ἐπιβουλῆς. τίνος δὲ ἄρα ἢ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ ὃν καὶ μεθ’ ὃν ἅπαντα μετῆλθον αὐτοὺς τὰ προη‐ γορευμένα;
71
5λζʹ.〉

2

.

3

.

62

Τοῦ αὐτοῦ Ἡσαΐου. «Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ τοῦ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ· καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ ἐν Σιὼν καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ, ἅγιοι κληθήσονται πάντες
5οἱ γραφέντες εἰς ζωὴν εἰς Ἱερουσαλήμ».

2

.

3

.

63

Καὶ τί δ’ ἂν γένοιτο «τὸ καταλειφθὲν τοῦ Ἰσραήλ», αὐτὸς ὁ προφήτης διεσάφησεν εἰπών· «πάντες οἱ γραφέντες εἰς Ἱερουσαλὴμ καὶ οἱ κληθέντες ἅγιοι». τίς οὖν αὕτη ἡ ἡμέρα, ἐν ᾗ δοξάσειν ὁ θεὸς καὶ ὑψώσειν «τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ» καὶ τοὺς κληθησο‐
5μένους ἁγίους καὶ γραφησομένους εἰς ζωὴν λέγεται, ἀναδραμόντι σοι τὴν ὅλην τῆς περικοπῆς διήγησιν δῆλον ἔσται. ἐν ἀρχῇ τοιγαροῦν τῆς ὅλης βίβλου τὴν «κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλὴμ» ἰδὼν «ὅρασιν» ὁ προφήτης, καὶ διὰ πλείστων ἀπαριθμησάμενος [τῆς] τοῦ παντὸς Ἰουδαίων ἔθνους τὰ ἀσεβήματα, ἀπειλήσας τε καὶ εἰπὼν τὰ περὶ
10τῆς καταστροφῆς αὐτῶν καὶ τῆς παντελοῦς ἐρημίας Ἱερουσαλήμ, τέλος τῆς κατ’ αὐτῶν θεωρίας ἐπάγει λέγων·

2

.

3

.

64

«ἔσονται γὰρ ὡς τερέβιν‐ θος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων· καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρός, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτω‐
5λοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων».

2

.

3

.

65

Περιγράψας δὲ ἐνταῦθα τὴν κατ’ αὐτῶν πρόρρησιν, ὑποστολῇ χρῆται· ἐξ ἑτέρας δὲ ἀρχῆς δευτέρας ὑποθέσεως ἅπτεται, καὶ προοιμίῳ γε τῷ λεγομένῳ τοιῷδε χρῆται· «ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς τὸν προφήτην περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ»,
5ἢ, ὡς ὁ Σύμμαχος ἡρμήνευσεν, «ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἱερου‐ σαλήμ». ἴσως τις ὑπολήψεται, περὶ ὧν τὰ σκυθρωπὰ προλαβὼν ἐθέσπισε, τούτων αὐτῶν πέρι τὰ χρηστότερα μεταβαλόντα λέγειν.

2

.

3

.

66

ἀλλ’ οὐκ ἂν ταῦτα ἐπιτρέψειεν φάναι ἡ τῶν ἐπιφερομένων ἀκο‐ λουθία, ὑπὲρ μὲν τοῦ Ἰουδαίων ἔθνους ἢ ὑπὲρ τοῦ καλουμένου Ἰσραὴλ οὐδὲν οὐδὲ ὅλως χρηστὸν περιέχουσα, οὐδέ γε ὑπὲρ τῆς Ἰου‐ δαίας οὐδὲ ὑπὲρ Ἱερουσαλήμ, τοὐναντίον δὲ μυρίας κατὰ τοῦ Ἰσραὴλ
5μέμψεις καὶ κατηγορίας, ἀπειλάς τε κατὰ τῆς Ἱερουσαλὴμ σκυθρωπάς, καὶ τὸ πᾶσι τοῖς ἔθνεσι σωτήριον, κλῆσιν καὶ γνῶσιν τοῦ ἐπὶ πάντων θεοῦ, θεσπίζουσα, καὶ ἔτι πρὸς τούτοις ὄρους ἐπιφάνειαν καινοῦ καὶ οἴκου θεοῦ ἑτέρου παρὰ τὸν ἐν Ἱερουσαλὴμ ἀνάδειξιν παριστᾶσα.72

2

.

3

.

67

λέγει δ’ οὖν μετὰ τὸ φάναι «περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ»· «ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος κυρίου, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸ πάντα τὰ ἔθνη, καὶ πορεύσονται
5ἔθνη πολλά, καὶ ἐροῦσι, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ».

2

.

3

.

68

Καὶ περὶ μὲν τῶν ἐθνῶν ἁπάντων τοιαῦτα θεσπίζει· περὶ δὲ τῶν Ἰουδαίων ἑξῆς οἷα ἐπιλέγει ἄκουε· «ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ· ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ’ ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν
5ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοῖς. ἐνε‐ πλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν», καὶ τὰ ἑξῆς τούτων, ὄντα πλείω. οἷς ἐπι‐ φέρει·

2

.

3

.

69

«καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη, καὶ οὐ μὴ ἀνήσω αὐτούς. καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθαι εἰς τὴν γῆν ἀπὸ προσ‐ ώπου τοῦ φόβου κυρίου, καὶ ἀπὸ προσώπου τῆς δόξης αὐτοῦ, ὅτ’
5ἂν ἀναστῇ θραῦσαι τὴν γῆν»·

2

.

3

.

70

δι’ ὧν σαφῶς ἀνάστασίν τινα τοῦ κυρίου διδάσκει ἔσεσθαι, ἐν ᾗ θραυσθήσεσθαι πᾶσαν τὴν γῆν τοῦ Ἰουδαίων ἔθνους. περὶ αὐτῶν γὰρ ὁ πᾶς ἦν λόγος, ὥσπερ καὶ ἑξῆς, δι’ οὗ φησιν·

2

.

3

.

71

«ἡμέρα γὰρ κυρίου Σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον», καὶ τὰ τού‐ τοις ἀκόλουθα. ἐν ταύτῃ τοιγαροῦν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως τοῦ κυρίου τὰ κατὰ τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ
5προαγορεύσας, ἐν αὐτῇ ταύτῃ, φησίν, τῇ ἡμέρᾳ «ὑψωθήσεται κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσε‐ νέγκαντες εἰς τὰ σπήλαια»·

2

.

3

.

72

μονονουχὶ δηλῶν τὴν ἀποστροφὴν τῶν εἰδώλων, ἣν ἀπεστράφησαν αὐτοί τε Ἰουδαῖοι καὶ οἱ λοιποὶ πάντες ἄνθρωποι, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιφάνειαν κατα‐ πτύσαντες πάσης δεισιδαιμονίας. «τῇ γοῦν ἡμέρᾳ ἐκείνῃ, φησίν,
5ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐποίησαν προσκυνεῖν τοῖς ματαίοις»,

2

.

3

.

73

καθ’ ὅλου ὡς εἰκὸς καὶ περὶ παντὸς ἀνθρώπου ταῦτα ἀναφωνῶν διὰ τὴν μέλλουσαν ἔσεσθαι τῶν
ἐθνῶν κλῆσιν. Ἰδίως δὲ αὖθις περὶ τοῦ Ἰουδαίων ἔθνους ὑπὸ μίαν διάνοιαν73
5ἑξῆς ἐπιλέγει·

2

.

3

.

74

«ἰδοὺ δὴ ὁ δεσπότης κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολε‐ μιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον
5καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν» καὶ τὰ τούτοις ἑξῆς.

2

.

3

.

75

ἔνθα ἐπιστήσας, παράθες τὰ προλεγόμενα τῆς προφητείας, δι’ ὧν εἴρηται· «ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλήμ», ὡς μᾶλλον κατ’ αὐτῶν ἢ ὑπὲρ αὐτῶν τὰ
5ἐπενηνεγμένα τυγχάνει, εἰ μή τις ἄρα ἐν τούτοις λανθάνων περιέχεται νοῦς.

2

.

3

.

76

πῶς γὰρ μέλλων ἀφαιρεῖν «ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερου‐ σαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος», καὶ πάντα τὰ ἐν αὐτοῖς πάλαι διαπρέποντα, «ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλὴμ» ἔσεσθαι τὰ θεσπιζόμενα προύλεγε; πῶς δὲ ὑπὲρ αὐτῶν
5ἔστι· καὶ τὰ ἑξῆς αὖθις λέγεσθαι· «ἀνεῖται Ἱερουσαλήμ, καὶ ἡ Ἰουδαία συμπέπτωκε, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς κύριον ἀπειθοῦντες»;

2

.

3

.

77

Ἀλλὰ γὰρ ἐν τοιῷδε καιρῷ, ἐν ᾧ «τὸ ὄρος κυρίου» πᾶσι τοῖς ἔθνεσιν ἀνάγκη κηρύττεσθαι, ὅ τε ἐπὶ τοῦ ὄρους οἶκος τοῦ θεοῦ, ἐφ’ ὃν πάντα τὰ ἔθνη συνιόντα φασίν· «δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ», τοιαύταις ὁ λόγος χρη‐
5σάμενος κατηγορίαις τοῦ Ἰουδαίων ἔθνους, ἀπειλήσας τε αὐτοῖς τὰ ἔσχατα, ἐπισυνάπτει τούτοις πᾶσι τὰς προεκτεθείσας ἡμῖν λέξεις, δι‐ δάσκων ὅτι, τοῦ παντὸς Ἰουδαίων ἔθνους μέλλοντος ἀποπεσεῖσθαι τῆς κατὰ τὸν θεὸν εὐσεβείας, περιλειφθήσονταί τινες ἐν αὐτοῖς οὐ συναπολαύσαντες τοῖς πᾶσι τῶν κακῶν. ἔμπαλιν δὲ ὡς ἂν ἐκ μοχθη‐
10ρῶν καὶ παρανόμων διασεσωσμένοι, καὶ τὸ δοκίμιον καὶ τὸ εἰλικρινὲς τῆς εὐσεβείας ἐπιδεδειγμένοι, τῆς παρὰ τῷ θεῷ γραφῆς καταξιωθή‐ σονται καὶ «ἅγιοι κληθήσονται» τοῦ θεοῦ δοῦλοι.

2

.

3

.

78

δηλοῖ δὲ διὰ τούτων τοὺς τοῦ σωτῆρος ἡμῶν ἀποστόλους καὶ μαθητὰς καὶ εὐαγ‐ γελιστὰς καὶ τοὺς λοιποὺς ἅπαντας τοὺς ἐν περιτομῇ εἰς αὐτὸν πε‐ πιστευκότας κατὰ τὸν χρόνον τῆς ἀποπτώσεως τοῦ παντὸς αὐτῶν
5ἔθνους.

2

.

3

.

79

ταῦτα δὲ αἰνίττεται φάσκων ὁ λόγος «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ» (ἐν ᾗ δῆλον ὅτι τὰ προηγορευμένα πάντα περὶ τῆς κλήσεως τῶν
ἐθνῶν καὶ περὶ τῆς τῶν Ἰουδαίων ἀποπτώσεως γενήσεται) «ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ74
5καταλειφθὲν τοῦ Ἰσραήλ· καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιὼν καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ»· δι’ οὓς καὶ εἰκότως, ἀπὸ τῆς Ἱερουσαλὴμ καὶ ἀπὸ τῆς Ἰουδαίας προελθόντας, «ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλὴμ» τὴν προφητείαν ἐδήλου λέγεσθαι τὸ προοίμιον, ἢ καὶ διὰ
10τὴν ἀληθῆ Ἱερουσαλὴμ καὶ τὴν ἀναλόγως αὐτῇ κατὰ διάνοιαν θεω‐ ρουμένην Ἰουδαίαν· περὶ οὗ κατὰ καιρὸν εἰσόμεθα.

2

.

3

.

80

Καὶ τίς γε τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν καὶ τῶν εὐαγ‐ γελιστῶν τὴν ἔνθεον συνορῶν δύναμιν, καθ’ ἣν «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥή‐ ματα αὐτῶν», πᾶσαί τε ἐξ ἐκείνου καὶ εἰς δεῦρο αἱ τοῦ Χριστοῦ ἐκ‐
5κλησίαι τοὺς λόγους αὐτῶν ἀνὰ στόμα καὶ μαθήματα ἔχουσιν, καὶ τὰς τῆς καινῆς διαθήκης δι’ αὐτῶν κηρυχθείσας τοῦ Χριστοῦ νομοθεσίας, οὐκ ἂν ἀλήθειαν τῇ προφητείᾳ ἐπιμαρτυρήσαι, φησάσῃ ἐμφανῶς «ἐν βουλῇ καὶ μετὰ δόξης ἐπὶ πᾶσαν τὴν γῆν ὑψώσειν τὸν θεὸν καὶ δο‐ ξάσειν «τὸ καταλειφθὲν Ἰσραήλ», καὶ ὡς ἄρα «τὸ καταλειφθὲν ἐν Σιὼν
10καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλὴμ ἅγιοι κληθήσονται πάντες οἱ γρα‐ φέντες εἰς ζωήν». ἀντὶ δὲ τοῦ λεγομένου παρὰ τοῖς ἑβδομήκοντα «ἐν βουλῇ μετὰ δόξης» ὁ Ἀκύλας καὶ Θεοδοτίων συμφώνως «εἰς δύ‐ ναμιν καὶ δόξαν» ἡρμήνευσαν, τὴν ὑπὸ τοῦ θεοῦ δοθεῖσαν τοῖς ἀπο‐ στόλοις δύναμιν καὶ τὴν ἐπὶ ταύτῃ παρὰ τῷ θεῷ δόξαν παριστῶντες
15κατὰ τὸ «κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ» καὶ αὐτό γε τὸ γεγενημένον.

2

.

3

.

81

ληʹ.〉 «Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ ἐπιστρέψουσι, καὶ
5ἰάσομαι αὐτούς. καὶ εἶπα, ἕως πότε, κύριε; καὶ εἶπεν, ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ θεὸς τοὺς ἀνθρώπους, καὶ πληθυνθήσονται οἱ καταλειφθέντες ἐπὶ τῆς γῆς».

2

.

3

.

82

Ὅρα δὴ καὶ ἐνταῦθα τίνα τρόπον οἱ καταλειφθέντες πάλιν ἐπὶ τῆς γῆς, τῆς λοιπῆς ἁπάσης ἐρήμου γενησομένης, μόνοι πληθυνθήσε‐ σθαι λέγονται. εἶεν δ’ ἂν καὶ οὗτοι οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί, ἐξ
Ἑβραίων εἰς πάντας ἀνθρώπους προελθόντες, οἳ καὶ δίκην σπέρματος75
5καταλειφθέντες πολύχουν προσήνεγκαν τὸν καρπόν, τὰς καθ’ ὅλης τῆς οἰκουμένης τῶν ἐθνῶν ἐκκλησίας. καὶ θέα γε, ὡς κατὰ τὸ αὐτό φησιν, τούτους μὲν πληθυνθήσεσθαι μόνους καταλειφθέντας ἐκ τῆς τῶν Ἰουδαίων ἀποπτώσεως, ἐκείνους γε μὴν πάμπαν ἐρήμους ἔσεσθαι.

2

.

3

.

83

«ἡ γῆ» γὰρ αὐτῶν, φησίν, «καταλειφθήσεται ἔρημος». τοῦτο δὲ καὶ ἀνωτέρω αὐτοῖς ἐλέγετο ὑπὸ τοῦ αὐτοῦ προφήτου, κατὰ τὸ «ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἐνώ‐ πιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν».

2

.

3

.

84

πότε δὲ καὶ ταῦτα ἐπληροῦτο ἢ ἀπὸ τῶν χρόνων τοῦ σωτῆρος ἡμῶν; ἕως μὲν γὰρ οὐ‐ δέπω τὰς κατ’ αὐτοῦ τετολμήκεσαν δυσσεβείας, οὐκ ἦν ἡ γῆ αὐτῶν ἔρημος, οὐδὲ αἱ πόλεις πυρίκαυστοι, οὐδὲ τὴν χώραν αὐτῶν ἀλλότριοι
5κατήσθιον· ἀπὸ δὲ τῆς ἐνθέου φωνῆς ἐκείνης, δι’ ἧς τὸ μέλλον αὐ‐ τοῖς ἔσεσθαι προυθέσπισεν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, εἰπών «ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος», ἐξ ἐκείνου καὶ [οὐ] μετ’ οὐ πολὺ τῆς προρρήσεως πολιορκηθέντες ὑπὸ Ῥωμαίων εἰς ἔρημον κατέστησαν.

2

.

3

.

85

καὶ τό γε αἴτιον τῆς ἐρημώσεως αὐτῶν ὁ προφητικὸς λόγος ἀπε‐ λέγχει, μονονουχὶ σαφῶς διερμηνεύων, καὶ τὴν αἰτίαν τῆς ἀποπτώ‐ σεως αὐτῶν παριστάς. ἐπειδὴ γὰρ τοῦ σωτῆρος ἡμῶν διδάσκοντος ἐν αὐτοῖς ἀκούσαντες ὠσὶ διανοίας οὐκ ἤκουσαν, οὐδὲ συνῆκαν ὅστις
5ἦν, ἰδόντες δὲ αὐτὸν σαρκὸς ὀφθαλμοῖς, τοῖς τῆς ψυχῆς οὐ τεθέανται, ἐπάχυνάν τε ἑαυτῶν τὴν καρδίαν, καὶ μονονουχὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἔμυσαν, καὶ τὰ ὦτα ἐβάρυναν, ὥς φησιν ἡ προφητεία, τούτου χάριν ἐρημωθήσεσθαι αὐτῶν, φησί, τὰς πόλεις παρὰ τὸ μὴ κατοικεῖ‐ σθαι, καὶ τὴν γῆν γενήσεσθαι ἔρημον, βραχεῖς δέ τινας ἐξ αὐτῶν ὑπο‐
10λειφθήσεσθαι, δίκην γονίμου καὶ ζωπύρου σπέρματος πεφυλαγμένους, οἳ καὶ εἰς πάντας προελθόντες ἀνθρώπους πληθυνθήσεσθαι ἐπὶ τῆς γῆς λέγονται.

2

.

3

.

86

πλὴν ἀλλὰ καὶ μετὰ τὴν πρόοδον τούτων αὐτῶν, δηλαδὴ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν, ἔτι φησὶν ἐπ’ αὐτῆς τῆς Ἰου‐ δαίας χώρας διαμεῖναι «τὸ ἐπιδέκατον», καὶ μετὰ ταῦτα αὖθις ἔσεσθαι αὐτοὺς «εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος ὅτ’ ἂν ἐκπέσῃ
5τῆς θήκης αὐτῆς». παρίστησι δέ, ὡς οἶμαι, διὰ τούτων ὁ λόγος, ὅτι μετὰ τὴν πρώτην πολιορκίαν, ἣν κατὰ τοὺς τῶν ἀποστόλων χρόνους καὶ κατὰ Ῥωμαίων αὐτοκράτορα Οὐεσπασιανὸν ἱστοροῦνται πεπον‐ θέναι, αὖθις ἐπὶ Ἀδριανοῦ δεύτερον πολιορκηθέντες παντελῶς εἴρχθη‐
σαν τοῦ τόπου, ὡς μηδὲ τοῦ ἐδάφους τῆς Ἱερουσαλὴμ ἐπιβαίνειν ἐπι‐76
10τρέπεσθαι. τοῦτο δ’ οὖν αἰνιττόμενός φησιν· «καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος καὶ βάλανος ὅτ’ ἂν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς».

2

.

3

.

87

λθʹ.〉 «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα· καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, φά‐ γεται βούτυρον, καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς».

2

.

3

.

88

Ἐνταῦθα τὴν δηλουμένην ἡμέραν ἐπιζητήσας, εὕροις ἂν τὸν χρό‐ νον τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας. εἰπὼν γὰρ ὁ προφήτης «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν», 〈καὶ〉 πλεῖστα διὰ μέσου, θεσπίζει περὶ τῶν κατὰ τὴν αὐτὴν ἡμέραν, τοῦτ’ ἔστιν ἀμφὶ τὸν
5χρόνον τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας, γενησομένων.

2

.

3

.

89

δυνάμεις γὰρ ἀοράτους καὶ 〈νοητούσ〉 τινας ἐχθροὺς καὶ πολεμίους, «μυίας» καὶ «μελίσσας» νόμοις ἀλληγορίας ὀνομαζομένους, ἐπιβήσεσθαι τῇ τῶν Ἰου‐ δαίων χώρᾳ φησίν, καὶ τὸν κύριον «ξυρῷ» τῶν πολεμίων, ὡς ἂν μεγάλου
5σώματος, τοῦ Ἰουδαίων ἔθνους «τὴν κεφαλὴν καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα» καὶ πάντα συλλήβδην εἰπεῖν τὸν κόσμον αὐτῶν ξυρήσειν.

2

.

3

.

90

τούτων δ’ ἐσομένων ἐν τῇ θεσπιζομένῃ ἡμέρᾳ τοῦ ἐκ τῆς παρθένου γενησομένου, τὸν καταλειφθέντα ἄνθρωπον ἐκ τῆς τοῦ παντὸς ἔθνους ἀπωλείας, τοῦτ’ ἔστιν πάντα τὸν ἐξ αὐ‐ τῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότα, θρέψειν «δάμαλιν βοῶν
5καὶ δύο πρόβατα» προφητεύει, «ἀπό τε τοῦ πλεῖστον ποιεῖν γάλα», «φάγεσθαι βούτυρον καὶ μέλι». νοήσεις δὲ καὶ ταῦτα κατὰ μυστικὴν θεωρίαν ἐπὶ τῶν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων τετελεσμένα.

2

.

3

.

91

ὧν ἕκαστος, ἐν αἷς σὺν τῇ τοῦ Χριστοῦ δυνάμει συνεστήσατο ἐκκλησίαις, δύο πρόβατα, τοῦτ’ ἔστιν δύο τάγματα δίκην προβάτων ἐπὶ τὴν τοῦ Χριστοῦ ποίμνην συνιόντα, τὸ μὲν εἰσέτι στοιχειούμενον, τὸ δ’ ἤδη
5διὰ τοῦ λουτροῦ πεφωτισμένον, καὶ ἐπὶ τούτοις μίαν «δάμαλιν» τὴν ἐκκλησιαστικὴν τῶν προέδρων ἀρχὴν ταῖς ἐνθέοις καὶ λογικαῖς τρο‐ φαῖς ἐκθρέψας, γόνιμον ἐξ αὐτῶν «γάλα» καὶ «μέλι», τῆς πονηθείσης αὐτῷ τροφῆς τὸν καρπόν, ἀπηνέγκατο.

2

.

3

.

92

ὅπως μὲν οὖν τὰ τῶν ἀτελεστέρων πλήθη προβάτοις εἴωθεν ὁ θεῖος ἀφομοιοῦν λόγος, οὐδὲν δεῖ λέγειν, πάσης γραφῆς τοῦτο διδασκούσης· τὸν δέ γε ἐντελέστερον καὶ τοὺς πολλοὺς γεωργοῦντα τῆς ἐκκλησίας ἡγούμενον ὅπως τῷ
5γεωπόνῳ τῶν βοῶν παραβάλλει, συνίστησιν ὁ ἱερὸς ἀπόστολος, λέγων·77

2

.

3

.

93

«μὴ τῶν βοῶν μέλει τῷ θεῷ, ἢ δι’ ἡμᾶς πάντως λέγει; ὅτι ὀφείλει ἐπ’ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ’ ἐλπίδι τοῦ μετέχειν».

2

.

3

.

94

Εἰ δὲ προσκόπτοι τις ταῖς τοιαῖσδε τροπολογίαις, ὥρα τοῦτον μηδὲ τὰς ὀνομαζομένας μυίας ἢ μελίσσας μηδὲ τὸ ξυρὸν μηδὲ τὸν πώγωνα μηδὲ τὰς τρίχας τῶν ποδῶν κατὰ διάνοιαν θεωρεῖν, εἰς ἀτόπους δὲ καὶ ἀσυστάτους ἐκπίπτειν μυθολογίας. εἰ δ’ ἀνάγκη ταῦτα
5μὴ ἄλλως ἢ κατὰ μόνην θεωρίαν δέχεσθαι, δῆλον ὅτι καὶ τὰ ἀκό‐ λουθα παραπλησίως.

2

.

3

.

95

〈μʹ.〉 «Τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοί, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν· καὶ ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης· καὶ οἱ καταλειφθέντες ἀπ’ αὐ‐ τῶν ἔσονται ἀριθμός, καὶ παιδίον μικρὸν γράψει αὐτούς. καὶ ἔσται
5ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν τοῦ Ἰσραήλ, καὶ οἱ διασωθέντες τοῦ Ἰακὼβ οὐκέτι πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδι‐ κήσαντας αὐτούς, ἀλλ’ ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ, καὶ ἀναστρέψει τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ ἐπὶ θεὸν ἰσχύοντα.

2

.

3

.

96

καὶ ἐὰν γένηται ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται. λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει ὁ θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ».

2

.

3

.

97

Κἀνταῦθα πρό〈σ〉σχες, ὅτι ἐν τῇ τῶν σκυθρωπῶν ἀπειλῇ, φησίν, «ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης· καὶ οἱ κατα‐ λειφθέντες ἀπ’ αὐτῶν ἀριθμὸς ἔσται, καὶ παιδίον μικρὸν γράψει αὐ‐ τούς». δι’ ὧν τὸ σπάνιον τῶν φευξομένων τὸν ὄλεθρον τοῦ ἐκ
5περιτομῆς λαοῦ καὶ τὸν τῆς Ἱερουσαλὴμ ἐμπρησμὸν παρίστησιν. «οἱ δὲ καταλειφθέντες» οὗτοι, φησίν, «ἀριθμὸς ἔσονται»,

2

.

3

.

98

τοῦτ’ ἔστιν ἀριθμῷ ληπτοὶ γενήσονται, οὕτω βραχεῖς καὶ εὐαρίθμητοι ὄντες. τοσοῦτοι δ’ οὖν ὡς ἐν συγκρίσει τοῦ παντὸς πλήθους τοῦ Ἰουδαίων ἔθνους οἱ εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πεπιστευκότες γεγόνασιν,
5οἳ καὶ κατηξιώθησαν τῆς ὑπ’ αὐτοῦ γραφῆς, ὡς δηλοῖ φάσκων ὁ λόγος· «καὶ παιδίον γράψει αὐτούς», προδιδάξας, ὅ τι ποτὲ ἦν τὸ παιδίον, ἐν οἷς ἔλεγεν· «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν»,

2

.

3

.

99

καὶ «πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα». καὶ ἐπειδήπερ ἐνταῦθα «παιδίον», φησίν, «γράψει αὐτούς», εἰκότως ἐν τοῖς πρόσθεν ἐλέγετο καὶ «ἔσται τὸ ὑπολειφθὲν ἐν Σιὼν καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες
78
5εἰς ζωήν». ὥσπερ γοῦν ἐν ἐκείνοις «τὸ καταλειφθὲν» ὠνόμαστο, οἱ δ’ αὐτοὶ «γραφέντες» ἦσαν «εἰς ζωήν», οὕτως καὶ ἐνταῦθα «οἱ κατα‐ λειφθέντες ἀπ’ αὐτῶν ἀριθμὸς ἔσονται καὶ παιδίον γράψει αὐτούς».

2

.

3

.

100

τοῦτο δὲ 〈τὸ〉 «καταλειφθὲν ἐκ τοῦ Ἰσραὴλ καὶ οἱ διασωθέντες ἀπὸ τοῦ Ἰακὼβ οὐκέτι», φησίν, ἔσονται «〈πεποιθότεσ〉 ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλ’ ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραήλ».

2

.

3

.

101

καὶ ὅρα γε, εἰ μὴ ταύτῃ γε τῇ πεποιθήσει οἱ ἐκ τοῦ Ἰουδαίων ἔθνους προελθόντες οἵ τε ἐκ τῆς ἀποπτώσεως τοῦ Ἰσραὴλ περιλειφθέντες μαθηταὶ καὶ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, μηδένα λόγον ποιησάμενοι «τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου» ἢ τῶν ἀρχόντων τοῦ ἐκ περιτομῆς
5λαοῦ τῶν πάλαι ἀδικούντων αὐτούς, ἐξῆλθον εἰς πάντα τὰ ἔθνη κηρύττοντες τὸν Χριστοῦ λόγον, πεποιθήσει τε τῇ πρὸς τὸν θεόν (ἐπείπερ κατὰ τὴν προφητείαν «πεποιθότες» ἦσαν «ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐν ἀληθείᾳ», οὐ γὰρ ὑπούλως οὐδὲ μεθ’ ὑποκρίσεως, σὺν ἀληθείᾳ δὲ ὅλους ἑαυτοὺς ἐπιδέδονται ἐλπίδι) οὐ μόνον προῆλθον
10τῆς ἑαυτῶν χώρας, ἀλλὰ κατώρθωσαν τὸ προτεθειμένον.

2

.

3

.

103

τοῦτο δὲ αὐτὸ πάλιν τὸ καταλειφθὲν οἱονεὶ τὸ σπέρμα τῆς ἀποπτώσεως τοῦ Ἰακὼβ γέγονε πεποιθὸς «ἐπὶ θεὸν ἰσχύοντα», καὶ αὐτὸ δὴ τοῦτο τὸ κατάλειμμα τοῦ παντὸς ἔθνους αὐτῶν, γενομένου «ὡς ἡ ἄμμος τῆς
5θαλάσσης» ἀλλ’ οὐ κατὰ τὰ ἄστρα τοῦ οὐρανοῦ, τῆς παρὰ τῷ θεῷ σωτηρίας ἠξιώθη, ὥσπερ οὖν ἐμαρτύρησεν ὁ ἀπόστολος εἰπών· «Ἡσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ, ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται».

2

.

3

.

104

δύο γάρ τοι ἐπαγγελιῶν διὰ τοῦ χρησμοῦ τῷ Ἀβραὰμ δεδομένων περὶ τῶν ἐξ αὐτοῦ γενησομένων, ὡς ἄρα ἔσονται κατὰ τὰ ἄστρα τοῦ οὐ‐ ρανοῦ καὶ κατὰ τὴν ἄμμον τῆς θαλάσσης (τῶν μὲν θεοφιλῶν λαμ‐
5πόντων ὁμοίως τοῖς οὐρανίοις φωστῆρσιν, οἷοι ἦσαν οἱ παλαιοὶ προ‐ φῆται καὶ οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι, οἷς ἐμαρτύρησεν εἰπών· «ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου»· τῶν δὲ γηγενῶν καὶ χαμαι‐ πετῶν ἄμμῳ γῆς παραβαλλομένων),

2

.

3

.

105

εἰκότως ἐν τούτοις ὁ προ‐
φητικὸς λόγος· ἐπὰν τὸ πᾶν πλῆθος τῶν υἱῶν Ἰσραήλ, ἐκπε‐ σούμενον τῆς ἀξίας καὶ τοῦ μεγαλοφυοῦς τῆς ἀρετῆς, ὅλον δι’ ὅλου χαμαιπετὲς γενόμενον παραβληθῇ τῇ ἄμμῳ τῆς θαλάσσης, τότε δὴ79
5τὸ κατάλειμμα αὐτῶν μόνον σωθήσεται. περὶ οὗ καταλείμματος πλεῖστα ἡμῖν γεγύμνασται.

2

.

3

.

106

ταῦτα δέ φησιν ἔσεσθαι, ἐπὰν αὐτὸς ὁ κύριος συντέμνων καὶ συντελῶν λόγον καθ’ ὅλης τῆς οἰκουμένης ποιήσει, ἐναργῶς τὸ εὐαγγελικὸν παριστὰς κήρυγμα, ἐν ᾧ, πάσης τῆς κατὰ Μωσέα περιόδου ἐν εἰκόσι καὶ συμβόλοις καὶ σωματικαῖς θρησκείαις
5περιαιρεθείσης, ὁ σύντομος τοῦ εὐαγγελίου λόγος εἰς πάντας ἀνθρώ‐ πους παραδοθεὶς τῆς προφητείας τὴν ἀλήθειαν ἐπιστώσατο.

2

.

3

.

107

μαʹ.〉 «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν. καὶ ἔσται ἡ ἀνά‐ παυσις αὐτοῦ τιμή. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶσαι καὶ ζητῆσαι τὸ καταλειφθὲν
5ὑπόλοιπον τοῦ λαοῦ αὐτοῦ, ὃ ἐὰν καταλειφθῇ ὑπὸ τῶν Ἀσσυρίων, καὶ ἀπὸ Αἰγύπτου, καὶ ἀπὸ Βαβυλωνίας, καὶ ἀπὸ Αἰθιοπίας, καὶ Ἐλα‐ μιτῶν, καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἀπὸ τῶν νήσων τῆς θαλάσσης. καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη, καὶ τοὺς διεσπαρμένους Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς».

2

.

3

.

108

Πολλάκις τινῶν λεγομένων ἔσεσθαί τι ἐν ἐπισήμῳ ἡμέρᾳ, τοῦτ’ ἔστιν ἐν ἐπιφανείᾳ χρόνου, λογισμῷ συνάγοντες τὴν τῶν δηλουμένων ἀκολουθίαν ἐπὶ τὴν τοῦ θεοῦ παρουσίαν ἀναφέρεσθαι ἀπεδείξαμεν· καθ’ ἥν, τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀποπεσουμένου, σπανίους τινὰς
5σωθήσεσθαι τοὺς ἐξ αὐτῶν καταλειφθησομένους οἱ θεῖοι δηλοῦσι λόγοι.

2

.

3

.

109

ἥ γε μὴν μετὰ χεῖρας λέξις καὶ τὴν ἡμέραν καὶ τὸν διὰ ταύτης σημαινόμενον χρόνον καὶ τὰ ἐπὶ τούτῳ συμβεβηκότα λευκότατα παρί‐ στησιν· θεσπίζουσα γὰρ τὴν ἐκ σπέρματος τοῦ Δαβὶδ γενησομένην τοῦ Χριστοῦ γένεσιν ὁμοῦ καὶ τὴν Ἰουδαίων ἀπόπτωσιν προαναφωνεῖ.
5λέγει δὲ οὕτως·

2

.

3

.

110

«ἰδοὺ δὴ ὁ δεσπότης κύριος Σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ ταπεινωθήσονται, καὶ πε‐ σοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται». Λίβανον δὲ ἐνταῦθα τὴν Ἱερουσαλὴμ αἰνίττεται, ὡς ἐν ἑτέροις ἀπε‐
5δείξαμεν, ἣν μετὰ πάντων τῶν ἐν αὐτῇ σεμνῶν καὶ ἐνδόξων πεσεῖσθαι ὁ λόγος ἀπειλεῖ. Καὶ ταῦτά γε προανατεινάμενος ἑξῆς ἐπιλέγει· «καὶ ἐξελεύσε‐ ται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσε‐ ται», καὶ τὰ ἑξῆς,

2

.

3

.

111

σαφέστατα τὴν ἐκ ῥίζης Ἰεσσαὶ (πατὴρ δὲ ἦν οὗτος τοῦ Δαβὶδ) γένεσιν τοῦ Χριστοῦ παριστάς. ἐφ’ ᾗ γενέσει τὴν τῶν ἐθνῶν κλῆσιν πρότερον μὲν δι’ αἰνίγματος προφητικῷ τρόπῳ ἀναφωνεῖ· τὸ γὰρ «συμβοσκηθήσεται λύκος μετὰ ἀρνός, καὶ πάρδαλις
80
5σὺν ἐρίφῳ συναναπαύσεται», καὶ τὰ τοιαῦτα, οὐδὲν ἕτερον ἢ τῶν ἀγρίων καὶ ἀπηνῶν τὸν τρόπον καὶ μηδὲν θηρίων διαφερόντων ἐθνῶν τὴν ἐπὶ τὸν εὐσεβῆ καὶ ἥμερόν τε καὶ κοινωνικὸν τρόπον μεταβολὴν ἐδήλου.

2

.

3

.

112

τοῦτο δὲ αὐτὸ εἰς ὕστερον γυμνότερον διδάσκει φάσκων· «ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον, ὡς ὕδωρ πολὺ κα‐ λύψαι θαλάσσας».

2

.

3

.

113

καὶ ἔτι γε αὐτὸς ἑαυτὸν ἑρμηνεύων ὁ προφη‐ τικὸς λόγος ἐπιλέγει· «καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν. καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή».

2

.

3

.

114

Ἐπειδὴ τοίνυν ἀνωτέρω μὲν τὴν ἀπόπτωσιν τοῦ Ἰουδαίων ἔθνους ἐσήμαινεν ἐπικεκαλυμμένως, μετὰ δὲ ταῦτα τὴν τῶν ἐθνῶν κλῆσιν τοτὲ μὲν κεκαλυμμένως τοτὲ δὲ γυμνῶς, εἰκότως αὖθις ἐπανα‐ λαμβάνων τὸν λόγον, τῶν ἐκ περιτομῆς εἰς τὸν Χριστὸν πιστευόντων
5μνημονεύει, ὑπὲρ τοῦ μὴ πάντη ἀποκλεῖσαι αὐτῶν τὴν εἰς τὸν Χριστὸν ἐλπίδα. «ἔσται» μὲν γάρ, φησίν, «ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν».

2

.

3

.

115

τίς δ’ ἦν ὁ ἀνιστάμενος ἀλλ’ ἢ «〈ἡ〉 ῥίζα τοῦ Ἰεσσαί», ὃν καὶ σαφῶς φησιν ἄρξειν ἐθνῶν ἀλλ’ οὐχὶ Ἰσραήλ; ἐπειδὴ τοίνυν διαφόρως τὴν τῶν ἐθνῶν ἐπιστροφὴν ἐπὶ τὸν ἐκ ῥίζης Ἰεσσαὶ φύντα καὶ βλαστήσαντα
5ἐδίδαξεν, οὐδὲν δὲ οὐδέπω χρηστὸν περὶ τῶν ἐκ περιτομῆς εἰρήκει, εἰκότως τὸ ἐλλιπὲς τῆς προρρήσεως ἀποδίδωσι φάσκων· «καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ», τοῦτ’ ἔστιν ἐν τῷ χρόνῳ τῆς ἐπιφανείας τοῦ ἐκ ῥίζης Ἰεσσαὶ φύντος, «προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζητῆσαι καὶ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἂν
10καταλειφθῇ ἀπὸ» τῶνδε καὶ τῶνδε τῶν πολεμίων. ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας πεποίηκεν· «καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, προσθήσει κύριος δεύτερον τὴν χεῖρα αὐτοῦ, τοῦ κτήσασθαι τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ, ὃ ὑπολειφθήσεται ἀπὸ τῶν Ἀσσυρίων» καὶ τῶν ἑξῆς.

2

.

3

.

116

νοή‐ σεις δὲ καὶ ταῦτα, πολεμίους τοῦ λαοῦ τοῦ θεοῦ νοητούς τινας καὶ πνευματικοὺς ἤτοι δαίμονας πονηροὺς ἢ δυνάμεις ἀντικειμένας τῷ λόγῳ θεωρήσας, οἳ τῶν κατωνομασμένων ἐθνῶν πάλαι πρότερον
5ἀοράτως προεστῶτες τὰς ψυχὰς ἐπολιόρκουν τοῦ Ἰσραήλ, ποικίλοις πάθεσιν αὐτὰς περιβάλλοντες, ὑποσύροντές τε καὶ αἰχμαλωτίζοντες
εἰς τὸν ὅμοιον τῆς τῶν ἀλλοφύλων ἀγωγῆς βίον.81

2

.

3

.

117

Τούτου δὴ οὖν παντὸς σχεδὸν εἰπεῖν τοῦ λαοῦ κατὰ ψυχὴν αἰχμαλώτου ληφθέντος ὑπὸ τῶν δεδηλωμένων, οἱ φυλαχθέντες καὶ καταλειφθέντες ἄτρωτοι καὶ ἄσυλοι κατὰ τὴν προφητείαν τῆς δηλου‐ μένης ἐπαγγελίας τεύξονται, ὀψόμενοι τοῦ κυρίου τὴν χεῖρα καὶ κτῆμα
5αὐτοῦ γενησόμενοι, κατὰ τὸ φάσκον λόγιον· «προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ».

2

.

3

.

118

τί δὲ «προσθήσει κύριος»; ἀλλὰ γὰρ πρὸς οἷς ἅπαξ ἐπεδεί‐ ξατο πάλαι πρότερον διὰ τῶν προφητῶν προσεγενήθη χεὶρ κυρίου καὶ τούτοις, ὡς ἂν διασωθεῖσιν ἀπὸ τῆς πτώσεως τοῦ παντὸς λαοῦ τὰ λείποντα τοῖς προτέροις προσθήσειν. ταῦτα δὲ ἦν τὰ τῆς καινῆς
5διαθήκης μυστήρια, διὰ τῆς χειρὸς τοῦ κυρίου δεδειγμένα τῷ κατα‐ λειφθέντι ἀπὸ τοῦ λαοῦ. ἀλλὰ καὶ «τοῦ ζηλῶσαι», φησίν, «τὸ κατα‐ λειφθὲν ὑπόλοιπον τοῦ λαοῦ»,

2

.

3

.

119

ἀνθ’ οὗ συμφώνως ὁ Ἀκύλας καὶ Θεοδοτίων· «τοῦ κτήσασθαι», φησίν, «τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ», ὃ ἂν καταλίπῃ ἀπὸ τῶν Ἀσσυρίων καὶ ἀπὸ τῶν λοιπῶν πολεμίων ἐθνῶν. τοῦτο δὲ «τὸ καταλειφθὲν τοῦ λαοῦ ὑπόλοιπον» «ἀρεῖ»,
5φησίν, «σημεῖον εἰς τὰ ἔθνη»,

2

.

3

.

120

σαφῶς δι’ αὐτῶν τὸ ἑαυτοῦ σημεῖον ὁ κύριος ἐν πᾶσι τοῖς ἔθνεσιν ἐπιδεικνύμενος, «καὶ συνάξει» δι’ αὐ‐ τῶν «τοὺς ἀπολομένους Ἰσραὴλ καὶ τοὺς διεσπαρμένους Ἰούδα ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς», ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ διὰ τοῦ
5τῶν ἀποστόλων αὐτοῦ κηρύγματος καταπεφευγότας, τοὺς συναχθέν‐ τας [εἶναι] λέγων τῶν πάλαι ἀπῳκισμένων καὶ ἀφωρισμένων ἐκ τοῦ κατὰ διάνοιαν Ἰσραὴλ καὶ Ἰούδα.

2

.

3

.

121

τρόπος δὲ τοιῶνδε ψυχῶν τὸν ἀληθινὸν Ἰσραὴλ τοῦ θεοῦ δείκνυσιν, ὡς ἀνάπαλιν φαύλη καὶ μοχθηρὰ διάθεσις τὸν κατὰ σάρκα Ἰσραὴλ ἄρχοντας Σοδόμων καὶ λαὸν Γομόρ‐ ρας χρηματίζειν ποιεῖ.

2

.

3

.

122

τὸ τοίνυν «λεῖμμα κατ’ ἐκλογὴν χάριτος» καὶ τὸ λεγόμενον ἐν τῇ προφητείᾳ «καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ» τὸ σημεῖον τοῦ κυρίου πᾶσι τοῖς ἔθνεσιν ἀνεκήρυξεν, καὶ τὰς τοιάσδε ψυχὰς τῶν ἐθνῶν ἐξ ἀπωλείας ἐπὶ τὴν τοῦ κυρίου γνῶσιν
5ἐφελκυσάμενον ἕνα λαὸν συνῆξε τῷ θεῷ, τὸν «ἐκ τῶν τεσσάρων πτερύ‐ γων τῆς γῆς» εἰσέτι νῦν τῇ τοῦ Χριστοῦ δυνάμει συγκροτούμενον.

2

.

3

.

123

οὗτοι δὲ αὐτοὶ οἱ ἀπὸ τῶν ἀπολωλότων τοῦ Ἰουδαίων ἔθνους διασωθέντες μαθηταὶ καὶ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, ἐκ διαφόρων φυλῶν τυγχάνοντες, μιᾶς κλήσεως καὶ μιᾶς χάριτος καὶ ἑνὸς πνεύ‐ ματος ἁγίου κατηξιωμένοι, πάντα ζῆλον, ὃν πάλαι πρὸς αὐτοὺς εἶχον
5αἱ τοῦ Ἑβραίων ἔθνους φυλαί, ἀπορρίψουσιν, ὡς ἡ προφητεία φησίν.82

2

.

3

.

124

«κατηρτισμένοι» γοῦν «τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ», οὐ μόνον τὴν ἤπειρον ἀλλὰ καὶ τὰς νήσους διῆλθον τῶν ἐθνῶν, πάσας παν‐ ταχόθεν τὰς τῶν ἀνθρώπων ψυχὰς «προνομεύοντες» καὶ αἰχμαλω‐ τεύοντες εἰς τὴν ὑποταγὴν τοῦ Χριστοῦ, ἀκολούθως τῷ χρησμῷ
5φήσαντι· «καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύοντες καὶ τοὺς ἀφ’ ἡλίου ἀνατολῶν».

2

.

3

.

125

Καὶ τὰ λοιπὰ δὲ τῆς προφητείας τούτοις ἀναλόγως ἐπιθεω‐ ρήσεις, ἑκάστην λέξιν παρὰ σαυτῷ βασανίσας, καὶ πᾶν μὲν τὸ ἀσύ‐ στατον καὶ ταπεινὸν αὐτῆς διακρουσάμενος, τὴν δὲ διάνοιαν τοῦ πνεύματος, ὡς ἂν αὐτό σοι τὸ πνεῦμα τοῦ θεοῦ θεωρεῖν ὑποβάλλῃ,
5νοήσας. ἡμῖν γὰρ ὁ καιρὸς οὐκ ἐπιτρέπει τοῖς τόποις ἐπὶ πλεῖον ἐνδιατρίβειν, τὴν προκειμένην ὑπόθεσιν ἐξανύσαι κατεπειγομένοις.

2

.

3

.

126

μβʹ.〉 «Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακά, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ἄνθρωπος ἔντιμος ἔσται μᾶλλον ἢ ὁ λίθος
5ὁ ἐκ Σουφείρ».

2

.

3

.

127

καὶ ἑξῆς ἐπιλέγει· «καὶ ἔσονται οἱ καταλελειμμένοι ὡς δορκάδιον φεῦγον καὶ ὡς πρόβατον πλανώμενον».

2

.

3

.

128

Καὶ διὰ τούτων τὸ σπάνιον τῶν σωθησομένων ἐν τῷ καιρῷ τῆς τῶν ἀσεβῶν ἀπωλείας σαφέστατα ὁ λόγος παρίστησιν, ὥστε μὴ χώραν ἔχειν ὑπονοεῖν ἀδιακρίτως πάντας ἁπαξαπλῶς τοὺς ἐκ περιτομῆς καὶ πᾶν τὸ Ἰουδαίων ἔθνος τῶν τοῦ θεοῦ τεύξεσθαι ἐπαγ‐
5γελιῶν.

2

.

3

.

129

μγʹ.〉 «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις δόξης Ἰακώβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσονται. καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα, καὶ σπέρμα σταχύων ἀμήσῃ· καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυας ἐν φάραγγι στερεᾷ, καὶ κατα‐
5λειφθῇ ἐν αὐτῇ καλάμη· ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ’ ἄκρου μετεώρου ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῇ. τάδε λέγει κύριος ὁ θεὸς τοῦ Ἰσραήλ. τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται, καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς
10βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δά‐
κτυλοι αὐτῶν».83

2

.

3

.

130

Καὶ διὰ τούτων ἐναργῶς θεσπίζεται ἡ δόξα τοῦ Ἰσραήλ, καὶ πάντα «τὰ πίονα» αὐτῶν καθαιρεθήσεσθαι, ὀλίγοι δὲ αὖθις καὶ ἀριθμῷ ληπτοὶ ὡς ἂν ἐλαίας ἐν φυτῷ «ῥῶγες» βραχεῖς καταλειφθήσεσθαι λέ‐ γονται· οὗτοι δὲ ἂν εἶεν οἱ ἐξ αὐτῶν εἰς τὸν κύριον ἡμῶν πεπι‐
5στευκότες. ἀκολούθως δὲ μετὰ τὰ περὶ ἐκείνων εἰρημένα περὶ παντὸς ἀνθρώπων γένους ἀποστραφησομένου τὴν κατὰ τὰ εἴδωλα πλάνην, ἐπιγνωσομένου δὲ τὸν θεὸν Ἰσραήλ, προφητεύεται.

2

.

3

.

131

μδʹ.〉 «Ἀκούσατε νῆσοι ἐγκαταλελειμμένοι καὶ ὀδυνώμενοι ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου Σαβαώθ, ὁ θεὸς τοῦ Ἰσραὴλ ἀνήγ‐ γειλεν ἡμῖν.»

2

.

3

.

132

Ὅρα τίνα τρόπον καὶ ἐνταῦθα οὐ πάντας τοὺς ἐκ περιτομῆς ἐπὶ τὴν τῶν ἀπορρήτων ἀκρόασιν παρακαλεῖ, ἀλλ’ ἢ μόνους οὓς ὀνομάζει καταλελειμμένους καὶ ὀδυνωμένους, οἷοι ἦσαν οἱ κατὰ τὸν ἀπόστολον στενάζοντες καὶ ἀποκλαόμενοι τὴν κακίαν τοῦ τῶν ἀν‐
5θρώπων βίου.

2

.

3

.

133

μεʹ.〉 «Ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς, ἡ δὲ γῆ ἠνόμησε διὰ τοὺς κατοικοῦντας αὐτήν. διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι.» Καὶ ἐν τούτοις τοὺς παραβεβηκότας τὸν νόμον καὶ τὴν τοῦ θεοῦ
5διαθήκην τοῦ ἐκ περιτομῆς λαοῦ ἀπελέγξας, ἀπειλήσας τε αὐτοῖς τὰ ἀναγεγραμμένα, καταλειφθήσεσθαι ἀνθρώπους ἐξ αὐτῶν ὀλίγους προ‐ φητεύει. εἶεν δ’ ἂν οὗτοι τὸ ὠνομασμένον παρὰ τῷ ἀποστόλῳ «λεῖμμα κατ’ ἐκλογὴν χάριτος».

2

.

3

.

134

μϛʹ.〉 «Καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἱ οἶκοι οἱ ἐγ‐ καταλελειμμένοι ἀπολοῦνται. ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν· ὃν τρόπον ἐὰν καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσον‐ ται αὐτούς· καὶ ἐὰν παύσηται ὁ τρυγητός. οὗτοι φωνῇ φωνήσουσιν,
5οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου.» Καὶ ἐνταῦθα οἱ καταλειφθέντες μόνοι εὐφρανθήσεσθαι λέγονται, τῶν λοιπῶν ἁπάντων τοῖς θεσπιζομένοις παραδοθησομένων.

2

.

3

.

135

μζʹ.〉 «Καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραΐμ. καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης ἐπ’
ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ· ὡς πρόδρομος σύκου, ὁ ἰδὼν αὐτό, πρὶν ἢ εἰς τὴν χεῖρα λαβεῖν αὐτό, θελήσει αὐτὸ[ν] καταπιεῖν. τῇ ἡμέρᾳ ἐκείνῃ84
5κύριος ἔσται ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῆς δόξης τῷ κα‐ ταλειφθέντι τοῦ λαοῦ αὐτοῦ· καταλειφθήσονται γὰρ ἐν πνεύματι κρίσεως.»

2

.

3

.

136

Καὶ ἐνταῦθα «τῷ καταλειφθέντι τοῦ λαοῦ», οὐχὶ δὲ παντὶ τῷ ἔθνει αὐτῶν, ἀλλὰ μόνοις τοῖς διὰ τοῦ καταλείμματος σημαινομένοις, τὸν κύριον στέφανον ἔσεσθαι ἐλπίδος καὶ δόξης προφητεύει, τοὺς ἄλλους παρὰ τὸ κατάλειμμα τοῦ λαοῦ στέφανον ὕβρεως καὶ μισθω‐
5τοὺς τοῦ Ἐφραῒμ ὀνομάζων.

2

.

3

.

137

μηʹ.〉 «Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ, φυή‐ σουσι ῥίζαν κάτω. καὶ ποιήσουσι σπέρμα ἄνω ὅτι ἐξ Ἱερουσαλὴμ ἔσονται οἱ σωζόμενοι ἐξ ὄρους Σιών· ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα.»

2

.

3

.

138

Τοὺς «κατ’ ἐκλογὴν χάριτος» καταλειφθέντας ἐκ τοῦ Ἰουδαίων ἔθνους φυήσειν «ῥίζαν κάτω» καὶ ποιήσειν «σπέρμα ἄνω» προφητεύει, σαφέστατα τὴν τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν ἐκ‐ λογὴν παριστάς. οὗτοι γὰρ ἀπὸ τῶν ἐκ περιτομῆς καταλειφθέντες
5κάτω μὲν εἰς γῆν τὰς ῥίζας τῆς διδασκαλίας αὐτῶν κατέβαλον, ὡς ἐμπαγῆναι καὶ ῥιζῶσαι καθ’ ὅλης τῆς οἰκουμένης τὴν διδαχὴν αὐτῶν, ἄνω δὲ τὸ σπέρμα καὶ τὸν καρπὸν φέρεσθαι εἰς τὰς ἐπουρανίους ἐπαγγελίας παρεκελεύσαντο.

2

.

3

.

139

οἱ δ’ αὐτοὶ οὗτοι ἐκ τοῦ Ἰουδαίων ἔθνους «καταλελειμμένοι», τῶν λοιπῶν ἀπολλυμένων, μόνοι σωζόμενοι λέγονται. ταῦτα δὲ πάντα ὁ ζῆλος κυρίου ἐποίησεν. εἰς γὰρ τὸ πα‐ ραζηλῶσαι τοὺς ἀσεβεῖς τῶν ἐκ περιτομῆς ἐκλεξάμενος ὁ ζῆλος κυρίου
5τούτους, παρεζήλωσεν ἐκείνους, κατὰ τὸ παρὰ Μωσεῖ λεγόμενον· «αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει, ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς».

2

.

3

.

140

μθʹ.〉 «Οὕτως λέγει κύριος· ὃν τρόπον εὑρ〈εθ〉ήσεται ὁ ῥὼξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσιν, μὴ λυμήνῃ αὐτόν, ὅτι εὐλογία κυρίου ἐστὶν ἐν αὐτῷ· οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι, τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας. καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ τὸ ἐξ Ἰούδα,
5καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου,

2

.

3

.

141

καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ. καὶ ἔσται ἐν
τῷ δρυμῷ ἔπαυλις ποιμνίων, καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βου‐ κολίων τῷ λαῷ μου, οἳ ἐζήτησάν με. ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με85
5καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου, καὶ ἑτοιμάζοντες τῇ τύχῃ τράπεζαν, καὶ πληροῦντες τῷ δαίμονι κέρασμα, ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν,

2

.

3

.

142

πάντες ἐν σφαγῇ πεσεῖσθε· ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ, καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε.»

2

.

3

.

143

Διελὼν καὶ ἐν τούτοις ὁ λόγος βραχὺ μέν τί φησιν «σπέρμα ἐξ Ἰακὼβ» τεύξεσθαι τῶν ἐπηγγελμένων, ἐκλεκτούς τε εἶναι τοὺς κατ‐ οικήσοντας ἐν τῷ δρυμῷ, οὕτως ὀνομάζων τὴν κλῆσιν τῶν ἐθνῶν· ἐν ᾗ οἱ ἐκλεκτοὶ τοῦ κυρίου καὶ τὸ Ἰακὼβ σπέρμα εἶεν [δ’] ἂν οἱ
5ἀπόστολοι καὶ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν. οἱ δὲ λοιποὶ πάντες παρὰ τούτους ταῖς δηλουμέναις ἀπειλαῖς ὑποβέβληνται, μονονουχὶ τοῦ λόγου γυμνότατα παριστῶντος μὴ ὡς ἔτυχεν ἐπὶ πᾶν τὸ Ἰου‐ δαίων ἔθνος φθάσειν τὰς τοῦ θεοῦ ἐπαγγελίας, ἀλλ’ ἐπὶ μόνον τὸ ὠνομασμένον σπέρμα καὶ τοὺς ἐπικαλουμένους ἐκλεκτοὺς τοῦ θεοῦ,
10ἐπεὶ «πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί».

2

.

3

.

144

τούτοις δὲ καὶ νῦν ὄνομα καινὸν ἐπιτεθήσεσθαι ἑξῆς ὁ λόγος θεσπίζει, φάσκων πρὸς τοὺς ἀσεβεῖς· «καταλειφθήσεται γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δ’ ἀνελεῖ κύριος. τοῖς δὲ δουλεύσουσί μοι
5κληθήσεται ὄνομα καινόν». τὸ δὴ οὖν ὄνομα καινόν, ὃ μὴ παρὰ τοῖς παλαιοῖς ἔγνωστο, ποῖον ἂν εἴη ἢ τὸ ἀπὸ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ προσωνυμίας καθ’ ὅλης τῆς οἰκουμένης εὐλογη‐ μένον Χριστιανῶν ὄνομα;

2

.

3

.

145

νʹ. Ἀπὸ τοῦ Μιχαίου. «Καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου συναγόμενος συναχ〈θ〉ήσεται Ἰακὼβ σὺν πᾶσιν, ἐκδεχό‐ μενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραήλ· ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτῶν.»

2

.

3

.

146

Συμφώνως τοῖς προεκτεθεῖσιν ἐκ τοῦ Ἡσαΐου καὶ ὁ Μιχαίας ἐκδέξασθαι τὸν θεὸν οὐχ ἁπλῶς πάντας ἀλλὰ μόνους τοὺς καταλοί‐ πους ὀνομάζει. ὥσπερ δὲ παρὰ τῷ Ἡσαΐᾳ σπέρμα ὠνομάζετο τὸ ἐξ αὐτῶν λεῖμμα, οὕτως καὶ νῦν σταγόνα ὀνομάζει τοὺς ἐξ αὐτῶν σω‐
5θησομένους.

2

.

3

.

147

δηλοῦται δὲ καὶ διὰ τούτων ὁ τῶν ἀποστόλων χορός, ὡς σταγών τις καὶ σπέρμα τοῦ Ἰουδαίων ἔθνους γεγενη‐
μένος, ἐξ ἧς σταγόνος πάντες οἱ καθ’ ὅλης τῆς οἰκουμένης τὸν Χριστὸν ἐπεγνωκότες τοῦ θεοῦ καὶ τὴν διδασκαλίαν αὐτοῦ παραδε‐86
5δεγμένοι τῆς θεσπιζομένης ἐπισυναγωγῆς κατηξιώθησαν, τὴν ἀπὸ τῶν πολεμίων λύτρωσιν εὑράμενοι.

2

.

3

.

148

ναʹ. «Καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά, ὀλιγοστὸς εἶ ἐν χι‐ λιάσιν Ἰούδα. ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχοντα τῷ Ἰσραήλ, καὶ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης· τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελ‐
5φῶν αὐτῶν ἐπιστρέψουσιν».

2

.

3

.

149

καὶ μετὰ βραχέα ἐπιλέγει· «καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς δρόσος παρὰ κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπ’ ἄγρωστιν, ὅπως μὴ συναχθῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων. καὶ ἔσται τὸ ὑπό‐
5λειμμα Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς λέων ἐν τοῖς κτήνεσι τοῦ δρυμοῦ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅτ’ ἂν διέλθῃ καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρού‐ μενος. ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται».

2

.

3

.

150

Τούτων οὐδ’ ἄν τι γένοιτο λευκότερον, κατὰ τὸ αὐτὸ καὶ τὴν γένεσιν τὴν ἐν Βηθλεὲμ τοῦ σωτῆρος ἀναφωνούντων, καὶ τὴν πρὸ αἰῶνος οὐσίωσιν αὐτοῦ, καὶ τὸν τῆς παρθένου τοκετόν, καὶ τῶν ἀποστόλων καὶ μαθητῶν αὐτοῦ τὴν κλῆσιν, καὶ τὸ κήρυγμα τὸ καθ’
5ὅλης τῆς οἰκουμένης περὶ τοῦ Χριστοῦ δι’ αὐτῶν κατηγγελμένον.

2

.

3

.

151

τοῦ γὰρ δηλουμένου ἄρχοντος, οὗ τὰς ἐξόδους ὁ λόγος ἐξ ἡμερῶν αἰῶνος εἶναι δηλοῖ, ἐκ τῆς Βηθλεὲμ προελευσομένου καὶ τῆς τοῦτον ἀποτικτούσης ἁγίας παρθένου τεξομένης, οὐ πάντας φησὶν τοὺς ἐκ περιτομῆς ἀλλὰ μόνους τοὺς ἐπιλοίπους ἀνασωθήσεσθαι, οὓς καὶ
5λεῖμμα γενήσεσθαι τοῦ Ἰακώβ, καὶ δίκην δρόσου ἐπὶ πάντα δοθήσεσθαι τὰ ἔθνη. «ἔσται» γάρ, φησίν, «τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθ‐ νεσιν ὡς δρόσος παρὰ κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπ’ ἄγρωστιν»,

2

.

3

.

152

ἀνθ’ οὗ «καὶ ὡς ψεκάδες ἐπὶ πόαν» ὁ Ἀκύλας, ὁ δὲ Θεοδοτίων «καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον» ἐκδεδώκασιν. καὶ πάλιν ἀντὶ τοῦ «ὅπως μὴ συναχθῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων, μηδὲ προσκόψῃ υἱὸς ἀνθρώπου» φησὶν ὁ Θεοδοτίων· «ὃς οὐ μενεῖ ἄνθρωπον, καὶ
5οὐκ ἐλπίζει ἐπὶ υἱὸν ἀνθρώπου», καὶ ὁ Ἀκύλας· «ὃς οὐχ ὑπομενεῖ ἄνδρα καὶ οὐ περι〈μενεῖ〉 υἱοὺς ἀνθρώπων».

2

.

3

.

153

δι’ ὧν πᾶσα τῶν
ἀποστόλων τοῦ σωτῆρος ἡμῶν ἐλπὶς οὔτε εἰς ἄνθρωπον ἀλλ’ εἰς τὸν σωτῆρα καὶ κύριον αὐτῶν· οὗτος δὲ ἦν ὁ τοῦ θεοῦ λόγος.87

2

.

3

.

154

οἷς ἑξῆς ἐπιλέγει· «καὶ ἔσται τὸ ὑπόλειμμα Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς λέων ἐν τοῖς κτήνεσι τοῦ δρυμοῦ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλθῃ καὶ δια‐
5στείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος». δι’ ὧν οἶμαι δηλοῦσθαι τὸ θαρσαλέον καὶ ἀκατάπληκτον τοῦ ἀποστολικοῦ κηρύγματος·

2

.

3

.

155

δίκην γοῦν λέοντος καὶ σκύμνου ἐν τῷ δρυμῷ τῶν ἐθνῶν καὶ ἐν ταῖς τῶν ἀνθρωπίνων προβάτων ἀγέλαις εἰσβαλόντες, καὶ διαστεί‐ λαντες τοὺς ἀξίους ἀπὸ τῶν ἀναξίων ὑπηγάγοντο τῷ Χριστοῦ λόγῳ. πρὸς ὃν ἑξῆς ἀναφωνεῖται τὰ ἀπ’ αὐτοῦ· «ὑψωθήσεται ἡ χείρ σου
5ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται». ὃ καὶ αὐτὸ πάρεστιν ὀφθαλμοῖς παραλαμβάνειν· μυρίων γὰρ ὅσων τὸν Χριστοῦ λόγον θλιψάντων καὶ εἰσέτι νῦν πολεμούντων ὑπερήρθη καὶ κρείττων πάντων γέγονεν.

2

.

3

.

156

ἀλλὰ καὶ ὑψώθη ἡ χεὶρ τοῦ Χρι‐ στοῦ κατὰ πάντων τῶν θλιψάντων αὐτόν, οἵ τε ἐχθροὶ αὐτοῦ πάντες οἱ κατὰ χρόνους ἐπανιστάμενοι αὐτοῦ τῇ ἐκκλησίᾳ ἐξολοθρευθήσεσθαι λέγονται.

2

.

3

.

157

νβʹ. Ἀπὸ τοῦ Σοφονίου. «Ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν, εἰς ὄνομα κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. ἐκ περάτων ποταμῶν Αἰθιοπίας προσδέξομαι τοὺς ἱκετεύοντάς με, τῶν διεσπαρμένων οἴσουσι θυσίας μοι. ἐν τῇ ἡμέρα ἐκείνῃ οὐ μὴ
5καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου ὧν ἠσέβησας εἰς ἐμέ· ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκ ἔτι οὐ μὴ προστεθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πρᾶον καὶ ταπεινόν,

2

.

3

.

158

καὶ εὐλα‐ βηθήσονται ἐν τῷ ὀνόματι κυρίου οἱ κατάλοιποι τοῦ Ἰσραήλ, καὶ οὐ ποιήσουσιν ἀδικίαν καὶ οὐ λαλήσουσιν μάταια, καὶ οὐ μὴ εὑρεθῇ ἐν στόματι αὐτῶν γλῶσσα δολία, διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθή‐
5σονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς».

2

.

3

.

159

Καὶ ἐν τούτοις ὑπολείψεσθαι ἑαυτῷ «λαὸν πραῢν καὶ ταπεινὸν» ὁ κύριος ἐπήγγελται, οὐκ ἄλλον δηλῶν ἢ τὸν ἐκ περιτομῆς εἰς τὸν Χριστὸν αὐτοῦ πεπιστευκότα. καὶ πάλιν τοὺς καταλοίπους τοῦ Ἰσραὴλ μόνους σωθήσεσθαι μετὰ τῆς τῶν λοιπῶν ἐθνῶν κλήσεως, ἣν ἐν
5τοῖς πρώτοις τῆς προφητείας ἐσήμαινεν.

2

.

3

.

160

νγʹ. Ἀπὸ τοῦ Ζαχαρίου. «Ἰδοὺ ἡμέρα ἔρχεται ἐν σοί, καὶ
διαμερισθήσεται τὰ σκῦλά σου ἐν σοί. καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγή‐ σονται οἰκίαι, καὶ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ88
5τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθήσονται ἐκ τῆς πόλεως.»

2

.

3

.

161

Συνᾴδει καὶ ταῦτα τοῖς προτεθειμένοις, ἐπὶ τῷ ὀλέθρῳ τοῦ παντὸς Ἰουδαίων ἔθνους μετελθόντι αὐτοὺς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν πεπληρωμένα. μετὰ οὖν τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον ταῦτα ὁ Ζαχαρίας προφητεύει, θεσπίζων τὴν ὑπὸ Ῥωμαίων γενησο‐
5μένην ὑστάτην πολιορκίαν τοῦ λαοῦ, ἐφ’ ᾗ τοῦ παντὸς ἔθνους Ἰου‐ δαίων ὑποχειρίου τοῖς πολεμίοις γενησομένου μόνους φησὶν «τοὺς καταλοίπους» τοῦ λαοῦ σωθήσεσθαι, ἄντικρυς αὐτοὺς τοὺς ἀποστό‐ λους τοῦ σωτῆρος ἡμῶν δηλῶν.

2

.

3

.

162

νδʹ. Ἀπὸ τοῦ Ἱερεμίου. «Ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, λέγει κύριος, δι’ ὅτι ἐγὼ κατακυριεύσω ὑμῶν, καὶ λήψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς καὶ εἰσάξω ὑμᾶς εἰς Σιών, καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαί‐
5νοντες μετ’ ἐπιστήμης. καὶ ἔσται, ἐὰν πληθυνθῆτε καὶ αὐξηθῆτε, λέγει κύριος, ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἐροῦσιν ἔτι κιβωτὸς δια‐ θήκης κυρίου Ἰσραὴλ οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐδὲ ὀνομασθήσε‐ ται καὶ οὐ ποιηθήσεται ἔτι.»

2

.

3

.

163

Ὁμοῦ καὶ ἐν τούτοις τὴν ἐπιστροφὴν τοῦ Ἰσραὴλ τὴν ἐν τῇ παρουσίᾳ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενησομένην θεσπίζει, καθ’ ἣν «ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς» καὶ σφόδρα ὀλιγοστοὺς καὶ ἀριθμῷ βραχεῖς ἐκλεξάμενος ποιμένας τῶν εἰς αὐτὸν
5πεπιστευκότων ἐθνῶν καὶ αὐξηθέντων ἐπὶ τῆς γῆς ἐν τῇ δι’ αὐτῶν ἐσομένῃ κλήσει τῶν ἐθνῶν,

2

.

3

.

164

«οὐκέτι», φησίν, «ἐροῦσιν, κιβωτὸς δια‐ θήκης κυρίου». οὐκέτι γὰρ ἐπὶ τὰς Μωσέως ἀναδραμοῦνται σωματι‐ κωτέρας θρησκείας, ἅτε καινῆς διαθήκης αὐτοῖς παραδοθησομένης.

2

.

3

.

165

νεʹ. «Ἐπλήθυναν ἀσεβείας αὐτῶν, ἴσχυναν ἐν ταῖς ἀποστρο‐ φαῖς αὐτῶν. ποίᾳ τούτων ἵλεως ἔσομαί σοι; 〈οἱ〉 υἱοί σου ἐγκατέλιπόν με καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσι θεοῖς καὶ ἐχόρτασα αὐτούς, καὶ ἐμοι‐ χῶντο καὶ ἐν οἴκοις πορνῶν κατελύοσαν. ἵπποι θηλυμανεῖς ἐγενή‐
5θησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζον. μὴ ἐπὶ
τούτοις οὐκ ἐπισκέψομαι; λέγει κύριος· ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; ἀνάβητε ἐπὶ τοὺς προμαχῶνας αὐτῆς, καὶ κατα‐ σφάξατε, συντέλειαν δὲ μὴ ποιήσητε· ὑπολείπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ κυρίου εἰσίν.»89

2

.

3

.

166

Καὶ ἐν τούτοις ὁμοῦ κατηγορία τοῦ παντὸς ἔθνους αὐτῶν καὶ ἡ μετελθοῦσα αὐτοὺς πολιορκία δηλοῦται, καὶ πάλιν τὸ κατά‐ λειμμα «ὑποστήριγμα αὐτῆς» ὀνομάζει, «τοῦ κυρίου» τυγχάνον· τοῦτο δὲ ἦν τὸ διὰ τῆς εἰς τὸν Χριστὸν τοῦ θεοῦ πίστεως δυναμωθὲν καὶ
5στερρωθέν, ὡς μηδὲ τὰ ὅμοια ὑπομεῖναι, οἷς τὸ πᾶν ἔθνος αὐτῶν ἐπεπόνθει.

2

.

3

.

167

νϛʹ. Ἀπὸ τοῦ Ἰεζεκιήλ. «Καὶ πεσοῦνται τραυματίαι ἐν μέσῳ ὑμῶν, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος, ἐν τῷ γενέσθαι ἐξ ὑμῶν ἀνα‐ σωζομένους ἐκ ῥομφαίας ἐν τοῖς ἔθνεσιν, καὶ ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις, καὶ μνησθήσονταί μου οἱ ἀνασωζόμενοι ἐξ ὑμῶν
5ἐν τοῖς ἔθνεσιν, οὗ ἠχμαλωτεύ〈θη〉σαν ἐκεῖ.»

2

.

3

.

168

Δοκεῖ μοι καὶ ταῦτα συνᾴδειν τοῖς ἀπὸ τῶν λοιπῶν προφη‐ τειῶν. τοὺς γὰρ ἀνασωζομένους τίνας ἂν εἴποις ἢ τὸ ἐν ἑτέροις ὠνομασμένον ὑπόλειμμα, καὶ τὴν σταγόνα καὶ τὴν δρόσον τοῦ λαοῦ ἐκείνου; δι’ ὧν ἐδηλοῦτο ἡ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν
5σύστασις. οὗτοι γοῦν ἀνασωθέντες ἐκ τῆς ἀπωλείας τοῦ παντὸς αὐ‐ τῶν ἔθνους καὶ «〈ἐν〉 τῷ διασκορπισμῷ» αὐτῶν ἐμνήσθησαν τοῦ θεοῦ, ὡς ὁμολογεῖσθαι περὶ αὐτῶν εἰρῆσθαι τὰ ἀναγεγραμμένα.

2

.

3

.

169

νζʹ. «Τάδε λέγει Ἀδωναῒ κύριος, ὅτι ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη, καὶ διασκορπιῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη, καὶ διασκορπιῶ αὐ‐ τοὺς εἰς πᾶσαν τὴν γῆν, καὶ ἔσομαι αὐτῶν εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις οὗ ἐὰν εἰσέλθωσιν ἐκεῖ.»

2

.

3

.

170

Καὶ ἐνταῦθα ἑτέρῳ ὀνόματι τοὺς αὐτοὺς κέκληκεν, «ἁγίασμα μικρὸν» εἰπὼν τοὺς ἐξ αὐτῶν ἀνασωθησομένους καὶ ὑπολειφθησο‐ μένους.

2

.

3

.

171

νηʹ. «Καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτῶν διασπερῶ εἰς πάντα ἄνεμον, καὶ ῥομφαίαν ἐκχεῶ ὀπίσω αὐτῶν. καὶ ἐπιγνώσον‐ ται ὅτι ἐγὼ κύριος, ἐν τῷ διασκορπίσαι με ἐν τοῖς ἔθνεσιν, καὶ δια‐ σπερῶ αὐτοὺς ἐν ταῖς χώραις· καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἄνδρας ἐν
5ἀριθμῷ ἐκ ῥομφαίας καὶ ἐκ λιμοῦ καὶ ἐκ θανάτου, ὅπως ἐκδιηγή‐ σωνται πάσας τὰς ἀνομίας αὐτῶν ἐν τοῖς ἔθνεσιν οὗ ἐὰν εἰσέλθωσιν
ἐκεῖ· καὶ γνώσονται ὅτι ἐγὼ κύριος».90

2

.

3

.

172

Ἐπὶ τῇ τοῦ παντὸς λαοῦ διασπορᾷ καὶ νῦν ὑπολείψεσθαι ἑαυτῷ ὀλίγους ἀριθμῷ φησιν, οὐδ’ ἄλλους δηλῶν τῶν προειρη‐ μένων. νθʹ. «Τάδε λέγει Ἀδωναῒ κύριος· ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδι‐
5κήσεις μου τὰς πονηράς, ῥομφαίαν καὶ λιμὸν καὶ θηρία πονηρὰ καὶ θάνατον, ἐξαποστελῶ ἐπὶ Ἱερουσαλὴμ τοῦ ἐξολοθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος, καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτῇ οἱ ἀνασε‐ σωσμένοι.»

2

.

3

.

173

Οὐδὲν ἂν καὶ ταῦτα διαφέροι τῶν προειρημένων.

2

.

3

.

174

ξʹ. «Οὕτως κρινῶ ὑμᾶς, λέγει κύριος, καὶ διάξω ὑμᾶς ὑπὸ τὴν ῥάβδον μου, καὶ εἰσάξω ὑμᾶς ἐν ἀριθμῷ τῆς διαθήκης μου, καὶ ἐκλέξω ἐξ ὑμῶν τοὺς ἀπεστηκότας καὶ τοὺς ἀσεβεῖς, διότι ἐκ τῆς παροικίας αὐτῶν ἐξάγω αὐτούς, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύ‐
5σονται.»

2

.

3

.

175

Σαφῶς καὶ ἐν τούτοις ἀριθμῷ βραχεῖς «ὑπὸ τὴν ῥάβδον» τοῦ θεοῦ γενήσεσθαι, ἐπὶ τῷ τοὺς λοιποὺς τοῦ Ἰσραὴλ ἀποπεσεῖσθαι τῶν ἐπαγγελιῶν, μαρτύρεται. ἀλλὰ γὰρ ἀποδείξας, ὅτι μὴ ὡς ἔτυχεν ἀδια‐ κρίτως πᾶσιν ἁπλῶς τοῖς ἀπὸ τοῦ Ἰουδαίων ἔθνους φαύλοις τε καὶ
5ἀσεβέσι καὶ τοῖς μὴ τοιούτοις τὰς τῶν ἀγαθῶν ἐπαγγελίας οἱ θεῖοι λόγοι προεθέσπιζον, σπανίοις δὲ αὐτῶν καὶ ἀριθμῷ ληπτοῖς, ἤτοι τοῖς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐξ αὐτῶν πεπιστευκόσιν, ἢ τοῖς πρὸ τῆς παρουσίας αὐτοῦ δεδικαιωμένοις, αὐτάρκως ἡγοῦμαι δεδηλω‐ κέναι, ὅτι 〈μὴ〉 ἀδιακρίτως εἰς ἅπαντας Ἰουδαίους τὰ τῶν θείων
10ἐπαγγελιῶν ἐπληροῦτο, καὶ ὅτι μὴ μᾶλλον αὐτοῖς ἢ τοῖς ἐξ ἐθνῶν τὸν Χριστὸν τοῦ θεοῦ παραδεξαμένοις τὰ τῶν προφητῶν ἐφαρμόττει λόγια. τίς δὲ ἦν ἡ τῶν θείων ἐπαγγελιῶν διάνοια, κατὰ καιρὸν τὸν προσήκοντα παραστήσω.

2

.

3

.

176

Ταῦτα δὲ ὡς ἀναγκαίως μοι συνείλεκται εἰς ἔλεγχον τῶν ἐκ περιτομῆς ὑπ’ ἀλόγου μεγαλαυχίας μόνοις αὐτοῖς τὸν Χριστὸν ἐπι‐ δημήσειν, οὐχὶ δὲ καὶ πᾶσιν ἀνθρώποις, ἀπαυθαδιζομένων, εἴς τε ἀπόδειξιν τῆς ἡμῶν αὐτῶν περὶ τὰ ἐκείνων λόγια εὐλόγου σπουδῆς.

2

.

3

.

177

συνέστη δέ μοι διὰ τοῦ πρὸ τούτου συγγράμματος καὶ τὸ αἴτιον τοῦ μὴ ἰουδαΐζειν ἡμᾶς, καὶ ταῦτα ταῖς αὐτῶν χαίροντας προφητικαῖς γραφαῖς, ἀλλὰ καὶ ὁποῖος ὁ βίος τυγχάνει ὁ διὰ τοῦ Χριστοῦ πᾶσι
τοῖς ἔθνεσι κεκηρυγμένος ἥ τε ἀρχαιότης τοῦ τρόπου τῆς εὐαγγελικῆς91
5πολιτείας, ὡς οἷόν τε ἦν, ἐν αὐτῷ διελήλυθα.

2

.

3

.

178

τούτων δ’ ἡμῖν προηνυσμένων, ἤδη ποτὲ καιρὸς ἀπορρητοτέρων ἅψασθαι λόγων, τῶν περὶ τῆς κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ μυστικῆς οἰκονομίας, καὶ ὡς ἂν μάθοιμεν διὰ τί νῦν ἀλλ’
5οὐ πρὸ τούτου τὴν εἰς ἅπαντας ἀνθρώπους ἐπιφάνειαν αὐτοῦ πε‐ ποίητο, καὶ τί τὸ αἴτιον ἦν τοῦ μὴ πάλαι πρότερον ἔναγχος δὲ καὶ μετὰ τὸν μακρὸν αἰῶνα τῆς τῶν ἐθνῶν ἀπάρξασθαι αὐτὸν κλήσεως, τά τε ἄλλα ὅσα δήποτε τῆς κατ’ αὐτὸν ἀπορρήτου θεολογίας οἰκεῖα τυγχάνει, ἔτι μὴν καὶ τὰ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ· ἃ καὶ πρῶτα
10ἐξ ἑτέρας λόγου ἀρχῆς, ὡς πρὸς τοὺς ἀπίστους, τέως αὐτὸν βοηθὸν
ἐπικαλεσάμενοι τὸν τοῦ θεοῦ λόγον, φέρε διασκεψώμεθα.92

3

Pin

t

Τάδε ἔνεστιν ἐν τῷ τρίτῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως.

3

Pin

1

αʹ. Ὅπως οἱ παρ’ Ἑβραίοις προφῆται τὸ εὐαγγέλιον ἐκήρυττον.

3

Pin

2

βʹ. Ὅπως περὶ τοῦ Χριστοῦ προανεφώνουν.

3

Pin

3

γʹ. Πῶς πρὸς τοὺς πλάνον ὑπειληφότας γεγονέναι αὐτὸν ἀντενε‐ χθησόμεθα.

3

Pin

4

δʹ. Περὶ τῶν θειοτέρων ἔργων αὐτοῦ.

3

Pin

5

εʹ. Ὅτι μὴ πλασάμενοι οἱ αὐτοῦ μαθηταὶ τῇ δὲ ἀληθείᾳ ἐμαρτύρουν τὰς ὑπ’ αὐτοῦ πραχθείσας παραδοξοποιοὺς ἱστορίας.

3

Pin

6

ϛʹ. Ὅτι μὴ κατὰ γοητείαν ἐνθέῳ δὲ ἀρετῇ καὶ δυνάμει τὰ παράδοξα διεπράξατο.

3

Pin

7

ζʹ. Ὡς καὶ ἀπὸ τῆς ἐνεργείας αὐτῆς συνορᾶται τοῖς φιλαληθέσιν ἡ τῆς περὶ αὐτὸν ἐνθέου ἀρετῆς δύναμις.

3

t

1

Λόγος γʹ.93

3

Prooem

1

Τῶν προλεγομένων εἰς τὴν εὐαγγελικὴν ἀπόδειξιν αὐτάρκως μοι γεγυμνασμένων, ἀποδεδειγμένου τε τοῦ τρόπου τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας, τῆς τε αἰτίας ἀποδοθείσης δι’ ὧν τὰ Ἰου‐ δαίων ἀσπασάμενοι λόγια τὸν κατ’ αὐτοὺς βίον παρῃτησάμεθα, καὶ
5ἔτι πρὸς τούτοις συστάντος, ὡς αἱ προφητικαὶ παρ’ αὐτοῖς γραφαί, προλαβοῦσαι τὸ μέλλον, τῆς ἡμετέρας διὰ Χριστοῦ γενομένης κλήσεως ἐμνημόνευσαν, δι’ ὃ καὶ ὡς οἰκείων ἀλλ’ οὐκ ἀλλοτρίων αὐτῶν μετα‐ ποιούμεθα· καλεῖ δὴ καιρὸς ἐπ’ αὐτὴν ἐμβάντα τὴν ὑπόθεσιν ἄρ‐ ξασθαι τῶν ἐπηγγελμένων.

3

Prooem

2

τίνα δὲ ἦν ταῦτα ἀλλ’ ἢ τὰ περὶ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας Ἰησοῦ τοῦ Χριστοῦ τοῦ θεοῦ, αἵ τε τῶν παρ’ Ἑβραίοις προφητῶν περὶ τῆς κατ’ αὐτὸν θεολογίας διδα‐ σκαλίαι, καὶ αἱ περὶ τῆς εἰς ἀνθρώπους ἐπιφανείας αὐτοῦ προρρήσεις,
5ἃς αὐτῷ μόνῳ ἐφαρμόζειν ἐξ ἐναργῶν τῶν ἀποτελεσμάτων αὐτίκα μάλα παραστήσομεν, πρῶτον ἀναγκαίως ἐκεῖνο θεωρήσαντες, ὅπως οἱ προφῆται τὴν τοῦ εὐαγγελίου μνήμην ἐπὶ τοῦ Χριστοῦ προε‐ λάμβανον.

3

.

1

.

1

Τοῦ δηλωθέντος μάρτυς ἂν εἴη ῥήμασιν αὐτοῖς Ἡσαΐας, ἐκ προσώπου τοῦ Χριστοῦ κεκραγώς· «πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρῦξαι αἰχμα‐ λώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν», ἥντινα προφητείαν ὁ σωτὴρ
5ἡμῶν ἐν τῇ συναγωγῇ ποτε διελθὼν ἐπὶ τοῦ πλήθους τῶν Ἰουδαίων, «πτύξας τὸ βιβλίον» εἶπεν· «σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν».

3

.

1

.

2

καὶ δὴ ἐνθένδε ἀρξάμενος τῆς οἰκείας διδασκαλίας πτωχοῖς εὐηγγελίζετο, τῶν παρ’ αὐτῷ μακαρισμῶν προτάττων «μα‐ κάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐ‐ ρανῶν». ἀλλὰ καὶ τοῖς ὑπὸ πνευμάτων πονηρῶν ὀχλουμένοις, ὑπό
5τε δαιμόνων τρόπον αἰχμαλώτων πάλαι πρότερον κεκρατημένοις, τὴν
ἄφεσιν προεκήρυττε, τοὺς πάντας εἰς ἐλευθερίαν καὶ λύσιν τῶν ἀπὸ κακίας δεσμῶν ἀνακαλούμενος δι’ ὧν ἔφασκεν· «δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς».94

3

.

1

.

3

καὶ τυ‐ φλοῖς δὲ τὴν ἀνάβλεψιν παρεῖχεν, τοῖς τὰς ὄψεις τοῦ σώματος διεφθαρ‐ μένοις τὸ βλέπειν δωρούμενος, κατὰ διάνοιαν τοῖς πάλαι περὶ τὴν ἀλήθειαν ἀμβλυωποῦσι τὸ φῶς τῆς ἀληθοῦς εὐσεβείας παρέχων ὁρᾶν.
5 Τὸν μὲν οὖν Χριστὸν ἐν πρώτοις αὐθέντην καὶ ἀρχηγὸν ἔσε‐ σθαι τῆς εὐαγγελικῆς πραγματ〈ε〉ίας ἡ παρατεθεῖσα προφητεία παρί‐ στησιν, μετὰ δὲ αὐτὸν τῆς αὐτῆς ὑποθέσεως ὑπηρέτας ἔσεσθαι τοὺς αὐτοῦ μαθητὰς θεσπίζει ὁ αὐτὸς λέγων προφήτης· «ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθὰ» ἢ «τῶν εὐαγγελιζομένων εἰρή‐
10νην».

3

.

1

.

4

Ἔνθα σφόδρα ἀπηκριβωμένως ὡραίους ἔφησεν ἔσεσθαι τοὺς πόδας τῶν εὐαγγελιζομένων τὰ τοῦ Χριστοῦ ἀγαθά. πῶς γὰρ οὐκ ἔμελλον ὡραῖοι ἔσεσθαι οἱ ἐν ὀλίγῳ καὶ βραχεῖ χρόνῳ τὴν πᾶσαν περιδραμούμενοι οἰκουμένην καὶ πάντα τόπον πληρώσοντες τῆς περὶ
5τοῦ σωτῆρος τοῦ κόσμου θεοσεβοῦς διδασκαλίας; ὅτι δὲ μὴ ῥήμασιν ἀνθρωπίνοις ἐκέχρηντο εἰς πειθὼ τῶν ἀκροωμένων, θεοῦ δὲ δύναμις ἦν ἡ συνεργοῦσα αὐτοῖς ἐν τῷ εὐαγγελικῷ κηρύγματι, ἄλλος πάλιν προφήτης ἀναφωνεῖ· «κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυ‐ νάμει πολλῇ».

3

.

1

.

5

Καὶ πάλιν ὁ Ἡσαΐας· «ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζό‐ μενος Σιών, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· εἶπον ταῖς πόλεσιν Ἰούδα, ἰδοὺ ὁ θεὸς ἡμῶν. ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ
5κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ, καὶ τὸ ἔργον αὐτοῦ ἐναντίον αὐτοῦ. ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ ἐν τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει».

3

.

1

.

6

Ταῦτα δὲ ὁποίας ἔχεται διανοίας, ὁδῷ προϊόντες κατὰ τὴν εὐαγγελικὴν εἰσόμεθα διδασκαλίαν. πλὴν ἀλλὰ πέφανται τὸ εὐαγγέλιον καὶ τοὔνομα δὲ τοῦ εὐαγγελίου διὰ τῶν προφητικῶν φωνῶν μεμαρ‐ τυρημένον, ἔχεις τε λευκὰς καὶ ἐναργεῖς ἀποδείξεις, ἐκ τίνος μὲν ἄρ‐
5ξεται τὸ εὐαγγέλιον, ὅτι δὴ ἐξ αὐτοῦ τοῦ Χριστοῦ, δι’ ὧν τε κη‐ ρυχθήσεται, ὅτι διὰ τῶν ἀποστόλων αὐτοῦ, ἀλλὰ καὶ ποίᾳ δυνάμει
κρατήσει, ὅτι μὴ ἀνθρωπείᾳ· ὃ δὴ καὶ αὐτὸ συνέστη διὰ τοῦ «κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ».95

3

.

1

.

7

τί δὴ οὖν λεί‐ πεται ἐπὶ τούτοις ἢ ἐκ πολλῶν ὀλίγα προλαβεῖν τῶν παρ’ Ἑβραίοις ἀνέκαθεν περὶ τοῦ Χριστοῦ προφητευομένων, ὡς ἂν εἰδῇς, τίνα ἔσεσθαι τὸ εὐαγγέλιον ἐν ὑστέροις καιροῖς εὐηγγελίζετο, ὁμοῦ τε τῶν προφη‐
5τῶν τὸ θαῦμα τῆς τῶν μελλόντων προγνώσεως, καὶ τῶν προρρήσεων τὰ ἀποτελέσματα, ὅπως ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ συνίσταται πεπληρωμένα;

3

.

2

.

1

Πρῶτος προφητῶν Μωσῆς ἕτερον προφήτην ὅμοιον αὐτῷ ἀναστήσεσθαι εὐαγγελίζεται. ἐπειδὴ γὰρ ἡ κατ’ αὐτὸν νομοθεσία μόνῳ τῷ Ἰουδαίων προσῆκεν ἔθνει, καὶ τούτῳ ἐπὶ τῆς Ἰουδαίας γῆς ἢ ἀμφὶ ταύτην οὐχὶ δὲ καὶ τῷ πορρωτάτω τῆς ἀλλοδαπῆς διατρίβοντι
5(... συνῶπται διὰ τῶν πρόσθεν ἡμῖν γεγυμνασμένων), χρῆν δὲ δήπου τὸν μὴ μόνον Ἰουδαίων θεὸν ἀλλὰ καὶ ἐθνῶν καὶ τὰ πᾶσι τοῖς ἔθνεσι λυσιτελῆ πρὸς τὴν αὐτοῦ γνῶσίν τε καὶ εὐσέβειαν παρασχεῖν τῷ βίῳ, εἰκότως προφήτην ἕτερον κατ’ οὐδὲν ἀποδέοντα τῆς κατ’ αὐτὸν οἰκονομίας ἐκ τοῦ Ἰουδαίων ἔθνους ἀναστήσειν διὰ χρησμοῦ
10θεσπίζει, τοῦτον εἰρηκότος αὐτοῦ τοῦ θεοῦ τὸν τρόπον·

3

.

2

.

2

«προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σέ, καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ’ ὅ τι ἂν ἐντείλωμαι αὐτῷ. καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ τῶν λόγων
5αὐτοῦ, ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ».

3

.

2

.

3

τὰ ὅμοια δὲ καὶ αὐτὸς ὁ Μωσῆς, πρὸς τὸν λαὸν διερ‐ μηνεύων τὸ τοῦ θεοῦ λόγιον, φησίν· «προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ ἀναστήσει κύριος ὁ θεός, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας».

3

.

2

.

4

Ἆρ’ οὖν οἱ μετὰ Μωσέα προφῆται, Ἡσαΐας, φέρε, ἢ Ἱερεμίας ἢ Ἰεζεκιὴλ ἢ Δανιὴλ ἤ τις ἕτερος τῶν δώδεκα Μωσεῖ κατέστη παρα‐ πλήσιος νομοθέτης; οὐδαμῶς. ἀλλὰ τὰ ὅμοιά τις ἐκείνων Μωσεῖ δια‐ πέπρακται; οὐκ ἔστιν εἰπεῖν. ἕκαστος γοῦν αὐτῶν ἀπὸ 〈τοῦ〉 πρώτου
5καὶ εἰς τὸν τελευταῖον ἐπὶ Μωσέα τοὺς ἀκροωμένους ἀνέπεμπον, καὶ τόν γε κατὰ τοῦ λαοῦ ἔλεγχον διὰ τὰς παραβάσεις τοῦ Μωσέως ἐποιοῦντο νόμου, προύτρεπόν τε οὐδὲν ἄλλο ἢ τῶν παρὰ Μωσεῖ νενομοθετημένων ἐξέχεσθαι.

3

.

2

.

5

οὐδένα γοῦν ... τούτων ὅμοιον· Μωσῆς δὲ περὶ ἑνὸς ὡρισμένως ἀναφωνεῖ. τίνα τοίνυν ὁ χρησμὸς θεσπίζει
Μωσεῖ παραπλήσιον ἔσεσθαι προφήτην ἢ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν; ὅπως δὲ τοῦτ’ εἴρηται διασκέ‐96
5ψασθαι ἀναγκαῖον.

3

.

2

.

6

Μωσῆς πρῶτος ἡγήσατο τοῦ Ἰουδαίων ἔθνους, εὑρών τε αὐτοὺς τῇ κατὰ Αἰγυπτίους πολυθέῳ πλάνῃ προσέχοντας, πρῶτος μὲν ταύτης ἀπέστρεψεν, ἀπαραιτήτοις τιμωρίαις ἀπαγορεύσας εἰδωλολατρεῖν· πρῶτος δὲ αὐτοῖς καὶ τὴν περὶ μοναρχίας θεολογίαν κατήγγειλεν,
5τὸν τῶν ἁπάντων δημιουργὸν καὶ ποιητὴν μόνον παραγγείλας σέβειν· πρῶτος δὲ καὶ ἀγωγήν τινα θεοσεβοῦς βίου τοῖς αὐτοῖς διαταξάμενος νομοθέτης αὐτοῖς εὐσεβοῦς πολιτείας πρῶτος καὶ μόνος ἀποδέδεικται. ἀλλὰ καὶ Ἰησοῦς ὁ Χριστὸς Μωσεῖ παραπλησίως καὶ πολὺ κρειττόνως πρῶτος τῆς κατ’ εὐσέβειαν διδασκαλίας τοῖς λοιποῖς ἔθνεσι καθηγή‐
10σατο, καὶ πρῶτος ἀνατροπὴν τῆς καθ’ ὅλην τὴν οἰκουμένην εἰδωλο‐ λατρείας εἰργάσατο· πρῶτός τε τὴν ἑνὸς τοῦ παμβασιλέως θεοῦ γνῶσίν τε καὶ εὐσέβειαν πᾶσιν ἀνθρώποις προυβάλετο, καινοῦ τε βίου καὶ πολιτείας θεοσεβέσι προσηκούσης πρῶτος εἰσαγωγεὺς καὶ νομοθέτης ἀποδέδεικται.

3

.

2

.

7

καὶ τὰ λοιπὰ δὲ τὰ περὶ κόσμου γενέσεως, καὶ τὰ περὶ ψυχῆς ἀθανασίας, καὶ ὅσα ἄλλα φιλόσοφα δόγματα πρῶτος Μωσῆς τῷ Ἰουδαίων παρέδωκεν ἔθνει, ταῦτα θεοπρεπέστερον πρῶτος τοῖς λοιποῖς ἔθνεσιν Ἰησοῦς ὁ Χριστὸς διὰ τῶν αὐτοῦ μαθητῶν κατ‐
5ήγγειλεν. ὥστε Μωσέα μὲν εἰκότως πρῶτον καὶ μόνον εὐσεβείας νομοθέτην ἀνηγορεῦσθαι Ἰουδαίων, Ἰησοῦν δὲ τὸν Χριστὸν τῶν ἐθνῶν ἁπάντων, κατὰ τὴν φήσασαν περὶ αὐτοῦ προφητείαν· «κατά‐ στησον, κύριε, νομοθέτην ἐπ’ αὐτούς, γνώτωσαν ἔθνη ὅτι ἄνθρω‐ ποί εἰσιν».

3

.

2

.

8

Πάλιν Μωσῆς θαυμασίοις ἔργοις καὶ παραδοξοποιίαις τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν εὐσέβειαν ἐπιστώσατο. ὡσαύτως δὲ καὶ ὁ Χρι‐ στὸς ταῖς ἀναγράπτοις θαυματουργίαις πρὸς πίστιν τῶν ὁρώντων κεχρημένος τὰ καινὰ τῆς εὐαγγελικῆς διδασκαλίας αὐτοῦ μαθήματα
5συνεστήσατο.

3

.

2

.

9

Πάλιν Μωσῆς ἐκ πικρᾶς τῆς ὑπ’ Αἰγυπτίοις δουλείας τὸ Ἰου‐ δαίων ἔθνος εἰς ἐλευθερίαν μετεστήσατο. καὶ Ἰησοῦς δὲ ὁ Χριστὸς ἐκ τῆς ὑπὸ τοῖς πονηροῖς δαίμοσι δυσσεβοῦς καὶ Αἰγυπτιακῆς εἰδω‐ λολατρείας εἰς ἐλευθερίαν τὸ πάντων ἀνθρώπων γένος ἀνεκαλέσατο.

3

.

2

.

10

Πάλιν Μωσῆς γῆν ἁγίαν καὶ θεοφιλῆ βίον ἐν ταύτῃ 〈καὶ〉 μακα‐ ριστὸν τοῖς τὸν νόμον φυλάξασιν ἐπηγγείλατο ὡσαύτως δὲ καὶ Ἰησοῦς
ὁ Χριστός, «μακάριοι», φησίν, «οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν», πολὺ κρείττονα γῆν, ἀληθῶς ἁγίαν καὶ θεοφιλῆ, οὐχὶ τὴν97
5ἐπὶ τῆς Ἰουδαίας (ὅτι μηδὲν τῆς λοιπῆς αὕτη διενήνοχεν), ἀλλὰ τὴν κατ’ οὐρανὸν ψυχαῖς φιλοθέοις προσήκουσαν τοῖς κατορθοῦσι τὸν πρὸς αὐτοῦ κατηγγελμένον βίον ὑποσχόμενος· ὃ δὴ καὶ παριστὰς λευκότερον, τοῖς πρὸς αὐτοῦ μακαριζομένοις βασιλείαν οὐρανῶν κατ‐ ήγγειλε.

3

.

2

.

11

Καὶ ἄλλας δὲ πράξεις εὕροις 〈ἂν〉 ὑπὸ τοῦ σωτῆρος ἡμῶν κρείττονι ἢ κατὰ Μωσέα δυνάμει γεγονυίας, παραπλησίας γε μὴν αἷς καὶ ὁ Μωσῆς διεπράξατο.

3

.

2

.

12

οἷον, ὡς ἐπὶ παραδείγματος, Μωσῆς ἐφεξῆς τεσσαράκοντα ἡμέρας ἐνήστευσεν, ὡς ἡ γραφὴ μαρτυρεῖ, λέ‐ γουσα «καὶ ἦν ἐκεῖ Μωσῆς ἔναντι κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, ἄρτον οὐκ ἔφαγεν, καὶ ὕδωρ οὐκ ἔπιεν»,

3

.

2

.

13

ὡσαύτως δὲ καὶ ὁ Χριστός. γέγραπται γοῦν· «καὶ ἤγετο εἰς τὴν ἔρημον τεσσαράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ διαβόλου, καὶ οὐδὲν ἔφαγεν ἐν ταῖς ἡμέραις ἐκείναις». Καὶ πάλιν Μωσῆς ἐν τῇ ἐρήμῳ τροφὰς τῷ λαῷ παρέσχε. λέγει
5δ’ οὖν ἡ γραφή· «ἰδοὺ ἐγὼ δίδωμι ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ»,

3

.

2

.

14

καὶ μετ’ ὀλίγα· «ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευ‐ κόν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς». καὶ ὁ σωτὴρ δὲ καὶ κύριος ἡμῶν ὡσαύτως φησὶν πρὸς τοὺς ἑαυτοῦ μαθητάς· «τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλι‐
5γόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε; οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; οὐδὲ τοὺς ἑπτὰ τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε;»

3

.

2

.

15

Πάλιν Μωσῆς διὰ μέσης τῆς θαλάσσης διῆλθε καὶ τὸν λαὸν ὡδήγησε. λέγει δ’ οὖν ἡ γραφή· «ἐξέτεινε Μωσῆς τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγεν κύριος τὴν θάλασσαν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν ἡμέραν, καὶ ἐποίησεν τὴν θάλασσαν ξηράν, καὶ
5ἐσχίσθη τὸ ὕδωρ, καὶ διῆλθον οἱ υἱοὶ Ἰσραὴλ διὰ μέσης τῆς θαλάσσης κατὰ τὸ ξηρόν, καὶ τὸ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων».

3

.

2

.

16

ὡσαύτως δὲ καὶ μᾶλλον θεοπρεπέστερον Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ ἐπὶ τῆς θαλάσσης περιπατήσας καὶ τὸν Πέτρον βαίνειν ἐπ’ αὐτῆς ἐποίησε. γέγραπται δ’ οὖν· «τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν ὁ Ἰησοῦς πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσ‐
5σης. καὶ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης ἐταράχθη‐ σαν»,98

3

.

2

.

17

καὶ μετ’ ὀλίγα· «ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπεν, κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα. ὁ δὲ εἶπεν, ἐλθέ· καὶ καταβὰς ἀπὸ τοῦ πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα».

3

.

2

.

18

Πάλιν Μωσῆς ἀνέμῳ νότῳ βιαίῳ ἔπηξε τὴν θάλασσαν. λέγει δ’ οὖν ἡ γραφή· «ἐξέτεινε δὲ Μωσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγε κύριος τὴν θάλασσαν ἀνέμῳ νότῳ βιαίῳ», καὶ ἐπιφέρει· «ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης».

3

.

2

.

19

ὡσαύτως δὲ καὶ πολὺ κρειττόνως ὁ σωτὴρ ἡμῶν «ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη». Πάλιν Μωσέως ἀπὸ τοῦ ὄρους κατιόντος τὸ πρόσωπον ἑωρᾶτο
5πλήρης δόξης. γέγραπται δ’ οὖν· «καταβαίνων δ’ αὐτὸς ἐκ τοῦ ὄρους Μωσῆς οὐκ ᾔδει ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ ἐν τῷ αὐτὸν λαλεῖν αὐτῷ. καὶ εἶδεν Ἀρὼν καὶ πάντες οἱ πρεσβύτεροι τῶν υἱῶν Ἰσραὴλ τὸν Μωσῆν, καὶ ἦν δεδοξασμένη ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ».

3

.

2

.

20

ὡσαύτως δὲ καὶ πολὺ διαφερόντως ὁ ἡμέτερος σωτὴρ ἀναγαγὼν τοὺς ἑαυτοῦ μαθητὰς «εἰς ὄρος ὑψηλὸν λίαν, μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς
5τὸ φῶς». Πάλιν Μωσῆς λεπρὸν ἐκαθάρισε. γέγραπται δ’ οὖν· «καὶ ἰδοὺ Μαρία λεπρῶσα ὡσεὶ χιών»,

3

.

2

.

21

καὶ μετ’ ὀλίγα· «καὶ ἐβόησεν Μωσῆς πρὸς κύριον, λέγων, ὁ θεὸς δέομαι ἴασαι αὐτήν».

3

.

2

.

22

ὡσαύτως δὲ καὶ μείζονι δυνάμει ἐξουσίας ὁ Χριστὸς τοῦ θεοῦ, προσελθόντος αὐτῷ λεπροῦ καὶ φήσαντος· «ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι», ἀπεκρίνατο· «θέλω, καθαρίσθητι. καὶ ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα».
5 Πάλιν Μωσῆς δακτύλῳ θεοῦ ἔφησε τὸν νόμον γεγράφθαι. γέ‐ γραπται δ’ οὖν· «καὶ ἔδωκε τῷ Μωσεῖ, ἡνίκα κατέπαυσε λαλῶν αὐτῷ ἐν τῷ ὄρει Σινᾶ, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ θεοῦ»,

3

.

2

.

23

καὶ ἐν τῇ ἐξόδῳ· «εἶπον οὖν οἱ ἐπαοιδοὶ τῷ Φαραῷ, δάκτυλος θεοῦ ἐστιν τοῦτο». ὡσαύτως δὲ καὶ Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τοῖς Φαρισαίοις ἔλεγεν· «εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐκβάλλω τὰ δαιμόνια».

3

.

2

.

24

Ἐφ’ ὅλοις τούτοις Μωσῆς μετωνόμασε τὸν Ναυὴν Ἰησοῦν.
ὡσαύτως δὲ καὶ ὁ σωτὴρ τὸν Σίμωνα Πέτρον. Καὶ πάλιν Μωσῆς κατέστησε τῷ λαῷ ἡγουμένους ἑβδομήκοντα. λέγει δ’ οὖν ἡ γραφή· «συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν99
5πρεσβυτέρων Ἰσραήλ», «καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοί, καὶ ἐπιθήσω ἐπ’ αὐτοὺς» καὶ «συνήγαγεν ἑβδομήκοντα ἄνδρας»·

3

.

2

.

25

ὡσαύ‐ τως δὲ καὶ ὁ σωτὴρ «ἀνέδειξεν» ἑαυτοῦ μαθητὰς «ἑβδομήκοντα, καὶ ἀπέστειλεν ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ». Καὶ πάλιν Μωσῆς δώδεκα ἄνδρας ἐξέπεμψε τὴν γῆν κατασκεψο‐
5μένους· ὡσαύτως δὲ καὶ πολὺ κρεῖττον ὁ ἡμέτερος σωτὴρ δώδεκα ἀποστόλους ἐξαπέστειλεν ἐπισκέψασθαι «πάντα τὰ ἔθνη». Πάλιν Μωσῆς νομοθετεῖ λέγων· «οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐκ ἐπιορκήσεις».

3

.

2

.

26

ὁ δὲ σωτὴρ ἡμῶν ἐπιτείνων τὸν νόμον οὐ τὸ φονεύειν μόνον, ἀλλὰ καὶ τὸ θυμοῦσθαι ἀπαγορεύει, ἀντὶ τοῦ μὴ μοιχεύειν μηδ’ ἐμβλέπειν γυναικὶ μετὰ ἐπιθυμίας ἀκολάστου πα‐ ραινεῖ, ἀντί τε τοῦ μὴ κλέπτειν τὰ οἰκεῖα τοῖς ἐνδεέσι προΐεσθαι
5προστάττει, ὑπερβὰς δὲ καὶ τὸ ἐπιορκεῖν τὴν ἀρχὴν μηδὲ ὀμνύναι νομοθετεῖ.

3

.

2

.

27

Καὶ τί με δεῖ μηκύνειν τὸν λόγον εἰς ἀπόδειξιν τοῦ τὰ παρα‐ πλήσια καὶ ἐγγὺς ἀλλήλων πεποιηκέναι Μωσέα καὶ Ἰησοῦν τὸν σω‐ τῆρα καὶ κύριον ἡμῶν, παρὸν ὅτῳ φίλον ἐπὶ σχολῆς ἀναλέξασθαι ταῦτα; ἐπεὶ καὶ τὸν θάνατον Μωσέως μηδένα φασὶν ἐγνωκέναι, μηδὲ
5τὴν ταφὴν αὐτοῦ, ὥσπερ οὖν οὐδὲ τοῦ σωτῆρος ἡμῶν τὴν μετὰ τὴν ἀναβίωσιν εἰς τὴν θεότητα μεταβολήν.

3

.

2

.

28

Εἰ δὴ οὖν διὰ τῶν τοσούτων οὐδεὶς μὲν ἄλλος μόνος δὲ ὁ σωτὴρ ἡμῶν παρέστη τὰ παραπλήσια Μωσεῖ διαπεπραγμένος, θέα λοιπὸν ἐπὶ μόνον αὐτὸν καὶ οὐδ’ ἐφ’ ἕτερον ἀναφέρειν χρὴ τὴν παρὰ Μωσεῖ προφητείαν, δι’ ἧς ὅμοιον αὐτῷ παραστήσειν ὁ θεὸς ἐθέσπισεν
5εἰπών· «προφήτην ἐκ τῶν ἀδελφῶν αὐτῶν ἀναστήσω αὐτοῖς ὥσπερ σέ, καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθὰ ἂν ἐντείλωμαι αὐτῷ. καὶ ὁ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ, ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ».

3

.

2

.

29

αὐτός τε Μωσῆς πρὸς τὸν λαὸν τὴν τοῦ θεοῦ διερμηνεύων φωνὴν ἔφησεν· «προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν
ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας».100

3

.

2

.

30

ὅτι δὲ τῶν μετὰ Μωσέα προφητῶν οὐδεὶς πρὸ τοῦ σωτῆρος ἡμῶν ὅμοιος ἐγήγερται Μωσεῖ, σαφῶς ἡ παλαιὰ γραφὴ διδάσκει λέγουσα· «καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωσῆς, ὃν ἔγνω κύριος πρόσωπον πρὸς πρόσωπον ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασι».

3

.

2

.

31

Δέδεικται τοίνυν τὸ ἔνθεον πνεῦμα διὰ Μωσέως περὶ τοῦ σω‐ τῆρος ἡμῶν θεσπίσαν, εἰ δὴ μόνος αὐτὸς καὶ οὐδ’ ἄλλος ὅμοιος τῷ Μωσεῖ γεγονὼς ταῖς αὐτοῦ Μωσέως φωναῖς ἀκολούθως συνέστη. σκέψαι δὲ καὶ ἄλλην προφητείαν ἀνάγραπτον.

3

.

2

.

32

ἐπειδὴ γὰρ τὸν σωτῆρα καὶ κύριον ἡμῶν, ἄνθρωπον κατὰ σάρκα γενόμενον ἐκ σπέρ‐ ματος Ἰσραήλ, μυρία πλήθη ἐν πᾶσι τοῖς ἔθνεσι κυριολογεῖ, τῆς ἐν‐ θέου δυνάμεως αὐτοῦ χάριν κύριον ὁμολογοῦντα, καὶ τοῦτο πάλιν
5Μωσῆς συνιδὼν τῷ θείῳ πνεύματι, διὰ τῆς αὐτοῦ γραφῆς τοῦτον ἀνεφώνησε τὸν τρόπον· «ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ» (λέγει δὲ τοῦ Ἰσραήλ), «καὶ κυριεύσει ἐθνῶν 〈πολλῶν〉, καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ».

3

.

2

.

33

εἰ δὴ μηδεὶς ἄλλος πώποτε τῶν ἐκ περιτομῆς ἀρχόντων καὶ βασιλέων κύριος ἐθνῶν πολλῶν κατέστη (οὐδεμία γὰρ ἱστορία δηλοῖ τοῦτο), βοᾷ δὲ καὶ κέκραγεν ἡ ἀλήθεια ἐπὶ μόνου τοῦ σωτῆρος ἡμῶν, ὅτι δὴ κύριον αὐτόν, καὶ οὐκ αὐτὸ μόνον
5τοῖς χείλεσι διαθέσει δὲ γνησιωτάτῃ, μυρία πλήθη ἐξ ἁπάντων τῶν ἐθνῶν ὁμολογεῖ, τί δή ποτε ἐμποδὼν μὴ οὐχὶ αὐτὸν εἶναι φάσκειν τὸν προφητευόμενον; Ὅτι δὲ Μωσῆς ταῦτα οὐκ ἀπεριορίστως προλέγει, οὐδ’ εἰς ἄπειρον καὶ ἀπερίμετρον χρόνῳ ἐπισκιάζων τὴν πρόρρησιν, εὖ μάλα δὲ ἀκρι‐
10βῶς τὴν τῶν προφητευομένων ἔκβασιν χρόνοις ὡρισμένοις περιγρά‐ φων, ἄκουε οἷα καὶ περὶ τούτου θεσπίζει· «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν»·

3

.

2

.

34

δι’ ὧν οὐ διαλείψειν ἑξῆς καὶ κατὰ διαδοχὴν ἡγουμένους καὶ ἄρχοντας ἐκ τοῦ Ἰουδαίων ἔθνους μέχρι τῆς τοῦ προσδοκωμένου παρουσίας ἀποφαίνεται, διαλιπόντων δὲ τῶν παρ’ αὐτοῖς ἀρχόντων παρέσεσθαι τὸν προφητευόμενον.

3

.

2

.

35

Ἰούδαν δὲ νῦν οὐ τὴν φυλὴν ὀνομάζει, ἀλλ’ ἐπεὶ κατά τινα προσωνυμίαν ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀπὸ βασιλικῆς φυλῆς τῆς Ἰούδα τὸ πᾶν Ἰουδαίων ἔθνος ἐχρημάτιζεν, ὡς καὶ εἰς σήμερον Ἰουδαίους ὀνομάζε‐
5σθαι, σφόδρα θαυμαστῶς καὶ προφητικῶς τὸ πᾶν ἔθνος Ἰουδαίων ὠνόμασεν, ὥσπερ οὖν καὶ ἡμεῖς Ἰουδαίους προσαγορεύομεν.101

3

.

2

.

36

εἶτά φησιν μὴ πρότερον ἐκλείψειν ἐκ τοῦ ἔθνους αὐτῶν ἄρχοντας καὶ ἡγουμένους ἢ παρεῖναι τὸν προφητευόμενον· τούτου δὲ ἐπιστάντος καταλυθήσεσθαι μὲν αὐτίκα τὴν Ἰουδαίων ἀρχήν, αὐτὸν δὲ οὐκ ἔτι
5Ἰουδαίων, ἐθνῶν δὲ ἔσεσθαι προσδοκίαν. καὶ τοῦτο δὲ ἐπὶ μὲν τῶν προφητῶν οὐκ ἂν δύναιο ἐφαρμόζειν, ἐπὶ δὲ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν.

3

.

2

.

37

ἅμα τε γὰρ αὐτὸς εἰς ἀνθρώπους παρῆν καὶ τὸ Ἰουδαίων καθῄρητο βασίλειον· ἐκλελοίπει δὲ παραχρῆμα ὁ ἐκ προγό‐ νων διαδοχῆς ἄρχων αὐτῶν καὶ ὁ κατὰ νόμους τοὺς οἰκείους ἡγού‐ μενος, Αὐγούστου τότε πρώτου Ῥωμαίων μοναρχήσαντος, Ἡρώδου
5τε ἐξ ἀλλοφύλων ἐθνῶν βασιλέως αὐτῶν καταστάντος.

3

.

2

.

38

καὶ οἱ μὲν ἐκλελοίπεσαν, ὁ δὲ προσδοκία τῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐθνῶν κατὰ τὴν θείαν πρόρρησιν ἀναπέφανται, ὡς καὶ εἰσέτι νῦν πάντας τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς αὐτὸν πεπιστευκότας τῆς κατὰ θεὸν
5αὐτῶν προσδοκίας τὴν ἐλπίδα ἐπ’ αὐτῷ τίθεσθαι.

3

.

2

.

39

Καὶ Μωσῆς μὲν τοσαῦτα καὶ τὰ τούτων ἕτερα πλείω περὶ τοῦ Χριστοῦ πάντας ἡμᾶς εὐαγγελίζεται· ἀδελφὰ δὲ αὐτῷ καὶ Ἡσαΐας ἀφωρισμένως περί τινος ἑνὸς ἐκ σπέρματος καὶ διαδοχῆς Δαβὶδ τοῦ βασιλέως ἀναστησομένου ταῦτα προλέγει· «ἐξελεύσεται ῥάβδος ἐκ ῥίζης
5Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται· καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως» καὶ τὰ λοιπά.

3

.

2

.

40

εἶθ’ ὑποβὰς ἑξῆς προφητικῷ τρόπῳ τὴν τῶν ἀλλοφύλων ἐθνῶν βαρ‐ βάρων τε καὶ Ἑλλήνων τῶν τε ἀγριωτάτων καὶ θηριωδεστάτων ἀνθρώπων τὴν ἐπὶ τὸ πρᾶον καὶ ἥμερον διὰ τῆς Χριστοῦ διδασκαλίας
5γενησομένην μεταβολὴν θεσπίζει. λέγει δ’ οὖν· «καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνός, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται»,

3

.

2

.

41

καὶ τὰ τούτοις παρα‐ πλήσια, ἃ καὶ παρὰ πόδας διασαφῶν ἑρμηνεύει, φήσας· «καὶ ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν».

3

.

2

.

42

Σαφῶς γὰρ τὰ ἄλογα θρέμματα καὶ τοὺς προκαταλελεγμένους θῆρας οὐδὲ ἄλλους εἶναι τῶν ἐθνῶν, τοῦ θηριώδους ἕνεκα τρόπου, διεσάφησεν· ὧν ἐθνῶν ἄρξειν φησὶν τὸν ἀνιστάμενον ἐκ σπέρματος Ἰεσσαί, ἀφ’ οὗ δὴ ὁ σωτὴρ καὶ κύριος ἡμῶν γενεαλογεῖται, ἐφ’ ὃν
5τὰ εἰς αὐτὸν πιστεύοντα ἔθνη εἰσέτι νῦν ἐλπίζει, συμφώνως τῇ προρ‐ ρήσει «καὶ ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλ‐ πιοῦσι».

3

.

2

.

43

τοῦτο δὴ παράθες τοῖς παρὰ Μωσεῖ φερομένοις διαστέλλων, καὶ τὸ μὲν «ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν» ἐφάρμοσον τῷ «ἐξε‐ λεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν», καὶ τὸ «ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι» τῷ «καὶ αὐτὸς ἔσται
102
5προσδοκία ἐθνῶν».

3

.

2

.

44

τί γὰρ διαφέρει φάσκειν «ἐπ’ αὐτῷ ἔθνη ἐλ‐ πιοῦσιν» ἢ «αὐτὸς ἔσται προσδοκία ἐθνῶν»; πάλιν δ’ ὁ αὐτὸς Ἡσαΐας προϊὼν περὶ τοῦ Χριστοῦ ταῦτα προφητεύει· «ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου, κρίσιν τοῖς
5ἔθνεσιν ἐξοίσει», καὶ ἐπιφέρει· «ἕως ἂν θῇ ἐπὶ γῆς κρίσιν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν».

3

.

2

.

45

ἤδη δεύτερον ἐν τούτοις ὁ προφήτης τὸ ἐπὶ τῷ Χριστῷ τὰ ἔθνη ἐλπίσειν τίθεται, ἀνώτερον εἰπών «ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν», ἐνταῦθα δὲ «καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν». λέλεκται δὲ καὶ τῷ Δαβίδ, ὡς ἄρα «ἐκ τοῦ
5καρποῦ τῆς κοιλίας» αὐτοῦ ἀναστήσεταί τις, περὶ οὗ ἑξῆς φησιν ὁ θεός· «αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ»· «κἀγὼ πρωτότοκον θήσομαι αὐτόν».

3

.

2

.

46

καὶ περὶ τούτου δὲ πάλιν εἴρηται· «καὶ κατα‐ κυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περά‐ των τῆς οἰκουμένης», καὶ αὖθις· «πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ», «καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς».
5 Καὶ τόπος δέ τις πάλιν ἀφωρισμένος τῆς τοῦ προφητευομένου γενέσεως θεσπίζεται ὑπὸ Μιχαίου λέγοντος· «καὶ σὺ Βηθλεὲμ οἶκος Ἐφραθά, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύ‐ σεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος».

3

.

2

.

47

ὡμολόγηται δὲ παρὰ τοῖς πᾶσιν ὅτι ἐν Βηθλεὲμ ἐγεννήθη Ἰησοῦς ὁ Χριστός, ὡς καὶ σπή‐ λαιον δείκνυσθαι πρὸς τῶν ἐπιχωρίων αὐτόθι τοῖς ἐπὶ θέαν ἀπὸ τῆς ἀλλοδαπῆς ἀφικνουμένοις.

3

.

2

.

48

καὶ ὁ μὲν τόπος οὗτος, ἔνθα γε‐ γεννῆσθαι ἔμελλεν, προείρητο. Τῆς δὲ γενέσεως αὐτοῦ τὸ θαῦμα ποτὲ μὲν δι’ αἰνιγμάτων, ποτὲ δὲ καὶ λευκότερον ὁ Ἡσαΐας παρίστησι· δι’ αἰνιγμάτων μέν, ὅταν
5λέγῃ· «κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ»,

3

.

2

.

49

ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν οὕτως· «καὶ ἀναρ‐
ρηθήσεται ὡς τιθιζόμενον εἰς πρόσωπον αὐτοῦ, καὶ ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου», ὁ δὲ Θεοδοτίων· «καὶ ἀναβήσεται ὡς θηλάζον ἐνώπιον αὐτοῦ, καὶ ὡς ῥίζα ἐν γῇ διψώσῃ».103

3

.

2

.

50

διὰ γὰρ τούτων μνημονεύσας ὁ προφήτης τοῦ βραχίονος τοῦ κυρίου, ὃς ἦν ὁ τοῦ θεοῦ λόγος, «ἐνώ‐ πιον αὐτοῦ», φησίν, «ἀνηγγείλαμεν ὡς παιδίον» «θηλάζον» καὶ «τιθι‐ ζόμενον», καὶ «ὡς ῥίζαν ἀπὸ γῆς ἀβάτου». τὸ μὲν οὖν παιδίον τὸ
5«τιθιζόμενον» καὶ «θηλάζον» ἄντικρυς τὴν γένεσιν τοῦ Χριστοῦ δηλοῖ, ἡ δὲ «γῆ ἡ ἄβατος καὶ διψῶσα» τὴν ἀποκυήσασαν αὐτὸν παρ‐ θένον, ἧς οὐδεὶς ἀνὴρ ἐπιβέβηκεν, ἀφ’ ἧς καίπερ ἀβάτου τυγχανούσης προῆλθεν ἡ εὐλογημένη ῥίζα, καὶ τὸ «τιθιζόμενον» καὶ «θηλάζον» παι‐ δίον.

3

.

2

.

51

ἀλλὰ ταῦτα μὲν ἐπεσκιασμένως ᾐνίξατο· γυμνότερον δὲ ὁ αὐτὸς ἑρμηνεύει προφήτης τὴν διάνοιαν, ἐπὰν λέγῃ· «ἰδοὺ ἡ παρ‐ θένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ μεθ’ ἡμῶν ὁ θεός»· τοῦτο γὰρ ἑρμηνεύει τὸ Ἐμμανουήλ.

3

.

2

.

52

Τοιαῦτα περὶ τῆς εἰς ἀνθρώπους γενέσεως τοῦ Χριστοῦ πάλαι πρότερον παρ’ Ἑβραίοις ἐμελετᾶτο. μή τι οὖν ἐπίδοξόν τινα δυνά‐ στην ἢ τύραννον ἤ τινα ἄλλως τῶν τὰ μεγάλα κατὰ τὸν βίον δυνα‐ μένων τὸν προφητευόμενον ὑπογράφουσιν; οὐκ ἔστιν εἰπεῖν, ὅτι μηδὲ
5ἐφάνη τοιοῦτος.

3

.

2

.

53

ἀλλ’ οἷος ἐφάνη τῷ βίῳ, τοιοῦτον αὐτὸν καὶ ἐθέσπισαν ἔσεσθαι, τῆς ἀληθείας κατ’ οὐδὲν ἀπολελειμμένοι. εἰπὼν δ’ οὖν ὁ Ἡσαΐας «ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ, ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ», ἑξῆς συνάπτει λέγων· «οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ
5δόξα. καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, καὶ ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄν‐ θρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη».

3

.

2

.

54

Τί οὖν λείπεται ἐπὶ τούτοις; εἰ γὰρ προεῖπον αὐτοῦ φυλὴν καὶ γένος καὶ τρόπον γενέσεως καὶ τῆς παρθένου τὸ θαῦμα καὶ βίου τρόπον, ἀκόλουθον ἦν ἑξῆς μηδὲ τὴν τελευτὴν ἀποσιωπῆσαι αὐτοῦ. τί οὖν καὶ περὶ ταύτης Ἡσαΐας θεσπίζει; «ἄνθρωπος», φησίν, ἐν
5πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη.

3

.

2

.

55

οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει. αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν, τῷ μώλωπι αὐτοῦ
5ἡμεῖς ἰάθημεν.

3

.

2

.

56

πάντες ὡς πρόβατα ἐπλανήθημεν, καὶ κύριος παρέ‐ δωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἔναντι τοῦ κείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα. τὴν γε‐
104
5νεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ», καὶ τὰ λοιπά.

3

.

2

.

57

σημαίνει δὲ διὰ τούτων ὡς ἄρα ὁ Χριστὸς ἐκτὸς πάσης ὑπάρχων πλημμελείας τὰς ὑπὲρ ἀνθρώπων ἁμαρτίας εἰς ἑαυτὸν ἀναδέξεται. διὸ καὶ πείσεται τὰ τῶν ἡμαρτηκότων καὶ ὑπὲρ ἡμῶν ὀδυνηθήσεται, ἀλλ’ οὐχ ὑπὲρ ἑαυτοῦ. εἰ δὲ καὶ τραυματισθήσεται
5λόγοις βλασφήμοις βαλλόμενος, καὶ τοῦτ’ ἔργον ἔσται τῶν ἡμετέρων ἁμαρτιῶν· ἐπεὶ καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν, ὅπως ἡμεῖς, ἀνειληφότος αὐτοῦ τὰ ἡμέτερα ἀμπλακήματα καὶ τὰ τῆς ἡμετέρας κακίας τραύματα, τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν. καὶ τὰ μὲν αἴτια, ὧν παρ’ ἀνθρώποις πείσεται ὁ ἀναμάρτητος, ταῦτα ἦν. Ἰουδαίων δὲ
10τῶν τὸν θάνατον αὐτῷ συσκευασαμένων οὐδὲν ὑπε〈ρ〉ιδόμενος, ὁ θαυ‐ μάσιος προφήτης διαρρήδην ἀπελέγχει, καὶ τοῦτο ἄντικρυς σχετλιά‐ ζων καὶ λέγων· «ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον».

3

.

2

.

59

εἶτ’ ἐπεὶ παραχρῆμα καὶ οὐκ εἰς μακρὸν μετὰ τὴν κατὰ τοῦ Χρι‐ στοῦ τόλμαν ὁ παντελὴς αὐτοὺς μετῆλθεν ὄλεθρος πολιορκηθέντας ὑπὸ Ῥωμαίων, οὐδὲ τοῦτο παριδὼν ἐπιλέγει· «καὶ δώσω τοὺς πο‐ νηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου
5αὐτοῦ».

3

.

2

.

60

Ἤρκει μὲν οὖν ἐπὶ τούτοις περιγράψαι τὴν προφητείαν, εἰ μηδέν τι πλέον ἔσεσθαι μετὰ τὴν τοῦ Χριστοῦ τελευτὴν ἑώρα· ἐπεὶ δὲ ὅσον οὔπω ἔμελλε μετὰ τὴν τελευτὴν ἢ μετὰ τὴν ταφὴν παλι‐ νοστεῖν καὶ ἀναβιοῦν, ἔτι περὶ αὐτοῦ καὶ ταῦτα προστίθησιν, ἑξῆς ἐπι‐
5λέγων· «καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. καὶ βούλεται κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς».

3

.

2

.

61

ἀνώτερον εἰπὼν «ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλα‐ κίαν», νῦν μετὰ τὸν θάνατον αὐτοῦ καὶ τὴν ταφήν, «κύριος», φησίν, «βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς»· καὶ πῶς ἔσται; «ἐὰν δῶτε», φησίν, «περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον».

3

.

2

.

62

οὐ πᾶσι γὰρ ἐφεῖται τὸ μακρόβιον τοῦ Χριστοῦ σπέρμα συνιδεῖν ἢ μόνοις τοῖς ἐξομολογησαμένοις καὶ τὰ δῶρα τὰ ὑπὲρ ἁμαρτιῶν προσ‐ άγουσι τῷ θεῷ. μόνων γὰρ τούτων «ἡ ψυχὴ ὄψεται σπέρμα μακρό‐
βιον» τὸ τοῦ Χριστοῦ, ἤτοι τὴν αἰώνιον ζωὴν αὐτοῦ τὴν μετὰ τὸν105
5θάνατον, ἢ τὸν καθ’ ὅλης τῆς οἰκουμένης ἐπισπαρέντα αὐτοῦ λόγον μακρόβιον ἐσόμενον καὶ εἰς τὸ ἀεὶ διαρκέσοντα.

3

.

2

.

63

πάλιν ἀνώτερον εἰπών «καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ», νῦν μετὰ τὴν σφαγὴν καὶ τὸν θάνατον αὐτοῦ φησιν· «καὶ βούλεται κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ δεῖξαι αὐτῷ φῶς». ἐπεὶ τοίνυν
5βεβούλευται κύριος ὁ τῶν ὅλων θεὸς «καθαρίσαι αὐτὸν τῆς πληγῆς καὶ δεῖξαι αὐτῷ φῶς», πάντως που βουληθεὶς πράξειεν ἂν ὃ ἐβου‐ λήθη.

3

.

2

.

64

οὐδὲν γάρ ἐστιν ὃ μὴ γίνεται ὧν βούλεται· ἐβουλήθη δὲ «καθαρίσαι αὐτὸν» καὶ «δεῖξαι αὐτῷ φῶς». ἐποίησεν ἄρα ταῦτα, καὶ καθαρίσας αὐτὸν ἔδειξεν αὐτῷ φῶς. καὶ ἐπεὶ ἐβουλήθη, καὶ βουλη‐ θεὶς ἀφεῖλε τὸν πόνον τῆς ψυχῆς αὐτοῦ, καὶ ἔδειξεν αὐτῷ φῶς, εἰ‐
5κότως ὁ προφήτης ἐπισυνάπτει λέγων· «διὰ τοῦτο αὐτὸς κληρονο‐ μήσει πολλοὺς καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα».

3

.

2

.

65

Ἔνθα λοιπὸν ἤδη καὶ τῆς κληρονομίας τοῦ Χριστοῦ μέμνηται τῷ δευτέρῳ συμφώνως ψαλμῷ, δι’ οὗ περὶ τῆς ἐπιβουλῆς τῆς κατ’ αὐτοῦ συσκευασθείσης ὀνομαστὶ θεσπίσας ὁ λόγος ἐν τῷ «παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ
5τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ», ἑξῆς ἐπιλέγει· «κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς».

3

.

2

.

66

ταῦτα δ’ οὖν τὰ ἔθνη καὶ ὁ προφήτης ᾐνίξατο εἰπών· «διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς», καὶ ἐπι‐ λέγει· «καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα». τῶν γὰρ δυνάμεων τῶν ἀντικειμένων, αἳ πάλαι τῶν ἐθνῶν ἦρχον, τὰς ὑποχειρίους ῥυσά‐
5μενος ψυχάς, οἷα δή τινα σκῦλα τοῖς οἰκείοις διένειμεν μαθηταῖς.

3

.

2

.

67

διό φησιν ὁ Ἡσαΐας περὶ αὐτῶν· «καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα». καὶ ὁ ψαλμῳδός· «κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα».

3

.

2

.

68

εἰκότως τοιγαροῦν καὶ ἐνταῦθα περὶ τοῦ Χριστοῦ φησιν· «διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα». διὰ ποῖον δὲ τοῦτο, πάλιν ἑξῆς διδάσκει φήσας· «ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς
5ἁμαρτίας πολλῶν ἀνήνεγκεν, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη».

3

.

2

.

69

ἀντὶ τούτων γὰρ ἀμειβόμενος αὐτὸν ὁ πατὴρ τῆς ὑπακοῆς καὶ τῆς ὑπομονῆς ἕνεκα δεδώρηται αὐτῷ τὰ ἐκκείμενα· γέγονε γὰρ «ὑπήκοος» τῷ πατρὶ «μέχρι θανάτου»· διὸ καὶ κληρονομήσειν πολλούς, καὶ οὐ πρότερον ἀλλὰ μετὰ τὸ παραδοθῆναι εἰς θάνατον τὴν ψυχὴν αὐτοῦ106
5καὶ ἐν τοῖς ἀνόμοις λογισθῆναι, θεσπίζεται. διὰ ταῦτα γὰρ εἴρηται κληρονομήσειν πολλοὺς καὶ τῶν ἰσχυρῶν μερίσειν τὰ σκῦλα.

3

.

2

.

70

ἡγοῦ‐ μαι δὲ ἀναμφιλόγως τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ προφητευομένου διὰ τούτων παρίστασθαι. πῶς γὰρ ἄλλως ἐπινοῆσαι δυνατὸν ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθέντα, καὶ ἀπὸ τῶν ἀνομιῶν τοῦ Ἰουδαίων,
5λαοῦ θανάτῳ παραδοθέντα, καὶ μετὰ ἀνόμων λογισθέντα ταφῇ τε παραδοθέντα, εἶτα καθαριζόμενον ὑπὸ τοῦ κυρίου, καὶ φῶς παρ’ αὐτῷ ὀψόμενον, καὶ κληρονομοῦντα πολλούς, καὶ σκῦλα τοῖς οἰκείοις διανέμοντα; καὶ ἄλλως δὲ περὶ τῆς μετὰ τὸν θάνατον ἀναβιώσεως αὐτοῦ λέγει που προφητεύων ἐκ προσώπου τοῦ Χριστοῦ
10ὁ Δαβίδ· «οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν»,

3

.

2

.

71

καὶ πάλιν· «κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκ‐ κον», καὶ πάλιν· «ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου».

3

.

2

.

72

Τούτοις δὲ πᾶσιν ἀντιβλέψαι δύνασθαι οὐδὲ τοὺς σφόδρα ἀγνωμονεστάτους ἡγοῦμαι. πλὴν ἀλλὰ τῆς Ἡσαΐου προφητείας τὸ συμ‐ πέρασμα τὴν πάλαι στεῖραν καὶ ἔρημον θεοῦ ψυχὴν ἢ καὶ μᾶλλον τὴν ἐξ ἐθνῶν ἐκκλησίαν εὐαγγελίζεται, ἀκολούθως τῇ θεωρίᾳ τῶν
5εἰρημένων.

3

.

2

.

73

ἐπειδὴ γὰρ τὰ πάντα δι’ αὐτὴν ὁ Χριστὸς ὑπέμεινεν, εἰκότως μετὰ τὰς περὶ αὐτοῦ προρρήσεις ἐπιφέρει λέγων· «εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα· εἶπεν γὰρ
5κύριος, πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, πῆξον, μὴ φείσῃ· πλάτυνον τὰ σχοινίσματά σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον, ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον· καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει».

3

.

2

.

74

ταῦτα δὲ τὴν ἐξ ἐθνῶν ἐκ‐ κλησίαν καθ’ ὅλης τῆς οἰκουμένης ἐξηπλωμένην καὶ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν παρατείνουσαν ὁ λόγος εὐαγγελίζεται, σαφέστατα τοῦτο παριστὰς διὰ τοῦ «καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει».

3

.

2

.

75

Πλείονος δὲ ἐξεργασίας δεομένων τῶν κατὰ τὸν τόπον, ἀρ‐ κούντως ἐπὶ τοῦ παρόντος ταῦθ’ ἡμῖν ἐπιτετμήσθω· πλεῖστα δὲ ἂν καὶ αὐτὸς ἐπὶ σχολῆς ἀναλέξασθαι δύναιο περὶ τοῦ προκειμένου, καὶ ἡ παροῦσα δὲ πραγματεία τῆς Εὐαγγελικῆς Ἀποδείξεως κατὰ καιρὸν107
5ἕκαστα παραδώσεταί τε καὶ ἑρμηνεύσει.

3

.

2

.

76

τέως δὲ ἐπὶ τοῦ παρόντος τῆς τῶν προφητῶν περὶ τῆς τοῦ σωτῆρος ἡμῶν προρρήσεώς τε καὶ προγνώσεως, καὶ ὡς πᾶσιν ἀνθρώποις τὴν τῶν μελλόντων ἀγαθῶν παρουσίαν εὐηγγελίζετο, ἱκανῶς ἔχει τὰ εἰρημένα, προαναφωνοῦντα
5προφήτου τινὸς ἄφιξιν καὶ εὐσέβειας νομοθέτου Μωσεῖ παραπλησίου, γένος τε αὐτοῦ καὶ φυλὴν καὶ τόπον ὅθεν προελεύσεται, χρόνον τε καθ’ ὃν ἥξειν προφητεύεται, καὶ γένεσιν, καὶ τελευτήν, καὶ ἀναβίωσιν, καὶ ἀρχὴν τὴν κατὰ πάντων ἐθνῶν,

3

.

2

.

77

ἃ δὴ πάντα παρέστη καὶ ἔτι μᾶλλον διὰ τῶν ἑξῆς παραστήσεται ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν συμπεπερασμένα.

3

.

2

.

78

Ἀλλὰ ταῦτα μὲν ἀπὸ τῶν ἱερῶν λογίων τοῖς πιστεύουσιν αὐ‐ τοῖς παρατέθειται· τοῖς δ’ ἀπειθοῦσι ταῖς προφητικαῖς γραφαῖς ἰδίως ἀπαντήσομεν, ὡς περὶ ἀνδρὸς κοινοῦ καὶ τοῖς λοιποῖς παραπλησίου τέως τὴν ἐξέτασιν ποιούμενοι, ἵνα, ὁπόταν πάντων τῶν ἐξ αἰῶνος
5βοηθέντων ἐν ἀνθρώποις πολὺ κρείττων ἀσυγκρίτῳ ὑπεροχῇ καὶ δια‐ φέρων ἀναφανῇ, τὸ τηνικάδε καὶ τὰ περὶ τῆς θειοτέρας αὐτοῦ φύ‐ σεως κατὰ καιρὸν διαλάβωμεν, ἐξ ἐναργῶν τῶν ἀποδείξεων παρι‐ στῶντες ὡς οὐκ ἀνθρωπείας ἄρα ἦν φύσεως ἡ περὶ αὐτὸν δύναμις· οἷς ἀκολούθως καὶ τὰ τῆς κατ’ αὐτὸν θεολογίας, ὡς οἷόν τέ ἐστιν
10ἡμῖν ἐποπτεῦσαι, ποιησόμεθα. ἐπεὶ τοίνυν τῶν ἀπίστων οἱ πλείους γόητα καὶ πλάνον ἀποκαλοῦντες καὶ μυρίαις ἄλλαις κατηγορίαις βλασφημοῦντες αὐτὸν οὔπω καὶ νῦν παύονται, φέρε καὶ πρὸς τούτους ἀποκρινώμεθα, οἴκοθεν μὲν οὐδέν, ἐξ αὐτῶν δὲ τῶν αὐτοῦ φωνῶν καὶ ἧς παρέδωκε διδασκαλίας τὰς παραθέσεις ποιούμενοι.

3

.

3

.

1

Πευστέον δὴ αὐτῶν, εἴ ποτέ τις ἄλλος τοιοῦτος πλάνος ἱστόρηται πραότητος καὶ ἐπιεικείας σωφροσύνης τε καὶ τῆς ἄλλης ἀρετῆς διδάσκαλος τοῖς ἀπατωμένοις γεγονὼς αἴτιος, καὶ εἰ θεμιτὸν τούτοις ἀποκαλεῖν τοῖς ὀνόμασι τὸν μηδὲ ἐμβλέπειν μετὰ ἐπιθυμίας
5ἀκολάστου γυναιξὶν ἐπιτρέψαντα, καὶ εἰ πλάνος ὁ τὴν εἰς ἄκρον
παραδοὺς φιλοσοφίαν, ἐν τῷ τοὺς φοιτητὰς παιδεύειν τῶν ὑπαρ‐ χόντων ἐνδεέσι κοινωνεῖν καὶ τὸ φιλόπονον καὶ κοινωνικὸν περὶ πολλοῦ τίθεσθαι, καὶ εἰ πλάνος ὁ τῆς πανδήμου καὶ ἀγελαίου καὶ θορυβώδους συνουσίας ἀνείργων, διδάσκων δὲ μόνην ἀσπάζεσθαι τὴν108
10περὶ τὰ θεῖα λόγια σχολήν.

3

.

3

.

2

ὁ δὲ παντὸς μὲν ψεύδους ἀποτρέπων, τὴν δ’ ἀλήθειαν πρὸ παντὸς τιμᾶν παραινῶν, ὡς μηδ’ εὐορκίας δεῖσθαι, πολλοῦ δεῖ ἐπιορκεῖν· «ἔστω γὰρ ὑμῶν τὸ ναὶ ναί, τὸ οὒ οὔ», πῶς ἂν πλάνος ἐνδίκως ὀνομασθείη; καὶ τί με χρὴ πλείονα νῦν
5λέγειν, παρὸν ἐκ τῶν πρόσθεν εἰρημένων τίς ποτε ἦν ὁ τρόπος γνῶ‐ ναι τῆς ὑπ’ αὐτοῦ κατασπαρείσης τῷ βίῳ πολιτείας, ἀφ’ ἧς οὐχ ὅπως πλάνον ἀλλά τινα θεῖον ὡς ἀληθῶς καὶ θείας καὶ εὐσεβοῦς ἀλλ’ οὐ τῆς κοινῆς καὶ πανδήμου φιλοσοφίας εἰσηγητὴν πᾶς ὁ φιλαλήθης αὐτὸν ὁμολογήσαι ἄν;

3

.

3

.

3

τὸν γοῦν βίον τῶν πάλαι θεοφιλῶν Ἑβραίων ἤδη πως ἐξ ἀνθρώπων ἀπολωλότα μόνος ἀνανεωσάμενος οὐκ εἰς βραχεῖς καὶ μετρίους, ἀλλ’ εἰς ὅλον ἐφαπλῶσαι τὸν κόσμον ἀποδέ‐ δεικται διὰ τοῦ πρώτου συγγράμματος τῆς παρούσης ὑποθέσεως· δι’
5οὗ πάρεστιν ἀνθρώποις ἐπὶ σπείρας τοῖς καθ’ ὅλης τῆς οἰκουμένης τὸν ... τῶν θεοφιλῶν ἐκείνων ἀμφὶ τὸν Ἀβραὰμ μυρίους τε ὅσους ζηλωτὰς οὐκ ἐξ Ἑλλήνων μόνον ἀλλὰ καὶ βαρβάρων τῆς ἐκείνων θεοσεβοῦς πολιτείας ἀποδεῖξαι.

3

.

3

.

4

ἀλλὰ τὰ μὲν ἠθικώτερα τῆς διδα‐ σκαλίας αὐτοῦ τοιαῦτα. φέρε δὲ σκεψώμεθα, μὴ ἄρα ποτὲ ὁ πλάνος αὐτῷ περὶ τὰ κυριώτατα τῶν δογμάτων κατεγίνετο.

3

.

3

.

5

Ἆρ’ οὖν οὐχὶ μόνῳ τῷ παμβασιλεῖ θεῷ, τῷ καὶ οὐρανοῦ καὶ γῆς καὶ τοῦ σύμπαντος κόσμου δημιουργῷ, αὐτός τε ἀνακείμενος καὶ τοὺς φοιτητὰς προσάγων ἀναγέγραπται, εἰσέτι τε καὶ δεῦρο οἱ τῆς διδασκαλίας αὐτοῦ λόγοι πάντα Ἕλληνα καὶ βάρβαρον ἄνω τὴν διά‐
5νοιαν πρὸς τὸν ἀνωτάτω θεὸν ἀνάγουσιν, πᾶσαν ὁρατὴν φύσιν ὑπερκύψαντα;

3

.

3

.

6

ἆρα οὖν μὴ οὗτος ἦν ὁ πλάνος; ἢ ὅτι μὴ καὶ πλείους
σέβειν θεούς, ἐκ τῆς ἀνωτάτω καὶ μόνης ἀληθοῦς θεολογίας 〈ὡσ〉 τὸν ὡς ἀληθῶς πλάνον τραχηλισθέντα, συγχωρεῖ; ἀλλ’ οὗτος οὐ νεώτερος οὐδ’ οἰκεῖος αὐτῷ λόγος, τοῖς δ’ ἐκ μακροῦ πάλαι θεο‐109
5φιλέσιν Ἑβραίοις προσφιλής, ὥσπερ οὖν δέδεικται διὰ τῆς Προπα‐ ρασκευῆς, παρ’ ὧν ἤδη καὶ τῶν νέων φιλοσόφων παῖδες τὰ μεγάλα ὠφελημένοι τῷ δόγματι συνηρέσθησαν. σεμνύνονταί γέ τοι καὶ αὐ‐ τῶν Ἑλλήνων οἱ λογιώτατοι ἐπὶ χρησμοῖς τῶν οἰκείων θεῶν ὧδέ πως Ἑβραίων μνημονεύουσιν·
10Μοῦνοι Χαλδαῖοι σοφίην λάχον, ἠδ’ ἄρ’ Ἑβραῖοι, αὐτογένεθλον ἄνακτα σεβαζόμενοι θεὸν ἁγνῶς.

3

.

3

.

7

Χαλδαίους δὲ τοὺς αὐτοὺς διὰ τὸν Ἀβραὰμ ὠνόμασεν, ἐπεὶ Χαλδαῖος ἦν τὸ γένος, ὡς ἱστορεῖται. εἰ δὴ οὖν καὶ πρόπαλαι παῖδες Ἑβραίων, τῶν δὴ μάλιστα καὶ πρὸς τῶν χρησμῶν ἐπὶ σοφίᾳ μεμαρ‐ τυρημένων, ἐπὶ μόνον τὸν πάντων δημιουργὸν θεὸν ἀνῆγον τὸ σέβας,
5τί δεῖ πλάνον οὐχὶ δὲ θαυμαστὸν εὐσεβείας διδάσκαλον ὁμολογεῖν τοῦτον, ὃς τὰ πρόπαλαι μόνοις τοῖς θεοφιλέσιν Ἑβραίοις ἐγνωσμένα εἰς πάντας ἀνθρώπους ἀοράτῳ καὶ ἐνθέῳ δυνάμει προαγαγὼν ἐξή‐ πλωσεν, ὥστε μηκέτι κατὰ τὸ παλαιὸν βραχεῖς τινας καὶ ἀριθμῷ ληπτοὺς ὀρθὰς περὶ θεοῦ φέρειν δόξας, ἀλλὰ μυρία πλήθη βαρβάρων
10τῶν πάλαι θηριωδεστάτων λογίων τε καὶ Ἑλλήνων ἀνδρῶν, οἳ τοῖς πάλαι προφήταις καὶ δικαίοις ἀνδράσιν εὐσεβεῖν ὁμοίως διὰ μόνης τῆς αὐτοῦ δυνάμεως ἐπαιδεύθησαν;

3

.

3

.

8

Ἀλλὰ δὴ τὸ τρίτον σκεψώμεθα, μή ποτ’ ἄρα τοῦτ’ ἦν δι’ ὃ πλάνον αὐτόν φασιν, ὅτι μὴ βουθυσίαις μηδὲ ζῴων ἀλόγων σφαγαῖς μηδ’ αἵμασι καὶ πυρὶ μηδὲ τοῖς ἀπὸ γῆς ἀναθυμιωμένοις τὸ θεῖον τιμᾶν διετάξατο, ταπεινὰ μὲν καὶ γεώδη ταῦτα καὶ τῆς ἀθανάτου
5φύσεως οὐδαμῶς οἰκεῖα λογισάμενος, κρίνας δὲ πάσης θυσίας προση‐ νεστάτην καὶ ἡδεῖαν εἶναι τῷ θεῷ τὴν τῶν οἰκείων ἐντολῶν κατόρ‐ θωσιν, δι’ ὧν αὐτῷ σώματι καὶ ψυχῇ κεκαθαρμένους, νῷ τε διαυγεῖ
καὶ δόγμασιν εὐσεβέσιν κεκοσμημένους, τὴν πρὸς τὸν θεὸν ἐξομοίωσιν ἀπομιμεῖσθαι ἐδίδασκεν, διαρρήδην φάσκων· «ἔσεσθε τέλειοι, ὡς ὁ110
10πατὴρ ὑμῶν τέλειός ἐστιν».

3

.

3

.

9

εἰ δὴ ταῦτά τις Ἑλλήνων αἰτιῷτο, ἴστω μὴ φίλα τοῖς οἰκείοις διδασκάλοις φρονῶν, οἵ γε, ὡς εἰκὸς ἐξ ἡμῶν ὠφελημένοι, ἐπεὶ καὶ μεθ’ ἡμᾶς γεγόνασι τοῖς χρόνοις, λέγω δὲ μετὰ τὴν προβεβλημένην ἡμῖν ὑπὸ τοῦ σωτῆρος ἡμῶν διδασκαλίαν,
5οἷα δὴ ἐγγράφως ὡμολόγουν, ἄκουε.

3

.

3

.

10

Ἀπὸ τῶν Πορφυρίου περὶ ἐμψύχων ἀποχῆς. «Θεῷ μὲν τῷ ἐπὶ πᾶσιν, ὥς τις ἀνὴρ σοφὸς ἔφη, μηδὲν τῶν αἰσθητῶν μήτε θυμιῶντες μήτ’ ἐπονομάζοντες (οὐδὲν γὰρ ἔνυλον, ὃ μὴ τῷ ἀΰλῳ εὐθύς ἐστιν ἀκάθαρτον· διὸ οὐδὲ λόγος αὐτῷ ὁ κατὰ φωνὴν οἰκεῖος,
5οὐδ’ ὁ ἔνδον, ὅταν πάθει ψυχῆς ᾖ μεμολυσμένος), διὰ δὲ σιγῆς κα‐ θαρᾶς καὶ τῶν περὶ αὐτοῦ καθαρῶν ἐννοιῶν θρησκεύσομεν αὐτόν. δεῖ ἄρα συναφθέντας καὶ ὁμοιωθέντας αὐτῷ τὴν αὐτῶν ἀγωγὴν θυ‐ σίαν ἱερὰν προσαγαγεῖν θεῷ, τὴν αὐτὴν δὲ καὶ ὕμνον οὖσαν καὶ ἡμῶν σωτηρίαν. ἐν ἀπαθείᾳ ἄρα τῆς ψυχῆς τοῦ δὲ θεοῦ θεωρίᾳ ἡ θυσία
10αὕτη τελεῖται.»

3

.

3

.

11

Ἐκ τῆς Ἀπολλωνίου τοῦ Τυανέως θεολογίας. «Οὕτως τοίνυν μάλιστα ἄν τις τὴν προσήκουσαν ἐπιμέλειαν ποιοῖτο τοῦ θείου, τυγχάνοι τε αὐτόθεν ἵλεώ τε καὶ εὐμενοῦς αὐτοῦ παρ’ ὁντι‐ ναοῦν μόνος ἀνθρώπων, εἰ θεῷ μέν, ὃν δὴ φαμὲν τοῦτον, ἑνί τε ὄντι
5καὶ κεχωρισμένῳ πάντων, μεθ’ ὃν γνωρίζεσθαι τοὺς λοιποὺς ἀναγ‐ καῖον, μὴ θύοι τι τὴν ἀρχὴν μήτε ἀνάπτοι πῦρ μήτε τι καθόλου τῶν αἰσθητῶν ἐπονομάζοι (δεῖται γὰρ οὐδενὸς οὐδὲ παρὰ τῶν κρειτ‐ τόνων ἤπερ ἡμεῖς ἐσμεν, οὐδ’ ἔστιν ὃ τὴν ἀρχὴν γῆ ἀνίησιν φυτὸν ἢ τρέφει ζῷον ἢ ἀήρ, ᾧ οὐ πρόσεστίν γε μίασμα), μόνῳ δὲ χρῷτο
10πρὸς αὐτὸν ἀεὶ τῷ κρείττονι λόγῳ (λέγω δὲ τῷ μὴ διὰ στόματος ἰόντι), παρὰ δὲ τοῦ καλλίστου τῶν ὄντων διὰ τοῦ καλλίστου τοῦ ἐν ἡμῖν αἰτοίη τὰ ἀγαθά· νοῦς δέ ἐστιν οὗτος ὀργάνου μὴ δεόμενος».111

3

.

3

.

12

Εἰ δὴ οὖν ταῦτα καὶ πρὸς τῶν παρ’ Ἕλλησι διαπρεπῶν φιλο‐ σόφων τε καὶ θεολόγων ὁμολογεῖται, πῶς ἂν εἴη πλάνος ὁ μὴ μόνον λόγους ἀλλ’ ἔργα τῶν λόγων πολὺ πρότερον τοῖς φοιτηταῖς ἐκτελεῖν παραδούς, δι’ ὧν κατὰ τὸν ὀρθὸν λόγον ἤμελλον θεραπεύειν τὸ θεῖον;
5ὅπως δὲ καὶ τίσιν λόγοις οἱ παλαιοὶ Ἑβραῖοι θύειν μνημονεύονται, διειληφότες ἐν τῷ πρώτῳ συγγράμματι τῆς παρούσης ὑποθέσεως, ἐκείνοις ἀρκεσθησόμεθα.

3

.

3

.

13

Ἐπεὶ δὲ πρὸς τοῖς ἐξητασμένοις ἔγνωμεν, παρὰ τοῦ Χριστοῦ μαθόντες, ὅτι γεννητὸς ὁ κόσμος 〈καὶ ὅτι〉 οὐρανὸς αὐτὸς καὶ ἥλιος καὶ σελήνη καὶ ἄστρα ἔργα θεοῦ τυγχάνει, καὶ ὅτι χρὴ μὴ ταῦτα ἀλλὰ τὸν ποιητὴν αὐτῶν σέβειν, σκέψασθαι δεῖ, μὴ ἄρα
5ἠπατήμεθα, τοῦτον παρ’ αὐτοῦ διδαχθέντες φρονεῖν τὸν τρόπον.

3

.

3

.

14

καὶ μὴν Ἑβραίων καὶ οὗτος ἦν ὁ λόγος, καὶ φιλοσόφων δὲ οἱ μά‐ λιστα διαφανεῖς τοῖς αὐτοῖς συνηνέχθησαν, γεννητὸν καὶ αὐτὸν τὸν οὐρανὸν καὶ ἥλιον καὶ σελήνην καὶ ἄστρα καὶ τὸν σύμπαντα κόσμον πρὸς τοῦ τῶν ὅλων ποιητοῦ γεγονότα ἀποφηνάμενοι. ἀλλὰ καὶ
5συντέλειαν καὶ μεταβολὴν τὴν ἐπὶ τὰ κρείττω τοῦδε τοῦ παντὸς ἔσεσθαι προσδοκᾶν ἐδίδαξεν, ταῖς Ἑβραίων καὶ τοῦτο ἀκολούθως γραφαῖς.

3

.

3

.

15

τί οὖν; οὐχὶ καὶ ὁ Πλάτων φύσεως λυτῆς καὶ φθαρτῆς οἶδεν αὐτόν τε οὐρανὸν καὶ ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας, εἰ καὶ μὴ λυθήσεσθαί φησιν ταῦτα, τῷ μὴ τὸν συμπήξαντα βούλεσθαι;

3

.

3

.

16

Εἰ δ’ ἄρα βουληθείη εἶναι φύσεως τοιαύτης, ψυχὴν δὲ ἀθάνα‐ τον ἔχειν ἡμᾶς κατ’ οὐδὲν μὲν ἐμφερῆ τοῖς ἀλόγοις ζῴοις τῶν δὲ τοῦ θεοῦ δυνάμεων φέρουσαν ἀπεικονίσματα διδάξας ἡγεῖσθαι, οὕτως τ’ ἔχειν καὶ διακεῖσθαι καὶ φρονεῖν πάντα βάρβαρον καὶ ἰδιώτην παι‐
5δεύσας, ἆρ’ οὐχὶ σοφωτέρους ἀπείργασται τοὺς καθ’ ὅλης τῆς οἰκου‐ μένης τὰ αὐτοῦ φρονοῦντας τῶν τὰς ὀφρῦς ἀνεσπακότων, οἳ μηδὲν κατὰ τὴν οὐσίαν διαφέρειν ἀπεφήναντο ἐμπίδος τε καὶ εὐλῆς καὶ μυίας τὴν ἐν ἀνθρώποις ψυχήν, ἀλλὰ καὶ ὄφεως καὶ ἐχίδνης ἄρκτου τε καὶ παρδάλεως καὶ συὸς ψυχῆς κατ’ οὐδέν, ὅσον ἐπὶ λόγῳ φύσεώς
10τε καὶ οὐσίας, τὴν σφῶν αὐτῶν τῶν φιλοσοφωτάτων ψυχὴν διαλ‐
λάττειν;112

3

.

3

.

17

Καὶ θείου δὲ πρὸς τούτοις δικαιωτηρίου συνεχῶς ὑπομιμνήσκων καὶ μελλούσης ἔσεσθαι κρίσεως, κολάσεις τε καὶ τιμωρίας ἀπαραιτή‐ τους τοῖς ἀσεβέσιν ὑπογράφων τοῖς τε εὐσεβέσιν ἐπαγγελίας θεοῦ αἰω‐ νίου ζωῆς καὶ οὐρανῶν βασιλείας καὶ σὺν θεῷ μακαρίας διαγωγῆς,
5τίνα ἂν πλανήσειεν, οὐχὶ δὲ μᾶλλον προτρέψαιτο σπεύδειν μὲν ἐπ’ ἀρετὴν τῶν προσδοκωμένων ἕνεκα τοῖς εὐσεβέσιν ἐπάθλων, ἀποτρέ‐ πεσθαι δὲ πάσης κακίας διὰ τὰς ἐπηρτημένας τοῖς ἀσεβέσι τιμωρίας;

3

.

3

.

18

Ἐν τοῖς δογματικοῖς τῶν αὐτοῦ λόγων παρειλήφαμεν εἶναί τινας μετὰ τὸν ἀνωτάτω θεὸν δυνάμεις, ἀσωμάτους τὴν φύσιν καὶ νοεράς, λογικάς τε καὶ παναρέτους, τὸν παμβασιλέα χορευούσας, ὧν πλείους καὶ μέχρις ἀνθρώπων νεύματι τοῦ πατρὸς διά τινας σωτηρίους
5οἰκονομίας ἀπεστάλθαι· ἃς δὴ γνωρίζειν καὶ τιμᾶν κατὰ τὸ μέτρον τῆς ἀξίας ἐδιδάχθημεν, μόνῳ τῷ παμβασιλεῖ θεῷ τὴν σεβάσμιον τιμὴν ἀπονέμοντες.

3

.

3

.

19

ἔτι πρὸς τούτοις ἔγνωμεν, παρ’ αὐτοῦ μαθόντες, πολεμίας τινὰς καὶ ἐχθρὰς τοῦ ἀνθρωπείου γένους ἀμφὶ τὸν περὶ γῆν ἀέρα πωτᾶσθαι καὶ σὺν τοῖς πονηροῖς διατρίβειν δυνάμεις δαι‐ μόνων καὶ πνευμάτων πονηρῶν καὶ τῶν ἐν τούτοις ἀρχόντων, οὓς
5παντὶ σθένει φεύγειν πεπαιδεύμεθα, εἰ καὶ ὅτι μάλιστα θεῶν προση‐ γορίας καὶ τιμὰς ἑαυτοῖς ὑφαρπάζουσιν, ταύτης δ’ οὖν ἔτι μᾶλλον τῆς θεομαχίας καὶ τῆς θεοεχθρίας ἕνεκεν ἀποτρεπτέας εἶναι, καθ’ ἃς ἐν τῇ Προπαρασκευῇ πεποιήμεθα διὰ πλείστων ἀποδείξεις. τοι‐ αῦτα ἄττα τυγχάνει καὶ ἐν τοῖς δογματικοῖς μαθήμασιν τοῦ σωτῆρος
10ἡμῶν ἀναφερόμενα Ἑβραίων τῶν πάλαι θεοφιλῶν ἀνδρῶν τε καὶ προφητῶν ἄντικρυς εὐσεβῆ παιδεύματα.

3

.

3

.

20

εἰ δὴ οὖν ταῦτα σεμνὰ εἰ ὠφέλιμα εἰ φιλόσοφα εἰ ἀρετῆς μεστά, τίσιν 〈λόγοισ〉 εὐλόγως ἂν ὁ τούτων διδάσκαλος ἐπιγραφείη τὸ τοῦ πλάνου ὄνομα; ἀλλὰ ταῦτα μὲν ὡς περὶ κοινοῦ τὴν φύσιν ἀνθρώπου τέως ἐξητάσθω, παραστα‐
5τικὰ τῆς σεμνῆς καὶ βιωφελοῦς διδασκαλίας αὐτοῦ τυγχάνοντα. φέρε δὴ καὶ τὰ θειότερα σκεψώμεθα.

3

.

4

.

21

Καὶ δὴ σκεψώμεθα ὅσων καὶ οἵων, σὺν ἀνθρώποις τὰς διατριβὰς πεποιημένος, παραδόξων γέγονεν ποιητὴς ἔργων, τοτὲ μὲν λεπροὺς τὸ σῶμα δυνάμει θείᾳ καθαίρων, τοτὲ δὲ προστάγματι λόγου τοὺς ἐν ἀνθρώποις δαίμονας ἐλαύνων, καὶ ἄλλοτε πάλιν νοσηλευο‐
5μένοις καὶ παντοίοις ἀσθενειῶν εἴδεσι καταπονουμένοις τὴν ἴασιν ἀφθόνως δωρούμενος.113

3

.

4

.

22

καὶ ποτὲ μὲν ἔφησεν παραλυτικῷ· «ἀναστὰς ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει», ὁ δὲ τὸ κελευσθὲν ἐποίει.

3

.

4

.

23

τυφλοῖς δὲ πάλιν ἄλλοτε τὰ βλεπτικὰ τοῦ φωτὸς ἐχαρίζετο. ἤδη δέ ποτε καὶ αἱμορροοῦσα γυνὴ μακραῖς ἐτῶν περιόδοις πρὸς τοῦ πά‐ θους κατατρυχομένη, ἐπειδὴ ἑώρα μυρία πλήθη κυκλοῦντα αὐτὸν καὶ μηδαμῶς ἐπιτρέποντα αὐτῇ γονυπετῆσαι προσελθούσῃ τοῦ τε
5πάθους τὴν ἀπαλλαγὴν ἐξαιτήσασθαι, ἀλλὰ καὶ ἄκρου τοῦ ἱματίου προσψαῦσαι μόνον διανοηθεῖσα ὑποδύνει, καὶ τοῦ κρασπέδου ἐπιλα‐ βομένη ὁμοῦ καὶ τῆς τῶν κακῶν ἰάσεως ἐπελάβετο, παραχρῆμά τε ὑγιὴς ἦν, τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως δεῖγμα μέγιστον ἐπικομιζομένη.

3

.

4

.

24

ἄλλος δέ τις βασιλικὸς ἀνὴρ κακῶς ἔχοντα τὸν παῖδα προσπεσὼν τῷ Ἰησοῦ παραχρῆμα σῶον ἀπελάμβανεν· καὶ θυ‐ γατέρα πάλιν ἄλλος, Ἰουδαίων δὲ ἀρχισυνάγωγος ἦν, ἀλλ’ οὗτος ἤδη καὶ θανοῦσαν.

3

.

4

.

25

τί δεῖ λέγειν ὡς τεταρταῖος ἄλλος δυνάμει τοῦ Ἰησοῦ νεκρὸς ἠγείρετο; ἢ ὡς ἐπὶ θαλάττης οἷα ἐπὶ λεωφόρου γῆς τὰς πορείας ἤνυεν ποιούμενος, τῶν αὐτοῦ μαθητῶν ἐμπλεόντων, καὶ ὡς χειμασθέντων ἐπετίμησεν τῇ θαλάσσῃ καὶ τῷ κλύδωνι καὶ τοῖς
5ἀνέμοις, καὶ πάντα γε ἔστη παραχρῆμα, οἷα δεσπότου φωνὴν κατα‐ πτήξαντα;

3

.

4

.

26

πέντε δὲ χιλιάδας ἀνδρῶν, συνεπιπαρόντος μυρίου ἄλλου γυναικῶν τε καὶ παίδων πλήθους, ἐκ πέντε τὸν ἀριθμὸν ἄρτων εἰς κόρον πληρώσας, ὡς καὶ περιττὰ τοσαῦτα, ὅσα ἱκανὰ ἦν πληρῶσαι δώδεκα κοφίνους, λαβεῖν, τίνα οὐκ ἂν ἐκπλήξειεν καὶ ἐπὶ ζήτησίν γε
5εἰκότως τῆς κατ’ αὐτὸν ἀπορρήτου δυνάμεως ἐκκαλέσεται; Ἀλλ’ ἵνα μή μοι τὰ νῦν ὁ λόγος εἰς μακρὸν μῆκος ἐκτείνοιτο, ἐπὶ πᾶσιν ἐκκείσθω ὁ αὐτοῦ θάνατος, οὐ κοινὸς τοῖς λοιποῖς ἀνθρώ‐ ποις γεγενημένος.

3

.

4

.

27

οὐ γὰρ νόσῳ διαφθαρείς, ἀλλ’ οὐδὲ βρόχῳ ἢ πυρί, οὐδὲ μὴν κατ’ αὐτὸ τοῦ σταυροῦ τὸ τρόπαιον ὁμοίως τοῖς λοι‐ ποῖς κακούργοις ὑποτμηθεὶς σιδήρῳ τὰ σκέλη, οὐδὲ ὅλως πρός τινος ἀνθρώπων παθών τι, τῶν ἀναιρεῖν εἰωθότων, βίαιον ὑπέμεινε τελευ‐
5τήν, ἀλλ’ ὡς αὐτὸ μόνον ἑκὼν παρεδίδου τοῖς ἐπιβουλεύουσι τὸ σῶμα, ἀνωρθοῦτο μὲν ἀπὸ γῆς αὐτίκα, κἄπειτα ἐπὶ τοῦ ἰκρίου φωνήσας μέγα, καὶ τῷ πατρὶ παρατιθεὶς τὸ πνεῦμα, εἰπὼν αὐτοῖς ῥήμασιν «πάτερ εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου», οὕτως ἄφετος καὶ ἐλεύθερος αὐτὸς ἀφ’ ἑαυτοῦ τὴν ἐκ τοῦ σώματος ἀναχώρησιν114
10ἐποιεῖτο.

3

.

4

.

28

εἶτα δὲ τοῦ σώματος αὐτοῦ ληφθέντος πρὸς τῶν γνω‐ ρίμων καὶ τῇ προσηκούσῃ παραδοθέντος ταφῇ, τριταῖος αὖθις ἀπε‐ λάμβανε τοῦτο, ὁ πρὶν ἀναχωρήσας ἑκών.

3

.

4

.

29

καὶ δείκνυσίν γε πάλιν αὐτὸς ἑαυτὸν ἔνσαρκον, ἔνσωμον, αὐτὸν ἐκεῖνον, οἷος καὶ τὸ πρὶν ἦν, τοῖς οἰκείοις μαθηταῖς, οἷς καὶ ἐπὶ βραχὺ ὁμιλήσας καί τινα συν‐ διατρίψας χρόνον, ἄνεισιν ὅθεν καὶ παρῆν, ὑπ’ ὀφθαλμοῖς αὐτῶν τὴν
5εἰς οὐρανοὺς πορείαν στειλάμενος· οἷς δὴ καὶ ὑποθήκας περὶ τῶν πρακτέων παραδοὺς διδασκάλους τῶν ἐθνῶν ἁπάντων τῆς ἀνωτάτω θεοσεβείας ἀπέφηνεν.

3

.

4

.

30

Τοιαῦτα ἦν τοῦ σωτῆρος ἡμῶν τὰ πολυύμνητα τῆς ἀρετῆς θαύματα, ταῦτα τῆς ἐν αὐτῷ θεότητος τὰ τεκμήρια· ταῦτα καὶ αὐτοὶ λογισμῷ σώφρονι τεθαυμάκαμεν, βεβασανισμένῃ τε καὶ ἐξητασμένῃ τῇ κρίσει κατεδεξάμεθα.

3

.

4

.

31

ἐξήτασται παρ’ ἡμῖν καὶ βεβασάνισται ταῦτα καὶ δι’ ἑτέρων πραγμάτων ἐναργῶν, πάντα καλυπτόντων λόγον, δι’ ὧν αὐτὸς ὁ κύριος ἡμῶν εἰσέτι καὶ νῦν, οἷς ἂν κρίνειεν, μικρά τινα τῆς αὐτοῦ δυνάμεως παραφαίνειν εἴωθεν, πλὴν ἀλλὰ καὶ
5〈διὰ〉 τῆς λογικωτέρας μεθόδου, ἣν προσάγειν εἰώθαμεν τοῖς οὐ πα‐ ραδεχομένοις τὰ προειρημένα, ἀλλ’ ἤτοι παντελῶς ἀπιστοῦσιν αὐτοῖς καὶ μηδὲν καθόλου γεγονέναι τοιοῦτον πρὸς αὐτοῦ φάσκουσιν, ἢ γε‐ γονέναι μέν, γοητείᾳ δὲ ἄλλως ἐπὶ πλάνῃ τῶν ὁρώντων ὡς ἂν ὑπ’ ἀνδρὸς πλάνου ἐπιθέσθαι. εἰ δὲ χρὴ καὶ ἐπὶ τοῦ παρόντος βραχέα
10πρὸς τοὺς δεδηλωμένους ἐνστῆναι, οὐκ ἀπολειψόμεθα σπουδῆς. ἄλλως δὲ πῶς αὐτοῖς ἀπαντήσομεν;

3

.

4

.

32

Εἰ δὲ λέγοιεν μηδὲν τὴν ἀρχὴν πεποιηκέναι τὸν σωτῆρα ἡμῶν
θαυμαστὸν μηδέ τι παράδοξον ὧν ἐμαρτύρησαν οἱ γνώριμοι, σκεψώ‐ μεθα εἰ πιθανὸς ὁ λόγος αὐτοῖς ἔσται, μὴ τὴν αἰτίαν ἔχουσιν ἀπο‐ διδόναι, δι’ ἣν οἱ μὲν μαθηταί, ὁ δὲ διδάσκαλος ἐχρημάτισαν. ὅ τε115
5γὰρ διδάσκων ἐπαγγελίαν μαθήματός τινος ἐπαγγέλλεται, οἵ τ’ αὖ μαθηταὶ μαθημάτων ὀριγνώμενοι σφᾶς αὐτοὺς τῷ διδασκάλῳ προσ‐ φέροντες ἐπιτρέπουσιν.

3

.

4

.

33

τίνα οὖν ἔστιν εἰπεῖν αἰτίαν τῶν τοῦ Ἰησοῦ μαθητῶν τῆς σὺν αὐτῷ διατριβῆς, καὶ τί τὸ ἀναγκαῖον τῆς περὶ αὐτὸν σπουδῆς; τίνων δὲ καὶ διδάσκαλον ἐπεγράφοντο μαθη‐ μάτων; ἢ τοῦτο μὲν δῆλον; πάντως γάρ που ὧν παρ’ αὐτοῦ μα‐
5θόντες εἰς ἑτέρους ἐξήνεγκαν· παραγγελίαι δ’ ἦσαν αὐτῷ φιλοσόφου βίου, ὃν ὑπογράφων αὐτοῖς ἔλεγεν· «μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον εἰς τὰς ζώνας, μὴ πήραν εἰς ὁδόν» καὶ τὰ τοιαῦτα, τῇ δὲ πάντα διοικούσῃ προνοίᾳ αὐτοὺς ἀναθέντας μηδὲν μεριμνᾶν τῶν χρειῶν ἕνεκα. παρῄνει δ’ αὐτοῖς καὶ τῶν Ἰουδαίοις ὑπὸ Μωσέως παρηγγελ‐
10μένων κρείττονα φρονεῖν.

3

.

4

.

34

τὸν μὲν γὰρ οἷα προχείροις εἰς ἀνδρο‐ φονίας νομοθετῆσαι μὴ φονεύειν, ὡσαύτως δὲ καὶ μὴ μοιχεύειν, οἷα λαγνιστάτοις καὶ καταφερεστάτοις, καὶ αὖ πάλιν μὴ κλέπτειν, οἷα δουλοπρεπεστάτοις, αὐτοὺς δὲ δεῖν τούτους μὲν ἡγεῖσθαι μὴ προσή‐
5κειν αὐτοῖς τοὺς νόμους, τὸ δ’ ἀπαθὲς τῆς ψυχῆς περὶ πολλοῦ προ‐ τιμᾶν, κάτωθεν ἐκ βάθους αὐτῆς διανοίας ὥσπερ ἀπὸ ῥιζῶν τὰ τῆς κακίας ἀποτέμνοντας βλαστήματα, καὶ κρατεῖν μὲν ὀργῆς καὶ πάσης αἰσχρᾶς ἐπιθυμίας πειρᾶσθαι, μᾶλλον δὲ μηδὲ ὀργίζεσθαι δι’ ἄκραν ψυχῆς ἀπάθειαν, μηδὲ προσβλέπειν γυναῖκα μετὰ ἐπιθυμίας ἀκολάστου,
10τοῦ δὲ κλέπτειν τοὐναντίον καὶ τὰ οἰκεῖα προΐεσθαι τοῖς δεομένοις, ἀλλὰ μηδὲ σεμνύνεσθαι ἐπὶ τῷ μὴ ἀποστερεῖν ἄλλ[ηλ]ους, ἀλλ’ ἐπὶ τῷ τοὺς σφᾶς ἀποστερεῖν προηγουμένους ἀμνησικάκως φέρειν.

3

.

4

.

35

καὶ τί με δεῖ συναγαγεῖν πάνθ’ ὅσα ὁ μὲν ἐδίδασκεν, οἱ δ’ ἐμάνθανον; παρ‐ ῄνει δ’ αὐτοῖς πρὸς τοῖς ἄλλοις τῆς ἀληθείας οὕτως ἔχεσθαι ὡς μηδ’ εὐορκίας δεῖσθαι, πολλοῦ δεῖ ἐπιορκεῖν, παρασκευάζειν δὲ τὸν
5τρόπον παντὸς ὅρκου πιστότερον φαίνεσθαι, μέχρι τοῦ ναί καὶ τοῦ οὔ χωροῦντας, σὺν ἀληθείᾳ τοῖς ῥήμασι χρωμένους.

3

.

4

.

36

πευστέον τοί‐ νυν, τίνα ἂν ἔχοι λόγον τοὺς τῶν τοιωνδὶ ἀκροατάς, ἤδη δὲ καὶ δι‐ δασκάλους τῶν αὐτῶν φύντας μαθημάτων, πεπλάσθαι ὑπονοεῖν ὅσα διαπράξασθαι τὸν διδάσκαλον ἐμαρτύρησαν.

3

.

4

.

37

τί δὲ τὸ πιθανὸν τοῦ νομίζειν συμφώνως ἅπαντας ψεύσασθαι, δώδεκα μὲν ὄντας τὸν ἀριθ‐ μὸν τοὺς ἐκκρίτους, ἑβδομήκοντα δὲ τοὺς λοιπούς, οὓς καὶ ἀποστεῖλαι λέγεται «ἀνὰ δύο δύο πρὸ προσώπου αὐτοῦ εἰς πάντα τόπον καὶ
116
5χώραν οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι»; ἀλλ’ οὐδεὶς αἱρεῖ λόγος ἀπιστεῖ‐ σθαι τοσοῦτο πλῆθος ἀνδρῶν εὐσεβῆ καὶ σεμνὸν βίον ἀσπασαμένων καὶ πάντων μὲν τῶν οἰκείων ὠλιγωρηκότων, ἀντὶ δὲ τῶν φιλτάτων, γυναικὸς λέγω καὶ παίδων καὶ παντὸς γένους, τὸν ἀκτήμονα τρόπον ἑλομένων, καὶ τὴν περὶ τοῦ διδασκάλου μαρτυρίαν σύμφωνον ὡς
10ἀφ’ ἑνὸς στόματος εἰς πάντας ἀνθρώπους ἐξενηνοχότων.

3

.

4

.

38

ὁ μὲν οὖν κύριος καὶ πρῶτος καὶ ἀληθὴς λόγος εἴη ἂν οὗτος. Σκεψώμεθα δὲ καὶ τὸν ἐναντίον. ἔστω γὰρ ὁ μὲν διδάσκαλος, οἱ δὲ μαθηταί· εἶθ’ ὡς ἐν ὑποθέσει λόγου ὁ μὲν μὴ τὰ προλελεγμένα
5διδασκέτω, τὰ δ’ ἐκείνοις ἐναντία, παρανομεῖν δηλαδὴ καὶ ἀσεβεῖν καὶ ἀδικεῖν καὶ πλεονεκτεῖν καὶ ἀποστερεῖν, καὶ εἴ τι ἕτερον κακὸν λέγοιτο, λανθάνειν δ’ ἐπὶ πᾶσι τούτοις σπουδάζειν καὶ τὸ ἦθος μάλ’ εὐφυῶς ἐπικρύπτεσθαι προσχήματι σεμνῆς διδασκαλίας καὶ εὐσεβείας ἐπαγγελίᾳ καινῆς· οἱ δὲ ταῦτα μετερχέσθων, καὶ τὰ τούτων ἔτι μο‐
10χθηρότερα, διὰ τὸ προαλὲς τῆς κακίας καὶ αὐτοδίδακτον αὐτῆς· ἐπὶ μέγα δὲ πλαστοῖς ῥήμασιν ἐπαιρόντων τὸν διδάσκαλον, μηδενὸς ψευ‐ δοῦς φειδόμενοι λόγου· πάντα δὲ αὐτῷ τὰ παράδοξα καὶ τὰς θαυ‐ ματουργίας πεπλασμένως ἐπιγραφόντων, ὡς ἂν θαυμάζοιντο καὶ αὐτοὶ καὶ μακαρίζοιντο, οἷα μαθηταὶ τοιοῦδε γενέσθαι ἠξιωμένοι.

3

.

4

.

39

φέρε οὖν ἴδωμεν, εἰ τοιοῖσδε οὖσιν αὐτοῖς συστῆναι οἷόν τε ἦν τὸ ἐπι‐ χείρημα. κακῷ δὴ κακὸν οὔ φασιν εἶναι φίλον, ἀλλ’ οὐδὲ ἀγαθῷ. πόθεν οὖν ἐν πλήθει τοσῶνδε ἀνδρῶν ἡ τῶν κακῶν εὕρηται συμφωνία;
5πόθεν ἡ περὶ τῶν αὐτῶν ἐν πᾶσιν αὐτοῖς ὁμόφωνος μαρτυρία, ἡ μέχρι θανάτου ὁμοφροσύνη; ἀνδρὶ δὲ γόητι τοιάδε διδάσκοντι καὶ τοιάδε ἐπαγγελλομένῳ τίς ἂν τὴν ἀρχὴν προσέσχεν τὸν νοῦν; εἴποις ἂν ὅτι γόητες ἄλλοι τοῦ καθηγητοῦ κατ’ οὐδέν. ἆρ’ οὖν οἵδε τὸ
τέλος οὐ συνεωράκεσαν τοῦ διδασκάλου καὶ οἵῳ κέχρητο θανάτῳ; τί117
10δῆτα οὖν καὶ μετὰ τὸ αἴσχιστον ἐκεῖνο τέλος αὐτοῦ ἐπέμενον, τὸν ἐν νεκροῖς θεολογοῦντες, ἢ τί ἄρα ποθοῦντες τὰ ἴσα παθεῖν; καὶ τίς πώποτ’ ἐπ’ οὐδενὶ λόγῳ πρόδηλον ἕλοιτ’ 〈ἂν〉 τοιαύτην τιμωρίαν;

3

.

4

.

40

καὶ μὴν δεδόσθω τιμᾶν αὐτὸν συνόντα ἔτι καὶ σὺν αὐτοῖς διατρί‐ βοντα καὶ δι’ ἀπάτης αὐτούς, ὡς ἂν φαίη τις, ἀποπλανῶντα· τί οὖν, ὅτι καὶ μετὰ τὴν τελευτήν, καὶ πολὺ μᾶλλον τότε ἢ πρότερον, αὐτὸν τεθειάκασιν, ἐπεὶ σὺν ἀνθρώποις μένοντα λέγονται καὶ ἀπολελοιπέναι
5καὶ ἀπηρνῆσθαί ποτε, ὅτε αὐτῷ τὰ τῆς γε ἐπιβουλῆς ἐσκευώρητο, μετὰ δὲ τὸ ἐξ ἀνθρώπων γενέσθαι ἀσμένως αὐτοὶ θνῄσκειν μᾶλλον ᾑροῦντο ἢ τῆς ὑπὲρ αὐτοῦ μαρτυρίας ἀγαθῆς ἐξίστασθαι;

3

.

4

.

41

εἰ δὴ οὖν μηδὲν ἀγαθὸν συνεγνωκότες τῷ διδασκάλῳ, μὴ βίον μὴ μάθημα μὴ πρᾶξιν μὴ ἔργον ἐπαίνου ἄξιον, μηδὲ μὴν κατά τι ὠφελημένοι πρὸς αὐτοῦ, ἢ ὅσον πονηρίαν καὶ ἀνδρῶν πλάνην, πῶς ἔθνῃσκον προθύ‐
5μως, τὰ σεμνὰ καὶ ἐπίδοξα περὶ αὐτοῦ μαρτυροῦντες, παρὸν ἑκάστῳ ζῆν ἀπραγμόνως καὶ ἐπὶ τῆς οἰκείας ἑστίας μετὰ τῶν φιλτάτων τὸν ἀκίνδυνον διάγειν βίον;

3

.

4

.

42

Πλάνοι δὲ ἄνδρες καὶ ἀπατεῶνες πῶς ἀγαπητὸν ἡγοῦντο τὸν ὑπὲρ ἑτέρου θάνατον, ὃν ἀκριβῶς πάντων μᾶλλον ἐγίνωσκον οὐδενὸς μὲν αὐτοῖς, ὡς ἂν φαίη τις, γεγονότα παραίτιον ἀγαθοῦ, πάσης δὲ κακίας διδάσκαλον; ἀνὴρ μὲν γὰρ λογισμοῦ καὶ ἀρετῆς μέτοχος ὑπὲρ
5ἀγαθοῦ κατορθώματος κἂν εὐλόγως ποτὲ τὸν μετ’ εὐκλείας θάνατον ὑπομείνειεν, ὁ δὲ μοχθηρός, τὸν τρόπον φιλοπαθής τις καὶ φιλήδονος ὤν, μόνην δὲ τὴν πρόσκαιρον ταυτηνὶ ζωὴν καὶ τὰς κατ’ αὐτὴν ἡδυ‐ παθείας μεταδιώκων, οὐκ ἄν ποτε ἕλοιτο πρὸ ζωῆς θάνατον, οὐδ’ ὑπὲρ οἰκείων καὶ φιλτάτων τιμωρίας ὑπομείνειεν, μή τί γε ὑπὲρ τοῦ
10φαυλότητα κατεγνωσμένου.

3

.

4

.

43

πῶς οὖν οἱ τοῦ δηλουμένου μαθηταί, εἰ ἄρα πλάνος ἦν καὶ γόης, οὐκ ἀγνοοῦντες αὐτὸν τοιοῦτον, ἀλλὰ καὶ αὐτοὶ χείρονι μοχθηρίας τρόπῳ τὰς ψυχὰς ἐνεσχημένοι, ὑπέμενον πρὸς τῶν ὁμοεθνῶν πάσας αἰκίας καὶ πᾶν τιμωριῶν εἶδος ὑπὲρ τῆς
5αὐτοῦ μαρτυρίας ἀναδέχεσθαι, οὐκ ὂν τοῦτο τῆς τῶν φαύλων οἰκεῖον φύσεως;

3

.

4

.

44

Ἔτι δὲ καὶ τούτῳ πρό〈σ〉σχες. εἰ δὴ καὶ αὐτοὶ πλάνοι καὶ ἀπα‐
τεῶνες ἐτύγχανον, προσθὲς δ’ ὅτι καὶ ἀπαίδευτοι καὶ παντελῶς ἰδιῶ‐ ται, μᾶλλον δὲ ὅτι καὶ βάρβαροι, καὶ τῆς Σύρων οὐ πλέον ἐπαΐοντες φωνῆς, πῶς ἐπὶ πᾶσαν προῆλθον τὴν οἰκουμένην; ἢ ποίᾳ τοῦτο118
5διανοίᾳ ἐφαντάσθησαν τολμῆσαι; ποίᾳ δὲ δυνάμει τὸ ἐπιχειρηθὲν κατ‐ ώρθωσαν;

3

.

4

.

45

ἔστω γὰρ ἐπὶ τῆς οἰκείας γῆς καλινδουμένους ἀγροί‐ κους ἄνδρας πλανᾶν καὶ πλανᾶσθαι, καὶ μὴ ἐφ’ ἡσυχίας βάλλεσθαι τὸ πρᾶγμα· κηρύττειν δ’ εἰς πάντας τὸ τοῦ Ἰησοῦ ὄνομα, καὶ τὰς παραδόξους πράξεις αὐτοῦ κατά τε ἀγροὺς καὶ κατὰ πόλιν διδάσκειν,
5καὶ τοὺς μὲν αὐτῶν τὴν Ῥωμαίων ἀρχὴν καὶ αὐτήν τε τὴν βασιλι‐ κωτάτην πόλιν νείμασθαι, τοὺς δὲ τὴν Περσῶν, τοὺς δὲ τὴν Ἀρμε‐ νίων, ἑτέρους δὲ τὸ Πάρθων ἔθνος, καὶ αὖ πάλιν τὸ Σκυθῶν, τινὰς δὲ ἤδη καὶ ἐπ’ αὐτὰ τῆς οἰκουμένης ἐλθεῖν τὰ ἄκρα, ἐπί τε τὴν Ἰνδῶν φθάσαι χώραν, καὶ ἑτέρους ὑπὲρ τὸν Ὠκεανὸν παρελθεῖν ἐπὶ τὰς
10καλουμένας Βρεττανικὰς νήσους, ταῦτα οὐκ ἔτ’ ἔγωγε ἡγοῦμαι κατὰ ἄνθρωπον εἶναι, μή τί γε κατὰ εὐτελεῖς καὶ ἰδιώτας, πολλοῦ δεῖ κατὰ πλάνους καὶ γόητας.

3

.

4

.

46

Οἱ δὲ διδασκάλου φαύλου καὶ διαστροφέως πεπειραμένοι, καὶ τούτου τὴν ἔκβασιν τῆς τελευτῆς καθεωρακότες, ποίοις ἄρα λόγοις ἐχρήσαντο πρὸς ἀλλήλους εἰς τὸ σύμφωνα περὶ αὐτοῦ πλάσασθαι; ἐξ ἑνὸς γὰρ στόματος οἱ πάντες καὶ λεπρῶν καθάρσεις καὶ δαιμόνων
5ἀπελάσεις νεκρῶν τε ἀναβιώσεις πηρῶν τε ἀναβλέψεις καὶ μυρίας ἄλλας νοσούντων ἰάσεις πρὸς αὐτοῦ γενέσθαι ἐμαρτύρησαν, καὶ ἐπὶ πᾶσιν τὴν αὐτοῦ μετὰ τὸν θάνατον ἀναβίωσιν πρώτοις αὐτοῖς ἑωρα‐ μένην.

3

.

4

.

47

ταῦτα γὰρ μὴ γενόμενα μηδ’ ἀκουσθέντα πω κατὰ τοὺς αὐτῶν χρόνους πῶς ἐξ ἑνὸς στόματος ἐμαρτύρουν γεγονέναι, μέχρι καὶ θανάτου πιστούμενοι τὴν ὁμολογίαν; ἢ μή ποτε ἄρα συνελθόντες συνωμοσίαν τε κατὰ τὸ αὐτὸ πεποιημένοι συνθήκας ἔθεντο πρὸς
5ἀλλήλους πλάσασθαι καὶ καταψεύσασθαι τῶν μὴ γεγονότων;

3

.

4

.

48

καὶ ποίοις ἄρα πιθανὸν εἰπεῖν χρήσασθαι αὐτοὺς λόγοις ἐπὶ ταῖς συνθή‐ καις; ἢ μή ποτε τοῖς τοιοῖσδε· «Ἄνδρες φίλοι, τὸν μὲν δὴ χθὲς καὶ πρώην ἀπατεῶνα καὶ πλάνης
5διδάσκαλον ὑπ’ ὀφθαλμοῖς ἁπάντων ἡμῶν τὴν ἐσχάτην ὑπομείναντα τιμωρίαν, ὅστις ποτὲ ἦν, πάντων ἡμεῖς μάλιστα ἀκριβῶς ἴσμεν, οἷα μύσται τῶν ἀπορρήτων αὐτοῦ γεγενημένοι· σεμνὸς μέν τις τοῖς πολλοῖς ἐφαντάζετο, καί τι πλέον ἔχειν παρὰ τοὺς πολλοὺς ἐφρόνει, οὐδὲν δὲ μέγα οὐδὲ τῆς ἀναστάσεως ἄξιον ἐπήγετο, εἰ μή τις τὸ δο‐
10λερὸν καὶ ὕπουλον λέγοι τοῦ τρόπου, καὶ τὸ διάστροφα διδάξαι ἡμᾶς αὐτοὺς τόν τε δι’ ἀπάτης τῦφον·

3

.

4

.

49

ἀνθ’ ὧν, φέρε, δεξιὰς δόντες
ἀλλήλοις, ὁμοῦ πάντες συνθώμεθα περὶ αὐτοῦ σύμφωνον ἐξενεγκεῖν εἰς πάντας ἀνθρώπους πλάνην, καὶ λέγωμεν ἑωρακέναι αὐτὸν τυφλοῖς τὸ βλέπειν κεχαρισμένον, ὃ οὐδείς ποθ’ ἡμῶν ἱστόρησεν· καὶ κωφοῖς119
5τὴν ἀκοὴν παρασχεῖν, ὃ οὐδείς ποθ’ ἡμῶν ἤκουσεν· λεπρούς τε κα‐ θαρίσαι καὶ νεκροὺς ἐγεῖραι. καὶ συλλήβδην εἰπεῖν, ἃ μήτε εἴδομεν πρὸς αὐτοῦ πραχθέντα μήτε ἠκούσαμεν λεχθέντα, ταῦτα ὡς ἀληθῶς πεπραγμένα διατεινώμεθα.

3

.

4

.

50

ἀλλ’ ἐπεὶ καὶ ἡ ἐσχάτη αὐτοῦ τελευτὴ περιβόητον ἔσχεν καὶ διαφανῆ τὸν θάνατον, ὡς μὴ δύνασθαι αὐτὸν ἐπικρύψασθαι, ἀλλὰ καὶ τοῦτον ἡμεῖς ἀδιαστρέπτως ἐπιλυώμεθα, μαρ‐ τυροῦντες εὖ μάλα ἀναιδῶς, ὅτι δὴ πᾶσιν ἡμῖν μετὰ τὸ ἐκ νεκρῶν
5ἀναβιῶσαι συνεγένετο, ἑστίας τε καὶ τροφῆς συνήθους ἐκοινώνησεν.

3

.

4

.

51

φυλαττέσθω δ’ ἡμῖν πᾶσιν τὸ ἀναιδὲς καὶ ἀδιάτρεπτον, μενέτω δὲ ἡ ἔκστασις μέχρι θανάτου· τί γὰρ καὶ ἄτοπον ὑπὲρ τοῦ μηδενὸς ἀποθνῄσκειν; τί δὲ καὶ λυπεῖ μηδενὸς εὐλόγου χάριν μάστιγας καὶ βασάνους κατὰ τοῦ σώματος 〈φέρειν〉, εἰ δὲ δέοι καὶ δεσμωτηρίων πει‐
5ρᾶσθαι ἀτιμιῶν τε καὶ ὕβρεων ὑπὲρ οὐδενὸς ἀληθοῦς. καὶ τοῦθ’ ἡμῖν ἤδη μεμελετήσθω.»

3

.

5

.

52

«Ψευδώμεθα δὴ πάντες ὁμοῦ συμφώνως, καὶ πλαττώ‐ μεθα ἐπ’ οὐδενὸς ὠφελείᾳ, οὔθ’ ἡμῶν οὔτε τῶν ἀπατωμένων, οὐδὲ μὴν αὐτοῦ τοῦ τὰ ψευδῆ πρὸς ἡμῶν ἐκθειαζομένου.

3

.

5

.

53

τείνωμεν δὲ τὸ ψεῦδος μὴ ἐπὶ μόνους τοὺς ὁμοεθνεῖς, ἀλλὰ καὶ εἰς πάντας προελ‐ θόντες ἀνθρώπους, καὶ σύμπασαν τὴν οἰκουμένην καταπλήσωμεν τῶν περὶ αὐτοῦ συντιθεμένων. ἤδη δὲ ἐντεῦθεν νομοθετῶμεν πᾶσι τοῖς
5ἔθνεσιν ἀντίστροφα ταῖς ἐξ αἰῶνος παρ’ αὐτοῖς περὶ τῶν πατρῴων θεῶν δόξαις.

3

.

5

.

54

κελεύωμεν Ῥωμαίοις αὐτοῖς πρώτιστα πάντων μὴ σέβειν οὓς ἡγοῦντο θεοὺς οἱ προπάτορες, παρίωμεν δὲ καὶ ἐπὶ τὴν Ἑλλάδα, καὶ τοῖς τούτων σοφοῖς ἀντικηρύττωμεν, μηδ’ Αἰγυπτίους ἀνῶμεν, πολεμῶμεν δὲ καὶ τοὺς τούτων θεούς, μὴ τὰ Μωσέως πρό‐
5σθεν κατ’ αὐτῶν γενόμενα ἀνατεινόμενοι, τὸν δὲ τοῦ ἡμετέρου δι‐ δασκάλου θάνατον ὥσπερ τι φόβητρον αὐτοῖς ἀντιτάττοντες, καὶ τὴν ἀπ’ αἰῶνος ἐξ αὐτῶν εἰς πάντας ἀνθρώπους προελθοῦσαν περὶ θεῶν φήμην μὴ ῥηματίοις καὶ λόγοις δυνάμει δὲ τοῦ σταυρωθέντος διδα‐ σκάλου καταλύωμεν,

3

.

5

.

55

ἀπίωμεν καὶ ἐπὶ τὴν ἄλλην βάρβαρον γῆν, καὶ τὰ παρὰ τοῖς πᾶσιν ἀνατρέπωμεν. προθυμίας δὲ μηδεὶς ἡμῶν λει‐ πέσθω».

3

.

5

.

56

«Οὔτε γὰρ μικρὸς ὁ ἆθλος τῶν τολμωμένων, ἐπεὶ μὴ τὰ τυ‐
χόντα βραβεῖα ἡμᾶς ἐκδέξεται, ἀλλ’ αἱ ἀπὸ τῶν παρ’ ἑκάστοις, ὡς εἰκός, νόμων τιμωρίαι, δεσμὰ δηλαδὴ καὶ βάσανοι καὶ φυλακαί, πῦρ τε καὶ σίδηρος, καὶ σταυροὶ καὶ θῆρες, ὧν μάλιστα προθυμητέον καὶ120
5τοῖς κακοῖς ὁμόσε χωρητέον, ὑπόδειγμα τὸν διδάσκαλον κεκτημένοις.

3

.

5

.

57

τί γὰρ τούτων γένοιτ’ ἂν κάλλιον ἐχθροὺς καὶ θεοῖς καὶ ἀνθρώ‐ ποις ἐπ’ οὐδενὶ λόγῳ καταστῆναι, καὶ μή ποτε ἡδέος ἀπολαῦσαί τινος, μήτε τῶν φιλτάτων ὄνασθαι, μήτε χρημάτων τυχεῖν, μήτε τινὸς ἀγαθοῦ τὸ παράπαν ἐλπίδα κτήσασθαι, εἰκῆ δὲ καὶ μάτην πλανᾶσθαι
5καὶ πλανᾶν; τοῦτο γὰρ ἦν τὸ συμφέρον καὶ τὸ φέρεσθαι ἐξ ἐναντίας πᾶσι τοῖς ἔθνεσιν καὶ τὸ θεοῖς μὲν τοῖς ἐξ αἰῶνος παρὰ πᾶσιν ὡμο‐ λογημένοις πολεμεῖν, τὸν δ’ ὑπ’ ὀφθαλμοῖς ἡμῶν ἀποθανόντα διδάσκα‐ λον θεὸν εἶναι καὶ θεοῦ παῖδα κηρύττειν, ὑπὲρ οὗ καὶ αὐτοὺς θνῄσκειν ἑτοίμους εἶναι, μηδὲν ἀληθὲς παρ’ αὐτοῦ μηδ’ ὠφέλιμον μεμαθηκότας.

3

.

5

.

58

ταύτῃ δ’ οὖν καὶ μᾶλλον τιμητέον αὐτόν, εἰ μηδὲν ἡμᾶς ὤνησεν, πάντα τε ἐπὶ τῷ δοξάσαι αὐτοῦ τὴν προσηγορίαν ποιητέον, καὶ πά‐ σας ὕβρεις καὶ τιμωρίας ὑπομενετέον, πάντα τε τρόπον ἀναδεκτέον θανάτου ὑπὲρ μηδενὸς ἀληθοῦς. κακὸν γὰρ ἴσως ἀλήθεια, τὸ δὲ
5ψεῦδος ἔχει τοῦ κακοῦ τὸ ἐναντίον.

3

.

5

.

59

διὸ λέγωμεν, ὅτι καὶ νεκροὺς ἤγειρεν, καὶ λεπροὺς ἐκαθάρισεν, καὶ δαίμονας ἤλασεν, καὶ τῶν ἄλλων παραδόξων ἔργων γέγονεν ποιητής, μηδὲν μὲν τοιοῦτον αὐτῷ συν‐ εγνωκότες, ἑαυτοῖς δὲ τὰ πάντα πλαττόμενοι καὶ πλανῶντες μὲν
5οὓς δυνατόν· εἰ δὲ μὴ πείθοιτό τις, ἀλλ’ αὐτοί γε ὑπὲρ ὧν συντεθεί‐ μεθα τἀπίχειρα τῆς πλάνης καθ’ ἑαυτῶν ἐφελκόμενοι.»

3

.

5

.

60

Ἆρά σοι πιθανὰ ταῦτα ἢ καὶ ἀληθοῦς ἐχόμενα λόγου τὰ τοιαῦτα εἶναι δοκεῖ; καὶ πείσειέ τις 〈ἂν〉 ἑαυτόν, ὡς τοιαῦτα πλασάμενοι καὶ συνθέμενοι ἀλλήλοις εὐτελεῖς ἄνδρες καὶ ἰδιῶται παρῄεσαν ἐπὶ τὴν Ῥωμαίων ἀρχήν, ἢ ὡς ἀνθρωπεία φύσις τὸ φιλόζωον οἰκεῖον κεκτη‐
5μένη δύναιτ’ ἄν ποθ’ ὑπὲρ τοῦ μηδενὸς αὐθαίρετον ὑπομεῖναι τελευ‐ τήν, 〈ἢ〉 ὡς οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ εἰς τοσαύτην ὑπερβολὴν ἐκπληξίας ἤλασαν, ὡς μηδὲν μὲν ὑπ’ αὐτοῦ παράδοξον πραχθὲν ἑωρα‐ κέναι, αὐτοὺς δ’ ἐκ συνθήματος ὁμοῦ πάντα τὰ τοιαῦτα πεπλάσθαι, ἔπειτα ῥημάτια περὶ αὐτοῦ ψευδῆ συν〈τ〉αξαμένους ὑπὲρ τούτων θνῄ‐
10σκειν ὑπομένειν ἑτοίμως ἔχειν; ἀλλὰ τί φῄς; μὴ προσδοκῆσαι αὐτοὺς μηδὲ ἐλπίσαι δεινόν τι πείσεσθαι ἐκ τῆς περὶ τοῦ Ἰησοῦ μαρτυρίας, διὸ καὶ ἀδεῶς ἐπὶ τὸ περὶ αὐτοῦ κήρυγμα προελθεῖν; ἀλλ’ οὐκ εἰκὸς
ἦν ἀπελπίσαι τὰ πάντα ὑπ〈ὲρ〉 αὐτοῦ πείσεσθαι, τοὺς Ῥωμαίοις ὁμοῦ καὶ Ἕλλησι καὶ βαρβάροις θεῶν ἀνατροπὴν εἰσηγησαμένους.121

3

.

5

.

61

ἡ δέ γε περὶ αὐτῶν ἱστορία σαφῶς δείκνυσιν, ὡς μετὰ τὴν τοῦ διδασκάλου τελευτὴν ἐπίβουλοί τινες συλλαβόντες αὐτοὺς πρῶτα μὲν παρέδωκαν φυλακῇ, ἔπειτα δὲ ἀπέλυσαν παραγγείλαντες μηδενὶ λαλεῖν ἐπὶ τῷ
5ὀνόματι τοῦ Ἰησοῦ· γνόντες δὲ αὐτοὺς μετὰ ταῦτα δημοσίᾳ τῷ πλήθει τὰ περὶ αὐτοῦ διαλεγομένους, ἀναρπάσαντες ἐμάστιζον, ἐπιτιμῶντες ἐπὶ τῇ διδασκαλίᾳ,

3

.

5

.

62

ὅτε ἀποκριθεὶς αὖθις αὐτοῖς ὁ Πέτρος εἶπεν· «πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις». μετὰ δὲ ταῦτα λίθοις βληθεὶς ἀναιρεῖται Στέφανος, ἐπὶ τοῦ Ἰουδαίων πλήθους παρρησια‐ σάμενος, καὶ διωγμὸς οὐχ ὁ τυχὼν ἐπανίσταται τοῖς πρεσβεύουσι τὸ
5τοῦ Ἰησοῦ ὄνομα.

3

.

5

.

63

καὶ πάλιν ἄλλοτε Ἡρώδης ὁ τῶν Ἰουδαίων βασιλεὺς «ἀνεῖλεν τὸν Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ», τόν τε Πέτρον ὁ αὐτὸς δεσμοῖς περιέβαλεν, ὡς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων γέγραπται. καὶ τούτων ταῦτα πεπονθότων, οἱ λοιποὶ
5μαθηταί, ἀπρὶξ ἐχόμενοι τοῦ Ἰησοῦ, παρέμενον ἔτι μᾶλλον εἰς πάντας αὐτόν τε καὶ τὰς παραδοξοποιίας αὐτοῦ καταγγέλλοντες.

3

.

5

.

64

ἐπὶ τού‐ τοις Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου, ὃν οἱ πάλαι τὰ Ἱεροσόλυμα οἰ‐ κοῦντες ἐκάλουν δίκαιον διὰ τὰ τῆς ἀρετῆς πλεονεκτήματα, ἐρωτη‐ θεὶς πρὸς τῶν ἀρχιερέων καὶ διδασκάλων τοῦ Ἰουδαίων ἔθνους, τίνα
5περὶ τοῦ Χριστοῦ ἔχοι δόξαν, κἄπειτα ἀποκρινάμενος ὅτι υἱὸς θεοῦ εἴ〈η〉, λίθοις καὶ αὐτὸς πρὸς αὐτῶν βάλλεται.

3

.

5

.

65

καὶ Πέτρος δὲ ἐπὶ Ῥώμης κατὰ κεφαλῆς σταυροῦται, Παῦλός τε ἀποτέμνεται, Ἰωάννης τε νήσῳ παραδίδοται. καὶ τούτων ταῦτα παθόντων οὐδεὶς τῶν λοιπῶν ἐξέστη τῆς προθέσεως, δι’ εὐχῆς δὲ τιθέμενοι καὶ αὐτοὶ τῶν
5ἴσων τοῖς προειρημένοις τῆς εἰς τὸ θεῖον εὐσεβείας ἕνεκα τυχεῖν, ἔτι μᾶλλον τῷ Ἰησοῦ καὶ τοῖς παραδόξοις ἔργοις αὐτοῦ μετὰ παρρησίας ἐμαρτύρουν.

3

.

5

.

66

Καὶ μήν, εἴπερ ψεύσματα ἦν κατὰ συνθήκην αὐτοῖς πεπλασμένα, θαυμάζειν ἄξιον ὅπως τοσοῦτο πλῆθος τὴν συμφωνίαν ἐπὶ τοῖς πλάσμασιν καὶ μέχρι θανάτου διεφύλαξεν, οὐδείς τε αὐτῶν πώποτε, τὰ συμβάντα τοῖς προανῃρημένοις τρέσας, ἐξέστη τῆς ἑταιρίας, οὐδ’
5ἀντεκήρυξε τοῖς ἄλλοις εἰς φῶς ἀγαγὼν τὰ συντεθειμένα, ἀλλὰ καὶ ὁ ζῶντα προδοῦναι τολμήσας αὐτὸν αὐτοχειρίᾳ καθ’ ἑαυτοῦ παρα‐ χρῆμα τὴν δίκην ἐπεσπάσατο.122

3

.

5

.

67

κἀκεῖνο δὲ πῶς οὐ μεστὸν ἐκπλή‐ ξεως, τὸ πλάνους ἄνδρας καὶ ἰδιώτας, μήτε λαλεῖν μήτε ἀκούειν πλέον τῆς πατρίου φωνῆς ἐπισταμένους, μὴ μόνον διανοηθῆναι τολμῆσαι προελθεῖν ἐπὶ τὴν τῶν ἐθνῶν ἁπάντων περίοδον, ἀλλὰ καὶ προελ‐
5θόντας κατορθῶσαι τὸ ἐπιτήδευμα; σκέψαι δὲ ὁποῖόν ἐστιν καὶ τὸ μηδένα μηδαμοῦ διάφωνον ἐξενεγκεῖν περὶ τῶν πράξεων τοῦ Ἰησοῦ λόγον.

3

.

5

.

68

εἰ γὰρ ἐπὶ πάντων ἀμφιγνοουμένων πραγμάτων ἔν τε τοῖς κατὰ νόμους δικαστηρίοις καὶ ἐν ταῖς κοιναῖς ἀμφισβητήσεσιν τῶν μαρτύρων συμφωνία κυροῖ τὸ ἀμφιγνοούμενον («ἐπὶ στόματος» δ’ οὖν «δύο καὶ τριῶν μαρτύρων συνίσταται πᾶν ῥῆμα»), πῶς οὐκ ἂν ἡ ἀλή‐
5θεια καὶ ἐπὶ τῶνδε συσταίη, δώδεκα μὲν ὄντων ἀποστόλων, ἑβδομή‐ κοντα δὲ μαθητῶν, μυρίου τε πλήθους τούτων ἐκτός, πάντων θαυ‐ μαστὴν συμφωνίαν ἐπιδεδειγμένων καὶ μαρτυρησάντων γε τοῖς ὑπὸ τοῦ Ἰησοῦ πεπραγμένοις, οὐκ ἀνιδρωτί, διὰ δὲ βασάνων ὑπομονῆς καὶ πάσης αἰκίας καὶ θανάτου, καὶ ἐπὶ πᾶσιν ὑπὸ τοῦ θεοῦ μαρτυρη‐
10θέντων, ὃς τὸν ὑπ’ αὐτῶν καταγγελθέντα λόγον ἔτι καὶ νῦν καὶ εἰς ὅλον τὸν αἰῶνα κρατύνει;

3

.

5

.

69

Ταῦτα μὲν οὖν, ἀρχῆς ἀτόπου κατὰ συγχώρησιν δοθείσης, γε‐ γυμνάσθω. τὸ γὰρ τοῖς ἐγγράφοις τἀναντία ὑπολαβεῖν, καὶ φάναι τὸν Ἰησοῦν διδάσκαλον γεγονέναι μὴ σωφρόνων λόγων, ἀδικίας δὲ καὶ πλεονεξίας καὶ πάσης ἀκολασίας, τούς τε μαθητὰς αὐτοῦ τοι‐
5αῦτα παρ’ αὐτοῦ δεδιδαγμένους παντορέκτας γεγονέναι καὶ παμπονή‐ ρους τῶν πώποτε ἀνθρώπων, καθ’ ὑπόθεσιν ἡμῖν συνεχωρεῖτο, ὅπερ ἦν παντὸς ἀτοπώτατον· ὅμοιον ὡς εἰ καὶ Μωσέως ἐν τοῖς νόμοις λέγοντος «οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρή‐ σεις», συκοφαντῶν αὐτὸν διέβαλλέ τις λέγων εἰρωνείᾳ ταῦτα φάναι
10καὶ προσποιήσει·

3

.

5

.

70

βούλεσθαι μὲν γὰρ τοὺς ὑπηκόους καὶ φονεύειν καὶ μοιχεύειν καὶ τἀναντία πράττειν οἷς νομοθετεῖν προσποιεῖται, σχηματίζεσθαι δὲ καὶ καθυποκρίνεσθαι τὸν σεμνὸν βίον. ταύτῃ γὰρ καὶ τὰς τῶν παρ’ Ἕλλησι φιλοσόφων ὑποθήκας διαβάλλοι ἄν τις
5τόν τε καρτερικὸν βίον καὶ τοὺς λόγους αὐτῶν πάντας, φάσκων ἐναντίως μὲν τοῖς ἀναγεγραμμένοις διατεθεῖσθαι αὐτοὺς καὶ ἀναβε‐
βιωκέναι, προσπεποιῆσθαι δὲ καθ’ ὑπόκρισιν τὸν φιλόσοφον ἑλεῖν βίον.123

3

.

5

.

71

οὕτως δέ τις καὶ πάσας ἁπλῶς εἰπεῖν τὰς τῶν παλαιῶν διαβάλλοι ἂν ἱστορίας, ἀθετῶν τὴν ἐν αὐταῖς ἀλήθειαν, καὶ εἰς τοὐ‐ ναντίον τὰ δηλούμενα παρεκδεχόμενος.

3

.

5

.

72

ἀλλ’ ὡς οὐκ ἄν τις ὀκνή‐ σειεν τῶν εὖ φρονούντων μαίνεσθαι τὸν τοιοῦτον ἀποφήνασθαι, οὕτω καὶ ἐπὶ τῶν τοῦ σωτῆρος λόγων τε καὶ μαθημάτων, εἴ τις τἀληθὲς διαστρέφων τὴν ἐναντίαν οἷς ἐδίδασκεν περιβάλλειν αὐτῷ
5δόξαν πειρῷτο.

3

.

5

.

73

πλὴν ἀλλ’ ἐδόθη καὶ τοῦτο ὡς ἐν ὑποθέσει, ὅπως καὶ ἐκ περιουσίας καὶ ἐν ἀτόπῳ συγχωρήσει τὸ ἀσύστατον τοῦ δι’ ἐναντίας λόγου φανῇ.

3

.

5

.

74

Ἐληλεγμένου δῆτα τούτου, φέρε ἀναδραμόντες ἐπὶ τὴν τῶν ἱερῶν γραφῶν ἀλήθειαν, τὸ ἦθος τῶν τοῦ Ἰησοῦ μαθητῶν θεασώ‐ μεθα. αὐτόθεν μὲν οὖν ἄν τις εὖ φρονῶν πῶς οὐ πάσης ἀποδοχῆς αὐτοὺς ἀξίους κρίνειεν, ἄνδρας μὲν εὐτελεῖς ὁμολογουμένως καὶ τὸν
5λόγον ἰδιώτας, εὐσεβοῦς δὲ καὶ φιλοσόφου διδασκαλίας εἰς ἔρωτα συμβεβηκότας, καὶ στέρξαντας βίον καρτερικὸν καὶ ἐπίπονον, διὰ νη‐ στειῶν, οἴνου τε καὶ κρεῶν ἀποχῆς, καὶ πλείστης ἄλλης ταπεινώσεως τοῦ σώματος, διά τε εὐχῶν καὶ ἱκετηριῶν τῶν πρὸς τὸν θεόν, καὶ πολὺ πρότερον δι’ ἄκρας σωφροσύνης καὶ ἁγνείας σώματος ὁμοῦ καὶ
10ψυχῆς κατορθούμενον.

3

.

5

.

75

τίς δ’ οὖν οὐκ ἂν αὐτοὺς θαυμάσειεν δι’ ὑπερβολὴν φιλοσοφίας καὶ ταῖς κατὰ νόμον συγκεχωρημέναις γαμεταῖς ἀποτεταγμένους, καὶ μήθ’ ὑπὸ τῆς φυσικῆς ἡδονῆς καθελκυσθέντας, μήτε παίδων καὶ ἐγγόνων ἐπιθυμίᾳ δουλωθέντας, ἐπεὶ μηδὲ θνητῶν
5ἐγγόνων ἀλλ’ ἀθανάτων ὠρέχθησαν;

3

.

5

.

76

τὸ δὲ ἀφιλοχρήματον αὐτῶν τοῦ τρόπου πῶς οὐκ ἄν τις ἐκπλαγείη; καὶ τοῦτο τεκμηράμενος ἐκ τοῦ μὴ φεύγειν ἀλλ’ ἀσπάσασθαι διδάσκαλον χρυσοῦ καὶ ἀργύρου τὴν κτῆσιν ἀπαγορεύοντα καὶ νομοθετοῦντα μηδὲ μέχρι δευτέρου
5χιτῶνος αὔξειν τὴν ὕπαρξιν· ὅπερ τάχα τις ἀκούσας παρῄτητο ἂν τὸ βαρὺ τοῦ προστάγματος, οἱ δὲ καὶ ἔργον πεποιηκότες τὸν λόγον ἀποδείκνυνται. αἰτήσαντος γοῦν ποτε τοὺς ἀμφὶ τὸν Πέτρον χωλοῦ τινος (οὗτος δ’ ἦν τῶν δι’ ἐσχάτην ἀπορίαν τὰς τροφὰς μεταιτούν‐ των), οὐκ ἔχων ὁ Πέτρος ὅ τι δῷ, ὡμολόγει πάσης ὑπάρξεως χρυσίου
10καὶ ἀργυρίου καθαρεύειν, φήσας· «ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει».

3

.

5

.

77

σκυθρωπὰ δὲ αὐτοῖς προαγγέλ〈λ〉οντος τοῦ διδασκάλου, προσέχοντες δι’ ὧν πρὸς αὐτοὺς ἔλεγεν «ἐν τῷ κόσμῳ θλίψιν ἔχετε» καὶ πάλιν «κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται», πῶς οὐκ αὐτοὶ μὲν δῆλοι τὸν τρόπον, ὅτι δὴ στερροί
124
5τινες καὶ βαθεῖς ὑπῆρχον, μὴ φεύγοντες τὰ τῆς ψυχῆς γυμνάσια μηδὲ τὰ πρὸς ἡδονὴν μεταδιώκοντες· καὶ ὁ διδάσκαλος δέ, ὅτι μὴ δι’ ἀπά‐ της θέλγων αὐτοὺς καὶ τὰ οἰκεῖα προϊσχόμενος ἐξῳκειοῦτο, ἐλευθέρῳ δὲ καὶ ἀληθεῖ λόγῳ τὰ συμβησόμενα θεσπίζων, τὴν αἵρεσιν τῆς κατ’ αὐτὸν πολιτείας εἰς αὐτοὺς ἐνετίθετο. τοιαῦτα δὲ ἦν καὶ τὰ περὶ
10τῶν μελλόντων διὰ τὸ ὄνομα αὐτοῦ συμβήσεσθαι αὐτοῖς, ἐν οἷς προ‐ λέγων ἐμαρτύρατο, ὅτι καὶ ἐπὶ ἡγεμόνας ἀχθήσονται, καὶ μέχρι βα‐ σιλέων φθάσουσιν, καὶ παντοίας ὑπομενοῦσι τιμωρίας, δι’ οὐδὲν μὲν φαῦλον οὐδὲ δι’ ἑτέραν εὔλογον αἰτίαν, αὐτὸ δὲ τοῦτο ὅλον διὰ τὸ ὄνομα αὐτοῦ.

3

.

5

.

78

ὃ καὶ εἰσέτι δεῦρο θεωροῦντας ἐνεργούμενον ... καταπλαγῆναι τὴν πρόρρησιν· ἡ γὰρ τοῦ Ἰησοῦ ὀνόματος ὁμολογία τοὺς θυμοὺς εἴωθεν ἐκκαίειν τῶν ἀρχόντων.

3

.

5

.

79

κἂν μηδὲν γὰρ φαῦλον ᾖ πεπραγμένον τῷ τὸν Χριστὸν ὁμολογοῦντι, κολάζουσιν ὅμως αἰ‐ κιζόμενοι διὰ τὸ ὄνομα αὐτοῦ ὡς πάντων ἀνοσιουργῶν χαλεπω‐ τέρους· εἰ δ’ ἐξομόσαιτό τις τὴν προσηγορίαν καὶ ἀρνηθείη μὴ εἶναι
5τῶν Χριστοῦ μαθητῶν, ἀφεῖται παραχρῆμα ἐλεύθερος, κἂν μυρίοις ἔνοχος ἁλίσκηται πλημμελήμασιν.

3

.

5

.

80

καὶ τί με 〈χρὴ〉 μυρία συναγα‐ γεῖν τὸ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν διαγράφειν ἦθος πειρώ‐ μενον, ἀρκούντων καὶ τῶν εἰρημένων εἰς ἀπόδειξιν τοῦ προκειμένου; οἷς ἔτι ταῦτα προσθεὶς ἐπὶ τὸ ἕτερον στῖφος τῶν συκοφαντῶν μετα‐
5βήσομαι.

3

.

5

.

81

Ματθαῖος 〈ὁ〉 ἀπόστολος τὸν πρότερον βίον οὐκ ἀπὸ σεμνῆς δια‐ τριβῆς ὡρμᾶτο, ἐκ δὲ τῶν ἀμφὶ τὰς τελωνείας καὶ πλεονεξίας σχολα‐ ζόντων. τοῦτο οὐδεὶς τῶν 〈λοιπῶν〉 εὐαγγελιστῶν ἐδήλωσεν, οὐχ ὁ
συναπόστολος αὐτοῦ Ἰωάννης, οὐδέ γε Λουκᾶς, οὐδὲ Μάρκος, αὐτὸς δὲ125
5Ματθαῖος τὸν ἑαυτοῦ στηλιτεύων βίον, καὶ κατήγορος αὐτὸς ἑαυτοῦ γιγνόμενος.

3

.

5

.

82

ἐπάκουσον γοῦν ὅπως διαρρήδην ἐπ’ ὀνόματος αὐτοῦ μέμνηται ἐν τῷ πρὸς αὐτοῦ γραφέντι εὐαγγελίῳ ... τὸν τρόπον· «καὶ παράγων ἐκεῖθεν ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώ‐ νιον, Ματθαῖον ὀνόματι, καὶ εἶπεν αὐτῷ, ἀκολούθει μοι· καὶ ἀναστὰς
5ἠκολούθησεν αὐτῷ. καὶ ἐγένετο ἀνακειμένου αὐτοῦ ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ». καὶ πάλιν προϊὼν ἑξῆς τόν τε κατάλογον τῶν μαθητῶν ἐξαριθμούμενος, αὐτὸς ἑαυτῷ τὸ τοῦ τελώνου ὄνομα προσ‐ τίθησιν.

3

.

5

.

83

λέγει δ’ οὖν· «τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελ‐ φὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης».

3

.

5

.

84

Οὕτως μὲν ὁ Ματθαῖος δι’ ὑπερβολὴν ἐπιεικείας τὸ φιλάληθες ὑποφαίνων τοῦ ἰδίου τρόπου καὶ τελώνην ἑαυτὸν ἀπεκάλει, μὴ ἐπι‐ κρύπτων τὸν πρότερον ἑαυτοῦ βίον καὶ τοῦ συζύγου δεύτερον ἑαυτὸν κατέλεγεν.

3

.

5

.

85

συνεζευγμένος γοῦν τῷ Θωμᾷ, ὡς Πέτρος Ἀνδρέᾳ, καὶ Ἰάκωβος τῷ Ἰωάννῃ, καὶ Φίλιππος Βαρθολομαίῳ, προτάττει ἑαυτοῦ τὸν Θωμᾶν, προτιμῶν ὡς κρείττονα τὸν συναπόστολον, τῶν λοιπῶν εὐαγγελιστῶν τοὐναντίον πεποιηκότων. ἄκουε γοῦν Λουκᾶ, πῶς τοῦ
5Ματθαίου μνημονεύσας οὐ τελώνην ὀνομάζει, οὐδ’ ὑποτάττει τῷ Θωμᾷ, κρείττονα δὲ αὐτὸν εἰδὼς πρῶτον αὐτὸν κατέλεξεν, δεύτερον τὸν Θωμᾶν ἐπαγαγών,

3

.

5

.

86

ὥσπερ καὶ ὁ Μάρκος πεποίηκεν. ἔχουσιν δὲ αὐτοῦ αἱ λέξεις οὕτως· «καὶ ὅτε ἡμέρα ἐγένετο, ἐφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἐξ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστό‐ λους ὠνόμασεν, Σίμωνα, ὃν καὶ ἐκάλεσεν Πέτρον, καὶ Ἀνδρέαν τὸν
5ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην καὶ Φίλιππον καὶ Βαρθολο‐ μαῖον καὶ Ματθαῖον καὶ Θωμᾶν».

3

.

5

.

87

οὕτως μὲν τὸν Ματθαῖον ὁ Λουκᾶς ἐτίμησεν, καθ’ ἃ παρέδωκαν αὐτῷ «οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου». Καὶ τὸν Ἰωάννην δὲ ὅμοιον εὕροις ἂν τῷ Ματθαίῳ·

3

.

5

.

88

ἐν μὲν
γὰρ ταῖς ἐπιστολαῖς αὐτοῦ οὐδὲ μνήμην τῆς οἰκείας προσηγορίας ποιεῖται, ἢ πρεσβύτερον ἑαυτὸν ὀνομάζει, οὐδαμοῦ δὲ ἀπόστολον οὐδ’ εὐαγγελιστήν· ἐν δὲ τῷ εὐαγγελίῳ ἐπισημηνάμενος «ὃν ἠγάπα ὁ Ἰησοῦς»126
5οὐκ ἐδήλωσεν ὀνομαστὶ ἑαυτόν. Ὅ γε μὴν Πέτρος οὐδὲ καθῆκεν ἐπὶ εὐαγγελίου γραφὴν δι’ εὐ‐ λαβείας ὑπερβολήν.

3

.

5

.

89

τούτου Μάρκος γνώριμος καὶ φοιτητὴς γεγο‐ νὼς ἀπομνημονεῦσαι λέγεται τὰς τοῦ Πέτρου περὶ τῶν πράξεων τοῦ Ἰησοῦ διαλέξεις· ὃς ἐλθὼν ἐπ’ ἐκεῖνα τῆς ἱστορίας, ἐν οἷς ὁ Ἰησοῦς ἐρωτήσας, τίνα φασὶν αὐτὸν οἱ ἄνθρωποι, καὶ αὐτοὶ δὲ οἱ αὐτοῦ
5μαθηταὶ τίνα δόξαν ἔχοιεν περὶ αὐτοῦ, ὑπακούσαντος τοῦ Πέτρου, ὡς περὶ Χριστοῦ, οὐδὲν ἀποκρινάμενον τὸν Ἰησοῦν οὐδὲ λέγοντα αὐτῷ γράφει, ἀλλ’ ὅτι «ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ».

3

.

5

.

90

οὐ γὰρ παρῆν ὁ Μάρκος τοῖς ὑπὸ τοῦ Ἰησοῦ λεχθεῖσιν, ἀλλ’ οὐδὲ Πέτρος τὰ πρὸς αὐτὸν καὶ περὶ αὐτοῦ λεχθέντα τῷ Ἰησοῦ ἐδικαίου δι’ οἰκείας προφέρειν μαρτυρίας. τίνα δὲ ἦν τὰ πρὸς αὐτὸν λεχθέντα Ματθαῖος δηλοῖ διὰ τούτων· «ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;
5ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν, σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ, μακάριος εἶ Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ’ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. καὶ ἐγώ σοι λέγω, σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτην τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύ‐
10σουσιν αὐτῆς, καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὅσα ἂν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς, καὶ ὅσα ἂν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς».

3

.

5

.

91

το‐ σούτων εἰρημένων τῷ Πέτρῳ ὑπὸ τοῦ Ἰησοῦ, ὁ Μάρκος μηδενὸς τού‐ των μνημονεύσας, ὅτι μηδ’ ὁ Πέτρος ταῦθ’ ὡς εἰκὸς ἐν ταῖς αὐτοῦ διδασκαλίαις ἐξηγόρευσεν, ὅρα τί φησίν· ἐρωτήσαντος τοῦ Ἰησοῦ,
5«ἀποκριθεὶς ὁ Πέτρος λέγει, σὺ εἶ ὁ Χριστός. καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ».

3

.

5

.

92

ταῦτα μὲν οὖν ὁ Πέτρος εἰκότως παρασιωπᾶσθαι ἠξίου· διὸ καὶ Μάρκος αὐτὰ παρέλιπεν. τὰ δὲ κατὰ τὴν ἄρνησιν αὐτοῦ εἰς πάντας ἐκήρυξεν ἀνθρώπους, ἐπεὶ καὶ ἔκλαυσεν ἐπ’ αὐτῇ πικρῶς.

3

.

5

.

93

εὕροις δ’ οὖν τὸν Μάρκον ἱστοροῦντα περὶ αὐτοῦ τάδε· «καὶ ὄντος τοῦ Πέτρου ἐν τῇ αὐλῇ ἔρχεται πρὸς αὐτὸν μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, καὶ ἰδοῦσα αὐτὸν θερμαινόμενον.
ἐμβλέψασα αὐτῷ λέγει, καὶ σὺ μετὰ Ἰησοῦ τοῦ Ναζωραίου ἦς. ὁ δὲ127
5ἠρνήσατο λέγων· οὔτε οἶδα οὔτε ἐπίσταμαι τί σὺ λέγεις. καὶ ἐξῆλθεν εἰς τὴν ἔξω πρόαυλιν, καὶ ἀλέκτωρ ἐφώνησεν. πάλιν δὲ ἰδοῦσα αὐτὸν ἡ παιδίσκη ἤρξατο λέγειν τοῖς παρεστῶσιν· οὗτος ἐξ αὐτῶν ἐστιν.

3

.

5

.

94

ὁ δὲ πάλιν ἠρνήσατο. καὶ μετὰ μικρὸν πάλιν 〈οἱ〉 παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ. ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύειν, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον, ὃν
5λέγετε· καὶ εὐθέως ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν».

3

.

5

.

95

Μάρκος μὲν ταῦτα γράφει, Πέτρος δὲ ταῦτα περὶ ἑαυτοῦ μαρτυρεῖ· πάντα γὰρ τὰ παρὰ Μάρκῳ τῶν Πέτρου διαλέξεων εἶναι λέγεται ἀπομνημονεύματα. οἱ δὴ οὖν τὰ μὲν δόξαντα αὐτοῖς ἀγαθὴν φέρειν φήμην παραιτού‐
5μενοι, τὰς δὲ καθ’ ἑαυτῶν διαβολὰς εἰς ἄληστον αἰῶνα καταγρά‐ φοντες, καὶ τῶν πλημμεληθέντων αὐτοῖς τὰς κατηγορίας, ἃς οὐκ ἄν τις ἔγνω τῶν μετὰ ταῦτα εἰ μὴ διὰ τῆς αὐτῶν ἔμαθεν φωνῆς, καθ’ ἑαυτῶν στηλιτεύοντες, πῶς οὐ φιλαυτίας μὲν ἁπάσης καὶ ψευδολογίας ἐκτὸς γεγονέναι ἐνδίκως ἂν ὁμολογοῖντο, φιλαλήθους δὲ διαθέσεως
10σαφῆ καὶ ἐναργῆ τεκμήρια παρεσχηκέναι;

3

.

5

.

96

Οἱ δέ γε τοὺς τοιούσδε πεπλάσθαι καὶ κατεψεῦσθαι νομίζοντες, καὶ οἷα πλάνους βλασφημεῖν πειρώμενοι, πῶς οὐκ ἂν γένοιντο κατα‐ γέλαστοι, φίλοι μὲν φθόνου καὶ βασκανίας, ἐχθροὶ δὲ αὐτῆς ἀληθείας ἁλισκόμενοι, οἵ γε τοὺς οὕτως ἀπανούργους, καὶ ἄπλαστον ὡς ἀληθῶς
5καὶ ἀκέραιον ἦθος διὰ τῶν οἰκείων λόγων ἐπιδεδειγμένους, πανούρ‐ γους τινὰς καὶ δεινοὺς ὑποτίθενται σοφιστάς, ὡς τὰ μὴ ὄντα πλασα‐ μένους, καὶ τῷ οἰκείῳ διδασκάλῳ τὰ μὴ πρὸς αὐτοῦ πραχθέντα κεχαρισμένως ἀναθέντας; ὡς εὖ μοι δοκεῖ εἰρῆσθαι, πάντα χρὴ πιστεύειν τοῖς τοῦ Ἰησοῦ μαθηταῖς, ἢ μή· καὶ εἰ μόνοις τούτοις τοῖς
10ἀνδράσιν ἀπιστητέον, καὶ τοῖς πᾶσιν, οἵτινες ποτ’ ἄρα παρ’ Ἕλλησιν ἢ παρὰ βαρβάροις βίους καὶ λόγους καὶ ἀπομνημονεύματα τῶν κατὰ χρόνους ἐπί τισιν ἀγαθοῖς κατορθώμασι βοηθέντων συνεγράψαντο. ἢ τοῖς μὲν ἄλλοις πιστεύειν εὔλογον, μόνοις δὲ τούτοις ἀπιστεῖν;

3

.

5

.

97

καὶ πῶς οὐκ ἐμφανὴς ὁ φθόνος; Τί δέ; οἱ καταψευδόμενοι τοῦ διδασκάλου καὶ τὰ μὴ γεγονότα τῇ αὐτῶν παραδιδόντες γραφῇ, ἆρα καὶ τὰ πάθη κατεψεύσαντο αὐ‐
5τοῦ; τὴν ἑνὸς λέγω μαθητοῦ προδοσίαν, καὶ τὴν τῶν συκοφαντῶν κατηγορίαν, χλεύας τε καὶ διασυρμοὺς δικαστῶν, τάς τε ὕβρεις καὶ τὰς πληγὰς τὰς κατὰ προσώπου, μάστιγάς τε κατὰ νώτου, καὶ τὸν
ἐξ ἀκανθῶν στέφανον ἐπ’ ἀτιμίᾳ περιτιθέμενον αὐτῷ, φοινικοῦν τε χιτῶνα ἐν χλαμύδος σχήματι περιβληθέντα, καὶ τέλος αὐτὸν αὐτὸ τὸ128
10τοῦ σταυροῦ τρόπαιον ἐπικομίζοντα, ἐν τούτῳ τε πηγνύμενον καὶ χεῖρας καὶ πόδας καταπειρόμενον, ὄξει τε ποτιζόμενον, καὶ παιόμενον κατὰ κόρρης καλάμῳ, καὶ πρὸς τῶν ὁρώντων ὀνειδιζόμενον;

3

.

5

.

98

ἀλλὰ γὰρ καὶ ταῦτα, καὶ ὅσα τούτοις [συμ]φέρεται ὅμοια, πεπλάσθαι χρὴ ... πρὸς τῶν αὐτοῦ μαθητῶν, ἢ ἐν τούτοις μὲν χρὴ πιστεύειν αὐτοῖς ὡς ἀληθεστάτοις, ἐν δὲ τοῖς ἐπιδόξοις καὶ σεμνοτέροις ἀπιστεῖν.

3

.

5

.

99

καὶ πόθεν τὸ περὶ αὐτοὺς ἐναντίον δόγμα συστήσεται; τὸ γὰρ ἀληθεύειν τοὺς αὐτοὺς φάναι καὶ ἐν τῷ αὐτῷ ψεύδεσθαι οὐδέν ἐστιν ἢ τἀναντία κατὰ τὸ αὐτὸ περὶ τῶν αὐτῶν λέγειν.

3

.

5

.

100

τίς οὖν ὁ τούτων ἔλεγχος; εἰ γὰρ δὴ πλάττεσθαι αὐτοῖς σκοπὸς ἦν καὶ λόγοις ψευδέσι τὸν διδάσκαλον κοσμεῖν, οὐκ ἄν ποτε αὐτοῖς τὰ προειρημένα κατέ‐ γραφον, οὐδ’ ἂν ἐδήλουν τοῖς μετὰ ταῦτα ἀνθρώποις, ὅτι δὴ «ἐλυ‐
5πεῖτο» καὶ «ἠδημόνει» καὶ τετάρακτο τὴν ψυχήν, ὅτι αὐτοὶ αὐτὸν ἀπολιπόντες ᾤχοντο, ἢ ὅτι ὁ πάντων αὐτῶν προκεκριμένος ἀπό‐ στολός τε καὶ μαθητὴς αὐτοῦ Πέτρος βασάνων ἐκτὸς καὶ ἀρχοντικῆς ἀπειλῆς τρίτον αὐτὸν ἐξωμόσατο. ταῦτα γάρ, κἂν ἄλλων λεγόντων, χρῆν δήπουθεν ἀρνεῖσθαι τοὺς οὐδὲν ἄλλο ἢ χαρίζεσθαι τὰ σεμνότερα
10τῷ διδασκάλῳ προτεθειμένους.

3

.

5

.

101

εἰ δὲ φιλαλήθεις ἐν τοῖς περὶ αὐτοῦ σκυθρωποῖς διηγήμασι φαίνονται, πολὺ μᾶλλον ἐν τοῖς ἐνδο‐ ξοτέροις εἶεν ἂν τοιοῦτοι. τοὺς γὰρ ἅπαξ ψεύδεσθαι προελομένους τὰ λυπηρὰ χρῆν μᾶλλον ἐκφυγεῖν, ἤτοι διὰ σιωπῆς, ἢ διὰ τῆς περὶ
5αὐτὸν ἀρνήσεως, μὴ ἄλλως τῶν ὀψιγόνων ἐλέγξαι δυναμένων τὰ σε‐ σιγημένα.

3

.

5

.

102

Διὰ τί γὰρ μὴ ἐψεύσαντο καὶ ἔφησαν, ὅτι Ἰούδας μὲν ὁ προ‐ δοὺς αὐτὸν φιλήματι, τολμήσας τὸ σύμβολον ἐνδείξασθαι τῆς προ‐ δοσίας, ἀπελιθώθη αὐτίκα, ὁ δὲ ῥαπίσαι αὐτὸν τολμήσας ξηρὸς παρα‐ χρῆμα τὴν δεξιάν, ὁ δ’ ἀρχιερεὺς Καϊάφας, ὡς ἂν συντρέχων τοῖς
5κατ’ αὐτοῦ συκοφάνταις, πηρωθείη τὰς ὄψεις;

3

.

5

.

103

διὰ τί δὲ μὴ ἐψεύ‐ σαντο πάντες, ὅτι μηδὲν σκυθρωπὸν ἀληθῶς περὶ αὐτὸν γέγονεν,
ἀλλ’ ὁ μὲν ἀφανὴς ἦν καταγελάσας αὐτῶν τοῦ δικαστηρίου, οἱ δὲ ἐπιβουλεύοντες, ὑπὸ φαντασίας θεηλάτου πλανώμενοι, ἐνεργεῖν κατ’129
5αὐτοῦ μὴ παρόντος ἐδόκουν; τί δ’ ἄρα; οὐκ ἦν σεμνότερον τοῦ πλάττεσθαι, ... καὶ τῶν τοιῶνδε ποιητὴς ἔργων παραδόξων γέγονεν, τὸ γράφειν ὅτι μηδὲν μὲν ἀνθρώπινον μηδὲ θνητὸν περὶ αὐτὸν συνέβη, ἐνθέῳ δὲ δυνάμει τὰ πάντα καταστησάμενος τὴν εἰς οὐρανοὺς ἐπάνοδον μετὰ θειοτέρας δόξης ἐποιήσατο; οὐ γὰρ δὴ τούτοις ἀπι‐
10στεῖν ἔμελλον οἱ ταῖς ἄλλαις αὐτῶν διηγήσεσιν πεπιστευκότες.

3

.

5

.

104

οἱ δὴ οὖν μηδὲν τῆς ἀληθείας ἐν τοῖς ἀπεμφαίνουσι καὶ σκυθρωποῖς παραχαράξαντες πῶς οὐκ ἂν εἶεν ἄξιοι καὶ ἐν τοῖς λοιποῖς, οἷς ἐμαρ‐ τύρησαν αὐτῷ τὰ παράδοξα, φαύλης ἐκτὸς ὑπονοίας καθεστάναι;
5αὐτάρκης μὲν οὖν καὶ ἡ τῶνδε τυγχάνει περὶ τοῦ σωτῆρος ἡμῶν μαρτυρία. Οὐδὲν δὲ 〈κωλύει〉 οἷον ἐκ περιουσίας καὶ τῷ ἐξ Ἑβραίων Ἰωσήπῳ μάρτυρι χρήσασθαι, ὃς ἐν τῷ ὀκτωκαιδεκάτῳ τῆς Ἰουδαϊκῆς Ἀρχαιο‐ λογίας τὰ κατὰ τοὺς Πιλάτου χρόνους ἱστορῶν μέμνηται τοῦ σωτῆρος
10ἡμῶν ἐν τούτοις·

3

.

5

.

105

«Γίνεται δὲ κατ’ ἐκεῖνον τὸν χρόνον Ἰησοῦς, σοφὸς ἀνήρ, εἴ γε ἄνδρα αὐτὸν λέγειν χρή. ἦν γὰρ παραδόξων ἔργων ποιητής, δι‐ δάσκαλος ἀνθρώπων τἀληθῆ σεβομένων. καὶ πολλοὺς μὲν τοῦ Ἰου‐ δαϊκοῦ, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς οὗτος
5ἦν· καὶ αὐτὸν ἐνδείξει τῶν παρ’ ἡμῖν ἀρχόντων σταυρῷ ἐπιτετιμη‐ κότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον ἀγαπήσαντες.

3

.

5

.

106

ἐφάνη
γὰρ αὐτοῖς τρίτην ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ εἰρηκότων. ὅθεν εἰσέτι νῦν ἀπὸ τοῦδε τῶν Χριστιανῶν οὐκ ἐπέλ[ε]ιπεν τὸ φῦλον.»130

3

.

5

.

107

Εἰ τοίνυν καὶ κατὰ τὸν ἱστορικὸν μαρτυρεῖται οὐ μόνον τοὺς δώδεκα ἀποστόλους οὐδὲ τοὺς ἑβδομήκοντα μαθητὰς ἐξῳκειωμένος, ἀλλὰ «πολλοὺς μὲν τοῦ Ἰουδαϊκοῦ, πολλοὺς δὲ τοῦ Ἑλληνικοῦ» προσ‐ αγόμενος, δῆλος ἂν εἴη περιττόν τι κεκτημένος παρὰ τοὺς λοιποὺς
5ἀνθρώπους.

3

.

5

.

108

πῶς γὰρ 〈ἂν〉 ἄλλως προσήγετο τοῦ Ἰουδαϊκοῦ καὶ τοῦ Ἑλληνικοῦ πλείους, εἰ μή τισιν θαυμαστοῖς καὶ παραδόξοις ἔργοις καὶ ξενιζούσῃ κέχρητο διδασκαλίᾳ; μαρτυρεῖ δὲ καὶ ἡ τῶν Πράξεων τῶν ἀποστόλων γραφή, ὅτι πολλαὶ μυριάδες ἦσαν Ἰουδαίων ἀνδρῶν
5πεπεισμένων αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ θεοῦ, τὸν ὑπὸ τῶν προ‐ φητῶν κατηγγελμένον. καὶ ἡ ἱστορία δὲ κατέχει ὡς καὶ μεγίστη τις ἦν ἐκκλησία Χριστοῦ ἐν τοῖς Ἱεροσολύμοις ἀπὸ Ἰουδαίων συγκροτου‐ μένη μέχρι τῶν χρόνων τῆς κατ’ Ἀδριανὸν πολιορκίας.

3

.

5

.

109

λέγονται γοῦν οἱ πρῶτοι κατὰ διαδοχὴν προστάντες αὐτόθι ἐπίσκοποι Ἰουδαῖοι γεγονέναι, ὧν καὶ τὰ ὀνόματα εἰσέτι νῦν παρὰ τοῖς ἐγχωρίοις μνη‐ μονεύεται· ὡς καὶ ἐκ τούτων λελύσθαι πᾶσαν τὴν κατὰ τῶν μαθητῶν
5αὐτοῦ διαβολήν, ὅτε καὶ πρὸς αὐτῶν καὶ δίχα τῆς αὐτῶν μαρτυρίας μυρία ὁμολογεῖται πλήθη Ἰουδαίων τε καὶ Ἑλλήνων αὐτὸς Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, δι’ ὧν ἐπετέλει παραδόξων ἔργων, ὑφ’ ἑαυτὸν πεποιημένος.

3

.

5

.

110

Ἀλλὰ τούτων ἡμῖν ἐπὶ τοσοῦτον εἰρημένων πρὸς τὸ πρῶτον τῶν ἀπίστων τάγμα, φέρε καὶ πρὸς τὸ δεύτερον στῖφος ἐνστῶμεν. τοῦτο δὲ ἦν τὸ τῶν συνομολογούντων μὲν τὸν Ἰησοῦν τὰ παράδοξα πεποιηκέναι, γοητείᾳ δὲ ἄλλως ἐπὶ πλάνῃ τῶν ὁρώντων οἷα θαυμα‐
5τουργὸν ἢ φαρμακέα τινὰ θαυμασιῶσαι τοὺς παρόντας.

3

.

6

.

1

Καὶ δὴ τούσδε πρῶτον ἁπάντων ἐρωτητέον, τίνα φαῖεν πρὸς τὰ προωδευμένα; ἆρα γὰρ ἐπινοῆσαι δυνατόν, ἄνδρα διδάσκαλον σεμνῆς καὶ παναρέτου πολιτείας, ὑγιῶν τε καὶ ἀληθῶν δογμάτων, οἵων προ‐
διήλθομεν, γόητα τὸν τρόπον γεγονέναι; εἰ δὲ δὴ μαγγανευτής τις ἦν131
5καὶ φαρμακεύς, ἀπατεών τε καὶ γόης, πῶς ἂν τοιαύτης διδασκαλίας· πᾶσι τοῖς ἔθνεσι κατέστη αἴτιος, οἵας αὐτοῖς ὁρῶμεν ὀφθαλμοῖς καὶ ἀκοαῖς εἰς δεῦρο παραλαμβάνομεν; ποῖος δὲ καὶ αἱρήσεται τὰ ἀσύνακτα συνάγειν; γόης μὲν γάρ τις ὡς ἀληθῶς ἀνόσιος καὶ μιαρὸς τὸν τρόπον, ἀπειρημένοις καὶ ἀνοσίοις ἐγχειρῶν, πάντα πράττει αἰσχροῦ καὶ ῥυ‐
10παροῦ κέρδους χάριν.

3

.

6

.

2

μή τι οὖν καὶ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τοιοῖσδέ τισιν ἔνοχος ἦν; πόθεν, ἢ πῶς, ὁ τοῖς ἑαυτοῦ μαθηταῖς, ὡς πρὸς αὐτῶν μεμαρτύρηται, εἰρηκώς· «μὴ κτήσησθε χρυσὸν μηδ’ ἄργυρον εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς
5ὁδόν, μηδ’ ὑποδήματα»; πῶς δ’ ἂν ἐπείθοντο λέγοντι, καὶ ἐν ἀπο‐ μνημονεύμασιν ἐγγράφοις ταῦτα παραδιδόναι ἠξίουν, εἰ χρηματιζό‐ μενον τὸν διδάσκαλον ἑώρων καὶ τἀναντία οἷς ἑτέρους ἐδίδασκεν μετιόντα;

3

.

6

.

3

πάλαι δ’ ἂν καταγελάσαντες αὐτοῦ καὶ τῶν λόγων κατα‐ πτύσαντες ἀνεχώρησαν τῆς μαθητείας εἰκότως, εἰ αὐτοῖς μὲν τοιαῦτα σεμνῶς νομοθετοῦντα ἑώρων, αὐτὸν δὲ τὸν νομοθέτην κατ’ οὐδένα τρόπον ἑπόμενον τοῖς οἰκείοις λόγοις.

3

.

6

.

4

Πάλιν ὁ μὲν γόης καὶ ὡς ἀληθῶς πλάνος τοῖς ἀπειρημένοις καὶ τοῖς ἀνοσίοις ἑαυτὸν ἐπιδίδωσιν ἀνοσίων καὶ ἀθεμίτων ἡδονῶν ἕνεκεν θήρας, ὥστε ἤδη διὰ τὰς μαγγανείας γύναιά τινα καταβάλλειν καὶ ὑποσύρειν τῇ αὐτοῦ κακίᾳ· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν οὐδ’
5ἔστιν εἰπεῖν ὅπως ἀνέστραπται περὶ σωφροσύνην, ὁπότε πάλιν οἱ μαθηταὶ μαρτυροῦσι παραινεῖν μηδ’ ἐμβλέπειν μετ’ ἐπιθυμίας ἀκολά‐ στου, φήσαντα· «ἐρρέθη τοῖς ἀρχαίοις, οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ».

3

.

6

.

5

καί ποτε ἀναγκαίως ἐπ’ ὠφελείᾳ καὶ σωτηρίᾳ πολλῶν Σαμαρείτιδι γυναικὶ διαλεγόμενον αὐ‐ τὸν τεθεαμένοι «ἐθαύμαζον, ὅτι μετὰ γυναικὸς ἐλάλει», παράδοξόν τι τοῦτο δόξαντες ὁρᾶν, ὥσπερ οὔπω καὶ ἄλλοτε πρότερον. συνίστη δὲ
5ἄρα ὁ λόγος τοῦ σωτῆρος ἡμῶν τὸ ἐμβριθὲς καὶ αὐστηρὸν τοῦ τρό‐ που· σωφροσύνης δὲ αὐτοῦ μέγα δεῖγμα ἦν κἀκείνη ἡ διδασκαλία, δι’ ἧς ἁγνεύειν ἐξ αὐτοῦ τοῦ τῆς διανοίας βάθους, τὰς ἐμπαθεῖς ὀρέξεις ἀποτέμνοντας, ἐδίδασκεν λέγων· «εἰσὶν εὐνοῦχοι οἵτινες ἐγενήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ ἀνθρώπων, καὶ
10εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν
οὐρανῶν».132

3

.

6

.

6

Πάλιν ὁ μὲν γόης καὶ ἀληθῶς λαοπλάνος πάντα ἐγχειρεῖ καὶ πράττει δοξοκοπῶν τὰ πολλὰ καὶ φαντασιοκοπῶν, καὶ πλέον τι παρὰ τοὺς πολλοὺς εἰδέναι καὶ ἔχειν μεγαλαυχούμενος· ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν, ὅτι μὴ δοξομανὴς καὶ ἀλαζὼν καὶ φαντασιοκόπος ἦν,
5ἀφ’ ὧν ἰώμενος παρῄνει μηδενὶ φράζειν μηδὲ εἰς πολλοὺς αὐτὸν ἐκ‐ φαίνειν γένοιτ’ ἂν ἔκδηλος, ἀπό τε τοῦ τὰς ἐν ὄρεσι διατριβὰς καὶ τὰς ἀναχωρήσεις διώκειν καὶ φεύγειν τὰς κατὰ πόλεις τῶν πολλῶν ἐπιβλαβεῖς ὁμιλίας.

3

.

6

.

7

εἰ μήτε τοιγαροῦν δόξης μήτε χρημάτων μήτε ἡδονῆς ἕνεκεν ἐπιβέβλητο τῇ διδασκαλίᾳ, τίς ἔτι χώρα περιλείπεται ὑπονοίας τοῦ πλάνον αὐτὸν καὶ γόητα νομίζειν; Σκέψαι δὲ καὶ ταῦτα πάλιν· γόης, ὅταν ἑτέροις τὰ τῆς κακίας
5μεταδιδῶ, ὁποίους ἄνδρας κατασκευάζει; ἆρ’ οὐχὶ γόητας καὶ πλάνους καὶ φαρμακέας αὐτῷ κατὰ πάντα παραπλησίους; τίς οὖν ἤδη πώποτε τὸ πᾶν Χριστιανῶν γένος ἐκ τῆς ἐκείνου διδασκαλίας γοητεῦον ἢ φαρμακεῦον κατείληφεν;

3

.

6

.

8

ἀλλ’ οὐκ ἔστιν εἰπεῖν, ἔμπαλιν δὲ λόγους φιλοσόφους μετιόν, ὡς ἀποδέδεικται. ὁ δὴ οὖν ἑτέροις σεμνοῦ καὶ σώφρονος βίου εὐσεβείας τε τῆς ἀνωτάτω παραίτιος γεγενημένος τίς ἂν ἐνδίκως νομισθείη ἢ φιλοσόφων ὁ πρώτιστος καὶ εὐσεβῶν ἀνδρῶν
5διδάσκαλος; καὶ γὰρ ἂν εἴη βελτίων δή που πᾶς ὁ διδάσκων τῶν μαθητευομένων· φιλόσοφος ἄρα καὶ ἀληθῶς εὐσεβής, πολλοῦ δεῖ πλάνος καὶ γόης, ὁμολογοῖτ’ ἂν ὁ σωτὴρ καὶ κύριος ἡμῶν.

3

.

6

.

9

Εἰ δὴ οὖν τοιόσδε τις ἦν, πῶς ἂν ἄλλως ἐπεχείρει ταῖς θαυ‐ ματουργίαις ἢ θείᾳ καὶ ἀπορρήτῳ δυνάμει καὶ τῇ ἀνωτάτω περὶ τοῦ τῶν ὅλων θεοῦ εὐσεβείᾳ, ὃν οἷα πατέρα τιμῶν καὶ σέβων τὰ μάλιστα ἀποδείκνυται ἐκ τῶν περὶ αὐτοῦ λόγων. ἐπὶ τοσοῦτον δὲ ἄρα οἵ τε
5ἀρχῆθεν αὐτῷ προσεσχηκότες μαθηταὶ αὐτοῦ, καὶ οἱ μετὰ ταῦτα τῆς ἐκείνων διατριβῆς διάδοχοι, πορρωτάτω καθεστήκεσαν φαύλης καὶ πονηρᾶς ὑπονοίας, ὡς μηδὲ τοῖς νοσηλευομένοις ἐπιτρέπειν, οἷα πολλοὶ πολλὰ δρᾶν ἐπιχειροῦσιν, ἢ πετάλων ἐπιγραφαῖς καὶ περιάμ‐ μασιν χρῆσθαι, ἢ τοῖς κατεπᾴδειν ἐπαγγελλομένοις προσέχειν τὸν
10νοῦν, ἢ ῥιζῶν καὶ βοτανῶν θυμιάμασιν καί τισιν ἄλλοις τοιουτοτρό‐ ποις ἀκέσεις τῶν παθῶν ἑαυτοῖς πορίζειν.

3

.

6

.

10

ταῦτα γοῦν πάντα τῆς
Χριστοῦ διδασκαλίας ἐξελήλαται, οὐδ’ ἔστιν πώποτε Χριστιανὸν πε‐ ριάμματι χρώμενον θεάσασθαι, οὐδ’ ἐπιλαλιαῖς, ἢ πετάλων τινῶν περιέργων ἐπιγραφαῖς, οὐδ’ ἄλλοις, ὧν τὴν χρῆσιν ἀδιάφορον οἱ133
5πολλοὶ νενομίκασιν.

3

.

6

.

11

τίς οὖν αἱρεῖ λόγος τοὺς τοιούσδε διδασκάλου γόητος καὶ πλάνου μαθητὰς γεγονέναι νομίζειν; Καὶ μὴν παντὸς ἐπαγγελλομένου τι μέγας ἔλεγχος ἡ τῶν φοιτη‐ τῶν συνουσία.

3

.

6

.

12

ἄνδρες γοῦν ἔντεχνοι καὶ ἐπιστήμονες πάντως που τὸν αἴτιον αὐτοῖς τῆς ἐπιστήμης πολὺ κρείττονα σφῶν αὐτῶν ἀπο‐ φαίνουσιν· ὥσπερ οὖν ἰατρικοὶ μὲν τῆς τοῦ διδασκάλου περὶ τὸ μάθημα κατορθώσεως εἶεν ἂν μάρτυρες· γεωμετρικοὶ δὲ τὸν ἄρχοντα
5τίνα ἄλλον ἢ γεωμέτρην ἐπιγράψονται καὶ ἀριθμητικοὶ τὸν ἀριθμη‐ τικόν; κατὰ τὰ αὐτὰ δὲ καὶ γόητος ἀνδρὸς μέγιστοι ἂν εἶεν μάρτυρες οἱ φοιτηταί, τὰ ὅμοιά που τῷ διδασκάλῳ καὶ αὐτοὶ μετιόντες.

3

.

6

.

13

ἀλλ’ οὐδείς πω τοσούτων ἐτῶν γόης πέφανται τοῦ Ἰησοῦ μαθητής, καίτοι διὰ βασάνων πείρας τῶν κατὰ χρόνους ἡγεμόνων τε καὶ βασιλέων ἀκριβῆ τῶν καθ’ ἡμᾶς πραγμάτων τὴν ἐξέτασιν πεποιημένων.

3

.

6

.

14

οὕ‐ τως δὲ ἄρα οὐδεὶς ἦν γόης, ὡς ἐλεύθερον ἀφεῖσθαι καὶ παντὸς ἐκτὸς κινδύνου τὸν αὐτὸ μόνον τὸ θῦσαι πρὸς αὐτῶν βεβιασμένον. εἰ δὲ οὐδεὶς πώποτε τῶν καθ’ ἡμᾶς οὔτε τῶν παλαιῶν ἐκείνων τοῦ Ἰησοῦ
5μαθητῶν γοητείας ἥλω, οὐδ’ ὁ διδάσκαλος ἦν ἄρα τοιοῦτος. ἵνα δὲ μὴ ἐξ ἀγράφων ὁ λόγος ἡμῖν ὁδεύοι, δέχου τὰς ἀποδείξεις καὶ ἀπὸ ἱστορίας ἐγγράφου.

3

.

6

.

15

Οἱ δὴ πρῶτοι τοῦ Ἰησοῦ μαθηταὶ ἐν τῇ βίβλῳ τῶν ἰδίων Πράξεων ἱστοροῦνται τοὺς ἐξ ἐθνῶν τῇ διδασκαλίᾳ αὐτῶν προσιόν‐ τας ... ὥστε πολλοὺς τῶν πρότερον περὶ γοητείαν διαβεβλημένων εἰς τοσοῦτον μεταβάλλειν τὸν ἑαυτῶν τρόπον, ὡς εἰς μέσον ἀγαγεῖν
5τολμῆσαι τὰς ἀπηγορευμένας βίβλους καὶ ταύτας ἐνώπιον πάντων πυρὶ παραδοῦναι.

3

.

6

.

16

ἐπάκουσον δὲ ὅπως ἡ γραφὴ περιέχει· «ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνεισενέγκαντες τὰς βίβλους κατέ‐ καιον ἐνώπιον πάντων, καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον μυριάδας πέντε».

3

.

6

.

17

τοιοῦτοι δή τινες οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί, τοσαύτην δύναμιν προφέροντες λόγων ἐν ταῖς πρὸς τοὺς ἀκροωμένους ὁμιλίαις, ὡς καθικνεῖσθαι τοῦ βάθους τῆς ψυχῆς αὐτῶν, καθάπτεσθαί τε καὶ τιτρώσκειν τὸ ἑκάστου συνειδός, ὡς μηκέτι στέγειν ἀποκρύ‐
5πτοντας, εἰς φανερὸν δὲ ἄγειν τὰ ἀπόρρητα, ἐλέγχους τε αὐτοὺς ἑαυ‐ τῶν καὶ τῆς προτέρας αὐτῶν μοχθηρίας ἀπεργάζεσθαι.

3

.

6

.

18

τοιοῦτοι δὲ καὶ οἱ πρὸς αὐτῶν μαθητευόμενοι, καθαροὶ καὶ γνήσιοι τὰς δια‐ θέσεις, ὡς μηδὲν ὕπουλον ἐν αὐτοῖς λανθάνειν, ἐνσεμνύνεσθαι δὲ καὶ παρρησιάζεσθαι ἐπὶ τῇ τῶν κρειττόνων ἀπὸ τῶν χειρόνων μετα‐
134
5βολῇ.

3

.

6

.

19

οἱ δὴ οὖν πυρὶ παραδόντες τὰς μαγικὰς βίβλους καὶ παντελῆ φθορὰν αὐτῶν ψηφισάμενοι πῶς οὐκ ἂν εἶεν πρόδηλοι τοῖς πᾶσιν, ὅτι μηδεμίαν ἔχοιεν τοῦ λοιποῦ περὶ γοητείαν σπουδήν, καθαροὶ δὲ ἐξ ἐκείνου πάσης τῆς περὶ τούτου ὑπονοίας ἐτύγχανον; ὅτε τοίνυν
5οἱ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν πεφήνασιν γεγονότες τοιοῦτοι, πῶς οὐ πολὺ πρότερον ὁ διδάσκαλος;

3

.

6

.

20

Εἰ δ’ ὅλως ἀπὸ τῶν γνωρίμων τὸν προστάτην, ὁποῖός τις ἦν, βούλει διαγιγνώσκειν, ἔχεις τοῦ Ἰησοῦ τῶν λόγων μαθητὰς εἰσέτι νῦν μυρίους, ὧν πλεῖστα μὲν ἀνδρῶν τυγχάνει πλήθη, παραταξαμένων μὲν πρὸς τὰς φυσικὰς τοῦ σώματος ἡδονάς, ἄτρωτον δὲ καὶ τὴν διά‐
5νοιαν παντὸς αἰσχροῦ πάθους φυλαξάντων, οἳ καὶ τὸν πάντα βίον ἐν ἐγκρατείᾳ καταγηράσαντες τῆς ἐκ τῶν λόγων αὐτοῦ τροφῆς λαμ‐ πρὰ τεκμήρια παρεστήσαντο.

3

.

6

.

21

οὐ μόνον δὲ ἄνδρες παρ’ αὐτῷ τοῦτον φιλοσοφοῦσι τὸν τρόπον, ἀλλὰ καὶ γυναικῶν οὐδ’ ἔστιν εἰπεῖν ὅσαι μυριάδες καθ’ ὅλης τῆς οἰκουμένης, οἷά τινες ἱέρειαι τοῦ τῶν ὅλων θεοῦ, τὴν ἀνωτάτω σοφίαν ἀσπασάμεναι, οὐρανίου τε σοφίας ἔρωτι
5ληφθεῖσαι, τῶν μὲν σαρκὸς ἐγγόνων ἠλόγησαν, ψυχῆς δὲ πᾶσαν ἐπι‐ μέλειαν πεποιηκυῖαι ὅλας αὐτὰς αὐτῷ σώματι καὶ ψυχῇ τῷ παμβασιλεῖ καὶ θεῷ τῶν ὅλων ἀνατεθείκασιν, ἁγνείαν παντελῆ καὶ παρθενίαν ἀσκήσασαι.

3

.

6

.

22

Ἕνα μὲν οὖν μηλόβοτον καταλιπόντα τὴν ἑαυτοῦ χώραν προ‐ φάσει φιλοσοφίας ᾄδουσιν ὧδε κἀκεῖσε περιφέροντες Ἑλλήνων παῖδες· Δημόκριτος αὐτοῖς οὗτος ἦν. καὶ Κράτης εἷς παρ’ αὐτοῖς θαυμάζεται, ὅτι δὴ τὴν οὐσίαν καταλιπὼν τοῖς πολίταις, αὐτὸς ἑαυτόν, Κράτης
5Κράτητα, ἠλευθέρου κομπάζων.

3

.

6

.

23

οἱ δὲ τῶν Ἰησοῦ λόγων ζηλωταὶ μυρίοι τὸν ἀριθμόν, ἀλλ’ οὐχ εἷς οὐδὲ δύο, τὰς κτήσεις ἀπεμπολή‐ σαντες πένησι καὶ ἐνδεέσιν μεταδεδώκασιν, ὧν καὶ αὐτοὶ τυγχάνομεν μάρτυρες συγγενόμενοι τοιούτοις, καὶ αὐτοῖς ἔργοις ἀλλ’ οὐ λόγοις
5μόνοις τῆς τοῦ Ἰησοῦ μαθητείας συνιδόντες τὰ κατορθώματα.

3

.

6

.

24

Τί χρὴ λέγειν ὁπόσαι μυριάδες καὶ αὐτῶν βαρβάρων, οὐχὶ δὲ
μόνον Ἑλλήνων, ἐκ τῶν Ἰησοῦ λόγων πᾶσαν μὲν ὑπερεκκῦψαι πολύ‐ θεον πλάνην «τὸν δὲ πατέρα καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς» μόνον εἰδέναι θεὸν ἐμαρτύρησαν; ὃν πάλαι φιλοσόφων εἷς μόνος ὁ Πλάτων135
5εἰδώς, εἰς πάντας ἐκφέρειν ὡμολόγει μὴ τολμᾶν, διαρρήδην φάσκων· «τὸν μὲν οὖν πατέρα καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν».

3

.

6

.

25

ἀλλ’ ἐκείνῳ μὲν καὶ ἔργον εὑρεῖν ἐδόκει τὸ πρᾶγμα, καὶ ἦν ὡς ἀληθῶς μέγιστον, ἀδύνατον δ’ ἦν αὐτῷ λέγειν εἰς πάντας, ὅτι μὴ παρῆν αὐτῷ τοσαύτη τις εὐσεβείας δύναμις ὅση τοῖς Ἰησοῦ μαθηταῖς, οἷς διὰ τῆς τοῦ δι‐
5δασκάλου συνεργίας τὸν πατέρα καὶ δημιουργὸν τῶν ὅλων εὑρεῖν τε καὶ γνῶναι ῥᾴδιον γέγονεν, καὶ εὑροῦσιν εἰς πᾶν γένος ἀνθρώπων ἐξενεγκεῖν ἀνακαλύψαι τε καὶ πληρῶσαι καὶ κηρῦξαι τὴν γνῶσιν πᾶσιν, ὥστε ἐκ τῆς αὐτῶν ἐκείνων διδασκαλίας εἰσέτι νῦν κατὰ τὸν παρόντα καιρὸν ἐν ὅλοις τοῖς ἐπὶ γῆς ἔθνεσιν μυρία πλήθη οὐ μόνον
10ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν καὶ παίδων, οἰκετῶν τε καὶ ἀγροίκων, τοσοῦτον 〈τῷ〉 τοῦ Πλάτωνος μὴ πείθεσθαι, ὡς τὸν ποιητὴν καὶ «δημιουργὸν τοῦδε τοῦ παντὸς» μόνον θεὸν γνωρίζειν καὶ μόνον σέβειν καὶ μόνον διὰ τοῦ Χριστοῦ θεολογεῖν. ταῦτ’ ἦν τοῦ νέου καὶ καινοῦ γόητος τὰ κατορθώματα, τοιαῦτα τοῦ νομιζομένου πλάνου
15τὰ γοητεύματα, καὶ τοιοίδε οἱ τοῦ Ἰησοῦ μαθηταί, ἀφ’ ὧν δεῖ τὸν διδάσκαλον ὁποῖός τις ἦν γνωρίζειν.

3

.

6

.

26

Φέρε δ’ ἔτι καὶ ταύτῃ τὸν λόγον διερευνησώμεθα. γόητα φῂς αὐτόν, ὦ οὗτος, ἀλλὰ καὶ φαρμακέα δεινὸν καὶ ἀπατεῶνα καλεῖς. ἆρ’ οὖν πρῶτος αὐτὸς καὶ μόνος εὑρετὴς κατέστη τοῦ πράγματος, ἢ πάντως που κατὰ τὸ ἀκόλουθον εἰς διδασκάλους ἀναπέμπειν χρὴ τὰ
5αἴτια; εἰ μὲν γὰρ μηδενὸς διδάξαντος αὐτὸς πρῶτος καὶ μόνος εὑρε‐ τὴς γέγονε τῆς ἐπιχειρήσεως, μηδὲν μηδαμῶς παρ’ ἑτέρων μαθὼν μηδ’ ἐκ παλαιῶν ἐρανισάμενος, πῶς οὐ θείας φύσεως χρῆν ὁμολογεῖν αὐτόν, ὃς ἄνευ βίβλων καὶ λόγων καὶ διδασκάλων αὐτοδίδακτος καὶ αὐτομαθὴς τοιούτων πραγμάτων εὑρετὴς ἀναπέφηνεν; καὶ μὴν
10οὔτε βαναύσου τέχνης οὔτε λογικῆς ἐπιστήμης οὐδέ γε τῶν πρώτων στοιχείων τὴν μάθησιν δίχα ποδηγοῦ καὶ διδασκάλου τινὸς ἀναλαβεῖν δυνατόν, μὴ οὐχὶ τὴν κοινὴν ἐκβεβηκότα φύσιν.

3

.

6

.

27

οὐδεὶς γοῦν τῶν πώποτε αὐτοδίδακτος ἡμῖν γραμματικῆς παρῆλθεν διδάσκαλος, οὐδέ γε ῥήτωρ μὴ μεμαθηκώς, οὐδ’ αὐτοφυὴς ἰατρός, οὐδὲ τέκτων, οὐδ’ ἑτέρας δημιουργὸς τέχνης. καίτοι μικρὰ ταῦτα καὶ ἀνθρώπεια· τὸ δὲ
5φάναι τὸν τῆς ἀνθρώπων εὐσεβείας ἀληθοῦς διδάσκαλον τοιαῦτα τεθαυματουργηκότα, καθ’ ὃν ἐπεδήμει τῷ βίῳ χρόνον, καὶ τοιαύτας παραδόξους τεραστείας πεποιηκότα, ἃς ἀρτίως διεξήλθομεν, ἐκ τοῦ αὐτομάτου τοιοῦτον φῦναι, μήτε παρὰ παλαιῶν ἐρανισάμενον μήτ’ ἐκ νέων διδασκάλων ὠφελημένον, τὰ ὅμοια καὶ πρὸ αὐτοῦ πεποιη‐136
10κότων, τί ἄλλο ἢ μαρτυρούντων ἐστὶ καὶ ὁμολογούντων θεῖον ἀλη‐ θῶς χρῆμα γεγονέναι, καὶ πᾶσαν ἀνθρώπου φύσιν ὑπερβεβηκέναι τὸν δηλούμενον;

3

.

6

.

28

Ἀλλὰ διδασκάλοις αὐτὸν φῂς προσεσχηκέναι πλάνοις, μηδὲ λα‐ θεῖν αὐτὸν τὰ σοφὰ τῶν Αἰγυπτίων καὶ τῶν πάλαι παρ’ αὐτοῖς λεγομένων τὰ ἀπόρρητα, παρ’ ὧν συλλεξάμενον, ἄνδρα τοιοῦτον, οἷον ὁ λόγος παρίστησιν, ἀποδειχθῆναι. τί δῆτα οὖν, ἦ τινες ἄλλοι
5κρείττους αὐτοῦ πεφήνασιν καὶ πρότεροι τῷ χρόνῳ καὶ αὐτοῦ δι‐ δάσκαλοι, εἴτ’ ἐπ’ Αἰγύπτου εἴθ’ ὅπῃ δή;

3

.

6

.

29

τί οὖν οὐχὶ κἀκείνων, πρὸ τῆς τούτου κατηγορίας, ἔφθασεν εἰς πάντας ἀνθρώπους ἡ φήμη, ἢ τί μὴ οὐχὶ κἀκείνων εἰσέτι νῦν τὸ κλέος ᾄδεται τῷ ἡμετέρῳ παρα‐ πλησίως;
5 Τίς δὲ τῶν ἀπ’ αἰῶνος πώποτε γόης, βάρβαρος ἢ Ἕλλην, τοιού‐ των κατέστη διδάσκαλος φοιτητῶν καὶ τοιούτων νόμων καὶ λόγων αὐθέντης, οἵων ἡ τοῦ σωτῆρος ἡμῶν ἐπιδέδεικται δύναμις; ἰάσεις δὲ τοσάσδε καὶ παραδόξους εὐεργεσίας τοιάσδε, οἵας ὁ ἡμέτερος πεποιη‐ κὼς μνημονεύεται, τίς πώποτε διαπραξάμενος ἱστορεῖται;

3

.

6

.

30

τίνος δὲ οἱ γνώριμοι καὶ τῶν πραγμάτων αὐτόπται διὰ πυρὸς καὶ σιδήρου δοκιμῆς τὴν ὑπὲρ ὧν ἐμαρτύρησαν ἀλήθειαν ἐπιστώσαντο ὥσπερ οὖν οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί, πάσας μὲν αἰκίας ἀνατλάντες, πάσας
5δὲ βασάνων ἰδέας ὑπομείναντες, καὶ τέλος διὰ τοῦ ἰδίου αἵματος τὰ περὶ αὐτοῦ μαρτυρηθέντα αὐτοῖς πιστωσάμενοι;

3

.

6

.

31

Ἔτι πρὸς τούτοις ὁ τῷ δι’ ἐναντίας ἡμῖν λόγῳ παριστάμενος λεγέτω, τίς τῶν πώποτε γοήτων κἂν εἰς νοῦν ἐβάλλετο νέου ἔθνους ἐπὶ οἰκείῳ ὀνόματι σύστασιν ποιήσασθαι. τὸ δὲ μὴ μόνον ἐννοῆσαι τοῦτο, ἀλλὰ καὶ κατορθῶσαι τὸ βουληθέν, πῶς οὐ πᾶσαν ἀνθρώπου
5καλύπτοι ἂν φύσιν; Βασιλέων δὲ δόγμασιν καὶ παλαιῶν νομοθετῶν φιλοσόφων τε καὶ ποιητῶν καὶ θεολόγων ἐξ ἐναντίας θέσθαι νόμους τοὺς κατ’ εἰδωλολατρίας, καὶ τούτους κρατῦναι, ἀμάχους τε καὶ ἀηττήτους εἰς
μακρὸν ἐπιδεῖξαι αἰῶνα, τίς πώποτε γοήτων διανενόηται; ὁ δὲ σωτὴρ137
10καὶ κύριος ἡμῶν οὐκ ἐνενόησεν μέν, οὐ τετόλμηκεν δὲ ἐπιχειρῆσαι, ἀλλ’ οὐδ’ ἐπεχείρησεν μέν, οὐ κατώρθωσεν δέ,

3

.

6

.

32

ἑνὶ δὲ ῥήματι καὶ μιᾷ φωνῇ φήσας πρὸς τοὺς ἑαυτοῦ μαθητὰς «πορευθέντες μαθητεύ‐ σατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν», ἔργον ἐπῆγε τῷ λόγῳ, αὐτίκα τε ἐμα‐
5θητεύετο ἐν ὀλίγῳ πᾶν γένος Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων, καὶ νόμοι πᾶσι τοῖς ἔθνεσι κατεσπείροντο ἐναντίοι τῇ τῶν παλαιῶν δεισιδαι‐ μονίᾳ, νόμοι δαιμόνων πολέμιοι καὶ πάσης ἐχθροὶ πολυθέου πλάνης, νόμοι Σκυθῶν καὶ Περσῶν καὶ τῶν ἄλλων βαρβάρων σωφρονισταί, ἐπιστρεπτικοί τε πάσης ἐκθέσμου καὶ θηριώδους διαίτης, νόμοι τῶν
10ἐξ αἰῶνος παρ’ αὐτοῖς Ἕλλησιν ἐθῶν ἀνατρεπτικοί, καινῆς δὲ καὶ ἀληθοῦς εὐσεβείας καταγγελτικοί.

3

.

6

.

33

Τί δῆτα οὖν τοῖς πάλαι γόησιν πρὸ τῶν τοῦ Ἰησοῦ χρόνων ἢ καὶ μετὰ ταῦτα τοιοῦτον ἢ καὶ παραπλήσιον τετόλμηται, ὡς εἰκότως φάναι αὐτὸν παρ’ ἑτέρων ὠφελῆσθαι τὰ τῆς γοητείας; εἰ δ’ οὐδένα ἄν τις ἔχοι λέγειν αὐτῷ γεγονέναι ὅμοιον (οὐδεὶς γὰρ ἦν αὐτῷ αἴτιος
5τῆς τοσαύτης ἀρετῆς), ὥρα τοιγαροῦν ὁμολογεῖν ξένην τινὰ καὶ θείαν φύσιν ἐπιδεδημηκέναι τῷ βίῳ, ᾗ μόνῃ καὶ πρώτῃ τὰ μηδεπώποτε παρ’ ἀνθρώποις μνημονευθέντα κατώρθωται. ἀλλὰ καὶ ταῦτα μὲν ὧδε τέλος ἐχέτω.

3

.

6

.

34

Πάλιν δ’ ἐπὶ τὸν δι’ ἐναντίας ἰτέον, ἐρωτητέον τε εἴ ποτε ὀφθαλμοῖς εἶδεν ἢ ἀκοῇ ἔγνω γόητάς τε καὶ φαρμακέας δίχα σπονδῶν καὶ θυμάτων καὶ δαιμόνων ἐπικλήσεώς τε καὶ παρουσίας γοητεύοντας. μή τι οὖν καὶ κατὰ τοῦ σωτῆρος ἡμῶν, ἢ κατὰ τῶν αὐτοῦ λόγων,
5ἢ κατὰ τῶν εἰσέτι νῦν ζηλούντων τὸν αὐτοῦ βίον, ἔχει τις τοιαύτην ἐπιφέρειν διαβολήν; οὐχὶ καὶ τυφλῷ δῆλον ὡς πᾶν τοὐναντίον τού‐ τοις ἡμεῖς οἱ τὰ Ἰησοῦ φρονοῦντες ἐπιτηδεύομεν, θᾶττον μὲν θανάτῳ τὴν ψυχὴν ἢ δαίμοσιν θυσίαν προέσθαι τολμῶντες, θᾶττον δὲ τῆς ζωῆς ἐξιστάμενοι ἢ τοῖς πονηροῖς δαίμοσιν δουλωθῆναι ὑπομένοντες.

3

.

6

.

35

τίς δ’ οὐκ οἶδεν, ὅπως σὺν αὐτῇ τῇ τοῦ Ἰησοῦ προσηγορίᾳ καὶ σὺν εὐχαῖς καθαρωτάταις πᾶν τὸ δαιμόνων ἔργον ἀπελαύνειν ἡμῖν φίλον ἐστίν; οὕτως ὁ τοῦ Ἰησοῦ λόγος καὶ ἡ παρ’ αὐτοῦ διδασκαλία πολὺ κρείττους τῆς ἀοράτου ταύτης δυνάμεως πάντας ἡμᾶς ἀπειργάσατο,
5ἐχθρούς τε δαιμόνων καὶ πολεμίους, ἀλλ’ οὐ φίλους οὐδὲ συνήθεις, πολλοῦ δεῖ ὑπηκόους καὶ ὑποχειρίους εἶναι παρεσκεύασεν.138

3

.

6

.

36

ὁ δὴ τοιούτους ἡμᾶς προαγαγὼν πῶς ἂν αὐτὸς δοῦλος ἐγεγόνει δαιμόνων; πῶς δ’ ἂν τοῖς πονηροῖς πνεύμασιν ἔθυσεν; ἢ πῶς βοηθοὺς δαίμονας ἐπεκαλέσατο ἐν ταῖς παραδοξοποιίαις, ὁπότε εἰσέτι δεῦρο πᾶς δαίμων
5καὶ πᾶν ἀκάθαρτον πνεῦμα, ὥς τι τῶν κολαστικῶν καὶ βασανιστικῶν τῆς οἰκείας φύσεως, τοῦ Ἰησοῦ τὸ ὄνομα φρίττει, ὑπεξίσταταί τε καὶ παραχωρεῖ τῇ τῆς προσηγορίας δυνάμει;

3

.

6

.

37

ὥσπερ οὖν καὶ πάλαι καθ’ ὃν ἐπεδήμει τῷ βίῳ χρόνον, μὴ φέροντες αὐτοῦ τὴν παρουσίαν, ἄλλος ἄλλοθεν ἐβόα· «ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς»;
5 Ἀνὴρ δὲ ὅλως γοητείᾳ προσέχων τὸν νοῦν, καὶ πάντως γέ που ἀπειρημένοις πράγμασιν ἐγχειρῶν, ἆρ’ οὐκ ἂν εἴη δῆλος ἀνόσιος ὢν τὸν τρόπον καὶ μιαρὸς καὶ αἰσχρὸς καὶ ἄθεος καὶ ἄδικος καὶ ἀσεβής; τοιοῦτος δὲ ὢν πόθεν ἢ πῶς τὰ περὶ εὐσεβείας διδάξειεν ἂν ἑτέρους, ἢ τὰ περὶ σωφροσύνης, ἢ τὰ περὶ θεοῦ γνώσεως, ἢ τὰ περὶ δικαιω‐
10τηρίου καὶ κρίσεως τοῦ ἐπὶ πάντων θεοῦ; οὐχὶ τούτων ἁπάντων τὰ ἐναντία πρεσβεύ〈σ〉ει, ἀκόλουθα τῇ ἑαυτοῦ μοχθηρίᾳ πράττων, καὶ θεὸν μὲν ἀρνήσεται καὶ θεοῦ πρόνοιαν καὶ θεοῦ κρίσιν, χλευάσει δὲ τοὺς περὶ ἀρετῆς καὶ τοὺς περὶ ψυχῆς ἀθανασίας λόγους;

3

.

6

.

38

εἰ μὲν δὴ τοι‐ αῦτά τινα ἦν ἰδεῖν καὶ περὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν, οὐδὲν ἂν ἦν εἰπεῖν· εἰ δ’ ἐφ’ ἑκάστῳ πράγματι καὶ λόγῳ τὸν πάντων δημιουρ‐ γὸν πατέρα θεὸν ἀνακαλούμενος ἀποδείκνυται καὶ τοὺς φοιτητὰς
5τοιούτους εἶναι παρασκευάζων, καὶ εἰ σώφρων αὐτὸς καὶ σωφρόνων λόγων διδάσκαλος, καὶ εἰ ποιητὴς καὶ κῆρυξ δικαιοσύνης καὶ ἀληθείας καὶ φιλανθρωπίας καὶ ἀρετῆς ἁπάσης καὶ θεοσεβείας εἰσηγητὴς τοῦ παμβασιλέως θεοῦ, πῶς οὐχ ἕπεται τούτοις τὸ μηδὲν μὲν ἡγεῖσθαι κατὰ γοητείαν αὐτὸν τῶν παραδόξων πεποιηκέναι, δυνάμει δ’ ἀπορ‐
10ρήτῳ καὶ ὡς ἀληθῶς ἐνθέῳ συνομολογεῖν;

3

.

6

.

39

Ἀλλ’ εἰς τοσοῦτον ἐλαύνεις ἀπηνείας, ὡς μὴ λογισμοῖς σώφροσιν λόγων τε ἀκολουθίᾳ προσέχειν τὸν νοῦν, μηδὲ πείθεσθαι τοῖς εἰκόσι τεκμηρίοις, ὑπονοῶν τάχα που τοὺς λέγοντας ἡμᾶς. ἀλλὰ σύ γε κἂν τῶν σαυτοῦ δαιμόνων, αὐτῶν δὴ τῶν χρησμῳδῶν θεῶν, ἄκουε τῷ σω‐
5τῆρι ἡμῶν οὐχ ὥσπερ σὺ γοητείαν, ἀλλ’ εὐσέβειαν καὶ σοφίαν καὶ εἰς οὐρανοὺς ἄνοδον μαρτυρούντων. τίς δ’ ἂν γένοιτό σοι τούτων ἀξιό‐
πιστος ὁμολογία 〈μᾶλλον〉 τῆς τοῦ καθ’ ἡμῶν πολεμίου γραφῆς, ἣν ἐν οἷς ἐπέγραψεν· «Περὶ τῆς ἐκ λογίων φιλοσοφίας» ἐν τρίτῳ συγ‐ γράμματι τέθειται, ὧδέ πως ἱστορῶν κατὰ λέξιν·139

3

.

7

.

1

«Παράδοξον ἴσως δόξειεν 〈ἄν〉 τισιν εἶναι τὸ μέλλον λέγεσθαι ὑφ’ ἡμῶν. τὸν γὰρ Χριστὸν οἱ θεοὶ εὐσεβέστατον ἀπεφήναντο καὶ ἀθάνατον γεγονότα, εὐφήμως τε αὐτοῦ μνημονεύουσιν.» καὶ ὑποβὰς ἐπιλέγει· «περὶ γοῦν τοῦ Χριστοῦ ἐρωτησάντων εἰ ἔστιν θεός, φησίν·
5
Ὅτ〈τ〉ι μὲν ἀθανάτη ψυχὴ μετὰ σῶμα προβαίνει
γιγνώσκεις, σοφίης δὲ τετμημένη αἰὲν ἀλᾶται·
ἀνέρος εὐσεβίῃ προφερεστάτου ἐστὶν ἐκείνη
ψυχή· εὐσεβέστατον ἄρα ἔφη αὐτόν, καὶ τὴν ψυχὴν αὐτοῦ, καθάπερ 〈καὶ〉
10τῶν ἄλλων 〈εὐσεβῶν〉, μετὰ θάνατον ἀπαθανατισθῆναι, ἣν σέβειν ἀγνοοῦντας τοὺς Χριστιανούς. ἐπερωτησάντων δὲ διὰ τί ἐκολάσθη, ἔχρησεν·
Σῶμα μὲν ἀδρανέσι〈ν〉 βασάνοις αἰεὶ προβέβληται·
ψυχὴ δ’ εὐσεβέων εἰς οὐράνιον πέδον ἵζει»,

3

.

7

.

2

καὶ ἐπιλέγει μετὰ τὸν χρησμὸν ἑξῆς· «αὐτὸς οὖν εὐσεβὴς καὶ εἰς οὐρανούς, ὥσπερ οἱ εὐσεβεῖς, χωρήσας. ὥστε τοῦτον μὲν οὐ βλασφη‐ μήσεις, ἐλεήσεις δὲ τῶν ἀνθρώπων τὴν ἄνοιαν.»

3

.

7

.

3

Ταῦτα καὶ νῦν ὁ Πορφύριος. ἆρ’ οὖν ἀπατεὼν οὗτος; κἂν τὰ φίλα σε δυσωπείτω τῶν οἰκείων ῥήματα. ἔχεις τοιγαροῦν τὸν ἡμέ‐ τερον σωτῆρα Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ καὶ παρὰ τοῖς σαὐτοῦ ὡμολογημένον οὐ γόητα οὐδὲ φαρμακέα, ἀλλ’ εὐσεβῆ καὶ δικαιότατον
5καὶ σοφὸν καὶ οὐρανίων ἁψίδων οἰκήτορα.

3

.

7

.

4

ὁ δὴ οὖν τοιοῦτος πῶς ἂν ἄλλως τῶν παραδόξων ἔργων γεγόνει ποιητὴς ἢ δυνάμει θείᾳ, ἣν καὶ τὰ ἱερὰ λόγια μαρτυροῦσιν αὐτῷ, θεοῦ λόγον καὶ θεοῦ δύναμιν
τὴν ἀνωτάτω ἐν ἀνθρώπου μορφῇ καὶ σχήματι μᾶλλον δ’ ἐν αὐτῇ140
5σαρκὶ καὶ σώματι κατοικῆσαι, καὶ πᾶσαν τὴν ἐν ἀνθρώποις οἰκονο‐ μίαν ἐπιτελέσαι μαρτυροῦντα;

3

.

7

.

5

Καὶ σὺ δ’ ἂν αὐτὸς καταμάθοις τὸ ἔνθεον τῆς περὶ αὐτοῦ δυ‐ νάμεως, εἰ λογίσαιο, τίς ποτε ὢν ἄρα τὴν φύσιν καὶ πηλίκος, ἄνδρας εὐτελεῖς ἐξ ἁλείας καὶ ταπεινοῦ βίου προσοικειωσάμενος, τούτοις κέχρηται διακόνοις ἐπὶ κατορθώσει πράγματος πάντα καλύπτοντος
5λόγον.

3

.

7

.

6

διανοηθεὶς γάρ, ὃ μηδεὶς πώποτε, νόμους οἰκείους καὶ ξένην διδασκαλίαν εἰς πάντα κατασπεῖραι τὰ ἔθνη, καὶ παντὸς γένους ἀν‐ θρώπων διδάσκαλον εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ ἑαυτὸν ἀποφῆναι, τοῖς πάντων ἀγροικοτάτοις καὶ εὐτελεστάτοις ἡγήσατο
5χρῆσθαι τῆς οἰκείας βουλῆς ὑπηρέταις, 〈ὡσ〉 εἰκός τινα παραλογώτατα ταῦτ’ αὐτὸν πεποιηκέναι νομίσαι.

3

.

7

.

7

πῶς γάρ; οἱ μηδὲ διᾶραι δυνά‐ μενοι στόμα, κἂν ἑνός τινος διδάσκαλοι κατέστησαν, οὐχί γε ἀνδρῶν συλλόγου; πῶς δ’ ἂν πλήθει διειλέχθησαν οἱ πάσης ἐκτὸς γεγονότες παιδείας; ἀλλὰ τοῦτ’ ἦν ἄρα τὸ τῆς ἐνθέου βουλῆς καὶ τῆς ἐνερ‐
5γούσης ἐν αὐτοῖς θείας δυνάμεως παραστατικόν. ἀνακαλέσας γοῦν αὐτοὺς τὰ μὲν πρῶτά φησιν· «δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων»·

3

.

7

.

8

ἐπειδὴ δὲ λοιπὸν αὐτοὺς ἀκολούθους ἐκτήσατο, ἐμπνεύσας αὐτοῖς δυνάμεως θείας, μένους τε καὶ θάρσους ἐμπλήσας, καὶ δὴ οἷά τις ἀληθῶς θεοῦ λόγος καὶ αὐτὸς θεὸς τηλι‐ κούτων θαυμάτων ποιητής, νοερῶν αὐτοὺς καὶ λογικῶν ψυχῶν θη‐
5ρευτὰς ποιήσας, ἔργον τε ἐπιθεὶς τῇ φωνῇ τῇ «δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων» φησάσῃ, ὁμοῦ τε ἐργάτας καὶ διδασκάλους αὐτοὺς εὐσεβείας ἀπειργασμένος ἤδη καὶ εἰς πάντα τὰ ἔθνη διεπέμπετο, κήρυκας ἀναδείξας τῆς αὐτοῦ διδασκαλίας.

3

.

7

.

9

Καὶ τίς οὐκ ἂν ἐξεπλάγη καὶ ἠπίστησεν ἂν εἰκότως τῷ παρα‐ δόξῳ τοῦ θαύματος, ὅτε μηδεὶς μὲν τῶν πώποτε ἐν ἀνθρώποις γε‐ νομένων διαφανῶν, μὴ βασιλεὺς μὴ νομοθέτης μὴ φιλόσοφος μὴ Ἕλλην μὴ βάρβαρος, τοιοῦτόν τι διανοηθεὶς ἱστορεῖται, ἀλλ’ οὐδ’ εἰς
5φαντασίαν ἐλθὼν τοῦ παραπλησίου; ἀγαπητὸν γὰρ ἑκάστῳ ἦν, εἰ καὶ ἐπὶ μόνης τῆς οἰκείας γῆς τὸ οἰκεῖον ἐπάγγελμα συνεστήσατο, καὶ τοὺς καλῶς ἔχειν φανέντας νόμους κἂν ἐφ’ ἑνὸς τοῦ οἰκείου ἔθνους κρατῦναι οἷός τε ἦν· ὁ δὲ μηδὲν θνητὸν καὶ ἀνθρώπινον διανοηθεὶς ὅρα εἰ μὴ ὡς ἀληθῶς θεοῦ πάλιν προήκατο φωνήν, αὐ‐141
10τολεξεὶ φήσας τοῖς εὐτελεστάτοις ἐκείνοις αὐτοῦ μαθηταῖς· «πορευ‐ θέντες μαθητεύσατε πάντα τὰ ἔθνη».

3

.

7

.

10

καὶ πῶς, εἶπον ἂν οἱ μα‐ θηταὶ τῷ διδασκάλῳ πάντως που ἀποκρινάμενοι, τοῦθ’ ἡμῖν ἔσται δυνατόν; πῶς γὰρ Ῥωμαίοις, φέρε, κηρύξομεν; πῶς δ’ Αἰγυπτίοις διαλεχθησόμεθα; ποίᾳ δὲ χρησόμεθα λέξει πρὸς Ἕλληνας, ἄνδρες τῇ
5Σύρων ἐντραφέντες μόνῃ φωνῇ;

3

.

7

.

11

Πέρσας δὲ καὶ Ἀρμενίους, καὶ Χαλδαίους, καὶ Σκύθας, καὶ Ἰνδούς, καὶ εἴ τινα βαρβάρων γένοιτο ἔθνη, πῶς πείσομεν τῶν μὲν πατρίων θεῶν ἀφίστασθαι, ἕνα δὲ τὸν πάντων δημιουργὸν σέβειν; ποίᾳ δὲ λόγων ἱκανότητι θαρσοῦντες ἐπὶ
5τοῦτο παρελευσόμεθα; ἢ τίς ἡμῖν ἐλπὶς ἔσται τοῦ κατορθώματος ἀντινομοθετεῖν τολμῶσιν τοῖς πάντων ἐθνῶν περὶ τῶν οἰκείων θεῶν ἐξ αἰῶνος κειμένοις νόμοις; ἐπὶ ποίᾳ δὲ καὶ δυνάμει περιέσεσθαι ἔστιν τοῦ τολμήματος;

3

.

7

.

12

ταῦτα ἢ φησάντων ἂν κατὰ τὸ εἰκὸς ἢ διανοη‐ θέντων τῶν τοῦ Ἰησοῦ μαθητῶν, μιᾶς προσθήκῃ λέξεως αὐτοῖς ὁ διδάσκαλος λύσιν τῶν ἀπορηθέντων ὑπέθετο, φήσας κατορθώσειν «τῷ ὀνόματί μου»· οὐ γὰρ δὴ ἁπλῶς καὶ ἀδιορίστως μαθητεῦσαι
5πάντα τὰ ἔθνη προσέταττεν, μετὰ προσθήκης δὲ ἀναγκαίας τῆς «ἐν τῷ ὀνόματι αὐτοῦ».

3

.

7

.

13

ἐπειδὴ γὰρ ἡ δύναμις τῆς αὐτοῦ προσηγορίας τοιαύτη τις ἦν, ὡς φάναι τὸν ἀπόστολον, ὅτι δὴ «ἐχαρίσατο αὐτῷ ὁ θεὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων», εἰκότως
5τῆς τοὺς πολλοὺς λανθανούσης ἐν τῷ ὀνόματι αὐτοῦ δυνάμεως τὴν ἀρετὴν ἐμφαίνων, τοῖς αὐτοῦ μαθηταῖς ἔφησεν· «πορευθέντες μαθη‐ τεύσατε πάντα τὰ ἔθνη τῷ ὀνόματί μου».

3

.

7

.

14

εἶτα καὶ θεσπίζει εὖ μάλα ἀκριβῶς τὸ μέλλον εἰπών· «δεῖ γὰρ κηρυχθῆναι τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν». ὁ δὲ λόγος εἴρητο μὲν ἐν γωνίᾳ γῆς τότε, καὶ οἱ παρόντες ἤκουον μόνοι.
5πῶς οὖν ἄρα πιστὸς ἦν αὐτοῖς τοῦτο λέγων, εἰ μὴ ἐξ ἑτέρων τῶν ὑπ’ αὐτοῦ πεπραγμένων ἐνθέων ἔργων τῆς ἐν τοῖς λόγοις ἀληθείας αὐτοῦ τὴν πεῖραν εἰλήφεσαν; ὅτι γὰρ ἐπίστευσαν λέγοντι, συλλογιζο‐ μένῳ σοι ὁμολογεῖν ἀνάγκη.

3

.

7

.

15

προστάξαντι γὰρ οὐδεὶς ἠπείθει, ἀλλὰ
πειθαρχήσαντες αὐτοῦ τῷ νεύματι κατὰ τὰ παρηγγελμένα πᾶν γένος ἀνθρώπων ἐμαθήτευον, ἐκ τῆς οἰκείας γῆς ἐπὶ πάντα στειλάμενοι τὰ ἔθνη, ἐν ὀλίγῳ τε ἦν ἔργα θεωρῆσαι τοὺς λόγους. κεκήρυκτο γοῦν142
5τὸ εὐαγγέλιον ἐν βραχεῖ χρόνῳ ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον τοῖς ἔθνεσιν, καὶ βάρβαροι καὶ Ἕλληνες τὰς περὶ τοῦ Ἰησοῦ γραφὰς πατρίοις χαρακτῆρσιν καὶ πατρίῳ φωνῇ μετελάμβανον.

3

.

7

.

16

Καίτοι τίς οὐκ ἂν ἀπορήσειεν εὐλόγως, τίς ἦν ἄρα ὁ τῆς τῶν μαθητῶν τοῦ Ἰησοῦ διδασκαλίας τρόπος; ἆρα γὰρ εἰς μέσην παρελ‐ θόντες πόλιν, ἔπειτα ἐν ἀγορᾷ στάντες καὶ βοῇ μείζονι χρησάμενοι συνεκάλουν τοὺς παριόντας κἄπειτα ἐδημηγόρουν; καὶ τίς ἦν ἄρα
5αὐτοῖς τῆς δημηγορίας ὁ λόγος, ᾧ πεπεῖσθαι εἰκὸς ἦν τοὺς ἀκροω‐ μένους; πῶς δὲ καὶ ἐδημηγόρουν ἄνδρες λόγων ἄπειροι καὶ πάσης ἀμέτοχοι παιδείας;

3

.

7

.

17

ἀλλὰ μὴ〈ν〉 οὐ κατὰ πλῆθος, κατὰ μέρος δὲ τοῖς προστυχοῦσι διελέγοντο. τίσιν οὖν καὶ ὁποίοις ἐχρῶντο λόγοις ἐπὶ πειθὼ τῶν ἀκουόντων, ἐπεὶ μηδὲ μικρὸς ἦν αὐτοῖς ὁ ἀγών, μὴ ἀρνουμένοις τὸν ἐπονείδιστον θάνατον τοῦ καταγγελλομένου;

3

.

7

.

18

εἰ μὲν γάρ, τοῦτον ἐπικρυψάμενοι καὶ μὴ ὁμολογοῦντες εἰς πάντας, οἷα καὶ ὁπόσα πέπονθεν ὑπὸ Ἰουδαίων, τὰ σεμνὰ μόνα καὶ ἔνδοξα προσεκόμιζον (λέγω δὲ τὰς θαυματουργίας καὶ τὰς παραδοξοποιίας
5αὐτοῦ τάς τε φιλοσόφους διδασκαλίας αὐτοῦ), οὐδ’ οὕτως ἦν αὐτοῖς εὐχερὴς ὁ λόγος πρὸς τὸ ποιῆσαι ῥᾳδίως συγκαταθέσθαι τοὺς ἀκούον‐ τας ξενοφωνουμένους καὶ ἄρτι πρῶτον ἐπακούοντας καινῶν ῥημάτων ὑπ’ ἀνδρῶν οὐδὲν ἐπαγομένων ἀξιόπιστον εἰς τὴν τῶν λεγομένων μαρτυρίαν· πλὴν ἀλλ’ ἔδοξεν ἂν πιθανώτερον λέγεσθαι τὰ εἰρημένα.

3

.

7

.

19

νῦν δὲ τοτὲ μὲν τὸν πρεσβευόμενον θεὸν ἐν ἀνθρώπου γεγονέναι σώματι καὶ οὐδὲν ἄλλο τὴν φύσιν εἶναι ἢ θεοῦ λόγον (διὸ καὶ τοι‐ αύτας τεραστίας δυνάμεις πεποιηκέναι οἷα θεόν), τοτὲ δὲ τούτοις ἐναντίως ὕβρεις αὐτὸν καὶ ἀτιμίας ὑπομεῖναι καὶ τέλος τὴν αἰσχίστην
5καὶ τοῖς πάντων ἀνθρώπων κακουργοτάτοις ἐπηρτημένην διὰ σταυ‐ ροῦ τιμωρίαν, τίς οὐκ ἂν ὡς ἐναντία λεγόντων κατέπτυσεν εἰκότως;

3

.

7

.

20

τίς δ’ οὕτως ἠλίθιος ὑπῆρχεν, ὡς εὐχερῶς πιστεῦσαι λέγουσιν ἑωρακέναι μετὰ τὸν θάνατον ἐκ νεκρῶν ἀναβεβιωκότα τὸν μηδὲ ὅτε ἐν ζῶσιν ἦν ἐπαμῦναι ἑαυτῷ δεδυνημένον; τίς δὲ τοῖς ἰδιώταις καὶ εὐτελέσιν ἐκείνοις ἐπείσθη ποτ’ ἂν λέγουσιν χρῆναι δεῖν τῶν μὲν
5πατρῴων θεῶν καταφρονῆσαι, καὶ μωρίαν μὲν τῶν ἐξ αἰῶνος κατα‐
γνῶναι πάντων, μόνοις δὲ αὐτοῖς πείθεσθαι καὶ τοῖς ὑπὸ τοῦ σταυ‐ ρωθέντος παρηγγελμένοις; τοῦτον γὰρ εἶναι τοῦ μόνου καὶ ἐπὶ πάν‐ των θεοῦ μόνον ἀγαπητὸν καὶ μονογενῆ παῖδα.143

3

.

7

.

21

ἐγὼ μὲν οὖν ἐξετάζων παρ’ ἐμαυτῷ φιλαλήθως τὸν λόγον, οὐδεμίαν πειστικὴν δύναμιν ἐν αὐτῷ, οὐδέ τι σεμνὸν οὐδ’ ἀξιόπιστον, ἀλλ’ οὐδὲ πιθανὸν εἰς τὸ κἂν ἕνα τινὰ τῶν ἠλιθίων πεῖσαι δύνασθαι ...

3

.

7

.

22

Ἀλλὰ πάλιν ἀφορῶν εἰς τὴν τοῦ λόγου δύναμιν ὡς μυρία πλήθη πέπεικεν, καὶ ὡς συνέστησαν μυρίανδροι ἐκκλησίαι πρὸς αὐτῶν ἐκείνων τῶν εὐτελεστάτων καὶ ἀγροίκων τοῦ Ἰησοῦ μαθητῶν, οὐκ ἐν ἀδήλοις που καὶ ἀφανέσι τόποις, ἀλλ’ ἐν ταῖς μάλιστα διαπρεπε‐
5στάταις πόλεσιν ἱδρυθεῖσαι, ἐπ’ αὐτῆς λέγω τῆς Ῥωμαίων βασιλευ‐ ούσης, ἐπί τε τῆς Ἀλεξανδρέων καὶ Ἀντιοχέων, καθ’ ὅλης τε τῆς Αἰγύπτου καὶ Λιβύης, Εὐρώπης τε καὶ Ἀσίας, ἔν τε κώμαις τε καὶ χώραις καὶ παντοίοις ἔθνεσιν, πάλιν ἐξ ἀνάγκης ἀνατρέχειν ἐκβιά‐ ζομαι ἐπὶ τὴν τοῦ αἰτίου ζήτησιν, καὶ συνομολογεῖν μὴ ἄλλως αὐτοὺς
10κεκρατηκέναι τοῦ τολμήματος ἢ θειοτέρᾳ καὶ ὑπὲρ ἄνθρωπον δυνάμει καὶ συνεργίᾳ τοῦ φήσαντος αὐτοῖς· «μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου».

3

.

7

.

23

τοῦτο δ’ οὖν εἰπὼν ἐπισυνῆψεν ἐπαγγελίαν, δι’ ἧς ἔμελλον ἐπιθαρρεῖν καὶ προθύμως ἐπιδιδόναι σφᾶς αὐτοὺς τοῖς παρηγγελμένοις. φησὶν γοῦν αὐτοῖς· «καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος». ἀλλὰ καὶ πνεύ‐
5ματος αὐτοῖς ἐμπνεῦσαι λέγεται θείου, ἀλλὰ καὶ δύναμιν αὐτοῖς ἔν‐ θεον καὶ παραδοξοποιὸν πεποιηκέναι, τοτὲ μὲν φήσας «λάβετε πνεῦμα ἅγιον», τοτὲ δὲ εἰπὼν «ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαίμονας ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε».

3

.

7

.

24

Συνορᾷς τοιγαροῦν καὶ αὐτὸς ὅπως κεκράτηκεν ὁ δι’ αὐτῶν λόγος, ἐπεὶ καὶ αὐτῶν ἡ βίβλος τῶν Πράξεων συνῳδὰ τούτοις καὶ σύμφωνα μαρτυρεῖ· ἔνθα ἱστοροῦνται καὶ αὐτοὶ τῇ τῶν παραδόξων ἐνεργείᾳ δι’ ὀνόματος τοῦ Ἰησοῦ πρὸς αὐτῶν ἐπιτελουμένῃ τοὺς
5παρόντας καὶ τοὺς θεωμένους ἐκπλῆξαι.

3

.

7

.

25

ἐξέπληττον γὰρ ὡς εἰκὸς διὰ τῶν ἔργων τοὺς θεωμένους πρότερον· εἶθ’ οὕτως προθύμους εἶχον αὐτοὺς ἐπὶ τὸ φιλοπευστεῖν, τίς ποτ’ ἦν οὗτος οὗ τῇ δυνάμει καὶ προσηγορίᾳ τὸ θαῦμα γέγονεν· εἶτα διδάσκοντες ηὕρισκον τῇ
5πίστει φθάνοντας τὴν παρ’ αὐτῶν διδασκαλίαν.

3

.

7

.

26

οὐ γὰρ τοῖς λόγοις πεισθέντες ἀλλὰ τοῖς ἔργοις προκαταληφθέντες ῥᾴδιον ἐποιοῦντο τὴν ἐν τοῖς λόγοις διάθεσιν. λέγονται γοῦν ἤδη τινὲς βουθυσίας καὶ σπονδὰς ὡς ἂν ἤδη θεοῖς οὖσιν τοῖς τοῦ Ἰησοῦ προσαγηοχέναι·
144
5καὶ τινὰ μὲν αὐτῶν τὸν Ἑρμῆν εἶναι, τινὰ δὲ τὸν Δία νενομικέναι. τοσοῦτον αὐτῶν τὰς διανοίας ἐξέπληττεν ἡ τῶν παραδόξων ἔργων ἐπίδειξις.

3

.

7

.

27

καὶ δὴ οὕτω διακειμένοις πάνθ’ ὅσα περὶ τοῦ Ἰησοῦ κατήγγελλον ἤδη λοιπὸν ἀληθεύειν εὐλόγως ἐνομίζοντο, καὶ τῇ μετὰ τὸν θάνατον ἀναβιώσει αὐτοῦ οὐχ ἁπλοῖς οὐδ’ ἀναποδείκτοις ἐμαρ‐ τύρουν λόγοις, δι’ αὐτῆς δ’ ἐνεργείας ἔπειθον, ζῶντος ἔργα παρι‐
5στῶντες.

3

.

7

.

28

εἰ δὲ καὶ θεὸν αὐτὸν καὶ θεοῦ παῖδα πρὸ τῆς εἰς ἀν‐ θρώπους ἀφίξεως παρὰ τῷ πατρὶ τυγχάνοντα κατήγγελλον, καὶ τούτῳ πῶς οὐκ ἂν προσέθεντο μᾶλλον, τὸ ἐναντίον ἄπιστον εἶναι καὶ ἀδύ‐ νατον ἡγούμενοι εἰκότως, λογισάμενοι μὴ δύνασθαι θνητῆς ἔργα
5φύσεως εἶναι νομίζειν τὰ δρώμενα ἀλλὰ θεοῦ, κἂν μὴ λέγῃ τις;

3

.

7

.

29

τοῦτ’ ἦν ἄρα καὶ οὐδὲ〈ν〉 ἄλλο τὸ ζητηθὲν αὐτὸ ἐκεῖνο, ὁποίᾳ δυνάμει περιγεγόνασιν τῶν ἐν ἀρχαῖς ἀκροωμένων οἱ τοῦ Ἰησοῦ μαθηταί, καὶ ὅπως Ἕλληνας ὁμοῦ καὶ βαρβάρους ὡς περὶ λόγου θεοῦ περὶ αὐτοῦ φρονεῖν ἔπεισαν, ὅπως τε ἐν μέσαις ταῖς πόλεσιν καὶ ἀνὰ
5τὰς χώρας εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ συνεστήσαντο διδα‐ σκαλεῖα.

3

.

7

.

30

Καίτοι τίς οὐκ ἂν θαυμάσειεν πρὸς ἑαυτὸν ἐπιλογισάμενος καὶ ἐνθυμηθείς, ὡς οὐκ ἀνθρώπινον ἦν τὸ μηδ’ ἄλλοτε ὑπὸ μίαν τὴν Ῥωμαίων 〈ἀρχὴν〉 γενέσθαι τὰ πλεῖστα τῆς οἰκουμένης ἔθνη, ἀλλ’ ἀπὸ τῶν τοῦ Ἰησοῦ χρόνων.

3

.

7

.

31

ἅμα γὰρ τῇ εἰς ἀνθρώπους αὐτοῦ παραδόξῳ ἐπιδημίᾳ καὶ τὰ Ῥωμαίων ἀκμάσαι συνηνέχθη, τότε πρῶ‐ τον Αὐγούστου τῶν πλείστων ἐθνῶν μοναρχήσαντος, καθ’ ὃν Κλεο‐ πάτρας ἁλούσης ἡ κατ’ Αἴγυπτον τῶν Πτολεμαίων διαδοχὴ λέλυτο·
5ἐξ ἐκείνου τε καὶ εἰς δεῦρο τὸ ἀπ’ αἰῶνος καὶ ἀπ’ αὐτῆς ὡς εἰπεῖν τῆς πρώτης ἀνθρωπείας ... συστὰν Αἰγύπτου βασίλειον καθῄρητο.

3

.

7

.

32

ἐξ ἐκείνου τε καὶ τὸ Ἰουδαίων ἔθνος Ῥωμαίων δοῦλον γέγονεν,
καὶ τὸ Σύρων ὡσαύτως, Καππαδόκων τε καὶ Μακεδόνων, καὶ Βι‐ θυνῶν καὶ Ἑλλήνων, καὶ συνελόντι φάναι τῶν λοιπῶν τῶν ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν ἁπάντων.145

3

.

7

.

33

τοῦτο δ’ ὅτι μὴ ἀθεεὶ τῇ περὶ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ συνεισῆλθεν τίς οὐκ ἂν ὁμολογήσειεν, δια‐ νοηθεὶς ὡς οὐ ῥᾴδιον ἦν τοῖς μαθηταῖς αὐτοῦ πορείαν ἐπὶ τῆς ἀλλο‐ δαπῆς στείλασθαι, διεστώτων πρὸς ἄλληλα τῶν ἐθνῶν, καὶ μηδεμιᾶς
5οὔσης ἐν αὐτοῖς ἐπιμιξίας διὰ τὰς πολλὰς ἐθναρχίας· ὧν περιῃρη‐ μένων ἀφόβως ἤδη καὶ ἐπ’ ἀδείας τὸ προκείμενον ἤνυον, τὴν πορείαν αὐτοῖς προεξευμαρίσαντος τοῦ ἐπὶ πάντων θεοῦ καὶ τοὺς θυμοὺς τῶν κατὰ πόλεις δεισιδαιμόνων φόβῳ τῆς μείζονος ἀρχῆς καταστεί‐ λαντος.

3

.

7

.

34

λόγισαι γὰρ ὡς, εἰ μηδὲν τὸ κωλῦον ἦν τοὺς περὶ τὴν πολύθεον πλάνην ἐπτοημένους τῇ τοῦ Χριστοῦ πολεμεῖν διδασκαλίᾳ, πάλαι ἂν ἑώρας κατὰ πόλεις καὶ κατὰ ἀγροὺς ἐμφυλίους στάσεις, διωγμούς τε καὶ πολέμους οὐ τοὺς τυχόντας, εἰ δὴ ἐφ’ ἑαυτοῖς εἶχον
5οἱ δεισιδαίμονες τὴν ἐπ’ αὐτῶν ἐξουσίαν.

3

.

7

.

35

νῦν δὲ καὶ τοῦτο θεοῦ τοῦ ἐπὶ πάντων ἔργον ἦν, τὸ μείζονι φόβῳ τῆς ἀνωτάτω ἀρχῆς τοὺς ἐχθροὺς τοῦ οἰκείου λόγου καταδουλῶσαι· προκόπτειν γὰρ αὐτὸν ὁσημέραι καὶ εἰς πάντας ἀνθρώπους αὔξειν βούλεται.

3

.

7

.

36

Πάλιν τε αὖ ὡς μὴ νομισθείη κατὰ συγχώρησιν τῶν κρατούν‐ των διαρκέσειν· εἴποτέ τις τούτων πονηρίᾳ ληφθεὶς τῷ τοῦ Χριστοῦ λόγῳ πολεμεῖν προύθετο, καὶ τούτῳ πράττειν ἐνεδίδου τὸ καταθύ‐ μιον, ὁμοῦ μὲν εἰς ἔνδειξιν τῶν τῆς εὐσεβείας ἀθλητῶν, ὁμοῦ δὲ καὶ
5εἰς τὸ τοῖς πᾶσιν φανερὸν καταστῆναι, ὅτι μὴ ἐξ ἀνθρώπων ἦν βου‐ λῆς ἀλλ’ ἐκ τῆς τοῦ θεοῦ δυνάμεως ἡ τοῦ λόγου σύστασις.

3

.

7

.

37

αὐ‐ τίκα τίς οὐκ ἂν θαυμάσειεν τὰ συμβαίνειν κατὰ τοὺς τοιούσδε και‐ ροὺς εἰωθότα; οἱ μὲν γὰρ τῆς εὐσεβείας ἀθληταὶ τὸ πρὶν ἀνθρώποις γε ... τοῖς πᾶσιν διάδηλοι καὶ διαπρεπεῖς ἐγίνοντο τῶν παρὰ τῷ
5θεῷ κατηξιωμένοι βραβείων· οἱ δὲ τῆς εὐσεβείας πολέμιοι τὰς προσ‐ ηκούσας ἐξέτινον δίκας, θεηλάτοις μάστιξιν οἰστρούμενοι καὶ πᾶν τὸ σῶμα δεινοῖς καὶ ἀνιαροῖς πάθεσιν διαφθειρόμενοι, ὥστε ἤδη καὶ εἰς ὁμολογίαν τῆς κατὰ Χριστοῦ δυσσεβείας ἥκειν περιελαθῆναι.

3

.

7

.

38

οἱ δέ
γε λοιποὶ πάντες τῆς ἐνθέου προσηγορίας ἠξιωμένοι καὶ τὰ Χριστοῦ φρονεῖν αὐχοῦντες, ἐπ’ ὀλίγον ἐγγυμνασάμενοι τοῖς πειρατηρίοις, τὸ δὲ γνήσιον καὶ εἰλικρινὲς τοῦ φρονήματος ἐπιδειξάμενοι, τὴν οἰκείαν146
5αὖθις ἀπελάμβανον ἐλευθερίαν, εἰς μεῖζον ὁσημέραι δι’ αὐτῶν ἐκλάμ‐ ποντος τοῦ σωτηρίου λόγου καὶ ἐν αὐτοῖς γε μέσοις τοῖς ἐχθροῖς κατακρατοῦντος,

3

.

7

.

39

μὴ μόνον τε τῶν ὁρατῶν πολεμίων κατεξανιστα‐ μένου, ἀλλὰ καὶ τῶν ἀοράτων, εἴ τινες ἄρ’ εἶεν ἀμφὶ τὸν περὶ γῆν ἀέρα ζοφώδη πονηροὶ δαίμονες καὶ ἄρχοντες τούτων· οὓς καὶ αὐτοὺς οἱ γνήσιοι τοῦ Χριστοῦ μαθηταὶ δι’ ἁγνείας βίου καὶ τῶν πρὸς τὸν
5θεὸν εὐχῶν διά τε τῆς αὐτοῦ ἐνθέου προσηγορίας ἐξελαύνοντες, ... σημείων τῶν πάλαι ἱστορουμένων ὑπ’ αὐτοῦ γεγονέναι παραδόξων, καὶ ἐν τούτῳ τοῖς συνορᾶν δυναμένοις τὰ τεκμήρια τῆς ἐνθέου ἀρε‐ τῆς αὐτοῦ διαδεικνύντες.

3

.

7

.

40

Ἀλλὰ γὰρ τῶνδε κατὰ καιρὸν προγεγυμνασμένων, καιρὸς ἤδη καλεῖ τῆς μυστικωτέρας περὶ αὐτοῦ θεολογίας ἐφάψασθαι, καὶ τὸν θεὸν λόγον, ὅστις ποτ’ ἦν ὁ διὰ τοῦ φαινομένου ἀνδρὸς τὰς θαυ‐
ματουργίας ἐκτελῶν, ἐποπτεῦσαι.147

4

Pin

t

Τάδε ἔνεστιν ἐν τῷ τετάρτῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως.

4

Pin

1

αʹ. Περὶ τῆς κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χρι‐ στὸν τοῦ θεοῦ μυστικῆς οἰκονομίας.

4

Pin

2

βʹ. Ὅπως αὐτὸν πρὸ πάσης κτίσεως υἱὸν θεοῦ γεγονέναι φαμέν.

4

Pin

3

γʹ. Ὅτι μὴ πλείους υἱοὶ τοῦ ἐπὶ πάντων θεοῦ, μόνος δὲ εἷς ἐκ θεοῦ θεὸς εὐλόγως ἡμῖν ἀνηγόρευται.

4

Pin

4

δʹ. Ὡς ἀναγκαία τῇ τῶν ὅλων συστάσει ἡ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ προΰπαρξις ἀποδίδοται.

4

Pin

5

εʹ. Ὡς μυρίας μὲν ὁμολογοῦμεν εἶναι γενητὰς θείας δυνάμεις, μόνην δὲ τὴν τοῦ υἱοῦ, δι’ ἣν ἐπάγεται εἰκόνα τοῦ θεοῦ πα‐ τρός, θεολογοῦμεν.

4

Pin

6

ϛʹ. Ὡς ἀπὸ πρώτης συστάσεως τῶν ὅλων ἀφανῶς ὁ Χριστὸς τοῦ θεοῦ τῶν θεοφιλῶν ψυχῶν ἐπιστατεῖ.

4

Pin

7

ζʹ. Ὡς μόνοις Ἑβραίοις τὸ παλαιὸν ἡ τοῦ τῶν ὅλων θεοῦ γνῶσις ἀποκεκάλυπτο, διὰ τῆς ἐπιφανείας τοῦ Χριστοῦ γινωσκομένη.

4

Pin

8

ηʹ. Ὡς μόνους τοὺς κατ’ οὐρανὸν φωστῆρας τὰ λοιπὰ τῶν ἐθνῶν ἔσεβον, ἀγγέλοις τισὶν ἐγκεχειρισμένα.

4

Pin

9

θʹ. Περὶ τῆς ἐχθρᾶς καὶ ἀντικειμένης τῷ θεῷ δυνάμεως καὶ τοῦ ταύτης ἐξάρχοντος καὶ ὡς διὰ ταύτης τὸ πάντων ἀνθρώπων ὑπήγετο γένος.

4

Pin

10

ιʹ. Ὡς ἀναγκαίως ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ τὴν εἰς ἀνθρώπους ἐποιήσατο πάροδον.

4

Pin

11

ιαʹ. Ὅπως τὸν ἐν ἀνθρώποις διεξῆλθε βίον.

4

Pin

12

ιβʹ. Ὡς καὶ μέχρι τῶν πάλαι κατοιχομένων ἐκάλουν αὐτὸν οἱ τῆς φιλανθρωπίας νόμοι.

4

Pin

13

ιγʹ. Ὡς ἀπαθὴς καὶ ἀβλαβὴς καὶ ἀσώματος διέμεινεν καὶ καθ’ ὃν ἐνηνθρώπει καιρόν.

4

Pin

14

ιδʹ. Ὡς τὸν ἄνθρωπον ἀνανεωσάμενος πᾶσιν ἡμῖν τὴν τῶν αἰω‐
νίων ἀγαθῶν παρέσχετο ἐλπίδα.148

4

Pin

15

ιεʹ. Τί βούλεται δηλοῦν ἡ τοῦ Χριστοῦ προσηγορία· ὡς θεὸς καὶ κύριος καὶ ἀρχιερεὺς τοῦ τῶν ὅλων θεοῦ διὰ τῶν παρ’ Ἑβραίοις προφητῶν ὁ Χριστὸς ἀνηγορεύετο.

4

Pin

16

ιϛʹ. Δι’ ὅσων προφητικῶν γραφῶν ὁ Χριστὸς ὀνομαστὶ προε‐ κηρύττετο. Ἀπὸ τοῦ βʹ Ψαλμοῦ. Ἀπὸ τοῦ ιθʹ Ψαλμοῦ.
5Ἀπὸ τοῦ κζʹ Ψαλμοῦ. Ἀπὸ τοῦ πγʹ Ψαλμοῦ. Ἀπὸ τοῦ πηʹ Ψαλμοῦ. Ἀπὸ τοῦ ρλαʹ Ψαλμοῦ. Ἀπὸ τοῦ Ἀμώς.
10Ἀπὸ τοῦ Ἀμβακούμ. Ἀπὸ τῶν Ἱερεμίου θρηνῶν. 〈Ἀπὸ〉 τῆς πρώτης τῶν Βασιλειῶν. Ἀπὸ τῆς αὐτῆς. Ἀπὸ τοῦ μδʹ Ψαλμοῦ.

4

Pin

17

ιζʹ. Ὅτι καὶ τὸ Ἰησοῦ ὄνομα παρὰ τοῖς προπάλαι τοῦ θεοῦ γνωρί‐ μοις τετίμητο. Ἀπὸ τῆς Ἐξόδου. Ἀπὸ τοῦ Ζαχαρίου.

4

t

1

Λόγος δʹ.149

4

.

1

.

1

Ἐπειδὴ τὰ προσήκοντα περὶ τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος ἡμῶν ἐν τῷ πρὸ τούτου συγγράμματι, τρίτῳ ὄντι τῆς Εὐαγγελικῆς Ἀποδείξεως, αὐτάρκως ἡμῖν διαπεπόνηται, καιρὸς ἤδη καὶ ἀπορρη‐ τοτέρων ἐφάψασθαι λόγων τῶν περὶ τῆς κατ’ αὐτὸν μυστικωτέρας
5θεολογίας.

4

.

1

.

2

ὁ μὲν οὖν περὶ τοῦ πρώτου καὶ ἀϊδίου μόνου τε ἀγεν‐ νήτου καὶ ἐπὶ πάντων αἰτίου τῶν ὅλων πανηγεμόνος τε καὶ παμβα‐ σιλέως θεοῦ κοινὸς ἅπασιν ἀνθρώποις ἐστὶ λόγος· ἴδιος δὲ καὶ κοινὸς αὖθις Ἑβραίων καὶ ἡμῶν ὁ περὶ Χριστοῦ· ὃν πῆ μὲν ὁμοίως ἡμῖν
5ταῖς παρ’ αὐτοῖς ἑπόμενοι γραφαῖς ἔτι νῦν ὁμολογοῦσιν, πῆ δὲ μακρὰν ἀποπίπτουσιν, μήτε τὴν θεότητα συνορῶντες αὐτοῦ, μήτε τὰ αἴτια τῆς παρουσίας εἰδότες, μήτε μὴν τοὺς χρόνους καθ’ οὓς ἥξειν ἀνεί‐ ρηται εἰς ἀνθρώπους περιδρασσόμενοι.

4

.

1

.

3

οἱ μὲν γὰρ ἔτι καὶ νῦν ἥξειν μέλλοντα προσδοκῶσιν, ἡμεῖς δ’ ἤδη μὲν εἰς ἅπαξ ἀποδείκνυμεν ἐλ‐ θόντα, καὶ δευτέραν δὲ αὐτοῦ μετὰ τῆς ἐνθέου δόξης παρουσίαν, ταῖς τῶν θεοφόρων προφητῶν προρρήσεσίν τε καὶ διδασκαλίαις πειθόμενοι,
5ἰδεῖν εὐχόμεθα. διττοῦ δ’ ὄντος τοῦ κατ’ αὐτὸν λόγου ὁ μὲν νεώτε‐ ρος ἂν εἴη, χθὲς καὶ πρώην εἰς ἀνθρώπους εἰσηγμένος· ὁ δὲ παντὸς χρόνου καὶ πάντων αἰώνων πρεσβύτερος.

4

.

1

.

4

βουληθεὶς γὰρ ὁ θεός, ἅτε μόνος ὢν ἀγαθὸς ἀγαθοῦ τε παντὸς ἀρχὴ καὶ πηγή, τῶν αὐτοῦ θησαυρῶν πλείους ἀποφῆναι κοινωνούς, ἄρτι τε μέλλων τὴν λογικὴν πᾶσαν προβάλλεσθαι κτίσιν, ἀσωμάτους τινὰς νοερὰς καὶ θείας δυ‐
5νάμεις, ἀγγέλους τε καὶ ἀρχαγγέλους, ἄυλά τε καὶ πάντη καθαρὰ πνεύ‐ ματα, προσέτι δὲ ψυχὰς ἀνθρώπων ἄφετον καὶ ἐλεύθερον 〈ἐπὶ〉 τῆς αὐθεκουσίου περὶ τὸ καλὸν ἢ τοὐναντίον αἱρέσεως τὴν φύσιν ἐπα‐ γομένας, ὅσα τε τούτοις ὄργανα σωμάτων ἔμελλεν ἔσεσθαι ποικίλων ἀγωγῇ κατάλληλα βίων, χώρας τε τούτοις ἅπασι καὶ τόπους διανέμειν
10οἰκείους (μείνασι μὲν γὰρ ἀγαθοῖς τοὺς κρείττονας, ἔμπαλιν δὲ τοὺς προσήκοντας, τῆς ἐπὶ τἀναντία ῥοπῆς τὰ σωφρονιστήρια)· προλα‐ βὼν τὸ μέλλον οἷα θεὸς τῇ προγνώσει, συνιδών τε τούτων ἁπάντων πρὶν γενέσθαι ὡς ἐν μεγάλῳ σώματι κεφαλῆς δεησομένων, ἕνα τὸν τῆς δημιουργίας ἁπάσης οἰκονόμον ἡγεμόνα τε καὶ βασιλέα τῶν ὅλων150
15προτάξασθαι ᾤετο δεῖν, ᾗ καὶ τὰ θεῖα μυσταγωγεῖ λόγια πρὸς τῶν ἄνωθεν παρ’ Ἑβραίοις θεολόγων τε καὶ προφητῶν ἀνδρῶν τεθεσπι‐ σμένα.

4

.

1

.

5

παρ’ ὧν δὴ μαθεῖν ἔνεστιν, ὡς ἄρα μία μὲν εἴη τῶν ὅλων ἀρχή, μᾶλλον δὲ τὸ καὶ ἀρχῆς ἀνώτερον, καὶ πρώτου προγενέστερον, καὶ μονάδος ἀρχεγονώτερον, καὶ πάσης κρεῖττον προσηγορίας, ἄρρη‐ τον, ἀνέκφραστον, ἀπερινόητον, ἀγαθόν, τὸ πάντων αἴτιον, τὸ ποι‐
5ητικόν, τὸ εὐεργετικόν, τὸ προνοητικόν, τὸ σωτήριον, αὐτὸς ὢν ὁ εἷς καὶ μόνος θεός, ἐξ οὗ τὰ πάντα, δι’ ὃν τὰ πάντ’ ἐστίν· «ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν.»

4

.

1

.

6

ὅ τι δὴ θέλει, τοῦτο γοῦν καὶ εἴη ἄν, τὸ μόνον τῆς τῶν γενητῶν ἁπάντων οὐσιώσεώς τε καὶ ὑπάρ‐ ξεως αἴτιον· θέλοντος γὰρ ἔστιν, θέλει δέ, ὅτι τὴν φύσιν ἀγαθὸς ὢν τυγχάνει. ἀγαθῷ δὲ οὐδέν, ὅτι μὴ τὸ θέλειν τὰ ἀγαθά, προσφυές.

4

.

1

.

7

θέλων δὲ ταῦτα καὶ δύναται· διὸ καὶ θέλων ὁμοῦ καὶ δυνάμενος, ἀκωλύτως καὶ ἀπαραποδίστως πᾶν ὅ τι καλὸν καὶ συμφέρον ἔν τε ὁρωμένοις καὶ ἀφανέσιν αὐτὸς ἑαυτῷ συνεστήσατο, ὕλην ὥσπερ τινὰ καὶ οὐσίαν τῆς τῶν ὅλων γενέσεώς τε καὶ συστάσεως τὴν ἑαυτοῦ
5βουλὴν καὶ δύναμιν προβεβλημένος, ὡς μηκέτι εὐλόγως φάναι δεῖν ἐξ οὐκ ὄντων εἶναί τι τῶν ὄντων· οὐδὲ γὰρ ἂν εἴη τι τὸ ἐκ μὴ ὄντος. πῶς γὰρ τὸ μὴ ὂν ἑτέρῳ τοῦ εἶναι γένοιτ’ ἂν αἴτιον; πᾶν δὲ ὅ τι ποτὲ καὶ ἔστιν ἐξ ἑνὸς τοῦ μόνου ὄντος καὶ προόντος, τοῦ δὴ καὶ φήσαντος «ἐγώ εἰμι ὁ ὤν», τὸ εἶναι λαβὸν ἔχει,

4

.

1

.

8

ὅτι δὴ μόνος ὢν καὶ ἀεὶ ὢν αὐτὸς πᾶσι, τοῖς ἐξ αὐτοῦ τὸ εἶναι κτησαμένοις, αἴτιος τοῦ εἶναι κατέστη τῷ θέλειν καὶ τῷ δύνασθαι, καὶ τὴν οὐσίαν τοῖς πᾶσι καὶ τὰς δυνάμεις καὶ τὰ εἴδη πλουσίως καὶ ἀνεπιφθόνως
5ἐξ αὐτοῦ κεχαρισμένος.

4

.

2

.

1

Καὶ δὴ τῶν ὄντων ἁπάντων πρῶτον ὑφίστησιν αὐτοῦ γέν‐ νημα τὴν πρωτότοκον σοφίαν, ὅλην δι’ ὅλου νοερὰν καὶ λογικὴν καὶ
πάνσοφον, μᾶλλον δὲ αὐτόνουν καὶ αὐτόλογον καὶ αὐτοσοφίαν, καὶ εἴ τι δὲ αὐτόκαλον καὶ αὐτοάγαθον ἐπινοεῖν ἐν γενητοῖς θέμις, τοῦτο151
5πρῶτον αὐτὸς ἐξ αὐτοῦ θεμέλιον τῶν μετὰ ταῦτα γενησομένων προβάλλεται, τὸ τέλειον τελείου δημιούργημα, καὶ σοφοῦ σοφὸν ἀρχιτεκτόνημα, ἀγαθοῦ πατρὸς ἀγαθὸν γέννημα, καὶ τί γὰρ ἄλλο ἢ τῶν μετέπειτα, τὸ εἶναι δι’ αὐτοῦ λαβόντων, προστάτην καὶ κηδε‐ μόνα, σωτῆρά τε καὶ ἰατρόν, καὶ κυβερνήτην τῆς τῶν ὅλων δημιουρ‐
10γίας τοὺς οἴακας περιδεδραγμένον;

4

.

2

.

2

ὅθεν εἰκότως οἱ χρησμοὶ θεολο‐ γοῦντες θεὸν γεννητὸν αὐτὸν ἀποφαίνουσιν, ὡς ἂν τῆς ἀνεκφράστου καὶ ἀπερινοήτου θεότητος μόνον ἐν αὐτῷ φέροντα τὴν εἰκόνα, δι’ ἣν καὶ θεὸν εἶναί τε αὐτὸν καὶ λέγεσθαι τῆς πρὸς τὸ πρῶτον ἐξο‐
5μοιώσεως χάριν, ταύτῃ τε αὐτὸν ἀγαθόν φασιν ὑπηρέτην πρὸς τοῦ πατρὸς ὑποβεβλῆσθαι, ἵνα ὥσπερ δι’ ἑνὸς πανσόφου καὶ ζῶντος ὀρ‐ γάνου τεχνικοῦ τε καὶ ἐπιστημονικοῦ κανόνος τὰ πάντα αὐτῷ ἀπευ‐ θύνοιτο, σώματα ὁμοῦ καὶ ἀσώματα, ἔμψυχά τε καὶ ἄψυχα, λογικὰ σὺν ἀλόγοις, θνητὰ σὺν ἀθανάτοις, καὶ εἴ τι τούτοις ἕτερον συνυφέ‐
10στηκέν τε καὶ συνύφανται, καὶ ὡς μιᾷ τῶν ὅλων δυνάμει ἑνί τε ζῶντι καὶ ἐμψύχῳ νόμῳ τε καὶ λόγῳ ἐν πᾶσιν ὄντι καὶ διὰ πάντων ἥκοντι τὰ πάντα συναρμόζοιτο ὑφ’ ἑνὶ πανσόφῳ δεσμῷ, αὐτῷ δὴ τῷ τοῦ θεοῦ λόγῳ τε καὶ νόμῳ συναγόμενά τε καὶ συνδούμενα.

4

.

3

.

1

Ἑνὸς δὲ ὄντος τοῦ πατρὸς ἕνα χρὴ καὶ τὸν υἱὸν ἀλλ’ οὐ πολλοὺς εἶναι, καὶ ἕνα τέλειον μόνον γεννητὸν θεὸν ἐκ θεοῦ, ἀλλ’ οὐ πλείους. ἐν γὰρ πλείοσιν ἑτερότης ἔσται καὶ διαφορὰ καὶ τοῦ χείρονος εἰσαγωγή. διὸ δὴ εἷς θεὸς ἑνὸς υἱοῦ τελείου καὶ μονογενοῦς,
5ἀλλ’ οὐ πλειόνων θεῶν οὐδ’ υἱῶν πατήρ,

4

.

3

.

2

ἐπεὶ καὶ μιᾶς οὔσης φωτὸς οὐσίας μίαν καὶ τὴν ἐξ αὐτοῦ γεννωμένην τελείαν αὐγὴν πᾶσα ἀνάγκη τίθεσθαι.

4

.

3

.

3

τί γὰρ ἂν καὶ ἄλλο γέννημα φωτὸς ἐπινοεῖν δυνατόν; μὴ οὐχὶ μόνην τὴν ἐξ αὐτοῦ τὰ πάντα πληροῦσαν καὶ καταλάμπουσαν ἀκτῖνα; πᾶν γὰρ τὸ ταύτης ἀλλότριον «σκότος» ἂν εἴη «καὶ οὐ φῶς». ταύτῃ τοι καὶ τοῦ πάντων ἀνωτάτου πατρὸς ἀρρήτου φωτὸς ὄντος,
5οὐδὲν μὲν προσφερὲς αὐτῷ οὐδ’ οἰκεῖον ἂν γένοιτο παράδειγμα, πλὴν ὅσον αὐτὸ τοῦτο μόνον, ὃ δὴ καὶ φάναι περὶ υἱοῦ οἷόν τε· «ἀπαύ‐ γασμα γάρ ἐστιν φωτὸς ἀϊδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ».

4

.

3

.

4

διὸ εἴρηται·
«ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ». ἀλλὰ τοῦ μὲν αἰσθητοῦ φωτὸς ἀχώριστος ἡ αὐγή, ὁ δ’ υἱὸς ἰδίως παρὰ τὸν πατέρα καθ’ ἑαυτὸν ὑφέστηκεν, καὶ φωτὸς μὲν ἡ αὐγὴ152
5χώραν ἐνεργείας ἐπέχει, ὁ δὲ υἱὸς ἕτερόν τι ἢ κατὰ ἐνέργειαν τυγ‐ χάνει, καθ’ ἑαυτὸν οὐσιωμένος.

4

.

3

.

5

καὶ πάλιν ἡ μὲν αὐγὴ συνυπάρχει τῷ φωτί, συμπληρωτική τις οὖσα αὐτοῦ (ἄνευ γὰρ αὐγῆς οὐκ ἂν ὑποσταίη φῶς), ὁμοῦ τε καὶ καθ’ ἑαυτὸ συνυφέστηκεν· ὁ δὲ πατὴρ προϋπάρχει τοῦ υἱοῦ καὶ τῆς γενέσεως αὐτοῦ προϋφέστηκεν, ᾗ μόνος
5ἀγέννητος ἦν.

4

.

3

.

6

καὶ ὁ μὲν καθ’ ἑαυτὸν τέλειος καὶ πρῶτος ὡς πατήρ, καὶ τῆς τοῦ υἱοῦ συστάσεως αἴτιος, οὐδὲν εἰς συμπλήρωσιν τῆς ἑαυτοῦ θεότητος παρὰ τοῦ υἱοῦ λαμβάνων· ὁ δέ, ὡς ἐξ αἰτίου γεγονὼς υἱός, δεύτερος οὗ ἐστιν υἱὸς καθέστηκεν, παρὰ τοῦ πατρὸς καὶ τὸ εἶναι
5καὶ τὸ τοιόσδε εἶναι εἰληφώς.

4

.

3

.

7

καὶ πάλιν ἡ μὲν αὐγὴ οὐ κατὰ προ‐ αίρεσιν τοῦ φωτὸς ἐκλάμπει, κατά τι δὲ τῆς οὐσίας συμβεβηκὸς ἀχώ‐ ριστον, ὁ δὲ υἱὸς κατὰ γνώμην καὶ προαίρεσιν εἰκὼν ὑπέστη τοῦ πατρός. βουληθεὶς γὰρ ὁ θεὸς γέγονεν υἱοῦ πατήρ, καὶ φῶς δεύτερον
5κατὰ πάντα ἑαυτῷ ἀφωμοιωμένον ὑπεστήσατο.

4

.

3

.

8

ἀγενήτου τοιγαροῦν καὶ ἀϊδίου φωτὸς ὄντος ἑνός, πῶς ἂν γένοιτο ἀλλοία τις εἰκών, (οὐχὶ δὲ καὶ αὐγή, οὖσα φῶς κατὰ πάντα τὸ ἐμφερὲς τῷ πρωτο‐ τύπῳ σῴζουσα); πῶς δ’ ἂν καὶ αὐτοῦ τοῦ ἑνὸς εἴη εἰκών, εἰ μὴ μία
5καὶ ἡ αὐτὴ οὖσα, ὅπως μὴ μόνον τῆς οὐσίας τοῦ πρώτου ἀλλὰ καὶ τοῦ κατὰ τὸ ποσὸν ἀριθμοῦ τὴν ὁμοίωσιν ἐπάγοιτο, ὥσθ’ ἑνὸς εἶναι τοῦ ἀϊδίου φωτὸς ἓν τὸ τέλειον, ἀλλ’ οὐ διάφορα καὶ πολλά, τὸ πρῶτον καὶ μονογενὲς ἔκγονον, αὐτὸ δὴ ἐκεῖνο τὸ καὶ ἡμῖν πρῶτον μετὰ τὴν ἄναρχον καὶ ἀγένητον οὐσίαν θεολογούμενον τέλειον ἀγα‐
10θόν.

4

.

3

.

9

ἕνα γοῦν χρὴ ἑνὸς πατρὸς καὶ τὸν υἱὸν εἶναι. Καὶ γὰρ μιᾶς εὐωδίας ἐξ ὑποκειμένης τινὸς προϊούσης οὐσίας, μίαν καὶ τὴν αὐτὴν προχεομένην ἡδεῖαν εἰς πάντας ὀδμὴν ἀλλ’ οὐ διαφόρους καὶ πολλὰς προσήκοι ἂν ὁμολογεῖν. τοῦ δῆτα πρώτου καὶ
5μόνου ἀγαθοῦ, ὅ ἐστιν ὁ παμβασιλεὺς θεός, νῷ καὶ διανοίᾳ ληπτὴν ἔνθεον καὶ ζωτικὴν εὐωδίαν ὑποστησαμένου, μίαν ταύτην ἀλλ’ οὐ πλείους ἐπινοεῖν θέμις.

4

.

3

.

10

τί γὰρ ἂν καὶ γένοιτο ταύτης ἕτερον κατὰ πάντα τῷ πατρὶ ἀφωμοιωμένης, εἰ μή τι ἄρα ὑποβεβηκὸς καὶ χεῖρον; ὃ οὐδαμῶς ἡμῖν ἐν τῇ τοῦ υἱοῦ θεολογίᾳ παρεισακτέον. «ἀτμὶς γάρ
ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος153
5δόξης εἰλικρινής».

4

.

3

.

11

ἐξ εὐώδους μέντοι σώματος, μύρου τινὸς φέρε ἢ καὶ τῶν ἀπὸ γῆς ἀκμαζόντων ἀνθῶν τε καὶ ἀρωμάτων, εὐώδης τις πνοὴ παρὰ τὸ πρῶτον ὑποκείμενον εἰς ἅπαν τὸ ἐκτὸς περιέχον προχεῖται καὶ πληροῖ γε καὶ τὸν ἀέρα εἰς πλάτος ἀναχεομένη, οὔτι
5πω κατὰ στέρησιν ἢ μείωσιν ἢ τομὴν ἢ διαίρεσιν τοῦ προϋποκειμένου.

4

.

3

.

12

τούτου γὰρ ἐν οἰκείᾳ χώρᾳ μένοντος καὶ τὴν ταυτότητα πρὸς ἑαυτὸ σώζοντος τήν τε εὐώδη δύναμιν ἀπογεννῶντος, οὐδὲν τοῦ προτέρου χεῖρον καὶ τὸ γεννώμενον εὐῶδες, οἰκείαν ἔχον ὑπόστασιν, ὡς ὅτι μάλιστα τὸ ὁμοιότατον τῇ τοῦ γεννήσαντος φύσει διὰ τῆς οἰκείας
5ἀπομεμίμηται. πλὴν ἀλλ’ ἔτι ταῦτα γεώδη καὶ θνητὰ καὶ μέρη τῆς κάτω φθοροποιοῦ καὶ γεώδους φύσεως.

4

.

3

.

13

τά γε μὴν τῆς προκειμένης ἡμῖν θεολογίας, ἐπέκεινα παντὸς ὄντα παραδείγματος, οὐδὲν μὲν οἷον τὰ ἐκ σωμάτων ἐπάγεται, ὀξυτάτῃ δὲ διανοίᾳ φαντάζεται υἱὸν γεννη‐ τόν, οὐ χρόνοις μέν τισιν οὐκ ὄντα, ὕστερον δέ ποτε γεγονότα, ἀλλὰ
5πρὸ χρόνων αἰωνίων ὄντα καὶ προόντα, καὶ τῷ πατρὶ ὡς υἱὸν διὰ παντὸς συνόντα, καὶ οὐκ ἀγέννητον ὄντα, γεννώμενον δ’ ἐξ ἀγεννή‐ του πατρός, μονογενῆ ὄντα, λόγον τε καὶ θεὸν ἐκ θεοῦ, οὐ κατὰ διάστασιν ἢ τομὴν ἢ διαίρεσιν ἐκ τῆς τοῦ πατρὸς οὐσίας προβεβλημένον, ἀρρήτως δὲ καὶ ἀνεπιλογίστως ἡμῖν, ἐξ αἰῶνος μᾶλλον δὲ πρὸ πάντων αἰώ‐
10νων, ἐκ τῆς τοῦ πατρὸς ἀνεκφράστου καὶ ἀπερινοήτου βουλῆς τε καὶ δυνάμεως οὐσιούμενον διδάσκοντα. «τὴν γενεὰν γὰρ αὐτοῦ», φησίν, «τίς διηγήσεται»; καὶ ὥσπερ οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὕτως καὶ τὸν υἱὸν οὐδεὶς ἔγνω εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν πατήρ.

4

.

4

.

1

Πλὴν ἀλλ’ ἕνα μονογενῆ καὶ ἀγαπητὸν υἱὸν ἐδόκει τῷ πανα‐ γάθῳ πατρὶ τῆς τῶν γενητῶν ἁπάντων δημιουργίας προϋφίστασθαι δεῖν, ἐπεὶ καὶ κόσμον ἕνα, ὥσπερ τι ἓν καὶ μέγα σῶμα, ἐκ πλειόνων καὶ διαφόρων μελῶν τε καὶ μερῶν ἤμελλεν ὅσον οὐδέπω προβάλλε‐
5σθαι, ..., οὐκ ἐπιστατεῖν μὲν αὐτὴν ἄνωθεν, ὥσπερ μείζονος κεφαλῆς, τῆς τοῦ πατρὸς θεότητος ἐξημμένην (κεφαλὴ γὰρ τοῦ Χριστοῦ ὁ πατήρ), ἡγουμένην δὲ καὶ προϋπάρχουσαν τῶν μετὰ ταύτην ἁπάντων, οὐ μὴν ἀλλὰ καὶ διαρκοῦσαν εἴς τε τὴν τοῦ πατρὸς ἐπικέλευσιν καὶ εἰς τὴν τῶν μετὰ ταῦτα δημιουργίαν.

4

.

4

.

2

διὸ δὴ καὶ ἔφαμεν αὐτὸν πρῶτον πάντων ὑπὸ τοῦ πατρὸς οἷόν τι μονοειδὲς πάσης οὐσίας καὶ φύσεως προβεβλῆσθαι ὄργανον ἔμψυχον καὶ ζῶν, μᾶλλον δ’ ἔν‐ θεον καὶ ζωοποιὸν καὶ πάνσοφον, ἀγαθῶν γεννητικόν, φωτὸς χορη‐
154
5γόν, οὐρανοῦ δημιουργικόν, κόσμου κατασκευαστικόν, ἀγγέλων ποιη‐ τικόν, πνευμάτων ἀρχοντικόν, ὄργανον ψυχῶν σωτήριον, σωμάτων αὐξητικόν, πάντων προνοητικόν, κυβερνητικὸν θεραπευτικὸν βασιλικὸν κριτικόν, πατρὸς εὐσεβείας ἀπαγγελτικόν.

4

.

5

.

1

Διὸ καὶ ἐπὶ πάντων καθόλου τῶν δημιουργημάτων μίαν χρεὼν θείαν δύναμιν ἀποθαυμάζειν, ἀλλ’ οὐ πολλὰς ἡγεῖσθαι. μία γὰρ ἡ καθόλου κοσμοποιὸς δύναμις καὶ εἷς ὁ τῶν ὅλων δημιουργὸς λόγος ἐν ἀρχῇ πρὸς τὸν θεόν, ὅτι «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς
5τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος»·

4

.

5

.

2

ὃν δεῖ ἀληθῶς μὴ ἀγνοεῖν, σέβειν δὲ καὶ τιμᾶν ἐπαξίως, ὅτι δὴ «πάντα δι’ αὐτοῦ» οὐ μόνον ἐν ἀρχαῖς τῶν ὅλων συνέστη, ἀλλὰ καὶ εἰς ἀεὶ γέγονέν τε καὶ γίνεται, «καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». εἴτε γὰρ ζωή τίς ἐστιν ἐν τοῖς οὖσιν, («ὃ γέ‐
5γονεν, ἐν αὐτῷ ζωὴ ἦν», «ἐξ αὐτοῦ» γὰρ καὶ «δι’ αὐτοῦ» ἡ τῶν ὅλων ζώωσίς τε καὶ ψύχωσις), εἴτε ῥυθμὸς εἴτε κάλλος εἴτε ἁρμονία εἴτε τάξις εἴτε σύγκρασις εἴτε οὐσία εἴτε ποιότης εἴτε μέγεθος, πάντα εἷς ὁ τῶν ὅλων συνέχει καὶ διακοσμεῖ λόγος καὶ μία θεοῦ δύναμις κοσμο‐ ποιὸς ἡγεῖται ἁπάντων.

4

.

5

.

4

ὡς γὰρ ἐπὶ τοῦ καθ’ ἡμᾶς σώματος πολλὴ μὲν τυγχάνει καὶ ποικίλη τῶν μερῶν ἡ διαφορά, μία δὲ ἡ τοῦ παντὸς δύναμις δημιουργός (οὐ γὰρ ἄλλῃ θεοῦ μὲν δυνάμει κεφαλῆς ὑπέστη φύσις, ἄλλῃ δὲ ὀφθαλμῶν, ἑτέρᾳ δὲ ὤτων, ἑτέρᾳ δὲ ποδῶν), οὕτω
5καὶ τοῦ σύμπαντος κόσμου μία καθόλου θεία δύναμις ἐπιστατοῦσα ἡ αὐτὴ ἂν εἴη καὶ οὐρανοῦ καὶ ἀστέρων, τῶν τε ἐν ἀέρι καὶ γῇ καὶ θαλάττῃ ζῴων, στοιχείων τε τῶν καθόλου καὶ τῶν κατὰ μέρος, καὶ ἔτι φύσεων παντοίων γενικῶν τε καὶ τῶν κατ’ εἶδος δημιουργός.

4

.

5

.

5

καὶ οὐκ ἄλλη μὲν πυρὸς ἑτέρα δ’ ὕδατος καὶ γῆς πάλιν ἄλλη καὶ ἀέρος ποιητικὴ δύναμις· ἀλλὰ μία καὶ ἡ αὐτὴ τῶν ὅλων «τεχνῖτις» «σοφία», καὶ κοσμοποιὸς αὐτὸς οὗτος ἡμῖν ὁ θεολογούμενος τῶν ὅλων ὁ δημιουργὸς τοῦ θεοῦ λόγος.

4

.

5

.

6

μαρτυρεῖ δὲ τούτοις ἡ πρὸς ἄλληλα τῶν στοιχείων φιλία, τῇ τῶν συγκράσεων ἐπιμιξίᾳ συγγενῆ καὶ ἀδελ‐ φὴν καὶ ὥσπερ ἑνὸς ἀρχιτέκτονος ἔργον τὴν τῶν ὅλων φύσιν ἀπε‐ λέγχουσα. γῆ τε γὰρ τὸ βαρὺ στοιχεῖον ἐφ’ ὑδάτων ὀχουμένη, καὶ
5μὴ τῷ στερεμνίῳ τῆς φύσεως κατὰ βάθους ἑλκομένη, μετέωρος
δ’ ἀεὶ φερομένη καὶ μὴ καταδυομένη, θεοῦ λόγῳ καὶ θεοῦ βουλῇ καὶ δυνάμει μαρτυρεῖ.155

4

.

5

.

7

ὑγρᾶς τε αὖ πάλιν οὐσίας ἡ πρὸς τὸ ξηρὸν κοι‐ νωνία μηδὲν φθόρον ἐπιδεικνυμένη, μηδ’ ἀθρόως τὸ πᾶν ἐπιλιμνά‐ ζουσα, νεύματι δ’ ἀρρήτῳ θεοῦ πεπεδημένη, ἕνα πάλιν καὶ τὸν αὐτὸν λόγον τοῦ θεοῦ παρίστησιν.

4

.

5

.

8

τί δέ; τὸ πῦρ, καίτοι καυστικῆς καὶ φθαρτικῆς φύσεως, ἔπειτα ξύλοις φωλεῦον καὶ παντοίοις ζῴων σώ‐ μασιν ἀνακεκραμένον, γῇ τε καὶ ὕδατι καὶ ἀέρι συνεστοιχειωμένον, κἄπειτα λόγῳ καὶ μέτρῳ τοῖς πᾶσιν τὸ δέον, ὅσον ἂν ἑκάστῳ γένοιτο
5πρὸς ὠφελείας, ἐπιχορηγοῦν, τῆς δ’ οἰκείας δυνάμεως ἐπιλελησμένον, οὔ σοι δοκεῖ πάλιν θεοῦ λόγῳ καὶ δυνάμει δουλεύειν; ἡμέρας δὲ καὶ νυκτὸς ἀμοιβαίας ὁρῶντι κινήσεις, ὡρῶν τε καὶ καιρῶν τοτὲ μὲν αὐξήσεις τοτὲ δὲ μειώσεις, κύκλους τε ἐνιαυτῶν καὶ περιόδους χρόνων, ἄστρων τε περιδινήσεις, ἡλίου τε δρόμους, καὶ σελήνης τροπάς,
10συμπαθείας τε καὶ ἀντιπαθείας ἁπάντων, καὶ κόσμον ἕνα τούτων ἐξ ἁπάντων, ἆρά σοι τὴν ἀλογίαν καὶ τὸ εἰκῆ καὶ ὡς ἔτυχεν αἰτίαν εἶναι τῶν ὅλων θεμιτὸν ἀποφαίνεσθαι, ἢ λόγον ὡς ἀληθῶς θεοῦ καὶ θεοῦ σοφίαν καὶ θεοῦ δύναμιν, καὶ ταύτην μίαν ἀλλ’ οὐ πολλὰς ἀνυμνεῖν;

4

.

5

.

9

Ἐπεὶ καὶ ἐν ἀνθρώπῳ μία ψυχὴ καὶ μία λογικὴ δύναμις πλεί‐ στων ὁμοῦ γένοιτ’ ἂν δημιουργός, ᾗ καὶ γεωργεῖν ἡ αὐτὴ καὶ ναυ‐ πηγεῖν καὶ κυβερνᾶν καὶ οἰκοδομεῖν πολλὰ μαθοῦσα ἐπιβάλλοιτο· καὶ εἷς νοῦς ἐν ἀνθρώπῳ καὶ λογισμὸς δέξαιτ’ ἄν ποτε μυρίων ἐπιστήμας,
5γεωμετρήσει τε ὁ αὐτὸς καὶ ἀστρονομήσει, καὶ λόγους γραμματικῆς παραδώσει, καὶ ἰατρικῆς ἔν τε μαθήμασιν καὶ τοῖς κατὰ χεῖρας προ‐ στήσεται· καὶ οὔπω γε οὐδεὶς πώποτε πλείους ἐν ἑνὶ σώματι ψυχὰς ἡγήσατο εἶναι, οὐδὲ πολλὰς ἐθαύμασεν ἀνθρώπου δυνάμεις διὰ τὴν τῶν πολλῶν μαθημάτων ὑποδοχήν.

4

.

5

.

10

εἰ δὲ καὶ ἄμορφον ὕλην πηλοῦ τις εὑρὼν κἄπειτα χερσὶν ἁπαλύνας ἐπιθήσει ζῴου μορφήν, ἄλλῳ μὲν σχήματι κεφαλήν, χεῖρας δὲ καὶ πόδας ἑτέρως, καὶ ὀφθαλμοὺς πάλιν
ἄλλως, καὶ παρειὰς ὡσαύτως, ὦτά τε καὶ στόμα καὶ ῥῖνας στέρνα τε156
5καὶ ὤμους ὑποτυπωσάμενος τέχνῃ τῇ πλαστικῇ, ἆρα, ἐπεὶ πολλὰ σχήματα καὶ μέλη καὶ μέρη ὑφ’ ἑνὶ σώματι δεδημιούργηται, τοσούτους χρὴ καὶ τοὺς ποιητὰς ἡγεῖσθαι, ἢ τὸν τοῦ παντὸς ἀθρόως τεχνίτην ἐπαινεῖν, ἑνὶ λογισμῷ καὶ μιᾷ δυνάμει τὸ πᾶν τεκτηνάμενον;

4

.

5

.

11

τί δῆτα τοιγαροῦν ἐπὶ τοῦ παντός 〈κόσμου〉, ἑνὸς μὲν ὄντος, ἐκ μερῶν δὲ πλείστων ὑφεστῶτος, πολλὰς χρῆν ὑποτίθεσθαι δημιουργικὰς δυνάμεις, καὶ πολλοὺς ὀνομάζειν θεούς, οὐχὶ δὲ μίαν ὁμολογεῖν τὴν ὡς ἀληθῶς
5θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν, μιᾷ δυνάμει καὶ ἀρετῇ μιᾷ ὁμοῦ τὰ πάντα ὑφισταμένην τε καὶ ζωοῦσαν, καὶ τοῖς πᾶσιν ποικίλην τὴν ἐξ αὐτῆς ἐπιχορηγίαν ποιουμένην; οὕτω καὶ φωτὸς ἡλίου μία καὶ ἡ αὐτὴ προσβολὴ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ καταυγάζει μὲν ἀέρα, φωτίζει δὲ ὀφθαλμούς, ἁφὴν δὲ θερμαίνει, πιαίνει δὲ γῆν, αὔξει φυτά, χρόνον
10ὑφίστησιν, ἄστρων ἡγεῖται, οὐρανὸν περιπολεῖ, κόσμον φαιδρύνει, θεοῦ δύναμιν ἐναργῆ τὴν ἐν τῷ παντὶ συνίστησιν, πάντα τε ταῦτα μιᾷ ῥοπῇ φύσεως συντελεῖ,

4

.

5

.

12

καὶ πυρὸς φύσις χρυσὸν μὲν καθαίρει, μόλιβδον δὲ τήκει, καὶ κηρὸν μὲν λύει, πηλὸν δὲ ξηραίνει, ὕλην δὲ φρύγει, μιᾷ τῇ καυστικῇ δυνάμει τὰ τοσαῦτα κατεργαζομένη. Ταύτῃ τοι καὶ ὁ οὐράνιος τοῦ θεοῦ λόγος, ὁ καὶ ἡλίου καὶ οὐ‐
5ρανοῦ καὶ τοῦ σύμπαντος κόσμου δημιουργικός, δραστικῇ δυνάμει τοῖς πᾶσιν ἐπιπαρὼν καὶ διὰ πάντων ἥκων, ἡλίῳ μὲν καὶ σελήνῃ καὶ ἄστροις ἐξ οἰκείας τῆς ἀενάου δυνάμεως φῶς ἐπομβρεῖ, οὐρανὸν δὲ οἰκείου μεγέθους προσφυεστάτην εἰκόνα τὴν ἀρχὴν ὑποστησάμενος εἰς αἰῶνα διακρατεῖ, τὰς δ’ ἐπέκεινα οὐρανοῦ καὶ κόσμου δυνάμεις
10ἀγγέλων καὶ πνευμάτων, νοερῶν τε καὶ λογικῶν οὐσιῶν, ζωῆς ὁμοῦ καὶ φωτὸς καὶ σοφίας καὶ πάσης ἀρετῆς, καλοῦ κἀγαθοῦ παντός, ἐκ τῶν παρ’ αὐτοῦ θησαυρῶν ἐμπίμπλησιν μιᾷ καὶ τῇ αὐτῇ δημιουργῷ τέχνῃ, καὶ στοιχείοις οὐσίας οὔ ποτε διαλιμπάνει παρέχων, καὶ μίξεις καὶ κράσεις καὶ εἴδη καὶ μορφὰς καὶ σχήματα ποιότητάς τε μυρίας
15ἔν τε ζῴοις καὶ φυτοῖς καὶ ψυχαῖς καὶ σώμασιν λογικοῖς τε καὶ ἀλό‐ γοις, ἄλλοτε ἄλλως καταποικίλλων, καὶ πᾶσιν ὁμοῦ πάντα μιᾷ δυ‐ νάμει ἐπιχορηγῶν, καὶ νοῦν ἐπὶ πᾶσιν ἀνθρώποις ἐπιγνώμονα καὶ θεωρητικὸν τῆς αὐτοῦ σοφίας δωρούμενος, ἄντικρύς τε παριστὰς τοῖς πᾶσι καὶ διαρρήδην ἕνα κόσμον ἐπιδείκνυσιν ἑνὸς λόγου κοσμο‐
20ποιοῦ ἔργον.

4

.

5

.

13

τοιοῦτον δὴ καλλιτέχνην υἱὸν μονογενῆ τῆς αὐτοῦ βουλῆς καὶ δημιουργὸν ἁπάντων ὁ ἀνωτάτω καὶ αὐτοῦ δημιουργοῦ θεὸς καὶ πατὴρ πρῶτον ἁπάντων ἐγέννα, δι’ αὐτοῦ καὶ ἐν αὐτῷ τοὺς τῶν μελλόντων ἔσεσθαι δημιουργικοὺς λόγους ὑφιστάμενος, καὶ
157
5τὰ σπέρματά γε τῆς τῶν ὅλων συστάσεώς τε καὶ διοικήσεως ἐν αὐτῷ καταβαλλόμενος.

4

.

5

.

14

οὐχ ὁρᾷς ὀφθαλμοῖς τὸν σύμπαντα κόσμον, ὃν οὐρανὸς εἷς περιλαμβάνει, μυρίας τε ἀμφὶ τοῦτον χορείας καὶ ἄστρων περιπολεύσεις; πάλιν εἷς ἥλιος, ἀλλ’ οὐ πλείους, τὰς ἁπάντων ὑπερ‐ βολῇ φωτὸς καλύπτει μαρμαρυγάς.

4

.

5

.

15

οὕτω δῆτα ἑνὸς ὄντος πατρὸς ἕνα χρῆν καὶ τὸν υἱὸν εἶναι. εἰ δ’ ὅτι μὴ καὶ πλείους ἐπιμέμψαιτό τις, ὥρα τὸν τοιοῦτον, ὅτι μὴ καὶ ἡλίους συνίστη πλείους καὶ σελή‐ νας καὶ κόσμους καὶ μυρία ἄττα, αἰτιᾶσθαι, μαινομένου τρόπον τὰ
5ὀρθὰ καὶ εὖ ἔχοντα τῆς φύσεως διαστρέφειν ἐπιχειροῦντος.

4

.

6

.

1

Ταύτῃ δ’ οὖν ὡς ἐν ὁρατοῖς ἥλιος εἷς τὸν αἰσθητὸν ἅπαντα καταλάμπει κόσμον, οὕτω δῆτα καὶ ἐν νοητοῖς τὰς ἀθανάτους καὶ ἀσωμάτους δυνάμεις, νοεράς τε καὶ λογικὰς οὐσίας, μυρίους ὥσπερ ἀστέρας καὶ φωστῆρας, εἷς ὁ τοῦ θεοῦ καταυγάζει τέλειος λόγος·
5ἐπεὶ καὶ χρῆν ἕνα 〈εἶναι〉 τὸν ἐπὶ πᾶσιν καθόλου νόμον καὶ τὸν ἐν πᾶσι καὶ διὰ πάντων ἥκοντα τοῦ θεοῦ λόγον, ὡς ἂν κἀν τούτῳ τὸ τῆς εἰκόνος ἐμφερὲς τῷ πατρὶ καὶ κατὰ πάντα ἀποσῴζοιτο, κατά τε τὴν ἀρετήν, κατά τε τὴν δύναμιν καὶ τὴν οὐσίαν, κατά τε τὸν τῆς μονάδος καὶ ἑνάδος ἀριθμόν. πολυειδοῦς δὲ ἄλλως καὶ πολυτρόπου
10τῆς τῶν γενητῶν μελλούσης ὑποστήσεσθαι οὐσίας,

4

.

6

.

2

μυρίαις τε καὶ ποικίλαις ἄλλοτε ἄλλαις μεταβολαῖς δι’ οἰκείαν ἀσθένειαν ὑποκεισο‐ μένης, τῆς τε ἀνωτάτω τοῦ πατρὸς δυνάμεως δι’ ὑπερβολὴν τῆς ἀνεκφράστου καὶ τοῖς πᾶσιν ἀπειρομεγέθους φύσεως ἀπολειψομένης,
5ἀδυνάτως τε ἑξούσης τῆς ἀγενήτου καὶ ἀχωρήτου θεότητος (αὐτή γε γενητὴ οὖσα) μετέχειν ἀντωπεῖν τε ἄνω καὶ ἀντιβλέπειν ταῖς ἀπο‐ στιλβούσαις τοῦ ἀϊδίου φωτὸς ἀρρήτοις μαρμαρυγαῖς, χρῆν δήπου εἰκότως τὸν πανάγαθον πατέρα καὶ σωτῆρα τῶν ὅλων,

4

.

6

.

3

ὡς ἂν μὴ
παντελῶς ἡ τῶν ἄρτι γενησομένων φύσις ἔρημος οὖσα τῆς αὐτοῦ κοινωνίας τῶν μεγίστων ἀγαθῶν στεροῖτο, μέσην τινὰ παρεμβάλλειν τὴν τοῦ μονογενοῦς αὐτοῦ καὶ πρωτοτόκου θείαν καὶ παναλκῆ καὶ158
5πανάρετον δύναμιν, ἀκριβέστατα μὲν καὶ ὅτι μάλιστα ἐγγυτάτω τῷ πατρὶ προσομιλοῦσαν, ἴσως τε αὐτοῦ τῶν ἀπορρήτων ἀπολαύουσαν, πραότατα δὲ συγκατιοῦσαν καὶ ὅπως γε μὴν συσχηματιζομένην τοῖς τῆς ἄκρας ἀπολιμπανομένοις διά τε τὴν σφῶν ἀσθένειαν τῆς ἐκ τοῦ δευτέρου βελτιώσεώς τε καὶ ὠφελείας ἐγχρῄζουσιν, τὰς ἡλίου μαρ‐
10μαρυγὰς θεᾶν, ἠρέμα καὶ πράως συγκατιούσας ἡμῖν, οὐκ ἄλλως τῆς τοῦ φωτὸς ἀκράτου δυνάμεως οἵοις τε ἀπολαύειν διὰ τὴν τοῦ σώ‐ ματος ἀσθένειαν.

4

.

6

.

4

εἰ γοῦν, ὡς ἐν ὑποθέσει λόγου, καθεὶς οὐρανόθεν αὐτὸς ἑαυτὸν ὁ παμφαὴς ἥλιος σὺν ἀνθρώποις ἐπὶ γῆς πολιτεύοιτο, οὐδὲν τῶν ἐπὶ γῆς μείναι ἂν ἀδιάφ〈θ〉ορον, πάντων συλλήβδην ἐμ‐ ψύχων ὁμοῦ καὶ ἀψύχων ἀθρόᾳ τῇ τοῦ φωτὸς προ〈σ〉βολῇ διαφθαρη‐
5σομένων.

4

.

6

.

5

θᾶττον γοῦν καὶ τυφλοὺς ἀπεργάσαιτ’ ἂν τοὺς τῶν ὁρώντων ὀφθαλμούς, βλάβης καὶ φθορᾶς πολὺ μᾶλλον ἢ ὠφελείας γεγονὼς τοῖς πᾶσιν αἴτιος, οὐ τὴν φύσιν αὐτὸς ὢν τοιοῦτος, τοῖς δ’ ἀφορήτως ἔχουσιν δι’ οἰκείαν ἀσθένειαν τῆς ὑπερβαλλούσης αὐγῆς
5ἀπολαύειν τοιόσδε τις ἀποτελούμενος.

4

.

6

.

6

τί τοίνυν τὰ ὅμοια μανθά‐ νων περὶ θεοῦ θαυμάζεις, οὗ δὴ καὶ ἥλιος ἔργον καὶ σύμπας ὁ οὐ‐ ρανὸς καὶ κόσμος; Εἰ δὴ τῆς ἀρρήτου καὶ ἀνεκφράστου δυνάμεώς τε καὶ οὐσίας
5οὐδενὶ μέτεστιν τῶν ὄντων πλὴν ἑνὶ μόνῳ κοινωνίας, ὃν αὐτὸς ὁ πατὴρ προνοίᾳ τῶν ὅλων πρὸ τῶν ἄλλων ἁπάντων συνεστήσατο, ὡς ἂν μὴ παντελῶς ἡ τῶν γενητῶν ἀποπέσοι φύσις, δι’ οἰκείαν ἀτονίαν καὶ ἀδυναμίαν τῆς ἀγενήτου καὶ ἀχωρήτου πατρικῆς οὐσίας διεστῶσα, μένοι δὲ καὶ αὔξοι καὶ τρέφοιτο τῆς μέσης ἀπολαύουσα
10χορηγίας, ἣν ὁ μονογενὴς τοῦ θεοῦ λόγος οὔποτε τοῖς πᾶσιν ἐπαρ‐ κῶν διαλιμπάνει, πάντη δὲ χωρῶν καὶ διὰ πάντων περιπορευόμενος πάντων ἐξ ἴσης τῆς σωτηρίας προνοεῖ, λογικῶν ὁμοῦ καὶ ἀλόγων, θνητῶν τε καὶ ἀθανάτων, οὐρανίων τε καὶ ἐπιγείων, θείων τε καὶ
ἀοράτων δυνάμεων, καὶ συλλήβδην εἰπεῖν, ἁπάντων ὅσα δὴ τοῦ εἶναι159
15δι’ αὐτοῦ μετείληχεν, πολύ γε μὴν πλέον διαφερόντως τῆς νοερᾶς καὶ λογικῆς φύσεως, δι’ ἣν οὐδὲ τὸ ἀνθρώπινον ὑπερεφρόνει γένος, ἐτίμα δὲ εὖ μάλα καὶ ἐκήδετο τῆς τοῦ λόγου χάριν πρὸς ἑαυτὸν οἰ‐ κειώσεώς τε καὶ συνεχείας, ᾗ καὶ «κατ’ εἰκόνα» αὐτοῦ μεμορφῶσθαι ἐν τοῖς ἱεροῖς λογίοις ἀνείρηται.

4

.

6

.

7

Ἀλλ’ ὁ μὲν τὴν εἰκόνα τὴν αὐτοῦ ὡς ἂν θεοῦ λόγος τὴν νοερὰν ἅπασαν καὶ λογικὴν ... ὑφίστησιν κατ’ ἀρχὰς τῆς τοῦ παντὸς δημιουργίας, ἀρχικόν τε διὰ ταῦτα καὶ βασιλικὸν τῶν ἐπὶ γῆς ἁπάν‐ των ζῴων καθίστη τὸν ἄνθρωπον, ἐλεύθερόν τε καὶ αὐτεξούσιον τῆς
5εἰς τὸ καλὸν ἢ εἰς τοὐναντίον ἠφίει αὐτὸν ῥοπῆς.

4

.

6

.

8

ὁ δὲ οὐ καλῶς τῇ αὐτεξουσιότητι χρησάμενος, τῆς ὀρθῆς διατραπεὶς ὁδοῦ τὴν ἐναν‐ τίαν ὡρμᾶτο, μήτε θεὸν μήτε κύριον μήτε τι τῶν ὁσίων καὶ εὐσεβῶν ἐπιλογιζόμενος, θηρῶν δὲ τρόπον ἀλόγων πάσαις ἀνημέροις καὶ ἀκο‐
5λάστοις πράξεσιν ἐγχειρῶν.

4

.

6

.

9

εἰκότα γοῦν ἑαυτῷ ποιῶν ὁ πανάγαθος καὶ παμβασιλεὺς αὐτὸς ὁ ὕψιστος καὶ θεὸς τῶν ὅλων, ὡς ἂν μὴ ἄναρχοι καὶ ἀνεπιστάτητοι θρεμμάτων δίκην ἀλόγων εἶεν οἱ ἐπὶ γῆς ἄνθρωποι, προστάτας αὐτῶν καὶ ἐπιμελητάς, ὥσπερ τινὰς ἀγελάρχας
5καὶ ποιμένας, θείους ἀγγέλους κατεστήσατο, προτάξας ἁπάντων καὶ τοῖς πᾶσιν ἐπιστήσας τὸν μονογενῆ καὶ πρωτότοκον αὐτοῦ λόγον.

4

.

6

.

10

τούτῳ δὲ κλῆρον ἐξαίρετον, αὐτοὺς ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ θείας δυνάμεις, ἄυλά τε καὶ ὑπερουράνια πνεύματα, ναὶ μὴν καὶ τῶν ἐπὶ γῆς τὰς ἐν ἀνθρώποις θεοφιλεῖς ψυχὰς ἀφωρίσατο, Ἰακὼβ καὶ Ἰσραὴλ Ἑβραίων προσηγορίαις ἐπικαλουμένας.

4

.

7

.

1

Τοῦτο μυστηρίων τὸ μέγιστον πρῶτος θεολόγων Μωσῆς ἐν ἀπορρήτοις Ἑβραίους τοὺς πάλαι ἐμυσταγώγει λέγων· «ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι. ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ,
5ἔστησεν ὅρια ἐθνῶν κατ’ ἀριθμὸν ἀγγέλων θεοῦ. καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ».

4

.

7

.

2

Διὰ τούτων γοῦν ὕψιστον μὲν τὸν ἀνωτάτω καὶ ἐπὶ πᾶσιν θεὸν τῶν ὅλων ὀνομάζει, κύριον δὲ τὸν τούτου λόγον, τὸν δὴ καὶ δευτέρως ἡμῖν μετὰ τὸν τῶν ὅλων θεὸν κυριολογούμενον. ἀλλὰ γὰρ τοῖς μὲν τῶν ἐθνῶν ἀοράτοις προστάταις, αὐτοῖς δὴ τοῖς ἀγγέλοις,
5τὰ ἔθνη πάντα καὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, υἱοὺς Ἀδὰμ ἐπικα‐ λουμένους, κρίσει τοῦ ὑψίστου θεοῦ καὶ λόγοις ἀρρήτοις ἡμῖν φησιν διανεμηθῆναι· τῷ δὲ πάντων ἐξοχωτάτῳ ἡγεμόνι τε καὶ βασιλεῖ τῶν ὅλων, αὐτῷ δὴ τῷ Χριστῷ, ὡς ἂν μονογενεῖ υἱῷ, τῶν ἐν ἀνθρώποις τὸν Ἰακὼβ καὶ Ἰσραήλ, τουτέστιν πᾶν τὸ διορατικὸν καὶ θεοσεβὲς160
10παραδοθῆναι γένος.

4

.

7

.

3

ὁ μὲν γὰρ ἀσκητὴς ἀρετῆς, ἀγῶνα προβεβλη‐ μένος, εἰσέτι τε ἀθλῶν καὶ παλαίων ἐν τοῖς κατ’ εὐσέβειαν γυμνασίοις, Ἑβραίων προσηγορίᾳ κέκληται Ἰακώβ· ὁ δὲ ἤδη νίκης καὶ τῶν παρὰ θεῷ βραβείων ἠξιωμένος Ἰσραὴλ ἀναγορεύεται, οἷος αὐτὸς ἦν ἐκεῖνος
5ὁ βοώμενος τοῦ παντὸς Ἑβραίων ἔθνους προπάτωρ, οἵ τε τούτου γνήσιοι παῖδες, ἀπόγονοί τε τούτων καὶ προπάτορες, προφῆται πάντες καὶ θεοφιλεῖς ἄνδρες· μὴ γάρ μοι τὸ Ἰουδαίων πλῆθος ταύτῃ νόμιζε δηλοῦσθαι, μόνους δὲ τοὺς πάλαι πρότερον ἀρετῇ καὶ εὐσεβείᾳ τετε‐ λειωμένους.

4

.

7

.

4

τούτους δὴ οὖν παραλαβὼν ὁ καθηγεμὼν καὶ προστά‐ της ἁπάντων τοῦ θεοῦ λόγος ἐπὶ τὴν μόνου τοῦ πατρός, αὐτοῦ δὴ τοῦ ὑψίστου, θρησκείαν ἀνεκαλεῖτο, τῶν ὁρωμένων ἁπάντων ἀνωτάτω ἐπέκεινά τε οὐρανοῦ καὶ πάσης γενητῆς οὐσίας τοὺς ὑπη‐
5κόους ἠρέμα καὶ πράως ἀνακαλούμενος, μόνον τε αὐτοῖς τὸν ἀγένητον καὶ τῶν ὅλων ποιητὴν θεὸν τὸν ὕψιστον παραδιδοὺς εὐσεβεῖν.

4

.

8

.

1

Οἱ δέ γε τῶν ἄλλων ἐθνῶν ἐπιστάται, ἄγγελοι καὶ ποι‐ μένες, τοὺς μὴ οἵους τε νῷ τὸν ἀόρατον ἐποπτεύειν, μηδ’ ἀναβαίνειν τοσοῦτον δι’ οἰκείαν ἀσθένειαν, τοῖς ὁρωμένοις κατ’ οὐρανὸν προσέ‐ χειν ἠξίουν, ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις,

4

.

8

.

2

ἃ δὴ καὶ ἐν τῇ φαινομένῃ τῶν ὅλων φύσει διαπρέποντα, ἄνω καὶ ὅτι μάλιστα ἐγγυτάτω, ὡς ἂν ἐν προθύροις, τοῦ παμβασιλέως, τὰς τῶν ὁρώντων ὄψεις ἀνε‐ καλεῖτο, ἐκ μεγέθους καὶ καλλονῆς τῶν ὁρωμένων κτισμάτων ἀνα‐
5λόγως τοῦ πάντων γενεσιουργοῦ τὴν θεωρίαν ἐμφανίζοντα. «τὰ γὰρ ἀόρατα αὐτοῦ», ᾗ φησιν ὁ θεῖος ἀπόστολος, «ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης».

4

.

8

.

3

καὶ τοῦτο δὲ πάλιν ὁ μέγας Μωσῆς μυσταγωγεῖ. τὸν γάρτοι τοῦ κυρίου κλῆρον νῷ διαυγεῖ καὶ ψυχῇ κεκαθαρμένῃ τῶν νοητῶν καὶ ἀσωμάτων ὀριγνᾶσθαι προτρέπων, εἴργει τῆς τῶν ὁρω‐ μένων κατ’ οὐρανὸν ἐκπλήξεως, ἐπιλέγων· ὅτι δὴ ταῦτα «ἀπένειμεν
5κύριος ὁ θεός σου πᾶσι τοῖς ἔθνεσιν». διὰ τί δ’ ἀπονενεμῆσθαι ἔφησεν, συνιδεῖν ἀναγκαῖον.

4

.

8

.

4

πολυπλανοῦς ὑπαρχούσης 〈τῆσ〉 ἀοράτως ἡμῖν ἀμφὶ τὸν περὶ γῆν ἀέρα πωτωμένης χθονίου καὶ δαιμονικῆς οὐσίας ἀγνώστου τε καὶ ἀδιακρίτου ἀνθρώποις, τῆς τῶν ἀγαθῶν πνευμάτων καὶ δυνάμεων καὶ αὐτῶν δὴ τῶν θείων ἀγγέλων πρὸς
161
5τὰ χείρω διαφόρου, καθεστώσης, οὐκ ἄλλως εὖ εἶχεν τοῖς τῆς ἀνωτάτω τοῦ παμβασιλέως εὐσεβείας ἀποπίπτουσιν ἢ τῶν ὁρωμένων κατ’ οὐρανὸν τὰ κράτιστα αἱρεῖσθαι.

4

.

8

.

5

δέος γὰρ οὐ τὸ τυχὸν ἦν, μήποτε θεὸν ζητοῦντες, καὶ τὰ ἀόρατα πολυπραγμονοῦντες, ἀπορίᾳ τῶν ἀφανῶν καὶ ἀδήλων εἰς ἐναντίας δυνάμεις καὶ δαιμονικὰς περιτρα‐ πεῖεν. τῶν ὁρωμένων οὖν τὰ πάντα διαπρεπῆ τοῦ θεοῦ δημιουργή‐
5ματα τοῖς μὴ τοῦ κρείττονος ἐφιεμένοις παραδέδοται, ἁμωσγέπως ἐνθένδε τῆς τοῦ ἀοράτου θεωρίας, ὡς ἂν διά τινος ἐσόπτρου, παρεμ‐ φαινομένης.

4

.

9

.

1

Καὶ τὰ μὲν ὧδε διέκειτο· τὰ δὲ τῆς ἀντιπάλου καὶ ἀποστα‐ τικῆς δυνάμεως εἴτε δαιμόνων εἴτε καὶ χειρόνων ἄλλων πνευμάτων, ἐν κακίᾳ τὸ πλέον καὶ ἧττον ἀποφερομένων, ἔτι τε καὶ τοῦ πάντων ἐν τούτοις ἄρχοντος δεινοῦ τινος μεγαλοδαίμονος, οἳ πρῶτοι τῆς εἰς
5τὸ θεῖον εὐσεβείας σαλεύσαντες τῆς οἰκείας λήξεως ἀποπεπτώκασιν, φθόνῳ τῆς ἀνθρώπων σωτηρίας τὴν ἐναντίαν εἷλκεν, παντοίαις κακίας μηχαναῖς πᾶσι τοῖς ἔθνεσιν καὶ αὐτῷ τῷ τοῦ κυρίου κλήρῳ βασκανίᾳ τῶν ἀγαθῶν ἐπιβουλεύοντα.

4

.

9

.

2

τὸν δὴ οὖν τοῦ μεγαλοδαί‐ μονος ἄθεον καὶ ἀσεβῆ λογισμὸν τὸ πνεῦμα τὸ προφητικὸν ἐν Ἡσαΐᾳ ὧδέ πως ἀπελέγχει λέγον· «εἶπεν γάρ· ἐν τῇ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνο‐
5μεύσω· καὶ σείσω πόλεις κατοικουμένας. καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιάν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔσται ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι»

4

.

9

.

3

αὗται αἱ τοῦ θεομάχου φωναί, ἐπὶ κακίας ἰσχύϊ μεγαλαυχουμένου, καὶ τὰς πρὸς τοῦ ὑψίστου τοῖς ἀγγέλοις παραδοθείσας τῶν ἐθνῶν ὁροθεσίας διαρ‐ πάσαι καὶ συγχεῖν ἀπειλοῦντος, προνομεύσειν τε τὴν οἰκουμένην καὶ
5πᾶν τὸ τῶν ἀνθρώπων γένος διεκσείσειν καὶ μεταστήσειν τῆς προ‐ τέρας εὐταξίας ἀπαυθαδιαζομένου.

4

.

9

.

4

ὁποῖα δὲ φρονῶν περὶ ἑαυτοῦ τὰ τοιαῦτα ἠλαζονεύετο, ἄκουε τῆς αὐτῆς προφητείας ὧδε πάλιν περὶ αὐτοῦ φραζούσης· «πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος,
ὁ πρωῒ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα162
5τὰ ἔθνη. σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· εἰς τὸν οὐρανὸν ἀναβήσο‐ μαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσομαι τὸν θρόνον μου. ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. νῦν δὲ εἰς ᾅδην καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς.»

4

.

9

.

5

Ὁμοῦ δὴ πλεῖστα διὰ τούτων ὁ λόγος ἐμφαίνει· τὴν τοῦ μένου φρενοβλάβειαν, τὴν ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω κατά‐ πτωσιν, τὸ τῆς ἐκπτώσεως τέλος. δεινὰ δὲ κατὰ τῶν ἐθνῶν ἁπάντων ἀπειλήσας, θατέρᾳ ληπτοὺς τοῖς προβουλίοις τοὺς ἀνθρώπους εὕρατο,
5πρόχειρον καὶ ἐξ οἰκείας γνώμης τὴν ἐπὶ τὸ κακὸν ἔμπτωσιν δι’ αὐτεξούσιον προαίρεσιν κεκτημένους.

4

.

9

.

6

ἔσειε δῆτα τῆς ἀπὸ τῶν κρειτ‐ τόνων στάσεως τὰς πόλεις, καὶ τοῖς τῆς ἡδονῆς δελέασιν ἐπὶ πᾶν εἶδος φαυλότητος τὰς τῶν πολλῶν κατέσπα ψυχάς, οὐδένα τε μη‐ χανῆς καταλιπὼν τρόπον, μύθοις περὶ θεῶν αἰσχροῖς καὶ διηγήμασιν
5ἀκολάστοις τὰ φίλα καὶ πρὸς ἡδονὴν τῶν ἁλισκομένων δι’ ἐντέχνου δαιμόνων ἀπάτης προυβάλλετο.

4

.

9

.

7

ταύτῃ τε τὴν οἰκουμένην ἅπασαν ἑλὼν ὑποχείριον συνεῖχεν, καὶ ἠφάνιζεν τὰ τῶν ἐθνῶν ὅρια, ὅπερ καὶ ποιήσειν ἠπείλει εἰπών· «ἀφελῶ ὅρια ἐθνῶν, καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω, καὶ σείσω πόλεις κατοικουμένας, καὶ τὴν οἰκουμένην
5ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιάν».

4

.

9

.

8

ἔνθεν ἤδη λοιπὸν πάν‐ των ἀνθρώπων κατεκράτει πλάνῃ, δαίμονές τε πονηροὶ κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν ὑπὸ τῷ οἰκείῳ ἄρχοντι κατετάττοντο· καὶ δῆτα δυνάμεσιν χθονίαις καὶ πονηροῖς πνεύμασιν ἀντὶ τῶν προ‐
5τέρων τοῦ θεοῦ λειτουργῶν ὁ πᾶς τῶν ἀνθρώπων βίος καταδεδού‐ λωτο, πάντων ἀθρόως καὶ ἐπιρρεπῶς τοῖς τῆς ἡδονῆς ὀλίσθοις ἐπιδεδωκότων· ὥστε ἤδη καὶ τοὺς τῆς φύσεως ὑπερβαίνειν ὅρους, καὶ τοτὲ μὲν ἀλληλοφθορεῖν, τοτὲ δὲ ἀρρητοποιεῖν, καὶ ἃ μηδὲ λογισμῷ θέμις ἐννοεῖν, ταῦτα οὐ μόνον πράττειν, ἀλλὰ καὶ ταῖς
10περὶ τῶν οἰκείων θεῶν δόξαις ἀνατιθέναι, καὶ ἔτι μᾶλλον ὡς ἂν θεοῖς φίλα τὰ ἀκόλαστα σὺν ῥαστώνῃ πλείονι διαπράττεσθαι.

4

.

9

.

9

ἐν‐ τεῦθεν ἤδη, κατὰ τὸν ἱερὸν ἀπόστολον, οὐδ’ ἐπὶ τοῖς κατ’ οὐρανὸν ἔτι λαμπροῖς τοῦ θεοῦ δημιουργήμασιν ἱστάμενοι, «ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία.
5φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ
ἀφθάρτου θεοῦ [δημιουργήμασιν ἱστάμενοι] ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.»163

4

.

9

.

10

ὅτι δὲ κατὰ τὸ παλαιότατον τοῖς οὐρανίοις φωστῆρσι μόνοις οἱ ἐπὶ γῆς προσανεῖχον, οὐδὲν εἴδωλον ἐπιστάμενοι, οὔτε περὶ τὴν τῶν δαιμόνων πλάνην καταγινόμενοι, ἱκανὴ γένοιτ’ ἂν ἀπόδειξις ἡ τῶν ἀλλοτρίων τοῦ καθ’ ἡμᾶς λόγου μαρτυρία, ἣν κατὰ τὸ πρῶτον τῆς
5Προπαρασκευῆς πρὸ τῆς παρούσης πραγματ〈ε〉ίας ἐξεθέμην, σαφῶς ἀποδείξας ὅτι μὴ χειροκμήτοις ξοάνοις ἐξ ὕλης ἀψύχου δεδημιουργη‐ μένοις, ἀλλ’ οὐδ’ ἀοράτοις δαίμοσιν οἱ παλαίτατοι τῶν ἀνθρώπων ἐδούλευον, μόνοις δὲ τούτοις, οἳ καὶ πρὸς τῆς θείας γραφῆς τοῖς ἔθνεσιν ἀπονενεμῆσθαι μεμαρτύρηνται.

4

.

9

.

11

ὥρα δὴ οὖν καὶ αὐτοῖς Ἕλλησιν, ὧν τὰς φωνὰς ἐν ἐκείνοις παρατέθειμαι, συνομολογεῖν, νεωτέραν καὶ ξένην παρὰ τὴν τῶν παλαιῶν λατρείαν εἰσῆχθαι αὐτοῖς τὴν τῶν εἰδώλων δεισιδαιμονίαν καὶ τὴν τῶν ἀφανῶν πνευμάτων
5περιεργίαν. τοῦτο δὲ πᾶν ἐπιβουλεύων τοῖς ἐπὶ γῆς πᾶσιν ὁ δηλω‐ θεὶς θεομάχος εἰργάζετο.

4

.

9

.

12

συνήργει δὲ αὐτῷ καὶ πᾶν τὸ τῶν ἀκα‐ θάρτων δαιμόνων φῦλον. αὐτός γε μὴν ὁ τῆς κακίας ἐξάρχων ταῦτ’ ἔπραττεν, μανίᾳ φρονήματος ἐκτόπου τὰς κατὰ πάντων ἀνθρώπων ἔργῳ πληρῶν ἀπειλάς, καὶ τὴν «ἔσομαι ὅμοιος τῷ ὑψίστῳ» ἄθεον
5ἐπιτείνων φωνήν, τάς τε τῶν ἀκαθάρτων καὶ πονηρῶν δαιμόνων ὑπηρεσίας χρησμοὺς καὶ θεραπείας καὶ τὰ τοιαῦτα ταῖς τῶν ἀνθρώ‐ πων γοητείαις προϊσχόμενος.

4

.

10

.

1

Ἐν τοσαύτῃ δῆτα κακίας φορᾷ μηδὲν ἐπαμύνειν τῶν πρὶν ἐφεστώτων ἀγγέλων τοῖς ὑποχειρίοις ἔθνεσι δεδυνημένων, ἀλλὰ τῆς μὲν λοιπῆς κτίσεως ἐπιμελομένων τοῖς τε τοῦ κόσμου μέρεσιν ἐπι‐ στατούντων καὶ τῷ τοῦ πάντων δημιουργοῦ θεοῦ νεύματι συνήθως
5διακονουμένων, τῆς δὲ τῶν θνητῶν πτώσεως οὐ περιδρασσομένων διὰ τὴν τῶν κακῶν αὐθεκούσιον τῶν ἀνθρώπων αἵρεσιν, μακρά τις καὶ δυσθεράπευτος τῶν ἐπὶ γῆς ἁπάντων κατεκράτει νόσος, ἄλλων ἄλλως τῶν ἐθνῶν ὑπὸ τῶν πονηρῶν πνευμάτων ἐξοιστρουμένων καὶ εἰς ἀνήκεστον βυθὸν κακίας ἀποπιπτόντων.

4

.

10

.

2

ἤδη γοῦν ὠμο‐ φάγων καὶ ἀνθρωποβόρων θηρίων τρόπον σάρκας τινὲς τῶν φιλτά‐
των θοινᾶσθαι καλὸν ἡγοῦντο, καὶ μητράσιν ἀνέδην καὶ ἀδελφαῖς καὶ θυγατράσιν μίγνυσθαι, ἀγχόνῃ δὲ περιβάλλειν τοὺς γεγηρακότας164
5καὶ κυσὶν καὶ οἰωνοῖς τοὺς νεκρούς.

4

.

10

.

3

τί δή σοι μνημονευσαίμην 〈ἂν〉 τῶν δῆθεν θεῶν, αὐτῶν δὴ τῶν φαύλων δαιμόνων, τὰς ὠμὰς καὶ ἐκτόπους ἀνθρωποθυσίας, εἰς ἃς τὸ ἀνθρώπειον γένος ἐξέμηναν;

4

.

10

.

4

καὶ ταῦτα γοῦν ἐν τοῖς προηγουμένοις τῆς μετὰ χεῖρας ὑποθέσεως προπαρεσκευασάμην. ἀλλὰ γὰρ τοσούτων κακῶν ὑπὸ τῶν φαύλων καὶ τῶν μοχθηρῶν πνευμάτων τοῦτ’ ἐν τούτοις τυράννου καθ’ ὅλης τῆς οἰκουμένης προβεβλημένων, καὶ μηδενὸς τῶν ἐφεστώτων ἀγγέλων
5οἵου τε 〈ὄντοσ〉 τοῖς κακοῖς ἐπαμύνειν, εἰκότως ἐκεῖνος ὁ θεὸς λόγος, ὁ τῶν ὅλων σωτήρ, ἀγαθῷ νεύματι τῆς τοῦ πατρὸς φιλανθρωπίας, ὡς ἂν μὴ τὸ φίλον αὐτῷ γένος ἐν ἀσεβείας βυθῷ καλινδοῖτο, τέως μὲν βραχείας τινὰς καὶ ἀμυδρὰς τοῦ ἰδίου φωτὸς ἀκτῖνας διὰ προ‐ φήτου Μωσέως τῶν τε πρὸ αὐτοῦ καὶ τῶν μετ’ αὐτὸν θεοφιλῶν
10ἀνδρῶν ἐξέλαμπεν, τῶν ἐν ἀνθρώποις κακῶν τὴν ἴασιν ἐν ταῖς ἱεραῖς νομοθεσίαις προβαλλόμενος.

4

.

10

.

5

λέγει δ’ οὖν ἄντικρυς αὐτὸς ὁ λόγος τῷ Ἑβραίων ἔθνει νομοθετῶν διὰ Μωσέως· «κατὰ τὰ ἐπιτη‐ δεύματα γῆς Αἰγύπτου, ἐν ᾗ κατῳκήσατε ἐπ’ αὐτῆς, οὐ ποιήσετε· καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, ἐν ᾗ ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ
5ποιήσετε, καὶ ἐν τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε. τὰ κρίματά μου ποιήσετε καὶ τὰ προστάγματά μου φυλάξεσθε. ἐγὼ εἰμὶ κύριος ὁ θεὸς ὑμῶν.»

4

.

10

.

6

εἶτα πάντα ἀπαγορεύσας ἀθέμιτον γάμον καὶ πᾶσαν ἀσχήμονα πρᾶξιν, γυναικῶν τε πρὸς γυναῖκας καὶ ἀρρένων πρὸς ἄρρενας μίξεις, ἐπιλέγει· «μὴ μιαίνεσθε ἐν πᾶσι τούτοις· ἐν πᾶσι γὰρ τούτοις ἐμιάνθη τὰ ἔθνη ἃ ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμῶν. καὶ ἐξεμιάνθη
5ἡ γῆ· καὶ ἀνταπέδωκα ἀδικίαν αὐτῇ, καὶ προσώχθισεν ἡ γῆ τοῖς ἐγκαθημένοις ἐπ’ αὐτῆς.»

4

.

10

.

7

καὶ πάλιν φησίν· «ἐὰν δὲ σὺ εἰσέλθῃς εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσί σοι, οὐ μὴ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων. οὐχ εὑρεθήσεται ἐν σοὶ καθαίρων τὸν υἱὸν αὐτοῦ ἢ τὴν θυγατέρα αὐτοῦ ἐν πυρί, μαντευό‐
5μενος μαντείας, καὶ κληδονιζόμενος καὶ οἰωνιζόμενος, φαρμακὸς ἐπᾴ‐ δων, ἐγγαστρίμυθος καὶ τερατοσκόπος καὶ ἐπερωτῶν τοὺς νεκρούς. ἔστι γὰρ βδέλυγμα κυρίῳ τῷ θεῷ σου πᾶς ποιῶν ταῦτα. ἕνεκεν γὰρ τῶν βδελυγμάτων τούτων κύριος ὁ θεός σου ἐξολοθρεύσει αὐτοὺς
ἀπὸ προσώπου σου. τέλειος ἔσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου.»165

4

.

10

.

8

τοιαῦτα μὲν καὶ μυρία ἄλλα θεοσεβῆ διδάγματά τε καὶ παραγγέλ‐ ματα διὰ Μωσέως αὐτοῖς ὁ θεὸς λόγος τὸ πρὶν ἐνομοθέτει, ὡς ἐν εἰσαγωγαῖς τοῦ κατὰ εὐσέβειαν βίου παραδιδοὺς αὐτοῖς στοιχεῖα διὰ συμβόλων καί τινος σκιώδους καὶ σωματικῆς λατρείας, ἐν σώματος
5περιτομῇ καί τινων ἄλλων τοιουτοτρόπων ἐπὶ τῆς γῆς συντελου‐ μένων.

4

.

10

.

9

Ὡς δὲ τοῦ χρόνου προϊόντος οὐδεὶς τοσοῦτον καὶ τῶν μετ’ αὐ‐ τὸν προφητῶν εἰς ἄκεσιν τῶν τοῦ βίου κακῶν δι’ ὑπερβολὴν κακίας ἔσθενεν, ἤλαυνέν τε ὁσημέραι εἰς μείζονα τὰ τῆς δαιμονικῆς ἐνεργείας, ὡς καὶ αὐτὸ τὸ Ἑβραίων ἔθνος τῇ τῶν ἀθέων συναπαχθῆναι φθορᾷ,
5αὐτὸς ἤδη λοιπὸν ὁ σωτὴρ καὶ ἰατρὸς τῶν ὅλων κάτεισιν εἰς ἀν‐ θρώπους, καὶ τοῖς οἰκείοις ἀγγέλοις ἐπαμύνων ὑπὲρ τῆς τῶν ἀνθρώ‐ πων σωτηρίας, τοῦτ’ αὐτῷ τοῦ πατρὸς δωρήσεσθαι προϋποσχομένου, ὥσπερ οὖν αὐτὸς ἐν Ψαλμοῖς διδάσκει λέγων· «κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ’ ἐμοῦ, καὶ
10δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.»

4

.

10

.

10

οὐκέτι γοῦν μόνον τὸν δίκαιον καὶ διορατικὸν Ἰσραήλ, οὐδέ γε μόνον τὸν οἰκεῖον κλῆρον, πάντα δὲ τὰ ἐπὶ γῆς ἔθνη, τὰ πρότερον πλείοσιν ἀγγέλοις κεκληρωμένα καὶ παντοίαις ἀσεβείαις κεκαλινδημένα, ὑπὸ τὴν οἰκείαν ὑποβαλὼν ἐξουσίαν, παρῆν τοῖς πᾶσιν
5τὴν πρὸς τὸν αὐτοῦ πατέρα γνῶσίν τε καὶ φιλίαν ἐπικηρυκευόμενος, λύσιν τε καὶ ἄφεσιν τῶν πρὶν ἀγνοημάτων καὶ ἁμαρτημάτων ὑπι‐ σχνούμενος.

4

.

10

.

11

ὃ καὶ σαφῶς ἐκήρυττε λέγων· «οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.»

4

.

10

.

12

καὶ δὴ παρῆν τοῖς οἰκείοις ἀγγέλοις, αὐτοῖς δὴ τοῖς πρὶν ἐφεστῶσιν τῶν ἐθνῶν, ἐπιθεωρούμενος. οἱ δὲ αὐτίκα τὸν σφῶν βοηθὸν καὶ κύριον εὖ μάλα ἀκριβῶς ἐπι‐ γνόντες, περιχαρεῖς προσῆλθον καὶ διηκόνουν αὐτῷ, ὥσπερ ἡ ἱερὰ
5τοῦ εὐαγγελίου διδάσκει γραφή, «καὶ προσῆλθον ἄγγελοι καὶ διηκό‐ νουν αὐτῷ», φήσασα, ὅτε καὶ «πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν» ἔλεγον· «δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀν‐ θρώποις εὐδοκία».

4

.

10

.

13

τούτους μὲν οὖν ὡς οἰκείους ἀγγέλους τῆς αὐτοῦ δεομένους συμμαχίας ταύτῃ πη ἀνελάμβανεν· τοὺς δέ γε πάλαι
ἀμφὶ τὰς ἀνθρώπων διατριβὰς πωτωμένους, ἀφανῶς τε καὶ ἐμφανῶς τῶν ἐπὶ γῆς καταδυναστεύοντας δαίμονας ἀλιτηρίους καὶ πνευμάτων166
5ἀγρίων καὶ ἀπηνῶν γένη, τόν τε ἐν τούτοις τῆς κακίας ἐξάρχοντα, τὸν δεινὸν ἐκεῖνον καὶ ἀλάστορα, μεγάλῃ καὶ ἐνθέῳ δυνάμει τροπού‐ μενος ἐχειροῦτο, ὥς τινας συναισθομένους αὐτῶν λέγειν· «ἔα, τί ἡμῖν καὶ σύ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς;»

4

.

10

.

14

Καὶ τούσδε μὲν δι’ ὧν ἔπραττεν καὶ ἐδίδασκεν ἰσχυρῶς ᾐκίζετο, πᾶν δὲ τὸ ἀνθρώπινον γένος τοῖς διὰ λόγων ἡμέροις καὶ προσηνέσι φαρμάκοις ταῖς τε πραέσι καὶ προτρεπτικαῖς αὐτοῦ διδασκαλίαις ἰᾶτο καὶ ἐθεράπευεν, νόσων τε παντοίων καὶ παθῶν οὐχ ἧττον σωμάτων
5ἢ ψυχῶν ἀπήλλαττεν, παλαιᾶς τε δεισιδαιμονίας καὶ δειμάτων πολυ‐ θέου πλάνης τῆς τε αἰσχρᾶς καὶ ἀκολάστου διαίτης πάντας τοὺς προσ‐ ιόντας ἐλευθέρους ἀφείς, μεθιστῶν τε καὶ μεταβάλλων τοὺς αὐτῷ προσανέχοντας ἐκ μὲν ἀκολασίας ἐπὶ σώφρονα βίον, ἐκ δὲ ἀσεβείας ἐπὶ εὐσέβειαν καὶ ἐξ ἀδικίας ἐπὶ δικαιοσύνην, ναὶ μὴν καὶ ἐκ τῆς τῶν
10πικρῶν δαιμόνων δυναστείας ἐπὶ τὴν ἔνθεον κατάληψιν τῆς ἀληθοῦς εὐσεβείας, καὶ πρὸς ἐπὶ τούτοις πύλας οὐρανίου ζωῆς καὶ τῆς κατ’ εὐσέβειαν διδασκαλίας τοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἔθνεσιν προϊ‐ σχόμενος. καὶ εἰς τοσοῦτόν γε κάτεισιν, ὡς μὴ μόνον κάμνουσιν καὶ χαλεπῶς νοσηλευομένοις τὰς ψυχὰς τὴν σωτήριον ὀρέξαι δεξιάν, ἤδη
15δὲ καὶ ἐξ αὐτῶν τῶν πυλῶν τοῦ θανάτου τοὺς ἡμιθνῆτας ἢ καὶ πάμπαν ἀπολωλότας ἐκ μακροῦ τε κατορωρυγμένους τῶν τοῦ θανά‐ του λῦσαι δεσμῶν·

4

.

10

.

15

δι’ ἣν μάλιστα αἰτίαν καὶ μέχρι τῶν αὐτόθι χωρίων ἐδέησεν αὐτῷ ἐνεργείας, ὡς ἂν μὴ μόνον ζώντων ἀλλὰ καὶ νεκρῶν κυριεύσειεν. Ὅτε μὲν οὖν τῷ πατρὶ σύνεστιν καὶ τὴν τῶν ὅλων πρόνοιαν
5ἐνθέῳ δυνάμει διακυβερνᾷ, οὐρανοῦ αὐτοῦ καὶ γῆς ὁμοῦ καὶ τῶν ἐν τούτοις περιεχομένων φύσεων τῶν τε ἐπέκεινα οὐρανοῦ θείων καὶ ἀσωμάτων οὐσιῶν ἐπισκοπεῖ καὶ ἐπιμέλεται, θεοῦ λόγος καὶ θεοῦ σοφία καὶ θεοῦ δύναμις, ἄρχων τε καὶ ἡγούμενος καὶ βασιλεύς, ἤδη δὲ καὶ θεὸς καὶ κύριος ἐν τοῖς θείοις χρησμοῖς ἀνευφημεῖται, καὶ
10φωτίζων μὲν τὰς ἀσωμάτους καὶ νοερὰς φύσεις,

4

.

10

.

16

«ἥλιος [δὲ] δι‐ καιοσύνης» καὶ «φῶς ἀληθινὸν» ἀνείρηται, ὑπουργῶν δὲ καὶ συνεργῶν ταῖς τοῦ πατρὸς διατάξεσιν, ὑπουργὸς τοῦ πατρὸς καὶ δημιουργὸς χρηματίζει· ἀλλὰ καὶ μόνος κατὰ τάξιν εἰδὼς θεραπεύειν θεόν, μέσος
5τε ἑστὼς θεοῦ τοῦ ἀγενήτου καὶ τῶν μετ’ αὐτὸν γενητῶν, τήν τε τῶν ὅλων ἀναδεδεγμένος φροντίδα καὶ ὑπὲρ τῶν ὑπηκόων ἁπάντων ἱερωμένος τῷ πατρί, καὶ μόνος αὐτὸν τοῖς πᾶσιν εὐμενῆ καὶ ἵλεων παρέχων, ἀρχιερεὺς αἰώνιος καὶ δὴ Χριστὸς τοῦ πατρὸς προσαγορεύε‐ ται, οὕτω παρ’ Ἑβραίοις, Χριστῶν, ἐπικαλουμένων πάλαι τῶν τὴν167
10εἰκόνα τοῦ πρώτου διὰ συμβόλων ἐπιτελούντων·

4

.

10

.

17

καὶ ὅτε μὲν ἀγγέ‐ λοις ταξιαρχῶν ἐπιστατεῖ, «μεγάλης βουλῆς ἄγγελος» ἀναγορεύεται, καὶ τῶν κατ’ οὐρανὸν στρατιῶν ἡγούμενος «ἀρχιστράτηγος δυνάμεως κυρίου» εἶναι. ἤδη δὲ κατιὼν ἐπὶ τὰ τῇδε, ἡμῶν τε αὐτῶν τῆς
5λογικῆς φύσεως τῆς τε ἰδίας αὐτοῦ χάριν εἰκόνος φιλανθρωπίᾳ τοῦ πατρὸς ἀντιλαμβανόμενος, καθὸ μὲν ἔοικεν νηπίων ἄρχειν καὶ οἱονεὶ βοσκημάτων, «ποιμὴν» ὠνόμασται «προβάτων», καθὸ δὲ ψυχῶν ἐμπαθῶν τὴν θεραπείαν ἐπαγγέλλεται, σωτὴρ καὶ ἰατρὸς εἰκότως ἂν λέγοιτο.

4

.

10

.

18

τοῦτο γοῦν ἡ παρ’ Ἑβραίοις τοῦ Ἰησοῦ σημαίνει προσ‐ ηγορία. Ἐπεὶ δὲ ἔδει ποτὲ καὶ αὐτῷ ὀργάνου ἀνθρωπείου, ὡς ἂν καὶ ἀνθρώποις ἑαυτὸν φήνειεν καὶ τῆς τοῦ πατρὸς ἐπιγνώσεως καὶ εὐ‐
5σεβείας τὸν ἀληθῆ λόγον διδάξειεν, καὶ τοῦτον οὐκ ἀπαρνεῖται τὸν τρόπον· ἐπιβὰς δὲ εὖ μάλα τῇ ἡμετέρᾳ φύσει πάρεισιν εἰς ἀνθρώπους, θεὸν δι’ ἀνθρώπου μέγα θαῦμα τοῖς πᾶσιν ἐπιδεικνύμενος, ὡς ἂν μὴ μόνον ἐξ ἀφανοῦς καὶ ἀδήλου ἄσαρκος ὢν καὶ ἀσώματος ἐπιστα‐ τοίη, αὐτοῖς δὲ σαρκὸς ὄμμασιν ὁρώμενος, ἀνθρώπων τε ὀφθαλμοῖς τὰς
10ὑπὲρ ἀνθρώπων θαυματουργίας παρέχων ὁρᾶν, καὶ προσέτι σώματος ἀκοαῖς τὰς διὰ γλώττης καὶ φωνῆς ἐνάρθρου παραδιδοὺς διδασκαλίας, θεῖόν τε ὡς ἀληθῶς καὶ παράδοξον χρῆμα, οἷον οὐδ’ ἄλλο πω φανὲν μνημονεύεται, σωτήριόν τε ὁμοῦ καὶ εὐεργετικὸν τοῖς πᾶσιν αὐτὸς ἑαυτὸν ἐνδεικνύμενος.

4

.

10

.

19

οὕτω δῆτα ὁ θεὸς ὁ λόγος υἱὸς ἀνθρώπου ἐλέγετο, καὶ Ἰησοῦς ὠνομάζετο, παρ’ ὅσον τῆς τῶν ἀνθρωπίνων ψυχῶν ἰάσεώς τε καὶ θεραπείας χάριν τὴν πάροδον εἰς ἡμᾶς ἐποιεῖτο. σωτὴρ δ’ οὖν καὶ παρ’ Ἑβραίοις ἑρμηνεύεται ἡ τοῦ Ἰησοῦ προση‐
5γορία. τάς τε κοινὰς ἡμῖν ὑπέμεινεν διατριβάς, οὐδαμῶς μὲν τοῦ εἶναι ὃς ἦν ἐξιστάμενος, ὁμοῦ δ’ ἐν τῷ ἀνθρώπῳ φυλάττων τὸν θεόν.

4

.

10

.

20

εὐθὺς τοιγαροῦν ἐπὶ τῆς πρώτης εἰς ἀνθρώπους καταβολῆς τῷ θεῷ τῆς ἡμετέρας γενέσεως τὴν ἔνθεον ἀνακιρνᾷ μεγαλουργίαν· τικτόμενος μὲν ἡμῖν ὁμοίως, καὶ θνητοῦ δίκην ἄνθρωπον ἀμφιεν〈ν〉ύ‐ μενος, ὡς δ’ οὐκέτι ἄνθρωπος ἀλλὰ θεός, ἐξ ἀχράντου καὶ ἀπειρο‐
168
5γάμου κόρης, οὐχὶ δὲ ἐκ μίξεως καὶ φθορᾶς, τὴν τοῦ φαινομένου γένεσιν ὑφιστάμενος.

4

.

11

.

1

Καὶ τὸν ἑξῆς δὲ σύμπαντα βίον ταύτῃ πη διετέλει, τοτὲ μὲν τὴν πρὸς ἡμᾶς ὁμοιοπάθειαν, τοτὲ δὲ τὸν θεὸν λόγον ὑποφαίνων, μεγαλουργῶν καὶ παραδοξοποιῶν ὡς θεός, καὶ τῶν μελλόντων ἔσε‐ σθαι προαναφωνῶν τὰς προρρήσεις, καὶ τὸν μὴ τοῖς πολλοῖς ὁρώ‐
5μενον θεὸν λόγον τοῖς ἔργοις ἄντικρυς ἐπιδεικνύμενος. Εἰκότα δὲ καὶ ὅμοια ταῖς ἀρχαῖς καὶ τὰ τέλη αὐτῷ τῆς ἐξ ἀν‐ θρώπων ἀπαλλαγῆς ἐνεχειρεῖτο.

4

.

12

.

1

καὶ γὰρ μέχρι θανάτου καὶ αὐτῶν νεκρῶν οἱ τῆς φιλανθρωπίας αὐτὸν ἐκάλουν νόμοι, ὡς ἂν καὶ τῶν πάλαι τεθνεώτων τὰς ψυχὰς ἀνακαλέσοιτο,

4

.

12

.

2

ὅτι δὴ τῶν ἐξ αἰῶνος ἁπάντων αὐτῷ τῆς σωτηρίας ἔμελεν. καὶ ὅπως «διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου», ᾗ τὰ θεῖα παιδεύει λόγια, κἀνταῦθα πάλιν ἀναμὶξ ὑπῄει τὴν οἰκονομίαν, ὡς
5μὲν ἄνθρωπος τὸ σῶμα τῇ συνήθει παραχωρῶν ταφῇ, ἀναχωρῶν δὲ αὐτοῦ ὡς θεός.

4

.

12

.

3

φωνήσας γοῦν μέγα, καὶ «τῷ πατρὶ παρατίθεμαι τὸ πνεῦμα» εἰπών, ἄφετος ἀνεχώρει τοῦ σώματος, οὐδαμῶς περι‐ μείνας προσιέναι αὐτῷ τὸν θάνατον, μέλλοντα δὲ καὶ ὥσπερ ἀπο‐ κνοῦντα μᾶλλον δ’ ὑπὸ πόδα χωροῦντα καὶ ἀποφεύγοντα διώκων
5αὐτὸς ὄπισθεν καὶ ἐλαύνων, τάς τε ἐξ αἰῶνος πύλας τῶν σκοτίων μυχῶν διαρρηγνὺς καὶ τοῖς αὐτόθι νεκροῖς σειραῖς θανάτου πεπεδη‐ μένοις παλίντροπον τῆς ἐπὶ τὴν ζωὴν ἀνόδου τὴν πορείαν ποιού‐ μενος.

4

.

12

.

4

ταύτῃ τοι αὐτῷ καὶ ὁ τεθνεὼς ἀνηγείρετο, καὶ «πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων» ἀνίσταντο, συνεισελαύνοντα αὐτῷ «εἰς τὴν ἁγίαν» καὶ ὡς ἀληθῶς οὐρανόπολιν, ὡς εἰκότως ἐν ταῖς θείαις ἀνειρῆσθαι φωναῖς· «κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν
5ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου».

4

.

12

.

5

καὶ αὐτὸς δ’ ὁ τῶν ὅλων σωτὴρ καὶ κύριος ἡμῶν, ὁ Χριστὸς τοῦ θεοῦ, νικηφόρος λεγό‐ μενος, ἐν ταῖς προφητικαῖς προρρήσεσιν ἐπικερτομῶν εἰσάγεται τῷ θανάτῳ καὶ τὰς αὐτόθι λύων πεπεδημένας ψυχάς, δι’ ὧν τὸν ἐπι‐
5νίκιον ὕμνον προφέρεται, αὐτὰ δὴ ταῦτα λέγων· «ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτούς, καὶ ἐκ θανάτου λυτρώσομαι αὐτῶν τὰς ψυχάς. ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον; τὸ δὲ κέντρον τοῦ θανάτου ἐστὶν ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος.»169

4

.

12

.

6

Τοιαύτη τις αὐτῷ καὶ μέχρι τοῦ θανάτου ἐγένετο ἡ οἰκονομία, ἧς οὐ μίαν αἰτίαν ἀλλὰ καὶ πλείους εὕροι ἄν τις ἐθελήσας ζητεῖν. πρώτην μὲν γὰρ ὁ λόγος διδάσκει, «ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ»· δευτέραν δέ, ὅπως τὰς ἡμετέρας ἀπομάξοιτο ἁμαρτίας,
5ὑπὲρ ἡμῶν τυθεὶς καὶ «γενόμενος ὑπὲρ ἡμῶν κατάρα»·

4

.

12

.

7

τρίτην, ὡς ἂν ἱερεῖον θεοῦ καὶ μεγάλη θυσία ὑπὲρ τοῦ σύμπαντος κόσμου προσ‐ αχθείη τῷ ἐπὶ πάντων θεῷ· τετάρτην, ὡς ἂν οὕτω τῆς πολυπλα‐ νοῦς καὶ δαιμονικῆς ἐνεργείας ἀπορρήτοις λόγοις καθαίρεσιν ἀπερ‐
5γάσαιτο·

4

.

12

.

8

πέμπτην ἐπὶ ταύτῃ, ὡς ἂν τοῖς αὐτοῦ γνωρίμοις καὶ μαθηταῖς τῆς μετὰ τὸν θάνατον παρὰ θεῷ ζωῆς τὴν ἐλπίδα μὴ λόγοις μηδὲ ῥήμασι καὶ φωναῖς ἀλλ’ αὐτοῖς ἔργοις παραστήσας, ὀφθαλμοῖς τε παραδοὺς τὴν διὰ τῶν λόγων ἐπαγγελίαν, εὐθαρσεῖς
5αὐτοὺς καὶ προθυμοτέρους ἀπεργάσαιτο καὶ πᾶσιν Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις τὴν πρὸς αὐτοῦ καταβληθεῖσαν εὐσεβῆ πολιτείαν κηρύξαι.

4

.

12

.

9

αὐτίκα δ’ οὖν αὐτοὺς δὴ τούτους τοὺς γνωρίμους καὶ θιασώτας, οὓς αὐτὸς αὐτῷ ἀριστίνδην ἐπικρίνας ἀποστόλους τε αὐτοῦ καὶ μα‐ θητὰς ἀνελέξατο, τῆς ἐξ αὐτοῦ θείας δυνάμεως ἐνέπλησε, πᾶν γένος ἀνθρώπων ἐκδιδάξαι τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν θεογνωσίαν,
5ἕνα τοῖς πᾶσιν Ἕλλησίν τε καὶ βαρβάροις εὐσεβείας ὑποθέμενος τρό‐ πον, δαιμόνων ἀναχώρησίν τε καὶ φυγὴν καὶ τῆς πολυθέου πλάνης ἀνάνευσιν, ἑνὸς δὲ μόνου θεοῦ τοῦ ἐπὶ πάντων γνῶσιν ἀληθῆ προ‐ κηρύττοντα, καὶ λύσιν μὲν τῶν προηγνοημένων, εἰ μηκέτ’ αὐτοῖς ἐπιμένοιεν, μίαν δὲ τοῖς πᾶσιν σωτηρίας ἐλπίδα, δι’ ἧς ὑποτέθειται
10πανσόφου καὶ παναρέτου πολιτείας, ὑπισχνούμενον.

4

.

13

.

1

Οὕτω δὴ τούτων ἐχόντων οὐ δεῖ ταράττεσθαι τὸν νοῦν, γένεσιν καὶ σῶμα καὶ πάθη καὶ θάνατον περὶ τὸν ἄυλον καὶ ἀσώ‐ ματον τοῦ θεοῦ λόγον ἀκούοντα. ὡς γὰρ οὐδ’ ἡλιακοῦ φωτὸς πά‐
θοιέν 〈ἂν〉 τι ἀκτῖνες τὰ πάντα πληροῦσαι καὶ σωμάτων νεκρῶν καὶ οὐ170
5καθαρῶν ἐφαπτόμεναι, πολὺ πλέον ἡ ἀσώματος τοῦ θεοῦ δύναμις οὔτ’ ἂν πάθοι τὴν οὐσίαν οὔτ’ ἂν βλαβείη οὔτ’ ἂν χείρων ποτὲ ἑαυτῆς γένοιτο, σώματος ἀσωμάτως ἐπαφωμένη.

4

.

13

.

2

τί γάρ; οὐχὶ καί, δίχα τοῦ καθ’ ὃ ἐνηνθρώπει σώματος, ἀεὶ καὶ διὰ παντὸς ἥκων δι’ ὅλης τῆς τῶν στοιχείων καὶ αὐτῶν δὴ τῶν σωμάτων ὕλης, οἷά τις θεοῦ λόγος ὢν δημιουργός, τῆς ἐξ αὐτοῦ σοφίας ἐν αὐτῇ τοὺς λόγους
5ἀποσφραγίζεται, τῷ μὲν ἀψύχῳ ζωὴν τῷ δὲ ἀμόρφῳ ὄντι καὶ ἀειδεῖ τὴν φύσιν μορφὴν ἐναποτυπούμενος, τά τ’ ἐν αὐτῷ κάλλη καὶ τὰς ἀσωμάτους ἰδέας ταῖς τῶν σωμάτων ποιότησιν ἐναποματτόμενος, κινῶν δὲ τὰ τῷ οἰκείῳ λόγῳ ἄψυχα καὶ ἀκίνητα, γῆν, ὕδωρ, ἀέρα, πῦρ,

4

.

13

.

3

πάνσοφόν τινα καὶ παναρμόνιον κίνησιν, καὶ τὰ πάντα ἐξ ἀκοσμίας κοσμῶν, αὔξων τε καὶ τελεσιουργῶν, αὐτῇ τε ἐνθέῳ καὶ λογικῇ δυνάμει μονονουχὶ ἐπιὼν τὰ πάντα, καὶ διὰ πάντων χωρῶν πάντων τε ἐφαπτόμενος, ἀλλ’ οὔτι γε βλάβην ἔκ τινος ἐπαγόμενος,
5οὐδὲ τὴν φύσιν αὐτὴν μολυνόμενος. οὕτω δῆτα κατὰ ταῦτα καὶ ἐν ἀνθρώποις γενόμενος, πάλαι μὲν βραχέσι καὶ ἀριθμῷ ληπτοῖς, μόνοις δὴ τοῖς ἀναγράπτοις προφήταις τε καὶ δικαίοις ἀνδράσιν, ἄλλοτε ἄλλως [τε] ἐφαίνετο, ἐπὶ τέλει δὲ τοῖς πᾶσιν ἤδη, φαύλοις τε καὶ ἀσεβέσιν, Ἑβραίοις τε ὁμοῦ καὶ Ἕλλησιν, δι’ ὑπερβάλλουσαν τοῦ παναγάθου
10πατρὸς χρηστότητα καὶ φιλανθρωπίαν εὐεργετικὸν ἑαυτὸν καὶ σω‐ τήριον παρείχετο, διαρρήδην τοῦτο προκηρύττων· «οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δι‐ καίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν»;

4

.

13

.

4

ἐκάλει δῆτα ὁ πάντων σωτήρ· «δεῦτε», λέγων, «πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμέ‐ νοι, κἀγὼ ἀναπαύσω ὑμᾶς». ἐκάλει καὶ ἰᾶτο ἀφθόνως δι’ ὀργάνου οὗ προυβέβλητο ἀνθρωπίνου, οἷά τις μουσικὸς ἀνὴρ διὰ τῆς λύρας
5τὴν σοφίαν ἐπιδεικνύμενος, καὶ νοσούσαις γε ψυχαῖς ταῖς ἐν σώμασιν, οἷά τις ἰατρῶν ἄριστος, συγγενεῖ καὶ καταλλήλῳ βοηθήματι τὸν ἄνθρω‐ πον 〈παρίστη〉, αὐτός τε ἑαυτὸν ὑπόδειγμα πανσόφου καὶ παναρέτου καὶ εὐσεβοῦς παρείχετο βίου, διδάσκων μὲν τὰ ἀληθῆ οὐ παρ’ ἑτέρων ἠρανισμένα, ἐξ αὐτοῦ δὲ καὶ παρὰ τοῦ πατρὸς τὰ πάλαι καὶ ἐκ μακροῦ
10τοῦ αἰῶνος τοῖς ἀνέκαθεν θεοφιλέσιν καὶ τοῖς πρὸ Μωσέως Ἑβραίοις νενομοθετημένα·171

4

.

13

.

5

σωμάτων δ’ οὐχ ἧττον ἢ ψυχῶν ἐπιμελόμενος, καὶ σαρκικοῖς μὲν ἀνθρώπων ὀφθαλμοῖς τὰ διὰ τῆς σαρκὸς αὐτῷ δρώ‐ μενα παρασκευάζων ὁρᾶν, ἀκοαῖς δὲ πάλιν σαρκὸς τὰς διὰ γλώττης καὶ σαρκὸς ὑπηχῶν διδασκαλίας, καὶ πάντα γ’ ἐπιτελῶν δι’ οὗ ἀνεί‐
5ληφεν ἀνθρώπου τοῖς οὐκ ἄλλως ἢ μόνως οὕτως τῆς αὐτοῦ θε[ι]ό‐ τητος συναισθέσθαι δυναμένοις.

4

.

13

.

6

Ταῦτα δὴ οὖν ἅπαντα εἰς τὸ χρήσιμον καὶ πᾶσιν ἡμῖν ὠφέλιμον ὁ πάντα φιλάνθρωπος τοῦ θεοῦ λόγος ταῖς πατρικαῖς βουλαῖς διη‐ κονεῖτο, μένων πάλιν αὐτὸς ἄϋλος καὶ ἀσώματος, οἷος καὶ πρὸ τοῦ παρὰ τῷ πατρὶ ἦν, οὐ μεταβαλὼν τὴν οὐσίαν, οὐδ’ ἀφανισθεὶς τῆς
5αὐτὸς ἑαυτοῦ φύσεως, οὐδέ γε τοῖς τῆς σαρκὸς δεσμοῖς πεδηθείς, οὐδ’ ἀποπεσὼν τῆς θεότητος, ἀλλ’ οὐδὲ τὴν οἰκείαν τοῦ λόγου παρ‐ απολέσας δύναμιν, οὐδ’ ὧδε μὲν ἔνθα ἦν αὐτῷ τὸ ἀνθρώπειον σκεῦος τὰς διατριβὰς ποιούμενος, ἐν ἑτέροις δ’ εἶναι τοῦ παντὸς κεκωλυ‐ μένος· ἀλλὰ γὰρ καὶ ἐν τῷ τότε, καθ’ ὃ ἐν ἀνθρώποις ἐπολιτεύετο,
10τὰ πάντα ἐπλήρου, καὶ τῷ πατρὶ συνῆν, καὶ ἐν αὐτῷ γε ἦν, καὶ τῶν πάντων ἀθρόως καὶ ἐν τῷ τότε τῶν τε κατ’ οὐρανὸν καὶ ἐπὶ γῆς ἐπεμέλετο, οὐδαμῶς τῆς πανταχόσε παρουσίας ὁμοίως ἡμῖν ἀπο‐ κεκλεισμένος, οὐδὲ τὰ θεῖα πράττειν συνήθως παραποδιζόμενος, ἀλλὰ τὰ μὲν ἐξ αὐτοῦ μεταδιδοὺς τῷ ἀνθρώπῳ, τὰ δ’ ἐκ τοῦ θνητοῦ μὴ
15ἀντιλαμβάνων, καὶ τῆς μὲν ἐνθέου δυνάμεως τῷ θνητῷ χορηγῶν, τῆς δ’ ἐκ τοῦ θνητοῦ μετουσίας οὐκ ἀντεπαγόμενος.

4

.

13

.

7

οὔτ’ οὖν ἐμολύνετο τικτόμενος ὑπὸ τοῦ σώματος ὁ ἀσώματος, οὐδὲ τὴν οὐσίαν ἔπασχεν ὁ ἀπαθὴς ὑπὸ τοῦ θνητοῦ, ἐπεὶ μηδὲ τῆς λύρας εἰ οὕτως τύχοι κοπτομένης, ἢ τῶν χορδῶν διασπωμένων, πάσχειν εἰκὸς τὸν
5ἀνακρουόμενον, οὐδέ γε σοφοῦ τινος ἀνδρὸς τιμωρουμένου τοῦ σώ‐ ματος τὴν ἐν αὐτῷ σοφίαν ἢ τήν γε ἐν τῷ σώματι ψυχὴν κόπτεσθαι ἢ κάεσθαι φαίημεν ἂν εἰκότως. ταύτῃ τοι πολὺ πλέον οὐδὲ τὴν τοῦ λόγου φύσιν ἢ δύναμιν βλάβος τι ἐκ τῶν τοῦ σώματος παθῶν ἀπο‐ φέρεσθαι φάναι εὔλογον, ὅτι μηδὲ τὸ τοῦ φωτὸς ἡμῖν ὑπόδειγμα
10χραίνεσθαί τι τὰς ἡλιακὰς ἀκτῖνας, ἐπὶ γῆς οὐρανόθεν ἐκπεμπομένας, πηλοῦ τε καὶ βορβόρου καὶ μιασμοῦ παντὸς ἐφαπτομένας, συνεχώρει.

4

.

13

.

8

φωτίζεσθαι μὲν καὶ ταῦτα ἐκ τῶν τοῦ φωτὸς αὐγῶν οὐδὲν ἂν
κωλύοι λέγειν· τὸ δέ γε τὸν ἥλιον μολύνεσθαι ἐκ τῆς τῶν σωμάτων ἐπιμιξίας ἢ πηλοῦσθαι, οὐκέτι. καὶ μὴν ταῦτά γε τῆς φύσεως οὐκ ἂν εἴη τῶν σωμάτων ἀλλότρια.172

4

.

13

.

9

ὁ δέ γε ἄυλος καὶ ἀσώματος τοῦ θεοῦ λόγος, αὐτοζωὴ τυγχάνων καὶ αὐτοφῶς νοερὸν καὶ ὅσα ἄλλα προκατείλεκται, παντὸς οὗ δἂν ἐφάψοιτο ἐνθέῳ καὶ ἀσωμάτῳ δυ‐ νάμει, ζῆν τοῦτο ἀνάγκη καὶ σὺν λογικῷ διάγειν φωτί. ταύτῃ τοι
5καὶ σώματος οὗ δἂν ἐφάψοιτο, ἡγίασται τοῦτο καὶ πεφώτισται αὐ‐ τίκα, πᾶσά τε νόσος αὐτῷ καὶ ἀρρωστία καὶ πάνθ’ ὅσα ὑπεξίσταται,

4

.

13

.

10

ἀντιλαμβάνει δὲ τῆς ἐξ αὐτοῦ πληρώσεως στέρησις. οὕτω δῆτα καὶ τὸ νεκρόν, τῆς τοῦ λόγου δυνάμεως μικρόν τι αὐτοῦ ἐφαψαμένης, ἀνηγείρετο ζωούμενον, καὶ ὁ θάνατος τὴν ζωὴν ἔφευγεν, καὶ τῷ γε φωτὶ τὸ σκότος ἐξελύετο, «τό τε φθαρτὸν τὴν ἀφθαρσίαν ἐνεδιδύ‐
5σκετο καὶ τὸ θνητὸν τὴν ἀθανασίαν».

4

.

14

.

1

Καὶ τί γὰρ ἄλλο πλὴν ὁ πᾶς ἄνθρωπος ὑπὸ τῆς θεότητος «κατεπίνετο», καὶ πάλιν θεὸς ἦν ὁ θεὸς λόγος, οἷος καὶ πρὶν γενέσθαι ἄνθρωπος, καὶ συναπεθέου γε τὸν ἄνθρωπον «ἀπαρχὴν» τῆς ἡμῶν ἐλπίδος, τοῦτον αὐτὸν ἐκεῖ
5τῆς τε παρ’ αὐτῷ ζωῆς ἀϊδίου καὶ τῆς ἐν τῇ θεότητι καὶ μακα‐ ριότητι κοινωνίας ἀξιῶν, ἡμῖν τε ὁμοίως ἅπασι τῆς παρ’ αὐτῷ καὶ σὺν αὐτῷ ἀθανασίας τε καὶ βασιλείας τοῦτο μέγιστον δεῖγμα παρέχων;

4

.

15

.

1

Τοῦτο τῆς εἰς ἀνθρώπους ἀφίξεως τέλος ἦν, τὸν πάλαι τῆς τοῦ πατρὸς γνώσεως ἀποπεπλανημένον εἰς τὴν οἰκείαν ἐπαναγαγεῖν, καὶ τὸν συγγενῆ καὶ φίλον τῆς τε αὐτοῦ κατηξιωμένον εἰκόνος τῆς οἰκείας ἀπολαῦσαι ζωῆς, φίλον τε καὶ οἰκεῖον τοῦ πατρὸς ἀποφῆναι
5τοῦτον, δι’ ὃν αὐτὸς ὁ τοῦ θεοῦ λόγος ὑπέστη γενέσθαι ἄνθρωπος.

4

.

15

.

2

οὕτω δῆτα, ὡς ἐν βραχεῖ φάναι, ἡ κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν ὑπόθεσις, διάφορον ἔχουσα τὴν οἰκονο‐ μίαν, ἐκ τῶν παρ’ Ἑβραίοις παραστήσεται προφητικῶν λόγων, ὥσπερ οὖν μικρὸν ὕστερον αἱ ἐξ αὐτῶν δείξουσι μαρτυρίαι, πιστουμένων τὰ
5παλαιὰ τῶν νέων γραμμάτων, καὶ τῶν εὐαγγελικῶν τὰς τῶν προφη‐ τικῶν μαρτυρίας ἐπισφραγιζομένων. Ἀλλὰ γὰρ τούτων ὧδε ἐχόντων ὥρα λοιπὸν καὶ περὶ τῆς προσ‐ ηγορίας αὐτοῦ διελθεῖν, καθ’ ὃ Ἰησοῦς καὶ Χριστὸς ἀνηγόρευται, δι’ ὅσων τε προφητειῶν ὀνομαστὶ προεκηρύττετο.

4

.

15

.

3

πρῶτα δὲ σκε‐ ψόμεθα τί βούλεται δηλοῦν ἡ τοῦ Χριστοῦ προσηγορία, πρὶν ἄρξασθαι τῆς κατὰ μέρος συναγωγῆς τῶν προφητικῶν περὶ τοῦ προκειμένου
σκέμματος λογίων. προσήκειν δὲ ἡγοῦμαι περὶ αὐτῆς πρῶτον τῆς173
5Χριστοῦ διαλαβεῖν προσηγορίας, διαρθρῶσαί τε τὴν περὶ αὐτῆς ἔννοιαν, ὡς ἂν μηδὲν ἡμᾶς λάθοι τῶν κατὰ τὸν τόπον ζητουμένων.

4

.

15

.

4

ἄλλος μὲν οὖν, ἐγγύθεν καὶ ἐκ τῶν καθ’ ἡμᾶς ἀρξάμενος, εἶπεν ἂν Μωσέα νομοθετῆσαι πρῶτον ἁπάντων τοὺς τῷ θεῷ ἱερωμένους μύρῳ σκευαστῷ χρίεσθαι, εὐωδίας δεῖν τὰ σώματα καὶ ἀγαθοῦ τινος ἀπο‐
5πνεῖν ἡγησάμενος, ἐπεὶ πᾶν τὸ δυσῶδες μιαραῖς καὶ ἀκαθάρτοις δυνάμεσιν εἶναι φίλον, ὡς ἔμπαλιν τοῖς φιλαγάθοις τὸ εὐῶδες·

4

.

15

.

5

ὅθεν καὶ θυμιάματι συγκειμένῳ εἰς ὑπερβολὴν εὐωδίας καθ’ ἑκάστην ἡμέραν τοὺς ἱερέας χρῆσθαι ἐν τῷ ἱερῷ νομοθετῆσαι, ὅπως κατα‐ κιρναμένου τοῦ ἀέρος καὶ τὸ δυσῶδες ἀφανίζοντος θεία τις ἀπορροὴ τοῖς εὐχομένοις καταμιγνύ〈η〉ται.

4

.

15

.

6

διὰ γὰρ τοῦτο αὐτὸ καὶ χρῖσμα ἀλειπτικὸν εὐωδέστατον διὰ μυρεψικῆς τέχνης συνθεῖναι, ὡς ἂν χρίοιντο τούτῳ οἱ τῶν κοινῶν δημοσίᾳ προστήσεσθαι μέλλοντες, καὶ τὸ τοῦ Χριστοῦ ὄνομα πρῶτον Μωσέα τοῖς χριομένοις ἐπιθεῖναι·
5τοῦτο δὲ τὸ χρῖσμα μὴ μόνον ἀρχιερεῦσιν παραδοθῆναι, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα προφήταις καὶ βασιλεῦσιν, οἷς καὶ αὐτοῖς τούτῳ χρίεσθαι μόνοις ἐξὸν ἦν τῷ μύρῳ.

4

.

15

.

7

ταῦτα μὲν οὖν προχειρότερα ἂν εἴη, πόρρω γε μὴν καθεστῶτα τῆς ἐνθέου καὶ μεγαλοφυοῦς τοῦ προ‐ φήτου διανοίας.

4

.

15

.

8

ὁ γάρ τοι θαυμάσιος ἐκεῖνος καὶ μέγας ὡς ἀληθῶς ἱεροφάντης πᾶσαν γεώδη καὶ σωματικὴν οὐσίαν ἐν μόναις εἰδὼς ταῖς ποιότησι διακεκριμένην, κατ’ οὐδένα τρόπον ἑτέραν τῆς ἑτέρας 〈πρου〉τίμησεν, τὰ πάντα εἰδὼς μιᾶς ὄντα ἔκγονα ὕλης, οὔποτε ἑστώ‐
5σης οὐδέ τι βέβαιον ἐν τῇ φύσει ἐχούσης, ἀεὶ δὲ ῥεούσης καὶ ἐπὶ τὴν οἰκείαν φθορὰν ἐπειγομένης. οὔκουν τὸ ἡδὺ τῶν σωμάτων εἵλετο, οὐδ’ αὐτὸ καθ’ αὑτὸ προύκρινεν ἂν τὸ ἀπὸ τῶν αἰσθήσεων προσηνές· χαμαὶ γὰρ καὶ ἐπὶ σωμάτων ἡδονὴν πεσούσης τοῦτ’ ἂν εἴη τὸ πάθος ψυχῆς.

4

.

15

.

9

μυρίοι γοῦν τῶν τὰ σώματα τεθηλυμένων, ἐμπαθεῖς ἄλλως καὶ ἀκόλαστοι, μύρων ποικίλων περιεργίαις χρώμενοι, πάσης αἰσχρᾶς καὶ ῥυπώσης δυσωδίας τὰς ψυχὰς ἐπιφέρονται, ὡς ἔμπαλιν οἱ θεο‐ φιλεῖς, ἀρετῆς ἐμπνέοντες, τὴν πολὺ κρείττονα τῶν ἀπὸ γῆς ἀρω‐
5μάτων τὴν ἀπὸ σωφροσύνης καὶ δικαιοσύνης καὶ πάσης εὐσεβείας ἀναδιδομένην εὐωδίαν ἐπαγόμενοι, τὴν τῶν ὑλικῶν σωμάτων ὀδμὴν ἐν οὐδενὶ τέθεινται λόγῳ.

4

.

15

.

10

ταῦτα οὖν εὖ μάλα διειληφὼς ὁ προ‐
φήτης μύρων μὲν ἢ καὶ θυμιαμάτων οὐδεμίαν προηγουμένην ἐποιεῖτο φροντίδα, κρειττόνων δὲ καὶ θείων εἰκόνας, ὡς ἐνῆν δυνατόν, διὰ σωμάτων τοῖς μόνως οὕτως καὶ οὐδ’ ἄλλως τὰ θεῖα οἵοις τε μαν‐174
5θάνειν παρεδίδου,

4

.

15

.

11

ὅτι δὴ τοῦτ’ αὐτὸ καὶ ὁ θεῖος ἀναγέγραπται εἰρηκὼς χρησμός, φήσας· «ὅρα ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει». σύμβολα τοιγαροῦν ἑτέρων, ἅπερ τύπους εἴωθεν ὀνομάζειν, ἐπιτελῶν, τὴν διὰ τοῦ μύρου χρῖσιν ἐνομοθέτει.

4

.

15

.

12

ὅ γε μὴν ὑψηλὸς καὶ ἐν ἀπορρήτοις δηλούμενος αὐτῶν λόγος, ὡς δυνατὸν εἰπεῖν, τοιαύτην εἶχεν διάνοιαν· τὸ μόνον ἀγαθὸν καὶ μόνον ὡς ἀληθῶς εὐῶδες καὶ τίμιον καὶ πάσης μὲν ζωῆς αἴτιον, πᾶσιν δὲ σὺν τῷ εἶναι καὶ τὸ εὖ εἶναι δεδωρημένον, ἓν τοῦθ’ ὁ παρ’ Ἑβραίοις
5λόγος ἠπίστατο πρῶτον τῶν ὅλων αἴτιον, αὐτὸν δὴ τὸν ὕψιστον καὶ παμβασιλέα τῶν ἁπάντων δημιουργὸν θεόν.

4

.

15

.

13

τούτου δὴ οὖν τὴν παναλκῆ καὶ πανάγαθον καὶ παντὸς καλοῦ χορηγόν, τῆς ἀνω‐ τάτω καὶ ἀγενήτου θεότητος, δύναμιν τὸ θεῖον πνεῦμα, οἰκείῳ καὶ προσφυεῖ συμβαλὼν παραδείγματι, ἔλαιον θεοῦ προσαγορεύει· διόπερ
5χριστὸν καὶ ἠλειμμένον τὸν αὐτῆς μέτοχον ἀποκαλεῖ.

4

.

15

.

14

ἔλαιον δὲ μὴ τὸν οἶκτον ἐν τούτοις ἄκουε μηδὲ τὴν ἐπὶ τοῖς δυσπραγοῦσι λύ‐ πην, ἀλλ’ ὃ ὁ καρπὸς τοῦ φυτοῦ παρίστησιν, τὸ πάσης ἀμιγὲς ὑγρᾶς ὕλης, φωτὸς αὐξητικόν, πόνων θεραπευτικόν, καμάτων ἀπαλλακτικόν,
5τὸ τῶν ἐπαλειψαμένων φαιδροποιόν, φωτὸς δίκην ἀποστίλβον ταῖς μαρμαρυγαῖς, διαυγῆ τε καὶ λαμπρὰν τῶν αὐτῷ χρωμένων ἀποτελοῦν τὴν ὄψιν, ὅ φησιν ἡ θεία γραφή· «τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ».

4

.

15

.

15

τούτῳ τοιγαροῦν ὁ λόγος τὴν ἀνωτάτω τοῦ πανηγεμόνος καὶ παμ‐ βασιλέως θεοῦ δύναμιν συμβαλὼν τῷ παραδείγματι, τὸν πρῶτον καὶ μόνον ὅλῳ τούτῳ χρισθέντα καὶ τῆς θεϊκῆς καὶ πᾶσιν ἀκοινωνήτου πατρικῆς εὐωδίας μετειληφότα, καὶ μόνον ἐξ αὐτοῦ γεννηθέντα θεὸν
5λόγον, μετοχῇ τε τοῦ γεννήσαντος ἀγεννήτου καὶ πρώτου καὶ μεί‐ ζονος θεὸν ἐκ θεοῦ ἀποφανθέντα, χριστὸν καὶ ἠλειμμένον ἀπεκάλεσεν. διὸ καὶ ἐν ψαλμοῖς πρὸς αὐτὸν δὴ τοῦτον 〈τὸν〉 ὑπὸ τοῦ πατρὸς ἠλειμμένον ἀναφωνεῖ τὸ φάσκον ὧδε λόγιον· «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας
10σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.»

4

.

15

.

16

Ἀλλὰ γὰρ μία μὲν ἡ τοῦ ἐλαίου φύσις, ἡ δὲ τοῦ μύρου πολλῶν ἐπ’ αὐτὸ σύνοδον σημαίνει. ταύτῃ τοι καὶ ἡ πρώτη καὶ ἀγένητος τοῦ παμβασιλέως θεοῦ δύναμις, καθ’ ὃ μὲν ἁπλῆ τις καὶ ἀσύνθετος καὶ ἄλλης πάσης οὐσίας ἀμιγὴς ἐπινοεῖται, ἁπλῷ τῷ τοῦ ἐλαίου175
5προσρήματι παραβέβληται· καθ’ ὃ δὲ πλείστων ἐπινοιῶν ἐν ταυτῷ περιληπτικὴ τυγχάνει, οἷον ποιητικῆς καὶ βασιλικῆς, προνοητικῆς τε καὶ κριτικῆς, φιλανθρώπου τε καὶ σωτηρίου, ἄλλων τε ὅσων μυρίων ἐπινοίᾳ θεωρουμένων, εἰκότως μύρῳ πάλιν ἡ τῶν πολλῶν καὶ ἀγα‐ θῶν περιληπτικὴ δύναμις ἀπείκασται, ᾧ κεχρῖσθαι τὸν ἀληθῆ καὶ
10μόνον ἀρχιερέα τοῦ θεοῦ θεῖοι λόγοι παιδεύουσιν.

4

.

15

.

17

Πρῶτός γέ τοι αὐτὸς ὁ Μωσῆς, ἐν ἀπορρήτοις τὰ θεῖα ἐπο‐ πτεῦσαι ἠξιωμένος καὶ τὰς περὶ τοῦ πρώτου καὶ μόνου ἠλειμμένου καὶ ἀρχιερέως τοῦ θεοῦ τελετάς, ἐν ταῖς αὐτοῦ θεοφανείαις πρὸς αὐτοῦ τετελεσμένας, εἰκόνας προστάττεται ἐπὶ γῆς καὶ σύμβολα κατα‐
5στήσασθαι τῶν ἐν ταῖς θεοπτείαις νενοημένων, ὡς ἂν ἔχοιεν προεμ‐ μελετᾶν τοῖς συμβόλοις οἱ τῶνδ’ ἠξιωμένοι μέχρι τῆς τῶν ἀληθῶν ἐποπτείας.

4

.

15

.

18

οὕτω δῆτα ἀφορισάμενος τέως τὸν ἐξ ἀνθρώπων ἐπὶ γῆς τῷ θεῷ ἱερατεύεσθαι ἐπιτήδειον ἄνδρα, πρῶτος τοῦτον χριστὸν ἐπωνόμασεν κατ’ ἀναφορὰν τῆς ἐν τοῖς νοητοῖς θεωρίας, καὶ τοῦτον διά τινος ἀλοιφῆς εὐώδους κρείττονα τῶν λοιπῶν ἀνθρώπων ἀπο‐
5φήνας, ἄντικρυς καὶ διαρρήδην ἀνεκήρυξεν, ὅτι δὴ καθ’ ἑαυτὴν ἡ τοῦ γεννητοῦ φύσις ἅπασα, καὶ πολὺ πλέον ἡ ἀνθρωπεία, τῆς ἀγενήτου δυνάμεως ἀπολειπομένη, δεῖται τῆς ἀπὸ τοῦ κρείττονος εὐωδίας.

4

.

15

.

19

ἀλλὰ τοῦ μὲν ἀνωτάτου καὶ πρώτου οὔ τινι θεμιτὸν ἐφικέσθαι· ἑνὶ γὰρ μόνῳ τῷ μονογενεῖ καὶ πρωτοτόκῳ τοῦτ’ ἀνέκειτο τὸ γέρας· τοῖς δὲ μετ’ αὐτὸν οὐκ ἄλλως ἢ διὰ μόνης τῆς τοῦ δευτέρου μετου‐ σίας τῶν ἀγαθῶν οἷόν τε ἦν ἐπαύρασθαι· πνεύματος ἄρα ἐνθέου τὸ
5παρὰ Μωσεῖ σύμβολον ἦν.

4

.

15

.

20

«διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δ’ αὐτὸ πνεῦμα», οὗ μάλιστα χρῆν μετέχειν φιλοτιμεῖσθαι ἱερέας καὶ προφήτας καὶ βασιλέας ᾤετο δεῖν, ὡς ἂν οὐχ ὑπὲρ ἑαυτῶν μόνον ἀλλὰ καὶ παντὸς τοῦ ἔθνους τῷ θεῷ καθωσιωμένους.

4

.

15

.

21

Ὅτι δὲ δὴ θειοτέρων ἦν τὰ παρὰ Μωσεῖ σύμβολα, καὶ ὡς δυ‐ νατὸν ἦν καὶ ἄνευ γεώδους μύρου τοὺς τῷ θείῳ πνεύματι κατόχους
χριστοὺς ὀνομάζεσθαι, φέρε τι μᾶλλον ἀκριβέστερον διασκεψώμεθα.176

4

.

15

.

22

Δαβὶδ ἐν ρδʹ ψαλμῷ τὰς περὶ τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ ἀναλαβὼν ἱστορίας, αὐτοὺς δὴ ἐκείνους τοὺς θεοφιλεῖς προ‐ πάτορας καὶ πρὸ τῶν Μωσέως χρόνων γενομένους χριστοὺς ἀποκαλεῖ, οὐ δι’ ἄλλο ἢ διὰ τὴν τοῦ θείου πνεύματος οὗ μετεῖχον ἐπιρροήν.

4

.

15

.

23

ἱστορήσας γοῦν ὅπως ἐπεξενώθησαν τοῖς ἀλλοφύλοις, καὶ ὡς ἐπι‐ βουλευθέντες σωτῆρος ἔτυχον τοῦ θεοῦ, κατὰ τὰ παρὰ Μωσεῖ δη‐ λούμενα, προφήτας αὐτοὺς ὁμοῦ καὶ χριστοὺς ὀνομάζει, οὔπω τότε Μωσέως ἐν ἀνθρώποις ὄντος οὐδὲ τοῦ κατ’ αὐτὸν σκευαστοῦ μύρου
5νενομοθετημένου. ἄκουε δὲ οἷά φησιν ὁ ψαλμός· «μνήσθητε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησεν, τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ· σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, οἱ υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ.

4

.

15

.

24

αὐτὸς κύριος ὁ θεὸς ἡμῶν· ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ. ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεάς, ὃν διέθετο τῷ Ἀβραάμ, καὶ τῷ ὅρκῳ αὐτοῦ τῷ Ἰσαάκ· καὶ ἔστησεν αὐτὴν τῷ Ἰακὼβ εἰς πρόσταγμα καὶ
5τῷ Ἰσραὴλ εἰς διαθήκην αἰώνιον, λέγων, σοὶ δώσω τὴν γῆν Χαναάν, σχοίνισμα κληρονομίας ὑμῶν». «καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον. οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐ‐ τούς, καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς· μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.»

4

.

15

.

25

ταῦτα μὲν ὁ Δαβίδ. ὁ δὲ Μωσῆς καὶ οἵους βασιλεῖς «ἤλεγξεν» ἱστορεῖ λέγων· «καὶ ἤτασεν κύριος τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρρας τῆς γυναικὸς Ἀβραάμ».

4

.

15

.

26

καὶ πάλιν περὶ τοῦ βασιλέως Γεράρων γράφει· «καὶ ἦλθεν ὁ θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπεν, ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικὸς ἧς ἔλαβες»· αὕτη δὲ ἦν ἡ τοῦ Ἀβραάμ.

4

.

15

.

27

περὶ οὗ ἑξῆς προϊών φησιν· «νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστίν, καὶ προσεύ‐ ξεται περὶ σοῦ».

4

.

15

.

28

ὁρᾷς ὅπως διὰ τούτων τοὺς πάλαι θεοφιλεῖς καὶ προφήτας χριστοὺς ὁ Δαβὶδ μᾶλλον δὲ τὸ θεῖον δι’ αὐτοῦ προσεῖπεν πνεῦμα, οὐ τῷ γεώδει μύρῳ κεχρισμένους. πῶς γάρ, Μωσέως ὑστέ‐ ροις χρόνοις οὕτω διαταξαμένου;
5 Ἄκουε δὲ καὶ Ἡσαΐου οὕτω σαφέστατα περὶ τοῦ Χριστοῦ θεσπί‐ ζοντος, ὡς ἀποσταλησομένου ὑπὸ τοῦ θεοῦ τοῖς ἀνθρώποις λυτρωτοῦ καὶ σωτῆρος, ἥξοντός τε «κηρῦξαι» τοῖς τὰς ψυχὰς «αἰχμαλώτοις ἄφεσιν» καὶ τοῖς τὰς διανοίας «τυφλοῖς ἀνάβλεψιν».

4

.

15

.

29

τοῦτον γὰρ πάλιν ὁ προφήτης οὐ σκευαστῷ μύρῳ ἀλλὰ τῷ τῆς πατρικῆς θεότητος νοητῷ
καὶ θεοπρεπεῖ χριστὸν γεγεν[ν]ῆσθαι διδάσκει, οὐχ ὑπ’ ἀνθρώπων ἀλλ’ ἐκ τοῦ πατρὸς κεχρισμένον.177

4

.

15

.

30

λέγει δ’ οὖν ἐξ αὐτοῦ προσώπου· «πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτω‐ χοῖς, ἀπέσταλκέν με κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνά‐ βλεψιν».

4

.

15

.

31

τοῦτο μὲν οὖν πρῶτον τετηρήσθω, ὡς καὶ Ἡσαΐας τῷ Δαβὶδ παραπλησίως ὃν ἥξειν ἔφησεν εἰς ἀνθρώπους [καὶ] «κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν», οὐ σκευαστῷ μύρῳ ἀλλὰ τῷ τῆς ἀγενήτου πατρικῆς τε καὶ παναγάθου δυνάμεως χριστὸν γε‐
5γονέναι θεσπίζει. κατά τινα δὲ συνήθειαν προφητικὴν τὸ μέλλον ὁ προφήτης ὡς παρῳχηκὸς ἀναφωνεῖ, καὶ ὡς περὶ ἑαυτοῦ τοῦ προ‐ φητεύοντος δηλοῖ.

4

.

15

.

32

Τέως μὲν οὖν ὑπὸ θεοῦ ἀλλ’ οὐχ ὑπ’ ἀνθρώπων καὶ πνεύματι θείῳ ἀλλ’ οὐ σκευαστῷ ἐλαίῳ χριομένους τοὺς κατὰ τὸν ἀληθῆ λόγον χριστοὺς ὀνομαζομένους ἔγνωμεν.

4

.

15

.

33

καιρὸς δὲ συνιδεῖν ὅτι καὶ θείαν τινὰ δύναμιν κρείττονα ἢ κατ’ ἀνθρώπου φύσιν τὸν ἀληθῆ Χριστὸν τοῦ θεοῦ τυγχάνειν ὁ παρ’ Ἑβραίοις ἐπίσταται λόγος. ἄκουε δ’ οὖν αὖθις τοῦ Δαβὶδ αἰώνιόν τινα ἱερέα τοῦ θεοῦ φάσκοντος
5εἰδέναι, κύριόν τε ἑαυτοῦ τοῦτον ἀναγορεύοντος, καὶ σύνθρονον εἶναι τοῦ ἀνωτάτου θεοῦ ὁμολογοῦντος ἐν ἑκατοστῷ καὶ ἐνάτῳ ψαλμῷ, καθ’ ὃν ὧδέ πώς φησιν· «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών, καὶ κατα‐
10κυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν τῇ λαμπρότητι τῶν ἁγίων σου. ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. ὤμοσεν κύριος, καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.»

4

.

15

.

34

καὶ θέα γε ὡς ἐν τούτοις Δαβίδ, βασιλεὺς ὢν τοῦ παντὸς Ἑβραίων ἔθνους καὶ πρὸς τῇ βασιλείᾳ θείῳ πνεύματι κεκοσμημένος, τοιοῦτόν τινα μέγαν καὶ ὑπερφυῶς θαυμάσιον τὸν πρὸς αὐτοῦ δηλούμενον καὶ τῷ πνεύματι
5θεωρούμενον συνεῖδεν, ὡς κύριον αὐτὸν ἑαυτοῦ προσειπεῖν. «εἶπεν γάρ», φησίν, «κύριος τῷ κυρίῳ μου».

4

.

15

.

35

ἀλλὰ καὶ αἰώνιον αὐτὸν ἀρχιερέα οἶδεν, καὶ ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ σύνθρονον τοῦ ἐπὶ πάντων θεοῦ, καὶ γέννημα αὐτοῦ. δίχα δὲ χρίσεως ἀδύνατον ἦν παρ’ Ἑβραίοις ἱερᾶσθαι τῷ θεῷ, διόπερ καὶ χριστοὺς ὀνομάζειν αὐ‐
5τοὺς πάντας ἦν αὐτοῖς φίλον. χριστὸς ἄρα καὶ ὁ ἐν τῷ ψαλμῷ δηλούμενος ἱερεὺς εἴη ἄν.

4

.

15

.

36

πῶς γὰρ ἐμαρτυρήθη ἱερεὺς εἶναι μὴ
οὐχὶ πρότερον χριστὸς γεγονώς; ἀλλὰ καὶ «εἰς τὸν αἰῶνα» λέγεται ἱερᾶσθαι. τοῦτο δ’ οὐκέτ’ ἀνθρωπείᾳ φύσει ἐφαρμόττοι ἄν. οὐ γὰρ ἀνθρώπου τὸ διαιωνίζειν, ἐπειδὴ θνητὸν καὶ ἐπίκηρον τὸ καθ’ ἡμᾶς178
5γένος.

4

.

15

.

37

κρείττων ἄρα τις ἢ κατὰ ἄνθρωπον ὁ δηλούμενος ἦν ἐν τούτοις ἱερεὺς τοῦ θεοῦ, μετὰ ὅρκου διαβεβαιώσεως διαρκῆ καὶ ἄπει‐ ρον τὴν ἱερωσύνην παρὰ τοῦ θεοῦ δεδεγμένος. «ὤμοσεν γάρ», φησίν, «κύριος, καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν
5τάξιν Μελχισεδέκ».

4

.

15

.

38

ἐπειδὴ γὰρ τὸν Μελχισεδὲκ ὁ Μωσῆς ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου γεγονέναι ἱστορεῖ, οὐ μύρῳ σκευαστῷ κεχρισμένον, πολὺ πρότερόν τε τῆς κατ’ αὐτὸν νομοθεσίας γενόμενον ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ κατὰ πολὺ κρείττονα τὴν ἀρετὴν τοῦ βεβοη‐
5μένου Ἀβραάμ· —

4

.

15

.

39

λέγει δ’ οὖν· «καὶ Μελχισεδὲκ βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, εὐλόγησεν τὸν Ἀβραάμ», «χωρὶς δὲ πάσης ἀντιλογίας», φησὶν ὁ ἀπόστολος, «τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται»—ἐπεὶ τοίνυν καὶ ὁ Μελχισεδέκ, ὅστις ποτὲ ἦν ἐκεῖνος,
5τοιοῦτος εἰσῆκται, οὐ σκευαστῷ μύρῳ κεχρισμένος, ἱερωμένος δὲ τῷ ὑψίστῳ θεῷ, εἰκότως καὶ ὁ διὰ τοῦ Δαβὶδ προφητευόμενος «κατὰ τὴν τάξιν Μελχισεδὲκ» ἀνείρηται μέγας τις ὢν καὶ πάντας ὑπερβεβηκὼς τὴν φύσιν, ὡς ἂν ἱερεὺς ὢν τοῦ ἐπὶ πάντων θεοῦ καὶ τῆς ἀγενήτου δυνάμεως σύνθρονος, τοῦ τε προφήτου καὶ βασιλέως κύριος, καὶ
10ἱερεὺς οὐχ ἁπλῶς ἀλλ’ αἰώνιος τοῦ πατρός.

4

.

15

.

40

λέγει δὲ καὶ ὁ θεῖος ἀπόστολος, ἐξετάζων τὰ κατὰ τοὺς τόπους· «ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τὸ ἀμετάθετον τῆς βουλῆς αὑτοῦ ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων,
5ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν», καὶ πάλιν· «οἱ μὲν χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν, ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχι‐ σεδέκ». «καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κω‐
10λύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαρά‐ βατον ἔχει τὴν ἱερωσύνην. ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐν‐ τυγχάνειν ὑπὲρ αὐτῶν».

4

.

15

.

41

διὰ τούτων συνέστηκεν οὖσά τις ἐν τοῖς οὖσιν καὶ ὑφεστῶσα ἐν νοητοῖς θεία δύναμις, ἡ τῷ θεῷ τῶν ὅλων ἱερωμένη κατὰ τὰ Ἑβραίων λόγια, οὐ γεώδει καὶ ἀνθρωπίνῳ μύρῳ,
θεοπρεπεῖ δέ τινι καὶ ἐνθέῳ ἀρετῇ τε καὶ δυνάμει ἱερᾶσθαι καθε‐179
5σταμένη τῷ ἐπὶ πάντων θεῷ.

4

.

15

.

42

ὁ γοῦν διὰ τοῦ ψαλμοῦ προφητευό‐ μενος παρέστη ἄντικρυς ἱερεύς τις ὢν αἰώνιος καὶ υἱὸς ὑψίστου θεοῦ, ὡς ἂν ὑπ’ αὐτοῦ τοῦ ὑψίστου θεοῦ γεγενημένος καὶ σύνθρονος τῆς βασιλείας αὐτοῦ.

4

.

15

.

43

δέδεικται δὲ καὶ ὁ διὰ τοῦ Ἡσαΐου χριστὸς οὐχ ὑπὸ ἀνθρώπων γεγονὼς ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ πατρὸς καὶ διὰ τοῦ ἐνθέου πνεύματος κεχρισμένος, λυτρωτής τε ἀπεσταλμένος τῆς τῶν ἀνθρώπων αἰχμαλωσίας.

4

.

15

.

44

Τοῦτον δὴ οὖν πνεύματι θείῳ τεθεαμένος ὁ Μωσῆς, εἰκόνας καὶ σύμβολα, ὡς ἐν ἀνθρώποις, αὐτοῦ καθίστη, σκευαστῷ μύρῳ τέως ἀντὶ τοῦ θείου πνεύματος τὸν ἐν ἀνθρώποις προηγμένον ἱερέα χρίων τε καὶ ἀλείφων, χριστόν τε αὐτὸν καὶ ἠλειμμένον εἰς ἀναφορὰν τοῦ
5ἀληθοῦς ἀποκαλῶν.

4

.

15

.

45

ὅτι δὲ ταῦτα οὕτως ἔχει τίς ἂν γένοιτο μάρ‐ τυς αὐτοῦ Μωσέως 〈μᾶλλον〉 ἀξιόχρεως; ἐν γὰρ τῇ αὐτοῦ γραφῇ τὸν χρηματίζοντα αὐτῷ θεὸν καὶ κύριον διαρρήδην παρακελεύσασθαι αὐτῷ διδάσκει κατὰ τὴν ὑποδειχθεῖσαν αὐτῷ νοητὴν καὶ οὐράνιον
5αὐτοῦ θέαν σωματικωτέραν ἐπὶ γῆς συστήσασθαι λατρείαν, εἰκόνα τῶν νοητῶν καὶ ἀσωμάτων περιέχουσαν. λέγεται γοῦν τῶν ἐν τῷ οὐρανῷ ἀγγέλων καὶ θείων δυνάμεων διάταξιν 〈κατὰ〉 τύπον τινὰ σκιογραφῆσαι, φήσαντος αὐτῷ τοῦ χρησμοῦ· «ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει».

4

.

15

.

46

ἄρα οὖν ὡς τὰ ἄλλα οὕτω καὶ τὸν ἀρχιερέα παρῆγεν, μύρῳ γεώδει χρίων αὐτόν, καί τινα σκιώδη καὶ εἰκονικὸν ἀλλ’ οὐκ ἀληθῆ χριστὸν καὶ ἀρχιερέα, τοῦ κατ’ οὐρανὸν χριστοῦ τε καὶ ἀρχιερέως ἀντίμιμον, ἀπεργαζόμενος.

4

.

15

.

47

Ἀλλ’ ὅτι μὲν ὁ κυρίως χριστὸς οὐκ ἄνθρωπος ἦν, υἱὸς δέ τις θεοῦ, δεξιοῖς τῆς πατρικῆς θεότητος τετιμημένος, καὶ πολὺ κρείττων οὐ μόνον τῆς θνητῆς καὶ ἀνθρωπείας φύσεως, ἀλλὰ καὶ πάσης τῆς ἐν γενητοῖς νοερᾶς οὐσίας, σαφῶς οἶμαι ἀποδεδειχέναι.

4

.

15

.

48

πλὴν ἀλλ’ ὅτι κατὰ τὰ πρότερον εἰρημένα ὁ αὐτὸς Δαβὶδ ἐν μδʹ ψαλμῷ, προ‐ γραφῇ χρησάμενος τῇ «ὑπὲρ τοῦ ἀγαπητοῦ» καὶ «τῶν ἀλλοιωθησομέ‐ νων», ὁμοῦ θεὸν καὶ βασιλέα καὶ χριστὸν ἕνα τινὰ καὶ τὸν αὐτὸν
5ἀναγορεύει, γράφων οὕτως· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ· ἡ γλῶσσά μου κάλαμος γραμμα‐ τέως ὀξυγράφου. ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων».

4

.

15

.

49

οἷς ἑξῆς ἐπιλέγει· «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου».180

4

.

15

.

50

σκόπει δ’ οὖν ἐπιμελέ‐ στερον ὅπως κατὰ τὴν τοῦ ψαλμοῦ προγραφὴν «ὑπὲρ τοῦ ἀγαπητοῦ» τὸν λόγον εἶναι προοιμιάζεται, μετὰ τοῦ καὶ «εἰς σύνεσιν» τῶν λεχθη‐ σομένων τὸν ἀκροατὴν παρορμᾶν. ἐπισημαίνεται δὲ καὶ τὸ αἴτιον
5τῆς οἰκονομίας τοῦ λόγου φάσκων· «εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιω‐ θησομένων, εἰς σύνεσιν ὑπὲρ τοῦ ἀγαπητοῦ».

4

.

15

.

51

τίνας δ’ ἄλλους εἴποις 〈ἂν〉 εἶναι τοὺς ἀλλοιωθησομένους, ὑπὲρ ὧν ὁ ψαλμὸς εἴρηται, ἢ τοὺς μέλλοντας μεταβαλεῖσθαι ἐκ προτέρου βίου καὶ τρόπου μετα‐ τεθήσεσθαί τε καὶ ἀλλοιωθήσεσθαι διὰ τοῦ προφητευομένου; οὗτος
5δὲ ἦν ὁ ἀγαπητὸς τοῦ θεοῦ, ὑπὲρ οὗ ἐπὶ τῆς προφητείας συνέσεως δεῖν ὁ ψαλμὸς ἡμῖν προοιμιάζεται. εἰ δ’ οὖν ἐπαπορήσαις, τίς ἄρα ἦν ὁ ἀγαπητὸς οὗτος περὶ οὗ ἐν τῷ ψαλμῷ προεφητεύετο, παρὰ πόδας σοι ὁ λόγος παραστήσει ἀρχόμενος εὐθὺς καὶ λέγων· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν». εἴποι δ’ οὖν 〈ἄν〉 τις αὐτὸν ἐκεῖνον
10σημαίνεσθαι τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον, ὃν θεολογῶν ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης παρίστη λέγων· «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος».

4

.

15

.

52

τὸ δ’ «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν» εἴπερ ἐκ προσώπου τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων λέγοιτο, τὸν μονογενῆ τοῦ θεοῦ λόγον ὑποφαίνοι ἄν, ὡς ἂν υἱὸν ἐκ τοῦ πατρὸς ὑφεστῶτα, ἀλλ’ οὐ κατὰ προβολήν, ἢ
5κατὰ διαίρεσιν, ἢ τομήν, ἢ μείωσιν, ἢ κατά τι τῶν ἐν σώμασιν ὑπο‐ νοουμένων· ἀσεβῆ γὰρ ταῦτα καὶ πάμπαν ἀπῳκισμένα τῆς ἀρρήτου γενεσιουργίας.

4

.

15

.

53

κατὰ δὲ τὰ πρόσθεν ἡμῖν νενοημένα καὶ τάδε χρὴ μεταλαμβάνειν. ὥσπερ γε «ἀπὸ γαστρὸς» τοῦ θεοῦ καὶ «πρὸ ἑωσφόρου» ἐλέγετο γεγεννῆσθαι, τροπικῶς ἀκουόντων ἡμῶν τὰ τοιαῦτα, [καὶ] κατὰ μόνην τὴν ἐν νοητοῖς θεωρίαν τὸ παραπλήσιον ἀποδέχεσθαι
5χρὴ καὶ ἐν τῷ «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν», κατὰ μόνην διάνοιαν τοῦ θείου πνεύματος καὶ ταῦτα διεξιόντος. ἐφ’ οἷς καὶ νῦν ἡμῖν λέγειν προσήκει τὸ σύνηθες ἐφ’ ἑκάστου τῶν περὶ αὐτοῦ θεο‐ λογουμένων καὶ εὐσεβὲς ἐκεῖνο ῥῆμα «τὴν γενεὰν αὐτοῦ τίς διηγή‐ σεται», κἂν θνηταῖς καὶ ἀνθρωπίναις φωναῖς συνήθως ἡμῖν αἱ θεῖαι
10γραφαὶ καὶ τὸ γεννᾶσθαι ἐπιλέγωσιν καὶ τὸ γαστρὸς ὄνομα παρα‐ λαμβάνωσιν.

4

.

15

.

54

ταῦτα γὰρ μόνης ἔχεται τῆς κατὰ διάνοιαν θεωρίας,
οὐδ’ ἄλλως ἢ νόμοις ἀλληγορίας ὑποβεβλημένα, ὥσπερ οὖν καὶ τὸ «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν» περὶ τῆς τοῦ πρώτου λόγου συστάσεώς τε καὶ οὐσιώσεως ἂν φαίη τις εἰρημένον, ἐπεὶ μηδ’181
5ἄλλως καρδίαν, κατὰ τὴν παρ’ ἡμῖν νοουμένην, καὶ ἐπὶ τοῦ τῶν ὅλων θεοῦ θεμιτὸν ἐκλαμβάνειν. ἀλλὰ γὰρ ὁ μέν τις τοῦτον εἶναι τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον φήσαι ἂν τὸν ἐν ψαλμῷ δηλού‐ μενον, λόγον εἰκότως ὠνομασμένον ἀγαθὸν ὡς ἂν τοῦ παναγάθου πατρὸς ὄντα γέννημα.

4

.

15

.

55

ἡμεῖς δὲ μικρῷ ἐν τῷ ψαλμῷ προελθόντες, τὸν προφητευόμενον, αὐτὸν δὴ τοῦτον τὸν ἀγαπητὸν τοῦ θεοῦ, κεχρῖσθαι πάλιν οὐχ ὧδε ὥσπερ ὑπὸ Μωσέως, οὐδ’ ὡς ὑπό τινος τῶν ἐν ἀνθρώποις, ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ ἀνωτάτου καὶ ἐπὶ πάντων
5θεοῦ τε καὶ πατρὸς αὐτοῦ εὑρήσομεν. λέγει δ’ οὖν ἑξῆς προϊών· «διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως, παρὰ τοὺς μετόχους σου».

4

.

15

.

56

τὸν δὴ οὖν κἀνταῦθα ὑπ’ αὐτοῦ τοῦ ἐπὶ πάντων θεοῦ κεχρῖσθαι μεμαρτυρημένον πῶς ἂν ἄλλως τις ὀνομάσειεν ἢ Χριστόν; ἔχομεν τοιγαροῦν ἤδη καὶ διὰ τούτων δύο τοῦ θεσπιζο‐ μένου προσηγορίας, Χριστοῦ καὶ ἀγαπητοῦ, ἑνὸς καὶ τοῦ αὐτοῦ κε‐
5κλημένου τοῦ τῆς χρίσεως αἰτίου. δι’ ὃ λέγεται κεχρῖσθαι ὁ δηλούμενος τῷ τῆς ἀγαλλιάσεως ἐλαίῳ, τὴν αἰτίαν ἐκδιδάσκει, ἥτις ἀναδραμόντι σοι μικρόν, μᾶλλον δὲ τὴν πᾶσαν διάνοιαν τῆς λέξεως ἐπιθεωρή‐ σαντι, δήλη ἔσται.

4

.

15

.

57

φησὶν τοίνυν ὁ ψαλμός, αὐτῷ δὴ τῷ προφη‐ τευομένῳ Χριστῷ καὶ ἀγαπητῷ τοῦ θεοῦ προσφωνῶν, τὰ μικρῷ πρόσθεν ἐκτεθειμένα, ἐν οἷς εἴρητο· «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.
5ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου».

4

.

15

.

58

σκέψαι τοιγαροῦν εἰ μὴ θεῷ ταῦτα προσεφωνεῖτο ἄντικρυς («σὺ» γάρ, φησίν, «ὁ θεός» ἀντὶ τοῦ ὦ θεέ)· «ὁ θρόνος σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος» ὑπάρχει, καὶ «ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου». καὶ ἐπεὶ σὺ αὐτὸς ὁ θεὸς «ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας
5ἀδικίαν, διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου», καὶ Χριστόν σε παρὰ πάντας κατεστήσατο. λευκότερον δὲ τούτων ἡ Ἑβραίων παρ‐ ίστησιν γραφή, ἣν πρὸς ἀκρίβειαν ἑρμηνεύων ὁ Ἀκύλας ὧδέ πως ἐξέδωκεν εἰπών· «ὁ θρόνος σου, θεέ, 〈εἰσ〉 αἰῶνα», καὶ ἔτι· «σκῆπτρον εὐθύτητος σκῆπτρον βασιλείας σου.

4

.

15

.

59

ἠγάπησας δίκαιον καὶ ἐμίση‐ σας ἀσέβημα· ἐπὶ τούτῳ ἤλειψέν σε, ὁ θεός, ὁ θεός σου ἔλαιον χαρᾶς
ἀπὸ ἑταίρων σου». ἀντὶ γοῦν τοῦ «ὁ θεὸς ὁ θεός σου» αὐτὴ ἡ ἑβραϊκὴ λέξις «θεέ, ὁ θεός σου» περιέχει, ἵνα ᾖ τὸ ὅλον· ἠγάπησας,182
5ὦ θεέ, τὸ δίκαιον καὶ ἐμίσησας τὸ ἀσέβημα· διόπερ ἐπὶ τούτῳ ἔχρισέν σε, ὦ θεέ, ὁ ἀνωτάτω καὶ μείζων αὐτὸς ὁ καὶ σοῦ θεός, ὡς εἶναι καὶ τὸν χριόμενον 〈θεὸν〉 καὶ τὸν χρίοντα πολὺ πρότερον, πάντων μὲν ὄντα θεὸν καὶ αὐτοῦ δὲ διαφερόντως τοῦ χριομένου.

4

.

15

.

60

τοῦτο δὲ καὶ αὐτῇ ἐπιστήσαντι τῇ ἑβραίᾳ γλώττῃ φανερὸν ἂν γένοιτο. ἐπὶ γὰρ τῆς πρώτης ἐπωνυμίας, καθ’ ἣν ὁ Ἀκύλας «θρόνος σου, θεὲ» ἡρμήνευσεν, σαφῶς ἀντὶ τοῦ «ὁ θεὸς» «θεὲ» εἰπών, τὸ ἑβραϊκὸν ἐλωῒμ περιέχει.
5κἀνταῦθα δὲ ὁμοίως ἐπὶ τοῦ «διὰ τοῦτο ἔχρισέν σε, θεὲ» τὸ ἐλωῒμ παρείληπται, ὅπερ τὴν «ὦ θεὲ» κλητικὴν ἐδήλου πτῶσιν.

4

.

15

.

61

ἀντὶ δὲ τῆς ὀρθῆς καὶ εὐθείας τοῦ ὀνόματος, καθ’ ὃ εἴρηται «διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεὸς» τὸ ἑβραϊκὸν ἐλωὰχ περιέχει σφόδρα ἀπη‐ κριβωμένως, ἵν’ ᾖ τὸ μὲν ἐλωῒμ κατὰ κλητικὴν πτῶσιν ἐξενηνεγμένον,
5δηλοῦν τὸ «ὦ θεέ», τὸ δὲ ἐλωὰχ «ὁ θεός σου» κατὰ τὴν εὐθεῖαν· ὥστε ἀκριβῶς ἔχειν τὴν φήσασαν ἑρμηνείαν «διὰ τοῦτο ἔχρισέν σε, ὁ θεός, ὁ θεός σου».

4

.

15

.

62

λευκότατα γοῦν ὁ λόγος διὰ τούτων, θεῷ προσφωνῶν, φησὶν αὐτὸν κεχρῖσθαι ὑπὸ τοῦ θεοῦ ἐλαίῳ ἀγαλλιά‐ σεως παρὰ πάντας τοὺς πώποτε τῆς αὐτῆς αὐτῷ μετεσχηκότας προσηγορίας.

4

.

15

.

63

ἔχεις τοιγαροῦν ἐν τούτοις σαφῶς θεὸν χριόμενον καὶ χριστὸν γινόμενον, οὐ μύρῳ σκευαστῷ οὐδ’ ὑπ’ ἀνθρώπων εἰς τοῦτο παριόντα, ἀλλ’ οὐδὲ τοῖς λοιποῖς ἀνθρώποις παραπλήσιον.

4

.

15

.

64

ὁ δ’ αὐτὸς οὗτος ἦν καὶ ἀγαπητὸς τοῦ θεοῦ καὶ γέννημα αὐτοῦ καὶ ἱερεὺς αἰώνιος καὶ σύνθρονος ἀνηγορευμένος τοῦ πατρός. τίς δ’ ἂν οὗτος εἴη ἢ ὁ πρωτότοκος τοῦ θεοῦ λόγος, «ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν» θεὸς ὤν, ὁ διὰ πάσης τῆς ἐνθέου γραφῆς θεολογούμενος, ὡς
5καὶ ἐν τοῖς ἑξῆς διὰ πλειόνων ὁ λόγος προϊὼν ἐπιδείξει.

4

.

15

.

65

Τούτων δῆτα προτεθεωρημένων ἡμῖν περὶ τῆς τοῦ Χριστοῦ οὐσιώσεώς τε καὶ προσηγορίας, φέρε λοιπὸν ἀναλαβόντες τὴν προ‐ ταθεῖσαν ὑπόθεσιν, δι’ ὅσων προφητικῶν προρρήσεων ὁ Χριστὸς ὀνομαστὶ προεκηρύττετο, θεασώμεθα.

4

.

16

.

1

Ἀπὸ τοῦ βʹ Ψαλμοῦ〉. «Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ
ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐ‐ τοῦ».183

4

.

16

.

2

οἷς ἑξῆς ἐπιλέγει· «ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ, διαγγελῶν τὸ πρόσταγμα κυρίου. κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν
5κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς».

4

.

16

.

3

Σαφέστατα καὶ διὰ τούτων τὸ θεῖον πνεῦμα τὸν Χριστὸν ἀνα‐ φωνεῖ, υἱόν τε αὐτὸν ἀποκαλεῖ τοῦ θεοῦ κατὰ τὰ προηγορευμένα, ὁμοῦ καὶ ἐπιβουλήν τινα ἔσεσθαι κατ’ αὐτοῦ σημαίνει, καὶ τῶν ἐθνῶν τὴν δι’ αὐτοῦ γενομένην κλῆσιν προκηρύττει· ἅπερ διαρρήδην αὐτοῖς
5ἔργοις ἐπὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἡ τῶν πραγμάτων ἐπέδειξεν ἔκβασις, εἰσέτι τε νῦν ἔθνη καὶ λαοὶ βασιλεῖς τε καὶ ἄρ‐ χοντες οὔπω παύονται τῆς κατά τε αὐτοῦ καὶ τῆς διδασκαλίας αὐ‐ τοῦ συσκευῆς.

4

.

16

.

4

εἰ δ’ ἐπὶ μέλλοντα χρόνον ἀναφέροιεν ταῦτα οἱ ἐκ περιτομῆς, ὥρα τὸν προσδοκώμενον αὐτοῖς Χριστὸν ἐπιβουλευθήσε‐ σθαι αὖθις ὁμολογεῖν, κατὰ τὸ παρὸν λόγιον φάσκον· «παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ
5τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ». ὅπερ οὐκ ἂν δοῖεν, δυνά‐ στην τινὰ μέγαν καὶ βασιλέα αἰώνιον καὶ λυτρωτὴν ἑαυτῶν ἔσεσθαι τὸν ἥξοντα Χριστὸν προσδοκῶντες.

4

.

16

.

5

εἰ γὰρ δὴ κἀκεῖνος ἐλθὼν τὰ ὅμοια πάθοι τῷ ἐληλυθότι, καὶ τί μὴ μᾶλλον ἐκείνῳ ἢ τούτῳ πιστευτέον ἢ ἀπιστητέον; εἰ δ’ ἐντεῦθεν ἀποκλεισθέντες ἐπὶ τὸν Δαβὶδ ἤ τινα τῶν ἐξ αὐτοῦ γενομένων βασιλέων τοῦ Ἰουδαίων ἔθνους
5ἀναφέροιεν τὸν χρησμόν, καὶ οὕτω δεικτέον, ὡς οὔτε Δαβὶδ οὔθ’ ἕτερός τις τῶν πώποτε παρ’ Ἑβραίοις διαφανῶν ἱστόρηται οὔθ’ υἱὸς χρηματίσας τοῦ θεοῦ, οὔθ’ ὑπὸ τοῦ θεοῦ γεγεννημένος κατὰ τὸν ἐν τῷ ψαλμῷ θεσπιζόμενον, οὐδ’ ἄρα ὑπὸ πάντων τῶν ἐθνῶν καὶ βασιλέων ἀρχόντων τε καὶ λαῶν ἐπιβεβουλευμένος. εἰ δ’ οὐδεὶς
10ἐκείνων δείκνυται, αὐτοῖς δὲ ἔργοις συνίσταται ταῦτα πάντα καὶ πάλαι μὲν ὑπομείνας καὶ νῦν δὲ ἔτι καὶ σήμερον ὑπό τε βασιλέων καὶ ἀρχόντων ἐθνῶν τε καὶ λαῶν πολεμούμενος ὁ Χριστὸς τοῦ θεοῦ, τί τὸ ἐμποδὼν μὴ οὐχὶ αὐτὸν εἶναι τὸν προφητευόμενον διὰ τοῦ φήσαντος λογίου· «παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες
15συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ». μόνῳ δὲ αὐτῷ καὶ τὰ ἐπιφερόμενα ἁρμόττοι ἂν τοῦ ψαλμοῦ δι’ ὧν εἴρηται· «κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονο‐ μίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς».184

4

.

16

.

6

καὶ γὰρ καὶ ταῦτα ἀναμφίλεκτον ἐπὶ μόνου αὐτοῦ τὴν ἔκβασιν τῆς προφη‐ τείας ἀνείληφεν, ὅτε τῶν αὐτοῦ μαθητῶν «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν».

4

.

16

.

7

διαρρήδην δὲ τὸν Χριστὸν ὀνομάζει προαγορεύσας ὁ λόγος, ὡς ἂν ἐξ αὐτοῦ προσώπου διδάσκων αὐτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ, διὰ τοῦ «κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε». ᾧ παραθήσεις καὶ τὸ ἐν Παροιμίαις πάλιν ἐξ αὐτοῦ προσώπου
5ὧδέ πως εἰρημένον· «πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βου‐ νῶν γεννᾷ με», τό τε ἐν ρθʹ ψαλμῷ πρὸς τοῦ πατρὸς αὐτῷ προσ‐ πεφωνημένον κατὰ τὸ «ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηκά σε».

4

.

16

.

8

ἐπίστησον δέ, ὡς ἕνα καὶ τὸν αὐτὸν ὀνομαστὶ Χριστὸν ὁμοῦ καὶ υἱὸν θεοῦ ὑπ’ ἀνθρώπων ἐπιβουλευόμενον, καὶ κλῆρον τὰ ἔθνη λη‐ ψόμενον, περάτων τε γῆς κρατήσοντα θεσπίζουσιν αἱ ἱεραὶ γραφαί, δυσὶ τεκμηρίοις τὴν εἰς ἀνθρώπους οἰκονομίαν αὐτοῦ σημαίνουσαι,
5διά τε τῆς κατ’ αὐτοῦ συσκευῆς καὶ διὰ τῆς ὑπ’ αὐτὸν τῶν ἐθνῶν ὑποταγῆς.

4

.

16

.

9

Ψαλμοῦ ιθʹ. «Πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου. νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὑτοῦ.» Ἐπεὶ πρόκειται νῦν παραστῆσαι δι’ ὅσων ὀνομαστὶ ὁ Χριστὸς
5ἐν ταῖς προφητείαις ἀνηγόρευται, εἰκότως καὶ ταῦτα παρατίθεμαι ἐναργῶς κηρύττοντα τὸν Χριστόν.

4

.

16

.

10

ὅλος δὲ ὁ ψαλμὸς ἐκ προσώπου τῶν ἁγίων ἀνδρῶν εὐχὴν ἀναπέμπει εἰς τὸ τοῦ Χριστοῦ πρόσωπον. ἐπειδὴ γὰρ δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν πᾶσαν ἀνεδέξατο ὕβριν ἐναν‐ θρωπήσας, εὐχομένῳ αὐτῷ καὶ δεομένῳ τοῦ πατρὸς ὑπὲρ ἡμῶν δι‐
5δασκόμεθα συνεύχεσθαι, οἷα δὴ τοὺς καθ’ ἡμῶν πολέμους εἴτε ὁρα‐ τοὺς εἴτε καὶ ἀοράτους ἀμυνομένῳ. διὸ καί φαμεν 〈ἐν〉 νῷ πρὸς
αὐτὸν ἀπὸ τοῦ ψαλμοῦ οὕτως ἔχοντα· «ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψεώς σου, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ. ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου».185

4

.

16

.

11

εἶτ’ ἐπειδήπερ ἐστὶν οἰκεῖον αὐτῷ, ἅτε μεγάλῳ ὄντι ἀρχιερεῖ, τὰς ἐν δοξολογίαις καὶ θεολογίαις πνευματικὰς ἱερουργίας ὑπὲρ ἡμῶν ἐκ‐ τελεῖν, καὶ ἐπειδήπερ οἷά τε ἱερεὺς αὐτός τε ἑαυτὸν καὶ ὃν ἀνείληφεν ἀπὸ γῆς ἄνθρωπον ὑπὲρ ἡμῶν ὁλοκαύτωμα προσανήνεγκεν τῷ θεῷ
5καὶ πατρί, διὰ τοῦτό φαμεν αὐτῷ· «μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω».

4

.

16

.

12

καὶ ἐπεὶ πάντα ὅσα βουλεύεται σωτήριά ἐστιν καὶ ὠφέλιμα [ἐν] τῷ κόσμῳ, εἰκότως ἐπιφωνοῦμεν αὐτῷ, «δῴη σοι κύριος κατὰ τὴν καρδίαν σου» λέγοντες, «καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι».

4

.

16

.

13

οἷς ἑξῆς τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ ὁμολογοῦντές φαμεν· «ἀγαλλιασώμεθα ἐν τῷ σωτηρίῳ σου». σωτήριον γὰρ τοῦ Χριστοῦ τί ἂν ἕτερον νοοῖτο, εἰ μὴ ἡ ἐκ νεκρῶν ἀνάστασις αὐτοῦ, δι’ ἧς καὶ πάντας τοὺς πρὶν ἐκπεπτωκότας ἀνίστησιν; ὅθεν
5φαμέν· «καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα, καὶ πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου».

4

.

16

.

14

ἐπὶ πᾶσι τούτοις διδασκόμεθα λέγειν τὸ «νῦν ἔγνων ὅτι ἔσωσεν κύριος τὸν χριστὸν αὐτοῦ», μὴ πάλαι τοῦτο εἰδότες, εἰ μὴ ὅτε πρότερον τὸ σωτήριον αὐτοῦ συνή‐ καμεν, τῆς ἀναστάσεως αὐτοῦ τὴν δύναμιν κατανοήσαντες.
5 Ψαλμοῦ κζʹ. «Κύριος κραταίωμα τοῦ λαοῦ ἐστιν καὶ ὑπερα‐ σπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστιν.»

4

.

16

.

15

Καὶ ὁ μετὰ χεῖρας ψαλμὸς εἰς τὸν Χριστὸν ἀναφέρεται, αὐτοῦ δὴ τοῦ Χριστοῦ περιέχων εὐχήν, ἣν παρὰ τὸν τοῦ πάθους προσηύ‐ ξατο καιρόν. διὸ ἐν μὲν τῇ καταρχῇ τοῦ ψαλμοῦ φησιν· «πρὸς σέ, κύριε, ἐκέκραξα· ὁ θεός μου, μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ, καὶ ὁμοιω‐
5θήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον».

4

.

16

.

16

πρὸς δὲ τῷ τέλει τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ θεσπίζει λέγων· «εὐλογητὸς κύριος, ὅτι εἰσήκουσεν τῆς φωνῆς τῆς δεήσεώς μου. κύριος βοηθός μου καὶ ὑπερα‐ σπιστής μου· ἐπ’ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ
5ἀνέθαλεν ἡ σάρξ μου· καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ». ἐφ’ οἷς τὸ θεῖον καὶ προφητικὸν πνεῦμα ἐπιλέγει· «κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ, καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐ‐ τοῦ ἐστιν»,

4

.

16

.

17

παιδεῦον ἡμᾶς, ὅτι δὴ πάντα τὰ ἐν ταῖς θείαις γρα‐ φαῖς ἀνάγραπτα τοῦ Χριστοῦ θαυμάσια, ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων γενόμενα, εἴτε οὖν μαθήματα εἴτε γράμματα εἴτε κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ μυστήρια νῦν ὀνομαζόμενα, νεύματι καὶ δυνάμει
186
5γεγένηται τοῦ πατρός, ἐν ἅπασι τοῖς παραδόξοις καὶ σωτηρίοις λόγοις τε καὶ ἔργοις ὑπερασπίζοντος τοῦ ἰδίου Χριστοῦ.

4

.

16

.

18

Ψαλμοῦ πγʹ. «Ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ θεὸς καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου. ὅτι κρεῖσσον ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν.»

4

.

16

.

19

Οἱ ἐπιστάμενοι τὸν Χριστὸν τοῦ θεοῦ ὄντα λόγον καὶ σοφίαν καὶ φῶς ἀληθινὸν καὶ ζωήν, ἐπεὶ τὴν ἐνανθρώπησιν αὐτοῦ συννοήσαν‐ τες, κατεπλάγησαν τὸ παράδοξον τοῦ θελήματος, ὥστε ἀνειπεῖν· «καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλ’ ἦν τὸ εἶδος
5αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄν‐ θρωπος ἐν πληγῇ ὤν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη»,

4

.

16

.

20

εἰκότως παρακαλοῦσι τὸν θεὸν ἐπι‐ βλέψαι εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ, τὸ δι’ ἡμᾶς ἠτιμωμένον καὶ καθυβρισμένον, ἵλεώ τε ἡμῖν γενέσθαι δι’ αὐτόν, ἐπεὶ «τὰς ἁμαρτίας ἡμῶν ἀνείληφεν καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται». ταῦτα δ’ ἱκετεύουσι,
5μονονουχὶ ποθοῦντες καὶ ἐν εὐχῇ τιθέμενοι τὸ πρόσωπον τῆς δόξης ἰδεῖν τοῦ Χριστοῦ καὶ τὴν ἡμέραν τοῦ φωτὸς αὐτοῦ θεάσασθαι· αὕτη δὲ ἦν ἡ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, ἥντινα, μίαν οὖσαν καὶ μόνην ὡς ἀληθῶς κυρίαν οὖσαν καὶ κυριακήν, κρείττονα εἶναί φασιν μυρίων ὅσων τῶν κοινοτέρως νοουμένων ἡμερῶν, ἢ τῶν παρὰ
10Μωσεῖ νενομοθετημένων ἐν ἑορταῖς καὶ νουμηνίαις καὶ σαββάτοις, ἃς σκιὰν εἶναι ἡμερῶν ἀλλ’ οὐχ ἡμέρας ὁ θεῖος ἀπόστολος διδάσκει. μόνη δὲ αὕτη ἡ μία κυριακὴ τοῦ σωτῆρος ἡμῶν ἡμέρα οὐκ ἐν παντὶ τόπῳ φωτίζειν ἀλλ’ ἐν μόναις ταῖς αὐλαῖς τοῦ κυρίου λέλεκται.

4

.

16

.

21

εἶεν δ’ ἂν αὗται αἱ κατὰ πᾶσαν τὴν οἰκουμένην τοῦ Χριστοῦ ἐκ‐ κλησίαι, ἑνὸς οἴκου τοῦ θεοῦ τυγχάνουσαι αὐλαί, ἐν αἷς ἀγαπᾷ καὶ αἱρεῖται «παραρριπτεῖσθαι» ὁ τὰ τοιαῦτα εἰδώς, παρὰ πολὺ κρείττονα τὴν ἐν ταύταις διατριβὴν ἀποφηνάμενος τῆς ἐν τοῖς «σκηνώμασιν»
5τῶν «ἁμαρτωλῶν»· εἰ μὴ ... τὰς τῶν Ἰουδαίων συναγωγάς, τὸν Χριστὸν τοῦ θεοῦ ἀρνουμένας, ἢ καὶ τὰς τῶν ἀθέων ἑτεροδόξων καὶ τῶν ἄλλων ἀπίστων ἐθνῶν, 〈ὧν〉 πολὺ βελτίους εἶναι τὰς ἐκκλησίας τοῦ Χριστοῦ πᾶς ὁ ταύτας αἱρούμενος ἀποφαίνεται. Ψαλμοῦ πηʹ. «Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν187
10χριστόν σου· κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ» καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει· «μνήσθητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν, οὗ ὠνείδισαν οἱ ἐχθροί σου, κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου».

4

.

16

.

22

Σαφῶς δὲ καὶ ἐν τούτοις ὁ Χριστὸς ὀνομαστὶ μνημονεύεται καὶ ἡ κατὰ τὸ πάθος αὐτοῦ προφητευομένη περίστασις. ἐπὶ σχολῆς δὲ τὸν ὅλον ψαλμὸν βασανίζοντες παραστήσομεν, ὅτι ἐπὶ μηδέτερον ἢ ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐφαρμόσαι ἂν τὰ προ‐
5κείμενα.

4

.

16

.

23

ἀλλὰ καὶ δεύτερον Χριστὸς ὀνομαζόμενος τίνα ἄλλον ἢ τὸν αὐτὸν δηλοῖ, οὗ «τὸ ἀντάλλαγμα», δηλονότι τὴν ἐκκλησίαν, «ὠνείδισάν» τε καὶ εἰσέτι νῦν ὀνειδίζουσιν οἱ λεγομένοι τοῦ Χριστοῦ ἐχθροί; τὰ γοῦν τοῦ σωτῆρος ἡμῶν πάθη ἃ ὑπὲρ ἡμῶν ἀνεδέξατο,
5καὶ μάλιστα τὸν θάνατον καὶ τὸν σταυρόν, πᾶς ὁ τῆς Χριστοῦ δι‐ δασκαλίας πολέμιος ἐπονειδίζειν ἡμῖν εἴωθεν. Ψαλμοῦ ρλαʹ. «Ὤμοσεν κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτόν, ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.»

4

.

16

.

24

εἶθ’ ὑποβάς φησιν· «ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ, ἡτοί‐ μασα λύχνον τῷ χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου».

4

.

16

.

25

Κἀνταῦθα περὶ τοῦ «ἐκ σπέρματος Δαβὶδ» ὄμνυσιν ὁ κύριος, ὅπερ σπέρμα καὶ κέρας ὀνομάζει αὐτοῦ. καὶ πάλιν ὀνομαστὶ τὸν Χριστὸν ἀναγορεύων, «λύχνον» φησὶν ἡτοιμακέναι αὐτῷ, τὸν προφητικὸν ὡς εἰκὸς λόγον τὸν προωδευκότα τοῦ Χριστοῦ,
5ὃς μόνος ἡλιακοῦ φωτὸς δίκην τοῖς πᾶσιν καθ’ ὅλης τῆς οἰκουμένης ἀνθρώποις ἀνατέταλκεν.

4

.

16

.

26

καὶ αὐτὸς δὲ ὁ Δαβὶδ
λύχνος τῷ Χριστῷ προητοίμαστο, ὡς παραθέσει ἡλίου καὶ τελείου φωτὸς λύχνου τάξιν ἐπέχων. «ἐκεῖ δέ», φησίν, «ἐξανατελῶ κέρας», τὸν τόπον δηλῶν, ἔνθα σημαίνει τὸν Χριστὸν γεννηθήσεσθαι.188

4

.

16

.

27

εὐ‐ ξαμένῳ γὰρ τῷ Δαβὶδ τὸν τόπον τῷ πνεύματι προθεωρῆσαι τῆς γενέσεως τοῦ Χριστοῦ, φήσαντί τε «εἰ εἰσελεύσομαι ἐπὶ κλίνης στρω‐ μνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις
5μου· νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τό‐ πον· τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακὼβ» ἀποκαλύπτει τὸ θεῖον πνεῦμα τὸν ἐν Βηθλεὲμ τόπον.

4

.

16

.

28

διὸ ἐπιφέρει λέγων· «ἰδοὺ ἠκού‐ σαμεν αὐτὴν 〈ἐν〉 Ἐφραθά (αὕτη δέ ἐστιν ἡ Βηθλεέμ), εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ». εἰκότως
5οὖν μετὰ τὴν τούτων φανέρωσιν ἐπιλέγει· «ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου»,

4

.

16

.

29

τάχα ἴσως καὶ τὸ ἐπὶ τῆς Βηθλεὲμ ἀναληφθὲν τῷ Χριστῷ σῶμα καθ’ ἑτέραν ὑπόνοιαν σημαίνων, ἐπειδὴ διὰ τοῦ σώματος, ὡς δι’ ὀστρακίνου σκεύους, ἐνοι‐ κήσασα ἐν αὐτῷ ἡ θεία δύναμις ὡς διὰ λύχνου τὰς τοῦ θείου καὶ
5λογικοῦ φωτὸς μαρμαρυγὰς εἰς πάντας ἐξέλαμψεν ἀνθρώπους.

4

.

16

.

30

Ἀπὸ τοῦ Ἀμώς. «Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν θεόν, Ἰσραήλ, διότι ἰδοὺ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγ‐ γέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς· κύριος ὁ θεὸς ὁ παντοκράτωρ
5ὄνομα αὐτῷ. ἀκούσατε λόγον κυρίου, ὃν ἐγὼ λαμβάνω ἐφ’ ὑμᾶς, θρῆνον, οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκέτι προσθήσει τοῦ ἀναστῆναι· παρ‐ θένος Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, οὐκ ἔστιν ὁ ἀνιστῶν αὐτήν.»

4

.

16

.

31

Ἕβδομον ἤδη τὸν Χριστὸν ὀνομαστὶ καταγγέλλων εἰς ἀνθρώ‐ πους ὁ θεός, στερεοῦν βροντὴν καὶ κτίζειν πνεῦμα λέγεται, τοῦ εὐαγγελικοῦ κηρύγματος βροντῆς διὰ τὸ εἰς πάντας ἀνθρώπους ἐξάκουστον ὀνομαζομένου, ὁμοίως δὲ καὶ τοῦ τοῖς ἀποστόλοις ἐμ‐
5πνεύσαντος Χριστοῦ πνεύματος δηλουμένου· ὃ καὶ σαφῶς ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν ἐπιδημίᾳ πεπλήρωται, ἐφ’ ᾗ ποιήσειν ὁ θεὸς ὄρθρον ὁμοῦ καὶ ὁμίχλην θεσπίζεται, τοῖς μὲν τὸ σωτήριον φῶς
παραδεξαμένοις τὸν ὄρθρον, τοῖς δὲ ἀπειθήσασιν εἰς αὐτὸν τῶν ἐκ περιτομῆς τοὐναντίον.189

4

.

16

.

32

οἷς καὶ τὴν ἐσχάτην ἀπόφασιν ὁ λόγος προκηρύττει, θρῆνον ἐπιλέγων τοῦ Ἰουδαίων ἔθνους, τὸν καὶ μετελ‐ θόντα αὐτοὺς παραυτίκα μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ δυσσέβειαν.

4

.

16

.

33

ἐξ ἐκείνου γὰρ ἀληθῶς καὶ εἰς δεῦρο ὁ οἶκος Ἰσραὴλ πέπτωκεν, ὅρος τε ἅπαξ ὑπὸ τοῦ θεοῦ καὶ ἀπόφασις ἐξενήνεκται περὶ τοῦ πεσόντος αὐτῶν οἴκου τοῦ ἐν Ἱερουσαλήμ, καὶ κατὰ παντὸς αὐτῶν τοῦ συστήματος, ὡς μηκέτ’ ἀναστησομένων τῷ
5μηδὲ παρεῖναι τὸν ἀνιστῶντα αὐτούς. «οὐκ ἔστιν» γοῦν, φησίν, «ὁ ἀνιστῶν αὐτήν».

4

.

16

.

34

ἐπεὶ γὰρ ἐλθόντα τὸν Χριστὸν τοῦ θεοῦ οὐ προσήκαντο, εἰκότως αὐτοὺς καταλιπὼν ἐπὶ πάντα μετέστη〈σε〉 τὰ ἔθνη, τὸ αἴτιον τῆς μεταπτώσεως διδάξας, δι’ ὧν ἀποκλαυσάμενος μονονουχὶ ἀπελογήσατο, εἰπών· «Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτεί‐
5νουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· πολλάκις γὰρ ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε, ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος». Ἀπὸ τοῦ Ἀμβακούμ. «Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, τοῦ
10σῶσαι τοὺς χριστούς σου· ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον.»

4

.

16

.

35

Ἀκύλας· «ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, εἰς σωτηρίαν [σου] σὺν χριστῷ σου». ἐπειδὴ ὁ Ἀκύλας ἀντὶ τοῦ πληθυντικοῦ ἑνικῶς ἐξέδωκεν, σὺν χριστῷ φήσας τὴν σωτηρίαν τῷ λαῷ πεποιῆσθαι τὸν τῶν ὅλων θεόν, εἰκότως παρεθέμεθα τὴν λέξιν, σαφῶς τῷ προβλή‐
5ματι παρισταμένην.

4

.

16

.

36

εἶεν δ’ ἂν κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμη‐ νείαν πλείους οἱ ἐξ αὐτοῦ καὶ δι’ αὐτὸν χριστοὶ χρηματίζοντες, περὶ ὧν εἴρηται «μὴ ἅψησθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε», οἵ τε εἰς αὐτὸν πεπιστευκότες καὶ τοῦ ἁγίου
5τῆς ἐν τῷ Χριστῷ παλιγγενεσίας χρίσματος κατηξιωμένοι, καὶ οἱ δυ‐ νάμενοι λέγειν ὁμοίως τῷ ἱερῷ ἀποστόλῳ· «μέτοχοι τοῦ Χριστοῦ γεγόναμεν». Ἀπὸ τῶν Ἱερεμίου θρήνων. «Πνεῦμα [προ] προσώπου ὑμῶν Χριστὸς κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπομεν,
10ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν».190

4

.

16

.

37

Οἱ θεσπέσιοι τοῦ θεοῦ προφῆται τὸ μέλλον θείῳ πνεύματι συνορῶντες, ζήσεσθαι μὲν ἑαυτούς, καὶ τοὺς ἑαυτῶν λόγους ὡς ἂν ζώντων ἐνεργήσειν «ἐν τοῖς ἔθνεσιν», ἀλλ’ οὐκ ἐν τῷ Ἰσραήλ, ἐθέσπι‐ ζον, τὸν χριστὸν πάλιν ὀνομαστί, ὡς ἂν αὐτὸν ὄντα τὸν Χριστόν,
5παρ’ οὗ καὶ τὸ προφητικὸν αὐτοῖς κεχορήγητο πνεῦμα, συλληφθή‐ σεσθαι ἔφασκον «ἐν ταῖς διαφθοραῖς αὐτῶν».

4

.

16

.

38

τίνων ἢ δηλονότι τῶν ἐκ περιτομῆς ἐπιβουλευόντων αὐτῷ; τήρει δὲ κἀνταῦθα ὅπως ὁ λόγος τὸν Χριστὸν προαγορεύει συλληφθήσεσθαι, ὅπερ οὐκ ἂν ἐφαρμόσαι τῇ δευτέρᾳ τοῦ Χριστοῦ παρουσίᾳ, ἣν ἔνδοξον
5ἔσεσθαι καὶ μετὰ βασιλείας ἐνθέου προκηρύττουσιν οἱ προφητικοὶ λόγοι. διόπερ εἰκὸς ἐκ περιτομῆς ἀποσφάλλεσθαι, τὰ περὶ τῆς δευτέρας ἐπιφανείας αὐτοῦ ὡς ἐπὶ πρώτης ἀφίξεως ἐκλαμβάνοντας, οὐδαμῶς τοῦτο συγχωροῦντος τοῦ λόγου·

4

.

16

.

39

ἐπεὶ μὴ οἷόν τέ ἐστιν ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ ἔνδοξον αὐτὸν καὶ ἄδοξον ὑποτίθεσθαι, καὶ ἔντιμον καὶ βασιλέα καὶ πάλιν οὐκ ἔχοντα «εἶδος οὐδὲ κάλλος» ἀλλ’ «ἄτιμον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων», καὶ αὖθις σωτῆρα καὶ λυτρωτὴν
5τοῦ Ἰσραὴλ καὶ πάλιν ἐπιβουλευόμενον πρὸς αὐτῶν καὶ «ὡς πρό‐ βατον ἐπὶ σφαγὴν ἀγόμενον» ἀπό τε τῶν ἀνομιῶν αὐτῶν εἰς θάνα‐ τον παραδιδόμενον.

4

.

16

.

40

εὖ δὲ καθ’ ἡμᾶς, ὡς ἡ τῶν πραγμάτων ὄψις ἐπιδείκνυσιν, εἰς δύο τρόπους τῶν περὶ τοῦ Χριστοῦ προρρήσεων διαιρουμένων, τὰ μὲν ἀνθρωπινώτερα καὶ σκυθρωπὰ κατὰ τὴν προ‐ τέραν ἄφιξιν αὐτοῦ πεπληρῶσθαι ὁμολογεῖται, τὰ δ’ ἐνδοξότερα καὶ
5θειότερα εἰσέτι νῦν προσδοκᾶται κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν.

4

.

16

.

41

ἀπόδειξις δὲ τῆς προτέρας ἐναργὴς ἡ ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς ἔργον χωρήσασα δι’ αὐτοῦ θεογνωσία, ἣν διαφόρως μυρίαι θεσπίζουσιν προφητικαὶ φωναί, ὥσπερ οὖν καὶ ἡ παροῦσα, δι’ ἧς εἴρηται «οὗ εἴπομεν, ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν».
5 Ἀπὸ τῆς πρώτης τῶν Βασιλειῶν. «Κύριος ἀνέβη εἰς οὐρα‐ νοὺς καὶ ἐβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ.»

4

.

16

.

42

Τὴν εἰς οὐρανοὺς ἀποκατάστασιν αὖθις ὀνομαστὶ τοῦ Χριστοῦ, ᾗ καὶ θεοῦ λόγος ἐπινοεῖται, τήν τε ἐξάκουστον βροντῆς δίκην εἰς ἅπαν‐ τας διδασκαλίαν αὐτοῦ καὶ τὴν μετὰ ταῦτα γενησομένην αὐτοῦ κατὰ πάντων κρίσιν ἡ θεία γραφὴ θεσπίζει. ἑξῆς δὲ τούτοις αὐτὸς ὁ191
5κύριος «δώσειν ἰσχὺν» λέγεται «τοῖς βασιλεῦσιν ἡμῶν». οὗτοι δ’ ἂν εἶεν οἱ ἀπόστολοι τοῦ Χριστοῦ, περὶ ὧν ἔχεις ἐν ξζʹ ψαλμῷ τὸ «κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ».

4

.

16

.

43

κἀν τούτῳ δὲ Χριστοῦ ὀνομαστὶ μνημονεύει, τοῦ κατὰ τὸν ἄνθρωπον νοουμένου σωτῆρος ἡμῶν, οὗ τὸ κέρας φησὶν ὑψωθήσεσθαι τὴν ἐν αὐτῷ ἀόρατον δύναμιν καὶ τὴν βασιλείαν αὐτοῦ δηλῶν· ἔθος γοῦν
5τῇ γραφῇ τὴν βασιλείαν κέρας ὀνομάζειν. κεῖται δὲ καὶ ἐν τῷ πηʹ ψαλμῷ τὸ «καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ». Ἀπὸ τῆς πρώτης τῶν Βασιλειῶν. «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει, καὶ ἐξολοθρεύσω τὸ σπέρμα σου, καὶ τὸ σπέρμα οἴκου πατρός σου· καὶ οὐκ ἔσται πρεσβύτης ἐν τῷ οἴκῳ μου.»

4

.

16

.

44

ταῦτα πρὸς τὸν Ἠλεὶ φήσας ὁ χρηματισμὸς ἐπιφέρει μεθ’ ἕτερα λέγων· «καὶ ἀνα‐ στήσω ἐμαυτῷ ἱερέα πιστόν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει; καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν, καὶ
5διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας».

4

.

16

.

45

Μετάστασιν καὶ ἀποβολὴν ἀπειλήσας ὁ θεῖος λόγος τοῖς οὐ κατὰ τὸν ὀρθὸν τρόπον λειτουργοῦσιν, ἕτερον ἐξ ἑτέρου γένους καταστήσειν ἱερέα ἐπαγγέλλεται, ὃν καί φησιν «διελεύσεσθαι ἐνώπιον χριστοῦ αὐ‐ τοῦ», ἢ «ἐμπεριπατήσειν εἰς πρόσωπον ἠλειμμένου αὐτοῦ», ὡς ὁ Ἀκύ‐
5λας ἡρμήνευσεν, ἢ ὡς ὁ Σύμμαχος, «ἀναστραφήσεσθαι ἔμπροσθεν τοῦ χριστοῦ αὐτοῦ».

4

.

16

.

46

τίς δ’ ἂν οὗτος εἴη 〈ἢ〉 πᾶς ὁ εὐσεβῶς προσιὼν τῇ ἱερουργίᾳ τοῦ Χριστοῦ τοῦ θεοῦ, ᾧ τὸν τῆς ἐκκλησίας οἶκον οἷα «σοφὸς ἀρχιτέκτων» καὶ οἰκοδόμος αὐτὸς ὁ τῶν ὅλων θεὸς οἰκοδομή‐ σειν ὑπισχνεῖται, οὐδ’ ἄλλον οἶκον σημαίνων ἢ τὴν καθ’ ὅλης τῆς
5οἰκουμένης τῷ Χριστῷ ὀνομαστὶ συστᾶσαν ἐκκλησίαν, ἔνθα πᾶς ὁ διὰ Χριστοῦ τοῦ θεοῦ ἱερωμένος κατὰ τὰς πνευματικὰς λειτουργίας τὰ καταθύμια καὶ τὰ κατὰ ψυχὴν τοῦ θεοῦ λέγεται ποιήσειν, τῶν δι’
αἵματος ταύρων καὶ τράγων, κατὰ τὴν πάλαι τυπικὴν ἀγωγὴν ἐπιτελουμένων, μεμισῆσθαι ὑπὸ τοῦ θεοῦ διὰ τῆς Ἡσαΐου προφητείας192
10ὁμολογουμένων;

4

.

16

.

47

Τοσαῦτα δι’ ὧν ὁ Χριστὸς ὀνομαστὶ προκεκήρυκτο· πλὴν ἀλλ’ ἐπεὶ διὰ τῶν πλείστων τὰ πάθη τοῦ Χριστοῦ συνῆπται τῇ αὐτοῦ προσηγορίᾳ, ἀναγκαῖον ἐπαναλαβεῖν τὰ προειρημένα περὶ τῆς κατ’ αὐτὸν θεότητος, ἣν ἐν τῷ μδʹ ψαλμῷ, ἐπιγεγραμμένῳ «ὑπὲρ τοῦ
5ἀγαπητοῦ», φέρεσθαι προπαρεστήσαμεν, ἔνθα ὁ λόγος ἐν πρώτοις αὐτὸν ὑπομνήσας ὡς βασιλέα, μεθ’ ἕτερα ἐπάγει περὶ τῆς θεότητος τοῦ Χριστοῦ· «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον
10ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου».

4

.

16

.

48

σαφῶς γὰρ ἐν τούτοις, ὡς ἤδη καὶ πρότερον προπαρεστήσαμεν, εἷς ὢν καὶ 〈ὁ〉 αὐτὸς ὁ δη‐ λούμενος, θεὸς εἶναι λέγεται ἠγαπηκὼς δικαιοσύνην καὶ μεμισηκὼς ἀδικίαν, καὶ τούτου χάριν ὑφ’ ἑτέρου μείζονος θεοῦ καὶ πατρὸς
5αὐτοῦ κεχρισμένος ἐλαίῳ κρείττονι καὶ διαφέροντι ἢ κατὰ τοὺς τύ‐ πους, τῷ καλουμένῳ τῆς ἀγαλλιάσεως.

4

.

16

.

49

ὁ δὲ τῷ τοιούτῳ χρισθεὶς ἐλαίῳ οὐ πρὸς ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπων, ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ ἀνωτάτω θεοῦ, τί ἕτερον ἢ Χριστὸς εἰκότως 〈ἂν〉 ὀνομασθείη; οὐκοῦν ὁ αὐτὸς ὁμοῦ καὶ θεὸς δείκνυται ὠνομασμένος, ὥσπερ οὖν ἤδη πρό‐
5τερον κατὰ τοὺς οἰκείους τόπους παρέστη. Καὶ τοῦ Ἡσαΐου δὲ κἀνταῦθα πάλιν ὑπομνηστέον, ὃς ἔφη‐ σεν· «πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελί‐ σασθαι πτωχοῖς, ἀπέσταλκέν με ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν».

4

.

16

.

50

ἐδείκνυμεν καὶ ἐν τούτοις ὡς οἱ μὲν ἐξ ἀνθρώπων πάλαι πρότερον ἐπὶ τὴν τοῦ θείου θεραπείαν προσιόντες ἱερεῖς ἐλαίῳ ἐχρίοντο σκευαστῷ, ὁ δὲ διὰ τῆς προφητείας δηλούμενος τῇ ἐνθέῳ δυνάμει κεχρῖσθαι λέγεται.

4

.

16

.

51

τοῦτο δὲ ὅλον ἐπὶ τὸν ἡμέτερον σωτῆρα ἀνεφέρετο, Ἰησοῦν τὸν μόνον ἀληθῆ Χριστὸν τοῦ θεοῦ, ὃς ἐπὶ τῆς τῶν Ἰουδαίων συναγωγῆς ποτε λαβὼν τὴν προφητείαν καὶ διελθὼν τὴν ἐκτεθεῖσαν περικοπὴν πεπληρῶσθαι εἰς ἑαυτὸν ἐδίδαξεν τὸ ἀνά‐
5γνωσμα.

4

.

16

.

52

γέγραπται γὰρ ὡς ἄρα ἀναγνοὺς «καὶ πτύξας τὸ βιβλίον
καὶ ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν».193

4

.

16

.

53

Ἐπὶ τούτοις ἅπασιν καὶ τὰ Μωσέως αὖθις παραθετέον, ὃς κατὰ τὸν δειχθέντα αὐτῷ τύπον τὸν ἴδιον ἀδελφὸν τὸν Ἀαρὼν ἀρχιερέα καταστησάμενος, ἀκολούθως τῷ φήσαντι πρὸς αὐτὸν χρησμῷ «ποιή‐ σεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει», δῆλός ἐστιν
5ὡς τοῖς τῆς διανοίας ὄμμασιν καὶ τῷ θείῳ πνεύματι συνιδὼν τὸν μέγαν τῶν ὅλων ἀρχιερέα, τὸν ἀληθῆ Χριστὸν τοῦ θεοῦ, [οὗ] μετὰ τῆς ἄλλης σωματικῆς καὶ τυπικῆς λατρείας τὴν εἰκόνα διαγράφων τὸν δηλωθέντα τῇ τοῦ ἀληθοῦς Χριστοῦ προσωνυμίᾳ τετίμηκεν.

4

.

16

.

54

τοῦτο δὲ παρίστησιν καὶ ὁ θεῖος ἀπόστολος, λέγων περὶ τῶν κατὰ Μωσέα νόμων τὸ «οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων», καὶ πάλιν «σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν», καὶ πάλιν «μὴ οὖν τις ὑμᾶς κρινέτω ἢ ἐν βρώσει ἢ ἐν
5πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων».

4

.

16

.

55

εἰ γὰρ τὰ περὶ τῆς τῶν βρωμάτων ἀδιαφορίας καὶ τὰ περὶ ἑορτῶν καὶ σαββάτου νενομοθετημένα, ὡς ἂν σκιώδη ὄντα, ὑπογραμμὸν ἑτέρων ἀληθῶν καὶ μυστικῶν πραγμάτων ἔσῳζεν, οὐκ ἀπεικότως ἐρεῖς καὶ τὸν ἀρχιερέα εἰς ἑτέρου ἀρχιερέως παρειλῆφθαι
5σύμβολον, καὶ χριστὸν αὐτὸν ἐπωνομάσθαι εἰς ... ἑτέρου τοῦ μόνου καὶ ἀληθῶς Χριστοῦ· τοσοῦτόν γε μὴν λειπόμενον τοῦ ἀληθοῦς, καθ’ ὅσον ὁ μὲν ἀληθὴς Χριστὸς πρὸς τοῦ τῶν ὅλων θεοῦ ἀκούει· «κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου», καὶ «κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου»,

4

.

16

.

56

καὶ «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», καὶ «ὤμοσεν κύριος, καὶ οὐ μεταμελη‐ θήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ», δι’ ὧν σαφῶς γέννημα καὶ υἱὸς θεοῦ πρὸ ἑωσφόρου καὶ πρὸ πάσης δη‐
5μιουργίας ὑποστὰς αἰώνιος ἀρχιερεὺς ἀναπέφανται.

4

.

16

.

57

ὁ δὲ Μωσέως χριστός, ἐν δράματι τὸν τύπον ἐν βραχεῖ καθυποκρινάμενος χρόνῳ, κεῖται ἐν θνητοῖς λελογισμένος, ἑτέρῳ τὴν ἀλήθειαν τῷ μόνῳ καὶ ἀληθεῖ παραδούς. καὶ ὁ μὲν ἀληθὴς Χριστὸς οὐ δεηθεὶς τῆς κατὰ
5Μωσέα χρίσεως οὐδ’ ἐλαίου σκευαστοῦ καὶ γεώδους ὕλης, ὅμως τῆς ἀρετῆς καὶ τῆς προσωνυμίας τῆς αὐτοῦ τὴν οἰκουμένην κατέπλησεν, παρώνυμον αὐτοῦ τὸ Χριστιανῶν γένος ἐν πᾶσι τοῖς ἔθνεσι συστη‐ σάμενος.

4

.

16

.

58

ὁ δὲ Μωσέως οὐδ’ ὅτι ποτὲ ἐν ἀνθρώποις ὠνομάσθη δῆλος ἦν, εἰ μὴ διὰ τῆς Μωσέως γραφῆς. καὶ οὗτος μὲν ὀψέ ποτε μετὰ τὴν ἔξοδον τὴν ἀπὸ Αἰγύπτου περιρραντηρίοις τισὶν καὶ ταῖς δι’ αἱμάτων θυσίαις καθαρθεὶς ἐλαίῳ κέχριστο σκευαστῷ, Μωσέως
194
5αὐτὸν κεχρικότος·

4

.

16

.

59

ὁ δὲ ἀρχέτυπος καὶ ἀληθὴς ἀρχῆθεν καὶ εἰς ἄπειρον αἰῶνα ὅλος δι’ ὅλου καὶ αὐτὸς αὐτῷ τὰ πάντα ὅμοιος μηδ’ ὁτιοῦν παραλλάττων χριστὸς ἦν ἀεὶ καὶ πρὸ τῆς ἐν ἀνθρώποις ἐπιδημίας, καὶ μετ’ αὐτὴν ὁμοίως, οὐ πρὸς ἀνθρώπου οὐδὲ δι’ ὕλης
5τῆς ἐν ἀνθρώποις ἀλλὰ πρὸς τοῦ ἐπὶ πάντων θεοῦ τῇ ἀγενεῖ θεό‐ τητι κεχρισμένος.

4

.

16

.

60

Καὶ ἐπειδήπερ 〈τὸ〉 τῆς προσηγορίας αὐτοῦ τὸ παρὸν ἡμῖν ἐξετάζεται, τῶν εἰρημένων ἁπάντων εἴη ἂν ἐπισφράγισμα τὸ παρὰ τῷ σοφωτάτῳ Σολομῶντι λόγιον· φάσκον ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων· «μύρον ἐκκενωθὲν ὄνομά σου».

4

.

16

.

61

καὶ οὗτος γὰρ ἐνθέῳ σοφίᾳ κεχορηγημένος, καὶ καταξιωθεὶς ἀπορρητοτέρων περὶ τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας αὐτοῦ θεωρημάτων, καὶ τοῦ μὲν ὡς ἐπουρανίου νυμφίου, τῆς δὲ ὡς νύμφης αὐτοῦ μνημονεύσας, ἐπιζη‐
5τουμένου τί ἄρα ἦν ὄνομα τῷ νυμφίῳ, ἐπιφωνεῖ ὡς πρὸς αὐτὸν λέγων· τὸ ὄνομά σου, νυμφίε, μύρον ἐστίν, καὶ μύρον οὐχ ἁπλῶς, ἀλλὰ κεκενωμένον.

4

.

16

.

62

ποῖον δ’ ἂν γένοιτο ὄνομα μύρου κεκενωμένου δηλωτικὸν ἢ τὸ τοῦ χριστοῦ ὄνομα; οὐ γὰρ ἂν ἄλλως οὔτ’ ἂν γένοιτο οὔτ’ ἂν ὀνομασθείη χριστὸς ἢ μύρου προσχυθέντος. ὁποῖον δὲ τοῦτο ἦν τὸ μύρον, ᾧ χρισθεὶς ὁ δηλούμενος χριστὸς ἀποπέφανται, διὰ τῶν
5πρόσθεν ἡμῖν ἀποδέδοται. τοσούτων περὶ τῆς τοῦ Χριστοῦ προση‐ γορίας διηγορευμένων, φέρε καὶ περὶ τῆς τοῦ Ἰησοῦ διασκεψώμεθα.

4

.

17

.

1

Πρῶτος πάλιν Μωσῆς πρὸς τὸν αὐτοῦ διάδοχον ἑτέρᾳ χρώμενος προσωνυμίᾳ Ἰησοῦν μετωνόμασεν. γέγραπται γάρ· «ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλεν Μωσῆς κατασκέψασθαι τὴν γῆν, καὶ ἐπωνόμασεν Μωσῆς τὸν Ναυσὴν υἱὸν Ναυὴ Ἰησοῦν, καὶ ἀπέ‐
5στειλεν αὐτούς».

4

.

17

.

2

ὅρα δὴ οὖν τίνα τρόπον οὐ μικρὰ νοήσας περὶ φύσεως ὀνομάτων ὁ προφήτης, ἀλλὰ καὶ πλεῖστα ὅσα περὶ τῶν παρ’ αὐτῷ μετονομαζομένων θείων ἀνδρῶν καὶ ὧν ἕνεκα μετονομάζονται
φιλοσοφήσας, εἰσάγει τὸν Ἀβρὰμ ἔπαθλον ἐπ’ ἀρετῇ ἀπολαμβάνοντα195
5πρὸς τοῦ θεοῦ τὴν πατρὸς Ἀβραὰμ ἐντελῆ προσηγορίαν, ὅπερ τί ποτε δηλοῖ οὐ νῦν διασαφεῖν καιρός.

4

.

17

.

3

οὕτω δὲ καὶ τὴν Σάραν Σάρραν ἐπονομάσας, καὶ Γέλωτα τὸν Ἰσαὰκ πρὸ γενέσεως ἐπικεκλη‐ μένον, καὶ τὸν Ἰακὼβ τῆς πάλης τὸ βραβεῖον διὰ τῆς τοῦ Ἰσραὴλ ἐπωνυμίας ἀναδούμενον, μυρία τε ἄλλα περὶ ὀνομάτων δυνάμεώς τε
5καὶ φύσεως θειότερα ἢ κατ’ ἄνθρωπον ἐνθέῳ σοφίᾳ καὶ ἐπιστήμῃ διαλαβών, μηδενὸς τῶν πρὸ αὐτοῦ τῶν ἐξ αἰῶνος τῷ τοῦ Ἰησοῦ κεχρημένου ὀνόματι, πρῶτος αὐτὸς θείῳ πνεύματι θεοφορηθεὶς τὸν μέλλοντα αὐτοῦ διάδοχον τῆς ἀρχῆς τοῦ λαοῦ καταστήσεσθαι, ἑτέρῳ πρότερον ὀνόματι κεχρημένον, μεταβαλὼν Ἰησοῦν καλεῖ, οὐκ ἀρκεῖν
10ἡγούμενος τὴν ἐκ προγόνων ἐπικληθεῖσαν αὐτῷ γεννωμένῳ προση‐ γορίαν· Ναυσῆν γὰρ αὐτὸν ἐφώνουν οἱ γεννήσαντες.

4

.

17

.

4

ἀλλ’ ὅ γε προφήτης τοῦ θεοῦ τὸ ἐκ γενετῆς ἀμείψας ὄνομα Ἰησοῦν τὸν ἄνδρα κατὰ τὸ θεῖον νεῦμα καλεῖ· οὐκ ἄλλως αὐτὸν ... καθηγεῖσθαι τοῦ παν‐ τὸς λαοῦ μετὰ τὴν ἑαυτοῦ τελευτήν, τῆς 〈δὲ〉 πρὸς αὐτοῦ τεθείσης
5νομοθεσίας μεταστησομένης ποτὲ καὶ τέλος ἰσχούσης καὶ αὐτῷ γε ὁμοίως Μωσεῖ τρόπον τινὰ τελευτώσης, μηδένα ἕτερον ἢ μόνον Ἰη‐ σοῦν τὸν Χριστὸν τοῦ θεοῦ πολιτείας ἑτέρας ἡγήσεσθαι κρείττονος ἢ κατὰ τὴν προτέραν.

4

.

17

.

5

οὕτω μὲν δὴ Μωσῆς ὁ πάντων προφητῶν θαυμασιώτατος, ἀμφοτέρας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ θείῳ πνεύματι διαγνοὺς τὰς ἐπωνυμίας, ταύταις ὡς ἂν βασιλικοῖς διαδή‐ μασιν τοὺς παρ’ αὐτὸν πάντων τῶν ἀρχόντων ἐκκρίτους ἐτίμησεν,
5δυσὶν ἄρχουσιν καὶ ἡγεμόσιν τοῦ λαοῦ, τῷ τε ἀρχιερεῖ καὶ τῷ οἰκείῳ διαδόχῳ, τὸν Χριστὸν καὶ τὸν Ἰησοῦν ἐπιφημίσας κατ’ ἀξίαν, τῷ μὲν Ἀαρὼν τὸν Χριστόν, τῷ δὲ Ναυσῇ ὡς ἂν τὴν αὐτοῦ τελευτὴν διαδεξομένῳ τὸν Ἰησοῦν ἀπονείμας.

4

.

17

.

6

τοῦτον μὲν οὖν τὸν τρόπον ἡ αὐτοῦ Μωσέως γραφὴ ταῖς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κε‐ κόσμητο προσηγορίαις. Ἀπὸ τῆς Ἐξόδου. «Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ
5προσώπου σου, ἵνα φυλάσσῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν
γῆν, ἣν ἡτοίμασά σοι. πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ, μὴ ἀπείθει αὐτῷ· οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μού ἐστιν ἐπ’ αὐτῷ.»196

4

.

17

.

7

ἐμοῦ, φησὶν αὐτὸς ὁ κύριος, τοῦ σοι ταῦτα χρηματίζοντος τοὔνομα ἐπιγέγραπται ὁ μέλλων εἰσάξειν τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας· εἰ δ’ αὐτὸς ἦν ὁ Ἰησοῦς, οὐκ ἄλλος, πρόδηλον ὡς τοὔνομα τὸ αὐτοῦ φησιν ἐπιτεθεῖσθαι αὐτῷ.

4

.

17

.

8

οὐ θαυμαστὸν οὖν εἰ καὶ ἄγγελον αὐτὸν ἀποκαλεῖ, ὅτε καὶ περὶ Ἰωάννου ἀνθρώπου γεγονότος λέλεκται τὸ «ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευ‐ άσει τὴν ὁδόν σου ἔμπροσθέν σου».

4

.

17

.

9

Ἀπὸ τοῦ Ζαχαρίου. «Καὶ ἔδειξέν μοι κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου, καὶ ὁ διά‐ βολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον, ἐπιτιμήσαι κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι
5κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; καὶ ἦν Ἰησοῦς ἐνδεδυμένος ἱμάτια ῥυ‐ παρά, καὶ εἱστήκει πρὸ προσώπου ἀγγέλου κυρίου. καὶ ἀπεκρίθη καὶ εἶπεν· πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου, λέγων, ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ’ αὐτοῦ. καὶ εἶπεν πρὸς αὐτόν, ἰδοὺ ἀφῄρηκα τὰς
10ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη, καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ περιέβαλον αὐτὸν ἱμάτια.»

4

.

17

.

10

καὶ ἑξῆς ἐπιλέγει· «ἄκουε δή, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου, καθήμενοι πρὸ προσώπου σου, διότι ἄνδρες τερατόσκοποί εἰσιν, διότι ἄγω τὸν δοῦλόν μου ἀνατολήν».

4

.

17

.

11

καὶ μετὰ βραχέα τούτοις ἐπιφέρει λέγων· «καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων, λάβε τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων καὶ παρὰ τῶν χρησμῶν αὐτῆς, καὶ παρὰ τῶν ἐπεγνωκότων αὐτήν, καὶ εἰσελεύσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς
5τὸν οἶκον Σοφονίου τοῦ ἥκοντος ἐκ Βαβυλῶνος, καὶ λήψῃ ἀργύριον καὶ χρυσίον, καὶ ποιήσεις στεφάνους, καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου, καὶ ἐρεῖς πρὸς αὐτόν, τάδε λέγει κύριος παντοκράτωρ, ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον κυρίου·
10καὶ αὐτὸς λήψεται ἀρετήν, καὶ καθιεῖται καὶ κατάρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται
ἀνὰ μέσον ἀμφοτέρων».197

4

.

17

.

12

Καὶ ὁ ἐν τῷ παρόντι προφήτῃ μέγας ἱερεὺς ἀναγορευόμενος Ἰησοῦς λευκοτάτην εἰκόνα καὶ σύμβολον ἐναργὲς δοκεῖ μοι σῴζειν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ, τῇ τε αὐτοῦ προσηγορίᾳ τι‐ μηθεὶς καὶ τῆς ἐπανόδου τῆς ἀπὸ Βαβυλῶνος αἰχμαλωσίας τοῦ λαοῦ
5καθηγησάμενος,

4

.

17

.

13

ἐπεὶ καὶ ὁ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀφεῖσθαι εἴρηται διὰ Ἡσαΐου τοῦ προφήτου «κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, παρακαλέσαι τε πάντας τοὺς πενθοῦντας, καὶ δοθῆναι τοῖς πενθοῦσι Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης».
5ἔχεις τοιγαροῦν ἤδη δύο μεγάλους ἀρχιερεῖς, τὸν μὲν παρὰ Μωσεῖ Χριστόν, τὸν δὲ μετὰ χεῖρας Ἰησοῦν, τὰ σύμβολα τῆς περὶ τὸν σω‐ τῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀληθείας δι’ ἑαυτῶν ἐπενη‐ νεγμένους.

4

.

17

.

14

ἀλλ’ ὁ μὲν Ἀαρών, ὁ παρὰ Μωσεῖ Χριστός, τῆς παρ’ Αἰγυπτίοις ἀπαλλάξας τὸν λαὸν δουλείας, ἐπ’ ἐλευθερίᾳ τε καὶ θερα‐ πείᾳ τοῦ 〈θεοῦ〉 τῆς ἀπ’ Αἰγύπτου πορείας αὐτῶν ἡγησάμενος, τὴν εἰ‐ κόνα σῴζοι ἂν τοῦ ἀληθοῦς κυρίου, ὃς τῆς Αἰγυπτιακῆς εἰδωλολατρίας
5πάντας ἡμᾶς τοὺς ἐξ ἐθνῶν ἐλυτρώσατο.

4

.

17

.

15

ὁ δ’ ἐν τῷ προφήτῃ Ἰησοῦς ὁ ἱερεὺς ὁ μέγας τῆς ἀπὸ Βαβυλῶνος ἐπὶ τὴν Ἱερουσαλὴμ ἐπα‐ νόδου προέστη, δεῖγμα φέρων καὶ αὐτὸς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν, ὃν ἔχομεν «ἱερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς», δι’ οὗ καὶ αὐτοὶ ὥσπερ
5ἐκ Βαβυλῶνος τῆς κατὰ τὸν ἐνεστῶτα βίον συγχύσεώς τε καὶ αἰχμα‐ λωσίας ἀπολυτρωθέντες εἰς τὴν οὐρανόπολιν, τὴν ἀληθῶς Ἱερου‐ σαλήμ, σπεύδειν ἐδιδάχθημεν.

4

.

17

.

16

εἰκότως δὲ ὁ τὴν εἰκόνα τῆς ἀλη‐ θείας δι’ ἑαυτοῦ φέρων Ἰησοῦς καὶ ῥυπαρὰ ἱμάτια περιεβέβλητο, καὶ ὁ διάβολος ἐκ δεξιῶν αὐτοῦ ἑστὼς καὶ ἀντικείμενος αὐτῷ λέγεται, ἐπεὶ καὶ ὁ ἀληθῶς σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς εἰς τὴν ἡμετέραν
5καταβὰς αἰχμαλωσίαν τὰς ἁμαρτίας ἡμῶν ἀνείληφεν, καὶ τὸν ἀνθρώ‐ πειον ῥύπον ἀνεμάξατο, τά τε κατὰ τὸ πάθος αἴσχη διὰ τὴν πρὸς ἡμᾶς φιλανθρωπίαν ὑπέμεινεν.

4

.

17

.

17

διό φησιν ὁ Ἡσαΐας· «οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογι‐ σάμεθα αὐτὸν ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δ’ ἐτραυ‐ ματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας
5ἡμῶν». ἀλλὰ καὶ Ἰωάννης ὁ βαπτιστὴς ἰδὼν τὸν κύριον εἶπεν· «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου».

4

.

17

.

18

καὶ ὁ Παῦλος τούτοις παραπλησίως περὶ αὐτοῦ γράφων φησίν· «τὸν μὴ
γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς δικαιοσύνη θεοῦ γενώμεθα ἐν αὐτῷ», καὶ «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς198
5κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα». ταῦτα δὴ οὖν ἅπαντα θεσπίζουσα ἡ προφητεία ἐδήλου δι’ ὧν φησιν· «καὶ Ἰη‐ σοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρά».

4

.

17

.

19

πλὴν ἀλλὰ ταῦτα ἀποθέ‐ μενος κατὰ τὴν εἰς οὐρανοὺς ἄνοδον καὶ τὴν ἀπὸ τῆς καθ’ ἡμᾶς αἰχμαλωσίας εἰς τὰ οἰκεῖα ἐπάνοδον, τῷ τῆς πατρικῆς θεότητος στε‐ φανοῦται διαδήματι, καὶ τὴν λαμπροτάτην στολὴν τοῦ πατρικοῦ
5φωτὸς περιτίθεται, κιδάρει τε ἐνθέῳ καὶ τοῖς ἄλλοις ἀρχιερατικοῖς κόσμοις κατακοσμεῖται. οὐ χαλεπὰ δὲ καὶ τὰ κατὰ τὸν διάβολον ἀποδοῦναι, ὃς ἔτι καὶ νῦν ἀντικείμενος τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ καὶ τῇ καθ’ ὅλης τῆς οἰκουμένης ὑπ’ αὐτοῦ ἱδρυθείσῃ ἐκκλησίᾳ, αὐτῷ τῷ σωτῆρι ἡμῶν ἀνθέστηκεν, καὶ πρότερον αὐτῷ ἐξ ἐναντίας
10ἐπιστρατεύσας, ὅτε παρῆν ἡμᾶς ἐκ τῆς ὑπ’ αὐτὸν αἰχμαλωσίας ῥυό‐ μενος.

4

.

17

.

20

ἐπείρασε γοῦν αὐτὸν καὶ πρότερον, καὶ δεύτερον, ὅτε κατὰ τὸ πάθος τὴν ἐπιβουλὴν αὐτῷ συνεσκευάσατο.

4

.

17

.

21

ἐφ’ οἷς ἅπασιν καὶ τὸν διάβολον καὶ τοὺς ὑπ’ αὐτῷ πάντας ἀοράτους ἐχθρούς τε καὶ πολεμίους τροπωσάμενος τοὺς αἰχμαλώτους ἡμᾶς οἰκείους αὐτοῦ κατηρτίσατο, καὶ ἐξ ἡμῶν αὐτῶν, ὡς ἂν ἐκ λίθων ζώντων, τὸν οἶκον
5τοῦ θεοῦ καὶ τὸ τῆς εὐσεβείας πολίτευμα ἐστήσατο, ὥστε εἰκότως ἐφαρμόζειν αὐτῷ τὸ λόγιον φάσκον· «ἰδοὺ ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον κυρίου· καὶ αὐτὸς λήψεται ἀρετήν, καὶ καθιεῖται καὶ ἄρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ».

4

.

17

.

22

πρό〈σ〉σχες δ’ οὖν ἐπιμελῶς τίνα τρόπον νῦν μὲν πνευ‐ ματικῶς, περὶ τοῦ πάλαι λέγων Ἰησοῦ τοῦ τὴν εἰκόνα τοῦ ἀληθοῦς φέροντος, φησὶν τὸ «ἰδοὺ ἀνατολὴ ὄνομα αὐτῷ», σμικρὸν δ’ ὑποβάς, ὡς περὶ ἑτέρου ὄντος ἀνατολῆς αὐτῷ δὴ τῷ τότε παρόντι Ἰησοῦ
5λέλεκται· «ἄκουε δή, Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου, διότι ἄνδρες τερατοσκόποι εἰσίν. ἰδοὺ ἄγω τὸν δοῦλόν μου ἀνατο‐ λήν». εἰ δὴ οὖν ὁ λόγος ἦν περὶ μέλλοντος ἥξειν ἑτέρου, ἀληθέστερον παρὰ τὸν τότε ἀνατολῆς ὀνομαζομένου, εἰκὼν ἄρα τοῦ μέλλοντος ἥξειν ἀνατολῆς ἐκεῖνος ἦν, ὡς ἐν εἰκόνι οὐ μόνον Ἰησοῦς ἀλλὰ καὶ
10ἀνατολὴ προσαγορευόμενος, εἴ γε ὡς πρὸς παρόντα αὐτὸν τὸ «ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ» ἐλέγετο.

4

.

17

.

23

εἰκότως οὖν τῆς εἰκόνος
ἕνεκα καὶ οὗτος τῆς τοῦ σωτῆρος προσηγορίας ἠξίωτο, ὥσπερ οὖν καὶ τῆς ἀνατολῆς. ἐπειδὴ «σωτήριον θεοῦ» εἰς τὴν Ἑλλάδα φωνὴν τὸ τοῦ Ἰησοῦ μεταληφθὲν ὄνομα σημαίνει (Ἰσουὰ μὲν γὰρ παρ’199
5Ἑβραίοις σωτηρία, Ἰησοῦς δὲ παρὰ τοῖς αὐτοῖς Ἰωσουὲ ὀνομά‐ ζεται· Ἰωσουὲ δέ ἐστιν Ἰαὼ σωτηρία, τοῦτ’ ἔστιν θεοῦ σωτήριον), εἰκότως, εἴ που «θεοῦ σωτήριον» ἐν τοῖς Ἑλληνικοῖς ἀντιγράφοις ὠνό‐ μασται, οὐδ’ ἄλλο τι ἢ τὸν Ἰησοῦν κατὰ τὴν Ἑβραίων φωνὴν πέ‐ πεισο δηλοῦσθαι.

4

.

17

.

24

Τούτων καὶ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν προσηγορίας ἐπὶ το‐ σοῦτον εἰρημένων, ἐξ ἑτέρας αὖθις ἀρχῆς τὸν λόγον ἀναλαβόντες, ἐπὶ
τὰς ἐντελεστέρας περὶ αὐτοῦ προφητικὰς ἀποδείξεις μεταβησόμεθα.200

5

Pin

t

Τάδε ἔνεστιν ἐν τῷ πέμπτῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως.

5

Pin

1

αʹ. Τίς ὁ τρόπος ἦν καθ’ ὃν οἱ παρ’ Ἑβραίοις προφῆται τὰ μέλ‐ λοντα προεθέσπιζον καὶ τὴν ἀληθῆ θεολογίαν ἐφώτιζον. Ὅσαι προφητικαὶ φωναὶ τῆς ἐνθέου προϋπάρξεως τοῦ σωτῆρος μνή‐ μην ἐποιήσαντο.
5αʹ. Ἀπὸ τῶν Παροιμιῶν. βʹ. Ψαλμοῦ 〈μ〉δʹ. γʹ. Ψαλμοῦ ρθʹ. δʹ. Τοῦ Ἡσαΐου. εʹ. Ψαλμοῦ λβʹ.
10ϛʹ. Τοῦ Ἡσαΐου. ζʹ. Τῆς Γενέσεως. ηʹ. Τῆς αὐτῆς. θʹ. Τῆς αὐτῆς. ιʹ. Τῆς αὐτῆς.
15ιαʹ. Τῆς αὐτῆς. ιβʹ. Τῆς αὐτῆς. ιγʹ. Τῆς Ἐξόδου. ιδʹ. Τῆς αὐτῆς. ιεʹ. Τῆς αὐτῆς.
20ιϛʹ. Τῆς αὐτῆς. ιζʹ. Τῆς αὐτῆς. ιηʹ. Ἀπὸ τῶν Ἀριθμῶν. ιθʹ. Τοῦ Ἰησοῦ τοῦ Ναυῆ. κʹ. Τοῦ Ἰώβ.
25καʹ. Ψαλμοῦ ϟʹ. κβʹ. Τοῦ Ὠσηέ. κγʹ. Τοῦ Ἀμώς. κδʹ. Τοῦ Ἀβδιοῦ. κεʹ. Τοῦ Ζαχαρίου.
30κϛʹ. Τοῦ αὐτοῦ. κζʹ. Τοῦ αὐτοῦ. κηʹ. Τοῦ Μαλαχίου. κθʹ. Τοῦ αὐτοῦ. λʹ. Τοῦ Ἱερεμίου.

5

t

1

Λόγος εʹ.201

5

Prooem

1

Ἐπειδὴ διττὸς ὁ τρόπος ὁ περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ πέφανται ἐν τῷ πρὸ τούτου συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδείξεως, ὁ μὲν ὑπερφυὴς καὶ ἐπέκεινα (καθ’ ὃν ὁριζόμεθα αὐτὸν εἶναι μονογενῆ θεοῦ υἱόν, ἢ οὐσιώδη τοῦ θεοῦ λόγον, δεύτερον τῶν
5ὅλων αἴτιον, ἢ οὐσίαν νοεράν, καὶ θεοῦ πρωτότοκον ἐνάρετον φύσιν, τὴν πρὸ τῶν γενητῶν θείαν καὶ πανάρετον δύναμιν, ἢ τῆς ἀγενήτου φύσεως νοερὰν εἰκόνα), ὁ δὲ συγγενὴς ἡμῖν καὶ μᾶλλον οἰκεῖος (καθ’ ὃν πάλιν αὐτὸν ὁριζόμεθα θεοῦ λόγον, ἐν ἀνθρώπῳ τῆς τοῦ πατρὸς εὐσεβείας ἀπαγγελτικόν, καθ’ ὃν πέφηνε πάλαι πρότερον ἐν ἀνθρώ‐
10που σχήματι τοῖς ἀμφὶ τὸν Ἀβραάμ, αὐτὸν δὴ ἐκεῖνον τὸν βοώμενον ἐθνάρχην, θεοφιλέσιν,

5

Prooem

2

αὖθίς τε φανησόμενον ἐν ἀνθρώποις δι’ ἀνθρώπου γενέσεως καὶ παραπλησίας ἡμῖν σαρκός, αἴσχιστα πείσεσθαι προείρητο), ὁδῷ καὶ τάξει προχωρήσαι ἂν ἡμῖν ὁ λόγος μέλλουσι τὰς περὶ αὐτοῦ προφητικὰς ἐκτίθεσθαι μαρτυρίας, εἰ δὴ ἐν πρώτοις κατὰ
5τὰ ἐπηγγελμένα τὸ πρῶτον ἐξετάσαιμεν καὶ τὴν ἐν τοῖς εὐαγγελίοις περὶ αὐτοῦ θεολογίαν ἀπὸ τῆς παλαιᾶς καὶ προφητικῆς μαρτυρίας πιστώσαιμεν. ἀναγκαῖον 〈δὲ〉 προεπισκέψασθαι ὁποῖός ποτε ἦν ὁ τρόπος τῆς παρ’ Ἑβραίοις τῶν προφητῶν θεοληψίας, παρ’ ὧν καὶ τὰ προηγορευμένα προπεπαιδεύμεθα.

5

Prooem

3

Μαντεῖα καὶ χρηστήρια πανταχόσε γῆς Ἕλληνες καὶ βάρβαροι μνημονεύουσι συστῆναι. ταῦτα δέ φασιν ἐκ προνοίας τοῦ δημιουργοῦ ἐπὶ χρῆσιν καὶ ὠφέλειαν τῶν ἀνθρώπων καταδειχθῆναι, ὡς μηδὲν εἶναι τὸ διαφέρον τῶν παρ’ Ἑβραίοις προφητῶν πρὸς τὰ τῶν λοιπῶν
5ἐθνῶν χρηστήρια· ὡς γὰρ Ἑβραίοις διὰ τῶν τοιῶνδε προφητῶν οὕτως καὶ τοῖς ἄλλοις ἔθνεσιν διὰ τῶν κατὰ τόπον μαντειῶν τὸν ἐπὶ πάντων θεὸν χρᾶν καὶ τὰ συμφέροντα ὑποτίθεσθαι.

5

Prooem

4

μὴ γὰρ Ἰουδαίων μόνον εἶναι θεὸν ἀλλὰ καὶ τῶν λοιπῶν ἁπάντων ἀνθρώ‐
πων, καὶ οὐ μᾶλλον ἐκείνων ἢ τούτων κήδεσθαι, πάντων δ’ ἐξ ἴσου προνοεῖν. ὥσπερ οὖν καὶ ἥλιον ἀφθόνως τοῖς πᾶσι δεδωρῆσθαι, ἀλλ’202
5οὐ μόνοις Ἑβραίοις, καὶ τὰς ἐτησίους τῶν ἐπιτηδείων χορηγίας, σω‐ μάτων τε τοῖς πᾶσιν κατασκευὴν ὁμοίαν, ἕνα τε γενέσεως τοῖς πᾶσι τρόπον, καὶ φύσιν λογικῆς ψυχῆς μίαν,

5

Prooem

5

οὕτω δὲ καὶ τῆς τῶν μελ‐ λόντων προγνώσεως τὴν ἐπιστήμην πᾶσιν ἀνθρώποις ἀφθόνως παρέχειν, τοῖς μὲν διὰ προφητῶν ἀνδρῶν, τοῖς δὲ διὰ χρηστηρίων, τοῖς δὲ δι’ ὀρνίθων πτήσεως, ἢ διὰ θυτικῆς, ἢ δι’ ὀνειροπομπείας,
5ἢ διὰ κληδόνων, ἢ παλμῶν, ἤ τινων ἑτέρων συμβόλων. ταῦτα γάρ φασιν πᾶσιν ἀνθρώποις ἐκ τῆς τοῦ θεοῦ προνοίας δεδωρῆσθαι, ὡς μηδὲν πλέον ἔχειν δοκεῖν τοὺς Ἑβραίων προφήτας.

5

Prooem

6

Τοιοῦτος μὲν οὖν ὁ παρ’ ἐκείνων λόγος. ὁ δὲ παρ’ ἡμῶν ὧδέ πως αὐτοῖς ἀπαντήσεται· εἰ μέν τις συνίστη λόγος θεοὺς ἀληθῶς ἢ θείας δυνάμεις ἢ δαίμονας ἀγαθοὺς ἐφεστάναι τοῖς τῶν εἰρημένων μαντείοις ἢ τοῖς οἰωνοῖς ἢ τοῖς λοιποῖς τοῖς κατωνομασμένοις, ἦν
5ἂν χώραν ἀπονεῖμαι τοῖς λεγομένοις, ὡς τοῦ ἐπὶ πάντων θεοῦ κἀ‐ κεῖνα τοῖς χρωμένοις ἐπ’ ὠφελείᾳ δεδωρημένου· εἰ δὲ ἐντελέσιν ἀπο‐ δείξεσιν καὶ αὐτῶν Ἑλλήνων ὁμολογίαις ἤδη πρότερον δαίμονας αὐ‐ τοὺς εἶναι, καὶ οὐδ’ ἀγαθοὺς πάσης δὲ βλάβης καὶ μοχθηρίας αἰτίους, πῶς ἂν δύναιντο θεοῦ εἶναι προφῆται; φαύλους δὲ αὐτοὺς ὁ λόγος
10ἐφώρασεν διὰ τῆς Εὐαγγελικῆς Προπαρασκευῆς, ἔκ τε τῆς πάλαι κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν συντελουμένης αὐτοῖς ἀνθρωπο‐ θυσίας, ἔκ τε ὧν ἠπάτων τοὺς ἐρωτῶντας ἀγνοίᾳ τοῦ μέλλοντος, ἔκ τε ὧν ἡλίσκοντο μυρία ψευδόμενοι, τοτὲ μὲν ἐκ τοῦ προφανοῦς, τοτὲ δὲ διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας, δι’ ἧς τοὺς πρόσφυγας πλείστοις
15πλειστάκις περιβάλλοντες κακοῖς ἀπηλέ〈γ〉χθησαν,

5

Prooem

7

καὶ ἐπεὶ προαπε‐ δείκνυτο μιαρὸν αὐτῶν καὶ ἀκάθαρτον τὸ φῦλον ἐκ τοῦ χαίρειν αἰσχραῖς καὶ ἀκολάστοις περὶ αὐτῶν λεγομέναις ᾠδαῖς καὶ ὕμνοις καὶ μυθικοῖς διηγήμασιν ἱστορίαις τε ἀσέμνοις καὶ ἐπιβλαβέσιν, ἃς καὶ
5καθ’ ἑαυτῶν κυροῦντες καὶ ὡς ἀληθεῖς βεβαιοῦντες ἥλωσαν.

5

Prooem

8

Καὶ τέλος ἁπάντων ἔλεγχος τῆς ἀδρανοῦς αὐτῶν φύσεως ἦν τὸ σβεσθῆναι καὶ μηκέθ’ ὁμοίως ..., καὶ σβεσθῆναι μὴ ἄλλοτε ἢ ἀπὸ τῶν χρόνων τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ·

5

Prooem

9

ἐξ οὗ γὰρ εἰς πάντα τὰ ἔθνη διέδραμεν ὁ τῆς εὐαγγελικῆς διδα‐ σκαλίας αὐτοῦ λόγος, ἐξ ἐκείνου καὶ τὰ χρηστήρια διέλιπεν καὶ δαι‐
μόνων θάνατοι μνημονεύονται. πάντα δ’ οὖν ἦν ταῦτα καὶ ἄλλα τούτοις παραπλήσια μυρία, δι’ ὧν πονηροὶ δαίμονες ὄντες, οἱ περὶ203
5ὧν ὁ λόγος ἐν τοῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς, ἀπηλέγχθησαν.

5

Prooem

10

εἰ δὴ οὖν τοιοίδε τινὲς τυγχάνουσιν, τίς αἱρεῖ λόγος τοῦ ἐπὶ πάν‐ των θεοῦ μαντείας εἶναι ἡγεῖσθαι τὰ τῶν δαιμόνων χρηστήρια ἢ τοῖς τοῦ θεοῦ προφήταις τὰ κατ’ αὐτοὺς παραβάλλειν; ποταπαὶ δὲ αὐτῶν αἱ προρρήσεις, ἅς, ὅτε καὶ ἐδόκουν ὑφεστάναι, πρὸς τοὺς ἐρω‐
5τῶντας ἐποιοῦντο; ἆρα οὐχὶ περὶ ἀσέμνων ταπεινῶν τε καὶ εὐτελῶν ἀνδρῶν, πυκτῶν φέρε, ἤ τινων τοιούτων, οὓς θυσίαις τιμᾶν ἐκέλευον; ποῖα δὲ τὰ περὶ τῆς ἀνθρωποθυσίας νενόμιστο; κεφάλαιον γὰρ δὴ τοῦτο τῶν εἰρημένων.

5

Prooem

11

ἆρά τινι πράγματι κατέλιπον φαύλῳ ἀτο‐ πίας ὑπερβολήν, εἰ δὴ οἱ σωτῆρες ἀνθρώπων θεοί τε καὶ ἀγαθοὶ δαίμονες τοὺς ἱκέτας αὐτῶν καὶ εὐσεβεῖς πρόσφυγας κατασφάττειν τὰ ἑαυτῶν φίλτατα ὡσπερεί τινα ἄλλα θρέμματα παρεκελεύοντο, ἄντι‐
5κρυς ἀνθρωπείων αἱμάτων ὑπὲρ πᾶσαν θηρίων φύσιν διψῶντες, καὶ οὐδὲν ἄλλο ἢ αἱμοπότας καὶ ἀνθρωποβόρους ἀπωλείας τε φίλους εἶναι σφᾶς αὐτοὺς ἀπελέγχοντες. ἢ λεγέτω ὁ βουλόμενος, εἰ ἔχοι σεμνόν τι καὶ ἀρετῆς ἄξιον τῶν δηλουμένων ἐπιδεῖξαι, ἢ μαντείας καὶ προρρήσεις εἰς πᾶν γένος ἀνθρώπων συντεινούσας, ἢ νόμους καὶ
10πολιτικὰς διατάξεις καθ’ οὓς χρῆν βιοῦν πάντας ἀνθρώπους διαγο‐ ρευούσας, ἢ φιλοσοφίας δόγματά τε καὶ μαθήματα πρὸς τῶν θεῶν προβεβλημένα τοῖς ἐρασταῖς φιλοσοφίας.

5

Prooem

12

ἀλλ’ οὐκ ἂν ἔχοι τις φάναι τοιοῦτον πώποτε ὑπῆρχθαι τῷ βίῳ ἐκ τῶν περιβοήτων χρη‐ στηρίων. εἰ γὰρ ἦν ταῦτα, οὐκ ἂν διαφόροις ἐχρήσαντο καὶ μαχο‐ μένοις νόμοις ἄνθρωποι ὑπὸ θεῶν νομοθετούμενοι.

5

Prooem

13

θεοὶ γὰρ ὄντες καὶ ἀγαθοὶ πῶς οὐκ ἂν τοῖς ἴσοις ἐχρήσαντο διατάγμασιν; πῶς δ’ οὐχὶ ταῖς σώφροσιν καὶ δικαιοτάταις νομοθεσίαις; τίς οὖν τῆς Σόλωνος ἢ Δράκοντος ἢ τῶν ἄλλων ἀνθρώπων Ἕλλησίν τε καὶ
5βαρβάροις νομοθετῶν χρεία ἦν, θεῶν ἐγγὺς παρόντων καὶ διὰ τῶν χρησμῶν διαταττομένων τὰ δέοντα;

5

Prooem

14

εἰ δὲ δὴ φαίη τις αὐτοὺς καὶ οὐδ’ ἄλλους εἶναι τοὺς καθ’ ἕκαστον ἔθνος ἀνθρώπων νομοθετοῦν‐ τας, καὶ τίς ἆρ’ ἐκεῖνος καὶ ποταπὸς εἰπάτω θεὸς ὁ Σκύθαις φέρε ἀνθρωποβορεῖν διαταξάμενος, ἢ ὁ μητράσιν ἑτέροις καὶ θυγατράσι
5μίγνυσθαι νομοθετήσας, ἢ ὁ κυσὶν παραβάλλειν τοὺς γεγηρακότας, ὡς ἀγαθόν, διατεταγμένος, ἢ ὁ ἐπιτρέπων ἀδελφὰς γαμεῖν καὶ ἄρρε‐ νας ἄρρεσιν ἐπιμίγνυσθαι; καὶ τί με δεῖ τοὺς ἐκθέσμους τῶν παρ’ Ἕλλησι καὶ βαρβάροις λόγους ἀπαριθμεῖν, εἰς ἔλεγχον τοῦ μὴ θεοὺς
γεγονέναι πονηροὺς δὲ καὶ ἀλιτηρίους δαίμονας τοὺς θαυμαστοὺς204
10αὐτῶν χρησμοδότας, ἐπὶ τὰ παρὰ φύσιν ἀτοπήματα τὸ τρισάθλιον τῶν ἀνθρώπων γένος καταβεβληκότας,

5

Prooem

15

ὁπότ’ οὐδ’ οἱ παρ’ Ἕλλησιν βεβοημένοι θεοὶ καὶ μάντεις ὀνησιφόρον τι καὶ λυσιτελὲς εἰς ψυχῆς ὠφέλειαν τοῖς χρωμένοις ἀποδείκνυνται παρεσχημένοι;

5

Prooem

16

τί γὰρ δή ποτε καταλιπόντες ἄνδρες Ἕλληνες τὴν ἐξ αὐτῶν ὠφέλειαν ἐπὶ τὴν βάρβαρον ἐστέλλοντο γῆν, ἐμπορίαν μαθημάτων ἔξωθέν ποθεν ἐρανι‐ ζόμενοι, παρὸν διδασκάλοις τοῖς θεοῖς χρῆσθαι; θεῶν γὰρ ἢ καὶ δαι‐
5μόνων ἀγαθῶν χρηματιζόντων, καὶ τοτὲ μὲν διὰ τῆς προγνώσεως καὶ τῆς ἄλλης παραδοξοποιίας τὴν οἰκείαν δύναμιν παραφαινόντων, τοτὲ δὲ διὰ τῆς ἀδιαπτώτου τῶν μαθημάτων ἀληθείας τὴν ἀληθῆ σοφίαν ἐκδιδασκόντων, τί ποτ’ ἦν ἄρα τὸ μὴ τούτοις μαθητευθῆναι φιλοσόφων παῖδας, ἄλλων δ’ ἀπ’ ἄλλου δογμάτων τινῶν ἐπινοίας
10ποριζομένων, ἐκ τῆς μακρᾶς διαφωνίας ποικίλας αἱρέσεις φιλοσόφων συστῆναι; ἀλλ’ εἰ μὴ προσεῖχον αὐτοῖς οἱ πολλοὶ τῶν ἀνθρώπων, τοὺς εὐσεβεῖς δ’ οὖν καὶ θεοῖς προσιόντας χρῆν δήπου τὸ ἀδιάπτωτον ἐκ τῆς τῶν θεῶν ὠφελείας πεπορίσθαι.

5

Prooem

17

τίνες οὖν οὗτοι; οὓς γὰρ ἂν φῇς, τούτους ἀπελέγχουσιν πλανωμένους οἱ ἀντιδοξάζοντες. ἀλλὰ γάρ, ὡς ἔοικεν, δαιμόνων ἦν μαντεῖα, μέχρι κλέπτου φωρᾶς ἢ σκεύους ἀπωλείας ἤ τινος ἄλλου τοιούτου φθάνοντα, ὧν οὐκ ἀπεικὸς ἦν αὐ‐
5τοὺς ἐν τῷ περὶ γῆν ἀέρι τὰς διατριβὰς ποιουμένους τὴν εἴδησιν ἐσχηκέναι· καλοῦ δὲ καὶ σοφοῦ μηδενὸς ἐπηβόλους εἶναι δόγματος φιλοσόφου, μὴ πολιτείας, μὴ νόμου ὀρθῷ λόγῳ κειμένου, μᾶλλον δ’, εἰ χρὴ φάναι ἐλευθέρᾳ φωνῇ, τούτους ἅπαντας ἀρχεκάκους ἡγεῖσθαι χρῆν γεγονέναι, εἰ δὴ περὶ σφῶν αὐτῶν μοιχείας καὶ ἀρρενομιξίας,
10μητρογαμίας τε καὶ ἀδελφῶν ἐκθέσμους κοινωνίας, καὶ μυρίας ἄλλας θεομαχίας ἔχθρας τε καὶ πολέμους θεῶν πρὸς θεοὺς ἀνθρώπων τε ᾠδαῖς καὶ ὕμνοις καὶ διηγήμασιν μυστηρίων τε ἐν ἀπορρήτοις τελε‐ ταῖς [λεγόντων] ἀκροώμενοι, οὐδεὶς γοῦν αὐτῶν πώποτε ἐπὶ τοῖς εἰρημένοις, ὡς ἐπ’ ἀκολάστοις καὶ μηδὲ σώφροσιν ἀνθρώποις ἁρμό‐
15ζουσι φρονεῖν ἢ λέγειν τὰ τοιαῦτα, ἀγανακτήσας φαίνεται.

5

Prooem

18

καὶ τί με χρὴ διατείνεσθαι, παρὸν ἐξ ἑνὸς τοῦ μεγίστου παραδείγματος τὸ ὠμὸν καὶ ἀπάνθρωπον καὶ ὡς ἀληθῶς μιαρὸν τῶν δηλουμένων συνορᾶν; λέγω δ’ ἐκ τῆς ἀνθρωποθυσίας.

5

Prooem

19

τὸ γὰρ μὴ μόνον ἀλόγων ζῴων σφαγαῖς χαίρειν, ἀλλὰ καὶ ἀνθρώπων ἀπωλείαις, ποίας ὠμό‐ τητος ὑπερβολὴν οὐχ ὑπερηκόντισεν; ταῦτα γὰρ ἦν, ὡς ἔφην, τὰ διὰ
τῆς Προπαρασκευῆς ἐξ αὐτῶν τῶν Ἑλληνικῶν φιλοσόφων τε καὶ205
5συγγραφέων μεμαρτυρημένα, ἐξ ὧν καὶ μάλιστα, δαίμονες ὄντες πο‐ νηροί, πολυπλόκοις μηχαναῖς, τοτὲ μὲν ταῖς διὰ μαντειῶν τοτὲ δὲ ταῖς δι’ οἰωνῶν ἢ συμβόλων ἢ θυμάτων ἢ τῶν παραπλησίων, τὸ ἀνθρώπειον διαστρέφοντες γένος δείκνυνται.

5

Prooem

20

διόπερ ἀποφαντέον αὐτῶν τὰ χρηστήρια μὴ τοῦ ἐπὶ πάντων γεγονέναι θεοῦ. Οὐκοῦν οὐδὲ συγκρίνειν αὐτὰ τοῖς Ἑβραίων προφήταις θεμιτὸν ἂν εἴη, ὧν ὁ πρῶτος ἱεροφάντης καὶ θεολόγος γέγονεν Μωσῆς· θέα
5ὅσων ἀγαθῶν τῷ βίῳ παραίτιος κατέστη· πρῶτον μὲν δογμάτων εὐαγγελικῶν καὶ ἀληθῶν περὶ τοῦ ποιητοῦ καὶ δημιουργοῦ τῶν ἁπάν‐ των θεοῦ, περί τε τοῦ δευτέρου αἰτίου τῶν 〈τε〉 μετ’ αὐτὸν λογικῶν καὶ νοερῶν οὐσιῶν περί τε κοσμογονίας καὶ ἀνθρωπογονίας γραφὴν ἱερὰν ἐξέδωκεν, ἔτι τε τῶν θεοσεβῶν ἱστορίας τῶν πάλαι θεοφιλῶν
10Ἑβραίων ὥσπερ τινὰς ἀρετῶν εἰκόνας ὑποτυπωσάμενος εἰς ζῆλον τῶν ἀγαθῶν ἀνδρῶν τοὺς ὑπηκόους ἀνεκίνησεν, καὶ νομοθεσίας ἐν‐ θέου καὶ καταλλήλου τοῖς τότε χρωμένοις φωτὸς ἀπήρξατο λόγων, καὶ θρησκείας θεοσεβοῦς πέφηνεν εἰσαγωγεύς, καὶ ἐπὶ πᾶσιν τῶν μακροῖς ὕστερον χρόνοις ἔσεσθαι μελλόντων τὰς προρρήσεις ἀνα‐
15πεφώνηκεν, ὡς μικρὸν ὕστερον μνημονευθήσεται.

5

Prooem

21

Καὶ τοιοῦτος μὲν οὗτος. κατὰ τὰ αὐτὰ δὲ καὶ οἱ μετ’ αὐτὸν προφῆται πάρεργον μέν, εἴ πού τι τῶν ἐφημέρων ἐζητεῖτο, καὶ τοῦτο προύλεγον τοῖς ἐρωτῶσιν, τὸ δὲ κεφάλαιον τῆς προφητείας αὐτοῖς ἐπὶ μεγάλοις συνετελεῖτο.

5

Prooem

22

οὐ γὰρ ἐπὶ μαντείᾳ τῶν ἐφημέρων καὶ πρὸς τὸν παρόντα καιρὸν ἐπιζητουμένων οὐδέ γε σμικρῶν καὶ τα‐ πεινῶν [τὰ] τῆς θεοφορίας ἠξιοῦντο, ἀλλ’ ἐπὶ τοῦ παντὸς ἀνθρώπων γένους ἡ τοῦ θείου πνεύματος ἐν αὐτοῖς ἔλλαμψις μεγίστην ὑπόθεσιν
5περιέχουσα, οὐ περὶ νοσοῦντος ἀνθρώπου τὸ σῶμα οὐδὲ περὶ τῆς προσκαίρου καὶ πολυπαθοῦς ταύτης ζωῆς τὴν πρόρρησιν ἐπαγγελλο‐ μένη, οὐδὲ περί τινος ἀπολωλότος οὐδὲ ἄλλως περί τινων μέσων καὶ ἀδιαφόρων, ἃ οὔτε παρόντα ψυχῆς βελτιώσει συμβάλλεται οὔτε μὴ παρόντα ζημίαν ἢ βλάβην περιποιεῖ· ἀλλ’ ἦν μέν, ὡς ἔφην, ὅτε
10καὶ ταῦτα προύλεγον, οὐ κατὰ τὸν προηγούμενον δὲ λόγον, ἀλλὰ κατὰ ἀκολουθίαν τῆς τῶν κρειττόνων καταλήψεως· τὰ δέ γε πρω‐ τοτύπως αἴτια τῆς ἐν τῷ προφητεύειν αὐτοὺς θεοληψίας μείζονα τὴν ὑπόθεσιν ἢ κατὰ τὰ εἰρημένα περιεῖχεν.

5

Prooem

23

εἰ δ’ οὖν τις τὴν πᾶσαν περιοχὴν τῆς Μωσέως γραφῆς καὶ τῶν μετ’ αὐτὸν ἀκριβῶς διερευνήσειεν, εὕροι ἂν προτροπὴν καὶ διδασκαλίαν εὐσεβείας τῆς εἰς τὸν τῶν ὅλων θεὸν αὐτὸν δὴ τὸν δημιουργὸν ἁπάντων περιέχουσαν,
5γνῶσίν τε καὶ θεολογίαν τὴν ἀνωτάτω τοῦ δευτέρου αἰτίου, πάσης
δὲ πολυθέου πλάνης ἀποτροπήν, εἶτα τῶν πάλαι θεοφιλῶν ἀνδρῶν, τῶν δὴ καὶ ἀπαρξαμένων τῆς εἰρημένης εὐσεβείας, μνήμην, προρρήσεις τε καὶ ἀναφωνήσεις ... κατὰ τὸν ἐκείνων βίον ὑστέροις ποτὲ χρόνοις μελλόντων βιώσεσθαι δι’ ἐπιφανείας καὶ παρουσίας εἰς ἀνθρώπους206
10θεοῦ, αὐτοῦ δὴ τοῦ δευτέρου κυρίου καὶ θεοῦ μετὰ τὸν ἀνωτάτω πατέρα καὶ αὐτοῦ χρηματίζοντος διδασκάλου τῆς αὐτῆς εὐσεβείας καὶ σωτῆρος ἐπιφανησομένου τῷ τῶν ἀνθρώπων βίῳ, δι’ οὗ πᾶσι τοῖς ἔθνεσιν, Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις, προύλεγον τὸν τῆς θεο‐ σεβείας τῶν πάλαι θεοφιλῶν Ἑβραίων τρόπον παραδοθήσεσθαι.

5

Prooem

24

ταῦτα Μωσῆς, ταῦτα δὲ καὶ τῶν λοιπῶν προφητῶν παῖδες, οἳ πάντες ἐξ ἑνὸς στόματος προεκήρυττον. καὶ τοῦτ’ ἦν τὸ τῆς εἰς ἀνθρώπους τοῦ θείου πνεύματος ἐπιφορᾶς αἴτιον, διδάξαι θεογνωσίαν ἀνθρώπους καὶ τὴν ἀνωτάτω περὶ πατρὸς καὶ υἱοῦ θεολογίαν, παι‐
5δεῦσαί τε τρόπον ἀληθοῦς εὐσεβείας, καὶ μνημονεῦσαι τῶν πάλαι κατωρθωκότων καὶ τῶν μετὰ ταῦτα τῆς τῶν προγόνων εὐσεβείας ἐκπεπτωκότων, τόν τε κατὰ τούτων ἔλεγχον διὰ μακρῶν ἐκφάναι λόγων, θεσπίσαι τε τὴν παρουσίαν τοῦ σωτῆρος καὶ διδασκάλου τοῦ παντὸς ἀνθρώπων γένους, καὶ τὴν δι’ αὐτοῦ τῆς παλαιᾶς Ἑβραίων
10θεοσεβείας εἰς πάντα τὰ ἔθνη μετάδοσιν προκηρῦξαι.

5

Prooem

25

Ταῦτ’ ἦν τὰ ἐξ αἰῶνος στήλαις καὶ βίβλοις ἱεραῖς τῶν προ‐ φητῶν συμφώνως ἀναπεφωνημένα, αὐτὰ δὴ ταῦτα, ἃ καὶ ἡμῖν αὐτοῖς ὀφθαλμοῖς μετὰ τὸν μακρὸν αἰῶνα εἰσέτι νῦν πληρούμενα συνορᾶται. μιᾷ δὲ φωνῇ πάντες οὗτοι καὶ θείῳ πνεύματι κάτοχοι πᾶσιν ἀνθρώ‐
5ποις τὸ φῶς τῆς ἀληθοῦς προεκήρυττον εὐσεβείας, ἁγνείαν τε ψυχῆς καὶ σώματος, παντελῆ τε κάθαρσιν διανοίας, ἣν αὐτοὶ πρότερον ἠσκη‐ κότες τοῖς ὑπηκόοις προυβάλλοντο, πάσης ἀκολάστου πράξεως τοὺς προσιόντας ἀπείργοντες, μηδὲ τῆς πολυθέου πλάνης ἀπομιμεῖ‐ σθαι τὰς ἐκθέσμους ἐπιτηδεύσεις, προτροπάδην δὲ φεύγειν διδά‐
10σκοντες πᾶσαν δαιμονικὴν ἐγχείρησιν, καὶ τὰς πάλαι περισπουδάστους ἐκείνας ἀνθρωποθυσίας, τάς τε αἰσχρὰς καὶ ἐπιρρήτους περὶ θεῶν διηγήσεις, ὧν ἀπείργοντες μόνῳ προσανέχειν συνεβούλευον τῷ πάν‐ των δημιουργῷ θεῷ, οἷα ἐφόρῳ καὶ κριτῇ τυγχάνοντι τῶν ἐν ἀν‐ θρώποις πραττομένων, μηδὲ ἀγνοεῖν τὸν μέλλοντα εἰς ἀνθρώπους
15ἐπιδημεῖν τὸν Χριστὸν τοῦ θεοῦ, σωτῆρα παντὸς γένους ἀνθρώπων. καὶ διδάσκαλον βαρβάρων ὁμοῦ καὶ Ἑλλήνων εὐσεβείας τῆς ἀληθοῦς καταστησόμενον.

5

Prooem

26

Τοσοῦτόν τι ἦν τὸ διάφορον τῶν ὑπὸ τοῦ θείου πνεύματος κατόχων καὶ τῶν ὑπὸ δαιμονικῆς ἐνεργείας μαντεύεσθαι προσποιου‐
μένων. εἶτα τὸ μὲν πονηρὸν δαιμόνιον, οἷα σκότου οἰκεῖον, σκότον καὶ ἀχλὺν περιβάλλον τῇ ψυχῇ διὰ τῆς ἐπιφοιτήσεως, τὸν ὑπ’ αὐτὸ207
5οἷα νεκρὸν ἐξηλάου, τοῦ κατὰ φύσιν λογισμοῦ παρενηνεγμένον οὐδ’ ἑπόμενον τοῖς λεγομένοις ἢ πραττομένοις δι’ αὐτοῦ, παντελῶς δ’ ἀναίσθητον καὶ παράφρονα, παρ’ ὃ καὶ μαντείαν ὥσπερ τινὰ μανίαν εἰκότως ἐοίκασιν τὴν τοιάνδε κατάπτωσιν ἐπικεκληκέναι.

5

Prooem

27

τὸ δέ γε ἀληθῶς καὶ ἔνθεον πνεῦμα, φωτοειδὲς μᾶλλον δὲ φῶς αὐτὸ τυγχά‐ νον, ᾗ δ’ ἂν ἐπέλθῃ ψυχῇ, καινὴν παραχρῆμα καὶ λαμπροτάτην φωτὸς ἡμέραν ἐν αὐτῇ κατειργάζετο, διαυγεστέραν τε καὶ θεωρητικωτέραν
5πολὺ πλέον νῦν ἢ πρότερον αὐτὴν αὐτῆς ἀποφαῖνον, ὥστε νήφειν καὶ ἐγρηγορέναι συνορᾶν τε πάντων μάλιστα καὶ συγκρίνειν τὰ θε‐ σπιζόμενα.

5

Prooem

28

παρ’ ὅ μοι δοκοῦμεν εὖ καὶ ἀληθῶς προφήτας ἀπο‐ καλεῖν τοὺς τοιούσδε παρὰ τὸ προφαίνειν καὶ προφωτίζειν ἐν αὐτοῖς τὸ θεῖον πνεῦμα μὴ μόνον τὰ παρόντα ἀλλὰ καὶ τῶν μελλόντων ἀληθῆ καὶ ἀκριβῆ γνῶσιν.

5

Prooem

29

Σκέψασθε δὲ εἰ μὴ πολὺ κρείττων οὗτος καὶ ἀληθὴς ὁ λόγος, φάσκων πνεῦμα θεῖον ψυχαῖς ἐπιφοιτᾶν κεκαθαρμένοις καὶ νῷ λογικῷ καὶ διαυγεῖ πρὸς ὑποδοχὴν τοῦ θείου παρεσκευασμέναις, ἢ ὁ τῶν ἐν ἀψύχῳ ὕλῃ καὶ σκοτίοις μυχοῖς ἐναποκλειόντων τὸ θεῖον ἔν τε γυ‐
5ναικῶν καὶ ἀνδρῶν οὐ καθαραῖς ψυχαῖς, ἤδη δὲ καὶ ἐπὶ κόρακας καὶ ἱέρακας καὶ ἄλλους οἰωνούς, ἐπί τε αἶγας καὶ ἄλλα ζῷα, ναὶ μὴν καὶ ἐπὶ ὑδάτων συστάσεις, ἔν τε ἡπατοσκοπίαις, καὶ αἵμασι μυσερῶν καὶ εἰδεχθῶν κνωδάλων, ἑρπετῶν τε ἰοβόλων σώμασιν, οἷον δρακόντων καὶ γαλῶν καί τινων ἄλλων τοιουτοτρόπων, δι’ ὧν τὴν τῶν μελλόντων
10πρόγνωσιν οἱ θαυμάσιοι τὸν ἐπὶ πάντων θεὸν ἐκφαίνειν ὑπειλήφασιν.

5

Prooem

30

τοῦτο δὲ ἀνδρῶν ἦν μὴ συνεωρακότων θεοῦ φύσιν, μηδέ γε θείου πνεύματος δύναμιν ἐπινενοηκότων, οὐδαμῶς μὲν ἐμφιλοχωροῦσαν ἀψύχοις ἢ ἀλόγοις ζῴοις, ἀλλ’ οὐδ’ ἐν λογικοῖς ἅπασιν, εἰ μή ποτε ἄρα ἢ μόνων ψυχῶν καὶ ἐναρέτοις ψυχαῖς, οἵους ἡμῖν ἀρτίως ὁ λόγος
5τοὺς Ἑβραίων ὑπέγραψε προφήτας, οὓς τοῦ θείου πνεύματος φαμὲν ἀξιωθῆναι, μεγάλων ἕνεκεν πραγμάτων οἰκουμένης ἁπάσης ἀνθρώπων βελτιώσει συμβαλλομένων.

5

Prooem

31

εἰ δέ ποτ’ αὐτοῖς σκιᾶς δίκην ἐπηκο‐ λούθει τὸ καὶ τὰ παρόντα τῶν μέσων καὶ ἀδιαφόρων γνωρίζειν καὶ
προλέγειν κατὰ καιρὸν τὰ ἀγνοούμενα τοῖς ἐρωτῶσιν, ἀναγκαίως καὶ τοῦτο τοῖς πάλαι αὐτοῖς πλησιάζουσιν παρεῖχον, ὡς ἂν μὴ δοκοῖεν208
5οἱ λίχνοι περὶ τὰς προγνώσεις εὐλόγως ἀποκλίνειν ἐπὶ τὰ ἔξω τῶν ἀλλοφύλων ἐθνῶν μαντεῖα σπάνει προφητῶν οἰκείων.

5

Prooem

32

Ἀλλὰ ταῦτα μὲν ὧδε τέλος ἐχέτω, τῆς ἐν τοῖς Ἑβραίων προ‐ φήταις θείας δυνάμεως ὄντα παραστατικά. ὥρα δὴ οὖν αὐτοῖς, οἷα δὴ ἐνθέοις ἀνδράσιν καὶ σοφοῖς οὐ κατ’ ἄνθρωπον γενομένοις κατ’ ἐπίπνοιαν δὲ θείου πνεύματος, πείθεσθαι διδάσκουσιν παιδεύεσθαί
5τε τὰ παρ’ αὐτοῖς δόγματα καὶ τὰς εὐσεβεῖς καὶ ἀδιαπτώτους θεο‐ λογίας, οὐκέτ’ ἀμφιβολίαν ἔχοντα, μή πη ἀρετῆς καὶ ἀληθείας ἀλλό‐ τριον ἐπάγωνται. φέρ’ οὖν ἤδη λοιπὸν ἀναλαβόντες ἐξ ὑπαρχῆς τὸν λόγον, τὴν ἐν τοῖς εὐαγγελίοις περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ θεολογίαν ἀπὸ τῆς προφητικῆς μαρτυρίας πιστωσώμεθα.

5

Prooem

33

ἡ μὲν οὖν εὐαγγελικὴ μαρτυρία ὧδε τὸν Χριστὸν θεολογεῖ· «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»· καλεῖ δὲ αὐτὸν καὶ φῶς νοερόν, καλεῖ δὲ καὶ κύριον, ὥσπερ οὖν καὶ θεόν.

5

Prooem

34

καὶ ὁ θεσπέσιος δὲ Παῦλος, οἷα τοῦ Χριστοῦ μαθητὴς ὢν καὶ ἀπό‐ στολος, συνᾴδει τῇ θεολογίᾳ, ταῦτα περὶ αὐτοῦ διεξιών· «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς,
5εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι. τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα δι’ αὐτοῦ συνέστηκεν». κέκληται καὶ «θεοῦ δύναμις» καὶ «θεοῦ σοφία». αὐτὰ δὴ οὖν ταῦτα πρόκειται καὶ νῦν ἀπὸ τῶν παρὰ Ἑβραίοις προφητικῶν γραφῶν ἐξανθίσασθαι, ὡς ἂν διὰ τῆς ἐν
10ἑκατέροις τοῖς μέρεσι συμφωνίας ἡ τοῦ ἀληθοῦς ἀπόδειξις παρα‐ σταθείη.

5

Prooem

35

Χρὴ δὲ μὴ ἀγνοεῖν ὅτι οἱ μὲν θεῖοι χρησμοί, πολὺ τὸ καὶ πρὸς λέξιν καὶ πρὸς διάνοιαν ὑπερφυὲς τῇ Ἑβραίων φωνῇ περιέχοντες, διαφόρου τῆς ἐπὶ τὸ Ἑλληνικὸν ἑρμηνείας τετυχήκασιν τοῦ δυσθεω‐ ρήτου χάριν. ἑβδομήκοντα δ’ οὖν ἄνδρες ἀθρόως Ἑβραῖοι συμφώνως
5αὐτὰς μεταβεβλήκασιν, οἷς μάλιστα τὸν νοῦν προσέξομεν, ὅτι δὴ καὶ τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ τούτοις κεχρῆσθαι φίλον.

5

Prooem

36

εἰ δέ που
γίνοιτο χρεία, οὐδὲ τὰς τῶν μετὰ ταῦτα νεωτέρων ἑρμηνευτῶν ἐκ‐ δόσεις, αἷς φίλον εἰσέτι νῦν Ἰουδαίοις χρῆσθαι, παραιτησόμεθα, ὡς ἂν πανταχόθεν τὰ τῆς ἀποδείξεως ἡμῖν βεβαιοτέρας τύχοι παραστά‐209
5σεως. τούτων ἡμῖν πεπροοιμιασμένων, καὶ τῶν ἐνθέων φωνῶν ἤδη λοιπὸν ἐφαψώμεθα.

5

.

1

.

1

Ἀπὸ τῶν Παροιμιῶν〉. «Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. φόβος κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν· μεμίσηκα δὲ ἐγὼ διε‐ στραμμένας ὁδοὺς κακῶν. ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ
5ἰσχύς· δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται γράφουσι δικαιο‐ σύνην· δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι’ ἐμοῦ κρα‐ τοῦσι γῆς. ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιο‐ σύνη.

5

.

1

.

2

βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν, τὰ δὲ ἐμὰ γεννήματα κρεῖσσον ἀργυρίου ἐκλεκτοῦ. ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἐν ὁδοῖς δικαιοσύνης ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν·
5〈ἐὰν〉 ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι,

5

.

1

.

3

πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδά‐ των, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ’ οὐρανόν. ἡνίκα ἡτοίμαζεν ... τὸν ἑαυτοῦ θρόνον ἐπ’ ἀνέμων· ἡνίκα
5ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανόν, ἐν τῷ τιθέναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσεται στόμα αὐτοῦ· ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην ᾗ προσέχαιρεν, καθ’ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο
10τὴν οἰκουμένην συντελέσας καὶ ἐνηυφραίνετο ἐν υἱοῖς ἀνθρώπων.»

5

.

1

.

4

Ἡ πρὸ τῶν γενητῶν θεία καὶ πανάρετος οὐσία, ἡ νοερὰ καὶ πρωτότοκος τῆς ἀγενήτου φύσεως εἰκών, ὁ γνήσιος καὶ μονογενὴς τοῦ τῶν ὅλων θεοῦ υἱός, πολυώνυμός τις ὢν καὶ διὰ πλείστων
προσρήσεων θεολογούμενος, τῷ τῆς σοφίας ἐπὶ τοῦ παρόντος ἀξιώ‐210
5ματί τε καὶ προσηγορίᾳ τετίμηται· λόγον δὲ θεοῦ αὐτὸν καὶ φῶς καὶ ζωὴν καὶ ἀλήθειαν καὶ ἐπὶ πᾶσι «Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν» προσαγορεύειν μεμαθήκαμεν.

5

.

1

.

5

ἤδη οὖν τὰ μετὰ χεῖρας αὐτὸς περὶ ἑαυτοῦ, ὡς ἂν θεοῦ σοφία ζῶσα καὶ καθ’ αὑτὴν ὑφεστῶσα, διὰ τοῦ σοφωτάτου Σολομῶνος διεξέρχεται· «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην», καὶ τὰ τούτοις
5ἐπαγόμενα λέγων.

5

.

1

.

6

ἀλλὰ καὶ ὡς τὴν τῶν ὅλων διοίκησιν καὶ πρό‐ νοιαν ἀναδεδεγμένος ἐπιφέρει· «δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην· δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται». εἶτα εἰπὼν μνημονεύσειν τὰ ἐξ αἰῶνος, ἐπάγει λέγων· «κύριος ἔκτισέν
5με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με». δι’ ὧν ὁμοῦ καὶ γενητὸν ἑαυτόν, οὐχὶ δὲ τὸν αὐτὸν ὄντα τῷ ἀγενήτῳ διδάσκει, πρὸ παντὸς αἰῶνος οὐσιωμένον, θεμελίου τε τρό‐ πον τῶν γενητῶν ἁπάντων προβεβλημένον.

5

.

1

.

7

ὅθεν τὸν θεῖον ἀπό‐ στολον εἰκὸς ὁρμώμενον περὶ αὐτοῦ φάναι· «ὅς ἐστιν εἰκὼν τοῦ ἀορά‐ του, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς». πρωτότοκος μὲν γὰρ πάσης
5ἀνείρηται κτίσεως κατὰ τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». νοοῖτο δ’ ἂν εἰκότως εἰκὼν τοῦ θεοῦ, ὡς ἂν γέννημα τῆς ἀγεννήτου φύσεως τυγχάνον·

5

.

1

.

8

τοῦτο δ’ οὖν ἐν τοῖς μετὰ χεῖρας ὁμολογεῖ δι’ ὧν φησιν· «πρὸ τοῦ ὄρη ἑδρασθῆναι», καὶ «πρὸ δὲ πάν‐ των βουνῶν γεννᾷ με», ἔνθεν αὐτὸν υἱὸν μονογενῆ καὶ πρωτότοκον τοῦ θεοῦ λόγον ἀναγορεύομεν, τὸν αὐτὸν ὄντα τῇ δηλουμένῃ σοφίᾳ.
5 Ὅπως δὲ γέννημα θεοῦ αὐτὸ εἶναι φαμέν, ἰδίας ἂν δέοιτο ἐξε‐ τάσεως, ἐπεὶ μήτε κατὰ προβολὴν μήτε κατὰ διάστασιν ἢ διαίρεσιν ἢ μείωσιν ἢ τομήν, ἢ κατά τι ὅλως τῶν ἐπὶ τῆς θνητῆς γενέσεως ἐπι‐ τελουμένων, τὴν ἀπόρρητον αὐτοῦ γενεσιουργίαν ἐπινοοῦμεν.

5

.

1

.

9

οὐδὲ γὰρ θέμις τῶν ἐν γενητοῖς τισιν τὴν ἄρρητον καὶ ἀκατονόμαστον αὐτοῦ γένεσίν τε καὶ οὐσίωσιν ἀφομοιοῦν, οὐδέ τινα τῶν ἐπικαίρων καὶ θνητῶν παραβάλλειν αὐτῷ εἰκόνα, ἐπεὶ μηδὲ κατὰ τὰς παρ’ ἡμῖν
5τῶν ζῴων γενέσεις, οὐσίαν ἐξ οὐσίας κατὰ πάθος ἢ διαίρεσιν μερι‐ στὴν καὶ χωριστήν, ἐκ τοῦ πατρὸς προ[σ]εληλυθέναι τὸν υἱὸν φάναι ὅσιον.

5

.

1

.

10

ἀμερὲς γὰρ καὶ ἄτομον τὸ θεῖον, οὐ τεμνόμενον, οὐ διαι‐ ρούμενον, οὐκ ἐκτεινόμενον, οὐ συστελλόμενον, οὐ μειούμενον, οὐ μεῖζον, οὐ χεῖρον, οὐ κρεῖττον αὐτοῦ γινόμενον, οὐκ ἔχον ἐν ἑαυτῷ ἕτερόν τι αὐτοῦ, ἵνα καὶ πρόηται τοῦτο.
211

5

.

1

.

11

πᾶν γὰρ τὸ ἔν τινι ὂν ἢ ὡς συμβεβηκός, οἷον λευκὸν ἐν σώματι, ἢ ὡς ἕτερον ἐν ἑτέρῳ τυγχάνει, ὡς τὸ ἐν τῇ κυοφορούσῃ κατὰ γαστρὸς κυοφορούμενον, ἢ ὡς μέρος ἐν τῷ ὅλῳ, ὡς ἂν ἐν σώματι χεὶρ ἢ ποὺς ἢ δάκτυλος τοῦ
5παντὸς ὄντα μέρη, ὧν ἀποκοπὴν ἤ τινα τομὴν ἢ διαίρεσιν πεπον‐ θότων, ἀτελὲς καὶ κολοβόν, ὡς ἂν τοῦ μέρους ἠκρωτηριασμένου, ἀπολέλειπται τὸ πᾶν.

5

.

1

.

12

ἀλλὰ γὰρ καὶ τὸ εἰκόνι τοιᾷδε καὶ ὁμοιώσει χρῆσθαι ἐπὶ τῆς ἀγενήτου φύσεως τοῦ τῶν ὅλων θεοῦ καὶ τῆς τοῦ μονογενοῦς αὐτοῦ καὶ πρωτοτόκου γενέσεως πάντων ἂν εἴη ἀσεβέ‐ στατον.

5

.

1

.

13

οὐ τοίνυν ὡς ἕτερον ἐν ἑτέρῳ ἐξ ἀπείρων καὶ ἀνάρχων αἰώνων ἦν ὁ υἱὸς ἀγένητος ἐν τῷ πατρί, μέρος ὢν αὐτοῦ ὃ μετα‐ βληθὲν ὕστερον καὶ κενωθὲν ἐκτὸς αὐτοῦ γέγονεν· τροπῆς γὰρ ἤδη τοῦτο οἰκεῖον, καὶ δύο γ’ ἂν οὕτως ἀγένητα εἶεν, τὸ προβεβληκὸς
5καὶ τὸ προβεβλημένον. καὶ τίς ἦν κατάστασις κρείττων; ἆρα ἡ πρὸ τῆς τροπῆς, 〈πρὸ〉 τῆς κατὰ τὴν προβολὴν διαστάσεως; οὔκουν ὡς μέρος ἢ μέλος, ἀγενήτως ἡνωμένον ἀεὶ πρότερον, ἔπειτα δὲ διαστὰν καὶ χωρὶς γενόμενον τοῦ ὅλου, τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς οἷόν τε ἐπινοεῖν.

5

.

1

.

14

ἄρρητα γὰρ καὶ ἄντικρυς ἀσεβῆ ταῦτα, ὕλης μὲν ὄντα σωμάτων οἰκεῖα, τῆς δ’ ἀσωμάτου καὶ ἀύλου φύσεως ἀλλότρια. Διὸ κατὰ καιρὸν εἰκότως ἄν τις ἐνταῦθα πάλιν τὸ «τὴν γένεσιν αὐτοῦ τίς διηγήσεται» ἀναφθέγξαιτο ἄν,

5

.

1

.

15

ἐπειδὴ καὶ τὴν ἐναντίαν ἐλθεῖν οὐκ ἀκίνδυνον καὶ ἁπλῶς οὕτως ἐξ οὐκ ὄντων γενητὸν τὸν υἱὸν τοῖς λοιποῖς γενητοῖς ὁμοίως ἀποφήνασθαι· ἄλλη γὰρ υἱοῦ γένεσις καὶ ἄλλη ἡ διὰ τοῦ υἱοῦ δημιουργία.

5

.

1

.

16

ἀλλὰ γὰρ ὥσπερ ἡ θεία γραφὴ τοτὲ μὲν «πρωτότοκον πάσης κτίσεως» τὸν υἱὸν ἀναγορεύει, ἐξ αὐτοῦ προσώπου τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ» φάσκουσα, τοτὲ δὲ γέννημα τοῦ πατρὸς εἶναι λέγει κατὰ τὸ «πρὸ δὲ πάντων βουνῶν
5γεννᾷ με»,

5

.

1

.

17

ταύτῃ καὶ ἡμῖν ἕπεσθαι ὑγιῶς ἂν ἔχοι καὶ τὸ πρὸ πάν‐ των αἰώνων εἶναι, λόγον ὄντα θεοῦ δημιουργικόν, καὶ τῷ πατρὶ συνεῖναι, μονογενῆ τε υἱὸν εἶναι τοῦ τῶν ὅλων θεοῦ, ὑπουργόν τε καὶ συνεργὸν τῷ πατρὶ τῆς τῶν ὅλων οὐσιώσεώς τε καὶ διακοσμή‐
5σεως γεγενημένον ὁμολογεῖν.

5

.

1

.

18

εἰ γὰρ οὖν καὶ ἄλλο τι ἄρρητον καὶ ἀκατάληπτον ἡμῖν ἐν τῇ τῶν ὅλων ἀπολέλειπται φύσει (μυρία δὲ τὰ τοιαῦτα, ὁποῖα καὶ τὰ τοῖς θεοφιλέσιν ἐπηγγελμένα τυγχάνει, «ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου
212
5οὐκ ἀνέβη», κατὰ τὸν ἱερὸν ἀπόστολον), πολὺ πρότερον πάσης ἐν‐ νοίας ἐπέκεινα, ἄρρητα καὶ ἀκατονόμαστα, ἀνεπινόητά τε καὶ ἀνεν‐ θύμητα γένοιτο ἂν τὰ περὶ τῆς πρώτης τοῦ μονογενοῦς τοῦ θεοῦ γενέσεως, ἄλλο μηδὲν πλέον ἐχόντων ἡμῶν περὶ αὐτοῦ λέγειν τε καὶ νοεῖν ἢ «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;»
10 Εἰ δέ τις τούτου περαιτέρω χωρῶν τόλμῃ προαχθείη τὰ πάντη ἀπερινόητα ὁρατικοῖς καὶ σωματικοῖς παραβάλλειν ὑποδείγμασιν, τάχα ἂν εἴποι 〈ἐκ〉 τῆς τοῦ πατρὸς ἀγενήτου φύσεως καὶ τῆς ἀνεκφράστου οὐσίας ὥσπερ εὐωδίαν τινὰ καὶ φωτὸς αὐγὴν τὸν υἱὸν ἐξ ἀπείρων αἰώνων μᾶλλον δὲ πρὸ πάντων αἰώνων ὑποστῆναι, γενόμενόν τε
15συνεῖναι καὶ συγγενόμενον ἀεὶ τῷ πατρὶ ὡς τῷ μύρῳ τὸ εὐῶδες καὶ τῷ φωτὶ τὴν αὐγήν· ἀλλ’ οὐ τοῖς ὑποδείγμασιν κατὰ πάντα τρόπον ὁμοίως, ὥσπερ οὖν ἤδη πρότερον εἴρηται.

5

.

1

.

19

τὰ μὲν γὰρ ἄψυχα σώ‐ ματα τὸ συμβεβηκὸς ἐν ποιότησι κέκτηνται· ἥ τε γὰρ αὐγή, σύμφυτος οὖσα τῇ τοῦ φωτὸς φύσει καὶ οὐσιωδῶς συνυπάρχουσα τῷ φωτί, οὐκ ἂν δύναιτο ἐκτὸς ὑφεστάναι τοῦ ἐν ᾧ ἐστιν· ὁ δέ γε τοῦ θεοῦ λόγος
5καθ’ ἑαυτὸν οὐσίωταί τε καὶ ὑφέστηκεν, καὶ οὐκ ἀγενήτως συνυπ‐ άρχει τῷ πατρί, ἀλλ’ ὡς μονογενὴς υἱὸς μόνος πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένος· ἥ τε εὐωδία, ἀπορροή τις οὖσα σωματικὴ τοῦ ὑποκειμένου καὶ οὐ καθ’ ἑαυτὴν ἐκτὸς τοῦ πρώτου αἰτίου τὸ πλησιάζον πληροῦσα, οὐδὲν ἧττον σωματικὴ οὖσα καὶ αὐτὴ
10τυγχάνει.

5

.

1

.

20

οὐ ταύτῃ οὖν ἡμῖν νοηθήσεται καὶ τὰ περὶ τῆς πρώτης οὐσιώσεως τοῦ σωτῆρος ἡμῶν. οὐδὲ γὰρ ἐξ οὐσίας τῆς ἀγενήτου κατά τι πάθος ἢ διαίρεσιν οὐσιωμένος, οὐδέ γε ἀνάρχως συνυφέστηκεν τῷ πατρί, ἐπεὶ ὁ μὲν ἀγέννητος ὁ δὲ γεννητός, καὶ ὁ μὲν πατὴρ ὁ
5δὲ υἱός, προϋπάρχειν δὲ καὶ προϋφεστάναι πατέρα υἱοῦ πᾶς ὅστις οὖν 〈ἂν〉 ὁμολογήσειεν.

5

.

1

.

21

εἴη δ’ ἂν ταύτῃ καὶ εἰκὼν θεοῦ, ἀρρήτως πάλιν καὶ ἀνεπιλογίστως ἡμῖν, ζῶντος θεοῦ ζῶσά τις καὶ καθ’ αὑτὴν ὑφεστῶσα ἀύλως καὶ ἀσωμάτως καὶ τοῦ ἐναντίου παντὸς ἀμιγῶς, ἀλλ’ οὐχ οἵα τις πάλιν ἡ παρ’ ἡμῖν εἰκών, ἕτερον μὲν ἔχουσα τὸ
5κατ’ οὐσίαν ὑποκείμενον, ἕτερον δὲ τὸ εἶδος, ἀλλ’ ὅλον αὐτὸ εἶδος ὥν, καὶ αὐτοουσίᾳ τῷ πατρὶ ἀφομοιούμενος. οὕτω δὲ καὶ ζωτικω‐
τάτη τοῦ πατρὸς εὐωδία τυγχάνει, ἀρρήτως ἡμῖν πάλιν καὶ ἀνεπιλο‐ γίστως,213

5

.

1

.

22

ἐπεὶ καὶ πάντα, ὅσα ἐστὶν περὶ αὐτὸν ἀληθῆ, ἄρρητα ἂν εἴη ἀνθρώπων φωναῖς καὶ λογισμοῖς θνητῶν ἀνεπιλόγιστα κατὰ τὸν ἀκριβῆ λόγον. ἀλλὰ γὰρ ὡς ἡμῖν ἀκούειν φίλον, τοιῶσδε καὶ τὰ λόγια παιδεύει.

5

.

1

.

23

ἢ οὐχὶ καὶ «Χριστοῦ εὐωδίαν» αὐτὸς ἑαυτὸν καὶ τοὺς αὐτῷ παραπλησίους ὁ ἱερὸς ἀπόστολος προσεῖπεν διὰ τὴν τοῦ Χριστοῦ πνεύματος μετοχήν, «μύρον τε ἐκκενωθὲν» ὁ οὐράνιος νυμ‐ φίος ἐν τοῖς Ἄισμασιν ἀνηγόρευται;
5 Διὸ τῆς αὐτοῦ ἐκκενώσεως τὰ πάντα ὁρατά τε καὶ ἀόρατα σώματά τε καὶ ἀσώματα λογικά τε καὶ ἄλογα μετασχόντα, ἀναλόγως κατηξίωται ... μετουσίας, καὶ τῆς τοῦ θείου λόγου μετείληφεν κοινωνίας.

5

.

1

.

24

ταύτης γε τῆς ἐνθέου πνοῆς τὴν ἀντίληψιν τοῖς τὰς λογικὰς αἰσθή‐ σεις μὴ πεπηρωμένοις ὁ σύμπας ἀποδίδωσι κόσμος, ὡς τὰ τῇ φύσει γεώδη καὶ φθαρτὰ σώματα τῆς ἀύλου καὶ ἀκηράτου εὐωδίας ἀποπνεῖν, πηγάζοντος μὲν ἄνωθεν τοῦ τῶν ὅλων θεοῦ, ὃς τοῦ μονογενοῦς
5αὐτοῦ λόγου πατὴρ ὢν αὐτὸς ἂν εἴη τὸ πρῶτον καὶ κύριον καὶ μόνον ἀληθῶς ἀγαθόν, ἀγαθοῦ γεννητικόν, δευτερεύοντος δὲ καὶ ὡς ἂν ἀπὸ πρώτης καὶ ἡγουμένης οὐσίας ἐπιχορηγουμένου τοῦ υἱοῦ, ὃς καὶ μόνος τῆς πατρικῆς 〈οὐσίασ〉 εὐωδία τις ἡμῖν ἀνείρηται, δουλεύουσι λογίῳ παιδεύοντι περὶ αὐτοῦ, ὅτι δὴ «ἀτμίς ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως,
10καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής, καὶ ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ».

5

.

1

.

25

Πλὴν ἀλλὰ ταῦτα, ὅπη ἄν τις καὶ θέλοι, ταύτῃ τιθέσθω· ἡμῖν δὲ ἐξαρκεῖ τὸ ἀληθὲς ἐκεῖνο καὶ εὐσεβὲς αὖθις ἐπαναλαμβάνειν ῥῆμα, δι’ οὗ καὶ τὴν λύσιν ἐπιθήσομεν τοῖς ἐζητημένοις, πολλάκις ἤδη ἐπει‐ πόντες· «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται»; ἀνέφικτος γὰρ ὡς ἀλη‐
5θῶς, καὶ οὐκ ἀνθρώποις μόνον ἀλλὰ καὶ ταῖς πάσης ἐπέκεινα οὐσίας δυνάμεσιν, ἡ τοῦ μονογενοῦς τοῦ θεοῦ τυγχάνει γένεσις, ὥσπερ οὖν καὶ αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, τοὺς οἰκείους μαθητὰς αὐτὰ δὴ ταῦτα μυσταγωγῶν, «οὐδεὶς ἔγνω», φησίν, «τὸν πατέρα εἰ μὴ ὁ υἱός»,

5

.

1

.

26

ᾧ καὶ ἐπιλέγει· «καὶ οὐδεὶς ἔγνω τὸν υἱὸν εἰ μὴ ὁ πατήρ». Ἀγνώστου τοίνυν ὁμοίως τῆς τε περὶ τοῦ πατρὸς καὶ τῆς περὶ τοῦ υἱοῦ θεολογίας τοῖς πᾶσιν πλὴν αὐτοῖς τυγχανούσης, ὡς ἐν ἀπορ‐
ρήτοις ἐν ταῖς παρατεθείσαις τοῦ Σολομῶνος λέξεσιν τῆς σοφίας214
5ἀκουστέον λεγούσης· «πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με».

5

.

1

.

27

ἔτι δέ φησιν συμπαρεῖναι τῷ πατρὶ τὸν οὐρανὸν κατασκευάζοντι· «ἡνίκα» γοῦν «ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ», καὶ τὸ ἐξ ἀπείρων δὲ αἰώνων ἀίδιον τῆς σὺν πατρὶ διαμονῆς ἐμφαίνει, οἷς ἐπιλέγει· «ἤμην παρ’ αὐτῷ
5ἁρμόζουσα, ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ’ ἡμέραν».

5

.

1

.

28

ἀβύσσους δὲ καὶ πηγὰς ὑδάτων, ὄρη τε καὶ βουνούς, καὶ ὅσα ἄλλα κατὰ τὸν τόπον κοινοῖς ῥηματίοις ἐπωνόμασται, ἤτοι περὶ τῆς τοῦ κόσμου συστά‐ σεως, ἐκ μέρους τὸ πᾶν δηλοῦντος, ἀκουστέον, ἢ τροπικώτερον ἐκ‐
5ληπτέον, ταῦτα μεταφέροντα τὰ σημαινόμενα ἐπὶ νοητὰς οὐσίας καὶ θείας· δυνάμεις, ὧν πάντων πρωτότοκος σοφία καὶ μονογενὴς καὶ πρωτόγονος τοῦ θεοῦ προϋπέστη λόγος, ὅντινα Χριστὸν ἡμεῖς προσ‐ αγορεύομεν, διδασκάλῳ μαθητευόμενοι τῷ ἀποστόλῳ λέγοντι· «Χρι‐ στὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία».
10 Κέκληται δὲ ἐνταῦθα τῷ τῆς σοφίας εἰκότως προσρήματι, ὡς τοῦ μόνου σοφοῦ πατρὸς τὰς πανσόφους καὶ ἐπιστημονικὰς τῶν ὅλων θεωρίας τε καὶ δυνάμεις ἐν αὐτῷ καταβεβλημένου, καὶ τῶν γεννητῶν ἁπάντων τὰς φύσεις ὁμοῦ καὶ τὰς οὐσίας πανσόφως τοῖς ἐν αὐτῷ νοήμασιν ὑποστησαμένου, πάντα τε σοφῶς δι’ αὐτοῦ δημιουργοῦντος
15καὶ ἀπευθύνοντος, τά τε ὄντα τά τε ἐσόμενα τά τε προόντα, ὡς εἰ‐ κότως τὴν ἐν ψαλμοῖς θεολογίαν ἀναφωνεῖν τά τε ἄλλα καὶ τὸ «ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας». ὡς καὶ Δαβίδ, ὁ τοῦ Σολομῶντος πατήρ, βασιλεὺς ἅμα γεγονὼς καὶ προφή‐ της, οἶδέ τινα ἀγαπητὸν τοῦ θεοῦ, καὶ τοῦτον μετὰ τὸν ἀνωτάτω
20θεὸν βασιλέα ὁμοῦ καὶ χριστὸν καὶ θεὸν δεύτερον ἀναγορεύει ἐν μδʹ ψαλμῷ, τὰ ὅμοια ἡμῖν περὶ τοῦ Χριστοῦ δοξάζων. 〈Ψαλμοῦ μδʹ〉. «Εἰς τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ». Σημείωσαι πρῶτον, ὡς ἀγαπητὸν οἶδε τοῦ θεοῦ, δεύτερον ὡς «εἰς
25σύνεσιν» τῶν λεχθησομένων τὸν ἀκροατὴν παρορμᾷ, τρίτον «ὑπὲρ τῶν ἀλλοιωθησομένων» εἴρηται διὰ πλείστας αἰτίας, διά τε τὴν ἐκ θεοῦ εἰς ἀνθρώπους τοῦ δηλουμένου ἀγαπητοῦ ἀλλοίωσιν καὶ διὰ τὴν 〈ἐκ〉 τῆς
ἐν ἀνθρώποις αὐτοῦ μεταβολῆς μετὰ ταῦτα εἰς θεὸν ἀποκατάστασιν, ναὶ μὴν καὶ διὰ τοὺς ἐκ πλάνης εἰς τὸν κατὰ εὐσέβειαν τρόπον διὰ τῆς215
30αὐτοῦ διδασκαλίας ὅσον οὔπω μεταβληθησομένους. «ἀγαπητὸν» δὲ τίνα ἂν εἴποι τις τοῦ ἐπὶ πάντων θεοῦ ἢ τὸν ἀγγέλων καὶ πνευμάτων καὶ πάσης λογικῆς οὐσίας πολὺ κρείττονα, τὸν μονογενῆ καὶ «πρω‐ τότοκον πάσης κτίσεως», ὃν ἀρτίως σοφίαν θεοῦ καὶ γέννημα πρὸ παντὸς αἰῶνος οὐσιωμένον κατὰ τὰ προηγορευμένα μεμαθήκαμεν.
35σαφῶς γὰρ τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἀγαπητὸν τοῦ πατρὸς ἀνη‐ γόρευσε φωνὴ φωνήσασα κατὰ τὰ ἐν εὐαγγελίοις γεγραμμένα· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα». τοῦτον δὴ οὖν αὐ‐ τὸν καὶ ὁ παρὼν ὑποσημαίνει ψαλμός, «ὑπὲρ τοῦ ἀγαπητοῦ» τὴν προ‐ γραφὴν ἔχων, μεθ’ ἣν ἐπιλέγει· «ἐξηρεύξατο ἡ καρδία μου λόγον
40ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ· ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώ‐ πων». ταῦτα μὲν οὖν ἀρχόμενος ὁ προφήτης, μᾶλλον δὲ τὸ θεῖον ἐν αὐτῷ πνεῦμα, ὡς ἐν προοιμίῳ διεξῆλθεν, ἑξῆς δὲ εἰς πρόσωπον αὐτῷ δὴ τῷ προαναγραφέντι ἀγαπητῷ τοῦ θεοῦ ἐπιφωνεῖ λέγων·
45«ἐξεχύθη χάρις ἐν χείλεσί σου· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς εἰς τὸν αἰῶνα. περιζώσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον, καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. τὰ βέλη σου ἠκονημένα, δυνατέ· λαοὶ

5

.

1

.

28

(50)

ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως». το‐ σαῦτα εἰπὼν περὶ τῆς ἐνθέου καὶ βασιλικῆς ἀξίας τε καὶ ἀρετῆς τοῦ ἀγαπητοῦ, μηδέπω δ’ ἐκφήνας τὸν δηλούμενον, ἤδη λοιπὸν ἀποκη‐ ρύττει ἀναφανδόν, ὡς ἄρα θαυμάσιός τις εἴη καὶ κρείττων ἢ κατὰ ἄνθρωπον οὗτος ὁ διὰ τῆς προγραφῆς τοῦ ψαλμοῦ δηλούμενος ἀγα‐
55πητὸς τοῦ θεοῦ· θεότητι γοῦν καὶ βασιλείᾳ τινὶ διαφέροντα καὶ ἐξαιρέτῳ χρίσματι οὐ πρὸς ἀνθρώπων, πρὸς αὐτοῦ δὲ τοῦ ἐπὶ πάν‐ των θεοῦ τετιμῆσθαι αὐτόν φησι διὰ τούτων· «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε
60ὁ θεὸς ὁ θεός σου ἔλαιον χαρᾶς ἀπὸ ἑταίρων σου». ἔνθα ἐπι‐ στήσεις, ὡς ἐν μὲν τῷ προτέρῳ στίχῳ θεὸν αὐτὸν ἀναγορεύει,

5

.

2

.

1

ἐν δὲ τῷ δευτέρῳ σκήπτρῳ βασιλικῷ τιμᾷ, ἐν δὲ τῷ τρίτῳ τὴν
κατ’ ἀρετὴν αὐτῷ τελείωσιν μαρτυρεῖ, εἶτ’ ἐπὶ τούτοις αὐτὸν δὴ τοῦτον τὸν θεὸν καὶ βασιλέα κεχρῖσθαι πρὸς τοῦ ἀνωτάτου διδάσκει θεοῦ, καὶ ταύτῃ γε Χριστὸν γεγονέναι. τί γὰρ ἂν καὶ ὀνομάσαιτό216
5τις τὸν μὴ ὑπ’ ἀνθρώπων μὲν ὑπ’ αὐτοῦ δὲ τοῦ ἐπὶ πάντων θεοῦ κεχρισμένον; ἐπὶ τούτῳ γοῦν φησίν· ὦ θεέ (πρὸς τὸν χρισθέντα ἀποτεινόμενος) «ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο γὰρ ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου»,

5

.

2

.

2

ὡσεὶ ἔλεγεν, ὁ ἐπὶ πάντων θεὸς ἔχρισέν σε «ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου», ὥστε οὐδὲ κοινὸν καὶ γεῶδες τὸ δηλούμενον τοῦτο χρῖσμα ἦν οὐδ’ ὅμοιον τῷ παρὰ Μωσεῖ νενομοθετημένῳ, φθαρτῆς ἐξ ὕλης κατεσκευασμένῳ, ᾧ
5φίλον· ἦν τοὺς παλαιοὺς ἑβραίους ἱερέας καὶ βασιλέας χρίεσθαι.

5

.

2

.

3

ἔνθεν ἡμῖν εἰκότως καὶ θεὸς ὁμοῦ καὶ Χριστὸς ἀνηγόρευται, ὡς ἂν μόνος μὴ δι’ ἀνθρώπων μηδ’ ἐξ ἀνθρώπων, πρὸς αὐτοῦ δὲ τοῦ τῶν ὅλων ποιητοῦ, τῆς ἐνθέου χαρᾶς καὶ ἀγαλλιάσεως ἀσωμάτῳ καὶ θεο‐ πρεπεῖ χρίσματι κεχρισμένος.

5

.

2

.

4

διόπερ ἐνδίκως μόνος, ἀκάκως μόνος, ἀγαθῶς καὶ κυρίως παρὰ τοὺς ὀνομαζομένους αὐτοῦ μετόχους Χριστὸς 〈ἂν〉 ἀναγορευθείη. οἱ μέτοχοι δὲ αὐτοῦ τίνες ἂν εἶεν ἢ οἱ οἷοί τε λέγειν· «μέτοχοι γὰρ γεγόναμεν Χριστοῦ»; περὶ ὧν εἴρηται· «μὴ ἅπτε‐
5σθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε».

5

.

2

.

5

Καὶ δὴ πεφηνότος διὰ τούτων σαφῶς τοῦ Χριστοῦ ἀγαπητοῦ καὶ θεοῦ καὶ βασιλέως, ὥρα σε ζητεῖν, ὁ τηλικοῦτος πῶς ἐχθροὺς ἔχειν λέγεται, καὶ τίνας καὶ δι’ ἣν αἰτίαν, καθ’ ὧν τὰ ἑαυτοῦ βέλη καὶ τὴν ἑαυτοῦ ῥομφαίαν ἠκονήσατο, ὅπως τε οὐ δι’ ὁπλιτικῆς παρατάξεως,
5ἀλλ’ «ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης» μυρίους ὑπηγά‐ γετο ἑαυτῷ λαούς.

5

.

2

.

6

ζητοῦντα δὲ ἀκριβῶς ταῦτα καλῶς ἂν ἔχοι μετα‐ φέρειν αὐτὰ ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ἀνατρέχοντα ἐπὶ τὰ διεξωδευμένα περὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ παρόδου, καθ’ ἣν τὰς ἐχθρὰς καὶ ἀοράτους δυνάμεις τῶν μοχθηρῶν
5καὶ λυμαντικῶν δαιμόνων τῶν τε πονηρῶν καὶ ἀκαθάρτων πνευ‐ μάτων τροπωσάμενος, μυρίους ὅσους ἑαυτῷ λαοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν συνεστήσατο. ὃν καὶ Χριστὸν ἀληθῆ προσήκοι ἂν τοῦ θεοῦ ἐντεῦθεν ἀναγορεύειν, οὐ κοινῷ μὲν ἐλαίῳ τοῖς πάλαι συνήθως χρι‐ σθέντα (οὐ γοῦν ἱστορεῖταί τι περὶ αὐτοῦ τοιοῦτον), κρείττονι δὲ καὶ
10ἐνθέῳ χρίσματι, παρ’ ὃ δὴ καὶ διὰ Ἡσαΐου φησίν· «πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με»,

5

.

2

.

7

ὅθεν καὶ μᾶλλον ἁπάντων τῶν πώποτε παρ’ Ἑβραίοις σωματικώτερον χρισθέντων μόνος ἀνὰ πᾶσαν τὴν οἰκου‐ μένην Χριστὸς παρὰ τοῖς πᾶσιν βεβόηται, καὶ τῆς ἐξ αὐτοῦ Χριστια‐ νῶν προσηγορίας τὴν σύμπασαν ἔπλησεν οἰκουμένην. ὅπως δὲ φαμὲν
217
5αὐτὸν κεχρῖσθαι καὶ τί τὸ χρῖσμα καὶ τίς ὁ τῆς χρίσεως τρόπος αὐτ‐ άρκως ἐν τῷ πρὸ τούτου συγγράμματι διειλήφαμεν.

5

.

2

.

8

τούτου δὲ ἐν τοῖς χείλεσιν καὶ ἐν τῇ διδασκαλίᾳ τοσαύτη κατεχύθη χάρις, ὡς ἐν ὀλίγῳ πάντα τόπον ἐμπλῆσαι τῆς πρὸς αὐτοῦ καταγγελ〈θ〉είσης εὐσε‐ βείας, ὥστε ἤδη ἐν πᾶσιν ἔθνεσιν παρὰ τοῖς τὴν διδασκαλίαν αὐτοῦ
5μετιοῦσιν, ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ, καὶ βασιλέως καὶ θεοῦ δόξαν περιβεβλῆσθαι καὶ παρὰ πᾶσιν ἀνθρώποις Χριστὸν ἀνα‐ γορεύεσθαι.

5

.

2

.

9

πρόδηλοι δὲ καὶ οἱ ἐχθροί, οὐ μόνον οἱ πρὶν γεγονότες αὐτοῦ, ἀλλὰ καὶ οἱ ἀεὶ προσπολεμοῦντες αὐτοῦ τῷ λόγῳ, εἴτε ἐν ἀνθρώποις εἴτε καὶ ἐν ἀοράτοις δυνάμεσιν, οὓς ἀοράτῳ καὶ λεληθυίᾳ δυνάμει πάντοτε καθαιρῶν ἐξ ἁπάντων τῶν ἐθνῶν παντοίους ἑαυτῷ
5λαοὺς ὑποχειρίους πεποίηται.

5

.

2

.

10

τὰ δὲ ἑξῆς ἐν τῷ ψαλμῷ· «σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου», τά τε ἐπὶ τούτοις, ὡς περὶ βασιλίδος δηλούμενα καὶ θυγατρὸς τὸν πατρῷον οἶκον ἀπολι‐ πούσης καὶ τῷ προδηλωθέντι Χριστῷ καὶ βασιλεῖ καὶ θεῷ νυμφευ‐
5θείσης κύριόν τε αὐτὸν ἀναγορευούσης, ἐπὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, τὴν πατρῴαν καὶ δαιμονικὴν ἀποστραφεῖσαν πλάνην, καθηραμένην τε καὶ τῇ τοῦ θείου λόγου κοινωνίᾳ καθαρμοσαμένην, ἀναφέροιτ’ ἄν, τῆς προσηκούσης τυγχάνοντα κατὰ σχολὴν ἑρμηνείας.

5

.

3

.

1

Ψαλμοῦ ρθʹ〉. «Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δε‐ ξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών· καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς
5σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου· ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηκά σε. ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

5

.

3

.

2

κύριος ἐκ δεξιῶν σου.» Τὸν σωτῆρα καὶ κύριον ἡμῶν, τὸν «πρωτότοκον πάσης κτίσεως» θεοῦ λόγον, τὴν πρὸ αἰῶνος σοφίαν, τὴν ἀρχὴν τῶν ὁδῶν τοῦ θεοῦ, τὸ πρωτότοκον καὶ μονογενὲς τοῦ πατρὸς γέννημα, τὸν τῇ τοῦ Χρι‐
218
5στοῦ τιμώμενον προσηγορίᾳ, καὶ ὁ παρὼν ψαλμὸς κύριον ἀποκαλεῖ, διδάσκων αὐτὸν εἶναι σύνθρονον ὁμοῦ καὶ υἱὸν τοῦ ἐπὶ πάντων θεοῦ τε καὶ κυρίου τῶν ὅλων, αἰώνιόν τε τοῦ πατρὸς ἱερέα.

5

.

3

.

3

πρῶτον δὴ οὖν ἐπιστήσεις, ὡς ἤδη τοῦτο δεύτερον, γέννημα θεοῦ, προσηγόρευται, καὶ ἐπεὶ θεοῦ γε πνεύματι τὰ τῆς προφητείας ἡμῖν εἰρῆσθαι πεπί‐ στευται, ὅρα εἰ μὴ αὐτὸ δὴ τὸ ἐν τῷ προφήτῃ πνεῦμα ἅγιον ἑαυτοῦ
5κύριον δεύτερον μετὰ 〈τὸν〉 τῶν ὅλων ἀναγορεύει. «εἶπεν» γάρ, φησίν, «ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου». τὸν πρῶτον κύριον, ὡς ἂν καθόλου τῶν ἁπάντων δεσπότην, Ἑβραῖοι ἀνεκφωνήτῳ προσρήσει τῇ διὰ τῶν τεσσάρων στοιχείων ἀνηγόρευον· τὸν δὲ δεύ‐ τερον οὐκέθ’ ὁμοίως, ἰδίως δ’ αὐτὸν κύριον ὠνόμαζον.

5

.

3

.

4

εἰκότως οὖν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, αὐτὸς Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, ἐρό‐ μενός ποτε τοὺς Φαρισαίους «τί ὑμῖν περὶ τοῦ Χριστοῦ δοκεῖ, τίνος ἐστὶν υἱός;» εἰπόντων «τοῦ Δαβίδ», ἐπιλέγει· «πῶς οὖν Δαβὶδ ἐν πνεύ‐
5ματι κύριον αὐτὸν καλεῖ λέγων· εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου;» μονονουχὶ ἑρμηνεύων τὴν λέξιν, ὡς οὐ μόνον τοῦ Δαβὶδ κύριον αὐτὸν ἀναγορεύουσαν, ἀλλὰ γὰρ καὶ τοῦ ἐν τῷ προ‐ φήτῃ πνεύματος.

5

.

3

.

5

εἰ δὲ τὸ πνεύμα τὸ προφητικόν, τοῦτο δ’ ἡμῖν εἶναι πεπίστευται τὸ ἅγιον πνεῦμα, ὁμολογεῖ τοῦτον εἶναι κύριον, ὃν σύνθρονον εἶναι τοῦ πατρὸς ἐκδιδάσκει, καὶ οὐκ ἀπολύτως γε, ἀλλὰ καὶ ἑαυτοῦ κύριον, κατὰ πολὺ πλέον καὶ μᾶλλον τοῦτ’ ἂν εἴ‐
5ποιεν αἱ μετὰ τὸ ἅγιον πνεῦμα λογικαὶ δυνάμεις, ἥ τε σύμπασα ὁρω‐ μένη τε ἐν σώμασιν καὶ ἐν ἀσωμάτοις ἑστῶσα δημιουργία, ἧς ἁπάσης εἰκότως ἂν καταδειχθείη κύριος ὁ μόνος τοῦ πατρὸς σύνθρονος, δι’ οὗ τὰ σύμπαντα ἐγένετο, ὅτι δὴ κατὰ τὸν θαυμάσιον ἀπόστολον «ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε
10ὁρατὰ εἴτε ἀόρατα».

5

.

3

.

6

μόνον γοῦν εἰκὸς αὐτὸν τῆς τοῦ πατρὸς ὁμοιώσεως ἔχειν τὸ κῦρος, ὡς ἂν καὶ μόνον σύνθρονον τοῦ πατρὸς ἀναδεδειγμένον. πρόδηλον οὖν ὅτι οὐδενὶ τῶν γενητῶν θέμις τῶν δεξιῶν λαχεῖν τῆς παντοκρατορικῆς ἀρχῆς τε καὶ βασιλείας, εἰ μὴ ἄρα
5ἑνὶ μόνῳ τῷ διὰ τῶν προκειμένων ποικίλως θεολογουμένῳ.219

5

.

3

.

7

Ἐπίστησον οὖν ὡς πρὸς ἕνα καὶ τὸν αὐτὸν ὁ ἀνωτάτω καὶ ἐπὶ πάντων κύριος καὶ τὴν «κάθου ἐκ δεξιῶν μου» δωρεῖται φωνὴν καὶ τὴν «πρὸ ἑωσφόρου γεγέννηκά σε», μεθ’ ὅρκου δὲ διαβεβαιώσεως ἄσειστον καὶ ἀπαράβατον αὐτῷ τὴν τιμὴν τῆς εἰς ἄπειρον αἰῶνα
5διαρκοῦς ἱερωσύνης παραδίδωσιν· «ὤμοσεν κύριος καὶ οὐ μεταμελη‐ θήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα».

5

.

3

.

8

τίς δ’ ἂν ἐπινοοῖτο, οὔτι δὴ θνητὸς ἀνήρ, ἀλλ’ οὐδέ 〈τισ〉 τῆς ἀγγελικῆς φύσεως, ὑπὸ θεοῦ μὲν γεγενημένος εἰς αἰῶνα δὲ ἱερωμένος, ἢ μόνος ὁ καὶ ἐν τοῖς πρόσθεν εἰπὼν «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ
5τοῦ αἰῶνος ἐθεμελίωσέν με ἐν ἀρχῇ, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με»; καὶ πρόσσχες δέ, ἐπιμελῶς τὸν νοῦν ἐπιστήσας, τῷ τε παρόντι ψαλμῷ καὶ ταῖς ἐν τῷ πρὸ τούτου παρα‐ τεθείσαις φωναῖς.

5

.

3

.

9

ἐν μὲν γὰρ τούτῳ ὁ ἀνωτάτω θεὸς σύνθρονον τὸν δεύτερον καὶ ἡμῶν κύριον ἑαυτοῦ καθίστησι, λέγων «κάθου ἐκ δεξιῶν μου», ἐν δὲ τῷ πρὸ τούτου τὸν θρόνον εἰς αἰῶνα αἰῶνος διαμένειν ὁ λόγος ἔφησεν, ὁμοῦ θεὸν αὐτὸν ἀναγορεύων δι’ ὧν φησιν·
5«ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος».

5

.

3

.

10

πάλιν ἐν μὲν τῷ μετὰ χεῖρας «ῥάβδον», φησίν, «δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών», ἐν δὲ ἐκείνῳ «ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου». καὶ αὖθις ὁ μὲν παρών φησιν· «κάθου ἐκ δεξιῶν μου, ἕως ἂν
5θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου», ὁ δὲ πρόσθεν· «τὰ βέλη σου ἠκονημένα, δυνατέ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως». οὐκοῦν καὶ τὰ περὶ τῶν ἐχθρῶν τοῦ δηλουμένου ἐν ἀμφοτέροις συνᾴδει.

5

.

3

.

11

τίς δῆτα οὖν ὀφθαλμοῖς ὁρῶν ἐν μέσαις ταῖς πόλεσιν ἔν τε κώμαις καὶ χώραις καθ’ ὅλης τε τῆς οἰκουμένης ἀνθούσας τὰς τοῦ σωτῆρος ἡμῶν ἐκ‐ κλησίας τούς τε πρὸς αὐτοῦ κυριευομένους λαούς, καὶ μυρίανδρα
5πλήθη τῶν αὐτῷ καθωσιωμένων πανταχόθεν ὑπὸ τῶν ὁρωμένων τε ἐν ἀνθρώποις ἀοράτων τε καὶ ἀφανῶν ἐχθρῶν καὶ πολεμίων τῆς τοῦ Χριστοῦ διδασκαλίας κυκλούμενα, οὐκ ἂν θαυμάσειεν τὸν παρόντα χρησμὸν εἰς πρόσωπον ἀναφωνηθέντα τοῦ θεσπιζομένου τὸ «κατα‐ κυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου».

5

.

3

.

12

Καὶ ἐπειδήπερ ἐν τῷ πρόσθεν κεχρῖσθαι τῷ ἐλαίῳ «τῆς ἀγαλ‐
λιάσεως παρὰ τοὺς μετόχους σου», ἱερέων δὲ οἰκεῖον ἦν παρ’ Ἑβραίοις τὸ χρίεσθαι, εἰκότως ὁ μετὰ χεῖρας ἤδη λευκότερον ἱερέα αὐτὸν ἐπι‐ φημίζει, πλείονα προτιθεὶς περὶ αὐτοῦ διδασκαλίαν, δι’ ἧς μόνον220
5αὐτὸν παρὰ τοὺς πώποτε αἰώνιον ἱερέα εἶναι παιδεύει, ὅπερ οὐδεμιᾷ ἀνθρώπου φύσει δυνατὸν ἐφαρμόζειν·

5

.

3

.

13

«κατὰ τὴν τάξιν Μελχισεδὲκ» ἱερᾶσθαί φησιν αὐτόν, πρὸς ἀντιδιαστολὴν τοῦ κατὰ τὴν Μωσέως διάταξιν ἱερέως, ἤτοι τοῦ Ἀαρὼν ἢ καί τινος τῶν ἐξ ἐκείνου· ὧν ἕκαστος μὴ ὢν πρότερον ἱερεὺς ὕστερόν ποτε δι’ ἀνθρώπων ἀλοιφῇ
5τινι σκευαστῇ χριόμενος, ὡς ἐν τύποις εἰπεῖν καὶ συμβόλοις, σκιώδης τις καὶ εἰκονικὸς Χριστὸς ἀπετελεῖτο, ἀλλὰ καὶ ἅτε θνητὸς ὢν οὐκ εἰς μακρὸν ἀπετίθετο τὴν ἱερωσύνην, καὶ παρὰ μὲν τῷ Ἰουδαίων μόνῳ ἱερᾶτο λαῷ, οὐ μὴν καὶ παρὰ τοῖς ἄλλοις ἔθνεσιν, ἀλλ’ οὐδὲ μεθ’ ὁρκωμοσίας θεοῦ ἐπὶ τὴν λειτουργίαν παρῄει κρίσει δὲ ἀνθρώ‐
10πων τιμώμενος, ὡς καί ποτε μὴ ἄξιον εὑρίσκεσθαι ἐν αὐτοῖς τῆς τοῦ θεοῦ θεραπείας, οἷος ἀναγέγραπται ὁ Ἠλεί.

5

.

3

.

14

ἔτι πρὸς τούτοις ὁ παλαιὸς ἐκεῖνος ἱερεύς, ὁ κατὰ τὴν Μωσέως διάταξιν, ἐκ μόνης ἐκρί‐ νετο φυλῆς τῆς Λευί, ἔδει δὲ ἐξ ἅπαντος καὶ τὸ γένος ἐκ τῆς τοῦ Ἀαρὼν διαδοχῆς αὐτὸν φέρειν, θύμασίν τε ζῴων ἀλόγων καὶ αἵμασιν
5σωματικῇ γε λατρείᾳ θεραπεύειν τὸ θεῖον· ὁ δὲ Μελχισεδὲκ ὠνομασμέ‐ νος, ὃ μεταλαμβάνεται εἰς τὴν Ἑλλάδα φωνὴν «βασιλεὺς δικαιοσύνης, ἔπειτα βασιλεὺς Σαλήμ», ὃ καὶ αὐτὸ ἂν εἴη «βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος», οὐκ ἔχων κατὰ τὴν ἱστορίαν οὐκ «ἀρχὴν ἡμερῶν», οὐ «ζωῆς τέλος», ἀλλ’ οὐδὲ κοινόν τι φέρων πρὸς τὸν τῆς
10τοῦ Ἀαρὼν ἱερωσύνης τρόπον.

5

.

3

.

15

οὔτε γὰρ ὑπ’ ἀνθρώπων ᾕρητο, οὐκ ἐλαίῳ σκευαστῷ κέχριστο, οὐ γένος ἦν τῶν μηδὲ φανέντων πω· καὶ τὸ πάντων γε παραδοξότατον, ὅτι μηδὲ τὴν σάρκα περιτέτμητο, καὶ ὅμως τὸν Ἀβραὰμ εὐλογεῖ, ὡς ἂν πολὺ κρείττων αὐτοῦ τυγχά‐
5νων, ἀλλ’ οὐδὲ θυσίαις καὶ σπονδαῖς τῷ ὑψίστῳ ἱερᾶτο θεῷ, οὐδὲ μὴν παρὰ τῷ ἐν Ἱερουσαλὴμ 〈ναῷ〉 τὴν λειτουργίαν ἐξετέλει.

5

.

3

.

16

πῶς γὰρ τῷ μηδὲ ὄντι; εἰκότως οὖν, ἐπεὶ καὶ τῷ ἡμετέρῳ σωτῆρι τῷ Χριστῷ οὐδὲν μὲν τῷ Ἀαρὼν ἐμφερὲς ἔμελλεν συμβήσεσθαι· οὔτε γὰρ μὴ ὢν πρότερον ὕστερόν ποτε ἱερεὺς ἀναδέδεικται, καὶ ἱερεὺς οὐ
5γενόμενος ἀλλὰ ὤν. προσεκτέον γὰρ ἐπιμελῶς τῷ «σὺ ἱερεὺς εἰς τὸν αἰῶνα». οὐ γὰρ ἔσῃ, φησίν, μὴ ὢν πάλαι, ἀλλ’ οὐδ’ ἦσθα μὲν
πάλαι νῦν δὲ οὔ, ἀλλὰ παρὰ τοῦ φήσαντος «ἐγώ εἰμι ὁ ὢν» σὺ εἶ καὶ «ἱερεὺς εἰς τὸν αἰῶνα» διαμένεις·221

5

.

3

.

17

ἐπεὶ οὖν οὔτε ἀπὸ χρόνου τῆς ἱερωσύνης ἀπήρξατο οὔτε ἐκ φυλῆς τῶν ἱερωμένων ὁ Χριστός, οὐδὲ διὰ σκευαστοῦ καὶ σωματικοῦ ἐλαίου κέχριστο, οὐδὲ τέλος ἕξειν ἔμελλεν τῆς ἱερωσύνης οὐδὲ μόνοις Ἰουδαίοις ἀλλὰ καὶ πᾶσιν ἔθνεσιν
5καταστήσεσθαι, τούτων ἕνεκα πάντων εἰκότως αὐτὸν τῆς μὲν κατὰ τὸν τύπον Ἀαρὼν λειτουργίας ἀπαλλάττει, «κατὰ τὴν τάξιν δὲ Μελ‐ χισεδὲκ» ἱερέα φησὶν ἔσεσθαι.

5

.

3

.

18

Καὶ τό γε ἀποτέλεσμα τοῦ χρησμοῦ θαυμάσιον συνορῶν〈τι〉 ὅπως ὁ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τῷ τοῦ Μελχισεδὲκ τρόπῳ τὰ τῆς ἐν ἀνθρώποις ἱερουργίας εἰσέτι καὶ νῦν διὰ τῶν αὐτοῦ θεραπευτῶν ἐπιτελεῖ.

5

.

3

.

19

ὥσπερ γὰρ ἐκεῖνος ἱερεὺς ἐθνῶν τυγχάνων οὐδαμοῦ φαίνεται θυσίαις σωματικαῖς κεχρημένος, οἴνῳ δὲ μόνῳ καὶ ἄρτῳ τὸν Ἀβραὰμ εὐλογῶν, τὸν αὐτὸν δὴ τρόπον πρῶτος μὲν αὐτὸς ὁ σωτὴρ κύριος ἡμῶν, ἔπειτα οἱ ἐξ αὐτοῦ πάντες ἱερεῖς ἀνὰ πάντα
5τὰ ἔθνη τὴν πνευματικὴν ἐπιτελοῦντες κατὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς ἱερουργίαν, οἴνῳ καὶ ἄρτῳ τοῦ τε σώματος αὐτοῦ καὶ τοῦ σωτηρίου αἵματος αἰνίττονται τὰ μυστήρια, τοῦ Μελχισεδὲκ ταῦτα πνεύματι θείῳ προτεθεωρηκότος καὶ τῶν μελλόντων ταῖς εἰκόσι προκεχρημένου, ὡς ἡ Μωσέως γραφὴ μαρτυρεῖ λέγουσα· «καὶ Μελχι‐
10σεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ εὐλόγησεν τὸν Ἀβραάμ».

5

.

3

.

20

εἰκότως οὖν καὶ μεθ’ ὅρκου παραλήψεως μόνῳ τῷ δηλουμένῳ «ὤμοσεν κύριος ὁ θεὸς καὶ οὐ μεταμεληθήσεται, σὺ εἶ», λέγων, «ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ».

5

.

3

.

21

ἐπάκουσον δὲ οἷα καὶ περὶ τῶνδε ὁ ἀπό‐ στολός φησιν· «ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς βασιλείας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσί‐ τευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον
5ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ προκαταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος».

5

.

3

.

22

καὶ ἐπιφέρει λέγων· «καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παρα‐ μένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’
5αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. τοι‐
οῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχω‐ ρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενό‐ μενος».222

5

.

3

.

23

καὶ ἐπιλέγει· «κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, οὐκ ἄνθρωπος». ταῦτα μὲν ὁ ἀπόστολος.

5

.

3

.

24

Ὁ δὲ ψαλμὸς ὑποβὰς καὶ τὸ πάθος ἐπικεκαλυμμένως τοῦ προ‐ φητευομένου δηλοῖ λέγων· «ἐκ χειμάρρου ἐν ὁδῷ πίεται· διὰ τοῦτο ὑψώσει κεφαλήν».

5

.

3

.

25

χείμαρρον δὲ τὸν καιρὸν τῶν πειρασμῶν καὶ ἄλλος δηλοῖ ψαλμὸς λέγων· «χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον». ἐν τῷ χειμάρρῳ τοίνυν πίεται, φησίν, τὸ ποτήριον, δηλονότι ὃ ᾐνίττετο πρὸς τῷ
5καιρῷ τοῦ πάθους, λέγων· «πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτή‐ ριον τοῦτο ἀπ’ ἐμοῦ»,

5

.

3

.

26

καὶ πάλιν· «εἰ μὴ δυνατόν ἐστιν αὐτὸ παρελ‐ θεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου». τοῦτο δὴ οὖν ἐκπιὼν τὸ ποτήριον ὕψωσεν κεφαλήν, καὶ κατὰ τὸν ἀπόστολον, ἐπεὶ γὰρ γέγονεν «ὑπήκοος τῷ πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυ‐
5ροῦ, διὰ τοῦτο», φησίν, «ὑπερύψωσεν αὐτὸν ὁ θεός», «ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν, καὶ καθίσας αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ πάντα ὑπέταξεν», φησίν, «ὑπὸ τοὺς πόδας αὐτοῦ», κατὰ τὴν πρὸς
10αὐτὸν ἐπαγγελίαν, ἣν διὰ τοῦ ψαλμοῦ παρίστησι λέγων· «κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου», 〈καὶ〉 «κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου». πρόδηλον παντὶ ὡς ἔτι νῦν ἡ τοῦ σωτῆρος ἡμῶν δύναμις καὶ ὁ τῆς διδασκαλίας αὐτοῦ λόγος ἐν μέσοις τοῖς ἐχθροῖς καὶ πολεμίοις αὐτοῦ τῶν πεπιστευκότων εἰς
15αὐτὸν ἁπάντων κατακυριεύει.

5

.

4

.

1

Τοῦ Ἡσαΐου〉. «Ἐγὼ κύριος ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. ἐγὼ ἤγειρα τὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ
5τὴν αἰχμαλωσίαν τοῦ λαοῦ ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ
δώρων, εἶπεν κύριος Σαβαώθ.»223

5

.

4

.

2

Τέως μὲν ταῦτα ὁ τῶν ὅλων ποιητὴς θεὸς περί τινος βασιλέως καὶ σωτῆρος μέλλοντος οἰκοδομεῖν τὸ τῆς εὐσεβείας πολίτευμα λυ‐ τρώσασθαί 〈τε〉 τὴν ἐπισυμβᾶσαν ἀνθρώποις ὑπὸ τῆς δαιμονικῆς πλάνης αἰχμαλωσίαν διὰ τοῦ προφήτου θεσπίζει. ἑξῆς δὲ τούτοις τὸ
5προφητικὸν πνεῦμα τὴν ὑποταγὴν τῶν ἀλλοφύλων ἐθνῶν αἰνίττε‐ ται, ἣν ὑποταγήσονται τῷ προφητευομένῳ, καὶ ὡς προσκυνήσουσιν αὐτῷ οἷα θεῷ οἱ ὑποταγησόμενοι, καὶ ὡς προσεύξονται ἐν αὐτῷ, διὰ τὸ μείζονα κατοικεῖν ἐν αὐτῷ θεόν, τὸν ἀνωτάτω δηλαδὴ πατέρα καὶ θεὸν τῶν ὅλων.

5

.

4

.

3

τὰ δὲ τῆς λέξεως οὕτως ἔχει· «Οὕτως λέγει κύριος, ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις, καὶ
5προσκυνήσουσιν νέοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ. σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ Ἰσραὴλ σωτήρ. αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ.»

5

.

4

.

4

Ταῦτα μὲν ἡ προφητεία. οὐχ ἡγοῦμαι δὲ ἀντωπήσειν δύνα‐ σθαί τινα, κἂν σφόδρα ᾖ ἀγνώμων, τῷ προδήλῳ καὶ σαφεῖ τῆς λέξεως, ἐναργῶς οὕτως εἰσαγούση〈σ〉 θεὸν τοῦ Ἰσραὴλ σωτῆρα καὶ ἕτερον ἐν αὐτῷ θεόν. «προσκυνήσουσί σοι», φησίν, «οἱ δίκαιοι,
5καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ. σὺ γὰρ εἶ ὁ θεός, καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ Ἰσραὴλ σωτήρ.»

5

.

4

.

5

τὸ δὲ «οὐκ ᾔδειμεν» ἐκ προσώπου τῶν πρὶν αὐτὸν μὴ ἐπεγνωκότων, παρὰ μόνοις τοῖς ἑβδομήκοντα εἰρημένον, ἑτέρως εἶχεν τὸ Ἑβραϊκόν, ὃ μεταλαβὼν ὁ μὲν Ἀκύλας φησίν· «θεὸς ἄρα ἰσχυρὸς ἀποκρυπτόμενος, θεὸς Ἰσραὴλ σῴζων»,

5

.

4

.

6

ὁ δὲ Θεοδοτίων· «διὰ τοῦτο ἰσχυρὸς κρυφαῖος θεὸς σῴζων». σφόδρα θαυμαστῶς κρυ‐ φαῖον θεὸν τὸν Χριστὸν ὀνομάζει, καὶ τὴν αἰτίαν δέ, δι’ ἣν θεὸν αὐτὸν μόνον ὡς ἐν γενητοῖς μετὰ τὸ πρῶτον καὶ ἀγένητον ἀποκαλεῖ,
5σαφῶς ἐκδιδάσκει, τὴν τοῦ πατρὸς ἐν αὐτῷ κατοίκησιν. ἐν τούτῳ γάρ, κατὰ τὸν θεῖον ἀπόστολον, «εὐδόκησεν πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι».

5

.

4

.

7

τοῦτο δηλοῖ φάσκουσα ἡ λέξις· «ὅτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ». ἀντὶ δὲ τοῦ «πλὴν σοῦ» «πλὴν αὐτοῦ» ὁ Θεοδοτίων πεποίηκεν, ἵν’ ᾖ «οὐκ ἔστιν θεὸς πλὴν
αὐτοῦ», δηλαδὴ τοῦ ἐν σοὶ θεοῦ, δι’ ὃν καὶ σὺ τυγχάνεις ὢν θεός,224
5κατὰ δὲ τὸν Ἀκύλαν οὕτως ἔχει· «πλὴν ἐν σοὶ ἰσχυρός, καὶ οὐκ ἔστιν ἔτι παρὰ σοί, θεὸς ἄρα ἰσχυρὸς καὶ ἀποκρυπτόμενος. θεὸς σῴζων», κατὰ δὲ τὸν Σύμμαχον· «μόνον ἐν σοὶ θεός, καὶ οὐκ ἔστιν ἔτι οὐδ’ ὑπάρχει θεός, ὄντως σὺ θεὸς κρυφαῖος, θεὸς Ἰσραὴλ σῴζων».

5

.

4

.

8

δι’ ὧν τὸ αἴτιον τοῦ εἶναι θεὸν τὸν Χριστὸν τοῦ θεοῦ σαφῶς ὁ λόγος παρέστησεν.

5

.

4

.

9

ἐπεὶ γὰρ ἐν σοί, φησίν, ἐστὶν θεός, διὰ τοῦτο σὺ θεὸς ἰσχυρὸς καὶ κρυφαῖος. οὐκοῦν διὰ τούτων ὁ μὲν ἀληθὴς καὶ μόνος θεὸς εἷς ἂν εἴη, μόνος κυρίως τυγχάνων τῆς προσηγορίας· ὁ δὲ δεύ‐ τερος μετουσίᾳ τοῦ ἀληθοῦς τῆς κοινωνίας ἠξίωται, οὔτε ὢν καθ’
5ἑαυτόν, οὔτε ὑφεστὼς δίχα τοῦ θεοποιοῦντος αὐτὸν πατρός, οὔτ’ ἄνευ τοῦ πατρὸς θεολογούμενος, ἀλλ’ ὅλον αὐτὸ τοῦτο ὤν τε καὶ ζῶν καὶ ὑφεστὼς διὰ τὸν ἐν αὐτῷ πατέρα, συνών τε τῷ πατρὶ καὶ ἐξ αὐτοῦ καὶ δι’ αὐτὸν θεοποιούμενος, τό τε εἶναι ὁμοῦ καὶ τὸ θεὸς εἶναι οὐκ ἐξ ἑαυτοῦ παρὰ δὲ τοῦ πατρὸς ἐσχηκώς.

5

.

4

.

10

διὸ δὴ μετὰ τὸν πατέρα τιμᾶν καὶ αὐτὸν ὡς θεὸν ἐδιδάχθημεν διὰ τὸν ἐν αὐτῷ κατοικοῦντα θεόν, ὥσπερ οὖν αἱ μετὰ χεῖρας περιέχουσι προφητεῖαι. ὡς γὰρ 〈ἂν〉 τιμηθείη βασιλέως εἰκὼν διὰ τὸν οὗ τοὺς χαρακτῆρας
5καὶ τὴν ὁμοίωσιν φέρει (τιμωμένης δὲ τῆς εἰκόνος καὶ τοῦ βασιλέως αὐτοῦ, εἷς ἂν εἴη ὁ τιμώμενος καὶ οὐ δύο· οὐ γὰρ δύο βασιλεῖς, ὅ τε πρῶτος καὶ ἀληθὴς καὶ ὁ ἐπὶ τῆς εἰκόνος τετυπωμένος, εἷς δ’ ὁ κατ’ ἀμφοτέρων, οὐ μόνον νοούμενος, ἀλλὰ καὶ ὀνομαζόμενος καὶ τιμώ‐ μενος), οὕτω δῆτα καὶ ὁ μονογενὴς υἱός, εἰκὼν ὢν μόνος τοῦ θεοῦ
10τοῦ ἀοράτου, εἰκότως διὰ τὸν οὗ φέρει ὁμοίωσιν «εἰκών» τε ἀνηγό‐ ρευται «τοῦ ἀοράτου θεοῦ» θεοποιεῖταί τε πρὸς αὐτοῦ τοῦ πατρός, οὕτω πεφυκὼς τὴν οὐσίαν, αὐτόθεν τε ἀπὸ πρώτης ὑπάρξεως φυ‐ σικὴν ἀλλ’ οὐκ ἐπίκτητον τὴν εἰκόνα τοῦ πατρὸς ἐπαγόμενος.

5

.

4

.

11

διὸ καὶ φύσει θεὸς ὁμοῦ καὶ μονογενὴς υἱὸς ὢν τυγχάνει, οὐχὶ δὲ ὁμοίως τοῖς ἔξωθεν εἰσποιούμενος, ἐπισυμβεβηκός γε τὸ ἀξίωμα τῆς τοῦ θεοῦ προσηγορίας ἐπέχουσιν. πλὴν εἰ καὶ φύσει μονογενὴς υἱὸς καὶ
5θεὸς ἡμῶν ἀνευφημεῖται, ἀλλ’ οὐχ ὁ πρῶτος θεός, πρῶτος δὲ τοῦ θεοῦ μονογενὴς υἱὸς καὶ διὰ τοῦτο θεός.

5

.

4

.

12

καὶ ὅλον γε τοῦτο αἴ‐ τιον ἂν εἴη τοῦ καὶ αὐτὸν εἶναι θεόν, τὸ μόνον εἶναι φύσει τοῦ θεοῦ υἱὸν καὶ μονογενῆ χρηματίζειν, καὶ τὸ δι’ ὅλου σῴζειν τοῦ μόνου
θεοῦ τὴν ἔμψυχον καὶ ζῶσαν νοερὰν εἰκόνα, κατὰ πάντα τῷ πατρὶ225
5παρωμοιωμένην, [καὶ] τῆς θεότητός τε αὐτῆς τὴν ὁμοίωσιν ἐπιφερομέ‐ νην.

5

.

4

.

13

ταύτῃ τοιγαροῦν καὶ αὐτὸν ὡς ἂν μόνον υἱὸν καὶ μόνον εἰκόνα ὄντα τοῦ θεοῦ καὶ τῆς ἀγενήτου καὶ ἀνάρχου τοῦ πατρὸς οὐσίας τὰς δυνάμεις κατὰ τὸ παράδειγμα τῆς ὁμοιώσεως περιβεβλημένον, ὑπό τε τοῦ πάντων τεχνικωτάτου καὶ πανεπιστήμονος ζωογράφου τε καὶ
5ζωοποιοῦ πατρὸς εἰς τὸ ἔτι ἀκριβὲς τῆς ὁμοιώσεως ἀπειργασμένον, θεὸν εἰκότως οἱ θεῖοι ἀναγορεύουσι λόγοι, ὡς καὶ ταύτης μετὰ τῶν ἄλλων παρὰ τοῦ πατρὸς ἠξιωμένον τῆς προσηγορίας εἰληφότα τε ἀλλ’ οὐκ ἰδιόκτητον αὐτὴν ἐσχηκότα.

5

.

4

.

14

ὁ μὲν γὰρ δίδωσιν, ὁ δὲ λαμβάνει· ὥστε κυρίως καὶ ἕνα ἐκεῖνον εἶναι θεὸν καὶ μόνον μὲν καὶ φύσει ὄντα καὶ μὴ παρ’ ἑτέρου λαβόντα, τὸν δὲ τῶν δευτερ〈εί〉ων ἠξιῶσθαι καὶ τὸ θεὸν εἶναι λαβόντα παρὰ τοῦ πατρὸς ἔχειν, ὡς ἂν
5εἰκόνα τοῦ θεοῦ, μιᾶς ἐπ’ ἀμφοῖν κατὰ τὸ παράδειγμα τῆς θεότητος ἐπινοουμένης ἑνός τε ὄντος θεοῦ τοῦ καθ’ ἑαυτὸν ἀνάρχως καὶ ἀγενήτως ὄντος διὰ δὲ τοῦ υἱοῦ ὡς ἂν δι’ ἐσόπτρου καὶ εἰκόνος ἐπιθεωρουμένου.

5

.

4

.

15

τοῦτό τοι καὶ τὸ πνευματικὸν παιδεύει λόγιον, οὐκ ἄλλως φάσκον θεὸν εἶναι προσκυνητὸν τὸν δηλούμενον ἀλλ’ ἢ διὰ τὸν ἐνοικοῦντα αὐτῷ πατέρα· «ἐν σοὶ» γάρ, φησίν, «προσεύξονται, ὅτι ἐν σοὶ ὁ θεός ἐστιν», καὶ σὺ δὲ αὐτὸς θεὸς ὢν σωτὴρ τοῦ Ἰσραὴλ
5τυγχάνεις, καὶ διὰ τοῦτο ἰσχυρὸς καὶ κρυφαῖος θεὸς εἶ, ἐπεὶ «ἐν σοὶ ὁ θεός, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ».

5

.

4

.

16

Ἀντὶ δὲ τοῦ «ἐκοπίασεν Αἴγυπτος» τὸ Ἑβραϊκὸν καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ «κόπος Αἰγύπτου» ἐκδεδώκασιν, ἵνα ᾖ τὸ λεγό‐ μενον τοιοῦτον· «σοὶ προσκυνήσουσιν», καί σοι ἔσονται δοῦλοι ὁ «κόπος Αἰγύπτου, καὶ ἡ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σεβωείμ», δι’ ὧν
5βάρβαρα οἶμαι καὶ ἄσημά τινα ἔθνη δηλοῦσθαι καὶ πάνθ’ ὅσα ἤδη πάλαι πρότερον τῇ δαιμονικῇ τετρύχωτο δεισιδαιμονίᾳ.

5

.

4

.

17

ἐπειδὴ γὰρ Αἰ‐ γύπτιοι ἐδόκουν πάντων τῶν ἐθνῶν δεισιδαιμονέστατοι τυγχάνειν πρῶτοί τε κατάρξαι τῆς εἰδωλολάτρου πλάνης, εἰκότως πρώτους αὐτοὺς τίθησιν ὑποταγησομένους τῷ Χριστῷ, καὶ δι’ αὐτῶν καὶ τὰ
5περὶ τῶν λοιπῶν εἰδωλολατρῶν φανερὰ καθίστησι.

5

.

4

.

18

καὶ ταῦτα πε‐ πλήρωται ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν, τῷ ἐν πᾶσιν ἔθνεσιν προσκυνεῖσθαι καὶ δουλεύειν αὐτῷ μυρία πλήθη τῶν ἀνὰ τὴν οἰκου‐ μένην ἐθνῶν.

5

.

4

.

19

Αἰθίοπας δὲ καὶ Σεβωεὶμ τοὺς ἐνταῦθα προσκυνή‐
σειν τῷ Χριστῷ προφητευομένους καὶ διὰ τοῦ οαʹ ψαλμοῦ ἡγοῦμαι δηλοῦσθαι, δι’ ὧν εἴρηται· «ἐνώπιον αὐτοῦ προσπεσοῦνται Αἰθίοπες, καὶ βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσιν, καὶ προσκυνήσουσιν226
5αὐτῷ», δῆλον ἐκ τῆς συμφράσεως ὅτι τῷ καὶ ἐν ἐκείνοις προφητευο‐ μένῳ Χριστῷ.

5

.

5

.

1

Ψαλμοῦ λβʹ. «Τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Καὶ ἐν ρʹ δὲ καὶ ϛʹ ψαλμῷ εἴρηται· «ἀπέστειλεν τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν»,
5καὶ πάλιν ἐν ρμζʹ· «ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ».

5

.

5

.

2

ἀλλὰ γὰρ τῷ μετὰ χεῖρας ψαλμῷ φά‐ σκοντι «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν» συνᾴδει τὸ ἱερὸν εὐαγγέλιον διαρρήδην λέγον· «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν
5θεόν. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». θεὸν εἰκότως τὸ εὐαγγέλιον ὀνομάζει, ἐπεὶ καὶ διὰ τῶν πρόσθεν αὐ‐ τὸς οὗτος ὁ νῦν θεολογούμενος λόγος καὶ σοφία καὶ γέννημα θεοῦ καὶ ἱερεὺς καὶ χριστὸς βασιλεὺς καὶ κύριος καὶ θεὸς καὶ εἰκὼν ἀνηγόρευτο τοῦ θεοῦ.

5

.

5

.

3

καὶ ὅτι γε ἕτερος ὢν τοῦ πατρὸς ὑπουργὸς ἦν αὐτοῦ, ὥστε ἐπικελευομένου τοῦ μείζονος αὐτὸν δημιουργεῖν, ἑξῆς κατὰ τὸν παρόντα ἐπιλέγει ψαλμόν· «φοβηθήτω τὸν κύριον πᾶσα ἡ γῆ, ὑπ’ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες 〈τὴν〉 οἰκουμένην. ὅτι
5αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν».

5

.

5

.

4

πρό‐ δηλον γὰρ ὡς ὁ λέγων ἑτέρῳ λέγει, καὶ ὁ ἐντελλόμενος ἑτέρῳ παρ’ ἑαυτὸν ἐντέλλεται. σαφῶς δὲ ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν ἐνανθρω‐ πήσει μυρία πλήθη ἐκ πάσης τῆς γῆς, τοῦτ’ ἔστιν ἐξ ἁπάντων τῶν ἐπὶ
5τῆς γῆς ἐθνῶν, οὐκέτι ὡς τὸ πρὶν τοὺς δαίμονας ἀλλ’ αὐτὸν ἐφο‐ βήθη τὸν κύριον Ἰησοῦν,

5

.

5

.

5

πάντες τε οἱ κατοικοῦντες τὴν οἰκουμένην ἐσαλεύθησαν ἐπὶ τῷ τοῦ Χριστοῦ ὀνόματι, ἀκολούθως τῷ νῦν φά‐ σκοντι λογίῳ· «φοβηθήτω τὸν κύριον πᾶσα ἡ γῆ, ἀπ’ αὐτοῦ δὲ σα‐
λευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην».227

5

.

5

.

6

Ταῦτα μὲν οὖν ἐκ τοῦ βʹ καὶ λʹ ψαλμοῦ. σύμφωνα δὲ τούτοις εὕροις ἂν καὶ ἐν ρμηʹ ψαλμῷ, ὃς διδάσκει οὐ τὰ περὶ γῆν μόνα, ἀλλὰ καὶ τὰ κατ’ οὐρανὸν καὶ συλλήβδην ἅπασαν τὴν κτίσιν κατ’ ἐπικέλευσιν τοῦ τῶν ὅλων θεοῦ γεγονέναι. λέγει δ’ οὖν· «αἰνεῖτε τὸν κύριον ἐκ
5τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις· αἰνεῖτε αὐτόν, πάντες ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς· ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν».

5

.

5

.

7

Εἰ γὰρ αὐτὸς ἐνετείλατο, καὶ τίς ἦν ὁ τοσοῦτος, ὡς τὴν περὶ τῶν τηλικούτων ἐντολὴν ὑποδέξασθαι, ἢ ὁ τοῦ θεοῦ λόγος ὁ ποι‐ κίλως διὰ τῆς παρούσης ἡμῖν ὑποθέσεως θεολογούμενος καὶ λόγος θεοῦ προσαγορευόμενος εἰκότως, ὅτι δὴ τοὺς τῶν ἁπάντων δημιουρ‐
5γικούς τε καὶ ποιητικοὺς λόγους ὁ παντοκράτωρ ἐν αὐτῷ καταβέ‐ βληται, λόγῳ καὶ τάξει τὰ σύμπαντα διέπειν αὐτῷ καὶ διακυβερνᾶν παραδούς;

5

.

5

.

8

μὴ γὰρ οὖν τις ὑπολάβοι τῷ παρὰ ἀνθρώποις ἐκ συλλα‐ βῶν συνεστῶτι, ἔκ τε ὀνομάτων καὶ ῥημάτων συγκειμένῳ, ἐνάρθρῳ καὶ προφορικῷ λόγῳ τὸν τοῦ θεοῦ παρόμοιον τυγχάνειν· ὅτι δὴ ὁ παρ’ ἡμῖν λόγος ἐν φωναῖς καὶ συλλαβαῖς καὶ τοῖς διὰ τούτων ση‐
5μαινομένοις κέκτηται τὴν οὐσίαν, διὰ γλώττης καὶ ἀρτηριῶν φάρυγός τε καὶ στόματος προφερόμενος, ὁ δὲ τῆς ἀϊδίου καὶ ἀσωμάτου φύσεως πάντη κατὰ πάντα τοῦ καθ’ ἡμᾶς παρηλλαγμένος οὐδὲν ἀνθρώπειον ἐπάγοιτ’ ἄν, μόνῃ κεχρημένος τῇ τῆς προσρήσεως ὁμωνυμίᾳ,

5

.

5

.

9

ἐπεὶ μήτε φωνὴν τὴν δι’ ἀέρος κρούσεως ὑφισταμένην, μήτε ῥήματα, μήτε συλλαβάς, μήτε γλῶτταν, μήτε στόμα, μήτε ὅλως τι τῶν ἀνθρω‐ πείων καὶ θνητῶν ἐπὶ τοῦ τῶν ὅλων θεοῦ παραληπτέον· ψυχῆς γὰρ
5ἂν εἴη λόγος οὗτος, οὐδαμῶς οἷός τε καθ’ ἑαυτὸν δίχα ψυχῆς εἶναι ἢ ὑποστῆναι. τοιόσδε γὰρ ὁ ἐν ἀνθρώποις λόγος, ἰδίως μὲν ἀνούσιος ὢν καὶ ἀνυπόστατος, ὅλον δὲ αὐτὸ κίνησίς τε καὶ ἐνέργεια διανοίας τυγχάνων.

5

.

5

.

10

ἀλλ’ οὐ καὶ ὁ τοῦ θεοῦ τοιοῦτος, ἔχων δὲ καθ’ ἑαυ‐ τὸν οἰκείαν ὑπόστασιν πάντη θείαν καὶ νοεράν, ἰδίως μὲν ὑφεστῶ‐ σαν, ἰδίως δ’ αὖ πάλιν ἐνεργοῦσαν, ἄυλόν τε οὖσαν καὶ ἀσώματον καὶ κατὰ πάντα τῇ τοῦ πρώτου καὶ ἀγενήτου καὶ μόνου θεοῦ φύσει
5παρωμοιωμένην, τοὺς τῶν γενητῶν ἁπάντων λόγους καὶ τὰς τῶν ὁρωμένων ἀσωμάτους τε καὶ ἀοράτους ἰδέας ἐν ἑαυτῇ φέρουσαν. διὸ καὶ σοφίαν αὐτὴν καὶ θεοῦ λόγον οἱ θεῖοι χρησμοὶ προσαγο‐
ρεύουσιν.228

5

.

6

.

1

Τοῦ Ἡσαΐου.〉 «Ἄκουέ μου, Ἰακώβ, καὶ Ἰσραήλ, ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἡ χείρ μου ἐθεμελίω‐ σεν τὴν γῆν, ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν· καλέσω αὐτούς, καὶ στήσονται ἅμα, καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται. τίς αὐ‐
5τοῖς ἀνήγγειλεν ταῦτα; κύριος ἀγαπῶν σε ἐποίησεν τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων· ἐγὼ ἐλάλησα καὶ ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. προσαγάγετε πρός με καὶ ἀκούσατε ταῦτα, οὐκ ἀπ’ ἀρχῆς ἐν κρυφῇ λελάληκα· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην, καὶ νῦν κύριος κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ.»

5

.

6

.

2

Ὅρα δὴ καὶ νῦν, τίνα τρόπον ὁ φήσας «ἐγώ εἰμι ὁ πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα», ὁ τὴν γῆν καὶ τὸν οὐρανὸν συστησά‐ μενος ἐναργῶς οὕτως ἀπεστάλθαι ὁμολογεῖ ὑπὸ κυρίου κυρίου, οὕτω τὸν πατέρα συνήθως δὶς κύριον ἀναγορεύων, ὡς ἂν ἔχοις καὶ ταύτην
5ἀναμφίλεκτον τοῦ ζητουμένου τὴν μαρτυρίαν.

5

.

6

.

3

πρῶτον δ’ ἑαυτὸν ὡς ἐν γενητοῖς εὐσεβῶς εἶναι λέγει, τὴν ἄναρχον καὶ ἀγένητον καὶ τὴν ὑπὲρ τὸ πρῶτον οὐσίαν ἀπονέμων τῷ πατρί. τὸ γάρ τοι πρῶ‐ τον ἀριθμοῦ πλείονος ἡγεῖται, τιμῇ καὶ τάξει προτεταγμένον, ὅπερ
5οὐκ ἂν ἐπὶ τοῦ πατρὸς ἁρμόσειεν·

5

.

6

.

4

οὐ γὰρ δὴ γενητῶν πρῶτος ὁ ἐπὶ πάντων θεός, ἐπεὶ μηδ’ ἀρχή τις ἐπινοεῖται αὐτοῦ· ἐπέκεινα δ’ ἂν εἴη καὶ ἀνωτάτω τοῦ πρώτου, ἅτε δὴ αὐτὸς καὶ τὸ πρῶτον γεν‐ νήσας καὶ ὑποστησάμενος, μόνου τοῦ θείου λόγου πάντων τῶν γενη‐
5τῶν πρώτου χρηματίζοντος.

5

.

6

.

5

ζητουμένου δὲ ἄρα κατὰ τὸ «αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν», τίνι τὴν τῶν γενητῶν ἐντέταλται δημιουργίαν, νῦν σαφῶς ἀποδέδεικται, ὅτι τῷ φήσαντι. «ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, ἡ δεξιά μου ἐστε‐
5ρέωσεν τὸν οὐρανόν», ὃς καὶ πρὸς τοῦ κρείττονος ἀπεστάλθαι ὁμο‐ λογεῖ λέγων· «νῦν κύριος κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ».

5

.

6

.

6

εἴη δ’ ἂν ὁ θεὸς λόγος καὶ ταῦτα φάσκων, ἐπειδὴ «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν» κατὰ τὴν ἀπὸ τοῦ ψαλμοῦ παράθεσιν. πλὴν ἀλλὰ 〈εἰ〉 καὶ αὐτὸς ὁ τοῦ θεοῦ λόγος τῇ «κύριος» θεολογεῖται προσηγορίᾳ, ὅμως τὸν ἀνωτάτω καὶ κρείττονα πατέρα αὐτοῦ καὶ
5κύριον εὖ μάλα εὐσεβῶς δὶς κύριον αὐτὸν ἀνακαλεῖ, τῷ διαφόρῳ χρώμενος ἐπ’ αὐτοῦ ὀνόματι·229

5

.

6

.

7

«καὶ νῦν» γάρ φησιν «κύριος κύριος ἀπέσταλκέν με», ὡς ἂν κυρίως ὄντος τοῦ ἐπὶ πάντων θεοῦ πρώτου καὶ ἀληθῶς κυρίου, αὐτοῦ τε τοῦ μονογενοῦς αὐτοῦ λόγου καὶ τῶν μετ’ αὐτὸν γενητῶν ἁπάντων· καθ’ ὧν δευτέρως τὴν κυρείαν καὶ δεσπο‐
5τ〈ε〉ίαν παρὰ τοῦ πατρὸς ὁ τοῦ θεοῦ λόγος ἀναδεξάμενος, οἷα γνήσιος υἱὸς καὶ μονογενής, δεύτερος εἰκότως καὶ αὐτὸς ἂν εὐσεβῶς χρημα‐ τίζοι κύριος.

5

.

7

.

1

Ἀπὸ τῆς Γενέσεως. «Καὶ εἶπεν ὁ θεός, ποιήσωμεν ἄν‐ θρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», καὶ αὖθις· «καὶ εἶπεν ὁ θεός, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν».

5

.

7

.

2

καὶ ἵνα γε μή τις πρὸς ἀγγέλους ταῦτα εἰρῆ‐ σθαι νομίσειεν, παραχρῆμα δηλοῖ τὸν κεκελευσμένον οὐκ ἄγγελον ὄντα θεοῦ, λέγων· «καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν».

5

.

8

.

1

Ἀπὸ τῆς αὐτῆς. «Ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ, καὶ ἔβρεξεν κύριος ἐπὶ Σόδομα θεῖον καὶ πῦρ παρὰ κυρίου.»

5

.

8

.

2

Σαφῶς δεύτερον ἀναγορεύει, ὃν καὶ διδάσκει παρὰ τοῦ μείζονος ἐπιτραπέντα τὴν κατὰ τῶν ἀσεβῶν ποιήσασθαι τιμωρίαν. πλὴν ἀλλ’ εἰ καὶ δύο κυρίους ἀνεπικαλύπτως ὁμολογοῦμεν, ἀλλ’ οὐ καὶ ταῖς ὁμοίαις ἐπ’ ἀμφοτέροις χρώμεθα θεολογίαις· εὐσεβῶς δὲ τῇ τάξει
5χρώμενοι, τὸν μὲν ἀνωτάτω πατέρα καὶ θεὸν καὶ κύριον καὶ τοῦ δευ‐ τέρου κύριον καὶ θεὸν εἶναι πεπαιδεύμεθα, τὸν δὲ τοῦ θεοῦ λόγον τὸν δεύτερον κύριον, τῶν μὲν ὑπ’ αὐτὸν δεσπότην, οὐκέτι δὲ ὁμοίως καὶ τοῦ μείζονος.

5

.

8

.

3

οὐ γὰρ τοῦ πατρὸς κύριος οὐδὲ τοῦ πατρὸς θεὸς ὁ θεὸς λόγος, ἀλλ’ ἐκείνου μὲν εἰκὼν καὶ λόγος καὶ σοφία καὶ δύνα‐ μις, τῶν δὲ μετ’ αὐτὸν δεσπότης καὶ κύριος καὶ θεός· ὁ δέ γε πατὴρ καὶ τοῦ υἱοῦ πατὴρ καὶ κύριος καὶ θεός. ὅθεν εἰκότως ἀνατρέχουσιν
5εἰς μίαν ἀρχήν, καὶ εἰς ἕνα θεὸν συνίσταται ἡμῖν τὰ τῆς εὐσεβοῦς
θεολογίας.230

5

.

9

.

1

Τῆς αὐτῆς. «Ὤφθη δὲ κύριος τῷ Ἀβραὰμ καὶ εἶπεν αὐτῷ, τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην», καὶ πάλιν· «ἐγένετο Ἀβραὰμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη κύριος τῷ Ἀβραὰμ καὶ εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ θεός· εὐαρέστει ἐνώπιόν μου καὶ γίνου ἄμεμπτος· καὶ θή‐
5σομαι τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον ἐμοῦ, καὶ πληθυνῶ σε σφόδρα»,

5

.

9

.

2

καὶ αὖθις· «ὤφθη δὲ ὁ θεὸς αὐτῷ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ. καὶ ἰδὼν προσέδραμεν εἰς
5συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς καὶ προσεκύνησεν»,

5

.

9

.

3

καὶ ἑξῆς μετὰ τὴν ὀπτασίαν ἐπιφέρει· «ὁ δὲ κύριος εἶπεν, οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ; Ἀβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς»,

5

.

9

.

4

καὶ τούτοις αὖθις ἐπιλέγει ὡς περὶ ἑτέρου· «ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ’ αὐτόν, καὶ φυλάξουσιν τὰς ὁδοὺς κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἐπαγάγῃ κύριος ἐπὶ Ἀβραὰμ ἃ ἐλάλησε πρὸς αὐτόν».

5

.

9

.

5

Ταῦτα αὐτὸς ἀναγέγραπται λέγων ὁ χρηματίζων τῷ Ἀβραὰμ κύριος, ἕτερον κύριον ὁμολογῶν δηλαδὴ τὸν αὐτοῦ πατέρα καὶ ποιη‐ τὴν τοῦ παντός. ὅ γε μὴν Ἀβραὰμ οἷα προφήτης κατάληψιν ἔχων ἀκριβῆ τοῦ χρηματίζοντος ἑξῆς τοῖς προεκτεθεῖσιν ποτνιᾶται λέγων·
5«μὴ συναπολέσῃς δίκαιον μετ’ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. ἐὰν ὦσιν πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων; μηδα‐ μῶς σὺ ποιήσεις τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής· μηδαμῶς. ὁ κρίνων πᾶσαν τὴν γῆν,
10οὐ ποιήσεις κρίσιν;»

5

.

9

.

6

ἀγγέλοις δὴ φάσκειν ταῦτα, ἤ τινι τῶν τοῦ θεοῦ λειτουργῶν, οὐχ ἡγοῦμαι λέγεσθαι ἁρμόζειν· οὐδὲ γὰρ τοῦ τυχόντος ἂν εἴη τὸ κρίνειν πᾶσαν τὴν γῆν. ἀλλ’ οὐδὲ ἄγγελος ὁ προγραφεὶς ἀνηγόρευ‐
ται κρείττω〈ν〉 δέ τις ἀγγέλου «θεὸς» καὶ «κύριος» πρὸς τῇ ἀναγεγραμμένῃ231
5δρυῒ μετὰ τῶν δυοῖν ἀγγέλων ἐν ἀνθρώπου σχήματι ὁραθείς.

5

.

9

.

7

πάλιν γε μὴν οὐδὲ τὸν ἐπὶ πάντων θεὸν ἡγητέον διὰ τούτων δηλοῦσθαι. μεταβάλλειν γὰρ φάναι τὸ θεῖον καὶ σχηματίζεσθαι εἰς ἀνδρὸς εἶδος καὶ μορφὴν οὐκ εὐαγές. λείπεται δὴ αὐτὸν εἶναι τὸν τοῦ θεοῦ λόγον τὸν
5διὰ τῶν πρόσθεν τεθεολογημένον ὁμολογεῖν· ὅθεν εἰσέτι καὶ νῦν παρὰ τοῖς πλησιοχώροις ὡς ἂν θεῖος ὁ τόπος εἰς τιμὴν τῶν αὐτόθι τῷ Ἀβραὰμ ἐπιφανέντων θρησκεύεται, καὶ θεωρεῖταί γε εἰς δεῦρο διαμέ‐ νουσα ἡ τερέβινθος.

5

.

9

.

8

οἱ γὰρ τῷ Ἀβραὰμ ἐπιξενωθέντες ἐπὶ γραφῆς ἀνακείμενοι, δύο μὲν ἑκατέρωθεν, μέσος δὲ ὁ κρείττων ὑπερέχων τῇ τιμῇ. εἴη δ’ ἂν ὁ δεδηλωμένος ἡμῖν κύριος αὐτός, ὁ ἡμέτερος σωτήρ, ὃν καὶ οἱ ἀγνῶτες σέβουσιν, τὰ θεῖα λόγια πιστούμενοι. οὗτος δὴ οὖν
5αὐτὸς ἐξ ἐκείνου τὰ τῆς εὐσεβείας σπέρματα εἰς ἀνθρώπους κατα‐ βαλλόμενος, ἀνθρώπειον ὑποδὺς εἶδός τε καὶ σχῆμα, τῷ θεοφιλεῖ προ‐ πάτορι Ἀβραὰμ ὅστις εἴη αὐτὸν ἐξέφηνεν καὶ τὴν τοῦ πατρὸς αὐτοῦ παρεδίδου γνώμην.

5

.

10

.

1

Τῆς αὐτῆς. «Καὶ ἐπορεύθη εἰς Χαρράν, καὶ ἀπήντησεν τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. καὶ ἔλαβεν ἀπὸ τῶν λίθων καὶ ἔθηκεν πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ. καὶ ἐνυπνιάσθη· καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη εἰς τὴν γῆν, ἧς ἡ κεφαλὴ
5ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτήν. ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς καὶ εἶπεν, ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ, μὴ φοβοῦ· ἡ γῆ ἐφ’ ἣν σὺ καθεύδεις ἐπ’ αὐτήν, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου.

5

.

10

.

2

καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς θαλάσσης, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ ἀνατολὰς καὶ ἐπὶ βορρᾶν καὶ λίβα· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ τῷ σπέρματί σου. καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ
5ὁδῷ πάσῃ οὗ ἐὰν πορευθῇς· καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως οὗ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι.

5

.

10

.

3

καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν, ὅτι ἐστὶν κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. καὶ ἐφοβήθη, καὶ εἶπεν, ὡς φοβερὸς ὁ τόπος οὗτος· οὐκ ἔστιν τοῦτο ἀλλ’ ἢ οἶκος θεοῦ,
καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. καὶ ἀνέστη Ἰακὼβ τὸ πρωΐ, καὶ ἔλαβεν232
5τὸν λίθον, ὃν ὑπέθηκεν πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην, καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου οἶκος θεοῦ.»

5

.

10

.

4

Τοῦτον τὸν ἐνταῦθα διὰ τοσούτων χρηματίζοντα κύριον· καὶ θεὸν ἄγγελον τοῦ θεοῦ προϊὼν ἑξῆς εὑρήσεις, ἐν οἷς φησι πρὸς τὰς γυναῖκας αὐτὸς Ἰακώβ· «καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ’ ὕπνον, Ἰακώβ. ἐγὼ δὲ εἶπα, τί ἐστιν»; καὶ ἑξῆς· «ἑώρακα», φησίν, «πάντα
5ὅσα Λάβαν σοι ποιεῖ. ἐγὼ ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι εὐχήν.»

5

.

10

.

5

ἄρ’ οὖν ὁ ἀνωτέρω φήσας «ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ», ᾧ καὶ στήλην ἀνίστησιν ὁ θεοφιλής, θεὸς μὲν ἦν καὶ κύριος (αὐτῷ γὰρ λέγοντι πιστευτέον), οὐ μὴν ὁ ἐπὶ πάντων, ἀλλ’ ὁ ἐκείνου δεύτερος,
5τὰ τοῦ πατρὸς εἰς ἀνθρώπους διακονούμενος καὶ διαγγέλλων.

5

.

10

.

6

διὸ καὶ ἄγγελον αὐτὸν ὁ Ἰακὼβ ἐπὶ τοῦ παρόντος καλεῖ· «εἶπέν μοι ὁ ἄγγελος τοῦ θεοῦ φάσκων καθ’ ὕπνους, ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τῷ τόπῳ». οὐκοῦν ὁ αὐτὸς ἄγγελος κυρίου καὶ θεὸς καὶ κύ‐
5ριος σαφῶς διὰ τούτων ἀνηγόρευται. καὶ ἐν Ἡσαΐᾳ δὲ τῷ προφήτῃ «μεγάλης βουλῆς ἄγγελος» ὁμοῦ δὲ καὶ «θεὸς» καὶ «ἄρχων» καὶ «ἐξουσιαστὴς» προσαγορεύεται, ἐν οἷς τὴν εἰς ἀνθρώπους αὐτοῦ γέ‐ νεσιν θεσπίζει λέγων· «ὅτι παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ
10μεγάλης βουλῆς ἄγγελος, ἄρχων εἰρήνης, θεὸς ἰσχυρός, ἐξουσιαστής, πατὴρ τοῦ μέλλοντος αἰῶνος».

5

.

11

.

1

Τῆς αὐτῆς.〉 «Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβεν τὰς δύο γυναῖκας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ, καὶ διέβη τὴν διάβασιν τὴν Ἰαβόκ, καὶ ἔλαβεν αὐτοὺς καὶ διεβίβασεν πάντα τὰ ἑαυ‐ τοῦ. ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν μετ’ αὐτοῦ ἄνθρωπος
5ἕως πρωΐ. εἶδεν δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησεν τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ’ αὐτοῦ· καὶ εἶπεν αὐτῷ, ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος, ὁ δὲ εἶπεν, οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. εἶπεν
δὲ αὐτῷ, τί τὸ ὄνομά σου; ὁ δὲ εἶπεν, Ἰακώβ. εἶπεν δὲ αὐτῷ, οὐκέτι233
10Ἰακὼβ κληθήσεται τὸ ὄνομά σου, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. ἠρώτησεν δὲ Ἰακὼβ καὶ εἶπεν, ἀνάγγειλόν μοι τὸ ὄνομά σου. καὶ εἶπεν, ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἰακὼβ εἶδος θεοῦ· εἶδον γὰρ θεὸν πρόσ‐
15ωπον πρὸς πρόσωπον, καὶ ἐσώθη ἡ ψυχή μου. ἀνέτειλεν δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθεν τὸ εἶδος τοῦ θεοῦ.»

5

.

11

.

2

Τῷ μὲν Μωσεῖ εἴρητο «οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται», ἐν τούτοις δὲ ὁ Ἰακὼβ εἶδεν θεὸν οὐχ ἁπλῶς ἀλλὰ «πρόσ‐ ωπον πρὸς πρόσωπον», καὶ σωθείς γε οὐ τὸ σῶμα ἀλλὰ τὴν ψυχὴν τῆς ἐπὶ τὸν Ἰσραὴλ προσωνυμίας ἠξιώθη, φερωνύμου ψυχῶν προσ‐
5ηγορίας, εἴ γε ἑρμηνευθὲν «ὁρῶντα θεὸν» τὸ Ἰσραὴλ ὄνομα σημαίνει. οὐκ ἄρα τὸν ἐπὶ πάντων θεὸν ἑώρα· ἀόρατος γὰρ οὗτος καὶ ἄτρεπτος, καὶ οὐδαμῶς ἂν εἰς ἄνθρωπον μεταβάλοι ὁ πάσης ἀνωτάτω οὐ‐ σίας· ἕτερον ἄρα, οὗ καὶ πολυπραγμονοῦντι καιρός πω οὐκ ἦν ἐκφάναι τῷ Ἰακὼβ τὴν προσηγορίαν.

5

.

11

.

3

εἰ δὲ ἀγγέλων τινὰ ἢ τῶν κατ’ οὐρανὸν θείων πνευμάτων, τὸν τοῖς ἁγίοις τοὺς χρησμοὺς δια‐ κονούμενον, ὑπολάβοι τις εἶναι, σαφῶς διέψευσται· τοῦτο μὲν ἀπὸ τοῦ κυριολεκτεῖσθαι καὶ θεολογεῖσθαι τὸν δηλούμενον, καὶ γὰρ καὶ
5θεὸν αὐτὸν ἡ θεία γραφὴ διαρρήδην ἀναγορεύει καὶ κύριον ἀποκαλεῖ, τῇ διὰ τῶν τεσσάρων παρ’ Ἑβραίοις στοιχείων ἐπισημειώσει τιμῶσα, ἣν ἐπὶ μόνης τῆς ἀνεκφωνήτου καὶ ἀρρήτου προσηγορίας τῆς τοῦ θεοῦ συντιθέναι παῖδες Ἑβραίων εἰώθασιν· τοῦτο δὲ καὶ ἀπὸ τοῦ ἀγγέλους σαφῶς διορίζειν, ὅτε δὴ βούλοιτο ἀγγέλους καλεῖν ὁ λόγος,
10ὥσπερ, ἐπεὶ τοὺς ἐν Σοδόμοις ἀσεβεῖς ὄντας ὁ μὲν τῷ Ἀβραὰμ χρηματίζων θεὸς καὶ κύριος τῆς αὐτοῦ παρουσίας οὐδαμῶς ἀξιοῖ, εἰσαῦθις ἡ θεία γραφὴ λέγει· «ὁ μὲν κύριος ἀπῆλθεν, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ, οἱ δὲ δύο ἄγγελοι ἀπῆλθον εἰς Σόδομα ἑσπέρας»,

5

.

11

.

4

καὶ τῷ Ἰακὼβ δὲ «συνήντησαν ἄγγελοι θεοῦ»· καὶ ἰδὼν εἶπεν «παρ‐ εμβολὴ θεοῦ αὕτη· καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου παρεμβο‐ λαί».

5

.

11

.

5

οὕτως δὴ ὁ θεοφιλὴς εὖ διέκρινεν τὰς ὀπτασίας, ὥστε νῦν μὲν τὸ ὄνομα τοῦ τόπου παρεμβολὰς καλεῖν, ἀπὸ τῆς τῶν ἀγγελικῶν παρεμβολῶν θέας, ὅτε δὲ τῷ θεῷ προσομιλεῖ, καλεῖ τὸ ὄνομα τοῦ
τόπου «εἶδος θεοῦ», ἐπιλέγων· «εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσ‐234
5ωπον». ἀλλὰ καὶ τῷ Μωσεῖ ὅτ’ ἄγγελος ἐπιφαίνεται, τοῦτ’ αὐτὸ καὶ ἡ θεία γραφὴ σημαίνει λέγουσα· «ὤφθη δὲ ἄγγελος κυρίου αὐτῷ ἐν φλογὶ πυρὸς βάτου». ὅτε δὲ τὸν αὐθέντην αὐτὸν δὴ τὸν χρημα‐ τίζοντα δηλοῖ, θεὸν καὶ κύριον ἀλλ’ οὐκέτι ἄγγελον ὀνομάζει.

5

.

11

.

6

ὁμοίως καὶ ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης διορίζει σαφῶς τὸν ἄγγελον καὶ τὸν κύριον δι’ ὧν φησιν· «ἐξῆρεν δὲ ὁ ἄγγελος τοῦ θεοῦ ὁ προ‐ πορευόμενος τῶν υἱῶν Ἰσραήλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν αὐτῶν· ἐξῆρεν δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν».

5

.

11

.

7

ὥσπερ δὲ ἐπὶ τῶν προτέρων ἐν ἀνθρώπου σχήματι τοῖς παλαιοῖς ὁ κύριος χρηματίζων εἰσῆκται, οὕτω καὶ ἐνταῦθα διὰ νεφέλης. λέλεκται γοῦν ἑξῆς· «ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ καὶ ἐπέβλεψεν κύριος
5εἰς τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ νεφέλης», δι’ ὅλης δὲ τῆς ἐρήμου ἐν στύλῳ διὰ τῆς νεφέλης ὁ θεὸς τῷ Μωσεῖ χρηματίζων.

5

.

11

.

8

ἀκριβῶς ἄρα ὅτε μὲν ἀγγέλου φύσιν ὁ λόγος δηλοῦν βούλεται, οὐδὲ θεὸν οὐδὲ κύριον ἀλλ’ ἀνεπικαλύπτως ἄγγελον ὀνομάζει, ὅτε δὲ κύριον καὶ θεὸν οἶδεν τὸν ἐπιφαινόμενον, ταύταις αὐταῖς σαφῶς κέχρηται ταῖς προσρήσεσιν. κύριον δὲ καὶ θεὸν ὅτι μὴ τὸν αἴτιον δηλοῖ,
5προφανῶς ἀπέδειξαν τῆς θείας γραφῆς αἱ λέξεις, «ἄγγελον θεοῦ» προ〈σ〉ειποῦσαι τὸν ἐπὶ τοῦ Ἰακὼβ κύριον καὶ θεὸν προωνομασμένον.

5

.

11

.

9

λείπεταί τις ἄρα ὢν ἐν τοῖς οὖσι θεὸς καὶ κύριος μετὰ τὸν παμ‐ βασιλέα καὶ θεὸν τῶν ὅλων. εἴη δ’ ἂν οὗτος ὁ πρὸ αἰώνων τοῦ θεοῦ λόγος, ὁ κρείττων μὲν ἢ πᾶσα ἀγγελικὴ φύσις, μείων δὲ ἢ κατὰ τὸ〈ν〉 πρῶτον αἴτιον.

5

.

12

.

1

Τῆς αὐτῆς.〉 «Εἶπεν δὲ ὁ θεὸς Ἰακώβ, ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθήλ, καὶ οἴκει ἐκεῖ· καὶ ποίησον θυσιαστήριον τῷ θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ σου. εἶπεν δὲ Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσι τοῖς
5μετ’ αὐτοῦ, ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσασθε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν· καὶ ἀναστάντες ἀνα‐ βῶμεν εἰς Βαιθήλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ’ ἐμοῦ καὶ ἔσωσέν με
ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθην.»235

5

.

12

.

2

Ἐνταῦθα ὁ θεὸς αὐτὸς ὁ τῶν ὅλων, ὁ μόνος ἀγένητος καὶ ἀνωτάτω πάντων, οὐκ ὀφθεὶς ἀλλὰ γὰρ ἀοράτως χρηματίσας τῷ Ἰακὼβ δυνάμει τε ἀρρήτῳ αὐτὸν ἀνακινήσας, περὶ ἑτέρου σαφῶς ποιεῖται τὸν λόγον. εἶπεν γοῦν ὁ θεὸς αὐτῷ· «ποίησον θυσιαστήριον
5τῷ θεῷ τῷ ὀφθέντι σοι». τίς δ’ ἦν ὁ προγραφεὶς ὦφθαι αὐτῷ, ἀρτίως παρεστήσαμεν, τὸν θεὸν λόγον εἶναι ἀποδείξαντες.

5

.

13

.

1

Ἀπὸ τῆς Ἐξόδου. «Καὶ Μωσῆς ἦν ποιμαίνων τὰ πρό‐ βατα Ἰωθὼρ τοῦ γαμβροῦ αὐτοῦ», «καὶ ἦλθεν εἰς τὸ ὅρος τοῦ θεοῦ ἐν Χωρήβ. ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἐν πυρὶ φλογὸς βάτου», καὶ μεθ’ ἕτερα· «ὡς δὲ εἶδεν, ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ἐκ
5μέσου τοῦ βάτου λέγων, Μωυσῆ Μωυσῆ, μὴ ἐγγίσῃς ὧδε· λῦσαι τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας ἐπ’ αὐτῷ γῆ ἁγία ἐστίν», καὶ μετ’ ὀλίγα· «καὶ εἶπεν κύριος πρὸς αὐτόν, ἐγώ εἰμι ὁ ὤν»,

5

.

13

.

2

καὶ αὖθις· «ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ εἶπεν πρὸς αὐτόν, ἐγὼ κύριος ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς· καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτούς».

5

.

13

.

3

Ὥσπερ ἐπὶ τῶν ἐν ἀνθρώποις προφητῶν, Ἡσαΐου φέρε εἰπεῖν καὶ Ἱερεμίου καὶ τῶν παραπλησίων, ἄνθρωπος μὲν ἦν τὸ ὁρώμενον, θεὸς δὲ ὁ διὰ τοῦ φαινομένου ὡς ἂν δι’ ὀργάνου θεσπίζων, καὶ τοτὲ μὲν Χριστοῦ πρόσωπον, τοτὲ δὲ πνεύματος ἁγίου, τοτὲ δὲ τοῦ
5ἐπὶ πάντων θεοῦ ἦν διὰ τοῦ προφήτου χρηματίζον, οὕτω δὴ καὶ νῦν εἰσαγομένῳ τῷ Μωσεῖ ὁ ἀνωτάτω καὶ ἐπὶ πάντων θεὸς διὰ τοῦ φανέντος ἀγγέλου τὰ προκείμενα θεσπίζει.

5

.

13

.

4

ὧν γένοιτ’ ἂν ὁ νοῦς τοιόσδε· σοὶ μέν, ὦ προφῆτα, ὡς ἂν εἰσαγομένῳ καὶ μηδὲν πλέον ἀγγελικῆς ὀπτασίας χωροῦντι, τέως τὸν ἐμὸν ἄγγελον ἐβουλήθην ὀφθῆναι, ἐμαυτοῦ τε τοὔνομά σοι μόνον ἐμφανὲς καθίστημι, διδάσκων
5ὅτι «ἐγώ εἰμι ὁ ὤν», καὶ ὅτι τὸ ὄνομά μού ἐστιν κύριος· τοῖς δὲ σοῖς πατράσιν οὐ τοῦτο μόνον ἐδήλωσα, ἀλλὰ καὶ τούτου μεῖζον ἐδωρησάμην· ὤφθην γὰρ αὐτοῖς. τίς δὲ ἦν ὁ τοῖς πατράσιν ὀφθείς;
καὶ ὅτι μὴ ὁ ἐπὶ πάντων θεός, προαποδέδεικται, ἡνίκα τὸν θεὸν καὶ τὸν κύριον· «ἄγγελον θεοῦ» ὠνομάσθαι ἐπεδείκνυμεν.236

5

.

13

.

5

πῶς οὖν ἐνταῦθα ὁ ἐπέκεινα τῶν ὅλων, αὐτὸς ὢν ὁ μόνος ἐπὶ πάντων θεός, ὦφθαί φησιν τοῖς πατράσιν, ζητήσαι ἄν τις εἰκότως. λυθείη δ’ ἂν τὸ ζητηθέν, εἰ τῇ ἀκριβείᾳ τῆς θείας γραφῆς ἐπιστήσαιμεν. λεγομέ‐
5νου 〈γὰρ〉 παρὰ τοῖς ἑβδομήκοντα τοῦ «καὶ ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, θεὸς αὐτῶν ὤν», ὁ μὲν Ἀκύλας φησὶν «καὶ ὡράθην πρὸς Ἀβραὰμ καὶ πρὸς Ἰσαὰκ καὶ πρὸς Ἰακὼβ ἐν θεῷ ἱκανῷ»·

5

.

13

.

6

δι’ ὧν σαφῶς παρίστησιν, ὅτι μὴ αὐτὸς ὁ ἐπὶ πάντων θεός, ὁ μόνος ὤν, δι’ ἑαυτοῦ ὤφθη, ἀλλ’ οὐδ’ ὥσπερ τῷ Μωσεῖ οὕτως καὶ τοῖς πατράσιν δι’ ἀγγέλου ἢ διὰ βάτου ἢ πυρός, ἀλλ’ «ἐν θεῷ ἱκανῷ»
5χρηματίζοντι, ὥστε διὰ τοῦ υἱοῦ τὸν πατέρα καὶ τοῖς πατράσιν ἑω‐ ρᾶσθαι, κατὰ τὸ εἰρημένον ἐν εὐαγγελίοις πρὸς αὐτοῦ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». ἐν αὐτῷ γὰρ καὶ δι’ αὐτοῦ ἡ τοῦ πατρὸς ἀπεκαλύπτετο γνῶσις.

5

.

13

.

7

ἀλλ’ ὅτε μὲν ἀνθρώπων σωτήριος ἐπεφαίνετο, διὰ τῆς τοῦ υἱοῦ ἀνθρωπείας μορφῆς ἑωρᾶτο, τοῖς θεοφιλέσιν τὴν εἰς ἀνθρώπους αὐτοῦ ἐσομένην σωτηρίαν τοῖς πᾶσι παροῦσαν ἐξ ἐκείνου προαρ〈ρ〉αβωνιζόμενος· ὅτε δὲ τῶν ἀσεβῶν τιμωρὸς καὶ κολα‐
5στὴς τῶν Αἰγυπτίων ἔμελλεν ἔσεσθαι, οὐκέτι «ἐν θεῷ ἱκανῷ», ἀλλ’ ἐν ἀγγέλῳ διακόνῳ τῆς τιμωρίας καὶ ἐν εἴδει πυρὸς καὶ τῆς ὅσον οὔπω μελλούσης αὐτούς, δίκην ἀγρίας καὶ ἀκανθώδους ὕλης, κατ‐ εσθίειν φλογὸς παρεφαίνετο. αἰνίττεσθαι οὖν φασι τὴν μὲν βάτον τὴν τῶν Αἰγυπτίων ἀγρίαν καὶ ἀπηνῆ καὶ ἀνήμερον μοχθηρίαν, τὸ
10δὲ πῦρ τὴν διαλαβοῦσαν αὐτοὺς τιμωρὸν καὶ κολαστήριον δύναμιν.

5

.

14

.

1

Τῆς αὐτῆς.〉 «Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν, ἰδοὺ ἐγὼ παρα‐ γίνομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σέ, καὶ σοὶ πιστεύσουσιν», καὶ ἑξῆς· «ὁ δὲ θεὸς ἡγεῖτο αὐτῶν ἡμέρας ἐν στύλῳ νεφέλης τὴν ὁδόν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρὸς τοῦ
5φαίνειν αὐτοῖς», καὶ πάλιν· «κατέβη κύριος ἐν στύλῳ νεφέλης»,

5

.

14

.

2

καὶ αὖθις· «ἡνίκα δ’ ἂν εἰσῆλθεν Μωυσῆς εἰς τὴν σκηνήν, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης καὶ ἵστατο ἐπὶ τὰς θύρας τῆς σκηνῆς, καὶ ἐλάλει
τῷ Μωυσεῖ· καὶ ἑώρα πᾶς ὁ λαὸς τὸν στῦλον τῆς νεφέλης ἑστῶτα237
5ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς· καὶ στάντες πᾶς ὁ λαὸς προσεκύνησαν ἕκαστος ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ».

5

.

14

.

3

Ὁ μὲν οὖν λαὸς ἑώρα τὸν στῦλον τῆς νεφέλης, Μωυσεῖ δ’ ἐλάλει. τίς δ’ ἐλάλει ἢ δηλονότι ὁ στῦλος. τῆς νεφέλης, ὁ πρότερον τοῖς πατράσιν ἐν ἀνθρώπου φανεὶς σχήματι; προαποδέδεικται δὲ ὅτι μὴ ὁ ἐπὶ πάντων θεὸς οὗτος ἦν, ἕτερος δὲ ὃν θεοῦ λόγον ὑπάρχοντα
5Χριστὸν ἡμεῖς προσαγορεύομεν, ὃς καὶ τότε τοῦ πλήθους ἕνεκεν Μωσεῖ τε αὐτῷ καὶ τῷ λαῷ ἐν στύλῳ νεφέλης ἐθεωρεῖτο, διὰ τὸ μὴ χωρεῖν αὐτοὺς ὁμοίως τοῖς πατράσιν ἐν ἀνθρώπου σχήματι ὁρᾶν αὐτόν.

5

.

14

.

4

τελείων γάρ τοι ἦν τὸ προορᾶν δύνασθαι τὴν μέλλουσαν ἔσεσθαί ποτε εἰς ἀνθρώπους ἔνσαρκον ἐπιφάνειαν αὐτοῦ, ἣν ἐπεὶ μηδὲ τότε οἷός τε ἦν ὁ πᾶς λαὸς χωρεῖν, εἰκότως τοτὲ μὲν αὐτοῖς διὰ πυρός, φόβου χάριν καὶ καταπλήξεως, τοτὲ δὲ διὰ νεφέλης ..., ὡς
5ἂν ἐπεσκιασμένως καὶ κεκαλυμ〈μ〉ένως νομοθετῶν αὐτοῖς ὁρῷτο, ὁμοίως δὲ καὶ τῷ Μωσεῖ δι’ αὐτούς.

5

.

15

.

1

Τῆς αὐτῆς.〉 Εἶπεν κύριος· «ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν ἣν ἡτοίμασά σοι. πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ καὶ μὴ ἀπείθει αὐτῷ. οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου
5ἐστὶν ἐπ’ αὐτῷ», καὶ ἐν ἑτέρῳ τόπῳ· «εἶπεν δὲ κύριος πρὸς Μωυσῆν· βάδισον καὶ ὁδήγησον τὸν λαὸν εἰς τὸν τόπον ὃν εἴρηκά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύεται πρὸ προσώπου σου», καὶ πάλιν· «καὶ εἶπεν κύριος πρὸς Μωυσῆν, πορεύου καὶ ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός»,

5

.

15

.

2

καὶ ἑξῆς· «καὶ συναποστελῶ πρὸ προσώπου σου τὸν ἄγ‐ γελόν μου». Αὗται ὅτι μὴ ἀγγέλου μόνου θεοῦ δὲ γένοι〈ν〉τ’ ἂν φωναί, παντί τῳ πρόδηλον. θεοῦ δὲ τίνος ἢ τοῦ τοῖς προπάτορσιν ἑωρα‐
5μένου, ὃν ἄγγελον θεοῦ σαφῶς προσεῖπεν ὁ Ἰακώβ; οὗτος δὲ ἦν ἡμῖν ὁ θεοῦ λόγος, ὡς ἂν καὶ θεοῦ παῖς καὶ αὐτὸς θεὸς καὶ κύριος ὠνο‐
μασμένος.238

5

.

16

.

1

Τῆς αὐτῆς.〉 «Ἐγώ εἰμι κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ», καὶ ἑξῆς· «ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου, θεὸς ζηλωτής»,

5

.

16

.

2

καὶ ἐπιλέγει· «οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ· οὐ γὰρ μὴ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ». Κἀνταῦθα αὐτὸς ὁ κύριος περὶ ἑτέρου κυρίου τὰ προκείμενα δι‐
5δάσκει· εἰπὼν γοῦν «ἐγώ εἰμι κύριος ὁ θεός σου», ἐπιλέγει· «οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου», περὶ τοῦ πατρὸς δηλαδὴ καὶ θεοῦ τῶν ὅλων ὁ δεύτερος κύριος τὸν θεράποντα μυσταγωγῶν.

5

.

16

.

3

εὕροις δ’ ἂν καὶ ἄλλα μυρία δι’ ὅλης τῆς ἱερᾶς γραφῆς παραπλησίως τού‐ τοις ἐξενηνεγμένα, δι’ ὧν ὁ θεὸς ὡς περὶ ἑτέρου θεοῦ καὶ αὐτὸς ὁ κύριος ὡς περὶ ἑτέρου κυρίου τοὺς χρησμοὺς ἐποιεῖτο.

5

.

17

.

1

Τῆς αὐτῆς.〉 «Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν, καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω. εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας. καὶ εἶπεν Μωυσῆς, δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. καὶ εἶπεν, ἐγὼ προπορεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω
5ἐν ὀνόματί μου κύριον ἐναντίον σοῦ καὶ ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰ‐ κτειρήσω ὃν ἂν οἰκτείρω.» καὶ μεθ’ ἕτερα ἐπιφέρει λέγων· «καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσεν ἐν ὀνό‐ ματι κυρίου. καὶ παρῆλθεν κύριος ἐν ὀνόματι αὐτοῦ, καὶ ἐκάλεσεν, κύριε κύριε, ὁ θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέ‐
10λεος, καὶ ἀληθινὸς καὶ δικαιοσύνην διατηρῶν, ποιῶν ἔλεος εἰς χι‐ λιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων ἁμαρτίας πατέρων ἐπὶ τέκνα καὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. καὶ σπεύσας Μωυσῆς κύψας ἐπὶ τὴν γῆν προσεκύνησεν.»

5

.

17

.

2

Ὅρα δὴ τίνα τρόπον καὶ νῦν αὐτὸς ὁ κύριος ὁ καταβὰς «ἐκά‐ λεσεν», ἐν νεφέλῃ καὶ τῷ Μωσεῖ παραστάς, «ἐν ὀνόματι κυρίου», ἕτερον παρ’ ἑαυτὸν συνήθως κατὰ ἀναδίπλωσιν δὶς κύριον ἐπικαλούμενον, ὡς ἂν καὶ ἑαυτοῦ καὶ τῶν λοιπῶν ἁπάντων δεσπότην θεολογού‐
5μενον, τὸν ἑαυτοῦ πατέρα, καὶ ὅτι γε ἐν τούτοις οὐ Μωσῆς, ὡς ἂν
ὑπολάβοι τις, ἀλλὰ γὰρ αὐτὸς ὁ κύριος ἕτερον κύριον τὸν πατέρα καλεῖ. προλαβὼν αὐτὸς ὁ χρηματίζων τῷ Μωσεῖ φησιν· «ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι κυρίου».239

5

.

17

.

3

τοῦτο γοῦν εἰρηκότος, ἑξῆς ἐπιλέγει ἡ γραφὴ διηγηματι‐ κῶς· «καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκά‐ λεσεν ἐν ὀνόματι κυρίου». οὐκοῦν αὐτὸς ὁ κύριος τὴν ὑπόσχεσιν τὴν αὐτοῦ πληρώσων κάτεισιν, καὶ ὥσπερ ὁ λόγος φησίν, πρόεισι «πρὸ
5προσώπου» Μωυσῆ·

5

.

17

.

4

καὶ αὐτὸς δὲ ὁ κύριος καλεῖ λέγων· «κύριε ὁ θεὸς οἰκτίρμων καὶ ἐλεήμων», καὶ τὰ ἑξῆς, σαφῶς ὁ κύριος τὸν θεράποντα ἑαυτόν τε ὅστις εἴη καὶ τὴν τοῦ κρείττονος κυρίου γνῶσιν μυστα‐ γωγῶν. τοῦτο δέ σοι παραστήσει, ἔνθα προσευχόμενος ὑπὲρ τοῦ λαοῦ
5τῶν προκειμένων τοῦ κυρίου μνημονεύει φωνῶν, τὸν κύριον ταῦτ’ εἰρηκέναι ἀλλ’ οὐκ αὐτόν, ἐν οἷς φησιν· «καὶ νῦν ὑψωθήτω ἡ χείρ σου, κύριε, ὃν τρόπον εἶπας λέγων, κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας· καὶ καθα‐ ρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ
10τέκνα ἕως ἐπὶ τρίτην καὶ τετάρτην γενεάν».

5

.

17

.

5

ἐπιτήρει δὲ τίνα τρόπον ἐν τούτοις αὐτὸς ὁ κύριος τὸν πατέρα μακρόθυμον καὶ πολυ‐ έλεον ἐπειπών, προστίθησι λέγων αὐτὸν καὶ ἀληθινόν, συμφώνως τῷ «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν», ἐν εὐαγγελίοις
5ὑφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ σωτῆρος ἡμῶν εἰρημένῳ. μόνον γοῦν ἀλη‐ θινὸν θεὸν σφόδρα εὐσεβῶς ἀποκαλεῖ τὸν πατέρα, τὸ προσῆκον ἀπονέμων σέβας τῇ ἀγενήτῳ φύσει, ἧς αὐτὸν εἰκόνα εἶναι καὶ γέν‐ νημα οἱ θεῖοι λόγοι παιδεύουσιν.

5

.

18

.

1

Ἀπὸ τῶν Ἀριθμῶν. Ἐν τοῖς Ἀριθμοῖς ὁ Μωσῆς εὐχόμενός φησιν· «ὅτι σὺ εἶ κύριος ἐν τῷ λαῷ τούτῳ, ὅστις ὀφθαλ‐ μοῖς κατ’ ὀφθαλμοὺς ὀπτάνῃ, σὺ κύριε», ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ἐξέδωκεν· «ὅτι σὺ εἶ κύριος ἐν ἐγκάτῳ τοῦ λαοῦ τούτου, ὃς ὀφθαλ‐
5μὸν ἐν ὀφθαλμοῖς ὁρᾷ, σὺ κύριε», ὁ δὲ Σύμμαχος· «ὅτι σὺ εἶ κύριε».

5

.

18

.

2

καὶ ἐν Ἐξόδῳ εἴρηται· «καὶ ἀνέβη Μωσῆς καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων τοῦ Ἰσραήλ, καὶ εἶδον τὸν τόπον ὅπου ἕστηκεν ὁ θεὸς Ἰσραήλ», ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας· «καὶ εἶδον», φησί, «τὸν θεὸν Ἰσραήλ», ὁ δὲ Σύμμαχος· «καὶ εἶδον ὁράματι
5τὸν θεὸν Ἰσραήλ».240

5

.

18

.

3

Διὰ τὸ «θεὸν οὐδεὶς ἑώρακεν πώποτε» τάχα ἄν τις ἐναντίαν εἶναι τῷ σωτηριώδει λόγῳ τὴν παροῦσαν ὑπολάβοι λέξιν, ὡς ὁρατὸν ὑποτιθεμένην τὸν τὴν φύσιν ἀόρατον. ἀλλ’ εἰ καὶ ταῦτα ἐπὶ τὸν λόγον τοῦ θεοῦ τὸν «πολυμερῶς καὶ πολυτρόπως» ὀφθέντα «τοῖς
5πατράσιν» ἐκλάβοις ὁμοίως τοῖς προαποδειχθεῖσιν ἡμῖν, οὐκέτ’ ἂν δόξοις τοῖς ἐναντίοις περιπίπτειν. θεὸν Ἰσραὴλ ἐνταῦθα ὁρώμενον αὐτὸν ἐκεῖνον εἶναι διδάσκει, ὃν καὶ τῷ Ἰσραὴλ ὀφθέντα, ὅτε ἐπάλαιεν ἄνθρωπος μετ’ αὐτοῦ, ὃς καὶ πρῶτος αὐτοῦ τὴν προσωνυμίαν ἐκ τοῦ Ἰακὼβ ἐπὶ τὸν Ἰσραὴλ μεταβέβληκεν εἰπὼν «ὅτι ἐνίσχυσας μετὰ θεοῦ»,
10ὅτε καὶ τῆς θείας αὐτοῦ δυνάμεως αἴσθησιν λαβὼν «ὁ Ἰακὼβ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον εἶδος θεοῦ», εἰπὼν «εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή», οὐχ ἕτερον ὑπάρχειν τοῦ θεοῦ λόγου κατὰ τὸν οἰκεῖον καιρὸν παρεστήσαμεν.

5

.

19

.

1

Ἀπὸ τοῦ Ἰησοῦ τοῦ Ναυῆ. «Καὶ ἐγενήθη ὡς ἦν Ἰησοῦς ἐν Ἰεριχώ, καὶ ἀναβλέψας ὁρᾷ ἄνθρωπον ἑστηκότα κατέναντι αὐτοῦ, καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. καὶ προσελθὼν ὁ Ἰησοῦς εἶπεν, ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων; καὶ εἶπεν αὐτῷ, ἐγὼ ἀρχι‐
5στράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα. καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ, δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ; καὶ λέγει ὁ ἀρχιστράτηγος κυρίου, Ἰησοῦ, λῦσαι τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας γῆ ἁγία ἐστίν.»

5

.

19

.

2

Αὐτὰ δὴ ταῦτα καὶ Μωσεῖ ἀρχομένῳ τῆς θεωρίας ἐπὶ τῆς βάτου πρὸς τοῦ κυρίου εἴρητο, ὡς δηλοῖ ἡ γραφή· «ὡς δὲ εἶδεν κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν κύριος ἐκ μέσου τοῦ βάτου λέγων, Μωυσῆ Μωυσῆ, μὴ ἐγγίσῃς ὧδε· λῦσαι τὸ ὑπόδημα τῶν πο‐
5δῶν σου, ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας ἐπ’ αὐτοῦ γῆ ἁγία ἐστίν».

5

.

19

.

3

εἷς ἄρα καὶ ὁ αὐτὸς ἦν ὁ τοῖς ἀμφοτέροις χρηματίσας θεός, ὡς ἐκ τοῦ παραγγέλματος δείκνυται. ἀλλὰ νῦν μὲν διὰ τοῦ ἀρχιστρατήγου τῆς
δυνάμεως αὐτοῦ, Μωσεῖ δὲ διὰ τοῦ ὀφθέντος ἀγγέλου θεσπίζει. στρατιῶν δὲ ὑπερουρανίων καὶ δυνάμεων ὑπερκοσμίων καὶ πνευμάτων241
5ἀοράτων, ἀγγέλων τε θείων καὶ ἀρχαγγέλων τῷ παμβασιλεῖ καὶ πανηγεμόνι [τῷ] θεῷ λειτουργούντων, κατὰ τὸ εἰρημένον παρὰ τῷ Δανιὴλ «χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρει‐ στήκεισαν ἔμπροσθεν αὐτοῦ», πάντων ἀνωτάτω τίς ἂν γένοιτο ἕτερος τοῦ θεοῦ λόγου καὶ τῆς πρωτοτόκου σοφίας τοῦ τε ἐνθέου γεν‐
10νήματος; εἰκότως ἄρα καὶ «ἀρχιστράτηγος δυνάμεως κυρίου» ἐπὶ τοῦ παρόντος ἀνείρηται, ὡς καὶ «μεγάλης βουλῆς ἄγγελος» ἐν ἑτέροις, καὶ σύνθρονος τοῦ πατρός, αἰώνιός τε καὶ μέγας ἀρχιερεύς.

5

.

19

.

4

ἀπο‐ δέδεικται δὲ ὅτι καὶ κύριος καὶ θεὸς ὁ αὐτὸς καὶ Χριστός, ὑπὸ τοῦ πατρὸς ἐλαίῳ ἀγαλλιάσεως κεχρισμένος. τῷ μὲν οὖν Ἀβραὰμ παρὰ τῇ δρυῒ φανεὶς ἐν ἀνθρώπου εἴδει, γαληνῷ καὶ εἰρηναίῳ σχήματι
5ἑαυτὸν ὑποδείκνυσιν, τὴν σωτήριον εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν ἐξ ἐκείνου προοιμιαζόμενος, τῷ δὲ Ἰακώβ, ὡς ἀσκητῇ καὶ ἀγωνιστῇ παλαίειν πρὸς ἐχθροὺς καὶ ἀγωνίζεσθαι μέλλοντι, οἷα ἄνθρωπος, Μωσεῖ δὲ καὶ τῷ λαῷ ἐν εἴδει νεφέλης καὶ πυρὸς καθηγεῖτο, φοβερὸν ὁμοῦ καὶ ἐπεσκιασμένον παρέχων ἑαυτόν.

5

.

19

.

5

ἐπεὶ δὲ ὁ τοῦ Μωσέως διάδοχος Ἰησοῦς πολεμίοις ἔμελλεν παρατάττεσθαι, τοῖς τὸ πρὶν Παλαιστίνων γῆς οἰκήτορσιν, ἀλλοφύλοις ἔθνεσιν καὶ ἀσεβεστάτοις, εἰκότως μετὰ ῥομφαίας ἐσπασμένης καὶ κατὰ τῶν πολεμίων ἠκονη‐
5μένης ὑποφαίνεται, μονονουχὶ διὰ τῆς ὄψεως ἐπιδεικνύς, ὅτι δὴ αὐτὸς ἀοράτῳ ῥομφαίᾳ, ἐνθέῳ δυνάμει, τοὺς ἀσεβεῖς μετιέναι ἔμελ‐ λεν, τοῖς οἰκείοις συστρατευόμενος καὶ συναγωνιζόμενος. διὸ κατὰ καιρὸν καὶ «ἀρχιστράτηγον κυρίου» ἑαυτὸν ἀνηγόρευσεν.

5

.

20

.

1

Ἀπὸ τοῦ Ἰώβ. «Εἶπεν δὲ κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν· ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δή μοι, εἰ ἐπίστασαι σύνεσιν. τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας;» καὶ ἑξῆς· «ὅτε ἐγενήθησαν», φησίν, «ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ
5πάντες ἄγγελοί μου· ἔφραξα δὲ θάλασσαν πύλαις»,

5

.

20

.

2

καὶ ἑξῆς· «ἢ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν, ἑωσφόρος δὲ ἐπεῖδεν τὴν ἑαυτοῦ τάξιν;»

5

.

20

.

3

καὶ πάλιν· «ἢ σὺ λαβὼν γῆς πηλὸν ἔπλασας ζῷον, καὶ λαλητὸν αὐτὸ ἔθου ἐπὶ τῆς γῆς; ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δ’ ὑπερηφάνων συνέτριψας; ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι
242
5θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;»

5

.

20

.

4

καὶ ἐπὶ τέλει τοῦ παντὸς χρησμοῦ ἀποκρίνεται Ἰὼβ τῷ κυρίῳ λέγων· «ἄκουσον δή μου, κύριε, ἵνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον. ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νῦν δὲ ὁ ὀφθαλμός μου
5ἑώρακέν σε· διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν».

5

.

20

.

5

Ὅτι μὲν οὖν κυρίου τοῦ δημιουργοῦ τυγχάνουσιν αἱ προκεί‐ μεναι φωναί, οὐκ ἐκ τῶν προτεθέντων μόνον ἀλλὰ καὶ ἐκ τῶν σοι φαινομένων διαγνῶναι ῥᾴδιον. ὅτι δὲ τὸ «ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας»; καὶ τὸ «ἀνοίγονται δέ σοι
5φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν»; τὴν εἰς ᾅδου κάθοδον τοῦ σωτῆρος ἡμῶν θεσπίζει κατὰ τὸν προσ‐ ήκοντα καιρὸν ἀποδείξομεν, τοσοῦτον νῦν ἐπισημηνάμενοι, ὡς μᾶλλον τῷ θεῷ λόγῳ ἤπερ τῷ θεῷ τῶν ὅλων τὰ κατὰ τὸν τόπον ἀνατιθέναι προσήκει.

5

.

20

.

6

ὁ γοῦν Ἰὼβ ἑξῆς ὁμοίως τοῖς πα‐ τράσιν αὐτὸν δὴ τοῦτον τὸν ἐν ἀρχαῖς «διὰ λαίλαπος καὶ νεφῶν» χρηματίζοντα αὐτῷ κύριον αὐτοψίᾳ τεθεωρηκέναι μαρτυρεῖ, λέγων· «ἄκουσον δέ μου, κύριε, ἵνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ
5με δίδαξον. ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νῦν δὲ ὁ ὀφθαλμός μου ἑώρακέν σε. διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν».

5

.

20

.

7

πῶς δ’ ἂν τὸν ἀνωτάτω θεόν, τὸν τῶν ὅλων ἐπέκεινα, τὴν ἄτρεπτον καὶ ἀγέννητον οὐσίαν, σάρκα περιβεβλημένη ψυχὴ καὶ ὀφθαλμοὶ θνητῶν θεάσαιντο, εἰ μὴ ἄρα σαφῶς κἀνταῦθα ὑποβαίνοντα τοῦ οἰκείου μεγέθους τὸν θεὸν λόγον,
5τὸν διαφόρως ἀποδεικνύμενον κύριον, εἴποιμεν ἂν παρίστασθαι, ὡς ἔστιν καὶ ἐξ αὐτῶν τῶν χρησμῶν μαθεῖν, δι’ ὧν αὖθις ὁ κύριος, πρὸς τὸν Ἰὼβ τὰ περὶ τοῦ διαβόλου ὡς περὶ δράκοντος διιών, ἐπεχείρει· «οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι;»

5

.

20

.

8

δράκοντα γὰρ ἡτοι‐ μάσθαι ποίῳ κυρίῳ προσήκει νομίζειν ἢ τῷ θεῷ λόγῳ καὶ σωτῆρι ἡμῶν; ὃς τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου πάλαι πρότερον πολι‐
ορκοῦντα τὸ τῶν ἀνθρώπων γένος καθεῖλεν, «λύσας τὰς ὠδῖνας τοῦ243
5θανάτου», ὃ καὶ αὐτὸς παρίστησιν φήσας· «ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;»

5

.

20

.

9

ταῦτα δὲ εἰκότως πρὸς τὸν Ἰὼβ χρηματίζει μετὰ τὸν μέγαν πειρασμὸν ὃν ὑπέμεινε καὶ ἀγῶνα, διδάσκων αὐτὸν ὅτι ὑπὲρ μέρους ἠγώνισται, τοῦ μείζονος καὶ κραταιοτέρου πολέμου καὶ ἀγῶνος αὐτῷ τῷ κυρίῳ
5πεφυλαγμένου κατὰ τὸν καιρὸν τῆς εἰς τὸν θάνατον αὐτοῦ παρουσίας.

5

.

21

.

1

Ἀπὸ τοῦ ϟʹ Ψαλμοῦ. «Ὅτι σύ, κύριε, ἐλπίς μου· τὸν ὕψιστον ἔθου καταφυγήν σου. οὐ προσελεύσεται πρός σε κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου· ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ· ἐπὶ χειρῶν ἀροῦσί σε, μή ποτε προσκόψῃς πρὸς
5λίθον τὸν πόδα σου. ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ κατα‐ πατήσεις λέοντα καὶ δράκοντα.»

5

.

21

.

2

Ταύταις ὁ διάβολος ἐν τῷ κατὰ τοῦ σωτῆρος ἡμῶν πειρασμῷ κέχρηται ταῖς λέξεσιν. ὅρα δὴ οὖν τίνα τρόπον ὁ ψαλμὸς πρὸς αὐτὸν τὸν κύριόν φησι· «ὅτι σύ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου». σὺ γὰρ αὐτός, φησίν, ἡ ἐμὴ ἐλπίς, ὦ κύριε, μείζονα
5σαυτοῦ τὸν θεὸν αὐτὸν τὸν ὕψιστον καὶ ἐπὶ πάντων καὶ σαυτοῦ πατέρα καταφυγὴν ἔθου, δι’ ὃν «οὐ προσελεύσεται πρὸς σὲ κακά», πρὸς σὲ τὸν ἐμὸν κύριον, «καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου»·

5

.

21

.

3

κἂν γὰρ ἀσεβεῖς ἄνδρες ἐπιχειρήσωσιν ἐνανθρωπήσαντά σε μαστίζειν κἂν τῷ θανάτῳ παραδιδόναι, ἀλλ’ οὔτι γε ἡ ἐκ θεοῦ μάστιξ τῷ σῷ προσεγγιεῖ σκηνώματι, τοῦτ’ ἔστιν σώματι, ὃ δηλονότι δι’ ἡμᾶς ἐνανθρωπήσας περιβέβληται. τούτοις ἀκολούθως ἐφαρμόσεις αὐτῷ
5τὰ δι’ ὅλου τοῦ ψαλμοῦ δηλούμενα, ἃ καὶ αὐτοὶ κατὰ τὸν οἰκεῖον καιρὸν ἐπιθεωρήσομεν.

5

.

22

.

1

Ἀπὸ τοῦ Ὠση. «Οὐ μὴ ἐγκαταλείψω τοῦ ἐξαλειφθῆναι τὸν Ἰακώβ, ὅτι θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν. ὀπίσω κυρίου πορεύσομαι.» Ταῦτα καὶ διὰ τούτων ὅσα ὁ θεὸς λόγος ἐνανθρωπήσας πρὸς
5τοὺς ἄνθρωπον αὐτὸν ἅγιον ἀλλ’ οὐ θεὸν εἶναι ὁμολογοῦντας. «θεὸς ἐγώ εἰμι», φησί, «καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος».

5

.

22

.

2

εἶτα θεὸν αὐτὸν εἰπών, τὸν ἐπὶ πάντων κύριον καὶ θεὸν καὶ πατέρα ἑαυτοῦ δηλοῖ, ἐπιλέγων «ὀπίσω κυρίου πορεύσομαι». τὸ δὲ «οὐκ εἰσελεύσομαι εἰς πόλιν» ἀρνουμένου ἂν εἴη τὴν κοινὴν καὶ δημώδη ἀνθρώπων πο‐
244
5λιτείαν, ἧς καὶ τοὺς ἰδίους μαθητὰς ἀποτρέπων φησίν· «εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε».

5

.

23

.

1

Ἀπὸ τοῦ Ἀμώς. «Κατέστρεψα ὑμᾶς καθὼς κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός, καὶ οὐδ’ οὕτως ἐπεστρέψατε πρός με, λέγει κύριος.» Κἀνταῦθα αὐτὸς ὁ κύριος θεόν τινά φησιν τὴν ἐπὶ Σοδόμων
5καταστροφὴν πεποιηκέναι, ἕτερος ὢν δηλαδὴ τοῦ πρὸς αὐτοῦ δηλου‐ μένου.

5

.

23

.

2

καὶ ἐν τῇ ἐπὶ Σοδόμων δὲ καταστροφῇ δύο κύριοι παρί‐ στανται, ὅτε ἔβρεξεν ὁ κύριος «πῦρ παρὰ κυρίου» ἐπὶ Σόδομα καὶ Γόμορρα. ὁποίαν τοιγαροῦν, φησίν, διὰ τὰς ἐκτόπους δυ〈σ〉σεβείας ὑπέμεινεν καταστροφὴν τὰ Σόδομα, τοιαῦτα καὶ ὑμεῖς, ὦ οὗτοι,
5πείσεσθε, «καὶ οὐδ’ οὕτως ἐπεστρέψατε πρός με». σύνηθες δὲ τῇ γραφῇ τὸ μέλλον ὡς παρεληλυθὸς δηλοῦν, ὥστε καὶ τὰ παρόντα ὁμοίως χρὴ νοεῖν, ἀντὶ μὲν τοῦ «καταστρέψω», μέλλοντος, τοῦ παρ‐ ῳχημένου εἰρημένου, τοῦ «κατέστρεψα», ἀντὶ δὲ τοῦ «ἐπιστραφήσεσθε» τοῦ «ἐπεστρέψατε» κειμένου.

5

.

23

.

3

ταῦτα δὲ πρὸς τὸ Ἰουδαίων ἔθνος ἀποτείνεται, ἃ καὶ οὐδ’ ἄλλοτε ἢ μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν εἰς αὐτοὺς ἐπληροῦτο. ὁ γοῦν ἱερὸς αὐτῶν καὶ τὸ πρὶν ἅγιος τόπος εἰς τοῦτο νῦν περιῆλθεν, ὡς κατὰ μηδὲν τῆς Σοδόμων
5καταστροφῆς ἀποδεῖν. πλὴν ὅμως καίπερ ἀκόλουθα τῇ προρρήσει πεπονθότες, οὔπω καὶ εἰς δεῦρο τὴν πρὸς τὸν Χριστὸν τοῦ θεοῦ, δι’ ὃν ταῦτα πεπόνθασιν, ἐπιστροφὴν ἐποιήσαντο· ὡς εἰκότως καὶ τοῦτο διὰ τῆς ἐν χερσὶν θεσπίζεσθαι προφητείας λεγούσης· «καὶ οὐδ’ ὣς ἐπεστρέψατε πρός με, λέγει κύριος».

5

.

24

.

1

Ἀπὸ τοῦ Ἀβδιοῦ. «Ὅρασις Ἀβδιοῦ. τάδε λέγει κύριος τῇ Ἰδουμαίᾳ, ἀκοὴν ἤκουσα παρὰ κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν.» Κύριος ὁ θεὸς ἀκοὴν ἤκουσεν παρὰ κυρίου, καὶ αὕτη δὲ ἦν περὶ
5τῆς τῶν ἐθνῶν κλήσεως.245

5

.

25

.

1

Ἀπὸ τοῦ Ζαχαρίου. «Τάδε λέγει κύριος παντοκράτωρ, ὀπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς», εἶτ’ ἐπιφέρει μετὰ βραχέα λέγων· «καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἀπέσταλκέν με».
5 Εἰ καὶ ὁ ἀποστέλλων κύριος κύριός ἐστιν παντοκράτωρ, καὶ ὁ ἀπεστάλθαι λέγων ὡσαύτως, δύο ἄρα. σαφῶς δὲ ὁ ἀπεσταλμένος «κύριος παντοκράτωρ ἐπὶ τὰ ἔθνη», φησίν, «ἀπέσταλκέν με».

5

.

26

.

1

Τοῦ αὐτοῦ.〉 «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν, καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ γνώσῃ
5ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρός σε», καὶ τὰ ἑξῆς. οἷς μεθ’ ἕτερα ἐπιλέγει· «καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐ‐ τῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει κύριος».

5

.

26

.

2

Καὶ ταῦτα τοῖς προτέροις ὅμοια, τὴν τοῦ Χριστοῦ εἰς ἀνθρώ‐ πους παρουσίαν καὶ τὴν γενομένην τῶν ἐθνῶν σωτήριον δι’ αὐτοῦ κλῆσιν ἀναφωνοῦντα. ἐγὼ μὲν οὖν αὐτὸς ὁ κύριος ἥξω, φησίν, ἐπὶ δὲ τῇ ἐμῇ παρουσίᾳ οὐκέθ’ ὁ πάλαι Ἰσραὴλ ἀλλ’ οὐδὲ ἓν μόνον ἐπὶ
5γῆς ἔθνος, ἔθνη δὲ πολλὰ καταφεύξονται ἐπὶ τὸν κρείττονα καὶ μέγαν κύριον, τὸν ἐμοῦ τε αὐτοῦ καὶ τῶν ὅλων θεόν, ἐφ’ ὃν τὰ καταφεύγοντα ἔθνη τοσαύτης τεύξεται εὐεργεσίας, ὡς καὶ χρηματίσαι καὶ γενέσθαι λαὸν θεοῦ, κατοικῆσαί τε ἐν μέσῳ τῆς καλουμένης θυγατρὸς Σιών. οὕτω δὲ τὴν ἐπὶ γῆς ἐκκλησίαν τοῦ θεοῦ, ὥσπερ
10τινὰ θυγατέρα τυγχάνουσαν τῆς ἐπουρανίου, τοῖς ἱεροῖς γράμμασιν ἀποκαλεῖν φίλον.

5

.

26

.

3

ταύτην δὲ καὶ εὐαγγελίζεται τὸ φάσκον λόγιον· «χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών, ἰδοὺ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου». ἐν μέσῳ γὰρ τῆς ἐκκλησίας τὸν θεὸν λόγον κατα‐ σκηνοῦν πεπιστεύκαμεν, ὡς γοῦν καὶ ἐπήγγελται φήσας· «ἰδοὺ ἐγὼ
5μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος»,

5

.

26

.

4

καὶ «ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ
εἰμι ἐν μέσῳ αὐτῶν». ἐπειδὰν δὲ ἐγώ, φησίν, αὐτὸς ὁ κύριος ἐλθὼν κατασκηνώσω ἐν μέσῳ σου, μείζονα τότε γνῶσιν περὶ τοῦ θεοῦ τοῦ παντοκράτορος ἀναλήψῃ, ἐμοῦ τοῦ κυρίου τὴν αἰτίαν τῆς εἰς ἀν‐246
5θρώπους ἀποστολῆς ἀνατιθέντος τῷ ἐξαποστείλαντί με πατρί·

5

.

26

.

5

γνώσῃ δ’ «ὅτι κύριος παντοκράτωρ ἀπέσταλκέν με» πρός σε. καὶ ἑξῆς περὶ ἑτέρου κυρίου καὶ θεοῦ ὧδέ πως αὐτὸς ὁ κύριος ἐπιλέγει· «καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει κύριος». τίνες δὲ ἂν εἶεν οἱ ἐν τῷ κυρίῳ
5καυχώμενοι ...;

5

.

27

.

1

Τοῦ αὐτοῦ.〉 «Καὶ ἔδειξεν μοι κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ 〈τοῦ〉 ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον, ἐπιτιμήσαι κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι
5κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ.»

5

.

27

.

2

Πάλιν καὶ ἐνταῦθα ὁ κύριος ἕτερον κύριον ἐπιτιμήσειν τῷ διαβόλῳ φησίν, οὐκ αὐτὸς ὁ προσδιαλεγόμενος κύριος ἐπιτιμῶν, ἀλλ’ ἑτέρου μνημονεύων κυρίου. δι’ ὧν ἡγοῦμαι σαφῶς παρίστασθαι τὴν περὶ τῶν δύο κυρίων, τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων, καὶ τοῦ
5μετὰ τὸν πατέρα τὴν κατὰ πάντων τῶν γενητῶν κυρείαν καὶ δεσπο‐ τείαν διειληφότος, ἀπόδειξιν.

5

.

28

.

1

Τοῦ Μαλαχίου. «Ἰδοὺ ἐξαποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν 〈πρὸ〉 προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν κύριος ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς θέλετε· ἰδοὺ ἔρχεται, λέγει κύριος παντοκράτωρ. καὶ τίς ὑπο‐
5μενεῖ ἡμέραν εἰσόδου αὐτοῦ;»

5

.

28

.

2

Ὅμοια καὶ ταῦτα τοῖς προτέροις. κύριος γὰρ αὐτὸς ὁ θεὸς ὁ παντοκράτωρ ἥξειν φησὶν εἰς τὸν ναὸν αὐτοῦ κύριον, περὶ ἑτέρου λέγων· δηλοῖ δ’ ἄρα τὸν θεὸν λόγον. μετὰ τοῦτο δὲ καὶ «ἄγγελον τῆς διαθήκης» ὀνομάζει, ὃν καὶ αὐτὸς ὁ παντοκράτωρ κύριος ἐξ‐
5αποστέλλειν ἑαυτοῦ πρὸ προσώπου διδάσκει λέγων· ἰδοὺ ἐγὼ ἐξ‐ αποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου μου.

5

.

28

.

3

τὸν αὐτὸν δὲ τοῦτον, ὃν ἄγγελον ἀπεκάλεσεν, πάλιν ἑξῆς κύριον ὀνομάζει, «καὶ ἐξαίφνης ἥξει κύριος», ἐπιλέγων, «καὶ ὁ ἄγγελος τῆς διαθήκης».
ἕνα δὲ καὶ τὸν αὐτὸν προειπών, ἐπιφέρει· «ἰδοὺ ἔρχεται, καὶ τίς247
5ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ,» τὴν δευτέραν καὶ ἔνδοξον παρουσίαν αὐτοῦ σημαίνων. ὁ ταῦτα δὲ πάντα θεσπίζων κύριός ἐστι παντοκρά‐ τωρ ὁ τῶν ὅλων θεός.

5

.

29

.

1

Τοῦ αὐτοῦ.〉 «Καὶ ἀνατελεῖ τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἔσται ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Ὁ πολλάκις ὀνομασθεὶς κύριος καὶ θεὸς καὶ ἄγγελος καὶ ἀρχι‐ στράτηγος, Χριστός τε καὶ ἱερεύς, καὶ λόγος καὶ σοφία θεοῦ καὶ
5εἰκὼν νῦν αὐτὸς οὗτος «ἥλιος» κέκληται «δικαιοσύνης». τοῦτον δὴ οὖν αὐτὸν ὁ γεννήσας πατὴρ οὐ τοῖς πᾶσιν ἀλλὰ μόνοις τοῖς τὸ ὄνομα αὐτοῦ φοβουμένοις ἀνατελεῖν ἐπαγγέλλεται, γέρας αὐτοῖς τοῦ εἰς αὐτὸν φόβου διδοὺς τὸ φῶς τοῦ τῆς δικαιοσύνης ἡλίου. εἴη δ’ ἂν οὗτος ὁ θεὸς λόγος, ὁ εἰπών· «ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου». ὅπερ
10ἦν φῶς τὸ φωτίζον «πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον».

5

.

29

.

2

τοῦτον δὴ οὖν ἀλλ’ οὐ τὸν αἰσθητὸν οὐδὲ τὸν προφανῆ τοῖς πᾶσι λογικοῖς τε καὶ ἀλόγοις ἥλιον, ἀλλὰ τὸν ἔνθεον καὶ νοερὸν καὶ πάσης ἀρετῆς καὶ δικαιοσύνης αἴτιον, μόνοις τοῖς φοβουμένοις αὐτὸν ἀνατελεῖν ἐπὶ τοῦ παρόντος ὁ θεός φησιν,
5ἀποκρύπτων αὐτὸν τῶν ἀναξίων. περὶ ὧν ἀλλαχόθι που λέγει· «καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου».

5

.

30

.

1

Ἀπὸ τοῦ Ἱερεμίου. «Κύριε, ἡ ἰσχύς μου καὶ βοήθεια μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεως, πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ’ ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν, ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλεια. εἰ ποιήσει αὐτῷ ἄνθρω‐
5πος θεούς, καὶ οὗτοι οὐκ εἰσὶν θεοί; διὰ τοῦτο ἰδοὺ ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου, καὶ γνωριῶ αὐτοῖς καὶ τὴν δύναμίν μου, καὶ γνώσονται ὅτι ἐγὼ κύριος.»

5

.

30

.

2

Κύριος ἑτέρῳ εὔχεται κυρίῳ, τῷ πατρὶ δηλαδὴ καὶ θεῷ τῶν ὅλων, ἐν οἷς ἀρχόμενός φησιν· «κύριε, ἰσχύς μου», καὶ τὰ ἑξῆς.
σαφῶς δὲ τὴν τῶν ἐθνῶν ἐκ τῆς πολυπλανοῦς εἰδωλολατρίας ἐπὶ τὴν εἰς τὸν θεὸν εὐσέβειαν μεταβολὴν θεσπίζει. καὶ αὕτη248
5δὲ ἡ προφητεία μετὰ τὴν εἰς ἀνθρώπους τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἐναργέστατα δείκνυται πεπληρωμένη.

5

.

30

.

3

Ἀλλὰ γὰρ δι’ ὅλων τριάκοντα προφητικῶν κεφαλαίων δεύτερον θεὸν μετὰ τὸν ἀνωτάτω καὶ ἐπὶ πᾶσι, τὸν σωτῆρα καὶ κύριον ἡμῶν τὸν τοῦ θεοῦ λόγον, εἶναι μεμαθηκότες, ἐφ’ ἑτέραν τῆς κατ’ αὐτὸν οἰκονομίας ὑπόθεσιν μεταβησόμεθα, αὐτὸν δὴ τοῦτον θεὸν εἰς
5ἀνθρώπους ἐλεύσεσθαι δεῖν ἐκ τῶν αὐτῶν παρὰ Ἑβραίοις ἱερῶν
βίβλων συστήσοντες.249

6

Pin

t

Τάδε ἔνεστιν ἐν τῷ ἕκτῳ συγγράμματι τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως.

6

Pin

1

Περὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας αὐτοῦ ἐκ τῶν ὑποσεσημει‐ ωμένων γραφῶν. αʹ. Ἀπὸ Ψαλμοῦ ιζʹ. βʹ. Ἀπὸ Ψαλμοῦ μϛʹ.
5γʹ. Ἀπὸ Ψαλμοῦ μθʹ. δʹ. Ἀπὸ Ψαλμοῦ πγʹ. εʹ. Ἀπὸ Ψαλμοῦ ϟεʹ. ϛʹ. Ἀπὸ Ψαλμοῦ ϟζʹ. ζʹ. Ἀπὸ Ψαλμοῦ ρϛʹ.
10ηʹ. Ἀπὸ Ψαλμοῦ ριζʹ. θʹ. Ἀπὸ Ψαλμοῦ ρμγʹ. ιʹ. Ἀπὸ Ψαλμοῦ ρμζʹ. ιαʹ. Ἀπὸ τῶν Βασιλειῶν βʹ. ιβʹ. Ἀπὸ τῶν Βασιλειῶν γʹ.
15ιγʹ. Ἀπὸ τοῦ Μιχαίου. ιδʹ. Ἀπὸ τοῦ Ἀμβακούμ. ιεʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιϛʹ. Ἀπὸ τοῦ Ζαχαρίου. ιζʹ. Ἀπὸ τοῦ αὐτοῦ.
20ιηʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιθʹ. Ἀπὸ τοῦ Βαρούχ. κʹ. Ἀπὸ τοῦ Ἡσαΐου. καʹ. Ἀπὸ τοῦ αὐτοῦ. κβʹ. Ἀπὸ τοῦ αὐτοῦ.
25κγʹ. Ἀπὸ τοῦ αὐτοῦ. κδʹ. Ἀπὸ τοῦ αὐτοῦ. κεʹ. Ἀπὸ τοῦ αὐτοῦ.

6

t

1

τόμος ϛʹ.250

6

Prooem

1

Σαφῶς ἐν τῷ πέμπτῳ συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδεί‐ ξεως ὡρισμένου τοῦ περὶ πατρὸς καὶ υἱοῦ λόγου, καὶ θεοῦ μὲν ἑνὸς τοῦ ἐπὶ πάντων ὡμολογημένου, δευτέρας δὲ μετ’ αὐτὸν ἀποδειχθείσης οὐσίας ἡγουμένης τῶν γενητῶν ἁπάντων (ἣν σοφίαν θεοῦ πρωτό‐
5τοκον, μονογενῆ τε υἱόν, καὶ θεὸν ἐκ θεοῦ, μεγάλης τε βουλῆς ἄγ‐ γελον, καὶ τῶν κατ’ οὐρανὸν στρατιῶν ἄρχοντα, καὶ τοῦ πατρὸς ὑπουργόν, ναὶ μὴν καὶ κύριον τῶν ὅλων, καὶ θεοῦ λόγον καὶ θεοῦ δύναμιν, οἱ θεῖοι προηγόρευον λόγοι), εἰ φανεῖεν ἐπὶ τοῦ παρόντος αἱ προφητικαὶ μαρτυρίαι θεὸν εἰς ἀνθρώπους ἀφίξεσθαι μέλλοντα
10προαναφωνοῦσαι, παντί τῳ δῆλον, ἐπὶ τίνα χρὴ τὴν ἀναφορὰν τοῦ σημαινομένου ποιεῖσθαι, ὅτε μάλιστα διὰ τῶν πρόσθεν ἐν ἀνθρώπου μορφῇ καὶ σχήματι τοῖς ἀμφὶ τὸν Ἀβραὰμ θεοφιλέσιν ὁ θεὸς λόγος ἐπ’ ὀνόματος κυρίου καὶ θεοῦ πέφηνεν τὰς εἰς ἀνθρώπους ὀπτασίας πεποιημένος.

6

Prooem

2

φέρε οὖν ἴδωμεν ὅπως ποτὲ μὲν κύριον, ποτὲ δὲ θεὸν καταβήσεσθαι εἰς ἀνθρώπους καὶ πάλιν ἀναβήσεσθαι ἐναργῶς οὕτως προαναφανεῖ τὰ παρ’ Ἑβραίοις λόγια, καὶ τάς γε αἰτίας τῆς καθόδου. σημείωσαι δ’ ὡς τινὰ μὲν εἴρηται δι’ αἰνιγμάτων, τινὰ
5δὲ φανερώτερον.

6

Prooem

3

τὰ μὲν οὖν δι’ ἐπικρύψεως ἡγοῦμαι τῶν ἐκ περιτομῆς ἕνεκα κεκαλυμμένως ἀποδεδόσθαι, διὰ τὰ θεσπιζόμενα κατ’ αὐτῶν σκυθρωπά· δι’ ἅπερ εἰκὸς ἦν καὶ ἀφανίσαι 〈ἂν〉 αὐτοὺς τὴν γραφήν, εἰ ἐκ τοῦ προφανοῦς τὴν ἐσχάτην αὐτῶν ἀποβολὴν ἐσήμαινεν.
5οὕτως γοῦν καὶ τοῖς προφήταις αὐτοῖς ἐπιβουλεῦσαι αὐτοὺς κατέχει λόγος, δι’ οὓς ἐποιοῦντο κατ’ αὐτῶν ἐλέγχους.

6

Prooem

4

αἱ δὲ σαφεῖς προφητεῖαι τὴν τῶν ἐθνῶν κλῆσιν λευκότατα περιέχουσι, τῶν κατ’ εὐσέβειαν ἀγαθῶν τὰς ἐπαγγελίας οὐ τῷ Ἰουδαίων ἔθνει πᾶσι δὲ ἀνθρώποις τοῖς καθ’ ὅλης τῆς οἰκουμένης καταγγέλ‐
5λουσαι. ὧν οὕτως ἐχόντων καιρὸς ἤδη καὶ τῶν θείων ἐπακοῦσαι
λογίων.251

6

.

1

.

1

Ἀπὸ Ψαλμοῦ ιζʹ. «Καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. καὶ ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετά‐ σθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.»

6

.

1

.

2

Ἡγοῦμαι διὰ τούτων ἄντικρυς θεοῦ κάθοδον οὐρανόθεν παρί‐ στασθαι· προειπὼν γὰρ πολλὰς θεολογίας, ἐπιλέγει τὰ ἐκκείμενα. τῷ δὲ λέγειν κλίνειν αὐτὸν οὐρανὸν καὶ κατεληλυθέναι σημαίνει τὴν ὑποστολὴν τῆς ἐνθέου δόξης, ἣν ὁ θεῖος ἀπόστολος παριστὰς ἔλεγεν·
5«ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών». καὶ τὸ «ἐπέβη» δὲ «ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη» αἰνίττεσθαί μοι δοκεῖ τὴν ἐπὶ τὴν τοῦ θεοῦ δόξαν ἀποκατάστασιν, ἣν πεποίηται ἀγγελικαῖς καὶ θείαις δυνάμεσι δορυφορούμενος, ὃ καὶ αὐτὸ δηλοῦσθαί μοι δοκεῖ διὰ τοῦ
10«ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων».

6

.

1

.

3

τὸ δὲ «σκότος» τεθεῖσθαι τὴν «ἀποκρυφὴν αὐτοῦ» καὶ «γνόφον ὑπὸ τοὺς πόδας αὐτοῦ» λέγεσθαι παραστατικὸν ἂν εἴη τῆς κρυφίου καὶ ἀπορρήτου οἰκονομίας, καθ’ ἣν ταῦτα πάντα αὐτῷ ἐτελεῖτο. «κύκλῳ» δὲ «αὐτοῦ ἡ σκηνὴ αὐτοῦ»
5τίνα λέγεσθαι προσήκει νοεῖν ἢ τὴν ἁγίαν αὐτοῦ καὶ καθολικὴν ἐκκλησίαν, εἴτε τὴν ἐπὶ τῆς γῆς εἴτε τὴν ἐν οὐρανοῖς;

6

.

1

.

4

ἑξῆς δὲ κατὰ τὸν αὐτὸν ψαλμὸν τελευτῶν ὁ λόγος ὁμοῦ τὴν παραίτησιν τοῦ προτέρου λαοῦ καὶ τὴν κλῆσιν τῶν ἐθνῶν προθεσπίζει δι’ ὧν φησιν «ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὰς ἐθνῶν·
5λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώ‐ λαναν ἀπὸ τῶν τρίβων αὐτῶν». ταῦτα δὲ ὁποίας διανοίας ἔχεται, κατὰ τὸν προσήκοντα καιρὸν ἐξετασθήσεται.

6

.

2

.

1

Ψαλμοῦ μϛʹ. «Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. ὅτι κύριος ὕψιστος φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. ὑπέταξεν λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν· ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτῷ, τὴν καλλονὴν
5Ἰακὼβ ἣν ἠγάπησεν. ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ, κύριος ἐν φωνῇ σάλπιγγος. ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ βασιλεῖ
ἡμῶν, ψάλατε· ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός, ψάλατε συνετῶς· ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ, ὅτι τοῦ252
10θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.»

6

.

2

.

2

Καὶ τί ἕτερον βούλεται σημαίνειν ἡ διὰ τούτων δηλουμένη κυρίου τοῦ θεοῦ ἄνοδος ἢ τὴν πρὸ τῆς ἀνόδου κάθοδον αὐτοῦ; ἐφ’ ᾗ πάλιν ἡ τῶν ἐθνῶν ἁπάντων κλῆσις θεσπίζεται, χαρᾶς τε καὶ εὐφροσύνης σημεῖα ἐπὶ τῇ μελλούσῃ θεογνωσίᾳ τοῖς ἔθνεσιν ἅπασιν
5εὐαγγελίζεται, ὅτε κύριος αὐτός, ὁ ὕψιστος, μόνος θεὸς καὶ βασιλεὺς ἁπάσης τῆς γῆς ὁμολογηθείς, ὑποτάξειν λαοὺς ἡμῖν λέλεκται.

6

.

2

.

3

ἡμῖν δὲ τίσιν ἢ δηλαδὴ τοῖς ταῦτα προφητεύουσιν; ὃ καὶ ἔστιν ἐναργῶς ἰδεῖν πεπληρωμένον, ὅτε πάντα τὰ εἰς Χριστὸν πεπιστευκότα ἔθνη τοῖς λόγοις τῶν προφητῶν ὑποτέτακται. λέγοιτο δ’ ἂν ταῦτα καὶ
5ἐκ προσώπου τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν, οἳ καὶ εἴποιεν ἂν τὸ «ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ».

6

.

2

.

4

κληρονομίαν δὲ αὐτοῦ τίνα χρὴ νοεῖν ἢ τὴν κλῆσιν τῶν ἐθνῶν ἁπάντων, ἣν αὐτὸς ὁ Χριστὸς τοῦ θεοῦ παριστὰς ἔφησεν· «κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω
5σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς».

6

.

2

.

5

ταύτην οὖν τὴν ὑπὸ τοῦ πατρὸς δεδομένην αὐτῷ κληρονομίαν ὑπέταξε τοῖς ἀποστόλοις αὐτοῦ καὶ προφήταις, τῷ τοὺς εἰς αὐτὸν πεπιστευκότας τοῖς τούτων ὑποτετάχθαι λόγοις, ἀκο‐ λούθως τοῖς προκειμένοις θεσπίσμασιν. καὶ ταῦτα δὲ πάντα κατορ‐
5θώσας ἐπὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ παρουσίας ὁ θεὸς λόγος, περὶ οὗ πλεῖστα ἡμῖν διείληπται, «ἀνέβη ἐν ἀλαλαγμῷ».

6

.

2

.

6

τοῦτο δὲ ἑρμηνεύων ὁ ἀπόστολός φησι· «τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτατα τῆς γῆς; ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν». «ἐν ἀλαλαγμῷ» δὲ αὐτόν φησιν
5ἀνεληλυθέναι διὰ τὴν εἰς αὐτὸν θεολογίαν τῶν δορυφορούντων αὐ‐ τὸν ἀνιόντα ἀγγέλων, οἳ καὶ ἔλεγον· «ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης». «φωνὴν» δὲ «σάλπιγγος» οὐκ ἂν σφαλείης τὸ κήρυγμα εἰπὼν τὸ εὐαγγελικὸν εἰς πᾶσαν ἐξηχῆσαν τὴν οἰκουμένην.

6

.

2

.

7

παντὸς γὰρ ὀργάνου μουσικοῦ μεγαλοφωνοτέρας οὔσης τῆς σάλπιγγος, οἰκείως παρείληπται τὸ παράδειγμα εἰς παράστασιν τοῦ πάντων τῶν ἐξ αἰῶνος κραταιοτέραν καὶ μεγαλοφωνοτέραν τὴν περὶ τοῦ Χριστοῦ
5πᾶσιν ἀνθρώποις κατηγγέλθαι διδασκαλίαν, δι’ ἧς ὥσπερ διὰ σάλ‐ πιγγος εἰς ἐξάκουστον πάντων τῶν ἀνθρώπων βοᾷ καὶ κέκραγεν τὸ πνεῦμα τὸ ἅγιον τὰ ἑξῆς τοῦ ψαλμοῦ, δι’ ὧν εἴρηται· «ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε· ὅτι βασι‐ λεὺς» οὐκέτι μόνου τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ «πάσης», φησί, «τῆς253
10γῆς ὁ θεός», «ψάλατε συνετῶς».

6

.

2

.

8

οὐκέτι γὰρ οἱ πρὶν δαίμονες, φησίν, οὐδὲ τὰ περίγεια καὶ ἀπατηλὰ πνεύματα, ἀλλ’ αὐτὸς «ὁ θεὸς» «ἐβασίλευσεν ἐπὶ πάντα τὰ ἔθνη», «ὁ θεὸς» αὐτός, ὃς «κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ». ἤδη δὲ πρότερον τοῦ θεοῦ λόγου τὸν θρόνον,
5ἐφ’ ὃν καθέζεσθαι ὁ πατὴρ αὐτῷ παρεκελεύσατο εἰπών «κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου», διὰ τοῦ πρὸ τούτου συγγράμματος παρεστήσαμεν.

6

.

2

.

9

τὸ δὲ «ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ» ἔτι σαφέστερον δηλοῖ μετατεθεῖσθαι εἰς τὸν κλῆρον τῶν πάλαι θεοφιλῶν τοῦ θεοῦ προφητῶν τοὺς ἐξ ἐθνῶν «ἄρχοντας» τῆς Χριστοῦ ἐκκλησίας, οἳ
5καὶ τῇ δυνάμει τοῦ σωτῆρος ἡμῶν κραταιωθέντες «σφόδρα ἐπήρθη‐ σαν», οὐδενὸς ἀνθρώπων καταβαλεῖν αὐτοὺς καὶ ταπεινῶσαι δε‐ δυνημένου διὰ τὴν ἀνυψοῦσαν αὐτοὺς καὶ δυναμοῦσαν τοῦ θεοῦ δεξιάν. καὶ ταῦτα δὲ ἐπὶ σχολῆς ἐντελοῦς τεύξεται διηγήσεως.

6

.

3

.

1

Ἀπὸ Ψαλμοῦ μθʹ. «Θεὸς θεῶν κύριος ἐλάλησεν καὶ ἐκά‐ λεσεν τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν· ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται».

6

.

3

.

2

καὶ μεθ’ ἕτερα· «ἄκουσον», φησί, «λαός μου, καὶ λαλήσω σοι, Ἰσραήλ, καὶ διαμαρτύρομαί σοι· ὁ θεὸς ὁ θεός σού εἰμι ἐγώ. οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού εἰσι διὰ παντός· οὐ δέξομαι ἐκ τοῦ
5οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες· ἔγνωκα πάντα τὰ πετηνὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ’ ἐμοῦ ἐστιν. ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκου‐ μένη καὶ τὸ πλήρωμα αὐτῆς. μὴ φάγομαι κρέα ταύρων; ἢ αἷμα
10τράγων πίομαι; θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως.»

6

.

3

.

3

Κἀνταῦθα ἡ θεία πρόρρησις σαφῶς θεὸν «ἐμφανῶς ἥξειν»
θεσπίζει, οὐκ ἄλλον ἢ τὸν τοῦ θεοῦ λόγον δηλοῦσα. καὶ τὸ αἴτιον δὲ τῆς παρουσίας αὐτοῦ σαφέστατα παρίστησιν, αὖθις τὴν κλῆσιν σημαίνουσα τῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐθνῶν. «ἐκάλεσεν», γοῦν254
5φησί, «τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν». σφόδρα δὲ ἀκολούθως μετὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ μετὰ τὴν κλῆσιν τῶν ἐθνῶν τὴν παραίτησιν τῆς κατὰ τὸν Μωσέως νόμον σωματικωτέρας λατρείας διδάσκει, ἣ καὶ αὐτὴ τέλους ἔτυχεν μετὰ τὴν τοῦ θεοῦ λόγου εἰς πάντας ἀνθρώπους ἐπιφάνειαν.

6

.

3

.

4

ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο κέκληνται μὲν πάντες οἱ ἐπὶ πάσης τῆς οἰκουμένης ἄνθρωποι, καὶ πάντα τὰ «ἀπὸ ἀνατολῶν καὶ μέχρι δυσμῶν» ἔθνη, πέπαυται δὲ καὶ καθῄρηται ἡ κατὰ Ἰουδαίους θρησκεία, κατὰ τὴν καινὴν διαθήκην
5τοῦ εὐαγγελικοῦ κηρύγματος ἀλλ’ οὐ κατὰ τὸν Μωσέως νόμον πάντων ἀνθρώπων εὐσεβεῖν παρηγγελμένων. ταῦτα δὲ καὶ ἐπὶ τὴν δευτέραν καὶ ἔνδοξον ἐπιφάνειαν τοῦ σωτῆρος ἀναφέροιτο ἄν.

6

.

4

.

1

Ἀπὸ Ψαλμοῦ πγʹ. «Ὀφθήσεται ὁ θεὸς ... τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ θεὸς Ἰακώβ· ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ θεός, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου.»

6

.

4

.

2

Τὸν «θεὸν τῶν θεῶν» ὀφθήσεσθαι προειπών, εὔχεται τὴν ἐπι‐ φάνειαν αὐτοῦ ᾗ τάχος ἐπιστῆναι, καθ’ ὃν ὀφθήσεται τρόπον δι‐ δάσκων διὰ τοῦ «ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου», ὡσεὶ σαφέστερον εἰρήκει· διὰ τοῦ προσώπου τοῦ χριστοῦ σου ἐπιφά‐
5νηθι. ἐπεὶ γὰρ ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα τὸν πέμψαντα αὐτόν, εἰκότως διὰ τοῦ προσώπου τοῦ Χριστοῦ ἐπι‐ φανήσεσθαι τὸν ἐν τῷ Χριστῷ κατοικοῦντα «θεὸν τῶν θεῶν» ἀπαγ‐ γέλλει.

6

.

5

.

1

Ἀπὸ Ψαλμοῦ ϟεʹ. «Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ. ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, εὐαγγελίσασθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ. ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια
5αὐτοῦ. ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς»,

6

.

5

.

2

καὶ πάλιν· «ἐνέγκατε τῷ κυρίῳ, αἱ πατριαὶ
τῶν ἐθνῶν», καὶ πάλιν· «εἴπατε ἐν τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασί‐ λευσεν»,255

6

.

5

.

3

καὶ ἐπὶ πᾶσιν ἐπιλέγει· «τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου κυρίου, ὅτι ἔρχεται, ὅτι ἔρχεται κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ».

6

.

5

.

4

Κἀνταῦθα πάλιν ἐρχόμενος εἰς ἀνθρώπους κύριος προφητεύ‐ εται, καινόν τε ᾆσμα ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ ᾄσεσθαι, τὴν καινὴν δηλονότι διαθήκην, οὐ τὸ Ἰουδαίων ἔθνος ἀλλὰ πᾶσαν τὴν γῆν, εὐαγγελισθήσεσθαί τε οὐκέτι τὸν Ἰσραὴλ ἀλλὰ πάντα τὰ ἔθνη, ἐπει‐
5δήπερ αὐτῶν ἔσεσθαί φησιν βασιλέα τὸν ἐρχόμενον κύριον.

6

.

5

.

5

τίς δ’ ἂν εἴη οὗτος ἢ ὁ θεὸς λόγος, ὃς μέλλων δικαιοσύνῃ τὴν οἰκουμένην καὶ ἀληθείᾳ τὴν ἀνθρωπότητα κρίνειν, ἐξ ἴσης ἅπαντας τοὺς ἐπὶ τῆς οἰκουμένης ἀνθρώπους τῆς αὐτοῦ κλήσεως καὶ τῆς ἐπὶ ταύτῃ
5παρὰ τῷ θεῷ σωτηρίας κατηξίωσεν;

6

.

6

.

1

Ἀπὸ Ψαλμοῦ ϟζʹ. «Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν», καὶ τὰ ἑξῆς· «ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον πάντων τῶν ἐθνῶν· ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ», καὶ πάλιν· «εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον
5τοῦ θεοῦ ἡμῶν. ἀλαλάξατε τῷ κυρίῳ πᾶσα ἡ γῆ», καὶ ἐπὶ πᾶσι· «τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου κυρίου, ὅτι ἔρχεται, ὅτι ἥκει κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι».

6

.

6

.

2

Πολλῶν ἀγαθῶν αἰτία καὶ διὰ τούτων ἡ τοῦ κυρίου παρουσία τοῖς ἔθνεσιν γεγενῆσθαι προφητεύεται, ἃ καὶ διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν ἐπὶ πέρας ἀχθέντα δείκνυται. ἐξ ἐκείνου γάρ τοι καὶ οὐ πρότερον τὸ καινὸν ᾆσμα τῆς καινῆς διαθήκης εἰς πάντας
5ἀνθρώπους ᾄδεται καὶ τὰ θαυμάσια αὐτοῦ διὰ τῆς τῶν εὐαγγελίων γραφῆς γνώριμα καὶ ἐξάκουστα τοῖς πᾶσι γίνεται. οὐ μὴν ἀλλὰ καὶ τὸ σωτήριον, τὸ κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ, πᾶσιν ἀπεκαλύφθη τοῖς ἔθνεσιν, καὶ ἡ ἀληθὴς δικαιοσύνη, δι’ ἧς ἐναργῶς ἀπεδείχθη ὅτι μὴ Ἰουδαίων ὁ θεὸς μόνον ἀλλὰ καὶ ἐθνῶν.

6

.

6

.

3

«ἐπεί‐ περ εἷς ὁ θεός», κατὰ τὸν ἱερὸν ἀπόστολον, «ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως». τὸ δὲ «ὅτι ἔρχεται κρῖναι τὴν γῆν» γένοιτ’ ἂν δηλωτικὸν καὶ τῆς δευτέρας αὐτοῦ
5παρουσίας.256

6

.

7

.

1

Ἀπὸ Ψαλμοῦ ρϛʹ. «Ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. ὅτι συνέτριψεν πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. ἀντελά‐ βετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν, διὰ γὰρ τὰς ἀνομίας αὐτῶν
5ἐταπεινώθησαν. πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου. καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς, ἀπέ‐ στειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς, καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν»,

6

.

7

.

2

καὶ μεθ’ ἕτερα· «ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ καὶ ἐν καθέδραις πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν. ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δίψος, γῆν καρ‐ ποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. ἔθετο
5τὴν ἔρημον εἰς λίμνας ὑδάτων, καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλιν κατοικεσίας».

6

.

7

.

3

Καὶ ταῦτα σαφῶς ὀνομαστὶ τὴν τοῦ θεοῦ λόγου ἐξ οὐρανῶν κάθοδον εὐαγγελίζεται, τά τε τῆς παρουσίας αὐτοῦ κατορθώματα. «ἀπέστειλεν», γοῦν φησιν, «τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς.» λόγον δὲ θεοῦ ἡμεῖς σαφῶς τοῦτόν φαμεν τὸν πρὸς τοῦ πατρὸς
5ἀποσταλέντα πᾶσιν ἀνθρώποις σωτῆρα, ὃν καὶ διὰ τῶν ἱερῶν εὐαγ‐ γελίων θεολογεῖν πεπαιδεύμεθα.

6

.

7

.

4

αἰνίττεται δὲ καὶ τὴν μέχρι θανά‐ του κάθοδον αὐτοῦ διὰ τοὺς ἐφθακότας εἰς τοῦτον γεγενημένην, καὶ τήν γε αἰτίαν τῆς ἀφίξεως αὐτοῦ παρίστησιν, τὴν ἀπολύτρωσιν ἐμφαί‐ νων τῶν δι’ αὐτοῦ σωθησομένων. τοὺς γὰρ ἐφθακότας «ἕως τῶν
5πυλῶν τοῦ θανάτου» ἔσωσεν μόνος αὐτός· τούτους δὲ καὶ «ἐρρύσατο» ἰασάμενος «ἐκ τῶν διαφθορῶν αὐτῶν»· καὶ διεπράξατό γε ταῦτα οὐκ ἄλλως ἢ τοῦ θανάτου τὰς λεγομένας «πύλας χαλκᾶς» συντρίψας καὶ τοὺς «σιδηροῦς μοχλοὺς» συγκλάσας.

6

.

7

.

5

καὶ δὴ μετὰ ταῦτα ἀκολούθως προφητεύει τὴν εἰς ἔρημον κατάστασιν τῶν μὴ ἐλθόντα παραδεξαμέ‐ νων αὐτόν· «ἔθετο», γάρ φησιν, «ποταμοὺς εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δίψος, γῆν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν
5κατοικούντων ἐν αὐτῇ.» ἃ καὶ νοήσεις ἀναδραμὼν τοῦ Ἰουδαίων
ἔθνους ἐπὶ τὴν πάλαι βοωμένην Ἱερουσαλήμ, καὶ τὴν δόξαν αὐτῆς, καὶ τὴν ἐν θεῷ καρποφορίαν, τῶν ἐν αὐτῇ πολιτευομένων ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν ἐπὶ τοῦ παρόντος ἐστερημένην.257

6

.

7

.

6

μετὰ γὰρ τὴν τοῦ Χριστοῦ παρουσίαν γέγονεν ἀληθῶς ἄκαρπος καὶ ἄνυδρος καὶ παντελῶς ἔρημος καί, ὥς φησιν ἡ προφητεία, «εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων αὐτήν». τούτοις ἐπισυνάπτει σφόδρα
5ἀκολούθως, προφητικῷ τρόπῳ αἰνιττόμενος, τῆς πάλαι ἐρήμου καὶ διψάδος, ἤτοι πάσης ἀνθρώπου ψυχῆς ἢ τῆς ἐξ ἐθνῶν ἐκκλη‐ σίας, τὴν εἰς εὐσέβειαν μεταβολὴν τήν τε ἐν θείοις λόγοις καρ‐ ποφορίαν.

6

.

7

.

7

ἃ καὶ προδήλως αἰνίττεται λέγων· «ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων», καὶ τὰ ἑξῆς· ἅπερ νοῆσαι μόνου τοῦ παρὰ θεῷ γένοιτ’ ἂν σοφοῦ, κατὰ τὴν ἐπὶ τέλει τοῦ ψαλμοῦ φήσασαν ἐπα‐ γωγήν· «τίς σοφὸς καὶ φυλάξει ταῦτα;» καὶ τὰ ἑξῆς.

6

.

8

.

1

Ἀπὸ Ψαλμοῦ ριζʹ. «Αἰνεῖτε τὸν κύριον, πάντα τὰ ἔθνη, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί· ὅτι ἐκραταιώθη ἐφ’ ἡμᾶς τὸ ἔλεος αὐτοῦ», καὶ τὰ ἑξῆς· «ὦ κύριε, σῶσον δή, ὦ κύριε, εὐόδωσον δή. εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. θεὸς κύριος καὶ
5ἐπέφανεν ἡμῖν».

6

.

8

.

2

Καὶ τούτου μέμνηται ἡ ἱερὰ τοῦ εὐαγγελίου γραφή, τέλους τετυχηκότος ὁπηνίκα ὁ σωτὴρ καὶ κύριος ἡμῶν αὐτὸς ὁ Χριστὸς εἰσῄει εἰς τὰ Ἱεροσόλυμα, πολύ τε πλῆθος ἀνδρῶν καὶ παίδων προ‐ ῆγεν αὐτὸν μετ’ εὐφροσύνης ἐπιβοώντων· «ὡς ἀννὰ τῷ υἱῷ Δαβίδ,
5εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὡς ἀννὰ ἐν τοῖς ὑψίστοις». ἀντὶ γὰρ τοῦ «ὦ κύριε, σῶσον δή» κειμένου ἐν τῷ ψαλμῷ τὸ «ὡς ἀννά» ἑβραϊκώτερον φάσκοντες ἐπεβόων, ἑρμηνεύεται δὲ τοῦτο «σῶσον δή».

6

.

8

.

3

καὶ τὸ «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου» διασαφεῖ τὸ λόγιον ἑξῆς φάσκον· «θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν». οὐκοῦν εἷς καὶ ὁ αὐτὸς ἦν ὁ ἐπιφανεὶς ἡμῖν «θεὸς κύριος», ὁ τοῦ θεοῦ δηλαδὴ λόγος, ὁ καὶ διὰ τοῦτο «εὐλογημένος», ὅτι δὴ «ἐν ὀνόματι κυρίου»
5τοῦ πέμψαντος αὐτὸν πατρὸς τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν ἐποιήσατο. ἐλέγχων γοῦν τοὺς ἀπιστοῦντας αὐτῷ τῶν ἐκ περιτομῆς ἔλεγεν πρὸς αὐτούς· «ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ
οὐ λαμβάνετέ με. ἄλλος ἐὰν ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε». εἰκότως οὖν τὸ πνεῦμα τὸ ἅγιον οὐκέτι τῷ Ἰουδαίων258
10λαῷ ἀλλὰ πᾶσι τοῖς ἔθνεσιν τὰ ἐν τῇ ἀρχῇ τοῦ ψαλμοῦ προσφωνεῖ.

6

.

9

.

1

Ἀπὸ Ψαλμοῦ ρμγʹ. «Κύριε, τί ἐστὶν ἄνθρωπος ὅτι ἐγνώ‐ σθης αὐτῷ, ἢ υἱὸς ἀνθρώπου ὅτι λογίζῃ αὐτόν; κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι, ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται», καὶ ὑποβὰς ἐπιλέγει· «ὁ θεός, ᾠδὴν καινὴν ᾄσομαί σοι».
5 Ἔχεσθαι καὶ ταῦτα τῆς προκειμένης ὑποθέσεως ἡγοῦμαι. τὴν γὰρ εἰς ἀνθρώπους γνῶσιν τοῦ θεοῦ λόγου θαυμάζων, ὑπερεκπλήττεται τῆς φιλανθρωπίας, δι’ ἧς τῆς θεότητος ὑποβὰς καὶ τοῦ συμφυοῦς μεγέθους ἑαυτὸν σμικρύνας ἠξίωσεν τῆς ἰδίας γνώσεως τὸ ἀνθρώ‐ πειον γένος.

6

.

9

.

2

ἐνταῦθα μὲν οὖν εὔχεται λέγων· «κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι», ἐν δὲ τῷ ἑπτακαιδεκάτῳ ψαλμῷ εἴρηται· «καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. καὶ ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων».

6

.

9

.

3

δι’ ὧν τὰ τῆς ἀνόδου, ἣν ἀπὸ γῆς εἰς οὐρανοὺς ἐποιήσατο, θεσπίζει. ὅπως δὲ κάθοδον χρὴ νοεῖν καὶ ἄνοδον, τοῦ θεοῦ λόγου οὐ τοπικῶς μεταβάσεις ποιουμένου, τροπικῶς δὲ τὰς τοιάσδε οἰκονομίας αὐτοῦ
5τοῦτον τῆς γραφῆς ἀποκαλούσης τὸν τρόπον, ἐπ’ οἰκείας ἀποδώσομεν σχολῆς.

6

.

9

.

4

ἔδει δὲ μνημονεῦσαι ἐν τούτοις καὶ τῆς καινῆς διαθήκης, ἣν ἔμελλεν ἡ τοῦ Χριστοῦ παρουσία προξενήσειν ἀνθρώποις· αὕτη δέ ἐστιν ἡ καινὴ ᾠδὴ μετὰ τὴν παλαιὰν ὑπὸ Χριστοῦ πᾶσι τοῖς ἔθνεσι δεδομένη. διό φησιν τὸ μετὰ χεῖρας λόγιον· «ὁ θεὸς ᾠδὴν
5καινὴν ᾄσομαί σοι».

6

.

9

.

5

τὸ δὲ «ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται» αἰνίττεσθαι ἡγοῦμαι ἐμπρησμὸν καὶ ἀφανισμὸν πάσης εἰδωλολατρίας, ἥτις παρὰ τοῖς παλαιοῖς ἐν τοῖς ὄρεσι μάλιστα ἐσπουδάζετο, ὥστε ἤδη καὶ αὐτοὺς Ἰουδαίους ἀπελέγχεσθαι, ὡς «ἐπὶ πᾶν ὄρος ὑψηλὸν»
5κατὰ μίμησιν τῶν ἀλλοφύλων ἐθνῶν εἰδωλολατροῦντας.

6

.

10

.

1

Ἀπὸ Ψαλμοῦ ρμζʹ. «Ἐπαίνει, Ἰερουσαλήμ, τὸν κύριον, αἴνει τὸν θεόν σου, Σιών», εἶθ’ ὑποβάς φησιν· «ὁ ἀποστέλλων τὸν λόγον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ». Σαφὲς δὲ ὅτι τοῦ ἀποστελλομένου ὁ ἀποστέλλων ἕτερος ὢν
5τυγχάνει. ἔχεις τοιγαροῦν κἀνταῦθα τὸν μὲν ἀποστέλλοντα τὸν ἐπὶ πάντων θεόν, τὸν δὲ ἀποστελλόμενον τὸν λόγον, ὃς πολυώνυμος ὢν τοτὲ μὲν σοφία τοτὲ δὲ λόγος ἄλλοτε δὲ θεὸς καὶ πάλιν κύριος διὰ τῶν θείων χρησμῶν ἀνηγόρευται.259

6

.

10

.

2

ἐπιστήσας δὲ τίνα τρόπον ἐν σφόδρα χρόνῳ βραχεῖ τὴν πᾶσαν οἰκουμένην ἔπλησεν ὁ τῆς διδασκαλίας αὐτοῦ λόγος, εὖ οἶδ’ ὅτι τὸ ἀποτέλεσμα θαυμάσεις τῆς προρρήσεως φασκούσης «ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ».

6

.

11

.

1

Ἀπὸ τῆς βʹ τῶν Βασιλειῶν. «Καὶ ἐλάλησεν Δαβὶδ τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης». εἶθ’ ἑξῆς φησιν· «καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ. καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων, καὶ ἔθετο
5σκότος ἀποκρυφὴν αὐτοῦ»,

6

.

11

.

2

καὶ ἐπὶ τέλει τῆς αὐτῆς ᾠδῆς· «ῥῦσαί με», φησίν, «ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μου»· «υἱοὶ ἀλλότριοι ἀπορριφήσονται».

6

.

11

.

3

Ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς θεός, ὁ ἐπιβὰς ᾧ ἀνείληφεν ἀνθρώπῳ, ὅντινα νῦν χερουβὶμ ὁ λόγος ὀνομάζει, ἀνέπτη σὺν αὐτῷ τὴν ἄνοδον πεποιημένος μετὰ τῶν δορυφορούντων αὐτὸν θείων πνευμάτων, πτερύγων ἀνέμων καὶ αὐτῶν χρηματιζόντων. σκοτεινῶς
5δὲ ταῦτα καὶ ἐν παραβύστῳ γεγενῆσθαι κατά τινας ἀπορρήτους καὶ λανθάνοντας αἰνίττεται λόγους, φάσκων· «καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ». τὰ δὲ ἑξῆς ἀκολούθως τῇ τοῦ Χριστοῦ ἐναν‐ θρωπήσει τὴν κατ’ αὐτοῦ γενομένην ἀντιλογίαν τοῦ Ἰουδαίων λαοῦ σημαίνει, καὶ τὴν τῶν ἐθνῶν ὑπακοὴν τῆς τοῦ Χριστοῦ διδασκαλίας.
10αὐτοῖς δὲ ῥήμασιν τὰ παραπλήσια εὕροις ἂν καὶ ἐν ἑπτακαιδεκάτῳ ψαλμῷ, εἰς ἃ τὰ φανέντα προείρηται.

6

.

12

.

1

Ἀπὸ τῆς τρίτης τῶν Βασιλειῶν. «Καὶ νῦν, κύριε, ὁ θεὸς Ἰσραήλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου τῷ Δαβίδ, τῷ πατρί μου. ὅτι εἰ ἀληθῶς κατοικήσει θεὸς μετὰ ἀν‐ θρώπων ἐπὶ γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ
5ἀρκέσουσί σοι;»

6

.

12

.

2

κεῖται ταῦτα αὐταῖς λέξεσιν καὶ ἐν Παραλειπομέναις. Τῷ μὲν οὖν Δαβὶδ ἐπηγγείλατο ὁ θεὸς ἀναστήσειν ἐκ κοιλίας αὐτοῦ βασιλέα, οὗ πατὴρ αὐτὸς ὁ θεὸς ἔσεσθαί φησιν, ὥστε τὸν γεννώμενον «ἐκ σπέρματος Δαβὶδ» υἱὸν ὀνομασθῆναι θεοῦ θρόνον τε βασιλείας
260
5ἕξειν αἰώνιον.

6

.

12

.

3

ταῦτα δὲ ἐν μὲν τῇ δευτέρᾳ τῶν Βασιλειῶν διὰ Νάθαν τοῦ προφήτου ἐχρήσθη τῷ Δαβὶδ τοῦτον τὸν τρόπον· «καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου,
5καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ· αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν».

6

.

12

.

4

τὰ δ’ αὐτὰ καὶ ἐν Παραλειπομέναις ὁμοίως εἴρηται. Ἐν δὲ ψαλμῷ ὀγδοηκοστῷ ὀγδόῳ λέλεκται· «αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ, θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου· κἀγὼ
5πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ· καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ»,

6

.

12

.

5

καὶ πάλιν· «ὤμοσα Δαβὶδ τῷ δούλῳ μου, ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου»,

6

.

12

.

6

καὶ αὖθις· «ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνῃ κατηρτισμένη εἰς τὸν αἰῶνα».

6

.

12

.

7

Τούτων δὴ καὶ ὁ ἑκατοστὸς τριακοστὸς πρῶτος ψαλμὸς μνη‐ μονεύσας, ἐπὶ τὸν Χριστὸν ἀναφέρει τὰ δηλούμενα. ἄκουε δ’ οὖν καὶ τούτου· «μνήσθητι, κύριε, τοῦ Δαβὶδ καὶ πάσης τῆς πραΰτη‐ τος αὐτοῦ· ὡς ὤμοσεν τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ἰακώβ». οἷς μεθ’
5ἕτερα ἐπιλέγει· «ὤμοσεν κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτόν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου».

6

.

12

.

8

καὶ ὑποκαταβὰς ἑξῆς τὸν ἐκ καρποῦ τῆς κοιλίας Δαβὶδ ἀνα‐ στησόμενον λευκότερον ὀνομάζει λέγων· «ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην· ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου».

6

.

12

.

9

Ταῦτα τοιγαροῦν Σολομῶν ὁ σοφώτατος τῷ ἑαυτοῦ πατρὶ χρησθέντα συννοήσας, μὴ μικρὰ μείζονα δὲ τῆς κατὰ ἄνθρωπον φύ‐ σεως τυγχάνοντα συνιδών, καὶ μᾶλλον ἁρμόζοντα θεῷ ἤπερ αὐτῷ καίπερ ὄντι υἱῷ Δαβίδ, συνιείς τε τὸν πρὸς τοῦ θεοῦ πρωτότοκον261
5ὠνομασμένον καὶ τὸν σαφῶς προφητευόμενον υἱὸν θεοῦ, ὑπεργέγηθεν ταῖς ἐπαγγελίαις, καὶ συνεύχεται πιστωθῆναι τὰ τῆς προρρήσεως, ἐπιδημήσειν τε τὸν προφητευόμενον, πρωτότοκον καὶ θεοῦ υἱὸν ἀναγορεύων. διό φησιν· «καὶ νῦν, ὁ θεὸς Ἰσραήλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου Δαβίδ, τῷ πατρί μου. ὅτι εἰ
10ἀληθῶς κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι;»

6

.

13

.

1

Ἀπὸ τοῦ Μιχαία. «Ἀκούσατε, λαοὶ πάντες, καὶ προσ‐ εχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται κύριος ὁ θεὸς ὑμῶν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. διότι ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται ἐπὶ τὰ ὕψη τῆς
5γῆς, καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός, καὶ ὡς ὕδωρ καταφερό‐ μενον ἐν καταβάσει. δι’ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα, καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ.»

6

.

13

.

2

Καὶ νῦν ἀκαλύπτως ἐξ οὐρανοῦ κατιὼν κύριος ὁ θεὸς ἐκπορευό‐ μενός τε «ἐκ τοῦ τόπου αὐτοῦ» διὰ τῶν προκειμένων κηρύττεται. εἴη δ’ ἂν ὁ τοῦ θεοῦ λόγος, ὃν μόνον διὰ τῶν ἔμπροσθεν γενητὸν ὑπάρχειν θεὸν καὶ κύριον μετὰ τὸν ἀνωτάτω καὶ ἐπὶ πάντων ἀπε‐
5δείξαμεν. τόπον δ’ αὐτοῦ οὐκ ἂν ἁμάρτοις λέγων εἶναι τὴν ἐν οὐρανοῖς βασιλείαν, τόν τε ἔνδοξον τῆς θεότητος αὐτοῦ θρόνον, ὃν θεολογῶν ὁ προφήτης ἔψαλλεν· «ὁ θρόνος σου», φάσκων, «ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος», ἐφ’ ὃν αὐτῷ ὁ πατήρ, ὡς ἂν υἱῷ μονογενεῖ, καθέζεσθαι παρεκελεύσατο εἰπών· «κάθου ἐκ δεξιῶν μου».

6

.

13

.

3

ταῦτα γὰρ σαφῶς ἤδη πρότερον ἐπὶ μόνον ἀναφέρεσθαι τὸν ἡμέ‐ τερον σωτῆρα τὸν θεὸν λόγον παρεστήσαμεν· αὐτὸν δὴ οὖν τοῦτον ὁ παρὼν θεσπίζει λόγος «ἐκπορεύεσθαι ἐκ τοῦ τόπου αὐτοῦ, καταβή‐ σεσθαί τε ἐπὶ τὰ ὕψη τῆς γῆς».

6

.

13

.

4

ποῖα δ’ ἂν εἴη ταῦτα ἢ ῥητῶς μὲν τὰ ὄρη τοῦ Ἰσραὴλ καὶ οἱ βουνοί, περὶ ὧν μυρίαι προφητεῖαι
θεσπίζουσιν, αὐτή τε Ἱερουσαλήμ, καὶ τὸ Σιὼν ὄρος, ἐν ᾧ τὰς πλεί‐ στας ἐποιεῖτο διατριβὰς ὁ σωτὴρ καὶ κύριος ἡμῶν; τούτων δὲ262
5διαφθορὰν ἔσεσθαι καὶ ἀπώλειαν ἐπὶ τῇ τοῦ Χριστοῦ καθόδῳ θεσπί‐ ζει. καὶ πρόδηλον ὡς μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν καὶ τὰ κατ’ αὐτοῦ τετολμημένα τὰ προειρημένα πάντα πεπολιόρκηται καὶ εἰς ἐσχάτην ἐρημίαν ἐλήλυθεν.

6

.

13

.

5

οὐ μὴν ἀλλὰ καὶ οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους, ἥ τε παρ’ αὐτοῖς τὸ πρὶν συνεστῶσα βασιλεία, ἱερωσύνη τε καὶ διδασκάλων προεδρία «ὄρη» νῦν τροπικῶς ὀνομαζό‐ μενα, «σαλευθήσεσθαι» λέγονται ἐπὶ τῇ τοῦ κυρίου ἐξ οὐρανῶν
5παρουσίᾳ. καὶ τοῦτο δὲ ὅπως τέλους ἔτυχεν τίς οὐκ ἂν ὁμολογήσειεν, μετὰ τοὺς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χρόνους πάντ’ ἐκεῖνα θεωρῶν οὐ μόνον σαλευθέντα ἀλλὰ καὶ ἐκποδὼν γεγενημένα; «κοι‐ λάδες» δὲ εἰσέτι νῦν τηκόμεναι εἶεν ἂν αἱ ἀντὶ τῆς Ἱερουσαλὴμ καὶ τοῦ Σιὼν ὄρους κατὰ πᾶσαν πόλιν συνεστῶσαι αὐτῶν συναγωγαί,
10ἀποθρηνοῦσαι καὶ ἀποκλαιόμεναι καὶ «ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς» τηκόμεναι διὰ λύπην καὶ πένθους ὑπερβολήν, τῆς τε τῶν οἰκείων ἐρημίας καὶ τῆς μακρᾶς καὶ πολυετοῦς δουλείας ἕνεκεν.

6

.

13

.

6

καὶ ἄλλως δὲ κατὰ διάνοιαν ἡ τοῦ λόγου τοῦ θείου «ἐπίβασις» οὐκ ἐν χάσμασι καὶ κοιλώμασιν, οὐδ’ ἐν ταπειναῖς καὶ χαμαιπετέσιν διανοίαις ἀλλ’ ἐν ἐπηρμέναις τὸ φρόνημα κατεγίνετο. ταύτῃ γοῦν τροπικώ‐
5τερον αὐτὸς ὁ κύριος καταβήσεσθαι ἐπὶ «τὰ ὕψη τῆς γῆς» εἴρητο.

6

.

13

.

7

«ὄρη» δὲ σειόμενα «ὑποκάτωθεν αὐτοῦ» αὐτὰ δὴ ἐκεῖνα ἦν, ἔνθα «ἀνήχθη ὑπὸ τοῦ πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου», ὅτε καὶ «παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν», «καὶ ἦν μετὰ τῶν θηρίων».

6

.

13

.

8

«ὄρη» δ’ ἂν εἴη αὖθις τροπικώτερον ἡ ἐν τοῖς ὄρεσι τὸ πρὶν ἐπιτελουμένη εἰδωλολατρία, καὶ αἱ ἐν τούτοις ἐνερ‐ γήσασαι ἀόρατοι καὶ ἀρχοντικαὶ δυνάμεις, ἃς οὐ μικρῶς ἡ τοῦ σωτῆρος ἡμῶν ἀνέσειέν τε καὶ ἀνεκίνει διδασκαλία. τούτων γὰρ ὁ
5ἔνθεος· αὐτοῦ λόγος ἥ τε θαυματουργὸς καὶ παραδοξοποιὸς ἰσχὺς λεληθότως τὴν κατὰ τῶν ἀνθρώπων μακρὰν καὶ παλαιὰν δυναστείαν καθῄρει.

6

.

13

.

9

ὡσαύτως δὲ καὶ «κοιλάδες τηκόμεναι ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς» δαίμονες ἂν εἶεν χθόνιοι καὶ περίγειοι, καθ’ ὧν τὸ καυστικὸν τῆς μοχθηρίας αὐτῶν πῦρ ἠφίει, λέγων· «πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;» ὑφ’ οὗ πυρὸς δὴ
5καιόμενοι, καὶ μὴ οἷοί τε ὄντες τὰς ἀπὸ τῆς ἀοράτου φλογὸς φέρειν βασάνους, ὑπανεχώρουν τῶν ἀνθρωπείων σωμάτων, καὶ τὸ συνέχον γε καὶ ἐλαῦνον αὐτοὺς ἀνωμολόγουν βοῶντες· «ἔα, τί ἡμῖν καὶ σοί,
υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸς καιροῦ βασανίσαι ἡμᾶς;» «οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ».263

6

.

13

.

10

τούτους δὲ μάλιστα ᾐκίζετο καὶ τοὺς ἐπὶ τούτων ἄρχοντας καθῄρει, ὅτι μὴ ἀρκεσθέντες τῇ τῶν λοιπῶν ἐθνῶν διαφθορᾷ, δι’ ἧς τοὺς πάντας εἰς τὴν πολύθεον πλάνην καταβεβλή‐ κεσαν, καὶ τῷ πάλαι τοῦ θεοῦ λαῷ, αὐτῷ δὴ τῷ ἐκ περιτομῆς, ἐπι‐
5βεβουλεύκασιν, καὶ ἀποστήσαντές γε τοῦ θεοῦ καὶ τοῦτον παντοίαις περιέπειραν δυσσεβείαις. διὸ καὶ μάλιστα τὴν ἐξ οὐρανῶν πεποίητο ὁ κύριος κάθοδον,

6

.

13

.

11

ὅθεν ἑξῆς φησιν· «διὰ τὴν ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ». καὶ ἔτι πρὸς τούτοις τῆς ἐξ οὐρανοῦ καθόδου τοῦ λόγου τὴν αἰτίαν ἑξῆς διασαφεῖ, τοῦ μὲν ἐκ περιτομῆς λαοῦ τὰς δυ〈σ〉σεβείας ἀπαριθμούμενος καὶ τὸν ἐπὶ
5ταύταις μετελθόντα αὐτοὺς ὄλεθρον, τῶν δὲ ἀνὰ πᾶσαν τὴν οἰκου‐ μένην ἐθνῶν προαναφωνῶν τὴν κλῆσιν· διὰ ταῦτα γὰρ ἐπεδήμει ὁ τοῦ θεοῦ λόγος ἐξ οὐρανῶν ἐπὶ γῆς.

6

.

13

.

12

καὶ τῶν γε λέξεων ἄκουε· «δι’ ἀσέβειαν οἴκου Ἰακὼβ πάντα ταῦτα, καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ. τίς ἡ ἀσέβεια οἴκου Ἰακώβ, οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία Ἰούδα, οὐχὶ Ἱερουσαλήμ; καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον
5ἀγροῦ καὶ εἰς φυτείαν ἀμπελῶνος, καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς, καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω»,

6

.

13

.

13

καὶ ἐπιλέγει· «κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ, ψόφος ἁρμάτων καὶ ἱππευόντων»,

6

.

13

.

14

καὶ αὖθις· «ἡ δόξα τῆς θυγατρὸς Ἱερουσαλήμ, ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου, ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ», ἐπὶ τούτοις· «Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον
5ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ».

6

.

13

.

15

Σιὼν δὲ καὶ Ἱερουσαλὴμ καὶ τὸ καλούμενον «ὄρος τοῦ οἴκου», ταῦτ’ ἦν ἐκεῖνα τὰ πρόσθεν δεδηλωμένα διὰ τοῦ «καὶ σαλευθήσονται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός, δι’ ἀσέβειαν Ἰακώβ». διὰ γὰρ τὰς δρασθείσας
5κατ’ αὐτοῦ δυ〈σ〉σεβείας εὐθὺς καὶ οὐκ εἰς μακρὸν καὶ τὰ ὄρη καὶ οἱ ἐν τούτοις οἰκοῦντες πεπολιόρκηντο, ἐμπρησμόν τε καὶ ἐσχάτην ἐρημίαν τὸ Σιὼν ὄρος ὑπέμεινε, καὶ γέγονεν «τὸ ὄρος τοῦ οἴκου τοῦ θεοῦ εἰς ἄλσος δρυμοῦ».

6

.

13

.

16

ταῦτα μὲν οὖν ἐπὶ τῇ τοῦ κυρίου ἐξ οὐρανῶν καθόδῳ περὶ ἐκείνους ἔσεσθαι καὶ ἡ παροῦσα προφητεία σημαίνει, ἃ καὶ ἐναργῆ τὴν ἔκβασιν εἴληφεν μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν.

6

.

13

.

17

εἰ γοῦν τι δύναται καὶ ἡ ἡμετέρα ἱστορία, καθ’ ἡμᾶς αὐτοὺς τὴν πάλαι βοωμένην Σιὼν ζεύγεσι βοῶν ὑπὸ Ῥωμαίων ἀνδρῶν ἀρουμένην ὀφθαλμοῖς παρειλήφαμεν, καὶ τήν γε Ἱερουσαλήμ, ὡς αὐτό γέ φησι τὸ λόγιον, «ὀπωροφυλακίου» δίκην
264
5ἀπολειφθέντος, ἐν παντελεῖ καταστᾶσαν ἐρημίᾳ. ἃ καὶ δι’ οὐδὲν ἕτερον αὐτοῖς ἢ διὰ τὰς δυ〈σ〉σεβείας αὐτῶν συμβέβηκεν, δι’ ἃς καὶ ὁ λόγος ὁ οὐράνιος ἐκ τοῦ οἰκείου τόπου προελήλυθεν.

6

.

13

.

18

καὶ δι’ ἑτέρας δὲ αἰτίας ὁ τοῦ θεοῦ λόγος οὐρανόθεν κατεληλυθέναι τε καὶ ἐπιβεβηκέναι «ἐπὶ τὰ ὕψη τῆς γῆς» ἤδη πρότερον ἐλέγετο, ὅπως τὰ μὲν πάλαι ἐπαιρόμενα καὶ ὑπερυψούμενα «κατὰ τῆς γνώσεως τοῦ
5θεοῦ» «ὄρη σαλευθῇ ὑποκάτωθεν αὐτοῦ», αἱ δυνάμεις δηλονότι αἱ ἀντικείμεναι, αἳ πρὸ τῆς αὐτοῦ παρουσίας μετὰ τῶν λοιπῶν ἀν‐ θρώπων καὶ τὸ Ἑβραίων ἔθνος τοῖς τῆς δυ〈σ〉σεβείας καὶ εἰδωλολατρίας πράγμασιν καταδεδούλωνται, οἱ δὲ πονηροὶ δαίμονες, «κοιλάδες» ἐπι‐ καλούμενοι διὰ τὸ ἐν χάσμασι σκοτίοις καὶ τοῖς τῶν σωμάτων κοιλώ‐
10μασιν ἐνδιατρίβειν, «ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς» τηκόμενοι, τῇ τοῦ θείου λόγου δυνάμει ἐξ ἀνθρώπων ἀποφύγοιεν. καὶ ἑτέρα δ’ ἂν εἴη παρὰ ταύτας αἰτία οὐχ ἡ τυχοῦσα τῆς ἐξ οὐρανῶν καθόδου τοῦ κυρίου, ἣν ὁ λόγος ἐπισημαίνεται, ὅπως πάντα τὰ ἐπὶ γῆς ἔθνη, τῶν δαιμόνων ἀπελασθέντων καὶ τῶν ἀρχοντικῶν πνευμάτων σει‐
15σθέντων, τῆς πάλαι αὐτῶν σκληρᾶς καὶ ἀκινήτου τυρα〈ν〉νίδος ὑπανα‐ πνεύσαντα, τὴν ἐπίγνωσιν τοῦ ἐπὶ πάντων ἀναλάβῃ θεοῦ.

6

.

13

.

19

καὶ αὐτὰ ὧδέ πως αἱ τῆς αὐτῆς προφητείας φωναὶ ἑξῆς καὶ κατὰ τὸ αὐτὸ ὑπὸ μίαν συνάφειαν διανοίας κηρύττουσιν· «καὶ ἔσται ἐπ’ ἐσχά‐ των τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς
5τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ σπεύσουσιν ἐπ’ αὐτῷ λαοί. καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν, δεῦτε ἀνα‐ βῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ. ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερου‐
10σαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν».

6

.

13

.

20

Τοιαῦτα καὶ περὶ τῆς τῶν ἐθνῶν κλήσεως, ἃ καὶ ὁποίας ἔχεται διανοίας ὅπως τε καὶ αὐτὰ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν τέλος εἴληφεν, ἐπὶ σχολῆς ἄν τις καταμάθοι. ἀκολούθως γε μὴν
τούτοις ἀρχόμενος ὁ τῆς προφητείας λόγος, ὡς ἂν ἐπὶ σωτηρίᾳ οὐ265
5μόνον τοῦ Ἰουδαίων ἔθνους ἀλλὰ γὰρ καὶ τῶν ἐθνῶν ἁπάντων τῆς τοῦ κυρίου εἰς ἀνθρώπους καθόδου γενησομένης, πᾶσι τοῖς λαοῖς καὶ τοῖς ἐπὶ τῆς γῆς ἅπασιν ἐπιφωνεῖ λέγων· «ἀκούσατε, λαοὶ πάντες, καὶ προσεχέτω ἡ γῆ, καὶ πάντες οἱ ἐν αὐτῇ».

6

.

13

.

21

καὶ τὸ μαρτύριον δὲ τοῦ πάθους ᾐνίττετο τοῦ κυρίου ἐπιφέρων· «καὶ ἔσται κύριος ὁ θεὸς ὑμῶν εἰς μαρτύριον». Εἶθ’ ἑξῆς ὁ αὐτὸς προϊὼν προφήτης, ὡς ἂν ἤδη προπαιδεύσας
5τὰ περὶ τῆς ὑπάρξεως τοῦ θεοῦ λόγου τῆς τε ἐξ οὐρανῶν αὐτοῦ καταβάσεως, καὶ ὡς τὰ αἴτια τῆς εἰς ἀνθρώπους αὐτοῦ παρουσίας προειπών, ἑπομένως τὴν εἰς ἀνθρώπους αὐτοῦ ἐσομένην γένεσιν καὶ αὐτὸ δὴ τὸ χωρίον, ἔνθα τεχθήσεσθαι ἔμελλεν, ὧδέ πως διδάσκει λέγων· «καὶ σύ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά, ὀλιγοστὸς εἶ τοῦ εἶναι
10ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶ‐ νος».

6

.

13

.

22

ἐπιμελῶς δὲ πρό〈σ〉σχες, τίνα τρόπον τοῦ ἐπὶ τὴν Βηθλεὲμ (χωρίον δέ ἐστι τοῦτο τῆς Ἰουδαίας) φανησομένου τὰς ἐξόδους ἄνω‐ θεν καὶ ἐξ αἰῶνος ὑφεστάναι φησίν, τὴν ἔνθεον δηλῶν προΰπαρξίν τε καὶ οὐσίωσιν τοῦ ἐκ Βηθλεὲμ προελευσομένου ἄρχοντος. εἰ μὲν
5οὖν ἔχοι τις ἐφ’ ἕτερον ἀναφέρειν τὸν χρησμόν, τίς οὗτος, ἀποδει‐ κνύτω· εἰ δ’ οὐκ ἔστιν εὑρεῖν ἕτερον τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς μόνος μετὰ τὴν προφητείαν ἐνθένδε ὡρμημένος βοᾶται, τί λοιπὸν ἐμποδὼν μὴ οὐχὶ συνομολογεῖν ἀλήθειαν τῇ προφητείᾳ, ἐπὶ μόνῳ αὐτῷ ἐπαληθευούσῃ τὴν πρόρρησιν; μόνος γοῦν οὗτος ἐπι‐
10φανὴς τῶν πώποτε γεγονὼς ἐκ τοῦ προειρημένου χωρίου τῆς Βηθ‐ λεὲμ μετὰ τοὺς τῆς προφητείας χρόνους, τὸ ἀνθρώπειον ὑποδὺς σχῆμα, προελήλυθεν, ἅμα τε τῇ αὐτοῦ παρουσίᾳ ἐπληροῦτο τὰ προ‐ ηγορευμένα.

6

.

13

.

23

αὐτίκα γοῦν καὶ οὐκ εἰς μακρὸν τῷ μὲν Ἰουδαίων ἔθνει ἕκαστα τῶν προφητευ〈ο〉μένων σκυθρωπῶν ἀπήντα, τοῖς δὲ ἔθνεσιν πάλιν τὰ ἀκόλουθα τοῖς θεσπίσμασιν, αὐτός τε οὗτος ὁ σω‐ τὴρ καὶ κύριος ἡμῶν ἐκ Βηθλεὲμ ὁρμηθεὶς «ἡγούμενος» ἀνεδείχθη
5τοῦ κατὰ διάνοιαν Ἰσραήλ· οὕτω παντὸς τοῦ διορατικοῦ καὶ θεοσεβοῦς λαοῦ χρηματίζοντος. καὶ θέα γε ὅπως «τὰς ἐξόδους αὐτοῦ» τῆς ἐνθέου προϋπάρξεως «ἀπ’ ἀρχῆς» καὶ «ἐξ ἡμερῶν αἰῶνος» ἔχειν λέγεται, ὅπερ οὐκ ἂν ἁρμόσειεν ἀνθρώπου φύσει.

6

.

13

.

24

τούτοις ἑξῆς ὁ προφητικὸς λόγος, ὑποβὰς μικρόν, καὶ νῦν πάλιν τῆς πάλαι νομικῆς θρησκείας τὴν περιγραφὴν καὶ τὴν καθαί‐ ρεσιν ὑποσημαίνει, ἐκ προσώπου τοῦ λαοῦ λέγων· «ἐν τίνι καταλάβω τὸν κύριον, ἐπιλήψομαι θεοῦ μου ὑψίστου; εἰ καταλήψομαι αὐτὸν266
5ἐν ὁλοκαυτώμασιν ἐν μόσχοις ἐνιαυσίοις; εἰ δῶ πρωτότοκα κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου;»

6

.

13

.

25

ἐκ δὲ προσώπου τοῦ θεοῦ τοιάνδε αὐτοῖς τὴν ἀπόκρισιν ποιούμενος· «εἰ ἀνηγγέλη σοι, ἄνθρωπε, τί καλόν; καὶ τί κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλ’ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγα‐ πᾶν ἔλεος καὶ ἕτοιμον εἶναι πορεύεσθαι ὀπίσω κυρίου τοῦ θεοῦ σου;»

6

.

13

.

26

Ἔχεις τοιγαροῦν κἀνταῦθα ἐπὶ τῇ προφητευομένῃ τοῦ κυρίου ἐξ οὐρανῶν εἰς ἀνθρώπους καθόδῳ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ πλεῖστα ὅσα σημαινόμενα, Ἰουδαίων ἀποβολήν, ἐλέγχους τῶν ἀσεβειῶν αὐτῶν, καθαίρεσιν τῆς βασιλικῆς αὐτῶν μητροπόλεως, τῆς τε πάλαι πρό‐
5τερον παρ’ αὐτοῖς ἐπιτελουμένης κατὰ Μωσέα λατρείας παραίτησιν· ἔμπαλιν δὲ περὶ τῶν ἐθνῶν ἀγαθὰς ἐπαγγελίας, ἐπίγνωσιν θεοῦ, καινὸν τρόπον εὐσεβείας, νόμον τε νέον, καὶ λόγον ἐκ μὲν τῆς Ἰου‐ δαίων χώρας προελευσόμενον εἰς πάντα δὲ τὰ ἔθνη διαδοθησόμενον, ἅπερ ὁποῖον τέλος καὶ ὁποίαν ἔκβασιν τῶν λόγων μετὰ τὴν τοῦ
10σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἐπιδέδε[ι]κται, σοὶ κατα‐ λείπω σκοπεῖν.

6

.

14

.

1

Ἀπὸ τοῦ Ἀμβακούμ. «Καὶ ἀπεκρίθη κύριος πρός με καὶ εἶπεν, γράψον ὅρασιν σαφῶς ἐν πυξίῳ, ὅπως διώκῃ ὁ ἀναγινώ‐ σκων αὐτά, διότι ἔτι ὅρασις εἰς καιρόν, καὶ ἀνατελεῖ ἑσπέρας καὶ οὐκ εἰς κενόν· ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν, ὅτι ὁ ἐρχόμενος ἥξει καὶ
5οὐ μὴ χρονίσῃ. ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ· ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται.»

6

.

14

.

2

Καὶ ἐνταῦθα διαρρήδην ἐρχόμενον ἥξειν τὸν προφητευόμενον θεσπίζει. τίς δ’ ἦν οὗτος ἢ ὁ ἀνωτέρω δηλωθεὶς κατὰ τὸ «εὐλογη‐ μένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν;» τοῦτον δὲ οἷα φῶς τυγχάνοντα τῆς ἑσπέρας ἀνατελεῖν φησιν,
5ἐπὶ συντελείᾳ δηλαδὴ τῶν αἰώνων. ᾧ συνᾴδει καὶ ὁ Ζαχαρίας λέγων· «ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ»,

6

.

14

.

3

καὶ τὸν χρόνον ὑποσημαίνων ὁ αὐτὸς ἐπιλέγει· «τὸ πρὸς ἑσπέραν
ἔσται φῶς» ... «ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν», ἀνθ’ οὗ ὁ Ἀκύλας πεποίηκεν· «ἐὰν [δὲ] μελλήσῃ, προσδέχου αὐτόν, ὅτι ἐρχόμενος ἥξει καὶ οὐ βραδυνεῖ». τούτου δὲ μέμνηται καὶ ἡ πρὸς Ἑβραίους ἐπιστολὴ267
5δι’ ὧν φησιν· «μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν. ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ· ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ».

6

.

14

.

4

καὶ ὅρα γε ὅπως διὰ τούτων ἀσαφῶς κείμενον τὸ προφητικόν, διὰ τὸ καθ’ ὑπερβατὸν εἰρῆσθαι, ἐπὶ τὸ σαφέστερον ἡ ἐπιστολὴ διείληφεν.

6

.

14

.

5

ἡ μὲν γὰρ τῆς προφητείας λέξις «ἐρχόμενος», φησίν, «ἥξει καὶ οὐ χρονίσει», καὶ ἐπιφέρει· «ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ», ὅπερ συναπτόμενον ἀνάγεσθαι δόξειεν ἂν ἐπὶ τὸν ἐρχό‐ μενον καὶ οὐ χρονίζοντα, ὅπερ ἐστὶν ἄτοπον. πῶς γὰρ ἐπ’ ἐκεῖνον
5ἁρμόσει τὸ λέγεσθαι μὴ εὐδοκεῖν ἐν αὐτῷ τὸν θεόν; ἀλλ’ ἡ τῆς ἐπιστολῆς παράθεσις, ἐναλλάξασα τὴν τοῦ λόγου σύνταξιν, τὴν διά‐ νοιαν ἐσώσατο.

6

.

14

.

6

μετὰ γὰρ τὸ «ἔτι μικρὸν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει» ἑξῆς συνῆψε τὸ «ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται», εἶτα τὸ ἐν τῇ προφητείᾳ πρῶτον κείμενον ὑπέταξε δεύ‐ τερον ἐν τῷ «καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν
5αὐτῷ». ἅπαξ γὰρ θεσπίσας ὁ λόγος διὰ τῆς προφητείας, ὅτι δὴ τὸ φῶς τὸ πᾶσιν τοῖς ἔθνεσιν ἐπηγγελμένον διὰ τῆς Χριστοῦ παρουσίας ὀψέ ποτε καὶ «ἑσπέρας ἀνατελεῖ, καὶ οὐ διαψεύσεται»

6

.

14

.

7

(οὕτω γὰρ ἀντὶ τοῦ «καὶ οὐκ εἰς κενόν» ὁ Ἀκύλας ἡρμήνευσεν), ἔπειτα, διὰ τὸ μέλλειν ὀψὲ καὶ ἑσπέρας ἔσεσθαι τὴν τοῦ προφητευομένου παρουσίαν, εἰς ὑπομονὴν παρακαλέσας διὰ τοῦ «ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν»
5(ἢ «ἐὰν μελλήσῃ, προσδέχου αὐτόν»), «ὅτι ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ», ἐπὶ τὴν πίστιν τῆς προρρήσεως τὸν ἀκροατὴν παρορμᾷ, λέγων. ὁ δὴ τούτοις πιστεύων ἐξ αὐτῆς τῆς πίστεως αὐτοῦ δίκαιος ἀναδειχθεὶς τὴν κατὰ θεὸν ζήσεται ζωήν, ὡς ἔμπαλιν ὁ ἀπιστῶν, ἐν οἷς ἂν «ὑποστεί[λ]ληται», μὴ θαρσήσας μηδ’ ἐμπιστεύσας τοῖς εἰρημέ‐
10νοις, «οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ».

6

.

14

.

8

οὐκοῦν καὶ αὐτοὶ τούτοις ἀκολούθως ἐναλλάξαντες τὸ πρῶτον ὕστερον, καὶ μεταθέντες τὸ ὕστερον ἐπὶ τὸ πρῶτον, σώσομεν τὸν νοῦν τῆς λέξεως, μετὰ τὸ «ὅτι
ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει» καθ’ ὑπερβατὸν συνάπτοντες τὸ «ὁ268
5δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται»,

6

.

14

.

9

καὶ τούτῳ ἐπιλέγοντες τὸ «ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ». ταύτῃ δὲ καὶ ὁ Ἀκύλας τῇ διανοίᾳ συντρέχει λέγων· «ἐὰν μελλήσῃ, προσδέχου αὐτόν, ὅτι ἐρχόμενος ἐλεύσεται καὶ οὐ βραδυνεῖ. ἰδοὺ νωχελευομένου οὐκ
5εὐθεῖα ἡ ψυχή μου ἐν αὐτῷ, καὶ δίκαιος ἐν πίστει αὐτοῦ ζήσεται».

6

.

15

.

1

Ἀπὸ τοῦ αὐτοῦ. «Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην. ἐν μέσῳ δύο ζωῶν γνωσθήσῃ, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ· ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ· ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους
5μνησθήσῃ. ὁ θεὸς ἐκ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος. ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται· κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ. πρὸ προσώπου αὐτοῦ προπορεύσεται λόγος καὶ ἐξελεύσεται εἰς πεδία.»

6

.

15

.

2

Ἐπακούσας δὴ αὐτὸς ἑαυτοῦ, μᾶλλον δὲ τοῦ ἐμπνέοντος καὶ ἐνθεσπίζοντος ἐν αὐτῷ θείου πνεύματος, ὁ ἱερὸς προφήτης περὶ τοῦ προφητευομένου φήσαντος ὅτι «ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ», «ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται», πιστεύσας τε ὡς δίκαιος τῷ
5χρησμῷ, διὰ τῶν μετὰ χεῖράς φησιν· «κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην», καὶ τὰ ἑξῆς, δι’ ὧν σαφῶς θεὸν εἰς ἀνθρώπους ἥξειν καταγγέλλει. τίς δ’ ἂν οὗτος εἴη ὁ πάλαι γνωριζόμενος, ὕστερον δέ ποτε «ἐν τῷ ἐγγίζειν τὰ ἔτη» γνωσθησόμενος καὶ κατὰ τὸν προ‐ φητευόμενον χρόνον «ἀναδειχθησόμενος», ἢ ὁ αὐτὸς ἐκεῖνος ὁ προ‐
10δηλωθεὶς δεύτερος τῶν ὅλων κύριος, ὁ καὶ τῇ προρρήσει ἀκολούθως «ἐπὶ συντελείᾳ τῶν αἰώνων» εἰς ἐξάκουστον πᾶσιν ἀνθρώποις κηρυ‐ χθείς; τούτου δὴ οὖν τὰ ἀνάγραπτα ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔργα, τὴν ἐκ παρθένου δηλονότι οὗ ἀνείληφεν σκήνους γένεσιν, καὶ «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’
15ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών», τάς τε ἐπιτελεσθείσας αὐτῷ εἰς ἀνθρώπους παραδοξοποιίας, καὶ τὰ κατ’ αὐτοῦ γε τετολμημένα τῷ Ἰουδαίων ἔθνει, τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς προλαβών, τά τε μέλλοντα συμβήσεσθαι κεκαθαρμέναις ταῖς διανοίαις παρὰ τοῦ διδά‐
σκοντος αὐτὸν θείου πνεύματος μαθών, «ἐκστῆναι» ὁ προφήτης ἐπὶ269
20τοῖς ἀκουσθεῖσι καὶ πεφοβῆσθαι ὁμολογεῖ φάσκων· «κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην».

6

.

15

.

3

ὁ σωτὴρ δὲ καὶ κύριος ἡμῶν, αὐτὸς οὗτος ὁ τοῦ θεοῦ λόγος, «ἐν μέσῳ δύο ζωῶν ἐγνώσθη», πληθυντικῶς ἐν‐ ταῦθα καὶ περισπωμένως «τῶν ζωῶν» ἀπὸ ἑνικοῦ τοῦ «τῆς ζωῆς» ὀνόματος ἐξακουομένων.

6

.

15

.

4

οὐ γὰρ παροξυτόνως «τῶν ζώων» ἢ ἀπὸ οὐδετέρου τοῦ ζώου λέγεται, ἀλλὰ «ζωῶν» περισπωμένως ἀπὸ πλη‐ θυντικῆς εὐθείας τῆς «αἱ ζωαί». «δύο οὖν», φησίν, «ζωῶν μέσον γνωσθήσῃ». μιᾶς γὰρ οὔσης τῆς κατὰ θεὸν ζωῆς καὶ θατέρας τῆς
5κατὰ ἄνθρωπον, καὶ τῆς μὲν θνητῆς τῆς δὲ ἀϊδίου, ἀμφοτέρων εἰκότως ὁ κύριος διὰ πείρας ἐλθών, «ἐν μέσῳ δύο ζωῶν γνωσθῆναι» λέγεται κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν· κατὰ γὰρ τὸν Ἀκύλαν οὐχ οὕτως, ἀλλ’ «ἐν τῷ ἐγγίζειν τὰ ἔτη ζώωσον αὐτό» εἴρηται

6

.

15

.

5

(τί δὲ «αὐτὸ» ἢ τὸ κάτεργόν σού φησιν;), καὶ ὁ Θεοδοτίων δέ φησιν «ἐν μέσῳ ἐτῶν ζώωσον αὐτόν», καὶ ὁ Σύμμαχος «ἐντὸς τῶν ἐνι‐ αυτῶν ἀναζώωσον αὐτόν» ἐκδέδωκεν. πάντες οὖν «ζώωσον αὐτόν»
5εἰπόντες, σαφῶς ὅτι μὴ περὶ οἷον ἀλόγων τινῶν ἢ λογικῶν ζῴων ὁ λόγος τυγχάνει παρέστησαν.

6

.

15

.

6

διὸ παρὰ τοῖς ἑβδομήκοντα λεγο‐ μένου τοῦ «ἐν μέσῳ δύο ζωῶν γνωσθήσῃ» οὐ κατὰ τοὺς πρὸ ἡμῶν ἐξειλήφαμεν, ἀλλὰ δύο ζωὰς τοῦ προφητευομένου δηλοῦσθαι ἔφαμεν, μίαν μὲν τὴν ἔνθεον, θατέραν δὲ τὴν ἀνθρωπίνην.

6

.

15

.

7

Τούτοις ὁ προφήτης ἐπιλέγει· «ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου, ἐν ὀργῇ ἐλέους μνησθήσῃ», διδάσκων ὅτι τὸν τοῦ πάθους τοῦ προφητευομένου καιρὸν συνιδὼν τῷ πνεύματι τεθορύβητο. πλὴν ἀλλ’ ἐν αὐτῷ τούτῳ, φησίν, τῷ καιρῷ, ἐφ’ ᾧ τὴν ψυχὴν ἐταράχθην.
5ὀργῆς τοῖς ἀνθρώποις οὐδεπώποτε ἄλλοτε ἐπαιωρηθείσης διὰ τὰς τολμηθείσας κατὰ τοῦ κυρίου δυ〈σ〉σεβείας, ἐλέους αὐτὸς ὁ φιλανθρω‐ πότατος κύριος ἀντὶ ὀργῆς ἐμνήσθη, ὡς ἂν ἀγαθοῦ τυγχάνων πατρὸς υἱός.

6

.

15

.

8

τὸ γοῦν πάθος αὐτοῦ τῷ παντὶ κόσμῳ σωτηρίας τῆς κατὰ θεὸν καὶ ἐλέους κατέστη αἴτιον. τούτοις ἐπιλέγεται· «ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει». τὸ δὲ Θαιμὰν μεταλαμβάνεται εἰς τὴν ἑλλάδα φωνὴν «συντέλεια», ὡς μηδὲν διαφέρειν εἰ σαφῶς ἐλέγετο «ὁ θεὸς ἐπὶ συν‐
5τελείᾳ ἥξει». ἐπὶ γὰρ συντελείᾳ τοῦ αἰῶνος καὶ ἐν ταῖς ἐσχάταις ταύταις ἡμέραις ἐπέφανεν ἡμῖν ἡ τοῦ θεοῦ τῶν ὅλων διὰ τοῦ σω‐ τῆρος ἡμῶν εὐεργεσία.

6

.

15

.

9

τάχα δὲ καὶ τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον ἐν τούτοις ἄφιξιν θεσπίζει, ὥστε ἀπὸ ἑτέρας ἀναγινώσκεσθαι ἀρχῆς τὰ ἀπὸ τοῦ «ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξει», ὡς ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἥξοντος αὐτοῦ ἀπὸ τῶν κατὰ τὰ νότια μέρη τοῦ οὐρανοῦ· μεταλαμ‐
270
5βάνεται γὰρ «Θαιμὰν» εἰς τὸν «νότον».

6

.

15

.

10

διόπερ ὁ Θεοδοτίων τοῦτον ἑρμηνεύει τὸν τρόπον· «ὁ θεὸς ἀπὸ νοτίου ἥξει». Τὸ δὲ ἑξῆς εἰρημένον «καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος» νοήσεις παραθεὶς τὰς οὕτως ἐχούσας ἐν τῷ Ζαχαρίᾳ φωνάς· «ἑώρακα
5τὴν νύκτα, καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρόν, καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν ὀρέων τῶν κατασκίων».

6

.

15

.

11

τοῦτον γοῦν τὸν ἐπιβεβηκότα «ἐπὶ ἵ〈π〉πον πυρρόν», καὶ ἑστῶτα «ἀνὰ μέσον τῶν ὀρέων τῶν κατασκίων», αὐτὸν ἡγοῦμαι εἶναι τὸν ἐν τῇ μετὰ χεῖρας δηλού‐ μενον προφητείᾳ φασκούσῃ· τὸν ἅγιον ἥξειν «ἐξ ὄρους κατασκίου
5δασέος». ἐν ἑκατέροις γοῦν ὄρη κατάσκια λέλεκται, καὶ ἡγοῦμαι τοῦ παραδείσου τοῦ θεοῦ τυγχάνειν, ὃν «ἐφύτευσεν» «ἐν Ἐδὲμ κατ’ ἀνατο‐ λάς», ἢ καὶ τῆς ἐπουρανίου Ἱερουσαλήμ· «ὄρη» γὰρ «κύκλῳ αὐτῆς, καὶ κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ»·

6

.

15

.

12

ταῦτα γοῦν διὰ τὸ πλήρη τυγχάνειν θείων δυνάμεων καὶ πνευμάτων ἁγίων ὡς ἂν σύμφυτα καὶ ἀμφιλαφῆ κατάσκια λέγεται. ἀλλ’ ἐν μὲν τῷ Ζαχαρίᾳ σαφῶς ἀνὴρ ἐποχούμενος ἵππῳ πυρρῷ θεωρεῖται, οὕτω τῆς τοῦ σωτῆρος ἡμῶν
5ἐνανθρωπήσεως καὶ τῆς σαρκός, ᾗ ἐπωχήσατο, δηλουμένης· ἐνταῦθα δὲ ὁ θεὸς καὶ ἅγιος ὠνόμασται·

6

.

15

.

13

ὡς γὰρ ἐκ θεοῦ εἰς ἀνθρώπους τὴν ἄφιξιν πεποιημένος, καὶ ὡς ἂν ἐκ τῶν θειοτέρων χωρίων ἐπι‐ φοιτήσας, λέγεται «ὁ θεὸς ἀπὸ Θαιμὰν ἥξειν, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος».
5 Εἶθ’ ἑξῆς ἐπιλέγει· «ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ, καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται».

6

.

15

.

14

δι’ ὧν ὁμοῦ ἥ τε εἰς οὐρανοὺς ἔνδοξος αὐτοῦ βασιλεία παρίσταται καὶ ἡ μετὰ ταῦτα γενομένη τε καὶ ἐπὶ πλεῖον γενησομένη εἰς πᾶσαν τὴν γῆν τῆς περὶ αὐτοῦ διδασκαλίας αἴνεσις. τὸ δὲ «κέρατα ἐν ταῖς
5χερσὶν αὐτοῦ» τῆς βασιλείας αὐτοῦ τὰ σύμβολα δηλοῖ, δι’ ὧν κερά‐ των τὰς ἀοράτους καὶ ἀντικειμένας δυνάμεις ὠθούμενος καὶ κερατίζων ἀπελαύνει. ἀκολούθως τούτοις ἐπιλέγει· «καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ».

6

.

15

.

15

καὶ τῆς γε εἰς ἀνθρώπου κραταιᾶς διαθέσεως αὐτοῦ καὶ ἀγάπης δεῖγμα μέγιστον ἦν τὸ «πρὸ προσώπου αὐτοῦ
πορευθῆναι λόγον», δηλονότι τὸν σωτήριον καὶ εὐαγγελικόν, ἐξελ‐ θόντα τε τοῦτον διαδραμεῖν «εἰς πεδία», ὥστε ἐν ὀλίγῳ πᾶσαν271
5πληρῶσαι τὴν οἰκουμένην τῆς ὑπ’ αὐτοῦ προξενηθείσης ἅπασιν ἀν‐ θρώποις σωτηρίας, ἀκολούθως τῇ προφητείᾳ φησάσῃ «πρὸ προσώπου αὐτοῦ προπορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς πεδία». κατὰ τὴν δευτέραν δὲ αὐτοῦ παρουσίαν ἔτι μᾶλλον καὶ κυριώτερον ὁ λόγος αὐτοῦ πέρας ἐπιθήσει τοῖς τε εἰρημένοις καὶ τοῖς ἑξῆς ἐπιφερομένοις,
10ἃ καὶ οὐ νῦν ἐξετάζειν καιρός.

6

.

16

.

1

Ἀπὸ τοῦ Ζαχαρίου. «Τάδε λέγει κύριος παντοκράτωρ, ὀπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς· διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ. διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ’ αὐτούς, καὶ ἔσονται σκῦλα
5τοῖς δουλεύσασιν αὐτοῖς, καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἐξα‐ πέσταλκέν με.»

6

.

16

.

2

Κύριος αὐτὸς ὁ παντοκράτωρ ἐν τούτοις ἑαυτὸν ἀπεστάλθαι φησίν, καὶ τὸν ἀποστείλαντα ὅστις εἴη διδάσκει, λέγων «καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με». οὐκοῦν καὶ ἐνταῦθα δύο σαφῶς ἔχεις μιᾷ χρωμένους προσηγορίᾳ, τόν τε ἀποστείλαντα κύριον
5παντοκράτορα καὶ τὸν ἀποστελλόμενον ὁμώνυμον τῷ ἀποστείλαντι.

6

.

16

.

3

τίνα δ’ ἂν ἕτερον εἴποις τὸν ἀποστελλόμενον ἢ τὸν διὰ πλειόνων ἡμῖν προηγορευμένον θεὸν λόγον, πρὸς τοῦ πατρὸς ἀπεστάλθαι ὁμο‐ λογοῦντα, σαφῶς δὲ εἰρηκότα· «ὀπίσω δόξης ἀπέσταλκέν με» (δηλῶν ὅτι προϋπάρχων ἐν δόξῃ τῇ παρὰ τῷ πατρὶ μετὰ ταῦτα ἀπέσταλτο)
5«ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς»; ἐπὶ γὰρ τὰ πρότερον ἐχθρὰ καὶ πολέμια τοῦ λαοῦ τοῦ θεοῦ ἔθνη ἀποσταλεὶς ὁ τοῦ θεοῦ λόγος ταῦθ’ ὑφ’ ἑαυτὸν ἠγάγετο, σκυλεύσας αὐτὰ διὰ τῶν αὐτοῦ μαθητῶν, οἵτινες ἦσαν μέρος τοῦ ἐκ περιτομῆς λαοῦ, ὅντινα πάλαι καταδεδού‐ λωντο τὰ ἔθνη, «σκυλεύσαντα» αὐτὸν τῇ οἰκείᾳ εἰδωλολατρίᾳ.

6

.

16

.

4

ταῦτ’ οὖν φησιν πείσεσθαι τὰ ἔθνη ἅπερ διατέθεικεν. ὡς γὰρ τὸν λαὸν τοῦ θεοῦ, τῆς πατρῴας εὐσεβείας μεταστησάμενα, «σκῦλα» τοῖς ἰδίοις δαίμοσιν κατεστήσαντο, οὕτω ποτὲ καὶ αὐτὰ τῆς πατρικῆς εἰδωλο‐
5λατρίας πρὸς τῶν πάλαι δεδουλευκότων αὐτοῖς σκυλευθήσονται, καὶ ὑπὸ τὸν ζυγὸν τῆς καθ’ Ἑβραίους εὐσεβείας μεταστήσονται. τοῦτο
δὲ ἔσεσθαί φησιν ὁ κύριος δι’ ἑαυτοῦ, ἐπὶ τῷ τοιῷδε κατορθώματι πρὸς τοῦ πατρὸς ἀποσταλησομένου.272

6

.

16

.

5

εἴποι δ’ ἄν τις καὶ νοητάς τινας καὶ ἀοράτους δυνάμεις «ἔθνη» νῦν ὀνομάζεσθαι τὰ «σκυλεύσαντα» καὶ αἰχμαλωτεύσαντα τὰς τῶν ἀνθρώπων ψυχάς, ὧν ψυχῶν οὕτω φησὶν κήδεσθαι ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος ὡσεὶ τῆς ἰδίας ὀφθαλ‐
5μοῦ κόρης· καὶ δεῖγμα τῆς τοιᾶσδε αὐτοῦ περὶ τὸ τῶν ἀνθρώπων γένος κηδεμονίας τὸ μηδ’ ὑποστείλασθαι αὐτόν, θεοῦ λόγον ὄντα καὶ ἐν δόξῃ τῇ παρὰ τῷ πατρὶ τυγχάνοντα, τὴν εἰς ἀνθρώπους ἐπιδη‐ μίαν τε καὶ οἰκονομίαν ἀναδέξασθαι.

6

.

17

.

1

Ἀπὸ τοῦ αὐτοῦ. «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν, καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ γνώσῃ
5ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ.»

6

.

17

.

2

Ἐπεὶ πρόκειται νῦν τὸ δεύτερον αἴτιον ἐκ τῶν προφητῶν ἀπο‐ δεῖξαι ἀνθρώποις μέλλον ἐπὶ γῆς συμπολιτεύεσθαι, οἶμαι τούτου παραστατικὸν εἶναι καὶ τὴν παροῦσαν προφητείαν, ὡς διὰ τὸ πρό‐ δηλον μηδὲ πλείονος ἐξεργασίας δεῖσθαι. τηρήσεις δὲ ὅτι καὶ τὴν
5αἰτίαν αὖθις τῆς ἀφίξεως αὐτοῦ δηλοῖ ἐν οἷς φησιν· «καὶ καταφεύ‐ ξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν».

6

.

17

.

3

ταῦτα δὲ ὁ λόγος τὴν θυγατέρα Σιὼν εὐαγγελίζεται, οὕτω τὴν ἐκκλησίαν τοῦ θεοῦ προσαγορεύων, διὰ τὸ τῆς ἐπουρανίου Ἱερουσαλὴμ θυγατέρα εἶναι δοκεῖν, μητρὸς οὔσης ἐκείνης τῶν ἁγίων κατὰ τὸν ἱερὸν ἀπόστολον.

6

.

17

.

4

ἢ καὶ ἄλλως θυγάτηρ Σιὼν ἡ ἐκκλησία Χριστοῦ λεχθείη ἄν, ὡς ἂν ἐκ τῆς προτέρας συναγωγῆς τῶν ἐκ περι‐ τομῆς διά τε ἀποστόλων καὶ εὐαγγελιστῶν ὑποστᾶσα, οἳ καὶ γεννή‐ ματα ἐτύγχανον μητρός, τῆς ἀπορριφείσης διὰ τὰς οἰκείας δυσσεβείας
5καὶ χήρας γεγενημένης διὰ τὸ ἀπελάσαι τὸν ἄνδρα, διὰ τῶν προφη‐ τῶν ἐπιμεμψάμενον αὐτῇ καὶ φήσαντα· «οὐχ ὡς ἄνδρα με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου;» ὃς καὶ τοῖς ἐξ αὐτῆς γενομένοις τὸν τρόπον τῆς μητρὸς διαβάλλων φησίν· «ποῖον τοῦτο
τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν»,273
10καὶ πάλιν· «κριθῆτε πρὸς τὴν μητέρα ὑμῶν, κριθῆτε, ὅτι αὕτη οὐ γυνή μου, κἀγὼ οὐκ ἀνὴρ αὐτῆς».

6

.

17

.

5

εἰκότως δῆτα, ὡς ἂν τὴν μη‐ τέρα ἀπαρνησαμένου[ς] τοῦ κυρίου, τὴν θυγατέρα ἡ παροῦσα προφη‐ τεία εὐαγγελίζεται τὴν αὐτοῦ τοῦ κυρίου παρουσίαν. εἴη δ’ ἂν αὕτη ἡ ἐξ ἐθνῶν ἐκκλησία, ἐν χώρᾳ θυγατρὸς τῆς προτέρας διὰ τοὺς ἀπο‐
5στόλους τοῦ σωτῆρος ἡμῶν λελογισμένη.

6

.

18

.

1

Ἀπὸ τοῦ αὐτοῦ. «Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοί· καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις καὶ διαρπαγή‐ σονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ
5ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν. καὶ ἐξελεύσεται κύριος καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου. καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν· καὶ σχισθήσεται τὸ
10ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ τὸ ἥμισυ αὐ‐ τοῦ πρὸς θάλασσαν, χάος μέγα σφόδρα· καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς τὸν βορρᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον·

6

.

18

.

2

καὶ ἐμ‐ φραχθήσεται ἡ κοιλὰς τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται ἡ φάραγξ ὀρέων ἕως Ἀσαήλ, καὶ ἐμφραχθήσεται ὃν τρόπον ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα· καὶ παρέ‐
5σται κύριος ὁ θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ. καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς, ἀλλὰ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν,

6

.

18

.

3

καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐχὶ νύξ, τὸ πρὸς ἑσπέραν ἔσται φῶς. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν
5ἐσχάτην, ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. καὶ ἔσται κύριος εἰς βα‐ σιλέα ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.»

6

.

18

.

4

Μετὰ τὴν πρώτην πολιορκίαν τῆς Ἱερουσαλὴμ καὶ τὴν παντελῆ καθαίρεσιν αὐτῆς καὶ ἐρήμωσιν τὴν ὑπὸ Βαβυλωνίων καὶ μετὰ τὴν ἀπὸ τῆς πολεμίας γῆς ἐπὶ τὴν οἰκείαν ἐπάνοδον, τὴν ἐπὶ Κύρου τοῦ Περσῶν βασιλέως γενομένην, ἄρτι τῆς Ἱερουσαλὴμ ἀνεγηγερμένης,
5ἀνανεωθέντος δὲ τοῦ ἁγιάσματος καὶ τοῦ πρὸς αὐτῷ θυσιαστηρίου
ἐπὶ Δαρείου τοῦ Πέρσου, ὁ παρὼν προφήτης θεσπίζει, τὴν μετὰ ταῦτα δευτέραν πολιορκίαν τῆς Ἱερουσαλὴμ σημαίνων, ἣν πέπονθεν ὑπὸ Ῥωμαίων οὐκ ἄλλοτε ἢ μετὰ τὰ κατὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῖς οἰκήτορσιν αὐτῆς τετολμημένα.274

6

.

18

.

5

ἐναργέστατα τοιγαρ‐ οῦν καὶ ἐνταῦθα τοῦ σωτῆρος ἡμῶν, τοῦ θεοῦ λόγου, ἡ παρουσία καὶ τὰ ἐπὶ ταύτῃ συμβεβηκότα δηλοῦται. ταῦτα δὲ ἦν ὁμοῦ τὰ περὶ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ πεπραγμένα καὶ ἡ παραυτίκα τῷ
5Ἑβραίων ἔθνει ἐπελθοῦσα πολιορκία καὶ τῆς Ἱερουσαλὴμ ἡ ἅλωσις, καὶ ἡ πρὸς τούτοις κλῆσις τῶν ἐθνῶν τοῦ τε ἑνὸς καὶ μόνου θεοῦ εἰς πᾶν γένος ἀνθρώπων ἐπίγνωσις.

6

.

18

.

6

ὅ γε μὴν πνευματόφορος προφήτης περιπαθέστερον ὡς ἂν ἐπ’ οἰκείοις ὀλοφυρόμενος τοῖς ἐκ περιτομῆς, ἐκ τῆς κατ’ αὐτῶν ἐκφωνήσεως τὴν καταρχὴν πεποίηται τῆς προφητείας. «ἡμέρας» δὴ οὖν «τοῦ κυρίου» ὥσπερ οὖν καὶ ἐν
5ἑτέροις κἀνταῦθα ὀνομάζει, οὕτως τὸν χρόνον τῆς εἰς ἀνθρώπους τοῦ Χριστοῦ παρουσίας σημαίνων, καὶ σαφῶς δηλῶν ὡς ἄρα ὁ κύριος αὐτός, οἷα «φῶς ἀληθινὸν» τυγχάνων, ἰδίων ποιητής ποτε γενήσεται ἡμερῶν τοῖς τε ἐπὶ γῆς ἅπασιν ἀνθρώποις ἐπιλάμψει, τῶν ἐθνῶν ἁπάντων αὐτόν τε καὶ τὰς ἀκτῖνας τοῦ φωτὸς αὐτοῦ καταδεξαμέ‐
10νων, ὅτε τῶν ἐθνῶν ἁπάντων φωτιζομένων, κατὰ τὸ «τέθεικά σε εἰς φῶς ἐθνῶν, εἰς διαθήκην γένους», τὸ Ἰουδαίων ἔθνος διὰ τὴν εἰς αὐτὸν ἀπιστίαν τοῖς ἐσχάτοις περιπεσεῖται δεινοῖς.

6

.

18

.

7

τοιοῦτον γάρ ἐστιν τὸ «ἰδοὺ ἡμέραι ἔρχονται τοῦ κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοί· καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ
5αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ».

6

.

18

.

8

μετὰ δὲ τὴν [κατὰ] τῆς Ἱερουσαλὴμ πολιορκίαν καὶ τὴν μετ’ αὐτὴν αἰχμαλωσίαν τοῦ Ἰουδαίων ἔθνους ἐπιλέγει ἑξῆς ἀγαθὰ τοῖς πᾶσι, θεσπίζων· «καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν», καὶ πάλιν· «ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυ‐
5κλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον».

6

.

18

.

9

ἀλλὰ γὰρ καὶ τὸ Ἰουδαίων ἔθνος τοιαῦτα πείσεσθαι ἐν ταῖς τοῦ κυρίου ἡμέραις τῆς προρρήσεως ἀποφηναμένης, τίς οὐκ ἂν θαυμάσειεν τῆς προρρήσεως τὸ ἀποτέ‐ λεσμα; ἅμα γὰρ Ἰησοῦς ὁ σωτὴρ καὶ κύριος ἡμῶν παρῆν ἠσέβουν τε
5εἰς αὐτὸν οἱ ἐκ περιτομῆς, 〈καὶ〉 πάντα αὐτοῖς ἀθρόως τὰ προη‐ γορευμένα μετὰ πεντακοσιοστὸν ἔτος τῆς προρρήσεως τέλους ἐτύγχα‐
νεν, ἐξ αὐτοῦ Πιλάτου καὶ μέχρι τῆς κατὰ Νέρωνα καὶ Τίτον καὶ Οὐεσπασιανὸν πολιορκίας οὐ διαλελοιπότων αὐτοὺς παντοίων καὶ ἐπαλλήλων συμφορῶν, ὡς πάρεστιν ἐκ τῆς Φλαυίου Ἰωσήπου γρα‐275
10φείσης ἱστορίας ἀναλέξασθαι.

6

.

18

.

10

τότε μὲν οὖν εἰκὸς «τὸ ἥμισυ τῆς πόλεως» ἀπολωλέναι τῇ πολιορκίᾳ, ὥς φησιν ἡ προφητεία. μετ’ οὐ πολὺν δὲ χρόνον κατὰ Ἀδριανὸν αὐτοκράτορα κινήσεως αὖθις Ἰου‐ δαϊκῆς γενομένης, τὸ λεῖπον τῆς πόλεως μέρος ἥμισυ πολιορκηθὲν
5αὖθις ἐξελαύνεται, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο πάμπαν ἄβατον αὐ‐ τοῖς γενέσθαι τὸν τόπον.

6

.

18

.

11

Εἰ δὲ λέγοι τις κατὰ Ἀντίοχον τὸν Ἐπιφανῆ ταῦτα πεπλη‐ ρῶσθαι, σκεψάσθω εἰ οἷός τέ ἐστιν ἀποδιδόναι καὶ τὰ λοιπὰ τῆς προφητείας κατὰ τοὺς Ἀντιόχου χρόνους· οἷον τὸ αἰχμαλωσίαν πε‐ πονθέναι τὸν λαόν, καὶ τὸ στῆναι τοὺς πόδας κυρίου ἐπὶ τὸ τῶν
5ἐλαιῶν ὄρος, καὶ εἰ γέγονεν «κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ», καὶ εἰ τὸ «ὄνομα» κυρίου «ἐκύκλωσεν τὴν γῆν πᾶσαν καὶ τὴν ἔρημον», ὅτε τῆς Συρίας Ἀντίοχος ἐκράτει. καὶ τὰ λοιπὰ δὲ τῆς προρρήσεως ὁποίου τέλους ἔτυχεν Ἀντιόχου βασιλεύον‐ τος, πῶς τις ἀποδώσει;

6

.

18

.

12

καθ’ ἡμᾶς δὲ ταῦτα καὶ πρὸς λέξιν μὲν ἀποδέδοται, καὶ καθ’ ἑτέραν δὲ διάνοιαν· μετὰ γὰρ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἡ πόλις αὐτῶν, αὐτή γε ἡ Ἱερου‐ σαλήμ, καὶ τὸ πᾶν σύστημα καὶ πολίτευμα τῆς κατὰ τὸν νόμον
5Μωσέως θρησκείας καθῃρεῖτο· αὐτίκα τε τὴν κατὰ διάνοιαν αἰχμα‐ λωσίαν πρὸς τῇ σωματικῇ πεπόνθασιν, τὸν σωτῆρα καὶ λυτρωτὴν τῶν ἀνθρωπίνων ψυχῶν μὴ παραδεξάμενοι, τὸν ἐλθόντα «κηρῦξαι» τοῖς ὑπὸ δαιμόνων πονηρῶν «αἰχμαλώτοις ἄφεσιν καὶ τοῖς» τὰς δια‐ νοίας «τυφλοῖς ἀνάβλεψιν».

6

.

18

.

13

ταῦτα δὲ πεπονθότων ἐκείνων διὰ τὴν ἀπιστίαν αὐτῶν, οἱ τὸν σφῶν λυτρωτὴν ἐπιγνόντες οἰκεῖοί τε αὐτοῦ γενόμενοι μαθηταὶ καὶ ἀπόστολοι καὶ εὐαγγελισταί, πλεῖστοί τε ἄλλοι τῶν ἐκ περιτομῆς εἰς αὐτὸν πεπιστευκότων, περὶ ὧν φησιν ὁ ἀπό‐
5στολος «οὕτω καὶ νῦν λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν»,

6

.

18

.

14

καὶ τὸ «εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν», τῆς νενοημένης ἡμῖν κατὰ διάνοιαν πολιορκίας ἄπειροι διεφυλάχθησαν οὐ μόνον ἀλλὰ καὶ
5τῆς πρὸς λέξιν ἀποδοθείσης. οἱ γοῦν ἀπόστολοι καὶ μαθηταὶ τοῦ σω‐
τῆρος ἡμῶν, καὶ πάντες οἱ ἐξ Ἰουδαίων εἰς αὐτὸν πεπιστευκότες, μα‐ κρὰν τῆς Ἰουδαίας γῆς γενόμενοι καὶ τοῖς λοιποῖς ἔθνεσιν ἐπισπαρέν‐ τες, τὸν κατὰ τῶν οἰκούντων τὴν πόλιν ὄλεθρον διαδρᾶναι τότε ἠδυνήθησαν.276

6

.

18

.

15

καὶ τοῦτο δὲ ἡ προφητεία προλαβοῦσα ἐθέσπισεν δι’ ὧν ἔφησεν· «οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν». Οἷς ἑξῆς ἐπιλέγει· «καὶ ἐξελεύσεται κύριος καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ
5πολέμου».

6

.

18

.

16

ἐν ποίοις δὲ ἔθνεσιν κύριος παρατάξεται ἢ ἐν τοῖς τὴν Ἱερουσαλὴμ πολιορκήσουσιν; δηλοῖ δὲ ὁ λόγος αὐτὸν τὸν κύριον συμ‐ μαχήσειν τοῖς πολιορκοῦσιν, ἐν αὐτοῖς ὄντα καὶ σὺν αὐτοῖς παρατατ‐ τόμενον, ὥσπερ τινὰ στρατηγὸν καὶ ὑπέρμαχον αὐτῶν κατὰ τῆς
5Ἱερουσαλὴμ στρατευομένων.

6

.

18

.

17

οὐ γάρ φησιν ὁ λόγος τὸν κύριον κατὰ τῶν ἐθνῶν παρατάξεσθαι. τίσιν δὲ καὶ κατὰ τίνων 〈ἢ〉 κατὰ τῆς Ἱερουσαλὴμ καὶ τῶν οἰκητόρων αὐτῆς, περὶ ὧν ἦν ὁ λόγος; τὸ δὲ «καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν
5ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν» τί ἕτερον δηλοῖ ἢ κυρίου τοῦ θεοῦ, αὐτοῦ δὴ τοῦ θεοῦ λόγου, τὴν ἐπὶ τῆς ἐκκλησίας αὐτοῦ στάσιν τε καὶ βεβαίωσιν, ἣν ὄρος ἐλαιῶν ἐπὶ τοῦ παρόντος κατὰ τρόπον ἀλληγορίας ὀνομάζει;

6

.

18

.

18

ὡς γὰρ «ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ» καὶ ἦν «ἀμπελὼν κυρίου Σαβαὼθ» ἀλληγορικῶς «ὁ οἶκος τοῦ Ἰσραήλ, καὶ ἄμπελος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον», οὕτω δὴ κατὰ τὴν αὐτὴν θεωρίαν εἴποις ἂν ὅτι δὴ καὶ ἐλαιὼν ἐγενήθη τῷ
5δεσπότῃ ἡ ἐξ ἐθνῶν ἐκκλησία αὐτοῦ, ἣν πάλαι «ἀγριέλαιον» οὖσαν κατεφύτευσεν, «ἐγκεντρίσας» ἐπὶ τὰς ἀποστολικὰς τῆς «καλλιελαίου» ῥίζας μετὰ τὴν τῶν προτέρων κλάδων ἐκτομήν, ὥσπερ οὖν ὁ ἀπό‐ στολος παιδεύει. καὶ κατεφύτευσέν γε αὐτὴν ὁ κύριος ἑαυτῷ, μονον‐ ουχὶ διὰ τῆς προφητείας λέγων· «ἐλαίαν ὡραίαν εὔσκιον ἐκάλεσεν
10κύριος τὸ ὄνομά σου».

6

.

18

.

19

ἐπεὶ γὰρ ὁ πρῶτος ἀμπελὼν δέον «ποιῆσαι σταφυλὴν ἐποίησεν ἀκάνθας», καὶ «οὐ δικαιοσύνην ἀλλὰ κραυγήν», εἰκότως ὡς ἂν ἀκάρπου αὐτοῦ «καθελὼν» ὁ θεὸς «τὸν φραγμὸν αὐ‐ τοῦ» καὶ «τὸν τοῖχον αὐτοῦ», παραδούς τε αὐτὸν τοῖς ἐχθροῖς «εἰς
5διαρπαγὴν καὶ καταπάτησιν», κατὰ τὴν τοῦ Ἡσαΐου προφητείαν, ἕτερον αὐτὸς ἑαυτῷ ἀγρὸν συνεστήσατο, τὸν ἐπὶ τοῦ παρόντος «ἐλαιῶνα» ὀνομαζόμενον, ἅτε τοῦ ἐκ θεοῦ ἐλέου τετυχηκότα καὶ πρὸς τοῦ Χριστοῦ καταφυτευθέντα ἀειθαλέσι φυτοῖς, τοῦτ’ ἔστιν
ψυχαῖς ἁγίαις καὶ φωτὸς θρεπτικαῖς οἵαις τε λέγειν «ἐγὼ δὲ ὡσεὶ277
10ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ».

6

.

18

.

20

τοῦτο δὲ τὸ τῶν ἐλαιῶν ὄρος κατέναντι τῆς Ἱερουσαλὴμ εἶναι λέλεκται, ἐπειδήπερ ἀντὶ τῆς παλαιᾶς ἐπιγείου Ἱερουσαλὴμ καὶ τῆς ἐν αὐτῇ θρησκείας συνέστη τῷ θεῷ μετὰ τὴν τῆς Ἱερουσαλὴμ καθαίρεσιν. φήσας γοῦν
5ἀνωτέρω ὁ λόγος περὶ τῆς Ἱερουσαλήμ, ὡς «ἁλώσεται ἡ πόλις» καὶ τὰ ἐχθρὰ καὶ πολέμια ἔθνη συναχθήσεται ἐπ’ αὐτήν, «καὶ διαμερι‐ σθήσεται τὰ σκῦλα» αὐτῆς, εἰκότως οὐκ ἐπὶ τῆς Ἱερουσαλὴμ «τοὺς πόδας» τοῦ κυρίου «στήσεσθαί» φησιν.

6

.

18

.

21

πῶς γὰρ καὶ οἷόν τε ἦν ἅπαξ καθῃρημένης; μεταβάντων δὲ ἐξ αὐτῆς ἐπὶ τὸ ἄντικρυς τῆς Ἱερουσαλὴμ ὄρος τὸ καλούμενον ἐλαιῶν, ἐνταῦθα στήσεσθαι διδάσκει. τοῦτο δὲ καὶ ὁ προφήτης Ἰεζεκιὴλ τῷ θείῳ πνεύματι προλαβὼν
5θεωρεῖ·

6

.

18

.

22

λέγει δ’ οὖν· «καὶ ἐξῆρεν τὰ Χερουβίμ, καὶ οἱ τροχοὶ ἐχό‐ μενοι αὐτῶν, καὶ ἡ δόξα θεοῦ Ἰσραὴλ ἦν ἐπ’ αὐτοῖς ὑπεράνω αὐτῶν. καὶ ἀνέβη ἡ δόξα κυρίου ἐκ μέσου τῆς πόλεως, καὶ ἔστη ἐπὶ τοῦ ὄρους ὃ ἦν ἀπέναντι τῆς πόλεως»,

6

.

18

.

23

ὅπερ ἐστὶν καὶ ἄλλως πρὸς λέξιν ὁρᾶν πεπληρωμένον εἰσέτι καὶ σήμερον, τῶν εἰς Χριστὸν πε‐ πιστευκότων ἁπάντων πανταχόθεν γῆς συντρεχόντων, οὐχ ὡς πάλαι τῆς κατὰ τὴν Ἱερουσαλὴμ ἀγλαΐας ἕνεκα, οὐδ’ ὥστε προσκυνῆσαι ἐν
5τῷ πάλαι συνεστῶτι ἐπὶ τῆς Ἱερουσαλὴμ ἁγιάσματι, καταλύειν δὲ ἕνεκεν ἱστορίας τε ὁμοῦ τῆς κατὰ τὴν προφητείαν ἁλώσεως καὶ ἐρη‐ μίας τῆς Ἱερουσαλὴμ καὶ τῆς «ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλὴμ» προσκυνήσεως, ἔνθα ἡ δόξα κυρίου μετέστη καταλείψασα τὴν προτέραν πόλιν. «ἔστησαν» δὲ ἀληθῶς καὶ κατὰ τὴν πρόχειρον
10καὶ ῥητὴν διήγησιν «οἱ πόδες» τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, αὐτοῦ δὴ τοῦ θεοῦ λόγου, δι’ οὗ ἀνείληφεν ἀνθρωπείου σκήνους, ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν πρὸς τῷ αὐτόθι δεικνυμένῳ σπηλαίῳ, εὐξαμένου γε καὶ τοῖς ἑαυτοῦ μαθηταῖς ἐπὶ τῆς ἀκρωρείας τοῦ τῶν ἐλαιῶν ὄρους τὰ περὶ τῆς συντελείας μυστήρια παραδεδωκότος, ἐντεῦθέν τε
15τὴν εἰς οὐρανοὺς ἄνοδον πεποιημένου, ὡς ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων διδάσκει φάσκων, ὅτι δὴ ἐν τῷ τῶν ἐλαιῶν ὄρει συμπαρόντων αὐτῷ τῶν ἀποστόλων «βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν,

6

.

18

.

24

καὶ ὡς ἀτε‐ νίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθήσεσι λευκαῖς, οἳ καὶ εἶπον, ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς
5ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν»,278

6

.

18

.

25

οἷς ἐπιφέρει λέγων· «τότε ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἐστιν κατέναντι Ἱερουσαλήμ».

6

.

18

.

26

ἔστι μὲν οὖν καὶ πρὸς λέξιν «κατέναντι Ἱερουσαλὴμ» καὶ «ἐξ ἀνατολῶν» αὐτῆς τὸ δηλού‐ μενον τῶν ἐλαιῶν ὄρος. πλὴν ἀλλὰ κατὰ τὴν διάνοιαν ἡ ἁγία Χρι‐ στοῦ ἐκκλησία (καὶ τὸ ὄρος ἐφ’ ᾧ τεθεμελίωται, περὶ οὗ διδάσκει
5λέγων ὁ σωτήρ· «οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη») ἀντὶ τῆς πεσούσης καὶ μὴ ἐγερθείσης Ἱερουσαλὴμ ἀνεγερθεῖσα, καὶ τῶν ποδῶν τοῦ κυρίου καταξιωθεῖσα, οὐ μόνον «κατέναντί» ἐστιν «Ἱερουσαλήμ», ἀλλὰ καὶ «ἐξ ἀνατολῶν» αὐτῆς, προ[σ]λαβοῦσα τὰς αὐγὰς τοῦ τῆς θεοσεβείας φωτὸς καὶ πολὺ προτέρα τῆς Ἱερουσαλὴμ γενο‐
10μένη αὐτῷ τε πλησιάσασα τῷ τῆς δικαιοσύνης ἡλίῳ, περὶ οὗ λέλεκται· «τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης».

6

.

18

.

27

Εἰ δὲ λέγει τὸ ἑξῆς, ὅτι «σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ θάλασσαν, χάος μέγα σφόδρα, καὶ κλινεῖ τὸ ἥμισυ αὐτοῦ πρὸς τὸν βορρᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον», δύναται μὲν τὴν καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἐξά‐
5πλωσιν τῆς ἐκκλησίας σημαίνειν, ἐπεὶ καὶ ἀνατολὰς ἡλίου αὐτά τε τὰ ἑῷα καὶ ἀνατολικὰ ἔθνη πεπλήρωκεν, διατείνει δὲ καὶ ἐπὶ τὴν δυτικὴν θάλασσαν τάς τε ἐν αὐτῇ νήσους, οὐ μὴν ἀλλ’ ἔφθακεν κατά τε νότον καὶ μεσημβρίαν, κατά τε βορρᾶν καὶ ἄρκτον.

6

.

18

.

28

πάντη γὰρ καὶ πανταχοῦ ὁ σημαινόμενος τροπικῶς τοῦ κυρίου ἐλαιών, ἡ ἐκκλη‐ σία αὐτοῦ, καταπεφύτευται. δύναται δὲ καὶ κατὰ διάνοιαν τὰ ἐπὶ τῆς τοῦ Χριστοῦ ἐκκλησίας γενόμενά τε καὶ εἰσέτι νῦν γινόμενα
5σχίσματα καὶ τὰς αἱρέσεις τάς τε ἠθικὰς κατὰ τὸν βίον ἀποπτώσεις αἰνίττεσθαι σχισθέντα· φησὶν γάρ· τὸ ὄρος διαστήσεσθαι, «τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολάς, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς θάλασσαν, χάος μέγα σφόδρα, καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς τὸν βορρᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον», ὡς εἰς τέσσαρα μέρη διαιρεῖσθαι, δύο
10μὲν τὰ σεμνότερα καὶ κρείττω, δύο δὲ τὰ ἐναντία.

6

.

18

.

29

καὶ ὅρα μή ποτε διὰ τούτων τὸ μὲν «πρὸς ἀνατολὰς» καὶ «πρὸς νότον» δύο τάγματα σημαίνει τῶν τῆς κατὰ θεὸν προκοπῆς ἐπειλημμένων, ἓν μὲν τῶν ἐν γνώσει καὶ λόγῳ καὶ τοῖς λοιποῖς τοῦ θείου πνεύματος χαρίσμασιν
5τελειουμένων, θάτερον δὲ τῶν διὰ βίου κατορθούντων, ἐν ἐκλογαῖς γε μὴν 〈μὴ〉 διατριβόντων.

6

.

18

.

30

τὰ δὲ λοιπὰ δύο μέρη τῶν προτέρων διῃ‐ ρημένα εἴη ἄν, τὸ κατὰ θάλασσαν καὶ πρὸς βορρᾶν, ἀμφότερα πρὸς τῇ κακίᾳ σημαινόμενα. «ἀπὸ προσώπου», γάρ φησιν, «βορρᾶ ἐκκαυθή‐ σεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν», ὅ τε δράκων
279
5ἐπὶ τῆς θαλάσσης ποιεῖσθαι τὰς διατριβὰς λέγεται,

6

.

18

.

31

ὥστε εἰκότως κἀνταῦθα τῶν ἀπὸ τῆς ἐκκλησίας ἀποπιπτόντων δύο πάλιν δηλοῦ‐ σθαι τρόπους, τόν τε κατὰ τὸ ἦθος ἁμαρτάνοντα καὶ τὸν τῆς ὑγιοῦς καὶ ὀρθοδόξου γνώσεως ἐξολισθαίνοντα, ὡς εἶναι ταύτας τοῦ
5δηλουμένου τοῦ ἐλαιῶνος ὄρους τὰς ὑπὸ τῆς προφητείας αἰνιττομένας διαστάσεις.

6

.

18

.

32

Τούτοις ἑξῆς ἐπιλέγεται· «καὶ ἐμφραχθήσεται ἡ κοιλὰς τῶν ὀρέων μου, καὶ ἐγκολληθήσεται φάραγξ ὀρέων ἕως Ἀσαήλ, καὶ ἐμ‐ φραχθήσεται ὃν τρόπον ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα». «κοιλὰς» δὲ ἐν τούτοις τῶν ὀρέων
5τοῦ θεοῦ τίς ἂν εἴη ἢ ἡ κατὰ τὸν Μωσέως νόμον ἐν τῇ Ἱερουσαλὴμ πάλαι πρότερον συντελουμένη σωματικὴ καὶ ἰουδαϊκὴ θρησκεία; ἣν ἀποκλεισθήσεσθαι ὥσπερ ἀποφραχθεῖσαν ὁ παρὼν λόγος θεσπίζει φάσκων· «καὶ ἐμφραχθήσεται ἡ κοιλὰς τῶν ὀρέων μου, καὶ ἐγκολλη‐ θήσεται φάραγξ ὀρέων ἕως Ἀσαήλ, καὶ ἐμφραχθήσεται»·

6

.

18

.

33

ἀνθ’ ὧν ὁ Σύμμαχος πεποίηκεν· «καὶ ἐμφραχθήσεται ἡ φάραγξ τῶν ὀρέων μου, καὶ ἔτι ἐγγιεῖ ἡ φάραγξ τῶν ὀρέων πρὸς τὸ παρακείμενον, καὶ ἐμφραχθήσεται», δι’ ὧν παρίστησιν τὸ αἴτιον τῆς ἐμφραχθείσης φά‐
5ραγγος. τί δὲ ἦν τοῦτο ἀλλ’ ἢ τὸ ἐγγίσαι αὐτὴν καὶ πλησιάσαι τῷ παρακειμένῳ αὐτῇ; τοῦτο δὲ ἦν τὸ τοῦ κυρίου ὄρος τὸ τῶν ἐλαιῶν προωνομασμένον, ὅπερ Ἀσαὴλ ὠνόμασται παρὰ τοῖς ἑβδομήκοντα.

6

.

18

.

34

δηλοῖ δὲ τοῦτο κατὰ τὴν Ἑβραίων φωνὴν «ποίησιν θεοῦ». οὕτω δέ, φησίν, ἡ παλαιὰ «φάραγξ» πλησιάσασα τῷ ὄρει καὶ τῇ Χριστοῦ ἐκκλησίᾳ τῷ τε ποιήματι θεοῦ «ἐμφραχθήσεται» καὶ ἀποκλεισθήσεται, «ὃν τρόπον ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου
5βασιλέως Ἰούδα».

6

.

18

.

35

ζητῶν δὲ παρ’ ἐμαυτῷ καὶ τὰς θείας περιιὼν γραφάς, εἴ ποτε «ἐν ταῖς ἡμέραις Ὀζίου» ἡ ἐνταῦθα δηλουμένη φάραγξ «ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ», ἐν μὲν ταῖς τῶν Βασιλειῶν ἱστορίαις οὐδὲν ηὕρισκον· οὔτε γὰρ σωματικῶς κατ’ αὐτὸν σεισμὸς
5γεγονὼς οὔτε τι τοιοῦτο περὶ φάραγγος ἐν αὐταῖς εἰρημένον ἀνα‐ γέγραπται.

6

.

18

.

36

ἱστορεῖταί γε μὴν Ὀζίας ἐν ἀρχαῖς δίκαιος γεγονέναι,
εἶτα διαβέβληται ὡς ἐπαρθεὶς τῇ διανοίᾳ καὶ δι’ ἑαυτοῦ θῦσαι τῷ θεῷ τολμήσας, δι’ ὃ καὶ λέπραν αὐτῷ κατὰ τοῦ προσώπου ἀνθῆσαι. τοῦτο μὲν οὖν ἡ βίβλος τῶν Βασιλειῶν παρίστησιν· ὁ δέ γε Ἰώσηπος280
5καὶ τὰς ἔξωθεν ἰουδαϊκὰς δευτερώσεις ἀπηκριβωκώς, ἅτε «Ἑβραῖος ἐξ Ἑβραίων» τυγχάνων, ἐπάκουσον οἷα γενέσθαι κατὰ τοὺς αὐτοῦ δηλοῖ χρόνους, λέγων ὡς ἄρα κατεπειγόντων τὸν Ὀζίαν τῶν ἱερέων «ἐξιέναι τοῦ ἱεροῦ καὶ μὴ παρανομεῖν εἰς τὸν θεόν, ὀργισθεὶς ἠπείλησεν αὐ‐ τοῖς θάνατον, εἰ μὴ τὴν ἡσυχίαν ἄξουσιν.

6

.

18

.

37

μεταξὺ δὲ σεισμὸς ἐκλό‐ νησεν τὴν γῆν, καὶ διαστάντος τοῦ ναοῦ φέγγος λαμπρὸν ἐξέλαμψεν καὶ τῇ τοῦ βασιλέως ὄψει προσέπεσεν, ὡς τῷ μὲν εὐθέως λέπραν ἐπιδραμεῖν, πρὸ δὲ τῆς πόλεως πρὸς τῇ καλουμένῃ Ἐρωγῇ τοῦ ὄρους
5ἀπορραγῆναι τὸ ἥμισυ τοῦ κατὰ τὴν δύσιν καὶ κυλισθὲν τέσσαρας σταδίους ἐπὶ τὸ ἀνατολικὸν ὄρος στῆναι, ὡς τάς τε παρόδους ἐμ‐ φραχθῆναι καὶ τοὺς παραδείσους τοὺς βασιλικούς.»

6

.

18

.

38

ταῦτά μοι ἀπὸ τοῦ συγγράμματος τῆς Ἰωσήπου Ἰουδαϊκῆς ἀρχαιολογίας κείσθω. καὶ ἐν τῷ προφήτῃ δὲ Ἀμὼς εὗρον κατ’ ἀρχὰς τῆς προφητείας αὐτοῦ ὡς ὅτι ἤρξατο προφητεύειν «ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα πρὸ
5δύο ἐτῶν τοῦ σεισμοῦ». ποίου δὲ σεισμοῦ οὐκέτι σαφῶς ἐπιλέγει.

6

.

18

.

39

οἶμαι δὲ τὸν αὐτὸν προφήτην προϊόντα τὸν σεισμὸν ὑπογράφειν ἐν οἷς φησιν· «εἶδον τὸν κύριον ἐφεστῶτα ἐπὶ τοῦ θυσιαστηρίου, καὶ εἶπεν, πάταξον ἐπὶ τὸ θυσιαστήριον, καὶ σεισθήσεται τὰ πρόπυλα, καὶ διάκοψον εἰς κεφαλὰς πάντων· καὶ τοὺς καταλοίπους αὐτῆς ἐν
5ῥομφαίᾳ ἀποκτενῶ»,

6

.

18

.

40

δι’ ὧν ἡγοῦμαι θεσπίζεσθαι τὸν σεισμὸν καὶ τὴν καθαίρεσιν τῶν πάλαι σεμνῶν τοῦ Ἰουδαίων ἔθνους καὶ τῆς ἐπιτελουμένης ὑπ’ αὐτῶν ἐν τῇ Ἱερουσαλὴμ θρησκείας, τήν τε ἀπώ‐ λειαν τὴν μετελθοῦσαν αὐτοὺς μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρου‐
5σίαν, ὅτε παραιτησαμένων αὐτῶν τὸν Χριστὸν τοῦ θεοῦ, τὸν ἀληθῆ ἀρχιερέα, λέπρα κατὰ τῶν ψυχῶν ἐξήνθησεν, ὥσπερ οὖν καὶ ἐπὶ τοῦ Ὀζίου, ὅτε καὶ ἀοράτῳ δυνάμει αὐτὸς ὁ κύριος ἐπιστὰς τῷ θυσια‐ στηρίῳ αὐτῶν τὴν ἐξουσίαν ἔδωκεν τῷ πατάσσοντι, φήσας «πάταξον 〈ἐπὶ〉 τὸ θυσιαστήριον».

6

.

18

.

41

δυνάμει γοῦν τοῦτο ἐδήλου λέγων· «ἀφί‐ εται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος»· αὐτίκα γοῦν ἐπὶ τῷ πάθει αὐτοῦ «τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω», ὥσπερ οὖν ὁ Ἰώσηπος ἱστορεῖ γεγονέναι κατὰ τοὺς Ὀζίου χρόνους. εἶτα
5πρότερον μὲν «ἐσείσθη τὰ πρόπυλα», ὅτε «ἡ γῆ ἐσείσθη» κατὰ τὸν τοῦ πάθους αὐτοῦ καιρόν· μετ’ οὐ πολὺ δὲ καὶ τὴν ἐσχάτην ὑπέμεινε πτῶσιν, λαβών τε τὴν ἐξουσίαν ὁ πατάσσων «διέκοψεν εἰς κεφαλὰς ἁπάντων».281

6

.

18

.

42

κατὰ τοῦτο δὴ οὖν τοῦ καιροῦ καὶ «ἡ κοιλὰς» τῶν τοῦ θεοῦ «ὀρέων ἐνεφράγη», ὥσπερ οὖν γέγονεν ἐπὶ Ὀζίου, πρὸς μὲν ῥητὸν καὶ λέξιν κατὰ τὴν Ῥωμαίων πολιορκίαν, καθ’ ἣν οἶμαι συμβῆναί τινα τοιαῦτα, πρὸς δὲ διάνοιαν ὅτε ἡ σωματικὴ καὶ ταπεινοτέρα τοῦ
5Μωσέως νόμου λατρεία ἀπεκλείσθη εἰς τὸ μηκέτι ἐνεργεῖσθαι διὰ τὸν σεισμὸν τὸν ἐπελθόντα προφητικῶς ἐξ ἐκείνου τῷ Ἰουδαίων ἔθνει, καὶ διὰ τὰ λοιπὰ τὰ ἀναγεγραμμένα. Μετὰ ταῦτα ἐπαναλαβὼν ὁ λόγος τὴν τοῦ κυρίου παρουσίαν σαφέστερον ἀνακηρύττει λέγων· «καὶ παρέσται κύριος ὁ θεός μου,
10καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ»,

6

.

18

.

43

εἴτε τοὺς ἀποστόλους αὐτοῦ καὶ μαθητὰς ὀνομάζων «ἁγίους» αὐτοῦ, εἴτε δυνάμεις τινὰς ἀοράτους καὶ πνεύματα λειτουργικά, περὶ ὧν εἴρηται· «καὶ προσῆλθον ἄγγελοι, καὶ διηκόνουν αὐτῷ». εἶτ’ ἐπὶ τῆς παρουσίας τοῦ κυρίου «ἔσται»,
5φησίν, «ἡμέρα», καὶ «οὐκ ἔσται φῶς, καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν»,

6

.

18

.

44

ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· «καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς, ἀλλὰ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν, ἥτις ἔγνω‐ σται τῷ κυρίῳ, οὐχ ἡμέρα οὐδὲ νύξ, ἀλλ’ ἔσται τὸ πρὸς ἑσπέραν φῶς». καὶ ὅρα εἰ μὴ διὰ τούτων λευκότατα τὴν ἡμέραν τοῦ πάθους
5τοῦ σωτῆρος ἡμῶν δηλοῖ, ἐν ᾗ ἡμέρᾳ τὸ μὲν «οὐκ ἔσται φῶς» ἐπλη‐ ροῦτο, ἡνίκα «ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης», τὸ δὲ «ἀλλὰ ψῦχος καὶ πάγος», ὅτε κατὰ τὸν Λουκᾶν· παραλαβόντες τὸν Ἰησοῦν «ἤγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρ‐ χιερέως, ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν,

6

.

18

.

45

περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς ἐκάθητο» κατὰ τὸν Μάρκον μετὰ τῶν λοιπῶν «θερμαινόμενος». ὁ δὲ Ἰωάννης ἄντικρυς καὶ τοῦ ψύχους ἐμνημό‐ νευσεν εἰπών· «εἱστήκεισαν οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πε‐
5ποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο».

6

.

18

.

46

Γνωστὴ δέ, φησίν, ἦν αὕτη ἡ ἡμέρα τῷ κυρίῳ, καὶ οὐκ ἦν ἡμέρα, καὶ οὐκ ἦν νύξ· οὐχ ἡμέρα μέν, διὰ τὸ προειρῆσθαι «οὐκ ἔσται φῶς», ὃ καὶ ἐπληροῦτο, ὅτε «ἀπὸ ἕκτης ὥρας σκότος
ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης»· οὐδὲ νὺξ δέ, διὰ τὸ282
5ἐπιλέγεσθαι «πρὸς ἑσπέραν ἔσται φῶς», ὃ καὶ αὐτὸ τέλους ἐτύγχανεν, ὅτε μετὰ τὴν ἐνάτην ὥραν αὖθις τὸ σύνηθες φῶς ἀπελάμβανεν ἡ ἡμέρα.

6

.

18

.

47

καὶ κατὰ διάνοιαν δὲ ταῦτα ἐπληροῦτο καθόλου μὲν ἐπὶ τὸ Ἰουδαίων ἔθνος, μετὰ τὴν κατὰ [τὴν] τοῦ Χριστοῦ τόλμαν σκότους καὶ πάγου καὶ ψύχους γεγενημένου, σκοτισθείσης αὐτῶν τῆς διανοίας «εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου» ἐν ταῖς καρδίαις
5αὐτῶν, ψυγείσης τε τῆς πρὸς τὸν θεὸν ἀγάπης, ἔμπαλιν δὲ πρὸς τῇ ἑσπέρᾳ τὸ φῶς τῆς γνώσεως τοῦ Χριστοῦ ἀνατέταλκεν, ὡς τοὺς πάλαι καθημένους «ἐν σκότει» καὶ «σκιᾷ θανάτου» μέγα τὸ φῶς ἰδεῖν, κατὰ τὰς τοῦ Ἡσαΐου φωνάς.

6

.

18

.

48

Ἐν αὐτῇ δὴ οὖν τῇ τοιαύτῃ ἡμέρᾳ τοῦ κυρίου, «ἐξελεύσεται», φησίν, «ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ». τοῦτο δὲ ἦν τὸ λογικὸν καὶ πό‐ τιμον ζωτικόν τε καὶ σωτήριον τῆς τοῦ Χριστοῦ διδασκαλίας ποτόν, περὶ οὗ καὶ αὐτὸς ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ τὴν Σαμαρεῖτιν
5παιδεύων ἔλεγεν· «εἰ ᾔδεις τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν». αὐτὸ οὖν τοῦτο τὸ σωτήριον ποτὸν ἐξ αὐτῆς τῆς Ἱερουσαλὴμ προῆλθεν·

6

.

18

.

49

ἐνθένδε γοῦν ὥρμητο αὐτοῦ τὸ εὐαγγέλιον, καὶ οἱ τούτου κήρυκες πᾶσαν κατέπλησαν τὴν οἰκουμένην, ὃ καὶ δηλοῦται διὰ τοῦ λέγεσθαι «εἰς τὴν θάλασσαν τὴν πρώτην» καὶ «εἰς τὴν θάλασσαν τὴν ἐσχάτην»
5«τὸ ζῶν ὕδωρ ἐξελεύσεσθαι», δι’ ὧν τὰ τῆς συμπάσης γῆς πέρατα δηλοῦται, τά τε πρὸς τῷ ἀνατολικῷ ὠκεανῷ «πρώτη θάλαττα» ὀνομαζόμενα καὶ τὰ κατὰ δύοντα ἥλιον διὰ «τῆς θαλάττης τῆς ἐσχά‐ της» σημαινόμενα, ἃ καὶ πεπλήρωκεν τὸ «ζῶν ὕδωρ» τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας, περὶ οὗ πάλιν ἐπαίδευσε λέγων· «ὃς ἂν
10πίῃ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα», καὶ πάλιν· «ποταμοί», φησίν, «ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος» «ἁλλομένου εἰς ζωὴν αἰώνιον»,

6

.

18

.

50

καὶ αὖθις· «εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω». Μετὰ γοῦν τὸ ἀνομβρῆσαν ἐκ τῆς Ἱερουσαλὴμ ἐπὶ πᾶν γένος ἀνθρώπων σωτήριον καὶ λογικὸν νᾶμα, ὅπερ σαφέστερον ἐν
5ἑτέρῳ δηλοῦται διὰ τοῦ «ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν», «ἔσται», φησί, «κύριος εἰς βασιλέα»,

6

.

18

.

51

οὐκ ἔσται δὲ ἐν Ἱερουσαλὴμ οὐδὲ ἐπὶ τὸ Ἰουδαίων ἔθνος, ἀλλ’ «ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ», καὶ «ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν». ἃ καὶ αὐτὰ συνᾴδει τοῖς ἀπὸ τῶν ψαλμῶν παρατεθεῖσιν,
283
5δι’ ὧν ἐλέγετο· «ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη», καὶ πάλιν· «εἴ‐ πατε ἐν τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασίλευσεν». ταῦτα δὲ ὁμοῦ πάντα ἐν ταῖς τοῦ κυρίου ἡμέραις ἔσεσθαι προφητεύεται·

6

.

18

.

52

ἐν ἀρχῇ γοῦν τῆς ὅλης προφητείας «ἰδοὺ ἡμέραι», φησίν «ἔρχονται τοῦ κυρίου», καὶ ἔσται τάδε. τίνα δὴ ταῦτα ἀλλ’ ἢ ἡ πολιορκία τῆς Ἱερουσαλὴμ καὶ ἡ τοῦ κυρίου μετάστασις ἐπὶ τὸ τῶν ἐλαιῶν ὄρος, καὶ τὸ «παρέσται
5κύριος» καὶ τὰ συμβεβηκότα περὶ τὴν ἡμέραν τοῦ πάθους αὐτοῦ, καὶ τὸ «ζῶν ὕδωρ», τὸ ἐπὶ πᾶσαν ῥεῦσαν τὴν οἰκουμένην, καὶ ἐπὶ πᾶσι τούτοις ἡ τοῦ κυρίου βασιλεία πάντων τῶν ἐθνῶν ἄρχουσα, «καὶ τὸ ὄνομα αὐτοῦ ἕν, πληροῦν πᾶσαν τὴν γῆν», ἅπερ ὁποίου τέλους ἔτυχεν ὡς ἐν ἐπιτομῇ διειλήφαμεν;

6

.

18

.

53

πρόδηλον δὲ καὶ πῶς ἀπὸ τῆς τοῦ Χριστοῦ τοῦ θεοῦ προσηγορίας τὸ Χριστιανῶν ὄνομα κατέπλησε τὴν πᾶσαν οἰκουμένην· ὃ καὶ αὐτὸ παρίστησιν ὁ φάσκων λόγος «καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον». καὶ
5σοὶ δὲ ἐπὶ σχολῆς παρέσται ἑκάστην βασανίσαντι λέξιν ἐπὶ πλάτους θεωρῆσαι τὰ νενοημένα.

6

.

19

.

1

Ἀπὸ τοῦ Βαρούχ. «Τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ ἔλαβεν αὐτὴν» (δηλοῖ δὲ τὴν σοφίαν), «καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφε‐ λῶν; τίς διέβη πέραν τῆς θαλάσσης καὶ εὗρεν αὐτήν, καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ; οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδὲ ὁ
5ἐνθυμούμενος τὴν τρίβον αὐτῆς. ἀλλὰ ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτήν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ· ὁ κατασκευάσας αὐτὴν εἰς τὸν αἰῶνα χρόνον ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων· ὁ ἀπο‐ στέλλων τὸ φῶς καὶ πορεύεται, ἐκάλεσεν αὐτό, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ· καὶ οἱ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν καὶ ηὐφράν‐
10θησαν· ἐκάλεσεν αὐτούς, καὶ εἶπαν, πάρεσμεν·

6

.

19

.

2

ἔλαμψαν μετ’ εὐφρο‐ σύνης τῷ ποιήσαντι αὐτούς. οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται
ἕτερος πρὸς αὐτόν. ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. μετὰ284
5ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Οὐδὲν ἐπιλέγειν δεῖ ταῖς θείαις φωναῖς ἐναργῶς τῷ προβλήματι παρισταμέναις.

6

.

20

.

1

Ἀπὸ τοῦ Ἡσαΐου. «Ὅρασις Αἰγύπτου. ἰδοὺ κύριος κάθη‐ ται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπὶ Αἰγυ‐
5πτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ, πόλις ἐπὶ πόλιν καὶ νόμος ἐπὶ νόμον. καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγα‐
10στριμύθους. καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν», καὶ τὰ τού‐ τοις ἑξῆς.

6

.

20

.

2

Καὶ νῦν τὸν δεύτερον μετὰ τὸν τῶν ὅλων θεὸν καὶ κύριον, αὐτὸν δὴ τὸν τοῦ θεοῦ λόγον, «ἥξειν εἰς Αἴγυπτον» ἡ παροῦσα προ‐ φητεία σημαίνει, καὶ ἥξειν οὐκ ἀφανῶς οὐδ’ ἀοράτως οὐδ’ ἄνευ τινὸς σωματικῆς περιβολῆς, ἀλλ’ «ἐπὶ νεφέλης κούφης» ὀχούμενον, μᾶλλον
5δὲ «ἐπὶ πάχους ἐλαφροῦ»· οὕτω γὰρ ἔχειν φασὶν τὴν Ἑβραίων φω‐ νήν.

6

.

20

.

3

λεγέτωσαν δῆτα Ἑβραίων παῖδες, πότε μετὰ τοὺς Ἡσαΐου χρόνους ὁ κύριος Αἰγυπτίοις ἐπιδεδήμηκεν, καὶ ποῖος κύριος· εἰ γὰρ ὁ ἐπὶ πάντων θεός, καὶ πῶς ἐπὶ «πάχους ἐλαφροῦ» οὗτος ἐποχεῖσθαι λέγεται καὶ τοπικῶς ἐπιβαίνειν μέρει τινὶ τῆς γῆς;

6

.

20

.

4

ἑρμηνευέτωσαν δὲ καὶ τὸ «πάχος ἐλαφρὸν» τί ποτε ἄρα ἐστίν, καὶ διὰ τί μὴ ἄνευ τούτου λέγεται ὁ κύριος ἐπιδημεῖν τῇ Αἰγύπτῳ.

6

.

20

.

5

πότε δὲ καὶ ἱστό‐ ρηται τὰ ἐν τῇ προφητείᾳ εἰρημένα τέλους τετυχηκέναι, τὸ «σεισθῆναι», λέγω, τὰ εἴδωλα «τὰ χειροποίητα Αἰγύπτου», καὶ τὸ Αἰγυπτίους Αἰγυ‐ πτίοις πολεμῆσαι διὰ τὴν τοῦ κυρίου εἰς ἀνθρώπους παρουσίαν, καὶ 〈τὸ〉
5«τοὺς θεοὺς αὐτῶν», δηλαδὴ τοὺς δαίμονας, πολλὰ τὸ παλαιὸν δυνα‐ μένους, μηκέτι ἰσχύειν, μηδὲ ἀποκρίνασθαι τοῖς ἐπερωτῶσι διὰ τὸ
τοῦ κυρίου δέος; «εἰς χεῖρας» δὲ ποίων «κυρίων σκληρῶν», ποίων δὲ βασιλέων μετὰ τὴν θεσπιζομένην τοῦ κυρίου παρουσίαν παρεδόθη Αἴγυπτος, καὶ διὰ τί κυρίου παρόντος σκληροῖς ἄρχουσιν παραδίδον‐285
10ται; καὶ τὰ λοιπὰ δὲ τούτοις παραπλησίως ὁ βουλόμενος ἑρμηνευσάτω.

6

.

20

.

6

ἡμεῖς γὰρ οὐκ ἄλλως ταῦτά φαμεν συνίστασθαι ἢ διὰ μόνης τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἀνθρώπους ἐπιφανείας· οὗ‐ τος γάρ, θεοῦ λόγος ὢν καὶ θεοῦ δύναμις, κατὰ διάνοιαν καὶ πρὸς λέξιν ἐπιδημήσας τῇ Αἰγυπτίων χώρᾳ διὰ «νεφέλης κούφης» ἐπλήρου
5τὰ προηγορευμένα. νεφέλην δὲ κούφην ἀλληγορικῶς ὀνομάζει τὴν δι’ οὗ ἀνείληφεν σώματος ἐκ παρθένου καὶ ἁγίου πνεύματος ἐπιδημίαν αὐτοῦ, ὥσπερ οὖν ἡ Ἑβραίων γραφὴ καὶ ὁ Ἀκύλας σαφέστερον ᾐνί‐ ξατο εἰπών· «ἰδοὺ κύριος ἐπιβαίνει ἐπὶ πάχους ἐλαφροῦ, καὶ ἔρχεται ἐπ’ Αἴγυπτον», πάχος ἐλαφρὸν τὸ ἐξ ἁγίου πνεύματος σῶμα προσ‐
10αγορεύσας.

6

.

20

.

7

καὶ τοῦτο τοιγαροῦν τὸ τῆς προφητείας μέρος πρὸς λέξιν τέλους ἐτύγχανεν, ὅτε ἄγγελος κυρίου ὄναρ ἐπιφανεὶς εἶπεν τῷ Ἰωσήφ· «ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι».

6

.

20

.

8

τότε γοῦν αὐτὸς ὁ κύριος ὁ θεὸς λόγος, ἐπιπαριὼν τῇ τοῦ παιδὸς ἡλικίᾳ, καὶ ἐν τῇ συστάσῃ αὐτοῦ ἐξ ἁγίας παρθένου σαρκὶ («παχείᾳ» μὲν οὔσῃ διὰ τὸ τῆς σωματικῆς ὕλης ἀντίτυπον, «ἐλαφρᾷ» δὲ πάλιν διὰ τὸ κρείττονα
5ἢ καθ’ ἡμᾶς εἶναι, καὶ «νεφέλη κούφη» ὀνομαζομένῃ διὰ τὸ μὴ ἐξ ἡδυ‐ παθοῦς φθορᾶς, ἀλλ’ ἐξ ἁγίου πνεύματος συστῆναι) τῇ τῶν Αἰγυ‐ πτίων ἐπιδημεῖ χώρᾳ.

6

.

20

.

9

Ἡ δ’ αἰτία τῆς ἐκεῖσε ἐπιδημίας αὐτοῦ τοῦτον ἔχει τὸν λόγον. ἐπεὶ γὰρ ἐν αὐτῇ πρώτῃ κατάρξαι τὰ τῆς εἰδωλολάτρου πλάνης μνη‐ μονεύεται, ἐδόκουν τε πάντων ἀνθρώπων μάλιστα δεισιδαιμονέστατοι τυγχάνειν ἐχθροί τε εἶναι καὶ πολέμιοι τοῦ λαοῦ τοῦ θεοῦ, τῶν προ‐
5φητῶν κατὰ πλεῖστον ὅσον ἀφεστῶτες, εἰκότως αὐτοῖς πρώτοις ἡ τοῦ θεοῦ ἐφίστη δύναμις. διὸ καὶ πάντων ἀνθρώπων μᾶλλον παρ’ Αἰγυπτίοις ἴσχυσεν ὁ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας λόγος· ὅθεν ἡ παροῦσα προφητεία αὐτὸν αὐτοῖς ἐπιδημήσειν τὸν κύριον θεσπίζει,

6

.

20

.

10

ἀλλ’ οὐχὶ τοὺς Αἰγυπτίους ἥξειν εἰς τὴν Ἰουδαίων χώραν οὐδέ γε εἰς τὰ Ἱεροσόλυμα προσκυνήσειν αὐτῷ, οὐδ’ ἐνταῦθα κατὰ τὰ παρὰ Μωσεῖ προστεταγμένα προσηλυτεύσειν Ἰουδαίοις, οὐδὲ θύσειν θυσίας ἐν τῷ πρὸς τῇ Ἱερουσαλὴμ θυσιαστηρίῳ· ἀλλὰ τούτων μὲν ἔσεσθαί
5φησιν οὐδέν, τὸν δὲ κύριον αὐτὸν ἐπιδημήσειν τοῖς Αἰγυπτίοις, καὶ τῆς αὐτοῦ παρουσίας καταξιώσειν τοὺς ἄνδρας, μεγάλων τε ἀγαθῶν καταστήσεσθαι αἴτιον αὐτοῖς·286

6

.

20

.

11

κατορθώσειν γοῦν αὐτοῦ τὴν ἐπι‐ δημίαν ταῦτα, ἅπερ καὶ αὐτοῖς ἔργοις μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ ἐπιφάνειαν συνίσταται πεπληρωμένα. τίνα δὲ ἦν, θεασώμεθα.
5 Οἱ πρὶν τὴν Αἴγυπτον οἰκοῦντες φαῦλοι καὶ μοχθηροὶ δαίμονες, ἐξ αἰῶνος μακροῦ τοῖς ξοάνοις ἐμφωλεύοντες καὶ τὰς τῶν Αἰγυπτίων ψυχὰς πάσῃ δεισιδαιμονίας πλάνῃ καταδουλούμενοι, συναισθόμενοι ξένης τινὸς καὶ ἐνθέου δυνάμεως ἐπιδημούσης αὐτοῖς, αὐτίκα συνεκι‐ νοῦντο, σάλον καὶ κλόνον ἐν ἑαυτοῖς πάσχοντες, ἥ τε καρδία αὐτῶν
10καὶ ἡ διανοητικὴ δύναμις ἡττᾶτο ἔνδον ἐν ἑαυτοῖς, ὑποχωροῦσα καὶ νικωμένη ὑπὸ τῆς ἀοράτως συνελαυνούσης καὶ πυρὸς δίκην ἀρρήτῳ λόγῳ φλεγούσης αὐτοὺς δυνάμεως.

6

.

20

.

12

ἀλλὰ τότε μὲν ἀοράτως οἱ δαίμονες ταῦτ’ ἔπασχον ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς τὴν Αἴγυπτον ἐνσάρκῳ ἐπιδημίᾳ, ἐπειδὴ δὲ μετὰ ταῦτα γυμνῶς ἤδη λοιπὸν τὸ περὶ αὐτοῦ εὐαγγέλιον τοῖς Αἰγυπτίοις, ὥσπερ οὖν
5καὶ τοῖς λοιποῖς ἔθνεσιν, ἐκηρύττετο, ἥ τε ἀόρατος αὐτοῦ δύναμις σὺν τοῖς ἀποστόλοις αὐτοῦ παρῆν, ἀφανῶς συμπράττουσα αὐτοῖς καὶ συνεργοῦσα καὶ καταγγέλλουσα δι’ αὐτῶν τὴν εὐσεβῆ διδασκαλίαν αὐτοῦ, μόνον τὸν ἕνα καὶ μόνον ἀληθῆ θεὸν εὐσεβεῖν παρακελευο‐ μένη, τῶν δὲ δαιμόνων τοὺς πάλαι πεπλανημένους ἀφιστῶσα,

6

.

20

.

13

ἐν‐ ταῦθα λοιπὸν ἤδη Αἰγυπτίοις, ὥσπερ οὖν καὶ τοῖς λοιποῖς ἔθνεσιν, στάσις καὶ πόλεμος ἐμφύλιος συνίστατο, τῶν μὲν ἀναχωρούντων τῆς πολυθέου πλάνης καὶ τῷ τοῦ Χριστοῦ λόγῳ προστρεχόντων, τῶν
5δὲ ἐξ ἐναντίας τούτοις πολεμούντων καὶ ὑπὸ τῶν οἰκείων δαιμόνων ἐξοιστρουμένων, ὡς καὶ ἀδελφοὺς ἀλλήλων διίστασθαι καὶ τοὺς φιλ‐ τάτους διὰ ξιφῶν χωρεῖν τῆς τοῦ Χριστοῦ διδασκαλίας ἕνεκεν. διό〉 φησιν ὁ χρησμός· «καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ’ Αἰγυπτίους καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν
10πλησίον αὐτοῦ».

6

.

20

.

14

πιστοῦται δὲ τὴν προφητικὴν πρόρρησιν καὶ αὐ‐ τὸς ὁ σωτὴρ ἡμῶν, φάσκων ἐν τοῖς εὐαγγελίοις· «παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς»,

6

.

20

.

15

καὶ αὖθις· «μὴ νομίσητε ὅτι ἦλθον εἰρήνην δοῦναι ἐν τῇ γ, οὐχὶ λέγω ὑμῖν, ἀλλ’ ἢ διαμε‐ ρισμόν. ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ ἑν, τρεῖς διαμε‐
μερισμένοι ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν· διαμερισθήσονται πατὴρ287
5ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρ, μήτηρ ἐπὶ τὴν θυγατέρα, καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην, καὶ νύμφη ἐπὶ τὴν πεν‐ θεράν».

6

.

20

.

16

τί γὰρ ταῦτα τῆς προφητικῆς διαφέροι ἂν φωνῆς ἐπὶ τῇ τοῦ κυρίου εἰς Αἴγυπτον παρουσίᾳ λεγούσης «ἐπεγερθήσεσθαι Αἰγυ‐ πτίους κατ’ Αἰγυπτίων καὶ πολεμ〈ήσ〉ειν ἄνθρωπον τὸν ἀδελφὸν αὐτοῦ»; καὶ «νόμος» δὲ ὁ τῆς καινῆς διαθήκης τοῦ Χριστοῦ «ἐπὶ νόμον»
5τὸν τῆς πολυθέου δεισιδαιμονίας ἠγείρετο, ὅ τε τῶν εἰδωλολατρῶν ἐθνῶν νόμος τὴν Χριστοῦ πολεμῶν διδασκαλίαν, «πόλις» τε καὶ πολι‐ τεία τῆς ἐν Χριστῷ ἐκκλησίας τοῖς τῶν ἀπίστων ἐθνῶν πολιτεύμασιν ἐπανίστατο.

6

.

20

.

17

διὸ λέλεκται· «πόλις ἐπὶ πόλιν καὶ νόμος ἐπὶ νόμον». ἔστιν δὲ ἐπὶ τούτοις τοὺς Αἰγυπτίους (πάντας τοὺς εἰδωλολάτρας) τό τε ἐνεργοῦν ἐν αὐτοῖς τῆς εἰδωλολατρίας πνεῦμα συνιδεῖν ταραττο‐ μένους εἰσέτι νῦν, καὶ πολλὰ μὲν βουλευομένους κατὰ τῆς τοῦ Χρι‐
5στοῦ διδασκαλίας, ὡς ἂν σβέσοιεν αὐτὴν καὶ ἐξ ἀνθρώπων ἀφανίσοιεν, διασκεδαν〈ν〉υμένους δὲ ὑπὸ τοῦ θεο, φήσαντος ἐν τῇ προφητεί· «καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω».

6

.

20

.

18

μυρία δὲ ὅσα πυνθανόμενοι καὶ «ἐπερω‐ τῶντες» καθ’ ἡμῶν ἔν τε χρησμοῖς καὶ μαντείαις «τοὺς θεοὺς αὐτῶν», καὶ τοὺς ἐν τοῖς ἀγάλμασιν ἐμφωλεύοντας δαίμονας, τούς τε πάλαι ἐν αὐτοῖς πολλὰ δυναμένους «ἐγγαστριμύθους», οὐδέν τι πλέον ἐξ αὐ‐
5τῶν ἔχουσιν.

6

.

20

.

19

διό φησιν ὁ λόγος· «καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐγγαστριμύθους». ἀλλ’ οὐδεμιᾶς γάρ, φησίν, τεύξονται βοηθείας οἱ ἐπὶ τοὺς πεπλανημένως δοκοῦντας αὐτῶν εἶναι θεοὺς καταφεύγοντες, τότε μάλιστα αὐτοὺς
5τοῦ θεοῦ κυρίοις σκληροῖς καὶ βασιλεῦσιν παραδιδόντος, ὅτε τοῖς δαίμοσιν αὐτῶν πειθόμενοι καὶ ὑπ’ αὐτῶν ἐνεργούμενοι τοὺς κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ διωγμοὺς ἐπεγείρουσιν.

6

.

20

.

20

Ἔνθα μοι τὸν νοῦν ἐπιστήσεις, τίνα τρόπον μέχρι μὲν τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιφανείας οἰκείοις βασιλεῦσιν ἰδίως καὶ καθ’ ἑαυτὴν πᾶσα Αἴγυπτος κέχρητο, ἐν αὐτονομίᾳ τε καὶ ἐν ἐλευθερίᾳ διῆγον οἱ Αἰγύπτιοι, δυναστεία τε αὐτῶν ἐξ αἰῶνος
5μακρά τις καὶ πολλὴ βεβόητο, ἐξ ἐκείνου δὲ πρώτου Ῥωμαίων Αὐ‐ γούστου, καθ’ ὃν ὁ κύριος ἡμῶν γεγέννητο, χειρωσαμένου τὴν Αἴγυ‐ πτον, ὑστάτης τε τῶν Πτολεμαίων Κλεοπάτρας ἁλούσης, ὑπὸ τὴν
Ῥωμαίων γεγόνασιν ἐξουσίαν ὑπό τε τοὺς αὐτῶν νόμους καὶ ἐπι‐ τάγματα, τῆς προτέρας αὐτονομίας καὶ ἐλευθερίας ἀφῃρημένοι, ὡς288
10καὶ ἐν τούτῳ τὸ προφητικὸν ἐπαληθεύειν λόγιον, περὶ μὲν τῶν εἰς τοὺς τόπους ἐκπεμπομένων ἐπιτρόπων τε καὶ ἡγουμένων καὶ περὶ τῶν λοιπῶν ἐν μέρει ἀρχόντων φάσκον· «καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν», περὶ δὲ τῶν τὴν καθόλου διεπόντων ἀρχὴν τὸ ἑξῆς,

6

.

20

.

21

ἀνθ’ οὗ ὁ Ἀκύλας φησίν· «καὶ βασιλεὺς κεκραταιωμένος ἐξουσιάσει ἐν αὐτοῖς», ὁ δὲ Σύμμαχος· «καὶ βασιλεὺς ἰσχυρὸς ἐξουσιάσει αὐτῶν». οὕτω δὴ τὴν Ῥωμαίων ἡγοῦμαι κεκλῆ‐ σθαι βασιλείαν, ὑφ’ ἧς ὥσπερ χαλινῷ καὶ δεσμῷ πεπεδημένους οὐ
5μόνον τοὺς πάντων ἀνθρώπων δεισιδαιμονεστάτους Αἰγυπτίους ἀλλὰ καὶ τοὺς λοιποὺς πάντας ἀνθρώπους μηδὲν δύνασθαι τολμᾶν κατὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐκκλησίας δυσφημεῖν.

6

.

20

.

22

μετὰ ταῦτα προφη‐ τεύεται τούτοις ἑξῆς σκοτεινότερά τινα καὶ δι’ αἰνιγμάτων, μακρο‐ τέρας καὶ βαθυτέρας τῆς κατὰ τροπολογίαν δεόμενα ἑρμηνείας, ἃ δὴ ἐπὶ σχολῆς κατὰ τὸν προσήκοντα καιρὸν τῆς προσηκούσης τεύξεται
5διηγήσεως, ἐπὰν σὺν θεῷ τὸν περὶ τῶν ἐπαγγελιῶν ἀποδώσωμεν λόγον.

6

.

21

.

1

Ἀπὸ τοῦ αὐτοῦ. «Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιά‐ σθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον, καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ
5τὸ ὕψος τοῦ θεοῦ. ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυ‐ μένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ
10ἔσται γλῶσσα μογιλάλων, ὅτε ἐ〈ρ〉ράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φά‐ ραγξ ἐν γῇ διψώσῃ, καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται.»

6

.

21

.

2

Κἀνταῦθα διαρρήδην θεοῦ ἄφιξις θεσπίζεται σωτήριος καὶ πολλῶν ἀγαθῶν αἰτία· κωφοῖς γοῦν ἴασις καὶ τυφλοῖς ἀνάβλεψις,
προσέτι τε χωλοῖς καὶ τὴν γλῶτταν συνδεδεμένοις θεραπεία ἔσεσθαι προφητεύεται, ἃ καὶ τέλους ἔτυχεν οὐκ ἄλλως ἢ διὰ τῆς τοῦ σωτῆρος289
5ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας, ὑφ’ οὗ καὶ τυφλῶν ἀνεῴχθησαν οἱ ὀφθαλμοὶ καὶ κωφοὶ τὴν ἀκοὴν ἀπειλήφασιν

6

.

21

.

3

(τί δεῖ λέγειν ὅσοι καὶ διὰ τῶν αὐτοῦ μαθητῶν παρειμένοι καὶ κωφοὶ καὶ χωλοὶ τὰς κατὰ φύσιν βάσεις ἀπελάμβανον), ἄλλοι τε μυρίοι ποικίλαις νόσοις καὶ μαλακίαις τετρυχωμένοι τῆς παρ’ αὐτοῦ θεραπείας τε καὶ σωτη‐
5ρίας ἠξιοῦντο, κατά τε τὴν ἔνθεον τῆς προφητείας πρόρρησιν καὶ κατὰ τὴν ἀψευδεστάτην τῶν ἱερῶν εὐαγγελίων μαρτυρίαν;

6

.

21

.

4

«ἔρημον» δὲ ἐν τούτοις ὁ λόγος αἰνίττεται τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, ἣν πάλαι θεοῦ ἔρημον οὖσαν διὰ τῶν ἐν χερσὶν εὐαγγελίζεται, καὶ ταύτῃ δὲ πρὸς τοῖς ἄλλοις τῇ ἐρήμῳ φησὶν ὁ λόγος δοθήσεσθαι «τὴν δόξαν
5τοῦ Λιβάνου».

6

.

21

.

5

Λίβανον δὲ τὴν Ἱερουσαλὴμ ἀλληγορικῶς σύνηθές ἐστιν ἀποκαλεῖν, ὡς ἐπὶ καιροῦ διὰ τῶν ἀπὸ τῆς θείας γραφῆς ἀπο‐ δείξεων παραστήσομεν. ἐν δὴ οὖν τῇ τοῦ θεοῦ εἰς ἀνθρώπους παρουσίᾳ τῇ δηλωθείσῃ ἐρήμῳ, λέγω δὴ τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, τὴν
5δόξαν τοῦ Λιβάνου δοθήσεσθαι ἡ προκειμένη διδάσκει πρόρρησις. ἀντὶ δὲ τοῦ «καὶ ἡ τιμὴ τοῦ Καρμήλου» ὁ μὲν Ἀκύλας φησίν· «δια‐ πρέπεια τοῦ Καρμήλου καὶ τοῦ Σαρών, αὐτοὶ ὄψονται δόξαν κυρίου»,

6

.

21

.

6

ὁ δὲ Σύμμαχος· «εὐπρέπεια τοῦ Καρμήλου καὶ τοῦ πεδίου, αὐτοὶ ὄψοντα τὴν δόξαν κυρίου», καὶ ὁ Θεοδοτίων δέ· «ὡραιότης», φησί, «τοῦ Καρμήλου καὶ τοῦ Σαρών, αὐτοὶ ὄψονται τὴν δόξαν κυρίου». δι’ ὧν αἰνίττεσθαι ἡγοῦμαι τὴν προφητείαν οὐ τὴν Ἱερουσαλὴμ οὐδὲ
5τὴν Ἰουδαίαν ἀλλὰ τῶν ἐθνῶν τὴν χώραν καταξιωθήσεσθαι τῆς ἐνθέου γνώσεως· ὁ γοῦν Κάρμηλος καὶ ὁ καλούμενος Σαρὼν τόποι τῶν ἀλλοφύλων ὑπῆρχον ἐθνῶν.

6

.

21

.

7

ταῦτα μὲν οὖν πρὸς λέξιν· καὶ κατὰ διάνοιαν δὲ εἰσέτι σήμερον οἱ πρὶν τὰς ψυχὰς πεπηρωμένοι, ὡς ξύλα καὶ λίθους καὶ τὴν λοιπὴν ἄψυχον ὕλην δαίμονάς τε περιγείους καὶ πνεύματα πονηρὰ ἀντὶ τοῦ θεοῦ τῶν ὅλων προσκυνεῖν, οἵ τε τὰ
5ὦτα τῆς διανοίας κεκωφωμένοι καὶ σκάζοντες καὶ παρειμένοι τὸν πάντα ἑαυτῶν βίον τούτων ἁπάντων καὶ τῶν ἄλλων παθῶν τε καὶ ἀρρωστημάτων διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διδασκαλίας εἰσέτι καὶ νῦν ἀπαλλάττονται, πολὺ κρείττονος ἢ κατὰ σῶμα ἰάσεως καὶ ὠφελείας ἀξιούμενοι, καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου πα‐
10ρουσίας ἐναργῆ τὴν θείαν καὶ ὑπὲρ ἄνθρωπον δύναμιν ἐπιδεικνύμενοι.290

6

.

22

.

1

Ἀπὸ τοῦ αὐτοῦ. «Ἄκουέ μου, Ἰακώβ, καὶ Ἰσραὴλ ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν», καὶ ἐπι‐ φέρει λέγων· «καὶ νῦν κύριος κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα
5αὐτοῦ». Ἔχεις κἀνταῦθα κύριον τὸν ἀποστελλόμενον καὶ τὸν ἀποστέλ‐ λοντα, δηλαδὴ τὸν πατέρα καὶ θεὸν τῶν ὅλων, συνήθως δὶς κύριον ὀνομαζόμενον.

6

.

23

.

1

Ἀπὸ τοῦ αὐτοῦ. «Οὕτως λέγει κύριος, ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν, διότι ἦλθον,
5καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων, μὴ οὐχὶ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; ἢ οὐκ ἰσχύω τοῦ ἐξελέσθαι;»

6

.

23

.

2

εἶτ’ ἐπὶ τῆς αὐτῆς προφητείας ὑποβάς· «ἐγὼ δέ», φησίν, «οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω. τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύ‐
5νης ἐμπτυσμάτων».

6

.

23

.

3

Αὐτὸς ὁ κύριος διὰ τούτων τὴν εἰς ἀνθρώπους αὐτοῦ παρου‐ σίαν σαφῶς ὁμολογῶν ἀπελέγχει τὸν Ἰουδαίων λαόν, ὅτι μὴ ἐλθόντα αὐτὸν καταδέξονται, μηδὲ καλοῦντι ὑπακούσονται. καὶ τοῦθ’, ὥσπερ ἀπολογούμενος, αἴτιον τῆς αὐτῶν ἐκείνων ἀποβολῆς γεγονέναι δι‐
5δάσκει· ἐπεὶ γὰρ «ἦλθον», φησίν, «καὶ οὐκ ἦν» ἐν ὑμῖν «ἄνθρωπος, ἐκάλεσά τε καὶ οὐδεὶς ἦν ὁ ὑπακούων», διὰ τοῦτο, φησίν, «ταῖς ἁμαρ‐ τίαις ὑμῶν ἐπράθητε», ἅτε αὐτοὶ ἀφ’ ἑαυτῶν ἀποστάται τῆς ἐμῆς κλήσεως καταστάντες, ἀλλ’ οὐκ ἐμοῦ «βιβλίον» ὑμῖν «ἀποστασίου» δεδωκότος.

6

.

23

.

4

σαφῶς δὲ ταῦτα πρὸς τὸν ἐκ περιτομῆς λαὸν ἀπο‐ τείνεται. ὁμοῦ δὲ τὰ περὶ τὸ πάθος τετολμημένα αὐτοῖς δηλοῖ λέγων· «τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥα‐ πίσματα», καὶ τὰ τούτοις ἑξῆς. καὶ ταῦτα ἐπὶ σχολῆς τῆς προση‐
5κούσης τεύξεται ἑρμηνείας.291

6

.

24

.

1

Ἀπὸ τοῦ αὐτοῦ. «Τάδε λέγει κύριος, δι’ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. διὰ τοῦτο γνώσεται ὁ λαός μου 〈τὸ ὄνομά μου〉 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν
5εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά, ὅτι ἀκουστὴν ποιήσω τὴν σω‐ τηρίαν σου, λέγων, Σιὼν βασιλεύσει σου ὁ θεός. φωνὴ τῶν φυλασ‐ σόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ κύριος τὴν Σιών. ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἱερουσαλήμ, ὅτι ἠλέησεν κύριος αὐτὴν καὶ
10ἐρρύσατο Ἱερουσαλήμ. καὶ ἀποκαλύψει τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν.»

6

.

24

.

2

Τούτοις ἑξῆς ἐπισυνῆπται ὑφ’ ἕνα καὶ τὸν αὐτὸν εἱρμὸν ἡ περὶ τοῦ πάθους τοῦ Χριστοῦ προφητεία, ἣν καὶ ἐπὶ σχολῆς ἐκθήσομαι. εἷς δὲ ὢν καὶ ὁ αὐτὸς κύριος ὁ φήσας ἐν τῇ πρὸ ταύτης περικοπῇ πρὸς τὸν Ἰουδαίων λαόν «ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς
5ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν, διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων», διὰ τῶν ἐν χερσὶ πρὸς τοὺς αὐτούς φησιν· «δι’ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν».

6

.

24

.

3

εἶθ’, ὡς ἔχων ἕτερον παρ’ αὐτοὺς λαόν, ἐπιφέρει· «διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου», διδάσκει τε ὅτι μὴ ἕτερος ἀλλ’ αὐτὸς ὁ ἐν τοῖς προφήταις λαλήσας κύριος ἐπιδημήσει ποτὲ τῷ βίῳ, λέγων· «ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι». τὸ δὲ
5«ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά, 〈ὅτι〉 ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέγων, Σιών, βασιλεύσει σου ὁ θεός», σαφέστερον οἱ λοιποὶ ἐκ‐ δεδώκασιν ἑρμηνευταί,

6

.

24

.

4

ὁ μὲν Ἀκύλας εἰπών· «τί ὡραιώθησαν ἐπὶ τὰ ὄρη πόδες εὐαγγελιζομένου, ἀκουτίζοντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθόν, ἀκουτίζοντος σωτηρίαν, λέγοντος τῇ Σιών, ἐβασίλευσεν ὁ θεός σου», καὶ ὁ Σύμμαχος φήσας· «τί εὐπρεπεῖς ἐπὶ τῶν ὀρέων
5πόδες εὐαγγελιζομένου, ἀκουστὴν ποιοῦντος εἰρήνην, εὐαγγελιζομένου ἀγαθά, ἀκουστὴν ποιοῦντος σωτηρίαν, λέγοντος τῇ Σιών, ἐβασίλευσεν ὁ θεός σου»· ἀντὶ δὲ τοῦ «φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψον‐ ται», ὁ μὲν Σύμμαχος οὕτως ἡρμήνευσεν· «φωνὴ τῶν σκοπῶν σου292
10ἐπῆραν φωνήν, ἐπὶ τὸ αὐτὸ αἰνέσουσιν· ὀφθαλμοφανῶς γὰρ ὄψον‐ ται».

6

.

24

.

5

λέγοιντο δ’ ἂν ἐν τούτοις «σκοποὶ» οἱ ἱεροὶ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι, οἳ καὶ «ὀφθαλμοφανῶς» ἰδόντες τὸν προφητευόμενον ὕψωσαν αὐτῶν τὴν φωνὴν εἰς πᾶσαν τὴν οἰκουμένην κηρύξαντες. Σιὼν δὲ καὶ Ἱερουσαλὴμ τὴν ἐν τοῖς τόποις εὐαγγελιζομένην
5οἶδεν ἐπουρανίους ὁ ἀπόστολος δι’ ὧν φησιν· «ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν»,

6

.

24

.

6

καὶ «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει». λέγοιτο δ’ ἂν Σιὼν καὶ ἡ εἰς πάντα τὸν ἐπὶ γῆς τόπον διὰ Χριστοῦ συστᾶσα ἐκκλησία, ὡς καὶ Ἱερουσαλὴμ πᾶν
5τὸ θεοσεβὲς πολίτευμα, ὃ καὶ παρὰ μόνοις Ἰουδαίοις τοῖς πάλαι τὸ πρὶν συνεστώς, εἰς ἐρημίαν διὰ τὰς δυ〈σ〉σεβείας αὐτῶν περιτέτραπται, εἶτ’ αὖ πάλιν τῆς ἐπὶ τὸ κρεῖττον ἀνανεώσεως ἔτυχεν διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας.

6

.

24

.

7

διό φησιν ἡ προφητεία· «ῥηξάτω εὐ‐ φροσύνην ἅμα τὰ ἔρημα Ἱερουσαλήμ, ὅτι ἠλέησεν κύριος αὐτὴν καὶ ἐ〈ρ〉ρύσατο Ἱερουσαλήμ». οὐκ ἂν δὲ ἁμάρτοις τὴν παντὸς ἁγίου καὶ θεοφιλοῦς ψυχήν, καθὸ μὲν ἐπῆρται τῷ βίῳ, «τὸ πολίτευμα»
5ἔχουσα «ἐν οὐρανοῖς», σκοποῦσα τὰ ὑπερκόσμια, Σιὼν ὀνομάζων (ἑρμηνεύεται γὰρ «σκοπευτήριον»), καθὸ δὲ ἐν εὐσταθείᾳ καὶ γαλήνῃ παθῶν καθέστηκεν, Ἱερουσαλὴμ αὐτὴν ἀποκαλῶν («ὅρασιν» γὰρ «εἰρήνης» μεταληφθὲν τοὔνομα σημαίνει).

6

.

24

.

8

τούτοις ἀκολούθως ἡ τῶν ἐθνῶν ἐπὶ τὴν εὐσέβειαν τοῦ θεοῦ κλῆσις ἐναργέστατα δηλοῦται διὰ τοῦ «καὶ ἀποκαλύψει κύριος ὁ θεὸς τὸν βραχίονα τὸν ἅγιον αὐ‐ τοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς
5γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν». βραχίονα δὲ τοῦ θεοῦ μὴ ἄλλον εἶναι τοῦ λόγου καὶ τῆς σοφίας καὶ αὐτοῦ τοῦ κυρίου, ὅς ἐστιν ὁ Χριστὸς τοῦ θεοῦ, νόμιζε.

6

.

24

.

9

τοῦτο γοῦν ἐκ πολλῶν παρα‐ στῆσαι ῥᾴδιον. ἔχεις δὲ καὶ ἐν Ἐξόδῳ τὸν Ἰσραὴλ «βραχίονι» θεοῦ ῥυσθέντα τῆς ὑπ’ Αἰγυπτίοις δουλείας. αὐτὸν δὴ ἐκεῖνον τὸν βρα‐ χίονα τοῦ θεοῦ, τὸν ἀναφανέντα σωτῆρα τοῦ πάλαι λαοῦ, πᾶσι τοῖς
5ἔθνεσιν ἀποκαλυφθήσεσθαι, ὡς ἂν τὸ πρὶν ἐπικεκρυμμένον, ἡ παροῦσα σημαίνει προφητεία. «τὴν» δὲ «σωτηρίαν», ἥν φησιν ὄψεσθαι «πάντα τὰ ἄκρα τῆς γῆς», καὶ ἣν ἀνώτερον ἐδήλου λέγων «ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου», ἴσθι τῇ Ἑβραίων φωνῇ τῷ τοῦ Ἰησοῦ ὀνόματι προσαγορεύεσθαι.293

6

.

25

.

1

Ἀπὸ τοῦ αὐτοῦ. «Ἰδοὺ κύριος ὡς πῦρ ἥξει καὶ ὡς καται‐ γὶς τὰ ἅρματα αὐτοῦ», καὶ ἑξῆς· «εἶπεν κύριος, κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν· ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου. καὶ καταλείψω
5ἐπ’ αὐτῶν σημεῖον, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη, εἰς Θαρσεὶς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μοσὸχ καὶ Θοβὲλ καὶ εἰς τὴν Ἑλλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἤκουσάν μου τὸ ὄνομα οὐδὲ ἑωράκασίν μου τὴν δόξαν, καὶ ἀναγγελοῦσί μου τὰ ἔργα ἐν τοῖς ἔθνεσιν».

6

.

25

.

2

Ἄντικρυς καὶ ἐν τούτοις ἡ τοῦ κυρίου εἰς ἀνθρώπους παρουσία δηλοῦται. καὶ ἐπειδήπερ εἴρηται «ὡς πῦρ ἥξειν», εἰκότως φησὶν ὁ σωτὴρ ἡμῶν· «πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;» «ἅρματα» δὲ «αὐτοῦ» τὰς δορυφορούσας αὐτὸν θείας δυνάμεις
5καὶ τοὺς ἐξυπηρετουμένους αὐτῷ ἱεροὺς ἀγγέλους εἴποις ἄν, περὶ ὧν εἴρηται· «καὶ προσῆλθον ἄγγελοι καὶ διηκόνουν αὐτῷ», καὶ τοὺς ἱεροὺς ἀποστόλους αὐτοῦ καὶ μαθητάς, οἷς ἐποχούμενος ἐνθέῳ καὶ ἀοράτῳ δυνάμει ὁ τοῦ θεοῦ λόγος τὴν πᾶσαν διέδραμεν οἰκουμένην.

6

.

25

.

3

λέγοιτο δ’ ἂν καὶ ἄλλως πρὸς λέξιν, «πῦρ» καὶ «ἅρματα» καταγ‐ γέλλεσθαι σὺν τῇ αὐτοῦ παρουσίᾳ, διὰ τὴν καταλαβοῦσαν πολιορκίαν τὴν Ἱερουσαλὴμ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἄφιξιν, μεθ’ ἣν οὐκ εἰς μακρὰν ὁ μὲν νεὼς αὐτὸς ἐπυρπολεῖτο καὶ τὴν ἐσχάτην ὑπέμενεν
5ἐρημίαν, ἡ δὲ πόλις ἐκυκλώθη ὑπὸ ἁρμάτων καὶ στρατοπέδων πολε‐ μικῶν, μεθ’ ἃ καὶ τὰ περὶ τῶν ἐθνῶν ἁπάντων προηγγελμένα συμ‐ φώνως τῇ προφητείᾳ τέλους ἔτυχεν.

6

.

25

.

4

Τίς δ’ οὐκ ἂν θαυμάσειεν ἀκούων τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος· «ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας», ὁρῶν καθ’ ὅλης τῆς τῶν ἀνθρώπων γῆς διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παρουσίας τε καὶ κλήσεως τὰς τῶν ἐθνῶν συνα‐
5γωγὰς ἐπ’ ὀνόματος τοῦ Χριστοῦ συγκροτουμένας, τάς τε γλώσσας ἁπάντων τῶν ἐθνῶν ἐν παντοίαις διαλέκτοις ἀνθρώπων τὸν ἕνα θεὸν καὶ κύριον ἐπικαλουμένας; καὶ ἐπὶ πᾶσιν δὲ τούτοις, τίς θεώ‐ μενος τῷ σωτηριώδει σημείῳ πάντας τοὺς εἰς Χριστὸν πεπιστευκότας σφραγῖδι χρωμένους, οὐκ ἂν εὐλόγως καταπλαγείη ἀκούων πρόπαλαι294
10τοῦ κυρίου εἰρηκότος· «καὶ ἥξουσι καὶ ὄψονται τὴν δόξαν μου, καὶ καταλείψω ἐπ’ αὐτῶν σημεῖον»;

6

.

25

.

5

ἐν μέρει μὲν οὖν ἐντεῦθεν ἤδη κατὰ τὴν προτέραν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιφάνειαν αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν τῶν θείων χρησμῶν τὰ ἀποτελέσματα· γένοιτο δ’ ἂν ἐντελῆ ταῦτα καὶ κατὰ τὴν δευτέραν καὶ ἔνδοξον αὐ‐
5τοῦ παρουσίαν, ὅτε «πάντα τὰ ἔθνη» «ὄψονται τὴν δόξαν» αὐτοῦ ἐρχό‐ μενόν τε αὐτὸν ἐξ οὐρανῶν «μετὰ δυνάμεως καὶ δόξης πολλῆς». ἀναχθείη δ’ ἂν εἰς ἐκεῖνο καιροῦ καὶ τὰ λοιπὰ τῶν ἐν τῇ προρρήσει δηλουμένων, ὥσπερ οὖν συστήσομεν κατὰ τὴν οἰκείαν ὑπόθεσιν. Τοσούτων ἡμῖν ἐπὶ τοῦ παρόντος συνειλεγμένων περὶ τῆς εἰς
10ἀνθρώπους θεσπιζομένης ἔσεσθαι παρουσίας θεοῦ, ἑξῆς ἂν εἴη ἐπι‐ συνάψαι, ὁποῖός τις ὁ τρόπος τῆς προτέρας αὐτοῦ εἰς τὸν ἀνθρώ‐
πινον βίον παρόδου γενήσεσθαι προανεφωνεῖτο.295

7

Pin

t

Τάδε ἔνεστιν ἐν τῷ ἑβδόμῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως.

7

Pin

1

αʹ. Τίς ὁ τρόπος τῆς τοῦ θεοῦ εἰς ἀνθρώπους ἐπιδημίας. ἐκ τῶν ὑποσεσημειωμένων γραφῶν. αʹ. Ἀπὸ τοῦ Ἡσαΐου. βʹ. Ἀπὸ τοῦ αὐτοῦ.
5γʹ. Ἀπὸ τοῦ αὐτοῦ.

7

Pin

2

βʹ. Ποῦ γῆς ὁ χριστὸς γεννηθήσεσθαι προεφητεύετο. δʹ. Ἀπὸ τοῦ Μιχαία. εʹ. Ἀπὸ τοῦ Ψαλμοῦ ρλαʹ.

7

Pin

3

γʹ. Ἀφ’ οἵου γένους προελεύσεσθαι ἐβοᾶτο. ϛʹ. Ἀπὸ τῆς βʹ τῶν Παραλε〈ι〉πομένων. ζʹ. Ἀπὸ Ψαλμοῦ οαʹ. ηʹ. Ἀπὸ τοῦ Ἡσαΐου.
5θʹ. Ἀπὸ τοῦ Ἱερεμίου. ιʹ. Ἀπὸ τῆς Γενέσεως.

7

t

1

Εὐαγγελικῆς ἀποδείξεως τόμος ζʹ.296

7

Prooem

1

Θεὸν εἰς ἀνθρώπους ἀφίξεσθαι καὶ σὺν ἀνθρώποις ἐπὶ γῆς πολι‐ τεύσεσθαι, δύο τε ταῦτα μέγιστα. τεκμήρια τῆς αὐτοῦ παρουσίας ἔσεσθαι, κλῆσιν ἐπ’ ἀναλήψει τῆς ἀληθοῦς θεογνωσίας τῶν ἀνὰ τὴν οἰκουμένην ἐθνῶν, ἀπόπτωσίν τε καὶ ἐρημίαν διὰ τὴν εἰς αὐτὸν
5ἀπιστίαν τοῦ Ἰουδαίων ἔθνους, ἐν τῷ πρὸ τούτου συγγράμματι διὰ τῶν προφητικῶν φωνῶν μεμαθηκότες, ἐπισκεψάμενοί τε κατὰ τὸ αὐτὸ ὁποίου τέλους ἔτυχεν τὰ προηγορευμένα, ἑξῆς καὶ ἀκολούθως ἐν ἑβδόμῳ τούτῳ συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδείξεως τὸν τρόπον ἐπιθεωρῆσαι πειρασόμεθα, καθ’ ὅν φησιν αὐτὸν τὴν εἰς ἀνθρώπους
10ποιήσασθαι πάροδον.

7

Prooem

2

φέρε οὖν ἐντεῦθεν ἤδη σκοπήσωμεν ὁποῖός τις ὁ τρόπος ἔσεσθαι τῆς τοῦ θεοῦ εἰς ἀνθρώπους ἐπιδημίας ἐθεσπί‐ ζετο, καὶ ποῦ γῆς γεννηθήσεσθαι προεκηρύττετο, ἀπὸ ποίου τε γένους προελεύσεσθαι ἐβοᾶτο.

7

.

1

.

1

[Ἀπὸ τοῦ Ἡσαΐου.] Ὥσπερ ὁ θαυμάσιος εὐαγγελιστὴς Ἰωάννης μείζονι ἢ κατὰ ἄνθρωπον μεγαλοφωνίᾳ τὸν σωτῆρα καὶ κύριον ἡμῶν θεολογῶν, αὐτὸν δὴ τὸν τοῦ θεοῦ λόγον, τῆς τε ἱερᾶς γραφῆς αὐτοῦ ἀπαρχόμενος ὁμοῦ τῇ θεολογίᾳ καὶ τὴν ἔνσαρκον αὐτοῦ εἰς ἀνθρώπους
5παρίστησιν ἐπιδημίαν («ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος, οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν, πάντα δι’ αὐτοῦ ἐγένετο», φήσας, τούτοις ἑξῆς ἐπάγων· «καὶ ὁ λόγος σὰρξ ἐγέ‐ νετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν»),

7

.

1

.

3

τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ θεσπέσιος προφήτης θεὸν ἐκ παρθένου γεγεννημένον μέλλων ἀνακηρύττειν, τὴν ἔνδοξον αὐτοῦ θεοπτίαν προθεωρεῖ, ὧδε τὴν θεολογίαν ὑπογράφων· 〈Ἀπὸ τοῦ Ἡσαΐου.〉 «Εἶδον τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ
297
5θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. καὶ Σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ ἐκάλυπτον τὸ πρόσωπον, ταῖς δὲ δυσὶ κατεκά‐ λυπτον τοὺς πόδας, ταῖς δὲ δυσὶν ἐπέταντο. καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον, ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ
10γῆ τῆς δόξης αὐτοῦ»,

7

.

1

.

4

καὶ ἑξῆς ἐπιλέγει· «καὶ ἤκουσα τῆς φωνῆς κυρίου λέγοντος, τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με. καὶ εἶπεν πρός με, πορεύ‐ θητι, καὶ εἶπον τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ
5βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκού‐ σωσιν, καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. καὶ εἶπα, ἕως πότε, κύριε; καὶ εἶπεν, ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ
10τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους».

7

.

1

.

5

Ποῖον δὲ θεμιτὸν φάσκειν τὸν προφήτην ἑωρακέναι κύριον ἢ ὃν τοῖς περὶ τὸν Ἀβραὰμ προπάτορσιν ὦφθαί τε καὶ ὡμιληκέναι ἐν τοῖς πρὸ τούτων ἀπεδείξαμεν; τοῦτον γὰρ ὁμοῦ θεὸν καὶ κύριον καὶ δὴ ἄγγελον εἶναι καὶ ἀρχιστράτηγον δυνάμεως κυρίου προμεμαθήκαμεν.
5μέλλων τοιγαροῦν τὴν εἰς ἀνθρώπους αὐτοῦ πάροδον ὁ παρὼν λόγος θεσπίζειν, τὴν ἔνθεον αὐτοῦ προθεωρεῖ βασιλείαν, δι’ ἧς φησιν ἑωρα‐ κέναι αὐτὸν «καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου».

7

.

1

.

6

οὗτος δ’ ἂν εἴη ὁ θρόνος αὐτοῦ ἐκεῖνος ὁ καὶ ἐν τῷ «περὶ τοῦ ἀγαπητοῦ» ψαλμῷ δεδηλωμένος, κατὰ τὸ «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος», ἐφ’ ὃν καὶ ὁ ἀνωτάτω τῶν ὅλων ποιητὴς θεὸς πατήρ
5τε αὐτοῦ ὡς ἂν μονογενεῖ καὶ ἀγαπητῷ καθέζεσθαι παρεκελεύετο, λέγων· «κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου».

7

.

1

.

7

συνίστησιν δὲ ταύτην ἡμῶν τὴν εἰς τοὺς τόπους ἑρμηνείαν Ἰωάννης ὁ εὐαγγελιστής, ὃς παραθέμενος τὰς προκειμένας τοῦ Ἡσαΐου φωνάς, ἐν αἷς εἴρητο «ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς
5αὐτῶν ἐκάμμυσαν», ἐπιφέρει περὶ τοῦ Χριστοῦ λέγων· «ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐμαρτύρησεν περὶ αὐτοῦ».298

7

.

1

.

8

ἰδὼν δὴ οὖν ὁ προφήτης τὴν ἐπὶ τοῦ πατρικοῦ θρόνου τῆς ἐνθέου δόξης τε καὶ βασιλείας ἵδρυσιν τοῦ σωτῆρος ἡμῶν, τῷ τε ἁγίῳ ἐπι‐ θειάσας πνεύματι καὶ μέλλων ἑξῆς τὴν εἰς ἀνθρώπους αὐτοῦ πάροδον καὶ τὴν ἐκ παρθένου γέννησιν ὑπογράφειν, προμαρτύρεται τὴν εἰς
5πᾶσαν τὴν γῆν μέλλουσαν ἔσεσθαι γνῶσίν τε καὶ δοξολογίαν, τὰ Σεραφὶμ εἰσάγων κυκλοῦντα αὐτὸν καὶ φάσκοντα· «ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ».

7

.

1

.

9

τίνα δ’ ἂν εἴη τὰ Σεραφὶμ τὰ τὸν Χριστὸν τοῦ θεοῦ δορυφοροῦντα ἢ τάχα ἴσως ἀγγέλων καὶ θείων δυνάμεων χοροί, ἢ καὶ προφητῶν καὶ ἀπο‐ στόλων; ἑρμηνεύεται γὰρ τὰ Σεραφὶμ «ἀρχὴ στόματος αὐτῶν».

7

.

1

.

10

τοιοῦτοι δὲ οἱ προφῆται καὶ ἀπόστολοι, ὧν διὰ τοῦ στόματος ἡ ἀπαρχὴ γέγονεν τοῦ σωτηρίου κηρύγματος, δι’ ὃ ταύτης ἔτυχον τῆς προσηγορίας· ὧ〈ν〉 καὶ τοῦ ἁγίου πνεύματος αἱ δυνάμεις, «πτέρυγες» ὠνομασμέναι, τὰ μὲν πρῶτα καὶ τὰ ὕστατα τῆς τοῦ θεοῦ λόγου
5γνώσεως ἐπικρύπτουσιν, ὡς ἄρ〈ρ〉ητα καὶ ἀκατάληπτα ὄντα τὴν φύσιν, τὰ δὲ μέσα τῆς περὶ αὐτοῦ οἰκονομίας ἐκφαίνουσιν, ὅτι δὴ μόνα γνωστὰ ταῦτα ἀνθρώπων φύσει, τῶν ἐπέκεινα καὶ τῶν μετὰ ταῦτα ἐν ἀπορρήτοις σεσιγημένων.

7

.

1

.

11

καὶ δυνάμεις δὲ θεῖαι καὶ οὐ‐ ράνιοι εἶεν ἂν διὰ τῶν Σεραφὶμ δηλούμεναι, καθὸ ἑτέρως τὰ Σερα‐ φὶμ ἑρμηνεύεται «ἐμπρησμοί», δι’ ὃ εἴρηται· «ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα».

7

.

1

.

12

κε‐ κράγασιν δὲ οὗτοι καὶ βοῶσιν ἕτερος τῷ ἑτέρῳ κατὰ τὴν οἰκείαν δύναμιν, τὴν ἁγιότητα τοῦ θεολογουμένου παριστῶντες καί, τό γε πάντων παραδοξότατον, θεολογοῦντες ὅτι δὴ μὴ μόνον οὐρανὸς καὶ
5τὰ ἐν οὐρανῷ πάντα πλήρη τυγχάνει τῆς δοξολογίας αὐτοῦ, ἀλλὰ καὶ «πᾶσα ἡ γῆ» τῆς αὐτῆς μετέσχεν δυνάμεως διὰ τὴν ἐξ οὐρανῶν εἰς ἀνθρώπους αὐτοῦ θεσπιζομένην κάθοδον, ἣν προϊὼν ἑξῆς ὁ λόγος προφητεύει, τὴν ἐκ παρθένου γένεσιν καὶ τὴν διὰ ταύτης εἰς πᾶσαν τὴν γῆν ἐφαπλωθεῖσαν δοξολογίαν αὐτοῦ κηρύττων.

7

.

1

.

13

«Κύριος» δὲ «Σαβαὼθ» ἑρμηνεύεται «κύριος τῶν δυνάμεων». αὐτὸς δ’ ἂν εἴη ὁ «ἀρχιστράτηγος δυνάμεως κυρίου», ὃν καὶ ἐν κ καὶ γ ψαλμῷ «κύριον Σαβαὼθ» αἱ θεῖαι πάλιν ἀποκαλοῦσι δυνάμεις, τὴν ἀπὸ γῆς εἰς οὐρανοὺς ἄνοδον αὐτοῦ θεσπίζουσαι δι’ ὧν φασιν· «ἄρατε πύλας,
5οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ
βασιλεὺς τῆς δόξης. τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης»· τὸ γοῦν Ἑβραϊ‐ κὸν πάλιν ἐνταῦθα «κύριον Σαβαὼθ» αὐτὸν καλεῖ.299

7

.

1

.

14

καὶ ἐπειδήπερ αὐτός ἐστιν «ὁ βασιλεὺς τῆς δόξης», διά τε τὴν ἐπιδημίαν αὐτοῦ ἔμελλεν πᾶσα ἡ γῆ πληροῦσθαι τῆς δόξης αὐτοῦ, εἰκότως τὸ μέλλον ἔσεσθαι ἔν τε τῷ προφήτῃ λέλεκται καὶ ἐν τῷ ψαλμῷ, ἐν μὲν τῷ προφήτῃ
5διὰ τοῦ «πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ», ἐν δὲ τῷ ψαλμῷ διὰ τῆς ἀρχῆς φασκούσης· «τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ».

7

.

1

.

15

Τούτων τεθεσπισμένων ἑξῆς ὑποβὰς ὁ προφήτης μαρτύρεται, ὅτι δὴ εἰ καὶ «πλήρης» ἔσται «πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ», ἀλλά γε τὸ Ἰουδαίων ἔθνος οὐ προσήσεται αὐτόν. διό φησιν· καὶ εἶπεν κύριος (αὐτὸς δηλαδὴ ὁ τεθεωρημένος «κύριος Σαβαώθ»), «τίνα ἀπο‐
5στείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδού εἰμι ἐγώ· ἀπόστειλόν με. καὶ εἶπεν, πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν,
10μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῖς ὠσὶν αὐτῶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς».

7

.

1

.

16

δι’ ὧν ἄντικρυς θεσπίζει τὴν ἐσομένην εἰς αὐτὸν ἀντιλογίαν τοῦ Ἰου‐ δαίων λαοῦ, καὶ ὡς ὄψονται μὲν αὐτόν, οὐ μὴν προσέξουσιν τίς εἴη, λέγοντός τε ἐν αὐτοῖς καὶ διδάσκοντος ἀκούσονται, οὐ μὴν καὶ συνή‐
5σουσιν, οὔθ’ ὅστις ὢν αὐτοῖς διαλέξοιτο, οὔθ’ ἅπερ αὐτοῖς τῆς καινῆς διδασκαλίας παραδώσει μαθήματα.

7

.

1

.

17

μαρτυρεῖ δὲ τοῖς τῶν λόγων ἀποτελέσμασιν ὁ εὐαγγελιστὴς Ἰωάννης, περὶ τοῦ σωτῆρος ἡμῶν λέγων· «τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευσαν εἰς αὐτόν, ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν
5εἶπεν, κύριε τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν ὅτι πάλιν εἶπεν Ἡσαΐας, τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. ταῦτα εἶπεν Ἡσαΐας ὅτε εἶδεν τὴν
10δόξαν αὐτοῦ, καὶ ἐμαρτύρησεν περὶ αὐτοῦ».

7

.

1

.

18

ἀναμφιλόγως οὖν ἐπὶ τὸν Χριστὸν ἀνήνεγκεν τὴν ἐν τῷ Ἡσαΐᾳ θεοφάνειαν ὁ εὐαγγελιστὴς
καὶ ἐπὶ τὸν Ἰουδαίων λαόν, οὐ παραδεδεγμένον τὸν ἑωραμένον τῷ προφήτῃ κύριον κατὰ τὴν περὶ αὐτοῦ πρόρρησιν. τῷ γοῦν προφήτῃ300
5ἑωρακότι «τὸν κύριον Σαβαώθ» φησιν ὁ χρησμὸς εἰπεῖν τῷ Ἰουδαίων ἔθνει, ὅτι δὴ καὶ αὐτοὶ ὄψονταί ποτε τὸν αὐτόν, ἀλλ’ οὐ συνήσουσιν ὅστις εἴη, καὶ ἀκούσονται αὐτοῦ λέγοντος ἐν αὐτοῖς καὶ διδάσκοντος, ἀλλ’ οὐ νοήσουσιν, διὰ τὸ πεπωρῶσθαι αὐτῶν τὴν καρδίαν.

7

.

1

.

19

ταῦτ’ οὖν ὁ Ἡσαΐας δι’ ὧν παρεθέμεθα λέξεων θεσπίσας, ἐν ἱστορίας ἀφη‐ γήσει πολεμίων ἔφοδον κατὰ τοῦ Ἄχαζ, ὃς ἐπεῖχεν τότε τὰ τῆς βα‐ σιλείας τοῦ Ἰουδαίων λαοῦ, ὑπογράφει, καὶ τὴν τῶν μὲν αἰσθητῶν
5πολεμίων καθαίρεσιν αὐτίκα καὶ οὐκ εἰς μακρὸν γενήσεσθαι σημαίνει· ὧν δὲ σύμβολα ἔφερεν νοητῶν καὶ ἀοράτων ἐχθρῶν, δαιμόνων τινῶν καὶ ἀφανῶν δυνάμεων (περὶ ὧν ἀρχόμενοι τῆς ὅλης πραγματ〈ε〉ίας διεληλύθαμεν, ὡς οὐ μόνον τὸ Ἰουδαίων ἔθνος ἀλλὰ καὶ πᾶν τὸ ἀνθρώπειον γένος ἐπὶ πᾶν εἶδος κακίας καὶ ἐπ’ αὐτήν γε τὴν ἄθεον
10εἰδωλολατρίαν καταβεβληκότων), οὐκ ἄλλως τὴν ἧτταν ἔσεσθαι δηλοῖ ἢ διὰ μόνης τῆς θεσπιζομένης εἰς ἀνθρώπους ἐπιδημίας τοῦ θεοῦ λόγου, ἐξ ἀπειρογάμου παρθένου σκεῦος ἀνθρώπειον ἀναληψομένου. τίς δὲ αὐτῷ [ἡ] τούτου χρεία ἦν, καιρὸς ἂν εἴη διαλαβεῖν.

7

.

1

.

20

Ἐπειδὴ δι’ ἀνθρώπου θάνατος «εἰσῆλθεν εἰς τὸν κόσμον», φησὶν ὁ ἀπόστολος, χρῆν δήπου διὰ τοῦ αὐτοῦ ἀνθρώπου τὴν κατὰ τοῦ θανάτου βραβευθῆναι νίκην, καὶ τὸ σῶμα τοῦ θανάτου σῶμα ζωῆς ἀναδειχθῆναι, καὶ τῆς ἁμαρτίας τὴν βασιλείαν ἐν τῷ θνητῷ σώματι
5τὸ πρὶν ἐνεργοῦσαν καταλυθῆναι, μηκέτι ἁμαρτίας αὐτοῦ ἀλλὰ δι‐ καιοσύνης κρατούσης.

7

.

1

.

21

καὶ ἐπειδὴ διὰ τῶν τῆς σαρκὸς ἁμαρτημάτων πάλαι πρότερον ἡ πτῶσις ἐγίνετο πᾶσιν ἀνθρώποις, εἰκότως πάλιν δι’ ἀναμαρτήτου καὶ πάσης ἀχράντου κακίας τὰ κατὰ τῶν ἐχθρῶν ἀνηγείρετο τρόπαια.

7

.

1

.

22

τίνων δὲ ἐχθρῶν ἢ τῶν πάλαι διὰ τῶν τῆς σαρκὸς ἡδονῶν καταπαλαιόντων τὸ ἀνθρώπειον γένος; καὶ ἄλλως δὲ ἐχρῆν ἀνθρώποις θεοῦ λόγον ὁμιλεῖν μέλλοντα καὶ σαρκὸς ἀκοαῖς τὰ τῆς εὐσεβείας μαθήματα παραδώσοντα, τεραστείας τε καὶ παρα‐
5δοξοποιίας ἀνθρώπων ὀφθαλμοῖς θεοῦ τε δύναμιν ἐναργῆ παραστή‐ σοντα, μὴ ἄλλως ἢ διὰ τοῦ συνήθους ἡμῖν ὀργάνου τοῦτο πρᾶξαι,
ὅτι οὐδὲ πλέον οὐδὲν σωμάτων ὁρᾶν ἀνθρώπων δυνατὸν ἦν ὀφθαλ‐ μοῖς οὐδ’ ἀκούειν ἀκοὴν πλέον τι τοῦ διὰ γλώττης προφερομένου ἤχου.301

7

.

1

.

23

ἵν’ οὖν καὶ διὰ σωμάτων αἰσθήσεως τῆς τῶν νοητῶν καὶ ἀσωμάτων ἐννοίας ἐπιλαβώμεθα, τὸν ἡμῖν συγγενῆ καὶ γνώριμον αὐτὸς ὁ θεὸς λόγος 〈ἄνθρωπον〉 ἀνελάμβανε, καὶ πάντα γε δι’ αὐτοῦ τὰ σωτήρια τοῖς αὐτηκόοις καὶ αὐτόπταις τῶν ἐνθέων αὐτοῦ λόγων τε
5καὶ ἔργων προεβάλλετο.

7

.

1

.

24

καὶ ταῦτ’ ἔπραττεν, ταῖς τοῦ σώματος ἀνάγκαις ὁμοίως ἡμῖν οὐδαμῶς καταδεσμούμενος, οὐδέ τι χεῖρον ἢ μεῖζον αὐτὸς ἑαυτοῦ τῆς θεότητος ὑπομένων, οὐδ’ οὕτως οἷα ἀν‐ θρώπου ψυχὴ τῷ σώματι πεδούμενος, ὡς μὴ ἐνεργεῖν δύνασθαι τὰ
5θεῖα μηδὲ πανταχῆ παρεῖναι, θεοῦ λόγον ὄντα καὶ τὰ πάντα πλη‐ ροῦντα καὶ διὰ πάντων ἥκοντα· ἀλλ’ οὐδὲ ῥύπον ἢ φθορὰν ἢ μίασμα ἐξ ἧς ἀνείληφεν σαρκὸς ἐπενηνεγμένος, ὅτι δὴ ἀσώματος ὢν τὴν φύσιν καὶ ἄυλος καὶ ἄσαρκος, οἷα θεοῦ λόγος, ἐνθέῳ δυνάμει καὶ λόγοις ἡμῖν ἀρρήτοις πᾶσαν ὑπῄει τὴν οἰκονομίαν, τῶν οἰκείων
10μεταδιδοὺς ἀλλ’ οὐκ ἀντεπαγόμενος τῶν ἀλλοτρίων.

7

.

1

.

25

οὔκουν τι φοβεῖσθαι χρὴ τὴν ἔνσαρκον οἰκονομίαν, ἐπεὶ μὴ ἐμολύνετο ὁ ἀμό‐ λυντος μηδὲ ἐκ τῆς σαρκὸς ὁ ἀμίαντος ἐμιαίνετο μηδὲ συνεφθείρετο τῇ τοῦ σώματος οἰκείᾳ φύσει ὁ ἀπαθὴς τοῦ θεοῦ λόγος, ἐπεὶ μηδὲ
5ἡλίου πάθοιεν ἄν τι ἀκτῖνες, νεκρῶν καὶ παντοίων σωμάτων ἐπα‐ φώμεναι. τῷ δὲ θείῳ λόγῳ τοὔμπαλιν τὸ φθαρτὸν μετεσκευάζετο, καὶ ἅγιόν τε καὶ ἀθάνατον, ἅτε καὶ ἦν αὐτῷ βουλητόν, ἀπετελεῖτο, ναὶ μὴν καὶ ταῖς ἐνθέοις τοῦ πνεύματος βουλαῖς τε καὶ πράξεσιν διηκονεῖτο.

7

.

1

.

26

Τοῦτο οὖν ὅλον τῷ φιλανθρωποτάτῳ θεῷ τε καὶ θεοῦ λόγῳ ὑπὲρ τῆς πάντων ἀνθρώπων θεραπείας τε καὶ σωτηρίας ταῖς τῶν προφητῶν ἀκολούθως ἐνηργεῖτο φωναῖς, ἄνωθεν ἐκ παλαιῶν χρό‐ νων τὴν θαυμασίαν ἐκ παρθένου γέννησιν αὐτοῦ προμαρτυρομέναις.
5σφόδρα δὲ ἀναγκαίως ὁ προφήτης προτάττει τῆς ἐκ παρθένου γενέ‐ σεως τοῦ Χριστοῦ τὸ ἐπιστρεφές, ἐπιφωνῶν ἄντικρυς τοῖς τούτων ἀκροωμένοις τὸ «ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε;»

7

.

1

.

27

ᾧ ἐπιφέρει ἑξῆς τὰ τοῦτον ἔχοντα τὸν τρόπον· «[ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.] καὶ προσέθετο κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων, αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος.
5καὶ εἶπεν Ἄχαζ, οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω κύριον. καὶ εἶπεν,
ἀκούσατε δή, οἶκος Δαβίδ· μὴ μικρὸν ὑμῖν ἀνθρώποις παρέχειν ἀγῶνα, καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι φάγεται302
10πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρά, ἐκλέξεται τὸ ἀγαθόν· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν, καὶ καταλειφθήσεται ἡ γῆ ἣν σὺ φοβῇ ἀπὸ προσώπου τῶν δύο βασιλέων.»

7

.

1

.

28

καὶ τὰ μὲν τῆς προφητείας ὧδέ πη εἶχεν. ἐπιστῆσαι δὲ ἄξιον τῷ τοῦ λόγου προοιμίῳ, μαρτυρα‐ μένῳ τοῖς ἐντυγχάνουσιν, ὅτι «ἐὰν μὴ πιστεύσωσιν, οὐδὲ μὴ συνῶσιν». καὶ ἀναγκαίως χρῆν ἐπισημήνασθαι, δεικνύντας ὅτι μὴ μόνον συνέ‐
5σεως ἀλλὰ καὶ πίστεως δεῖ τοῖς ἐντευξομένοις, καὶ οὐ μόνον πίστεως ἀλλὰ καὶ συνέσεως. ὅθεν οἱ ἐκ περιτομῆς, μὴ πιστεύσαντες εἰς τὸν Χριστὸν τοῦ θεοῦ, εἰσέτι καὶ νῦν τούτων ἀκροώμενοι, οὔπω καὶ εἰς δεῦρο συνῆκαν τὸ[ν] προφητευόμενον, ὥστε ἐπ’ αὐτοῖς πρώτοις ἐπαλη‐ θεῦσαι τὴν πρόρρησιν.

7

.

1

.

29

ἀκοῇ γὰρ τῶν περὶ τοῦ Χριστοῦ προφη‐ τειῶν διὰ πάσης ἡμέρας ἀκούοντες ὠσὶν διανοίας οὐκ ἀκούουσιν. τῆς. τε ἀγνοίας αὐτῶν αἴτιον οὐδὲν ἕτερον ἢ ἡ ἀπιστία τυγχάνει, καὶ τοῦτο τῆς προρρήσεως ἀψευδῶς περὶ αὐτῶν καὶ πρὸς αὐτοὺς
5ἀποφηναμένης. «ἐάν», γάρ φησι, «μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε».

7

.

1

.

30

Ἀλλ’ εἰ φαῖεν μὴ παρθένον, νεᾶνιν δὲ ὠνομάσθαι ἐν τῇ γραφῇ (οὕτως γάρ φασι φέρεσθαι παρ’ αὐτοῖς), καὶ ποῖον ἂν γένοιτο, φή‐ σομεν, σημεῖον ἐπαγγελίας θεοῦ ἄξιον, εἰ συνήθως τίκτειν, οἷα καὶ πᾶσαι γυναῖκες ἐξ ὁμιλίας ἀνδρὸς ἐν γαστρὶ λαβοῦσα, νεᾶνίς τις
5ἔμελλεν; πῶς δὲ καὶ θεὸς ἦν ὁ ἐξ αὐτῆς γεννώμενος; καὶ οὐκ ἁπλῶς θεὸς ἀλλ’ «ὁ μεθ’ ἡμῶν»; τοῦτο γὰρ σημαίνειν βούλεται τὸ Ἐμμα‐ νουήλ, ὅπερ φησὶν δεῖν ὀνομάζειν τὸν γεννώμενον· «ἰδοὺ γὰρ ἡ παρθένος», φησίν, «ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ’ ἡμῶν ὁ
10θεός».

7

.

1

.

31

ποῖος δὲ καὶ ἀγὼν θεῷ ἢ ποῖος ἂν εἴη κόπος καὶ μόχθος ἐπὶ συνήθει τρόπῳ γυναικὸς τικτούσης; ἐν μὲν γὰρ τοῖς ἡμετέροις ἀντιγρά‐ φοις ὑφ’ ἑβδομήκοντα ὅλων ἀνδρῶν, ἄνωθεν μὲν Ἑβραίων τὸ γένος ἐπ’
ἀκριβείᾳ δὲ τῆς πατρίου παιδείας δεδοκιμασμένων, ἑρμηνευομένοις303
5ὧδέ πως φέρεται· «μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον·

7

.

1

.

32

ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν», ὃς κεκλήσεται «ὁ μεθ’ ἡμῶν θεός», τοῦτο γὰρ, ὡς ἔφην, δηλοῦν βούλεται τὸ Ἐμμανουὴλ ὄνομα. ἐν δὲ τοῖς αὐτῶν Ἰουδαίων ἀντιγράφοις κατὰ τὴν Ἀκύλου μεταβολὴν φερομένοις (προσήλυτος δὲ ὁ Ἀκύλας ἦν, οὐ
5φύσει Ἰουδαῖος, ὅμως δ’ οὖν καὶ κατ’ αὐτὸν) τοῦτον εἴρηται τὸν τρόπον· «ἀκούσατε δὴ οἶκος Δαβίδ, μή τι ὀλίγον ἀπὸ ὑμῶν μοχθοῦν ἄνδρας, ὅτι μοχθοῦτε καί γε τὸν θεόν μου; διὰ τοῦτο δώσει αὐτὸς ὑμῖν σημεῖον. ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ συλλαμβάνει καὶ τίκτει υἱόν, καὶ καλέσεις ὄνομα αὐτοῦ Ἐμμανουήλ».

7

.

1

.

33

παρὰ δὲ τῷ Συμμάχῳ ταῦθ’ οὕτως ἔχει (λέγεται δὲ ὁ Σύμμαχος Ἐβιωναῖος εἶναι· αἵρεσις δὲ ἦν οὕτω καλουμένων τινῶν Ἰουδαίων εἰς Χριστὸν πιστεύειν λεγομέ‐ νων, ἐξ ὧν ὁ Σύμμαχος ἦν, παρ’ ᾧ καὶ αὐτῷ ταῦτα οὕτως ἔχει)·
5«ἀκούσατε οἶκος Δαβίδ, μὴ οὐκ αὔταρκες ὑμῖν κοποῦν ἀνθρώπους, ὅτι κοποῦτε τὸν θεόν μου; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον. ἰδοὺ ἡ νεᾶνις συλλαμβάνει καὶ τίκτει υἱόν, καὶ καλέσεις ὄνομα αὐτοῦ Ἐμμανουήλ».

7

.

1

.

34

ἐπειδὴ γὰρ τοῦ Ἰουδαίων ἔθνους τὸ σκληρὸν τοῦ τρόπου καὶ πρὸς εὐσέβειαν δυσένδοτον ἱδρῶτα καὶ κόπον μόχθον τε οὐ τὸν τυχόντα καὶ ἀγῶνα παρεῖχεν τοῖς πάλαι θεοφιλέσι προφή‐ ταις, τούτου χάριν· «οὐκ αὔταρκες ὑμῖν», φησί, τοὺς προφήτας
5τοῦ θεοῦ μοχθοῦν καὶ «ἀγῶνα παρέχειν ἀνθρώποις; ἀλλ’ ἤδη» καὶ τὸν θεόν μου κοποῦτε, καὶ «ἀγῶνα παρέχετε καί γε τῷ θεῷ μου;» οὕτω γὰρ καὶ Θεοδοτίων ἐξέδωκεν.

7

.

1

.

35

ὁ γοῦν προφήτης ἰδίως ἑαυτοῦ θεόν, ἀλλ’ οὐχὶ καὶ τῶν πρὸς οὓς ὁ λόγος, τὸν κοπούμενον καὶ ἐπὶ τὸν ἀγῶνα ἀποδυόμενον προσεῖπεν, οὐκ ἂν φήσας «θεόν μου» τὸν ἐπὶ πάντων θεὸν ἐν Ἰουδαίοις, παρ’ οἷς ἐκ πατέρων τὸ περὶ τὸν τῶν
5πάντων δημιουργὸν θεὸν σέβας ἐφυλάττετο.

7

.

1

.

36

τίς δ’ ἂν εἴη ὁ ἀγὼν καὶ μόχθος ἢ ὁ κόπος τοῦ προφητευομένου θεοῦ, ἢ τὸ εἰς ἀνθρώπων γένεσιν ἐλθεῖν; κατὰ μὲν ἡμᾶς καὶ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν ἐκ «παρθένου» γεννώμενον, κατὰ δὲ τὴν νῦν παρὰ Ἰουδαίοις φερο‐
5μένην ἐκ «νεάνιδος». εὕροις δ’ ἂν παρὰ Μωσεῖ καὶ τὴν ὁμολογου‐ μένως παρθένον «νεᾶνιν» προσηγορευμένην· τὴν γοῦν ἑτέρῳ μεμνη‐ στευμένην ὑφ’ ἑτέρου δὲ ἐκβεβιασμένην τούτῳ κέκληκε τῷ προσ‐ ρήματι.304

7

.

1

.

37

Ἀλλὰ καὶ ὁ ἐκ τῆς δηλουμένης τεχθησόμενος Ἐμμανουὴλ μείζονα ἢ κατὰ τὸν κοινὸν ἄνθρωπον ἐπιφέρεται δύναμιν, ἐκλεγό‐ μενος τὸ ἀγαθὸν πρὶν γνῶναι πονηρά, καὶ «ἀπειθῶν πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν», καὶ ταῦτα οὐκ ἐν τῇ τοῦ ἀνδρὸς ἡλικίᾳ
5ἀλλ’ ἐν τῇ τοῦ παιδίου.

7

.

1

.

38

διὸ εἴρηται· «πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν», δι’ ὧν παντελῶς τὸ τῆς κακίας ἄπειρον τοῦ δηλουμένου παρίσταται. ἀλλὰ καὶ κρείττονα ἢ κατὰ ἄνθρωπον ἐπάγεται τὴν ἐπωνυμίαν ὁ
5«μεθ’ ἡμῶν» ὑπάρχων «θεός».

7

.

1

.

39

διὸ καὶ τὸ περὶ αὐτοῦ «σημεῖον» «βάθος» ἐλέγετο περιέχειν, ὁμοῦ δὲ καὶ «ὕψος»· βάθος μὲν διὰ τὴν εἰς ἀνθρώπους κάθοδον ἢ καὶ τὴν μέχρι θανάτου παρουσίαν, ὕψος δὲ διὰ τὴν ἔνθεον ἐκ τοῦ βάθους ἀποκατάστασιν ἢ διὰ τὴν τῆς ἐν‐
5θέου προϋπάρξεως αὐτοῦ θεολογίαν.

7

.

1

.

40

τίς δ’ ἂν εἴη ὁ «μεθ’ ἡμῶν θεὸς» ἢ ὁ διὰ τῶν πρόσθεν ἀποδεδειγμένος θεὸς κύριος, ὁ καὶ τῷ Ἀβραὰμ οὐκ ἄλλως ἢ δι’ ἀνθρώπου μορφῆς τεθεαμένος; εἰ δ’ ἀνα‐ φέροιεν ἐπὶ τὸν Ἐζεκίαν οἱ ἐκ περιτομῆς ταῦτα, τὸν τοῦ Ἄχαζ παῖδα,
5τοῦτον εἶναι φάσκοντες τὸν τῷ πατρὶ προσημαινόμενον, ἀλλ’ οὔτε ὁ «μεθ’ ἡμῶν θεὸς» Ἐζεκίας ἦν οὔτε σημεῖον θεοπρεπὲς πέπρακταί τι ἐπ’ αὐτῷ· ἀλλ’ οὐδὲ «ἀγὼν» ἢ «μόχθος» τῷ θεῷ ἦν περὶ τὴν ἐκείνου γένεσιν. καὶ ἄλλως παρὰ ταῦτα δείκνυται ὁ Ἐζεκίας ἀπο‐ κλειόμενος τῶν χρόνων τῆς προφητείας·

7

.

1

.

41

ταῦτα μὲν γὰρ βασιλεύον‐ τος αὐτοῦ δὴ τοῦ πατρὸς Ἄχαζ περὶ μελλόντων ἐθεσπίζετο, ὁ δὲ Ἐζεκίας πρὸ τοῦ βασιλεῦσαι τὸν Ἄχαζ συνίσταται γεγεννημένος. εἰ δὲ μὴ ἐπὶ τοῦτον ἀναχθείη τὰ τῆς προκειμένης προρρήσεως, πολλοῦ
5δεῖ ἐφ’ ἕτερον τῶν παρὰ Ἰουδαίοις μετὰ τοὺς τῆς προφητείας χρό‐ νους γενομένων, ἐπί γε μὴν τῆς τοῦ ἀληθοῦς Ἐμμανουήλ, τοῦτ’ ἔστιν τοῦ γεγονότος «μεθ’ ἡμῶν θεοῦ», 〈ἐγένετο〉 γενέσεως καὶ ἐπὶ μόνης τῆς τοῦ σωτῆρος ἡμῶν, τοῦ θεοῦ λόγου, εἰς ἀνθρώπους ἐπι‐ δημίας.

7

.

1

.

42

τῶν γὰρ δυεῖν βασιλέων καθῃρημένων κατελείφθη ἔρημος ἡ τῶν Ἰουδαίων γῆ, ὥσπερ ἔσεσθαί φησιν ὁ χρησμὸς εἰπών· «κατα‐
λειφθήσεται ἡ γῆ ἀπὸ προσώπου τῶν δύο βασιλέων». ὃ καὶ αὐτὸ ῥητῶς ἂν καὶ κατὰ λέξιν οὕτως ἀποδοθείη· κατὰ γὰρ βασιλέα Ἄχαζ305
5καὶ Ἡσαΐαν, υἱὸν Ἀμώς, καὶ τοὺς τῆς προφητείας χρόνους βασιλεὺς Συρίας ὁ ἐν Δαμασκῷ καὶ βασιλεὺς Ἰσραὴλ ὁ ἐν Σαμαρείᾳ (οὐχ ὁ ἐν Ἱερουσαλὴμ ἀλλ’ ὁ τοῦ πλήθους τῶν Ἰουδαίων τῶν ἀποστάντων τοῦ θείου νόμου), συνθήκας πρὸς ἀλλήλους θέμενοι, τοὺς ὑπὸ τοῖς διαδόχοις Δαβὶδ βασιλευομένους ἐπολιόρκουν.

7

.

1

.

43

τούτων οὖν ἀμφοῖν τὴν καθαίρεσιν ἡ προφητεία θεσπίζουσα, αὐτοὺς μὲν τοὺς κατ’ ἐκεῖνο καιροῦ Ἰουδαίους τε καὶ ἀλλοφύλους, κατὰ τοῦ λαοῦ τοῦ θεοῦ δεξιὰς ἀλλήλοις δεδωκότας, αὐτίκα μάλα διαλυθήσεσθαι καὶ ἀποχωρήσειν
5τοῦ πολέμου φησίν, τήν γε μὴν βασιλείαν αὐτῶν καὶ τὴν διαδοχὴν εἰς τὸ παντελὲς καταλυθήσεσθαι καὶ ἀποσβεσθήσεσθαι ἐπὶ τῆς τοῦ προφητευομένου «μεθ’ ἡμῶν θεοῦ» γενέσεως.

7

.

1

.

44

ἐπίστησον τοίνυν, πότε ἡ Δαμασκηνῶν ὁμοῦ καὶ Ἰουδαίων κατελύθη βασιλεία, καὶ κατὰ ποίους χρόνους κατελείφθη ἡ γῆ τῶν Ἰουδαίων ἀβασίλευτος, καὶ αὐτή γε ἡ πρὶν πολλὰ δυναμένη Δαμασκηνῶν χώρα, μεγάλῃ χειρὶ τὸ
5παλαιὸν τῆς Συρίας ἁπάσης βασιλεύουσα.

7

.

1

.

45

ἐπὶ γὰρ τῆς τούτων καθαιρέσεως τὸν Ἐμμανουὴλ πάντως που γεννηθήσεσθαι εἰκὸς καὶ τὸν προφητευόμενον ἐληλυθέναι. εἰ μὲν οὖν τῶν δηλουμένων παρῆν ὁρᾶν συνεστώσας τὰς βασιλείας, οὐδὲν χρὴ περαιτέρω ζητεῖν, μόνον
5δὲ ἔτι καὶ νῦν εἰς μέλλοντα χρόνον ἀναρτᾶν τὰς ἐλπίδας· εἰ δ’ ἔργῳ προφανὴς ἡ καθαίρεσις τῶν εἰρημένων, ὡς μήτε ἐν Δαμασκῷ μήτε ἐν τῇ Ἰουδαίᾳ καθ’ ἡμᾶς αὐτοὺς φαίνεσθαι βασιλέα, πρόδηλον ὡς τέλους ἔτυχεν τὸ λόγιον φῆσαν «καὶ καταλειφθήσεται ἡ γῆ ἀπὸ προσώπου τῶν δύο βασιλέων, ὧν σὺ φοβῇ, ἀπὸ προσώπου αὐτῶν»,
10τῶν βασιλέων ἀντὶ τῶν βασιλειῶν ὠνομασμένων.

7

.

1

.

46

ὁ γοῦν Σύμμαχός φησιν· «ἐγκαταλειφθήσεται ἡ γῆ, ἀφ’ ἧς σὺ ἐγκακεῖς, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς», καὶ ὁ Ἀκύλας· «ἐγκαταλειφθήσεται ἡ χθών, ἣν σὺ σικχαίνεις, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς»,

7

.

1

.

47

καὶ ὁ Θεοδοτίων δὲ τοῦτον ἡρμήνευσεν τὸν τρόπον· «ἐγκαταλειφθήσεται ἡ γῆ, ἣν σὺ βδελύσσῃ, ἀπὸ προσώπου τῶν δύο βασιλέων αὐτῆς».

7

.

1

.

48

ὁρᾷς ὅπως τὴν γῆν καταλειφθήσεσθαι ἀβασίλευτον θεσπίζει; ποίαν δὲ γῆν ἢ τὴν τῶν Δαμασκηνῶν καὶ τὴν τοῦ Ἰσραήλ; τούτων γὰρ ἦσαν οἱ
δύο βασιλεῖς, οἱ περὶ ὧν ὁ λόγος. ὧν ὁ Ἄχαζ τὴν γῆν «ἐσίκχαινεν»,306
5ἢ «ἐβδελύσσετο», ἀποκάμνων ἢ «ἐγκακῶν» ἀπ’ αὐτῆς. πότ’ οὖν τοῦτο γέγονεν; τούτων γὰρ συμπερασθέντων πᾶσα ἀνάγκη καὶ τὸ προλεγό‐ μενον μέρος τῆς προφητείας εἰς ἔργον κεχωρηκέναι· τοῦτο δὲ ἦν τὸ τὴν παρθένον τεκεῖν τὸν «μεθ’ ἡμῶν θεόν».

7

.

1

.

49

καὶ δὴ πρόδηλον τοῖς τὰς ἱστορίας ἐξετάζουσιν, ὡς μέχρι μὲν τῶν χρόνων τῆς ἐπι‐ φανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ καὶ ἐπὶ τῆς Δαμασκοῦ συνειστήκει τὸ ἐκ προγόνων διαδοχῆς βασίλειον· μέμνηται γοῦν ὁ
5ἱερὸς ἀπόστολος Ἀρέτα τοῦ βασιλέως Δαμασκηνῶν. καὶ τοῦ Ἰουδαίων δὲ ἔθνους ἡ ἄτακτος καὶ οὐ κατὰ νόμον εἰσέτι τότε διέμενεν βασιλεία· οὐ γὰρ ἀπὸ γένους Δαβὶδ ἔφερον τὴν τῆς ἀρχῆς διαδοχὴν Ἡρώδης καὶ οἱ μετ’ αὐτὸν ἐπὶ τοῦ σωτῆρος ἡμῶν γενόμενοι.

7

.

1

.

50

μετὰ δὲ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὸ εὐαγγελικὸν εἰς πάντας ἀνθρώπους τοῦ ἐκ τῆς παρθένου παιδὸς κήρυγμα καταλέλειπται αὐτίκα ἡ γῆ «ἀπὸ προσ‐ ώπου τῶν δυεῖν βασιλέων»· ἐξ ἐκείνου γάρ, τῆς Ῥωμαίων μοναρχίας
5τῶν ἐθνῶν ἐπικρατησάσης, λέλυτο μὲν καὶ πᾶσα ἡ κατὰ τοὺς τόπους ἐθναρχία τε καὶ πολιαρχία, τέλος δὲ μετὰ τῶν ἄλλων καὶ τὰ τῆς ἐν χερσὶν ἐλάμβανε προφητείας.

7

.

1

.

51

Ῥητὰ μὲν οὖν τάδε· πρὸς δὲ διάνοιαν ὁ τῆς προφητείας λόγος ἁπάσης ψυχῆς τὸ εὐσταθὲς καὶ γαληναῖον καὶ εἰρηναῖον σημαίνει, τῆς τὸν γεννηθέντα θεὸν αὐτὸν δὴ τὸν Ἐμμανουὴλ παραδεξαμένης. ἑνὸς γὰρ Χριστοῦ καὶ τοῦ καταγγελθέντος πρὸς αὐτοῦ λόγου τῆς
5τῶν ἀνθρώπων ψυχῆς βασιλεύοντος, οἱ πρὶν ἀποπεφεύγασιν πολέμιοι, 〈οἱ〉 δύο τρόποι δυσσεβείας, ὅ τε τὴν εἰδωλολατρίαν καὶ τὴν ἐν πολυ‐ τρόποις δόγμασιν ἑτεροδοξίαν ὑποβάλλων ἀνθρώποις, καὶ ὁ τὴν ἐν ἤθεσι διαστροφὴν ἐνεργῶν.

7

.

1

.

52

τούτων δ’ οὖν ἔφερον οἱ πάλαι δηλού‐ μενοι σωματικοὶ βασιλεῖς τὰ σύμβολα· ὧν ὁ μὲν Δαμασκηνῶν τῆς τῶν ἐθνῶν περὶ τὰ εἴδωλα πλάνης εἰκὼν ἦν, ὁ δ’ ἕτερος τῶν ἀπο‐ στάντων τῆς Ἱερουσαλήμ, δηλαδὴ τῶν ἀποπεπτωκότων τῆς κατὰ
5τὸν νόμον τοῦ θεοῦ λατρείας.

7

.

1

.

53

ὅτι δὲ ταῦτα κατὰ διάνοιαν τρο‐ πικῶς ἀποδέχεσθαι προσήκει, μάθοι ἄν τις καὶ ἀπὸ τῶν ἑξῆς ἐπι‐ λεγομένων, δι’ ὧν ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουὴλ μυίας τινὰς καὶ μελίσσας ἐπελεύσεσθαι τῷ Ἰουδαίων ἔθνει καὶ ὁ λόγος θεσπίζει, τὰς
5μὲν ἀπ’ Αἰγύπτου, τὰς δὲ ἀπὸ τῶν Ἀσσυρίων, ... τὴν κεφαλὴν καὶ τοὺς πόδας καὶ τὸν πώγωνα ἀποξυρήσειν, ἄνθρωπον δὲ «δάμαλιν βοῶν καὶ δύο πρόβατα» θρέψειν, καὶ ἄλλα τινὰ καθ’ ἕνα καὶ τὸν αὐτὸν χρόνον ἔσεσθαι, οὐδαμῶς πρὸς λέξιν νοούμενα, κατὰ μόνην δὲ διάνοιαν θεωρούμενα.307

7

.

1

.

54

Ταῦτα μὲν οὖν τοιαῦτα· ὅπως δὲ ἡ παροῦσα γραφὴ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσεως προεσήμαινεν τὸν τρόπον, μαρτυρήσει ὧδέ πως ὁ εὐαγγελιστὴς γράφων· «τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γένεσις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ
5Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων παραδειγματίσαι αὐτήν, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ’ ὄναρ φαίνεται αὐτῷ λέγων, Ἰωσὴφ υἱὸς Δαβίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν
10γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

7

.

1

.

55

αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος, ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ
5καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ’ ἡμῶν ὁ θεός».

7

.

1

.

56

οὕτω δὴ καθ’ ἡμᾶς τὰ τῆς θείας προγνώσεως ἀπὸ τῆς τῶν πραγμάτων ἐκβάσεως πιστοῦται, ἄλλως οὐκ ἂν τῆς προφητείας ἀληθοῦς ἀποφανθησομένης. Ἑξῆς δὲ τούτοις τίνα καὶ ὁπόσα λέγεται ἔσεσθαι «ἐν τῇ ἡμέρᾳ
5ἐκείνῃ», δῆλον δ’ ὅτι ἐν τῷ χρόνῳ τῆς ἐπιφανείας τοῦ Ἐμμανουήλ, φέρε κατανοήσωμεν.

7

.

1

.

57

«συριεῖ», φησίν, «κύριος μυίαις, ὃ κυριεύσει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων· καὶ ἐλεύσονται καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα
5καὶ ἐν παντὶ ξύλῳ. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει κύριος ἐν τῷ ξυρῷ τῷ μεγάλῳ τῷ μεμισθωμένῳ πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων τὴν κεφαλήν, καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα ἀφελεῖ.

7

.

1

.

58

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα· καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, φάγεται βού‐ τυρον, ὅτι βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς.

7

.

1

.

59

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τόπος οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν· μετὰ
βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ· καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεται· οὐ μὴ308
5ἐπέλθῃ ἐκεῖ φόβος, ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός.»

7

.

1

.

60

Τοσαῦτα ἔσεσθαι ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουὴλ ἡ παροῦσα προ‐ φητεία περιέχει· ἅπερ ὁποίας ἔχεται θεωρίας, ὥρα διελθεῖν, τὴν διά‐ νοιαν ἐπιτεμνομένους. «συριεῖ», φησίν, «κύριος μυίαις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὃ κυριεύσει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ ἥ ἐστιν
5ἐν χώρᾳ Ἀσσυρίων»,

7

.

1

.

61

ταῖς μὲν προτέραις, εἰδωλολατρῶν ἀνδρῶν ψυχαῖς ἢ καὶ δυνάμεσιν, ὡς οἶμαι, ἀκαθάρτοις καὶ ἀηδέσι μυίαις ὀνο‐ μαζομέναις καὶ μυίαις Αἰγυπτιακαῖς, θυσίαις καὶ αἵμασιν εἰδώλων χαιρούσαις, τῇ δὲ μελίσσῃ, ζῴῳ κέντρον ἐπιφερομένῳ βασιλεύειν τε
5καὶ βασιλεύεσθαι καὶ πολεμεῖν ἐπισταμένῳ, ἀμύνεσθαί τε καὶ τιτρώ‐ σκειν εἰδότι τοὺς ἀνθισταμένους.

7

.

1

.

62

ταύτας οὖν ὁμοῦ συνελθούσας, τὰς μὲν ἐκ τῆς τῶν εἰδωλολατρῶν χώρας, τὰς δὲ ἀπὸ τῆς τῶν κατευθυνόντων γῆς, («κατευθύνοντες» γὰρ οἱ Ἀσσύριοι ἑρμηνεύον‐ ται), κελεύσει καὶ ὥσπερ συρίσματι τοῦ κυρίου καὶ θεοῦ τῶν ὅλων,
5τῆς Ἰουδαίας ἁπάσης ἐπικρατήσειν διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν αὐτῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουήλ, φησί. σημαίνει δὲ διὰ τούτων ἔθνη ἀλλόφυλα καὶ στρατιωτικὰ οἰκήσειν τὴν Ἱερουσαλὴμ καὶ τὴν Ἰουδαίαν γῆν,

7

.

1

.

63

ὅπερ καὶ ὁ σωτὴρ ἡμῶν λευκοτέροις ὀνόμασιν ἐθέ‐ σπιζεν εἰπών· «καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν». ὃ καὶ τέλους ἔτυχεν μετ’ οὐ πολὺν χρόνον τῶν τοῦ σωτῆρος ἡμῶν φωνῶν, Ῥωμαίων τὴν πόλιν ἑλόντων ἀλλοφύλους τε ἄνδρας αὐτόθι
5κατοικισάντων καὶ ἐπὶ τοῦ τόπου καταστησάντων.

7

.

1

.

64

Πάλιν δὲ ὁ αὐτὸς κύριος ξυρήσειν λέγεται ἐν τῷ τοῦ βασιλέως Ἀσσυρίων ξυρῷ, ἤτοι τῇ κολαστικῇ δυνάμει τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, τὴν κεφαλὴν καὶ τοὺς πόδας καὶ τὸν πώγωνα οὐκ ἄλλου τινὸς ἢ αὖθις τοῦ Ἰουδαίων ἔθνους, τοῦτ’ ἔστιν τὸν κόσμον αὐτῶν
5καὶ τὴν δόξαν περιελεῖν διὰ τῆς τῶν καθόλου ἐπικρατούντων ἀρχῆς.

7

.

1

.

65

Ῥωμαίους δὲ εἶναι τούτους αἰνίττεται· διὰ γὰρ τοῦ τῶν Ἀσσυρίων ὀνόματος ἡγοῦμαι τὴν καθ’ ἕκαστον χρόνον ἐπικρατοῦσαν τῶν ἐθνῶν βασιλείαν 〈σημαίνεσθαι〉, διὰ τὸ «κατευθύνοντας» ἀπὸ τῆς Ἑβραίων φωνῆς ἑρμηνεύεσθαι τοὺς Ἀσσυρίους, ὥστε εἶναι Ῥωμαίους τοὺς
5νῦν κατευθύνοντας·

7

.

1

.

66

ἐπεὶ καὶ ἀληθῶς τῷ Ῥωμαίων ξυρῷ, τῇ
πολιτικῇ καὶ πολεμικῇ δυνάμει, πᾶσαν τὴν δόξαν τοῦ Ἰουδαίων ἔθνους, ἐν ᾗ τὸ πρὶν ἐκόμα, καὶ πᾶσαν αὐτῶν τὴν ἀνδρείαν, διὰ τοῦ πώγωνος καὶ τῶν τριχῶν τῶν ποδῶν σημαινομένην, περιεῖλεν ὁ τῶν309
5ὅλων θεός.

7

.

1

.

67

οὐδ’ ἄλλοτε γοῦν πω πρότερον ἐξ αἰῶνος ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν, αὐτοῦ δὴ τοῦ Ἐμμανουήλ, γένεσιν περιεῖλεν αὐτῶν ὁ θεὸς πάντα τὸν κόσμον διὰ τῆς τῶν Ῥωμαίων ἀρχῆς. ἀντὶ δὲ τοῦ «βασιλέως Ἀσσυρίων» ὁ μὲν Ἀκύλας «ἐν βασιλείᾳ Ἀσσυρίων»,
5ὁ δὲ Θεοδοτίων «ἐν τῷ βασιλεῖ τῶν Ἀσσυρίων» ἐκδέδωκεν, ὁμοίως δὲ καὶ Σύμμαχος, σαφὲς ποιοῦντες ὅτι μὴ τοῦ βασιλέως Ἀσσυρίων τὴν κεφαλὴν ξυρήσειν ὁ λόγος ἀπειλεῖ, ἀλλ’ ἐν τῷ αὐτοῦ ξυρῷ καὶ ἐν αὐτῷ γε τῷ βασιλεῖ τῶν Ἀσσυρίων τὰ προφητευόμενα διαθήσειν τὸ Ἰουδαίων ἔθνος.

7

.

1

.

68

τούτοις οὖν καὶ ἡ ἔκβασις ἐπιμαρτυρεῖ τῶν λόγων. ἐπὶ σχολῆς δέ τις καὶ πλεῖστα ἕτερα ὥσπερ εἰς Ἀσσυρίων πρόσωπον ἐν ταῖς προφητείαις εἰρημένα εὕροι ἂν ἐπιτηρήσας, οὐδα‐ μῶς μὲν τοῖς Ἀσσυρίοις ἐφαρμόσαι δυνάμενα τῇ δὲ ἐπικρατούσῃ
5καθόλου τῶν κατὰ χρόνους ἐθνῶν βασιλείᾳ·

7

.

1

.

69

ἤδη γοῦν καὶ Πέρσας εὕρομεν παρὰ Ἑβραίοις Ἀσσυρίους ὠνομασμένους. διὸ καὶ νῦν ὑπει‐ λήφαμεν αἰνίττεσθαι τὸν λόγον τὴν Ῥωμαίων ἀρχήν· κατευθύνουσαν γὰρ καὶ κατευθυνομένην ὑπὸ τοῦ θεοῦ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν
5παρουσίαν ὁρῶμεν.

7

.

1

.

70

μηδεὶς δὲ ὑπολαμβανέτω πάντα ἡμᾶς λέγειν τὰ περὶ Ἀσσυρίων ἐν ταῖς θείαις φερόμενα γραφαῖς ἐπὶ Ῥωμαίους ἀνάγεσθαι (ἠλίθιον γὰρ καὶ ἀναιδὲς τοῦτο), ἀλλά τινας εἶναι προφη‐ τικὰς φωνὰς ταῖς περὶ τοῦ Χριστοῦ μαρτυρίαις συμπεριπεπλεγμένας,
5ἅς φαμεν περὶ Ῥωμαίων αἰνίττεσθαι διὰ τῆς τῶν Ἀσσυρίων προση‐ γορίας, ἐκ τῆς τοῦ ὀνόματος ἑρμηνείας ἀεὶ συνισταμένης τῆς κατὰ χρόνους ἐπικρατούσης τῶν ἐθνῶν βασιλείας, ὡς ἐπὶ καιροῦ τοῦ προσ‐ ήκοντος παραστήσομεν.

7

.

1

.

71

καὶ ἔγωγε τὸν λογισμὸν τῆς αὐτῆς ἀπο‐ δόσεως πρὸς ἐμαυτὸν διερευνώμενος, οἶμαι δι’ οὐδὲν ἕτερον μὴ ὀνο‐ μαστὶ τῶν Ῥωμαίων μνημονεῦσαι τὰ προφητικὰ λόγια ἢ διὰ τὸ μέλλειν ἐπὶ τῆς Ῥωμαίων βασιλείας τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ
5Χριστοῦ διαλάμπειν εἰς πάντας ἀνθρώπους διδασκαλίαν, καὶ τὰς προφητικὰς γραφὰς ἐπ’ αὐτῆς γε τῆς Ῥωμαίων πόλεως καὶ ἐν πᾶσι τοῖς ὑπὸ Ῥωμαίους ἔθνεσιν δημοσιεύεσθαι·

7

.

1

.

72

ἵν’ οὖν τοῖς τῆς ἀρχῆς κρατοῦσιν δυσαρέστησις μηδεμία γένηται ἐκ τῆς προδήλου περὶ αὐ‐ τῶν ἀναγραφῆς, δι’ αἰνιγμάτων ὁ λόγος ἐπεκρύψατο, ἔν τε ἑτέροις πλείοσιν, οὐ μὴν ἀλλὰ καὶ ἐν ταῖς τοῦ Δανιὴλ θεωρίαις, ὥσπερ οὖν
5καὶ ἐν τῇ μετὰ χεῖρας προφητείᾳ, ἐν ᾗ «κατευθύνοντας» αὐτοὺς ὀνομάζει, προσειπὼν Ἀσσυρίους.

7

.

1

.

73

τῷ τούτων τοιγαροῦν «ξυρῷ» τὸν σύμπαντα κόσμον τοῦ Ἰουδαίων ἔθνους μετὰ τὴν τοῦ Ἐμμανουὴλ γένεσιν ἀφανισθήσεσθαι θεσπίζει.
310

7

.

1

.

74

Ἔτι δὲ ἐν τῇ δηλουμένῃ ἡμέρᾳ (δῆλον δ’ ὅτι τῇ τοῦ Ἐμμα‐ νουήλ, τοῦτ’ ἔστιν τῆς τοῦ Χριστοῦ ἐπιφανείας) «θρέψει», φησίν, «ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα· καὶ ἔσται ἀπὸ τοῦ πλεῖ‐ στον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ
5τῆς γῆς».

7

.

1

.

75

δι’ ὧν φαίη ἄν τις ἤτοι λιμὸν αἰνίττεσθαι καὶ πτωχείαν ὑπερβάλλουσαν τοῦ ἐκ περιτομῆς λαοῦ, μὴ εὐποροῦντος μὲν τῆς ἀπὸ σίτου κατὰ φύσιν τροφῆς, μηδὲ γῆν ἀροῦντος καὶ σπείροντος καὶ θερίζοντος, μηδὲ ποίμνας προβάτων μηδὲ βοῶν ἀγέλας κεκτημένου,
5ἔχεσθαι δὲ δύο προβάτων καὶ δαμάλεως μιᾶς ..., τὸ τούτων γάλα ποριζομένου. ἢ ἄλλως τροπολογῶν τὸν μὲν καταλειφθέντα ἐπὶ τῆς γῆς αἰνίττεσθαι φαίη ἂν τὸν τῶν ἐκ περιτομῆς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πεπιστευκότων ἀποστόλων τε καὶ εὐαγγελιστῶν χορόν, ὧν ἕκαστος «λεῖμμα κατ’ ἐκλογὴν χάριτος» γεγονώς, καὶ διὰ τοῦτο
10«ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς» ὠνομασμένος, θρέψειν λέγεται «δάμαλιν βοῶν καὶ δύο πρόβατα», τρία καθ’ ἑκάστην ἐκκλησίαν τάγματα, ἓν μὲν τὸ τῶν ἡγουμένων, δύο δὲ τὰ τῶν ὑποβεβηκότων, τοῦ τῆς ἐκ‐ κλησίας τοῦ Χριστοῦ λαοῦ εἰς δύο τάγματα διῃρημένου, εἴς τε τὸ τῶν πιστῶν καὶ τῶν μηδέπω τῆς «διὰ λουτροῦ παλιγγενεσίας» ἠξιω‐
15μένων, οἷς καί φησιν ὁ θεῖος ἀπόστολος «γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα»· τοὺς δὲ ἐν ἤδη τελειοτέρᾳ καθεστῶτος ἕξει «δάμαλιν βοῶν» εἰκότως ἀποκαλεῖ, γεννήματα τελειοτέρων βοῶν τυγχάνοντας, οἷος αὐτὸς ἦν ὁ ἀπόστολος, περὶ ἑαυτοῦ καὶ τῶν παραπλησίως αὐτῷ καμνόντων λέγων· «μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι’ ἡμᾶς πάντως
20λέγει;»

7

.

1

.

76

εἴη δ’ ἂν καὶ πᾶν τὸ τάγμα τῶν τῆς ἐκκλησίας προεστώ‐ των, ἀροῦν τε καὶ γεωργεῖν τὰς τῶν ἀνθρώπων ψυχὰς ἐγκεχειρισμέ‐ νων, «δάμαλις» ὠνομασμένη «βοῶν», γεννήματα τυγχάνουσα τῶν ἀπο‐ στολικῶν τρόπων τε καὶ μαθημάτων, οἳ καὶ εἰς τοσοῦτον ἀρετῆς
5ἐπιδώσειν λέγονται, ὡς ἐκ πολυγονίας τοσοῦτον προβάλλεσθαι γόνι‐ μον καὶ λογικὸν ταῖς εἰσαγωγικαῖς διδασκαλίαις γάλα, ὡς καὶ ἑτέρους μυρίους τρέφεσθαι ἐξ αὐτῶν.

7

.

1

.

77

Τούτων δὲ πέρι, τῶν καταλειφθέντων ἐπὶ τῆς γῆς γενησο‐ μένων, ἕτερόν τι συμβήσεσθαι «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ», δῆλον δ’ ὅτι ἐν
τῷ χρόνῳ τῆς τοῦ Ἐμμανουὴλ παρουσίας, προαναφωνεῖ. τί δὲ τοῦτο; «πᾶς τόπος», φησίν, τοῦ ἐκ περιτομῆς λαοῦ, ἐφ’ ὃν ἦσαν χίλιαι ἄμ‐311
5πελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν· μετὰ» γὰρ «βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ» (δῆλον δ’ ὅτι οἱ πολέ‐ μιοι), «ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ».

7

.

1

.

78

καὶ θέα γε ὅσα ἐν τῇ ἡμέρᾳ τοῦ Ἐμμανουήλ, λέγω δὲ ἐν τῷ τῆς ἀνατολῆς καιρῷ τοῦ λογικοῦ φωτὸς τοῦ διὰ τοῦ σωτῆρος ἡμῶν εἰς πάντας ἀνθρώ‐ πους ἐπιλάμψαντος, περὶ τὸ Ἰουδαίων ἔθνος ἔσεσθαι ὁ λόγος θεσπίζει·
5δυνάμεις γε ἀκαθάρτους καὶ πολεμικὰς τὰς πάλαι ἐν τοῖς ἔθνεσιν ἐνεργούσας, ἔν τε Αἰγύπτῳ καὶ τῇ χώρᾳ τῶν Ἀσσυρίων, τοῦ κυρίου συρίσαντος καὶ ὡσπερεὶ παρορμήσαντος καὶ παρακελευσαμένου αὐταῖς, τῇ χώρᾳ φησὶν αὐτῶν ἐπελεύσεσθαι, διὰ τὸ τοιούτων ἀξίαν γεγονέναι.

7

.

1

.

79

καὶ «ἀναπαύσεσθαι» τὰς εἰρημένας δυνάμεις φησὶν ἐν «φάραγξι» καὶ ἐν «τρώγλαις πετρῶν εἴς τε τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα αὐτῶν», κατὰ μὲν διάνοιαν ἐν ταῖς ψυχαῖς αὐτῶν καὶ ἐν ταῖς τοῦ σώματος αἰσθήσεσιν τοῖς τε λογισμοῖς καὶ ταῖς διερρωγυίαις αὐτῶν διανοίαις,
5κατὰ δὲ τὴν πρόχειρον λέξιν καθ’ ὅλης αὐτῶν τῆς χώρας, ὃ καὶ τίς οὐκ ἂν ἀποθαυμάσειεν, ὀφθαλμοῖς ὁρῶν τοὺς πολεμίους αὐτῶν πάντα τόπον τῆς Ἰουδαίας ἀπειληφότας, καὶ τούς γε ἀλλοφύλους καὶ εἰδω‐ λολάτρας ἀνθρώπους ἐν πάσαις αὐτῶν πόλεσίν τε καὶ χώραις ἀναπε‐ παυμένους; οὐ ταῦτα δὲ ἄρα μόνα διαθήσειν φησὶν αὐτοὺς ὁ λόγος,
10ἀλλὰ «ξυρῷ» τοῦ νενοημένου ἡμῖν «βασιλέως Ἀσσυρίων» «τὴν κε‐ φαλὴν αὐτῶν καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα», πάντα δηλαδὴ τὸν πάλαι περικείμενον αὐτοῖς κόσμον, «ξυρήσειν».

7

.

1

.

80

Κατὰ δὲ τὴν αὐτὴν ταύτην ἡμέραν καὶ κατὰ τὸν αὐτὸν χρόνον ἀπειλεῖ ἐν ἐσχάτῃ πενίᾳ τοῦ κατὰ θεὸν πλούτου καταστήσεσθαι αὐ‐ τούς, ὡς μὴ ἄρτων λογικῶν εὐπορεῖν, μήτε στερεᾶς καὶ πνευματι‐ κῆς τροφῆς, ἀγαπᾶν δὲ γάλακτι τρέφεσθαι, τῷ νηπιώδει καὶ εἰσα‐
5γωγικῷ λόγῳ, ἔτι πρὸς τούτοις καὶ τὰς ἀμπέλους αὐτῶν εἰς χέρσον ἔσεσθαι.

7

.

1

.

81

ἐπειδὴ γάρ, ὡς ὁ αὐτὸς προφήτης φησίν, «ἔμεινεν» ὁ γεωργὸς ἅμα καὶ δεσπότης αὐτῶν «τοῦ ποιῆσαι σταφυλὴν» τὸν ἀμπελῶνα, «ὁ δὲ ἐποίησεν ἀκάνθας», «καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν»· διὸ καὶ ἀφαιρῶν «τὸν φραγμὸν αὐτοῦ» καὶ καθαιρῶν «τὸν
5τοῖχον», «εἰς χέρσον» καταστήσειν τὸν ἀμπελῶνα μαρτύρεται, καὶ
τοῖς ἐχθροῖς παραδώσειν αὐτόν, οὓς «μετὰ βέλους καὶ τοξεύματος» εἰσελεύσεσθαι, φησίν, «ἐκεῖ», τοὺς τὴν ἐξουσίαν εἰληφότας ὑπὸ τοῦ θεοῦ, τοῦ παραδόντος αὐτοῖς οὐκ ἀκρίτως ἀλλ’ εὖ μάλα ἐν δίκῃ, ὅτι δὴ «χέρσος καὶ ἄκανθα» αὐτῶν γέγονεν «πᾶσα ἡ γῆ».312

7

.

1

.

82

διὰ τοῦτο γοῦν ἐπείπερ εἰς χέρσον καὶ ἄκανθαν αὐτοὶ ἑαυτοὺς κατέστησαν, «εἰσελεύ‐ σονται», φησίν, «ἐκεῖ» «μετὰ βέλους καὶ τοξεύματος» οἱ τὴν κατ’ αὐτῶν ἐξουσίαν εἰληφότες. μὴ θαύμαζε δ’ εἰ καὶ ταῦτα συνεσκιασμένως καὶ
5δι’ αἰνιγμάτων ἀποδέδοται.

7

.

1

.

83

λέλεκται γοῦν ἤδη πρότερον ἡ αἰτία τῆς τοιαύτης οἰκονομίας τοῦ λόγου, βουληθέντος ἐπικρύψασθαι τὸν ἔσχατον τοῦ Ἰουδαίων ἔθνους ὄλεθρον, ὡς ἂν φυλάττοιτο παρ’ αὐ‐ τοῖς ἡ γραφὴ εἰς ἡμῶν τῶν ἐθνῶν βελτίωσίν τε καὶ ὠφέλειαν.

7

.

1

.

84

εἰ γοῦν ἀναφανδὸν αὐτοῖς μὲν ὄλεθρον τοῖς δὲ ἔθνεσιν ἀγαθὰ προε‐ κήρυττον αἱ προφητεῖαι, οὐδεὶς ἂν περὶ αὐτὰς ἐσπούδασεν τῶν ἐκ περιτομῆς, ἀλλ’ ὡς αὐτοῖς ἐναντίας οὔσας καὶ ἐχθρὰς διέφθειραν ἂν
5αὐτάς, καὶ οὐκέθ’ ἡμῖν τοῖς ἐξ ἐθνῶν παρῆν ταῖς τῶν προφητῶν περὶ τοῦ σωτῆρος ἡμῶν καὶ περὶ ἡμῶν αὐτῶν μαρτυρίαις χρή‐ σασθαι.

7

.

1

.

85

Ἀλλὰ γὰρ τοσούτων ἐν τῇ τοῦ Ἐμμανουὴλ ἡμέρᾳ περὶ τὸ Ἰουδαίων ἔθνος γενησομένων, κατὰ τὴν ἑτέραν ἑρμηνείαν σπάνιός τις ἔσεσθαι λέγεται «ὁ καταλειφθεὶς» ἐξ αὐτῶν, περὶ οὗ φησιν ὁ ἀπόστολος· «λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν», ὃς δὴ «θρέψει
5δάμαλιν βοῶν καὶ δύο πρόβατα, καὶ ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα βούτυρον καὶ μέλι φάγεται». τοιοῦτος δὲ ἡμῖν ἀπεδείχθη κατὰ τὴν δευτέραν ἀπόδοσιν πᾶς ὁ ἀποστολικὸς τῶν μαθητῶν χορὸς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

7

.

1

.

86

ὥσπερ δὲ «ὁ καταλειφθεὶς» οὗτος τοιοῦτος ἔσεσθαι προφητεύεται, οὕτως καὶ τῆς χώρας ἁπάσης τοῦ Ἰουδαίων ἔθνους τοῦ τε ἀμπελῶνος αὐτῶν εἰς χέρσον καὶ ἄκανθαν μεταβεβλημένου καὶ διὰ ταῦτα τοῖς πολεμίοις παραδεδομένου, ἔμπαλιν
5ἐκ θατέρου μέρους «πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεσθαι» προ‐ φητεύεται. ἡγοῦμαι δὲ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκ‐ κλησίαν οὕτως αἰνίττεσθαι, περὶ ἧς καὶ αὐτός φησιν· «οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη» (τὸ γὰρ ἐπηρμένον μετέωρόν τε καὶ ὑψιπετὲς τοῦ τῆς ἐκκλησίας πολιτεύματος ὄρος ἡγοῦμαι διὰ
10τούτων ἀνηγορεῦσθαι).

7

.

1

.

87

τοῦτο δ’ οὖν, φησί, «τὸ ὄρος ἀροτριώμενον ἀροτριαθήσεται», ὡς «μὴ ἐπελθεῖν ἐκεῖ φόβον», ἀλλὰ καὶ εἰς τοσοῦ‐ τον αὐτὸ μεταβαλεῖσθαι ἀπὸ τῆς προτέρας ἐρημίας καὶ χέρσου καὶ
ἀκάνθης, ὡς ἐπιτήδειον καταστῆναι «εἰς βόσκημα προβάτου καὶ313
5καταπάτημα βοός».

7

.

1

.

88

καὶ πάρεστίν γε ἐπιλογίσασθαι, ὅπως ἡ τοῦ Χριστοῦ ἐκκλησία, πάλαι οὖσα χέρσος καὶ ἄκανθα, διὰ τῆς αὐτοῦ χάριτος εἰς τοσοῦτον ἤλασεν μεταβολῆς, ὥστε πόαν καὶ βοτάνην εὔθετον τῆς λογικῆς καρποφορίας ἐπὶ τοσοῦτον βλαστῆσαι, ὡς καὶ
5τοὺς προβατώδεις καὶ ἁπλουστέρους ἀπολαύειν αὐτῆς δύνασθαι, τούς τε ἐν ἕξει τελειοτέρᾳ προβεβηκότας ἀροῦν καὶ γεωργεῖν αὐτήν, βόας προσαγορευομένους. ὥσπερ οὖν τὸν θεῖον ἀπόστολον παιδεύοντα παρεστήσαμεν ἐν τῷ φάναι· «μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι’ ἡμᾶς πάντως λέγει; δι’ ἡμᾶς γὰρ ἐγράφη ὅτι ὀφείλει ὁ ἀροτριῶν ἐπ’ ἐλ‐
10πίδι ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ’ ἐλπίδι τοῦ μετέχειν»,

7

.

1

.

89

οὕτως ἡ πάλαι ἔρημος καὶ χέρσος μεταβέβληκεν μετὰ τὴν τοῦ Χριστοῦ παρου‐ σίαν, ὡς καὶ τοῖς οὕτως νενοημένοις βουσὶν εἰς τὴν κατάλληλον γεωργίαν ἐπιτηδείως ἔχειν.
5 Ἐπίστησον δέ, τίνα τρόπον ὑπὸ μίαν καὶ τὴν αὐτὴν διάνοιαν γένεσις ἐκ παρθένου προφητεύεται, καὶ κατὰ τὸ αὐτό φησιν ὁ λόγος τὴν μὲν πάλαι καρποφόρον γῆν, τὸ πρὶν οὖσαν «χιλίων σίκλων, εἰς χέρσον ἔσεσθαι καὶ εἰς ἄκανθαν», πᾶσάν τε τὴν γῆν αὐτῶν διὰ τὸ γενέσθαι εἰς «ἄκανθαν καὶ εἰς χέρσον» παραδοθήσεσθαι τοῖς «μετὰ
10βέλους καὶ τοξεύματος», τοὐναντίον δὲ πείσεσθαι «πᾶν ὄρος»· ἀπὸ γοῦν τῆς προτέρας χέρσου καὶ ἀκάνθης μεταβαλεῖσθαι «εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός», ὥστε αὐτὸ «ἀροτριώμενον ἀρο‐ τριαθήσεσθαι» καὶ μὴ ἐπελεύσεσθαι ἐκεῖ φόβον.

7

.

1

.

90

δι’ ὧν σαφῶς ἡγοῦμαι σημαίνεσθαι τὴν τοῦ σωτῆρος ἡμῶν ἐκ παρθένου γένεσιν, καὶ τὰ μετὰ ταύτην ὁμοῦ καὶ ἀθρόως Ἰουδαίοις τε καὶ τοῖς λοιποῖς ἔθνεσιν συμβεβηκότα· τὴν γοῦν ἑκατέρων τῶν ταγμάτων εἰς τοὐ‐
5ναντίον μεταβολὴν ἡ προφητεία παρίστησιν, τοῦ μὲν Ἰουδαίων ἔθνους τὴν ἀπὸ τῶν κρειττόνων ἐπὶ τὸ χεῖρον, τῆς δὲ ἐξ ἐθνῶν ἐκκλησίας τὴν ἀπὸ τῆς πάλαι ἐρημίας ἐπὶ τὴν κατὰ θεὸν καρποφορίαν, ἅπερ, καθ’ ἕνα καὶ τὸν αὐτὸν καιρὸν τῆς τοῦ Ἐμμανουὴλ ἐπιφανείας ἐπι‐ τελεσθήσεσθαι προφητευθέντα, ταῖς προρρήσεσιν ἀκολούθως οὐκ
10ἄλλοτε ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν τέλος εἰληφότα δείκνυται, διά τε τῶν ἐμφανῶς εἰρημένων κατὰ Ἰουδαίους πραγμά‐ των καὶ διὰ τῆς ἐξ ἐθνῶν ἐκκλησίας.

7

.

1

.

91

εἰ μὲν γὰρ μετὰ τὴν παρου‐ σίαν τοῦ σωτῆρος ἡμῶν, αὐτοῦ δὴ Ἰησοῦ τοῦ Χριστοῦ, μὴ πέπαυτο βασιλευομένη ἡ τῶν Δαμασκηνῶν ἀρχὴ καὶ τῶν Ἰουδαίων, καὶ εἰ μὴ
ἐν ὄψεσιν ἡμῖν αὐτοῖς [μὴ] θεωρεῖται καταλελειμμένη ὑπ’ αὐτῶν ἡ314
5γῆ καὶ ὑπὸ ἐθνῶν ἀλλοφύλων καὶ εἰδωλολατρῶν κατοικουμένη, καὶ πρὸς τούτοις εἰ μὴ γέγονεν «εἰς χέρσον καὶ ἄκανθαν» πᾶσα ἡ πάλαι σεμνοτάτη αὐτοῦ δὴ τοῦ ἱεροῦ αὐτῶν ἁγιάσματος χώρα, καὶ εἰ μὴ εἰδωλολάτραι ἀκάθαρτοι ἄνδρες οἵ τε πολέμιοι αὐτῶν «μετὰ βέλους καὶ τοξεύματος» ἐπελθόντες, ὑπ’ αὐτοῦ γε τοῦ κυρίου παρορμηθέντες,
10ἐκ τῆς ἀλλοδαπῆς ἐληλύθασιν ἀνεπαύσαντό τε ἐν ταῖς χώραις αὐτῶν, πάντα τόπον καὶ πάσας τὰς πόλεις αὐτῶν ἰδιοποιησάμενοι, καὶ ἔμ‐ παλιν, εἰ μὴ ἀπὸ χέρσου καὶ ἀκάνθης τῆς πρὶν ἀγεωργίας διὰ τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας μεταβαλόντα πάντα τὰ εἰς αὐτὸν πεπιστευκότα ἔθνη τὴν εὐσεβῆ καὶ κατὰ θεὸν λογικὴν ἀπείληφεν
15καρποφορίαν, καὶ ἐπὶ τούτοις, εἰ μὴ ὀφθαλμοῖς τὸν Χριστὸν ἰδόντες οὐκ ἐπίστευσαν, καὶ διδάσκοντος ἀκούσαντες εἰ μὴ παρήκουσαν, καὶ εἰ μὴ τὰ λοιπὰ τῆς προφητείας ἐναργέστατα τέλους τυχόντα ἀπὸ τῶν χρόνων Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν δείκνυται, οὐκ ἂν εἴη αὐτὸς ὁ προφητευόμενος.

7

.

1

.

92

εἰ δὲ καὶ τυφλῷ, φασί, δῆλα, τὰ τῶν λόγων ἀποτελέσματα οὐκ ἄλλοτε ἢ ἀπὸ τῶν χρόνων τῆς ἐπιφανείας αὐτοῦ πεπληρωμένα, τί χρὴ λοιπὸν καὶ περὶ τῆς ἐκ παρθένου γενέσεως αὐτοῦ ἀμφιβόλως ἔχειν, οὐχὶ δὲ εὐγνώμονι λογισμῷ ἀπὸ τῶν εἰσέτι
5νῦν ὁρωμένων καὶ τὴν καταρχὴν τῶν πραγμάτων πιστοῦσθαι; ὁρώ‐ μενα δὲ εἰσέτι νῦν τίνα ἂν εἴη ἀλλ’ ἢ ἡ Ἰουδαίων εἰς αὐτὸν ἀπιστία, ἐναργῶς κατὰ τὸν χρησμὸν πληρουμένη τὸν φάσκοντα «ἀκοῇ ἀκού‐ σετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·

7

.

1

.

93

ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου», καὶ ἡ πολιορκία τῆς Ἱερουσαλήμ, καὶ τοῦ πάλαι αὐτῶν ἁγιάσματος ἡ παντελὴς ἐρήμωσις, τῶν τε ἀλλοφύλων ἐθνῶν ἐπὶ τῆς χώρας αὐτῶν κατοίκησις μετὰ κέντρων αὐτοὺς τοῦτ’ ἔστι μετὰ σκληρῶν ἐπιταγμάτων καταδουλου‐
5μένων (τοῦτο γὰρ ἐδήλου τῶν μυιῶν καὶ τῶν μελιττῶν τὰ παρα‐ δείγματα), καὶ ἐπὶ πᾶσιν ἡ τῶν ἐθνῶν ἀπὸ τῆς προτέρας ἐρημίας εἰς τὴν κατὰ θεὸν γεωργίαν μεταβολή;

7

.

1

.

94

ταῦτα δὴ οὖν ὀφθαλμοῖς ὁρώμενα τίς οὐκ ἂν ἐκπλαγείη θαυμάσας; τίς δ’ οὐ θείαν ὡς ἀληθῶς ὁμολογήσειεν ἂν τὴν πρόρρησιν, ἀκούων ἄνωθεν πρὸ χιλίων ὅλων ἐτῶν ἐν βίβλοις ἀποκείμενα ταῦτα καὶ μελετώμενα, οὐ μὴν ἄλλοτε
5εἰς τέλος ἀχθέντα ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν; εἰ δὴ
οὖν θαυμάσιος ἡ πρόρρησις, καὶ ἔτι θαυμασιωτέρα καὶ ὑπὲρ πάντα λόγον ἡ τῆς προρρήσεως ἔκβασις, τί δὴ ἀπιστεῖς, εἰ καὶ ἡ πρώτη τοῦ προφητευομένου πάροδος παράδοξον καὶ ὑπὲρ πᾶσαν ἀνθρώπου φύσιν τὴν τῆς γενέσεως καταβολὴν εἴληχεν, ὁπότε καὶ ἡ τῶν λοιπῶν315
10θαυμάτων ἐναργὴς ὄψις, οὐχ ἥττων οὖσα, ἐπὶ τῆς γενέσεως αὐτοῦ βιάζεται καὶ τὴν τῶν ἄλλων τῶν κατ’ αὐτὸν πραχθέντων ἀποδέχε‐ σθαι μαρτυρίαν; Ἀλλὰ γὰρ τούτοις ἑξῆς, μετὰ τὸ «εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός», συνῆπται δευτέρα τις πρόρρησις συγγενὴς τῇ
15προτεθειμένῃ, ἀρχομένη ἀπὸ τοῦ «καὶ εἶπεν κύριος πρός με, λάβε σεαυτῷ τόμον», ἣν καὶ αὐτὴν ἐκθέμενοι φέρε διασκοπήσωμεν.

7

.

1

.

95

〈β.〉 Ἀπὸ τοῦ αὐτοῦ. «Καὶ εἶπεν κύριος πρός με, λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· πάρεστιν γάρ· καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα καὶ Ζαχαρίαν
5υἱὸν Βαραχίου. καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν. καὶ εἶπεν κύριός μοι, κάλεσον τὸ ὄνομα αὐτοῦ Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.»

7

.

1

.

96

Ἔχεται τῆς προτεταγμένης καὶ ἡ παροῦσα προφητεία. ἡ γὰρ ἐκεῖσε παρθένος, ἡ τὸν μεθ’ ἡμῶν θεὸν τίκτειν λεγομένη, προφῆτις ἐπὶ τοῦ παρόντος ὠνόμασται. ζητουμένου δέ, πόθεν ἄρα συλλήψεται ἀπειρόγαμος οὖσα, τοῦτο νῦν ὁ λόγος διδάσκει· «καὶ προσῆλθον»,
5λέγων, «πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν»,

7

.

1

.

97

ἀκουστέον δὲ ταῦτα ὡς ἐξ ἁγίου πνεύματος, ὑφ’ οὗ θεοφορούμενος ὁ προφήτης ἐθέσπιζεν. αὐτὸ δὴ οὖν τὸ πνεῦμα τὸ ἅγιον προσελη‐ λυθέναι ὁμολογεῖ τῇ προφήτιδι, ὃ καὶ σαφῶς πεπλήρωται ἐπὶ τῆς
τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσεως, ὅτε «ἀπεστάλη ἄγγελος316
5Γαβριὴλ ὑπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρέθ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ, ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ». ᾗ καὶ «εἶπεν· χαῖρε κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξίν»,

7

.

1

.

98

καὶ πάλιν· «μὴ φοβοῦ· εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ. καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν», εἰπούσης τε τῆς Μαρίας· «πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» ἀπεκρίνατο, «πνεῦμα ἅγιον
5ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ».

7

.

1

.

99

καὶ ἐν μὲν τῇ πρὸ ταύ‐ της προφητείᾳ ἅμα τῇ γενέσει τοῦ Ἐμμανουήλ, «πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν», ἐλέγετο ἐγκαταλειφθήσεσθαι τὴν γῆν ἀπὸ τῶν πολιορκούντων αὐτὴν δυεῖν βασιλέων, ἑνὸς μὲν τοῦ τῆς Σαμα‐
5ρείας, θατέρου δὲ τοῦ τῆς Δαμασκοῦ· ἐπὶ δὲ τῆς παρούσης, «πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμα‐ σκοῦ καὶ τὰ σκῦλα Σαμαρείας» ὧν καὶ πρόσθεν καταλυθήσεσθαι τοὺς βασιλέας ἐπὶ τῇ γενέσει τοῦ Ἐμμανουὴλ ἐθέσπιζεν.

7

.

1

.

100

αἰσθη‐ τῶς μὲν οὖν ἐν ἡμέραις Ἄχαζ βασιλέως Ἰούδα, καὶ κατ’ αὐτὸν Ἡσαΐαν τὸν προφήτην, δύο βασιλεῖς ἐκ συνθήκης τοὺς ὑπὸ τοῖς διαδόχοις Δαβὶδ βασιλευομένους ἐπολιόρκουν, ὡς ἤδη πρότερον δεδήλωται· ὁ
5μὲν ἐπὶ τῆς Δαμασκοῦ τῶν εἰδωλολατρῶν ἐθνῶν βασιλεύς, ὁ δὲ τοῦ πλήθους τῶν Ἰουδαίων ἐν τῇ καλουμένῃ Σαμαρείᾳ πόλει τῆς Παλαι‐ στίνης, ἣν Σεβαστὴν οἱ καθ’ ἡμᾶς ὀνομάζουσιν· περὶ ὧν ὁ θεὸς διὰ τοῦ προφήτου τῷ Ἄχαζ εἶπεν· «μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθε‐ νείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων».

7

.

1

.

101

καὶ τὴν ἀπώλειάν γε τῶν ἀνδρῶν αὐτίκα μάλα καὶ οὐκ εἰς μακρὸν ἔσεσθαι εἰπών, ἑξῆς προφητεύει ὡς ἐπὶ τῇ τοῦ μεθ’ ἡμῶν ἐσομένου θεοῦ γενέσει πάμπαν ἀμφοτέρων σβεσθήσεται καὶ καταλυθήσεται ἡ βασιλεία.

7

.

1

.

102

δείκνυμεν δὲ ἀπὸ τῆς ἱστορίας ὡς μέχρι τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ παρουσίας διαμεμένηκεν ἥ τε τῶν Ἰουδαίων καὶ Δαμασκηνῶν βασιλεία, μετὰ δὲ τὴν εἰς πάν‐ τας ἀνθρώπους ἐπιφάνειαν αὐτοῦ ἀκολούθως τῇ προρρήσει διαλελοί‐
5πασιν, τῆς Ῥωμαίων μοναρχίας ἐπικρατησάσης σὺν τῷ τοῦ σωτῆρος ἡμῶν κηρύγματι.

7

.

1

.

103

Καὶ ταῦτά γε πρὸς λέξιν θεσπίσας ὁ λόγος μετέβαινεν ἐπὶ τὴν διάνοιαν καὶ τὴν καθόλου πνευματικωτέραν ἐν θεωρίαις ἀπό‐ δοσιν, ὑποστησάμενός τε δύο στίφη ἀοράτων ἐχθρῶν καὶ πολεμίων
δαιμόνων. πονηρῶν, τὸ πάντων ἀνθρώπων γένος διαφόρως πολε‐317
5μούντων, ἓν μὲν τῶν τὰς ἐν ἀνθρώποις ἐνεργούντων ἀεὶ καὶ πάν‐ τοτε εἰδωλολατρίας καὶ τὰς ἐν δόγμασι ψευδοδοξίας, θάτερον δὲ τῶν ἐν ἤθεσι ψυχῶν διαφθορὰν κατεργαζομένων, καὶ τοῦ μέν, τῆς εἰδωλολάτρου πλάνης, εἰκόνα φέρειν ἀποδείξας τὸν ἄρχοντα τῆς Δαμασκοῦ, τοῦ δέ, τῶν ἐν ἀποπτώσει τοῦ σώφρονος καὶ ὑγιοῦς βίου,
10τύπον εἶναι τὸν τῆς Σαμαρείας, οὐ πρότερόν φησιν τούτων ἀπαλλα‐ γήσεσθαι τὴν «γῆν» (οὕτω καλῶν τοὺς ἐπὶ γῆς κατοικοῦντας ἀνθρώ‐ πους) ἢ φανῆναι ἐπὶ γῆς τὸν Ἐμμανουὴλ θεόν· τούτου δὲ ἐπιλάμ‐ ψαντος καὶ βασιλεύοντος ἀνθρώπου ψυχῆς, μηδένα ἔτι λείπεσθαι τῶν πάλαι κατακρατούντων αὐτῆς.

7

.

1

.

104

οὕτω δὴ οὖν καὶ ἐνθάδε περὶ τῶν αὐτῶν εἰρῆσθαι νοήσεις τὸ «λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας», τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δυνάμεως καθαιρούσης ἀθρόως πάντας τοὺς ἀοράτους ἡμῶν ἐχθρούς, οἳ δὴ
5πάλαι πρότερον ταῖς προειρημέναις ἀθέοις καὶ ἐπιβλαβέσιν ἐνεργείαις πάντας ἀνθρώπους ἐπολιόρκουν.

7

.

1

.

105

καὶ πρὸς λέξιν δὲ πάλιν ἴδοις ἂν ὁμοῦ τῇ γενέσει καὶ ἐπιφανείᾳ τοῦ σωτῆρος ἡμῶν τὴν «δύναμιν Δαμασκοῦ» καθῃρημένην καὶ «τὰ σκῦλα Σαμαρείας» ἠρμένα, τοῦτ’ ἔστιν τὰς βασιλείας αὐτῶν, αἳ μέχρι τῶν δηλουμένων χρόνων διαρκέσασαι
5ἐξ ἐκείνου καὶ εἰς δεῦρο διαλελοίπασιν κατὰ τὰς θείας προρρήσεις.

7

.

1

.

106

Φασὶ δέ τινες καὶ ἄλλως τοὺς ἀπ’ ἀνατολῆς ἐληλυθότας μάγους καὶ τῷ Χριστῷ παιδίῳ ὄντι προσκεκυνηκότας τούτους εἶναι τὴν «δύναμιν Δαμασκοῦ», εἴποις δ’ ἂν καθολικώτερον πάντας τοὺς τὴν μὲν ἄθεον καὶ πολύθεον εἰδωλολατρίαν ἀποστραφέντας, τῷ δὲ τοῦ
5Χριστοῦ λόγῳ καταδουλωθέντας, μάλιστα εἰ δυνατοί τινες εἶεν ἐν λόγῳ καὶ «σοφίᾳ τοῦ αἰῶνος τούτου», αὐτοὺς εἶναι τοὺς ὀνομαζομέ‐ νους «δύναμιν Δαμασκοῦ».

7

.

1

.

107

κατὰ ταὐτὰ δὲ καὶ «τὰ σκῦλα Σαμα‐ ρείας» νοήσεις τοὺς ἀπὸ τοῦ Ἰουδαίων ἔθνους τοῦ σωτῆρος ἡμῶν μαθητὰς καὶ ἀποστόλους, οὓς ὥσπερ ἐκ πολεμίων (τῶν ἐκ περιτομῆς κατ’ αὐτοῦ στρατευσαμένων) σκῦλα ὑφ’ ἑαυτὸν λαβὼν ἐξ ἐναντίας
5καθώπλισεν τοῦ τῶν Ἀσσυρίων βασιλέως, οὕτω πάλιν τροπικῶς δη‐ λουμένου τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου

7

.

1

.

108

ἐπεὶ δὲ τὸ «ἐναντίον βασιλέως Ἀσσυρίων» σαφέστερον ὁ Ἀκύλας ἐξέδωκεν εἰπών· «εἰς
πρόσωπον βασιλέως Ἀσσυρίων», ἐπίστησον, μή ποτε ἄρα καὶ ἐν τού‐ τοις τὴν Ῥωμαίων ἀρχὴν δηλοῖ, εἴ γε «κατευθύνοντες» ἢ «κατευθυνό‐318
5μενοι» Ἀσσύριοι μεθερμηνεύονται κατὰ τὰ μικρῷ πρόσθεν ἀποδεδο‐ μένα. ἐπεὶ τοίνυν τῇ περὶ τοῦ σωτῆρος ἡμῶν προρρήσει καὶ νῦν ὁ τῶν Ἀσσυρίων συμπέπλεκται βασιλεύς, εἰκότως ἡμῖν κἀνταῦθα ἡ Ῥωμαίων ἀρχὴ παρείληπται, διὰ τὸ πρὸς τοῦ θεοῦ εἰς τὴν τῶν ἐθνῶν ὑποταγὴν κατευθύνεσθαι.

7

.

1

.

109

λήψεσθαι τοιγαροῦν τὸ τικτό‐ μενον παιδίον τὴν «δύναμιν Δαμασκοῦ» καὶ «τὰ σκῦλα Σαμαρείας», καὶ παραδώσειν «εἰς πρόσωπον» Ἀσσυρίων καὶ ἐν ὀφθαλμοῖς τῶν ὑπὸ τοῦ θεοῦ κατευθυνομένων θεσπίζεται, καὶ ταῦτα ποιήσειν ἅμα τῇ
5αὐτοῦ γενέσει, ἀρρήτῳ καὶ ἐνθέῳ δυνάμει, ἔτι νηπιάζοντι σώματι τοσαῦτα ἐν ἀνθρώποις οἰκονομούμενον.

7

.

1

.

110

Πάντα δὲ ταῦτα ὁ προφήτης ἐν τόμῳ καινῷ καὶ μεγάλῳ γραφῇ παραδοῦναι ἀνθρώπου προστάσσεται, τοῦτον καὶ τῆς καινῆς διαθήκης δηλουμένης τὸν τρόπον. προσπαραλαμβάνει δὲ τῶν εἰρη‐ μένων «μάρτυρας» ἱερέα καὶ προφήτην, τοῦ λόγου παιδεύοντος ὡς
5ὅτι δεήσει ἐν ταῖς ἀποδείξεσιν ταῖς περὶ τοῦ Χριστοῦ τὰς ἀπὸ τῆς ἐν νόμῳ ἱερουργίας καὶ τῶν μετὰ ταῦτα προφητῶν μαρτυρίας παρα‐ λαμβάνειν. «πιστοὺς» δὲ βούλεται καὶ ἄλλως μάρτυρας εἶναι τοὺς τὴν γένεσιν τοῦ δηλουμένου παιδίου μέλλοντας ἐποπτεύειν, εἰς τὸ συνιέναι δύνασθαι τὰ προφητευόμενα

7

.

1

.

111

(«ἐὰν» γὰρ «μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε», ἐλέγετο ἀνωτέρω), καὶ τὸν μὲν ἔχειν «φῶς θεοῦ» (τοῦτο γὰρ ὁ Οὐρίας ἑρμηνεύεται), τὸν δὲ υἱὸν ὄντα «εὐλογίας» τὴν «μνήμην τοῦ θεοῦ» ἐν ἑαυτῷ φέρειν (τοῦτο γὰρ καὶ ὁ τοῦ Βαραχίου
5Ζαχαρίας δηλοῖ). Ταῦτα μὲν οὖν εἰς τοὺς τόπους ἡμεῖς ἐπιβεβλήκαμεν·

7

.

1

.

112

εἰ δέ τις τῶν ἐκ περιτομῆς οὐ ταῦτα οὕτως ἔχειν βούλεται, ὥρα ἡμῖν αὐ‐ τὸν ἀποδεικνύναι, τίς πώποτε παρ’ αὐτοῖς Ἐμμανουὴλ γέγονεν, καὶ πῶς ὁ προφήτης προσῆλθεν πρὸς τὴν προφῆτιν, καὶ τίνα ταύτην, καὶ
5πῶς παραχρῆμα συνέλαβεν, καὶ τίς ὁ ἐκ τῆς προφήτιδος ἀποτεχθεὶς υἱός, ᾧ αὐτὸς ὁ κύριος ἐπιτέθειται ὄνομα «ταχέως σκύλευσον, ὀξέως προνόμευσον», καὶ τίς ἡ αἰτία τῆς τοιᾶσδε τοῦ τεχθέντος προση‐ γορίας.

7

.

1

.

113

δεικνύτωσαν δὲ καὶ τὸ «πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, τὴν δύναμιν εἰληφότα Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων». ἡμεῖς γὰρ ταῦτα καὶ πρὸς
λέξιν καὶ τροπικῶς ἐξειληφότες, πεπληρῶσθαι αὐτὰ δείκνυμεν ἐπὶ319
5τῆς τοῦ σωτῆρος ἡμῶν γενέσεως, παριστῶντες τοτὲ μὲν ῥητῶς κατὰ τὴν πρόχειρον διάνοιαν τοτὲ δὲ τροπικῶς δεῖν ἐπιβάλλειν ταῖς προφητείαις.

7

.

1

.

114

Αὐτίκα ἑξῆς ταῖς προειρημέναις φωναῖς δι’ αἰνιγμάτων αὖθις ἐπιλέγεται· «καὶ προσέθετο κύριος λαλῆσαί μοι ἔτι, διὰ τὸ μὴ βού‐ λεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ῥαασὶμ καὶ τὸν υἱὸν Ῥομελίου, διὰ τοῦτο
5ἰδοὺ κύριος ἀνάγει ἐφ’ ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δόξαν αὐτοῦ· καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι, εἰ δυνατὸν συντελέσασθαί τι· καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ
10ὥστε πληρῶσαι τὸ πλάτος τῆς χώρας σου. μεθ’ ἡμῶν ὁ θεός. γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς.»

7

.

1

.

115

Σαφῶς γὰρ ταῦτα οὐδὲ ἄλλως ἢ μετὰ θεωρίας τῆς κατὰ μόνην τροπολογίαν τὴν διάνοιαν σῴζει. δηλοῖ γοῦν καὶ αὐτὰ διὰ μὲν τοῦ ὕδατος τοῦ Σιλωὰμ τοῦ ἡσυχῇ πορευομένου τὴν εὐαγγελι‐ κὴν τοῦ σωτηρίου λόγου διδασκαλίαν· ἑρμηνεύεται γὰρ Σιλωὰμ «ἀπε‐
5σταλμένος».

7

.

1

.

116

οὗτος δ’ ἂν εἴη ὁ ἐκ τοῦ πατρὸς ἡμῖν ἀπεσταλμένος θεὸς λόγος, περὶ οὗ καὶ Μωσῆς φησιν· «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν». ἀντὶ γὰρ 〈τοῦ〉 «ᾧ ἀπόκειται» τὸ
5Ἑβραϊκὸν Σιλωὰμ περιέχει, τὸν ἐνταῦθα Σιλωάμ, τοῦτ’ ἔστιν τὸν ἀπεσταλμένον, κἀκεῖ δηλοῦντος τοῦ λόγου.

7

.

1

.

117

ὁ δὲ Ῥαασὶμ βασιλεὺς ἦν πάλιν τῶν ἐν Δαμασκῷ εἰδωλολατρῶν ἐθνῶν, ὡς καὶ ὁ υἱὸς Ῥομελίου τῶν ἐν Σαμαρείᾳ τοῦ Ἰουδαίων ἔθνους ἀποστάντων τῆς πατρίου θρησκείας.

7

.

1

.

118

ἀπειλεῖ τοιγαροῦν ὁ θεὸς τοῖς μὴ τὸν Σιλωάμ, τοῦτ’ ἔστιν τὸν ἀπεσταλμένον Ἐμμανουήλ, καὶ τὸν ἐκ τῆς προφή‐ τιδος γεγεννημένον υἱὸν τόν τε πότιμον καὶ γόνιμον αὐτοῦ λόγον παραδεξαμένοις, ἀλλὰ τοῦτον μὲν καίτοι πράως καὶ ἡσυχῆ φερόμενον
5παραιτουμένοις, καθ’ ἑαυτῶν δὲ ἤτοι τὸν τῶν εἰδωλολατρῶν ἐθνῶν ἄρχοντα ἢ τὸν τῆς ἀποστασίας τοῦ λαοῦ τοῦ θεοῦ 〈ἑλομένοισ〉, ἐπά‐ ξειν «τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ», ὅπερ ὕδωρ αὐτὸς ὁ τῆς προφητείας λόγος ἑρμηνεύει, λέγων αὐτὸν εἶναι «τὸν βασιλέα τῶν Ἀσσυρίων», οὕτω πάλιν ἤτοι κατὰ διάνοιαν σημαίνων
10τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, ἢ τὴν νῦν ἐπικρατοῦσαν Ῥωμαίων ἀρχήν, ᾗ καὶ παρεδόθησαν οἱ τὸ μὲν δηλωθὲν τοῦ Σιλωὰμ ὕδωρ «τὸ πορευόμενον ἡσυχῆ» παραιτησάμενοι τοῖς δὲ ἐναντίοις καὶ πολε‐ μίοις τοῦ ὀρθοῦ λόγου δόγμασιν ἑαυτοὺς ὑποβεβληκότες.320

7

.

1

.

119

αὐτίκα γοῦν καὶ οὐκ εἰς μακρὸν μὴ παραδεξαμένοις αὐτοῖς τὸ τοῦ σωτῆρος ἡμῶν εὐαγγέλιον, παραιτησαμένοις δὲ τὸ τοῦ Σιλωὰμ ποτὸν «τὸ πορευόμενον ἡσυχῆ», ἐπελθὼν ὁ ὑπὸ τοῦ θεοῦ κατευθυνόμενος Ῥω‐
5μαίων στρατὸς ἀνελήλυθεν «ἐπὶ πᾶσαν φάραγγα» αὐτῶν, καὶ περιε‐ πάτησεν «ἐπὶ πᾶν τεῖχος» αὐτῶν, καὶ ἀφεῖλεν «ἀπὸ τῆς Ἰουδαίας ἄν‐ θρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι», καὶ γέγονεν «ἡ παρεμβολὴ» τοῦ δηλωθέντος τοσαύτη «ὥστε πληρῶσαι τὸ πλάτος» τῆς Ἰουδαίας ἁπάσης.

7

.

1

.

120

Καὶ τοῦτό γε πρὸς λέξιν οὕτως εἰς ἐκείνους ἐκπεπλήρωται. διὰ ποίαν αἰτίαν εἰ δὴ μαθεῖν ἐθέλεις, ἄκουε· ὅτι «μεθ’ ἡμῶν ὁ θεὸς» Ἐμμανουήλ, ὁ ἐκ τῆς παρθένου γεγεννημένος, ἀλλ’ οὐ καὶ μετ’ αὐτῶν ἦν, ὡς εἴ γε εἶχον αὐτόν, οὐκ ἂν ταῦτα πεπόνθεισαν.

7

.

1

.

121

διὸ δὴ ἑξῆς ὁ λόγος τοῖς ἔθνεσιν ἐπιβοᾶται τὸν Ἐμμανουήλ, λέγων· «μεθ’ ἡμῶν ὁ θεός· γνῶτε ἔθνη καὶ ἡττᾶσθε». καὶ ταῦτα δ’ ἡμῖν ἑρμηνεύεται εἰς τὸ παραστῆσαι ὡς ποτὲ μὲν κατὰ λέξιν ποτὲ δὲ δι’ αἰνιγμῶν τὰ
5πλεῖστα τῶν προφητειῶν ἐκλαμβάνειν δεῖ,

7

.

1

.

122

ἔνθεν γε ὁρμωμένους προσήκει καὶ τὰ λοιπὰ τῆς ἐν χερσὶν προφητείας ὁμοίως ἐπιθεωρεῖν.

7

.

1

.

123

εἰ δὲ ἔτι καὶ νῦν εἰς μέλλοντά ποτε χρόνον γενήσεσθαι ταῦτα οἱ ἐκ περιτομῆς φασιν, ἐπὶ τοῦ προσδοκωμένου αὐτοῖς Χριστοῦ ῥητῶς μόνον καὶ πρὸς λέξιν ἔσεσθαι αὐτὰ προσδεχόμενοι, ἐρωτητέον αὐτούς, πῶς ὁ μέλλων ἥξειν κατ’ αὐτοὺς «λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ
5σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων», καθῃρημένης μὲν ἤδη τῆς Σαμαρείας κατὰ τὸν παρόντα καιρὸν καὶ μηκέτ’ οὔσης, ἀλλὰ 〈καὶ〉 τῆς ὀνομαζομένης δυνάμεως Δαμασκοῦ μηδαμῶς ὑπαρχούσης, μηδὲ τῆς τῶν Ἀσσυρίων δυναστείας, ἣν Μῆδοι καὶ Πέρσαι καθελόντες πάλαι ποτὲ διεδέξαντο. ὧν ὁμοῦ πάντων κατὰ τὸν ἐνεστῶτα καιρὸν
10μηδὲ τὴν ἀρχὴν ὑφεστώτων, πῶς δυνατὸν εἰς μέλλοντα χρόνον τὴν καθαίρεσιν αὐτῶν προσδοκᾶν; ἀλλ’ οὐδὲ ἄλλοτε πώποτε πάλαι πρό‐ τερον γεγενῆσθαι τὰ προφητευόμενα ἔστιν εἰπεῖν.

7

.

1

.

124

οὐδεὶς γοῦν παρ’ Ἑβραίοις πώποτε ἐκ προφήτιδος μητρὸς καὶ Ἡσαΐου τοῦ προ‐ φήτου γεννηθεὶς σκῦλα Σαμαρείας καὶ δύναμιν Δαμασκοῦ, κατὰ τοῦ
βασιλέως Ἀσσυρίων στρατεύσας, ὡς πρὸς ῥητὴν διάνοιαν, λαβὼν321
5ἱστόρηται,

7

.

1

.

125

ὥστε ἐξ ἅπαντος ὁμολογεῖν αὐτὰ κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν μόνως πεπληρῶσθαι, οὐκ ἄλλοτε ἢ κατὰ τὴν γενομένην παρουσίαν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν, καθ’ ὃν ἀπεδείξαμεν τέλος εἰλη‐ φέναι τὰ προηγορευμένα.

7

.

1

.

126

Ἐγράφη δ’ οὖν κατὰ τὴν προφητείαν καὶ ὁ καινὸς τόμος ἐπὶ τῆς αὐτοῦ παρουσίας, ὁ τῆς καινῆς διαθήκης λόγος τὴν γένεσιν περιέχων τοῦ τῆς προφήτιδος υἱοῦ, ὃς καὶ πρὸς λέξιν καὶ Δαμασκοῦ καὶ Συρίας ἁπάσης τὴν βασιλικὴν δύναμιν τά τε ἑρμηνευθέντα ἡμῖν
5«σκῦλα Σαμαρείας» ἀρρήτῳ καὶ ἐνθέῳ δυνάμει εἰς χεῖρας τῆς Ῥωμαίων βασιλείας παρέδωκεν· οὐ μὴν ἀλλὰ καὶ κατὰ διάνοιαν τοὺς ἐξ Ἰου‐ δαίων αὐτοῦ μαθητὰς ὥσπερ τινὰ σκῦλα περιπεποιημένος, νοητοῖς καὶ λογικοῖς ὅπλοις περιφράξας, «εἰς πρόσωπον» τοῦ δηλωθέντος «βα‐ σιλέως Ἀσσυρίων» κατεστήσατο. καὶ τούτους μὲν ὡς οἰκείους στρα‐
10τιώτας ὁπλίτας παρεσκεύασεν,

7

.

1

.

127

τούς γε μὴν παραιτησαμένους τὸ γόνιμον καὶ ζωτικὸν ὕδωρ τῆς αὐτοῦ διδασκαλίας «τὸ πορευόμενον ἡσυχῆ», ἑλομένους δὲ τὰ πολεμικὰ καὶ ἐχθρὰ τῷ θεῷ, τῷ τῶν Ἀσ‐ συρίων ἐξέδωκεν βασιλεῖ, ᾧ καὶ εἰσέτι νῦν τυγχάνουσι δεδουλωμένοι.

7

.

1

.

128

ἀνέβη γοῦν οὗτος «ἐπὶ πᾶσαν φάραγγα» αὐτῶν, καὶ ἐπὶ «πᾶν τεῖχος» αὐτῶν, καὶ ἀφεῖλεν «ἀπὸ τῆς Ἰουδαίας» πάντα ἄρχοντα καὶ βασιλέα, «κεφαλὴν» ὀνομαζόμενον, καὶ πάντα «δυνατὸν συντελέσασθαί τι»· ὥστε ἐξ ἐκείνου καὶ εἰς δεῦρο μήτε «κεφαλὴν» αὐτοὺς κεκτῆσθαι
5μήτε τινὰ «δυνατὸν» ἐν τοῖς θείοις, οἷος ἦν ὁ πάλαι διαπρέπων ἐν αὐτοῖς εἴτε προφήτης εἴτε ἄλλως δίκαιος καὶ θεοφιλὴς ἀνήρ.

7

.

1

.

129

πρό‐ δηλον δὲ ὅπως καὶ πᾶσα αὐτῶν ἡ χώρα ὑποχείριος τοῖς αὐτῶν ἐχθροῖς καὶ πολεμίοις εἰσέτι νῦν καθέστηκεν, καὶ ὡς ταῦτα πάντα ἐπὶ τῇ παρουσίᾳ τοῦ Ἐμμανουὴλ τετέλεσται. οὕτω γοῦν ἡ Ἑβραίων
5γραφὴ περιέχει, μονονουχὶ σημαίνουσα τὸν Ἐμμανουὴλ τὸν ἀπιστη‐ θέντα μὲν ὑπὸ Ἰουδαίων καὶ αἴτιον αὐτοῖς τῶν τοσούτων γενόμενον συμφορῶν, ἡμῖν δὲ τοῖς ἔθνεσι πιστευθέντα σωτηρίας τε καὶ γνώσεως θεοῦ παραίτιον ἀποδειχθέντα.

7

.

1

.

130

διὸ ἑξῆς ἐπιλέγεται· «μεθ’ ἡμῶν ὁ θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε». ἡττήμεθα γοῦν ὡς ἀληθῶς ἡμεῖς οἱ ἐξ ἐθνῶν εἰς αὐτὸν πεπιστευκότες, νικηθέντες ὑπὸ τῆς ἀληθείας καὶ τῆς τοῦ γενομένου μεθ’ ἡμῶν θεοῦ δυνάμεως, ἡττηθέντες τε
5ὑπηκούσαμεν αὐτῷ πάντες ὁμοῦ οἱ μέχρι τῶν ἐσχάτων κατοικοῦντες
τῆς γῆς, κατὰ τὴν φήσασαν προφητείαν «ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς»·322

7

.

1

.

131

ἀλλ’ ἡμεῖς μὲν καὶ ἡττήμεθα καὶ καλοῦντι ὑπηκούσα‐ μεν, τοῖς δὲ ἔτι τῶν ἐθνῶν ἀπειθοῦσι τὰ ἑξῆς ἀποτείνεται λέγων· «ἰσχυκότες ἡττᾶσθε· ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. καὶ λόγον ὃν ἐὰν βουλεύσησθε οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ’ ἡμῶν
5ὁ θεός. οὕτως λέγει κύριος τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσιν».

7

.

1

.

132

δι’ ὧν σαφῶς ὁ λόγος ἀφηνιῶσι καὶ ἀντιταττομένοις τῇ τοῦ Χριστοῦ διδα‐ σκαλίᾳ καὶ τοῖς ἀπειθοῦσι τῇ κραταιᾷ αὐτοῦ χειρὶ θεσπίζει, ὅτι μηδὲ ἰσχύσουσι προσπολεμεῖν τὸν μεθ’ ἡμῶν θεὸν πειρώμενοι, καὶ ὅτι πᾶν
5ὃ ἐὰν βουλεύσωνται καθ’ ἡμῶν «οὐ μὴ ἐμμείνῃ» αὐτοῖς, διὰ τὸ μεθ’ ἡμῶν εἶναι τὸν Ἐμμανουήλ. καὶ τούτῳ δὲ τῷ συμπεράσματι ῥᾴδιον ἐπιστῆσαι, τὰς καθ’ ἡμῶν ἀπειλὰς καὶ τὰς κατὰ χρόνους τῶν ἀρχόν‐ των ἐπαναστάσεις συνορῶντας, καὶ ὡς ἄπρακτον αὐτοῖς διὰ τὸν μεθ’ ἡμῶν θεὸν ἀεὶ καθίσταται τῶν ἀπειλῶν τὸ τέλος.

7

.

1

.

133

〈γʹ.〉 Ἀπὸ τοῦ αὐτοῦ. «Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοι‐ κοῦντες, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν. ὁ λαὸς ὁ καθή‐ μενος ἐν σκότει, ἴδετε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν σκότει καὶ
5σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς», καὶ τὰ ἑξῆς.

7

.

1

.

134

οἷς ἐπιλέγει· «ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν, καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι. ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ.
5καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας καὶ ὑγείαν αὐτῷ. μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἐπὶ τὸν θρόνον Δαβὶδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν
10καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος κυρίου σαβαὼθ ποιήσει ταῦτα.»

7

.

1

.

135

Τοῦτο τρίτον ἤδη τὸ παιδίον προφητεύεται, τοῦ αὐτοῦ ποι‐ κίλως σημαινομένου. ἐπειδὴ τοίνυν πρόκειται νῦν ἡμῖν τὸν τρόπον
τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ παρουσίας ἐπιδεῖξαι, θέα δι’ ὅσων οὗτος καὶ ὅπως παρίσταται· ἐδεικνύετο πρῶτον ὁ ἐπικληθεὶς Ἐμμανουὴλ323
5θεὸς ἐκ παρθένου γεννώμενος, δεύτερον τὸ ἐκ τῆς προφήτιδος καὶ τοῦ ἁγίου πνεύματος παιδίον οὐκ ἄλλο τυγχάνον τοῦ προηγορευμέ‐ νου, τρίτον ὁ μετὰ χεῖρας εἷς ὢν καὶ ὁ αὐτὸς τοῖς προτέροις. καὶ τούτῳ γοῦν ὄνομα εἶναι λέγεται κατὰ μὲν τοὺς ἑβδομήκοντα «μεγάλης βουλῆς ἄγγελος», καὶ ὥς τινα τῶν ἀντιγράφων ἔχει, «θαυμαστὸς
10σύμβουλος, θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος»,

7

.

1

.

136

κατὰ δὲ τὸ Ἑβραϊκόν, ὡς ὁ μὲν Ἀκύλας φησίν· «ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν, καὶ ἐγένετο μέτρον ἐπ’ ὤμου αὐτοῦ. καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ θαυμαστὸς σύμβουλος, ἰσχυρός, δυνατός, πατὴρ ἔτι, ἄρχων εἰρήνης, καὶ τῆς εἰρήνης αὐτοῦ
5οὐκ ἔστιν πέρας»,

7

.

1

.

137

ὡς δὲ ὁ Σύμμαχος· «νεανίας γὰρ ἐδόθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν. καὶ ἔσται ἡ παιδεία αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ κληθήσεται τὸ ὄνομα αὐτοῦ παραδοξασμός, βουλευτικός, ἰσχυρός, δυνατός, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ
5ἔστιν πέρας».

7

.

1

.

138

οὐκοῦν οὐχ ἁπλῶς ἄγγελος κατὰ τοὺς ἑβδομήκοντα ἀλλὰ «τῆς μεγάλης βουλῆς ἄγγελος, καὶ θαυμαστὸς σύμβουλος, καὶ θεὸς ἰσχυρός, καὶ ἐξουσιαστὴς καὶ ἄρχων εἰρήνης, καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος» γεννηθήσεσθαι καὶ παιδίον ἔσεσθαι διὰ τούτων ἐθεσπίζετο.
5ἔχεις δὲ ἐν τοῖς προτέροις τὸν τοῦ θεοῦ λόγον καὶ θεὸν καὶ κύριον δια‐ φόρως ἀνηγορευμένον, ὁμοῦ δὲ τὸν αὐτὸν ἄγγελον ὠνομασμένον τοῦ πατρός, καὶ ἀρχιστάτηγον δυνάμεως κυρίου.

7

.

1

.

139

τίς δ’ ἂν οὖν γένοιτο κατὰ μὲν τὸν Ἀκύλαν καὶ τὰς εἰσέτι νῦν φερομένας παρ’ Ἑβραίοις μαρ‐ τυρίας ἐν ἀνθρώποις γεννώμενος, καὶ «παιδίον» γινόμενος, «θαυμα‐ στὸς σύμβουλος» καὶ «ἰσχυρός», «δυνατός», καὶ «πατὴρ ἔτι», καὶ «ἄρχων
5εἰρήνης», ἧς εἰρήνης οὔποτέ φησιν ἔσεσθαι τέλος, κατὰ δὲ τὸν Σύμμαχον «παραδοξασμός, βουλευτικός, ἰσχυρός, δυνατός, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης», καὶ ταύτης ἀπείρου καὶ ἀτελευτήτου, καὶ κατὰ Θεοδοτίωνα «θαυμαστῶς βουλεύων, ἰσχυρός, δυνάστης, πατήρ, ἄρχων εἰρήνης, τῷ πληθύνειν τὴν παιδείαν, οὗ τῆς εἰρήνης οὐκ ἔστιν πέρας»;

7

.

1

.

140

καὶ αὐτῷ σοι τὰ ἑξῆς καταλείπω σκοπεῖν, τοσοῦτον ἐπισημηνάμενος, ὡς ἄρα αὐτὸς οὗτος ὁ λεγόμενος «πατὴρ αἰῶνος» καὶ ἀπείρου «εἰρήνης
ἄρχων» «μεγάλης» τε «βουλῆς ἄγγελος» γεννηθήσεσθαι καὶ παιδίον324
5ἔσεσθαι προφητεύεται, ἐπί τε τῇ εἰς ἀνθρώπους αὐτοῦ γενέσει πυρι‐ καύστους ἐθελήσειν ἔσεσθαι τοὺς ἐπὶ τῇ δι’ αὐτοῦ γενομένῃ σωτηρίᾳ τῶν ἐθνῶν διαφθονουμένους, εἴτε δαίμονας πονηροὺς εἴτε καὶ ἀσεβεῖς ἄνδρας, περὶ ὧν φησιν ὅτι «πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν».

7

.

1

.

141

τίνες δὲ ἄρα ἦσαν οὗτοι, ἢ περὶ ὧν ἀλλαχοῦ ἐξ αὐτοῦ προσώπου τοῦ σωτῆρος ἡμῶν εἴρηται· «διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον», οἵ τε τῆς τούτων μέτοχοι δυ〈σ〉σεβείας, οἳ «καὶ θελή‐
5σουσιν», τὴν σφῶν αὐτῶν κρίσιν ὕστερόν ποτε ὀψόμενοι, εἰ πρὸ τῆς ἀσεβείας αὐτῶν ἐγεγόνεισαν «πυρίκαυστοι», πρὶν ἢ τὸν τῆς μεγάλης βουλῆς ἄγγελον πρὸς αὐτῶν ἀσεβηθῆναι;

7

.

1

.

142

καὶ σὺ δὲ παρὰ σαυτῷ σκέψαι, εἰ μὴ ὑπερβαίνει πᾶσαν φύσιν ἀνθρώπων τὸ μὴ τέλος ἔχειν τὴν εἰρήνην αὐτοῦ λέγεσθαι καὶ τὸ πατέρα ὀνομάζεσθαι αἰῶνος, καὶ αὐτὸ δὲ τὸ καλεῖσθαι αὐτὸν οὐχ ἁπλῶς ἄγγελον〈, ἀλλὰ τῆς μεγάλης
5βουλῆς ἄγγελον〉 καὶ θεὸν ἰσχυρόν, καὶ ὅσα τούτοις συγκατείλεκται. Ἔτι δέ φησιν δι’ αὐτοῦ κατορθωθήσεσθαι τὴν τοῦ Δαβὶδ βασι‐ λείαν, ὃ καὶ αὐτὸ τοῦτον νοήσεις τὸν τρόπον.

7

.

1

.

143

πλεῖσται ὅσαι τῷ Δαβὶδ γεγόνασιν ἐπαγγελίαι, ἐν αἷς εἴρηται· «καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ, θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου· κἀγὼ
5πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ· καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ»,

7

.

1

.

144

καὶ αὖθις· «ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα». τοσαῦτα ἐν τοῖς ψαλ‐
5μοῖς τοῦ θεοῦ τῷ Δαβὶδ ἐπηγγελμένου, τἀναντία συνέβη ταῖς ἐπαγ‐ γελίαις ἐπελθεῖν διὰ τὰς τῶν διαδόχων αὐτοῦ δυσσεβείας.

7

.

1

.

145

ἡ γοῦν ἐκ σπέρματος Δαβὶδ βασιλεία, διαρκέσασα μέχρις Ἰεχονίου καὶ τῆς ὑπὸ Βαβυλωνίοις τοῦ ἱεροῦ πολιορκίας, λέλυτο, ὡς ἐξ ἐκείνου μηκέτι τὸν
θρόνον Δαβὶδ μηδέ 〈τινα〉 ἐκ σπέρματος αὐτοῦ βασιλεῦσαι τοῦ Ἰου‐325
5δαίων ἔθνους.

7

.

1

.

146

καὶ ταύτην γε τὴν γενομένην διάπτωσιν τῆς πρὸς τὸν Δαβὶδ ἐπαγγελίας κατὰ τὴν προειρημένην τοῦ ψαλμοῦ παράθεσιν τὸ θεῖον ὧδέ πως πνεῦμα θεσπίζει· «σὺ δὲ ἀπώσω καὶ ἐξουδένω‐ σας, ἀνεβάλου τὸν χριστόν σου· κατέστρεψας τὴν διαθήκην τοῦ
5δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ, καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ»,

7

.

1

.

147

καὶ μετ’ ὀλίγα· «τὸν θρόνον αὐ‐ τοῦ εἰς τὴν γῆν κατέρραξας· ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐ‐ τοῦ, κατέχεας αὐτοῦ αἰσχύνην», ἃ καὶ ἐναργῶς ἀρξάμενα συντελεῖσθαι ἀπὸ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ λαοῦ, μέχρι τῆς Ῥωμαίων
5καὶ Τιβερίου παρεξετάθη βασιλείας. οὐδεὶς γοῦν ἐκ τῆς τοῦ Δαβὶδ διαδοχῆς ἐν τοῖς μεταξὺ χρόνοις φαίνεται ἐπὶ τὸν βασιλικὸν τοῦ Ἑβραίων ἔθνους καθεσθεὶς θρόνον μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας.

7

.

1

.

148

τοῦ δὲ «ἐκ σπέρματος Δαβὶδ» γενομένου κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ βασιλέως ἐπὶ πᾶσαν τὴν οἰκουμένην ἀνακηρυχθέντος, ὥσπερ ἀπὸ γῆς καὶ πτώματος ἀνανεωθεὶς αὐτὸς ἐκεῖνος ὁ θρόνος Δαβὶδ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου βασιλείας ἀνώρθωται, καὶ
5διαμενεῖ «εἰς τὸν αἰῶνα», καὶ εἰσέτι γε «ὡς ὁ ἥλιος ἐναντίον» τοῦ θεοῦ τὴν πᾶσαν καταλάμπων οἰκουμένην ταῖς ἀκτῖσι τοῦ φωτὸς τῆς δι‐ δασκαλίας αὐτοῦ, ἀκολούθως τῇ τε ἀπὸ τοῦ ψαλμοῦ μαρτυρίᾳ καὶ τοῦ μετὰ χεῖρας προφήτου περὶ τοῦ γεννηθησομένου παιδίου λέγον‐ τος· «ἐπὶ τὸν θρόνον Δαβίδ», δηλαδὴ τὸν αἰώνιον καὶ διαρκῆ τὸν
10δὴ καὶ ἐπηγγελμένον τῷ Δαβίδ, καθεσθήσεσθαι αὐτὸν 〈καὶ〉 ἐπὶ «τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα».

7

.

1

.

149

ὅπως δὲ ταῦτα ἐπληροῦτο, διδάσκαλος γένοιτ’ ἂν ἀξιόχρεως Γαβριὴλ ὁ ἄγγελος, ἐν τῷ πρὸς τὴν παρθένον χρηματισμῷ φάσκων· «μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ· καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ
5υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.»

7

.

1

.

150

ταύτην ἐν τῷ προειρημένῳ ψαλμῷ καὶ ὁ προφήτης προσδοκῶν τὴν τοῦ Χριστοῦ γένεσιν, τήν τε ὑπέρθεσιν αὐτῆς καὶ ἀναβολὴν ὥσπερ αἰτίαν συνο‐
ρῶν τῆς τοῦ θρόνου [τοῦ] Δαβὶδ ἀποπτώσεως, ἀποδυσπετεῖ, λέγων·326
5«σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου».

7

.

1

.

151

εὔ‐ χεται δέ, ὥσπερ δυσωπῶν τὸ θεῖον, ᾗ τάχος πληρωθῆναι τὰ τῆς ἐπαγγελίας, φάσκων· «ποῦ ἐστιν τὰ ἐλέη σου τὰ ἀρχαῖα, κύριε, ἃ ὤμοσας τῷ Δαβὶδ ἐν τῇ ἀληθείᾳ σου;» ἃ δὴ σαφέστατα. καὶ αὐτὰ δὴ
5ταῦτα πληρωθήσεσθαι ἐπὶ τῇ γενέσει τοῦ τῆς μεγάλης βουλῆς ἀγγέλου θεσπίζει· ἐφ’ ᾧ «θελήσουσιν», φησίν, οἱ προαποδοθέντες «εἰ ἐγενή‐ θησαν πυρίκαυστοι, διότι παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν» ὁ τῆς «μεγάλης βουλῆς ἄγγελος».

7

.

1

.

152

τίσιν δὲ «ἡμῖν» ἢ τοῖς εἰς αὐτὸν πεπιστευκόσιν τοῖς ἐν τῇ «Γαλιλαίᾳ τῶν ἐθνῶν»; οἷς αἴ‐ τιος γεγένηται φωτὸς καὶ εὐφροσύνης, καινοῦ τε καὶ νέου ποτοῦ, τῆς καινῆς διαθήκης μυστηρίου, κατὰ τὴν φήσασαν προφητείαν·
5«τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν οἰκοῦντες, πέραν τοῦ Ἰορδάνου, Γαλι‐ λαία τῶν ἐθνῶν. ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, φῶς ἴδετε μέγα, καὶ τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς». εἶεν δ’ ἂν ἐν τούτοις δηλούμενοι οἵ τε ἐξ ἐθνῶν εἰς τὸν
10Χριστὸν τοῦ θεοῦ πεπιστευκότες καὶ οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι, οὓς ἀπὸ γῆς Ζαβουλὼν καὶ Νεφθαλεὶμ ἀνακαλεσάμενος ἐξελέξατο κήρυκας τοῦ εὐαγγελίου.

7

.

1

.

153

τούτοις μὲν οὖν ὁ «τῆς μεγά‐ λης βουλῆς ἄγγελος» «υἱὸς ἐδόθη» σωτηρίας αἴτιος, τοῖς δὲ εἰς αὐτὸν ἠπιστηκόσιν ... πυρὸς δηλαδὴ καὶ καύσεως. ὅλης δὲ ταύτης τῆς οἰ‐ κονομίας ὑπόθεσιν γεγονέναι φησὶν τὸν ζῆλον κυρίου λέγων· «ὁ ζῆλος
5κυρίου Σαβαὼθ ποιήσει ταῦτα». ποῖος δὲ ζῆλος ἢ οὗ μέμνηται Μωσῆς λέγων· «αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει, ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς»;

7

.

1

.

154

Ἀλλ’ ἐπεὶ σὺν θεῷ τὰ περὶ τῆς τοῦ προφητευομένου εἰς ἀν‐ θρώπους ἐπιδημίας, οὐ μὴν ἀλλὰ καὶ ὁ τρόπος τῆς ἐπιφανείας αὐτοῦ διὰ τῶν προφητικῶν ἀποδέδεικται μαρτυριῶν, καιρὸς ἂν εἴη συνι‐ δεῖν, ποῦ γῆς γεννηθήσεσθαι καὶ ὅθεν γένους ἥξειν ἐξ ὁποίας τε
5Ἑβραίων προελεύσεσθαι φυλῆς ἐκηρύττετο, ἃ καὶ αὐτὰ φέρε ἐρευνή‐
σωμεν.327

7

.

2

.

1

〈δʹ.〉 Ἀπὸ τοῦ Μιχαία. «Καὶ σύ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ
5τικτούσης τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέ‐ ψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ. καὶ στήσεται καὶ ὄψεται, καὶ ποι‐ μανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύι κύριος, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνό‐ ματος κυρίου θεοῦ αὐτῶν ὑπάρξουσιν· διότι νῦν μεγαλυνθήσονται ἕως ἄκρων τῆς γῆς, καὶ ἔσται αὕτη εἰρήνη.»

7

.

2

.

2

Ἐμμανουήλ, μεθερμηνευόμενος «μεθ’ ἡμῶν θεός», ἐκ τῆς παρ‐ θένου γεννώμενος καὶ παιδίον γινόμενος, ὁ τῆς «μεγάλης βουλῆς ἄγγελος», σαφῶς ἐδείχθη διὰ τῶν προεκτεθειμένων. ἀλλ’ ἐχρῆν καὶ τὸν τῆς γενέσεως αὐτοῦ σημανθῆναι τόπον. προφητεύεται δῆτα ἐκ
5Βηθλεέμ τις ἐξελεύσεσθαι ἄρχων ἐν τῷ Ἰσραήλ, τὰς ἐξόδους «ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος» ἔχων. τοῦτο δὲ οὐκ ἂν ἐφαρμόσειεν ἀν‐ θρώπου φύσει, εἰ μὴ μόνῳ τῷ Ἐμμανουὴλ καὶ τῷ τῆς «μεγάλης βουλῆς ἀγγέλῳ».

7

.

2

.

3

τὸ γὰρ ἐξ αἰῶνος ὑφεστάναι τίνι ἄρα ἐφαρμόττοι ἂν ἢ μόνῳ θεῷ; ἐκ τοίνυν τῆς Βηθλεέμ (χωρίον δέ ἐστιν τῆς Ἰου‐ δαίας οὐ πόρρω τῆς Ἱερουσαλὴμ διεστώς), λέγεταί τις ἐξ αἰῶνος ὑπάρχων προελεύσεσθαι, οὐδὲ ἕτερον ἐνθένδε ἢ μόνον τὸν Δαβὶδ εὕ‐
5ρομεν ἐπίδοξον γεγενημένον, καὶ ἔπειτα μετ’ ἐκεῖνον τὸν ἡμέτερον σωτῆρα Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ἕτερον δὲ παρὰ τούτους οὐ‐ δένα.

7

.

2

.

4

ἀλλ’ ὁ μὲν Δαβὶδ τοὺς χρόνους τῆς προφητείας προειληφὼς τετελευτήκει πλείστοις πρότερον ἔτεσιν τῆς προρρήσεως· ἀλλ’ οὐδὲ ἀφ’ «ἡμερῶν αἰῶνος» οὗτος τὰς ἐξόδους πεποίητο. οὐκοῦν λεί‐ πεται ἐπὶ τὸν μετὰ ταῦτα ἐκ Βηθλεὲμ γενόμενον, τὸν ἀληθῶς Ἐμμα‐
5νουήλ, τὸν πρὸ πάσης κτίσεως προόντα θεὸν λόγον, καὶ «μεθ’ ἡμῶν θεὸν» λεγόμενον, συμπληροῦσθαι τὰ γεγραμμένα, ἐπεὶ καὶ ἡ ἐν Βη‐ θλεὲμ γένεσις αὐτοῦ ἄντικρυς θεοῦ παρουσίαν ἐδήλου διὰ τῶν κατ’
αὐτὴν παραδόξων.328

7

.

2

.

5

Γράφει γοῦν ὁ Λουκᾶς, τοῦτον ἱστορῶν τὸν τρόπον· «ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου τοῦ ἀπογράψασθαι πᾶσαν τὴν οἰκουμένην. αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. καὶ ἐπορεύοντο πάντες
5ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν. ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαβίδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πα‐ τριᾶς Δαβίδ, ἀπογράψασθαι σὺν Μαρίᾳ τῇ μεμνηστευμένῃ αὐτῷ, οὔσῃ ἐγκύῳ. ἐγένετο δὲ ἐν τῷ αὐτοὺς εἶναι ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι
10τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον,

7

.

2

.

6

καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐ‐ τοῖς τόπος ἐν τῷ καταλύματι. καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην
5αὐτῶν. καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα θεοῦ περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν.

7

.

2

.

7

καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστιν Χριστὸς κύριος, ἐν πόλει Δαβίδ. καὶ τοῦτο ὑμῖν τὸ σημεῖον· εὑρήσετε βρέφος
5ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ.

7

.

2

.

8

καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λε‐ γόντων, δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ’ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ
5ἄγγελοι, οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους, διέλθωμεν δὴ ἕως Βηθλεέμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γενόμενον, ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν.

7

.

2

.

9

καὶ ἦλθον σπεύσαντες, καὶ εὗρον τὴν Μαρίαν καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ. ἰδόντες δὲ ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων
5πρὸς αὐτούς.»

7

.

2

.

10

ταῦτα μὲν ὁ Λουκᾶς, καὶ ὁ Ματθαῖος δέ, τὰ περὶ τὴν γένεσιν τοῦ σωτῆρος ἡμῶν ἱστορῶν, τοῦτον γράφει τὸν τρόπον· «τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι παρεγένοντο ἀπὸ ἀνατολῶν εἰς
5Ἱερουσαλὴμ λέγοντες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσ‐ κυνῆσαι αὐτῷ. ἀκούσας δὲ ὁ βασιλεὺς Ἡρώδης ἐταράχθη, καὶ πᾶσα ἡ Ἱεροσόλυμα μετ’ αὐτοῦ.

7

.

2

.

11

καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ’ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. οἱ δὲ εἶπον αὐτῷ, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου, καὶ σὺ Βηθλεέμ, οἶκος τοῦ Ἐφραθά,
329
5οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. τότε Ἡρώδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος.

7

.

2

.

12

καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπεν, πο‐ ρευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε, ἀναγ‐ γείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδοὺ ὁ ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ,
5προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα.

7

.

2

.

13

καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ. καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν. καὶ χρη‐
5ματισθέντες κατ’ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι’ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.»

7

.

2

.

14

Ὅλα δὲ ταῦτα ἐξεθέμην εἰς παράστασιν τῶν πεπραγμένων ἐπὶ τῇ ἐν Βηθλεὲμ γενέσει τοῦ σωτῆρος ἡμῶν, ἐναργῆ τεκμήρια παρέχοντα αὐτὸν εἶναι τὸν ὑπὸ τῆς προφητείας δηλούμενον.

7

.

2

.

15

καὶ εἰς δεῦρο δὲ οἱ τὸν τόπον οἰκοῦντες, ὡς ἐκ πατέρων εἰς αὐτοὺς κατελθούσης παραδόσεως, τοῖς τῶν τόπων ἱστορίας χάριν εἰς τὴν Βηθλεὲμ ἀφικνουμένοις μαρτυροῦσι τῷ λόγῳ, πιστούμενοι τὴν ἀλή‐
5θειαν διὰ τῆς τοῦ ἄντρου δείξεως, ἐν ᾧ τεκοῦσα ἡ παρθένος κατα‐ τέθειται τὸ βρέφος, ἐφ’ οἷς ἡ προφητεία φησίν· «διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν».

7

.

2

.

16

ἀκολούθως δὲ κἀνταῦθα τίκτουσαν δηλοῖ τὴν ἐν ταῖς πρόσθεν προφητείαις παρθένον ὠνομασμένην καὶ προ‐ φήτιδα τὴν τὸν Ἐμμανουὴλ καὶ τὸν τῆς «μεγάλης βουλῆς ἄγγελον» ἀποτεξομένην. ἕως γὰρ τῶν ταύτης καιρῶν καὶ τοῦ ἐξ αὐτῆς ἀπο‐
5τεχθέντος καὶ τὰ τοῦ προτέρου λαοῦ συνειστήκει, δοθείσης αὐτοῖς προθεσμίας «ἕως καιροῦ τικτούσης», τοῦτ’ ἔστιν ἕως τῆς παραδόξου γενέσεως τοῦ ἐκ τῆς παρθένου τεχθέντος, μεθ’ ὃν ἤρθη μὲν αὐτῶν
ἡ βασιλεία. «οἱ» δὲ «ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν» οὗτοι ἂν εἶεν οἱ εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότες ἀπόστολοι καὶ μαθηταὶ καὶ330
10εὐαγγελισταὶ τοῦ σωτῆρος ἡμῶν, οὓς ἐπιστρέψαντας αὐτὸς ὁ κύριος ποιμαίνειν λέγεται, οὐ καθὼς τὸ πρὶν δι’ ἀγγέλων ἢ διὰ θερα‐ πόντων ἀνθρώπων, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ, ὥστε διὰ τοῦτο μεγαλυν‐ θῆναι αὐτοὺς «ἕως ἄκρου τῆς γῆς». ἐμεγαλύνθησαν γὰρ ὅτε «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς
15οἰκουμένης τὰ ῥήματ’ αὐτῶν».

7

.

2

.

17

πρόδηλον δὲ καὶ ὁποῖον μέγα «ποί‐ μνιον» καθ’ ὅλης τῆς γῆς ἐκ λογικῶν καὶ ἀνθρωπείων προβάτων τῷ κυρίῳ διὰ τῶν ἀποστόλων αὐτοῦ συνέστη· ὃ καὶ αὐτὸς ὁ κύριος δι’ ἑαυτοῦ, ποιμὴν ὁμοῦ καὶ κύριος ὢν τῆς ποίμνης, ἐπόψεσθαι καὶ
5ποιμανεῖν «ἐν ἰσχύι» λέγεται, ὥστε «ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ» πρὸς τοῦ δεσπότου καὶ ποιμένος φυλαττόμενα τὰ πρόβατα μηδέν τι παθεῖν δεινὸν πρὸς τῶν ἐφεδρευόντων αὐτοῖς ἀγρίων καὶ ἀπηνῶν θηρίων.

7

.

2

.

18

Καὶ τὰ μὲν περὶ τῆς ἐν Βηθλεὲμ καὶ τῆς ἀπὸ ταύτης προόδου τοῦ προκηρυττομένου θεοῦ τοῦτον ἔχει[ν] τὸν τρόπον. τὴν δ’ ἐξ οὐρανῶν εἰς ἀνθρώπους ἐπιδημίαν αὐτοῦ τοῦ κυρίου καὶ ποιμένος ἤδη καὶ πρότερον ἐξ αὐτοῦ τοῦ μετὰ χεῖρας προφήτου παρατέθειμαι,
5δι’ ὧν ἔλεγεν· «ἀκούσατε λαοὶ πάντες, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται κύριος ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. διότι ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τό‐ που αὐτοῦ, καὶ καταβήσεται», καὶ τὰ ἑξῆς.

7

.

2

.

19

οἷς ἐπιλέγων ἔφασκεν· «δι’ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ». σαφὲς δὲ καὶ ἀπὸ τῶν ἑξῆς τοῦ αὐτοῦ προφήτου, ὅτι μὴ μόνον διὰ τὰς ἀσεβείας τοῦ Ἰουδαίων ἔθνους τὴν ἐξ οὐρανῶν ὁ κύριος πεποίητο
5κάθοδον, ἀλλὰ καὶ διὰ τὴν σωτηρίαν καὶ κλῆσιν τῶν ἐθνῶν ἁπάν‐ των. ἐπιλέγει δ’ οὖν ἑξῆς· «καὶ ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, καὶ σπεύσουσιν ἐπ’ αὐτὸ λαοὶ πολλοί, καὶ πορεύσονται ἔθνη πολλά, καὶ ἐροῦσιν, δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου».

7

.

2

.

20

διὸ καὶ μετὰ ταῦτα τὸν πρὸ αἰώνων ἀπὸ τῆς Βηθλεὲμ ἐξελεύσεσθαι ἀνακηρύξας, οὐκέτι τοῦ Ἰσραὴλ μόνου ἀλλὰ ἀθρόως
πάντων ἀνθρώπων ἕως καὶ τῶν «ἄκρων τῆς γῆς» ἄρξειν αὐτόν φησιν. λέγει δ’ οὖν· «καὶ στήσεται καὶ ὄψεται, καὶ ποιμανεῖ τὸ ποίμνιον331
5αὐτοῦ ἐν ἰσχύϊ κύριος, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος κυρίου θεοῦ αὐτῶν ὑπάρξουσι· διότι νῦν μεγαλυνθήσονται ἕως ἄκρων τῆς γῆς, καὶ ἔσται αὕτη εἰρήνη».

7

.

2

.

21

τίνι δὲ «ἔσται αὕτη εἰρήνη» ἀλλ’ ἢ τῇ γῇ, ἐν ᾗ «μεγαλυνθήσονται» τὰ ποίμνια τοῦ κυρίου; καὶ τοῦτο δὲ ὁποίου τέλους ἔτυχεν μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρου‐ σίαν, παντί τῳ πρόδηλον.

7

.

2

.

22

πολλῆς γὰρ οὔσης πρὸ τούτου πολυαρ‐ χίας καὶ τῶν ἐθνῶν ἁπάντων τυραννουμένων ἢ δημοκρατουμένων, ὡς μηδεμίαν πρὸς ἀλλήλους ἐπιμιξίαν τοὺς ἀνθρώπους ἔχειν, ἰδίως δέ, φέρε εἰπεῖν, Αἰγυπτίων ὑπὸ οἰκείῳ ἄρχοντι βασιλευομένων, καὶ
5Ἀράβων ὡσαύτως καὶ Ἰδουμαίων Φοινίκων τε καὶ Σύρων καὶ τῶν ἄλλων ἐθνῶν, ἐπανισταμένων τε ἐθνῶν ἔθνεσιν καὶ πόλεων πόλεσιν, πολιορκιῶν τε μυρίων καὶ αἰχμαλωσιῶν κατὰ πάντα τόπον τε καὶ χώραν ἐπιτελουμένων, ἐπειδὴ παρῆν ὁ σωτὴρ καὶ κύριος, ὁμοῦ τῇ εἰς ἀνθρώπους αὐτοῦ παρόδῳ πρώτου τε Ῥωμαίων Αὐγούστου τῶν
10ἐθνῶν ἐπικρατήσαντος λέλυτο μὲν ἡ πλείστη πολυαρχία, εἰρήνη δὲ διελάμβανε τὴν σύμπασαν γῆν τῇ μετὰ χεῖρας ἀκολούθως προρρήσει, διαρρήδην φησάσῃ περὶ τῶν τοῦ Χριστοῦ μαθητῶν· «διότι νῦν με‐ γαλυνθήσονται ἕως ἄκρου τῆς γῆς, καὶ ἔσται αὕτη εἰρήνη».

7

.

2

.

23

ᾧ συνᾴδει τὸ ἐν ψαλμοῖς φάσκον περὶ τοῦ Χριστοῦ λόγιον· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης», δι’ ὅ μοι δοκεῖ «ἄρχων εἰρήνης» ἐν τῇ πρὸ ταύτης παρατεθείσῃ προφητείᾳ ὠνο‐
5μάσθαι. ἐπίστησόν γε μήν, τίνα τρόπον ὁ μετὰ χεῖρας προφήτης καὶ ἐξελεύσεσθαι μὲν ἐξ οὐρανῶν τὸν κύριον ἀρχόμενος ἔφησεν, οὐ πρότερον δὲ ποιμανεῖν τοὺς ἀνθρώπους ἢ γεννηθῆναι τὸν θεσπιζό‐ μενον ἐν τῇ Βηθλεέμ.

7

.

2

.

24

ὅπως δὲ ταῦτα ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐπεραιοῦτο, ἐμαρτύρησεν ὁ εὐαγγελιστὴς δι’ ὧν προεξεθέμην αὐτοῦ φωνῶν. ποιμὴν δὲ καὶ «ἡγούμενος» ὁ Χριστὸς ἀναδειχθήσεσθαι τοῦ Ἰσραὴλ εἴρηται, συνήθως τῆς ἱερᾶς γραφῆς τὸν ἀληθῆ Ἰσραὴλ
5κατὰ διάνοιαν πάντα τὸν διορατικὸν καὶ ἀρεστῶς θεῷ βιοῦντα ἐπο‐ νομαζούσης, ὡς ἔμπαλιν τοὺς ἐκ περιτομῆς, ὁπόθ’ ἁμαρτάνοιεν. Χαναναίους καὶ «σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα» ἄρχοντάς τε Σοδό‐ μων καὶ λαὸν Γομόρρας ἐμφερῶς αὐτῶν τοῖς τρόποις ἀποκαλούσης.

7

.

2

.

25

ἄλλως δὲ πρὸς λέξιν ἡ πᾶσα τοῦ σωτῆρος ἡμῶν διατριβὴ παρὰ τῷ Ἰουδαίων ἔθνει γέγονεν, καὶ πολλῶν γε τοῦ Ἰσραὴλ ἡγήσατο, ὅσοι
δὴ ἔγνωσαν αὐτὸν καὶ εἰς αὐτὸν πεπιστεύκασιν τῶν ἐκ περιτομῆς.332

7

.

2

.

26

Καὶ τὸ μὲν τῆς ἐκτεθείσης προρρήσεως τοιαύτην εἴληφεν τὴν ἔκβασιν· τὰ δὲ ἑξῆς ἀφ’ ἑτέρας ἀναγνωστέον ἀρχῆς, οὕτως ἔχοντα· «Ἀσσύριος ὅταν ἐπέλθῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὴν χώραν ὑμῶν, καὶ ἐπεγερθήσονται ἐπ’ αὐτὸν ἑπτὰ ποιμένες, καὶ ὀκτὼ
5δήγματα ἀνθρώπων», καὶ τὰ τούτοις ἀκόλουθα, ἃ καὶ ὁποίας ἔχεται διανοίας, οὐ τοῦ παρόντος τυγχάνει διηγήσασθαι καιροῦ.

7

.

2

.

27

εἴποι δ’ ἄν τις μετὰ τὴν Ἀσσυρίων εἰς τὴν Ἰουδαίαν ἐπιδημίαν, καθ’ ἣν εἷλον τὸ Ἰουδαίων ἔθνος, τοσαύτας ἐπαναστάσεις κατ’ αὐτῶν γεγονέναι, ὅσαι δηλοῦνται διὰ τῶν ἑπτὰ ποιμένων καὶ διὰ τῶν ὀκτὼ δηγμά‐
5των (ταῦτα δὲ δύνασθαι εἰδέναι τοὺς τὰ Ἀσσυρίων ἱστορηκότας), ὧν ἐπὶ τέλει τὸν ἐκ τῆς Βηθλεὲμ προφητευόμενον γεγονέναι, μετὰ τοὺς ἑπτὰ δηλαδὴ ποιμένας καὶ τὰ ὀκτὼ δήγματα, τοῖς Ἀσσυρίοις συμ‐ βάντα ἐν ὑστέροις χρόνοις τῆς εἰς τὴν Ἰουδαίαν αὐτῶν ἐφόδου. ταῦτα δὲ πλείστης ἐρεύνης δεόμενα οὐ νῦν πολυπραγμονεῖν καιρός.

7

.

2

.

28

〈εʹ.〉 Ἀπὸ Ψαλμοῦ ρλαʹ. «Μνήσθητι, κύριε, τοῦ Δαβὶδ καὶ πά‐ σης τῆς πραΰτητος αὐτοῦ· ὡς ὤμοσεν τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ἰα‐ κώβ, εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφά‐
5ροις μου νυσταγμόν, ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ. ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσ‐ κυνήσωμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ»,

7

.

2

.

29

εἶθ’ ἑξῆς ἐπιλέγει· «ἕνεκεν Δαβὶδ τοῦ δούλου σου, μὴ ἀποστρέφῃς τὸ πρόσω‐ πον τοῦ χριστοῦ σου. ὤμοσεν κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτόν. ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον
5σου»,

7

.

2

.

30

καὶ ἐπιφέρει τούτοις λέγων· «ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύ‐ νην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου».

7

.

2

.

31

Συνᾴδει τῇ πρὸ ταύτης καὶ ἡ παροῦσα προφητεία, ἐκ Βηθλεὲμ τὸν προκηρυττόμενον θεὸν προελεύσεσθαι σημαίνουσα. τοῦτο δ’ οὖν αὐτὸ καὶ ὁ Δαβὶδ πρότερον μὲν ἀγνοῶν εὔχεται παρὰ τοῦ θεοῦ μαθεῖν, εἶτ’ εὐξάμενος παιδεύεται.

7

.

2

.

32

ἐπειδὴ γὰρ τετύχηκε χρησμοῦ τοῦ πρὸς αὐτὸν ἐν τῷ ψαλμῷ φήσαντος «ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου», καὶ αὖθις «ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου», εἰκότως προσπίπτει τῷ θεῷ,
333
5καὶ προσπεσὼν ἐπ’ ἐδάφους ποτνιᾶται, ἐπὶ πλέον δὲ τῇ προσευχῇ προσκαρτερῶν ὄμνυσιν τῷ θεῷ, μὴ πρότερον εἰσελεύσεσθαι «εἰς σκή‐ νωμα οἴκου» αὐτοῦ, μηδὲ δώσειν «τοῖς ὀφθαλμοῖς» αὐτοῦ «ὕπνον» καὶ «τοῖς βλεφάροις» αὐτοῦ «νυσταγμόν», μηδὲ ἀναβήσεσθαι «ἐπὶ κλίνης στρωμνῆς» αὐτοῦ, κεῖσθαι δὲ χαμαὶ προσκυνοῦντα καὶ ποτνιώμενον,
10ἔστ’ ἂν εὕρῃ «τόπον τῷ κυρίῳ, καὶ σκήνωμα τῷ θεῷ Ἰακώβ», τοῦτ’ ἔστιν ἕως ἂν μάθῃ, τοῦ κυρίου φανερώσαντος αὐτῷ, τὴν γένεσιν τοῦ Χριστοῦ.

7

.

2

.

33

εὐξάμενος δὲ καὶ τοιαῦτα γνῶναι ποθήσας, οὐκ εἰς μακρὸν τῷ θείῳ πνεύματι τὰ μέλλοντα ἔσεσθαι θεωρεῖ, τοῦ θεοῦ τοῖς οἰκείοις ἐπαγγειλαμένου ἔτι λαλούντων ἐπακούσεσθαι.

7

.

2

.

34

ἐπα‐ κουσθεὶς δῆτα καταξιοῦται χρησμοῦ τὴν Βηθλεὲμ ἐπιφωνοῦντος αὐτῷ, ὡς ἂν ἐνθάδε τοῦ τόπου τοῦ κυρίου καὶ τοῦ σκηνώματος τοῦ θεοῦ Ἰακὼβ συστησομένου. ταῦτα τοιγαροῦν τοῦ θείου πνεύματος
5ἐν αὐτῷ θεσπίσαντος, αὐτὸς αὐτοῦ ἐπακούσας ἐπιλέγει· «ἰδοὺ ἠκού‐ σαμεν αὐτὴν ἐν Ἐφραθά». —

7

.

2

.

35

Ἐφραθὰ δὲ ἡ αὐτή ἐστιν τῇ Βηθλεέμ, ὡς δῆλόν ἐστιν ἀπὸ τῆς. Γενέσεως, ἔνθα περὶ τῆς Ῥαχὴλ εἴρηται, ὅτι ἔθαψαν αὐτὴν ἐν τῷ ἱπποδρόμῳ «Ἐφραθά, αὕτη ἐστὶ Βηθλεέμ».

7

.

2

.

36

καὶ ἡ πρὸ ταύτης δὲ περιεῖχεν προφητεία· «καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά». —«ἰδού», φησίν, «ἠκούσαμεν αὐτήν», δῆλον δ’ ὅτι τὴν τοῦ Χριστοῦ γένεσιν καὶ τὴν τοῦ θεοῦ Ἰακὼβ κατασκήνωσιν. ποῖον δ’ ἂν εἴη τὸ σκήνωμα τοῦ θεοῦ Ἰακὼβ ἢ τὸ σῶμα τοῦ Χριστοῦ τὸ
5ἐν τῷ τόπῳ τῆς Βηθλεὲμ γεγεννημένον, ἐν ᾧ ὡς ἐν σκηνώματι ἡ θεότης τοῦ μονογενοῦς κατεσκήνωσεν; οὐχ ἁπλῶς δὲ θεοῦ, ἀλλὰ μετὰ προσθήκης τῆς «τοῦ θεοῦ Ἰακὼβ» λέγεται τὸ σκήνωμα εἶναι, διὰ τὸ μὴ ἄλλον εἶναι τὸ σκηνῶσαν ἐν αὐτῷ ἢ τὸν τῷ Ἰακὼβ ἐν ἀνθρώπου εἴδει καὶ σχήματι ὀφθέντα θεόν, δι’ ὃν καὶ τῆς ἐπὶ τῷ
10Ἰσραὴλ προσωνυμίας ἠξιώθη, «ὁρῶν θεὸν» (τοῦτο γὰρ ἑρμηνεύεται τὸ ὄνομα) προσαγορευθείς· οὐκ ἄλλον δὲ ὄντα τοῦ θεοῦ λόγου τὸν τῷ
Ἰακὼβ ὀφθέντα ἐν τοῖς πρώτοις τῆς μετὰ χεῖρας ὑποθέσεως παρε‐ στήσαμεν.334

7

.

2

.

37

ἐδείχθη τοιγαροῦν τῷ Δαβίδ, εὐξαμένῳ καὶ ποθήσαντι τοῦ κυρίου καὶ θεοῦ Ἰακὼβ τὸν τόπον καὶ τὸ σκήνωμα, ὁ ἐπὶ τῆς Βηθλεὲμ τόπος. διόπερ εἰπὼν «ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά», ἐπιφέρει λέγων· «προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες
5αὐτοῦ».

7

.

2

.

38

σαφῶς τοιγαροῦν καὶ ἐν τούτοις ἐν τῇ Ἐφραθά, ἥτις ἐστὶν ἡ Βηθλεέμ, αὐτὸς ὁ κύριος καὶ θεὸς Ἰακὼβ τόπον ἑαυτῷ καὶ σκήνωμα συστήσεσθαι προεφητεύετο, ὁμοφώνως τῇ τοῦ Μιχαίου προ‐ φητείᾳ φησάσῃ· «καὶ σύ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά, ἐκ σοῦ μοι ἐξε‐
5λεύσεται ἡγούμενος, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶ‐ νος»· ἅπερ ἀρτίως ἐξετάσαντες ἐδείκνυμεν ἀναφέρεσθαι οὐδ’ ἐφ’ ἕτερον ἢ ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χρι‐ στὸν τοῦ θεοῦ, ἐν Βηθλεὲμ ταῖς προρρήσεσιν ἀκολούθως γεγεννημέ‐ νον.

7

.

2

.

39

οὐκ ἂν γοῦν ἄλλον τις ἐπιδείξειεν ἐκ ταύτης ἐνδόξως μετὰ τοὺς τῆς προφητείας χρόνους προελθόντα· οὔτε γὰρ βασιλεὺς οὔτε προφήτης οὐδ’ ἕτερός τις τῶν παρ’ Ἑβραίοις θεοφιλῶν ἢ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν ὁ Χριστὸς τοῦ θεοῦ ὁμοῦ καὶ «ἐκ σπέρ‐
5ματος Δαβὶδ» καὶ αὐτόθι γεγεννημένος ἀποδείκνυται.

7

.

2

.

40

Ὥρα τοιγαροῦν αὐτὸν ἐκεῖνον εἶναι καὶ οὐδὲ ἄλλον τὸν καὶ ἐν τούτοις προφητευόμενον ὁμολογεῖν, ὅτι γε σαφῶς ἐν τοῖς ἑξῆς ὁ αὐτὸς ψαλμὸς ὀνομαστὶ τὸν Χριστὸν προσαγορεύων τοῦτο παρίστη‐ σιν δι’ ὧν φησιν· «ἕνεκεν Δαβὶδ τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ
5πρόσωπον τοῦ χριστοῦ σου», καὶ πάλιν· «ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου»

7

.

2

.

41

ποῦ δέ φησιν «ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ» ἢ ἐν τῇ Βηθλεὲμ τῇ Ἐφραθά; ἐντεῦ‐ θεν γοῦν τὸ κέρας τοῦ Δαβίδ, ὁ Χριστός, τὸ κατὰ σάρκα, οἷόν τι μέγα φῶς ἐξανέτειλεν, ἐνταῦθά τε προητοίμαστο ὑπὸ τοῦ θεοῦ τῶν ὅλων
5ὁ τοῦ Χριστοῦ λύχνος.

7

.

2

.

42

εἴη δ’ ἂν λύχνος αὐτοῦ, οἷα νοεροῦ φωτός, τὸ ἀνθρώπειον σκῆνος, δι’ οὗ δίκην ὀστρακίνου σκεύους, ὥσπερ διὰ λύχνου, τὰς τοῦ ἰδίου φωτὸς ἀκτῖνας πᾶσι τοῖς ἐν ἀγνοίᾳ θεοῦ καὶ σκότῳ βαθεῖ πιεζομένοις ἐξέλαμψεν.

7

.

2

.

43

ἀλλὰ γὰρ καὶ ἐν τούτοις ἀποδεδεῖχθαι σαφῶς ἡγοῦμαι θεὸν Ἰακώβ, ἀπ’ ἀρχῆς καὶ «ἐξ ἡμερῶν» τυγχάνοντα «αἰῶνος», ἀνθρώποις ἐπιδημήσειν, καὶ γεννηθήσεσθαι οὐκ ἀλλαχόθι γῆς ἀλλ’ 〈ἢ〉 ἐν τῷ κατὰ Βηθλεὲμ τόπῳ, πρὸς τοῖς Ἱερο‐
5σολύμοις εἰσέτι καὶ νῦν ἐπιδεικνυμένῳ χωρίῳ, ἔνθα οὐδ’ ἄλλος μετὰ τοὺς τῶν προφητῶν χρόνους ἐπιφανὴς καὶ εἰς πάντας ἀνθρώπους ἐπίδοξος ἢ μόνος Ἰησοῦς ὁ Χριστὸς πρὸς τῶν ἐπιχωρίων ἁπάντων ἀκολούθως ταῖς εὐαγγελικαῖς φωναῖς γεγονὼς μαρτυρεῖται.335

7

.

2

.

44

ἑρμη‐ νεύεται δὲ ἡ Βηθλεὲμ «οἶκος ἄρτου», φερώνυμος οὖσα τοῦ προελ‐ θόντος ἐξ αὐτῆς σωτῆρος ἡμῶν, ὄντος θεοῦ λόγου ψυχῶν λογικῶν θρεπτικοῦ, ὃ καὶ παρίστησιν αὐτὸς λέγων· «ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ
5τοῦ οὐρανοῦ καταβάς».

7

.

2

.

45

ἀλλ’ ἐπειδὴ καὶ τοῦ Δαβὶδ γέγονεν αὕτη πατρίς, εἰκότως καὶ ὁ «κατὰ σάρκα» γενόμενος υἱὸς Δαβὶδ τὴν πρόοδον ἐξ αὐτῆς ἐποιήσατο, ἀκολούθως ταῖς προφητικαῖς προρρήσεσιν, ὥστε οὐκ ἄδηλον εἶναι καὶ τὴν αἰτίαν δι’ ἣν πατρίδα τὴν Βηθλεὲμ ἐπε‐
5γράψατο.

7

.

2

.

46

Ἀλλὰ καὶ ἐν Ναζάροις ἀνατραφεὶς λέγεται καὶ πάλιν «Ναζω‐ ραῖος» κληθήσεσθαι. ἰστέον οὖν ὅτι καὶ τὸ ναζιραῖον ὄνομα ἑβραϊκὸν τυγχάνει ἐν Λευιτικῷ ἐπὶ τοῦ χρίσματος τοῦ παρ’ αὐτοῖς χριστοῦ (ἦν δὲ οὗτος ὁ ἄρχων κατ’ εἰκόνα τοῦ μεγάλου καὶ ἀληθῶς ἀρχιε‐
5ρέως τοῦ Χριστοῦ τοῦ θεοῦ, σκιώδη τινὰ καὶ τυπικὸν Χριστὸν ἐπι‐ φερόμενος)·

7

.

2

.

47

ἐν οἷς γοῦν εἴρηται κατὰ τοὺς ἑβδομήκοντα περὶ τοῦ ἀρχιερέως· «καὶ οὐ βεβηλώσει τὸν ἡγιασμένον τοῦ θεοῦ αὐτοῦ, ὅτι τὸ ἅγιον ἔλαιον χριστὸν τοῦ θεοῦ αὐτοῦ», τὸ μὲν Ἑβραϊκὸν «ὅτι ναζὲρ ἔλαιον» περιέχει, ὁ δὲ Ἀκύλας· «ὅτι ἀφόρισμα ἔλαιον ἀλ〈ε〉ίμ‐
5ματος θεοῦ αὐτοῦ ἐπ’ αὐτῷ», ὁ δὲ Σύμμαχος· «ὅτι ἄθικτον ἔλαιον τοῦ χρίσματος τοῦ θεοῦ αὐτοῦ ἐπ’ αὐτῷ», ὁ δὲ Θεοδοτίων· «ὅτι τὸ ναζὲρ ἔλαιον τὸ[ν] χριστὸν παρὰ θεοῦ αὐτοῦ ἐπ’ αὐτῷ»,

7

.

2

.

48

ὥστε εἶναι τὸ ναζὲρ κατὰ μὲν τοὺς ἑβδομήκοντα «ἅγιον», κατὰ δὲ τὸν Ἀκύλαν «ἀφόρισμα», κατὰ δὲ τὸν Σύμμαχον «ἄθικτον», ὥστε ἐκ τού‐ του τὸ ναζιραῖον ὄνομα σημαίνειν ἤτοι τὸν ἅγιον ἢ τὸν ἀφωρισμέ‐
5νον ἢ τὸν ἄθικτον. ἀλλ’ οἱ μὲν πάλαι ἱερεῖς δι’ ἐλαίου σκευαστοῦ, τοῦ παρὰ Μωσεῖ ναζὲρ καλουμένου, χριόμενοι, παραγώγως ἀπὸ τοῦ ναζὲρ ἐκαλοῦντο ναζιραῖοι.

7

.

2

.

49

ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν κατὰ φύσιν ἔχων τὸ ἅγιον καὶ τὸ ἄθικτον καὶ τὸ ἀφωρισμένον, οὐ δεό‐ μενός τε χρίσματος ἀνθρωπίνου, ὅμως τῆς τοῦ ναζιραίου προση‐ γορίας παρ’ ἀνθρώποις ἔτυχεν, οὐκ ἀπὸ τοῦ καλουμένου ναζὲρ
5ἐλαίου ναζιραῖος γεγονώς, ἀλλ’ ὢν μὲν τῇ φύσει τοιοῦτος, κληθεὶς δὲ καὶ παρ’ ἀνθρώποις Ναζιραῖος ἀπὸ τῆς Ναζαρέθ, ἔνθα παρὰ τοῖς κατὰ σάρκα γονεῦσι τὴν ἐν παισὶν ἀνατροφὴν ἔσχηκεν.

7

.

2

.

50

διὸ λέλεκται
παρὰ τῷ Ματθαίῳ· «χρηματισθεὶς δὲ κατ’ ὄναρ» (δῆλον δ’ ὅτι ὁ Ἰωσήφ), ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρά· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν336
5προφητῶν, ὅτι Ναζωραῖος κληθήσεται».

7

.

2

.

51

ἔδει μὲν γὰρ αὐτόν, ἐξ ἅπαντος φύσει καὶ ἀληθείᾳ ναζιραῖον ὄντα, τοῦτ’ ἔστιν ἅγιον καὶ ἄθικτον καὶ ἀφωρισμένον ἐξ ἀνθρώπων, κληθῆναι ταύτῃ τῇ προση‐ γορίᾳ· ἀλλ’ ἐπεὶ μὴ ἐκ τοῦ ναζὲρ ἐλαίου ταύτης ἔτυχεν τῆς προση‐
5γορίας, μὴ δεηθεὶς ἀνθρωπίνου χρίσματος, ἐκ τοῦ τόπου τῆς Ναζαρὲθ τὴν ἐπωνυμίαν ἐκτήσατο.

7

.

2

.

52

Τούτων οὕτως ἀποδεδειγμένων, καιρὸς ἐπισκέψασθαι, καὶ ἐξ ὁποίου γένους ἐξ ὁποίας τε Ἑβραίων· φυλῆς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν, ὁ Χριστὸς τοῦ θεοῦ, προελεύσεσθαι ἐκηρύττετο. πρώτας δὲ τὰς εὐαγγελικὰς καὶ περὶ τούτου παραθήσομαι λέξεις, εἶθ’ ὥσπερ
5ἁρμονίους σφραγῖδας τὰς προφητικὰς αὐταῖς ἐπιθήσω μαρτυρίας. ὁ μὲν οὖν Ματθαῖος ὧδε τὸν Χριστὸν κατὰ σάρκα γενεαλογεῖ· «βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβίδ, υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν», καὶ τὰ ἑξῆς.

7

.

2

.

53

συνᾴδει δὲ αὐτῷ καὶ ὁ ἀπόστολος, λέγων ἀφωρίσθαι «εἰς εὐαγγέλιον θεοῦ ὃ προεπηγγείλατο διὰ τῶν προφη‐ τῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα». γένοιντο δ’ ἂν σύμφωνα ταῦτα
5ταῖς οὕτως ἐχούσαις προρρήσεσιν.

7

.

3

.

1

〈ϛʹ.〉 Ἀπὸ τῆς δευτέρας τῶν Παραλειπομένων. Ὁ κύριος διὰ Νάθαν τοῦ προφήτου ταῦτα τῷ Δαβὶδ θεσπίζει ἐν δευτέρᾳ Παρα‐ λειπομένων· «καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς
5ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ· αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα. ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.»

7

.

3

.

2

Καὶ ἐν ὀγδόῳ δὲ καὶ ὀγδοηκοστῷ ψαλμῷ περὶ τοῦ αὐτοῦ, ὡς περὶ Δαβίδ, τάδε εἴρηται· «αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ, θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου, κἀγὼ πρωτότοκον θή‐
σομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. εἰς τὸν αἰῶνα337
5φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ»,

7

.

3

.

3

καὶ αὖθις· «ὤμοσα Δαβὶδ τῷ δούλῳ μου, ἕως αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου»,

7

.

3

.

4

καὶ πάλιν· «ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι· τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα»,

7

.

3

.

5

καὶ αὖθις· «καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ». ὅμοια δ’ ἂν εἴη τού‐ τοις καὶ τὰ δι’ ὧν εἴρηται· «ὤμοσεν κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτόν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν
5θρόνον σου».

7

.

3

.

6

Σολομῶν παῖς μὲν ὢν τοῦ Δαβὶδ καὶ τῆς βασιλείας διάδοχος πέφηνεν ὁμολογουμένως, οὗτος δὲ καὶ τὸν ἐν Ἱεροσολύμοις νεὼν τῷ θεῷ πρῶτος ἐδείματο, καὶ τοῦτον εἰκὸς ὑπολήψεσθαι τοὺς ἐκ περι‐ τομῆς τὸν προφητευόμενον εἶναι. οὓς ἐπιστῆσαι καλόν, εἰ οἷοί τε
5εἶεν ἐπὶ Σολομῶνα ἀνάγειν τὸν χρησμὸν φάσκοντα· «καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα», καὶ αὖθις μεθ’ ὅρκου διατάσεως ὀμωμοκέναι τὸν θεὸν ἐν τῷ ἁγίῳ αὐτοῦ, ὡς ἄρα ἔσται ὁ θρόνος τοῦ προφητευομένου ὡς ὁ ἥλιος καὶ αἱ ἡμέραι τοῦ οὐρανοῦ.

7

.

3

.

7

εἰ γὰρ δή 〈τισ〉 τοὺς χρόνους ἐξετάσειεν τῆς τοῦ Σολομῶνος βασιλείας, τεσ‐ σαράκοντα ἔτη, οὐ πλείονα, εὑρήσει· εἰ δὲ καὶ τῶν διαδόχων αὐτοῦ συνάξοι, οὐδὲ ἐφ’ ὅλοις πεντακοσίοις ἔτεσιν εὕροι ἂν τοὺς πάντας
5διαγενομένους.

7

.

3

.

8

ἀλλ’ ἔστω τοὺς αὐτοὺς καὶ μέχρι τῆς ὑστάτης ὑπὸ Ῥωμαίων πολιορκίας τοῦ Ἰουδαίων ἔθνους διαρκέσαι νομίζεσθαι· τί οὖν τοῦτο πρὸς τὴν προφητείαν, «εἰς τὸν αἰῶνα» καὶ «ὡς τὸν ἥλιον» καὶ «ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ» διαμενεῖν τὸν θρόνον αὐτοῦ θε‐
5σπίζουσαν; τὸ δὲ «καὶ ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱὸν» πῶς ἂν τῷ Σολομῶνι ἁρμόσειεν, ὅτε διαρρήδην ἡ κατ’ αὐτὸν ἱστορία ἀλλότρια καὶ ἀπῳκισμένα τῆς τοῦ θεοῦ εἰσποιήσεως περὶ αὐτοῦ διδάσκει;

7

.

3

.

9

ἄκουε δ’ οὖν οἵαν κατηγορίαν αὐτοῦ κατα‐ λέγει· «καὶ Σολομῶν ἦν φιλογύναιος, καὶ ἔλαβεν γυναῖκας ἀλλοτρίας πολλάς, καὶ τὴν θυγατέρα Φαραώ, Μωαβίτιδας, Ἀμμανίτιδας, καὶ Ἰδουμαίας, Σύρας, Χετταίας καὶ Ἀμορραίας, ἐκ τῶν ἐθνῶν, ὧν ἀπεῖ‐
5πεν κύριος ὁ θεὸς τοῖς υἱοῖς Ἰσραὴλ οὐκ εἰσελεύσεσθαι εἰς αὐτάς»,338

7

.

3

.

10

καὶ ἐπιφέρει τούτοις· «καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ εὐθεῖα μετὰ κυρίου τοῦ θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐπορεύθη Σολομῶν ὀπίσω τῆς Ἀστάρτης, βδελύγματος Σιδωνίων, καὶ ὀπίσω τοῦ βασιλέως αὐτῶν, εἰδώλου υἱῶν Ἀμμών· καὶ ἐποίησεν
5Σολομῶν τὸ πονηρὸν ἐνώπιον κυρίου»,

7

.

3

.

11

καὶ αὖθις ἑξῆς ἐπάγει· «καὶ ἤγειρεν κύριος σατὰν τῷ Σολομῶνι τὸν Ἄδερ τὸν Ἰδουμαῖον». τὸν δὲ ἐπὶ τοσούτοις καὶ τοιούτοις διαβεβλημένον τίς ἂν αἱρεῖ λόγος πατέρα τὸν θεὸν τολμᾶν ἐπιγράφεσθαι, καὶ τὸν ἐπὶ πάντων θεὸν
5υἱὸν ἑαυτοῦ πρωτότοκον ἀναγορεύειν αὐτόν; πῶς δὲ ταῦτα τοτὲ μὲν ὡς περὶ αὐτοῦ λέγεται τοῦ Δαβίδ, τοτὲ δὲ ὡς περὶ σπέρματος αὐτοῦ; Ἀλλ’ οὐδὲ τῷ Δαβὶδ ἐφαρμόζοι ἄν, ὡς ἐπιστήσαντί σοι δῆλον ἔσται.

7

.

3

.

12

οὐκοῦν τὸν ἐκ σπέρματος Δαβὶδ ἀναστήσεσθαι ἐν τούτοις δηλού‐ μενον ἕτερον ζητητέον. ἀλλ’ οὐδεὶς ἄλλος τοιοῦτος ἐξ αὐτοῦ γεγονὼς ἱστορεῖται, ἢ ὅτι γε εἷς ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χρι‐ στὸς τοῦ θεοῦ, ὃς μόνος τῶν πώποτε ἐκ σπέρματος Δαβὶδ βεβασιλευ‐
5κότων καθ’ ὅλης ἀνηγόρευται τῆς οἰκουμένης υἱὸς Δαβὶδ κατὰ τὴν ἔνσαρκον αὐτοῦ γένεσιν ὁμολογουμένως, καὶ τούτου γε μένει καὶ δια‐ μενεῖ ἡ βασιλεία, εἰς τὸν ἄπειρον αἰῶνα παρατείνουσα, καίτοι μυρία μὲν ἐπιβεβουλευμένη, θείᾳ δὲ καὶ ὑπὲρ ἄνθρωπον δυνάμει τὸ ἔνθεον καὶ ἀήττητον τῇ περὶ αὐτοῦ προφητείᾳ ἀκολούθως ἐπιδεικνυμένη.

7

.

3

.

13

εἰ δὲ ὀμνύντα τὸν θεὸν ἀκούεις κατὰ τοῦ ἁγίου αὐτοῦ, ὡς πατρὸς ἄκουε ὀμνύντος κατὰ τοῦ θεοῦ λόγου τοῦ πάντων αἰώνων προϋφ‐ εστῶτος ἁγίου καὶ μονογενοῦς αὐτοῦ παιδός, ὃν ποικίλως ἐθεολόγησαν αἱ πρόσθεν ἡμῖν παρατεθεῖσαι φωναί, καθ’ οὗ ὄμνυσιν ὁ θεὸς καὶ
5πατὴρ αὐτοῦ, ὡς κατὰ ἠγαπημένου, τὸν ἐκ σπέρματος Δαβὶδ 〈εἰσ〉 τὸν ἄπειρον αἰῶνα δοξάσειν· ὃ καὶ γέγονεν ὅτε ὁ λόγος, σὰρξ γενό‐ μενος, τὸν ἐκ σπέρματος Δαβὶδ ἀνείληφέν τε καὶ ἐθεοποίησεν. διὸ καὶ υἱὸν αὐτὸν ἀναγορεύει λέγων· «ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν»,

7

.

3

.

14

καὶ πάλιν· «κἀγὼ πρωτότοκον θήσομαι αὐτόν». σαφῶς τοιγαροῦν ἐκ τούτων ὁ υἱὸς τοῦ θεοῦ ὁ πρωτότο‐ κος ἐκ σπέρματος ἔσεσθαι Δαβὶδ ἀνείρηται, ὥστε ἕνα καὶ τὸν αὐ‐ τὸν εἶναι τὸν υἱὸν τοῦ Δαβὶδ τῷ θεοῦ υἱῷ καὶ τὸν υἱὸν τοῦ θεοῦ
339
5τῷ υἱῷ Δαβίδ. δι’ ὧν ἐναργῶς ὁ «πρωτότοκος πάσης κτίσεως», αὐτὸς ὁ υἱὸς τοῦ θεοῦ, υἱὸς ἀνθρώπου γενήσεσθαι προεφητεύετο.

7

.

3

.

15

καὶ τοῦτο δὲ τὸ λόγιον ἡ τοῦ εὐαγγελίου γραφὴ ἐπισφραγίζεται, δι’ ὧν φησιν, ἐπιστάντα τὸν Γαβριὴλ τῇ ἁγίᾳ παρθένῳ φάναι περὶ τοῦ σωτῆρος ἡμῶν· «οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ,
5καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασι‐ λείας αὐτοῦ οὐκ ἔσται τέλος».

7

.

3

.

16

καὶ μετὰ βραχέα δὲ ἐν τῷ αὐτῷ εὐαγγελίῳ Ζαχαρίας ὁ τοῦ Ἰωάννου πατὴρ τάδε περὶ τοῦ Χριστοῦ θεσπίζει· «εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν
5ἐν οἴκῳ Δαβὶδ τοῦ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπ’ αἰῶνος αὐτοῦ προφητῶν».

7

.

3

.

17

ἀλλ’ ὅτι μὲν τὸν ἐπηγγελ‐ μένον τῷ Δαβὶδ αἰώνιον θρόνον ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ καὶ οὐδὲ ἄλλος ἀνθρώπων ἀπείληφεν, ἱκαναὶ πι‐ στώσασθαι αἱ προπαρατεθεῖσαι μαρτυρίαι, ἥ τε τοῦ Γαβριὴλ καὶ ἡ
5τοῦ Ζαχαρίου, δι’ ὧν καὶ συνίσταται «ἐκ σπέρματος» γεγονὼς «Δαβὶδ κατὰ σάρκα».

7

.

3

.

18

τίνι δὲ λόγῳ τὸν Ἰωσὴφ γενεαλογοῦσιν οἱ ἱεροὶ εὐ‐ αγγελισταί, καίπερ μὴ ὄντος τοῦ σωτῆρος ἡμῶν ἐξ αὐτοῦ, ἀλλ’ ἐξ ἁγίου πνεύματος καὶ τῆς ἁγίας παρθένου, ὅπως τε καὶ αὕτη ἡ τοῦ κυρίου μήτηρ ἀπὸ γένους καὶ σπέρματος ἀποδείκνυται εἶναι Δαβίδ,
5ἐν τῷ πρώτῳ τῶν εἰς τὴν γενεαλογίαν τοῦ σωτῆρος ἡμῶν ζητημά‐ των καὶ λύσεων διειληφότες, ἐπ’ ἐκεῖνα τοὺς φιλομαθεῖς ἀναπέμπο‐ μεν, ἐφ’ ἑτέραν ἡμᾶς ὑπόθεσιν κατεπείγοντος τοῦ παρόντος καιροῦ. 〈ζʹ.〉 Ἀπὸ Ψαλμοῦ οαʹ. «Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως»,

7

.

3

.

19

καὶ ἑξῆς ἐπιλέγει· «καὶ συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης γενεᾶς γενεῶν. καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ
τὴν γῆν. ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος340
5εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. καὶ κατακυριεύσει ἀπὸ θα‐ λάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμέ‐ νης»,

7

.

3

.

20

καὶ μετὰ βραχέα φησίν· «ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ. ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶ‐ νας, πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ· καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν».

7

.

3

.

21

Ἐπειδὴ 〈ἐπι〉γέγραπται «εἰς Σολομῶνα» ὁ ψαλμός, ὁ πρῶτος τοῦ ψαλμοῦ στίχος εἰς αὐτὸν 〈ἂν〉 ἀναφέροιτο, τὰ δὲ ἑπόμενα πάντα εἰς τὸν υἱὸν Σολομῶνος, οὐ τὸν Ῥοβοάμ, ὃς μετ’ αὐτὸν ἐβασίλευσεν τοῦ Ἰσραήλ, ἀλλὰ τὸν «ἐκ σπέρματος» αὐτοῦ «κατὰ σάρκα» γενόμενον, τὸν
5Χριστὸν τοῦ θεοῦ.

7

.

3

.

22

ὅτι γὰρ οὐκ ἐπὶ τὸν Σολομῶνα οὐδὲ ἐπὶ τὸν τούτου διάδοχον ἀναφέρειν δυνατὸν τὰ ἐν τῷ ψαλμῷ διὰ τὰ περὶ αὐτοῦ δεδηλωμένα, πᾶς ὁ μὴ ἀνεπιστήμων τῶν θείων ὁμολογήσει γραφῶν. ἀλλὰ καὶ πῶς οἷόν τε ἐπὶ Σολομῶνα ἢ ἐπὶ τὸν τούτου
5υἱὸν Ῥοβοὰμ ἐκλαμβάνειν τὰ ἐμφερόμενα δι’ ὅλου τοῦ ψαλμοῦ, οἷον τὸ «κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης», καὶ τὸ «συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης γενεᾶς γενεῶν», καὶ ὅσα ἄλλα τούτοις ὅμοια ἐπι‐ λέγεται;

7

.

3

.

23

διόπερ ἀβασανίστως ἀποδοθείη ἂν ὁ μὲν φάσκων ἐν ἀρχῇ τοῦ ψαλμοῦ λόγος «ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δός» ἐπ’ αὐτὸν ἐκεῖνον Σολομῶνα, ὁ ἐπιλέγων δὲ «καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως» ἐπὶ τὸν Σολομῶνος υἱόν, οὐ τὸν πρωτότοκον ἐκεῖνον
5τὸν διάδοχον αὐτοῦ τῆς βασιλείας γενόμενον (οὐδ’ ὅλοις γὰρ ἐκεῖνος ἑπτακαίδεκα ἔτεσιν μόνου τοῦ Ἰουδαίων ἔθνους προστὰς κάκιστα κέχρητο τῇ ἀρχῇ), ἀλλ’ οὐδ’ ἐφ’ ἕτερον τῶν 〈μετὰ〉 Ῥοβοὰμ τὸν θρόνον τῆς τοῦ Σολομῶνος βασιλείας διαδεξαμένων, ἐπὶ μόνον δὲ τὸν ἐκ σπέρματος Δαβίδ, οὕτω καὶ τοῦ Σολομῶνος υἱὸν ὡς καὶ τοῦ
10Δαβὶδ χρηματίσαντα.

7

.

3

.

24

οὗτος δ’ ἦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· τούτου γὰρ μόνου καὶ οὐδ’ ἑτέρου τῶν πώποτε ὁ τῆς ἐνθέου βασιλείας θρόνος «συμπαραμενεῖ τῷ ἡλίῳ», καὶ οὗτός γε ἀλλ’ οὐδεὶς ἕτερος ἀνθρώπων «πρὸ τῆς σελήνης» καὶ πρὸ τῆς τοῦ κόσμου
5συστάσεως, ἅτε λόγος ὢν θεοῦ, προϋπῆρχεν, ἔσταξέν τε μόνος οὗ‐
τος οὐρανόθεν δρόσου δίκην ἐπὶ πᾶσαν τὴν γῆν, εἴρηταί τε αὐτὸν καὶ εἰς πάντας ἀνθρώπους ἀνατεταλκέναι, κατὰ τὰ μικρῷ πρόσθεν ἡμῖν ἀποδεδομένα, καὶ δικαιοσύνη〈ν〉 παραμένουσα〈ν〉 μέχρι τῆς τοῦ βίου συντελείας, ἥτις ἀνταναίρεσις ὠνόμασται τῆς σελήνης.341

7

.

3

.

25

ἐναργῶς τε ἡ τοῦ σωτῆρος ἡμῶν δύναμις κρατεῖ καὶ κυριεύει τῶν ἐξ ἑῴας θα‐ λάσσης καὶ ἐπὶ δύοντα ἥλιον, ἐνεργεῖν μὲν ἀρξαμένη ἀπὸ ποταμοῦ, ἤτοι τοῦ κατὰ λουτρὸν μυστηρίου, ἢ καὶ ἀφ’ οὗπερ κατὰ τὸν Ἰορ‐
5δάνην πρῶτον φανεὶς ἤρξατο τῆς εἰς ἀνθρώπους εὐεργεσίας.

7

.

3

.

26

παρ‐ εκταθεῖσα γοῦν ἐξ ἐκείνου ἡ ἐν ἀνθρώποις βασιλεία αὐτοῦ διῆλθεν καθ’ ὅλης τῆς οἰκουμένης. «Λιβάνου» δὲ ἐπινοουμένης τῆς Ἱερου‐ σαλήμ, ὡς ἀπὸ πλείστων ὅσων προφητειῶν ἀποδείκνυται, διὰ τὸ
5πάλαι ἐν αὐτῇ ἁγίασμα καὶ τὸ θυσιαστήριον τά τε ἐπὶ τούτῳ εἰς τιμὴν ἀναφερόμενα λιβάνου δίκην τῷ θεῷ, ὁ τοῦ Χριστοῦ «καρπός», ἡ ἐξ ἐθνῶν ἐκκλησία, «ὑπὲρ τὸν Λίβανον» ἀρθήσεσθαι θεσπίζεται.

7

.

3

.

27

ἐπὶ σχολῆς δ’ ἂν ὁ φιλομαθὴς ἑαυτῷ τὸν ψαλμὸν πρὸς λέξιν βασανίσας, μόνῳ τῷ ἡμετέρῳ κυρίῳ τὰ ἐν αὐτῷ προσήκειν ὁμολογήσειεν ἄν, ἀλλ’ οὔτε τῷ παλαιῷ Σολομῶνι οὔτε ἑτέρῳ τῶν μετ’ αὐτὸν βασι‐
5λέων, ἑνὸς ἔθνους τῶν Ἰουδαίων ἀρξάντων, καὶ οὐ πλεῖον ὀλιγοστῶν ἐτῶν, καὶ οὐδ’ ἐφ’ ἑτέρας ἢ μόνης τῆς Ἰουδαίας γῆς.

7

.

3

.

28

〈ηʹ.〉 Ἀπὸ τοῦ Ἡσαΐου. «Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· ἐμπλήσει αὐτὸν πνεῦμα φόβου
5θεοῦ. οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς.

7

.

3

.

29

καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἰλημ[μ]έ‐ νος τὰς πλευρὰς αὐτοῦ. καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνός, καὶ παρδαλὶς συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ λέων ἅμα βοσκη‐
5θήσονται. καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν. καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή.»

7

.

3

.

30

Ὁ δηλούμενος ἐνταῦθα Ἰεσσαὶ πατὴρ ἦν τοῦ Δαβίδ. ὥσπερ οὖν ἐν ταῖς πρὸ ταύτης προφητείαις ἐκ καρποῦ καὶ σπέρματος Δαβὶδ προελεύσεσθαι ἐλέγετο, καὶ πάλιν ἐκ σπέρματος Σολομών, τὸν αὐτὸν
τρόπον κἀνταῦθα, πλείστοις ὕστερον τῆς τοῦ Δαβὶδ οὐ μόνον ἀλλὰ342
5καὶ τῆς τοῦ Σολομῶνος τελευτῆς 〈ἔτεσιν〉, ἐκ ῥίζης Ἰεσσαὶ δῆλον δ’ ὅτι καὶ ἐκ τῆς τοῦ Δαβὶδ προελεύσεσθαί τις θεσπίζεται.

7

.

3

.

31

λύσει δὲ ὁ παρὼν λόγος τὴν ἐν τοῖς πρόσθεν νομιζομένην παρὰ Ἰουδαίοις περὶ τοῦ Σολομῶνος ἀμφιβολίαν. μετὰ πλεῖστον γοῦν τῆς τοῦ Σολο‐ μῶνος τελευτῆς χρόνον ταῦτα Ἡσαΐας περί τινος ἑτέρου προφητεύει
5μέλλοντος ἐκ ῥίζης Ἰεσσαὶ καὶ ἐκ σπέρματος Δαβὶδ ἀναφανήσεσθαι.

7

.

3

.

32

ὅτι δὲ οὐδ’ ἐφ’ ἕτερον ἢ ἐπὶ τὸν ἡμέτερον σωτῆρα τὸν Χριστὸν τοῦ θεοῦ ἀνάγεται τὰ δηλούμενα, ἐκ ῥίζης γενόμενον Δαβίδ τε καὶ Ἰεσσαί, οὐκ οἶμαί τινα ἀμφιβάλλειν, ἐπιστήσαντα τῇ τε ἐπαγγελίᾳ τῆς προρρήσεως, φασκούσῃ «καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνι‐
5στάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν», καὶ τοῖς ἐπὶ τοῦ σωτῆρος ἡμῶν δεικνυμένοις ἀποτελέσμασιν.

7

.

3

.

33

μόνος γοῦν οὗτος μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, δι’ ἣν καὶ οἶμαι αὐτὸν «ἀνιστάμενον» ἐπικεκλῆσθαι, οὐ τοῦ Ἰουδαίων λαοῦ ἀλλὰ τῶν ἐθνῶν ἁπάντων ἦρ‐ ξεν, ὡς μὴ δεδεῆσθαι τὸ λόγιον ἑρμηνείας, σαφῶς προδήλου καθε‐
5στῶτος, ὅπως εἰς αὐτὸν τέλος εἴληφεν μετὰ τῶν ἄλλων καὶ τὸ «ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν».

7

.

3

.

34

τὰ δ’ ὡς περὶ ζῴων καὶ θηρίων, ἡμερου‐ μένων καὶ τὸ ἄγριον ἦθος καὶ ἀτίθασον ἀποθησομένων ἐπὶ τῇ τοῦ προφητευομένου ἐπιδημίᾳ, λεγόμενα ἀλληγοροῖντ’ ἂν ἐπὶ τρόπους ἀπηνεῖς καὶ ἀγρίους καὶ ἤθη ἀνδρῶν θηριώδη, διὰ τῆς τοῦ Χριστοῦ
5διδασκαλίας τῆς ἀλογίας καὶ θηριωδίας μεταθησόμενα.

7

.

3

.

35

ἀλληγο‐ ροῖντο δ’ ἂν ταῦτα σαφῶς οὕτως, 〈ὥς τισ〉 ἂν καὶ τὴν δηλουμένην διὰ τῆς προφητείας «ῥίζαν Ἰεσσαὶ» καὶ «τὴν ῥάβδον» καὶ «τὸ ἄνθος» τροπολογῶν ἑρμηνεύσειεν, καὶ ὡς ἂν ἐπινοηθείη «δικαιοσύνῃ» μὲν «τὰς
5πλευρὰς» ζωννύμενος, «ἀληθείᾳ» δὲ «τὴν ὀσφὺν» «εἰλημένος».

7

.

3

.

36

ὡς γὰρ οὐ δυνατὸν ἑτέρως ταῦτα ἢ διὰ μόνης ἀλληγορικῆς ἀποδόσεως ἑρ‐ μηνεύειν, τὸν αὐτὸν τρόπον ἕπεται καὶ τὰ περὶ τῶν κατὰ τοὺς τό‐ πους ὀνομαζομένων ζῴων χρῆναι δεῖν ἐκλαμβάνειν.

7

.

3

.

37

〈θʹ.〉 Ἀπὸ τοῦ Ἱερεμίου. «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος,
καὶ ἀναστήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθώς,343
5καὶ τοῦτο τὸ ὄνομα ὃ καλέσει αὐτὸν κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προ‐ φήταις.» «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπεν κύριος, συντρίψω τὸν ζυγὸν ἀπὸ τραχήλου αὐτῶν, καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶν‐ ται ἔτι θεοῖς ἑτέροις, ἀλλὰ ἐργῶνται κυρίῳ τῷ θεῷ αὐτῶν, καὶ τὸν Δαβὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς».

7

.

3

.

38

Μετὰ πλεῖστον τῆς τελευτῆς τοῦ Δαβὶδ ἀλλὰ καὶ τοῦ Σολομῶ‐ νος χρόνον ταῦτα καὶ Ἱερεμίας περὶ τοῦ μέλλοντος ἐκ σπέρματος ἀνα‐ στήσεσθαι Δαβὶδ βασιλέως θεσπίζει, ὃν πρῶτον μὲν «ἀνατολὴν» καλεῖ, καὶ οὐχ ἁπλῶς ἀλλὰ «δικαίαν», ὡς ἂν ἐξ ἡλίου δικαιοσύνης συστη‐
5σόμενον, περὶ οὗ διειλήφαμεν ἐν ταῖς περὶ τοῦ δευτέρου αἰτίου ἀπο‐ δείξεσιν, ἐν αἷς τὸν προόντα τοῦ θεοῦ λόγον μυρίαις κεχρημένον ἐπωνυμίαις καὶ ἥλιον δικαιοσύνης ὀνομάζεσθαι ἀπεδείκνυμεν, τὴν φάσκουσαν προφητείαν «τοῖς» δὲ «φοβουμένοις» με «ἀνατελεῖ» «ἥλιος δικαιοσύνης» παραθέμενοι.

7

.

3

.

39

ὥσπερ οὖν «ἥλιον δικαιοσύνης», οὕτως καὶ «ἀνατολὴν δικαίαν» ὁ λόγος ἐπὶ τοῦ παρόντος ἀναστήσειν τῷ Δαβὶδ προφητεύει. τὸν αὐτὸν δὲ τοῦτον βασιλέα συνιέντα καὶ ποι‐ οῦντα «κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς» προαγορεύει. εἶτα καὶ
5ὁμωνύμως τὸν αὐτὸν καλεῖ τῷ πάλαι πρότερον τετελευτηκότι Δαβίδ·

7

.

3

.

40

πρό〈σ〉σχες γὰρ ἐπιμελ[λ]ῶς τῷ ἀνωτέρω μὲν «καὶ ἀνα‐ στήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν», ἐπὶ τέλει δὲ ἐπιφερομένῳ τῷ «καὶ τὸν Δαβὶδ βασιλέα αὐτοῦ ἀναστήσω αὐτῷ». τίνι δὲ «αὐτῷ» ἢ τῷ Δαβίδ; τούτῳ γὰρ ἔφησεν ἀναστήσειν τὴν ἀνατολὴν τὴν δικαίαν.

7

.

3

.

41

καὶ ὁ Ζαχαρίας δὲ περὶ τοῦ αὐτοῦ προφητεύων ὁμοίως ἀνατολὴν αὐτὸν καλεῖ, λέγων· «ἰδοὺ ἀνήρ, ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκά‐ τωθεν αὐτοῦ ἀνατελεῖ δικαιοσύνη», καὶ πάλιν· «καλέσω τὸν δοῦλόν μου ἀνατολήν». ἀλλ’ οὐδείς γε μετὰ τοὺς Ἱερεμίου χρόνους ἀλλ’
5οὐδὲ μετὰ τοὺς τοῦ Ζαχαρίου τοιοῦτος ἀνέστη τοῖς ἐκ περιτομῆς, ὡς ἀνατολὴ δικαία κληθῆναι καὶ συνιὼν βασιλεὺς καὶ ποιῶν «κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς».

7

.

3

.

42

εἰ δὲ λέγοι τις διὰ τούτων Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ δηλοῦσθαι, λεκτέον ὅτι οὐ συνέστηκεν ὁ λόγος
αὐτῷ· οὔτε γὰρ ἀπὸ γένους Δαβὶδ οὗτος ἦν οὔτε ὡς βασιλεὺς ἐβα‐ σίλευσεν.344

7

.

3

.

43

πῶς δὲ ἐπ’ ἐκεῖνον δύναται ἁρμόττειν τὸ «καὶ τὸν Δαβὶδ βασιλέα ἀναστήσω αὐτῷ», ὁπότε φυλῆς μὲν ἦν Λευὶ τάξεως δ’ ἀρ‐ χιερατικῆς καὶ γένους ἑτέρου παρὰ τὸν Δαβίδ, βασιλεὺς δ’ οὐδαμῶς γεγονὼς ἱστορεῖται; ὥστε εἰ μηδεὶς ἕτερος εὑρίσκοιτο τοιοῦτος, ὥρα
5τὸν προφητευόμενον καὶ διὰ τούτων ὁμολογεῖν μόνον εἶναι τὸν σω‐ τῆρα καὶ κύριον ἡμῶν, τὸν καὶ ἐν ἑτέροις «φῶς τοῦ κόσμου» καὶ «φῶς τῶν ἐθνῶν» ἀνηγορευμένον.

7

.

3

.

44

αὐτὸς τοιγαροῦν εἴη ἂν κἀν‐ ταῦθα ὁ προφητευόμενος, καὶ συνέστηκεν ἀψευδὴς ἡ πρόρρησις· μό‐ νος γὰρ ἐκ σπέρματος Δαβὶδ ὁμωνύμως τῷ προπάτορι κατὰ διάνοιαν (ἐπεὶ ἑρμηνεύεται «δυνατὸς χειρί») χρηματίσας, «κρίμα καὶ δικαιοσύ‐
5νην» διὰ τῆς αὐτοῦ διδασκαλίας τοῖς ἐπὶ γῆς ἅπασιν ἐκήρυξεν, καὶ μόνος τῶν πώποτε οὐκ ἐπὶ μέρους ἐβασίλευσεν τῆς οἰκουμένης, ἀλλ’ ἐπὶ πᾶσαν τὴν γῆν καὶ μόνος ἀνέτειλεν δικαιοσύνην, ἀκολούθως καὶ τῷ ἐν ψαλμῷ περὶ αὐτοῦ λεγομένῳ· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης».

7

.

3

.

45

«Ἰούδας» δὲ σωθησόμενος καὶ «Ἰσ‐ ραὴλ» «ἐν ταῖς ἡμέραις αὐτοῦ» πάντες εἰσὶν οἱ τῇ δι’ αὐτοῦ θεοσεβείᾳ προσεληλυθότες τοῦ ἐκ περιτομῆς λαοῦ, ἀπόστολοί τε αὐτοῦ καὶ μαθηταὶ καὶ εὐαγγελισταί, ἢ καὶ πάντες οἱ «τὸν ἐν κρυπτῷ Ἰουδαῖον»
5καὶ τὸν ἀληθινὸν Ἰσραήλ, τὸν κατὰ διάνοιαν «ὁρῶντα θεόν», ἀποσῴ‐ ζοντες

7

.

3

.

46

(«οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν» φησὶν ὁ ἀπό‐ στολος, «οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ’ ἐκ τοῦ θεοῦ»). τούτους οὖν
5διὰ τῆς τοῦ Χριστοῦ κλήσεως «τὸν ἐν κρυπτῷ Ἰουδαῖον» καὶ τὸν ἀληθῶς Ἰσραὴλ φέροντας ἑτέρῳ φησὶν κληθήσεσθαι ὀνόματι, οὐχὶ δὲ τῷ τοῦ Ἰουδαίου οὐδὲ τῷ τοῦ Ἰσραὴλ ἀλλὰ ξένῳ τινὶ παρὰ ταῦτα.

7

.

3

.

47

«τοῦτο», γάρ φησιν, «τὸ ὄνομα, ὃ καλέσει αὐτοὺς κύριος, Ἰωσεδε‐ κείμ», ὅπερ ἑρμηνεύεται «οἱ τοῦ θεοῦ δίκαιοι». ἐφίστημι δὲ μήποτε πεποιημένον ἐστὶν τοὔνομα ἀπὸ τοῦ Ἰωσουέ· Ἰωσεδεκεὶμ 〈γὰρ〉 παρὰ τῷ θεῷ οἱ τοῦ Ἰησοῦ μαθηταὶ κέκληνται, παρὰ ἀνθρώποις μὲν ἑλλη‐
5νικώτερον προσαγορευόμενοι ἀπὸ τῆς τοῦ Χριστοῦ παρωνυμίας, κατὰ δὲ τὴν Ἑβραίων φωνὴν καὶ παρ’ αὐτοῖς [καὶ] τοῖς προφήταις ἀπὸ τοῦ Ἰησοῦ, ὡς ἂν δι’ αὐτοῦ σεσωσμένοι, Ἰωσεδεκείμ.

7

.

3

.

48

διὸ λέλεκται·
«καὶ τοῦτο τὸ ὄνομα ὃ καλέσει αὐτοὺς κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προ‐ φήταις». ὁ δὴ οὖν μέλλων, φησίν, διὰ τοῦ προφητευομένου ... λαός, κατὰ διάνοιαν Ἰούδας ὄντες καὶ Ἰσραήλ, ὀνομασθήσονται ἀπὸ τοῦ345
5Ἰωσουὲ Ἰωσεδεκείμ. καὶ τούτῳ γε, φησίν, κληθήσονται τῷ προσρή‐ ματι οὐ παρὰ ἀνθρώποις, ἀλλὰ παρ’ αὐτῷ τῷ θεῷ καὶ παρὰ τοῖς προφήταις αὐτοῦ.

7

.

3

.

49

ἐπιμελῶς γὰρ πρό〈σ〉σχες τῷ λόγῳ φήσαντι· «καὶ τοῦτο τὸ ὄνομα ὃ καλέσει αὐτοὺς κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προφή‐ ταις». μεταλαμβάνεται δέ, ὡς ἔφην, τοὔνομα εἰς τὴν Ἑλλήνων φω‐ νὴν «οἱ τοῦ θεοῦ δίκαιοι».

7

.

3

.

50

τούτων δὲ οὕτως σωθησομένων, τὸν παλαιὸν καὶ βαρὺν τῶν πικρῶν δαιμόνων ζυγὸν συντρίψειν καὶ τοὺς οἷς τὸ πρὶν συνείχοντο δεσμοῖς τῶν ἀσεβημάτων διαρ‐ ρήξειν ὁ θεὸς ἐπαγγέλλεται, ὡς μηκέτι 〈θεοῖσ〉 ἀλλοτρίοις δου‐
5λεύειν αὐτούς, μόνῳ δὲ αὐτῷ καρποφορεῖν ἀρεσκόντως.

7

.

3

.

51

παρά‐ θες δὲ τούτοις τὸ ἐν δευτέρῳ ψαλμῷ ἐπὶ τῇ τοῦ Χριστοῦ παρ‐ ουσίᾳ καὶ τῇ τῶν ἐθνῶν κλήσει φάσκον λόγιον· «διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀπορρίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν».
5ᾧ συγγενὲς ἡγοῦμαι τυγχάνειν τὸ μετὰ χεῖρας λέγον· «τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπεν κύριος, συντρίψω ζυγὸν ἀπὸ τραχήλου αὐτῶν καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται ἔτι θεοῖς ἀλλοτρίοις, ἀλλ’ ἐργῶνται κυρίῳ τῷ θεῷ αὐτῶν».

7

.

3

.

52

ἀλλ’ ὅτι μὲν «ἐκ καρποῦ τῆς κοιλίας» Δαβὶδ καὶ ἐκ σπέρματος Σολομῶνος καὶ «ἐκ ῥίζης Ἰεσ‐ σαὶ» ὁ Χριστὸς τοῦ θεοῦ γεννηθήσεσθαι προείρηται, ὅπερ καὶ γέγονεν, ὅτι 〈τε〉 μετὰ μυρίων ἄλλων προσηγοριῶν καὶ Δαβὶδ αὐτὸν ὀνομάζουσιν
5οἱ θεῖοι λόγοι, αὐτάρκη πιστώσασθαι τὰ εἰρημένα· ὅτι δὲ καὶ ἐκ φυ‐ λῆς Ἰούδα λέγεται προελεύσεσθαι οὐδ’ ἂν ζητηθείη, τῷ μηδ’ ἑτέρας ἢ τῆς δηλωθείσης φυλῆς καὶ αὐτὸν εἶναι τὸν Δαβίδ. γένοιτο δ’ ἂν ἐκ περιουσίας καὶ τούτου παραστατικὸν τὸ παρὰ Μωσεῖ λόγιον, τοῦ‐ τον ἔχον τὸν τρόπον·

7

.

3

.

53

〈ιʹ.〉 Ἀπὸ τῆς Γενέσεως. «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου. προσκυνήσουσίν σοι υἱοὶ τοῦ πατρός σου. σκύμνος λέοντος, Ἰούδα, ἐκ βλαστοῦ μοι υἱὲ ἀνέβης·
ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; οὐκ346
5ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.»

7

.

3

.

54

Δώδεκα φυλῶν παρ’ Ἑβραίοις οὐσῶν, δι’ ὧν τὸ πᾶν ἔθνος συνεστήκει, μιᾶς τούτων προπάτωρ γέγονεν καὶ ἀρχίφυλος ὁ Ἰούδας, πρὸς ὃν τεθέσπισται τὰ προκείμενα, ἐξ αὐτοῦ τὸν Χριστὸν προελεύσε‐ σθαι σημαίνοντα. εἰ γοῦν συναγάγοις ἐπὶ ταυτὸ καὶ παραθείης τῇ μετὰ
5χεῖρας τὰς ἐν τοῖς πρόσθεν τεθείσας προφητείας, εὕροις ἂν ὁμοίως κατά τι κοινὸν σημεῖον τὸν αὐτὸν κηρυττόμενον.

7

.

3

.

55

ἡ μὲν γὰρ ἔλε‐ γεν περὶ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ ἀναστησομένου τὸ «καὶ ἔσται ὁ ἀνι‐ στάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν», ἡ δὲ περὶ τοῦ υἱοῦ Σολομῶνος τὸ «κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ
5ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης», καὶ «ἐνευλογηθήσονται ἐν αὐτῷ» «πάντα τὰ ἔθνη», ἡ δὲ μετὰ χεῖρας παραπλησίως· «ἕως ἂν ἔλθῃ», φησίν, «ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν».

7

.

3

.

56

εἰ δὴ οὖν συνᾴδουσιν αἱ περὶ τῶν ἐθνῶν προρρήσεις, ἀπεδείχθησαν δὲ αἱ πρὸ τούτων ὁρῶσαι τὸν ἡμέτερον σωτῆρα, οὐδὲν ἂν εἴη ἐμ‐ ποδὼν μὴ οὐχὶ τὸν αὐτὸν βλέπειν καὶ τὴν παροῦσαν, εἴπερ σύμφωνα ἀλλήλαις ὁμολογοῦνται θεσπίζειν, μάλιστα ὅτε μέχρι μὲν τῶν χρόνων
5τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας οἱ τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες καὶ ἡγούμενοι αὐτῶν ἐκ προγόνων διαδοχῆς συνεστήκεσαν, ἅμα δὲ τῇ αὐτοῦ παρουσίᾳ διαλελοίπεσαν, ὁμοῦ τε ἡ τῶν ἐθνῶν προσδοκία τέλος ἐπῆγεν τῇ τοῦ Ἰακὼβ προρρήσει.

7

.

3

.

57

οὐκοῦν κἀνταῦθα ὁ Χρι‐ στὸς δηλούμενος καὶ οὐδὲ ἄλλος ἐκ φυλῆς Ἰούδα ... προελεύσεσθαι, καὶ ὅτε δὲ ἐκ Δαβὶδ καὶ Σολομῶνος ἔκ τε τῆς ῥίζης Ἰεσσαὶ γεγονὼς ἐδη‐ λοῦτο, ἐκ τῆς αὐτῆς φυλῆς ὢν ἐδείκνυτο·

7

.

3

.

58

παῖς μὲν γὰρ ἦν τοῦ Ἰεσσαὶ Δαβίδ, τοῦ δὲ Δαβὶδ Σολομῶν, συστάντες ἐκ φυλῆς Ἰούδα. εἴη ἂν τοιγαροῦν ἐξ αὐτῆς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὥσπερ οὖν ὁ θαυμάσιος εὐαγγελιστὴς γενεαλογεῖ Ματθαῖος λέγων· «Βίβλος γενέ‐
5σεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβίδ, υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν», καὶ τὰ ἑξῆς. Ἀλλὰ γὰρ καὶ τούτων τὴν οἰκείαν ἀπόδειξιν ἀπειληφότων, καιρὸς καὶ τοὺς χρόνους συνιδεῖν τῆς τῶν προηγορευμένων ἀποπλη‐
10ρώσεως.347

8

Pin

t

Τάδε ἔνεστιν ἐν τῷ ὀγδόῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως.

8

Pin

1

Περὶ τῶν χρόνων τῆς εἰς ἀνθρώπους ἐπιφανείας αὐτοῦ ἐκ τῶν ὑποσεσημειωμένων γραφῶν. αʹ. Ἀπὸ τῆς Γενέσεως. βʹ. Ἀπὸ τοῦ Δανιήλ.
5γʹ. Ἀπὸ τοῦ Μιχαία. δʹ. Ἀπὸ τοῦ Ζαχαρίου. εʹ. Ἀπὸ τοῦ Ἡσαΐου.

8

t

1

Εὐαγγελικῆς ἀποδείξεως τόμος ηʹ.348

8

Prooem

1

Ἀποδείξαντες δι’ ὅσων ὁ τοῦ θεοῦ λόγος εἰς ἀνθρώπους ἥξειν ἐθεσπίζετο, ὅθεν τε καὶ ὅπη καὶ ὅπως ὀφθήσεσθαι τοῖς ἐπὶ γῆς ἐν ταῖς παρ’ Ἑβραίοις προφητικαῖς φωναῖς ἐκηρύττετο, ὅτι τε αὐτὸς ἐκεῖνος ἦν καὶ οὐδ’ ἄλλος ὁ τῶν αἰώνων προϋφεστὼς υἱὸς τοῦ θεοῦ,
5ὃν διὰ τῶν ἑτέρων θεόν τε καὶ κύριον καὶ ἀρχιστράτηγον καὶ μεγά‐ λης βουλῆς ἄγγελον θεοῦ τε ἀρχιερέα τυγχάνειν προμεμαθήκαμεν, ἀκολούθως μετὰ τὰ προδιεξωδευμένα τοὺς χρόνους τῆς ἐπιφανείας αὐτοῦ πάλιν ἐξ αὐτῶν τῶν προφητικῶν προρρήσεων ἐπιμαρτυρώ‐ μεθα, ἐνθένδε ἀρξάμενοι.

8

Prooem

2

Τῶν χρόνων τῆς τοῦ Χριστοῦ παρουσίας ἐκφανῆ σημεῖα τάδε ἔσεσθαι προκηρύττουσιν αἱ ἱεραὶ γραφαί· τριῶν τὸ πρὶν ἐπιφανῶν ἀξιωμάτων παρ’ Ἑβραίοις διαπρεπόντων, δι’ ὧν τὸ ἔθνος συνεκρο‐ τεῖτο, ἑνὸς μὲν τοῦ βασιλικοῦ, ἑτέρου δὲ τοῦ προφητικοῦ, καὶ ἐπὶ
5τούτοις τοῦ ἀρχιερατικοῦ, τούτων ὁμοῦ τὴν κατάλυσιν καὶ τὴν παν‐ τελῆ καθαίρεσιν σημεῖα τῆς τοῦ Χριστοῦ παρουσίας ἔσεσθαι θεσπί‐ ζουσιν,

8

Prooem

3

δείγματα δὲ τῶν αὐτῶν εἶναι χρόνων καὶ τῆς κατὰ Μωσέα θρησκείας τὴν περιγραφήν, τῆς τε Ἱερουσαλὴμ καὶ τοῦ πρὸς αὐτῇ ἱεροῦ τὴν ἐρήμωσιν, οὐ μὴν ἀλλὰ καὶ τοῦ παντὸς Ἰουδαίων ἔθνους τὴν ὑπὸ τοῖς ἐχθροῖς καὶ πολεμίοις δουλείαν. καὶ ἄλλα δὲ τῶν αὐ‐
5τῶν ὑποβάλλουσι σημεῖα χρόνων, πλῆθος εἰρήνης, ἐθνῶν τῆς ἐξ αἰῶνος κατ’ ἔθνος καὶ κατὰ πόλιν τοπαρχίας καὶ πολιαρχίας ἀναί‐ ρεσιν, τῆς πολυθέου καὶ δαιμονικῆς εἰδωλολατρείας ἀποστροφήν, ἐπίγνωσιν εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων δημιουργοῦ θεοῦ.

8

Prooem

4

ταῦτα οὖν ἅπαντα, μὴ ὄντα πάλαι κατὰ τοὺς τῶν προφητῶν χρόνους, ἐπὶ τῆς Χριστοῦ παρουσίας γενήσεσθαι οἱ θεῖοι χρησμοὶ προηγόρευον, ἃ καὶ ταῖς προρρήσεσιν ἀκολούθως εἰς πέρας ἐλθόντα ὅσον οὔπω παρα‐
5στήσεται.

8

Prooem

5

τά γε μὴν αἴτια τοῦ μὴ πρότερον ἀλλὰ νῦν ἐπ’ ἐσχάτων καιρῶν μετὰ τὸν μακρὸν καὶ πολὺν αἰῶνα τὸν Χριστὸν ἐμφανῆ γενέ‐ σθαι τῷ βίῳ, λέλεκται μὲν ἤδη καὶ πρόσθεν, οὐ μὴν ἀλλὰ καὶ νῦν
ἐν βραχέσιν εἰρήσεται.349

8

Prooem

6

Πολὺς ἦν πάλαι πρότερον τὰς τῶν ἀνθρώπων ψυχὰς ἐπισκο‐ τῶν ἀφροσύνης καὶ ἀσεβείας αὐχμὸς δεινή τε ἀθεότης κατακρατοῦσα τοῦ παντὸς ἀνθρώπων βίου, ὡς μηδὲν τῶν ἀγρίων καὶ ἀτιθάσων θηρίων διαφέρειν δοκεῖν· μήτε γοῦν πόλεις μήτε πολιτείας μήτε νό‐
5μους μήτε τι σεμνὸν καὶ βιωφελὲς εἰδότες, μηδὲ μὴν ἐπιστήμας καὶ τέχνας ἐν νῷ τιθέμενοι, ἀρετῆς τε καὶ φιλοσοφίας οὐδ’ εἰς ἔννοιαν ἰόντες, μόναις ἐπ’ ἐρημίαις ἔν τε ὄρεσι καὶ σπηλαίοις καὶ κώμαις τὰς διατριβὰς ἐποιοῦντο, λῃστρικώτερον ἐπιτιθέμενοι τοῖς πλησιάζουσιν, πορίζοντες τὰ πρὸς τὸ ζῆν οὐκ ἄλλοθεν ἀλλ’ ἢ ἐκ τῆς τῶν κατα‐
10δεεστέρων καταδυναστείας.

8

Prooem

7

ἀλλὰ μὴν οὐδὲ θεὸν τὸν ἐπὶ πάντων ᾔδεσαν οὐδέ γε εὐσεβείας ἀληθοῦς τρόπον, φυσικαῖς δὲ ἐννοίαις ἀνα‐ κινούμενοι, τὸ μὲν ὑπάρχειν ἐν τοῖς οὖσι θείαν τινὰ δύναμιν, καὶ θεὸν εἶναι καὶ ὀνομάζεσθαι, σωτήριόν τε καὶ εὐεργετικὴν τυγχάνειν
5τὴν προσηγορίαν αὐτοφυεῖ διδασκαλίᾳ συνωμολόγουν, τὸ δὲ μὴ ἄλλο τι νομίζειν ἢ τὸν ἐπέκεινα ἁπάσης τῆς ὁρωμένης οὐσίας οὐκέθ’ οἷοί τε ἦσαν ἀποδέχεσθαι.

8

Prooem

8

διόπερ οἱ μὲν αὐτῶν «ἐσεβάσθησαν καὶ ἐλά‐ τρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα» οἱ δὲ «ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία», ὡς ἐναλλάξαι «τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρ‐
5τοῦ ἀνθρώπου καὶ πετηνῶν καὶ τετραπόδων καὶ ἑρπετῶν». νεκρῶν δ’ οὖν οἵδε ἀνδρῶν, δυναστῶν τινων ἢ καὶ τυράννων πάλαι γενο‐ μένων, εἰκόνας ἀνειδωλοποιήσαντες καὶ ταύταις τὸ θεῖον περιάψαντες σέβας, τάς τε ἐκτόπους καὶ ἀκολάστους τῶν αὐτῶν πράξεις ὡς θεῶν κατορθώματα σεμνύνειν ἐθεολόγησαν.

8

Prooem

9

πῶς οὖν τοῖς τυγχάνουσιν ἐν τοιαύτῃ βίου καταστάσει τὸν πάνσοφον καὶ πανάρετον τοῦ Χρι‐ στοῦ λόγον, τὴν εἰς ἄκρον καταγγέλλοντα φιλοσοφίαν, τοῖς τε ἐν τοσούτῳ βάθει κακίας καλινδουμένοις δύνασθαι ἁρμόττειν; διὸ δὴ
5ἐκείνους ἡ θεία καὶ πάντων ἔφορος δίκη, ὡς ἀγρίαν καὶ βλαβερωτά‐ την ὕλην περικόπτουσα, τοτὲ μὲν κατακλυσμοῖς τοτὲ δὲ πυρπολήσεσι μετῄει, τοτὲ δὲ αὐτοὺς τοῖς κατ’ ἀλλήλων πολέμοις ἀνδροκτασίαις τε καὶ πολιορκίαις ἐπαλλήλοις παρεδίδου, πρὸς αὐτῶν τῶν δαι‐ μόνων τῶν δὴ θεῶν αὐτοῖς νενομισμένων ἐπὶ τὸν κατ’ ἀλλήλων
10πόλεμον ἐξοιστρουμένους, ὥστε ἄβατον εἶναι τοῖς πλησιοχώροις ἀνε‐ πίμικτόν τε καὶ ἀκοινώνητον τὸν τότε τῶν ἀνθρώπων βίον· βραχεῖς δέ τινας ὡς ἐν τοιαύτῃ καταστάσει καὶ ἀριθμῷ ληπτούς,

8

Prooem

10

ὧν τὰ
παρ’ Ἑβραίοις μνημονεύει λόγια, θεοφιλεῖς εὑροῦσα, τούτοις διὰ χρη‐ σμῶν καὶ θειοτέρας ἐπιφανείας ὡμίλει, δεξιουμένη τοὺς ἄνδρας καὶ θεραπεύουσα νόμοις τοῖς παρὰ Μωσέως εἰσαγωγικοῖς καὶ βιωφελέσιν.350

8

Prooem

11

ἀλλ’ ὅτε δὴ ἐκ τῆς τούτοις διαταγείσης νομοθεσίας ἔκ τε τῶν μετὰ ταῦτα προφητικῶν μαθημάτων, εἰς πάντας ἀνθρώπους εὐωδίας δίκην προχεομένων, ἤδη λοιπὸν ἡμέρωτο τῶν πολλῶν τὰ φρονήματα, τοῖς τε πολλοῖς ἔθνεσιν πολιτεῖαι καὶ νομοθεσίαι συνίσταντο, ἀρετῆς τε
5καὶ φιλοσοφίας ὄνομα παρὰ πολλοῖς ἐβοᾶτο, ὡς ἂν πεπαυμένης τῆς παλαιᾶς θηριωδίας μετατιθεμένης δὲ τῆς ἀγρίας καὶ ἀπηνοῦς διαίτης ἐπὶ τὸ πραότερον, αὐτὸς ἤδη λοιπὸν κατὰ καιρὸν τὸν προσήκοντα ὁ τῶν τελείων τε καὶ οὐρανίων δογμάτων τε καὶ μαθημάτων τέλειος καὶ οὐράνιος διδάσκαλος, ὁ τῆς ἀληθοῦς θεογνωσίας εἰσαγωγεύς, ὁ
10θεὸς λόγος ἐπέφανεν ἑαυτὸν κατὰ τὸν ὑπογραφέντα τῆς ἐνανθρω‐ πήσεως αὐτοῦ χρόνον, μίαν τοῖς πᾶσιν «ἔθνεσιν, Ἕλλησίν τε καὶ βαρ‐ βάροις», τῷ τε παντὶ ἔθνει τῶν ἀνθρώπων τὴν τοῦ πατρὸς φιλαν‐ θρωπίαν εὐαγγελιζόμενος, ἐπὶ μίαν τε τοὺς πάντας παρορμῶν ἐν θεῷ σωτηρίαν, ἀλήθειάν τε αὐτὴν καὶ φῶς ἀληθοῦς εὐσεβείας βασι‐
15λείαν τε οὐρανῶν καὶ αἰωνίου ζωῆς ἐπαγγελίαν τοῖς πᾶσι προ‐ μνώμενος.

8

Prooem

12

Ταῦτα μὲν οὖν περὶ τῶν χρόνων εἰρήσθω, δι’ ἣν αἰτίαν νῦν ἀλλ’ οὐ πάλαι πρότερον ὁ Χριστὸς τοῦ θεοῦ εἰς πάντας ἐξέλαμψεν ἀνθρώπους. φέρε δὲ ἐπανελθόντες τῶν χρόνων τῆς ἀφίξεως αὐτοῦ τὰ σημεῖα κατὰ μέρος ἐπισκεψώμεθα, τὰς εὐαγγελικὰς περὶ τῆς γενέ‐
5σεως αὐτοῦ φωνὰς ἐν πρώτοις ἐπισημειωσάμενοι.

8

Prooem

13

ὁ μὲν οὖν Ματθαῖος τὸν χρόνον τῆς ἐνσάρκου αὐτοῦ ἐπιφανείας ὧδέ πως ἱστορεῖ λέγων· «τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως», καὶ μετ’ ὀλίγα φησίν· «ἀκούσας
5δὲ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ».

8

Prooem

14

ὁ δὲ Λουκᾶς τὸν τῆς διδασκαλίας αὐτοῦ καὶ «ἀναδείξεως» χρόνον παρίστησι λέγων· «ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἐπιτροπεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, τετραρχοῦντος δὲ τῆς Γαλιλαίας Ἡρώδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ
5αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετραρχοῦντος, ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καιάφα». τούτοις δὴ οὖν καλῶς ἔχει παραθέσθαι τὴν παρὰ Μωσεῖ
τοῦ Ἰακὼβ προφητείαν τοῦτον ἔχουσαν τὸν τρόπον·351

8

.

1

.

1

Ἀπὸ τῆς Γενέσεως. «Ἐκάλεσεν δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν, συνάχθητε ἵνα ἀπαγγείλω ὑμῖν τί ἀπαντήσεται ὑμῖν ἐπ’ ἐσχάτου τῶν ἡμερῶν. ἀθροίσθητε καὶ ἀκούσατε, υἱοὶ Ἰακώβ, ἀκούσατε Ἰσραήλ, τοῦ πατρὸς ὑμῶν.»

8

.

1

.

2

εἶτα τούτοις ἑξῆς ἐπιμεμψάμενός τινα, τ〈ρ〉ισὶν τοῖς προτέροις υἱοῖς, ὡς διά τινα αὐτῶν πλημμελήματα γενο‐ μένοις ἀναξίοις τῆς μελλούσης ἐπιλέγεσθαι προρρήσεως, τῷ τετάρτῳ ὡς τὸν βίον κρείττονα τῶν λοιπῶν ἀδελφῶν ἐπιδεδειγμένῳ τάδε
5θεσπίζει· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου. προσκυνήσουσί σε οἱ υἱοὶ τοῦ πατρός σου. σκύμνος λέοντος, Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοι‐ μήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρ‐ χων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ
10ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν.»

8

.

1

.

3

Σκόπει δὴ πρῶτον, τίνα ἄρα φησὶν εἶναι «τὰ ἀποκείμενα αὐτῷ», καὶ ὅρα εἰ μὴ αὐτὰ ἦν, ἃ τοῖς ἀμφὶ τὸν Ἀβραὰμ προπάτορσι περὶ τῆς τῶν ἐθνῶν κλήσεως ὁ θεὸς ἀνείρηκε θεσπίσας· γέγραπται γοῦν ὡς ἄρα εἶπεν ὁ θεὸς τῷ Ἀβραάμ· «καὶ ἔσῃ εὐλογητός, καὶ εὐλογήσω
5τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς»,

8

.

1

.

4

καὶ αὖθις· «Ἀβραὰμ δέ», φησίν, «γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς». τὰ ὅμοια δὲ καὶ τῷ Ἰσαὰκ ὁ χρησμὸς τοῦτον ἐκφωνεῖ τὸν τρόπον· «καὶ πληθυνῶ
5τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς». ἔτι δὲ καὶ τῷ Ἰακὼβ τοιαῦτα δὴ εἴρηται· «ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ, μὴ φοβοῦ», καὶ ἑξῆς· «καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς».

8

.

1

.

5

καὶ ἄλλοτε εἶπεν αὐτῷ ὁ θεός· «ἐγὼ ὁ θεός σου, αὐξάνου καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἐξελεύ‐ σονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται».

8

.

1

.

6

το‐ σαύτας περὶ τῆς τῶν ἐθνῶν κλήσεως προρρήσεις τοῦ θεοῦ προμεμα‐
θηκὼς ὁ Ἰακώβ, παίδων αὐτῷ τὸν ἀριθμὸν γεγεννημένων δεκαδύο, πρὸς τῇ τελευτῇ συγκαλέσας τοὺς πάντας, περιεσκόπει ἐξ ὁποίου ἄρα352
5αὐτῶν τῆς διαδοχῆς τὰ τῶν τοῦ θεοῦ προρρήσεων ἐπὶ τέλος ἥξει· εἶτ’ ἐπιθεὶς τρισὶ μὲν τοῖς πρώτοις αὐτῷ γενομένοις παισὶν ἐλέγχους ὧν ἐπλημμέλησαν, ἐπιφέρει διδάσκων, ὅτι τῶν τετολμημένων αὐτοῖς ἕνεκα οὐ δι’ αὐτῶν ἐκπληρωθήσεται τὰ τῶν προρρήσεων ἀποτε‐ λέσματα.

8

.

1

.

7

ἐπὶ δὲ τὸν τέταρτον ἐλθών, τὸν Ἰούδαν. ὁμοῦ τὸν φή‐ σαντα αὐτῷ χρησμὸν «βασιλεῖς ἐκ τῆς ὀσφύος» αὐτοῦ «ἐξελεύσονται» διὰ τῆς τούτου διαδοχῆς τέλος λήψεσθαι θεσπίζει (πρόδηλον γὰρ ὡς ἐκ τῆς Ἰούδα φυλῆς τὸ βασιλικὸν συνέστη γένος), ὁμοῦ καὶ τὰς τοῦ
5θεοῦ προρρήσεις καὶ τὰς τῶν ἐθνῶν ὑποσχέσεις καθ’ ὁποίους ἐνστή‐ σονται χρόνους παρίστησιν, ἐξ αὐτοῦ τε προελεύσεσθαι διδάσκει τὸν μέλλοντα αἴτιον καταστήσεσθαι πᾶσι τοῖς ἔθνεσιν καὶ πάσαις ταῖς φυλαῖς τῆς γῆς τῆς παραπλησίας τῷ Ἀβραὰμ εὐλογίας.

8

.

1

.

8

ταῦτα οὖν ἅπαντα ἦν «τὰ ἀποκείμενα» τῷ Ἰούδα, δηλαδὴ τὰ πάλαι προθεσπι‐ σθέντα περὶ τῶν ἐθνῶν, καὶ τὸ «βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύ‐ σονται». διὸ καὶ τῶν λοιπῶν ἀδελφῶν προκριθεὶς βασιλικῆς φυλῆς
5καὶ διαπρεπεστέρας παρὰ τὰς λοιπὰς ἠξιώθη.

8

.

1

.

9

αὐτίκα ἐπὶ τῆς δια‐ τάξεως τοῦ παντὸς λαοῦ κατὰ τοὺς Μωσέως χρόνους ἡγεῖσθαι ταύτην ὁ θεὸς τῶν λοιπῶν φυλῶν προστάττει. γέγραπται γάρ· «καὶ ἐλάλησεν 〈κύριος πρὸσ〉 Μωσῆν καὶ Ἀαρών, λέγων, ἄνθρωπος ἐχόμενος κατὰ
5τάγματα αὐτοῦ, κατὰ σημαίας, κατ’ οἴκους πατριῶν αὐτῶν, παρεμ‐ βαλέτωσαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι κυρίου, κύκλῳ τῆς σκηνῆς τοῦ μαρ‐ τυρίου, καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατὰ ἀνατολὰς τάγμα παρεμ‐ βολῆς υἱῶν Ἰούδα σὺν δυνάμει αὐτῶν».

8

.

1

.

10

καὶ ἑξῆς ἐπὶ τῶν «εἰς τὸν ἐγκαινισμὸν» τῆς σκηνῆς ἀναφερομένων· «εἶπεν κύριος πρὸς Μωσῆν, ἄρχων εἷς καθ’ ἡμέραν προσοίσουσιν τὰ δῶρα αὐτῶν. καὶ ἦν ὁ προσ‐ φέρων τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ Ναασσὼν υἱὸς Ἀμιναδάβ,
5ἄρχων τῆς φυλῆς Ἰούδα».

8

.

1

.

11

καὶ ἐν τῇ βίβλῳ δὲ τῇ Ἰησοῦ [τοῦ] τοῦ Ναυὴ τὴν γῆν τῆς ἐπαγγελίας κλήρῳ καὶ τῶν λοιπῶν φυλῶν διανεμηθεισῶν, ἀκληρωτὶ καὶ πασῶν πρώτη ἡ τοῦ Ἰούδα φυλὴ τὸ οἰκεῖον μέρος τῆς γῆς ἀπολαμβάνει.

8

.

1

.

12

ἀλλὰ καὶ «μετὰ τὴν τε‐
λευτὴν Ἰησοῦ ἐπηρώτων οἱ υἱοὶ Ἰσραὴλ ἐν κυρίῳ λέγοντες, τίς ἀνα‐ βήσεται ἡμῖν πρὸς τὸν Χαναναῖον, ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ; καὶ εἶπεν κύριος, Ἰούδας ἀναβήσεται, ἰδοὺ δέδωκα τὴν γῆν εἰς353
5χεῖρας αὐτοῦ». σαφῶς οὖν τοῦ παντὸς Ἰσραὴλ ἡγεῖσθαι τὴν τοῦ Ἰούδα φυλὴν ὁ θεὸς διὰ τούτων προστάττει, ὅθεν ἑξῆς γέγραπται· «καὶ ἀνέβη Ἰούδας· καὶ παρέδωκεν κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον ἐν χειρὶ αὐτοῦ»,

8

.

1

.

13

καὶ πάλιν· «καὶ ἐπολέμησαν οἱ υἱοὶ Ἰούδα ἐν Ἱερουσαλήμ, καὶ κατελάβοντο αὐτήν», «καὶ κατέβησαν υἱοὶ Ἰούδα πολεμῆσαι ἐν τῷ Χαναναίῳ», καὶ αὖθις· «καὶ ἐπορεύθη Ἰούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὐτοῦ», καὶ ἑξῆς· «καὶ ἦν κύριος μετὰ
5Ἰούδα, καὶ ἐκληρονόμησεν τὸ ὄρος», καὶ μετὰ ταῦτα· «καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰωσὴφ καί γε αὐτοὶ ἐν Βεθήλ, καὶ Ἰούδας μετ’ αὐτῶν».

8

.

1

.

14

καὶ ἐν τῇ βίβλῳ δὲ τῶν κριτῶν 〈τῶν〉 [διαφόρως] κατὰ χρόνους προϊσταμένων τοῦ λαοῦ, εἰ καὶ ἐκ διαφόρων ἐδόκουν εἶναι φυλῶν οἱ κριταί, ὅμως δὲ καθόλου ἡ τοῦ Ἰούδα φυλὴ τοῦ παντὸς ἔθνους ἡγεῖτο· πολλῷ δὲ πλέον ἐπὶ τῶν χρόνων τοῦ Δαβὶδ καὶ τῶν τούτου
5διαδόχων, ἐκ φυλῆς μὲν τοῦ Ἰούδα γεγονότων μέχρι δὲ τῆς εἰς Βα‐ βυλῶνα αἰχμαλωσίας τὴν βασιλείαν διενεγκάντων· μεθ’ ἣν τῶν ἐκ τῆς αἰχμαλωσίας ἐπὶ τὴν οἰκείαν γῆν ἐπανιόντων αὖθις ἡγεῖται «Ζορο‐ βάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα», ὁ καὶ τὸν νεὼν ἐγείρας.

8

.

1

.

15

ἔνθεν καὶ ἡ τῶν Παραλειπομένων γραφὴ τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ γενεαλογοῦσα ἀπὸ τῆς τοῦ Ἰούδα τὴν καταρχὴν ἐποιήσατο. ἕπεται δὴ οὖν τούτοις ἀκολούθως καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις τὴν αὐτὴν φυλὴν τῶν λοιπῶν ὁμολογεῖν ἡγεῖσθαι, εἰ καὶ ἐν μέρει
5διάφοροι προειστήκεισαν τοῦ λαοῦ, ὧν οὐκέθ’ ἡμῖν δυνατὸν ἐξακρι‐ βάζεσθαι τὰ γένη, τῷ μηδὲ φέρεσθαι θείαν βίβλον ἐξ ἐκείνου καὶ μέχρι τῶν τοῦ σωτῆρος χρόνων.

8

.

1

.

16

πλὴν εἰς τοσοῦτον διαρκέσαι λόγος αἱρεῖ φάναι τὴν τοῦ Ἰούδα φυλήν, εἰς ὅσον τὸ πᾶν ἔθνος ἐλευ‐ θερίᾳ καὶ αὐτονομίᾳ χρώμενον ὑπὸ οἰκείοις ἄρχουσιν καὶ ἡγουμένοις ἐπολιτεύετο. τοῦτο δὲ αὐτοῖς ἐξ ἀρχῆς ὑπῆρξεν καὶ μέχρι τῶν Αὐ‐
5γούστου χρόνων, καθ’ ὃν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν φανέντος ἐν ἀνθρώποις τὸ πᾶν ἔθνος δοῦλον Ῥωμαίοις καθίσταται, καὶ ἀντὶ τῶν πατρόθεν αὐτοῖς καὶ κατὰ νόμους ἡγουμένων πρῶτος Ἡρώδης ἀλλόφυλος αὐτῶν ἡγεῖται 〈καὶ〉 βασιλεὺς Αὔγουστος.

8

.

1

.

17

ἕως μὲν οὖν οὐδέπω διαλελοίπει «ἄρχων ἐξ Ἰούδα», οὐδὲ «ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ», τῶν προφητειῶν οἱ χρόνοι ἐκ τῆς τῶν ἀρχόντων τοῦ ἔθνους παραθέσεως ἀνεγράφοντο. οὕτως οὖν Ἡσαΐας «ἐν βασιλείᾳ Ὀζίου καὶ
354
5Ἰωάθαν καὶ Ἄχαζ καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας», προ‐ φητεύει.

8

.

1

.

18

ὁμοίως δὲ καὶ Ὠσηέ. ὁ δὲ Ἀμὼς «ἐν ἡμέραις Ὀζίου βα‐ σιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰωὰς βασιλέως Ἰσραήλ», καὶ Σοφονίας «ἐν ἡμέραις Ἰωσίου υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα». ὁμοίως δὲ καὶ Ἱερεμίας. ἀλλ’ ὅτε ἐκλέλοιπεν «ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος
5ἐκ τῶν μηρῶν αὐτοῦ», τῆς διὰ τοῦ Χριστοῦ προφητευομένης προσ‐ δοκίας τῶν ἐθνῶν ὅσον οὔπω μελλούσης ἐπιλάμπειν τῷ βίῳ, οὐκέτι μὲν βασιλεῖς ἐχρημάτισαν Ἰούδα, οὐδὲ ἡγούμενοι Ἰσραήλ,

8

.

1

.

19

τούτων δὲ ταῖς προφητείαις ἀκολούθως κατὰ τοὺς ὡρισμένους χρόνους δια‐ λελοιπότων, πρῶτος μὲν Αὔγουστος δεύτερος δὲ Τιβέριος μετὰ τῶν ἄλλων καὶ τοῦ Ἰουδαίων ἔθνους ἀνηγορεύθησαν βασιλεῖς, οἵ τε κατὰ
5τούτους τῆς Ἰουδαίας ἐπίτροποι καὶ τετράρχαι, οὐ μὴν ἀλλὰ καὶ Ἡρώδης, ὡς ἔφην ἤδη καὶ πρότερον, οὐ προσήκων Ἰουδαίοις τὸ γέ‐ νος, ὃς καὶ αὐτὸς παρὰ Ῥωμαίων τὴν ἀρχὴν τὴν κατὰ Ἰουδαίων ἐγχειρίζεται.

8

.

1

.

20

Τούτων ἡμῖν προτετηρημένων, καιρὸς ἤδη καλεῖ τῆς εἰς τὴν προφητείαν θεωρίας ἐφάψασθαι· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου». δώδεκα τῶν ὅλων ὑπαρχόντων παίδων τῷ Ἰακὼβ τέταρτος Ἰούδας ἦν, ὡς καὶ φθάσαντες εἰρήκαμεν, εἷς καὶ αὐτὸς ἀρχίφυλος τοῦ
5Ἑβραίων ἔθνους.

8

.

1

.

21

ἀλλ’ ὅτι γε οὐκ αὐτὸν ἐκεῖνον ἑώρα τὸν ἄνδρα τὰ ὡς πρὸς αὐτὸν ὑπὸ τοῦ πατρὸς εἰρημένα, σαφὲς ἂν γένοιτο τοῖς ἐπιστήσασιν ταῖς λέξεσι τῆς θείας γραφῆς πρῶτον τοῦ Ἰακὼβ πρὸς τοὺς υἱοὺς φωνὰς λεγούσης· «ἐκάλεσεν δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ
5εἶπεν, συνάχθητε καὶ ἀναγγελῶ ὑμῖν, τί ὑμῖν ἀπαντήσεται ἐπ’ ἐσχά‐ του τῶν ἡμερῶν· ἀθροίσθητε καὶ ἀκούσατε, υἱοὶ Ἰακώβ, ἀκούσατε Ἰσραήλ, τοῦ πατρὸς ὑμῶν».

8

.

1

.

22

σαφῶς γὰρ ἐπαγγέλλεται προφητεύειν αὐτοῖς τὰ μέλλοντα αὐτοῖς ἀπαντήσεσθαι μακροῖς ὕστερον χρόνοις καί, ὡς αὐτός φησιν, «ἐπ’ ἐσχάτου τῶν ἡμερῶν». καὶ ἄλλως δὲ τὰ
ὡς πρὸς τὸν Ἰούδαν εἰρημένα οὐκ ἂν εὐλόγως ἐφαρμόσαιεν τῷ πρώτῳ355
5ἐκείνῳ ἀνδρί.

8

.

1

.

23

οὐ γὰρ ἐκεῖνον τὸν Ἰούδαν ᾔνεσαν «οἱ ἀδελφοί»· ἐπὶ ποίῳ γὰρ αὐτοῦ κατορθώματι τοῦτο ἐποίησαν ἄν; οὐδὲ μὴν ἐκείνῳ προσεκύνησαν «οἱ υἱοὶ τοῦ πατρός». μᾶλλον δ’ ἂν ὁ λόγος ἥρμοσεν, εἰ τῷ Ἰωσὴφ εἴρητο, ἐπειδὴ τοῦτον ἅμα τοῖς λοιποῖς ἀδελφοῖς καὶ αὐτὸς
5Ἰούδας προσκυνήσας φαίνεται, πλὴν ἀλλὰ πρὸ τῶν λόγων τῆς προ‐ φητείας, μετὰ γὰρ τούτους οὐδέν τι τοιοῦτον οὐδὲ περὶ τὸν Ἰωσήφ, ἦπού γε περὶ τὸν Ἰούδαν, γεγονὸς ἡ ἱστορία παρίστησιν.

8

.

1

.

24

καὶ τὸ «ἀναπεσὼν» δὲ «ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος» μείζονος ἂν δέοιτο ἢ κατὰ τὸν Ἰούδαν θεωρίας. ἀλλὰ καὶ τὸ μετὰ ταῦτα εἰρημένον «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ,
5ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν» τοὺς χρόνους αἰνίττεσθαί μοι δοκεῖ τῆς τοῦ προφητευομένου παρουσίας. τόδε γάρ, φησίν, οὐκ ἔσται, ἔστ’ ἂν γένοιτο τόδε.

8

.

1

.

25

οὐδὲ γὰρ πρό‐ τερον παύσονται τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες καὶ ἡγούμενοι ἢ τὴν τῶν ἐθνῶν προσδοκίαν ἐλθεῖν καὶ «τὰ ἀποκείμενα» τῷ προφητευο‐ μένῳ. ταῦτα δὲ ὁμοίως τοῖς ἑβδομήκοντα καὶ ὁ Θεοδοτίων ἡρμή‐
5νευσεν. ὁ δὲ Ἀκύλας τοῦτον ἐξέδωκε τὸν τρόπον· «οὐκ ἀναστήσεται σκῆπτρον ἀπὸ Ἰούδα, καὶ ἀκριβαζόμενος ἀπὸ μεταξὺ ποδῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ καὶ αὐτῷ σύστημα λαῶν».

8

.

1

.

26

ἔνθα λεγομένου τοῦ «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα», πάλιν οὐ περὶ τοῦ Ἰούδα, αὐτοῦ δὴ ἐκείνου τοῦ πρώτου ἀνδρός, ἀκούειν δεήσει, ὥσπερ οὐδὲ τὸ «Ἰούδα, σὲ αἰνέ‐ σαισαν οἱ ἀδελφοί σου» καὶ τὰ ἑξῆς ἐπ’ ἐκεῖνον ἀνεφέρετο. πλείστοις
5δ’ οὖν χρόνοις ἄρχοντες καὶ ἡγούμενοι τοῦ Ἰουδαίων ἔθνους κατέ‐ στησαν οὐκ ἐκ τῆς ἐκείνου τοῦ ἀνδρὸς διαδοχῆς.

8

.

1

.

27

πρῶτος μὲν γὰρ Μωσῆς αὐτὸς ἡγήσατο τοῦ λαοῦ, μὴ ἐκ τοῦ Ἰούδα ἀλλ’ ἐκ τοῦ Λευὶ γεγονώς, εἶτα Ἰησοῦς ἐκ φυλῆς Ἐφραΐμ, μεθ’ ὃν ἦρξεν αὐτῶν Δεβ‐ βώρα ἐκ φυλῆς Ἐφραΐμ, καὶ Βαρὰκ ἐκ φυλῆς Νεφθαλείμ, μεθ’ οὓς
5Γεδεὼν ἐκ φυλῆς Μανασσῆ, ἔπειτα ὁ τοῦ Γεδεὼν παῖς, καὶ μετ’ αὐ‐ τὸν Θωλὰ ἐκ φυλῆς τῆς αὐτῆς, ἔπειτα Ἐσεβὼν ἐκ Βηθλεέμ, καὶ μετὰ τοῦτον Αἰλὼν ἐκ φυλῆς Ζαβουλών, ἔπειτα Λαβδὼν ἐκ φυλῆς Ἐφραΐμ, καὶ αὖθις Σαμψὼν ἐκ φυλῆς Δάν, ἔπειτα ἀναρχίας αὐτῶν γενομένης ἡγεῖτο αὐτῶν Ἠλεὶ ὁ ἱερεὺς ἐκ φυλῆς Λευί.

8

.

1

.

28

οὗτοι πάντες κριταὶ κρίναντες τὸν Ἰσραήλ, οὐκ ἐκ διαδοχῆς Ἰούδα, ἐκ διαφόρων δὲ φυλῶν ἄλλοθεν ἄλλος γενόμενος· καὶ ὅ γε μετὰ τούτους πρῶτος αὐτῶν βασιλεύσας Σαοὺλ ἐκ φυλῆς ἦν Βενιαμίν.

8

.

1

.

29

πῶς οὖν τὸ «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ», ὡς ἂν οἰη‐ θείη τις, ἐπὶ τοὺς ἐκ φυλῆς Ἰούδα ἄρχοντας καὶ ἡγουμένους ἀνενεχθή‐ σεται, ὅτε φαίνονται ἀπὸ τῶν χρόνων τῆς τοῦ Ἰακὼβ τελευτῆς ὅλοις
356
5ἔτεσιν ἐγγύς που χιλίοις οὐκ ἐκ μόνης τῆς Ἰούδα φυλῆς προαχθέντες, ἀλλ’ ἄλλοτε ἐξ ἄλλης, μέχρι τῶν Δαβὶδ χρόνων; εἰ δὲ μετὰ τοὺς τοσούτους ὁ Δαβὶδ οἵ τε ἐκ τῆς τούτου διαδοχῆς βασιλεύσαντες τοῦ Ἰουδαίων ἔθνους ἐκ φυλῆς γεγόνασιν Ἰούδα, ἀλλὰ χρή σε εἰδέναι ὅτι οὐδὲ ὅλοις πεντακοσίοις ἔτεσιν διήρκεσαν, οὔτοι τοῦ παντὸς
10ἔθνους βασιλεύσαντες ἀλλὰ μόνων φυλῶν τριῶν, καὶ οὐδὲ ὅλων τού‐ των, καθ’ οὓς ἕτεροί τινες ἐτύγχανον τοῦ πλείονος ἔθνους καὶ ὅλων γε ἐννέα φυλῶν τὴν βασιλείαν διέποντες.

8

.

1

.

30

μετὰ γὰρ τὴν τοῦ Σολο‐ μῶνος τελευτὴν διαιρεθέντος τοῦ παντὸς ἔθνους, ἐξ Ἰούδα τοῦ Δαβὶδ διάδοχοι τριῶν, ὡς ἔφην, οὐδ’ ὅλων φυλῶν ἐπὶ τῆς Ἱερουσαλὴμ ἐβα‐ σίλευον μέχρι τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας.

8

.

1

.

31

κατ’ αὐτοὺς δὲ τού‐ τους ἐπὶ τῆς Σαμαρείας οὕτω καλουμένης πόλεως τῶν ἐννέα φυλῶν ἡγούμενοι οὐκ ἐξ Ἰούδα ἀλλ’ ἐξ ἑτέρων φυλῶν ἕτεροι διετέλεσαν, 〈ὧν〉 πρῶτος ἦν Ἱεροβοὰμ ἐκ φυλῆς Ἐφραΐμ, καὶ οἱ καθεξῆς μετὰ
5τοῦτον, ὡς μηδ’ ἐν τοῖς μεταξὺ χρόνοις τοῖς ἀπὸ Δαβὶδ ἐπὶ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν τοὺς ἐκ φυλῆς Ἰούδα τοῦ παντὸς ἔθνους ἡγήσασθαι.

8

.

1

.

32

τί δεῖ λέγειν ὡς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον αὖθις ὑπὲρ τὰ πεντακόσια ἔτη μέχρι τῆς τοῦ Χριστοῦ γενέσεως διε‐ τέλεσαν πολιτείᾳ χρώμενοι ἀριστοκρατικῇ, τῶν μὲν κατὰ χρόνους ἀρχιερέων ἡγουμένων τοῦ ἔθνους, οὐδενὸς δὲ ἐκ τῆς τοῦ Ἰούδα φυ‐
5λῆς, ὥστε ἐξ ἁπάντων τούτων παρίστασθαι, μὴ ἐπὶ τὸν πρῶτον ἐκεῖνον ἄνδρα τὸν Ἰούδαν μηδὲ ἐπὶ τοὺς διαδόχους αὐτοῦ ἀναφέρεσθαι τὸ φάσκον λόγιον «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ». μόνως δ’ ἂν συσταίη τὰ κατὰ τὸν τόπον, εἰ κατὰ τὰ πρόσθεν ἡμῖν ἀποδεδομένα περὶ τῆς φυλῆς ἁπάσης λέγεσθαι
10ταῦτα νοήσαιμεν·

8

.

1

.

33

αὕτη γοῦν ἐξ ἀρχῆθεν, ἐξ αὐτῶν τῶν κατὰ Μωσέα χρόνων, τοῦ παντὸς ἔθνους ἡγήσατο. κατὰ γοῦν τὴν ταύτης ἐπικράτειαν, ὡς ἂν ἀρχῆθεν ἡγεῖσθαι προκεχειρισμένης ὑπὸ τοῦ θεοῦ, Ἰουδαία τε εἰσέτι νῦν ἀπὸ τῆς φυλῆς ἥ τε χώρα ἐπικέκληται καὶ τὸ
5πᾶν αὐτῶν σύστημα Ἰουδαίων προσαγορεύεται. οὕτω τοίνυν νοή‐ σαιμεν τὸ λεγόμενον, ὡς εἰ σαφέστερον ἔλεγεν· «οὐκ ἐκλείψει» τοῦ παντὸς ἔθνους ἡγουμένη ἡ τοῦ Ἰούδα φυλή.

8

.

1

.

34

ὁ γοῦν Σύμμαχος, «οὐ περιαιρεθήσεται», φησίν, «ἐξουσία ἀπὸ Ἰούδα», τὸ ἐξουσιαστικὸν
δήπου καὶ ἀρχικὸν ἀξίωμα τῆς μετὰ ταῦτα ὑποστάσης τοῦ Ἰούδα φυλῆς παριστάς. ταύτης γοῦν οὔτε τὸ «σκῆπτρον», ὡς ὁ Ἀκύλας357
5φησίν (βασιλικῆς δὲ τοῦτο σύμβολον ἦν ἀρχῆς), οὔτε τὴν «ἐξουσίαν», κατὰ τὸν Σύμμαχον, περιαιρεθήσεσθαι θεσπίζει, «ἕως ἂν ἔλθῃ», φησίν, «ᾧ ἀπόκειται», καὶ αὐτὸν ἔσεσθαι τῶν ἐθνῶν προσδοκίαν.

8

.

1

.

35

ποίαν ταύτην προσδοκίαν ἢ τὴν πάλαι τῷ Ἀβραὰμ καὶ τοῖς μετ’ αὐτὸν προπάτορσι κεχρηματισμένην; Πρῶτον μὲν οὖν θαυμάζειν ἄξιον ὅπως δώδεκα οὐσῶν τῶν παρ’
5Ἑβραίοις φυλῶν ἐξ οὐδεμιᾶς ἄλλης ἢ ἀπὸ μόνης τῆς Ἰούδα ἡ τοῦ ἔθνους εἰσέτι νῦν ἀνηγόρευται προσηγορία· οὐ δι’ ἕτερον ἢ διὰ τὸ τῆς προφητείας λόγιον τῇ τοῦ Ἰούδα φυλῇ τὸ ἀρχικὸν περιάψαν ἀξίωμα.

8

.

1

.

36

ἀλλὰ καὶ τὴν πάτριον αὐτῶν χώραν Ἰουδαίαν διὰ τὴν αὐ‐ τὴν ἀποκαλεῖσθαι συμβαίνει αἰτίαν, ἐπεὶ διὰ τί μὴ ἀπὸ τοῦ πρώτου τῶν δώδεκα, λέγω δὲ ἀπὸ τοῦ Ῥουβείμ, τὸ ἔθνος αὐτῶν ἐχρημάτισεν, καίτοι παρὰ τῷ θείῳ νόμῳ τῶν πρωτοτόκων τετιμημένων; διὰ τί δὲ
5μὴ ἀπὸ τῆς τοῦ Λευί, ὁμοῦ καὶ τῷ χρόνῳ καὶ τῷ τῆς ἱερωσύνης τιμή‐ ματι τὸν Ἰούδαν παρεξάγοντος; τί δὲ οὐχὶ μᾶλλον ἀπὸ τοῦ Ἰωσὴφ χρηματίσαι συνέβη τὸ πᾶν ἔθνος καὶ τὴν χώραν, διὰ τὸ καὶ πάλαι πάσης οὐ μόνον Αἰγύπτου ἀλλὰ καὶ τῶν οἰκείων τὸ κράτος ἀνά‐ ψασθαι τοῦτον, τούς τε ἐξ αὐτοῦ γενομένους μακροῖς ὕστερον χρόνοις
10ἐπὶ πλεῖστον ὅσον ὅλων ἐννέα φυλῶν τοῦ ἔθνους ἡγήσασθαι, δι’ οὓς καὶ μᾶλλον εἰκὸς ἦν τὴν τοῦ προπάτορος ἐπωνυμίαν τὸ πᾶν ἔθνος καὶ τὴν χώραν ἐπιγράψασθαι; τίς δ’ οὐκ ἂν ὁμολογήσαι παρὰ τούτους ἅπαντας εὐλόγως ἂν ἐκ τοῦ Βενιαμὶν τὴν ἐπωνυμίαν αὐτοὺς λαβεῖν, ἐπειδήπερ τῇ τούτου φυλῇ ἡ περιβόητος αὐτῶν βασιλικὴ μη‐
15τρόπολις ὅ τε ἐπὶ ταύτης ἁγιώτατος τοῦ θεοῦ νεὼς κεκλήρωτο; ἀλλ’ ὅμως οὐδ’ ἐκ τούτων οὐδ’ ἐξ ἑτέρας ἢ μόνης ἐκ τῆς Ἰούδα φυλῆς ἡ τῆς χώρας καὶ τοῦ παντὸς ἔθνους προσηγορία διέπρεψεν, τῇ προφητείᾳ ἀκολούθως.

8

.

1

.

37

οὕτω γέ τοι τὸ «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα» ἐπὶ τὴν φυλὴν ἡμῖν ἀνενήνεκται, καὶ μόνως οὕτως ἀληθῶς ἡ πρόρ‐ ρησις ἀποδέδοται. ἀπὸ γοῦν τῶν Μωσέως χρόνων καθεξῆς οὐ διέλι‐ πον μερικοὶ μὲν αὐτῶν ἄρχοντες ἐκ διαφόρων, ὡς ἔφην, φυλῶν ἡγη‐
5σάμενοι, καθόλου δὲ ἡ τοῦ Ἰούδα φυλὴ παντὸς προεστῶσα τοῦ ἔθνους.

8

.

1

.

38

παραδείγματι δὲ καταδέξῃ τὸ εἰρημένον. ὡς γὰρ ἐπὶ τῆς Ῥωμαίων ἀρχῆς οἱ μὲν κατ’ ἔθνος ἐπίτροποί τε καὶ ἡγούμενοι, ἔπαρχοί τε καὶ στρατοπεδάρχαι, οἵ τε πάντων ἀνωτάτω βασιλεῖς, οὐ πάντες ἐκ τῆς
Ῥωμαίων ὁρμῶνται πόλεως, οὐδ’ ἀπὸ τῆς Ῥώμου καὶ Ῥωμύλλου358
5σπορᾶς, ἀλλ’ ἐκ μυρίων ἄλλος ἄλλοθεν ἐθνῶν, ὅμως δὲ οἱ πάντες βασιλεῖς τε καὶ οἱ μετ’ αὐτοὺς ἄρχοντες καὶ ἡγούμενοι τὴν Ῥωμαίων ἐπιγράφονται προσηγορίαν, Ῥωμαίων τε τὸ κράτος ἐπωνόμασται, καὶ ταύτης ἐξῆπται τῆς ἐπωνυμίας ἡ καθόλου πάντων ἀρχή· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν καθ’ Ἑβραίους χρὴ νοεῖν πραγμάτων, μιᾶς μὲν
10καθόλου τῆς τοῦ Ἰούδα φυλῆς κατὰ τοῦ παντὸς ἔθνους ἐπιπεφη‐ μισμένης, τῶν δὲ κατὰ μέρος ἡγουμένων τε καὶ βασιλέων ἐκ διαφόρων καθισταμένων φυλῶν καθόλου δὲ τῇ τοῦ Ἰούδα τιμωμένων προση‐ γορίᾳ. λεγέσθω τοίνυν ὡς πρὸς τὴν ὅλην φυλὴν ὑπὸ τοῦ προφήτου τὸ «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου».

8

.

1

.

39

οἶδεν γὰρ αὐτήν, ἅτε προνομίας ἠξιωμένην, πρὸ τῶν λοιπῶν φυλῶν τετιμῆσθαι, καὶ ἐπεὶ ἐξῆρχεν ἐν πολέμοις καὶ μόνη τοῦ παντὸς ἔθνους ἡγεῖτο ἐν ταῖς πρὸς τοὺς ἐχθροὺς παρατάξεσιν, εἰκότως ἐπιλέγεται πρὸς αὐτὴν «αἱ
5χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου». εἶτα διὰ τὸ ἀρχικὸν καὶ βασιλικὸν ἀξίωμα «σκύμνος λέοντος» εἶναι λέγεται.

8

.

1

.

40

σεμνυνόμενος δὲ ὁ προπάτωρ ὁμοῦ καὶ προφήτης ἐπὶ τῷ τῆς φυλῆς ἀξιώματι προστίθησιν λέγων· «ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης».

8

.

1

.

41

τὸ δὲ «ἀνα‐ πεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος λέοντος» τὸ γαῦρον ὁμοῦ καὶ θαρσαλέον καὶ τὸ τῶν ἔξωθεν ἐπιόντων ἀκατάπληκτον τό τε ἄφοβον καὶ τῶν ἐχθρῶν καταφρονητικὸν παρίστησιν. τοιοῦτον δὲ
5αὐτὸν ὄντα, μᾶλλον δὲ τοιαύτην οὖσαν τὴν φυλήν, τίς, φησίν, ἀνα‐ στήσει; μέγαν τινὰ καὶ θαυμαστὸν σπάνιόν τε καὶ δυσθεώρητον ἔσε‐ σθαι τὸν μέλλοντα ἀναστήσειν τοῦ θρόνου καὶ μεταστήσειν τοῦ ἀρ‐ χικοῦ ἀξιώματος τὴν δηλωθεῖσαν φυλὴν αἰνιξάμενος.

8

.

1

.

42

Τίς δὲ ἄρα οὗτος ἦν, ἑξῆς ἡμᾶς ἐφίστησιν, τοῦτον εἶναι δι‐ δάσκων τὸν μέλλοντα «προσδοκίαν» ἔσεσθαι «τῶν ἐθνῶν», ὃς οὐ πρότερον φανήσεσθαι ἐν ἀνθρώποις ἢ ἐκλείψειν [καὶ] ἄρχοντα καὶ ἡγούμενον 〈καὶ〉 μετασταθήσεσθαι καὶ ἀπαναστήσεσθαι τῆς ἀρχῆς τὴν
5τοῦ Ἰούδα φυλὴν προφητεύεται.

8

.

1

.

43

τίς δ’ οὗτος ἦν ἢ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός; οὗ ἐπὶ τῆς γενέσεω〈σ〉, ἀκολούθως τῇ προ‐ κειμένῃ προρρήσει, ἐξέλιπον μὲν ἄρχοντες καὶ ἡγούμενοι ἐξ αὐτῶν Ἰουδαίων ἐπὶ τὸ ἔθνος αὐτῶν καθιστάμενοι, ἡ δὲ τοῦ Ἰούδα φυλὴ
5αὐτῷ ἔθνει παντὶ τοῦ ἐξ αἰῶνος ἀρχικοῦ καὶ βασιλικοῦ ἀξιώματος
καθαιρεθεῖσα τοῖς εἰσέτι καὶ νῦν κρατοῦσιν ἐξ ἐκείνου καὶ εἰς δεῦρο δουλεύει Ῥωμαίοις, μετὰ τῶν λοιπῶν καὶ τὸ Ἰουδαίων ἔθνος χειρω‐ σαμένοις, παρ’ ὧν Ἡρώδης, πρῶτος ἐξ ἀλλοφύλου γένους ὑπάρχων, ἰδίως τοῦ ἔθνους αὐτῶν ὑπό τε Αὐγούστου καὶ τῆς Ῥωμαίων συγ‐359
10κλήτου βουλῆς βασιλεὺς ἀναδέδεικται.

8

.

1

.

44

ἦν γοῦν ὁ Ἡρώδης Ἀντι‐ πάτρου παῖς, ὁ δ’ Ἀντίπατρος Ἀσκαλωνίτης, ἔκ τινος τῶν περὶ τὸν νεὼν τοῦ Ἀπόλλωνος ἱεροδούλων καλουμένων, ὃς δὴ Κυπρίνην ὀνό‐ ματι, τὸ γένος τῶν ἐξ Ἀραβίας, γυναῖκα πρὸς γάμον ἀγαγόμενος τὸν
5Ἡρώδην ποιεῖται.

8

.

1

.

45

οὗτος δὴ οὖν πρῶτος ἐκ τοιούτου γένους ὁρ‐ μώμενος τὸν ἐκ διαδοχῆς τῶν ἀρχιερέων ὕστατον ἡγησάμενον Ὑρκα‐ νόν, ἐφ’ ὃν τὰ τῆς οἰκείας ἀρχῆς τοῦ Ἰουδαίων ἔθνους κατέληξεν, ἐκποδὼν μεθίστησιν ἀνελών, πρῶτός τε αὐτός, ὡς ἔφην, ἐξ ἀλλο‐
5φύλου γένους Ἰουδαίων ἀναγορεύεται βασιλεύς. καθ’ ὃν γεννηθέντος Ἰησοῦ τοῦ Χριστοῦ καθῄρητο μὲν ὁμοῦ καὶ τῆς Ἰούδα φυλῆς τὸ ἀξίωμα, καθῄρητο δὲ καὶ ἡ τῶν Ἰουδαίων ἀρχή τε καὶ βασιλεία, πεπλήρωτο δὲ καὶ ἡ προτεταγμένη προφητεία, «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ», φήσασα, «ἕως ἂν
10ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ», ὃν καί φησιν γενήσεσθαι οὐ τοῦ Ἰουδαίων ἔθνους ἀλλὰ τῶν ἐθνῶν προσδοκίαν.

8

.

1

.

46

Ἐπειδὴ τοίνυν ἀπέκειτο ἡ πρόπαλαι τῷ Ἀβραὰμ χρηματισθεῖσα τῆς τῶν ἐθνῶν κλήσεως προσδοκία, ὡς ἂν ἐκλελοιπότων ἐκ τοῦ Ἰουδαίων ἔθνους ἀρχόντων τε καὶ ἡγουμένων, μεταστάσης τε τῆς κατ’ αὐτῶν ἀρχῆς ἐπὶ Ῥωμαίους καὶ τὸν ἐξ ἐθνῶν δεδηλωμένον
5Ἡρώδην, εἰκότως ὁ μὲν εὐαγγελιστὴς Λουκᾶς, ἐπισημαινόμενος τοὺς χρόνους τῆς ἐκλείψεως τῶν Ἰουδαίων ἀρχόντων, τὴν καταρχὴν τῆς Χριστοῦ διδασκαλίας ἱστορεῖ γεγονέναι «ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας». καὶ Ματθαῖος δὲ τοῦτο αὐτὸ αἰνιττόμενος σημαίνει·

8

.

1

.

47

ὑπογράψας δ’ οὖν τὴν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν γένεσιν, ἐπι‐ λέγει· «τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέ‐ ραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;»
5δι’ ὧν σαφῶς παρίστησιν καὶ τοῦ ἀλλοφύλου τὴν κατ’ αὐτῶν ἀρχὴν καὶ τῶν ἐξ ἀνατολῆς ἀλλοφύλων ἐθνῶν τὴν ὑπὸ τοῦ θεοῦ κλῆσιν.

8

.

1

.

48

ὁμοῦ τε γὰρ Ἰουδαίων ἀλλόφυλοι ἐκράτουν, καὶ τὸν πάλαι προ‐ φητευόμενον Χριστὸν τοῦ θεοῦ ἐγίνωσκόν τε καὶ προσεκύνουν ἀλλό‐ φυλοι, ἐξ ἀνατολῶν ἐπιστάντες. οὐκοῦν σαφῶς διὰ τούτων τέλος ἔχουσα τοῦ Ἰακὼβ ἡ προφητεία δείκνυται, ἐπ’ ἐσχάτου τῆς συστά‐360
5σεως τοῦ Ἰουδαίων ἔθνους ἀποτελεσθεῖσα, ὥσπερ οὖν αὐτὸς τοῖς ἑαυτοῦ παισὶν ἐθέσπισεν εἰπών· «συνάχθητε, ἵνα ἀπαγγείλω ὑμῖν τί συμβήσεται ὑμῖν ἐπ’ ἐσχάτου τῶν ἡμερῶν», ἐσχάτας ἡμέρας νοούν‐ των ἡμῶν τὰ ἔσχατα τῆς συστάσεως τοῦ Ἰουδαίων ἔθνους.

8

.

1

.

49

τί δῆτα δεῖν αὐτοῖς ἀπαντᾶν ἔμελλεν; ἔκλειψις μὲν τῆς ἀρχῆς Ἰούδα, καὶ τοῦ παντὸς ἔθνους αὐτῶν καθαίρεσις, παῦλά τε καὶ λῆξις τῶν ἡγουμένων αὐτῶν, καὶ τῆς φυλῆς αὐτοῦ τοῦ βασιλικοῦ καὶ ἀρχικοῦ
5ἀξιώματος κατάλυσις, Χριστοῦ δὲ ἀρχὴ καὶ βασιλεία, οὐ τοῦ Ἰσραὴλ ἀλλὰ τῶν ἐθνῶν ἁπάντων ἄρχουσα, κατὰ τὸ «καὶ αὐτὸς προσδοκία ἐθνῶν».

8

.

1

.

50

τίς δ’ οὐκ ἂν ὁμολογήσειεν ταῦθ’ οὕτω σαφῶς ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν ἐπιφανείᾳ πεπληρῶσθαι, ὅτε οἱ πάλαι πρὸ τῆς τοῦ Χριστοῦ γενέσεως ἐπ’ οἰκείοις ἄρχουσι καὶ ἡγουμένοις καὶ συνε‐ τοῖς τῶν θείων ἀναγνωσμάτων ἀκροαταῖς βασιλεῦσίν τε ἰδίοις καὶ
5ἀρχιερεῦσι καὶ προφήταις λαμπρυνόμενοι, αὐτή τε ἡ τοῦ Ἰούδα φυλή, βασιλικὴ οὖσα, τῶν ἐχθρῶν καὶ πολεμίων ἐπικρατοῦσα κατάρχουσά τε καὶ ἡγουμένη τοῦ παντὸς ἔθνους, οἵ τε ἐν αὐτοῖς πάλαι διαπρέ‐ ποντες ἐξ ἐκείνου καὶ εἰς δεῦρο Ῥωμαίοις ὑποτελεῖς καθεστήκασιν; ἐπεφάνη γὰρ σαφῶς ὁ Χριστὸς τοῦ θεοῦ, καὶ ἐξ ἐκείνου ἡ λεγομένη
10«προσδοκία τῶν ἐθνῶν» εἰς πάντα τὰ ἔθνη ἀνακεκήρυκται.

8

.

1

.

51

ἢ λεγέτω τις, εἰ μὴ κατὰ τὴν ἐπιφάνειαν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν τὰ μὲν παρὰ Ἰουδαίοις σεμνὰ ἥ τε μητρόπολις αὐτῶν ἅμα τῷ ἱερῷ καὶ τῇ ἐν τούτῳ συντελουμένῃ ἁγιστείᾳ μετὰ καὶ τῶν οἰκείων ἡγουμένων
5τε καὶ ἀρχόντων διαλέλοιπεν, ἀναδέδεικται δὲ ἐξ ἐκείνου τὰ τῆς ἐλ‐ πίδος καὶ προσδοκίας τῶν ἐθνῶν τῶν καθ’ ὅλης τῆς οἰκουμένης, ὅτε καὶ ἐλήλυθεν «τὰ ἀποκείμενα» τῷ κυρίῳ.

8

.

1

.

52

τίνα δὲ ἢ τὰ δηλού‐ μενα διὰ τοῦ «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου», «σκύμνος λέοντος, Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος λέοντος·
5τίς ἐγερεῖ αὐτόν;» ταῦτα γὰρ καθ’ ἑτέραν διάνοιαν «τὰ αὐτῷ ἀπο‐ κείμενα». Ἃ καὶ αὐτὰ φέρε κατανοήσωμεν, πρῶτον τούτῳ ἐπιστήσαντες,
ὡς διαφόροις τὸν Χριστὸν ὀνόμασι προσαγορεύειν εἰώθασιν οἱ θεῖοι χρησμοί. τοτὲ μὲν γὰρ αὐτὸν καλοῦσιν Ἰακώβ· «Ἰακὼβ ὁ παῖς361
10μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει», καὶ τὰ ἑξῆς.

8

.

1

.

53

οἷς ἐπείρηται· «ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν, καὶ ἐπὶ τῷ ὀνό‐ ματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν», τοτὲ δὲ αὐτὸν Σολομῶνα καὶ Δαβὶδ ὀνομάζουσιν· Σολομῶνα μὲν ὡς ἐν οαʹ ψαλμῷ, ἐπιγεγραμμένῳ μὲν «εἰς Σολομῶνα», σαφῶς δὲ τὰ περὶ τοῦ Χριστοῦ περιέχοντι.

8

.

1

.

54

τὸ γὰρ «κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης», καὶ «πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ», καὶ ὅσα τούτοις ἑξῆς ὁ ψαλμὸς περιέχει, μόνῳ τῷ Χριστῷ
5ἁρμόζοι ἄν.

8

.

1

.

55

Δαβὶδ δὲ ἐν πηʹ ψαλμῷ πάλιν ὁ Χριστὸς ἀνηγόρευ‐ ται, ἐπεὶ μὴ τῷ Δαβὶδ μόνῳ δὲ αὐτῷ κατάλληλα ἂν εἴη καὶ τὰ ἐν τούτῳ λεγόμενα, οἷον τὸ «αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σύ, κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς
5γῆς. εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου»,

8

.

1

.

56

καὶ πάλιν· «τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα». οὕτως οὖν μετὰ μυρίων ἄλλων τοῦ Χριστοῦ προσηγοριῶν, δι’ ὧν αὐτὸν οἱ
5θεῖοι λόγοι σημαίνουσιν, καὶ Ἰούδας ὁμοίως διὰ τῶν προκειμένων ἀνειρῆσθαι δύναται, ὅτι καὶ ἐκ τῆς Ἰούδα γέγονεν φυλῆς·

8

.

1

.

57

«πρό‐ δηλον γὰρ» κατὰ τὸν ἀπόστολον «ὅτι ἐκ» φυλῆς «Ἰούδα ἀνατέταλκεν» ὁ σωτὴρ καὶ «κύριος ἡμῶν». τούτῳ δὴ οὖν κατὰ διάνοιαν τῷ Ἰούδᾳ «ἀποκείμενα» ἦν τὰ προφητευόμενα.

8

.

1

.

58

Τίνα δὲ ἦν ταῦτα; πρῶτον μὲν τὸ ἐπαινεθῆναι ὑπὸ τῶν ἀδελ‐ φῶν αὐτοῦ· δεύτερον κατὰ νώτου τῶν ἐχθρῶν αὐτοῦ τὰς χεῖρας ἐπιβαλεῖν· τρίτον προσκυνηθῆναι ὑπὸ τῶν υἱῶν τοῦ πατρὸς αὐτοῦ· ἃ καὶ τέλους ἐτύγχανεν, ὁπηνίκα τέως μὲν τὰς παραδόξους δυνάμεις
5καὶ τὰ τεράστια θαύματα ἐπιτελῶν ἐθαυμάζετο καὶ ἐπῃνεῖτο καὶ προσεκυνεῖτο πρὸς τῶν ἑαυτοῦ μαθητῶν τε καὶ ἀποστόλων, οὓς καὶ ἀδελφοὺς ἀποκαλεῖν οὐκ ὤκνει, διὰ μὲν τοῦ ψαλμοῦ λέγων· «ἀπαγ‐ γελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε», ταῖς δὲ ἀμφὶ τὴν Μαρίαν προστάττων εὐαγγελίζεσθαι αὐτοῖς
10ὡς ἀδελφοῖς· «ἀπαγγείλατε», γὰρ φησί, «τοῖς ἀδελφοῖς μου», ὅτι
«ἀνέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν».362

8

.

1

.

59

οὕτω δῆτα αὐτὸν «οἱ ἀδελφοὶ» τὰ μὲν πρῶτα ἐπὶ τοῖς παραδόξοις ὡς θαυμάσιον ἄνδρα μόνον ἐπῄνουν, ἕνα τινὰ ὡς εἰκὸς τῶν προφητῶν εἶναι ὑπειληφότες· ἐπεὶ δὲ ἐν τῷ μεταξὺ ... τὰς θαυμασίους παραδοξοποιίας αὐτοῦ ὁρῶντες καὶ ὡς καθεῖλεν
5«ἐχθρόν» τε καὶ «ἐκδικητὴν», τόν τε θάνατον, 〈τόν τε〉 ἄρχοντα τοῦ αἰῶνος τούτου ἅμα ταῖς λοιπαῖς ἀοράτοις καὶ ἐχθραῖς δυνάμεσιν, τὸ τηνικάδε θεὸν αὐτὸν εἶναι πιστεύσαντες προσεκύνησαν.

8

.

1

.

60

αἱ δὲ «χεῖρες» τοῦ σωτῆρος ἡμῶν κατὰ «νώτου τῶν ἐχθρῶν» αὐτοῦ ἐγίνοντο, ὅτε πάσας τὰς πράξεις αὐτοῦ τάς τε δυνάμεις καὶ παραδοξοποιίας ἐπὶ καθαιρέσει τῶν δαιμόνων καὶ τῶν πονηρῶν πνευμάτων ἐποιεῖτο,
5ἀλλὰ καὶ ὁπηνίκα ἐξεπέτασεν τὰς χεῖρας αὐτοῦ ἐπὶ τοῦ σταυροῦ, καὶ οὕτως αἱ χεῖρες αὐτοῦ, φευγόντων τῶν ἐχθρῶν καὶ τὰ νῶτα παρα‐ χωρούντων αὐτῷ, «κατὰ νώτου τῶν ἐχθρῶν» ἐγίνοντο, καὶ μᾶλλον ὅτε τὸ πνεῦμα παραδοὺς τῷ πατρί, ἄσαρκος καὶ γυμνὸς οὗ ἀνειλήφει σώματος ἐπὶ τὸ «τῶν ἐχθρῶν» κατῄει χωρίον, αὐτοζωὴ τυγχάνων,
10θάνατον καταλύσ[σ]ων καὶ τὰς ἐπανισταμένας αὐτῷ δυνάμεις, ἃς εἰκὸς κατ’ ἀρχὰς μὲν κοινὸν ἄνθρωπον καὶ τοῖς πολλοῖς ὅμοιον αὐτὸν ὑπειληφέναι οὕτω τε κυκλῶσαι αὐτὸν καὶ ὡς ἂν τῷ τυχόντι ἐφορ‐ μῆσαι· ἐπεὶ δὲ ἔγνωσαν κρείττονα ἢ κατὰ ἄνθρωπον καὶ θειοτέραν φύσιν, τραπῆναι καὶ τὰ νῶτα παραχωρῆσαι αὐτῷ, καθ’ ὧν τὰς χεῖρας
15ἀφείς, τοῖς ἐνθέοις αὐτοῦ καὶ ἠκονημένοις βέλεσιν φεύγοντας ἤλαυνεν, ὡς διὰ τοῦτο εἰρῆσθαι· «αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου».

8

.

1

.

61

εἰ δὲ καὶ εἰσέτι νῦν μυρίοι τοῦ σωτῆρος ἡμῶν ἐχθροὶ τὴν ἐκκλη‐ σίαν αὐτοῦ κατὰ καιροὺς πολεμεῖν ἐπιχειροῦσιν, ἀλλὰ καὶ τούτους ἀοράτῳ χειρὶ καὶ ἐνθέῳ δυνάμει τροποῦται, ὡς καὶ περὶ αὐτῶν εἰρῆ‐ σθαι τὸ «αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου».

8

.

1

.

62

ἐπειδὴ δὲ ἤδη λοιπὸν τὰ κατὰ τῶν ἐχθρῶν νικητήρια ἀπειλήφει, τηνικαῦτα ἐπληροῦτο καὶ τὸ «προσκυνήσουσίν σε οἱ υἱοὶ τοῦ πατρός σου», πάντες δηλαδὴ οἱ κατ’ οὐρανὸν ἄγγελοι, τά τε πνεύματα τὰ λειτουρ‐
5γικὰ καὶ αἱ θεῖαι δυνάμεις, οἵ τε ἐπὶ γῆς ἀπόστολοι καὶ εὐαγγελισταί, καὶ μετὰ τούτους ἅπαντες οἱ ἐξ ἐθνῶν δι’ αὐτοῦ τὸν ἕνα καὶ μόνον ἀληθῆ πατέρα θεὸν ἐπιγραψάμενοι, οἵτινες θεὸν λόγον ὄντα τὸν Χριστὸν μεμαθηκότες, ὡς θεὸν προσκυνεῖν αὐτὸν ὁμολογοῦνται.

8

.

1

.

63

Ἀλλ’ ἐπεὶ ἐχρῆν καὶ τὰ τῆς γενέσεως αὐτοῦ καὶ τὰ τοῦ θανά‐ του μυστήρια τῇ περὶ αὐτοῦ προφητείᾳ συμπεριλαβεῖν, εἰκότως μετὰ τὰ προειρημένα θεσπίζων ὁ Ἰακὼβ ἐπιλέγει· «σκύμνος λέοντος, Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς363
5σκύμνος· τίς ἐγερεῖ αὐτόν;» σκύμνον μὲν οὖν λέοντος αὐτὸν ὀνομάζει διὰ τὸ ἐκ βασιλικῆς αὐτὸν γεγονέναι φυλῆς·

8

.

1

.

64

«ἐκ σπέρματος» γοῦν ἦν τοῦ «Δαβὶδ κατὰ σάρκα». «ἐκ βλαστοῦ» δὲ «ἀνέβης, υἱέ μου», φησίν, ἐπείπερ ἐκ σπέρματος καὶ ῥίζης τοῦ ταῦτα προαναφωνοῦντος Ἰακὼβ ἀνέφυ, πρότερον μὲν θεὸς λόγος ὤν, γενόμενος δὲ δεύτερον υἱὸς
5ἀνθρώπου δι’ ἣν ἀνεδέξατο ὑπὲρ ἡμῶν οἰκονομίαν.

8

.

1

.

65

εἴη δ’ ἂν καὶ τοῦ θανάτου αὐτοῦ δηλωτικὸν τὸ «ἀναπεσὼν ἐκοιμήθη〈σ〉 ὡς λέων καὶ ὡς σκύμνος», ἐξ ἔθους τῆς γραφῆς, κατά τι οἰκεῖον θεώρημα τὸν θάνατον καὶ ἐπὶ μυρίων ἄλλων κοίμησιν ἀποκαλούσης.

8

.

1

.

66

τὸ δὲ «τίς ἐγερεῖ αὐτόν» περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ θαυμαστι‐ κῶς εἴρηται· ἐγερθησόμενον γὰρ αὐτὸν σαφῶς οἶδεν ὁ φάσκων «τίς ἐγερεῖ αὐτόν». θαυμαστικῶς δὲ ἐπιλέγει τὸ τίς ἄρα ὁ τοῦτο ποιή‐
5σων καὶ ἀναστήσων αὐτόν, ἡμᾶς ἐπὶ τὸ ζητεῖν διεγείρων, τίς ἂν εἴη ὁ τὸν κύριον ἡμῶν τὸν ὑπὲρ ἡμῶν θάνατον ἀναδεξάμενον ἐκ νεκρῶν ἀναστήσων.

8

.

1

.

67

τίς δ’ ἂν εἴη ἄλλος ἢ ὁ τῶν ὅλων θεὸς καὶ πατὴρ αὐτοῦ, ᾧ μόνῳ ἀναθετέον τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάστασιν, κατὰ τὴν λέγουσαν γραφήν· «ὃν» ὁ πατὴρ «ἤγειρεν ἐκ νεκρῶν;» ἀντὶ δὲ τοῦ «σκύμνος λέοντος, Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν
5ἐκοιμήθης» ἐμφαντικώτατα ὁ μὲν Ἀκύλας φησίν· «σκύλαξ λέοντος, Ἰούδα, ἀπὸ ἁλώσεως, υἱέ μου, ἀνέβης· κάμψας κατεκλίθης»,

8

.

1

.

68

ὁ δὲ Σύμμαχός φησιν· «σκύμνος λέοντος, Ἰούδα, ἐκ θηριαλώσεως, υἱέ μου, ἀνέβης· ὀκλάσας ἡδράσθης», δι’ ὧν σαφῶς παρίσταται ἡ ἐκ νεκρῶν ἀνάστασις καὶ ἡ ἐξ ᾅδου, ὥσπερ ἔκ τινος θηριαλώσεως, τοῦ σωτῆρος
5ἡμῶν ἀποφυγή.

8

.

1

.

69

τὸ δὲ «ὀκλάσαι» καὶ «ἑδρασθῆναι», ἀλλὰ μὴ κατα‐ πεσεῖν, ὁμοῦ τὸν θάνατον ἔδειξεν διὰ τοῦ ὀκλάσαι, καὶ τὸ μὴ ὑποσυρῆναι ὁμοίως ταῖς τῶν λοιπῶν ἀνθρώπων ψυχαῖς διὰ τοῦ ἡδράσθαι.
5 Ταῦτα μὲν οὖν πάντα προαπέκειτο τῷ Χριστῷ. πλὴν ἕως οὐ‐ δέπω τέλους ἐτύγχανεν, τὸ Ἰουδαίων συνεστήκει ἔθνος, καὶ οἱ ἐξ αὐτῶν ἄρχοντες καὶ ἡγούμενοι οἵ τε ἐξακριβαζόμενοι τὰς θείας συν‐ ετῶς περὶ τοῦ Χριστοῦ προφητείας διέπρεπον ἐν αὐτοῖς.

8

.

1

.

70

ἐπεὶ δὲ ἐλήλυθεν «τὰ ἀποκείμενα» τῷ Ἰούδᾳ, ἐφάνη τε ἐπὶ γῆς ὁ προφη‐
τευόμενος ἐκ σπέρματος καὶ βλαστοῦ γενόμενος τοῦ ταῦτα τεθεσπι‐ κότος, ἀναπεσών τε καὶ κοιμηθείς, ἢ ὀκλάσας, κατὰ τὸν Σύμμαχον,364
5ἡδράσθη καὶ ἀνηγέρθη, τὰς χεῖρας αὐτοῦ κατὰ νώτου τῶν ἀοράτων καὶ νοητῶν ἐχθρῶν ἐπιβαλών, οἵ τε ἀδελφοὶ αὐτοῦ καὶ μαθηταί, πρότερον ἐπαινοῦντες αὐτὸν καὶ θαυμάζοντες, ὕστερον καὶ [ὡς] θεὸν ὡμολόγησαν εἶναι καὶ ὡς θεὸν προσεκύνησαν, τηνικαῦτα ἐπληροῦτο «τὰ ἀποκείμενα αὐτῷ», ὡς διὰ τοῦτο ἀνειρῆσθαι τὸ «ἕως ἂν ἔλθῃ
10τὰ ἀποκείμενα αὐτῷ».

8

.

1

.

71

ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο εἰς πέρας ἐλθόντων τῶν ἀποκειμένων αὐτῷ, διαλελοίπασι μὲν οἱ ἄρχοντες καὶ ἡγούμενοι τοῦ Ἰουδαίων ἔθνους, κατέστησάν τε ἐπὶ κεφαλῆς αὐτῶν ἄρχοντες ἐθνῶν, ἔμπαλιν δὲ τὰ ἔθνη, τὸν Χριστὸν ἐπιγνόντα τοῦ
5θεοῦ, αὐτὸν ἐπεγράψαντο σωτῆρα καὶ προσδοκίαν.

8

.

1

.

72

Μετὰ ταῦτα πάντα ἐπιλέγεται· «δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸ ὑποζύγιον τῆς ὄνου αὐτοῦ· πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐ‐ τοῦ. χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες
5αὐτοῦ ἢ γάλα».

8

.

1

.

73

αἰνίττεσθαι δὲ ἡγοῦμαι διὰ τούτων· τὸν μὲν πῶλον αὐτὸν τὸν τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν χορόν, τὴν δὲ ἄμπελον ἐν ᾗ τὸν πῶλον προσέδησεν τὴν ἔνθεον καὶ ἀόρατον αὐτοῦ δύναμιν, ἣν αὐτὸς παριστὰς ἐδίδασκε λέγων· «ἐγώ
5εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, ὁ πατήρ μου ὁ γεωργός ἐστιν». ἕλιξ δὲ τῆς ἀμπέλου τῆς ἀποδοθείσης εἴη ἂν ἡ τοῦ θεοῦ λόγου διδασκαλία, ἐν ᾗ τὸν πῶλον τῆς ὄνου κατεδήσατο, τὸν νέον ἐξ ἐθνῶν λαόν, γέννημα τυγχάνοντα τῶν ἀποστόλων αὐτοῦ.

8

.

1

.

74

εἴποι δ’ ἄν τις καὶ πρὸς λέξιν ταῦτα τέλους τετυχηκέναι, ὅτε κατὰ τὸν Ματθαῖον εἶπεν ὁ κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· «πορεύεσθε εἰς τὴν κατέναντι ὑμῶν κώμην, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένον, καὶ πῶλον· λύσαντες
5ἀγάγετέ μοι».

8

.

1

.

75

καὶ ἔστιν γε ἀληθῶς τῷ λόγῳ ἐπιστήσαντα ἀποθαυ‐ μάσαι τὴν τοῦ προφήτου πρόρρησιν, τῷ θείῳ πνεύματι προτεθεωρη‐ κότος, ὅτι δὴ μελλήσει ὁ προφητευόμενος οὐχ οἷά τις ἐπίδοξος ἐν ἀνθρώποις βασιλεὺς ἐφ’ ἁρμάτων καὶ ἵππων ὀχήσεσθαι, ἀλλ’ ἐπὶ
5ὄνου καὶ πώλου, οἷά τις τῶν πολλῶν κοινὸς ἀνὴρ καὶ πένης.

8

.

1

.

76

τοῦτο γὰρ καὶ ἄλλος προφητῶν ἐθαύμασεν φήσας· «χαῖρε σφόδρα, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, ἐπιβεβηκὼς ἐπὶ ὑπο‐
ζύγιον καὶ πῶλον νέον». τὸ δὲ «πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ,365
5καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ» σκέψαι καὶ αὐτὸς μή‐ ποτε ὡς ἐν ἀπορρήτοις τὸ μυστικὸν αἰνίττεται πάθος αὐτοῦ, ἐν ᾧ τὴν στολὴν αὐτοῦ καὶ τὸ περιβόλαιον ἀποπλύνας, λουτρῷ οἴνου τῶν εἰς αὐτὸν πεπιστευκότων ἀποπλύνειν τὰ παλαιὰ ῥύπη δηλοῦται.

8

.

1

.

77

διὰ γὰρ τοῦ οἴνου, ὅπερ ἦν τοῦ αἵματος αὐτοῦ σύμβολον, τοὺς «εἰς τὸν θάνατον» αὐτοῦ βαπτιζομένους καὶ ἐπὶ τὸ αἷμα αὐτοῦ πε‐ πιστευκότας τῶν πάλαι κακῶν ἀποκαθαίρει, ἀποπλύνων αὐτῶν καὶ ἀποσμήχων τὴν παλαιὰν αὐτῶν στολὴν καὶ τὸ περιβόλαιον, ὥστε
5αὐτοὺς «τῷ τιμίῳ αἵματι» τῆς ἐνθέου καὶ πνευματικῆς σταφυλῆς τῷ τε ἐκ τῆς ἀποδοθείσης ἀμπέλου οἴνῳ λελυτρωμένους ἀποδύσασθαι μὲν «τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ», ἐνδύσασθαι δὲ «τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτί‐ σαντος».

8

.

1

.

78

καὶ τὸ «χαροποιοὶ αὐτοῦ οἱ ὀφθαλμοὶ ἀπὸ οἴνου» καὶ τὸ «λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα» πάλιν ἀπορρήτως τῆς καινῆς τοῦ σωτῆρος ἡμῶν διαθήκης τὰ μυστήρια ἡγοῦμαι περιέχειν. τὴν γοῦν εὐφροσύνην τὴν ἀπὸ τοῦ μυστικοῦ οἴνου, οὗ παραδέδωκεν αὐτὸς
5τοῖς ἑαυτοῦ μαθηταῖς, εἰπών «λάβετε, πίετε, τοῦτό μού ἐστιν τὸ αἷμα τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν, τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», δοκεῖ μοι σημαίνειν τὸ «χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου», καὶ τὸ «λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα», τὸ λαμπρὸν καὶ καθαρὸν τῆς μυστηριώδους τροφῆς.

8

.

1

.

79

πάλιν γὰρ αὐτὸς τὰ σύμβολα τῆς ἐνθέου οἰκονομίας τοῖς αὐτοῦ παρεδίδου μαθηταῖς, τὴν εἰκόνα τοῦ ἰδίου σώματος ποιεῖσθαι παρακελευόμενος.

8

.

1

.

80

ἐπειδὴ γὰρ οὐκέτι τὰς δι’ αἱμάτων θυσίας οὐδὲ τὰς παρὰ Μωσεῖ ἐν διαφόρων ζῴων σφαγαῖς νενομοθετημένας προσίετο, ἄρτῳ δὲ χρῆσθαι συμβόλῳ τοῦ ἰδίου σώματος παρεδίδου, εἰκότως τὸ λαμπρὸν καὶ καθαρὸν ᾐνίξατο τῆς τροφῆς εἰπών· «καὶ λευκοὶ οἱ ὀδόντες αὐ‐
5τοῦ ἢ γάλα». τούτου καὶ ἄλλος ἐμνημόνευσεν προφήτης φήσας· «θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι».

8

.

1

.

81

ἀλλὰ ταῦτα πλείονος βασάνου δεόμενα καὶ μακροτέρας ἑρμηνείας ἐπὶ σχολῆς ἄν τις βασανίσειεν, τοῦ παρόντος καιροῦ τοσαῦτα εἰπεῖν ἀπαιτήσαντος εἰς τὸ παραστῆσαι, μετὰ τῶν ἄλλων, καὶ τοὺς χρόνους τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας, ἄνωθεν ὑπὸ τῶν πρόπαλαι προ‐
5φητῶν ἐγνωσμένους, τῇ θείᾳ σαφῶς παραδεδόσθαι γραφῇ.366

8

.

2

.

1

Ἀπὸ τοῦ Δανιήλ. «Καὶ ἔτι μου λαλοῦντος καὶ προσευχο‐ μένου, καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Ἰσραήλ, καὶ ῥιπτοῦντος τὸν ἔλεόν μου ἔναντι κυρίου τοῦ θεοῦ μου περὶ τοῦ ὄρους τοῦ ἁγίου τοῦ θεοῦ μου· καὶ ἔτι μου λα‐
5λοῦντος ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ὁ ἀνὴρ Γαβριήλ, ὃν εἶδον ἐν τῇ ὁράσει ἐν τῇ ἀρχῇ, πετόμενος, καὶ ἥψατό μου ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς, καὶ συνέτισέν με, καὶ ἐλάλησεν μετ’ ἐμοῦ καὶ εἶπεν, Δα‐ νιήλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν.

8

.

2

.

2

ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος, καὶ ἐγὼ ἦλθον ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ· καὶ ἐννοήθητι ἐν τῷ ῥήματι καὶ σύνες ἐν τῇ ὀπτασίᾳ[, ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σύ].

8

.

2

.

3

ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τοῦ συντελεσθῆναι ἁμαρ‐ τίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ τοῦ ἀπαλεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ
5τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον ἁγίων.

8

.

2

.

4

καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο· καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τεῖχος, καὶ κενωθήσονται οἱ καιροί. καὶ μετὰ τὰς ἑβδομάδας τὰς
5ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχο‐ μένῳ, καὶ ἐκκοπήσονται ἐν κατακλυσμῷ· καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς. καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή,
10καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.»

8

.

2

.

5

Τῆς τοῦ Ἰουδαίων ἔθνους εἰς Βαβυλῶνα ἑβδομηκονταετοῦς αἰχμαλωσίας εἰς πέρας ἤδη συνελαυνούσης, τῷ Δανιὴλ εὐξαμένῳ εἷς
τῶν ἁγίων λειτουργῶν τοῦ θεοῦ Γαβριὴλ ὁ ἀρχάγγελος ἐπιφανείς, τὴν ἀνανέωσιν τῆς Ἱερουσαλὴμ αὐτίκα τότε καὶ οὐκ εἰς μακρὰν ἔσε‐367
5σθαι θεσπίζει, τόν τε μετὰ τὴν ἀνανέωσιν αὐτῆς χρόνον εἰς ἐτῶν ἀριθμὸν περιορίζει, προλέγει τε ὡς μετὰ τὴν ὡρισμένην προθεσμίαν αὖθις καθαιρεθήσεται, καὶ ὡς τὴν δευτέραν ὑπομείνασα ἅλ[λ]ωσιν καὶ πολιορκίαν οὐκέτι τῆς ἐκ θεοῦ τεύξεται ἐπισκοπῆς, μενεῖ δὲ ἔρη‐ μος, συγκαθαιρουμένης αὐτῇ τῆς κατὰ τὸν Μωσέως νόμον λατρείας,
10ἑτέρας δὲ ἀντ’ ἐκείνης τῷ βίῳ τῶν ἀνθρώπων καινῆς διαθήκης ἀντ‐ εισαχθησομένης.

8

.

2

.

6

καὶ ταῦτα ὁ Γαβριὴλ ὡς ἐν χρησμοῖς ἐπικε‐ κρυμ〈μ〉ένως ἐκφαίνειν ὁμολογεῖ τῷ προφήτῃ.

8

.

2

.

7

φησὶν οὖν αὐτῷ· «Δανιήλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν. ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος, κἀγὼ ἦλθον ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυ‐ μιῶν σὺ εἶ· καὶ ἐννοήθητι ἐν τῷ ῥήματι καὶ σύνες ἐν τῇ ὀπτασίᾳ»,
5σαφῶς διεγείρων αὐτὸν εἰς βαθυτέραν ἔννοιαν καὶ σύνεσιν τῆς τῶν λεγομένων θεωρίας· «ὀπτασίαν» γοῦν αὐτά φησιν διὰ τὸ βαθυτέρας ἔχεσθαι διανοίας καὶ οὐ τῆς τυχούσης συνέσεως δεῖσθαι.

8

.

2

.

8

διόπερ καὶ αὐτοί, τὸν δωρούμενον σύνεσιν ἀνθρώποις ἐπικαλεσάμενοι εὐξά‐ μενοί τε ὑπ’ αὐτοῦ φωτισθῆναι τοὺς τῆς διανοίας ὀφθαλμούς, ἐπι‐ θαρρήσωμεν τῇ κατὰ τοὺς τόπους θεωρίᾳ.
5 «Ἑβδομήκοντα», φησίν, «ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου τοῦ συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίαν καὶ ἀπαλεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξι‐ λάσασθαι ἀδικίας καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον ἁγίων».

8

.

2

.

9

ὅτι τῶν ἑβ‐ δομήκοντα ἑβδομάδων ὁ χρόνος ἐν ἔτεσιν ἀναλυόμενος ἐνενήκοντα πρὸς τοῖς τετρακοσίοις ἀριθμὸν συνάγει, παντί που δῆλον. τοσοῦτος τοιγαροῦν συνετμήθη χρόνος «ἐπὶ τὸν λαόν σου», τὸ πᾶν συμπέρασμα
5τοῦ Ἰουδαίων περιορίζων ἔθνους.

8

.

2

.

10

καὶ οὐκέτι γε αὐτοὺς ἐν τούτοις θεοῦ λαὸν προσαγορεύει, ἀλλὰ τῷ Δανιήλ φησιν «λαόν σου»· ὥσπερ γὰρ ἀσεβήσαντά ποτε καὶ εἰδωλολατρήσαντα ἐπὶ τῆς ἐρήμου οὐκέτι λαὸν ἑαυτοῦ ὁ θεὸς ἀλλὰ τοῦ Μωσέως προσεῖπεν φήσας «βάδιζε,
5κατάβηθι, ἠνόμησεν γὰρ ὁ λαός σου», τὸν αὐτὸν τρόπον κἀνταῦθα τοῦ περιωρίσθαι κατ’ αὐτῶν τὸν δηλωθέντα χρόνον τὸ αἴτιον ἐκ‐ διδάσκει· τοῦτο δ’ ἦν τὸ μηκέτι τοῦ θεοῦ λαὸν αὐτοὺς καταξιοῦσθαι χρηματίζειν.

8

.

2

.

11

ἐπιλέγει δέ· «καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν», τὸ «σοῦ» πάλιν ἐξακουόντων ἡμῶν κατὰ κοινοῦ, ὡς εἶναι τὸ λεγόμενον τοι‐ οῦτον· «ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου», ὡς εἰ ἔφασκεν· τὴν σοὶ νενομισμένην ἁγίαν. τὸ γοῦν Ἑβραϊκὸν καὶ οἱ λοι‐
368
5ποὶ συμφώνως ἑρμηνευταὶ οὐ μόνον ἐπὶ τοῦ λαοῦ, ἀλλὰ καὶ ἐπὶ τῆς πόλεως τὸ «σοῦ» προσκείμενον περιέχουσιν. ὁ γοῦν Ἀκύλας φησίν· «ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ πόλιν ἡγιασμένην σου», ὁ δὲ Σύμμαχος· «κατὰ τοῦ λαοῦ σου καὶ τῆς πόλεως τῆς ἁγίας σου».

8

.

2

.

12

ὅθεν καὶ παρὰ τοῖς ἀκριβέσιν ἀντιγράφοις τῶν ἑβδομήκοντα τὸ «σοῦ» μετὰ ἀστερίσκου παραθέσεως πρόσκειται.

8

.

2

.

13

ἐπεὶ γὰρ εὐξάμενος Δανιὴλ ἐν τοῖς τῆς ἱκεσίας αὐτοῦ ῥήμασι πολλάκις τὸν μὲν λαὸν «θεοῦ λαὸν» ὠνόμασεν, τὸν δὲ τῆς πόλεως τόπον ἅγιον «τοῦ θεοῦ τόπον», ἀν‐ τιστρέψας ὁ χρηματίζων οὔτε τὴν πόλιν ἁγίαν τοῦ θεοῦ οὔτε τὸν
5λαὸν τοῦ θεοῦ εἶναι ὁμολογεῖ, ἀλλὰ «σοῦ», φησίν, τοῦ προσευχομένου καὶ τοιαῦτα περὶ τοῦ λαοῦ καὶ τοῦ τόπου καὶ τῆς πόλεως εἰρηκότος. ἔχουσι δὲ τοῦ Δανιὴλ αἱ φωναὶ οὕτως· «ἀποστραφήτω δὴ ὁ θυμός σου καὶ ἡ ὀργή σου ἀπὸ τῆς πόλεώς σου Ἱερουσαλήμ, ὄρους ἁγίου σου»,

8

.

2

.

14

καὶ «ὁ λαός σου ἐγένετο εἰς ὀνειδισμὸν ἐν πᾶσι τοῖς περι‐ κύκλῳ ἡμῶν», καὶ πάλιν· «ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου τὸ ἔρημον», καὶ αὖθις· «ἴδε τὸν ἀφανισμὸν τῆς πόλεώς σου, ἐφ’ ἧς ἐπικέκληται τὸ ὄνομά σου ἐπ’ αὐτῆς», καὶ ἑξῆς· «ὅτι τὸ ὄνομά
5σου ἐπεκλήθη ἐπὶ τὴν πόλιν σου καὶ ἐπὶ τὸν λαόν σου».

8

.

2

.

15

τοιαῦτα εὐξάμενος ἐπιλέγει· «καὶ ἔτι μου λαλοῦντος καὶ προσευχομένου, ἰδοὺ Γαβριὴλ ὃν εἶδον ἐν τῇ ὁράσει μου πετόμενος, καὶ ἥψατό μου», «καὶ εἶπεν» τὰ ἀναγεγραμμένα. σαφῶς οὖν διὰ τούτων ὁ μὲν προφήτης
5πόλιν οὐχ ἁπλῶς ἀλλὰ «τοῦ θεοῦ» πόλιν ὠνόμασεν, καὶ τὸ ἁγίασμα τοῦ θεοῦ ἁγίασμα καὶ τὸν λαὸν τοῦ θεοῦ λαόν, διαθέσει τῇ πρὸς τὸν λαόν.

8

.

2

.

16

οὐκέτι μὴν καὶ ὁ Γαβριὴλ ὁμοίως αὐτῷ καλεῖ τὰ δη‐ λούμενα, ἔμπαλιν δὲ ἐπὶ τὸν λαόν «σου» φησὶν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν «σου», μονονουχὶ καὶ τὴν πόλιν καὶ τὸν λαὸν καὶ τὸ ἁγίασμα ἀνάξιον εἶναι τῆς τοῦ θεοῦ προσηγορίας ἀποφήνας.

8

.

2

.

17

Τοσοῦτον δὴ οὖν χρόνον ὡρίσθαι κατὰ τοῦ λαοῦ πρῶτον ἔπειτα καὶ κατὰ τῆς πόλεως διδάσκει, καὶ τοσοῦτός γε ὢν ἀποδεί‐ κνυται ἀπὸ τῆς ἀνανεώσεως τῆς Ἱερουσαλήμ, ὃ[ς] γέγονεν ἐπὶ Δαρείου τοῦ Περσῶν βασιλέως, μέχρι τῆς Αὐγούστου Ῥωμαίων ἐπικρατήσεως
5Ἡρώδου τε Ἰουδαίων βασιλέως ἀλλοφύλου τὸ γένος, καθ’ οὓς τὰ τῆς γενέσεως ἱστορεῖται τοῦ σωτῆρος ἡμῶν, ὡς ὁ λόγος προϊὼν ἐπιδείξει.369

8

.

2

.

18

Ἑξῆς δὲ ἐπιλέγει· «τοῦ συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ σφρα‐ γίσαι ἁμαρτίαν καὶ ἀπαλεῖψαι ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προ‐ φήτην, καὶ τοῦ χρίσαι ἅγιον ἁγίων». ἀντὶ μὲν οὖν τοῦ «συντελε‐
5σθῆναι ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίας» ὁ Ἀκύλας πεποίηκεν· «τοῦ συντελέσαι τὴν ἀθεσίαν καὶ τοῦ τελειῶσαι ἁμαρτίαν»·

8

.

2

.

19

τὸ γὰρ «πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν» εἰρημένον ὑπὸ τοῦ σωτῆρος ἡμῶν πρὸς τοὺς ἐκ περιτομῆς καὶ διὰ τούτων οἶμαι παρί‐ στασθαι. ἐπὶ γὰρ τῆς κατ’ αὐτοῦ τολμηθείσης τοῦ Ἰουδαίων ἔθνους
5ἐπιβουλῆς συνετελέσθη αὐτῶν ἡ ἁμαρτία καὶ ἡ πρὸς τὸν θεὸν κατὰ τὸν Ἀκύλαν «ἀθεσία» τέλος εἴληφεν.

8

.

2

.

20

πάλαι μὲν γὰρ πρότερον ἔφερεν αὐτοὺς ἡ τοῦ θεοῦ μακροθυμία μυρία ὅσα πλημμελοῦντας πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας, ὥσπερ οὖν διὰ τῶν προφη‐ τικῶν ἀποδείκνυται λόγων. πλὴν ἀλλ’ ὥσπερ ἐπὶ τῶν πάλαι τὴν
5γῆν τῆς ἐπαγγελίας οἰκούντων ἀλλοφύλων εἴρητο τῷ Ἀβραὰμ «οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων», καὶ ἐπεὶ μηδέπω ἦσαν ἐκπεπληρωμέναι, οὐκ ἠλαύνοντό πω οἱ Ἀμορραῖοι τῆς πατρῴας γῆς, ἐπεὶ δὲ ἐπληρώθησαν αἱ ἁμαρτίαι αὐτῶν, τηνικαῦτα πάντες ἐξωλοθρεύθησαν ἐπὶ τῶν Ἰησοῦ τοῦ Μωσέως διαδόχου χρόνων,
10οὕτω καὶ ἐπὶ τοῦ προτέρου νοήσεις λαοῦ· ἕως μὲν γὰρ οὐκ ἐπλη‐ ροῦντο αὐτῶν αἱ ἁμαρτίαι, ἡ τοῦ θεοῦ ἀνοχὴ καὶ μακροθυμία ἔφερεν αὐτούς, εἰς ἐπιστροφὴν ἑκάστοτε προσκαλουμένη διὰ τῶν προφητῶν· ἐπεὶ δὲ κατὰ τὴν σωτήριον φωνὴν ἐπλήρωσαν «τὸ μέτρον τῶν πα‐ τέρων» αὐτῶν, οὕτω δ’ οὖν πάντα συναχθέντα κατὰ τὸ αὐτὸ τὸν
15ἔσχατον αὐτοῖς κατειργάσατο ὄλεθρον, ὥσπερ οὖν πάλιν αὐτὸς ὁ κύριος ἡμῶν διδάσκει λέγων· «πᾶν αἷμα» ἐκχυθὲν ἀπὸ καταβολῆς κόσμου, «ἀπὸ αἵματος Ἄβελ τοῦ δικαίου ἕως αἵματος Ζαχαρίου», ἥξειν «ἐπὶ τὴν γενεὰν ταύτην».

8

.

2

.

21

τὸ γοῦν ἔσχατον ἁπάντων, τὰς χεῖρας ἐπιβαλεῖν τῷ υἱῷ τοῦ θεοῦ τολμήσαντες, ἐτέλεσαν «τὴν ἀθεσίαν» καὶ ἐτελείωσαν τὴν ἑαυτῶν «ἁμαρτίαν» κατὰ τὴν Ἀκύλου ἑρμηνείαν, κατὰ δὲ τοὺς ἑβδομήκοντα ἐδέθη αὐτῶν καὶ ἐσφραγίσθη ἡ ἁμαρτία.

8

.

2

.

22

Ἀλλ’ ἐπεὶ μὴ μόνον εἰς πτῶσιν, ἀλλὰ καὶ εἰς ἀνάστασιν πολ‐
λῶν ἐλήλυθεν ἐν τῷ Ἰσραήλ, καθά φησιν περὶ αὐτοῦ «ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ», εἰκότως τοῖς εἰρημένοις ἑξῆς ἐπιλέγει ὁ Δανιὴλ τὸ «καὶ τοῦ ἀπαλεῖψαι ἁμαρ‐370
5τίας καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας».

8

.

2

.

23

διὰ γὰρ τὸ «ἀδύνατον» εἶναι «αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας», δεῖσθαι δὲ πᾶν τὸ τῶν ἀνθρώπων γένος ἱλασμοῦ ζῶντος καὶ ἀληθινοῦ (οὗ τύπον ἔφερεν τὸ παρὰ Μωσεῖ κατασκευασθὲν ἱλαστήριον), οὗτος δὲ ἦν ὁ σωτὴρ
5καὶ κύριος ἡμῶν, ὁ ἀμνὸς τοῦ θεοῦ, περὶ οὗ εἴρηται «ἰδὲ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου»,

8

.

2

.

24

καὶ πάλιν «αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου», αὐτὸς ὢν καὶ ἀπολύτρωσις, κατὰ τὸν Παῦλον φάσκοντα «ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δι‐
5καιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις»· εἰκότως τὴν παρουσίαν αὐτοῦ ὁμοῦ μὲν συμπλήρωσιν καὶ τελείωσιν ἁμαρτίας εἶναι διδάσκει τῶν εἰς αὐτὸν ἠσεβηκότων, ὁμοῦ δὲ ἀπάλειψιν καὶ καθαρισμὸν ἁμαρ‐ τιῶν καὶ ἀδικιῶν ἱλασμὸν τῶν εἰς αὐτὸν πεπιστευκότων.

8

.

2

.

25

καὶ ὁ Ἀκύλας δὲ «τοῦ τελέσαι τὴν ἀθεσίαν καὶ τοῦ τελειῶσαι τὴν ἁμαρ‐ τίαν» εἰπών, ἐπήγαγεν τὸ «τοῦ ἐξιλάσασθαι ἀνομίαν», σαφῶς ἱλασμὸν αὐτὸν εἶναι πάσης ἀνομίας τῆς πάλαι κατὰ ἄγνοιαν γενομένης ὑπο‐
5τιθέμενος. Ἑξῆς τούτοις εἴρηται· «τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον».

8

.

2

.

26

ἔστι μὲν οὖν αὐτὸς ὁ τοῦ θεοῦ λόγος αἰώνιος δικαιοσύνη, «ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις», κατὰ τὸν ἀπόστολον, πλὴν ἀλλὰ σὺν τῇ ἑαυτοῦ παρουσίᾳ καὶ πᾶσιν
5ἀνθρώποις προυξένησεν δικαιοσύνην, ἔργοις ἐπιδείξας, ὅτι μὴ μόνον Ἰουδαίων ἐστὶν ὁ θεὸς ἀλλὰ «καὶ ἐθνῶν, ἐπείπερ εἷς ὁ θεός, ὃς δι‐ καιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως».

8

.

2

.

27

ὅθεν τοὺς ἀμφὶ τὸν Κορνήλιον τοῦ ἁγίου πνεύματος ἠξιωμένους ἀποθαυμάσας ὁ Πέτρος «ἐπ’ ἀληθείας», φησίν, «οἶδα ὅτι οὐκ ἔστιν προσωπολήπτης ὁ θεός, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν»,

8

.

2

.

28

καὶ ὁ Παῦλος δὲ τὸ εὐαγγέλιον δικαιοσύνης εἶναί φησιν, λέγων· «δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι, δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται», καὶ ἐν ψαλ‐
5μοῖς δὲ εἴρηται περὶ τοῦ Χριστοῦ· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης».

8

.

2

.

29

καὶ τὸ ἔργον δὲ αὐτοῦ ὡς ἀλη‐ θῶς θεοῦ δικαιοσύνην ἐνεδείξατο, τὸ πᾶν γένος ἀνθρώπων ἐξ ἴσου
τῆς παρὰ τῷ θεῷ καταξιώσαντος κλήσεως. ἀλλ’ οὐ τοιαῦτα ἦν τὰ διὰ Μωσέως, ἑνὶ δὲ μόνῳ τῷ Ἰουδαίων ἔθνει δεδωρημένα· διὸ καὶ371
5πρὸς καιρὸν φανέντα παρελήλυθεν. ἡ δὲ διὰ τοῦ σωτῆρος ἡμῶν κατηγγελμένη δικαιοσύνη, διαμένουσα εἰς τὸ διηνεκές, εἰκότως αἰώνιος προσηγόρευται δικαιοσύνη, κατὰ τὸν Γαβριὴλ φήσαντα «καὶ τοῦ ἀγα‐ γεῖν δικαιοσύνην· αἰώνιον».

8

.

2

.

30

Ἀντὶ δὲ 〈τοῦ〉 «καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην» κυριώ‐ τερόν μοι δοκεῖ πεποιηκέναι ὁ Ἀκύλας εἰπών· «καὶ τοῦ τελέσαι ὁρα‐ ματισμὸν καὶ προφήτην»· οὐ γὰρ ἀποκλεῖσαι καὶ ὥσπερ σφραγίσαι τὰς προφητικὰς ὁράσεις ἐπιδεδήμηκεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὅς
5γε καὶ πάλαι οὔσας ἀσαφεῖς καὶ κατεσφραγισμένας, ὥσπερ ἐπικειμένας περιελὼν σφραγῖδας, ἀνέῳξέν τε καὶ ἀνήπλωσεν, τοῖς ἑαυτοῦ μαθη‐ ταῖς τὸν νοῦν τῶν θείων παραδιδοὺς γραμμάτων,

8

.

2

.

31

ὅθεν «ἰδού», φησίν, «ἐνίκησεν ὁ λέων ὁ ἐκ φυλῆς Ἰούδα», καὶ αὐτὸς «ἤνοιξεν» τὰς σφραγῖδας τὰς ἐπικειμένας τῷ βιβλίῳ, κατὰ τὴν Ἀποκάλυψιν Ἰωάν‐ νου. ποίας δὲ σφραγῖδας ἢ τῶν προφητῶν τὰς ἀσαφείας; ἃς εὖ
5μάλα ἐπιστάμενος, ἀκριβῶς καὶ ὁ Ἡσαΐας ἔλεγεν· «καὶ ἔσονται οἱ λόγοι οὗτοι ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου».

8

.

2

.

32

οὐκ ἄρα ἀποκλεῖσαι «ὅρασιν καὶ προφήτην» ἐλήλυθεν ὁ Χριστὸς τοῦ θεοῦ, μᾶλλον δὲ ἀναπετάσαι καὶ εἰς φῶς ἀγαγεῖν, ὅθεν δοκεῖ μοι κυριώ‐ τερον ὁ Ἀκύλας φάναι «τοῦ τελέσαι ὁραματισμὸν καὶ προφήτην».

8

.

2

.

33

ὃ καὶ συνᾴδει τῷ οὐκ «ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφή‐ τας, ἀλλὰ πληρῶσαι», πρὸς αὐτοῦ τοῦ σωτῆρος εἰρημένῳ· «τέλος γὰρ νόμου Χριστός», καὶ πᾶσαί γε αἱ περὶ αὐτοῦ προφητεῖαι ἀπλή‐ ρωτοι καὶ ἀτελεῖς ἔμενον, εἰς ὅτε αὐτὸς ἐπιστὰς ἐπιτέθεικεν ἅπασι
5τέλος τοῖς περὶ αὐτοῦ προαναπεφωνημένοις.

8

.

2

.

34

δύναται δὲ καὶ κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν τοιαύτην ἔχειν διάνοιαν τὸ «τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην»· ἐπεὶ «ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου» διήρκεσαν, ἐξ ἐκείνου τε διαλελοίπασιν οἱ πάλαι παρὰ
5τῷ Ἰουδαίων ἔθνει πνευματοφορούμενοι καὶ τὰς περὶ Χριστοῦ προρ‐ ρήσεις ἀνακηρύττοντες καὶ οἱ τὰς ἐν τοῖς ἱεροῖς λόγοις ὁράσεις ὑγιῶς ἐποπτεύοντες, οἳ καὶ ἅτε ἀποκλεισθείσης αὐτοῖς τῆς θείας χάριτος καὶ σφραγίσιν ὥσπερ καταδεθείσης ἐξέλιπον· διὸ συμβαίνει ἐξ ἐκείνου μηκέτι προφήτην ἐνεργεῖν μηδὲ ὁρῶντα χρηματίζειν ἐν αὐτοῖς, ἀπὸ
10τῶν δηλουμένων χρόνων καὶ εἰς ἡμᾶς τούτων ἁπάντων διαλελοι‐
πότων.372

8

.

2

.

35

Τούτοις ἐπιφέρει· «καὶ τοῦ χρίσαι ἅγιον ἁγίων». καὶ τοῦτο δὲ αὐτόθεν πρόδηλον, ὡς μέχρι τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων «ἅγιοι ἁγίων» οἱ παρ’ Ἑβραίοις ἀρχιερεῖς ἐχρίοντο 〈κατὰ〉 τὴν κατὰ τὸν Μωσέως νόμον ἐπιτελουμένην ἁγιστείαν, ἐξ ἐκείνου δὲ καὶ οὗτοι
5διαλελοίπασιν καταλλήλως τῇ προφητείᾳ.

8

.

2

.

36

ἡ μὲν οὖν τοῦ Ἰακὼβ πρὸς τὸν Ἰούδαν ἀναφώνησις ἡγουμένων καὶ ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους ἔκλειψιν ἐδήλου κατὰ τὰ προτεταγμένα.

8

.

2

.

37

ἐπειδὴ δὲ τὰ τῆς προστασίας τοῦ λαοῦ προφητῶν καὶ ἱερέων πάλαι πρότερον ἤρτητο, ἀκολούθως προθεσπίσας ὁ λόγος διὰ τῆς προπαρατεθείσης προφη‐ τείας τὴν τῶν ἀρχόντων καὶ ἡγουμένων τοῦ Ἰουδαίων ἔθνους καθ‐
5αίρεσιν ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ, διὰ τῆς μετὰ χεῖρας προφη‐ τείας τὴν τῶν προφητῶν καὶ τῶν ἱερέων τῶν παρ’ αὐτοῖς πάλαι διαπρεπόντων ἔκλειψιν ἀναφωνεῖ, ὡς καὶ τούτων ἐπὶ τῇ τοῦ Χριστοῦ ἐπιφανείᾳ διαλειψόντων, ὃ καὶ αὐτὸ τοῖς ἔργοις ἡ παρουσία τοῦ σωτῆρος ἡμῶν ἐπιστώσατο.

8

.

2

.

38

ἐπεὶ δὲ ὁ Ἀκύλας «τοῦ ἀλεῖψαι ἡγιασμέ‐ νον ἡγιασμένων» ἐξέδωκεν, οἰήσεται μέν τις τὸν πάλαι παρὰ Ἰου‐ δαίοις ἀρχιερέα δηλοῦσθαι, τῶν μὲν τούτῳ ὑποβεβηκότων πολλῶν ἱερέων «ἁγίων» προσαγορευομένων, «ἁγίου δὲ ἁγίων» μόνου τοῦ ὑπὲρ
5πάντας ἀρχιερέως, ἐπειδὴ τοῦτο, καὶ προχείρως νοούμενον, ἐστὶν ἀλη‐ θές.

8

.

2

.

39

μέχρι γὰρ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων οἱ ἀνέκαθεν κατὰ διαδοχὴν ἀρχιερεῖς ὁμοῦ καὶ τοῦ παντὸς ἡγοῦντο λαοῦ, καὶ τὰ τῆς τοῦ θεοῦ θεραπείας ἀκολούθως τῇ παρὰ Μωσεῖ νενομοθετημένῃ λατρείᾳ διαρκῶς ἐπετέλουν· ἀπὸ δὲ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων
5πρῶτον μὲν συνεχύθη καὶ ἡ κατὰ τούτους τάξις, μικρὸν δ’ ὕστερον καὶ παντελῶς ἀπέσβη.

8

.

2

.

40

ἀλλ’ ἔγωγε τῆς θείας γραφῆς οὐδαμοῦ εὑρὼν τὸν παρὰ Ἰουδαίοις ἀρχιερέα «ἅγιον ἁγίων» ὠνομασμένον, ἡγοῦμαι ἐν τούτοις μόνον αὐτὸν τὸν μονογενῆ τοῦ θεοῦ λόγον δηλοῦσθαι [τε], κυρίως καὶ ἀληθῶς ταύτης ἄξιον τῆς ἐπωνυμίας.
5τοῖς μὲν γὰρ ἐξ ἀνθρώπων προκεκοφόσιν καὶ εἰς τὸ ἐφικτὸν ἀρετῆς χωρήσασιν ἀγαπητὸν ἁγίοις ποτὲ χρηματίσαι, κατὰ μετοχὴν καὶ μετου‐ σίαν τοῦ φήσαντος «ἅγιοι ἔσεσθε, ὅτι ἅγιος ἐγὼ κύριος»·

8

.

2

.

41

«ἁγίων δὲ ἅγιος» τίς ἂν κυρίως ἐν ἀνθρώποις ὀνομασθείη ἢ μόνος ὁ ἠγαπη‐ μένος τοῦ ἁγίου παῖς, ὥσπερ «βασιλεὺς βασιλέων» καὶ «κυρίων κύριος», οὕτω καὶ «ἁγίων ἅγιος» ἀνηγορευμένος; μόνῳ γοῦν αὐτῷ, ἅτε δια‐
5φερόντως παρὰ τοὺς πώποτε Μωσέως ἐλαίῳ γεώδει σκευαστῷ κε‐ χρισμένῳ, εἴρητο· «ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου».373

8

.

2

.

42

ᾧ χρισθεὶς ἐξ ἰδίου προσώπου καὶ αὐτός φησιν ἐν Ἡσαΐᾳ· «πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με». ἐπεὶ οὖν διαφέροντι καὶ πνευματικῷ μᾶλλον δὲ θεότητος χρίσματι μόνος παρὰ τοὺς πώποτε ὁ ἡμέτερος σωτὴρ κεχρῖσθαι μεμαρτύρηται, εἰκότως
5«ἅγιος ἁγίων», ὡς ἄν τις εἴποι ἀρχιερεὺς ἀρχιερέων, ὠνόμασται καὶ «ἡγιασμένος ἡγιασμένων» κατὰ τὸν τοῦ Γαβριὴλ χρησμόν.

8

.

2

.

43

Ταῦτα δὲ πάντα, συμπεραιουμένων τῶν ἑβδομήκοντα ἑβδομά‐ δων, τέλος ἐλάμβανεν οὐκ ἄλλοτε ἢ ἐπὶ τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας. ἐπειδὴ τοίνυν ταῦθ’ οὕτως ἔσεσθαι ὁ προδηλω‐ θεὶς ἄγγελος κεφαλαιωδῶς ἐθέσπισεν τῷ προφήτῃ, αὖθις ἐπαναλαμ‐
5βάνει τὸν περὶ τῶν ἑβδομήκοντα ἑβδομάδων λόγον, διδάσκων κατὰ μέρος ἕκαστα ἀκριβῶς, ὅθεν ἀπάρχεσθαι δεῖ τῆς τῶν χρόνων ἀπαριθ‐ μήσεως, καὶ τίνα κατὰ τοὺς δηλουμένους καιροὺς ἀπαντήσεται.

8

.

2

.

44

λέγει δ’ οὖν· «καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ 〈ἕως χριστοῦ ἡγουμένου〉 ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο· καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται
5πλατεῖα καὶ τεῖχος». ἐν οἷς δοκεῖ μοι καλῶς ἔχειν καὶ τὴν τοῦ πρὸ ἡμῶν εἰς τοὺς τόπους θεωρίαν μὴ ἀποκρύψασθαι, παραθεῖναι δὲ καὶ ταύτην ὡς οἰκείαν τοῖς ἐντευξομένοις. «κοινὰ» γοῦν καλῶς εἴρηται «τὰ τῶν φίλων».

8

.

2

.

45

καὶ ἐπειδὴ προσήκει συγχρῆσθαι μὲν εὐγνω‐ μονοῦντας τοῖς καλῶς ὑφ’ ἑτέρων εἰρημένοις, μὴ μὴν ἀποστερεῖν τοὺς πατέρας τῶν ἐκγόνων μηδὲ τοὺς πρώτους φύ〈σα〉ντας τῶν οἰκείων σπερμάτων, τὰς αὐτοῦ παραθήσομαι λέξεις.

8

.

2

.

46

φέρονται δὲ αὗται Ἀφρικανοῦ ἐν τῷ πέμπτῳ τῶν Χρονογραφιῶν, τοῦτον ἔχουσαι τὸν τρόπον·
«Ἡ μὲν οὖν περικοπὴ οὕτω πως ἔχουσα πολλά τε καὶ παράδοξα374
5σημαίνει· νῦν δὲ ὧν χρεία περὶ τοὺς χρόνους καὶ τὰ τούτοις συν‐ τείνοντα τὸν λόγον ποιησόμεθα.

8

.

2

.

47

ὅτι μὲν οὖν περὶ τῆς τοῦ Χρι‐ στοῦ παρουσίας λέγεται ταῦτα, μετὰ ἑβδομάδας ἑβδομήκοντα μέλλον‐ τος ἐπιφαίνεσθαι, δῆλον· ἐπὶ γὰρ τοῦ σωτῆρος, ἢ ἀπὸ τούτου, τά τε παραπτώματα παλαιοῦται καὶ αἱ ἁμαρτίαι συντελοῦνται. διὰ δὲ τὴν
5ἄφεσιν αἵ τε ἀνομίαι ἐξιλασμῷ μετὰ τῶν ἀδικιῶν ἐξαλείφονται, δι‐ καιοσύνη τε αἰώνιος καταγγέλλεται παρὰ τὴν ἐκ νόμου, ὁράσεις τε καὶ προφητεῖαι μέχρις Ἰωνάννου, χρίεται δὲ ἅγιος ἁγίων. πρὸ γὰρ τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας οὐκ ὄντα ταῦτα προσεδοκᾶτο μό‐ νον.

8

.

2

.

48

ἄρξασθαι δὲ τῶν ἀριθμῶν, τουτέστιν τῶν ἑβδομήκοντα ἑβ‐ δομάδων, ἅ ἐστιν ἔτη τετρακόσια ἐνενήκοντα, ὁ ἄγγελος ὑποτίθεται «ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσα‐ λήμ». συνέβη δὲ ταῦτα ἐπὶ Ἀρταξέρξου τοῦ Περσῶν βασιλεύοντος
5εἰκοστῷ ἔτει. Νεεμίας γάρ, ὁ τούτου οἰνοχόος, δεηθεὶς ἀποκρίσεως ἔτυχεν οἰκοδομηθῆναι Ἱερουσαλήμ, καὶ λόγος ἐξῆλθεν κελεύων ταῦτα. μέχρι [μὲν] γὰρ ἐκείνου τοῦ χρόνου ἡ πόλις ἠρήμωτο.

8

.

2

.

49

Κύρου γὰρ μετὰ τὴν ἑβδομηκονταετίαν τῆς αἰχμαλωσίας τῶν βουλομένων ἕκα‐ στον ἑκουσιαστὶ καταπέμψαντος, οἱ μετὰ Ἰησοῦ τοῦ μεγάλου ἱερέως καὶ Ζοροβάβελ κατελθόντες, καὶ οἱ ἐπὶ τούτοις ἅμα Ἔσρᾳ, τὸν νεὼν
5οἰκοδομεῖν ἐκωλύοντο τὰ πρῶτα καὶ τεῖχος τῇ πόλει περιβαλεῖν, ὡς οὐ κεκελευσμένου τούτου.

8

.

2

.

50

ἔμεινεν οὖν ἕως Νεεμίου καὶ βασιλείας Ἀρταξέρξου 〈εἰκοσαετοῦσ〉 καὶ τῆς Περσῶν ἡγεμονίας ἔτους πεντεκαι‐ δεκάτου καὶ ἑκατοστοῦ, ἀπὸ δὲ τῆς ἁλώσεως Ἱερουσαλὴμ ἑκατὸν ὀγδοήκοντα πέντε ἔτη γίνεται, καὶ τότε βασιλεὺς Ἀρταξέρξης ἐκέ‐
5λευσεν οἰκοδομηθῆναι τὴν πόλιν, Νεεμίας δὲ καταπεμφθεὶς τοῦ ἔργου
προέστη, ἡ δὲ ᾠκοδομήθη πλατεῖα καὶ περίτειχος, ὡς προεφητεύθη. κἀκεῖθεν ἀριθμοῦσιν ἡμῖν ἑβδομήκοντα ἑβδομάδες εἰς τὸν Χριστὸν συντελοῦνται.375

8

.

2

.

51

εἰ γὰρ ἄλλοθέν ποθεν ἀριθμεῖν ἀρξαίμεθα καὶ οὐκ ἐντεῦθεν, οὔτε ὁ χρόνος συνδραμεῖται καὶ πλεῖστα ἄτοπα ἀπαντήσει. ἐάν τε γὰρ ἀπὸ Κύρου καὶ τῆς πρώτης καταπομπῆς τὴν ἀρχὴν ποιησώ‐ μεθα τῆς ἀριθμήσεως τῶν ἑβδομήκοντα ἑβδομάδων, εἰς ἔτη ἑκατὸν καὶ
5προσέτι περισσεύει, πλείων δὲ χρόνος, εἰ ἀφ’ ἧς ἡμέρας τῷ Δανιὴλ ὁ ἄγ‐ γελος προεφήτευσεν, πολλῷ δὲ πλείων, εἰ ἀπ’ ἀρχῆς τῆς αἰχμαλωσίας.

8

.

2

.

52

εὑρίσκομεν γὰρ τὴν Περσῶν βασιλείαν ἔτεσιν διακοσίοις τριάκοντα περιγραφομένην, τήν τε Μακεδόνων εἰς ἔτη τριακόσια [ἑβδομήκοντα] παρατείνουσαν, κἀκεῖθεν ἐπὶ τὸ Τιβερίου Καίσαρος ἑκκαιδέκατον ἔτος εἰς ἔτη ἑξήκοντα.

8

.

2

.

53

ἀπὸ δὲ Ἀρταξέρξου αἱ ἑβδομήκοντα ἑβδομάδες εἰς τὸν ἐπὶ Χριστοῦ συντελοῦνται χρόνον κατὰ τοὺς Ἰουδαίων ἀριθ‐ μούς· ἀπὸ γὰρ Νεεμίου, ὃς ὑπὸ Ἀρταξέρξου τὴν Ἱερουσαλὴμ ἀνοι‐ κοδομήσων ἐπέμφθη, ἔτει πεντεκαιδεκάτῳ καὶ ἑκατοστῷ τῆς Περσῶν
5βασιλείας, αὐτοῦ τε Ἀρταξέρξου βασιλείας εἰκοστῷ ἔτει, καὶ Ὀλυμ‐ πιάδος ὀγδοηκοστῆς τρίτης ἔτει τετάρτῳ, ἐπὶ τοῦτον τὸν χρόνον, ὃς ἦν Ὀλυμπιάδος διακοσιοστῆς δευτέρας ἔτος δεύτερον, Τιβερίου δὲ Καίσαρος ἡγεμονίας ἔτος ἑκκαιδέκατον, ἔτη συνάγεται τετρακόσια ἑβδομήκοντα πέντε, ἅπερ Ἑβραϊκὰ τετρακόσια ἐνενήκοντα γίνεται,
10κατὰ τὸν σεληνιαῖον δρόμον τοὺς ἐνιαυτοὺς ἐκείνων ἐξαριθμουμένων, ὅς ἐστιν, ὡς πρόχειρον εἰπεῖν, ἡμερῶν τριακοσίων πεντήκοντα τεσ‐
σάρων, τοῦ ἡλιακοῦ κύκλου ὑπάρχοντος ἡμερῶν τριακοσίων ἑξήκοντα πέντε τετάρτου· τὴν γὰρ κατὰ σελήνην δωδεκάμηνον παραλλάσσειν ἡμέρας ἕνδεκα καὶ τέταρτον.376

8

.

2

.

54

διὰ τοῦτο Ἕλληνες καὶ Ἰουδαῖοι τρεῖς μῆνας ἐμβολίμους ἔτεσιν ὀκτὼ παρεμβάλ〈λ〉ουσιν. ὀκτάκις γὰρ τὰ ἕνδεκα 〈καὶ〉 τέταρτον ποιεῖ τρίμηνον. τὰ τοίνυν τετρακόσια ἑβδο‐ μήκοντα πέντε ἔτη ὀκταετηρίδες γίνονται πεντήκοντα ἐννέα καὶ ἔτη
5τρία, ὡς τριμήνου [δὲ] ἐμβολίμου τῇ ὀκταετίᾳ γινομένης, ἔτη πεντε‐ καίδεκα ὀλίγων ἡμερῶν ἀποδέοντα γίγνονται. ταῦτα δὲ πρὸς τοῖς τετρακοσίοις ἑβδομήκοντα πέντε ἔτεσιν, αἱ ἑβδομήκοντα ἑβδομάδες συντελοῦνται.»

8

.

2

.

55

Ταῦτα μὲν οὖν Ἀφρικανός. εἰ δὲ χρὴ καὶ ἡμᾶς οἰκείαν εἰς τοὺς τόπους ἀπόδοσιν εἰς μέσον ἀγαγεῖν, φημὶ μὴ μάτην μηδ’ ὡς ἔτυχεν τὴν διαίρεσιν πεποιῆσθαι τὸν λόγον τῶν ἑβδομήκοντα ἑβδο‐ μάδων. διελὼν γὰρ αὐτὰς εἰς πρώτας ἑπτά, ἔπειθ’ ἑτέρας ἑξήκοντα
5δύο, καὶ μετὰ πλεῖστα τὰ μεταξὺ ἐπιλεγόμενα τὴν μίαν ἐπιθείς, οὕτω τὸν ἀριθμὸν τῶν ἑβδομήκοντα ἑβδομάδων ἀφωρίσατο.

8

.

2

.

56

λέγει δ’ οὖν· «καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο». εἶθ’ ἕτερά τινα μεταξὺ ἐπαγαγὼν
5τὴν τελευταίαν προστίθησιν, φήσας· «καὶ δυναμώσει διαθήκην πολ‐ λοῖς ἑβδομὰς μία».

8

.

2

.

57

ταῦτα δὲ ὅτι μὴ μάτην μηδ’ ἄνευ θείας ἐπι‐ πνοίας ἐσχεδίασται, πάνθ’ ὅντιν’ οὖν τῶν ὡς θεοῦ ῥήμασιν αὐτοῖς προσεχόντων ὁμολογήσειν ἡγοῦμαι.

8

.

2

.

58

τοῦτο μὲν οὖν πρῶτον ἡμῖν καλῶς ἔδοξεν ἐπισημήνασθαι καταλιπεῖν τε τοῖς ἐντυγχάνουσι τὴν τοῦ ζητηθέντος ἀκριβῆ λύσιν. εἰ δὲ χρὴ καὶ ἡμᾶς τὸ ἐπεισιὸν μὴ
ἀποκρύψασθαι, φημὶ καθ’ ἑτέραν διάνοιαν ἤτοι ἐκδοχὴν τὸν ἐν τῇ377
5προκειμένῃ γραφῇ δηλούμενον «χριστὸν ἡγούμενον», κατὰ τὸ «ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου», οὐκ ἄλλον εἶναι τοῦ καταλόγου τῶν μετὰ τὴν προφητείαν καὶ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον ἡγησαμένων τοῦ λαοῦ ἀρχιερέων, οὓς χριστοὺς ἔθος ἀποκαλεῖν τῇ γραφῇ.

8

.

2

.

59

μόνους γὰρ τούτους καθηγήσασθαι τοῦ ἔθνους, ἀρξαμένους ἀπὸ Ἰησοῦ τοῦ Ἰω‐ σεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου, μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον καὶ μέχρι τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρου‐
5σίας παρειλήφαμεν.

8

.

2

.

60

Οἶμαι γοῦν τὸν μεταξὺ χρόνον τῆς τούτων προστασίας, καθ’ ὃν ἡγήσαντο, δηλοῦσθαι διὰ τοῦ «ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο», τῶν ἐτῶν δὲ τὰς ἑβδομάδας, συν‐
5αγομένας εἰς ἔτη τετρακόσια ὀγδοήκοντα τρία, ἀπὸ τῆς Κύρου βασι‐ λείας ἐπὶ τὴν Ῥωμαίων παρεκτείνεσθαι ἀρχήν, καθ’ ἣν Πομπήιος Ῥωμαίων στρατηγὸς ἐπιστὰς τοῖς Ἱεροσολύμοις εἷλε μὲν πολιορκίᾳ τὴν πόλιν, τὸ δὲ πᾶν ἔθνος δοῦλον Ῥωμαίοις κατεστήσατο, ὡς καὶ φόρους ἐξ ἐκείνου τελεῖν καὶ τοῖς Ῥωμαίων πειθαρχεῖν ἐπιτάγμασιν.

8

.

2

.

61

ἐπὶ τοῦτον γοῦν τὸν χρόνον ὁ τῶν τετρακοσίων ὀγδοήκοντα τριῶν ἐτῶν περιορίζεται ἀριθμός, ἐφ’ ὃν καὶ κατέληξαν οἱ κατὰ τὸν Μω‐ σέως νόμον ἐκ πατέρων διαδοχῆς τὴν προστασίαν τοῦ ἔθνους καὶ τὴν ἱερωσύνην διειληφότες, οὓς «χριστὸν ἡγούμενον» τὴν θείαν ἐπὶ
5τοῦ παρόντος γραφὴν ὀνομάζειν ὑπολαμβάνω.

8

.

2

.

62

εἰ δὲ χρὴ καὶ τὸν κατάλογον ἐκθέσθαι τῆς τῶν ἀρχιερέων διαδοχῆς, τῶν ἐν τῷ δηλου‐ μένῳ μεταξὺ χρόνῳ διαγενομένων, καὶ τοῦτο οὐδεὶς φθόνος εἰς παρά‐ στασιν τῆς τῶν εἰρημένων ἀληθείας ποιήσασθαι. πρῶτος τοίνυν
5μετὰ τὴν τοῦ Δανιὴλ προφητείαν, ἐπὶ Κύρου τοῦ βασιλέως Περσῶν, μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ, «ὁ ἱερεὺς ὁ μέγας» χρηματίσας, ἅμα Ζοροβάβελ ἄνεισιν ἀπὸ τῆς αἰχμαλωσίας, καὶ θεμελίους καταβάλλεται τοῦ ἱεροῦ, ἀλλ’ ἐπισχεθέντος τοῦ ἔργου ὑπὸ τῶν περιοίκων, αἱ πρῶται ἑπτὰ ἑβδομάδες τῶν ἐτῶν αἱ διὰ τοῦ
10προφήτου δηλούμεναι συμπεραιοῦνται, καθ’ ἃς ἀτελὲς διέμενε τὸ ἔργον τῆς τοῦ ναοῦ οἰκοδομῆς.

8

.

2

.

63

διόπερ ὁ θεῖος λόγος τῆς συναφῆς τῶν λοιπῶν ἑβδομάδων ἀφορίζει τὰς πρώτας ἑπτά, εἰπὼν «ἑβδο‐ μάδας ἑπτά», ἔπειθ’ ἑξῆς μετὰ διαστολῆς ἐπαγαγὼν «καὶ ἑβδομάδες ἑξήκοντα δύο». ἑπτὰ γοῦν ἀπὸ Κύρου καὶ ἐπὶ τὴν συμπλήρωσιν τῆς
378
5τοῦ ἱεροῦ οἰκοδομῆς ἑβδομάδες ἐτῶν εὑρίσκονται.

8

.

2

.

64

ἔνθεν ὁρμώμενοι τῷ σωτῆρι ἡμῶν ἔλεγον οἱ Ἰουδαῖοι· «τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;» ἀλλ’ οὗτοι μὲν «τεσσαράκοντα καὶ ἓξ ἔτεσιν» ᾠκοδομῆσθαι τὸν ναὸν
5ἔφασαν. τοσαῦτα γὰρ ἀπὸ πρώτου 〈ἔτουσ〉 Κύρου βασιλείας, ὃς πρῶ‐ τος ἀνῆκεν τῆς Βαβυλῶνος τοὺς βουλομένους τῶν Ἰουδαίων εἰς τὴν οἰκείαν γῆν ἐπανιέναι, ἐπὶ τὸ ἕκτον ἔτος τῆς Δαρείου βασιλείας συν‐ άγεται, καθ’ ὃν τὸ πᾶν ἔργον τῆς οἰκοδομῆς τέλος εἴληφεν.

8

.

2

.

65

ὅ γε μὴν ἐξ Ἑβραίων Ἰώσηπος καὶ ἄλλον τριετῆ χρόνον εἰς τὴν τῶν ἔξωθεν τῶν ἀμφὶ τὸν ναὸν κατασκευασμάτων συμπλήρωσιν ..., ὥστ’ εἰκότως διὰ ταῦτα τὰς ἑπτὰ πρώτας ἑβδομάδας, εἰς ἔτη ἐννέα καὶ
5τεσσαράκοντα συντεινούσας, ἀφωρίσθαι κατὰ τὸν τῆς προφητείας λόγον, τὰς δὲ λοιπὰς ἑξήκοντα δύο ἀπὸ τῆς Δαρείου καταριθμεῖσθαι βασιλείας συμβαίνει, καθ’ ὃν αὖθις Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ Ζορο‐ βάβελ ὁ τοῦ Σαλαθιήλ, εἰς ἐκεῖνο τὴν ζωὴν παρατείναντες, ἄμφω προέστησαν τῆς τοῦ ἱεροῦ ἀνανεώσεως, προφητευόντων Ἀγγαίου καὶ
10Ζαχαρίου, μεθ’ οὓς Ἔσρας καὶ Νεεμίας, ὁμοίως ἐκ Βαβυλῶνος ἀνελ‐ θόντες, τὸ τεῖχος ἐδείμαντο τῇ πόλει, τὴν ἀρχιερωσύνην διέποντος Ἰ〈ω〉ακείμου· παῖς δὲ οὗτος ἦν Ἰησοῦ τοῦ Ἰωσεδέκ, μεθ’ ὃν διαδέχεται τὴν ἀρχιερωσύνην Ἐλιασοῦβος, ἔπειτα Ἰωδαέ, μεθ’ ὃν Ἰωνάθης, μεθ’ ὃν 〈Ἰ〉αδδοῦς.

8

.

2

.

66

τούτων μέμνηται καὶ ἡ Ἔσρα γραφή, λέγουσα· «καὶ Ἰησοῦς ἐγέννησε τὸν Ἰωακείμ, καὶ Ἰωακεὶμ ἐγέννησε τὸν Ἐλιασείβ, καὶ Ἐλιασεὶβ ἐγέννησε τὸν Ἰωδαέ, καὶ Ἰωδαὲ ἐγέννησε τὸν Ἰωνάθαν, καὶ Ἰωνάθαν ἐγέννησε τὸν Ἰαδδοῦ».

8

.

2

.

67

Κατὰ τοῦτον τὸν Ἰαδδοῦ ὁ Μακεδὼν Ἀλέξανδρος Ἀλεξάνδρειαν
κτίζει, ὡς Ἰώσηπος ἱστορεῖ, ἀφικόμενός τε εἰς τὰ Ἱεροσόλυμα τῷ θεῷ προσκυνεῖ.379

8

.

2

.

68

τελευτᾷ δὲ τὸν βίον Ἀλέξανδρος ἐν ἀρχῇ τῆς ἑκατοστῆς καὶ τεσσαρεσκαιδεκάτης Ὀλυμπιάδος, μετὰ ἔτη διακόσια τριάκοντα ἓξ Κύρου, ὃς ἐβασίλευσεν Περσῶν κατὰ τὸ πρῶτον ἔτος 〈τῆσ〉 πέμπτης καὶ πεντηκοστῆς Ὀλυμπιάδος.

8

.

2

.

69

μετὰ δὲ τὴν τελευτὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος καὶ μετὰ τὸν δηλωθέντα ἀρχιερέα Ὀνίας ἡγεῖται τοῦ ἔθνους, τῆς τῶν ἀρχιερέων καὶ αὐτὸς ἐπειλημμένος τιμῆς· καθ’ ὃν Σέλευκος Βαβυλῶνα κρατήσας τὸ τῆς Ἀσίας περιτίθεται
5διάδημα, ἔτει δωδεκάτῳ μετὰ τὴν Ἀλεξάνδρου τελευτήν, καθ’ ὃν συνάγεται ὁ πᾶς χρόνος ὁ ἀπὸ Κύρου εἰς ἔτη διακόσια τεσσαράκοντα ὀκτώ.

8

.

2

.

70

ἐντεῦθεν τὴν Ἑλλήνων βασιλείαν ἡ τῶν Μακκαβαίων γραφὴ καταριθμεῖσθαι ἄρχεται. μετὰ δὲ τὸν Ὀνίαν ἡγεῖται τῶν Ἰου‐ δαίων ἀρχιερεὺς Ἐλεάζαρος, καθ’ ὃν οἱ ἑβδομήκοντα τὰς θείας ἑρ‐ μηνεύσαντες γραφὰς ταῖς κατὰ Ἀλεξάνδρειαν βιβλιοθήκαις ἀνατεθεί‐
5κασιν.

8

.

2

.

71

μεθ’ ὃν ἕτερος Ὀνίας, ὃν διαδέχεται Σίμων, καθ’ ὃν Ἰησοῦς ὁ τοῦ Σιρὰχ ἐγνωρίζετο, ὁ τὴν καλουμένην πανάρετον Σοφίαν συν‐ τάξας. μεθ’ ὃν ἕτερος ὁμώνυμος τοῖς πρόσθεν Ὀνίας ἡγεῖται, καθ’ ὃν Ἀντίοχος τοὺς Ἰουδαίους πολιορκήσας ἑλληνίζειν κατηνάγκαζεν.

8

.

2

.

72

μεθ’ ὃν προστὰς τῶν πραγμάτων Ἰούδας ὁ ἐπικληθεὶς Μακκαβαῖος ἐξεκάθηρεν τῶν ἀσεβῶν τὴν χώραν· ὃν ὁ ἀδελφὸς Ἰωνάθης διαδέ‐ χεται. καὶ πάλιν Σίμων, οὗ κατὰ τὴν τελευτὴν ἕβδομον καὶ ἑβδο‐ μηκοστὸν καὶ ἑκατοστὸν ἔτος ἐξαριθμεῖται τῆς κατὰ Συρίαν ἀρχῆς ἡ
5πρώτη καλουμένη τῶν Μακκαβαίων βίβλος, εἰς τοῦτο τοῦ χρόνου καταλύσασα τὴν ἱστορίαν,

8

.

2

.

73

ὥστε συνάγεσθαι ἀπὸ πρώτου ἔτους Κύρου καὶ Περσῶν βασιλείας ἐπὶ τὸ τέλος τῆς τῶν Μακκαβαίων γραφῆς καὶ ἐπὶ τὴν Σίμωνος τοῦ ἀρχιερέως τελευτὴν ἔτη τετρακόσια εἴκοσι πέντε. μεθ’ ἃ Ἰωνάθης τὴν ἀρχιερωσύνην, ὡς Ἰώσηπός φησιν,
5διαδέχεται ἐπὶ ἔτεσιν ἐννέα καὶ εἴκοσι. μεθ’ ὃν Ἀριστόβουλος ἐνιαυ‐ τὸν ἡγεῖται, ὃς πρῶτος μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον διάδημα βασιλικὸν περιτίθεται πρὸς τῇ ἀρχιερωσύνῃ.

8

.

2

.

74

τοῦτον διαδέχεται
Ἀλέξανδρος, βασιλεὺς ἅμα καὶ ἀρχιερεύς, ἔτεσιν καὶ αὐτὸς ἑπτὰ καὶ εἴκοσι προστὰς τῶν πραγμάτων· εἰς ὃν συνάγεται τὰ πάντα ἀπὸ πρώτου ἔτους βασιλείας Κύρου καὶ τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου380
5τοῦ Ἰουδαίων ἔθνους ἔτη τετρακόσια ὀγδοήκοντα δύο, οὗ προέστησαν ἀρχιερεῖς, οὓς ἡγοῦμαι «χριστὸν ἡγούμενον» ὑπὸ τῆς προφητείας ὀνομάζεσθαι.

8

.

2

.

75

Μεθ’ οὕς, τελευτήσαντος τοῦ ὑστάτου αὐτῶν ἀρχιερέως Ἀλεξ‐ άνδρου, ἄναρχα καὶ ἀπροστάτητα τὰ τοῦ Ἰουδαίων ἔθνους ἀπολεί‐ πεται, ὥστε εἰς γυναῖκα περιστῆναι τὴν βασιλείαν αὐτῶν. τῶν δὲ δύο παίδων Ἀριστοβούλου καὶ Ὑρκανοῦ στασιασάντων πρὸς ἀλλή‐
5λους ἐπιστὰς τοῖς Ἱεροσολύμοις Πομπήιος, Ῥωμαίων στρατηγὸς ὤν, αἱρεῖ μὲν πολιορκίᾳ τὴν πόλιν, μιαίνει δὲ τὰ ἅγια, μέχρι τῶν ἀδύτων τοῦ ἱεροῦ προελθών.

8

.

2

.

76

καὶ ταῦτα συμβαίνει ἔτους πρώτου τῆς ἑκα‐ τοστῆς ἑβδομηκοστῆς ἐνάτης Ὀλυμπιάδος, μετὰ τετρακόσια ἐνενήκοντα πέντε ἔτη τῆς Κύρου βασιλείας, ἥτις ἤρξατο ἐπὶ τῆς πεντηκοστῆς πέμπτης Ὀλυμπιάδος.

8

.

2

.

77

τότε δ’ οὖν ὁ Πομπήιος ἑλὼν κατὰ κράτος τὴν Ἱερουσαλήμ, τὸν προειρημένον Ἀριστόβουλον ἐκπέμψας δέσμιον ἐπὶ Ῥώμης, τῷ τούτου ἀδελφῷ Ὑρκανῷ τὴν ἀρχιερωσύνην παρα‐ δίδωσιν, τό τε πᾶν ἔθνος ἐξ ἐκείνου ὑποτελὲς Ῥωμαίοις κατεστήσατο.

8

.

2

.

78

μεθ’ ὃν Ἡρώδης ὁ Ἀντιπάτρου παῖς Ὑρκανὸν ἀνελών, τὴν τῶν Ἰουδαίων βασιλείαν ὑπὸ τῆς Ῥωμαίων συγκλήτου βουλῆς ἐγχειρίζεται, πρῶτός τε αὐτὸς ἐξ ἀλλοφύλου γένους βασιλεύει τοῦ ἔθνους, τὴν τῶν ἀρχιερέων κατὰ τὸν Μωσέως νόμον διαφθείρας τάξιν.

8

.

2

.

79

ὁ μὲν γὰρ θεῖος νόμος διὰ βίου ἱερᾶσθαι τῷ θεῷ τὸν ἀνωτάτω προστάττει ἀρχιερέα· ὁ δ’ Ἡρώδης οὐ τοῖς ἀπὸ γένους οὐδ’ οἷς προσῆκον ἦν ἀπεδίδου τὴν λειτουργίαν, ἀπεξενωμένοις δέ τισιν καὶ ἀλλοτρίοις τῆς
5τῶν ἀρχιερέων διαδοχῆς, καὶ οὐδὲ τούτοις διαρκῶς πρὸς βραχὺν δέ τινα καὶ περιωρισμένον χρόνον ἄλλοτε ἄλλοις τὴν τιμὴν ἀντιδωρού‐ μενος, ὥστε τὰς μὲν πρώτας ἑπτὰ ἑβδομάδας ἀπὸ Κύρου καὶ ἐπὶ Δαρεῖον, τὰς δὲ λοιπὰς ἑξήκοντα δύο ἀπὸ Δαρείου καὶ ἐπὶ Πομπήιον τὸν Ῥωμαίων στρατηγὸν περιορίζεσθαι.

8

.

2

.

80

Καὶ κατὰ τρίτην δὲ θεωρίαν εὕροις ἄν, ἄλλως ἀπαριθμούμε‐
νος, τοὺς χρόνους τῶν ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδομάδων, αἳ συντεί‐ νουσιν εἰς ἔτη τετρακόσια ὀγδοήκοντα τρία ἐπ’ αὐτὸν Αὔγουστον καὶ ἐπὶ Ἡρώδην τὸν πρῶτον ἐξ ἀλλοφύλου γένους βασιλεύσαντα[ς],381
5καθ’ οὓς ἡ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γένεσις ἱστορεῖται περιγραφομένη, εἰ ἀρξάμενος ἀπὸ Δαρείου καὶ τῆς συμπληρώσεως τοῦ ναοῦ τὸν δηλούμενον ἀριθμὸν ἀναλογίσῃ.

8

.

2

.

81

Δαρείου γὰρ κατὰ τὸ δεύτερον ἔτος τὸν ἑβδομηκονταετῆ χρόνον τῆς ἐρημώσεως Ἱερουσαλὴμ συμπεπεράνθαι ὁ προφήτης Ζαχαρίας δηλοῖ, λέγων· «τῇ τετράδι καὶ εἰκάδι τῷ ἑνδεκάτῳ μηνί (αὐτός ἐστιν Σαβάτ) ἐν τῷ δευτέρῳ ἔτει
5Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Ζαχαρίαν τὸν τοῦ Βαραχίου»,

8

.

2

.

82

εἶθ’ ἑξῆς ἐπιλέγει· «καὶ ἀπεκρίθη ὁ ἄγγελος κυρίου καὶ εἶπεν, κύριε παντοκράτορ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;» τοῦτον δὴ οὖν αὐτὸν τῷ θείῳ πνεύματι θεωρήσας ὁ Δανιὴλ τὸν χρόνον ση‐
5μειοῦται, λέγων· «ἐγὼ Δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην εἰς συμπλήρωσιν ἐρημώσεως Ἱερουσαλήμ, ἑβδομήκοντα ἔτη. καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς κύριον τὸν θεόν μου τοῦ ἐκζητῆσαι προσ‐ ευχὴν καὶ δέησιν».

8

.

2

.

83

εἶτα μετὰ τὴν εὐχὴν ἐπιφανεὶς αὐτῷ ὁ ἄγγελος θεσπίζει τὰ περὶ τῶν ἑβδομήκοντα ἑβδομάδων, καὶ τὸν χρόνον ὅθεν δεῖ ἄρχεσθαι ἀριθμεῖν σημαίνει, λέγων· «καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως
5χριστοῦ ἡγουμένου». γέγονε μὲν οὖν ἀπόκρισις πρώτη Κύρου οἰκο‐ δομηθῆναι τὴν Ἱερουσαλήμ, οὐ μὴν εἰς ἔργον ἐχώρησεν, τῶν περιοίκων κεκωλυκότων.

8

.

2

.

84

Δαρείου δὲ μετὰ ταῦτα κελεύσαντος καὶ τῆς οἰκο‐ δομῆς τοῦ ἱεροῦ κατ’ αὐτὸν συντελεσθείσης ἡ τοῦ Δανιὴλ ἐντεῦθεν προφητεία τὴν καταρχὴν τῆς ἐκβάσεως ἐλάμβανεν, ἥ τε φάσκουσα «ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλήμ»,
5καὶ δι’ ἧς εἴρηται «ἐγὼ Δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην εἰς συμπλήρωσιν ἐρημώσεως Ἱερουσαλήμ, ἑβδομήκοντα ἔτη».

8

.

2

.

85

κατὰ γοῦν τὸ δεύτερον ἔτος Δαρείου ἡ συμπλήρωσις τῆς ἑβδομηκονταε‐ τηρίδος ἀποδέδεικται περαιωθεῖσα, ὥστε ἐξ ἅπαντος ἄρχεσθαι δεῖν
ἡμᾶς τῶν ἑβδομήκοντα ἑβδομάδων ἀπὸ τῆς ἑξηκοστῆς καὶ ἕκτης382
5Ὀλυμπιάδος καὶ ἀπὸ δευτέρου ἔτους Δαρείου, ἐν ᾧ τὰ τῆς οἰκοδομῆς περαιοῦται.

8

.

2

.

86

ἐντεῦθεν γοῦν εἰ τοὺς ἑπομένους χρόνους ἀριθμήσειας, εὕροις ἂν ἐπ’ αὐτὸν Ἡρώδην μόναρχόν τε Ῥωμαίων Αὔγουστον, καθ’ οὓς ἡ τοῦ σωτῆρος ἡμῶν ἐπέφανεν τῷ βίῳ γένεσις, τὰ τετρακόσια ὀγδοήκοντα τρία ἔτη, αἵ εἰσιν ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδομάδες,
5κατὰ τὴν τοῦ Δανιὴλ προφητείαν περιοριζόμενα.

8

.

2

.

87

ἀπὸ γὰρ τῆς ἑξηκοστῆς καὶ ἕκτης Ὀλυμπιάδος ἐπὶ τὴν ἑκατοστὴν ὀγδοηκοστὴν ἑβδόμην γίνονται Ὀλυμπιάδες μεταξὺ ἑκατὸν εἴκοσι μία, ἔτη τετρα‐ κόσια ὀγδοήκοντα τέσσαρα, τετραετίαν τῆς Ὀλυμπιάδος ἐπεχούσης,
5καθ’ ὃν καιρὸν Αὔγουστος Ῥωμαίων βασιλεύς, πεντεκαιδέκατον ἔτος τῆς βασιλείας ἐπέχων, Αἰγύπτου κρατεῖ καὶ τῆς λοιπῆς οἰκουμένης, ὑφ’ οὗ πρῶτος ἀλλόφυλος Ἡρώδης τὴν τῶν Ἰουδαίων ἐγχειρίζεται βασιλείαν, γεννᾶται δὲ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, κατὰ τὸ αὐτὸ συντρεχόντων τῶν χρόνων τῆς γενέσεως
10αὐτοῦ καὶ τῆς συμπληρώσεως τῶν παρὰ τῷ Δανιὴλ ἑπτὰ καὶ ἑξή‐ κοντα καὶ δύο ἑβδομάδων. Μεθ’ ἃς διῃρημένης καὶ μακρὰν ἀπεσχοινισμένης, μετὰ πλεῖστα ὅσα τὰ μεταξὺ προφητευόμενα, τῆς λειπούσης μιᾶς ἑβδομάδος, τὰ λοιπὰ πάντα διὰ μέσου τῆς τοῦ χρησμοῦ προρρήσεως εἰρημένα ἐπι‐
15τελεῖται, ἃ καὶ αὐτὰ τοῦτον ἔχει τὸν τρόπον· «μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγου‐ μένῳ τῷ ἐρχομένῳ, καὶ ἐκκοπήσονται ἐν κατακλυσμῷ· καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς».

8

.

2

.

88

καὶ ταῦτα δὲ ἐναργῆ τὴν ἔκβασιν εἴληφεν κατ’ αὐτὸν Αὔγουστον καὶ Ἡρώδην, εἰς οὓς τὰς προειρημένας ἑπτὰ ἑβδομάδας συγκεφαλαιοῦσθαί φαμεν. ὁδῷ γοῦν καὶ τάξει τοῦ κατὰ τὴν ἀρχιερωσύνην χρίσματος μέχρι τῶν Ἡρώδου
5καὶ Αὐγούστου χρόνων διαρκέσαντος, τῆς τε διαδοχῆς τῶν πάλαι ἀρχιερέων ἐπὶ Ἀλέξανδρον τὸν Ὑρκανοῦ πατέρα περιγραφείσης, Ἡρώ‐
δης τὸν Ὑρκανὸν ἀνελὼν οὐκέτι τοῖς ἐκ πατέρων διαδόχοις ἐπι‐ τρέψαι λέγεται τὴν λειτουργίαν, ἀλλά τισιν ἀσήμοις καὶ ἀφανέσιν ἀνθρώποις.383

8

.

2

.

89

τοῦτο δὲ καὶ ὁ χρησμὸς προλαβὼν ἐθέσπισεν, εἰπών· «καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἑξήκοντα δύο ἐξολοθρευθή‐ σεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ».

8

.

2

.

90

ὅπερ σαφῶς καὶ οἱ λοιποὶ τεθείκασιν ἑρμηνευταί, ὁ μὲν Ἀκύλας φήσας· «καὶ μετὰ τὰς ἑπτὰ ἑβδομάδας καὶ ἑξήκοντα δύο ἐξολοθρευθήσεται ἠλειμμένος, καὶ οὐκ ἔστιν αὐτῷ», ὁ δὲ Σύμμαχος· «καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ
5καὶ ἑξήκοντα δύο ἐκκοπήσεται χριστός, καὶ οὐχ ὑπάρξει αὐτῷ». ὅθεν μάλιστα παρίστασθαί μοι δοκεῖ «χριστὸς ἡγούμενος» εἶναι ὁ κατὰ τὴν ἡμετέραν ἀπόδοσιν δεδηλωμένος.

8

.

2

.

91

μετὰ γοῦν τὴν τῶν εἰρημέ‐ νων ἑβδομάδων συμπλήρωσιν «ἐξολοθρευθήσεται χριστός» φησιν. τίς δὲ οὗτος ἢ «ὁ ἡγούμενος» καὶ ὁ κατὰ διαδοχὴν ἐξ ἱερατικοῦ γένους τοῦ ἔθνους προεστώς; διέμενεν γοῦν οὗτος εἰς ὅσον οὔπω τὰ τῶν
5ἑβδομάδων ἐπληροῦτο· ἐπειδὴ δὲ τέλος ἐλάμβανον αὗται, ἀκολούθως τῇ προφητείᾳ «ἐξεκόπη» ὁ ἐκ διαδοχῆς γένους τοῦ ἔθνους προεστώς. οὗτος δὲ ἦν Ὑρκανός, ὃν αὐτὸς Ἡρώδης ἀνελών, τὴν κατὰ τοῦ ἔθνους βασιλείαν μηδὲν αὐτῷ διαφέρουσαν ὑφαρπάζει, πρῶτός τε αὐτὸς ἀλλό‐ φυλος ἡγεῖται.

8

.

2

.

92

οὐ μόνος δὲ ἄρα ὁ Ὑρκανός, «χριστὸς» ὢν καὶ τῶν πάλαι ἀρχιερέων ὕστατος, «ἐξεκόπη», ἀλλὰ καὶ ἡ ἐκ προγόνων ἄνω‐ θεν ἐκ τῶν πρόπαλαι ἀρχιερέων κατιοῦσα διαδοχή, αὐτό τε τὸ κατὰ νόμους χρίσμα, οὐκέτι κατὰ κρίσιν γινόμενον ἀτάκτως δὲ καὶ συγκεχυ‐
5μένως, οὐ κατὰ τὰ παρὰ Μωσεῖ νενομοθετημένα· συνέτρεχεν δὲ ὁμοῦ πάντα, ἀκολούθως τῇ προφητείᾳ φησάσῃ· «ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ».

8

.

2

.

93

Μάρτυς ἀξιόχρεως τούτων ὁ ἐξ αὐτῶν Ἑβραίων Ἰώσηπος, ὧδέ πως ἱστορῶν τὰ κατὰ τοὺς χρόνους ἐν ὀκτωκαιδεκάτῳ τῆς Ἰουδαϊ‐ κῆς Ἀρχαιολογίας· «τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρι‐ σθεὶς οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους» (οὗτοι δὲ ἦσαν οἱ
5καλούμενοι Μακκαβαῖοι) «καθίστησιν ἀρχιερεῖς, ἀλλά τινας ἀσήμους καὶ μόνον ἐξ ἱερέων ὄντας, πλὴν ἑνὸς Ἀριστοβούλου, ὃν Ὑρκανοῦ υἱὸν ὄντα καταστήσας ἀρχιερέα, τῇ ἀδελφῇ αὐτοῦ συνῴκησε Μαριάμμῃ, τὴν τοῦ πλήθους πρὸς αὐτὸν θηρώμενος εὔνοιαν διὰ τὴν Ὑρκανοῦ μνήμην.

8

.

2

.

94

εἶτα δεδιὼς μὴ πρὸς τὸν Ἀριστόβουλον πάντες ἀποκλίνωσιν ἀνεῖλεν αὐτὸν ἐν Ἰεριχοῖ, πνιγῆναι μηχανησάμενος κολυμβῶντα, καθὼς ἤδη δεδηλώκαμεν. μετὰ τοῦτον οὐκέτι τοῖς ἐκγόνοις τῶν Ἀσαμω‐ ναίου παίδων τὴν ἀρχιερωσύνην ἐπίστευσεν. ἔπραξεν δὲ ὅμοια τῷ
384
5Ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν ἀρχιερέων Ἀρχέλαός τε ὁ παῖς αὐτοῦ, καὶ μετὰ τοῦτον Ῥωμαῖοι, τὴν τῶν Ἰουδαίων βασιλείαν παρει‐ ληφότες».

8

.

2

.

95

πάλιν ἐν ἑτέροις ταῦτα περὶ αὐτῶν φησιν· «Ἡρώδης δὲ βασιλεύσας τήν τε βᾶριν ταύτην ἐν ἐπιτηδείῳ τόπῳ κειμένην κατα‐ σκευάσας πολυτελῶς, Ἀντωνίαν καλεῖ ὄνομα, καὶ τὴν στολὴν τὴν ἀρχιερατικὴν λαμβάνει, τὴν δὲ κειμένην κατεῖχεν, πιστεύων οὐδὲν
5νεωτερίσειν τὸν λαὸν δι’ αὐτήν. ἔπραξεν δὲ ὅμοια τῷ Ἡρώδῃ καὶ ὁ ἐπικατασταθεὶς αὐτῷ βασιλεὺς Ἀρχέλαος, υἱὸς ὢν αὐτοῦ, παρ’ οὗ Ῥωμαῖοι διαδεξάμενοι τὴν ἀρχήν, ἐκράτουν τῆς στολῆς τοῦ ἀρχιερέως ἀποκειμένης ἐν οἴκῳ λίθου οἰκοδομηθέντι ὑπὸ σφραγῖδι».

8

.

2

.

96

διὰ τού‐ των τὸ ἀποτέλεσμα παντί τῳ νομίζω καταφανὲς γεγενῆσθαι τοῦ φήσαντος χρησμοῦ «καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ».

8

.

2

.

97

Ἔτι δὲ μᾶλλον ὄψει, πῶς εἴρηται τὸ «κρίμα οὐκ ἔστιν ἐν αὐτῷ», τὸ ἄκριτον συνιδὼν τῆς τῶν ἀρχιερέων καταστάσεως τῶν μετὰ Ἡρώδην καὶ κατὰ τοὺς χρόνους τοῦ σωτῆρος ἡμῶν γεγενημέ‐ νων.

8

.

2

.

98

τοῦ γὰρ κατὰ τὸν θεῖον νόμον ἀρχιερέως πάντα τὸν τῆς ζωῆς χρόνον τὴν λειτουργίαν διέπειν κεκελευσμένου ἐπὶ διαδόχῳ παιδὶ γνησίῳ, κατὰ τοὺς ἐξεταζομένους καιρούς, μετὰ τὸ ἐξολοθρευ‐ θῆναι τὸ χρίσμα τῇ προφητείᾳ συμφώνως, πρῶτος μὲν Ἡρώδης
5ἔπειτα δὲ καὶ Ῥωμαῖοι μετὰ τοῦτον ἀκρίτως καὶ οὐ κατὰ τὸν νόμον τοὺς ἀρχιερεῖς καθίστων, οὓς ἐδόκει αὐτοῖς, δημοτικοῖς τισι καὶ ἀσή‐ μοις ἀνδράσι τὴν τιμὴν χαριζόμενοι, ἐπίπρασκόν τε καὶ ἐκαπήλευον τοὔνομα, ἄλλοτε ἄλλοις ἐνιαυσιαῖον τὸ ἀξίωμα δωρούμενοι.

8

.

2

.

99

διό μοι δοκεῖ ὁ ἱερὸς εὐαγγελιστὴς Λουκᾶς, τὸν χρόνον τοῦ κηρύγματος τοῦ σωτῆρος ἡμῶν ὑπογράφων, σημειοῦσθαι τοῦτο δι’ ὧν φησιν· «ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύ‐
5οντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, τετραρχούντων δὲ Ἡρώδου καὶ Φιλίππου καὶ Λυσανίου, ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καϊάφα».385

8

.

2

.

100

δύο γὰρ οὗτοι κατὰ τὸ αὐτὸ ἀρχιερεῖς πῶς ἂν ἐγένοντο ἢ καταλυθείσης τῆς περὶ τῶν ἀρχιερέων νομοθεσίας; τούτοις γοῦν καὶ Ἰώσηπος ἐπι‐ μαρτυρῶν ταῦτα γράφει· «Οὐαλέριος Γρᾶτος», Ῥωμαίων στρατηγός,
5«παύσας ἀρχιερᾶσθαι Ἄνανον, Ἰσμαῆλον ἀρχιερέα ἀποφαίνει τὸν τοῦ Φήβα, καὶ τοῦτον μετ’ οὐ πολὺ μεταστήσας, Ἐλεάζαρον τὸν τοῦ Ἀνάνου τοῦ ἀρχιερέως υἱὸν ἀποδείκνυσιν ἀρχιερέα. ἐνιαυτοῦ δὲ δια‐ γενομένου καὶ τόνδε παύσας, Σίμωνι τῷ Καθίμου τὴν ἀρχιερωσύνην παραδίδωσιν. οὐ πλέον δὲ καὶ τῷδε ἐνιαυτοῦ τὴν τιμὴν ἔχοντι
10διεγένετο χρόνος, καὶ Ἰώσηπος, ὁ καὶ Καϊάφας, διάδοχος ἦν αὐτῷ».

8

.

2

.

101

ταῦτα ἀναγκαίως παρεθέμην διὰ τὸ «ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ», ἃ καὶ ἡγοῦμαι ἀναμφίλεκτον τὴν ἀπό‐ δειξιν ἔχειν. Ἑξῆς τούτοις φησὶν ἡ προφητεία· «καὶ τὴν πόλιν καὶ τὸ ἅγιον
5διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ». ἔνθα πάλιν τὸν Ἡρώδην αὐτὸν καὶ τοὺς μετ’ αὐτὸν ἄρξαντας ἐξ ἀλλοφύλου γένους ὑπολαμ‐ βάνω δηλοῦσθαι.

8

.

2

.

102

ὡς γὰρ ἀνωτέρω ὠνόμαζεν χριστοὺς ἡγουμένους τοὺς ἀρχιερεῖς, λέγων «ἕως χριστοῦ ἡγουμένου», τὸν αὐτὸν τρόπον μετ’ ἐκείνους καὶ τὴν ἐκείνων κατάπαυσιν οὐκ ἄλλος «ἡγούμενος ἐρχόμενος» ἢ ὁ δηλωθεὶς ἐξ ἀλλοφύλου γένους καὶ οἱ λοιποὶ ὅσοι
5καθεξῆς μετ’ ἐκείνους ἡγήσαντο τοῦ ἔθνους, σὺν οἷς καὶ μεθ’ ὧν, ὡσπερεὶ συνεργοῖς χρώμενος, ὁ μισόκαλος καὶ τῶν ἀγαθῶν φθορεὺς «καὶ τὴν πόλιν καὶ τὸ ἅγιον» διαφθερεῖν εἴρηται.

8

.

2

.

103

καὶ γὰρ διέφθειρεν ἀληθῶς ἅπαν τὸ ἔθνος, τοτὲ μὲν τὴν τῆς ἱερωσύνης τάξιν εἰς παρα‐ νομίαν ἄγων, τοτὲ δὲ τὸν πάντα λαὸν διαστρέφων, καὶ τὴν πόλιν (οὕτω τῶν πολιτῶν μεταφορικῶς ὠνομασμένων) εἰς ἀσέβειαν ἐκ‐
5καλούμενος. συνᾴδει δὲ ἡμῶν τῇ ἀποδόσει καὶ ὁ Ἀκύλας, τοῦτον ἑρμηνεύσας τὸν τρόπον· «καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ λαὸς ἡγουμένου ἐρχομένου».

8

.

2

.

104

οὐ μόνον γὰρ «ὁ ἐρχόμενος ἡγούμενος», ὁ κατὰ τὰ ἀποδεδομένα ἡμῖν δηλωθείς, διέφθειρε «τὴν πόλιν καὶ τὸ ἅγιον», ἀλλὰ καὶ ὁ τούτου «λαός». εἴποι δ’ ἄν τις οὐκ ἀπὸ σκοποῦ καὶ τὸν Ῥωμαίων ἡγεμόνα διὰ τῶν προκειμένων δηλοῦσθαι τόν τε
5τούτου λαόν, δι’ οὗ νομίζω σημαίνεσθαι τὰ στρατόπεδα τῶν Ῥω‐ μαίων ἀρχόντων ἐξ ἐκείνου κρατησάντων τοῦ ἔθνους, οἳ καὶ τὴν πόλιν αὐτὴν Ἱερουσαλὴμ καὶ τὸν πάλαι ἐν αὐτῇ σεμνὸν καὶ ἅγιον νεὼν διέφθειραν.386

8

.

2

.

105

ὑπὸ τούτων γοῦν καὶ ἐξεκόπησαν ὡς «ἐν κατα‐ κλυσμῷ καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς» ἔφθασαν, ὥστε ἤδη κατὰ τὴν προφητείαν παντελῆ ὑπομεῖναι ἐρημίαν μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν, μεθ’ ἣν καὶ τὴν
5ἐσχάτην ὑπέμειναν πολιορκίαν. ἔχεις καὶ ταῦτα ἀκριβῶς ἐν ταῖς γραφείσαις αὐτῷ Ἰωσήπῳ ἱστορίαις.

8

.

2

.

106

Τούτων δὲ περὶ τῶν συμβεβηκότων τῷ Ἰουδαίων ἔθνει ἐν τῷ μεταξὺ χρόνῳ τῶν ἑπτὰ καὶ ἑξήκοντα καὶ δύο ἑβδομάδων πε‐ προφητευμένων, ἀκολούθως ἡ δήλωσις τῆς ὑπὸ τοῦ σωτῆρος ἡμῶν καταγγελθείσης καινῆς διαθήκης θεσπίζεται.

8

.

2

.

107

τοσούτων γοῦν διὰ μέσου καὶ μεταξὺ τῶν ἑπτὰ καὶ ἑξήκοντα καὶ δύο ἑβδομάδων εἰρη‐ μένων, ἐπιλέγεται· καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία· καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή, καὶ ἐπὶ
5τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων ἔσται, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν».

8

.

2

.

108

τίνα δὲ τρόπον καὶ ταῦτα ἐπληροῦτο, κατανοήσωμεν. ἱστορεῖται δὲ ὁ πᾶς τῆς διδασκαλίας καὶ παραδοξοποιίας ὁμοῦ τοῦ σωτῆρος ἡμῶν χρόνος τριῶν ἥμισυ γεγονὼς ἐτῶν, ὅπερ ἐστὶν ἑβδομάδος ἥμισυ. τοῦτό πως Ἰωάννης ὁ
5εὐαγγελιστὴς ἀκριβῶς ἐφιστῶσιν αὐτοῦ τῷ εὐαγγελίῳ παραστήσει. εἴη ἂν οὖν ἑβδομὰς ἐτῶν μία ὁ πᾶς χρόνος τῆς μετὰ τῶν ἀποστόλων αὐτοῦ συνδιατριβῆς, ὅ τε πρὸ τοῦ πάθους καὶ ὁ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ.

8

.

2

.

109

πρὸ μὲν γὰρ τοῦ πάθους ἐπὶ τρία καὶ ἥμισυ ἔτη τοῖς πᾶσιν ἑαυτὸν παρέχων μαθηταῖς τε καὶ τοῖς μὴ τοιούτοις ἀναγέγραπται, καθ’ ὃν 〈χρόνον〉 διδασκαλίαις παραδόξοις τε θερα‐ πείαις τῆς θεότητος αὐτοῦ τὰς δυνάμεις πᾶσιν ἁπλῶς Ἕλλησίν τε
5καὶ Ἰουδαίοις παρείχετο.

8

.

2

.

110

μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν τὸν ἴσον, ὡς εἰκός, τῶν ἐτῶν χρόνον· τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀπο‐ στόλοις συνῆν, «δι’ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ συναλιζόμενος, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ», ὡς γοῦν
5αἱ Πράξεις τῶν ἀποστόλων περιέχουσιν, ὡς εἶναι ταύτην τὴν δηλου‐ μένην τῆς προφητείας τῶν ἐτῶν ἑβδομάδα, καθ’ ἣν ἐνεδυνάμωσεν «διαθήκην πολλοῖς», τὴν καινὴν δηλαδὴ διαθήκην τοῦ εὐαγγελικοῦ κηρύγματος κρατύνων.

8

.

2

.

111

τίσιν δὲ «πολλοῖς» ταύτην ἐνεδυνάμωσεν ἢ δηλονότι τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις καὶ τοῖς ἐξ Ἑβραίων εἰς αὐτὸν πεπιστευκόσιν ἅπασιν; Πλὴν ἀλλὰ τῆς μιᾶς ταύτης ἑβδομάδος, καθ’ ἣν ἐνεδυνάμωσεν
387
5τὴν δηλωθεῖσαν «διαθήκην τοῖς πολλοῖς», «ἐν τῷ ἡμίσει» ἤρθη «θυσία καὶ σπονδή», τό τε «βδέλυγμα τῆς ἐρημώσεως» ἤρξατο,

8

.

2

.

112

ἐπειδήπερ μεσαζούσης τῆς ἑβδομάδος ταύτης, μετὰ τὸν ἥμισυ καὶ τριετῆ χρόνον τῆς διδασκαλίας αὐτοῦ, καθ’ ὃν καιρὸν πέπονθεν, «τὸ καταπέτασμα τοῦ ναοῦ ἐρ〈ρ〉άγη ἀπὸ ἄνωθεν ἕως κάτω»· ὡς ἐξ ἐκείνου δυνάμει
5ἦρθαι ἐξ αὐτῶν τὴν σπονδὴν καὶ τὴν θυσίαν, καὶ τὸ «βδέλυγμα» τῆς ἐρημώσεως «ἐπὶ τὸ ἱερὸν» καταστῆναι, καταλιπούσης αὐτοὺς ἐρήμους τῆς ἀνέκαθεν εἰς ἐκεῖνο καιροῦ τὸν τόπον ἐφορώσης καὶ ἐπισκο‐ πούσης δυνάμεως.

8

.

2

.

113

μέχρι γοῦν τοῦ σωτηρίου πάθους εἶναί τινα θεοῦ δύναμιν ἐπισκοποῦσαν τὸ ἱερὸν καὶ τὸ «ἅγιον τῶν ἁγίων» ἡγεῖ‐ σθαι προσήκει. οὐ γὰρ ἂν ἄλλως καὶ αὐτὸς ἅμα τοῖς πολλοῖς συνή‐ δρευεν ἐν τῷ ἱερῷ, τὰς κατὰ νόμους ἑορτὰς ἐπιτελῶν, μὴ οὐχὶ ἔτι
5συνεστῶτα καὶ θεοῦ εἶναι ἄξιον τὸν τόπον εἰδώς.

8

.

2

.

114

ἦσαν οὖν ἐν τῷ ἱερῷ καὶ προφητεύοντές τινες εἰς ἐκεῖνο τοῦ καιροῦ, ὥσπερ Ἄννα ἡ προφῆτις ἡ τοῦ Φανουὴλ καὶ Συμεὼν ὁ ἐπὶ τὰς ἀγκάλας αὐτὸν βρέφος ἔτι ὄντα λαβών, οἳ καὶ προφητεύουσι τὰ ἀναγεγραμμένα.

8

.

2

.

115

οὐδ’ ἂν αὐτὸς ὁ κύριος ἡμῶν εἰρήκει τῷ λεπρῷ «ὕπαγε, δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε τὴν θυσίαν, ἣν προσέταξεν Μωσῆς εἰς μαρτύριον αὐτοῖς», μὴ οὐχὶ ἔτι δεῖν ἡγούμενος τὰ κατὰ νόμους ἐπιτελεῖσθαι αὐτόθι, ὡς ἐν ἁγίῳ καὶ θεοῦ ἀξίῳ τόπῳ, οὐδ’ ἂν τοὺς
5ἀγοράζοντας καὶ πιπράσκοντας ἐξωθῶν ἔλεγεν· «γέγραπται, ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπή‐ λαιον λῃστῶν», καὶ αὖθις· «ἄρατε ταῦτα ἐντεῦθεν, καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορείου», εἰ μὴ ἔτι τίμιον σαφῶς δεῖν ἐνόμιζεν ὑπολαμβάνειν εἶναι τὸν τόπον.

8

.

2

.

116

ἀλλὰ γὰρ πλησια‐ ζούσης αὐτῶν τῆς ἐσχάτης δυσ〈σ〉εβείας, μετὰ ταῦτα πάντα ἀπεφήνατο εἰπών· «ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος», ὃ καὶ αὐτὸ ἐπληροῦτο, ὅτε παθόντος αὐτοῦ «τὸ καταπέτασμα τοῦ ναοῦ» ὅλον δι’ ὅλου μέσον
5ἐρράγη, καθῄρητό τε ἐξ ἐκείνου δυνάμει ἡ προσηνὴς τῷ θεῷ κατὰ
τὴν τοῦ νόμου διάταξιν «θυσία καὶ σπονδή», ἧς ἀρθείσης καὶ τὸ «βδέλυγμα τῆς ἐρημώσεως» κατὰ τὴν ἐν χερσὶ προφητείαν ἐπηκολού‐ θησεν τῷ τόπῳ.388

8

.

2

.

117

Εἰ δὲ καὶ ἐπί τινα χρόνον παραμένειν ἔδοξεν τὰ τῆς ἐν τῷ τόπῳ λειτουργίας, ἀλλ’ οὐκέτι γε ταῦτα ἀρεστὰ τῷ θεῷ ἦν, ἀκρίτως καὶ οὐ κατὰ νόμον ἐπιτελούμενα.

8

.

2

.

118

ὥσπερ γὰρ πρόπαλαι ἐξολο‐ θρευθέντος τοῦ χρίσματος, καὶ τῶν κατὰ διαδοχὴν νομίμων ἀρχιερέων πεπαυμένων ἀπὸ τῆς Ὑρκανοῦ τελευτῆς, οἱ μετὰ ταῦτα παριόντες ἀτάκτως καὶ παρανόμως ἐδόκουν μέν τι ποιεῖν, οὐ μὴν κατὰ τοὺς
5πρέποντας ἔπραττον θεσμούς, δι’ οὓς καὶ ἔφασκεν ἡ προφητεία· «ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ», τὸ ἄκριτον καὶ παράνομον αὐτῶν διαβάλλουσα· οὕτω δὴ καὶ ἐπὶ τῆς θυσίας καὶ τῆς σπονδῆς συμβεβηκέναι φήσεις, ὀρθῶς μὲν καὶ κατὰ νόμον πρὸ τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν ἐπιτελουμένης διὰ τὴν εἰσέτι τότε
10τὰ τῶν ἁγίων τόπων ἐφορῶσαν δύναμιν περιαιρεθείσης δὲ αὐτίκα μετὰ τὴν αὐτοῦ τελείαν καὶ θεοπρεπῆ θυσίαν, ἣν προσήνεγκεν αὐτὸς ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, αὐτὸς ὢν «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ἧς θυσίας πᾶσιν ἀνθρώποις κατὰ τὰ καινὰ μυστήρια τῆς καινῆς διαθήκης παραδοθείσης τὰ τῆς παλαιᾶς
15περιῄρητο.

8

.

2

.

119

ὁμοῦ γὰρ τῷ πληροῦσθαι τὸ φάσκον λόγιον «καὶ δυ‐ ναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία», τὰ τῆς παλαιᾶς διαθήκης περιῄρητο. πότε δὲ τὰ τῆς διαθήκης τῆς καινῆς ἐδυναμοῦτο ἢ ὅτε ὁ σωτὴρ καὶ κύριος ἡμῶν, μέλλων τελεῖν τὸ μέγα μυστήριον τῆς εἰς
5τὸν θάνατον αὐτοῦ παρόδου, ᾗ «νυκτὶ» «παρεδίδοτο», τὰ σύμβολα τῶν κατ’ αὐτὸν ἀπορρήτων τῆς καινῆς διαθήκης λόγων τοῖς αὑτοῦ παρ‐ εδίδου μαθηταῖς; ὁμοῦ γὰρ ταῦτ’ ἐτελεῖτο καὶ ἡ κατὰ Μωσέα παλαιὰ διαθήκη περιῄρητο, ὅπερ ἐδήλου «τὸ καταπέτασμα τοῦ ναοῦ» κατὰ τὸν αὐτὸν ῥηγνύμενον χρόνον.

8

.

2

.

120

ἀρθείσης γοῦν ἐξ ἐκείνου καὶ δυνάμει καὶ ἀληθείᾳ καταλυθείσης θυσίας καὶ σπονδῆς, αἱ μετὰ ταῦτα νομι‐ ζόμεναι αὐτόθι ἐπιτελεῖσθαι θυσίαι ἄσπονδοι καὶ ἀνίεροι ἐν βεβήλῳ τόπῳ καὶ ὑπὸ βεβήλων καὶ ἀνιέρων ἐπετελοῦντο.

8

.

2

.

121

Δέχου δὴ καὶ τὰς περὶ τούτων Ἰωσήπου μαρτυρίας· «κατὰ δὲ τὴν ἡμέραν τῆς πεντηκοστῆς νύκτωρ οἱ ἱερεῖς παρελθόντες εἰς τὸ ἱερόν, ὥσπερ αὐτοῖς ἔθος ἦν, πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἔφασαν ἀντιλαμβάνεσθαι καὶ κτύπου, μετὰ δὲ ταῦτα φωνῆς
5ἀθρόας λεγούσης· μεταβαίνομεν ἐντεῦθεν». ταῦτα δὲ ἱστορεῖ μετὰ τὸ πάθος τοῦ σωτῆρος ἡμῶν γεγονέναι.389

8

.

2

.

122

καὶ πάλιν ὁ αὐτός φησιν, Πιλάτον τὸν ἡγεμόνα (αὐτὸν δὴ ἐκεῖνον τὸν ἐπὶ τοῦ σωτῆρος ἡμῶν) τὰς Καίσαρος εἰκόνας νύκτωρ εἰς τὸ ἱερόν, ὅπερ οὐκ ἦν θέμις, εἰσκομίσαι, μεγίστην τε ταραχὴν θορύβου τε καὶ στάσεως ἐμβεβλῆσθαι
5τοῖς Ἰουδαίοις.

8

.

2

.

123

αὐτὰ δὴ ταῦτα καὶ ὁ Φίλων συμμαρτυρεῖ, τὰς σημαίας φάσκων τὰς βασιλικὰς τὸν Πιλάτον νύκτωρ ἐν τῷ ἱερῷ ἀναθεῖναι, ἀρχήν τε στάσεων καὶ συμφορῶν ἐπαλλήλων ἐξ ἐκείνου τοῖς Ἰουδαίοις συμπεσεῖν.

8

.

2

.

124

οὐ διέλιπον οὖν ἐκ τότε τὸ πᾶν ἔθνος καὶ τὴν μητρόπολιν αὐτῶν παντοίων κακῶν ἐπαναστάσεις, ἕως τοῦ ὑστάτου κατ’ αὐτῶν πολέμου καὶ τῆς ἐσχάτης πολιορκίας, καθ’ ἣν παντοίοις «ἀφανισμοῖς» λιμοῦ τε καὶ λοιμοῦ καὶ μαχαίρας, καταπον‐
5τισμοῦ δίκην τοῦ κατ’ αὐτῶν ὀλέθρου συρρεύσαντος, πάντες οἱ κατα‐ συστάντες τοῦ σωτῆρος ἡμῶν ἡβηδὸν ἐξεκόπησαν, ὅτε καὶ τὸ «βδέλυγμα τῆς ἐρημώσεως» «ἐπὶ τὸ ἱερὸν» ἔστη, ὃ καὶ εἰς δεῦρο διέμεινεν, ὁσημέραι ἐπὶ τὸ χεῖρον ἐρημίας ἐλαῦνον.

8

.

2

.

125

εἰκὸς δὲ καὶ ἐπιτείνειν αὐτὸ μέχρι τῆς τοῦ βίου συντελείας, κατὰ τὸν ὑπὸ τῆς προφητείας ἀποφα〈ν〉‐ θέντα ὅρον, φήσαντα «καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν»,

8

.

2

.

126

ἥντινα φωνὴν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰη‐ σοῦς ὁ Χριστὸς ἐπεσφραγίσατο εἰπών· «ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὼς ἐν τόπῳ ἁγίῳ, τότε γινώσκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς».

8

.

2

.

127

Εἰ δὲ δυσπίστως πρὸς ταῦτα ἔχοιεν οἱ ἐκ περιτομῆς, ἐλεγκτέον αὐτοὺς μὴ μόνον ἀναιδῶς πρὸς τὰ ἀληθῆ καὶ ἐναργῆ ἱσταμένους, ἀλλὰ καὶ τὰς προρρήσεις ὡς ψευδεῖς, τὸ ὅσον ἐπ’ αὐτοῖς, διαβάλλον‐ τας, εἴ γε αἱ μὲν εἰς ἑβδομήκοντα ἑβδομάδας ἐτῶν τὸν πάντα περιο‐
5ρίζουσι χρόνον, τὰ ἐν τῷ μεταξὺ συμβησόμενα θεσπίζουσαι, οἱ δὲ σχεδὸν ἤδη χιλιοστοῦ ἔτους ἀπὸ τῆς προφητείας καὶ εἰς ἡμᾶς ἐλαύ‐ νοντος οὐδὲν τῶν γεγραμμένων γεγονὸς ἐπιδείκνυνται, καίτοι ἐξολο‐ θρευθέντος αὐτῶν τοῦ χρίσματος κατὰ τὴν θείαν πρόρρησιν καὶ τοῦ ἁγιάσματος αὐτῶν, καὶ τῶν πρὶν οἰκητόρων διαφθαρέντων καὶ
10ἐκκοπέντων «ἐν κατακλυσμῷ» «πολέμου συντετμημένου ἀφανισμοῖς», καὶ τοῦ γε πάντων παραδοξοτάτου εἰσέτι νῦν αὐτόθι ὁρωμένου, λέγω
δὴ τοῦ βδελύγματος τῆς ἐρημώσεως εἰς δεῦρο ἑστῶτος ἐν τῷ πρὶν ἁγίῳ τόπῳ, περὶ οὗ καὶ ὁ σωτὴρ καὶ κύριος ἡμῶν τὰς ἐκτεθείσας προήκατο φωνάς.390

8

.

2

.

128

ὧν σαφῶς ὑπ’ ὀφθαλμοῖς ὁρωμένων ἡμῖν εἰσέτι νῦν θαυμάσαι ἔστιν τοὺς ἐκ περιτομῆς, οὐχ οὕτως ἀντιβλέπειν τοῖς ἐναργέσι τολμῶντας, ὅσον ἀβλεπτοῦντας καὶ τὴν διάνοιαν ἐσκοτω‐ μένους πρὸς τὸ μὴ ὁρᾶν τὰ οὕτω σαφῆ καὶ ἐναργῆ τῶν θείων γρα‐
5φῶν ἀποτελέσματα.

8

.

2

.

129

ὃ καὶ πεπόνθασιν κατὰ τὴν εἰς αὐτοὺς πλη‐ ρωθεῖσαν κἀν τούτῳ τοῦ Ἡσαΐου φωνήν, δι’ ἧς ἐθέσπισεν αὐτοῖς, εἰπών· «ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς
5ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν, καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς».

8

.

2

.

130

Ἀλλ’ ἐπεὶ καὶ περὶ τῶν πεπιστευκότων ἐθνῶν εἰς τὸν Χρι‐ στὸν τοῦ θεοῦ πάλαι πρότερον εἴρητο «οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσιν» τῇ αὐτοῦ χάριτι καὶ τῇ τοῦ πέμψαντος αὐτὸν πατέρος, ἡμεῖς τε κατὰ τὸ δυνατὸν τὰ φανέντα
5εἰς τοὺς τόπους εἰρήκαμεν, καὶ τὰ τῷ πρὸ ἡμῶν Ἀφρικανῷ εὐγνω‐ μόνως δόξαντα παρεθήκαμεν, ἐχόμενα καὶ αὐτὰ ἀκριβείας, ὅθεν καὶ αὐτοῖς ὡς καλῶς ἔχουσι χρηστέον.

8

.

3

.

1

Ἀπὸ τοῦ Μιχαία. «Ἀκούσατε, λαοὶ πάντες, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. διότι ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς
5γῆς, καὶ σαλευθήσονται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός, καὶ ὡς ὕδωρ καταφερό‐ μενον ἐν καταβάσει. δι’ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα καὶ δι’ ἁμαρ‐ τίαν οἴκου Ἰσραήλ.»

8

.

3

.

2

εἶτα, μεθ’ ἕτερα πλεῖστα μεταξύ, ἐπισυνάπτει λέγων· «ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ καὶ οἱ κατά‐ λοιποι οἴκου Ἰσραήλ, οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασιν καὶ Ἱερουσαλὴμ ἐν
5ἀδικίαις·

8

.

3

.

3

οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐ‐ τῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν κύριον ἐπανεπαύοντο λέγοντες, οὐχὶ κύριος ἐν ἡμῖν ἐστίν; οὐ μὴ ἐπέλθῃ ἐφ’ ἡμᾶς κακά. διὰ τοῦτο δι’ ὑμᾶς
391
5Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.

8

.

3

.

4

καὶ ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυ‐ φὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσιν ἐπ’ αὐτὸ λαοί, καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν,
5δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ· καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ. ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον πολλῶν ἐθνῶν, καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν.

8

.

3

.

5

καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰ δόρατα αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔτι ἔθνος ἐπ’ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν· καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω τῆς ἀμπέλου αὐτοῦ καὶ ὑποκάτω
5συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς, ὅτι τὸ στόμα κυρίου παντοκράτορος ἐλάλησεν ταῦτα».

8

.

3

.

6

Ἤδη καὶ πρότερον ταῦτα ἡμῖν εἰς τοὺς τόπους τεθεώρηται. δέδει‐ κται δὲ ὅπως οὐδ’ ἄλλοτέ ποτε ἢ ἀπὸ τῶν χρόνων 〈τῆσ〉 τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἀνθρώπους ἐπιφανείας τὰ πάλαι σεμνὰ τῶν Ἰουδαίων, ὄρη Σιὼν ἐπικαλούμενα καὶ Ἱερουσαλήμ, τά τε ἐπὶ τούτων
5οἰκοδομήματα, ὁ νεὼς δηλαδὴ καὶ τὸ ἅγιον τῶν ἁγίων καὶ τὸ θυ‐ σιαστήριον καὶ ὅσα ἄλλα αὐτόθι εἰς τιμὴν ἀνέκειτο τοῦ θεοῦ, ἐκ μέσου ἀρθέντα σεσάλευται, ἀκολούθως τῷ λόγῳ φήσαντι· «ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσονται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ».

8

.

3

.

7

ὧν σαλευθέντων τῶν ἐκ περιτομῆς αἱ ψυχαί («κοιλάδες» ὀνομαζό‐ μεναι διὰ τὸ ταπεινὸν αὐτῶν παραθέσει τῶν παλαιῶν ὑψωμάτων) τὸν τῶν προειρημένων ἀφανισμὸν ἀπολοφυρόμεναι, «ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς ἐκτακήσονται, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν κατα‐
5βάσει», διὰ τὸ πλῆθος τῶν ἐν αὐταῖς ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω καταπιπτόντων ὁσημέραι.

8

.

3

.

8

πάντα δὲ ταῦτά φησιν ἔσεσθαι «διὰ ἀσέβειαν οἴκου Ἰακὼβ καὶ διὰ ἁμαρτίαν οἴκου Ἰσραήλ». τίς δ’ ἦν ἡ ἀσέβεια καὶ ἡ ἁμαρτία, προϊὼν ἑξῆς ἐπιλέγει· «οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν
392
5αἵμασι καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις», ἐν οἷς αἵμασι κἀκεῖνο ἦν τὸ τῶν ὑστάτων κακῶν παραίτιον αὐτοῖς γενόμενον, ἐφ’ ᾧ τὴν ἀσεβῆ φωνὴν εἰς ἑαυτοὺς ἐπεσπάσαντο, φήσαντες· «τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν».

8

.

3

.

9

διὰ γοῦν, φησίν, αὐτὰ ταῦτα «ὡς ἀγρὸς Σιὼν ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται», ἅπερ οὐδ’ ἄλλοτε πώποτε ἢ μετὰ τὰ κατὰ τοῦ σωτῆρος ἡμῶν τε‐ τολμημένα ἀληθῆ τὴν ἔκβασιν εἴληφεν.

8

.

3

.

10

ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο ἐσχάτης ἐρημίας καταλαβούσης τοὺς τόπους, τὸ μὲν πρὶν δια‐ βόητον αὐτῶν Σιὼν ὄρος, ἀντὶ τῆς πάλαι ἐν αὐτῷ μελέτης καὶ ἀσκήσεως τῶν προφητικῶν καὶ θείων λόγων, ὧν παῖδες τὸ πρὶν
5Ἑβραίων καὶ θεοφιλεῖς προφῆται ἱερεῖς τε καὶ διδάσκαλοι τοῦ παντὸς ἔθνους ἐν αὐτῇ διὰ σπουδῆς ἐποιοῦντο, διὰ Ῥωμαίων ἀνδρῶν κατ’ οὐδὲν τῆς λοιπῆς διαφέρουσα χώρας γεωργεῖται, ὡς καὶ ἡμᾶς αὐτοὺς ὀφθαλμοῖς παραλαβεῖν βουσὶν ἀρούμενον καὶ κατασπειρόμενον τὸν τόπον· ἡ δὲ Ἱερουσαλὴμ αὐτὴ «ὡς ὀπωροφυλάκιον» τῆς ἐν αὐτῇ
10παλαιᾶς ὀπώρας διαφθαρείσης γέγονεν, μᾶλλον δὲ εἰς λιθολογίαν, κατὰ τὴν Ἑβραικὴν ἀνάγνωσιν.

8

.

3

.

11

ὁ γοῦν Ἀκύλας φησίν· «διὰ τοῦτο χάριν ὑμῶν Σιὼν χώρα ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ λιθολογη‐ θήσεται». ὑπὸ γὰρ ἀλλοφύλων ἀνδρῶν κατοικισθεῖσα εἰσέτι καὶ σήμερον λιθολογεῖται, πάντων καθ’ ἡμᾶς αὐτοὺς τῶν τὴν πόλιν οἰ‐
5κούντων τοὺς ἀπὸ τῆς πτώσεως αὐτῆς λίθους ἀναλεγομένων εἴς τε τὰ ἴδια καὶ κοινὰ καὶ δημόσια οἰκοδομήματα.

8

.

3

.

12

καὶ ἔστιν ὀφθαλμοῖς παραλαβεῖν σκυθρωπὸν θέαμα, τοὺς ἐξ αὐτοῦ τοῦ ἱεροῦ καὶ αὐτῶν τῶν πάλαι ἀδύτων καὶ ἁγίων λίθους εἰς τὰ τῶν εἰδώλων τεμένη εἴς τε τὰ τῶν πανδήμων θεαμάτων κατασκευάσματα ἀπειλημμένους.
5ὧν οὕτως ἐναργῶς τοῖς πᾶσιν ὁρωμένων, καὶ ὁ καινὸς νόμος καὶ λόγος ὁ τῆς καινῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ διαθήκης ἐκεῖθέν ποθεν προελθὼν δῆλος ἂν εἴη.

8

.

3

.

13

ἐφ’ ᾧ μυρία πλήθη λαῶν ἔθνη τε παντοῖα, τῶν πατρίων ἀποστάντα θεῶν καὶ τῆς παλαιᾶς δεισιδαίμονος πλάνης, τὸν ἐπὶ πάντων θεὸν ἀνακαλεῖται.

8

.

3

.

14

διὸ καὶ κατηξίωται τῆς βαθυτάτης εἰρήνης, ὡς μηκέτι πολυαρχίας εἶναι μηδὲ
βασιλείας κατὰ τόπους, μηδὲ «ἔθνος ἐπ’ ἔθνος ῥομφαίαν» αἴρειν, μηδ’ ὡς τὸ πρὶν πολέμοις τοῖς κατ’ ἀλλήλων σχολάζειν, ἀναπαύεσθαι δὲ393
5τῶν γεωργῶν ἕκαστον «ὑποκάτω ἀμπέλου» καὶ «ὑποκάτω συκῆς αὐτοῦ», μηδενὸς ἐκφοβοῦντος αὐτούς, κατὰ τὴν προφητείαν.

8

.

3

.

15

ὧν οὕτως οὐδ’ ἄλλοτέ πω ἐξ αἰῶνος πρότερον ἢ κατὰ τὴν τῶν Ῥωμαίων ἐπικράτη‐ σιν, ἀπὸ τῶν χρόνων τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν καὶ εἰς δεῦρο, συντελουμένων, ἀναμφίλεκτον ἡγοῦμαι τὴν ἀπόδειξιν εἰληφέναι τὸν
5χρόνον τῆς θεσπιζομένης εἰς ἀνθρώπους τοῦ κυρίου παρουσίας.

8

.

4

.

1

Ἀπὸ τοῦ Ζαχαρίου. «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαόν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ
5ἐπιγνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ.»

8

.

4

.

2

καὶ μεθ’ ἕτερα πλεῖστα μεταξὺ ἐπιλέγει· «χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ
5Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος εἰ‐ ρήνης ἐξ ἐθνῶν· καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν δι’ ἐκβολὰς γῆς.»

8

.

4

.

3

Ταῦτα περὶ τῆς τοῦ σωτῆρος ἡμῶν παρουσίας θεσπίσας καὶ νῦν ὁ λόγος, μεθ’ ἕτερα περὶ τῆς ἐσχάτης ἐρημώσεως τῆς Ἱερουσαλήμ, τοτὲ μὲν ἐπικεκρυμμένως καὶ δι’ αἰνιγμάτων, τοτὲ δὲ ἀκαλύπτως ἀναφωνεῖ, δι’ αἰνιγμάτων μὲν ἐν οἷς φησιν· «διάνοιξον ὁ Λίβανος
5τὰς πύλας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου· ὀλολυξάτω πίτυς, διότι πέπτωκεν κέδρος, διότι μεγάλως μεγιστᾶνες ἐταλαιπώρη‐ σαν· ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος. φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν· φωνὴ ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκεν
10τὸ φρύαγμα τοῦ Ἰορδάνου».

8

.

4

.

4

Ταῦτα μὲν δι’ αἰνιγμάτων. τὴν δὲ τούτων ἑρμηνείαν ἀνα‐ καλύπτως ὁ αὐτὸς προφήτης ἐπιφέρει λέγων· «ἰδοὺ ἐγὼ τίθημι τὴν
Ἱερουσαλὴμ ὡς πρόπυλα σαλευόμενα ἅπασι τοῖς λαοῖς κύκλῳ καὶ ἐν τῇ Ἰουδαίᾳ καὶ ἔσται περιοχὴ ἐπὶ Ἱερουσαλήμ. καὶ ἔσται ἐν τῇ394
5ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ἱερουσαλὴμ λίθον καταπατούμενον πᾶσι τοῖς ἔθνεσι· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπι‐ συναχθήσονται ἐπ’ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς.»

8

.

4

.

5

καὶ μετὰ βραχέα ἐπιλέγει· «καὶ ἐπιβλέψονται πρός με ἀνθ’ ὧν κατωρχήσαντο, καὶ κόψονται ἐπ’ αὐτὸν κοπετὸν ὡς ἐπ’ ἀγαπητῷ, καὶ ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ. τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς Ἱερου‐
5σαλὴμ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου, καὶ κόψεται ἡ γῆ κατὰ φυλάς· φυλὴ οἴκου Δαβὶδ καθ’ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς· φυλὴ οἴκου Νάθαν καθ’ ἑαυτήν, καὶ αἱ γυ‐ ναῖκες αὐτῶν καθ’ ἑαυτάς· φυλὴ οἴκου Λευὶ καθ’ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς· φυλὴ τοῦ Συμεὼν καθ’ ἑαυτήν, καὶ
10αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς. πᾶσαι αἱ ὑπολελειμμέναι φυλαί, φυλὴ καθ’ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς.»

8

.

4

.

6

Καὶ πάλιν μεθ’ ἕτερα τὴν ἐσχάτην τῆς Ἱερουσαλὴμ πολιορκίαν σαφέστερον κηρύττει, λέγων· «ἰδοὺ ἡμέραι ἔρχονται τοῦ κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοί· καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις καὶ διαρ‐
5παγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως. καὶ ἐξελεύσεται κύριος, καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐ‐ τοῦ ἐν ἡμέρᾳ πολέμου. καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ
10ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλήμ.»

8

.

4

.

7

Εἶτα μεθ’ ἕτερα τὰ μεταξύ φησιν· «καὶ ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον».

8

.

4

.

8

καὶ αὖθις μεθ’ ἕτερα, περιγράφων τὴν βίβλον τῆς προφητείας, τὴν κλῆσιν τῶν ἐθνῶν διὰ τούτων θεσπίζει· «καὶ ἔσται ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ἱερουσαλήμ, καὶ ἀναβήσονται κατ’ ἐνιαυτὸν 〈τοῦ〉 προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ
5παντοκράτορι καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. καὶ ἔσται, ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἱερου‐ σαλὴμ τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ οὗτοι
ἐκείνοις προστεθήσονται. ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλθῃ ἐκεῖ, καὶ ἐπὶ τούτους ἔσται ἡ πτῶσις, ἣν πατάξει κύριος πάντα τὰ395
10ἔθνη τῆς γῆς, ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκη‐ νοπηγίας. αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνο‐ πηγίας.»

8

.

4

.

9

Ταῦτα καὶ ὁ Ζαχαρίας μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, Δαρείου Περσῶν βασιλεύοντος, προφητεύει, τῆς Ἱερουσαλὴμ ἄρτι τότε ἀνεγηγερμένης ἐκ τῆς προτέρας ἐρημίας, ἣν ὑπὸ Βαβυλωνίων πέπον‐ θεν. συνάγεται δὲ ὁ πᾶς χρόνος ἀπὸ τῆς Δαρείου τοῦ Πέρσου 〈βασιλείασ〉
5καὶ ἐπὶ Αὔγουστον Ῥωμαίων βασιλέα εἰς ἐτῶν ἑβδομάδας ἑπτὰ καὶ ἑξήκοντα δύο τὰς ἐν τῷ Δανιὴλ φερομένας (ἃ γίνεται ἔτη τετρακόσια ὀγδοήκοντα τρία, ὡς ἀπεδείξαμεν ἐν τοῖς μικρῷ πρόσθεν γεγυμνασμέ‐ νοις [καθ’ ἣν ὁ Ζαχαρίας προφητεύει]),

8

.

4

.

10

οὔτε δὲ ἐπὶ Μακεδόνων, ἀπὸ Ἀλεξάνδρου καὶ μέχρις Αὐγούστου παραταθείσης ..., τῶν ἐμφερομένων τοῖς τοῦ προφήτου λόγοις συνίσταταί τι πεπληρωμένον.

8

.

4

.

11

πότε γὰρ κατ’ ἐκείνους τοὺς χρόνους, τοῦ παρὰ τοῖς προφήταις θεολογουμένου κυρίου ἀνθρώποις ἐπιστάντος, ἔθνη πολλὰ ἐπιγνόντα αὐτὸν καὶ μό‐ νον θεὸν αὐτὸν ὁμολογήσαντα ἐπ’ αὐτὸν καταπέφευγεν καὶ γέγονεν
5αὐτῷ εἰς λαόν; ἢ πότε κατὰ τοὺς Περσῶν ἢ Μακεδόνων χρόνους ὁ προφητευόμενος βασιλεὺς ἐλήλυθεν, «ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον», ἐλθών τε τοῦ Ἰουδαίων ἔθνους («Ἐφραῒμ» ὀνομαζο‐ μένου) καὶ τῆς Ἱερουσαλὴμ αὐτῆς τὴν βασιλικὴν παράταξιν («ἅρματα» καὶ «ἵππον» ἐπικαλουμένην) ἐξολόθρευσεν, τό τε ὁπλιτικὸν τοῦ Ἰου‐
10δαίων ἔθνους καθεῖλεν; τοῦτο γὰρ ἐδήλου τὸ λόγιον φάσκον· «ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπι‐ βεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον», «καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν».

8

.

4

.

12

ταῦτα γὰρ περὶ τῆς καθαιρέσεως τῆς βασιλικῆς ἀξίας τοῦ Ἰουδαίων ἔθνους ἐθεσπίζετο, ἐφ’ ᾗ πάλιν τὰ τῆς τῶν ἐθνῶν εἰρήνης συμφώνως τοῖς πρόσθεν ἀποδεδομένοις ἐπιλέγεται διὰ τοῦ «καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν».

8

.

4

.

13

ἀνθ’ οὗ ὁ Ἀκύλας καὶ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν· «καὶ λαλήσει εἰρήνην τοῖς ἔθνε‐ σιν», ὃ καὶ μάλιστα ἀπὸ τῆς Αὐγούστου βασιλείας συνίσταται καὶ πρὸς λέξιν πεπληρωμένον, πάσης μὲν ἐξ ἐκείνου καταλυθείσης πολυ‐
396
5αρχίας, εἰρήνης δὲ τὰ πλεῖστα τῆς οἰκουμένης ἔθνη διαλαβούσης.

8

.

4

.

14

τίς δὲ πρὸ τῶν Ῥωμαϊκῶν χρόνων ἐπὶ τῶν Περσικῶν ἢ τῶν Μακε‐ δονικῶν τοιοῦτος γέγονεν Ἰουδαίων βασιλεύς, ὡς ἄρξαι αὐτὸν «ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκου‐ μένης»; τοῦτο γοῦν ἐδήλωσαν οἱ λοιποὶ ἑρμηνευταί. ὁ γοῦν Ἀκύλας
5φησίν· «καὶ λαλήσει εἰρήνην τοῖς ἔθνεσιν, καὶ ἡ ἐξουσία αὐτοῦ ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκου‐ μένης».

8

.

4

.

15

ᾧ συνᾴδει καὶ τὸ ἐν ἑβδομηκοστῷ πρώτῳ ψαλμῷ περὶ τοῦ ἐκ σπέρματος Σολομῶνος γενησομένου Χριστοῦ ὧδέ πη εἰρημέ‐ νον· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως
5θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης»· ταῦτα γὰρ περὶ τοῦ υἱοῦ Σολομῶνος ἐλέγετο, οὐδὲν λειπόμενα τῶν ἐν τῷ προφήτῃ εἰρημένων.

8

.

4

.

16

πότ’ οὖν ταῦτα καὶ πῶς ἢ κατὰ ποίους χρό‐ νους γέγονεν ὁ βουλόμενος ἑρμηνευέτω, ἢ πότε ἄλλοτε μετὰ τὴν ὑπὸ Βαβυλωνίοις πολιορκίαν δεύτερον ἐμπρησμὸν ὑπέμεινεν Ἱερου‐ σαλήμ, καὶ ὁ ἐν αὐτῇ κατερρίφη νεώς.

8

.

4

.

17

Ὃ καὶ αὐτὸ θαῦμα μέγα ἔχει, ὡς ᾐνίξατο ὁ προφήτης, εἰπών· «διάνοιξον ὁ Λίβανος τὰς θύρας σου, καὶ κατα[τα]φαγέτω πῦρ τὰς κέδρους σου». Λίβανον γὰρ ἐν τούτοις συνήθως αὐτὸ τὸ ἱερὸν ὀνο‐ μάζει, ἐπεὶ καὶ δι’ ἑτέρων προφητειῶν ἀποδέδεικται Λίβανος αὐτὸς
5ὁ νεὼς ἐπικεκλημένος.

8

.

4

.

18

τοῦτο δὲ καὶ αὐτοὶ παῖδες Ἰουδαίων εἰσέτι νῦν ὁμολογοῦσιν, ἐπεὶ καὶ Ἡσαΐας, ἐμφερῆ τῷ μετὰ χεῖρας προφήτῃ θεσπίζων, ἔφησεν· «ἰδοὺ κύριος σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται». «ὁ δὲ Λίβανος
5σὺν τοῖς ὑψηλοῖς πεσεῖται. καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ». οἷς ἐπιλέγει· «καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν».

8

.

4

.

19

καὶ ἐνταῦθα γὰρ ὁμοῦ τῇ ἐκ σπέρματος Ἰεσσαὶ καὶ Δαβὶδ γενέσει τοῦ Χριστοῦ Λιβάνου καθαίρεσις καὶ ἐθνῶν κλῆσις συνῆπται. Λίβανον
δὲ τὴν Ἱερουσαλὴμ διαρρήδην ὁ Ἰεζεκιὴλ σημαίνει λέγων· «ὁ ἀετὸς397
5ὁ μέγας ὁ μεγαλοπτέρυγος ὁ ἔχων τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβα‐ νον, καὶ ἀπέκνισεν τὰ ἁπαλὰ τῆς κέδρου».

8

.

4

.

20

ταῦτα γοῦν ὁ αὐτὸς ἑξῆς διασαφῶν, ἐπιλέγει «ὅταν ἔλθῃ» Ναβουχοδονόσορ «ἐπὶ Ἱερουσα‐ λὴμ» καὶ λάβῃ «τοὺς ἄρχοντας αὐτῆς», καὶ τὰ ἑξῆς. Ἀλλὰ ταῦτα μὲν ὁ Ἰεζεκιὴλ περὶ τῆς πρώτης ἐδήλου πολιορ‐
5κίας, μεθ’ ἣν ὁ Ζαχαρίας περὶ τῆς δευτέρας θεσπίζει. πότ’ οὖν μετὰ τοὺς Ζαχαρίου χρόνους ἐπὶ τῆς Μακεδόνων βασιλείας ἐμπρησμὸν ὑπέμεινεν ὁ νεώς; ἀλλ’ οὐκ ἔστιν εἰπεῖν.

8

.

4

.

21

μετὰ γὰρ τὴν ὑπὸ Βα‐ βυλωνίων πυρπόλησιν οὐδ’ ἄλλοτε δευτέραν ἢ κατὰ Τίτον καὶ Οὐ‐ εσπασιανὸν Ῥωμαίων αὐτοκράτορας τὴν διὰ πυρὸς ὑπέμεινεν φθοράν, ἐφ’ ᾗ πάλιν δι’ αἰνίγματος τοὺς πάλαι ἄρχοντας τοῦ ἔθνους ἐπὶ
5θρήνους καὶ ὀλοφυρμοὺς ἀνακαλεῖ φάσκων ὁ λόγος· «ὀλολυξάτω πίτυς, διότι πέπτωκεν κέδρος, ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρη‐ σαν· ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος. φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγα‐ λωσύνη αὐτῶν».

8

.

4

.

22

τότε γοῦν καὶ γέγονεν ἡ Ἱερουσαλὴμ «ὡς πρό‐ θυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ» γέγονεν «περιοχή», ὅ τε νενομισμένος αὐτοῖς ἅγιος καὶ ἱερὸς τόπος εἰσέτι καὶ σήμερον λίθος τυγχάνει καταπατούμενος πᾶσι τοῖς ἔθνεσιν, καὶ «πᾶς
5ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται», ἀκολούθως τῇ προφητείᾳ.

8

.

4

.

23

ἀλλὰ καὶ «ἀνθ’ ὧν κατωρχήσαντο» τοῦ ταῦτα θεσπίσαντος κυρίου, οὐ διαλέλοιπεν αὐτοὺς κοπετὸς καὶ ὀδυρμὸς καὶ θρῆνος. οὐ πώποτε γοῦν ἄλλοτε ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν καὶ εἰς τὸν καθ’ ἡμᾶς χρόνον πᾶσαι αἱ φυλαὶ τοῦ Ἰουδαίων ἔθνους θρήνων καὶ
5κοπετῶν ἄξια πεπόνθασιν διὰ τὴν καταλαβοῦσαν αὐτοὺς ἐκ θεοῦ πληγήν, ὑφ’ ἧς καὶ ἡ μητρόπολις αὐτῶν ἀλλοφύλοις ἔθνεσιν ἐξεδόθη καὶ τὸ ἱερὸν κατεσκάφη, αὐτοί τε τῆς ἰδίας χώρας ἀπελήλαντο, ἐν τῇ πολεμίᾳ ἐχθροῖς δουλεύοντες· ὧν ἕνεκα πᾶς ὁ οἶκος αὐτῶν καὶ πᾶσα ψυχὴ αὐτῶν εἰσέτι καὶ σήμερον θρήνοις ὑποβέβληται.

8

.

4

.

24

διό φησιν ἡ προφητεία· «καὶ κόψεται» φυλὴ κατὰ φυλήν, «φυλὴ οἴκου Δαβὶδ καθ’ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτάς», καὶ τὰ τού‐ τοις ἑπόμενα. ποῖαι δὲ μετὰ τοὺς τοῦ Ζαχαρίου χρόνους γεγόνασιν
5ἡμέραι, ἐν αἷς διεμερίσθη τὰ σκῦλα τῆς Ἱερουσαλὴμ καὶ ἐπισυνήχθη πάντα τὰ ἔθνη ἐπ’ αὐτὴν εἰς πόλεμον, ἥλω τε ἡ πόλις καὶ διηρ‐
πάγησαν αἱ οἰκίαι, καὶ αἱ γυναῖκες ἐμολύνθησαν ἀπήχθησάν τε εἰς αἰχμαλωσίαν, ὁμοῦ τε καὶ κατὰ τὸ αὐτὸ ὁ κύριος συμμαχῶν τοῖς ἔθνεσιν τοῖς τὴν Ἱερουσαλὴμ πολεμοῦσιν παρετάξατο ἐν αὐτοῖς; ἢ πότε398
10ἔστησαν «οἱ πόδες αὐτοῦ» «ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν»; ἢ πότε γέγονεν «κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν», αὐτός τε εἷς κύριος ἐπὶ πάν‐ τας ἀνθρώπους, «καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον»; ταῦτα γὰρ οὐδ’ ἄλλοτέ πω πρότερον ἔχοι ἄν τις εἰς πέρας δεῖξαι ἀχθέντα ἢ κατὰ τοὺς Ῥωμαίων χρόνους, καθ’ οὓς ἐμ‐
15πρησμὸν ὑπέμεινε δεύτερον μετὰ τὸν ὑπὸ Βαβυλωνίων ὁ νεὼς αὐ‐ τῶν, ἥ τε πόλις ἐξ ἐκείνου καὶ εἰς δεῦρο ὑπὸ ἀλλοφύλων ἐθνῶν κατοικισθεῖσα δείκνυται.

8

.

4

.

25

Ὅτε καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τὰς οἰκείας ἐποιεῖτο διατριβὰς ἐπὶ τοῦ ἐλαιῶνος τοῦ κατάντικρυς τῆς Ἱερουσαλὴμ ὄρους, πληρουμένου τοῦ φάσκοντος λόγου «καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλήμ», τοῦτ’
5ἔστιν τοῦ θεοσεβοῦς πολιτεύματος καθ’ ὅλης τῆς ἀνθρώπων οἰκου‐ μένης ἀνοικοδομηθέντος, πάντα τὰ ἔθνη, κατὰ τὴν προφητείαν, «τὴν ἑορτὴν τῆς σκηνοπηγίας» ἐν παντὶ τόπῳ τῷ θεῷ τῶν προφητῶν πανηγυρίζει, Αἰγύπτιοί τε ἐξ ἐκείνου τὸν τῶν ὅλων θεὸν ἐπιγνόντες τὰς σκηνὰς αὐτῶν ἐφ’ ἑκάστης πόλεως καὶ χώρας κατεπήξαντο· εἶεν
10δ’ ἂν αὗται αἱ κατὰ τόπον ἐκκλησίαι τοῦ Χριστοῦ.

8

.

4

.

26

ταύτας γὰρ πολὺ κρείττους τῶν παρὰ Μωσεῖ σκηνῶν ἡ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμις καθ’ ὅλης συνεπήξατο τῆς ἀνθρώπων οἰκουμένης, εἰς τὸ πᾶν γένος ἀνθρώπων καὶ πάντα τὰ ἔθνη σκηνοπηγίας ἑορτὴν
5τῷ ἐπὶ πάντων θεῷ ἐπιτελεῖν.

8

.

4

.

27

ὅτε τοίνυν καὶ ταῦτα τὰ πρό‐ παλαι τοῖς ἔθνεσιν προαναφωνηθέντα καθ’ ἡμᾶς αὐτοὺς ὁρῶμεν τὴν ἔκβασιν ἀπειληφότα, τά τε τοῦ θρήνου καὶ τοῦ κοπετοῦ ταῖς φυλαῖς τοῦ Ἰουδαίων ἔθνους προκεκηρυγμένα, τά τε τῆς πυρπολήσεως τοῦ
5ἱεροῦ καὶ τῆς ἐσχάτης αὐτῶν ἐρημίας, ὁμοίως καὶ ταῦτα ταῖς προρ‐ ρήσεσιν εἰσέτι καὶ σήμερον ὀφθαλμοῖς θεωρεῖται, τί λείπεται ἐπὶ τούτοις ἢ καὶ τὸν προφητευόμενον βασιλέα τὸν Χριστὸν τοῦ θεοῦ ἐληλυθέναι ὁμολογεῖν, τῶν κατὰ τὴν παρουσίαν αὐτοῦ σημείων ἐφ’ ἑκάστῳ τῶν εἰρημένων ἐναργῆ τὴν ἔκβασιν εἰληφέναι ἀποδεδειγμένων;

8

.

5

.

1

Ἀπὸ τοῦ Ἡσαΐου. «Ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κού‐
φης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς. καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ’ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρω‐399
5πος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ. ἐπεγερ‐ θήσονται πόλις ἐπὶ πόλιν καὶ νόμος ἐπὶ νόμον. καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν δια‐ σκεδάσω, καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας».

8

.

5

.

2

καὶ ἑξῆς μετὰ πλεῖστα δι’ αἰνιγμάτων εἰρημένα ἐπιλέγεται· «τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ, καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα
5τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, ὅτι κεκράξονται πρὸς κύριον διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον ὃς σώσει αὐτούς, κρίνων σώσει αὐτούς. καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰ‐ γυπτίοις καὶ γνώσονται οἱ Αἰγύπτιοι κύριον τὸν θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσι θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀπο‐
10δώσουσιν.»

8

.

5

.

3

Καὶ ταῦτα προλαβόντες ἐκ μέρους διεσαφήσαμεν. εἰ μὲν οὖν μὴ τοὺς πατρῴους θεοὺς καταλιπόντες Αἰγύπτιοι καθ’ ἡμᾶς αὐτοὺς ὁρῶνται τὸν τῶν προφητῶν θεὸν ἐπικαλούμενοι, εἰ μὴ καθ’ ὅλης τῆς Αἰγύπτου κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν ἀνεγήγερται
5θυσιαστήριον τῷ παρὰ μόνοις Ἑβραίοις θεολογουμένῳ θεῷ, εἰ μὴ σέσεισται «τὰ χειροποίητα Αἰγύπτου», τῆς περὶ αὐτὰ δαιμονικῆς δυ‐ νάμεως ἐκλελοιπυίας καὶ τῆς παλαιᾶς δεισιδαιμονίας ἐκ τῆς τῶν Αἰγυπτίων ψυχῆς ἀρθείσης, καὶ ἔτι πρὸς τούτοις εἰ μὴ καθ’ ἑκάστην πόλιν καὶ καθ’ ἕκαστον οἶκον πόλεμος ἐμφύλιος τοῖς Αἰγυπτίοις
10συνίσταται, τῶν μὲν τὸν κύριον καὶ τὸ σέβας τοῦ θεοῦ τῶν προφη‐ τῶν ἀποδεξαμένων καὶ ἀποστραφέντων τὴν ἐξ αἰῶνος πολύθεον πλάνην, τῶν δὲ διὰ τὸ τοῖς πατρίοις ἔτι προστετηκέναι κακοῖς τοὺς τὸν κύριον παραδεξαμένους πολεμούντων, εἰ μὴ εἰσέτι καὶ δεῦρο, ἐπερωτᾶν πειρώμενοι τοὺς ἑαυτῶν θεοὺς καὶ τὰ ἀγάλματα καὶ «τοὺς
15ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους», ἀτελῆ καὶ ἄπρακτον τὴν ἐπὶ τάδε καταφυγὴν ποιοῦνται, διὰ τὸ μηκέθ’ ὁμοίως ἐνεργεῖν δύνασθαι ὥσπερ τὸ πρὶν τοὺς δαίμονας, εἰ μὴ πάντα ταῦτα ἔργοις αὐτοῖς τέλος εἰληφότα δείκνυται, μή πώ μοι νομίζοιτο τὸ προφητι‐
κὸν πεπληρῶσθαι, μηδὲ τὸν θεσπιζόμενον κύριον ἐπιδεδημηκέναι τῷ400
20βίῳ τῶν ἀνθρώπων,

8

.

5

.

4

εἰ δ’ αὐτοῖς ἔργοις κατὰ πολὺ τῶν λόγων ἐναργεστέροις εἰσέτι δεῦρο θεωροῦνται οἱ τὴν Αἴγυπτον οἰκοῦντες οἱ μὲν τὸν θεὸν τῶν προφητῶν ἐπεγνωκότες καὶ δι’ αὐτὸν τοὺς πατρίους καταλελοιπότες θεούς, οἱ δὲ πρὸς τούτους στασιαστικῶς
5ἔχοντες, καὶ οἱ μὲν «τοὺς θεοὺς αὐτῶν» εἰσέτι νῦν ἐπικαλούμενοι «καὶ τὰ ἀγάλματα καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας» μηδέν τε ἐνεργεῖν δυναμένους, οἱ δὲ τῷ κυρίῳ τῶν προφητῶν ἐν πάσῃ τῇ Αἰγυπτίων χώρᾳ θυσιαστήριον καθ’ ἑκάστην ἐκκλησίαν συστησάμενοι ἔν τε ταῖς θλίψεσιν καὶ τοῖς κατ’ αὐτῶν διωγμοῖς οὐκέτι τὰ κνώδαλα οὐδὲ τὰ
10ἑρπετὰ τῆς γῆς ὡς θεοὺς οὐδὲ τοὺς ἀγρίους θῆρας καὶ τὰ ἄλογα ζῷα ὁμοίως τοῖς αὐτῶν πατράσιν ἀλλὰ τὸν ἐπὶ πάντων θεὸν ἐπι‐ καλούμενοι, καὶ μόνον αὐτὸν καὶ τὸν αὐτοῦ φόβον ἐν ταῖς αὐτῶν διανοίαις κατειληφότες, εὐχόμενοί τε αὐτῷ εὐχὰς ἀλλ’ οὐκέτι τοῖς δαίμοσιν, καὶ ἀποδιδόντες τὰς θεοπρεπεῖς ἐπαγγελίας, πῶς οὐχ ἕπεται
15συνομολογεῖν καὶ τὰ πρὸ τῶν ἀποτελεσμάτων εἰς ἔργον ἤδη κεχωρη‐ κέναι; ἦν δὲ ταῦτα τοῦ κυρίου παρουσία εἰς Αἴγυπτον, οὐκ ἀσώματος ἀποβησομένη, ἀλλὰ διὰ «νεφέλης κούφης» ἢ καὶ μᾶλλον «διὰ πάχους ἐλαφροῦ»· οὕτως γὰρ τὸ Ἑβραϊκὸν περιέχει, τὴν ἔνσαρκον αὐτοῦ παρ‐ ουσίαν αἰνιττόμενον.

8

.

5

.

5

τοῦτον δὴ οὖν αὐτὸν προϊὼν ἑξῆς ὁ λόγος ἄνθρωπον σωτῆρα ἀπεκάλεσεν, φήσας· «καὶ ἀποστελεῖ αὐτοῖς κύριος ἄνθρωπον, ὃς σώσει αὐτούς». πάλιν γοῦν κἀνταῦθα τὸ Ἑβραϊκὸν «καὶ ἀποστελεῖ αὐτοῖς κύριος σωτῆρα, ὃς σώσει αὐτούς» ἔχει. ὧν
5οὕτως ἐναργῆ τὴν ἀπόδειξιν παρεχομένων ἡγοῦμαι καὶ τοὺς χρόνους σαφεῖς γεγονέναι, καθ’ οὓς τὰ τῆς εἰς ἀνθρώπους τοῦ κυρίου παρου‐ σίας ἐθεσπίζετο.

8

.

5

.

6

Τοσαῦτα διὰ βραχέων καὶ τὰ περὶ τῶν χρόνων τῆς τοῦ κυρίου εἰς ἀνθρώπους ἐπιφανείας συνῆκται· πλείονα δ’ ἄν τις ἐπὶ σχολῆς εὕροι καὶ τὰς λοιπὰς ἐκπεριιὼν γραφάς· ἡμεῖς γε μὴν τοῖς εἰρημένοις ἀρκεσθέντες μέτιμεν ἤδη καὶ ἐπὶ τὰς λοιπὰς προφητείας. διὸ τὰ οἰ‐
5κονομηθέντα ἐν ἀνθρώποις ἀκολούθως αὐτῷ ἐκ τῶν θείων προρρή‐
σεων ἀναλεξόμεθα.401

9

Pin

t

Τάδε ἔνεστιν ἐν τῷ ἐνάτῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως.

9

Pin

1

Περὶ τῶν κατὰ τὴν ἐνανθρ〈ώ〉πησιν αὐτοῦ πραχθησομένων· ἐκ τῶν ὑποσεσημειωμένων γραφῶν· αʹ. Ἀπὸ τῶν Ἀριθμῶν. βʹ. Ἀπὸ τοῦ Ἡσαΐου.
5γʹ. Ἀπὸ τῶν Ἀριθμῶν. δʹ. Ἀπὸ τοῦ Ὠσηέ. εʹ. Ἀπὸ τοῦ Ἡσαΐου. ϛʹ. Ἀπὸ τοῦ αὐτοῦ. ζʹ. Ἀπὸ Ψαλμοῦ ϟʹ.
10ηʹ. Ἀπὸ τοῦ Ἡσαΐου. θʹ. Ἀπὸ Ψαλμοῦ ξζʹ. ιʹ. Ἀπὸ τοῦ Ἡσαΐου. ιαʹ. Ἀπὸ τοῦ Δευτερονομίου. ιβʹ. Ἀπὸ τοῦ Ἰώβ.
15ιγʹ. Ἀπὸ τοῦ Ἡσαΐου. ιδʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιεʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιϛʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιζʹ. Ἀπὸ τοῦ Ζαχαρίου.
20ιηʹ. Ἀπὸ Ψαλμοῦ ριζʹ.

9

t

1

Λόγος θʹ.402

9

Prooem

1

Τί δὴ λείπεται ἐπὶ τούτοις ἀλλ’ ἢ ταῖς ὑποσχέσεσιν ἀκολούθως διελθεῖν τὰ οἰκονομηθέντα ἐπὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ δὴ τοῦ θεοῦ λόγου; περὶ οὗ τὰ προπεπονημένα ἐν ὀκτὼ τοῖς πρὸ τούτου συγγράμμασιν διεληλύθαμεν, τοτὲ μὲν τὴν κατ’ αὐτὸν θεολογίαν
5διερευνώμενοι, τοτὲ δὲ τὴν οὐρανόθεν εἰς ἡμᾶς κάθοδον καὶ τόν τε τρόπον ὁμοῦ καὶ τὴν προσηγορίαν καὶ τὸν χρόνον τῆς ἀφίξεως αὐ‐ τοῦ διασκοπούμενοι. ὧν ἀποδεδειγμένων καιρὸς ἤδη τὰ κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ συνιδεῖν παραστῆσαί τε ὅπως καὶ τούτων ἕκαστα παρ’ Ἑβραίοις προαναπεφώνητο.

9

Prooem

2

τό γε μὴν τῶν προρρήσεων ἀπο‐ τέλεσμα διὰ τῆς τῶν ἱερῶν εὐαγγελιστῶν μαρτυρίας καὶ τῆς δι’ αὐ‐ τῶν ἱστορηθείσης τῶν πραγμάτων ἀποβάσεως ἐπισφραγισθήσεται. Πρῶτον οὖν ἁπάντων, ἐπειδὴ τὰ περὶ τῆς γενέσεως αὐτοῦ γέ‐
5νους τε καὶ φυλῆς καὶ σπέρματος ἀποδέδεικται, φέρε τὰ περὶ τοῦ φανέντος ἐπὶ τῇ γενέσει αὐτοῦ νέου τινὸς καὶ ξενίζοντος παρὰ τοὺς συνήθεις ἀστέρος θεασώμεθα, ἐπεὶ καὶ τοῦτο πάλαι πρότερον ἐκ μακρῶν ἄνωθεν χρόνων παρὰ Μωσεῖ βοώμενον τοῦτον ἱστόρηται τὸν τρόπον·

9

.

1

.

1

Ἀπὸ τῶν Ἀριθμῶν. [Μωσῆς ἐν Ἀριθμοῖς περὶ τοῦ φανέν‐ τος ἐπὶ τῇ γενέσει τοῦ σωτῆρος ἡμῶν ἀστέρος·] «φησὶ Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, ἀκούων λόγια θεοῦ, ἐπιστάμενος ἐπιστήμην ὑψίστου, καὶ ὅρασιν τοῦ θεοῦ ἰδών, ἐν ὕπνῳ,
5ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ· δείξω αὐτῷ, καὶ οὐχὶ νῦν· μα‐ καρίζω, καὶ οὐκ ἐγγίζει· ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται
ἄνθρωπος ἐξ Ἰσραήλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ, καὶ προνο‐ μεύσει πάντας υἱοὺς Σήθ. καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ· καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ.403
10καὶ ἐξεγερθήσεται ἐξ Ἰακώβ, καὶ ἀπολεῖ σωζόμενον ἐκ πόλεως.»

9

.

1

.

2

Ἐπὶ ταύτῃ φασὶν τῇ προφητείᾳ κινηθέντας τοὺς διαδόχους Βαλαάμ (σεσῶσθαι γὰρ αὐτήν, ὡς καὶ ἦν εἰκός, παρ’ αὐτοῖς), ὁπηνίκα συνεῖδον ἐν οὐρανῷ ξενίζοντά τινα παρὰ τοὺς συνήθεις ἀστέρα[ς] κατὰ κορυφῆς, ὡς ἂν εἴποι τις, καὶ κατὰ κάθετον τῆς Ἰουδαίας ἐστη‐
5ριγμένον, σπουδὴν πεποιῆσθαι ἐπὶ τὴν Παλαιστινῶν ἀφικέσθαι γῆν, ἱστορίας ἕνεκα τοῦ διὰ 〈τοῦ〉 φανέντος ἀστέρος σημαινομένου βασιλέως.

9

.

1

.

3

Μαρτυρεῖ τούτοις ὁ εὐαγγελιστὴς Ματθαῖος, λέγων· «τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερουσαλὴμ λέγοντες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ
5αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ». ὅτε καὶ παραπεμφθέντες εἰς Βηθλεὲμ «ἐπορεύθησαν, καὶ ἰδοὺ» πάλιν ὁ αὐτὸς «ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτούς, ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον. ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ
10παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ».

9

.

1

.

4

Ταῦτα μὲν τὸ ἱερὸν εὐαγγέλιον. ὁ δέ γε τῆς προφητείας λόγος ἐπὶ τῇ τοῦ ἀστέρος ἐπιτολῇ καὶ τῇ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσει τίνα φησὶν ἔσεσθαι, συνιδεῖν ἄξιον· θραῦσιν ἀρχηγῶν Μωάβ, καὶ προνομὴν υἱῶν Σήθ, καὶ τῶν γε λοιπῶν τοῦ Ἰουδαίων ἔθνους
5πολεμίων κληρονομίαν. οὗτοι δὲ ἦσαν Ἐδὼμ καὶ Ἠσαῦ.

9

.

1

.

5

τί δὲ ᾐνί‐ ξατο διὰ τούτων ἢ διὰ μὲν τῶν ἀρχηγῶν Μωὰβ τὴν τῶν ἀοράτων ἀρχόντων καθαίρεσιν, αὐτῶν δὴ τῶν πάλαι παρὰ τοῖς Μωαβίταις θεολογουμένων δαιμόνων; ἀλλ’ οὐχ ἑτέρων ἐμνήσθη, διὰ τὴν εἰδω‐
5λολατρίαν τοῦ Ἰσραὴλ τὴν ἐπὶ τῆς ἐρήμου γενομένην, ὅτε «ἐτελέσθη ὁ λαὸς τῷ Βεελφεγώρ» (δαίμων δὲ ἦν οὗτος, ὡς θεὸς παρὰ τῷ βα‐ σιλεῖ Μωὰβ τῷ Βαλὰκ τιμώμενος).

9

.

1

.

6

ἐπεὶ οὖν νενίκητο ὁ Ἰσραὴλ κατὰ τοῦτο τοῦ καιροῦ πρὸς τῶν ἀοράτων ἀρχόντων τοῦ Μωάβ, λέγω δὲ τῶν παρὰ τοῖς Μωαβίταις νενομισμένων θεῶν (εἰδωλολά‐ τρησαν γοῦν καὶ «προσεκύνησαν» τοῖς γλυπτοῖς, ὥς φησιν ἡ γραφή·
5«καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ», δαίμων δὲ οὗτος τῶν Μωαβιτῶν
ἦν), ὅτε καὶ ἐξεπόρνευσαν εἰς τὰς Μωαβίτιδας, εἰκότως τὸ μέλλον ἔσεσθαί ποτε καὶ τὴν εἰς τοὐναντίον τῶν πραγμάτων μεταβολὴν κατὰ καιρὸν ὁ Βαλαὰμ θεσπίζει λέγων· «ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ, καὶ θραύσει ἡγεμόνας Μωάβ»·404

9

.

1

.

7

ὡσεὶ σαφέστερον ἔλεγεν, τοὺς μεγαλαυχήσαντας κατὰ τοῦ Ἰσραὴλ δαίμονας τῶν Μωαβιτῶν ἐπὶ τῇ γενέσει τοῦ προφητευομένου θραῦσίν ποτε καὶ πτῶσιν παθεῖν, ὧν θραυσθέντων τοὺς «υἱοὺς Σὴθ» καὶ «Ἐδὼμ» καὶ «Ἠσαῦ» καὶ τὰ λοιπὰ ἔθνη, ἃ διὰ τούτων σημαίνεσθαι
5ἡγοῦμαι, τὰ πάλαι καταδεδουλωμένα τῇ δαιμονικῇ πλάνῃ, μεταβα‐ λόντα τῆς δεισιδαιμονίας οἰκεῖα τοῦ θεσπιζομένου γενήσεσθαι. «καὶ ἔσται» γάρ φησιν, «Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ».

9

.

1

.

8

οἱ γὰρ πάλαι ἐχθροὶ τοῦ θεοῦ καὶ τοῦ Ἰσραήλ, φησί, γενήσονται κληρονομία τοῦ προφητευομένου. αὐτὸς γὰρ ἦν ᾧ εἴρητο πρὸς τοῦ θεοῦ καὶ πατρὸς αὐτοῦ· «αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου». ὧν εἰς τὸν κλῆρον τῶν
5ἁγίων μεταστάντων, τἀναντία τῷ Ἰσραὴλ ἔσεσθαι θεσπίζει.

9

.

1

.

9

φησὶν γοῦν· «καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ». τί δὲ ἐποίησεν ἐν ἰσχύϊ 〈ἢ〉 τὴν πάντων μεγίστην ἀσέβειαν; διὸ «ἐξεγερθήσεται» ἀπ’ αὐτῶν καὶ ἐξα‐ ναστήσεται.

9

.

1

.

10

τίς οὗτος ἢ ὁ προφητευόμενος τοῦ θεοῦ λόγος, ὃς καὶ ἀπώλεσεν «σωζόμενον ἐκ πόλεως»; οἶμαι δὲ τὴν Ἱερουσαλὴμ αἰ‐ νίττεσθαι, ἐξ ἧς ὤλετο πᾶς σωζόμενος, ἢ καὶ τὸ πᾶν τοῦ ἔθνους αὐτῶν πολίτευμα. ταῦτα δὲ ὁποίου τέλους ἔτυχεν, ὁμοῦ τῇ τοῦ σω‐
5τῆρος ἡμῶν εἰς ἀνθρώπους ἐκλάμψει τῶν μὲν πρὶν εἰδωλολατρῶν ἐθνῶν εἰς τὸν αὐτῶν μεταστάντων κλῆρον, τοῦ δὲ Ἰουδαίων ἔθνους καὶ τῆς μητροπόλεως αὐτῶν πεπονθότων ὁποῖα οὐδεπώποτε, οὐ μακρῶν δεῖν οἶμαι λόγων.

9

.

1

.

11

Ἀλλὰ τὰ μὲν τῆς συμφωνίας τῆς τε προφητικῆς προρρήσεως καὶ τῆς εὐαγγελικῆς συμπεράνσεως ὧδέ πως ἐχέτω τέλους. τί δ’ ἦν τὸ αἴτιον τῆς ἐπιλάμψεως τοῦ φανέντος ἀστέρος, συνιδεῖν ἄξιον. «εἰς σημεῖά» φησιν ὁ Μωσῆς καὶ «εἰς καιροὺς» τεθεῖσθαι τοὺς πάντας
5«ἐν τῷ στερεώματι» ὑπὸ τοῦ θεοῦ ἀστέρας. ξένος δὲ ἦν καὶ οὐ συνή‐ θης οὐδὲ τῶν πολλῶν καὶ γνωρίμων εἷς, ἀλλά τις καινὸς καὶ νέος ἀστὴρ ἐπιφανεὶς τῷ βίῳ σημεῖον ξένου «φωστῆρος» ἐδήλου κατα‐ λάμψαντος τῷ παντὶ κόσμῳ, ὃς ἦν ὁ Χριστὸς τοῦ θεοῦ, μέγας καὶ νέος ἀστήρ, οὗ τὴν εἰκόνα συμβολικῶς ὁ φανεὶς τότε τοῖς μάγοις
10ἐπεφέρετο.

9

.

1

.

12

ἐπειδὴ γὰρ καθ’ ὅλης τῆς ἱερᾶς καὶ θεοπνεύστου γρα‐ φῆς ὁ προηγούμενος τῆς διανοίας σκοπὸς μυστικώτερα καὶ θεῖα βού‐ λεται παιδεύειν, μετὰ τοῦ καὶ τὴν πρόχειρον διάνοιαν σῴζεσθαι ἐν μέρει τῶν ἱστορικῶς πεπραγμένων, εἰκότως καὶ ἡ μετὰ χεῖρας πρόρ‐
405
5ρησις ἐπληροῦτο πρὸς λέξιν ἐπὶ τῇ τοῦ προαναφωνηθέντος ἀστέρος ἐπὶ τῇ γενέσει τοῦ σωτῆρος ἡμῶν προφητείᾳ.

9

.

1

.

13

γίνονται μὲν οὖν καὶ ἐφ’ ἑτέρων ἐπιδόξων καὶ ἐπιφανῶν ἀνδρῶν ξενιζόντων ἀστέρων ἐκλάμψεις, οἷον τῶν καλουμένων παρά τισιν κομητῶν, ἢ δοκίδων, ἢ πωγωνιῶν, ἤ τινων ἑτέρων τούτοις παραπλησίων ἐπὶ μεγάλοις
5πράγμασιν ἐξ ἔθους ἀναφαινομένων.

9

.

1

.

14

ἀλλὰ τί γὰρ κρεῖττον ἢ μεῖζον τῷ παντὶ κόσμῳ γένοιτ’ ἄν ποτε οἷον τὸ διὰ τῆς σωτηρίου ἐπιφανείας πᾶσιν ὑπάρξαν ἀνθρώποις νοερὸν φῶς, εὐσεβείας καὶ θεο‐ γνωσίας ἀληθοῦς κατάληψιν λογικαῖς ψυχαῖς κομιζόμενον; οὗ δὴ χάριν
5τὸ μέγα σημεῖον ὁ προφανεὶς ἐδήλου ἀστήρ, μέγαν καὶ νέον φω‐ στῆρα ἐπιλάμψαντα τῷ παντὶ κόσμῳ τὸν Χριστὸν τοῦ θεοῦ πᾶσιν αἰνιττόμενος.

9

.

1

.

15

Κατὰ τὸ αὐτὸ δὲ ἡ προφητεία ἄνθρωπον ὁμοῦ καὶ ἀστέρα θεσπίζει δι’ ὧν φησιν· «ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ», τὸν μὲν οὐράνιον φωστῆρα τὸν θεὸν λόγον εἶναι, τὸν αὐτὸν δὲ ἄνθρωπον ὀνομάζουσα. διαφόρως δὲ αὐτὸν καὶ
5ἐν ἑτέροις «ἀνατολὴν» ὁμοῦ καὶ «φῶς» καὶ «ἥλιον δικαιοσύνης» ἀπο‐ καλεῖ, ὡς ἐν τοῖς πρώτοις ἀπεδείξαμεν.

9

.

1

.

16

εἶτα τὸ μὲν θειότερον αὐτοῦ, ἅτε φωτίζον «πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον», τῷ τῆς ἀνατολῆς ἐπεφήμισεν προσρήματι, φήσας· «ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ», τὸν δὲ ἄνθρωπον διὰ τὸ συμβὰν περὶ αὐτὸν πάθος ὡς
5ἂν πεπτωκότα «ἀναστήσεσθαι» θεσπίζει, ὁμοίως οἷς καὶ Ἡσαΐας περὶ αὐτοῦ φησιν· «καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσ〈σ〉αὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν». καὶ σαφές γε, τίνα τρόπον τὸ φῶς τοῦ σωτῆρος ἡμῶν ἐκ τοῦ Ἰακὼβ ἀνατεῖλαν (τοῦτ’ ἔστιν ἀπὸ τοῦ ἐκ περιτομῆς λαοῦ), πᾶσι τοῖς ἔθνεσιν, ἀλλ’ οὐχὶ τῷ Ἰακὼβ ὅθεν καὶ
10προῆλθεν, ἐξέλαμψεν.

9

.

1

.

17

τοῦτο δὲ καὶ ἀπὸ πλείστων ἑτέρων πάρεστιν ἐκλαβεῖν προφητειῶν, ὡς πρὸς αὐτὸν φασκουσῶν τὸν Χριστὸν «ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν», οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν τοῦ Βαλαὰμ λόγων, δι’ ὧν φησιν· «ἐξελεύσεται ἐκ τοῦ σπέρ‐
5ματος αὐτοῦ ἄνθρωπος, καὶ κυριεύσει ἐθνῶν πολλῶν».

9

.

1

.

18

τίνος δὲ ἐκ σπέρματος ἢ τοῦ Ἰσραήλ, ὡς ἡ σύμφρασις παρέστησεν; καὶ δὴ κυριεύσας ἐθνῶν ὁ τοῦ σωτῆρος ἡμῶν λόγος ἀκολούθως τῇ προφη‐ τείᾳ τὰς πάλαι πρότερον αὐτῶν ἀρχούσας ἀοράτους καὶ μοχθηρὰς
406
5δυνάμεις καθεῖλεν, καὶ «τὰ πνευματικὰ τῆς πονηρίας», τό τε στῖφος τὸ δαιμονικόν, «ἀρχηγοὺς Μωὰβ» καὶ «Σὴθ» καὶ «Ἐδὼμ» καὶ «Ἠσαῦ» τροπικώτερον ἐν τοῖς μετὰ χεῖρας ὠνομασμένα.

9

.

1

.

19

ἀσαφῶς δὲ κεί‐ μενον παρὰ τοῖς ἑβδομήκοντα τὸ «δείξω αὐτῷ, καὶ οὐχὶ νῦν, μακα‐ ρίζω, καὶ οὐκ ἐγγίζει», σαφέστερον ὁ μὲν Ἀκύλας ἐξέδωκεν· «ὄψομαι αὐτόν, καὶ οὐ νῦν, προσκοπῶ αὐτόν, ἀλλ’ οὐκ ἐγγύς», ὁ δὲ Σύμμαχος
5λευκότερον, φήσας· «ὁρῶ αὐτόν, ἀλλ’ οὐκ ἐγγύς».

9

.

1

.

20

λέγοιτο δ’ ἂν ταῦτα ὑπὸ τοῦ Βαλαὰμ ὡς μακροῖς ὕστερον μετ’ αὐτὸν χρόνοις μελ‐ λόντων ἐπιτελεσθήσεσθαι τῶν δηλουμένων· μετὰ γοῦν δισχιλιοστὸν ἔτος τῆς προρρήσεως ἐπληροῦτο ταῦτα ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν
5εἰς ἀνθρώπους ἐπιδημίας.

9

.

2

.

1

Ἀπὸ τοῦ Ἡσαΐου. «Ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κού‐ φης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.» Τὸ δ’ αἴτιον τοῦ τὸν κύριον ἥξειν εἰς Αἴγυπτον θεσπίζεσθαι
5τόδε μοι εἶναι δοκεῖ. πρῶτοι μὲν πάντων Αἰγύπτιοι τῆς πολυθέου καὶ δαιμονικῆς πλάνης ἀπάρξασθαι λέγονται, καὶ τοῖς λοιποῖς πᾶσιν ἀνθρώποις αἴτιοι καταστῆναι δεισιδαιμονίας, ἀλλὰ καὶ πάντων μᾶλλον περὶ τὰς δαιμονικὰς ἐνεργείας τε καὶ περιεργίας ἠσχολῆσθαι.

9

.

2

.

2

οὗτοι δὲ καὶ ὑπὸ τῆς ἐνθέου γραφῆς ἐχθροὶ τοῦ λαοῦ τοῦ θεοῦ ἄνωθεν καὶ ἐξ ἀρχῆς γεγονέναι μεμαρτύρηνται, καὶ ὅ γε παλαιὸς αὐτῶν βασι‐ λεὺς ὁμολογῶν μὴ εἰδέναι τὸν κύριον ἀναγέγραπται, ὅτε δὴ ἔφασκεν
5«οὐκ οἶδα τὸν κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστέλλω». τὸ δὴ οὖν μέγα θαῦμα τῆς ἐνθέου τοῦ Χριστοῦ δυνάμεως παραστῆσαι βουλό‐ μενος ὁ λόγος, θεσπίζει τοῦ κυρίου τὴν εἰς Αἴγυπτον ἄφιξιν, ἐφ’ ᾗ μεταβολὴν οὐ τὴν τυχοῦσαν τῶν Αἰγυπτίων ἔσεσθαι προφητεύει, λέγων ἑξῆς· «καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον», οἱ πρὶν μὴ
10εἰδότες αὐτόν, «καὶ εὔξονται τῷ κυρίῳ εὐχάς», καὶ τὰ τούτοις παρα‐ πλήσια.

9

.

2

.

3

ἀνωτέρω μὲν οὖν ἐν τῷ πρὸ τούτου κεφαλαίῳ «κληρονο‐ μία» τοῦ θεσπιζομένου «Ἐδὼμ» καὶ «Ἠσαῦ» ἐλέγετο, τῶν ἀλλοτρίων τοῦ Ἰσραὴλ οὕτω σημαινομένων· ἐνταῦθα δὲ ἡ Αἴγυπτος καὶ ὁ τῆς Αἰγύπτου λαὸς οὐκέτι τῶν εἰδώλων ἀλλ’ αὐτοῦ τοῦ παρὰ τοῖς
407
5Ἰουδαίων προφήταις θεολογουμένου κυρίου θεσπίζεται.

9

.

2

.

4

ἅπερ εἰ μὲν μὴ ὄψει συντελούμενα θεωρεῖται, οὐκ ἔστιν εἰπεῖν τὴν θεσπιζομένην ἄφιξιν τοῦ κυρίου εἰς τὴν Αἴγυπτον γεγονέναι· εἰ δὲ ὑπὲρ πάντα λόγον ἡ ἀλήθεια μαρτυρεῖ τοῖς πράγμασιν καὶ τοῖς ἀγνωμονεστάτοις
5ἐναργῶς δείκνυσιν αὐτοὺς Αἰγυπτίους τῆς μὲν ἐξ αἰῶνος πατροπαρα‐ δότου δεισιδαιμονίας ἀνακεχωρηκότας, οἰκειωθέντας δὲ τῷ θεῷ τῶν ταῦτα προαναφωνησάντων προφητῶν καὶ τοῦτον μόνον σέβοντας καὶ πάντα θάνατον ἀσπαζομένους ὑπὲρ τῆς εἰς αὐτὸν εὐσεβείας, ὥρα μὴ ἄλλως ταῦτα γεγονέναι συνομολογεῖν ἢ τοῦ κυρίου ἐληλυθότος εἰς
10Αἴγυπτον ἀκολούθως τῇ προκειμένῃ προρρήσει.

9

.

2

.

5

Ἔστι μὲν οὖν καὶ ἄλλως τὸν λόγον αἰνίττεσθαι τροπικῶς τὸν περίγειον κόσμον, εἰς ὃν ὁ λόγος προφητεύει τὸν κύριον «ἐπὶ νεφέλης κούφης» ἥξειν, οὕτω τὸν ἐκ παρθένου καὶ πνεύματος ἁγίου ληφθέντα αὐτῷ ἄνθρωπον αἰνιττόμενος, «χειροποίητα» δὲ «Αἰγύπτου» σεισθή‐
5σεσθαι, τὰ τῶν ἐθνῶν ξόανα καὶ τοὺς ἐν αὐτοῖς δαίμονας, ὡς αὖ πάλιν Αἰγυπτίους ἡττωμένους πάντας, τοὺς πάλαι πρότερον περὶ τὴν εἰδωλολατρίαν ἐπτοημένους.

9

.

2

.

6

πλὴν ἀλλὰ καὶ σωματικῶς τοῦ σωτῆρος ἡμῶν ἐπικομισθέντος τῇ Αἰγυπτίων χώρᾳ, ὅτε κατὰ τὸν χρησμὸν ἀναστὰς ὁ Ἰωσὴφ παρέλαβεν τὴν Μαριὰμ καὶ τὸ παιδίον καὶ ἦλθεν εἰς Αἴγυπτον, ἀπορρήτῳ δυνάμει καὶ ἐνεργείᾳ τὰς αὐτόθι
5τὸ πρὶν οἰκούσας πονηρὰς δυνάμεις εἰκὸς οὐ μικρῶς κεκινῆσθαι, καὶ μάλιστα ὅτε διὰ τῆς μετέπειτα διδασκαλίας αὐτοῦ μυρία πλήθη τῶν τὴν Αἴγυπτον οἰκούντων, τῆς τῶν δαιμόνων ἀποφυγόντα πλανήσεως, ἔτι καὶ νῦν τὸν τῶν ὅλων ὁμολογεῖ μόνον εἰδέναι θεόν. τὰ δ’ ἐν τοῖς ἑξῆς ἐπιλεγόμενα, αἰνιγματώδη ὄντα πλείονός τε δεόμενα πραγ‐
10ματείας, ἐπ’ οἰκείας σχολῆς ἑρμηνεύσομεν.

9

.

3

.

1

Ἀπὸ τῶν Ἀριθμῶν. «Φησὶν Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, φησὶν ἀκούων λόγια ἰσχυροῦ, ὅστις ὅρασιν θεοῦ εἶδεν, ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ·
ὡς καλοὶ οἱ οἶκοί σου, Ἰακώβ, αἱ σκηναί σου, Ἰσραήλ· ὡσεὶ νάπαι408
5σκιάζουσαι, καὶ ὡς παράδεισος ἐπὶ ποταμῶν· καὶ ὡς αἱ σκηναί, ἃς ἔπηξεν κύριος, ὡσεὶ κέδροι παρ’ ὕδατα. ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία, καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ. θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη ἐχθρῶν
10αὐτοῦ, καὶ τὰ πάχη αὐτῶν ἐκμυλιεῖ, καὶ ταῖς βολίσιν αὐτοῦ κατατο‐ ξεύσει ἐχθρόν. κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; οἱ εὐλογοῦντές σε εὐλόγηνται καὶ οἱ καταρώμενοί σε κεκατήρανται.»

9

.

3

.

2

Ἀνωτέρω διὰ τῆς προτεταγμένης προφητείας φήσας ὁ χρησμὸς τὸν κύριον ἥξειν εἰς Αἴγυπτον, ἐδήλου τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διακομιδὴν τὴν ἅμα τοῖς γονεῦσιν εἰς Αἴγυπτον αὐτῷ γενη‐ σομένην· ἐν τούτοις δὲ τὴν ἐπάνοδον ἑξῆς καὶ ἀκολούθως τὴν ἀπ’
5Αἰγύπτου, ἣν ἅμα τοῖς γονεῦσιν εἰς τὴν γῆν τοῦ Ἰσραὴλ ἐποιήσατο, θεσπίζει, λέγων· «θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου».

9

.

3

.

3

μόνος δὲ ἦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ καὶ οὐδὲ ἄλλος ὁ ἐκ τοῦ σπέρματος Ἰσραὴλ καὶ τοῦ Ἰουδαίων ἔθνους προελθὼν καὶ πολλῶν κατακυριεύσας ἐθνῶν, ὥστε ἀναμφιλόγως ὁμολογεῖσθαι πέρας
5ἔχειν ἐπ’ αὐτῷ καὶ τὴν παροῦσαν πρόρρησιν διαρρήδην ἐκφωνοῦσαν, ὅτι δὴ ἐκ τοῦ Ἰουδαίων ἔθνους «ἐξελεύσεταί» τις «ἄνθρωπος» «καὶ κυριεύσει ἐθνῶν πολλῶν».

9

.

3

.

4

ἢ λεγέτω ὁ βουλόμενος εἰ ἔχοι ἄλλον συστῆσαι, τῶν πώποτε παρ’ Ἑβραίοις ἐνδόξων, πολλῶν ἐθνῶν ἄρ‐ ξαντα· ἀλλ’ οὐκ ἂν εἴποι τις, ὅτι μηδὲ γέγονεν. ἐπὶ δέ γε τοῦ σωτῆρος ἡμῶν, κἂν ἡμεῖς μὴ λέγωμεν, αὐτή γε ἡ ἀλήθεια βοήσει καὶ
5μέγα κεκράξεται, ἄντικρυς παριστῶσα ὅπως ἡ ἔνθεος αὐτοῦ δύναμις διὰ τοῦ ἀναληφθέντος αὐτῷ ἐκ σπέρματος Ἰσραὴλ τοῦ κατὰ σάρκα ἀνθρώπου ἐκυρίευσεν καὶ εἰσέτι νῦν κυριεύει «ἐθνῶν πολλῶν».

9

.

3

.

5

αὐτὸς ἄρα οὗτος ἐκεῖνος ἦν καὶ οὐδ’ ἄλλος, ὃν ἡ προφητεία προηγόρευσεν, καθ’ ὃν καὶ «ἡ Γὼγ» ὑψώθη «βασιλεία», τῆς Χριστοῦ δυνάμεως συναυ‐ ξούσης. τοῦτον δ’ ἐνταῦθά φασιν αἰνίττεσθαι καθ’ Ἑβραίους τὸν
5τρόπον τὴν τῶν Ῥωμαίων βασιλείαν, ᾗ καὶ συνήκμασεν ἡ Χριστοῦ διδασκαλία.

9

.

3

.

6

μέμνηται δὲ τοῦ Γὼγ καὶ ὁ προφήτης Ἰεζεκιήλ, «ἄρ‐
χοντα Ῥὼς Μοσὸχ καὶ Θοβὲλ» ὀνομάζων· διὰ μὲν τοῦ Ῥὼς τὴν Ῥωμαίων, ὡς ἔοικεν, πόλιν αἰνιττόμενος, ἐπεὶ καὶ ἀρχὴ καὶ κεφαλὴ κατὰ τὴν Ἑβραίων φωνὴν διὰ τοῦ Ῥὼς δηλοῦται, διὰ δὲ τοῦ Μοσὸχ409
5τὴν Μυσίαν καὶ τὰ πέριξ ταύτης ἔθνη, ὅσα νῦν οἰκεῖα Ῥωμαίων ἐστίν, διὰ δὲ τοῦ Θοβὲλ τὴν Ἰβηρίαν, 〈ὡσ〉 ὁ Ἰώσηπος δηλοῖ, ἀπὸ τοῦ Θοβὲλ γεγονέναι φάσκων Θοβεήλους τοὺς Ἴβηρας. ὧν ἁπάντων ἄρχοντα τὸν Γὼγ ὑψωθήσεσθαί φησιν ἐπὶ τῆς τοῦ προφητευομένου Χριστοῦ παρουσίας, ὃν ὁ «θεὸς ὡδήγησεν ἐξ Αἰγύπτου», ὅτε κατὰ τὸν Ματ‐
10θαῖον, ἐπιβουλεύοντος τοῦ Ἡρώδου παιδὶ ὄντι αὐτῷ, «χρηματισθεὶς» ὁ Ἰωσὴφ «παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ ἐπανῆλθεν εἰς γῆν Ἰσραήλ». «Δόξα» δὲ «μονοκέρωτος αὐτῷ» τῷ Χριστῷ παρῆν, διὰ τὸ «ἐν αὐτῷ» εὐδοκηκέναι κατοικῆσαι «πᾶν τὸ πλήρωμα τῆς θεότητος», κατὰ
15τὸν ἱερὸν ἀπόστολον.

9

.

3

.

7

διόπερ ὡς κέρας ἐπιγραφόμενος τὸν τῶν ὅλων θεὸν καὶ πατέρα αὐτοῦ, «μονόκερως» καὶ ἐν ἑτέραις γραφαῖς ὠνομάσθη. ὁ δ’ αὐτὸς τοῦ θεοῦ λόγος τοῖς νοητοῖς καὶ λογικοῖς αὐτοῦ βέλεσιν τὸν ἐχθρὸν καὶ ἀντικείμενον αὐτῷ διάβολον πάσας τε
5τὰς ἀ〈μ〉φ’ αὐτὸν ἀοράτους καὶ πονηρὰς δυνάμεις διὰ κρείττονος καὶ ἀκαταμάχου δυνάμεως ἤλαυνεν, εἰσέτι τε νῦν κυριεύει ἐθνῶν πολλῶν, ὧν «τὰ πάχη» καὶ «τὸ φρόνημα τῆς σαρκὸς» λεπτύνων ἐπὶ τὴν στενὴν ὁδὸν τῆς αἰωνίου ζωῆς ἐπιτηδείους κατασκευάζει.

9

.

3

.

8

Ἀλλὰ καὶ «κατακλιθεὶς» αὐτὸς οὗτος ὁ ἐξ Ἰσραὴλ προελθὼν ἄν‐ θρωπος, ὁ κατακυριεύσας ἐθνῶν πολλῶν, «ἀνεπαύσατο», φησίν, «ὡς λέων», οὕτω δηλῶν ἣν ἀνεδέξατο οἰκονομίαν, καθ’ ἣν ὥσπερ τις βασιλικὸς καὶ θαρραλέος θὴρ ἀνεπαύσατο, μηδενὸς αὐτοῦ τὴν ἀρχὴν
5καὶ τὴν βασιλείαν μεταστήσασθαι δυναμένου· πάντες τε οἱ τὸν Χριστὸν «εὐλογοῦντες», λόγῳ τε καὶ βίῳ σεμνύνοντες τὴν ἀρετὴν τοῦ διδα‐ σκάλου, τῆς ἐκ θεοῦ μετειλήφασιν εὐλογίας, αὔξοντες ὁσημέραι καὶ πληθύνοντες, κατὰ τὸ «αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν», ἀληθέστερον ἐπ’ αὐτῶν καὶ θεοπρεπέστερον τῆς θείας
10ἐκτελουμένης φωνῆς, ὡς ἔμπαλιν οἱ ἀπὸ πρώτης τῆς κατ’ αὐτοῦ
ἐπιβουλῆς εἰσέτι καὶ νῦν αὐτὸν ἐν τοῖς αὐτῶν συνεδρίοις ἀρώμενοι τὴν ἐκ θεοῦ κατάραν ἐξ ἐκείνου καὶ εἰσέτι δεῦρο καθ’ ἑαυτῶν ἐπε‐ σπάσαντο.410

9

.

3

.

9

διὸ καὶ τὴν ἐσχάτην οὐ μόνον τῆς βασιλείας ἀλλὰ καὶ τοῦ πάλαι σεμνοτάτου αὐτῶν ἁγιάσματος ἐρημίαν τε καὶ φθορὰν οὐ παύονται πρὸ ὀφθαλμῶν ὁρῶντες. Ἄξιον δὲ παραθεῖναι τοῖς μετὰ χεῖρας τὴν πρὸς τὸν Ἰούδαν τοῦ
5Ἰακὼβ προφητείαν, ἣν καὶ αὐτὴν ἐναργέστατα εἰς τὸν ἡμέτερον σω‐ τῆρα ἐφαρμόζειν προπαρεστήσαμεν, συνιδεῖν τε τὴν ἐν ἑκατέροις συμφωνίαν.

9

.

3

.

10

ὡς γὰρ ἐνταῦθα εἴρηται «ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ» (δῆλον δ’ ὅτι τοῦ Ἰακώβ), οὕτως κἀκεῖ «ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης» εἴρητο ὑπ’ αὐτοῦ τοῦ Ἰακὼβ πρὸς τὸν προφητευόμενον.

9

.

3

.

11

καὶ ὡς ἐπὶ τοῦ παρόντος λέγεται τὸ «καὶ κυρι‐ εύσει ἐθνῶν πολλῶν», ὁμοίως καὶ ἐν ἐκείνοις τὸ «καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν». καὶ πάλιν ἐνταῦθα μὲν «ἔδεται», φησίν, «ἔθνη ἐχθρῶν αὐτοῦ, καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν», ὡσαύ‐
5τως δὲ καὶ ἐν ἐκείνοις «αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου» ἐλέγετο.

9

.

3

.

12

καὶ τὸ «σκύμνος λέοντος, Ἰούδα» καὶ τὸ «ἀναπεσὼν ἐκοι‐ μήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;» ἐν ἐκείνοις εἰρη‐ μένον οὐδέν μοι δοκεῖ διαφέρειν τῆς μετὰ χεῖρας λέξεως φασκούσης· «κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος, τίς ἀναστήσει
5αὐτόν;» Ταῦτα δὲ εἰκότως εἰς ταυτὸν συνηγάγομεν, ἵν’ ὥσπερ «ἐπὶ στό‐ ματος δύο μαρτύρων» τῆς ἐν ταῖς προφητείαις συμφωνίας ἡ περὶ τοῦ σωτῆρος ἡμῶν ἀπόδειξις βεβαιοτέραν λάβοι τὴν κύρωσιν.

9

.

3

.

13

πάντα δ’ οὖν τὰ εἰς τὴν τοῦ Ἰακὼβ πρόρρησιν τεθεωρημένα ἁρμόσειεν ἂν καὶ εἰς τὴν τοῦ Βαλαὰμ τῆς ὁμοιότητος τῶν λεγομένων ἕνεκα. εἰ δὴ οὖν ἐκεῖνα διὰ πολλῆς ἀποδείξεως ἐπὶ τὸν ἡμέτερον σωτῆρα
5πεπληρωμένα συνέστη, ἀκόλουθον ἂν εἴη καὶ τὰ παρόντα ὁμολογεῖν.

9

.

4

.

1

Ἀπὸ τοῦ Ὠσηέ. «Καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται. ὡς ἄρχων Σαλα‐ μὰν ἐκ τοῦ οἴκου Ἱεροβοάμ, ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, οὕτω ποιήσω ὑμῖν, οἶκος Ἰσραήλ, ἀπὸ προσώπου τῶν
5ἀδικιῶν ὑμῶν. ὄρθρου ἀπερρίφη βασιλεὺς Ἰσραήλ, διότι νήπιος Ἰσ‐ ραήλ, καὶ ἐγὼ ἠγάπησα αὐτόν, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ.»411

9

.

4

.

2

δουλεύσας τῷ Ἑβραϊκῷ, «ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου» ἐξέδωκεν ὁ Ἀκύλας. Ἀναγκαίως δὲ τὸ ῥητὸν ἐπεσημειωσάμην, ἐπείπερ καὶ ὁ Ματ‐ θαῖος τέθειται τὴν προφητείαν, ὁπηνίκα εἰς Αἴγυπτον διακομισθῆναι
5τὸν Ἰησοῦν κἀκεῖθεν ἐπανελθεῖν ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ ἐδήλου. εἰ δὲ ἐπιμέμφοιτό τις τῇ εἰς Αἴγυπτον ἀναχωρήσει τοῦ σωτῆρος ἡμῶν, ἴστω κατὰ λόγον αὐτὴν γεγονέναι.

9

.

4

.

3

οὔτε γὰρ ἐπισχεῖν τὸν Ἡρώδην τῆς αὐτοπροαιρέτου κακίας προσῆκον ἦν οὔτ’ αὖ βρέφος ἔτ’ ὄντα τὸν σωτῆρα τῶν θαυμάτων ἀπάρξασθαι καὶ πρὸ καιροῦ τὴν θείαν ἐπιδείκνυσθαι δύναμιν, ὅπερ ἂν ἐπράχθη, εἰ παραδόξως ἐπιβου‐
5λεύοντα αὐτῷ τὸν Ἡρώδην μετῆλθεν, μηδαμῶς ὑπομείνας τὴν εἰς Αἴγυπτον ἅμα τοῖς γονεῦσιν ἀναχώρησιν.

9

.

4

.

4

ἀλλὰ γὰρ ἦν τῆς κρείτ‐ τονος οἰκονομίας ἐπὶ καιροῦ τοῦ προσήκοντος τῶν τῆς θεότητος ἀπάρξασθαι θαυμάτων. ᾧ γε διὰ παντὸς τοῦ βίου τὸ πρᾶον καὶ ἀνεξίκακον μεμαρτύρηται, προχείρῳ μὲν εἰς τὰς εὐποιίας καὶ τὰς
5κοινὰς εὐεργεσίας γενομένῳ, μηδένα δὲ τῶν μὴ ἀκουόντων ἀμυνομένῳ, μηδ’ ὅτε «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤγετο, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος»,

9

.

4

.

5

πῶς εἰκὸς ἦν τὸν τοιοῦτον δεῖν ἐν παιδίῳ μὴ οὐχὶ ὑποχωρῆσαι τῇ τοῦ Ἡρώδου κακίᾳ; ᾧ καὶ ἐν ἀνδρὶ τὸ ἀνα‐ χωρεῖν καὶ τοὺς πονηροὺς ἐκκλίνειν μεμαρτύρηται ἐπικρύπτεσθαί τε καὶ ὑποφεύγειν τὸν ἐπὶ ταῖς παραδοξοποιίαις ἔπαινον· παρῄνει γοῦν
5τοῖς ὑπ’ αὐτοῦ θεραπευομένοις μηδενὶ λέγειν.

9

.

4

.

6

Εἰ δ’ ἐπὶ τὸν λαὸν τὴν προφητείαν ἀναφέροι τις, φάσκων περὶ τοῦ ἐκ σπέρματος τοῦ Ἰσραὴλ λαοῦ εἰρῆσθαι, ἐπιστησάτω τῇ τοῦ λόγου ἀκολουθίᾳ, ταῦτα ἔσεσθαι φησάσῃ μετὰ τὸ εἰπεῖν ὡς πρὸς αὐτὴν τὴν Ἱερουσαλήμ· «καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου,
5καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται»,

9

.

4

.

7

καὶ ἅπερ, φησίν, ὁ τοιόσδε «ἄρχων» πέπονθεν κατὰ τὸν ἐπελθόντα αὐτῷ πόλεμον, ἐν ᾧ «μητέρα ἐπὶ τέκνοις ἠδάφισαν», τὰ παραπλήσια καὶ «ὑμῖν» αὐτοῖς «ποιήσω» διὰ τὰς κακίας ὑμῶν («ὑμῖν» δὲ τίσιν ἢ τοῖς καλουμένοις
5Ἰσραηλίταις;), οἳ καὶ ἀπερρίφητε σὺν τῷ βασιλεῖ ὑμῶν (τὸν Ἡρώδην αἰνιττόμενος).

9

.

4

.

8

καὶ ταῦτά γε πάντα πεπόνθατε, «διότι παῖς», φησίν, «Ἰσραήλ, καὶ ἐγὼ ἠγάπησα αὐτόν, καὶ ἀπ’ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου». πῶς γὰρ οἷόν τε κατὰ τὸ αὐτὸ τοῖς αὐτοῖς ἐπιμέμφεσθαι καὶ πάλιν τοὺς αὐτοὺς ἐπαινεῖν; ἀλλ’ ἦν ὁ ἀληθὴς νοῦς ταύτην ἔχων
412
5τὴν θεωρίαν· Ἰσραὴλ γὰρ ὁ Χριστὸς καὶ καθ’ ἑτέρας ἀνηγόρευται προφητείας, ὥσπερ οὖν καὶ ἐπὶ τῆς παρούσης.

9

.

4

.

9

ἐπειδὴ τοίνυν οὗτος, φησίν, ὑπήκοός μοι γενόμενος «μορφὴν δούλου» εἴληφεν καὶ γέγονεν παιδίον ἀγαπητὸν ἐμοί, πᾶσαν τὴν ἐμὴν ἐκτελέσας βουλήν, διὰ τοῦτο αὐτὸν μὲν ἀπὸ τῆς 〈νοητῆσ〉 Αἰγύπτου, εἰς ἣν ἐνανθρωπήσας κατε‐
5λήλυθεν (οὕτω δηλουμένου τοῦ περιγείου τόπου), ἢ καὶ ἐξ αὐτῆς τῆς προχείρου, οἷα γνήσιον 〈καὶ〉 ἀγαπητὸν υἱὸν ἀνεκαλεσάμην· ὑμᾶς δέ, τοὺς πρὸς οὓς ὁ λόγος, σὺν καὶ τῇ ὑμετέρᾳ βασιλείᾳ ὄλεθρος καὶ ἀπώλεια παραλήψεται.

9

.

4

.

10

ταῦτα μὲν ἡ προφητεία· πρόδηλον δὲ ὅπως ἀπὸ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων πολιορκηθείσης τῆς Ἱερουσαλὴμ καθῃρέθη καὶ εἰς τὸ παντελὲς ἀπερρίφη ἡ μέχρι τότε συστᾶσα τοῦ Ἰουδαίων ἔθνους αὐτονομία τε καὶ ἀρχή.

9

.

4

.

11

Πλὴν ἀλλὰ τρίτον ἤδη τὰ περὶ τῆς Αἰγύπτου καὶ τῆς αὐτόθι ἀφίξεως αὐτοῦ πεπροφήτευται. εἰ δέ τις αὐτὰ μηδαμῶς ἐφαρμόζειν ἐπὶ τὸν ἡμέτερον λέγοι σωτῆρα, ἀλλὰ 〈τά〉 γε τῆς τοῦ Ματθαίου παραθέσεως ἀπὸ τῆς παρὰ Μωσεῖ μαρτυρίας αὐτῷ παρειλημμένα (ἣν
5καὶ ἀρτίως διεληλύθαμεν, τὸ «ὁ θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου» διηγούμενοι), ἐπεὶ μηδ’ αὐτὸς ὁ εὐαγγελιστὴς ἀπὸ τῆς τοῦ Ὠσηὲ προ‐ φητείας εἰλῆφθαι αὐτῷ τὸ λόγιον ἔφησεν, ... ὡς δύνασθαι καί ποθεν ἐπιζητήσαντας εὑρεῖν αὐτὸ κείμενον, ὅθεν εἰκὸς τὸν εὐαγγελιστὴν πεποιῆσθαι αὐτοῦ τὴν ἔκθεσιν.

9

.

5

.

1

Ἀπὸ τοῦ Ἡσαΐου. «Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμά‐ σατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας, καὶ
5ὀφθήσεται ἡ δόξα κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ὅτι κύριος ἐλάλησεν.»

9

.

5

.

2

Ἔδει καὶ ταύτην ἐπὶ τῶν χρόνων τοῦ σωτῆρος ἡμῶν ἐπὶ πέρας ἐλθεῖν τὴν πρόρρησιν. διόπερ κατὰ τὸν εὐαγγελιστὴν Λουκᾶν «ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἐπιτροπεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας», καὶ τῶν τούτῳ συναριθμουμένων.413
5«ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην, τὸν τοῦ Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ»· ὃς ἐλθὼν «εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου ἐκήρυσσεν βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν». τούτοις δ’ οὖν ὁ εὐ‐ αγγελιστὴς ἐπιμαρτυρεῖ, λέγων· «καθὼς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν
10ὁδὸν κυρίου», καὶ τὰ ἑξῆς.

9

.

5

.

3

τί δὴ οὖν ἐβόα ἡ διὰ τοῦ Ἰωάννου φωνὴ ἐπὶ τῆς ἐρήμου κηρύσσουσα, ἢ «τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ’ αὐτοῦ», ὡς ἑρπετοῖς ἐρήμου τυγχάνουσιν, οἰκείως τὸ «γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλού‐
5σης ὀργῆς»; πάλιν τε αὖ τὰς σκολιὰς ψυχὰς «εἰς εὐθείας» καὶ τὰς τραχείας «εἰς ὁδοὺς λείας» μετασκευάζουσα ἔφασκεν τοῖς αὐτοῖς· «ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας».

9

.

5

.

4

καὶ ταῦτά γε συνετελεῖτο προπαρασκευάζοντος Ἰωάννου τοὺς ὀψομένους τὴν «δόξαν» κυρίου, καὶ τὸ καλούμενον «σωτήριον τοῦ θεοῦ», οὐκ ἄλλον ὄντα τοῦ Χριστοῦ, ὡς ἐμαρτύρει λέγων· «ἐγὼ μὲν ὑμᾶς ὕδατι βαπτίζω·
5ἔρχεται δὲ ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἄξιος τὰ ὑπο‐ δήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί».

9

.

5

.

5

ὃς καὶ ἰδὼν τὸν Ἰησοῦν ἐρχόμενον ἀνεφώνησεν· «ἰδὲ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. οὗτός ἐστιν περὶ οὗ ἐγὼ εἶπον, ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν». τὸν αὐτὸν δὲ εἶναι «τὸ σωτήριον τοῦ θεοῦ» καὶ ὁ Συμεὼν ἐμαρτύρησεν, ὃς
5λαβὼν ἐπὶ ταῖς ἀγκάλαις βρέφος ὄντα τὸν Ἰησοῦν ἔφη· «νῦν ἀπο‐ λύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν».

9

.

5

.

6

οἷς συνᾴδει καὶ ὁ προφήτης εἰπών· «καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ» (τὸ γὰρ «πᾶσα σὰρξ» ἀντὶ πάντων εἴρηται τῶν ἐθνῶν).

9

.

5

.

7

ὅπως δὲ ταῦτα τέλους ἔτυχεν καὶ τὰ ἔθνη τὸν Χριστὸν ἐπέγνω τοῦ θεοῦ, μακρῶν οὐ δεῖ λόγων. καὶ τὰ μὲν ῥητὰ τοῦτον ἐπληροῦτο τὸν τρόπον.
5Τί δ’ ἦν τὸ αἴτιον τοῦ μὴ ἐν πόλεσιν μηδ’ ἐπ’ αὐτῆς τῆς Ἱερου‐
σαλήμ, ἀλλ’ ἐπὶ τῆς ἐρήμου Ἰωάννην παρελθόντα κηρύττειν; ὁ μέν τις φήσαι ἂν εἰς ἀποπλήρωσιν τῆς προφητείας τοῦτο αὐτὸν πεποι‐ ηκέναι.414

9

.

5

.

8

ἀλλ’ ὁ ἀκριβῶς εὐθέως ἐξετάζων, αὐτή γε ἡ προφητεία τί ποτ’ ἄρα σημαίνειν βουλομένη τὴν ἔρημον καὶ τὰ κατ’ αὐτὴν ἐδήλου, πεύσεται. πρὸς ὃν φήσομεν, ὅτι καὶ τοῦτο σημεῖον ἦν καθ‐ αιρέσεως τῆς Ἱερουσαλὴμ καὶ τοῦ πρὸς αὐτῇ θυσιαστηρίου τῆς τε
5κατὰ τὸν Μωσέως νόμον λατρείας, ὅτε μηκέτ’ αὐτοῖς διὰ τῶν κατὰ νόμον θυσιῶν τὰ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν προυξενεῖτο, ἀλλὰ διὰ καθάρσεως λουτροῦ, ἐπὶ τῆς πάλαι διψάδος καὶ ἐρήμου, λέγω δὲ τῆς τῶν ἐθνῶν ἐκκλησίας, παραδιδομένου, ἐν ᾗ καὶ ἡ προφητικὴ γενο‐ μένη φωνὴ ἑτοιμάζειν παρακελεύεται «τὴν ὁδὸν κυρίου», τὰς μὲν
10κάτω που εἰς βάθος κακίας ὡς ἐν φάραγγι κειμένας ψυχὰς ἐπαρθή‐ σεσθαι, τὰ δὲ πάλαι ὑψώματα τῆς Ἱερουσαλὴμ καὶ τῶν ἐπ’ αὐτῆς ἀρχόντων τε καὶ βασιλέων, ὄρη καὶ βουνοὺς ὀνομαζόμενα, ταπεινω‐ θήσεσθαι θεσπίζουσα.

9

.

5

.

9

ὧν ἐπιτελεσθέντων φησί· «πᾶσα σὰρξ ὄψεται τὸ σωτήριον τοῦ θεοῦ», δῆλον δ’ ὅτι πᾶσα ἡ ἐν σαρκὶ ἐπὶ γῆς ἀνα‐ στρέφουσα ψυχὴ Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων καὶ πάντων ἁπαξαπλῶς τῶν ἐθνῶν, ἃ καὶ τῇ προρρήσει ἀκολούθως εἰς πέρας ἐλθόντα δεί‐
5κνυται.

9

.

5

.

10

Ζητῶν δὲ παρ’ ἐμαυτῷ τί ἄρα ἦν τὸ ἐκπλῆξαν τοὺς πολλοὺς ἐν τῷ Ἰωάννῃ, ὡς θαυμάσαι αὐτὸν καὶ κηρύττοντι «βάπτισμα μετα‐ νοίας» πιστεῦσαι, πάντας τε πανταχόθεν τὰ οἰκεῖα ἀπολιπόντας συρρεῖν ἐπὶ τὴν ἔρημον, μάλιστα ὅτε μηδεμίαν αὐτοῦ πρᾶξιν ἱστο‐
5ροῦσιν οἱ λόγοι· οὔτε γὰρ νεκροὺς ἐγείρας οὔτε ἕτερα θαύματα πεποι‐ ηκὼς ἀναγέγραπται· τί δὴ οὖν ἦν τὸ ἐκπλῆξαν τοὺς πάντας; ἢ μήποτε ὁ ξένος καὶ παραλλάττων τοὺς πολλοὺς αὐτοῦ βίος; προῄει γὰρ ἐκ τῆς ἐρήμου ξένην ἠμφιεσμένος στολήν, πᾶσαν δὲ τὴν κοινὴν ἀνθρώπων διατριβὴν ἐκτρεπόμενος, οὔτε γοῦν εἰς κώμην οὔτε εἰς
10πόλιν οὔτε εἰς κοινὸν σύλλογον ἀνδρῶν παρέβαλλεν, ἀλλ’ οὐδὲ τῆς κοινῆς μετεῖχεν τροφῆς·

9

.

5

.

11

γέγραπται γοῦν, ὡς ἐκ τῆς τοῦ παιδὸς ἡλικίας «ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ»· ἀλλὰ καὶ «τὸ ἔνδυμα αὐτοῦ ἦν ἐκ τριχῶν καμήλων πεποι‐ ημένον, ἡ δὲ τροφὴ αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον».

9

.

5

.

12

μή πη οὖν ὁρῶντες ἄνδρα, ναζιραῖον μὲν θεοῦ τὴν τρίχα, θεοπρεπὲς δὲ πρόσω‐ πον ὑποφαίνοντα, σχῆμά τε ξένον περιβολῆς ἠμφιεσμένον, ἀθρόως
ποθὲν ἐξ ἀφανοῦς 〈καὶ〉 ἐρήμου φαινόμενον, καὶ μετὰ τὸ κήρυγμα πάλιν415
5εἰς τὴν ἔρημον καὶ εἰς τὸ ἀφανὲς ὑποχωροῦντα, καὶ ἄποτον, ἄτροφον, ἀκοινώνητον τοῖς πολλοῖς, εἰκότως ἐξεπλήττοντο, μηδ’ ἄνθρωπον αὐτὸν ὑπονοοῦντες ὑπάρχειν; πῶς γὰρ τὸν μηδὲ ἐν χρείᾳ τροφῆς γινόμενον; διὸ καὶ ἄγγελον αὐτὸν ὑπειλήφεσαν εἶναι, τοῦτον αὐτὸν ἐκεῖνον τὸν διὰ τοῦ προφήτου δηλούμενον κατὰ τὸ «ἰδοὺ ἐγὼ ἀπο‐
10στέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου»· κέχρηται γοῦν τῇ παραθέσει καὶ ταύτης τῆς γραφῆς Μάρκος ὁ εὐαγγελιστής.

9

.

5

.

13

καὶ ὁ σωτὴρ δὲ μαρτυρεῖ λέγων· ἦλθεν ὁ Ἰωάννης πρὸς ὑμᾶς μήτε ἐσθίων μήτε πίνων, «καὶ λέγετε, δαιμόνιον ἔχει»·

9

.

5

.

14

τοὺς γὰρ ἀπιστοῦντας καὶ πρὸς τἀληθῆ δυσχερεῖς καὶ δυσενδότους εἰκὸς ἦν διὰ τὸν εἰρημένον τοῦ Ἰωάννου βίον τοιαῦτα αὐτὸν βλασφημεῖν, ὡς ἔμπαλιν τοὺς συνῃσθημένους τῆς κατ’ αὐτὸν ἀρετῆς ἄγγελον ὑπολαμβάνειν. ταῦτα γοῦν ἡγοῦμαι τοῖς
5τὸν Ἰωάννην ὁρῶσιν θαῦμα περὶ αὐτοῦ παρασχεῖν· διὸ καὶ συνέτρεχον πανταχόθεν ἐπὶ τὴν δι’ αὐτοῦ κηρυττομένην τῆς ψυχῆς κάθαρσιν.

9

.

5

.

15

μέμνηται δὲ τῆς κατ’ αὐτὸν ἱστορίας Ἰώσηπος ἐν ὀκτωκαιδεκάτῳ τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας τοῦτον γράφων τὸν τρόπον· «τισὶν δὲ τῶν Ἰουδαίων ἐδόκει ὀλωλέναι τὸν Ἰουδαίων στρατὸν ὑπὸ τοῦ θεοῦ, καὶ μάλα δικαίως τιννυμένου κατὰ ποινὴν Ἰωάννου τοῦ καλουμένου
5βαπτιστοῦ. κτείνει γὰρ τοῦτον Ἡρώδης, ἀγαθὸν ἄνδρα καὶ τοῖς Ἰουδαίοις κελεύοντα ἀρετὴν ἐπασκοῦσι καὶ τῇ πρὸς ἀλλήλους δικαιο‐ σύνῃ καὶ πρὸς θεὸν εὐσεβείᾳ χρωμένοις βαπτισμῷ συνιέναι. οὕτω γὰρ δὴ καὶ τὴν βάπτισιν ἀποδεκτὴν αὐτῷ φαίνεσθαι.»

9

.

6

.

1

Ἀπὸ τοῦ αὐτοῦ. «Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον, καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου.»

9

.

6

.

2

οἷς ἐπιλέγει· «ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρα‐ καλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ
5σώσει ἡμᾶς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν
ἀκούσονται. τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ».416

9

.

6

.

3

Καὶ ταῦτα διὰ τῶν τοῦ σωτῆρος ἡμῶν προφανῶς παραδόξων ἔργων ἐπληροῦτο μετὰ τὸ Ἰωάννου κήρυγμα. ὅρα τοιγαροῦν ὅπως τὴν ἔρημον εὐαγγελίζεται, οὐχ ἁπλῶς οὐδὲ τὴν τυχοῦσαν ἀλλ’ ἐκεί‐ νην ἀφωρισμένως καὶ μόνην τὴν παρὰ τῷ Ἰορδάνῃ ποταμῷ,

9

.

6

.

4

ἐπει‐ δήπερ παρὰ ταύτῃ διατρίβων ὁ Ἰωάννης ἐβάπτιζεν, ὡς ἡ γραφὴ μαρτυρεῖ λέγουσα· «ἐγένετο Ἰωάννης ἐν τῇ ἐρήμῳ βαπτίζων», «καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ Ἱεροσολυμῖται
5πάντες, καὶ ἐβαπτίζοντο ὑπ’ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ».

9

.

6

.

5

τὴν μὲν οὖν ἔρημον τῆς πάλαι πάντων τῶν κατὰ θεὸν ἀγαθῶν ἐρήμου, λέγω δὴ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, σύμβολον περιέχειν ἡγοῦμαι, τὸν δὲ ποταμὸν τὸν ἐπὶ τῆς ἐρήμου καθαίροντα πάντας τοὺς ἀπολουομένους ἐν αὐτῷ
5καθαρσίου τινὸς εἶναι κατὰ διάνοιαν θεωρουμένου εἰκόνα, περὶ οὗ διαλαλοῦσιν αἱ γραφαὶ λέγουσαι· «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραί‐ νουσι τὴν πόλιν τοῦ θεοῦ».

9

.

6

.

6

σημαίνει δὲ τοῦτο τὴν ἀέναον ἐπιρ‐ ροὴν τοῦ θείου πνεύματος ἄνωθεν πηγάζοντος καὶ τὴν τοῦ θεοῦ πόλιν ἄρδοντος (οὕτω καλουμένης τῆς κατὰ θεὸν πολιτείας). οὗτος δὴ οὖν ὁ ποταμὸς τοῦ θεοῦ καὶ μέχρι τῆς ἐρήμου κατελήλυθεν, δη‐
5λαδὴ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, καὶ ταύτῃ τῶν ἐν αὐτῷ ζωτικῶν ναμάτων εἰσέτι νῦν ἐπιχορηγεῖ. Πρὸς τούτοις ἡ προφητεία τῇ δηλωθείσῃ ἐρήμῳ δοθήσεσθαί φησιν τὴν δόξαν τοῦ Λιβάνου καὶ τὴν τιμὴν τοῦ Καρμήλου.

9

.

6

.

7

τίς δὲ ἔστιν «ἡ δόξα τοῦ Λιβάνου» ἢ ἡ διὰ θυσιῶν κατὰ τὸν Μω‐ σέως νόμον ἐπιτελουμένη λατρεία, ἣν παραιτησάμενος ὁ θεὸς διὰ τῆς λεγούσης προφητείας «ἵνα τί μοι λίβανον ἐκ Σαβὰ φέρετε», καὶ «τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν», ἐπὶ τὴν ἔρημον τοῦ Ἰορδάνου μετα‐
5τέθεικεν τὴν δόξαν τῆς Ἱερουσαλήμ, τῆς κατ’ εὐσέβειαν ἀγωγῆς οὐκ ἐπὶ Ἱερουσαλὴμ ἀλλ’ ἐπὶ τῆς ἐρήμου συντελεῖσθαι ἀρξαμένης ἀπὸ τῶν Ἰωάννου χρόνων.

9

.

6

.

8

ὡσαύτως δὲ καὶ «ἡ τιμὴ» τοῦ νόμου τῶν τε κατ’ αὐτὸν σωματικώτερον νενομοθετημένων δέδοται τῇ ἐρήμῳ τοῦ Ἰορδάνου διὰ τὴν ἀποδοθεῖσαν αἰτίαν, ὅτι μηκέτ’ ἐπὶ τῆς Ἱερουσαλὴμ προσέφευγον οἱ τῆς κατὰ ψυχὴν θεραπείας δεόμενοι, ἀλλ’ ἐπὶ τὴν
5ὀνομαζομένην ἔρημον, τῆς ἐν αὐτῇ κηρυττομένης ἀφέσεως τῶν ἁμαρ‐ τημάτων ἕνεκεν.

9

.

6

.

9

οἶμαι δὲ καὶ τοῦ σωτῆρος ἡμῶν τὴν ἐπὶ τὸ
βάπτισμα παρουσίαν δηλοῦσθαι διὰ τοῦ «καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ». τότε γὰρ καὶ ὤφθη τοῦ σω‐ τῆρος ἡμῶν ἡ δόξα, ὅτε «βαπτισθεὶς ἀνέβη ἀπὸ τοῦ ὕδατος, καὶ417
5ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδεν τὸ πνεῦμα τοῦ θεοῦ κατα‐ βαῖνον ὡσεὶ περιστεράν, καὶ μένον ἐπ’ αὐτόν», ὅτε καὶ «φωνὴ ἐκ τῶν οὐρανῶν» ἠκούσθη «λέγουσα, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα».

9

.

6

.

10

ἀλλὰ καὶ πᾶς ὁ γνησίως ἐπὶ τὸ τοῦ λουτροῦ παρι‐ ὼν μυστήριον, τὴν περὶ τοῦ Χριστοῦ παραλαβὼν θεολογίαν, τὴν δόξαν αὐτοῦ θεάσεται, λέξων ἂν ὁμοίως τῷ Παύλῳ· «εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν».

9

.

7

.

1

Ἀπὸ Ψαλμοῦ ϟʹ. «Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. ἐρεῖ τῷ κυρίῳ, ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου· ὁ θεός μου βοηθός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτὸν ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν, καὶ
5ἀπὸ λόγου ταραχώδους· ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς·

9

.

7

.

2

ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς, καὶ
5μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. ὅτι σύ, κύριε, ἡ ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου·

9

.

7

.

3

ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου· ἐπὶ χειρῶν ἀροῦσίν σε, μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα[ν] σου. ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατή‐
5σεις λέοντα καὶ δράκοντα.»

9

.

7

.

4

Ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, καθ’ ὃ ἐνηνθρώπει ἐπινοούμενος «ὁ κατοικῶν» λέγεται «ἐν βοηθείᾳ τοῦ ὑψίστου», «ἐν σκέπῃ τοῦ θεοῦ» καὶ πατρὸς αὐλιζόμενος. οὗτος δὴ οὖν μόνον τὸν πατέρα καὶ οὐδ’ ἕτερον καταφυγὴν ἐν τῷ καιρῷ τοῦ
5κατὰ τὸν διάβολον πειρασμοῦ κεκτημένος ἐρρύσθη ποτὲ ἐκ τῶν πα‐ γίδων τῶν ἀντικειμένων δυνάμεων, «θηρευτῶν» νῦν ὀνομαζομένων, ὁπηνίκα οἷά τις κοινὸς ἄνθρωπος «ἀνήχθη εἰς τὴν ἔρημον πειρα‐
σθῆναι ὑπὸ τοῦ διαβόλου», «καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν»,418
10ὡς ὁ εὐαγγελιστὴς μαρτυρεῖ, «μετὰ τῶν θηρίων».

9

.

7

.

5

ποίων δὲ τούτων ἢ ὧν μνημονεύει ὁ μετὰ χεῖρας ψαλμός, πρὸς τὸν «ἐν βοηθείᾳ τοῦ ὑψίστου» κατοικοῦντα λέγων· «ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα»; οὐ μόνον δὲ ἀπὸ τούτων
5ῥυσθήσεσθαι τὸν αὐτόν, ἀλλὰ «καὶ ἀπὸ λόγου ταραχώδους» φησίν.

9

.

7

.

6

τίς δ’ ἂν εἴη καὶ οὗτος ἢ ὅνπερ αὐτῷ προύτεινεν ὁ πειράζων κατὰ τὸ ἱερὸν εὐαγγέλιον;

9

.

7

.

7

Τὸ δ’ αἴτιον τοῦ πειράζεσθαι τὸν τηλικοῦτον σωτῆρα ἡμῶν σκοπῆσαι ἄξιον. μέλλων ἐξ ἀνθρώπων «πᾶσαν νόσον καὶ πᾶσαν μα‐ λακίαν» τά τε ἐνοχλοῦντα πνεύματα καὶ τοὺς ἀκαθάρτους δαίμονας ἐξ αἰῶνος μακροῦ τῶν ἐπὶ γῆς πάντων διὰ τῆς πολυθέου δεισι‐
5δαιμονίας κεκρατηκότας ἐλαύνειν, οὐκ ἐκ τοῦ ἀφανοῦς ὥσπερ ἐπι‐ κρυπτόμενος ἐπὶ τὰ εἰρημένα παρῄει, τοῖς παρενοχλοῦσι δὲ πρότερον ἀοράτοις ἄρχουσιν δι’ οὗ ἀνείληφεν ἀνθρώπου ἐπιστρατεύσας, καὶ εἰς μέσον αὐτοῦ τοῦ διαβόλου καὶ παντὸς τοῦ δαιμονικοῦ στίφους παρελθών, ἐπιβάς τε ἀσπίδι καὶ βασιλίσκῳ, καὶ καταπατήσας «λέοντα
10καὶ δράκοντα», καὶ πολὺ πρότερον καθελὼν τῶν ἀρχοντικῶν ἐχθρῶν χιλιάδας καὶ μυριάδας, τὰς μὲν ἐκ τῶν δεξιῶν τὰς δὲ ἐκ τῶν εὐωνύ‐ μων πολεμούσας, «ἀρχάς» τε καὶ «ἐξουσίας», καὶ δὴ καὶ τοὺς λεγομένους «κοσμοκράτορας τοῦ σκότους τούτου», τά τε «πνευματικὰ τῆς πονη‐ ρίας», πάντα δὴ οὖν ταῦτα τὸ μηθὲν ἰσχύειν ἀπελέγξας, καὶ τέλος
15αὐτὸν τὸν τῶν κακῶν ἔξαρχον διάβολον «τῷ λόγῳ τοῦ στόματος αὐτοῦ» μακρὰν ἀποσοβήσας, διελθών τε καὶ ἐμπεριπατήσας τὴν ἀντι‐ κειμένην ἅπασαν δύναμιν, καὶ ἑαυτὸν μὲν παρασχὼν τοῖς θέλουσιν προσιέναι καὶ πειράζειν, μηδενὸς δὲ στῆναι πρὸς αὐτὸν δεδυνημένου, οὕτως ἐπὶ τὴν τῶν ἀνθρώπων σωτηρίαν παρῄει. διὸ καὶ ὁρῶντες
20αὐτὸν οἱ δαίμονες ἐπεγίνωσκον ἀπὸ τῆς προδηλωθείσης κατὰ τὴν ἔρημον διατριβῆς, φάσκοντες αὐτῷ· «τί ἡμῖν καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ;»

9

.

7

.

8

Ταῦτα μὲν οὖν περὶ τῶνδε. τὰ δ’ ἑξῆς τοῦ ψαλμοῦ πρὸς αὐτὸν ἀναπεφώνηται τὸν Χριστὸν ἀπὸ τοῦ «ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι» δηλονότι ὁ ὕψιστος, «καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ». καὶ ἐπειδήπερ ἡμέραις
5τεσσαράκοντα καὶ ταῖς τοσαύταις νυξὶν ἐπειράζετο, περὶ μὲν τῶν ἀμφὶ τὰς νύκτας ἐπιόντων αὐτῷ λέλεκται «οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ», περὶ δὲ τῶν ἀμφὶ τὰς ἡμέρας αὐτὸν πολεμούντων τὸ «ἀπὸ βέλους πετομένου ἡμέρας»,419

9

.

7

.

9

καὶ αὖθις περὶ μὲν τῶν ἐν νυκτὶ «ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου», περὶ δὲ τῶν ἐν ἡμέρᾳ «ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ».

9

.

7

.

10

εἶτ’ ἐπείπερ ἐν τῷ πειράζειν δυνάμεις πονηραὶ ἐκύκλουν αὐτόν, 〈καὶ〉 αἱ μὲν τὰ δεξιὰ πλευρὰ συνεῖχον αὐτοῦ, πολὺ δὲ πλείους τῶν ἀριστερῶν, ὡς ἂν κρα‐ ταιότερα μέρη τὰ δεξιά, εἰκότως αὐτῷ ἐπιλέγεται· «πεσεῖται ἐκ τοῦ
5κλίτους σου χιλιάς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ», «κλίτους» ἀντὶ τοῦ ἀριστεροῦ ὠνομασμένου, παρασεσιωπημένου δὲ εἰκότως τοῦ ὀνόματος «τοῦ ἀριστεροῦ», τῷ μηδὲν σκαιὸν μηδὲ ἀρι‐ στερὸν εὑρίσκεσθαι ἐν αὐτῷ. καὶ ἐπειδὴ ὅλη μυριὰς ὁμοῦ δὲ καὶ χιλιὰς ἔκ τε τοῦ κλίτους αὐτοῦ καὶ ἀπὸ τῶν δεξιῶν πεσεῖσθαι λέγον‐
10ται, εἰκότως ἐπὶ τούτοις ἑξῆς εἴρηται· «πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει».

9

.

7

.

11

Καὶ ἔσται ταῦτα, φησίν, περὶ σὲ τὸν Χριστὸν τοῦ θεοῦ, ἐπει‐ δήπερ σὺ αὐτός, ὦ «κύριε», ὃς τυγχάνεις ὢν ἡ ἐμὴ «ἐλπίς», «τὸν ὕψιστον ἔθου καταφυγήν σου».

9

.

7

.

12

ἔνθα καὶ ἐπιστήσεις, τίνα τρόπον ὁ προφήτης πρὸς αὐτὸν τὸν κύριόν φησιν· «ὅτι σύ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου», διαιρῶν ἀκριβῶς ἕτερον ἰδίως κύριον καὶ τὸν τούτου πατέρα, θεὸν ὕψιστον.

9

.

7

.

13

διὸ ἐπειδήπερ αὐτὸν ὡς πατέρα καὶ θεὸν ὕψιστον καταφυγὴν ἑαυτοῦ ὁ Χριστὸς τέθειται, λέλεκται αὐτῷ τὸ «οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου· ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντε‐
5λεῖται περὶ σοῦ τοῦ διαφυλάξει σε ἐν πάσαις ταῖς ὁδοῖς σου· ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου».

9

.

7

.

14

καὶ ἐπιμελῶς γε τήρει, τίνα τρόπον ἐν τῷ «ὅτι σύ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου» τὸ κύριε διὰ τοῦ τετρα‐ γράμμου ὀνόματος ἐν τῷ Ἑβραϊκῷ φέρεται, ὅπερ ἀνεκφώνητον εἶναι λέγοντες Ἑβραίων παῖδες ἐπὶ μόνου τοῦ θεοῦ παραλαμβάνειν εἰώθα‐
5σιν, ἡμεῖς δὲ καὶ ἐπὶ τῆς τοῦ λόγου θεότητος ἐν πλείσταις κείμενον γραφαῖς προαπεδείξαμεν, ὥσπερ καὶ ἐν τῷ μετὰ χεῖρας ψαλμῷ, ὅς
φησιν εἰς πρόσωπον αὐτοῦ τοῦ κυρίου «ὅτι σύ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου», μονονουχὶ λέγων ὅτι σὺ αὐτός, ὦ κύριε, ὃς ἐμοῦ τοῦ ταῦτα προφητεύοντος ἐλπὶς ὢν τυγχάνεις, μείζονα420
10σαυτοῦ τὸν θεὸν τὸν ὕψιστον εἰδώς, ἐκεῖνον αὐτὸν «ἔθου καταφυγήν σου».

9

.

7

.

15

ὅθεν καὶ ἐν ἀρχῇ ἐλέγετο τοῦ ψαλμοῦ περὶ τοῦ αὐτοῦ «ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. ἐρεῖ τῷ κυρίῳ, ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ θεός μου βοηθός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν».

9

.

7

.

16

ἐπειδὴ τοίνυν σύ, ὦ κύριε, «τὸν ὕψιστον ἔθου καταφυγήν σου», τούτου χάριν αὐτὸς ὁ ὕψιστος, φησί, «ῥύσεταί» σε «ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους», καὶ «ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι». διόπερ
5τὴν τοιαύτην ἔχων πατρικὴν τοῦ ὑψίστου βοήθειαν «οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ» οὔτε ἀπό τινος τῶν προκατειλεγμένων, ἀλλ’ οὐδὲ ἐκ τῶν ἑξῆς ἐπιφερομένων.

9

.

7

.

17

ἐπεὶ γὰρ «σύ, κύριε, τὸν ὕψιστον ἔθου καταφυγήν σου», διὰ τοῦτο «οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου». «μάστιγας» δὲ τὰς ἀπὸ δαιμόνων ἐνεργείας καὶ ἐν τοῖς εὐαγγελίοις ὀνομαζομένας ἂν εὕροις,
5ἃς οὐδὲ πλησιάζειν τολμᾶν τῷ σκηνώματι τοῦ Χριστοῦ, τουτέστιν τῷ σώματι αὐτοῦ, δυνατὰς εἶναί φησιν.

9

.

7

.

18

πῶς γάρ, ὅτε λόγῳ μόνον αὐτὰς ἐξ ἀνθρώπων ἤλαυνεν; περὶ τούτου δὲ τοῦ σκηνώματος καὶ ὁ Δαβίδ ποτε ὤμοσεν τῷ κυρίῳ καὶ ηὔξατο τῷ θεῷ Ἰακώβ, λέγων· «εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς
5ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ».

9

.

7

.

19

καὶ τούτου γε ἕνεκα τοῦ σκηνώματος ἐλέγετο 〈τὸ〉 «οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ», καὶ τὸ «αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους», καὶ τὸ «οὐ προσε‐ λεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου»,
5καὶ ὅσα ἀνθρωπινώτερα περὶ αὐτοῦ λέλεκται, ὡς καὶ τὸ «τοῖς ἀγγέ‐ λοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε», καὶ τὸ «ἐπὶ χει‐ ρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου».

9

.

7

.

20

ταῦτα γὰρ οὐκ ἂν ὡς πρὸς θεὸν λέγεσθαι ἁρμόσοι, πρὸς δὲ τὸ σκήνωμα αὐτοῦ ὅπερ δι’ ἡμᾶς ἀνείληφεν, ὅτε «ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκή‐ νωσεν ἐν ἡμῖν». δοκεῖ δέ μοι καλῶς ἔχειν ὑπὲρ ἀκριβοῦς βεβαιώσεως
5τῶν εἰρημένων καὶ τὰς τῶν λοιπῶν ἑρμηνευτῶν παραθεῖναι φωνάς·
ὧν ὁ μὲν Ἀκύλας οὕτως ἔφησεν· «ὅτι σύ, κύριε, ἐλπίς μου, ὕψιστον ἔθηκας οἰκητήριόν σου.421

9

.

7

.

21

οὐ μεταχθήσεται πρὸς σὲ κακά, καὶ ἁφὴ οὐκ ἐγγιεῖ ἐν σκέπῃ σου· ὅτι ἀγγέλοις αὐτοῦ ἐντελεῖται τοῦ φυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου», ὁ δὲ Σύμμαχος· «σὺ γάρ, κύριε, ἀφοβία μου, ὑψίστην ἔθου τὴν οἴκησίν σου.

9

.

7

.

22

οὐ κατισχύσει σου κακόν, οὐδὲ ἁφὴ ἐγγιεῖ τῇ σκηνῇ σου· ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς». οὐκοῦν διὰ τού‐ των αὐτῶν τῷ κυρίῳ λέλεκται ὡς περὶ ἑτέρου μείζονος τὸ «τοῖς ἀγ‐
5γέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάσ〈σ〉ειν σε ἐν πάσαις ταῖς ὁδοῖς· ἐπὶ χειρῶν ἀροῦσί σε» (δηλαδὴ σὲ τὸν κύριον), «μήποτε» σὺ ὁ κύριος «προσκόψῃς πρὸς λίθον τὸν πόδα σου».

9

.

7

.

23

ταύταις δὲ καὶ ὁ διάβολος ταῖς λέξεσιν ἐν τῷ κατὰ τοῦ σωτῆρος ἡμῶν πειρα‐ σμῷ κέχρηται, ὅτε παραλαβὼν αὐτὸν «εἰς τὴν ἁγίαν πόλιν, ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ, εἰ υἱὸς εἶ τοῦ
5θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσ‐ κόψῃς πρὸς λίθον τὸν πόδα σου». πρὸς ὃν ὁ κύριος ἡμῶν ἀπο‐ κριθεὶς εἶπεν· «γέγραπται, οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου».

9

.

7

.

24

Εἶτ’ ἐπεὶ ἐν τῷ πειρασμῷ «μετὰ τῶν θηρίων» κατὰ τὸν εὐαγ‐ γελιστὴν διέτριβεν, ποίων δὲ οὐκ ἀναγέγραπται, σαφέστερον τοῦτο αὐτὸ ἡ τοῦ ψαλμοῦ προφητεία, τὰ εἴδη τῶν θηρίων αἰνιττομένη, φησίν· «ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα
5καὶ δράκοντα».

9

.

7

.

25

αὐτὸς μὲν οὖν τὰ ἀρχικώτατα τῶν νοητῶν θηρίων, λέοντα καὶ δράκοντα, ἀσπίδα τε καὶ βασιλίσκον, αὐτὸν δηλαδὴ τὸν διάβολον καὶ τὰς μετ’ αὐτὸν ἀρχοντικὰς καὶ πονηρὰς δυνάμεις κατα‐ πατήσειν μεμαρτύρηται.

9

.

7

.

26

τοῖς δὲ τὴν ὁμοίαν ἀρετὴν αὐτῷ κεκτη‐ μένοις μαθηταῖς καὶ ἀποστόλοις αὐτοῦ «τὴν ἐξουσίαν» αὐτὸς «τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων» δωρεῖται, οὐκ ἐῶν αὐτοὺς πειρα‐ σθῆναι ὑπὲρ ὃ δύναιντο. μόνου γὰρ ἦν αὐτοῦ τὸ τὰς χείρους ἐν
5πονηρίᾳ δυνάμεις καὶ αὐτὸν δὴ τὸν πάντων ἄρχοντα καὶ τύραννον τοῦ αἰῶνος τούτου τῇ ἐνθέῳ αὐτοῦ δυνάμει καθαιρεῖν.

9

.

8

.

1

Ἀπὸ τοῦ Ἡσαΐου. «Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλών, ἡ γῆ Νεφθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοι‐
κοῦντες, καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε φῶς μέγα· καὶ τοῖς κατοικοῦσιν ἐν χώρᾳ422
5καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ’ ὑμᾶς. τὸ πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου, καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφ〈ρ〉αινόμενοι ἐν ἀμητῷ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα. διότι ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ ἐπ’ αὐτῶν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέ‐
10δασεν κύριος, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. ὅτι πᾶσαν στολὴν ἐπι‐ συνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν, καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι. ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, ἄρχων εἰρήνης,
15ἐξουσιαστής, θεὸς ἰσχυρός, πατὴρ τοῦ μέλλοντος αἰῶνος.»

9

.

8

.

2

Πρὸς ἅπασι τοῖς ἄλλοις ἐπληροῦτο καὶ ταῦτα ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ὅτε κατὰ τὸν θαυ‐ μαστὸν εὐαγγελιστὴν «ἀκούσας ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. καὶ καταλιπὼν τὴν Ναζαρέθ, ἐλθὼν κατῴκησεν
5εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθα‐ λείμ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος, γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδεν μέγα, καὶ τοῖς κατοικοῦσιν ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐ‐
10τοῖς. ἀπὸ τότε» γοῦν «ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν», ὅτι «ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.

9

.

8

.

3

παράγων δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν καλούμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς, καὶ λέγει αὐτοῖς, δεῦτε ὀπίσω μου, καὶ
5ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.

9

.

8

.

4

οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα
5αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς· οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.

9

.

8

.

5

καὶ περιῆγεν ὁ Ἰησοῦς ὅλην τὴν Γαλιλαίαν, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συ‐
5ρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, κοικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, δαιμονιζομένους καὶ σεληνιαζομέ‐ νους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς· καὶ ἠκολούθησαν
αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας.»423

9

.

8

.

6

Ὅλα δὲ ταῦτα ἐκτέθειμαι τῆς προφητείας ἕνεκεν, τῇ Γαλιλαίᾳ μέγα φῶς ἔσεσθαι ἐπαγγελ〈λ〉ομένης τῇ τε χώρᾳ Ζαβουλὼν καὶ Νεφθαλείμ, οὐδετέρᾳ τυγχανούσῃ τῆς Γαλιλαίας τῶν ἐθνῶν. διὰ τί δὲ ἐπὶ τῆς Γαλιλαίας τῶν ἐθνῶν τὰς πλείστα ἐποιήσατο διατριβὰς 〈ἢ〉
5τῆς ἁπάντων τῶν ἐθνῶν κλήσεως προοίμια καταβαλλόμενος; ἐντεῦθεν γοῦν ὁρμωμένους τοὺς αὐτοῦ μαθητὰς ἀνακέκλητο.

9

.

8

.

7

διὸ μετὰ βραχέα τοῦ εὐαγγελίου εὑρήσεις ἀπὸ τῆς Γαλιλαίας τὸν Ματθαῖον κεκλη‐ μένον, καὶ ἐν ἑτέρῳ δὲ πάλιν τὸν Λευίν. καὶ ὁ Φίλιππος δὲ κατὰ τὸν Ἰωάννην «ἀπὸ Βηθσαϊδᾶ» ὡρμᾶτο «ἐκ τῆς πόλεως Ἀνδρέου καὶ
5Πέτρου»· καὶ αὕτη δὲ τῆς Γαλιλαίας ἦν. ἀλλὰ καὶ παρ’ αὐτῷ τῷ εὐαγγελιστῇ «γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας», ἔνθα παραδόξως ὁ κύριος τὸν ἐξ ὕδατος οἶνον μετασκευάσας «ἀρχὴν» αὐτόθι «τῶν σημείων» ἐποιήσατο, ὅτε «καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπί‐ στευσαν οἱ μαθηταί».

9

.

8

.

8

θέα δὲ εἰ μὴ αὐτὸ τοῦτο πρῶτον τοῦ σω‐ τῆρος ἡμῶν θαῦμα ἐν Κανᾷ τῆς Γαλιλαίας γενόμενον ἐπὶ τῆς τοῦ οἴνου μεταβολῆς θεσπίζων ἐν ἀρχῇ τῆς προφητείας παρίστησιν ὁ παρὼν λόγος, φάσκων· «τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβου‐
5λὼν καὶ γῆ Νεφθαλείμ, Γαλιλαία τῶν ἐθνῶν».

9

.

8

.

9

εἰ δὲ σύμβολον ἦν τὸ παράδοξον μυστικωτέρου κράματος, μεταβληθέντος ἐκ τῆς σω‐ ματικωτέρας ἐπὶ τὴν νοερὰν καὶ πνευματικὴν εὐφροσύνην τοῦ πιστι‐ κοῦ τῆς καινῆς διαθήκης κράματος, ὅρα μήποτε καὶ τοῦτο τοῖς περὶ
5τῆς Γαλιλαίας δηλουμένοις ἀκολούθως ᾐνίττετο, θεσπίζων ὡς ἄρα μελλήσουσιν ἐπὶ τῇ Χριστοῦ παρουσίᾳ πρώτιστοι πάντων οἱ τὴν Ζαβουλὼν καὶ Νεφθαλεὶμ οἰκοῦντες, ἀλλ’ οὐχ οἱ τὴν Ἰουδαίαν καὶ τὴν Ἱερουσαλήμ, τοῦ πόματος τοῦ εὐαγγελικοῦ κηρύγματος μεταλή‐ ψεσθαι.

9

.

8

.

10

Αἰτίαν δὲ τούτοις τῆς εὐφροσύνης φησὶ γενέσθαι τὴν τοῦ μεγάλου φωτὸς ἔκλαμψιν, οἳ πρὸ τῆς παρουσίας ἐν σκότει καθεζό‐ μενοι «ἐν χώρᾳ καὶ σκιᾷ θανάτου» διῆγον· ἀνατεταλκότος δὲ αὐτοῖς τοῦ σωτηρίου φωτός, τοῦτον «εὐφρανθήσονται» τὸν τρόπον, ὡς «οἱ
5εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα».

9

.

8

.

11

καὶ ταῦτα δὲ ἔργῳ ἐπληροῦτο, ὅτε τοὺς ἀποστόλους ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἀπὸ τῆς Γαλιλαίας προσκαλεσάμενος, τὰ παράδοξα τῶν ἔργων καὶ τὴν διδασκαλίαν αὐτοῖς ἐπεδείκνυτο.

9

.

8

.

12

εὐφρανθήσεσθαι δὲ αὐτοὺς ἐναντίον αὐτοῦ ἡ προφητεία θεσπίζει δίκην τῶν εὐφραι‐
νομένων «ἐν ἀμητῷ». ποίῳ δὲ τούτῳ ἢ περὶ οὗ διδάσκων αὐτὸς ἔλεγεν· «ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τὰς χώρας, ὅτι424
5λευκαί εἰσι πρὸς θερισμὸν ἤδη». ἐδήλου δὲ διὰ τούτων τὴν τῶν ἐθνῶν ἐπισυναγωγήν. περὶ τῶν αὐτῶν δὲ εἴρηται ὅτι «εὐφρανθή‐ σονται ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα».

9

.

8

.

13

διελόμενοι γοῦν εἰς ἀλλήλους τὰς χώρας τῶν ἐθνῶν καὶ τὴν ὑφ’ ἥλιον πᾶσαν οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί τε καὶ εὐαγγελισταὶ μυρίους ὅσους ἐσκύλευσαν ἄρχοντας τοῦ αἰῶνος τούτου τοὺς πρότερον τῶν ἐθνῶν κρατοῦντας.
5οὐ μὴν ἀλλὰ καὶ ἄλλο αἴτιον τοῦ εὐφρανθήσεσθαι αὐτούς φησιν, τὸ ἦρθαι ἀπ’ αὐτῶν τὸν σωματικὸν τοῦ νόμου ζυγὸν τὸν πάλαι πρό‐ τερον ἐπικείμενον αὐτοῖς, ὃν οὔτε αὐτοὶ οὔτε οἱ πατέρες αὐτῶν ἠδυνή‐ θησαν βαστάσαι.

9

.

8

.

14

οὐ μόνον δὲ ὁ ζυγὸς ἀφῄρηται αὐτῶν, ἀλλὰ καὶ ἡ ῥάβδος τῶν ἀπαιτούντων, ἡ πρότερον «ἐπὶ τοῦ τραχήλου αὐτῶν» ἐπικειμένη. δηλοῖ δὲ τοὺς ἀπαιτοῦντας, ἐν ἑτέρῳ λέγων· «λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν
5ὑμῶν».

9

.

8

.

15

ἀλλ’ οὗτοι μὲν οἱ ἀπὸ τῆς Ζαβουλὼν καὶ Νεφθαλεὶμ τὸ μέγα φῶς τεθεαμένοι εὐφρανθήσονται διὰ τὰ προειρημένα, οἱ δὲ πάλαι ἀπαιτοῦντες αὐτοὺς ἐκπραχθήσονται μέχρι κοδράντου ἐσχάτου, «πᾶσάν» τε «στολὴν» καὶ πᾶν «ἱμάτιον» ἀποτίσαντες «πυρίκαυστοι» γενήσονται
5ἐν τῷ τῆς ἐκπράξεως καιρῷ.

9

.

8

.

16

καὶ ταῦτά γε πάντα φησὶν πείσεσθαι, διότι «παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν», ὁ τῆς «μεγάλης βουλῆς ἄγγελος». τίσιν δὲ «ἡμῖν» ἢ τοῖς εἰς αὐτὸν πεπιστευκόσι, καὶ πάσῃ δηλαδὴ τῇ Γαλιλαίᾳ τῶν ἐθνῶν, οἷς τὸ μέγα φῶς ἀνατέταλκεν;
5τί δὲ ἦν τοῦτο ἀλλ’ ἢ τὸ γεγεννημένον παιδίον καὶ ὁ παρὰ τοῦ θεοῦ δοθεὶς «υἱός», «μεγάλης βουλῆς ἄγγελος», καὶ «ἄρχων εἰρήνης», καὶ «ἐξουσιαστής», καὶ «θεὸς ἰσχυρός», καὶ «πατὴρ τοῦ μέλλοντος αἰῶνος» ὠνομασμένος; ταῦτα δὲ ἤδη φθάσαντες ἐπὶ μόνον ἀναφέρεσθαι τὸν σωτῆρα καὶ κύριον ἡμῶν κατὰ τὸν οἰκεῖον καιρὸν προαπεδείξαμεν.

9

.

9

.

1

Ἀπὸ Ψαλμοῦ ξζʹ. «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ θεός, αἱ πορεῖαι τοῦ θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ· προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων, ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραήλ. ἐκεῖ
5Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν,
ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλείμ.»425

9

.

9

.

2

Κἀνταῦθα τοὺς δηλουμένους ἄρχοντας Νεφθαλεὶμ οὐκ ἄλλους ἡγοῦμαι τῶν ἀποστόλων τυγχάνειν. ἐνθένδε γὰρ αὐτοὺς ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἀναλέλεκται κατὰ τὴν Ματθαίου παράθεσιν. τὴν εἰς ἀνθρώπους δὲ πορείαν καὶ τὴν ἔνσαρκον ἐπιδημίαν τοῦ θεοῦ
5λόγου θεσπίζουσα ἡ γραφή φησιν· «ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ θεός», καὶ τὰ ἑξῆς.

9

.

9

.

3

ταύτης δὲ τῆς ἐπιφανείας ὡσανεὶ πρόδρομοι γεγονότες οἱ πάλαι θεοφιλεῖς προφῆται, διὰ ψαλτηρίου καὶ χορῶν καὶ παντοίων πνευματικῶν ὀργάνων κηρύττοντες καὶ ἀνυμνοῦντες «προέφθασαν» «ἐν μέσῳ νεανίδων τυμπανιστριῶν».

9

.

9

.

4

πάντως γάρ που τῶν ἐκ περιτομῆς συναγωγῶν εἰς μέσον παριόντες οἱ θεῖοι προ‐ φῆται τὴν τοῦ Χριστοῦ προκατήγγελλον ἄφιξιν, οἱ δ’ αὐτοὶ τῷ θείῳ πνεύματι τοῖς τοῦ σωτῆρος ἡμῶν ἀποστόλοις προσεφώνουν λέγοντες·
5«ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραήλ». πηγαὶ δὲ Ἰσραὴλ οἱ λόγοι ἂν εἶεν οἱ τῷ Ἰσραὴλ παραδεδομένοι. «πρῶτοι γὰρ ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ», ὅθεν ἀντλοῦντας καὶ ἡμᾶς ἀρδεύειν δεήσει τὰς ἐκκλησίας τοῦ Χριστοῦ.

9

.

9

.

5

νεάνιδας δὲ καὶ τυμ‐ πανιστρίας τὰς πάλαι σωματικώτερον κατὰ τὸν Μωσέως νόμον βιού‐ σας ψυχὰς ᾐνίξατο, διὰ μὲν τὸ νεώτερον καὶ ἀτελὲς τοῦ φρονήματος νεάνιδας, διὰ δὲ τὸ περὶ σωματικὴν κατατρίβεσθαι θρησκείαν τυμ‐
5πανιστρίας αὐτὰς ἀποκαλέσας.

9

.

10

.

1

Ἀπὸ τοῦ Ἡσαΐου. «Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρι‐ σέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως.»

9

.

10

.

2

Καὶ ταύτην αὐτὸς ὁ κύριος ἡμῶν τὴν πρόρρησιν εἰς ἑαυτὸν ὁμολογεῖ πεπληρῶσθαι, ὅτε ἐλθὼν «εἰς τὴν Ναζαρέτ, οὗ ἦν ἀνατε‐ θραμμένος, εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββά‐ των εἰς τὴν συναγωγήν», ἀναστάντι δὲ αὐτῷ ἐπεδόθη Ἡσαΐας ὁ
5προφήτης, οὗ καὶ ἀναπτύξας τὴν βίβλον, ἀνέγνω τὸ ἐγγεγραμμένον, «πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτω‐ χοῖς, ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνά‐
βλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, καλέσαι ἐνιαυτὸν κυρίου δεκτόν.426

9

.

10

.

3

καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. ἤρ‐ ξατο δὲ λέγειν πρὸς αὐτούς, ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν».

9

.

10

.

4

ὁ μὲν οὖν σωτὴρ καὶ κύριος ἡμῶν διὰ ταύτης φαίνεται σαφῶς τῆς γραφῆς, διαφερόντως καὶ κρειττόνως παρὰ τοὺς πάλαι σωματικώτερον χριομένους ἱερέας, οὐκ ἐλαίῳ σκευαστῷ οὐδὲ ὑπὸ ἀνθρώπων ὁμοίως τοῖς ἄλλοις ἀλλ’ ἐνθέῳ πνεύματι αὐτοῦ δὴ
5τοῦ θεοῦ καὶ πατρὸς αὐτοῦ κεχρισμένος, παρ’ οὗ καὶ τῆς ἀγενήτου θεότητος μετασχὼν θεὸς καὶ κύριος πρὸς τῶν ἱερῶν ἀνηγόρευται γραφῶν.

9

.

10

.

5

ἀκολούθως δὲ τῇ μετὰ χεῖρας προφητείᾳ πτωχοῖς εὐαγγε‐ λιζόμενος εἰσάγεται παρὰ τῷ Ματθαίῳ, ὅτε «ἰδὼν τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐ‐ τοῦ, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων· μακάριοι
5οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν».

9

.

10

.

6

καὶ τυφλοῖς δὲ ἀνάβλεψιν παρεσχημένος οὐκ ὀλίγοις ἀναγέγραπται· οὐ μόνον γὰρ τοῖς τὰς ὄψεις τοῦ σώματος ἠφανισμένοις τὸ βλέπειν ἐδωρεῖτο, ἀλλά γε καὶ τοῖς πρότερον τυφλώττουσιν αἴτιος τῆς κατὰ νοῦν θεωρίας καὶ τῆς ἐπιγνώσεως τοῦ τῶν ὅλων θεοῦ γέγονεν.

9

.

10

.

7

καὶ ἄλλοις δὲ τοῖς οὖσι δεσμίοις καὶ ἀπηγμένοις αἰχμαλώτοις ὑπὸ τῆς ἀοράτου καὶ δαιμονικῆς δυνάμεως κακῶν τε σειραῖς πεπεδημένοις ἐλευθερίαν καὶ ἄνεσιν τῶν συνεχόντων ἐκήρυττεν, εἰ καὶ αὐτοὶ τῷ κηρύγματι πιστεύσαντες οἷα λυτρωτῇ καὶ σωτῆρι προσδράμοιεν αὐτῷ
5καὶ τοῖς αὐτοῦ πεισθεῖεν παραγγέλμασιν. καὶ τὰ λοιπὰ δὲ τοῦ λογίου κατὰ καιρὸν ἐν τοῖς περὶ τῶν ἐπαγγελιῶν ἐξετασθήσεται.

9

.

11

.

1

Ἀπὸ τοῦ Δευτερονομίου. «Προφήτην ἐκ τῶν ἀδελφῶν σου ἀναστήσει σοι κύριος ὁ θεός σου, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε. κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας λέγοντες, οὐ προσθήσομεν ἀκοῦσαι τῆς φωνῆς κυρίου
5τοῦ θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν· καὶ εἶπεν κύριος πρός με, ὀρθῶς πάντα ὅσα ἐλάλη‐ σαν, προφήτην ἐκ τῶν ἀδελφῶν αὐτῶν ἀναστήσω αὐτοῖς ὥσπερ σέ, καὶ δώσω τὸ ῥῆμά μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ’
ὅ τι ἂν ἐντείλωμαι αὐτῷ, καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ πάντα427
10ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.»

9

.

11

.

2

Ἐπίστησον, ὅτι μηδεὶς παρ’ Ἑβραίοις Μωσεῖ παραπλήσιος προ‐ φήτης ἐγήγερται, τουτέστιν νομοθέτης καὶ εὐσεβείας ἀνθρώποις εἰση‐ γητὴς ἢ μόνος ὁ ἡμέτερος σωτὴρ ὁ Χριστὸς τοῦ θεοῦ. πρὸς γοῦν τῷ τέλει τοῦ Δευτερονομίου λέγεται· «οὐκ ἀνέστη ἔτι προφήτης ἐν
5Ἰσραὴλ ὡς Μωσῆς»· καὶ μὴν μυρίοι προφῆται μετὰ τοῦτον γεγόνασιν, ἀλλ’ οὐχ ὡς αὐτός.

9

.

11

.

3

ὅλον δὲ τοῦτο ἡ τοῦ θεοῦ ὑπόσχεσις ἐπαγγέλλε‐ ται, ἕνα τινὰ (οὐχὶ δὲ πολλοὺς) καὶ ὅμοιον ἀναστήσειν αὐτῷ. δηλοῖ δὲ τοῦτον νομοθέτην καὶ εὐσεβείας ἀνθρώπων διδάσκαλον, οἷος μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ οὐδὲ ἄλλος ἀναδέ‐
5δεικται νομοθέτης ὁμοῦ καὶ προφήτης τοῦ τῶν ὅλων θεοῦ καὶ πα‐ τρὸς αὐτοῦ γενόμενος.

9

.

11

.

4

ἀλλ’ ὁ μὲν ἔθνους ἑνὸς ὁ Μωσῆς ἡγήσατο, καὶ κατάλληλα δὲ τούτῳ μόνῳ οὐχὶ δὲ καὶ ἄλλοις ἔθνεσιν νομοθετῶν ἀποδέδεικται· ὁ δέ γε Χριστὸς τοῦ θεοῦ, λαβὼν ἐπαγγελίαν παρὰ τοῦ πατρὸς τὴν «αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρο‐
5νομίαν σου», ὡς ἂν μὴ μόνον Ἰουδαίοις ἀλλὰ καὶ τῷ παντὶ τῶν ἀνθρώπων γένει καινὸς νομοθέτης εὐσεβείας ὑπὸ τοῦ πατρὸς κατα‐ στῆναι, τῇ πάντων τῶν ἐθνῶν κλήσει δυνατὴν καὶ ἁρμόδιον προ‐ βέβληται νομοθεσίαν.

9

.

11

.

5

θειοτέρᾳ γοῦν ἢ κατὰ Μωσέα δυνάμει κατὰ παντὸς τοῦ κόσμου τοὺς ἱεροὺς αὐτοῦ νόμους διὰ τῶν εὐαγγελιστῶν αὐτοῦ διετάξατο, μείζονι ἢ κατὰ ἄνθρωπον ἐξουσίᾳ νομοθετήσας, εἰπὼν ὅτι «ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐ φονεύσεις» «ἐγὼ
5δὲ λέγω ὑμῖν» μηδὲ ὀργίζεσθαι «εἰκῆ», καὶ τὰ τούτοις ἀκόλουθα, ὅσα δὴ ἐν ταῖς ἀναγράπτοις αὐτοῦ διδασκαλίαις ἐμφέρεται, ἐφ’ οἷς μαρ‐ τυρεῖ λέγων ὁ εὐαγγελιστὴς ὅτι «ἐξεπλήττοντο» πάντες «ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν».

9

.

11

.

6

Τὸν δὲ τρόπον τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας τε καὶ νο‐ μοθεσίας ἐν ἀρχαῖς τῆς παρούσης ὑποθέσεως διελθόντες, ὅτε τὸν χρι‐ στιανισμὸν ὅ τι ποτέ ἐστιν εἰς φανερὸν ἤγομεν, ἐπ’ ἐκεῖνα καὶ νῦν τοὺς ἐντυγχάνοντας παραπέμψομεν. ἐπιστῆσαι δὲ τῷ λόγῳ ἄξιον,
5δι’ ὃν ὁ κύριος ὑπισχνεῖται προφήτην ἀναστήσειν αὐτοῖς·

9

.

11

.

7

ἐπειδὴ γὰρ κεκελεύκει μὲν αὐτὸς τῷ Μωσεῖ ἁγνίσαι τὸν πάντα λαὸν ἐφ’
ἡμέραις τρισίν, ὡς ἂν γένοιντο θεαταὶ ὁμοῦ καὶ ἀκροαταὶ τῆς ἐνθέου ἐπιφανείας, οἱ δὲ ἐξησθένησαν πρὸς τὴν τοῦ θεοῦ χάριν, δι’ ὃ ἐν428
5ἀρχῇ γενόμενοι τῆς θεωρίας παρῃτοῦντο, λέγοντες τῷ Μωσεῖ «σὺ λάλει πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, ἵνα μὴ ἀποθά‐ νωμεν»· εἰκότως διὰ ταῦτα ἀποδέχεται μὲν αὐτοὺς ὁ κύριος τῆς εὐ‐ λαβείας, φησὶν δέ· «ὀρθῶς πάντα ὅσα ἐλάλησαν, προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ».

9

.

11

.

8

οὐκοῦν καὶ τὸ αἴτιον ἐδίδαξεν τοῦ δίκην προφήτου μέλλειν αὐτὸν τὴν εἰς ἀνθρώ‐ πους ἐπιφάνειαν ποιεῖσθαι· τοῦτο δ’ ἦν ἀσθένεια ἀνθρώπων καὶ τῆς κρείττονος θεωρίας παραίτησις.

9

.

11

.

9

ἔχεις τοιγαροῦν καὶ τὴν αἰτίαν τῆς ἐνανθρωπήσεως τοῦ θεσπιζομένου προφήτου. εἰκότως οὖν προσδο‐ κῶντες αὐτὸν οἱ ἐκ περιτομῆς ἐπυνθάνοντο τοῦ βαπτιστοῦ Ἰωάννου καὶ ἔλεγον· «ὁ προφήτης εἶ σύ;» ὁ δὲ ἔφη «οὔ». ἀλλ’ ὁ Ἰωάννης
5τἀληθὲς ὁμολογῶν οὐ τὸ προφήτης εἶναι ἠρνήσατο, ἦν γάρ, ἀλλὰ τὸ αὐτὸς εἶναι ὁ προφήτης ὁ πρὸς τοῦ Μωσέως δεδηλωμένος, ὅτι δὲ ἀπεσταλμένος εἴη ἔμπροσθεν τοῦ προφήτου ἐκείνου ἐδίδασκεν.

9

.

11

.

10

καὶ ἐπειδήπερ ὁ λόγος αὐτοῖς δὴ τοῖς ἐκ περιτομῆς ἀναστήσεσθαι τὸν προφήτην ἐθέσπιζεν, εἰκότως ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ἅτε δὴ αὐτὸς ὢν ὁ προκεκηρυγμένος, «οὐκ ἦλθον», φησίν, «εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». τοῖς δὲ ἀποστόλοις αὐτοῦ
5παρῄνει λέγων· «εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμα‐ ρειτῶν μὴ εἰσέλθητε, πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπο‐ λωλότα οἴκου Ἰσραήλ»,

9

.

11

.

11

σαφῶς διδάσκων, ὅτι δὴ αὐτοῖς προηγου‐ μένως ἀπέσταλτο τῇ προφητείᾳ ἀκολούθως. ἐπειδὴ δὲ οὐκ ἐδέξαντο τὴν χάριν, ἀπελέγχει μὲν αὐτούς, ἐν ἑτέροις λέγων· «διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος; ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων;» φησὶν δὲ
5πρὸς αὐτοὺς· «ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθή‐ σεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς».

9

.

11

.

12

καὶ τοῖς γε αὐτοῦ μαθηταῖς μετὰ τὴν ἐκείνων παραίτησιν προστάττει· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου». οὕτω δῆτα ἡμεῖς μέν, τὰ ἔθνη, τὸν προαναφωνηθέντα καὶ πρὸς τοῦ πατρὸς ἀπεσταλ‐
5μένον προφήτην, ἅτε νομοθέτην ἅπασι γενόμενον ἀνθρώποις τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας, διὰ τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας ἔγνωμεν καὶ κατεδεξάμεθα, πληρουμένης κατὰ τὸ αὐτὸ καὶ ἑτέρας προρρήσεως, δι’ ἧς εἴρηται· «κατάστησον, κύριε, νομοθέ‐ την αὐτοῖς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν».

9

.

11

.

13

τὸ δὲ Ἰουδαίων ἔθνος, μὴ παραδεξάμενον τὸν προφητευόμενον, δίκην ἔτισεν τὴν ἀξίαν κατὰ τὴν θείαν πρόρρησιν φήσασαν· «καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ πάντα ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐν τῷ ὀνόματί μου, ἐγὼ
429
5ἐκδικήσω ἐξ αὐτοῦ».

9

.

11

.

14

ἐκδεδίκηται γοῦν ἐκ τοῦ λαοῦ ἐκείνου «πᾶν αἷμα» ἐκχυθὲν «ἐπὶ τῆς γῆς ἀπὸ αἵματος Ἄβελ» «ἕως αἵματος Ζαχα‐ ρίου», καὶ αὐτοῦ γε ἐπὶ πᾶσι τοῦ Χριστοῦ, οὗ τὸ αἷμα καθ’ ἑαυτῶν ἐξαιτησάμενοι καὶ κατὰ τῶν ἰδίων παίδων, εἰσέτι νῦν τῆς τολμηθεί‐
5σης αὐτοῖς ἀσεβείας τὴν τιμωρίαν ὑπέχουσιν.

9

.

12

.

1

Ἀπὸ τοῦ Ἰώβ. «Ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει, ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους.»

9

.

12

.

2

Καὶ ταῦτα μόνῳ τῷ σωτῆρι καὶ κυρίῳ ἡμῶν, ὡς ἂν θεοῦ λόγῳ δημιουργῷ τῶν ὅλων τυγχάνοντι, ἁρμόζοι ἄν· μόνος γοῦν τῶν πώ‐ ποτε κατὰ τοὺς τῆς ἐνανθρωπήσεως χρόνους, σῶμα καὶ σχῆμα ἀν‐ θρώπινον ἀναλαβών, ἐπὶ τῆς θαλάσσης περιπατῆσαι λέγεται, ὅτι
5τοὺς ἑαυτοῦ «μαθητὰς ἠνάγκασεν ἐμβῆναι εἰς πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ αὐτὸς ἀπολύσῃ τοὺς ὄχλους. καὶ ἀπο‐ λύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ’ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. τὸ δὲ πλοῖον ἤδη ἦν ἐν μέσῳ τῆς θα‐ λάσσης». «ἰδόντες» δὲ «αὐτὸν ἐπὶ τῆς θαλάσσης ἐταράχθησαν, λέγοντες
10ὅτι φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. εὐθέως δὲ ἐλάλησεν αὐτοῖς λέγων, θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε».

9

.

12

.

3

ἄλλως δὲ οὐκ ἂν γένοιτο ἀξιοπρεπῆ θεολογίαν δοκεῖν περιέχειν, εἰ ἐπὶ τοῦ ἀνωτάτω θεοῦ καὶ πατρὸς τῶν ὅλων ἐκλαμβάνοι τις τὸ λόγιον.

9

.

12

.

4

τί γὰρ ἔχει σεμνὸν καὶ ἀξιόλογον ἐπὶ τοῦ θεοῦ τῶν ὅλων περιπατεῖν λέγεσθαι ἐπὶ τῆς θαλάσσης; πῶς δὲ καὶ νοηθείη 〈ἂν〉 περίπατος ἐπὶ τῆς θαλάσ‐ σης τοῦ τὰ πάντα περιέχοντος καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν πλη‐
5ροῦντος καὶ μονονουχὶ λέγοντος· «ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου» καὶ «τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος»; ὁ δέ γε σωτὴρ καὶ κύριος ἡμῶν «ἑαυτὸν κε‐ νώσας καὶ μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρω‐
πος» δεῖγμα τῆς λανθανούσης τοὺς πολλοὺς ἐνθέου δυνάμεως αὐτοῦ430
10παρέχων ὁρᾶν τοῖς ἑαυτοῦ μαθηταῖς, καὶ τοῖς θαλαττίοις ἐπιβαίνων κύμασιν καὶ τῷ κλύδωνι καὶ τοῖς ἀνέμοις ἐπιτιμῶν ἀναγέγραπται, ὅτε καὶ οἱ ὁρῶντες ἐξεπλήττοντο λέγοντες· «ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν;» ἦν δὲ καὶ τοῦτο ἄλλου τινὸς μείζονος σύμβολον, νοουμένης ἑτέρας θαλάσσης, ἐν ᾗ
15λέγεται δράκων τις εἶναι «πεποιημένος ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων» τοῦ θεοῦ, ἐφ’ ἣν καὶ αὐτὴν ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐμπεριπατήσας, τὴν κεφαλὴν τοῦ αὐτόθι δράκοντος καὶ τῶν λοιπῶν τῶν ὑποβεβηκότων δρακόντων λέγεται συντετριφέναι κατὰ τὸ «σὺ συνέθλασας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος», καὶ «σὺ
20συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος», σαφῶς ἑτέρας νοουμένης θαλάσσης, περὶ ἧς αὐτὸς πάλιν ἐν ψαλμῷ φησιν· «ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης»,

9

.

12

.

5

καὶ πρὸς τὸν Ἰώβ, τὰ περὶ ἑαυτοῦ διεξιών, «ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοί‐ γονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;» εἰκότως οὖν κἀν τῷ καθ’ ἡμᾶς βίῳ ἐπιβὰς τῇ θαλάττῃ,
5καὶ τοῖς ἀνέμοις ἐπιτιμήσας καὶ τῷ κλύδωνι, τὰ σύμβολα τῶν ἀπορ‐ ρητοτέρων ἐπιτελεῖ.

9

.

13

.

1

Ἀπὸ τοῦ Ἡσαΐου. «Ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν,
5καὶ ὦτα κωφῶν ἀκούσονται, τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων.»

9

.

13

.

2

Καὶ τούτων ἔχεις ἐν τοῖς εὐαγγελίοις τὰ ἀποτελέσματα, τοῦτο μὲν ὁπηνίκα τῷ σωτῆρι καὶ κυρίῳ ἡμῶν προσέφερον «παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον», ὃν καὶ ὑγιῆ λόγῳ κατεστήσατο, τοῦτο δὲ ὅτε μυρίοι τυφλοὶ καὶ δαιμονιῶντες, ἔτι μὴν διαφόροις νόσοις καὶ μαλα‐
5κίαις καταπονούμενοι, πρὸς τῆς αὐτοῦ σωτηρίου δυνάμεως τῶν πα‐ θῶν ἀπηλλάττοντο·

9

.

13

.

3

οὐ μὴν ἀλλὰ καὶ δι’ ὧν εἰσέτι νῦν καθ’ ὅλης τῆς οἰκουμένης μυρία πλήθη, πολυτρόποις κακίας εἴδεσιν δεδεμένα ἀγνωσίας τε τοῦ ἐπὶ πάντων θεοῦ τὰς ψυχὰς πεπληρωμένα, θαυμα‐
σίως καὶ ὑπὲρ πάντα λόγον τοῖς τῆς διδασκαλίας αὐτοῦ φαρμάκοις431
5ἰᾶται καὶ θεραπεύει. πλὴν ὅτι καὶ θεὸς ἐν τούτοις ἀνηγόρευται, κατὰ καιρὸν ὡς ἂν τοιαῦτα ἐνεργῶν, ἤδη πρότερον ἡμῖν ἐν ταῖς περὶ τῆς θεότητος αὐτοῦ μαρτυρίαις ἀποδέδεικται.

9

.

13

.

4

καὶ ἔπρεπέν γε νῦν γοῦν εἰ καὶ ἄλλοτε θεὸν αὐτὸν ὁμολογεῖσθαι, ὅτε καὶ ἔργα θείας καὶ ὡς ἀληθῶς ἐνθέου δυνάμεως ἐπεδείκνυτο· θεοῦ γὰρ μόνου ἦν καὶ οὐδὲ ἄλλου ῥωννύναι μὲν παρειμένους, ζωογονεῖν δὲ νεκρούς,
5σωτηρίαν τε ἀσθενοῦσιν παρέχειν, ἀνοίγειν τε ὀφθαλμοὺς τυφλῶν καὶ κωφῶν ὡσαύτως ἀκοὰς ἰᾶσθαι, χωλούς τε ἀνορθοῦν, καὶ τοὺς τὴν γλῶτταν δεδεμένους εὐλάλους ἀποκαθιστᾶν, ἅπερ ἅπαντα ὑπὸ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πέπρακται οἷα ὑπὸ θεοῦ, καὶ με‐ μαρτύρηταί γε ὑπὸ πλειόνων τῶν καθ’ ὅλης τῆς οἰκουμένης κηρυ‐
10ξάντων αὐτόν.

9

.

13

.

5

ὧν τὸ ἄπλαστον καὶ ἀληθὲς τῆς μαρτυρίας πιστοῦ‐ ται ἡ διὰ βασάνων πεῖρα καὶ ἡ μέχρι θανάτου ἔνστασις, ἣν ἐπὶ βα‐ σιλέων ἀρχόντων τε καὶ ἡγεμόνων καὶ ὅλων ἐθνῶν ἐνεδείξαντο, τοῖς ὑπ’ αὐτῶν κηρυττομένοις ἀλήθειαν ἐπιμαρτυρήσαντες.

9

.

13

.

6

τούτοις δὲ αὐτοῖς ἡγοῦμαι, τοῖς εὐαγγελισταῖς αὐτοῦ καὶ ἀποστόλοις, ἐπιφωνεῖν τὸ πνεῦμα τὸ προφητικὸν τὰ ἀπὸ τοῦ «ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα». ἐπεὶ γὰρ τὰς χεῖρας καὶ τὰς πρακτικὰς
5δυνάμεις οὗτοι τάς τε βάσεις καὶ τὴν πορείαν ἀπὸ τῆς μακρᾶς πε‐ ριόδου τῆς κατὰ τὸν Μωσέως νόμον λατρείας παρείθησαν, διεγείρων αὐτοὺς ἐπὶ τὴν κατὰ τὸ εὐαγγέλιον πολιτείαν, «ἰσχύσατε», φησίν, «χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα», εἰς ἑτοιμασίαν δηλαδὴ τοῦ κατὰ τὸ εὐαγγέλιον δρόμου.

9

.

13

.

7

«ἰσχύσατε» δὲ καὶ εἰς τὸ παρακαλεῖν ἑτέρους καὶ παρορμᾶν ἔχεσθαι τῆς εὐαγγελικῆς σωτηρίας, ὑμεῖς οἱ τὸ πρὶν «ὀλιγόψυχοι», καὶ μή τις ὑμᾶς αἱρείτω φόβος τῶν ἔξωθεν ἀνθισταμένων τῷ εὐαγγελικῷ κηρύγματι, ἀλλὰ καὶ πρὸς τούτους
5«ἰσχύσατε» καὶ μὴ «φοβεῖσθε».

9

.

13

.

8

θεὸς γὰρ ἦν καὶ θεοῦ λόγος ἀλλ’ οὐ Μωσεῖ τις παραπλήσιος οὐδέ τις τοῖς προφήταις ὅμοιος, οὐ μόνον τῶν παραδόξων ποιητὴς θαυμάτων, ἀλλὰ καὶ ὑμῖν αὐτοῖς τῆς ἰσχύος γεγονὼς αἴτιος.

9

.

13

.

9

Πίστις δ’ ἂν γένοιτο ἐναργεστάτη τῆς τοῦ προφητευομένου σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως, δι’ ἧς ἀληθῶς χωλοὺς καὶ τυφλοὺς καὶ λεπροὺς καὶ παρειμένους ἰάσατό ποτε λόγῳ κατὰ τὰς περὶ αὐτοῦ
γραφάς, ἡ καὶ εἰσέτι νῦν ἐνεργουμένη πρὸς τῆς αὐτοῦ θεότητος καθ’432
5ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀρετή, δι’ ἧς αὐτοῖς ἔργοις ὁποῖός τις ἦν καὶ τότε τοῖς οἵοις τε συνορᾶν ἐπιδείκνυται, ὅτε καὶ ἐπὶ το‐ σούτοις μετὰ ταῦτα χρόνοις διαρκὴς καὶ ἀνίκητος καὶ ὡς ἀληθῶς θεοῦ λόγος ὁ πρὸς αὐτοῦ καταγγελθεὶς ἀποδείκνυται, πάντας ὑπερ‐ βαλλόμενος τοὺς ἀρχῆθεν καὶ μέχρι τοῦ νῦν τὴν διδασκαλίαν αὐτοῦ
10πολεμεῖν παρεσκευασμένους, ἐξ ἁπάσης τε τῆς οἰκουμένης ὑπαγόμενος ἑαυτῷ μυρία πλήθη, καὶ πάσης μὲν ἁμαρτίας καὶ τῶν κατὰ ψυχὴν παθῶν τε καὶ νοσημάτων τοὺς αὐτῷ προσιόντας ἀπαλλάσσων, ἐπὶ δὲ τὴν εὐσεβῆ διδασκαλίαν αὐτοῦ πᾶν γένος Ἑλλήνων καὶ βαρβάρων προσκαλούμενος, μυρίους τε ὅσους προσάγων ἐπὶ τὴν τοῦ μόνου καὶ
15ἀληθοῦς θεοῦ γνῶσιν ἐπί τε τὸν ὑγιῆ καὶ σώφρονα βίον, ὃς δὴ καὶ πρέπων εἴη ἂν ἐπαγγελίᾳ θρησκείας τοῦ ἐπὶ πάντων θεοῦ.

9

.

13

.

10

Οὗτος δὲ αὐτὸς ὁ θεὸς ἡμῶν, ἅτε τυγχάνων θεοῦ λόγος, «κρί‐ σιν», φησίν, «ἀνταποδίδωσιν καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς». κατὰ γὰρ τὸν ψαλμὸν φήσαντα «ὁ θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δός», καὶ κατὰ τὴν εὐαγγελικὴν διδασκαλίαν, δι’ ἧς εἴρηται
5«ὁ πατὴρ κρίνει οὐδένα ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ», παρὰ τοῦ πατρὸς τὴν τοῦ κρίνειν εἰληφὼς ἐξουσίαν, δικαιοσύνῃ κρί‐ νων, τῷ μὲν ἐκ περιτομῆς λαῷ τὴν προσήκουσαν τῶν εἰς αὐτόν τε καὶ τοὺς αὐτοῦ προφήτας τετολμημένων δίκην ἀποδέδωκεν, πάντας δὲ ἁπαξαπλῶς ἀνθρώπους τοὺς αὐτῷ προσιόντας ἐξ ἴσου κατὰ τὸ
10δίκαιον ἀνεσώσατο, ὧν τὰ ὦτα τῆς διανοίας καὶ τοὺς ὀφθαλμοὺς ἀνέῳξεν.

9

.

13

.

11

διὸ καὶ τὸν καιρὸν τῆς παρουσίας αὐτοῦ καιρὸν ἀντα‐ ποδόσεως ὁ θεῖος ἀποκαλεῖ λόγος, ἐν ἑτέροις φάσκων· «καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως».

9

.

13

.

12

οὗτος δὲ ἦν καιρὸς τῆς ἀνταποδόσεως, καθ’ ὃν «πᾶν αἷμα» ἐκχυθὲν «ἀπὸ αἵματος Ἄβελ» «ἕως αἵματος Ζαχαρίου», καὶ αὐτοῦ γε τοῦ τιμίου αἵματος Ἰησοῦ, ἐκδεδίκηται ἀπὸ τῆς γενεᾶς τῶν εἰς αὐτὸν πεπλημμεληκότων,
5ὡς ἐξ ἐκείνου τὸν ἔσχατον αὐτοὺς ὑπομεῖναι ὄλεθρον καὶ τὴν ἐσχά‐ την πολιορκίαν.

9

.

13

.

13

καὶ ἡ μὲν κατ’ ἐκείνους κρίσις τοιαύτην ἐποιή‐ σατο κατ’ αὐτῶν τὴν ἀνταπόδοσιν· διό φησιν ἡ προφητεία· «ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει». ἡ δὲ περὶ τῶν δι’ αὐτοῦ σωθησομένων ἑξῆς δηλοῦται διὰ τοῦ «αὐτὸς ἥξει καὶ σώ‐
5σει ἡμᾶς· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται», καὶ τὰ ἑξῆς.

9

.

13

.

14

ταύτην δὲ τὴν σωτήριον κρίσιν καὶ ἄλλη προφητεία ἐξοίσειν τὸν Χριστὸν ἐπαγγέλλεται, φάσκουσα· «ἰδοὺ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ, ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.»
433

9

.

13

.

15

διὸ καὶ περὶ τοῦ λόγου τῆς καινῆς διαθήκης εἴρηται· «ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν». κρί‐ σει γὰρ θείᾳ καὶ λόγοις ἡμῖν ἀρρήτοις καὶ τὰ τῆς κλήσεως τῶν εἰς
5αὐτὸν ἐπιστρεφόντων εἰκὸς αὐτὸν ἐνεργεῖν. ἀλλὰ καὶ τὴν θείαν διδάσκων ἡμᾶς κρίσιν, καὶ πάντα κεκριμένως ἡμᾶς πράττειν παιδεύων, «κρίσιν τοῖς ἔθνεσιν» ἐξοίσειν λέγεται.

9

.

14

.

1

Ἀπὸ τοῦ αὐτοῦ. «Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν, καὶ ἐρεῖ, μενῶ τὸν θεὸν τὸν ἀποστρέ‐ ψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ. ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. καὶ
5ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ κυρίου Σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. καὶ ἐὰν εἴπωσιν πρὸς ὑμᾶς, ζητήσατε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενο‐ λογοῦντας οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐκ ἔθνος πρὸς θεὸν αὐτοῦ; τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν
10ἔδωκεν.»

9

.

14

.

2

Ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ παραθεὶς ὁ ἀπόστολος τὴν φάσκουσαν λέξιν «ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός», ἐπεξεργάζεται περὶ τοῦ Χριστοῦ, λέγων· «ἐπεὶ οὖν τὰ παιδία κεκοι‐ νώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν
5αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου».

9

.

14

.

3

παῖδας δὲ αὐτοῦ ἐν τούτοις τοὺς ἀποστόλους ὀνομάζει, ἐφ’ ὧν «σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ» ποιήσειν τὸν κύριον Σαβαώθ, τὸν κατοικοῦντα «ἐν τῷ ὄρει Σιών», διδάσκει, τούτους δὲ αὐτοὺς φανεροὺς ἔσεσθαι συνήθως ἡμῖν τὰ πρόσωπα σφραγιζομένους
5τῇ τοῦ Χριστοῦ σφραγῖδι, παιδευομένους τε μηκέτι τὸν Μωσέως νό‐ μον μανθάνειν, τῷ μηκέτι συνεστάναι αὐτὸν καὶ τῷ τὸν καλούμενον οἶκον Ἰακὼβ καταλελεῖφθαι ὑπὸ τοῦ θεοῦ.

9

.

14

.

4

ἀσαφῶς δὲ παρὰ τοῖς
ἑβδομήκοντα εἰρημένου «τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν, καὶ ἐρεῖ, μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ πεποιθὼς ἔσομαι ἐπ’434
5αὐτῷ», σαφέστερον ὁ Σύμμαχος ἐξέδωκεν, εἰπών· «δῆσον μαρτύριον, σφράγισον νόμον ἐν τοῖς διατάγμασίν μου, καὶ προσδοκήσω τὸν κύριον τὸν κρύβοντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ ἀνα‐ μενῶ αὐτὸν»,

9

.

14

.

5

καὶ ὁ Ἀκύλας δὲ τοῦτον καὶ αὐτὸς ἐξέδωκεν τὸν τρόπον· «ἔνδησον μαρτύριον, σφράγισον νόμον ἐν διδακτοῖς μου, καὶ προσδέξομαι τὸν θεὸν τὸν ἀποκρύβοντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ ὑπομενῶ αὐτόν». ταῦτα δ’ οὖν οἱ τοῦ σω‐
5τῆρος ἡμῶν ἀπόστολοι διδάσκονται ποιεῖν. οἷς ἑξῆς ἐπιλέγει· «ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός. καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ κυρίου Σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών».

9

.

14

.

6

κατοικήσας δὲ ὁ κύριος Σαβαώθ, ὁ τοῦ θεοῦ λόγος, ἐν ᾧ ἀνείληφεν ἀνθρώπῳ, καὶ τὰς διατριβὰς πεποιημένος «ἐν τῷ ὄρει Σιών», σημεῖά τε καὶ τέρατα διαπραξάμενος, ὁμοῦ τοῖς αὐτοῦ μαθηταῖς καὶ πᾶσι τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἐξ ἁπάντων τῶν πρὶν εἰδωλολα‐
5τρῶν παρακελεύεται μηκέτι δεδιέναι κατὰ μηδένα τρόπον τὴν δεισι‐ δαίμονα πλάνην· ἀλλ’ εἰ καὶ παρασαλεύοιεν αὐτοὺς ἢ καὶ ἀναγκάζοιεν οἱ ἐξ ἐθνῶν εἰδωλολάτραι ζητεῖν «τοὺς ἐγγαστριμύθους» καὶ τὰ τῶν δαιμόνων μαντεῖα ὡς θαυμάσια καὶ κατ’ οὐδὲν λείποντα τῆς τῶν θείων καὶ θεοφιλῶν ἀνδρῶν προφητικῆς διαίτης, αὐτοὺς δεῖν ἀπο‐
10κρίνεσθαι καὶ λέγειν διδάσκει· «τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν δέδωκεν», καὶ τὰ τούτοις ἀκόλουθα·

9

.

14

.

7

τοὺς γὰρ ἅπαξ νόμον εἰληφότας καὶ σωτηρίους ἐντολὰς ἐπὶ βοηθείᾳ καὶ θεραπείᾳ τοῦ ἰδίου βίου περιττὸν μαντείας πολυπραγμονεῖν διὰ τῆς δαιμονικῆς ἀπάτης ἐνεργουμένας.

9

.

15

.

1

Ἀπὸ τοῦ αὐτοῦ. «Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐ κεκράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον
5καπνιζόμενον οὐ σβέσει, ἀλλ’ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν
οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐ‐435
10τήν. ἐγὼ κύριος ὁ θεός σου ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.»

9

.

15

.

2

Καὶ ταύτης ὁ εὐαγγελιστὴς μνημονεύει τῆς λέξεως, ὅτε «ἐξελ‐ θόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον» κατὰ τοῦ σωτῆρος ἡμῶν, «ὅπως αὐτὸν ἀπολέσωσιν», ἐπειδὴ τοῖς σάββασιν τοὺς κάμνοντας ἐθεράπευεν. τὸ τηνικαῦτα γάρ, ὥς φησιν, «γνοὺς» ὁ Ἰησοῦς τὴν κατ’
5αὐτοῦ συσκευὴν «ἀνεχώρησεν ἐκεῖθεν, καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν.»

9

.

15

.

3

οἷς ἐπιφέρει λέγων· καὶ ταῦτα πάντα γέγονεν (τουτέστιν τὸ ἀναχωρεῖν αὐτὸν καὶ τὸ ἐκκλίνειν τοὺς ἐπιβούλους καὶ τὸ λανθάνειν σπουδάζειν ἐν οἷς ἔπραξεν παραδόξοις καὶ τὸ παρεγγυᾶν τοῖς θεραπευομένοις μὴ φανερὸν αὐτὸν ποιεῖν),
5«ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος, ἰδοὺ ὁ παῖς μου, εἰς ὃν εὐδόκησα, ὁ ἀγαπητός μου, ὃν ᾑρέτισεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ’ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσεταί τις ἐν ταῖς πλατείαις τὴν φω‐ νὴν αὐτοῦ. κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφό‐
10μενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.»

9

.

15

.

4

τήρει δὲ ἐπιμελῶς, τίνα τρόπον ὁ Ματθαῖος, εἰπὼν «ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, ἐν ᾧ εὐδόκησεν ἡ ψυχή μου», οὔτε τοῦ Ἰακὼβ οὔτε τοῦ Ἰσραὴλ ἐμνήσθη. οὐ γὰρ εἶπεν «Ἰακὼβ ὁ παῖς μου», «Ἰσραὴλ ὁ ἐκλεκτός μου»,
5ἀορίστως δὲ ἐξήνεγκεν, εἰπών· «ἰδοὺ ὁ παῖς μου» καὶ «ὁ ἀγαπητός μου».

9

.

15

.

5

ὅθεν, ὡς μηδὲ ἐν τῷ Ἑβραϊκῷ τῆς προφητείας κειμένης, παρὰ μὲν τοῖς ἑβδομήκοντα ὠβέλισται τὸ τοῦ Ἰακὼβ καὶ τὸ τοῦ Ἰσραὴλ ὄνομα, καὶ παρὰ τοῖς λοιποῖς δὲ ἑρμηνευταῖς παρασεσιώπηται, ἐπεὶ μηδὲ ἐν τῷ Ἑβραϊκῷ φέρεται.

9

.

15

.

6

ἔνθεν εἰκότως οὐδὲ παρὰ τῷ εὐαγγελιστῇ εἴρηται, Ἑβραίῳ ὄντι καὶ ἀκολούθως τῇ Ἑβραίων γραφῇ τὴν προφητείαν ἐκθεμένῳ. τοιγαροῦν οὐδὲ κατὰ διάνοιαν τῷ ἐκ περιτομῆς λαῷ τὰ θεσπιζόμενα ἁρμόζει, μόνῳ δὲ τῷ Χριστῷ τοῦ
5θεοῦ, μαρτυρουμένῳ ὑπὸ τῆς ἐναργείας καὶ τῆς τῶν πραγμάτων ἐκ‐ βάσεως. μόνος γὰρ οὗτος τὴν μέλλουσαν «κρίσιν τοῖς ἔθνεσιν» προε‐ κήρυξεν, ἡσυχῆ τῷ βίῳ τῶν ἀνθρώπων ἐπιδημήσας, καὶ κρίσιν ἐπὶ τῆς γῆς θέμενος· καὶ οὐ μόνον «κάλαμον συντετριμμένον οὐ κατέ‐ αξεν», ἀλλά, εἰ ἔστιν εἰπεῖν, συνέδησεν, ἀνορθώσας καὶ ἰσχυροὺς436
10ἀπεργασάμενος τοὺς ἀσθενεῖς καὶ «τοὺς συντετριμμένους τὴν καρδίαν».

9

.

15

.

7

ὥσπερ δὲ τοὺς ἀσθενεῖς καὶ σαθροὺς καὶ τῆς αὐτοῦ θεραπείας δεο‐ μένους οὐ παρεώρα, οὐδὲ μετανοοῦντας κατακρίνων συνέτριβεν, οὕτως οὐδὲ τοὺς τοῖς κακοῖς ἐπιμένοντας καὶ ὑπὸ τῶν παθῶν τυφομένους ἐσβέννυεν κωλύων παρὰ τὴν αὐτῶν προαίρεσιν ἐνεργεῖν, οὐδὲ μὴν
5παρὰ καιρὸν ἐτιμωρεῖτό τινα τούτων, τὴν κατ’ ἀξίαν αὐτῶν κόλασιν εἰς τὸν τῆς καθόλου κρίσεως καιρὸν ὑπερτιθέμενος.

9

.

15

.

8

διὸ λέλεκται· «καὶ λίνον τυφόμενον οὐ σβέσει». Ἄντικρυς δὲ πέρας εἴληφεν τὸ «καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν»· ἐπὶ μόνῳ γοῦν τῷ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ
5ὀνόματι ἤλπισεν τὰ Χριστιανῶν ἔθνη, τὴν ἐπωνυμίαν αὐτοῦ, ὡς πατρὸς ἧς παρειλήφασιν εὐσεβείας, ἐπιγραφόμενα.

9

.

15

.

9

καὶ γὰρ «εἰς φῶς» οὐκ ἄλλοις ἢ τοῖς ἔθνεσιν δεδόσθαι προπεφώνηται, δι’ αὐτοῦ τε τῇ προρρήσει ἀκολούθως ὀφθαλμοὶ τυφλῶν τῶν πάλαι τὴν διάνοιαν πεπηρωμένων (καὶ οὐ μόνον 〈τούτων〉 ἀλλὰ καὶ τῶν αὐτὸ τὸ σῶμα
5ἠφανισμένων) 〈ἠνεῴχθησαν〉, καὶ οἱ δεσμοῖς δὲ καὶ σειραῖς ἁμαρτιῶν 〈δεδεμένοι καὶ〉 ἐν σκότει καὶ ἀγνοίᾳ τῆς ἀληθοῦς εὐσεβείας τὸ πρὶν κεκαλινδημένοι, δι’ αὐτοῦ τῶν ἁμαρτιῶν λυθέντες, τοῦ φωτὸς τῆς γνώσεως καὶ τῆς παρὰ τῷ θεῷ ἐλευθερίας ἠξίωνται.

9

.

15

.

10

καὶ σὺ δὲ ἐπὶ σχολῆς τοῖς ἀποδεδομένοις ἀκολούθως βασανίσας τὴν λέξιν, ἐπὶ μόνῳ ἂν εὕροις τῷ κυρίῳ καὶ σωτῆρι ἡμῶν ἕκαστον ἀκριβῶς τῶν δι’ αὐτῆς δηλουμένων πεπληρωμένον.

9

.

16

.

1

Ἀπὸ τοῦ αὐτοῦ. «Εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρό‐ νου ὑψηλοῦ καὶ ἐπηρμένου», «καὶ Σεραφεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ». εἶθ’ ὑποβάς φησιν· «καὶ ἤκουσα τῆς φωνῆς κυρίου λέγοντος, τίνα
ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδοὺ437
5ἐγώ εἰμι, ἀπόστειλόν με. καὶ εἶπεν, πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἧ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκά〈μ〉‐ μυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ
10τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.»

9

.

16

.

2

Ἔχεις καὶ τούτων τὸ ἀποτέλεσμα ἐπὶ τοῦ σωτῆρος ἡμῶν, κατὰ μὲν τὸν Ἰωάννην φήσαντα· «τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευσαν εἰς αὐτόν, ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν· κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;
5καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν· εἶπεν γὰρ πάλιν Ἡσαΐας· τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλ‐ μοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλ‐ μοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ ἐπιστρέψωσιν, καὶ ἰάσωμαι αὐτούς.

9

.

16

.

3

ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ», κατὰ δὲ τὸν Ματθαῖον, ὅτε «προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ· διὰ τί ἐν παραβολαῖς αὐτοῖς λαλεῖς; ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ
5οὐ δέδοται», «διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ ἀκούωσιν, μή ποτε ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.

9

.

16

.

4

τότε ἐπληρώθη ἐπ’ αὐτοῖς ἡ προφητεία Ἡσαΐου ἡ λέγουσα· πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε», καὶ τὰ τούτοις ἑξῆς. ἐπιτήρει δὲ τίνα τρόπον ὁ Ἰω‐ άννης ἐπάγει, λέγων· «ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδεν τὴν δόξαν αὐ‐
5τοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ», ὡς τὸν Χριστὸν ἑωρακότος καὶ τὴν Χριστοῦ δόξαν τοῦ προφήτου κατὰ τὴν ὀπτασίαν, ἐν ᾗ ἔφησεν· «εἶδον τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρ‐ μένου», καὶ τὰ ἑξῆς.

9

.

16

.

5

Τίς δ’ οὐκ ἂν ἐκπλαγείη τὴν πρόρρησιν, ἐναργῶς οὕτως εἰσέτι νῦν ὁρῶν τῶν ἐκ περιτομῆς τὴν εἰς Χριστὸν ἀπιστίαν; καὶ πάλαι μὲν γὰρ ἐνανθρωποῦντα καὶ παραδοξοποιοῦντα ἐν αὐτοῖς ὁρῶντες αὐτόν, ὀφθαλμοῖς ψυχῆς καὶ διανοίας ὄμμασιν οὐκ ἐθεῶντο, οὐδέ τις
5ἦν ἐν αὐτοῖς νοερᾶς ἐνθυμήσεως ὅρασις εἰς τὸ συνιέναι τίς ποτ’ ἄρα ἦν ἡ τὰ τοσαῦτα καὶ τηλικαῦτα θαυματουργοῦσα ἐν αὐτοῖς δύναμις.

9

.

16

.

6

ἀλλὰ καὶ αὐταῖς ἀκοαῖς «ῥήματα ζωῆς αἰωνίου» δέξασθαι κατηξιω‐ μένοι καὶ φωνῆς ἐνθέου σοφίας ἀκροώμενοι, ὠσὶν διανοίας οὐκ ἤκουον, ὡς ἐναργὲς τέλος ἐπαγαγεῖν αὐτοὺς τῇ προφητείᾳ.438

9

.

16

.

7

καὶ εἰς δεῦρο δὲ τὴν ἔνθεον τοῦ Χριστοῦ δύναμιν, δι’ ἧς πᾶν γένος ἀνθρώ‐ πων ἀποστήσας τῆς πατρίου δεισιδαιμονίας ὑπηγάγετο τῇ κατ’ αὐτὸν θεοσεβείᾳ, ἐναργῶς οὕτως ἐμφαινομένην ὁρῶντες, οὐδαμῶς ἐφιστῶσιν
5τῇ διανοίᾳ οὐδ’ ἐπιβάλλουσιν, ὅπως τὸ μήτε Μωσεῖ μήτε τοῖς μετὰ Μωσέα προφήταις ἐπὶ μόνων αὐτῶν κατορθωθέν, τοῦτο δὴ τὸ μὴ εἰδωλολατρεῖν μηδὲ τῇ πολυθέῳ προσέχειν πλάνῃ, τοῦτ’ ἐπὶ πάντων τῶν ἐθνῶν ἡ τοῦ σωτῆρος ἡμῶν ἔνθεος ἀρετὴ συνεστήσατο.

9

.

16

.

8

δὲ καὶ ταῖς προφητικαῖς ἐντυγχάνοντες περὶ αὐτοῦ μαρτυρίαις, ἀκοῇ μὲν ἀκούουσιν ἀλλ’ οὐ συνιᾶσιν, ἔργῳ πληρουμένης εἰσέτι καὶ νῦν κατ’ αὐτῶν τῆς ἐν χερσὶ προφητείας.

9

.

17

.

1

Ἀπὸ τοῦ Ζαχαρίου. «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ,
5καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν· καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν διεκβολὰς γῆς.»

9

.

17

.

2

Ταῦτα μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τοῦ Ζαχαρίου εἰς τὰ ὕστατα τῶν προφητῶν θεσπίσαντος, οὐδεὶς μετὰ τοὺς τῆς προ‐ φητείας χρόνους βασιλεὺς παρὰ Ἰουδαίοις γεγονὼς ἱστορεῖται, οἷον ἡ προφητεία παρίστησιν, εἰ μὴ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς
5〈ὁ〉 Χριστὸς τοῦ θεοῦ, καθ’ ὃν καὶ αὕτη τέλους ἐτύγχανεν ἡ πρόρ‐ ρησις, ὅτε τοῖς ἑαυτοῦ μαθηταῖς πρὸς λέξιν εἶπεν· «πορευθέντες εἰς τὴν ἀπέναντι κώμην εὑρήσετε ὄνον καὶ πῶλον δεδεμένον· λύσαντες αὐτὸν ἀγάγετε.

9

.

17

.

3

καὶ ἐάν τις ὑμῖν εἴπῃ, τί ποιεῖτε; εἴπατε
αὐτῷ, ὁ κύριος αὐτῶν χρείαν ἔχει». καὶ ἀπελθόντες ἐκεῖνοι ἐποίησαν καθ’ ἃ προσέταξεν αὐτοῖς. τὰ μὲν οὖν τῆς προρρήσεως καὶ τὰ τοῦ συμπεράσματος τοῦτον ἔχει τὸν τρόπον.439

9

.

17

.

4

Τί δὲ ἄρα ἐβούλετο σημαίνειν ἡ ἐπὶ ὄνῳ ὄχησις αὐτοῦ ἀλλ’ ἢ τὴν ταπεινὴν καὶ ἄδοξον αὐτοῦ παρουσίαν, καθ’ ἣν ἐποιήσατο τὴν πρώτην ἄφιξιν; οὔσης γὰρ καὶ δευτέρας ἐνδόξου (περὶ ἧς καὶ Δανιὴλ γυμνότερον ἐκκαλύπτων τὴν θεωρίαν εἴρηκεν· «ἐθεώρουν ἕως ὅτου
5θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο», «χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μυρίαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ», «καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς υἱὸς ἀνθρώ‐ που ἐρχόμενος,

9

.

17

.

5

καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν», «καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύουσιν· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται»),

9

.

17

.

6

τὰ μὲν τῆς πρώτης ἀφίξεως τῆς ἐνανθρωπικωτέρας καὶ ταπεινῆς μετὰ τῶν ἄλλων καὶ τοῦτο ἔχει μέγα δεῖγμα καὶ σημεῖον, τὸ πρᾶον λέγε‐ σθαι καὶ ἡσύχιον, ἥξειν τε ὀχούμενον ὑποζυγίῳ προφητεύεσθαι
5(τοῦτο γὰρ κοινοῦ καὶ ἀνθρωπίνου βίου γένοιτ’ ἂν τεκμήριον), τὰ δὲ τῆς δευτέρας καὶ ἐνθέου λαμπρότατα δηλοῦται διὰ τῆς ἐπὶ νεφελῶν οὐρανοῦ παρακομιδῆς καὶ τῆς αἰωνίου πάντων τῶν ἐθνῶν βασιλείας.

9

.

17

.

7

καὶ ἦν γε καλὸν ἀμφοτέρας παραθεῖναι τοῖς ἐκ περιτομῆς λόγον τε αὐτοὺς ἀπαιτῆσαι, πῶς ἂν σώσαιεν τὰς προφητείας, μίαν ἄφιξιν Χριστοῦ προσδοκῶντες· ἐπεὶ γὰρ ἑκατέραν τῶν παρατεθεισῶν προ‐ φητειῶν καὶ αὐτοὶ τὸν Χριστὸν ὁρᾶν ὁμολογοῦσιν, ὥρα λέγειν καὶ
5πυνθανομένοις ἡμῖν ἀποκρίνασθαι, πῶς οἷόν τε ὑφ’ ἕνα καὶ τὸν αὐτὸν καιρὸν καὶ ὑπὸ μίαν ἄφιξιν ἐπὶ νεφελῶν οὐρανοῦ φέρεσθαι τὸν αὐτὸν καὶ ἐπὶ ὑποζυγίου καὶ πώλου νέου ὀχεῖσθαι· ἐπὶ πολὺ γὰρ ταῦτα διέστηκεν ἀλλήλων.

9

.

17

.

8

μυρίας δ’ οὖν τοιαύτας καὶ ἄλλας περὶ τοῦ Χριστοῦ προφητείας συναγαγών, παραθείς τε καὶ συγκρούσας τὰ διαφόρως σημαινόμενα, ἐναργέστατα καταλήψῃ τινὰς μὲν τῆς πρώτης αὐτοῦ παρουσίας δηλώματα περιεχούσας, πεπληρωμένας κατὰ τὴν
5πρώτην ἐπιφάνειαν αὐτοῦ, τινὰς δὲ εἰς τὴν δευτέραν αὐτοῦ καὶ ἔν‐ δοξον ἄφιξιν ἀναφερομένας.

9

.

17

.

9

Ἐξωλόθρευσεν γὰρ λεληθότως «ἅρματα» καὶ «ἵππον» καὶ πᾶν «τόξον πολεμικὸν» ἡ τοῦ σωτῆρος ἡμῶν ἔνθεος δύναμις κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν ἐκ τῆς σωματικωτέρας «Ἱερουσαλὴμ» καὶ
τοῦ καλουμένου «Ἐφραῒμ» λαοῦ· διὸ ἐξ ἐκείνου καὶ εἰς δεῦρο οὐκέτι440
5συνέστη αὐτῶν τὸ βασίλειον, οὐδὲ ἡ πάλαι ἐν πολέμοις ἰσχύσασα παρασκευή τε αὐτῶν καὶ ὁπλιτικὴ δύναμις.

9

.

17

.

10

καλῶς δὲ ἐν τούτοις τὸν πάντα τῶν Ἰουδαίων λαὸν Ἐφραῒμ ὠνόμασεν, ἀλλ’ οὐχὶ Ἰσραὴλ οὐδὲ Ἰούδαν, ἵνα μὴ τὰς σεμνοτέρας διαβάλλοι προσηγορίας.

9

.

17

.

11

εὕροις δ’ ἂν καὶ ἐν ταῖς ἄλλαις προφητείαις τὸ πᾶν ἔθνος Ἐφραῒμ μετὰ πολλῆς διαβολῆς καὶ κατηγορίας ὠνομασμένον, ὥσπερ καὶ νῦν· μετὰ γοῦν τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, μηκέθ’ ὁμοίως ὡς τὸ πρὶν διῃ‐
5ρημένου τοῦ λαοῦ, τίνας ἦν εἰκὸς δηλοῦσθαι διὰ τοῦ Ἐφραῒμ ἢ αὐ‐ τοὺς τοὺς τὴν Ἱερουσαλὴμ οἰκοῦντας; ὧν τὴν πολεμικὴν καὶ ὁπλι‐ τικὴν δύναμιν μέχρι τῶν Ῥωμαϊκῶν χρόνων διαρκέσασαν ἡ τοῦ σω‐ τῆρος ἡμῶν παρουσία ἐνθέῳ καὶ ἀπορρήτῳ δυνάμει καθεῖλεν ὁμοίως τῇ προφητείᾳ.

9

.

17

.

12

ταῦτα δὲ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν εὐαγγελίζεται ὁ λόγος, οὐχ ἁπλῶς χαίρειν ἀλλὰ καὶ σφόδρα χαίρειν αὐτῇ παρα‐ κελευόμενος, διὰ τὴν τοῦ θεοῦ λόγου εἰς αὐτὴν παρουσίαν. ἣν καὶ θυγατέρα τῆς ἐπουρανίου Σιὼν ἢ καὶ τῆς προτέρας συναγωγῆς ἀπο‐
5καλεῖ, διὰ τὸ πάντας ἡμᾶς τοὺς ἐξ ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότας γεννήματα εἶναι καὶ τέκνα Χριστοῦ καὶ τῶν ἀποστό‐ λων αὐτοῦ, οἷα ἐκ μητρὸς τῆς τῶν Ἰουδαίων συναγωγῆς προελθόντας.

9

.

17

.

13

Καὶ τὸ ἑξῆς δὲ ἐπληροῦτο ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν παρου‐ σίᾳ.

9

.

17

.

14

«εἰρήνη» γοῦν «ἐξ ἐθνῶν» γέγονεν ἀπὸ τῶν χρόνων τῆς ἀφίξεως αὐτοῦ οἵα οὐδεπώποτε· οὐκέτι γοῦν πόλεις πόλεσιν ὡς τὸ πρὶν πολεμοῦσιν, οὐδὲ ἔθνη ἔθνεσιν συρράσσουσιν, οὐδ’ ὡς τὸ παλαιὸν ὁ τῶν ἀνθρώπων βίος ἀκαταστατεῖ, οὐδ’ Ἀθηναῖοι μὲν Λακεδαιμονίοις
5ἐπιστρατεύονται, Σύροι δὲ Φοίνιξιν, Ἀράβιοι δὲ Παλαιστίνοις, καὶ Αἰγύπτιοι τοῖς πλησιοχώροις.

9

.

17

.

15

ἥνωται δὲ ἐξ ἐκείνου σὺν θεῷ τὰ πάντα, καὶ ἀληθῶς «πλῆθος εἰρήνης ἐξ ἐθνῶν» ἐξ ἐκείνου καὶ εἰς δεῦρο γέγονεν ἀκολούθως τῇ προφητείᾳ. μόνος δὲ Ἰησοῦς καὶ ὁ δι’ αὐτοῦ κηρυχθεὶς τῆς εὐαγγελικῆς διδασκαλίας λόγος ἦρξεν τῶν «ἀπὸ
5θαλάσσης ἕως θαλάσσης», 〈τῆσ〉 ἑῴας καὶ τῆς κατὰ δυόμενον ἥλιον, καὶ «ἀπὸ ποταμῶν εἰς τὰς διεκβολὰς τῆς γῆς», ἀκολούθως τοῖς ἐν τῷ προφήτῃ προλελεγμένοις.

9

.

17

.

16

ἅπερ καὶ ὁ Ἀκύλας ὧδέ πως ἡρμή‐ νευσεν εἰπών· «καὶ λαλήσει εἰρήνην ἐν τοῖς ἔθνεσιν, καὶ ἡ ἐξουσία αὐτοῦ ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς γῆς». ταῦτα δὲ τοῖς ἐν τῷ ψαλμῷ σύγκρινον, τῷ ἐπιγεγραμ‐
5μένῳ «εἰς Σολομῶνα», περὶ τοῦ υἱοῦ τοῦ βασιλέως δηλαδὴ τοῦ ἐκ σπέρματος Σολομῶνος προελευσομένου λεγομένοις, περὶ οὗ φησιν ὁ ψαλμός· «καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης».441

9

.

17

.

17

σημαίνει δὲ καὶ τὴν ἐν‐ ταῦθα δηλουμένην εἰρήνην ὁ αὐτὸς ψαλμὸς φάσκων· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης». καὶ Ἡσαΐας δὲ τούτοις συντρέχει δι’ ὧν φησι· «καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν
5εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔτι ἔθνος ἐπ’ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν».

9

.

17

.

18

εὕ‐ ροις δ’ ἂν καὶ Μιχαίαν τούτοις συνᾴδοντα καὶ ἄλλους πλείους τῶν προφητῶν. ἐπιστήσας δέ, ὡς ἔφην, τοῖς χρόνοις, δυνήσῃ συνιδεῖν ὡς ἀπὸ τῶν Αὐγούστου χρόνων καὶ τῆς κατ’ αὐτὸν ἐπιλαμψάσης τοῦ
5σωτῆρος ἡμῶν ἐπιφανείας τῆς Ῥωμαίων μοναρχίας ἐπικρατησάσης αἱ πάλαι τῶν ἐθνῶν διελύθησαν διαστάσεις καὶ πολυαρχίαι, καὶ τόνδε ἐξ ἐκείνου τὸν τρόπον τέλους ἤρξατο τυγχάνειν τὰ τῆς προφητευο‐ μένης εἰρήνης.

9

.

17

.

19

ἀλλὰ νῦν μὲν τέως ἤρξατο, ἔσται δὲ ὅτε πληρέ‐ στατα ἡ προφητεία συμπερασθήσεται, ἐπὰν «τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ» τὸ πρὸς τοῦ ἱεροῦ ἀποστόλου δεδηλωμένον.

9

.

18

.

1

Ἀπὸ Ψαλμοῦ ριζʹ. «Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδο‐ μοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. ὦ
5κύριε, σῶσον δή, ὦ κύριε, εὐόδωσον δή. εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν.»

9

.

18

.

2

Τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰσελθόντος ποτὲ εἰς τὰ Ἱεροσόλυμα, ὅτε κατὰ τὴν πρὸ ταύτης προφητείαν ὀχούμενος ὄνῳ τὴν ἐν τῷ Ζαχαρίᾳ πρόρρησιν ἐπλήρου, κατὰ τὸν θεῖον εὐαγγελιστὴν «οἱ ὄχλοι προάγοντες αὐτὸν καὶ ἀκολουθοῦντες ἐπευφήμουν λέγοντες·
5ὡς ἀννὰ τῷ υἱῷ Δαβίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὡς ἀννὰ ἐν τοῖς ὑψίστοις»,

9

.

18

.

3

ὅτε «καὶ εἰσελθόντος αὐτοῦ εἰς τὰ Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λεγόντων, τίς ἐστιν οὗτος; οἱ δὲ ὄχλοι ἔλεγον, οὗτός ἐστιν ὁ προφήτης Ἰησοῦς, ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας».

9

.

18

.

4

ἐπεὶ τοίνυν ἐκ τοῦ προκειμένου ψαλμοῦ εἴρηται τὸ «ὡς ἀννά» (ὅπερ ἑρμηνευθὲν δηλοῖ «σῶσον δή», τὸ δὲ Ἑβραϊκὸν «ἀννὰ Ἀδωναῒ ὡς ἀννὰ» περιέχει), ἀλλὰ καὶ τὸ «εὐλογημένος ὁ ἐρχό‐
μενος ἐν ὀνόματι κυρίου» (ἐπειδήπερ καὶ αὐτὸ ἀπὸ τοῦ αὐτοῦ ψαλμοῦ442
5μετείληπται), ταῦτα δὲ σαφῶς ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ ἀνενήνεκται, εἰκότως εἰς αὐτὸν καὶ τὰ λοιπὰ τῆς προρρήσεως ἐξειλήφαμεν.

9

.

18

.

5

οὗτος γὰρ ὢν τυγχάνει εὐλογημένος, ὁ καὶ δι’ ἑτέρου προφήτου ὠνομασμένος «ὁ ἐρχόμενος», τοῦ φήσαντος· ἔτι μικρόν, ὁ «ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ», ὃς καὶ ἐλήλυθεν ἐν ὀνόματι κυρίου τοῦ θεοῦ καὶ πατρὸς
5αὐτοῦ, αὐτὸς δ’ ἂν εἴη καὶ θεὸς κύριος ὁ ἐπιφανεὶς ἡμῖν· ἐν ὀνόματι γοῦν τοῦ πατρὸς αὐτοῦ ὁμολογεῖ ἐληλυθέναι, λέγων πρὸς τοὺς Ἰου‐ δαίους· «ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμ‐ βάνετέ με· ἄλλος ἐὰν ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε».

9

.

18

.

6

αὐτὸς δὴ οὖν οὗτος ὁ ἐπιφανεὶς ἡμῖν θεὸς κύριος, ὁ «εὐλογημένος», ὁ ἐλθὼν «ἐν ὀνόματι κυρίου», αὐτὸς ἦν καὶ ὁ λίθος, «ὃν ἀπεδοκί‐ μασαν» οἱ πάλαι πρότερον τὸν ἐκ περιτομῆς λαὸν διὰ τῆς Μωσαϊκῆς διδασκαλίας «οἰκοδομοῦντες», ὃς καὶ ἀποδοκιμασθεὶς ὑπ’ αὐτῶν «εἰς
5κεφαλὴν» ἑτέρας «γωνίας», τῆς ἐξ ἐθνῶν ἐκκλησίας, κατέστη, ἣν ὡς μὴ τοῖς πᾶσιν ὁρωμένην μόνοις δὲ τοῖς προφητικοῖς ὀφθαλμοῖς θαυμαστὴν εἶναί φησιν ὁ λόγος, φάσκων· «καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν».

9

.

18

.

7

τὴν δ’ ἐπιφάνειαν αὐτοῦ πάλιν ἡμέραν ὀνο‐ μάζει, «ἣν ἐποίησεν ὁ κύριος», ἐπεὶ καὶ «φῶς» ἦν αὐτὸς «τὸ ἀληθι‐ νὸν» καὶ «ἥλιος δικαιοσύνης» καὶ ἡμέρα τοῦ θεοῦ, ἐν ᾗ γένοιτο καὶ ἡμᾶς εἰπεῖν· «αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα
5καὶ εὐφρανθῶμεν ἐν αὐτῇ». Καὶ τούτων δὲ τοῦτον συντετμημένων τὸν τρόπον, καιρὸς καὶ
ἐπὶ τὰς περὶ τοῦ πάθους αὐτοῦ μεταβῆναι προφητείας443

10

Pin

t

Τάδε ἔνεστιν ἐν τῷ δεκάτῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως.

10

Pin

1

Περὶ τῆς Ἰούδα τοῦ προδότου καὶ τῶν σὺν αὐτῷ κατὰ τοῦ Χρι‐ στοῦ γενησομένης συσκευῆς· ἐκ τῶν ὑποσεσημειωμένων γραφῶν. αʹ. Ἀπὸ Ψαλμοῦ μʹ. βʹ. Ἀπὸ Ψαλμοῦ νδʹ.
5γʹ. Ἀπὸ Ψαλμοῦ ρηʹ. δʹ. Ἀπὸ τοῦ Ζαχαρίου. εʹ. Ἀπὸ τοῦ Ἱερεμίου. Περὶ τῶν ἀμφὶ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ συμβεβηκότων. ϛʹ. Ἀπὸ τοῦ Ἀμώς.
10ζʹ. Ἀπὸ τοῦ Ζαχαρίου. ηʹ. Ἀπὸ Ψαλμοῦ καʹ.

10

t

1

Εὐαγγελικῆς ἀποδείξεως τόμος δέκατος.444

10

Prooem

1

Μετὰ τὰς ἀποδεδομένας προρρήσεις περὶ τῆς εἰς ἀνθρώπους ἀφίξεως τοῦ προκηρυττομένου θεοῦ καλεῖ δὴ καιρὸς καὶ τὰ περὶ τὴν ἀπαλλαγὴν τοῦ ἐξ ἀνθρώπων αὐτοῦ βίου διεξελθεῖν, συνιδεῖν τε αὖθις οἷα συμβήσεσθαι περὶ αὐτὸν ἄνωθεν ἐκ τῶν προφητικῶν ἐθεσπίζετο
5χρόνων.

10

Prooem

2

πρῶτα δὲ διελεύσομαι τὰ περὶ τῶν τὸν θάνατον αὐτῷ συσκευωρησαμένων, μέρος οὐ μικρὸν τυγχάνοντα τῆς προκειμένης προτάσεως. πρὸ δέ γε τοῦ λόγου τὰ πολλάκις ἡμῖν εἰρημένα περὶ τῆς κατ’ αὐτὸν οἰκονομίας τηρητέον, ὅτι δὴ τὰ μὲν κατὰ τὴν θεό‐
5τητα αὐτοῦ τὰ δὲ κατὰ τὴν ἐνανθρώπησιν ἐπινοεῖται.

10

Prooem

3

πῆ μὲν γὰρ εἰσάγεται λόγος ὢν θεοῦ καὶ θεοῦ δύναμις καὶ θεοῦ σοφία, «μεγάλης τε βουλῆς ἄγγελος», μέγας τε καὶ αἰώνιος ἀρχιερεὺς ὑπὲρ τῆς τῶν γεννητῶν ἁπάντων οὐσιώσεώς τε καὶ σωτηρίας ἱερωμένος καὶ ἱλεού‐
5μενος τὸν πατέρα, πῆ δὲ «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» καὶ «πρόβατον ἐπὶ σφαγὴν» ἀγόμενον· τοῦτο δὲ ἦν τὸ ἀνθρώπειον σκῆνος, ὃ δίκην ἀμνοῦ καὶ προβάτου ἐκ τῆς ἡμετέρας ἀγέλης οἷά τις ἀρχιερεὺς ἀναλαβὼν καὶ τὴν ἀπαρχὴν τοῦ τῶν ἀν‐ θρώπων γένους καλλιερησάμενος προσηγάγετο τῷ πατρί, δι’ οὗ καὶ
10τῇ τῶν ἀνθρώπων ὡμίλησεν φύσει, οὐκ ἄλλως δυναμένῃ λόγου θεοῦ καὶ δυνάμεως ἀσωμάτου καὶ νοερᾶς ἐπηκόῳ γενέσθαι οὐδέ τι μεῖζον σαρκῶν καὶ σωμάτων δι’ ὀφθαλμῶν σαρκὸς ἐπινοῆσαι.

10

Prooem

4

ὅσα τοίνυν ἐπὶ τὸ ταπεινότερον δόξειεν 〈ἂν〉 ἐν τοῖς προκειμένοις περὶ αὐτοῦ λέγε‐ σθαι, ταῦτα τὸν ἀμνὸν ὁρᾶν τοῦ θεοῦ τὸν αἴροντα «τὴν ἁμαρτίαν τοῦ κόσμου» καὶ τὸ σκῆνος τὸ ἀνθρώπειον ὑποβάλλει νοεῖν. «ἀμνὸς»
5μὲν γὰρ ἦν «αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» κατὰ τὸν βαπτιστὴν Ἰωάννην τὸν λέγοντα «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ἀμνὸς δὲ ἦν καὶ ὁ ἐπὶ σφαγὴν ἀγόμενος κατὰ τὸ παρὰ τῷ Ἡσαΐᾳ λόγιον φάσκον· «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος».

10

Prooem

5

περὶ τοῦ αὐτοῦ δὲ ὡς περὶ ἀμνοῦ ἐλέγετο καὶ τὸ «ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον». ἔδει γὰρ τὸν ἀμνὸν τοῦ θεοῦ, τὸν ὑπὸ τοῦ μεγάλου ἀρχιερέως ἀναληφθέντα ὑπὲρ τῶν λοιπῶν συγγενῶν ἀμνῶν καὶ
445
5ὑπὲρ πάσης τῆς ἀνθρωπίνης ἀγέλης, θυσίαν τῷ θεῷ προσαχθῆναι

10

Prooem

6

«ἐπειδὴ γὰρ δι’ ἀνθρώπου ὁ θάνατος, καὶ δι’ ἀνθρώπου ἡ ἀνά‐ στασις ἡ ἐκ νεκρῶν» φησιν ὁ ἀπόστολος, καὶ «ὥσπερ δι’ ἑνὸς παρα‐ πτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ δι’ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς».

10

Prooem

7

ἔνθεν καὶ αὐτὸς τοῖς μὲν ἑαυτοῦ μαθηταῖς ζωὴν καὶ φῶς καὶ ἀλήθειαν ἑαυτὸν εἶναι καὶ τὰς λοιπὰς ἐπινοίας τῆς κατ’ αὐτὸν θεολογίας ἐπαί‐ δευεν, τοῖς δὲ ἀμυήτοις τῶν κατ’ αὐτὸν ἀπορρήτων ἔλεγεν· τί «με
5ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» ὥσπερ οὖν τὰ τῆς θεολογίας ἰδιώματα ἐν τοῖς ἔμπροσθεν ἀποδέδο‐ ται, τὸν ὅμοιον δὴ τρόπον κἀνταῦθα τοῦ ἀμνοῦ τὰ ἀνθρωποπαθῆ παραστήσεται, τῶν πρὸ τοῦ πάθους αὐτοῦ μέσον ὄντων, ὁμοῦ τε ἄμφω, τά τε κατὰ τὸν θεὸν καὶ τὰ κατὰ τὸν ἄνθρωπον αὐτοῦ, περιει‐
10ληφότων.

10

Prooem

8

τούτων χρησίμως ἡμῖν προτετηρημένων, ἤδη καὶ τῶν λογίων αὐτῶν ἐφαψώμεθα περὶ τῆς Ἰούδα τοῦ προδότου καὶ τῶν σὺν αὐτῷ κατὰ τοῦ Χριστοῦ γενομένης συσκευῆς περί τε τῶν ἀμφὶ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ συμβεβηκότων.

10

.

1

.

1

Ἀπὸ ψαλμοῦ μʹ. «Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πέ‐ νητα, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ κύριος. κύριος διαφυλάξει αὐτόν, καὶ ζήσαι αὐτόν, καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ, καὶ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ. κύριος βοηθήσει αὐτῷ ἐπὶ κλίνης
5ὀδύνης αὐτοῦ, ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ. ἐγὼ εἶπα, κύριε, ἐλέησόν με· ἴασαι ψυχήν μου, ὅτι ἥμαρτόν σοι. οἱ ἐχθροί μου εἶπαν κακά μοι, πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρ‐ δία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ
10τὸ αὐτὸ κατ’ ἐμοῦ.

10

.

1

.

2

ἐψιθύριζον πάντες οἱ ἐχθροί μου κατ’ ἐμοῦ·
ἐλογίζοντο κακά μοι· μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆ‐ ναι; καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν. σὺ δέ, κύριε, ἐλέησόν446
5με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ’ ἐμοί. ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα.»

10

.

1

.

3

Ἐπειδή τινες ὑπειλήφασιν τὴν βίβλον τῶν ψαλμῶν ὕμνους μόνον εἰς θεὸν καὶ ᾠδὰς θεολογικὰς περιέχειν, οὐ μὴν καὶ προγνώ‐ σεις οὐδὲ μελλόντων προφητείας, τοῦτο πρῶτον ἐπιτηρητέον, ὡς μυρία θεσπίζεται δι’ αὐτῶν, ἃ καὶ μακρὸν ἂν εἴη συναγαγεῖν ἐπὶ τοῦ
5παρόντος, ἀρκεῖ δὲ χρήσασθαι εἰς μαρτυρίαν τοῦ λόγου δύο ψαλμοῖς ἐπιγεγραμμένοις μὲν τοῦ Ἀσὰφ εἰρημένοις δὲ κατὰ τοὺς τοῦ Δαβὶδ χρόνους.

10

.

1

.

4

τὸ τηνικαῦτα γὰρ εἷς τῶν ἱεροψαλτῶν ὁ Ἀσὰφ τυγχάνων, ὡς ἐν τῇ βίβλῳ φέρεται τῶν Παραλειπομένων, τοὺς ἐπιγεγραμμένους αὐτοῦ ψαλμοὺς θείῳ πνεύματι προσεφώνησεν.

10

.

1

.

5

τί δὴ οὖν περιέ‐ χουσιν οἱ ψαλμοὶ 〈ἢ〉 προρρήσεις τῆς πολιορκίας τῆς βασιλικῆς πόλεως τοῦ Ἰουδαίων ἔθνους, ἥτις γέγονεν ἐγγύς που πεντακοσίοις ἔτεσιν μετὰ τὴν πρόρρησιν;

10

.

1

.

6

λέγει δ’ οὖν ὁ ἑβδομηκοστὸς τρίτος ἐπι‐ γεγραμμένος «συνέσεως τῷ Ἀσάφ»· «ἵνα τί ἀπώσω, ὁ θεός, εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; μνήσθητι τῆς συνα‐ γωγῆς σου ἧς ἐκτήσω ἀπ’ ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας σου,
5ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ. ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου. καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου.

10

.

1

.

7

ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ἔγνωσαν, ὡς εἰς τὴν εἴσοδον ὑπεράνω· ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς· ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν. ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου· εἰς τὴν γῆν ἐβεβή‐
5λωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.» ταῦτα μὲν ὁ ἑβδομηκοστὸς τρίτος ψαλμός.

10

.

1

.

8

καὶ ὁ ἑβδομηκοστὸς δὲ ὄγδοος, τοῦ Ἀσὰφ καὶ αὐτὸς τυγχάνων, τάδε περιέχει· «ὁ θεός, εἰσήλθοσαν ἔθνη εἰς τὴν κληρονο‐ μίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον· ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς
5πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς».

10

.

1

.

9

τούτων δὲ τὰ μὲν πρῶτα, λέγω δὲ τὰ ἀπὸ τοῦ ἑβδομηκοστοῦ
τρίτου ψαλμοῦ, εἴρητο βασιλεύοντος ἔτι τοῦ Δαβίδ, πρὸ τοῦ τὸν ναὸν ὑπὸ Σολομῶνος κατασκευασθῆναι· τέλους δὲ ἔτυχεν οὐκ ἄλλοτε ἢ πρῶτον μὲν ἐπὶ τῆς Βαβυλωνίων πολιορκίας, δεύτερον δὲ ἐπὶ τοῦ447
5Ῥωμαϊκοῦ πρὸς Ἰουδαίους πολέμου.

10

.

1

.

10

ἕκαστα γὰρ τῶν εἰρημένων ἐπληροῦτο ἐπί τε τῆς πρώτης καὶ δευτέρας τοῦ ἱεροῦ κατασκαφῆς, προγνωσθέντα καὶ ἀναφωνηθέντα ἐν τοῖς εἰρημένοις ψαλμοῖς ὑπὸ τοῦ Ἀσάφ· τὰ δὲ δεύτερα, 〈τὰ〉 ἀπὸ τοῦ ἑβδομηκοστοῦ ὀγδόου, ἐπλη‐
5ροῦτο κατὰ τοὺς Ἀντιόχου χρόνους τοῦ κληθέντος Ἐπιφανοῦς, ὃς τῆς Συρίας βασιλεύσας ὑπάγεται μὲν τὰ Ἱεροσόλυμα μιαίνει δὲ τὸν ναὸν καὶ καθαιρεῖ τὸ θυσιαστήριον, ἔπειτα τοὺς Ἰουδαίους ἑλληνίζειν ἐπαναγκάζων, πλείστους ὅσους αὐτῶν ἄνδρας τε καὶ γυναῖκας ὑπὲρ τοῦ οἰκείου νόμου καὶ τῆς πατρῴας εὐσεβείας ἀνῄρει, ποικίλαις
10προαικιζόμενος τιμωρίαις.

10

.

1

.

11

εἰς ἐκεῖνον τοιγαροῦν τὸν καιρόν, καὶ εἰς τοὺς μετὰ ταῦτα τῷ Ἀντιόχῳ τὰ ἴσα πράξαντας ἀναφωνεῖ ὁ Ἀσὰφ τὰ ἀπὸ τοῦ ἑβδομηκοστοῦ ὀγδόου ψαλμοῦ. μαρτυρεῖ δὲ τῷ λόγῳ ἡ τῶν καλουμένων Μακκαβαίων γραφή, τοῦτον ἔχουσα τὸν
5τρόπον· «καὶ προσεπισυνήχθησαν πρὸς Ἰάκειμον καὶ Βακχίδην συν‐ αγωγὴ γραμματέων ἐκζητοῦσα δίκαια»,

10

.

1

.

12

καὶ ἑξῆς ἐπιλέγει· «καὶ ὤμοσεν αὐτοῖς λέγων, οὐκ ἐκζητήσομεν ὑμῖν κακὸν καὶ τοῖς φίλοις ὑμῶν. καὶ ἐνεπίστευσαν αὐτῷ, καὶ συνέλαβεν ἐξ αὐτῶν ἑξήκοντα ἄν‐ δρας, καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ τὸν λόγον Ἀσὰφ ὃν
5ἔγραψεν· ἔδωκαν τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πε‐ τεινοῖς τοῦ οὐρανοῦ, σάρκας ὁσίων σου τοῖς ζῴοις τῆς γῆς, αἵματα αὐτῶν ἐξέχεαν κύκλῳ Ἱερουσαλήμ, καὶ οὐκ ἦν ὁ θάπτων».

10

.

1

.

13

Τούτων οὕτως προρρηθέντων καὶ ἀποτελεσθέντων, οὐ θαυ‐ μαστὸν εἰ κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ προεκτεθέντα τοῦ τεσσα‐ ρακοστοῦ ψαλμοῦ λόγια σημαίνει τὰ μέλλοντα ἔσεσθαι κατὰ τὸν καιρὸν τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιβουλῆς· ἅπερ μὴ πάντων ἀνθρώ‐
5πων συνιέντων, ὅπως λόγος ὢν θεοῦ καὶ σοφία καὶ ζωὴ καὶ φῶς ἀληθινόν, καὶ πάντα πλοῦτον ἀγαθῶν κεκτημένος, «δι’ ἡμᾶς ἐπτώ‐ χευσεν» σάρκα λαβών, καὶ τοῖς τὸ γένος θνητοῖς ἀνθρώποις καὶ πτωχοῖς ὁμοιωθείς, «μορφήν» τε «δούλου» καὶ πένητος ἀνειληφώς, καὶ μάλιστα καθ’ ὃν καιρὸν ἐπλήρου τὴν ἀπὸ τοῦ ψαλμοῦ προφητείαν,
10εἰκότως ἐν ἀρχῇ τοῦ ψαλμοῦ μακαρίζεται ὁ ταῦτα περὶ αὐτοῦ συνιείς, ἐπαγγελίας τυγχάνων τῆς ἀναγεγραμμένης. εἶθ’ ἑξῆς ἐκ προσώπου
λοιπὸν δὴ τοῦ πένητος καὶ πτωχοῦ, αὐτοῦ δηλαδὴ τοῦ δι’ ἡμᾶς πτωχεύσαντος σωτῆρος ἡμῶν, ἐπιλέγεται· «ἐγὼ εἶπα, κύριε ἐλέησόν με». ὅτι δὲ ἐκ προσώπου τοῦ σωτῆρος τὰ ἐν τῷ ψαλμῷ θεσπίζεται,448
15αὐτάρκης μάρτυς ὁ εὐαγγελιστὴς Ἰωάννης τυγχάνει.

10

.

1

.

14

ἱστορεῖ γάρ, ὅτι λαβὼν ὁ Ἰησοῦς ποτε λέντιον περιεζώσατο, καὶ νίψας τοὺς πόδας τῶν μαθητῶν αὐτοῦ εἶπεν, «ἐγὼ οἶδα οὓς ἐξελεξάμην. ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ, ὁ τρώγων μετ’ ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ’ ἐμὲ
5τὴν πτέρναν αὐτοῦ».

10

.

1

.

15

ποίαν γὰρ πεπληρῶσθαι γραφὴν ἐν τούτοις ἐδήλου ἀλλ’ ἢ τὴν τοῦ μετὰ χεῖρας ψαλμοῦ, ἐν ᾧ εἴρηται· «καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν»; φησὶν οὖν ἀρχόμενος· «ἐγὼ εἶπα,
5κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι», καὶ δι’ ὅλου τοῦ ψαλμοῦ.

10

.

1

.

16

ἅπερ σαφέστερον ὁ Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· «ἐμοῦ λέγοντος, κύριε οἰκτείρησόν με· ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι. οἱ ἐχθροί μου ἔλεγον περὶ ἐμοῦ κακά, πότε ἀποθάνῃ καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; καὶ εἰσερχόμενος ἐπισκέ‐
5ψασθαι, μάταια ἐλάλει· ἡ καρδία αὐτοῦ ἤθροιζεν ἀδικίαν ἑαυτῇ, ἐξερ‐ χόμενος δὲ ἔξω κατελάλει. ὁμοθυμαδὸν ἐψιθύριζον κατ’ ἐμοῦ πάντες οἱ μισοῦντές με, περὶ ἐμοῦ ἐννοοῦντες κακά μοι.

10

.

1

.

17

λόγος παράνομος ἐκκέχυτο ἔνδον αὐτῶν, καὶ πεσὼν οὐκέτι ἀναστήσεται. ἀλλὰ καὶ ἄνθρωπος, ὃς εἰρήνευέν μοι, ᾧ ἐπεποίθειν, συνέσθων μοι ἄρτον ἐμόν, κατεμεγαλύνθη μου ἀκολούθως. σὺ δέ, κύριε, οἴκτειρόν με καὶ
5ἀνέγειρόν με, ἵνα ἀνταποδώσω αὐτοῖς. διὰ τοῦτο γνώσομαι ὅτι θελήσεις, ἐὰν μὴ καταλαλήσῃ ὁ ἐχθρός μου. ἐμοῦ δὲ διὰ τὴν ἁπλό‐ τητα ἀντέσχου, καὶ παραστήσεις με ἔμπροσθέν σου δι’ αἰῶνος.»

10

.

1

.

18

ἰσο‐ δυναμεῖ δὲ τοῖς τοῦ Συμμάχου καὶ τὰ Ἀκύλου. Πρῶτον οὖν περὶ τοῦ δοκεῖν ἀπεμφαίνειν ἐκ προσώπου τοῦ σω‐ τῆρος ἡμῶν τὸ εἰρημένον, τὸ «ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν
5σοι», τηρήσεις τὸ παρὰ τῷ Συμμάχῳ μὴ οὕτως ἔχον, ἀλλὰ «ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι». καὶ οὕτως δὲ τοῦτό φησιν, ἐπειδὴ τὰς ἡμετέρας κοινοποιεῖ εἰς ἑαυτὸν ἁμαρτίας.

10

.

1

.

19

διὸ λέλεκται· «καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν», καὶ «αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει».

10

.

1

.

20

γέγονε γοῦν «ὑπὲρ ἡμῶν κατάρα» «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ὃν καὶ «μὴ γνόντα ἁμαρτίαν ὁ θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν», ἀντίψυχον ὑπὲρ
πάντων ἡμῶν προέμενος αὐτόν, «ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη449
5θεοῦ ἐν αὐτῷ». ἀλλ’ ἐπεὶ καὶ «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» γενό‐ μενος «κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί», εἰκότως προφέρεται τὰ ἐκκείμενα.

10

.

1

.

21

ὅτι δὲ τὰς ἡμετέρας ἁμαρτίας ἐξοικειούμενος διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην καὶ φιλανθρωπίαν ταῦτά φησιν, ἑξῆς ὑπο‐ καταβὰς ἐν αὐτῷ τῷ ψαλμῷ ἐπιφέρει λέγων· «ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου», σαφῶς τὸ ἀπειρόκακον τοῦ ἀμνοῦ τοῦ θεοῦ παριστάς. πῶς
5δὲ τὰς ἡμετέρας ἁμαρτίας ἐξοικειοῦται, καὶ πῶς φέρειν λέγεται τὰς ἀνομίας ἡμῶν ἢ καθ’ ὃ σῶμα αὐτοῦ εἶναι λεγόμεθα κατὰ τὸν ἀπό‐ στολον φήσαντα· «ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους»;

10

.

1

.

22

καὶ καθ’ ὃ πάσχοντος ἑνὸς μέλους «συμπάσχει πάντα τὰ μέλη», οὕτως τῶν πολλῶν μελῶν πασχόντων καὶ ἁμαρτανόντων, καὶ αὐτὸς κατὰ τοὺς τῆς συμπαθείας λόγους (ἐπειδήπερ εὐδόκησεν θεοῦ λόγος ὢν «μορφὴν δούλου» λαβεῖν καὶ τῷ κοινῷ πάντων ἡμῶν σκηνώματι
5συναφθῆναι) τοὺς τῶν πασχόντων μελῶν πόνους εἰς ἑαυτὸν ἀναλαμ‐ βάνει, καὶ τὰς ἡμετέρας νόσους ἰδιοποιεῖται, καὶ πάντων ἡμῶν ὑπερ‐ αλγεῖ καὶ ὑπερπονεῖ κατὰ τοὺς τῆς φιλανθρωπίας νόμους.

10

.

1

.

23

οὐ μόνον δὲ ταῦτα πράξας «ὁ ἀμνὸς τοῦ θεοῦ», ἀλλὰ καὶ ὑπὲρ ἡμῶν κολασθεὶς καὶ τιμωρίαν ὑποσχών, ἣν αὐτὸς μὲν οὐκ ὤφειλεν ἀλλ’ ἡμεῖς τοῦ πλήθους ἕνεκεν τῶν πεπλημμελημένων, ἡμῖν αἴτιος τῆς
5τῶν ἁμαρτημάτων ἀφέσεως κατέστη, ἅτε τὸν ὑπὲρ ἡμῶν ἀναδεξά‐ μενος θάνατον, μάστιγάς τε καὶ ὕβρεις καὶ ἀτιμίας ἡμῖν ἐποφειλο‐ μένας εἰς ἑαυτὸν μετατιθείς, καὶ τὴν ἡμῖν προστετιμημένην κατάραν ἐφ’ ἑαυτὸν ἑλκύσας, «γενόμενος ὑπὲρ ἡμῶν κατάρα», καὶ τί γὰρ ἄλλο ἢ ἀντίψυχον. διό φησιν ἐξ ἡμετέρου προσώπου τὸ λόγιον· «τῷ μώ‐
10λωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρ‐ τίαις ἡμῶν», ὥστε εἰκότως ἑνῶν ἑαυτὸν ἡμῖν ἡμᾶς τε αὐτῷ καὶ τὰ ἡμέτερα πάθη ἰδιοποιούμενος φησίν· «ἐγὼ εἶπα, κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι».

10

.

1

.

24

Ὁρῶντας δὲ εἰκότως τοὺς ἐπιβουλεύοντας, οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ ἀοράτους δυνάμεις, τὴν ὑπερβάλλουσαν ἰσχὺν αὐτοῦ τῆς θείας προσηγορίας καὶ τοῦ ὀνόματος, δι’ οὗ μικρὸν ὕστερον Χριστι‐ ανῶν τὴν πᾶσαν κατέπλησεν οἰκουμένην, σβέσειν αὐτὴν [οἴεσθαι]
5ὑπειληφέναι, εἰ τὰ πρὸς θάνατον ἐπιβουλεύσαιεν αὐτῷ,

10

.

1

.

25

τοῦτο δὴ
οὖν αὐτὸ διελέγχει, φάσκων· «οἱ ἐχθροί μου εἶπαν κακά μοι, πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;» ἐπεὶ δὲ καθυποκρινό‐ μενοι προσῄεσαν, πειράζοντες «ὅπως αὐτὸν παγιδεύσωσιν», ὡς ἡ450
5θεία γραφὴ μαρτυρεῖ, ἄλλοτε ἄλλας αὐτοὺς προφάσεις καὶ κατηγορίας κατ’ αὐτοῦ συσκευάζεσθαι ἱστοροῦσα, τούτων ἕνεκα ἐπιλέγει· «καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ, ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτὸ κατ’ ἐμοῦ».

10

.

1

.

26

ἑξῆς δὲ τούτοις ἤδη σαφῶς ἐμφαίνει καὶ αὐτὸν ἐκεῖνον τὸν δυσσε‐ βέστατον προδότην, ἐπειδὴ συνέβαινεν, μεθ’ ἃς πεποίητο συνθήκας τοῖς ἄρχουσι τῶν Ἰουδαίων περὶ τῆς τοῦ διδασκάλου προδοσίας, μηκέτ’ ἀπαντᾶν αὐτὸν συνήθως ἐπὶ τὴν τῶν θείων μαθημάτων
5διδασκαλίαν, μηδ’ ὡς παρὰ διδάσκαλον φοιτᾶν μηδ’ ὁμοίως τοῖς ἑτέροις παραβάλλειν τῇ τοῦ σωτῆρος διατριβῇ, ἀλλ’ ἐπὶ τῷ κατο‐ πτεύειν καὶ θηρεύειν καιρὸν ὅτε δεῖ ἐπιθέσθαι αὐτῷ.

10

.

1

.

27

τοῦτο δ’ οὖν καὶ κατηγορεῖται πράττων ὑπὸ τῶν ἱερῶν εὐαγγελιστῶν, ὧν ὁ μὲν Ματθαῖός φησιν· «τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπεν αὐτοῖς· τί θέλετέ μοι
5δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ αὐτοῖς», ὁ δὲ Μάρκος· «καὶ Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς, ἵνα αὐτὸν παραδῷ αὐτοῖς.

10

.

1

.

28

οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδῷ», ὁ δὲ Λουκᾶς γράφει λέγων· «εἰσῆλθεν δὲ ὁ Σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ
5ἀριθμοῦ τῶν δώδεκα· καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσι καὶ τοῖς στρατηγοῖς τοῦ ἱεροῦ, ἵνα αὐτὸν παραδῷ αὐ‐ τοῖς, καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου».

10

.

1

.

29

ταῦτα δὴ οὖν αὐτὰ θεσπίζουσα ἡ μετὰ χεῖρας πρόρρησις ἐπιλέγει· «καὶ εἰ εἰσε‐ πορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ. ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτὸ κατ’ ἐμοῦ. ἐψιθύ‐
5ριζον πάντες οἱ ἐχθροί μου».

10

.

1

.

30

ὁ γοῦν Σύμμαχος, «εἰσερχόμενος», φησίν, «ἐπισκοπῆσαι, μάταια ἐλάλει· ἡ καρδία αὐτοῦ ἤθροιζεν ἀδικίαν ἑαυτῇ, ἐξερχόμενος δὲ ἔξω κατελάλει. ὁμοθυμαδὸν ἐψιθύριζον κατ’
ἐμοῦ πάντες οἱ μισοῦντές με». μόνος μὲν οὖν ὡς ἂν γνώριμος καὶ451
5μαθητὴς παρὰ διδάσκαλον εἰσιὼν περιεσκόπει καὶ κατεμάνθανεν, ἔνδον ἐπὶ τῆς ἑαυτοῦ καρδίας κρύπτων τὴν ἐπιβουλήν,

10

.

1

.

31

ἐξιὼν δὲ μετὰ πλειόνων «ὁμοθυμαδὸν» καὶ ἐπὶ τὸ αὐτὸ «κατελάλει», τοῖς ἐχθροῖς προδιδοὺς τὸν σωτῆρα, καὶ συνταττόμενος τοῖς τῶν Ἰουδαίων ἄρ‐ χουσιν λεληθότως περὶ ἑτέρων οὐ μὴν ἀλλὰ καὶ περὶ τῶν χρημάτων,
5ἐφ’ οἷς παραδώσειν αὐτὸν ὑπισχνεῖτο, περὶ ὧν μετ’ αὐτῶν ἐκείνων ἐψιθύριζεν. διό φησιν· «ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτὸ κατ’ ἐμοῦ· ἐψιθύριζον πάντες οἱ ἐχθροί μου κατ’ ἐμοῦ· ἐλογίζοντο κακά μοι· λόγον παράνομον κατέθεντο κατ’ ἐμοῦ».

10

.

1

.

32

ἔοικεν δὲ τὴν συν‐ ταγὴν τὴν περὶ τῶν ἀργυρίων «λόγον παράνομον» διὰ τῆς προ‐ φητείας ὀνομάζειν, ἢ καὶ ὅτι ἀσεβῆ καὶ παράνομα κατ’ αὐτοῦ διενο‐ οῦντο, ὡς ἂν σβεσθησομένου καὶ διαφθαρησομένου μετὰ τὸν θάνατον
5καὶ μηκέτ’ ἐν ζῶσιν ἐξετασθησομένου.

10

.

1

.

33

τοιοῦτον γάρ ἐστιν τὸ «μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι;» ὅπερ λευκότερον ὁ Σύμμαχος ἐξέφηνεν, εἰπών· «καὶ πεσὼν οὐκέτ’ ἀναστήσεται», ὁ δὲ Ἀκύλας φησίν· «καὶ ὃς ἂν κοιμηθῇ, οὐ προσθήσει τοῦ ἀναστῆναι».
5καὶ ταῦτα ἔτι κοινῶς περὶ πάντων εἴρηται τῶν κατὰ τὸν καιρὸν τοῦ πάθους ἐπιβεβουλευκότων αὐτῷ. ἰδίως δὲ πάλιν περὶ τοῦ προ‐ δότου, ὡς ἂν περὶ μαθητευθέντος αὐτῷ, ἑξῆς ἐπιφέρει λέγων· «καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν»,

10

.

1

.

34

ἀνθ’ οὗ πάλιν ὁ Σύμμαχος· «καὶ ἄνθρωπος», φησίν, «ὃς εἰρήνευέν μοι, ᾧ ἐπεποίθειν, συνεσθίων μοι ἄρτον ἐμόν, κατεμεγαλύνθη μου». χείριστος γὰρ ἀληθῶς ἁπάν‐ των καὶ ἐναγέστατος ὁ μετὰ κοινὴν τράπεζαν καὶ τὴν ἐν λόγοις τοῦ
5διδασκάλου τροφὴν ἐπὶ τὰ χείρω τραπεὶς καὶ τοῖς ἐναντίοις τὸν εὐεργέτην ἀνταμειψάμενος.

10

.

1

.

35

Ἀλλ’ ἐπειδήπερ ἐπιβουλεύοντες οἱ ἐχθροὶ ἔλεγον· «πότε ἀπο‐ θανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ», ᾤοντό τε κοιμηθέντα μηκέτ’ ἀναστήσεσθαι, τούτου χάριν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν τἀναν‐ τία τούτοις εὐχόμενος, καὶ τῆς ἀναστάσεως ἀκωλύτως τυχεῖν ἀξιῶν
5τὸν πατέρα, φησίν· «σὺ δέ, κύριε, ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ’ ἐμέ».

10

.

1

.

36

καὶ πρόδηλόν γε τίνα τρόπον μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ παραχρῆμα καὶ οὐκ εἰς μακρὸν μετῆλθεν τοὺς ἐπιβεβουλευκότας αὐτῷ ἡ ἀνταπόδοσις, ὅπως τε «ὁ
ἐχθρὸς» αὐτοῦ ζωῆς τυγχάνοντος θάνατος κατῃσχύνθη, ὥστε τοὺς452
5ἐπονειδίζοντας εἰπεῖν· «ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, θά‐ νατε, τὸ νῖκος;» ἐντυχὼν δέ τις ταῖς μετὰ τὴν ἀνάστασιν τοῦ σωτῆρος ἡμῶν ἱστορίαις τῷ Ἰωσήπῳ γραφείσαις εἴσεται τὰς μετελθούσας τὸ Ἰουδαίων ἔθνος καὶ τοὺς ἄρχοντας αὐτῶν συμφοράς, αἷς εἰκότως περιπεπτώκασιν, τὰ ἐπίχειρα ὧν εἰς αὐτὸν ἔδρασαν ἀπολαμβάνοντες.

10

.

1

.

37

καὶ ταῦτα μὲν εἰς ἐκείνους ἐπληροῦτο πάντα κατὰ τὴν πρόρρησιν. τοῦ δὲ σωτῆρος ἡμῶν ἡ ἐκ νεκρῶν ἀνάστασις διέδειξεν τοῖς πᾶσιν ὅπως ἐν αὐτῷ εὐδόκησεν ὁ πατήρ, ὃ καὶ αὐτὸς διδάσκει λέγων· «ἐλέησόν με καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. ἐν τούτῳ
5ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ’ ἐμοί». τούτοις ἐπιλέγει· «ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου».

10

.

1

.

38

καὶ τήρει γε τίνα τρόπον αὐτῷ τῷ θεῷ καὶ πατρὶ αὐτοῦ τὴν εὐχὴν ἀναπέμ‐ πων ἐπὶ τοσαύτῃ ταθάρρηκεν παρρησίᾳ, ὡς «ἀκακίαν» ἑαυτῷ μαρ‐ τυρεῖν, καίτοι ἀνωτέρω φήσας· «ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν
5σοι».

10

.

1

.

39

ἀλλὰ τὸ μὲν «ἥμαρτόν σοι» ὁποίας ἔχεται διανοίας προδιειλή‐ φαμεν, καὶ ὁ Σύμμαχος δὲ σαφέστερον παρέστησεν εἰπών· «ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι», ὃ καὶ αὐτὸ λέγοιτ’ ἂν περὶ τῶν ἡμετέρων ἁμαρτημάτων, ἅπερ ὁ σωτὴρ καὶ κύριος ἡμῶν εἰς ἑαυτὸν
5ἀνεδέξατο.

10

.

1

.

40

τὸ δὲ «ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου» τὴν δι’ ὅλου καθαρότητα τῆς αὐτοῦ φύσεως παρίστησιν, δι’ ἣν καὶ τὸ ἑδραῖον καὶ ἄσειστον τῆς ζωῆς καὶ τῆς μετὰ τὴν ἀνάστασιν αὐτοῦ σωτηρίας διδάσκων, ἐπιλέγει· «καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν
5αἰῶνα», ἢ «καὶ παραστήσεις με ἔμπροσθέν σου δι’ αἰῶνος» κατὰ τὸν Σύμμαχον.

10

.

2

.

1

Ἀπὸ Ψαλμοῦ νδʹ. «Ἐνώτισαι, ὁ θεός, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου, πρόσχες μοι, καὶ εἰσάκουσόν μου. ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ· ὅτι ἐξέκλιναν ἐπ’ ἐμὲ ἀνομίαν,
5καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ’ ἐμέ. φόβος καὶ τρόμος ἦλθεν ἐπ’ ἐμέ, καὶ ἐκάλυψέν με σκότος», καὶ τὰ ἑξῆς.

10

.

2

.

2

οἷς ἐπιλέγει· «καταπόντισον,
κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντι‐ λογίαν ἐν τῇ πόλει. ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς καὶ ἀδικία, καὶ οὐκ453
5ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ’ ἐμὲ ἐμεγαλο‐ ρημόνησεν, ἐκρύβην ἂν ἀπ’ αὐτοῦ. σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου· ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ.»

10

.

2

.

3

Τὸ «εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ’ ἐμὲ ἐμεγαλορημόνησεν, ἐκρύβην ἂν ἀπ’ αὐτοῦ, σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα» ὅμοιόν ἐστιν τῷ «καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου,
5ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνι‐ σμόν», περὶ τοῦ Ἰούδα ἐν τῇ πρὸ ταύτης προφητείᾳ κειμένῳ.

10

.

2

.

4

ὥσπερ οὖν ἐν ἐκείνῳ ἐδείκνυτο «ἄνθρωπος εἰρήνης» ποτὲ γεγονώς, ὅτε τῷ σωτῆρι ἐμαθητεύετο, εἷς καὶ αὐτὸς τοῦ τῶν ἀποστόλων ἀριθμοῦ χρηματίσας, οὕτως καὶ ἐν τῷ προκειμένῳ «ἰσόψυχος» καὶ «ἡγεμὼν»
5καὶ «γνωστὸς» αὐτῷ προσηγόρευται.

10

.

2

.

5

καὶ πάλιν ὡς ἐν ἐκείνῳ περὶ αὐτοῦ εἴρητο «ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν», τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ παρόντος εἰς αὐτοῦ πρόσωπον λέγε‐ ται τὸ «ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα»· καὶ γὰρ τῶν
5καταξιουμένων καὶ αὐτὸς εἷς ἦν τῆς ἀπορρήτου πρὸς τοὺς μαθητὰς τοῦ σωτῆρος ἡμῶν ὁμιλίας τε καὶ πνευματικῆς τροφῆς.

10

.

2

.

6

τοῖς μὲν γὰρ ἔξω πλήθεσι καὶ «τοῖς ὄχλοις» «ἐν παραβολαῖς» ἐλάλει, μόνοις δὲ τοῖς ἑαυτοῦ μαθηταῖς, ἐν οἷς καὶ ὁ Ἰούδας ἐξητάζετο, «ἐπέλυεν ἅπαντα». διὸ λέλεκται «ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμὸν»
5καὶ «ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα».

10

.

2

.

7

ἅπερ σαφέστερον ἐξέφηνεν ὁ μὲν Ἀκύλας εἰπών· «οἳ ὁμοῦ ἐγλυκάναμεν ἀπόρρητον», ὁ δὲ Σύμμαχος· «οἵτινες ἐκοινολογούμεθα γλυκεῖαν ὁμιλίαν». ἀντὶ δὲ τοῦ «σὺ δὲ ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου, καὶ γνωστέ μου» ὁ
5Σύμμαχός φησιν «σὺ δὲ ἄνθρωπε ὁμότροπός μοι καὶ ἡγεμών μου καὶ γνωστέ μου». ἐπειδήπερ τοσούτων ἠξιωμένος φίλος ἐν τοῖς μάλιστα ἦν τοῦ σωτῆρος, εἰκότως φησὶ περὶ αὐτοῦ τὸ «ὅτι εἰ ἐχθρὸς ὠνεί‐ δισέν με, ὑπήνεγκα ἄν», καὶ τὰ ἑξῆς.

10

.

2

.

8

Ταῦτα δὲ περὶ τοῦ Ἰούδα θεσπίσας, ἀκολούθως τὴν ἐκ τοῦ θανάτου σωτηρίαν καὶ ἀποφυγὴν ἑαυτοῦ προδιδάσκει λέγων· «ἐγὼ πρὸς τὸν θεὸν ἐκέκραξα, καὶ ὁ κύριος ἔσωσέν με. ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φω‐454
5νῆς μου, λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου».

10

.

2

.

9

ὡς ἐν εὐχῇ τὸν πρὸ τοῦ θανάτου καιρὸν σημαίνει, καθ’ ὃν καὶ ὁ Ἰούδας τὰ τῆς κατ’ αὐτοῦ προδοσίας συνεσκευάσατο·

10

.

2

.

10

τότε οὖν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὡς ἐπὶ ὀλέθρῳ καὶ ἀπωλείᾳ τοῦ γνωρίμου δυσφορῶν, καὶ ἔτι μᾶλλον ἐπὶ τῇ τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀποβολῇ, ὥσπερ ἐπὶ μεμηνόσιν οἰκείοις καὶ ὡς ἐπὶ φιλτάτοις συμπάσχων, πᾶσαν τὴν πρὸς
5αὐτοὺς ὁμιλίαν καὶ διδασκαλίαν, διὰ τὸ μηδὲν αὐτοὺς ὠφεληκέναι, «ἀδολεσχίαν» ἀποκαλεῖ, φάσκων· «ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ, ὅτι ἐξέκλιναν», φησίν, «ἐπ’ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι».

10

.

2

.

11

ἅπερ δύναται μὲν καὶ ἐπὶ τοὺς ἄρχοντας τῶν ἐκ περιτομῆς ἀνα‐ φέρεσθαι, τοὺς ἐχθρωδῶς καὶ ἐπιβουλευτικῶς ἐνεδρεύειν αὐτὸν πειρω‐ μένους, δύναται δὲ καὶ περὶ δυνάμεων ἀοράτων ἔξωθεν αὐτὸν προσ‐ πολεμουσῶν καὶ τὴν δι’ ἀνθρώπων κατασκευὴν ἐνεργουσῶν λέγεσθαι.
5ἃ καὶ συνᾴδειν μοι δοκεῖ τοῖς ἐν τῷ εὐαγγελίῳ ὑπ’ αὐτοῦ λελεγ‐ μένοις κατὰ τὸν τοῦ πάθους καιρόν, ὅτε λέγει τοῖς ἑαυτοῦ μαθηταῖς· «περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε, καὶ γρηγο‐ ρεῖτε μετ’ ἐμοῦ»,

10

.

2

.

12

καὶ πάλιν· «νῦν ἡ ψυχή μου τετάρακται». ὅμοια γοῦν τούτοις ἐστὶν καὶ τὰ ἐν τῷ ψαλμῷ, ἐν ᾧ λέλεκται· «ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ’ ἐμέ, φόβος καὶ τρόμος ἦλθεν ἐπ’ ἐμέ, καὶ ἐκάλυψέν με σκότος», δι’ ὧν τῶν
5ἀντικειμένων δυνάμεων τὰς κατ’ αὐτοῦ ὁρμὰς σημαίνει.

10

.

2

.

13

ὡς γοῦν ἐν ταῖς προφητείαις ὠνόμασταί τι πνεῦμα πορνείας, κατὰ τὸ «πνεύ‐ ματι πορνείας ἐπλανήθησαν», καὶ ἄλλο «πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ» τὸν αὐτὸν τρόπον καὶ πνεῦμα θανάτου εἴη ἂν δειλίας ποιη‐
5τικόν, ὡς καὶ πνεῦμα ἰσχύος καὶ δυνάμεως καὶ ἀνδρείας τῆς κατὰ θεὸν ἐνεργητικόν.

10

.

2

.

14

οὕτω δ’ ἂν λεχθείη πνεῦμα φόβου καὶ τρόμου, καὶ πάλιν ἕτερον παρὰ ταῦτα πνεῦμα φόβου καὶ συγχύσεως, ἃ καὶ σχεδὸν εἰπεῖν ἅπασι μὲν τοῖς ἐν μαρτυρίῳ τὸν ὑπὲρ εὐσεβείας θάνα‐ τον ἀναδεχομένοις ἐφορμᾶν εἴωθεν, πολὺ πλέον δὲ καὶ μᾶλλον ἐπιτέ‐
5θειται αὐτῷ τὸν ὑπὲρ ἁπάντων θάνατον ὑπομείναντι.

10

.

2

.

15

πλὴν ἀ〈λ〉λ’
εἴτε πνεῦμα δειλίας καὶ θανάτου, εἴτε φόβου καὶ τρόμου, ἢ εἴ τίς γε ἑτέρα τοιαύτη δύναμις ἐπιπέπτωκεν αὐτῷ, ἀλλ’ οὔ τι γε κατέρ‐ ραξεν αὐτόν, ἐπεὶ οἷα γενναῖος ἀθλητὴς τὴν μὲν δειλίαν τοῦ θανάτου455
5πεποιθήσει ζωῆς (αὐτὸς γὰρ ἡ ζωή) μακρὰν ἀπέρριψεν ἀποσεισάμενος. ὡσαύτως δὲ καὶ τὸ ἐπελθὸν αὐτῷ πνεῦμα φόβου ἢ τρόμου ποιητικὸν πνεύματι θάρσους καὶ δυνάμεως καὶ ἰσχύος πορρωτάτω ἀπηκόντισεν,

10

.

2

.

16

ἐπεὶ κατὰ τὸν Ἡσαΐαν ἐπανεπαύσατο «ἐπ’ αὐτὸν» μετὰ τῶν ἄλλων πνευμάτων καὶ «πνεῦμα βουλῆς καὶ ἰσχύος». οὕτω καὶ τὸ πνεῦμα τοῦ σκότους τῇ τοῦ ἰδίου φωτὸς ἀπεσκέδασεν δυνάμει, ἐπεὶ «τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν». εὕροις δ’
5ἂν τὰ παραπλήσια τούτοις καὶ ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ, ἐν ᾧ πάλιν ἐκ τοῦ αὐτοῦ λέλεκται προσώπου· «περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος»,

10

.

2

.

17

καὶ πάλιν· «ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με», καὶ αὖθις· «ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονο‐ γενῆ μου· σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονο‐
5κερώτων τὴν ταπείνωσίν μου».

10

.

2

.

18

σαφῶς γὰρ ἐν τούτοις δυνάμεις πονηρὰς ταύρους καὶ μόσχους καὶ λέοντας καὶ κύνας καὶ μονοκέρω‐ τας ἀποκαλεῖ, αἳ «περιέσχον» μὲν αὐτὸν καὶ «περιεκύκλωσαν» κατὰ τὸν τοῦ πάθους αὐτοῦ καιρόν, οὐ μὴν καὶ ἐνεργῆσαί τι κατ’ αὐτοῦ
5δεδύνηνται.

10

.

2

.

19

καὶ ταῦτα μὲν ..., εἰ καὶ ταῦτα τοῦ ψαλμοῦ τὰ μέρη ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἀνάγοιτο· εἰ δὲ μὴ ἐπ’ αὐτὸν ἀλλ’ ἐφ’ ἕτερον πρόσωπον, ἐπιστήσεις καὶ αὐτός, ὡς ἂν ἐξομαλισθέντα τὰ κατὰ τὸν τόπον. πλὴν ἀλλὰ καὶ περὶ τῆς τῶν Ἰουδαίων μητρο‐
5πόλεως, αὐτῆς δὴ τῆς Ἱερουσαλήμ, ἀκολούθως μετὰ τὴν κατὰ τῶν ἐπιβουλευσάντων αὐτῷ πρόρρησιν ἐπιλέγει ἑξῆς· «εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει», καὶ τὰ τούτοις ἀκόλουθα, ἃ καὶ ὁποίας ἔχεται διανοίας, οὐ νῦν σχολὴ διηγεῖσθαι.

10

.

3

.

1

Ἀπὸ Ψαλμοῦ ρηʹ. «Ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ’ ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ· καὶ λόγοις μίσους ἐκύ‐
κλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέ‐456
5βαλλόν με, ἐγὼ δὲ προσηυχόμην· καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. κατάστησον ἐπ’ αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ· ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενηθήτω εἰς ἁμαρτίαν. γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκο‐
10πὴν αὐτοῦ λαβέτω ἕτερος.»

10

.

3

.

2

Καὶ τῆς τῶν προκειμένων ἐπὶ τὸν προδότην Ἰούδαν ἀναφορᾶς ἐχέγγυος μάρτυς ὁ ἀπόστολος Πέτρος, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάληψιν συνηγμένων τῶν ἀποστόλων πάντων σὺν καὶ ἄλλοις πλεί‐ οσιν ἀδελφοῖς, μέσος ἀναστὰς καὶ ταῦτα φήσας· «ἄνδρες ἀδελφοί,
5ἔδει πληρωθῆναι τὴν γραφήν, ἣν προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαβὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν, ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν, καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.

10

.

3

.

3

οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας αὐτοῦ, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ· καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοι‐ κοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ δια‐
5λέκτῳ αὐτῶν Ἀκελδαμάχ, ὅ ἐστι χωρίον αἵματος. γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν, γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.»

10

.

3

.

4

ταῦτα γοῦν ὁ Πέτρος εἰπὼν ὑποτίθεται ἕτερον ἀντὶ τοῦ Ἰούδα δεῖν παρα‐ λαβεῖν εἰς τὸν λείποντα τῶν δώδεκα ἀποστόλων ἀριθμόν, ὅπως πλη‐ ρωθῇ τὸ τῆς προφητείας, ὅτε κλήρου γενομένου «ἔπεσεν ὁ κλῆρος
5ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν δώδεκα ἀποστόλων». τούτων οὕτως ἐκτελεσθέντων, ἀκόλουθον ἂν εἴη τὸ λέγον ἐν τῷ ψαλμῷ πρόσωπον οὐχ ἕτερον ἡγεῖσθαι τοῦ σωτῆρος ἡμῶν, ὃς τῷ πατρὶ τὴν ἀναπεμφθεῖσαν αὐτῷ παρὰ τὸν τοῦ πάθους καιρὸν εὐχὴν τῆς διὰ τοῦ ἁγίου πνεύματος ἀναγραφῆς προλαβὼν κατηξίωσεν, τὸ
10μέλλον περὶ αὐτοῦ συμβήσεσθαι θεσπίσας.

10

.

3

.

5

φησὶν οὖν· «ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς», τὴν ὑπ’ αὐτοῦ παραδοθεῖσαν τοῖς αὐτοῦ μαθηταῖς διδασκαλίαν καὶ τῆς καινῆς διαθήκης τὴν αἴνεσιν παρακαλῶν μὴ κατασιγασθῆναι, ἀλλὰ καὶ εἰς τὸν ἑξῆς ἅπαντα αἰῶνα
5παραμεῖναι τῷ βίῳ.

10

.

3

.

6

«Στόμα δὲ ἁμαρτωλοῦ καὶ στόμα δολίου» κυρίως ἂν λεχθείη τὸ τοῦ Ἰούδα, ὃς πορευθεὶς πρὸς τοὺς ἀρχιερεῖς εἶπεν αὐτοῖς· «τί θέ‐
λετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα στατῆρας. καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν457
5παραδῷ αὐτοῖς».

10

.

3

.

7

τοιαῦτα γοῦν κατ’ αὐτοῦ συνθέμενος, εἷς ἦν τῶν μετὰ ταῦτα σὺν αὐτῷ ἀνακειμένων ἐν τῷ τοῦ πάσχα συμποσίῳ, ὅτε καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν «ἀνέκειτο μετὰ τῶν δώδεκα, ἐσθιόντων τε αὐτῶν εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει
5με.

10

.

3

.

8

καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν ἕκαστος αὐτῶν, μή τι ἐγώ εἰμι, κύριε;» ἐν οἷς ἦν καὶ Ἰούδας, ὃς τὸ πλῆρες παντὸς δόλου καὶ εἰρωνείας ἀνοίξας στόμα ἀποκριθεὶς «εἶπεν, μή τι ἐγώ εἰμι Ῥαββί;» δόλιον δὴ στόμα, δι’ οὗ τὸ σημεῖον τοῖς ἐπιβούλοις τοῦ
5σωτῆρος ἡμῶν ἐδήλου, λέγων· «ὃν ἐὰν φιλήσω, αὐτός ἐστιν, κρατή‐ σατε αὐτόν».

10

.

3

.

9

ὃ καὶ εἰπὼν ἔργῳ τὸν δόλον ἀπεπλήρου, ὅτε «προσ‐ ελθὼν τῷ Ἰησοῦ εἶπεν αὐτῷ, χαῖρε Ῥαββί, καὶ κατεφίλησεν αὐτόν. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, ἑταῖρε, ἐφ’ ᾧ πάρει;» καὶ πάλιν· «Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;» τούτων δ’ οὖν ἕνεκα
5προλαβὼν διὰ τοῦ ψαλμοῦ φησιν· «ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ’ ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ’ ἐμοῦ γλώσσῃ δολίᾳ· καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν», ἔνθα μετὰ τοῦ Ἰούδα καὶ τῶν λοιπῶν τῶν ἐπιβουλευσάντων αὐτῷ μνημονεύει.

10

.

3

.

10

λέγει δ’ οὖν τὸ εὐαγγέλιον, ὡς ἄρα τοῦ σωτῆρος ἡμῶν «ἔτι» τοῖς ἑαυτοῦ μαθηταῖς «λαλοῦντος, ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιε‐ ρέων καὶ πρεσβυτέρων τοῦ λαοῦ».

10

.

3

.

11

οἷς καὶ εἶπεν ὁ κύριος· «ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ’ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρα‐ τήσατέ με. τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν
5προφητῶν». Ἔτι δέ φησιν ἐν τῷ ψαλμῷ· «ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην».

10

.

3

.

12

τότε καὶ αὐτὸ τέλους ἐτύγχανεν, ὅτε τοῦ σωτῆρος ἡμῶν ἐν τῷ καλουμένῳ Γεθσημανῆ χωρίῳ μετὰ τῶν ἕνδεκα ἀποστόλων προσευχομένου, μικρόν γε ἀναχωρήσαντος αὐτῶν καὶ προσπεσόντος τῷ πατρί, δεύτερόν τε εὐξαμένου καὶ τρίτον, ὁ
5Ἰούδας σὺν τοῖς ἄρχουσι τῶν Ἰουδαίων τὰ τῆς ἐπιβουλῆς αὐτῷ κατήρτυεν, συνάγων καὶ προξενῶν τὸ πλῆθος τῶν μετὰ μαχαιρῶν
καὶ ξύλων συλλαβεῖν αὐτὸν παρεσκευασμένων. «κακὰ» δὲ εἰς αὐτὸν «ἔθεντο» «ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεως» αὐτοῦ, ὅτε πονηρὰ διετέθειντο τὸν σωτῆρα καὶ εὐεργέτην καὶ διδάσκαλον, μυρίας458
10ὅσας ἰάσεις καὶ θεραπείας λόγων τε διδασκαλίας καὶ παντοίας ὠφε‐ λείας αὐτοῖς παρεσχημένον.

10

.

3

.

13

ἀνθ’ ὧν, ἐπειδήπερ «κακὰ ἀντὶ ἀγαθῶν» «ἔθεντο» κατ’ αὐτοῦ «καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεως» αὐτοῦ, εἰκό‐ τως ἐπιλέγει· «κατάστησον ἐπ’ αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ· ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος,
5καὶ ἡ προσευχὴ αὐτοῦ γενηθήτω εἰς ἁμαρτίαν. γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.»

10

.

3

.

14

ἃ καὶ αὐτὰ ὁποίαν εἴληφεν τὴν ἔκβασιν, ὁ ἱερὸς ἀπόστολος Πέτρος προλαβὼν διεσάφησεν, ἐπ’ αὐτὸν τὸν προδότην ἐφαρμόσας τὴν γραφήν. καὶ σοὶ δὲ αὐτῷ πάρεστιν συνορᾶν, εἰ μὴ καθέσταται ἐπὶ
5τὸ Ἰουδαίων ἔθνος ἄρχων καὶ ἡγούμενος ἁμαρτωλός, ᾧ μετὰ τὰ τολμηθέντα αὐτοῖς κατὰ τοῦ σωτῆρος ἡμῶν παρεδόθησαν, ἀντὶ τῶν πάλαι οἰκείων καὶ θεοφιλῶν ἀρχόντων ἀλλοφύλοις καὶ εἰδωλολάτραις δουλεύειν κατηναγκασμένοι.

10

.

3

.

15

τίς δ’ οὐκ ἂν θαυμάσειεν τῆς προρ‐ ρήσεως τὸ ἀποτέλεσμα; φήσαντος γὰρ τοῦ λόγου «γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι», σαφὲς ὅπως βραχὺς ὁ πᾶς διεγένετο μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν χρόνος καθ’ ὃν ἔδοξαν
5διαμένειν, μεθ’ ὃν τὴν ὑστάτην ὑπέμειναν πολιορκίαν καὶ τὴν παντελῆ καθαίρεσιν, ἐφ’ ᾗ καὶ «τὴν ἐπισκοπὴν αὐτῶν ἔλαβεν ἕτερος», ὁ διὰ Χριστοῦ συγκροτηθεὶς λαός.

10

.

3

.

16

καὶ τὰ λοιπὰ δὲ τοῦ ψαλμοῦ αὐτοῖς τούτοις καταλλήλως νοήσεις. Τὰ δ’ ἑξῆς ὡς περί τινων υἱῶν τοῦ Ἰούδα λεγόμενα, ἐν τῷ «γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί» καὶ τὰ παραπλήσια, ἀνάγοιτ’
5ἂν καὶ ἐπ’ αὐτὸν μὲν προηγουμένως τὸν Ἰούδαν, μετ’ ἐκεῖνον δὲ καὶ ἐπὶ πάντας τοὺς ὁμοίους αὐτῷ τὸν σωτήριον λόγον προδιδόντας· καταλλήλως δὲ νοήσεις καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰς ἁμαρτίας τῶν πατέρων αὐτοῦ καὶ τῆς λεγομένης μητρὸς αὐτοῦ, τῆς τοῦ Ἰου‐ δαίων ἔθνους συναγωγῆς· περὶ αὐτῆς γὰρ ἡγοῦμαι λέγεσθαι τὸ «καὶ
10ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη».

10

.

3

.

17

πλὴν ὥσπερ ἐν τῇ πρὸ ταύτης προφητείᾳ πτωχὸς καὶ πένης ὠνομάζετο ὁ σωτὴρ καὶ κύριος ἡμῶν, καθάπερ ἀπεδείξαμεν ἐν τῷ «μακάριος ὁ συνιὼν ἐπὶ
πτωχὸν καὶ πένητα», τὸν αὐτὸν τρόπον καὶ ἐν τῷ παρόντι ψαλμῷ459
5τούτοις ἐπικέκληται τοῖς ὀνόμασιν·

10

.

3

.

18

τάδε γὰρ καὶ τάδε γενηθήτω τῷ Ἰούδᾳ καὶ τοῖς τὰ ὅμοια αὐτῷ ἐζηλωκόσιν διὰ τὰ τετολμημένα αὐτῷ φησιν. τίνα δὲ ταῦτα, ἐπιφέρει λέγων· «ἀνθ’ ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν
5καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι καὶ ἠγάπησεν κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ’ αὐτοῦ».

10

.

3

.

19

οἷς ἑξῆς ἐπικαταβὰς αὖθις πένητα καὶ πτωχὸν ἑαυτὸν ὀνομάζει λέγων· «καὶ σύ, κύριε κύριε, ποίησον μετ’ ἐμοῦ ἔλεος ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου, ῥῦσαί με· ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ».
5 Οἷς μεθ’ ἕτερα ἐπιλέγει· «τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι’ ἔλαιον. καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς·

10

.

3

.

20

ἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν», ἃ καὶ αὐτὰ τέλους ἐτύγχανεν, ὅτε «οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες», «ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύ‐ ναται σῶσαι». ἐπεὶ δὲ εἰσέτι νῦν οἱ ἐκ περιτομῆς τὴν τῶν πατέρων
5αὐτῶν εἰς ἑαυτοὺς ἀρὰν ἐπισπώμενοι, βλασφήμοις καὶ ἀσεβέσι ῥήμασι καταθεματίζειν τὸν σωτῆρα καὶ κύριον ἡμῶν καὶ τοὺς εἰς αὐτὸν πεπιστευκότας ἅπαντας εἰώθασιν, τούτου χάριν ἑξῆς ἐπιλέγει «κατ‐ αράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις·

10

.

3

.

21

οἱ ἐπανιστάμενοί μοι αἰσχυν‐ θήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. ἐνδυσάσθωσαν οἱ ἐνδια‐ βάλλοντές με ἐντροπήν, καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν. ἐγὼ δὲ ἐξομολογήσομαι τῷ κυρίῳ ἐν τῷ στόματί μου, καὶ
5ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν. ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.»

10

.

3

.

22

καὶ πρόδηλόν γε, ὁπόσοις εἰσέτι καὶ νῦν οἱ τὰς κατ’ αὐτοῦ ἀρὰς ἐν ταῖς ἑαυτῶν συναγωγαῖς ποιούμενοι παλαίουσι κακοῖς, ἀπὸ τῶν αὐτῶν χρόνων μηδ’ ὅλως ἀνανεῦσαι δεδυνημένοι, ὅπως τε αὐτὸς αἶνον τῷ πατρὶ
5ἐν μέσῳ πολλῶν ἐθνῶν τὸν διὰ τῆς καινῆς διαθήκης αὐτοῦ καταρ‐ τίζεται, συνεργὸν τὸν πατέρα καὶ τῆς ἑαυτοῦ δεξιᾶς πάρεδρον κεκτη‐ μένος. διό φησιν· «ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν, ὅτι παρέστη ἐκ δεξιῶν πένητος».

10

.

3

.

23

καὶ τὴν μετὰ τὸν θάνατον αὐτοῦ σωτηρίαν διδάσκει λέγων· «τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου».

10

.

3

.

24

ἀνωτέρω γοῦν φήσας τὸ «κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτω‐
χὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι», καὶ σαφῶς δηλώσας ἑαυτοῦ τὸν θάνατον, περιγράφων τὴν προφητείαν, τὴν μετὰ τὸν θάνατον αὐτοῦ σωτηρίαν ᾐνίξατο, εἰπών· «ὅτι παρέστη ἐκ460
5δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου».

10

.

4

.

1

Ἀπὸ τοῦ Ζαχαρίου. «Καὶ λήψομαι ἐμαυτῷ δύο ῥάβδους, τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν ἑτέραν ἐκάλεσα σχοίνισμα, καὶ ποιμανῶ τὰ πρόβατά μου. καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ’ αὐτούς, καὶ γὰρ αἱ ψυχαὶ
5αὐτῶν ἐπωρύοντο ἐπ’ ἐμέ. καὶ εἶπα, οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῆ‐ σκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα ἐσθιέτωσαν, ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. καὶ λήψομαι τὴν ῥάβδον τὴν καλήν, καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς· καὶ διασκεδα‐
10σθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι· ὅτι λόγος κυρίου ἐστίν. καὶ ἐρῶ πρὸς αὐτούς, εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστιν, δότε τὸν μισθόν μου ἢ ἀπείπασθε· καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς. καὶ εἶπεν κύριος πρός με, κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν
15ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπ〈ὲρ〉 αὐτῶν. καὶ ἔλαβον τοὺς τριά‐ κοντα ἀργυροῦς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον. καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν, τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ.»

10

.

4

.

2

Καὶ ταῦτα τέλους ἐτύγχανεν, ὅτε κατὰ 〈μὲν〉 τὸν Λουκᾶν «ἀπελθὼν» ὁ Ἰούδας «συνελάλει τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ στρατηγοῖς τοῦ ἱεροῦ, ὅπως αὐτὸν παραδῷ αὐτοῖς. καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύρια δοῦναι», κατὰ δὲ τὸν Μάρκον ὁπηνίκα
5«ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς, ἵνα παραδῷ αὐτόν, οἱ δὲ ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι».

10

.

4

.

3

ἀλλ’ ἐν τούτοις μὲν ἁπλῶς τὸ ἀργύριον ὠνόμασται, παρὰ δὲ τῷ Ματθαίῳ μνημονεύεται καὶ ὁ ἀριθμός, συνᾴδων τῇ ἀπὸ τοῦ Ζαχαρίου παραθέσει.

10

.

4

.

4

λέγει δ’ οὖν ὁ Ματθαῖος· «τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰού‐ δας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπεν αὐτοῖς, τί θέλετέ μοι
δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα461
5στατῆρας». σύμφωνα οὖν ταῦτά ἐστιν τῷ «καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς» ἐν τῇ προφητείᾳ εἰρημένῳ ὑπὸ τοῦ κυρίου,

10

.

4

.

5

ἀνθ’ οὗ ὁ μὲν Σύμμαχος ἐποίησεν· «καὶ ἐστάθμισαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς», ὁ δὲ Ἀκύλας· «καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς». οἷς ἐπιλέγεται· «καὶ εἶπεν κύριος πρός με, κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν
5τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν»,

10

.

4

.

6

ἀνθ’ οὗ πάλιν ὁ μὲν Ἀκύλας φησίν· «καὶ εἶπεν κύριος πρός με, [κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον,] ῥῖψον αὐτὰ πρὸς τὸν πλάστην· ὑπερμεγέθης ἡ τιμή, ἣν ἐτιμήθην ὑπὲρ αὐτῶν». καὶ πρό〈σ〉σχες τίνα τρόπον αὐτὸς ὁ κύριος τιμὴν
5ἑαυτοῦ ὁμολογεῖ τοὺς τριάκοντα ἀργυροῦς δεδόσθαι.

10

.

4

.

7

ἔοικεν δὲ ἡ τῆς λέξεως διάνοια τοιοῦτόν τινα ἐμφαίνειν νοῦν· ἐγὼ μὲν ὁ κύριος ἐκ πρώτης ἀρξάμενος ἡμέρας οὐ διέλιπον τῆς ἐμαυτοῦ χρηστότητος ὑμῖν τοῖς ἐκ περιτομῆς δείγματα παρέχων καὶ μυρία ὅσα ὑμᾶς εὐερ‐
5γετῶν, οὐ μόνον τὰ διὰ τῶν ἀνέκαθεν προφητῶν, ἀλλὰ καὶ τὰ διὰ τῆς ἐμαυτοῦ παρουσίας, ἔν τε ταῖς προτρεπτικαῖς διδασκαλίαις καὶ τοῖς λογικοῖς μαθήμασιν, ἔν τε τοῖς σημείοις καὶ τέρασιν καὶ ταῖς ἄλλαις παραδοξοποιίαις, ταῖς τε ἰάσεσιν καὶ ταῖς θεραπείαις· ὑμεῖς δὲ οἱ τῆς τοσαύτης εὐεργεσίας ἠξιωμένοι «δότε τὸν μισθόν μου ἢ
10ἀπείπασθε» (αἰτῶν αὐτούς, ὡς εἰκός, καρποὺς εὐσεβείας καὶ δεῖγμα τῆς εἰς αὐτὸν πίστεως).

10

.

4

.

8

οἱ δέ, κατὰ τὸ εἰρημένον ἐν τῇ πρὸ ταύτης παραθέσει, «ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου», «τριά‐ κοντα ἀργυροῦς» στήσαντες, ὥσπερ τοσούτου αὐτὸν πωλούμενον
5ἐτιμήσαντο.

10

.

4

.

9

ἀλλ’ ἐπεὶ «τὸ ἑκάστου ἔργον ὁποῖόν ἐστι τὸ πῦρ αὐτὸ δοκιμάσει», εἰκότως προστάττει καθεῖναι αὐτοὺς «εἰς τὸ χωνευτήριον», ἐπιλέγων· «ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν». χωνευτήριον δὲ ἐνταῦθα ἔοικεν τὸν οἶκον κυρίου ὀνομάζειν. εἰπόντος γοῦν τοῦ κυρίου
5κατὰ τοὺς ἑβδομήκοντα «κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον», ἐπιφέρει· «καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου, εἰς τὸ χωνευτήριον».

10

.

4

.

10

κατὰ δὲ τὸν Ἀκύλαν εἰπόντος τοῦ κυρίου «ῥῖψον αὐτό» (δῆλον δ’ ὅτι τὸ ἀργύριον) «πρὸς τὸν πλάστην», ἐπιφέρει· «καὶ ἔρριψα αὐτὸ ἐν οἴκῳ κυρίου πρὸς τὸν πλάστην»,

10

.

4

.

11

κατὰ δὲ τὸν Σύμμαχον, εἰπόντος τοῦ κυρίου· «ῥῖψον αὐτὸ εἰς τὸ χωνευτήριον», ἐπιφέρει λέγων· «καὶ
ἔρριψα αὐτὸ εἰς τὸν οἶκον κυρίου, εἰς τὸ χωνευτήριον». μήποτε δὲ καὶ τοῦτο ἐπληροῦτο, ὅτε Ἰούδας ὁ παραδιδοὺς τὸν κύριον, ἰδὼν462
5«ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψεν τὸ ἀργύριον τοῖς ἀρχιε‐ ρεῦσιν καὶ πρεσβυτέροις, λέγων· ἥμαρτον παραδοὺς αἷμα ἀθῷον. οἱ δὲ εἶπαν αὐτῷ τί πρὸς ἡμᾶς; σὺ ὄψει. καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν καὶ ἀπελθὼν ἀπήγξατο.

10

.

4

.

12

οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν. συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις. διὸ ἐκλήθη ὁ ἀγρὸς
5ἐκεῖνος ἀγρὸς αἵματος ἕως τῆς σήμερον ἡμέρας. τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος· καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, καὶ ἔδωκα αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος.»

10

.

4

.

13

ἔνθα καὶ ἐπιστήσεις, ἐπεὶ μὴ ταῦτα φέρεται ἐν τῇ τοῦ Ἱερεμίου προφητείᾳ, εἴτε χρὴ ὑπονοεῖν περιῃρῆσθαι αὐτὰ ἐξ αὐτῆς κατά τινα ῥᾳδιουργίαν, ἢ καὶ σφάλμα γραφικὸν γεγονέναι, τῶν ἀμελέ‐ στερον τὰ τῶν ἱερῶν εὐαγγελίων ἀντίγραφα πεποιημένων σφαλέντος
5τινὸς καὶ ἀντὶ μὲν τοῦ Ζαχαρίου Ἱερεμίαν τεθεικότος, ὡς δέον οὕτως ἀναγεγράφθαι· τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ζαχαρίου τοῦ προφήτου,

10

.

4

.

14

ἀντὶ δὲ τοῦ «καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον» ἐσφαλμένως πεποιηκότος· «καὶ ἔδωκα αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως». σαφῶς γὰρ διὰ μὲν τῆς προφητείας εἰς τὸν τοῦ κυρίου ναὸν ἐρρίφθαι λέγεται τὸ ἀργύριον, καὶ δι’ αὐτοῦ δὲ τοῦ
5εὐαγγελίου εἰς τὸν ναόν· «ῥίψας γοῦν», φησίν, «Ἰούδας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησεν».

10

.

4

.

15

καὶ εἰκός γε ἐξ ἐκείνων τῶν ἀργυρίων βέβηλον γεγονέναι τὸν ναὸν καὶ πεπληρῶσθαι τὸ «ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος». καὶ ὅρα γε μήποτε «χωνευτήριον» ὁ οἶκος κυρίου διὰ τοῦτο κέκληται, ἐπείπερ ὡς ἐν χωνείᾳ μεταπλάττεσθαι
5τὰς ψυχὰς ἐκ τῆς τῶν θείων λόγων πυρώσεως ἐν τῷ τοῦ θεοῦ οἴκῳ συμβαίνει, ἢ ἄλλως ἀπελέγχεσθαι μὴ καθαράς, ὡς ἐν χωνευτηρίῳ πυρουμένας καὶ δοκιμαζομένας.

10

.

4

.

16

ὅπερ ὁ Ἀκύλας, ἔρριφεν, φήσας, τὸ ἀργύριον ἐν τῷ «οἴκῳ κυρίου πρὸς τὸν πλάστην», σαφῶς διδά‐ σκει, ὡς τοῦ λόγου τοῦ θείου, δίκην πλάστου, κατοικοῦντος εἰς τὸν οἶκον κυρίου καὶ πλάττοντος καὶ ἀνανεοῦντος τὰς τῶν προσιόντων
5ψυχάς. Πλὴν ἀλλ’ ἐπείπερ ἡ τιμὴ τοῦ τετιμημένου εἰς ἐκεῖνον μεταβλη‐ θεῖσα τὸν οἶκον βέβηλον αὐτὸν κατεστήσατο, εἰκότως εὐθὺς ἐπιλέγει· «καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν, τὸ σχοίνισμα, τοῦ διασκε‐ δάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ».463

10

.

4

.

17

ἐξ ἐκείνου γάρ τοι τὸ πλῆθος τοῦ ἔθνους ἀπερρίφη τῆς πάλαι πρότερον ἐφορώσης αὐτοὺς ἐπισκοπῆς τοῦ θεοῦ. «δευτέραν» δὲ «ῥάβδον» ἡγοῦμαι τὸ πᾶν ἀθρόως Ἰουδαίων ἔθνος ἐνταῦθα δηλοῦσθαι. καλεῖ
5δ’ οὖν αὐτὴν «σχοίνισμα», λέγων· «τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν δευτέραν ἐκάλεσα σχοίνισμα». καὶ σαφῶς ἐπιλέγει περὶ τῆς δευτέρας, φάσκων· «καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοί‐ νισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ».

10

.

4

.

18

οὗτοι γὰρ ἦσαν τὸ «σχοίνισμα» καὶ «ἡ ῥάβδος ἡ δευτέρα»· ἡ δὲ προτέρα «κάλλος» ὠνομασμένη οὐδ’ 〈ἂν〉 ἄλλη γένοιτο τῆς Ἱερου‐ σαλὴμ αὐτῆς καὶ τῆς κατὰ Μωσέα λατρείας ἁπάσης τε τῆς παλαιᾶς διαθήκης.

10

.

4

.

19

καὶ τοῦτο δὲ ἐξ αὐτῆς παρίσταται τῆς προφητείας, φησάσης· «καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλήν, καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου». ὁρᾷς ὡς τὴν μὲν δια‐ θήκην αὐτοῦ τὴν ῥάβδον ἔφησεν εἶναι τὴν πρώτην, τὴν δὲ δευτέραν
5ῥάβδον τὸ σχοίνισμα. πλὴν ἀμφοτέρας τὰς ῥάβδους ἀπορρίψειν ἀπειλεῖ, προειπὼν πρότερον· «καὶ λήψομαι ἐμαυτῷ δύο ῥάβδους, τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν δευτέραν ἐκάλεσα σχοίνισμα».

10

.

4

.

20

ἀνθ’ ὧν ὁ μὲν Ἀκύλας φησίν· «τὴν μίαν ἐκάλεσα εὐπρέπειαν, καὶ τὴν ἑτέραν ἐκάλεσα σχοίνισμα», ὁ δὲ Σύμμαχος· «τὴν μὲν ἐκάλεσα εὐπρέ‐ πειαν, τὴν δὲ μίαν ἐκάλεσα σχοίνισμα». τοῦ μὲν οὖν παντὸς ἔθνους
5κάλλος καὶ εὐπρέπειαν τὸν θεῖον νόμον καὶ τὴν ἐν αὐτῷ περιεχο‐ μένην διαθήκην ὠνόμασεν, εἰκότως·

10

.

4

.

21

τά τε γὰρ σεμνὰ τῆς Ἱερου‐ σαλὴμ καὶ τὰ τῆς ἀρχιερατικῆς λειτουργίας, καὶ πάντα ὅσα πάλαι πρότερον ἐν αὐτοῖς κατὰ τοὺς θείους νόμους καὶ κατὰ τὴν παλαιὰν διαθήκην ἐπολιτεύετο, κόσμος εὐπρεπὴς ὑπῆρχεν τοῖς ὑπὸ τούτων
5κοσμουμένοις. σχοίνισμα δὲ τὸ πλῆθος τοῦ ἔθνους καὶ παρὰ Μωσεῖ κέκληται, λέγοντι· «ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοί‐ νισμα κληρονομίας αὐτοῦ Ἰσραήλ».

10

.

4

.

22

ἀλλὰ γὰρ τῶν δύο τούτων ῥάβδων ἀθρόαν μεταβολὴν γενήσεσθαι κατὰ τοὺς δηλουμένους χρό‐ νους θεσπίζει, ὡς καὶ τῆς πάλαι ἐν αὐτῇ παλαιᾶς διαθήκης καὶ τοῦ
πάλαι ἐν αὐτῇ κάλλους ἀφανισθησομένου, τοῦ τε σχοινίσματος καὶ464
5τοῦ παντὸς ἔθνους διασκεδασθησομένου, ἐπὰν «τὴν τιμὴν τοῦ τετιμη‐ μένου» τριάκοντα ἀργυρίων τιμησάμενοι τῆς σφῶν δυσσεβείας τὴν προσήκουσαν ἀτιμίαν ὑπόσχοιεν.

10

.

4

.

23

λέγει δ’ οὖν· «καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλήν, καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου», καὶ πάλιν· «καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα».
5 Ἐπὶ τούτοις ἐπὰν ἡ προφητεία φάσκῃ «καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί», νομίζω τρία τάγματα αἰνίττεσθαι τῶν πάλαι τοῦ λαοῦ τοῦ θεοῦ προεστώτων, βασιλέως καὶ ἀρχιερέως καὶ προφήτου, ἐπεὶ καὶ διὰ τῶν τριῶν τούτων ποιμένων πάντα τὰ κατὰ τοὺς πάλαι πρότερον ᾠκονομεῖτο.

10

.

4

.

24

ἀλλ’ ἐπειδὴ διαστρο‐ φὴν καὶ οἱ τρεῖς οὗτοι πεπόνθασιν ποιμένες καθ’ ἕνα καιρόν, τὸν ἐπὶ τοῦ σωτῆρος ἡμῶν (ὅ τε γὰρ βασιλεὺς παρανόμως αὐτῶν ἡγεῖτο, ἀλλόφυλός τις ὢν καὶ οὐκ οἰκεῖος τοῦ ἔθνους, ὅ τε ἀρχιερεὺς ὑπὸ
5Ῥωμαίων παραγενόμενος ἐπὶ τὴν λειτουργίαν, οὐ κατὰ τὴν τοῦ γένους διαδοχὴν οὐδὲ κατὰ τοὺς ἐννόμους θεσμοὺς ἐπὶ τὴν τιμὴν παρῄει, ὅ τε προφήτης μέχρις Ἰωάννου παυσάμενος οὐκέτι ἐν αὐτοῖς ἐνήργει, ἀντὶ δὲ τούτου ψευδοπροφήτης τις ἀσεβὴς καὶ πλανῶν τὸν λαόν), εἰκότως τὰ τρία χαρίσματα, πάλαι πρότερον ὑπὲρ πάντα κόσμον
10εὐπρεπῆ τὸ πᾶν ἔθνος κοσμοῦντα, περιαιρήσειν ὑφ’ ἕνα καιρὸν ἀπει‐ λεῖ, λέγων· «καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί, καὶ βαρυν‐ θήσεται ἡ ψυχή μου ἐπ’ αὐτούς»,

10

.

4

.

25

ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας φησίν· «καὶ ἐκολοβώθη ἡ ψυχή μου ἐν αὐτοῖς», ὁ δὲ Σύμμαχος· «καὶ ὠλιγο‐ ψύχησα ἐν αὐτοῖς», ὁ δὲ Θεοδοτίων· «καὶ ὠλιγοψύχησεν ἡ ψυχή μου ἐπ’ αὐτούς». καὶ τὸ αἴτιόν γε τῆς ὀλιγοψυχίας διδάσκει, ἐπιλέγων·
5«καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ’ ἐμέ», ἀνθ’ οὗ πάλιν ὁ Ἀκύλας· «καί γε ἡ ψυχὴ αὐτῶν ἐπέρκασεν ἐν ἐμοί»,

10

.

4

.

26

ὁ δὲ Σύμμαχος· «καὶ ἡ ψυχὴ αὐτῶν ἤκμασεν ἐν ἐμοί». ὅμοιον δὲ τῷ «καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ’ ἐμέ» παρὰ τοῖς ἑβδομήκοντα εἰρημένῳ φέρεται παρὰ τῷ Ἱερεμίᾳ ἐκ προσώπου τοῦ κυρίου κείμενον τὸ
5«ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ’ ἐμὲ τὴν φωνὴν αὐτῆς. μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί;»

10

.

4

.

27

εἰκότως οὖν
διὰ ταῦτα ἑξῆς ἐπιφέρει, λέγων· «καὶ εἶπα, οὐ ποιμανῶ ὑμᾶς, τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατά‐ λοιπα ἐσθιέτωσαν, ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ». μεθ’ ἃ465
5ἐπιλέγει· «καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλήν, καὶ ἀπορρίψω αὐτήν»,

10

.

4

.

28

ἀνθ’ οὗ ὁ Ἀκύλας· «καὶ ἔλαβον», φησίν, «τὴν ῥάβδον μου, τὴν εὐπρέπειαν, καὶ περιέκοψα αὐτήν», δηλαδὴ τὴν κατὰ Μωσέα λατρείαν. οὐκοῦν ἡ μὲν πρώτη ῥάβδος, ἡ ἐν ἀρχαῖς τοῦ λόγου, πρώτη συντριβήσεσθαι καὶ ἀπορριφήσεσθαι λέγεται.

10

.

4

.

29

ὅτε δὲ ἡ τιμὴ τοῦ τετιμημένου καὶ τὸ ὑπὲρ αὐτοῦ τῷ προδότῃ δοθὲν ἀργύριον ἐβλήθη «εἰς τὸν οἶκον κυρίου» ὡς «εἰς χωνευτήριον», τότε δὴ καὶ τὰ περὶ τῆς δευτέρας ῥάβδου, τοῦ παντὸς ἔθνους δηλαδή, ἀκολούθως
5οἷα πείσεται προφητεύεται ἐν τῷ «καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν, τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ».

10

.

4

.

30

καὶ ἐπειδήπερ ἀποβολὴν ἐκείνων σαφῶς διὰ τούτων ὁ λόγος ἐμήνυσεν, εἰκότως ἑξῆς οὐκέτ’ αὐτοὺς ἐπιγνώσεσθαι τὴν τῶν προφητευομένων δύναμίν φησιν ἀλλὰ τοὺς Χαναναίους, λέγων· «καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ
5φυλασσόμενά μοι, διότι λόγος κυρίου ἐστίν».

10

.

4

.

31

τίνες δ’ ἂν εἶεν οἱ Χαναναῖοι ἀλλ’ 〈ἢ〉 ἡμεῖς, οἱ πρὶν ἀλλόφυλοι καὶ ἐξ ἁπάντων τῶν πάλαι ἀθέων καὶ ἀσεβῶν ἐθνῶν πρόβατα τῷ Χριστῷ πεφυλαγμένοι; οἳ καὶ διὰ τῆς αὐτοῦ χάριτος μεταβεβλήμεθα 〈καὶ〉 συνέντες τὰ
5τεθεσπισμένα γνῶσιν ἀληθῆ τοῦ λόγου τοῦ κυρίου εἰλήφαμεν, ἔγνω‐ μέν τε, ἡμεῖς οἱ Χαναναῖοι, καὶ συνήκαμεν τὰ δηλούμενα· οὐκ ἔγνωσαν δὲ οὐδὲ συνῆκαν οἱ τὸν Ἰσραὴλ αὐχοῦντες καὶ ἐπὶ τῷ σπέρ‐ ματι Ἀβραὰμ ἐπαιρόμενοι.

10

.

5

.

1

Ἀπὸ τοῦ Ἱερεμίου. «Ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ, ἐκκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτοῦ, καὶ τοῖς κέρασι τῶν θυσιαστηρίων ὑμῶν. ἡνίκα ἀναμνησθῶσιν οἱ υἱοὶ αὐτῶν τὰ θυσιαστήρια αὐτῶν καὶ τὰ ἄλση
5αὐτῶν ἐπὶ ξύλου δασέος καὶ ἐπὶ βουνῶν μετεώρων, ἰσχύν σου καὶ πάντας τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω, καὶ τὰ ὑψηλά σου ἐν ἁμαρτίᾳ ἐν πᾶσι τοῖς ὁρίοις σου. καὶ ἀφαιρεθήσῃ καὶ ταπεινω‐ θήσῃ ἀπὸ τῆς κληρονομίας ἧς ἔδωκά σοι, καὶ ἀναβιβῶ σε ἐν τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ ᾗ οὐκ ἔγνως, ὅτι πῦρ ἐκκέκαυται ἐν τῷ θυμῷ
10μου, ἕως αἰῶνος καυθήσεται.»466

10

.

5

.

2

Εἰ καὶ μὴ παρὰ τοῖς ἑβδομήκοντα, ἀλλ’ οὖν γε ἐν τῷ Ἑβραϊκῷ ταῦτα εὑρόντες καὶ ἐν ταῖς τῶν λοιπῶν ἑρμηνευτῶν ἐκδόσεσιν, ἔτι μὴν μετὰ παραθέσεως ἀστερίσκων καὶ ἐν τοῖς ἀκριβέσι τῶν παρὰ τοῖς ἑβδομήκοντα ἀντιγράφοις, ἀναγκαίως αὐτὰ παρεθέμεθα, ἅτε καὶ ὀνο‐
5μαστὶ τὸν προδότην Ἰούδαν δηλοῦντα καὶ τὴν πεπραγμένην αὐτῷ ἁμαρτίαν ἀνεξάλειπτον εἶναι διδάσκοντα. τοῦτο γὰρ αἰνίττεσθαί μοι δοκεῖ τὸ «ἁμαρτία Ἰούδα ἐγγέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ».

10

.

5

.

3

εἴη δ’ ἂν καὶ ἐπὶ πᾶν τὸ Ἰουδαίων ἔθνος ἀναφερό‐ μενα, οἷς ἑξῆς καὶ ἀκολούθως μετὰ τὴν ἀνεξάλειπτον αὐτῶν ἀσέβειαν τὸν μετελθόντα αὐτοὺς ἔσχατον ὄλεθρον ἀπειλεῖ, ἅπερ κατὰ λέξιν ἑρμηνεύειν οὐ τοῦ παρόντος τυγχάνει καιροῦ.
5 Ἀλλὰ γὰρ τοσούτων περὶ τοῦ προδώσειν μέλλοντος τὸν σωτῆρα καὶ κύριον ἡμῶν τῶν τε ἄλλως ἐπιβεβουλευκότων αὐτῷ προανα‐ φωνηθέντων, καιρὸς ἰδεῖν καὶ τὰ ἀμφὶ τὸ πάθος αὐτοῦ μέλλοντα συμβήσεσθαι θεσπιζόμενα.

10

.

6

.

1

Ἀπὸ τοῦ Ἀμώς. «Ὀμνύει κύριος κατὰ ὑπερηφαν[ε]ίας Ἰακώβ, εἰ ἐπιλησθήσεται εἰς νῖκος πάντα τὰ ἔργα ὑμῶν, καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῆ, καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια, καὶ καταβήσεται ὡς
5ποταμὸς Αἰγύπτου. καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς·

10

.

6

.

2

καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον, καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα, καὶ θήσομαι αὐτὸν ὥσπερ πένθος ἀγαπητοῦ, καὶ τοὺς μετ’ αὐτοῦ ὡς ἡμέραν ὀδύνης. ἰδοὺ ἡμέραι ἔρ‐
5χονται, λέγει κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου· καὶ σαλευθήσονται ὕδατα ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ βορρᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον κυρίου καὶ οὐ μὴ εὕρωσιν.»

10

.

6

.

3

Τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ὕβριν καὶ ὑπερηφανίαν καὶ ἐπανά‐ στασιν, ἣν ἐπανέστησαν αὐτῷ οἱ ἐκ περιτομῆς, θεσπίζουσα ἡ παροῦσα προφητεία ὀμνύναι τὸν κύριόν φησι «καθ’ ὑπερηφανίας Ἰακώβ», ὡς
οὐ μὴ γένοιτο λήθη τῶν κατ’ αὐτοῦ τετολμημένων αὐτοῖς, καὶ ὅτι467
5πένθους ἄξια πείσεται ἡ γῆ αὐτῶν μετὰ καὶ τῶν οἰκητόρων, καὶ ὅτι οὐκέθ’ ὡς τὸ πρὶν εἰς βραχὺ παιδευθέντες αὖθις ἀποκατασταθήσον‐ ται, ἀλλ’ εἰς συντέλειαν τὰ κατ’ αὐτοὺς ἥξει. «ἀναβήσεται», γοῦν φησίν, «ὡς ποταμὸς ἡ συντέλεια» αὐτῶν, τὴν ἐπελθοῦσαν αὐτοῖς οὐδ’ ἄλλοτε ἢ κατὰ τὴν Ῥωμαίων βασιλείαν ὀργὴν ποταμὸν ἀναβη‐
10σόμενον ἐπ’ αὐτούς, ὡς ἐν ὕψει τὸ πρὶν ὄντας, αἰνιττόμενος.

10

.

6

.

4

καὶ δὴ μετὰ τὴν δηλωθεῖσαν κατ’ αὐτῶν ἐκ τοῦ θεοῦ ὀργὴν αὖθις τὰ κατ’ αὐτοὺς πράγματα «ὡς ποταμός», φησίν, «Αἰγύπτου» «καταβήσε‐ ται»· δι’ ὧν οἶμαι δηλοῦσθαι, ὅτι τὰ πάλαι μετέωρα καὶ παρὰ θεῷ
5τετιμημένα καὶ ὥσπερ ἐν ὕψει κείμενα πλεονεκτήματα τοῦ Ἰουδαίων ἔθνους ὅμοια τοῖς ῥευστοῖς καὶ δίκην ποταμοῦ παρατρέχουσιν τῶν ἀπίστων ἐθνῶν πράγμασιν καταστήσεται, ἀφ’ ὕψους τε εἰς ταπεινὸν περιτραπήσεται.

10

.

6

.

5

εἶθ’ ἑξῆς τούτοις αὐτὰ δὴ τὰ ἀμφὶ τὸν καιρὸν τοῦ σωτηρίου πάθους συμβεβηκότα δηλῶν, «ἐν ἐκείνῃ», φησίν, «τῇ ἡμέρᾳ, λέγει κύριος, δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς», ἃ καὶ ἐναργῆ τὴν ἔκβασιν εἴληφεν, ὅτε
5τοῦ σωτῆρος ἡμῶν ὑψωθέντος κατὰ τὸν εὐαγγελιστὴν «ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης, περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων ἀηλὶ ἀηλὶ λεμᾶ σαβαχθανί».

10

.

6

.

6

Τούτων δὲ τοῦτον ἐπιτελεσθέντων τὸν τρόπον, ἑξῆς ἐπιλέγει· «καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος, καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον, καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον, καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα, καὶ θήσομαι αὐτὸν ὥσπερ πένθος ἀγα‐
5πητοῦ, καὶ τοὺς μετ’ αὐτοῦ ὡς ἡμέραν ὀδύνης. ἰδοὺ ἡμέραι ἔρχον‐ ται, λέγει κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου», καὶ τὰ ἑξῆς.

10

.

6

.

7

ἅπερ ἅπαντα διὰ τὴν ὑπερηφανίαν αὐτῶν, τὴν κατὰ τοῦ Χριστοῦ γεγενημένην, ἔσεσθαι προφητευθέντα ἐναργῆ τὴν ἔκβασιν τῆς προρρήσεως ἀπεδείξατο μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπι‐ βουλὴν αὐτῶν.

10

.

6

.

8

οὐ πρότερον γοῦν, ἀλλ’ ἐξ ἐκείνου καὶ εἰς δεῦρο μετέστρεψεν αὐτῶν ὁ θεὸς «τὰς ἑορτὰς εἰς πένθος καὶ τὰς ᾠδὰς εἰς
θρῆνον», τῆς περιβοήτου μητροπόλεως ἀποστερήσας αὐτούς, καὶ τὸ ἐν αὐτῇ σεμνὸν ἁγίασμα κατὰ τὴν ἐπὶ Τίτου καὶ Οὐεσπασιανοῦ Ῥω‐468
5μαίων αὐτοκρατόρων ἡγεμονίαν καθελών, ὡς μηδὲ ἐλθόντας δύνα‐ σθαι ἐπ’ αὐτῆς τὰς ἐννόμους ἑορτὰς καὶ πανηγύρεις ἐπιτελεῖν. τί δεῖ λέγειν, ὡς ὁ λιμὸς «τοῦ ἀκοῦσαι λόγον κυρίου» πάντας αὐτοὺς μετῆλθεν, ἀνθ’ ὧν ἐξήλασαν ἑαυτῶν τὸν τοῦ θεοῦ λόγον, ὁμοθυ‐ μαδὸν αὐτὸν ἀρνησάμενοι καὶ ἀπαρνηθέντες ὑπ’ αὐτοῦ;

10

.

7

.

1

Ἀπὸ τοῦ Ζαχαρίου. «Καὶ παρέσται κύριος ὁ θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς, καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν. καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, πρὸς ἑσπέραν ἔσται φῶς. καὶ
5ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν
10ἔρημον.»

10

.

7

.

2

Καὶ ταῦτα ἐπὶ τῆς παρουσίας τοῦ σωτῆρος ἡμῶν ἐπληροῦτο, ἣν ἐποιήσατο, ἤτοι μετὰ τῶν ἱερῶν ἀποστόλων αὐτοῦ καὶ μαθητῶν, ἢ μετὰ τῶν ἁγίων αὐτοῦ, θείων τινῶν δυνάμεων καὶ ἀσωμάτων πνευμάτων, ἀγγέλων τε καὶ λειτουργῶν αὐτοῦ, περὶ ὧν εἴρηται ἐν
5τοῖς ἱεροῖς εὐαγγελίοις ὅτι «προσῆλθον αὐτῷ ἄγγελοι καὶ διηκόνουν αὐτῷ».

10

.

7

.

3

κατὰ δὲ τὴν ἡμέραν ἐκείνην (οὕτω δὲ φίλον ἀποκαλεῖν τῇ ἱερᾷ γραφῇ πάντα τὸν χρόνον τῆς ἐν ἀνθρώποις αὐτοῦ διατριβῆς) ἐπληροῦτο μετὰ τῶν ἄλλων προρρήσεων καὶ τὰ ἐν χερσὶ τεθε‐ σπισμένα, ὁπηνίκα παρὰ τὸν τοῦ πάθους αὐτοῦ καιρὸν «ἀπὸ ὥρας
5ἕκτης σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης». διό φησιν ἡ προφητεία· «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς», καὶ πάλιν· «καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, τὸ πρὸς ἑσπέραν ἔσται φῶς».

10

.

7

.

4

δι’ ὧν λευκότατα ἡγοῦμαι ... τὴν τοῦ καιροῦ κατάστασιν, ἐν ᾧ τοῦ σωτῆρος ἀνυψωθέντος καὶ ἡμέρας οὔσης «νὺξ ἀπὸ ὥρας ἕκτης» τὸ περιέχον συνέσχεν «μέχρι τῆς ἐνάτης», μεθ’ ἣν αὖθις τοῦ σκότους διαλείποντος
5ἡμέρα καὶ φῶς ἐγίνετο, μεθ’ ἃ πάλιν συνήθως ἡ νὺξ κατελάμβανεν.
ἅπερ ὁ τῆς προφητείας λόγος ᾐνίττετο φάσκων· «καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νύξ, πρὸς ἑσπέραν ἔσται φῶς».469

10

.

7

.

5

οὐχ ἡμέρα μὲν γὰρ ἦν διὰ τὸ μεσημβρινὸν σκότος, καὶ πάλιν οὐ νὺξ διὰ τὴν ἐπικαταλαβοῦσαν ἡμέραν, ἣν παρέστησεν ἐπισημηνά‐ μενος διὰ τοῦ φάναι «τὸ πρὸς ἑσπέραν ἔσται φῶς». τίς δ’ οὐκ ἂν θαυμάσειεν καὶ τῆς χειμαδίου ὥρας τὴν μνήμην, ἣν καὶ αὐτὴν ἐθέ‐
5σπισεν ὁ λόγος φήσας· «καὶ ψῦχος καὶ πάγος ἔσται»; ὃ καὶ αὐτὸ ἡ τοῦ εὐαγγελίου μαρτυρία συνίστησιν, ὁπηνίκα ὁ Πέτρος ἀκολουθῶν τῷ Ἰησοῦ, περιαψάντων πυρὰν ἐν τῇ αὐλῇ τοῦ Καϊάφα, μετὰ τῶν ἄλλων ἐθερμαίνετο· ὁ γοῦν Ἰωάννης ἄντικρυς καὶ τοῦ ψύχους ἐμνη‐ μόνευσεν εἰπών· «εἱστήκεισαν οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν
10πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο».

10

.

7

.

7

Καὶ πρὸς μὲν τὴν λέξιν τοιούτου τέλους ἐτύγχανεν τὰ προη‐ γορευμένα, πρὸς δὲ διάνοιαν τὸ πᾶν Ἰουδαίων ἔθνος, τοῦ σωτηρίου φωτὸς αὐτοῖς ἐπιλάμψαντος, αὐτῶν τε «μᾶλλον τὸ σκότος ἢ τὸ φῶς» ἑλομένων, τοῦθ’ ὅπερ καὶ εἵλοντο μετῆλθεν αὐτούς, ἀναχωρήσαντος
5μὲν αὐτῶν τοῦ φωτός, διαλαβούσης δὲ αὐτοὺς νυκτὸς ἀφεγγοῦς, σκοτισθείσης αὐτῶν τῆς διανοίας πρὸς τὸ μὴ διαυγάσαι τὸν φω‐ τισμὸν τοῦ εὐαγγελίου ἐν ταῖς καρδίαις αὐτῶν, ἀλλὰ καὶ ψυγείσης τῆς πρὸς τὸν θεὸν ἀγάπης αὐτῶν, τὰ σύμβολα τούτων εἰκότως ἐτελεῖτο, ἐπληροῦτό τε ἑξῆς τὰ τῆς προρρήσεως, κατὰ τὴν τοιάνδε
10τῆς σωτηρίου ἐπιφανείας ἡμέραν ὕδατος ζῶντος ἐξελθόντος ἐξ Ἱερου‐ σαλήμ, εἰς πάντα τὰ ἔθνη προελθόντος τοῦ γονίμου καὶ ζωτικοῦ λόγου τῆς εὐαγγελικῆς διδασκαλίας, ἀρξαμένου μὲν ἀπὸ τῆς Ἰουδαίας καὶ ἐξ αὐτῆς γε τῆς Ἱερουσαλήμ, διαδοθέντος δὲ εἰς πᾶσαν τὴν γῆν καὶ εἰς πάντα τὰ τῆς οἰκουμένης πέρατα.

10

.

7

.

8

τούτου δὲ τοῦ ὕδατος καὶ αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν μνημονεύει λέγων πρὸς τὴν Σαμαρεῖτιν· εἰ ᾔδεις τίς ἐστιν ὁ αἰτῶν σε πιεῖν, «σὺ ἂν ᾔτησας αὐ‐ τὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν». ὅση δὲ τοῖς ἀπογευσαμένοις τοῦ
5ζῶντος καὶ λογικοῦ νάματος ὑπῆρξεν ὠφέλεια, παρίστησιν ἑξῆς δι‐ δάσκων, ὡς οἱ πιόντες αὐτοῦ, τοὺς πάλαι πολλοὺς βασιλεύσαντας αὐτῶν δαίμονας πονηροὺς ἀπαρνησάμενοι, τὸν ἕνα κύριον καὶ βασιλέα σφῶν αὐτῶν ὁμολογοῦσιν, καὶ ὡς ὁ κύριος ὁ μόνοις τὸ πρὶν Ἑβραίοις γνωριζόμενος γενήσεται βασιλεὺς πάντων τῶν εἰς αὐτὸν ἐξ ἁπάσης
10τῆς γῆς πιστευσάντων ἐθνῶν, καὶ «τὸ ὄνομα αὐτοῦ ἓν ἔσται, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον».470

10

.

7

.

9

ὃ καὶ αὐτὸ τίς οὐκ ἂν ὁρῶν ἐκ‐ πλαγείη; ἀπὸ γοῦν τῆς Χριστοῦ προσηγορίας (αὐτὸς δὲ ἦν ὁ Χριστὸς ὁ κύριος) τὸ τῶν Χριστιανῶν ὄνομα πάντα τόπον καὶ πόλιν καὶ χώραν καὶ αὐτά γε τὰ ἐν ταῖς ἐρήμοις καὶ ταῖς ἐσχατιαῖς τῆς γῆς
5οἰκοῦντα ἔθνη περιεκύκλωσεν τοῖς τῆς προφητείας ἀκολούθως θε‐ σπίσμασιν.

10

.

8

.

1

Ἀπὸ Ψαλμοῦ καʹ. «Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς. Ὁ θεὸς ὁ θεός μου, πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. ὁ θεός μου κεκράξομαι ἡμέρας πρὸς σὲ καὶ οὐκ εἰσακούσῃ; καὶ νυκτός,
5καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. σὺ δὲ ἐν ἁγίοις κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ. ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν καὶ ἐρρύσω αὐ‐ τούς. πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν, καὶ οὐ κατῃσχύνθησαν.

10

.

8

.

2

ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ. πάντες οἱ θεωροῦντές με ἐξεμυκτή‐ ρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν· ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν, ὅτι σὺ εἶ ὁ ἐκσπά‐
5σας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας. ἀπὸ γαστρὸς μητρός μου θεός μου εἶ σύ· μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν.

10

.

8

.

3

περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοι‐ ξαν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. ὡσεὶ ὕδωρ ἐξεχύθη καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. ἐξηράνθη
5ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με. ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με·

10

.

8

.

4

ὤρυξαν χεῖράς μου καὶ πόδας μου. ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· αὐτοὶ δὲ κατενόη‐ σαν καὶ ἐπεῖδόν με. διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοή‐
5θειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσχες. ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.471

10

.

8

.

5

διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. οἱ φοβούμενοι κύριον, αἰνέσατε αὐτόν· ἅπαν τὸ σπέρμα Ἰακώβ, δοξάσατε αὐτόν. φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραήλ. ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ
5ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ’ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου. παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν.

10

.

8

.

6

φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι κύριον οἱ ἐκ‐ ζητοῦντες αὐτόν·

10

.

8

.

7

ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. μνη‐ σθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. ἔφαγον
5καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς, ἐνώπιον αὐτοῦ προπε‐ σοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν· καὶ ἡ ψυχή μου αὐτῷ ζῇ· καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος.»

10

.

8

.

8

Τὸ «ὁ θεὸς ὁ θεός μου, πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με;» ἐν ἀρχαῖς τοῦ ψαλμοῦ λεγόμενον κατὰ τὸν Ματθαῖον ὑπὸ τοῦ σω‐ τῆρος ἡμῶν παρὰ τὸν τοῦ πάθους καιρὸν οὕτως εἴρηται· «γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης,
5καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν Ἰησοῦς φωνῇ μεγάλῃ ἐλωεὶμ ἐλωεὶμ λεμᾶ σαβαχθανί, ὅ ἐστι μεθερμηνευόμενον, ὁ θεὸς ὁ θεός μου ἵνα τί ἐγκατέ‐ λιπές με;» εἴληπται δὲ ἡ ἑβραϊκὴ λέξις ἀπὸ τῆς ἐν χερσὶ προφητείας.

10

.

8

.

9

αὐταῖς γοῦν συλλαβαῖς τὸ ἠλεὶ ἠλεὶ λεμᾶ σαβαχθανεὶ» ἡ τοῦ ψαλ‐ μοῦ καταρχὴ περιέχει, ὅπερ ὁ Ἀκύλας τοῦτον ἡρμήνευσεν τὸν τρό‐ πον «ἰσχυρέ μου, ἰσχυρέ μου, ἵνα τί ἐγκατέλιπές με;» ταῦτα δὲ ὅτι τοῖς ὑπὸ τοῦ σωτῆρος ἡμῶν κατὰ τὸν τοῦ πάθους καιρὸν εἰρημένοις
5ἰσοδυναμεῖ πᾶς ὅστις οὖν ὁμολογήσαι ἄν.

10

.

8

.

10

ὥρα τοιγαροῦν ἀναμ‐ φιλόγως τὸν ψαλμὸν οὐδ’ ἐφ’ ἕτερον ἢ ἐπὶ μόνον αὐτὸν ἀναφέρειν, ἐπειδὴ αὐτῷ μόνῳ καὶ οὐδ’ ἑτέρῳ ἁρμόζει τὰ ἐμπεριεχόμενα. ἄντι‐ κρυς γοῦν ἐπ’ αὐτῷ πεπληρωμένα τά τε ἄλλα ἀποδείκνυται καὶ δὴ
5καὶ τὸ φάσκον ἐν τῷ ψαλμῷ «διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον».

10

.

8

.

11

καὶ τὴν κατάπαρσιν δὲ τῶν ἥλων τῶν κατὰ τῶν χειρῶν καὶ ποδῶν ἐπὶ τοῦ σταυροῦ προσηλωθέντων αὐτῷ διαρρήδην ἐμφαίνει λέγων· «ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου».
472
5 Καὶ τὰ λοιπὰ δὲ μόνῳ ἂν ἐφαρμόσαι αὐτῷ, ὡς προϊὼν ὁ λόγος παραστήσει· ἢ ὁ βουλόμενος ἐφ’ ἕτερον μεταλαβὼν πρόσωπον, ἤτοι βασιλέως ἢ προφήτου ἢ καί τινος τῶν πώποτε παρὰ Ἰουδαίοις θεο‐ φιλῶν, δεικνύτω εἰ οἷός τε εἴη ἐφαρμόζειν τὰ ἀναγεγραμμένα.

10

.

8

.

12

τίνι γὰρ τῶν πώποτε κυοφορουμένω〈ν〉 ἐπὶ τοσοῦτον παρῆν ἀρετῆς καὶ δυνάμεως, ὥστε καθεστῶτι λογισμῷ καὶ ἀσυγχύτῳ ψυχῇ νηφαλίῳ τε φρονήματι θεοῦ γνῶσιν ἀναλαβεῖν καὶ πᾶσαν ἐπὶ τὸν θεὸν ἀναρτῆσαι
5αὐτοῦ τὴν ἐλπίδα, ὥστ’ ἂν εἰπεῖν· «ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς [μητρός μου], ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ».

10

.

8

.

13

τίς δὲ τοιοῦτος θεῷ μεμελημένος «ὄνειδος ἀνθρώπων» γέγονεν καὶ «ἐξουδένημα λαοῦ;» ὑπὸ τίνων δὲ καὶ ποδαπῶν «μόσχων» καὶ «ταύρων» χρὴ νοεῖν τὸν τοιόνδε κεκυκλῶσθαι; τί δὲ παθὼν ὁ δη‐ λούμενος «ὡσεὶ ὕδωρ ἐξεχύθη», καὶ πῶς «διεσκορπίσθη» αὐτοῦ «τὰ
5ὀστᾶ;» πῶς δὲ «εἰς χοῦν θανάτου» κατήχθη, καὶ καταχθεὶς «εἰς χοῦν θανάτου» τὰ τοιαῦτα λαλεῖ ἔτι καὶ ζῇ καὶ φθέγγεται; τίνες δὲ οἱ «κύνες» οἱ κυκλώσαντες αὐτόν, ἕτεροι ὄντες παρὰ τοὺς προωνο‐ μασμένους ταύρους καὶ μόσχους; ποία δὲ «συναγωγὴ πονηρευομένων» τὰς «χεῖρας» οὐ μόνον ἀλλὰ καὶ τοὺς «πόδας» τοῦ τηλικούτου «ὤρυ‐
10ξαν», ἀποδύσαντές τε αὐτὸν τὰ μέν τινα διείλοντο αὐτοῦ τῶν ἐν‐ δυμάτων, τὰ δὲ καὶ κλήρῳ λαχόντες ἔλαβον; τίς δὲ ἡ «ῥομφαία» καὶ ὁ «κύων» καὶ ὁ «λέων»; τίνες δὲ οἱ λεγόμενοι «μονοκέρωτες», τὸν δηλούμενον περιέχοντες; πῶς δὲ μετὰ τὴν πρὸς τοσούτους πά‐ λην, μετὰ τὸ «εἰς χοῦν θανάτου» καταχθῆναι, ἐπαγγέλλεται τὸ ὄνομα
15τοῦ πατρὸς διηγεῖσθαι, οὐ πᾶσιν ἀλλὰ μόνοις τοῖς ἑαυτοῦ «ἀδελ‐ φοῖς»; τίνες τε οἱ «ἀδελφοί», τίς τε ἡ «ἐκκλησία», περὶ ἧς φησιν ὁ τὰ τοιαῦτα παθὼν «ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε»; οἷς καὶ ἐπιλέγει, ὡς ἄρα οὐχ ἓν τὸ Ἰουδαίων ἔθνος, «πάντα» δὲ «τὰ πέρατα τῆς γῆς»
συναισθήσονται «καὶ ἐπιστραφήσονται πρὸς κύριον», «καὶ προσκυνή‐473
20σουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν»; καὶ σὺ δὲ παρὰ σαυτῷ βασανίσας ἑκάστην λέξιν τοῦ ψαλμοῦ, θέα εἰ δυνατὸν ἐπὶ τὸν τυχόντα ἀναφέρειν τὰ θεσπιζόμενα.

10

.

8

.

14

ἀλλ’ οὐκ ἂν εὕροις ἑτέρῳ ἐφαρμόττειν αὐτὰ ἢ μόνῳ τῷ σωτῆρι ἡμῶν, ὃς πάντων πιστότατος ἂν εἴη καὶ ἀληθέστατος, εἰς ἑαυτοῦ πρόσωπον ἀνειληφὼς τὴν ἀπὸ τοῦ ψαλμοῦ φωνήν, ὡς ἐμαρτύρησαν οἱ εὐαγγελισταί· ὁ μὲν Ματ‐
5θαῖος δι’ ὧν παρεθέμεθα αὐτοῦ λέξεων, ὁ δὲ Μάρκος δι’ ὧν καὶ αὐτὸς ὧδέ πως ἱστορεῖ λέγων· «γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλης τῆς γῆς ἕως ὥρας ἐνάτης. καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων, ἠλὶ ἠλὶ λεμᾶ σαβαχθανί, ὅ ἐστιν μεθερμηνευόμενον, ὁ θεὸς ὁ θεός μου, εἰς τί ἐγκατέλιπές με;
10καί τινες τῶν ἀκουσάντων ἔλεγον, Ἠλίαν φωνεῖ».

10

.

8

.

15

Φέρε δὴ οὖν τούτοις ἀκολούθως ἴδωμεν ὅπως εἰς αὐτὸν ἀνε‐ νεχθήσεται τὰ διὰ τοῦ ψαλμοῦ δηλούμενα. καὶ πρῶτόν γε διαλάβωμεν τὴν φάσκουσαν προγραφὴν «εἰς τὸ τέλος» (ἢ κατὰ τὸν Ἀκύλαν «τῷ νικοποιῷ», ἢ κατὰ τὸν Σύμμαχον «ἐπινίκιος») «ὑπὲρ τῆς ἀντιλή‐
5ψεως».

10

.

8

.

16

ταῦθ’ ἡμᾶς ὑπεισέρχεται, ὅτι τὸ μὲν σωτήριον πάθος, ὡς αἱ λέξεις τῶν εὐαγγελιστῶν παρέστησαν, σκότους γενομένου ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης, ἀμφὶ τὴν ἐνάτην συνετελέσθη, ὅτε καὶ τὴν φωνὴν ἀφῆκεν τὴν μεγάλην, τὰ μικρῷ πρόσθεν δεδη‐
5λωμένα εἰπών, ὥστε ὁμολογεῖσθαι σαφῶς τὸ πάθος αὐτοῦ ἀμφὶ τὴν ἑσπέραν νυκτὸς ἐπελαυνούσης γεγονέναι.

10

.

8

.

17

τὰ δὲ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἥτις ἦν «ἀντίληψις» τοῦ πατρὸς ἀντιλαμβανομένου καὶ εἰς ἑαυτὸν ἐκ τῶν τοῦ θανάτου χωρίων ἐπισπωμένου καὶ λαμβάνον‐ τος αὐτόν, ἀμφὶ τὴν ἕω γέγονεν, ὡς αὖθις ἀπὸ τῆς τῶν εὐαγγελι‐
5στῶν μαρτυρίας παρίσταται.

10

.

8

.

18

ὁ γοῦν Λουκᾶς φησιν· «τῇ δὲ μιᾶ τῶν σαββάτων ἦλθον ὄρθρου βαθέος ἐπὶ τὸ μνημεῖον φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα», δηλονότι αἱ γυναῖκες καί τινες σὺν αὐταῖς, «εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἐκ τοῦ μνημείου, εἰσελθοῦσαι
5δὲ οὐχ εὗρον τὸ σῶμα», διὰ τὸ ἤδη τὸν σωτῆρα ἡμῶν ἐκ νεκρῶν ἐγηγέρθαι.

10

.

8

.

19

τοῦτο δὲ αὐτὸ καὶ ὁ Μάρκος δηλοῖ λέγων· «καὶ λίαν πρωῒ τῇ μιᾷ τῶν σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἔτι ἀνατεί‐ λαντος τοῦ ἡλίου, καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσῃ ἡμῖν τὸν
λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου; ἦν γὰρ μέγας σφόδρα. καὶ ἔρ‐474
5χονται καὶ εὑρίσκουσιν αὐτὸν ἀποκεκυλισμένον». ἦν δὲ ἤδη ἐγηγερ‐ μένος. ἔχεις καὶ παρὰ τῷ Ἰωάννῃ τὴν αὐτὴν μαρτυρίαν λέγοντι· «τῇ δὲ μιᾷ τῶν σαββάτων ἔρχεται Μαρία ἡ Μαγδαληνὴ πρωῒ εἰς τὸ μνημεῖον ἔτι σκοτίας οὔσης, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου».

10

.

8

.

20

καὶ ὁ Ματθαῖος δέ, εἰ καὶ «ὀψὲ σαββάτων» εἴρηκεν, ἀλλ’ ἐπιφέρει λέγων· «τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων ἦλθεν Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον, καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας·

10

.

8

.

21

ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρα‐ νοῦ προσελθὼν ἀπεκύλισεν τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου». Ταῦτα δὲ ἀναγκαίως παρεθέμην εἰς παράστασιν τῆς ἐν τῷ ψαλμῷ προφητευομένης «ἑωθινῆς ἀντιλήψεως».

10

.

8

.

22

ἐπεὶ γὰρ τὰ περὶ τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν σημαίνει, οὐ μὴν κατέληξεν ἡ κατ’ αὐτὸν οἰκονομία ἐν τῷ πάθει, «τέλος» δὲ τοῦ πάθους ἡ ἐκ νεκρῶν ἀνά‐ στασις ἦν καὶ «ἡ ἀντίληψις ἡ ἑωθινή», εἰκότως ὁ λόγος τῷ παρα‐
5δόξῳ «τέλει» τὴν γραφὴν ἀνατίθεται, ὡς τῆς ὑποθέσεως ἁπάσης καὶ τῶν πρὸ τοῦ «τέλους» παθημάτων τῆς ἐκ νεκρῶν ἀναστάσεως καὶ «τῆς ἀντιλήψεως τῆς ἑωθινῆς» ἕνεκεν γενομένης.

10

.

8

.

23

εἰπὼν γοῦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν τὸ «ὁ θεὸς ὁ θεός μου πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με» καὶ ἑξῆς ἐπαγαγὼν τὸ «ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ», καὶ ἔτι
5προσθεὶς τὸ «περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περι‐ έσχον με», καὶ σαφῶς τὸν θάνατον αὐτοῦ προμαρτυράμενος διὰ τὸ «εἰς χοῦν θανάτου κατήγαγές με, ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχεν με, ὤρυξαν χεῖράς μου καὶ πόδας μου», καὶ ἔτι τὰ ἀμφὶ τῷ πάθει συμβεβηκότα αὐτῷ σημήνας διὰ τοῦ «διεμερί‐
10σαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον»·

10

.

8

.

24

ταῦτα καὶ τὰ τούτοις παραπλήσια προειπών, οὐκ ἐπὶ τού‐ τοις ἔστη, ἀλλ’ ἐπιλέγει· «οἱ φοβούμενοι τὸν κύριον, αἰνέσατε αὐτόν, ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ’ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με
5πρὸς αὐτὸν ἐπήκουσέν μου».

10

.

8

.

25

πῶς δ’ ἂν ἔλεγεν εἰσηκοῦσθαι, εἰ μὴ πάντως τετυχήκει τῶν εὐχῶν καὶ ὧν ἐν τοῖς πρόσθεν ἐδεδέητο, ὅτε ἔλεγεν τὸ «εἰς χοῦν θανάτου κατήγαγές με, ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου».

10

.

8

.

26

ταῦτα γὰρ εὐξάμενος
καὶ δεηθεὶς ἐκ τούτων ῥυσθῆναί τε καὶ σωθῆναι, τυχὼν ὧν ηὔξατο ἐπιλέγει· «οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ’ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι475
5με πρὸς αὐτὸν ἐπήκουσέν μου», σαφῶς τὴν μετὰ θάνατον ἀναβίωσιν αὐτοῦ δηλῶν, ἥτις γέγονεν κατὰ «τὴν ἑωθινὴν ἀντίληψιν», ἣν ἑξῆς προϊὼν ὁ ψαλμὸς παρέστησεν εἰπών· «σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσχες». ποίαν δὴ ἀντίληψιν ἀλλ’ 〈ἢ〉 ἣν καὶ ἡ προγραφὴ τοῦ ψαλμοῦ ᾐνίττετο;

10

.

8

.

27

Ἀλλὰ ταῦτα μὲν ἡμῖν εἰρήσθω εἰς τὴν τοῦ ψαλμοῦ προγραφήν. εἰς δὲ τὸ «ἠλὶ ἠλὶ λεμᾶ σαβαχθανί», εἰρημένον μὲν ὑπὸ τοῦ σωτῆρος ἡμῶν αὐτοῖς ἑβραϊκοῖς ὀνόμασι περὶ τὸν τοῦ πάθους καιρόν, κείμενον δὲ καὶ ἐν τῷ ψαλμῷ, ὅρα μή τις ἔγκειται βαθυτέρα θεωρία παρ’
5Ἑβραίοις· ἐλωεὶμ γὰρ ὁ θεὸς ὀνομάζεται.

10

.

8

.

28

καὶ τοῦτο διὰ πάσης σχεδὸν εὕροις ἂν τῆς γραφῆς, ἐπεὶ καὶ κυρίως οὕτως παρὰ τοῖς ἑβδο‐ μήκοντα ἔτι καὶ νῦν τῇ Ἑβραίων ὀνομάζεται φωνῇ. φέρονταί γε μὴν παρ’ αὐτοῖς ἐπὶ τῆς θείας προσηγορίας καὶ ἕτεραί τινες ἐκφωνή‐
5σεις, ὥσπερ οὖν καὶ τὸ Σαδδαὶ καὶ τὸ Ἰαὼ καὶ τὸ Ἢλ καὶ ἄλλα τούτοις παραπλήσια.

10

.

8

.

29

ὁ δὴ οὖν μετὰ χεῖρας ψαλμὸς ἀπὸ τοῦ 〈ἢλ〉 «ἠλὶ ἠλὶ λεμᾶ σαβαχθανὶ» περιέχει, ᾧ κέχρηται καὶ ὁ κύριος ἡμῶν, οὐ μὴν ἀπὸ τοῦ ἐλωείμ.

10

.

8

.

30

ὁ γοῦν Ἀκύλας διαφορὰν εἰδὼς τῆς παρ’ Ἑβραίοις θεοῦ προσηγορίας ἐκ τοῦ ἐλωεὶμ σημαινομένης, τὸ νῦν δη‐ λούμενον ἐν τῷ «ἠλὶ ἠλὶ» οὐκ ἠξίωσεν, ὁμοίως τοῖς λοιποῖς, «ὁ θεὸς ὁ θεός μου» μεταβαλὼν εἰπεῖν, ἀλλὰ «ἰσχυρέ μου ἰσχυρέ μου» (τὸ δ’
5ἀκριβές ἐστιν «ἰσχύς μου ἰσχύς μου»), ὥστε κατὰ τὴν τούτου διάνοιαν τὸν ἀμνὸν τοῦ θεοῦ, τὸν ἡμέτερον σωτῆρα, φάσκοντα τὸ «ἠλὶ ἠλὶ» πρὸς τὸν πατέρα λέγειν «ἰσχυρέ μου ἰσχυρέ μου, ἵνα τί ἐγκατέλιπές με».

10

.

8

.

31

καὶ τάχα ἐπεὶ ἐγκατέλιπεν αὐτὸν ὁ ἰσχυρὸς αὐτοῦ, τούτου χάριν 〈ἐσταυρώθη〉, ὥς φησιν ὁ ἀπόστολος «καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, καὶ ζῇ ἐκ δυνάμεως θεοῦ», ὡς μὴ σταυρωθεὶς [εἴη] ἄν, εἰ μὴ ὁ ἰσχυρὸς αὐτοῦ καταλελοίπει αὐτόν.

10

.

8

.

32

καὶ ὅρα εἰ μὴ ἔπρεπεν τὸν ἀμνὸν τοῦ θεοῦ, τὸν «ὡς πρόβατον ἐπὶ σφαγὴν» ἀχθέντα «καὶ ὡς ἀμνὸν ἐναντίον τοῦ κείροντος ἄφωνον», τὰς οἰκείας δυνάμεις ἀνατι‐ θέναι τῷ θεῷ, καὶ μηδὲν ἴδιον ἔχειν ἡγεῖσθαι ἢ μόνον τὸν πατέρα·
5διὸ καὶ ἰσχυρὸν τὸν πατέρα αὐτοῦ ἀποκαλεῖ, ὡς καὶ ἐν ἑπτακαιδε‐
κάτῳ ψαλμῷ ἰσχὺν ἑαυτοῦ καὶ κραταίωμα καὶ καταφυγὴν τὸν πατέρα ὀνομάζει, λέγων· «ἀγαπήσω σε, κύριε ἡ ἰσχύς μου· κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου·476

10

.

8

.

33

ὁ θεός μου, βοηθός μου, καὶ ἐλπιῶ ἐπ’ αὐτόν· ὑπερασπιστής μου, καὶ κέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου». καταλέλοιπεν οὖν αὐτὸν ὁ ἰσχυρὸς αὐτοῦ, θε‐ λήσας αὐτὸν «μέχρι θανάτου» καὶ «θανάτου σταυροῦ» κατελθεῖν, καὶ
5τοῦ κόσμου παντὸς λύτρον καὶ ἀντίψυχον ἀποδειχθῆναι καὶ καθάρ‐ σιον γενέσθαι τῆς τῶν εἰς αὐτὸν πιστευσάντων ζωῆς.

10

.

8

.

34

ὁ δὲ αὐτίκα μάλα συναισθόμενος τῆς ἐνθέου καὶ πατρικῆς βουλῆς, διαγνούς τε εἰ καί τις ἄλλος τὰ αἴτια τοῦ καταλελεῖφθαι αὐτὸν ὑπὸ τοῦ πατρός, ἔτι πολὺ πλέον ἐταπείνωσεν ἑαυτόν, καὶ τὸν ὑπὲρ ἡμῶν θάνατον
5πολλῇ τῇ προθυμίᾳ περιεβάλετο, ἐγένετό τε ὁ πανάγιος καὶ εὐλογη‐ τὸς «ὑπὲρ ἡμῶν κατάρα», καὶ ὁ μὴ γνοὺς ἁμαρτίαν ἁμαρτία, «ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ».

10

.

8

.

35

καὶ ἔτι πρὸς τούτοις τὰς ἡμετέρας ἁμαρτίας ἀναμαξάμενος ἐσταυρώθη, ὃ ἐχρῆν ἡμᾶς τοὺς πρὶν ἀσεβεῖς παθεῖν, ἀντίψυχον ἡμῶν καὶ ἀντίλυτρον γεγενημένος, ὥστ’ ἂν εὐλόγως εἰπεῖν ἡμᾶς τὸ προφητικόν· «αὐτὸς τὰς ἁμαρτίας ἡμῶν
5φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται» καὶ «αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν, ἵνα «τῷ μώλωπι αὐτοῦ ἡμεῖς» ἰαθῶμεν. «κύριος» γὰρ «παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν».

10

.

8

.

36

διόπερ ὡς παραδοθεὶς ὑπὸ τοῦ πατρὸς καὶ μαλακισθεὶς καὶ «τὰς ἀνομίας ἡμῶν» ἀνειληφώς, «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη». συνᾴδει τούτοις καὶ ὁ ἀπόστολος λέγων· «ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν».

10

.

8

.

37

κινῶν δὲ ἡμᾶς ἐπὶ ζήτησιν τῆς αἰτίας δι’ ἣν αὐτὸν ὁ πατὴρ κατέ‐ λιπεν, φάσκει, «ἵνα τί με ἐγκατέλιπες;» τὸ δ’ αἴτιον τοῦτο ἦν ἡ τοῦ παντὸς ἀνθρώπων γένους ἀπολύτρωσις, τῷ «τιμίῳ αἵματι» ἐξαγορα‐ ζομένη ἀπὸ τῆς πρὶν χαλεπῆς δουλείας, ἣν τοῖς ἀοράτοις δεσπόταις,
5δαίμοσιν ἀκαθάρτοις καὶ πονηροῖς ἄρχουσί τε καὶ πνεύμασιν, κατα‐ δεδούλωντο.

10

.

8

.

38

καὶ ἄλλως δὲ καταλέλοιπεν αὐτὸν ὁ πατὴρ εἰς τὸ καὶ αὐτοῦ τοῦ Χριστοῦ τὴν ὑπὲρ ἀνθρώπων διάθεσιν ἀποδειχθῆναι. διὸ μηδενὸς ἔχοντος ἐξουσίαν τῆς αὐτοῦ ψυχῆς, ἑκὼν αὐτὸς ὑπὲρ ἀνθρώ‐ πων αὐτὴν τέθεικεν, ὥσπερ οὖν διδάσκει λέγων· «οὐδεὶς αἴρει τὴν
5ψυχήν μου ἀπ’ ἐμοῦ»· «ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν».

10

.

8

.

39

Ἑξῆς τούτοις φησίν· «μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου», ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας· «μακρὰν ἀπὸ τῆς σωτηρίας μου ῥήματα βρυχήματός μου» ἐξέδωκεν, ὁ δὲ Σύμμαχος· «ἀφεστήκασιν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν ὀδυρμῶν μου»,477
5καὶ καθ’ ἑτέραν δὲ φερομένην ἑρμηνείαν πέμπτην εἴρηται· «μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν δεήσεών μου».

10

.

8

.

40

ὅρα δὴ οὖν ὅτι κατ’ οὐδετέραν τούτων τὸ «τῶν παραπτωμάτων μου» εἴρηται, ὡς συμβαίνειν ποτὲ σφάλματι γραφικῷ τοιαύτας τινὰς ἐναλλαγὰς φέρεσθαι. ἐκ δὲ τῆς τῶν πλειόνων ἑρμηνείας καταληπτέον, εἰ μὴ
5ἄρα τις κἀνταῦθα τὰ ἡμέτερα «παραπτώματα» ἐξοικειούμενον ταῦτα αὐτὸν εἰρηκέναι φήσειεν.

10

.

8

.

41

Τούτοις ἑξῆς ἐπιλέγει· «ὁ θεός μου, κεκράξομαι ἡμέρας καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί», ἀνθ’ οὗ πάλιν ὁ Σύμμαχος «ὁ θεός μου», φησίν, «βοήσω ἡμέρας, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ ἔστιν σιγή». θαυμάζει δὴ οὖν ἐν τούτοις τὸν πατέρα
5ὡς μὴ εἰσακούοντα αὐτοῦ, παράξενόν τι τούτου καὶ παρὰ τὸ σύνηθες θεωρῶν, ὁ δὲ ἐφύλαττεν αὐτῷ τὴν ἀκοὴν εἰς τὸν ἐπιτήδειον τοῦ εἰσακουσθῆναι καιρόν.

10

.

8

.

42

οὗτος δὲ ἦν ὁ «τῆς ἀντιλήψεως τῆς ἑωθι‐ νῆς» καὶ ὁ τῆς ἐκ νεκρῶν ἀναστάσεως, καθ’ ὃν εἰ καί τινι ἄλλῳ καὶ αὐτῷ δικαίως ἂν ἐλέχθη· «καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα
5σωτηρίας».

10

.

8

.

43

λέγοιτο δ’ ἂν ταῦτα καὶ ἑτέρως ὑπὸ τοῦ σωτῆρος ἡμῶν, ὡς εἰωθότος μὲν ἀεὶ καὶ πάντοτε εἰσακούεσθαι ὑπὸ τοῦ πα‐ τρὸς νῦν δὲ πιστεύοντος εἰσακουσθήσεσθαι, ὡς εἰ σαφέστερον ἔλεγεν· μὴ οἷόν τέ ἐστιν, ὦ πάτερ, ἐμὲ τὸν σὸν μονογενῆ καὶ ἀγαπητὸν υἱὸν
5μὴ εἰσακούεσθαι βοῶντα καὶ κεκραγότα πρὸς σὲ τὸν ἐμαυτοῦ πατέρα; διδάσκει γοῦν αὐτὸ τοῦτο ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ἐπὶ τοῦ Λαζάρου, ὁπηνίκα εἰπὼν «ἄρατε τὸν λίθον» ἀπὸ τοῦ μνημείου, ἐπῆρεν «τοὺς ὀφθαλμοὺς» ἑαυτοῦ εἰς τὸν οὐρανὸν «καὶ εἶπεν, πάτερ εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου, ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις».

10

.

8

.

44

εἰ τοίνυν πάντοτε αὐτοῦ ἀκούει, οὐκ ἀμφιβάλλων ἀλλ’ ἀκριβῶς ἐπιστά‐ μενος ὅτι καὶ νῦν αὐτοῦ εἰσακούσεται, ὡς ἀδυνάτου ὄντος τοῦ μὴ εἰσακούεσθαι αὐτόν, ἐρωτηματικῶς φησιν· «ὁ θεός μου κεκράξομαι
5ἡμέρας, καὶ οὐκ εἰσακούσῃ;» ὑποστιζόντων ἡμῶν ἐν τῷ «οὐκ εἰσα‐ κούσῃ» καὶ τὸ ἐναντίον ὑπονοούντων τῷ πύσματι.

10

.

8

.

45

Τοῦτο γοῦν διδάσκει μικρὸν ὕστερον, προϊὼν ἑξῆς ἐν τῷ ψαλμῷ,
λέγων· «οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ’ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου». πῶς οὖν ἀποφατικῶς λέγοι ἂν «ὁ478
5θεός μου κεκράξομαι ἡμέρας καὶ οὐκ εἰσακούσῃ», εἰ μὴ κατὰ τὴν ἀποδοθεῖσαν ἡμῖν θεωρίαν; ἣν οἶμαι καὶ αὐτὸν αἰνίττεσθαι λέγοντα «ὁ θεός μου κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ; καὶ νυκτὸς καὶ οὐκ εἰς ἄνοιαν ἐμοί».

10

.

8

.

46

οὐ γὰρ «εἰς ἄνοιαν», φησίν, ἐμοὶ λέγεται τὸ «εἰσακούσῃ»· οἶδα γὰρ αὐτὸς ὅπως τοῦτό φημι, πεπεισμένος ὅτι πέ‐ φυκας οὐχ ὅτι γε ἐμοῦ μόνον ἀντιλαμβάνεσθαι καὶ εἰσακούειν ἀλλὰ καὶ πάντων τῶν ἁγίων σου. ἀεὶ γὰρ καὶ διὰ παντὸς «ἐν» τοῖς
5«ἁγίοις» σου «κατοικεῖς», καὶ σὺ εἶ ὁ παντὸς ἀνδρὸς θεοφιλοῦς, «Ἰσραὴλ» προσαγορευομένου, «ἔπαινος».

10

.

8

.

47

διὰ σὲ γὰρ παντὶ τῷ σε περιέποντι οὐχ ὁ τυχὼν προσγίνεται «ἔπαινος», καὶ «ἐπὶ σοὶ οἱ πα‐ τέρες ἡμῶν ἤλπισαν», καὶ ἐλπίσαντες τῶν ἐπαναστάντων καὶ αὐτοῖς κακῶν ἐρύσθησαν καὶ «πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοί τε
5ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν».

10

.

8

.

48

ἐπειδὴ οὖν πάντες οἱ ἅγιοι τού‐ των ἔτυχον παρὰ σοῦ, κεκράξαντές τε εἰσηκούσθησαν καὶ «οὐ κατῃ‐ σχύνθησαν», πόσῳ δὴ πλέον ἐμοῦ τοῦ σοῦ ἀγαπητοῦ παιδὸς βοῶντος μᾶλλον ἁπάντων καὶ ἑτοιμότερον εἰσακούσῃ; εἰ δὲ καὶ ἀποθαυμαστι‐
5κῶς φημι «κεκράξομαι καὶ οὐκ εἰσακούσῃ;» ἀλλ’ «οὐκ εἰς ἄνοιαν» ὁ λόγος μοι προφέρεται. οἶδα γοῦν ὅπως τὴν εὐχὴν προφέρω, μὴ ἐναβρυνόμενος μηδὲ ἐγκαυχώμενος, ἀλλ’ ὡς ταπεινοφρονῶν.

10

.

8

.

49

ἐπεὶ γὰρ «πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ», ταπεινῶς καὶ τῇ ἐμαυτοῦ πραότητι οἰκείως περὶ ἐμαυτοῦ ταπεινὰ φθέγγομαι, οὕτω δὴ καὶ «σκώληκα» ἐμαυτὸν ὀνομάζω. τί γὰρ ἂν γένοιτο σκώληκος ταπεινό‐
5τερον; ὅθεν οὐδ’ ἄνθρωπον ἐμαυτὸν εἴποιμ’ ἄν, εἰς τοσαύτην τα‐ πείνωσιν ἐκ τοῦ οἰκείου μεγέθους κατελθών, ὥστε καὶ σκώληκος μηδὲν δοκεῖν διαφέρειν, διὰ τὸ καὶ μέχρι θανάτου καὶ τῆς τοῦ σώ‐ ματος φθάσαι φθορᾶς. πόθεν γὰρ ἄλλοθεν 〈ἂν〉 γεννηθείη σκώληξ ἢ ἀπὸ σωμάτων φθορᾶς, εἰς ἣν καὶ αὐτὸς κατελθὼν εἰκότως ἐμαυτὸν
10σκώληκα καὶ οὐκ ἄνθρωπον γινώσκω.

10

.

8

.

50

διὸ καὶ γέγονα «ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ», οὐκ ἂν γενόμενος οὔτε «ὄνειδος ἀνθρώπων» οὔτε «ἐξουδένημα», εἰ μὴ μέχρι σκώληκος ἐφθάκειν παρὰ τὸν τοῦ πάθους καιρόν. τηνικαῦτα γοῦν θεωροῦντές με ἐπὶ τοῦ
5σταυροῦ ἀνηρτημένον, «ἐξεμυκτήρισαν» καὶ «ἐλάλησαν ἐν χείλεσιν, ἐκί‐ νησάν» τε «κεφαλὴν» λέγοντες, «ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν».

10

.

8

.

51

ταῦτα μὲν οὖν ἅπαντα διὰ τοῦ
ψαλμοῦ σαφῶς περὶ τῶν μελλόντων γενήσεσθαι μακροῖς ποθ’ ὕστε‐ ρον χρόνοις ἐθεσπίζετο, τέλους δὲ ἐτύγχανεν, ὁπότε, κατὰ τὸν Ματ‐ θαῖον, σταυρωθέντων σὺν αὐτῷ δύο λῃστῶν, ἑνὸς «ἐκ δεξιῶν» καὶ479
5ἑνὸς «ἐξ εὐωνύμων» τοῦ σωτῆρος «οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.

10

.

8

.

52

ὁμοίως δὲ καὶ οἱ ἀρχιε‐ ρεῖς ἐμπαίζοντες μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων ἔλεγον, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. εἰ βασιλεὺς τοῦ Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν αὐτῷ. εἰ πέ‐
5ποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι υἱὸς θεοῦ εἰμι,» κατὰ δὲ τὸν Λουκᾶν· «εἱστήκει ὁ λαὸς θεω‐ ρῶν, καὶ ἐξεμυκτήριζον αὐτὸν οἱ ἄρχοντες σὺν αὐτοῖς λέγοντες, ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ ἐκλεκτός»,

10

.

8

.

53

κατὰ δὲ τὸν Μάρκον· «καὶ οἱ παράγοντες ἐβλα‐ σφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν, σῶσον σεαυτὸν καὶ κατάβηθι ἀπὸ τοῦ σταυροῦ. ὁμοίως καὶ οἱ ἀρχιερεῖς
5ἐμπαίζοντες εἰς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. ὁ Χριστὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ.»

10

.

8

.

54

ταῦτα γὰρ τί ἂν διαφέροι τῶν ἐν τῷ ψαλμῷ προαναπεφωνημένων ἐν τῷ «ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ. πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν· ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω
5αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν».

10

.

8

.

55

καὶ μὴ θαυμάσῃς, εἰ ταῦτα κατὰ τὸ πάθος τοῦ σωτῆρος ἡμῶν εἴρητό τε καὶ πεπλήρωτο, ὁπότε εἰσέτι δεῦρο παρὰ πᾶσιν ἀνθρώποις τοῖς μηδέπω τὴν εἰς αὐ‐ τὸν πίστιν ἀνειληφόσιν «ὄνειδος ἀνθρώπων» νενόμισται. τί γὰρ ἂν
5αἴσχιον καὶ παντὸς ὀνείδους χεῖρον τοῦ σταυρωθῆναι; ἀλλὰ καὶ «ἐξου‐ δένημα λαοῦ» ἐστιν τοῦ ἐκ περιτομῆς, παντὸς αὐτῶν τοῦ ἔθνους εἰσέτι νῦν καὶ σήμερον χλευάζειν καὶ ἐξουθενεῖν καὶ καταπτύειν εἰω‐ θότος αὐτοῦ, ὅθεν καὶ εἰκότως ὁ ἀπόστολος· «ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν».

10

.

8

.

56

καὶ τὰ ἑξῆς δὲ εἰρημένα ἐν τῷ ψαλμῷ εἰσέτι καὶ νῦν εὕροις ἂν παρὰ τοῖς πολλοῖς περὶ τοῦ αὐτοῦ λεγόμενα. ταῦτα μὲν οὖν περὶ
τῆς διαλαβούσης αὐτὸν εἰσέτι τότε περιστάσεως ηὔχετο. Εἰδὼς δὲ μὴ χείρονα οὖσαν τῆς τοῦ θανάτου συμφορᾶς τὴν480
5πρώτην αὐτοῦ εἰς σάρκα ἔνδεσιν καὶ τὴν ἐκ θηλείας καὶ παρθένου γένεσιν, κατὰ καιρὸν ἐν τοῖς περὶ θανάτου τῶν τῆς γενέσεως αὐτοῦ μνημονεύει, λέγων πρὸς τὸν πατέρα· «ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. ἐπὶ σὲ ἐπερρί‐ φην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ».

10

.

8

.

57

τούτων δὲ εἰκότως ἀναφέρει τὴν μνήμην εἰς παραμυθίαν τῆς τῶν παρόντων ἀπαλλαγῆς. ὥσπερ γάρ, φησίν, γέγονάς μου βοηθὸς σῶμα ἀνθρώ‐ πειον ἀναλαβόντος, ὅτε καὶ ἐξ αὐτῆς τῆς κυοφορούσης με γαστρὸς
5σὺ αὐτὸς ὁ θεός μου καὶ πατήρ μου ὥσπερ μαιούμενος τὴν ἐμοὶ κατεσκευασμένην ἐξ ἁγίου πνεύματος σάρκα ἐξέσπασας, τὴν ἑαυτοῦ δύναμιν ὀρέξας, ὡς ἂν μή τις ἐνέδρα καὶ ἐπιβουλὴ ἐξ ἀντικειμένων δυνάμεων καὶ πονηρῶν πνευμάτων διαφθονουμένων τῇ εἰς ἀνθρώ‐ πους παρόδῳ μου γένοιτο (ἐπεὶ καὶ κατὰ τὴν πρώτην σύλληψιν σὺ
10πάλιν τὸ κατὰ γαστρὸς «ἐπεσκίασας», ὡς ἂν λάθοι «τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου» ἡ ἐξ ἁγίου πνεύματος τῆς ἁγίας παρθένου σύλ‐ ληψις,

10

.

8

.

58

ὅπερ μέγα μυστήριον ὁ σὸς ἀρχάγγελος ἐξέφηνεν Γαβριὴλ τῇ Μαρίᾳ εἰπών· «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι»), —ὥσπερ οὖν ἡ σὴ τότε τοῦ ὑψίστου δύναμις συλλαμβανόμενον μὲν ἐπεσκίασεν, τικτόμενον δὲ ἐξέσπασεν ἀπὸ γαστρὸς
5μητρός μου, οὕτω πολλή μοι τυγχάνει παραμυθία, ὅτι καὶ τοῦ θανά‐ του με πολὺ μᾶλλον ἀνασπάσεις.

10

.

8

.

59

καὶ τοῦτό γε ἐλπίζων ἐπὶ σὲ πέποιθα τὸν ἐμαυτοῦ θεὸν καὶ κύριον καὶ πατέρα, καὶ πέποιθα οὐ νῦν πρῶτον ἀρξάμενος τῆς εἰς σὲ ἐλπίδος, ἀλλὰ καὶ ὅτε «ἀπὸ μαστῶν μητρός μου» τὴν νηπιώδη τροφὴν ἀναλαμβάνων ἐνομιζόμην ὁμοίως
5τοῖς τῶν ἀνθρώπων βρέφεσιν ἀτελὴς εἶναι καὶ ἄλογος, μὴ ὤν γε τοιοῦτος, εἰ καὶ σῶμά μοι ὅμοιον ἀνθρώποις ἦν, ἀλλ’ οὐ καὶ τὴν δύναμιν οὐδὲ τὴν οὐσίαν τοῖς πολλοῖς ὢν ἐμφερής, ἄνετος δὲ καὶ ἀπόλυτος, οἷά σου τοῦ θεοῦ ἀμνός, καὶ ἐξ ἐκείνης τῆς ἡλικίας γαλ‐ ουχούμενος, λέγω δὴ «ἀπὸ μαστῶν τῆς μητρός μου».

10

.

8

.

60

καὶ οὔπω τοῦτο μέγα τις ἡγήσεται, εἰ μάθοι ὅτι καὶ ἔτι πρότερον «ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, καὶ ἀπὸ γαστρὸς μητρός μου θεός μου εἶ σύ». ἔτι γὰρ ἔνδον ἐν τῷ ταμείῳ τῆς κυοφορούσης με φερόμενος σὲ τὸν θεόν μου
5ἑώρων, ἅτε ἀσύγχυτος καὶ ἀθόλωτος ἐν τῇ τοσαύτῃ τῶν σαρκῶν
κοινωνίᾳ διαμείνας, μᾶλλον δὲ ἀσώματος καὶ τότε ὢν καὶ πάντων ἐλεύθερος δεσμῶν· οὕτως δὲ «ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας», καὶ «ἀπὸ γαστρὸς μητρὸς θεός μου» ἦσθα, ὡς αἰσθέσθαι με τῆς ἐμῆς δυνά‐ μεως ἔτι κυοφορουμένης πρὸς τῆς ἁγίας παρθένου τὸν ἐμὸν πρό‐481
10δρομον Ἰωάννην, καὶ αὐτὸν κατὰ γαστρὸς τῆς Ἐλισαβὲτ κυοφορού‐ μενον, ὥστε ὑπὸ τῆς ἐμῆς θεότητος κινηθέντα σκιρτῆσαι ἐν ἀγαλ‐ λιάσει καὶ πνεύματος ἁγίου πλησθῆναι.

10

.

8

.

61

Τούτων οὖν ἁπάντων ἀναφέρων τὴν μνήμην, καὶ διὰ παντὸς τὸν θεόν μου καὶ πατέρα μου πρὸ τῶν ἐμῶν ὀφθαλμῶν τιθέμενος, εἰκότως καὶ κατὰ τὸν ἐνεστῶτα τοῦ περιέχοντός με πάθους καιρόν, ὅτε σοὶ τῷ πατρὶ γενόμενος ὑπήκοος, αὐθαίρετος καὶ ἑκὼν γέγονα
5«σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ», καὶ νῦν ὅτε «πάντες οἱ θεωροῦντές» μου τὸ σῶμα τῷ σταυρῷ προσηλούμενον, ἀποτρόπαιον ἡγούμενοι ὁρᾶν πρᾶγμα, «ἐξεμυκτήρισάν με», τοσαύτην κατ’ ἐμοῦ χλεύην καὶ διασυρμὸν καταχέοντες, ὡς μὴ μόνον ἐν διανοίᾳ λογίζεσθαι καὶ ἐνθυμεῖσθαι περὶ ἐμοῦ τὰ ἀσεβῆ,
10ἀλλὰ καὶ ἀφόβως φθέγγεσθαι καὶ ἐν φανερῷ λαλεῖν («ἐλάλησαν» γοῦν «ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν», λέγοντες «ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν»),

10

.

8

.

62

καὶ νῦν γοῦν ὅτε τὰ τοιαῦτά με περιέστηκεν, σὲ τὸν πατέρα μου τὸν ἐκσπάσαντά «με ἐκ γαστρὸς μητρός μου», ἐφ’ ὃν «ἐπερρίφην ἐκ μήτρας», εἰς ὃν ἤλπισα «ἀπὸ μαστῶν», τὸν καὶ ἀπὸ γαστρὸς μητρός μου γνωριζόμενόν μοι καὶ γινωσκόμενον θεὸν
5ἱκετεύω καὶ ἀντιβολῶ «μὴ ἀποστῆναι ἀπ’ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς».

10

.

8

.

63

μέλλει γάρ, φησίν, καὶ ὅσον οὔπω πάρεστιν καὶ πλησιάζει συνέχον ἤδη καὶ ἐπικείμενόν μοι τὸ πάντων ἔσχατον τῆς ὑπερβαλλούσης μου θλίψεως νέφος. οὔπω γὰρ ἐγὼ θλῖψιν ταύτην τὴν νῦν περιέχουσάν με καλῶ οὔτε τὸν σταυρόν, οὔτε τοὺς ἐξ ἀνθρώπων ὀνειδισμούς, οὔτε τὰς
5χλεύας, οὔτε μὴν τὰ πρὸ τοῦ σταυροῦ συμβεβηκότα μοι, τὰς μάστιγας, τὰς ὕβρεις, καὶ ὅσα ἄλλα ἐπαροίνησαν εἰς ἐμὲ οἱ υἱοὶ τῶν ἀνθρώπων· ἀλλὰ γὰρ ὁρῶ, μετὰ τὴν τοῦ σώματος ἀνάλυσιν κατ’ αὐτὸν τὸν θάνατον καὶ τὴν εἰς ᾅδου κατάβασιν, πλησιάζουσαν τῶν ἀντικειμέ‐ νων καὶ ἐχθρῶν τῷ θεῷ δυνάμεων ἐπανάστασιν. διό φημι· «ὅτι
10θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν».

10

.

8

.

64

πῶς γὰρ οὐχ ὑπερβάλ‐ λουσα ἦν καὶ μεγίστη θλῖψις αὕτη ἐκείνη, ἐν ᾗ «οὐκ ἔστιν ὁ βοηθῶν»; ὁ μὲν γὰρ ἐπὶ σωτηρίᾳ τῶν ἐν ᾅδου ψυχῶν παρῄει, ἐκ μακροῦ αἰῶνος τὴν ἄφιξιν αὐτοῦ περιμενουσῶν, καὶ κατῄει γε «θύρας χαλκᾶς»
482
5συντρίψων καὶ «μοχλοὺς σιδηροὺς» συνθλάσων καὶ τοὺς πρὶν δεσμίους ᾅδου ἐλευθέρους ἀνήσων, ὃ καὶ γέγονεν, ὅτε «πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων» ἀναστάντα συνεισῆλθον αὐτῷ «εἰς τὴν» ἀλη‐ θῶς «ἁγίαν» τοῦ θεοῦ «πόλιν».

10

.

8

.

65

Αἱ δὲ δυνάμεις αἱ ἀντικείμεναι πρὸς τοῖς τῶν ἀνθρώπων κακοῖς ἐπεστρατεύοντο αὐτῷ, λύπην οὐ μικρὰν καὶ θλῖψιν αὐτῷ παρέχουσαι, ἀποκλαομένῳ καὶ ἐπ’ αὐταῖς δι’ ὑπερβολὴν ἀγαθότητος· ἀλλὰ γὰρ τήρει, τίνα τρόπον ταῦτα πάντα λέλεκται ὡς ἐκ προσώπου
5αὐτοῦ ἐν μήτρᾳ κυοφορηθέντος καὶ ἀπὸ γαστρὸς μητρὸς γεγεννη‐ μένου, ὃν ἐφάσκομεν εἶναι «τὸν ἀμνὸν τοῦ θεοῦ».

10

.

8

.

66

τούτῳ γὰρ καὶ συμβαίνει τὰ περὶ τὸ πάθος, ὡς καὶ τὰ τῆς ἐνσάρκου γενέσεως ἥρμοζεν. τὸ γοῦν γεννηθὲν καὶ ἀποθνήσκει, τὸ δὲ θνῆσκον οὐκ ἄλλως θανάτου τυγχάνει ἢ πρότερον ὁδεῦσαν διὰ γενέσεως.

10

.

8

.

67

ταῦτ’ οὖν διέξεισιν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, οὐ καθ’ ὃ ἄσαρκος καὶ ἀσώματος ὑπάρχει τὴν φύσιν, οὐδὲ καθ’ ὃ θεοῦ λόγος καὶ θεὸς ἐπινοεῖται, ἀλλὰ καθ’ ὃ οἷός τε ἦν ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ λέγειν· «ὅτι
5σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μη‐ τρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἀπὸ γαστρὸς μητρός μου θεός μου εἶ σύ».

10

.

8

.

68

οὗτος δὴ οὖν, πρὸς τῷ πάθει γεγονώς, εὔχεται τὰ προκείμενα πρὸς τὸν πατέρα, καὶ τοσούτων, φησίν, μελ〈λ〉όντων με περιστήσεσθαι ἀντικειμένων ἐνεργειῶν καὶ δαιμόνων ἀκαθάρτων καὶ πνευματικῶν πονηρίας, καὶ ἐπὶ πᾶσι τοῦ πάντων χειρίστου αὐτοῦ
5δὴ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, οὓς τῆς κακίας ἕνεκεν θῆρας πονηροὺς ὀνομάζειν ἄξιον καὶ ἤτοι ταύρους ἀγρίους ἢ μόσχους ἢ λέοντας ἢ κύνας, μέλλων τε πρὸς ἅπαντας ἵστασθαι καὶ μηδὲν ἀγα‐ θὸν εἰς αὐτοὺς ἐνεργεῖν, τῷ μηδὲν παραδέχεσθαι αὐτοὺς τῶν ἐμῶν ἀγαθῶν δι’ ἄκραν κακίας ἕξιν, ἀλλὰ μηδὲ βοηθοῦ μηδὲ συνεργοῦ
10τυγχάνων τινὸς τῶν προειρημένων εἰς τὸν ὑπὲρ τῶν ἐν ᾅδου ψυχῶν ἆθλον, πῶς οὐκ ἂν εὐλόγως εἴποιμ’ ἂν καὶ «ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν»; τὸ μὲν οὖν τὰς πονηρὰς καὶ ἀντικειμένας
δυνάμεις μὴ συνεργεῖν αὐτῷ μηδὲ βοηθεῖν ἐπ’ ἀγαθὸν αὐτῷ κομι‐ ζομένῳ οὐδὲν ἦν θαυμαστόν· τὸ δὲ πάντων μέγιστον τῆς θλίψεως483
15τῆς μάλιστα πιεζούσης αὐτὸν τοῦτ’ ἦν ἄρα, τὸ μηδένα μηδὲ τῶν αἰσίων καὶ δεξιῶν ἀγγέλων μηδὲ μὴν τῶν θείων δυνάμεων τολμᾶν ἐπιβαίνειν τοῖς τοῦ θανάτου βασιλείοις μηδὲ συνεργεῖν ἐπὶ βοηθείᾳ τῶν αὐτόθι ψυχῶν.

10

.

8

.

69

μόνῳ γὰρ αὐτῷ τοῦτ’ ἀτρεμὲς ἦν, ἐπεὶ καὶ μόνῳ ἠνεῴχθησαν «πύλαι θανάτου», καὶ μόνον αὐτὸν «πυλωροὶ ᾅδου ἰδόντες ἔπτηξαν», αὐτός τε ὁ τὸ κράτος ἔχων τοῦ θανάτου, ὑπεκστὰς τῶν βασιλείων θρόνων, ἅτε μόνον αὐτὸν ἐπιγνοὺς ἑαυτοῦ κύριον,
5ἐλάλησεν αὐτῷ «δεήσει καὶ ἱκετηρίᾳ μαλακῶς», κατὰ τὰ δηλούμενα ἐν τῷ Ἰὼβ περὶ τούτων.

10

.

8

.

70

πλὴν ἀλλὰ τὴν ἀσεβῆ τοῦ τυράννου καταδυναστείαν τοσοῦτον ὁρῶν ἰσχύουσαν, ὡς μηδένα ἄλλον τολμᾶν τῶν κατ’ οὐρανὸν ἐν τοῖς αὐτόθι χωρίοις συμπαρεῖναι αὐτῷ καὶ τῇ τῶν αὐτόθι ψυχῶν συνεργεῖν σωτηρίᾳ, εἰκότως φησὶν «ὅτι θλῖψις
5ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν», ἑνὸς μόνου τοῦ κἀκεῖσε βοηθεῖν αὐτῷ δυναμένου καταλελοιπότος αὐτόν, ὡς ἂν εἰς πάντας ἀνακηρυ‐ χθείη τὸ λαμπρὸν καὶ ἐξαίρετον τῆς ἰδίας αὐτοῦ προαιρέσεως τῆς τε κατὰ πάντων νίκης.

10

.

8

.

71

Καὶ ἐπειδήπερ ὁ μόνος αὐτῷ βοηθεῖν δυνάμενος οὐκ ἦν αὐτῷ τότε βοηθός, εἰκότως ἀρχόμενος ἔλεγεν τὸ «ἠλὶ ἠλὶ λεμᾶ σαβαχθανί, τοῦτ’ ἔστιν θεέ μου θεέ μου, ἵνα τί ἐγκατέλιπές με;» συλλαμβανομένῳ μὲν οὖν καὶ κυοφορουμένῳ ὑπὸ τῆς ἁγίας παρθένου τῷ δηλουμένῳ
5ἡ πατρικὴ δύναμις συνῆν, ὅτε «πνεῦμα ἅγιον» ἐπῆλθεν τῇ παρθένῳ, «καὶ δύναμις ὑψίστου» ἐπεσκίασεν αὐτῇ, αὐτός τε ὁ πατὴρ τὸν γεν‐ νώμενον, ὡς ὁ λόγος παρέστησεν, ἀπὸ τῆς γαστρὸς ἐξέσπασεν· ἀπο‐ δυομένου δὲ παρὰ τὸν καιρὸν τοῦ πάθους πρὸς τὴν κατὰ τοῦ θανά‐ του πάλην οὐκέτι βοηθὸς αὐτῷ παρῆν.

10

.

8

.

72

τοῦτο γοῦν αὐτῷ μαρτυ‐ ροῦντι πιστεύω· τὸ γὰρ «ἠλὶ ἠλὶ λεμᾶ σαβαχθανί» εἰρημένον αὐτῷ ἐπὶ τοῦ σταυροῦ καὶ ὑπὸ τοῦ ψαλμοῦ προφητικῶς ἀναπεφωνημένον, καὶ «ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν», τί ἕτερον ἐδήλου
5ἢ ὅτι ὡς μέγας ἀθλητὴς τοῖς τοσούτοις ἀντιπάλοις προβεβλημένος ἦν, ἀγωνοθετοῦντος καὶ βραβεύοντος τοῖς γινομένοις τοῦ ἐπὶ πᾶσι θεοῦ; ἔφορον δ’ οὖν τῶν πραττομένων παρεκάλει τὸν πατέρα καὶ πάρεδρον, ὡς ἂν δεξιὸν ἀλείπτην, αὐτῷ συμπαρεῖναι, ταύτῃ μάλιστα ὅτε μηδ’ ὑπῆρχεν αὐτῷ βοηθὸς ἕτερος ἢ μόνος εἷς ὁ βραβευτὴς τῶν
10γινομένων.

10

.

8

.

73

διό φησιν εὐχόμενος· «μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, ὅτι θλῖψις
ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν». ὁρῶν δὲ ἐνθέοις ὄμμασιν, ἔτι ἐπὶ τοῦ ἰκρίου προσηρτημένου αὐτῷ τοῦ σώματος, τὰς ἔξωθεν ἀμφὶ τὸν ἀέρα τοῦτον ἀσάρκους καὶ ἀνθρώποις ἀοράτους δυνάμεις δίκην οἰω‐484
5νῶν ὠμοβόρων τρόπον τε θηρίων περὶ αὐτὸν ἰλυσπωμένας, καὶ πρὸς τὸ μέλλον ὅσον οὔπω νεκρὸν ἔσεσθαι αὐτοῦ τὸ σῶμα πανταχόθεν τε συρρεούσας τὰς ἀρχὰς καὶ ἐξουσίας «τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας», καὶ ἔτι τοὺς ἀμφὶ τὴν γῆν διιπταμένους καθ’ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης
10δαίμονας, εἰκὸς δ’ ὅτι καὶ τοὺς ὑποχθονίους ἤδη καὶ τοὺς ἐν αὐτῷ ταρτάρῳ θῆρας ἀγρίους καὶ φοβερούς, περὶ ὧν Ἡσαΐας πρὸς τὸν ἐκπεπτωκότα τοῦ οὐρανοῦ ἑωσφόρον ἀποτεινόμενος ἔλεγεν «ὁ ᾅδης κάτωθεν ἐπικράνθη συναντήσας σοι, συνηγέρθησάν σοι πάντες οἱ γίγαντες», ταῦτα δὴ οὖν ἅπαντα συνορῶν ἔξωθεν τὸ ἀνεσκολοπι‐
15σμένον σῶμα κυκλοῦντα καὶ παρασκευαζόμενα κατ’ αὐτοῦ, τὸ σύστημα αὐτῶν διαγράφει φάσκων· «περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος».

10

.

8

.

74

ψυχὴν γάρ, ὡς εἰκός, ἀνθρωπείαν καὶ τῇ τῶν πολλῶν παραπλησίαν πλέον δὲ οὐδὲν ἡγούμενοι εἶναι τὴν τὸ σῶμα Ἰησοῦ κατασκηνοῦσαν, ἤνοιξαν τὸ στόμα οἱ προειρημένοι, ὡς ὁμοίως ταῖς ἄλλαις τῶν ἀνθρώπων ψυχαῖς καὶ αὐτὴν καταπιού‐
5μενοι, διό φησιν· «ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος».

10

.

8

.

75

Οἷς ἑξῆς ἐπιλέγει· «ὡσεὶ ὕδωρ ἐξεχύθην». ὅπερ αἰσθητῶς μὲν καὶ κατὰ τὴν ἱστορίαν εἴποι ἄν τις πεπληρῶσθαι, ὅτε «εἷς τῶν στρατιωτῶν», κατὰ τὸν εὐαγγελιστὴν Ἰωάννην, τοῦ ἀμνοῦ τοῦ θεοῦ «λόγχῃ τὴν πλευρὰν ἔνυξεν, καὶ ἐξῆλθεν εὐθὺς ὕδωρ καὶ αἷμα».

10

.

8

.

76

πλὴν ἀλλὰ καὶ τὴν ὅλην τῆς πνευματικῆς φύσεως νέκρωσιν δηλοῦν ἔοικεν δι’ ὧν φησιν· «ὡσεὶ ὕδωρ ἐξεχύθην καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ
5γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου».

10

.

8

.

77

τί γὰρ ἂν ἄλλο ταῦτα πάντα σημαίνοι ἢ νεκροῦ σώματος σύστασιν; ἐπιφέρει γοῦν εὐθὺς
λέγων· «καὶ εἰς χοῦν θανάτου κατήγαγές με». ταῦτα μὲν οὔπω γενό‐ μενα προβλέπων, ὡς ἐγγὺς δὲ καὶ πλησίον ἤδη ἑστῶτα καὶ περικυ‐485
5κλοῦντα αὐτὸν ἔλεγεν.

10

.

8

.

78

αὖθις δὲ ἐπαναλαβὼν τὰ ἤδη προπεπραγ‐ μένα εἰς τὴν τῶν μελλόντων συμβήσεσθαι παραμυθίαν, οἷα ὑπέμενεν ἐπιβουλευθεὶς διδάσκει λέγων· «ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με», διὰ τούτων, ὡς εἰκός, δηλῶν
5ὁμοῦ μὲν καὶ τοὺς στρατιώτας, ὁμοῦ δὲ καὶ τοὺς ἐκ περιτομῆς ἐπανα‐ στάντας αὐτῷ. «οἱ» μὲν γὰρ «στρατιῶται» τοῦ Πιλάτου «παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ὅλην τὴν σπεῖραν ἐπ’ αὐτόν, καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ, καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφαλῆς
10αὐτοῦ καὶ κάλαμον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες· χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων, καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.

10

.

8

.

79

καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι», μονονουχὶ ἔργῳ πληροῦντες τὸ «ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με», ἀλλὰ καὶ
5τὸ «ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου», καὶ ἔτι τὸ «αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με», καὶ τὸ «διεμε‐ ρίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον» αὖθις ἐπληροῦτο, ὅτε ἥλοις αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας τῷ σταυρῷ κατέπειραν, καὶ ὁπηνίκα τὰ ἱμάτια αὐτοῦ λαβόντες διε‐
10μερίσαντο ἑαυτοῖς·

10

.

8

.

80

ὁ γοῦν Ἰωάννης ἱστορεῖ λέγων· «οἱ οὖν στρα‐ τιῶται, ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος». «τὸν χιτῶνα» δέ, ὅτι «ἄραφος» ἦν, «ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου, εἶπον πρὸς
5ἀλλήλους· μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται, ἵνα πληρωθῇ ἡ γραφὴ ἡ λέγουσα, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυ‐ τοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον». οἱ μὲν οὖν στρα‐ τιῶται ταῦτα ἐποίουν.

10

.

8

.

81

καὶ ὁ Ματθαῖος δὲ τοῖς γεγενημένοις τοῦ‐ τον τὸν τρόπον μαρτυρεῖ λέγων· «σταυρώσαντες δὲ αὐτὸν διεμερί‐ σαντο τὰ ἱμάτια αὐτοῦ βαλόντες κλῆρον, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν
5ἱματισμόν μου ἔβαλον κλῆρον, καὶ καθήμενοι ἐτήρουν αὐτόν».486

10

.

8

.

82

Κύνες δὲ ἦσαν κυκλοῦντες αὐτὸν καὶ «συναγωγὴ πονηρευομέ‐ νων», οἱ ἐκ περιτομῆς ἄρχοντες τῶν Ἰουδαίων, οἵ τε γραμματεῖς καὶ οἱ ἀρχιερεῖς, καὶ οἱ Φαρισαῖοι, οἱ καὶ τὸ πᾶν ἀνασείσαντες πλῆθος ἐξαιτήσασθαι τὸ αἷμα αὐτοῦ καθ’ ἑαυτῶν καὶ κατὰ τῶν ἰδίων
5τέκνων.

10

.

8

.

83

σαφῶς γοῦν ὁ Ἡσαΐας κύνας αὐτοὺς ἀποκαλεῖ φάσκων· πάντες «κύνες ἐνεοί», οὐ δυνάμενοι «ὑλακτεῖν». δέον γὰρ αὐτούς, εἰ καὶ μὴ ποιμένων τρόπον ἀνειλήφεσαν, ἀλλὰ δίκην γοῦν ἀγαθῶν κυνῶν τὴν τοῦ δεσπότου λογικὴν ποίμνην καὶ «τὰ πρόβατα τοῦ οἴκου
5Ἰσραὴλ» φυλάττοντας ἐπιστημονικῶς «ὑλακτεῖν», σαίνοντας μὲν καὶ ἐπιγινώσκοντας τὸν ἑαυτῶν δεσπότην καὶ ἀρχιποίμενα πάσῃ τε φυ‐ λακῇ τὴν πεπιστευμένην αὐτοῖς ποίμνην φρουροῦντας, ὑλακτεῖν δέ, εἰ ἄρα ..., κατὰ τῶν ἔξωθεν ἐπιβουλευόντων τῇ ποίμνῃ· οἱ δὲ κυνῶν τρόπον ἐνεῶν ὡς ἀληθῶς καὶ μεμηνότων τοὺς ὑλαγμοὺς
10ἔφερον, τὰ πρόβατα τοῦ ποιμένος ἐξαγριοῦντες, ὥστε εἰκότως αὐτοῖς ἁρμόζειν τὸ «περιεκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευο‐ μένων περιέσχον με».

10

.

8

.

84

καὶ πάντες δὲ οἱ εἰς δεῦρο τὸν ὅμοιον τρόπον ἐκείνοις διαπραττόμενοι ἐν τῷ βλασφημεῖν καὶ ὑλακτεῖν τὸν Χριστὸν τοῦ θεοῦ οὐκ 〈ἂν〉 ἀλλότριοι ἐκείνων λογισθεῖεν. ἀλλὰ καὶ οἱ δίκην τῶν τότε ἀσεβούντων στρατιωτῶν «ἀνασταυροῦντες τὸν
5υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντες» οὐκ ἂν τῆς ἐκείνων μακρὰν γένοιντο διαθέσεως.

10

.

8

.

85

πάντες οὖν εἰσέτι καὶ νῦν οἱ τὸ σῶμα τοῦ Χριστοῦ, τοῦτ’ ἔστιν τὴν ἐκκλησίαν, λωβώμενοι, χεῖρας αὐτοῦ καὶ πόδας καὶ προσέτι τὰ ὀστέα διαχειρίζονται, εἴ γε πάντες «ἓν σῶμά ἐσμεν ἐν Χριστῷ, ὁ δὲ καθ’ εἷς ἀλλήλων μέλη», καὶ οὐκ ἂν εἴποι
5«ἡ κεφαλὴ τοῖς ποσίν, χρείαν ὑμῶν οὐκ ἔχω», ὡς οὐδὲ ταῖς χερσὶν οἱ ὀφθαλμοί.

10

.

8

.

86

κατὰ γοῦν τοὺς καιροὺς τῶν διωγμῶν εἴ ποτέ τινα κατὰ τῶν μελῶν τοῦ Χριστοῦ πρὸς τῶν ἐχθρῶν καὶ πολεμίων ἐνερ‐ γοῖτο, εἴποι ἂν καὶ περὶ αὐτῶν οὐκ ἀκαίρως τὸ «ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· αὐτοὶ δὲ κατενό‐
5ησαν καὶ ἐπεῖδόν με».

10

.

8

.

87

τότε δὲ καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμὸν αὐτοῦ βάλλουσι κλῆρον, ὅτε τὸν τοῦ λόγου κόσμον, ἤτοι τὰς λέξεις τῶν θείων γραφῶν, ἄλ‐
λοτε ἄλλως ἕκαστος διαφθείρων ἐπισπᾶται, καὶ ὅτε τὰς περὶ αὐτοῦ487
5δόξας διαστρόφοις διδασκαλίαις ἀπολαμβάνουσιν, ὁποῖα σύνηθες τοῖς ἀθέοις αἱρεσιώταις ποιεῖν. Ἐπὶ πᾶσι τούτοις πρὸς τὸν ἑαυτοῦ θεὸν καὶ κύριον καὶ πατέρα τὴν εὐχὴν ἀποτείνας ἐπιφέρει λέγων· «σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου».

10

.

8

.

88

ὡς γὰρ εἰς βραχὺ καταλειφθεὶς πρὸς τὴν τοῦ ἀγῶνος ἐπίδειξιν, καὶ μόνος δίχα βοηθοῦ πρὸς τὸν θάνατον ἀποδυ‐ σάμενος, εὖ εἰδὼς τὴν βοήθειαν τὴν παρὰ τοῦ πατρὸς οὐκ ἄλλως αὐτῷ γενήσεσθαι ἢ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, εἰκότως ἐπὶ τοῦ
5παρόντος εὔχεται διεξόδου τυχεῖν τῆς τῶν ἀντιπάλων παρατάξεως. διό φησιν· «σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀν‐ τίληψίν μου πρόσχες».

10

.

8

.

89

διὰ γὰρ τῆ〈σ〉 σῆς βοηθείας ἡ «ἀντί‐ ληψίς» μοι γενήσεται, δι’ ἣν ἀντίληψιν ὁ πᾶς εἰκότως προγέγραπται ψαλμὸς «ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς». «εἰς τὴν ἀντίληψιν» τοιγαροῦν «πρόσχες», παρέχων μοι τὴν ὅσον οὔπω κατὰ τὴν ἕω
5τῆς ἐκ νεκρῶν ἀναστάσεως ἀντίληψιν, ἧς ἐλπίζω τεύξεσθαι, ἐπάν, μὴ μακρύνας μου αὐτήν, «ῥύσῃ ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου», ἐπάν «σώσῃς με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου».

10

.

8

.

90

δι’ ὧν ἡγοῦμαι αὐτὸν τὰς καταχθονίους αἰνίττεσθαι δυνάμεις (ὧν οὐ καθ’ ἡμᾶς ἂν εἴη τὸ εἶδος διαστείλασθαι καὶ διελεῖν), ὅπως ἡ μέν τις αὐτῶν «ῥομφαία» οὖσα ἀνετείνετο κατὰ τῆς ψυχῆς τοῦ σωτῆρος
5ἡμῶν, ἡ δέ τις «κύων» οὖσα θανάτῳ τὴν θανατηφόρον χεῖρα πρου‐ βάλλετο εἰς τὸ καθάψασθαι αὐτῆς

10

.

8

.

91

(διό φησιν· «ῥῦσαι ἀπὸ ῥομ‐ φαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου»), ἄλλη δέ τις πονηρὰ καὶ τῶν ἐκεῖσε θηρίων ἡγουμένη δύναμις, «λέων» προσαγορευομένη, τὸ πλατὺ καὶ ἀχανὲς τοῦ θανάτου στόμα διανοί‐
5ξασα, μετὰ τῶν ἄλλων τῶν εἰς ᾅδου κατιόντων καὶ τὴν αὐτοῦ ψυχὴν καταπιεῖν ὥρμητο, ὥσπερ οὖν πάλαι πρότερον «κατέπιεν ὁ θάνατος ἰσχύσας», οὐχ ἕτερος ὢν τοῦ ἐνταῦθα λέοντος τοῦ τὸ στόμα κατὰ τοῦ σωτῆρος ἡμῶν ἀνεῴξαντος, ἀφ’ οὗ καὶ αὐτοῦ σωθῆναι τὸν πατέρα παρακαλεῖ λέγων· «σῶσόν με ἐκ στόματος λέοντος».

10

.

8

.

92

εἶεν δ’ ἂν καὶ ἄλλαι τινὲς πονηραὶ καὶ θεομάχοι δυνάμεις τῷ μονο‐ κέρωτι τοῦ θεοῦ ἀντιπράττουσαι καὶ ἀντιπαρεξάγειν αὐτὸν ἐπιχειροῦ‐ σαι, ἀφ’ ὧν καὶ αὐτῶν ὁ τοῦ θεοῦ μονόκερως, αὐτὸς ὁ κύριος
488
5ἡμῶν, μόνον τὸν πατέρα κέρας ἔχων, τὴν ἑαυτοῦ ταπείνωσιν ῥυσθῆ‐ ναι ἀξιοῖ, λέγων· «καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου». ποίαν δὲ ταπείνωσιν ἢ ταύτην αὐτήν, καθ’ ἣν «ἐν μορφῇ θεοῦ ὑπάρ‐ χων» ἐταπείνωσεν ἑαυτὸν καὶ «ἐκένωσεν», «γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ»; ἀλλὰ γὰρ ἐπὶ τοσοῦτον κατελθὼν καὶ
10μέχρι τούτου φθάσας, λέγω δὴ μέχρι τῆς ἐν τῷ ᾅδῃ «ῥομφαίας», καὶ τῆς «χειρὸς» τοῦ αὐτόθι λεγομένου «κυνός» (ὅθεν καὶ παῖδας Ἑλλήνων εἰκὸς τοιοῦτόν τινα, παρακούσαντας, κύνα θανάτου καὶ τοῦτον τρικέ‐ φαλον ἀναζωγραφεῖν) καὶ μέχρι δὲ τῶν φαρύγγων τοῦ προδεδηλωμένου «λέοντος» ἐλθών, καὶ «τὴν ταπείνωσιν» αὐτοῦ τοῖς ἀντιπάλοις καὶ
15θεομάχοις μονοκέρωσιν ὑποστρώσας, καὶ ἐπὶ τοῦτό γε τέλος τὴν πᾶσαν οἰκονομίαν τῆς ἑαυτοῦ κενώσεώς τε καὶ ταπεινώσεως στήσας, κἄπειτα εὐξάμενος ἤδη λοιπὸν τυχεῖν τῆς βοηθείας καὶ τῆς παρὰ τοῦ πατρὸς ἀντιλήψεως, ἐπιλέγει· «σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσχες».

10

.

8

.

94

καὶ τοῦτ’ εἰπὼν οὐκ εἰς μακρὸν ἐπηκόου τοῦ πατρὸς τυγχάνει, μὴ μακρυνθέντος μηδὲ τὸ βραχύτατον ὑπερθεμένου, αὐτοῖς δὲ ἔργοις μονονουχὶ φήσαντος αὐτῷ «ἔτι λαλοῦντός σου», ἐρῶ, «ἰδοὺ πάρειμι».
5 Καὶ δὴ τοῦτ’ αἰσθόμενος, τῆς τε πατρικῆς βοηθείας, καθάπερ ηὔξατο, τυχών, ἐντεῦθεν λοιπὸν ἀπάρχεται τοῦ ἐπινικίου ὕμνου, «ὑπὲρ τῆς ἑωθινῆς ἀντιλήψεως» τὸν ψαλμὸν ποιούμενος, ἐν οἷς φησι· «διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε».

10

.

8

.

95

πρώτοις μὲν οὖν τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστό‐ λοις ἐπαγγέλλεται τὰ τῆς ἐπ’ αὐτῷ χαρᾶς καὶ ἀγαλλιάσεως εὐαγγε‐ λίσεσθαι, ἀδελφοὺς αὐτοὺς ὀνομάζων·

10

.

8

.

96

οἷς ἀκόλουθα καὶ ὁ Ματθαῖος διδάσκει λέγων· «καὶ ἰδοὺ ὁ Ἰησοῦς ἀπήντησεν αὐταῖς» (δηλονότι ταῖς ἀμφὶ τὴν Μαγδαληνὴν Μαρίαν) «λέγων, χαίρετε· αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. τότε λέγει
5αὐταῖς ὁ Ἰησοῦς, μὴ φοβεῖσθε, ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται».489

10

.

8

.

97

ὁ Ἰωάννης δὲ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν εἰσάγει καὶ αὐτὸς τὸν Ἰησοῦν λέγοντα πρὸς τὴν Μαριάμ· «μή μου ἅπτου· οὔπω γὰρ ἀνα‐ βέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου
5καὶ εἶπον αὐτοῖς, ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν».

10

.

8

.

98

πρώτοις μὲν οὖν τοῖς ἀποστόλοις αὐτοῦ, οὓς ἰδίους ἀδελφοὺς ὀνομάζει, τὸ ὄνομα τοῦ πατρὸς διηγή‐ σεσθαί φησι· μετὰ δὲ ἐκείνους τάξει καὶ ἀκολουθίᾳ τὴν καθ’ ὅλης τῆς οἰκουμένης ἐπὶ τῷ ὀνόματι αὐτοῦ συστᾶσαν ἐκκλησίαν διδάξειν
5τὸν πατρικὸν ὕμνον ἐπαγγέ〈λ〉λεται.

10

.

8

.

99

ὥσπερ γὰρ εἴ τις ἐν μέσῳ μαθητῶν διεξοδεύοι λόγους ἐπὶ σοφίᾳ διαπρέπων διδάσκαλος ὑπὲρ τοῦ κἀκείνους ἀκούσαντας προσυπακοῦσαι, τὸν αὐτὸν τρόπον καὶ αὐτὸς «ἐν μέσῳ ἐκκλησίας», φησίν, «ὑμνήσω σε», ὑπὲρ τοῦ μαθοῦσαν
5τὴν ἐκκλησίαν καὶ ἀκούσασαν παρ’ αὐτοῦ, ὃν προσήκει τρόπον, [καὶ] μηκέθ’ ὡς τὸ πρὶν τοὺς δαίμονας ἀλλ’ αὐτὸν μόνον τὸν πάντων θεὸν διὰ τοῦ καταγγείλαντος αὐτὸν ἀνυμνεῖν.

10

.

8

.

100

ταῦτα πράξειν ὑποσχόμενος σφόδρα ἀκολούθως ἐντεῦθεν ἤδη προστάττει τῇ ἐκκλη‐ σίᾳ καὶ τοῖς αὐτοῦ ἀδελφοῖς ὑμνεῖν τὸν πατέρα. διό φησιν· «οἱ φοβούμενοι τὸν κύριον, αἰνέσατε αὐτόν· ἅπαν τὸ σπέρμα Ἰακώβ, δο‐
5ξάσατε αὐτόν»,

10

.

8

.

101

καὶ «φοβηθήτωσαν ἀπ’ αὐτοῦ ἅπαν τὸ σπέρμα Ἰσ‐ ραήλ. ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ’ ἐμοῦ, καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου», δι’ ὧν σαφῶς παρέστησεν τῶν προω‐
5νομασμένων κακῶν τὴν ἀπαλλαγήν.

10

.

8

.

102

εἰ γὰρ «ἐν τῷ κεκραγέναι πρὸς αὐτὸν εἰσήκουσεν» αὐτοῦ, ηὔξατο δὲ ῥυσθῆναι «ἀπὸ» μὲν «ῥομ‐ φαίας τὴν ψυχὴν» αὐτοῦ, «ἐκ» δὲ «κυνὸς τὴν μονογενῆ» αὐτοῦ, καὶ ἔτι «ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν τα‐
5πείνωσιν» αὐτοῦ, ἀκόλουθόν ἐστι νοεῖν τούτων ἀπαλλαγὴν εὑρέσθαι τὸν φήσαντα, ὅτι μὴ «προσώχθισεν» ὁ θεὸς «τῇ δεήσει» αὐτοῦ, μηδὲ «τὸ πρόσωπον ἀπέστρεψεν» ἀπ’ αὐτοῦ, ἀλλ’ «ἐν τῷ κεκραγέναι» «εἰσήκουσεν» αὐτοῦ.

10

.

8

.

103

διὸ καὶ ὑπῆρξεν αὐτῷ, ῥυσθέντι τῶν τοσού‐ των καὶ ἐκ τοῦ θανάτου διαφυγόντι, συνδιατρίβειν τοῖς ἑαυτοῦ μα‐ θηταῖς ὁμοῦ καὶ «ἀδελφοῖς», καὶ ὑμνεῖν «ἐν μέσῳ ἐκκλησίας» τὸν
πατέρα. τήρει δὲ πάλιν, ὡς «πτωχὸν» αὖθις ἑαυτὸν ἀποκαλεῖ, συμ‐490
5φώνως ταῖς πρότερον παρατεθείσαις προφητείαις, δι’ ὧν πένης καὶ πτωχὸς ὠνομάζετο.

10

.

8

.

104

Ἀλλ’ ἐπεὶ καὶ τὴν ἀνάστασιν αὐτοῦ διὰ τούτων παρέστησεν, αὖθις πρὸς τὸν πατέρα ἐπιστρέφων τὸν λόγον, «παρὰ σοῦ», φησίν, «ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ», τῆς ἐπ’ ὀνόματι αὐτοῦ συστά‐ σης ἐξ ἐθνῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐκκλησίας μνημονεύων, ἐν
5ᾗ ὁ περὶ τοῦ σωτῆρος ἡμῶν ἔπαινος διὰ παντὸς ᾄδεται νεύματι τοῦ πατρὸς αὐτοῦ καὶ συνεργίᾳ.

10

.

8

.

105

διό φησι· «παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ». μεγάλη γὰρ ὡς ἀληθῶς ἡ ἐκκλησία αὕτη ἐκ παντὸς γένους ἀνθρώπων συγκεκροτημένη, οὐδὲ συγκρίνεσθαι διὰ τὸ σεμνὸν καὶ ὑπερφυὲς τοῦ βίου καὶ διὰ τὸ τῶν δογμάτων μέγεθος
5ἀξία τῷ Ἰουδαίων ἔθνει καὶ τῇ τῶν ἐκ περιτομῆς συναγωγῇ, πάσῃ πτωχείᾳ λόγου καὶ βίου καὶ φρονήματος καὶ τῆς ἄλλης περὶ θεοῦ δόξης ἐσμικρυμένῃ.

10

.

8

.

106

εἶτ’ ἐπιλέγει· «τὰς εὐχάς μου» τῷ κυρίῳ «ἀποδώσω ἐνώπιον πάντων τῶν φοβουμένων αὐτόν» («φοβουμένους αὐτὸν» ἀποκαλῶν τὴν πρότερον ὀνομασθεῖσαν ἐκκλησίαν μεγάλην), οἷς ἔλεγεν· «οἱ φοβούμενοι τὸν κύριον, αἰνέσατε αὐτόν». ποίας δὲ
5εὐχὰς ἀποδώσειν φησὶν ἢ ἃς ἐπηγγείλατο; ποίας δὲ ἐπηγγείλατο ἢ ἐκείνας δι’ ὧν ἔφησεν· «διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε»; εὐχαὶ γάρ εἰσιν αἱ ἐπαγγελίαι, ἃς ἐπαγγειλάμενος δώσειν «ἐν μέσῳ ἐκκλησίας» διεβεβαιοῦτο.

10

.

8

.

107

Τούτοις ἑξῆς ἐπιλέγει· «φάγονται πένητες καὶ ἐμπλησθήσον‐ ται, καὶ αἰνέσουσι κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ
5πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.»

10

.

8

.

108

δι’ ὧν σφόδρα ἀκολούθως τὰ μετὰ τὴν ἀνάστασιν αὐτοῦ κατορθώματα ἀναφωνεῖ, ἃ καὶ πεπλήρωται διὰ τῆς ἐξ ἁπάντων τῶν ἐθνῶν κλήσεως, διά τε τῆς ἐν τοῖς πέρασιν τῆς οἰκουμένης ἀνθρώπων ἐκλογῆς, ὧν αἱ ἐκβάσεις ὀφθαλμοῖς θεωρού‐
5μεναι πάντων ἂν γένοιντο τῶν διὰ τοῦ ψαλμοῦ λεγομένων παρα‐ στατικαί.

10

.

8

.

109

«πένητες» δὲ πάλιν ἡμεῖς, οὓς κατὰ θεὸν πτωχεύοντας ἐκτρέφων ὁ σωτήριος λόγος τῷ νοητῷ καὶ λογικῷ ἄρτῳ, ταῖς ζωο‐ ποιοῖς τῶν ψυχῶν τροφαῖς, τὴν αἰώνιον ἡμῖν παρέχει ζωήν. διό φησιν ὁ ψαλμός· «φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέ‐
5σουσιν κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς
αἰῶνα αἰῶνος».491

10

.

8

.

110

Καὶ ὁ ἐπίλογος δὲ τῆς ὅλης προφητείας, μετὰ πάντα ἐπι‐ φέρων «ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος», ἄντικρυς τὸν ἐξ ἐθνῶν προθεσπίζει λαόν, καὶ τὴν διὰ τοῦ σωτῆρος
5ἡμῶν Ἰησοῦ Χριστοῦ συστᾶσαν ἐπὶ τῆς γῆς γενεάν.

10

.

8

.

111

τίς γὰρ ἂν εἴη ὁ μετὰ ταῦτα τεχθήσεσθαι λεγόμενος τῷ θεῷ λαός, πάλαι μὴ ὢν μηδ’ ὑφεστὼς ἐν ἀνθρώποις ὕστερον δὲ γεγονώς; τίς τε ἡ μὴ οὖσα τότε λεγομένη δὲ ἐλεύσεσθαι γενεά, εἰ μὴ αὕτη ἡ διὰ τοῦ σω‐
5τῆρος ἡμῶν ἐν παντὶ τῷ κόσμῳ συστᾶσα ἐκκλησία καὶ ὁ νέος ἐξ ἐθνῶν λαός, ἐφ’ ᾧ καὶ διὰ Ἡσαΐου τὸ πνεῦμα τὸ ἅγιον θαυμαστι‐ κῶς ἀπεφθέγξατο φῆσαν· «τίς ἤκουσεν τοιαῦτα, καὶ τίς ἑώρακεν οὕτως; εἰ ὤδινεν γῆ ἐν ἡμέρᾳ μιᾷ, καὶ εἰ ἐτέχθη ἔθνος εἰς ἅπαξ».

10

.

8

.

112

Ταῦτα μὲν οὖν ἡμεῖς, ἐφ’ ἕτερα συνελαύνοντος τοῦ καιροῦ, διαδραμόντες ἀκροθιγῶς διεξήλθομεν· ὅτῳ δ’ ἂν μέλῃ τῆς τοῦ σω‐ τῆρος ἡμῶν παρακελεύσεως φήσαντος, «ἐρευνᾶτε τὰς γραφάς, ἐν αἷς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν· καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ
5ἐμοῦ», ἑκάστῃ λέξει τοῦ ψαλμοῦ τὸν νοῦν ἐμβαθύνας, τὴν ἀκριβῆ
διάνοιαν θηρεύσαι ἂν τῆς ἐν τοῖς εἰρημένοις ἀληθείας.492