TLG 2018 004 :: EUSEBIUS :: De martyribus Palaestinae (recensio prolixior) EUSEBIUS Scr. Eccl.
Theol., Filius Pamphili De martyribus Palaestinae (recensio prolixior) Citation: Chapter — section — (line) | ||
4.1 | Δεινὸς ὄφις καὶ τύραννος ἀπηνὴς ἄρτι τότε νεαρᾶς τῆς κατὰ πάντων ἐπιλαβόμενος ἀρχῆς αὐτόθεν τε ὥσπερ ἀφ’ ἑστίας θεομαχεῖν ὡρμημένος, νεανικώτερον ἢ οἱ ἔμπροσθεν αὐτοῦ γενόμενοι τῷ καθ’ ἡμῶν ἐπαπεδύετο διωγμῷ· Μαξιμῖνος οὗτος ἦν. | |
4.2 | συγχύσεως δῆτα πικρᾶς ἐπῃωρημένης ἅπασι τοῖς τὰς πόλεις οἰκοῦσιν ἄλλων τε ἀλλαχόσε διασπειρομένων καὶ τὰ περιέχοντα κακὰ σπουδὴν διαδρᾶναι | |
ποιουμένων, τίς 〈ἂν〉 ἐπαρκέσειεν ἡμῖν λόγος εἰς ἐπαξίαν διήγησιν | 128 | |
5 | τοῦ θείου ἔρωτος τοῦ μάρτυρος Ἀπφιανοῦ; | |
---|---|---|
4.3 | εἰκοστὸν οὔπω τῆς τοῦ σώματος ἡλικίας ἔτος 〈εἰσεληλυθ〉ὼς ἦν, τὸ δὲ γένος τῶν ἀπὸ τῆς Λυκίας διαφανῶν καὶ τὰ πρῶτα φερομένων ἐν πλούτῳ καὶ τοῖς ἄλλοις ἀξιώμασιν· δι’ ὃ δὴ σπουδῇ τῶν γονέων ἐπὶ τὰ κατὰ τὴν | |
5 | Βηρυτὸν παιδευτήρια λόγων ἕνεκα ἐστέλλετο καὶ ποικίλων μαθημάτων συνείλεκτο παρασκευήν. ἀλλ’ οὔπως ταῦτα ἔχοι ἂν πρὸς τὴν προκει‐ μένην γραφὴν οἰκείαν τινὰ διήγησιν· εἰ δὲ χρὴ παραδόξου πράξεως τῆς παναγίας ἐκείνης μνημονεῦσαι ψυχῆς, θαυμάζειν ἄξιον πῶς ἐν τοιαύτῃ πόλει τῆς μὲν τῶν νέων συνουσίας καὶ συνδιατριβῆς κρείττων | |
10 | ἐγίνετο, ἤθει δὲ πρεσβυτικῷ καὶ σεμνοῦ βίου καὶ τρόπου καταστάσει ἑαυτὸν ἐκόσμει, οὐχ ὑπὸ τῆς ἀκμῆς τοῦ σώματος οὐδ’ ὑπὸ τῆς τῶν νέων ἑταιρίας ὑποσυρόμενος, κρηπῖδά 〈τε〉 ὥσπερ ἀγαθῶν τὴν ἐγκρά‐ τειαν [τε] αὐτὸς ἑαυτῷ εἰς διάνοιαν καταβαλλόμενος, ἁγνείαν τὴν | |
παντελῆ καὶ σωφροσύνην ἠσπάζετο, σεμνῶς καὶ εὐσεβείᾳ προσηκόντως | 129 | |
4.4 | αὐτὸς τὸν ἑαυτοῦ παιδεύων βίον. | |
4.5 | ἀλλὰ γὰρ μετὰ τὴν αὐτάρκη παίδευσιν ἐπανῄει μὲν ἀπὸ τῆς Βηρυτοῦ ἐπὶ τὴν τοῦ πατρὸς ἑστίαν· ἐπειδὴ δὲ μὴ οἷός τε 〈ἦν〉 συνεῖναι τοῖς τῷ γένει προσήκουσιν διὰ τὸ τῶν τρόπων ἀνόμοιον, λαθὼν τοὺς οἰκείους τῆς αὐτόθι διατριβῆς | |
5 | ἀπαλλάττεται, καθόλου μηδὲν τῶν ἐφημέρων 〈δαπανῶν〉 φροντίζων. 〈παρ〉εγένετο γοῦν γνησίᾳ καὶ ὁλοκλήρῳ τῇ πίστει, θεοῦ δυνάμει ὁδηγούμενος, ἐπὶ τήνδε τὴν ἡμετέραν πόλιν, ἔνθα αὐτῷ παρεσκεύαστο ὁ πολυτίμητος τοῦ μαρτυρίου στέφανος. | |
4.6 | συγγενόμενος δὲ ἡμῖν αὐτοῖς καὶ τοῖς θείοις συγκροτηθεὶς μαθήμασιν λόγοις τε ἱεροῖς ὑπὸ Παμφίλῳ τῷ μεγάλῳ μάρτυρι συνασκηθείς, ἕξιν εἰς ἀρετὴν οὐ τὴν τυχοῦσαν συνελέξατο· δι’ ὅπερ τὴν τοῦ μαρτυρίου τελείωσιν ἐντεῦθεν | |
5 | παρασκευασάμενος τέλος ὁποῖον ἐπιδέδεικται [δείξει προιὼν ὁ λόγος], | |
4.7 | τίς μὲν ἰδὼν οὐ κατεπλάγη, τίς δὲ ἀκοῇ παραλαβὼν οὐκ ἐθαύμασεν τὸ θάρσος, τὴν παρρησίαν, τὴν ἔνστασιν, τὴν ἐγκράτειαν, τὰς πρὸς τὸν δικαστὴν φωνάς, τὰς ἀποκρίσεις, τὴν φρόνησιν καὶ πρό γε τούτων ἁπάντων τὴν τόλμαν αὐτὴν καὶ τὸ ἐπιχείρημα ζήλου πνέον ἐνθέου καὶ | 130 |
5 | ἐρρωμένης τῆς πρὸς τὸν παμβασιλέα θεὸν εὐσεβείας; | |
4.8 | δευτέρας τοίνυν καθολικῆς ἐπαναστάσεως κατὰ τὸ τρίτον ἔτος τοῦ καθ’ ἡμᾶς διωγμοῦ γενομένης, γραμμάτων Μαξιμίνου τότε 〈πρῶτον〉 πεφοιτη‐ κότων δι’ ὧν ἐκέλευσεν πανδημεὶ πάντας μετ’ ἐπιμελείας καὶ σπουδῆς | |
5 | τῶν κατὰ πόλιν ἀρχόντων θύειν τε καὶ σπένδειν τοῖς δαίμοσιν, κήρυκες μὲν αὐτίκα κατὰ πάσας τὰς πόλεις ἄνδρας [τε] ἅμα γυναιξὶν καὶ τέκνοις ἐπὶ τοὺς τῶν εἰδώλων οἴκους ἀπαντᾶν ἐβόων· χιλίαρχοι 〈δὲ〉 καὶ ἑκατόνταρχοι κατ’ οἴκους καὶ ἄμφοδα παριόντες ἀναγραφὰς τῶν πολιτῶν ἐποιοῦντο, εἶτα ἐξ ὀνόματος ἕκαστον ἀνακαλούμενοι, τὸ | |
10 | προσταχθὲν πράττειν ἐβιάζοντο. ἀφάτῳ δὴ οὖν κλύδωνι κακῶν πανταχῇ πάντων ἐπειλημμένων, ὁ πανάγιος τοῦ θεοῦ μάρτυς Ἀπφιανὸς | |
πρᾶγμά τι παντὸς λόγου κρεῖττον διαπράττεται. μηδενὸς ἐπὶ τῷ πραττομένῳ συνειδότος αὐτῷ 〈ἡμᾶς τε ὑποκλέψας, οἳ κατ’ οἶκον συνῆμεν αὐτῷ,〉 ἐπ’ αὐτὸν [οὖν] ὁρμᾷ τὸν τοῦ ἔθνους ἄρχοντα, | 131 | |
15 | ἔπειτα ἀθρόως ἐπιστὰς καὶ πᾶν τὸ περὶ τὸν ἡγεμόνα στρατιωτικὸν στῖφος λαθὼν ὁμοίως, σπένδοντι τῷ Οὐρβανῷ πρόσεισιν, καὶ τῆς δεξιᾶς χειρὸς λαβόμενος, εἴργει μὲν τῆς εἰδωλολάτρου πράξεως, ἤθει δὲ εὖ μάλα πράῳ μετὰ παραστήματος ἐνθέου παύσασθαι παρῄνει τῆς πλάνης· μὴ γὰρ ἐξὸν εἶναι ἀποστραφέντα τὸν ἕνα καὶ μόνον καὶ | |
20 | ἀληθῆ θεὸν ἀψύχοις εἰδώλοις καὶ πνεύμασι πονηροῖς θύειν. | |
4.9 | ἦν δὲ ἄρα ὁ θεὸς αὐτὸς ὁ τῶν ἀσεβῶν τὸν ἔλεγχον διὰ τοῦ μειρακίου ποιού‐ μενος, ἐπὶ τοῦτό τε αὐτὸν προήγαγεν ἡ τοῦ σωτῆρος ἡμῶν δύναμις, μόνον οὐχὶ διὰ τοῦ πραττομένου βοῶσα ὅτι τοσοῦτον ἀποδέουσιν οἱ | |
5 | αὐτοῦ στρατιῶται, οἵ γε ὄντως τοιοῦτοι, ταῖς τῶν ἀθέων γνώμαις 〈πείθεσθαι〉, ὡς μὴ μόνον τῶν ἀπειλουμένων καὶ παντὸς θανάτου καταφρονεῖν, ἀλλὰ καὶ τοσοῦτον ἀποδεῖν τῆς ἐπὶ τὰ χείρω προτροπῆς, | |
ὡς εὐγενεῖ φρονήματι καὶ ἀτρόμῳ γλώττῃ πρὸς ἅπαντας ἐλευθεροσ‐ τομεῖν καὶ ἤδη καὶ αὐτούς, ὅλως εἰ δυνατὸν εἴη, πείθειν βούλεσθαι | 132 | |
10 | τοὺς ἐλαύνοντας μεταθέσθαι μὲν τῆς ἀγνοίας, τὸν δὲ σωτῆρα τῶν ὅλων καὶ μόνον ἀληθινὸν θεὸν ἐπιγινώσκειν. | |
4.10 | οἱ δὲ δαιμόνων ὑπηρέται πληγέντες ὥσπερ ὑπό τινος καυτῆρος τὰς φρένας, οἱ ἀμφὶ τὸν ἡγεμόνα στρατιῶται, σπαράττουσι παίοντες κατὰ πρόσωπον καὶ χαμαὶ κείμενον τοῖς ποσὶ καταπατοῦντες πιεσμοῖς τε τὸ στόμα καὶ | |
5 | τὰ χείλη διασπῶντες· ἃ δὴ πάντα ἀνδρειότατα ὑποστάς, τέως μὲν εἰς τὸν τῆς εἱρκτῆς σκοτεινὸν μυχὸν ἀνελαμβάνετο, | |
4.11 | νυχθήμερον δὲ ἐνταῦθα παραταθεὶς ἐπὶ τοῦ κολαστηρίου ξύλου τοὺς πόδας τῇ ὑστεραίᾳ παρίσταται τοῖς δικαστηρίοις. ἔνθα ὁ γενναῖος τοῦ ἔθνους ἡγούμενος Οὐρβανὸς ἐπίδειξιν ὥσπερ τινὸς ἀγαθοῦ τῆς οἰκείας ὠμότητος ποιού‐ | |
5 | μενος, πᾶν εἶδος κολαστηρίων ἐπήγαγεν κατὰ τοῦ μάρτυρος, τὰς πλευρὰς ἄχρις ὀστέων καὶ σπλάγχνων αὐτῶν (καταξαίνειν παρακε‐ λευόμενος [δὲ] πληγάς 〈τε〉 κατὰ προσώπου καὶ αὐχένος αὐτῷ τοσαύτας ἐπιθεῖναι, ὡς μηκέθ’, ὅστις εἴη, τὸ πρόσωπον ἀφανισθέντα, γινώσκεσθαι. | |
4.12 | ὁ μὲν δῆτα θεοῦ μάρτυς, οἷά τις ἀδάμας, καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ῥωσθεὶς ἔτι μᾶλλον θείας δυνάμεως ἐμπνεούσης, πολλὰ τοῦ δικαστοῦ πυνθανομένου 〈οὐδὲν〉 πλεῖον ἢ Χριστιανὸν | |
ἑαυτὸν ὡμολόγει εἶναι, εἶτα ἐρωτώμενος ὅστις εἴη καὶ πόθεν, ποῖ τε | 133 | |
5 | εἴη μένων, οὐδὲν ἕτερον ἢ Χριστοῦ δοῦλον ἑαυτὸν ὡμολόγει· ὃ δὲ εἰς μανίαν ἤδη χωρῶν καὶ κινούμενος ἐπὶ τῇ τοῦ μάρτυρος ἀνικήτῳ φωνῇ, λίνοις ἐλαίῳ δευθεῖσιν τοὺς πόδας περιπλέξαντας αὐτοῦ πῦρ ὑφάψαι προστάττει. ὡς δὲ οἱ βασανισταὶ τὸ προσταχθὲν ἐτέλουν, ἀνήρτητο δὲ ὑψηλῶς ὁ μάρτυς, φοβερὸν [δὲ] θέαμα τοῖς ὁρῶσιν ἦν, | |
10 | οὕτω μὲν τὰς πλευρὰς διερρωγώς, οὕτω δὲ διωγκηκὼς καὶ τοῦ προσώ‐ που τὴν μορφὴν ἠλλοιωμένος, πολλῷ τε τῷ πυρὶ τοὺς πόδας ἐπὶ μακρὸν καιόμενος χρόνον, 〈ὡσ〉 διαρρεῖν μὲν τηκομένας κηροῦ δίκην τὰς σάρκας, τῶν δὲ ὀστέων 〈καθάπερ ξηρῶν καλάμων〉 εἴσω διικνεῖσθαι τὸ πῦρ. | |
4.13 | ἀλλ’ οὐδὲν τούτων ἔμελεν τῷ πάσχοντι· ἔνδον γὰρ εἶχεν βοηθὸν τὸν ἐν αὐτῷ θεόν, ἐναργῆ τοῖς πᾶσι τὴν αὐτοῦ βοήθειαν καὶ παρουσίαν ὥσπερ τὶ φῶς ὁρᾶν παρεχόμενον· δι’ ὃ δὴ μείζονος θάρσους ὁ μάρτυς ἐνεπίμπλατο καὶ πλείονος παρρησίας μεστὸς ἦν. | |
5 | φωνῇ δ’ οὖν ἐβόα μεγίστῃ καὶ λόγῳ τὴν εἰς τὸν μαρτυρούμενον θεὸν ἀνεκήρυττεν ὁμολογίαν ἐμαρτύρει τε παρούσης αὐτῷ τῆς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν δυνάμεως καὶ τὰς παραδόξους ταύτας θέας ὡς ἐν μεγίστῳ 〈θεάτρῳ〉 δεικνυμένης. οἳ μὲν γὰρ ἐλύττων οἷα δαίμονες, καὶ τὰς ψυχὰς ὀδυνώμενοι, ὡς ἂν αὐτοὶ τὰ δεινὰ πάσχοντες, 〈πρίοντεσ〉 | |
10 | τοὺς ὀδόντας καὶ τοὺς λογισμοὺς καόμενοι, λέγειν ἐξεβιάζοντο ὅστις εἴη καὶ πόθεν καὶ ποῖ εἴη μένων, θύειν τε καὶ τοῖς ὡρισμένοις πειθαρ‐ χεῖν· ὃ δὲ εἰς πάντας ἀποβλέπων οἷα μεθύοντας ἑώρα, ἀλλ’ οὐδὲ | |
ἀποκρίσεως αὐτοὺς καταξιῶν, πρὸς τὰς πεύσεις μιᾷ μόνῃ ἐκέχρητο φωνῇ τὸν Χριστὸν ὁμολογούσῃ καὶ τὸν τούτου πατέρα [καὶ τὸ ἅγιον | 134 | |
15 | πνεῦμα] μόνον εἰδέναι μαρτυρούσῃ θεόν. ἤδη γοῦν ἡττημένων καὶ ἀπειρηκότων τῶν πολεμίων, αὖθις ἐπὶ τὴν εἱρκτὴν ἀνελαμβάνετο, τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ τῷ δικαστῇ προσαχθεὶς καὶ τὴν αὐτὴν μαρτυρήσας ὁμολογίαν, βυθοῖς θαλάσσης παραδοθῆναι κελεύεται. | |
4.14 | τὰ δὲ ἐπὶ τούτοις πραχθέντα εὖ οἶδα ἀπιστηθήσεσθαι παρὰ τοῖς μὴ ὄψει τὸ ἔργον παρειληφόσιν, ὦτα γὰρ ἀνθρώποις ἀπιστότερα πέφυκεν εἶναι ὀφθαλμῶν· ὅμως δὲ οὐ παρὰ τοῦτο δίκαιον ἡμᾶς λήθῃ παραδοῦναι | |
5 | τὸ θαῦμα, οἵ τε μάρτυρες ἡμῖν τῆς ἱστορίας πάντες, ὡς ἔπος εἰπεῖν, οἱ τὴν Καισαρέων πόλιν οἰκοῦντες γεγόνασιν· οὐδεμία γοῦν ἡλικία τῆς παραδόξου ταύτης ἀπελείφθη θέας. | |
4.15 | ὡς γὰρ κατὰ τὸν τοῦ πελάγους βυθὸν ἔρριπτον τὸν τοῦ θεοῦ ἄνθρωπον, λίθοις τοὺς πόδας καταδήσαντες, κλόνος οὐχ ὁ τυχὼν σεισμός τε παραχρῆμα καὶ βρασμὸς αὐτήν τε τὴν θάλατταν καὶ τὸ περιέχον ἅπαν διέχει κίνησίς τε μεγίστη | |
5 | τὴν πόλιν ἅπασαν ἐκίνει· ἅμα δὲ τῷ παραδόξῳ τοῦ θείου μάρτυρος τὸ νεκρὸν σῶμα, ὡς οὐ φέρειν αὐτὸ δυναμένη, πρὸ τῶν τῆς πόλεως ἐκβράττει πυλῶν ἡ θάλαττα. προύκειτο δὴ θέαμα πονηρὸν πρὸς αὐτοῖς τοῖς προπύλοις τῆς πόλεως ὁ νεκρός, καὶ πολὺς ἦν διαχῶν τὸ πᾶν ἐπῃωρημένος ἐκ θεοῦ σεισμός, δεινὴν τοῖς πᾶσιν ἀπειλῶν ὀργήν. | |
10 | ὡς δὲ ἀπηγγέλη τὸ γεγονὸς τοῖς τὴν πόλιν οἰκοῦσιν, δρομάδην ὁμοῦ | |
πάντες πρὸ τῶν πυλῶν ἐπὶ τὴν ἱστορίαν ἐχώρουν, παῖδες, ἄνδρες, πρεσβύται θηλειῶν τε ὁμοίως πᾶσα ἡλικία μέχρι καὶ τῶν ἀφανῶν καὶ τῶν θαλαμευομένων εἰς ἔτι τε παρθενευομένων, πάντες τε καὶ πᾶσαι τὸν ἕνα καὶ μόνον θεὸν τῶν Χριστιανῶν ὡμολόγουν. τοιούτου μὲν δὴ | 135 | |
15 | τέλους τὸ κατὰ τὸν θαυμάσιον Ἀπφιανὸν ἔτυχε δρᾶμα· Ξανθικοῦ μηνὸς 〈δευτέρᾳ〉 πρὸ δ’ Νωνῶν Ἀπριλλίων ἡ τοῦδε μνήμη τελεῖται· | |
5.2 | ἀδελφὰ δ’ αὐτῷ μικρὸν τῷ χρόνῳ ὕστερον 〈ὁ〉 ὁμοπάτριος ἀδελφὸς ἔπασχεν τοὔνομα Αἰδέσιος. οὗτος μὲν δὴ καὶ πρὸ τῆς τοῦ ἀδελφοῦ κατὰ θεὸν ὁρμῆς φθάνει φιλοσοφίᾳ ἑαυτὸν ἐπιδιδούς. καὶ γὰρ λόγων μετεῖχεν παντοίων καὶ παιδείας οὐ τῆς Ἑλλήνων μόνον, | 136 |
5 | ἀλλὰ δὴ καὶ τῆς Ῥωμαίων ἧπτο, τῆς τε Παμφίλου διατριβῆς πλείονι χρόνῳ μετέσχηκεν. καὶ δὴ οὗτος μετὰ πλείστας ὁμολογίας πολυχρο‐ νίους τε δεσμωτηρίων κακώσεις πρῶτα μὲν τοῖς κατὰ Παλαιστίνην παραδίδοται χαλκοῦ μετάλλοις· | |
5.3 | εἶτα μετὰ τὴν ἐν τούτοις κακοπά‐ θειαν γίνεται ἐπὶ τῆς Ἀλεξανδρέων πόλεως, Ἱεροκλεῖ δὲ παρατυχών, ὃς τὴν Αἴγυπτον ἐξουσίᾳ τῇ ἑαυτοῦ πᾶσαν διεῖπεν, Χριστιανοῖς δικάζοντι, ὡς συνεῖδεν πέρα τῶν προσηκόντων θεσμῶν ἐμπαροινοῦντα | |
5 | τοῖς τοῦ θεοῦ μάρτυσιν παρθένους τε ἁγίας θεοῦ πορνοτρόφοις ἐπ’ ἀσελγείᾳ καὶ ὕβρει τοῦ σώματος παραδιδόντα, οὐχ ὑπομείνας τὴν τῶν | |
πραττομένων θέαν, τῇ ὁμοίᾳ τῷ ἀδελφῷ ἐπιβάλλεται πράξει. ζήλου 〈δ’ οὖν〉 πληρωθεὶς ἐνθέου πρόεισιν καὶ λόγῳ καὶ ἔργῳ τὸν Ἱερακλέα καταισχύνει, αὐτοχειρίᾳ πληγὰς ἐντείνας αὐτῷ κατὰ τοῦ | 137 | |
10 | προσώπου χαμαί τε βαλὼν ὕπτιον ἐπὶ τῆς γῆς τύπτων τε ἅμα καὶ παραινῶν μὴ παρὰ φύσιν τολμᾶν κατὰ τῶν τοῦ θεοῦ δούλων, πολλά τε καὶ ἄλλα εἰπὼν καὶ ἐπὶ τούτοις εὖ μάλα καρτερῶς ὑπομείνας τὰς κατὰ τοῦ σώματος ἐπιτεθείσας αὐτῷ βασάνους, τὴν ἀδελφικὴν ἀπηνέγκατο θαλάττῃ παραδοθεὶς τελευτήν. ἀλλ’ οὗτος ἐπὶ τῆς Ἀλεξανδρείας | |
15 | μικρὸν τῷ χρόνῳ ὕστερον τοῦτον διηγωνίσατο τὸν ἆθλον· τῶν δὲ ἐπὶ Παλαιστίνης μαρτύρων μετὰ Ἀπφιανὸν Ἀγάπιος ἐπὶ τὸν ἀγῶνα | |
παρῄει. | 138 | |
7.1 | Ἐπὶ πέμπτον μὲν ἔτος ἤδη ὁ καθ’ ἡμῶν διωγμὸς παρετείνετο, μὴν δὲ ἦν Ξανθικός, ἡμέρα τούτου βʹ, ἡ δ’ αὐτὴ ἂν εἴη πρὸ δʹ Νωνῶν Ἀπριλλίων· καί τις ἱερὰ καὶ παναγία κόρη τῶν ἀπὸ Τύρου τῷ τοῦ θεοῦ παιδὶ παρθενευομένη, οὐδὲ ὅλων ἐτῶν ὀκτωκαίδεκα, δεσμίοις | |
5 | ὁμολογηταῖς θεοῦ τῶν ἡγεμονικῶν δικαστηρίων προκαθημένοις μέλλουσίν τε αὐτίκα μάλα παρίστασθαι τῷ δικαστῇ πρόσεισιν φιλο‐ φρονουμένη, μεμνῆσθαί τε αὐτῆς παρακαλεῖ τοῦ σκοποῦ τυχόντας. | 140 |
7.2 | ἐπεὶ δὲ τοῦτο ἔπραξεν, ὥσπερ ἔκθεσμόν τι καὶ ἀνόσιον διαπραξα‐ μένην συναρπάζουσι στρατιῶται παραχρῆμά τε τῷ Οὐρβανῷ προσά‐ γουσιν· τότε γὰρ ἔτι τὴν Παλαιστινῶν διεῖπεν ἀρχήν. ἀλλ’ οὗτος οὐκ οἶδ’ ὅ τι παθών, ὥσπερ τὰ μέγιστα πρὸς τῆς κόρης ἠδικημένος, | |
5 | παραχρῆμα θυμοῦ καὶ λύττης ἐμπίμπλαται, θύειν τε αὐτῇ προστάξας, ἐπειδὴ ἀνανεύουσαν ηὕρισκεν, ταύτῃ μᾶλλον ὁ θηριωδέστατος δεινὰς κατὰ τῶν πλευρῶν καὶ κατὰ τῶν μαζῶν ἐπιτίθησιν αὐτῇ βασάνους, ὀστέων τε αὐτῶν εἴσω δὴ καὶ σπλάγχνων ὁ ἀνηλεὴς ἐχώρει, ἐπιμόνως τὴν παῖδα τιμωρούμενος σιγῇ τὰς βασάνους δεχομένην. ἔτι δ’ ἐμπνέου‐ | |
10 | σαν ἠρώτα θύειν παρακελευόμενος· ἣ δὲ διάρασα τὸ στόμα καὶ τοῖς ὀφθαλμοῖς ὀξὺ καὶ ἀτενὲς ἐμβλέψασα, ὑπομειδιῶντι προσώπῳ (ἐπήνθει δὲ αὐτῇ καὶ τὸ τῆς ἀκμῆς κάλλος) «τί δὴ πλανᾷ», φησίν, «ἄνθρωπε, οὐκ εἰδώς με κατ’ εὐχὰς πράττειν νῦν ὅτε τῶν τοῦ θεοῦ μαρτύρων κοινωνίας τυχεῖν ἠξιώθην;» ὃ δὲ ἐπειδὴ συνεῖδεν ἑαυτὸν | |
15 | γέλωτα τῆς κόρης γενόμενον, οὐκέθ’ οἷός τε ὢν καὶ μείζοσιν αὐτὴν ἢ | |
πρότερον βασάνοις αἰκίζεσθαι, τοῖς θαλαττίοις κατακρίνει βυθοῖς. μεταστὰς δὲ ἀπὸ ταύτης ἐπὶ τοὺς λοιποὺς ᾔει ὁμολογητάς, ὧν αἰτίαι τῇ κόρῃ πέπρακται τὰ δεδηλωμένα, ὁμοῦ δὲ πάντας τοῖς κατὰ Παλαισ‐ τίνην χαλκοῦ μετάλλοις παραδίδωσιν, οὐδὲν εἰπὼν οὐδ’ ἀνάγκην | 141 | |
20 | ἐπιθείς· ἡ γὰρ πρόμαχος ἁπάντων τοὺς αὐτῶν ἀναδεξαμένη πόνους καὶ τὸν ὠμὸν δικαστὴν εὐτονίᾳ καὶ ῥώμῃ ψυχῆς παραλύσασα, δειλὸν καὶ εἰς τοὺς μετὰ ταῦτα κατεστήσατο. ἡμέρα κυριακὴ ἦν, καθ’ ἣν ταῦτα ἐπὶ τῆς Καισαρείας ἐν μηνὶ τῷ εἰρημένῳ καὶ κατὰ τὸ δηλωθὲν | |
ἔτος ἐπράχθη. | 142 | |
11.1 | Καιρὸς δὴ καλεῖ πρὸς πᾶσι τὸ μέγα καὶ περιβόητον ἀνιστορῆσαι θέατρον Παμφίλου τοῦ ἁγίου μάρτυρος καὶ τῶν σὺν αὐτῷ τελειω‐ θέντων θαυμασίων ἀνδρῶν καὶ πολυτρόπους εὐσεβείας ἄθλους ἐπιδε‐ δειγμένων. a πλείστων γοῦν ὅσων ἐγνωσμένων ἡμῖν κατὰ τὸν διωγμὸν | |
5 | ἀνδρισαμένων, τὸν περὶ ὧν ὁ λόγος ἀγῶνα σπανιώτατον ὧν ἡμεῖς ἔγνωμεν, ἱστορήσαμεν, ἀθρόως ἐν αὐτῷ πᾶν εἶδος ἡλικιῶν τε σώματος καὶ ψυχῶν ἀγωγῆς βίου τε καὶ ἀναστροφῆς διαφόρου περιειληφότα βασάνων τε ποικίλοις εἴδεσι καὶ τοῖς κατὰ τὸ τέλειον μαρτύριον ἐνηλλαγμένοις στεφάνοις κεκοσμημένον. b νέους τε γὰρ ἦν ἰδεῖν καὶ | |
10 | κομιδῇ παῖδας τῶν σὺν αὐτοῖς Αἰγυπτίων τινάς, ἡβῶντας δὲ ἄλλους, μεθ’ ὧν καὶ ὁ Πορφύριος ἦν, ἀκμαίους τε αὖ σώματί τε ὁμοῦ καὶ φρονήσει τοὺς ἀμφὶ τὸ ποθεινόν μοι ὄνομα καὶ τὸν Ἰαμνίτην Παῦλον Σέλευκόν τε καὶ Ἰουλιανόν, ἄμφω τῆς Καππαδοκῶν γῆς ὁρμωμένους· ἦσαν δὲ ἐν αὐτοῖς καὶ ἱερᾷ πολιᾷ βαθυτάτῳ τε γήρᾳ πεπυκασμένοι, | |
15 | Οὐάλης, διάκονος τῆς Ἱεροσολυμιτῶν ἐκκλησίας, καὶ ὁ τοὔνομα ἐπαληθεύσας Θεόδουλος. c τοιαύτη μὲν οὖν ἐν αὐτοῖς ἡ τῶν ἡλικιῶν ἐτύγχανε ποικιλία· ψυχῶν δὲ ἀγωγαῖς διήλλαττον, οἳ μὲν ἰδιωτικώ‐ τερον οἷα παῖδες καὶ ἁπλούστερον ἔτι τὸν νοῦν φοροῦντες, οἳ δὲ καὶ πάνυ στιβαρὸν καὶ ἐμβριθὲς κεκτημένοι τὸ ἦθος, ἦσαν δὲ ἐν αὐτοῖς | |
20 | καὶ οἱ τῶν ἱερῶν μαθημάτων οὐκ ἀνεπιστήμονες· συγγενῶς δὲ ἅπασιν ὑπερφυὴς καὶ ἐνάρετος ἡ ἀνδρεία προσῆν. d οἷα δέ τις ἐν ἀποστίλβουσιν ἄστροις ἡμεροφανὴς φωστὴρ ἐν μέσοις διέπρεπεν ἐξαστράπτων ὁ ἐμὸς δεσπότης (οὐ γὰρ ἑτέρως προσειπεῖν ἔστι μοι θέμις τὸν θεσπέσιον καὶ μακάριον ὡς ἀληθῶς Πάμφιλον)· παιδείας γὰρ οὗτος τῆς παρ’ | 153 |
25 | Ἕλλησι θαυμαζομένης οὐ μετρίως ἧπτο τῇ τε κατὰ τὰ θεῖα δόγματα καὶ τὰς θεοπνεύστους γραφάς, εἰ χρή τι θρασύτερον, πλὴν ἀληθὲς εἰπεῖν, ὡς οὐδ’ ἕτερον ἔχει τις φάναι τῶν κατ’ αὐτόν, ἤσκητο. μεῖζον δὲ τούτων ἐκέκτητο πλεονέκτημα τὴν οἴκοθεν, μᾶλλον δὲ θεόθεν αὐτῷ δεδωρημένην σύνεσίν τε καὶ σοφίαν. e καὶ τὰ μὲν περὶ ψυχὴν | |
30 | οὕτως εἶχον οἱ πάντες· βίου δὲ αὖθις καὶ ἀναστροφῆς πλείστη τις ἐν αὐτοῖς ὑπῆρχε διαλλαγή, τοῦ μὲν Παμφίλου ἐξ εὐπατριδῶν κατάγοντος τὸ κατὰ σάρκα γένος ἐπισήμως τε ταῖς κατὰ τὴν πατρίδα πολιτείαις διαπρέψαντος, τοῦ δὲ Σελεύκου ταῖς κατὰ τὴν στρατείαν ἀξίαις περιφανέστατα τετιμημένου, τῶν δὲ τῆς μέσης καὶ κοινῆς γεγονότων | |
35 | ἀγωγῆς. οὐκ ἦν δὲ αὐτῶν ὁ χορὸς οὐδὲ τοῦ οἰκετικοῦ γένους ἐκτός· ὅ τε γὰρ ἡγεμονικῆς οἰκετίας θεράπων αὐτοῖς συγκατείλεκτο καὶ ὁ Πορφύριος, τὸ μὲν δοκεῖν τοῦ Παμφίλου γεγονὼς οἰκέτης, διαθέσει γε μὴν ἀδελφοῦ καὶ μᾶλλον γνησίου παιδὸς διενηνοχὼς οὐδὲν ἢ ἐλλείπων τῆς πρὸς τὸν δεσπότην κατὰ πάντα μιμήσεως. f καὶ τί γὰρ ἀλλ’ εἰ φαίη | |
40 | τις αὐτοὺς ὁλόκληρον ἐν βραχεῖ τύπον ἐκκλησιαστικοῦ συστήματος περιειληφέναι, οὐκ ἂν ἐκτὸς βάλοι τῆς ἀληθείας, πρεσβυτερίου μὲν ἐν αὐτοῖς ἠξιωμένου τοῦ Παμφίλου διακονίας τε τοῦ Οὐάλεντος τήν τε τῶν ἐπὶ τοῦ πλήθους ἀναγινώσκειν εἰθισμένων τάξιν εἰληχότων ἑτέρων ὁμολογίαις τε διὰ καρτερικωτάτης μαστίγων ὑπομονῆς ἔτι πάλαι πρὸ | |
45 | τοῦ κατὰ τὸ μαρτύριον τέλους τοῦ Σελεύκου διαπρέψαντος καὶ τὴν τῆς στρατιωτικῆς ἀξίας ἀποβολὴν ἐρρωμένως καταδεξαμένου τῶν τε λοιπῶν ἐπὶ τούτοις διὰ κατηχουμένων καὶ πιστῶν τοὐπίλοιπον τῆς ὡς ἐν εἰκόνι σμικρᾷ μυριάνδρου ἐκκλησίας ἀφομοίωμα φερούσης ἀναπλη‐ ρούντων. g οὕτω παράδοξον τὴν τοσούτων καὶ τηλικούτων μαρτύρων | |
11.1(50) | ἐκλογὴν ἐθεωρήσαμεν, καθ’ ἣν καίτοι γε οὐ πολλοῖς τὸν ἀριθμὸν οὖσιν ὅμως οὐδὲν ἀπέδει ταγμάτων ἐν ἀνθρώποις εὑρισκομένων. οἷα γοῦν ἐν πολυχόρδῳ λύρᾳ ἐξ ἀνομοίων, συνεστώσῃ χορδῶν, ὀξειῶν καὶ βαρειῶν τῶν τε ἀνειμένων καὶ ἐπιτεταμένων καὶ μέσων εὖ διηρμοσ‐ μένων ἁπασῶν τέχνῃ τῇ μουσικῇ, κατὰ τὰ αὐτὰ δὴ καὶ ἐπὶ τούτων | |
55 | νέοι κατὰ τὸ αὐτὸ καὶ πρεσβύται δοῦλοί τε ὁμοῦ καὶ ἐλεύθεροι λόγιοί τε καὶ ἰδιῶται ἄδοξοί τε κατὰ τὸ τοῖς πολλοῖς δοκοῦν καὶ ἐπίδοξοι πιστοί | |
τε καὶ κατηχούμενοι ἅμα καὶ διάκονοι σὺν πρεσβυτέροις, οἱ πάντες ὡς ἂν ὑφ’ ἑνὸς πανσόφου μουσουργοῦ, τοῦ μονογενοῦς τοῦ θεοῦ λόγου, ποικίλως ἀνακρουσθέντες καὶ τῆς ἐν αὐτοῖς ἕκαστοι δυνάμεως διὰ τῆς | 154 | |
60 | τῶν βασάνων ὑπομονῆς ἐνδειξάμενοι τὴν ἀρετήν, τούς τε τῆς ὁμολογίας λαμπροτάτους καὶ ἐμμελεῖς ἁρμονίους τε καὶ συμφώνους ἐπὶ τῶν δικαστηρίων φθόγγους ἀποδεδωκότες ὑφ’ ἓν καὶ ταὐτὸ τέλος, τὴν εὐσεβεστάτην καὶ πάνσοφον διὰ τῆς τοῦ μαρτυρίου τελειώσεως τῷ θεῷ τῶν ὅλων ἀπεπλήρωσαν μελῳδίαν. h ὑπερθαυμάζειν δὲ ἄξιον καὶ | |
65 | τὸν ἀριθμὸν τῶν ἀνδρῶν προφητικόν τι χάρισμα καὶ ἀποστολικὸν δηλοῦντα· δώδεκα γὰρ εἶναι συνέβη τοὺς πάντας ὁπόσους πατριάρχας καὶ προφήτας καὶ ἀποστόλους γενέσθαι παρειλήφαμεν. i οὐ παρετέον οὐδὲ τὰς κατὰ μέρος ἑκάστου πολυτλήτους ἀνδρείας, 〈τὰσ〉 κατὰ τῶν πλευρῶν ξέσεις καὶ τὰς διὰ τριχῶν αἰγείων ὑφῆς κατὰ τῶν ξεσθέντων | |
70 | τοῦ σώματος μερῶν ἐκτρίψεις τάς τε ἀνηκέστους μάστιγας καὶ τὰς πολυτρόπους καὶ ἐνηλλαγμένας βασάνους δεινάς τε καὶ δυσκαρτερήτους στρεβλώσεις ἃς ἐπικελευομένου τοῦ δικαστοῦ χερσὶν καὶ ποσὶν ἐπιτεί‐ νοντες οἱ δορυφόροι τῇ βίᾳ κατηνάγκαζον πρᾶξαί τι τῶν ἀπειρημένων τοὺς μάρτυρας. k τί χρὴ λέγειν τὰς ἀειμνήστους τῶν θεσπεσίων φωνὰς | |
75 | ἐν αἷς ἧττον πεφροντικότες τῶν πόνων λαμπρῷ καὶ φαιδρῷ τῷ προσώπῳ τὰς τοῦ δικαστοῦ πεύσεις ἠμείβοντο, πρὸς αὐταῖς βασάνοις γελῶντες ἀνδρικῶς ἤθει τε σπουδαίῳ κατειρωνευόμενοι αὐτοῦ τὰς ἐρωτήσεις; ἐρομένου γὰρ ὁπόθεν εἶεν, τὴν ἐπὶ γῆς πόλιν φράζειν παρέντες, τὴν ὄντως ἑαυτῶν ἀνεδήλουν πατρίδα, ἀπὸ Ἱερουσαλὴμ | |
80 | ἑαυτοὺς ἀναγορεύοντες· ἐνέφαινον δὲ ἄρα κατὰ τὸν αὐτῶν νοῦν τὴν ἐπουράνιον τοῦ θεοῦ, ἐφ’ ἣν καὶ ἔσπευδον, πόλιν. l καὶ ἄλλα δὲ τοιουτό‐ τροπα, ἄγνωστα μὲν καὶ ἀσύνοπτα τοῖς τῶν ἱερῶν ἀγεύστοις, μόνοις δὲ αὐτοῖς καὶ τοῖς ἐκ τῆς θείας πίστεως ὡρμημένοις ἀριδηλότατα προέφερον· ἐφ’ οἷς δὴ μάλιστα ὁ δικαστὴς ἀγανακτικῶς καὶ μάλα | |
85 | ὀργίλως σφαδᾴζων καὶ τὸν λογισμὸν ἀπορούμενος, ποικίλας, ὡς ἂν μὴ ἡττηθείη, τὰς κατ’ αὐτῶν ἐπενόει μηχανάς· ἔπειτα πεσὼν τῆς ἐλπίδος, τέλος ἑκάστῳ τὰ τῆς νίκης ἀποφέρεσθαι παρεχώρει βραβεῖα. m ποικίλος δ’ ἦν αὐτῶν καὶ ὁ τῆς τελευτῆς τρόπος, δυεῖν μὲν τῶν ἐν αὐτοῖς κατηχουμένων τῷ διὰ πυρὸς βαπτίσματι τελειωθέντων, ἑτέρου | |
90 | δὲ τῷ τοῦ σωτηρίου πάθους σχήματι παραδοθέντος, τῶν δὲ ἀμφὶ τὸ ποθεινόν μοι ὄνομα διαλλάττουσι βραβείοις ἀναδησαμένων. τάδε μὲν | |
οὖν φαίη ἄν τις καθολικώτερον τούτων μεμνημένος· | 155 | |
11.2 | κατὰ μέρος δὲ ἕκαστον ἐπεξιὼν εἰκότως ἂν τοῦ χοροῦ τὸν πρωτοστάτην μακαρίσειεν. Πάμφιλος οὗτος ἦν, ὁ θεοφιλὴς ὄντως ἀνὴρ καὶ πάντων ὡς ἀληθῶς φίλος τε καὶ προσήγορος, ἐπαληθεύων τὴν ἐπωνυμίαν, τῆς Καισαρέων ἐκκλησίας ὁ κόσμος, ἐπεὶ καὶ τὴν τῶν | |
5 | πρεσβυτέρων καθέδραν πρεσβύτερος ὢν ἐδόξαζε, κοσμῶν ὁμοῦ καὶ κοσμούμενος τῇ ἐνταῦθα λειτουργίᾳ. κἀν τοῖς ἄλλοις δὲ θεῖος ἦν ὄντως καὶ θείας μετέχων ἐμπνεύσεως, ἐπεὶ καὶ παρ’ ὅλον αὐτοῦ τὸν βίον ἀρετῇ πάσῃ διαπρέψας ἔτυχε, μακρὰ μὲν χαίρειν εἰπὼν τρυφῇ καὶ πλούτου περιουσίᾳ, ὅλον δὲ ἑαυτὸν ἀναθεὶς τῷ τοῦ θεοῦ λόγῳ. | |
10 | ἀποδόμενος γέ τοι τὰ εἰς αὐτὸν ἐκ προγόνων ἥκοντα γυμνοῖς, πηροῖς καὶ πένησιν τὰ πάντα διένειμεν, αὐτὸς δὲ ἐν ἀκτήμονι διῆγε βίῳ, δι’ ἀσκήσεως καρτερικωτάτης τὴν ἔνθεον μετιὼν φιλοσοφίαν. ὡρμᾶτο μὲν οὖν ἐκ τῆς Βηρυτίων πόλεως, ἔνθα τὴν πρώτην ἡλικίαν τοῖς αὐτόθι τέθραπτο παιδευτηρίοις· ἐπεὶ δὲ τὰ τῆς φρονήσεως εἰς τελείους | |
15 | ἄνδρας αὐτῷ προῄει, μετέβαινεν ἀπὸ τῶνδε ἐπὶ τὴν τῶν ἱερῶν λόγων ἐπιστήμην, ἀνελάμβανεν δὲ ἐνθέου καὶ προφητικοῦ βίου τρόπον καὶ | |
θεοῦ μάρτυρα ἀληθῆ αὐτὸς ἑαυτὸν καὶ πρὸ τῆς ὑστάτης τελευτῆς τοῦ βίου παρίστη. | 156 | |
11.4 | ἀλλ’ ὁ μὲν Πάμφιλος τοιοῦτος ἦν· δεύτερος δὲ μετ’ αὐτὸν ἐπὶ τὸν ἀγῶνα παρῄει Οὐάλης, γηραιᾷ καὶ ἱεροπρεπεῖ πολιᾷ τετιμημένος αὐτῇ τε προσόψει σεμνὸς καὶ ἱερὸς πρεσβύτης, οὐ μὴν ἀλλὰ καὶ τῶν θείων γραφῶν, εἰ καί τις ἄλλος, εἰδήμων. τοσαύτας γέ | |
5 | τοι μνήμας αὐτῶν ἐνεστερνίσατο, ὡς μηδὲν ἀποδεῖν τῆς ἀπὸ γραμμάτων ἐντεύξεως τὰς διὰ μνήμης αὐτῷ σῳζομένας τῶν ἱερῶν μαθημάτων ἀπαγγελίας. διάκονος δὲ ἦν, καίπερ ὢν τοιοῦτος, τῆς Αἰλιέων ἐκκλησίας. | |
11.5 | τρίτος ἐν τοῖσδε κατηριθμεῖτο Παῦλος, θερμουργότατος καὶ τῷ πνεύματι ζέων ἀνήρ· ἀπὸ τῆς Ἰαμνιτῶν πόλεως ἐγνωρίζετο, ὃς δὴ καὶ πρὸ τοῦ μαρτυρίου διὰ καυτήρων ὑπομονῆς τὸν τῆς ὁμολογίας ἀγῶνα διηθλήκει. | |
11.6 | τούτοις ἐπὶ τῆς εἱρκτῆς δυεῖν ἐτῶν χρόνον κατατριβομένοις ὑπόθεσις τοῦ μαρτυρίου ἐγένετο Αἰγυπτίων ἄφιξις τῶν καὶ σὺν αὐτοῖς | |
τελειωθέντων· τοὺς κατὰ Κιλικίαν οὗτοι καταπονουμένους ἐν τοῖς μετάλλοις μέχρι τῶν τόπων καταστήσαντες, ἐπὶ τὴν οἰκείαν ἐπαλι‐ | 157 | |
5 | νόστουν. καὶ δὴ πρὸς ταῖς εἰσόδοις τῶν κατὰ Καισάρειαν πυλῶν, τίνες τε εἶεν καὶ πόθεν ἀφικόμενοι, πρὸς τῶν φυλάκων ἐρωτηθέντες καὶ μηδὲν τἀληθοῦς ἀποκρύψαντες, Χριστιανοὺς δὲ φάντες ἑαυτούς, κακούργων τρόπῳ ἐπ’ αὐτοφώρῳ ληφθέντων συνελαμβάνοντο· πέντε δὲ ἦσαν τὸν ἀριθμόν· | |
11.7 | οἳ δὴ προσαχθέντες τῷ ἄρχοντι κἀπὶ τούτου παρρησιασάμενοι, δεσμοῖς μὲν αὐτίκα παραδίδονται, τῇ δὲ ὑστεραίᾳ, Περιτίου μηνὸς ἑξκαιδεκάτῃ, κατὰ Ῥωμαίους δὲ τῇ πρὸ δεκατεσσάρων Καλανδῶν Μαρτίων, αὐτοὺς δὴ τούτους σὺν τοῖς ἀμφὶ | |
5 | τὸν Πάμφιλον τῷ Φιρμιλιανῷ προσάγουσιν. | |
11.8 | ὃ δὲ τῶν Αἰγυπτίων ἀπεπειρᾶτο μόνων πρῶτον, βασάνων εἴδεσιν παντοίοις διαγυμνάζων τοὺς ἄνδρας. τὸν μὲν οὖν προήγορον αὐτῶν εἰς μέσον ἀγαγών, τίς εἴη καὶ πόθεν, ἠρώτα, εἶτ’ ἀντὶ τοῦ κυρίου ὀνόματος προφητικόν τι | |
5 | ἐπακούσας—τοῦτο δὲ καὶ πρὸς τῶν λοιπῶν ἐγίνετο, ἀντὶ τῶν πατρόθεν αὐτοῖς ἐπιπεφημισμένων εἰδωλικῶν ὀνομάτων προφητικὰς ἑαυτοῖς ἐπιθέντων ἐπωνυμίας. Ἠλίαν γοῦν καὶ Ἱερεμίαν Ἠσαίαν τε καὶ Σαμουὴλ καὶ Δανιὴλ ἤκουσας ἂν αὐτῶν ἑαυτοὺς ὀνομαζόντων καὶ τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ γνήσιον Ἰσραηλίτην αὐτοῖς ἔργοις οὐ μόνον, | 158 |
10 | ἀλλὰ καὶ φωναῖς κυρίως ἐκφερομέναις ἐνδεικνυμένων—τοιοῦτον οὖν τι πρὸς τοῦ μάρτυρος ἐπακούσας ὁ δικαστὴς ὄνομα, οὐ μὴν τῇ τοῦ ῥήματος ἐπιστήσας δυνάμει, δεύτερον ἥτις αὐτοῦ πατρὶς εἴη, ἠρώτα· | |
11.9 | ὃ δὲ συνῳδὸν τῇ προτέρᾳ δευτέραν ἀφίησι φωνήν, Ἱερουσαλὴμ εἶναι λέγων τὴν ἑαυτοῦ πατρίδα, ἐκείνην δῆτα νοῶν περὶ ἧς εἴρηται τῷ Παύλῳ ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν καὶ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει | |
5 | θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ. | |
11.10 | καὶ ὃ μὲν ταύτην ἐνόει· ὃ δὲ ἐπὶ χθόνα καὶ χαμαὶ ῥίψας τὴν διάνοιαν, τίς εἴη αὕτη καὶ ἐπὶ γῆς ποῖ κειμένη, ἀκριβῶς ἐπολυπραγμόνει καὶ δῆτα καὶ βασάνους | |
ἐπῆγεν, ὡς ἂν τἀληθὲς ὁμολογοίη. ὃ δὲ στρεβλούμενος κατόπιν τὼ | 159 | |
5 | χεῖρε καὶ τοῖν ποδοῖν μαγγάνοις τισὶν διακλώμενος, εἰρηκέναι τἀληθὲς διισχυρίζετο. | |
11.11 | εἶτα ταυτὰ πάλιν καὶ πολλάκις πυνθανομένου τίς εἴη καὶ ποῖ κειμένη ἡ λεχθεῖσα πόλις Ἱερουσαλὴμ, μόνων αὐτὴν εἶναι τῶν Χριστιανῶν ἔλεγε πατρίδα· μὴ γὰρ καὶ ἑτέροις ἢ τούτοις μόνοις αὐτῆς μετεῖναι· κεῖσθαι δὲ πρὸς ἀνατολαῖς καὶ πρὸς αὐτῷ φωτὶ καὶ | |
5 | ἡλίῳ. | |
11.12 | ὃ μὲν καὶ πάλιν διὰ τούτων κατὰ τὸν οἰκεῖον νοῦν ἐφιλοσό‐ φει, τῶν ἐν κύκλῳ βασάνοις αὐτὸν αἰκιζομένων οὐδὲν ἐπιστρεφόμενος, ὥσπερ δέ τις ἄσαρκος καὶ ἀσώματος οὐδὲ ἐπαισθάνεσθαι ἐδόκει τῶν ἀλγηδόνων· ὁ δὲ δικαστὴς ἀπορούμενος ἐσφάδαζεν, ἐχθρὰν καὶ | |
5 | Ῥωμαίοις πολεμίαν τάχα που συστήσασθαι ἑαυτοῖς πόλιν Χριστιανοὺς οἰόμενος, | |
11.13 | πολύς τε ἦν ἐπικείμενος ταῖς βασάνοις καὶ ἀνερευνῶν τὴν δηλωθεῖσαν πόλιν τήν τε κατὰ ἀνατολὰς ἐξετάζων χώραν. ὡς δὲ | |
καὶ ἐπὶ πλεῖον μάστιξι τὸν νεανίαν καταξήνας ἀπαράλλακτον τῶν πρότερον αὐτῷ ῥηθέντων ἑώρα, τὴν ἐπὶ θανάτῳ κατ’ αὐτοῦ κεφαλικὴν | 160 | |
5 | ἐκφέρει ψῆφον. καὶ τὰ μὲν κατὰ τοῦτον τοιαύτην εἴληφε δραματουρ‐ γίαν· καὶ τοὺς λοιποὺς δὲ τῶν Αἰγυπτίων τοῖς παραπλησίοις διαγυμ‐ νάσας παλαίσμασι, τὸν ὅμοιον ἀπαλλάττει τρόπον. | |
11.14 | εἶτα ἐκ τούτων ἐπὶ τοὺς ἀμφὶ τὸν Πάμφιλον μεταβάς, ἀνεδιδάσκετο ὡς ἄρα πρότερον ἤδη πλείστων εἶεν βασάνων πεπειραμένοι· ἄτοπον δὲ εἶναι λογισάμενος ταῖς αὐταῖς αἰκίαις περιβάλλειν τοὺς ἄνδρας καὶ μάταια μοχθεῖν, | |
5 | τοσοῦτον μόνον εἰ κἂν νῦν πειθαρχοῖεν, ἀνεπυνθάνετο, ἀκούσας δὲ παρ’ ἑκάστου τὴν ὑστάτην τῆς μαρτυρίας φωνήν, παραπλησίως κεφα‐ λικὴν τιμωρίαν κατ’ αὐτῶν ἐξενεγκάμενος ἐπάγει. | |
11.15 | οὔπω δὲ αὐτῷ πᾶν εἴρητο τὸ ἔπος, καί ποθεν ἀναβοᾷ μειράκιόν τι τῆς οἰκετικῆς τοῦ Παμφίλου θεραπείας ἐκ μέσου τοῦ πλήθους τῶν ἀμφὶ τὸ δικα‐ στήριον κυκλούντων παρελθὸν εἰς μέσον· ἐβόα δὲ μεγάλῃ τῇ φωνῇ | |
5 | ταφῇ τὰ σώματα ἐξαιτούμενον. Πορφύριος ἦν ὁ μακάριος, θρέμμα γνήσιον Παμφίλου οὐδ’ ὅλων ὀκτωκαίδεκα ἐτῶν, καλλιγραφικῆς ἐπιστήμης ἔμπειρος, σωφροσύνης δὲ ἕνεκα καὶ τρόπων πάντα καλύπτων ἐγκώμια ὡς οἷα ὑπὸ τηλικῷδε ἀνδρὶ συνησκημένος. ὡς ἔγνω τὴν κατὰ | |
τοῦ δεσπότου ψῆφον, ἀπὸ μέσης τῆς πληθύος ἀνέκραγε, γῇ τὰ σώματα | 161 | |
10 | παραδοθῆναι ἀξιῶν. | |
11.16 | ὃ δὲ οὐκ ἄνθρωπος, ἀλλὰ θὴρ καὶ θηρίου παντὸς ἀγριώτερος, μήτε τῆς αἰτήσεως τὸ εὔλογον ἀποδεξάμενος μήτε τῷ τῆς ἡλικίας ἀπονείμας νέῳ συγγνώμην, αὐτὸ μόνον ὡς ὁμολο‐ γοῦντα Χριστιανὸν ἔμαθε, παντὶ σθένει τοῖς βασανισταῖς κατ’ αὐτοῦ | |
5 | χρῆσθαι προστάττει. | |
11.17 | ὡς δὲ ἐπικελευομένου θύειν ἀνένευεν ὁ θαυμάσιος, οὐκέθ’ οἷα σάρκας ἀνθρώπου, ἀλλ’ οἷα λίθους ἢ ξύλα ἤ τι τῶν ἀψύχων ἕτερον ἄχρις ὀστέων αὐτῶν καὶ τῶν κατὰ βάθους σπλάγ‐ χνων αἰκίζειν αὐτὸν καὶ πᾶν τὸ σῶμα καταξαίνειν ἐπικελεύεται. εἰς | |
5 | μακρὸν δὲ τούτου γινομένου, μάτην ἐγχειρεῖν διέγνω, ἀφώνου μικροῦ δεῖν καὶ ἀψύχου τοῦ σώματος τῷ γενναίῳ μάρτυρι καταστάντος· | |
11.18 | παράμονον δὲ τὸ ἀνηλεὲς καὶ ἀπάνθρωπον κεκτημένος ὁ δικαστὴς τριχῶν πεπλεγμένοις ὑφάσμασιν τὰς ἐκδαρείσας ταῖς βασάνοις πλευρὰς ψήχειν καὶ τρίβειν ἐπὶ πλέον προστάττει, εἶθ’ ὥσπερ κόρον λαβὼν καὶ | |
τῆς μανίας ἐμφορηθεὶς μακρῷ καὶ μαλθακῷ πυρὶ παραβληθῆναι | 162 | |
5 | αὐτὸν ἀποφαίνεται. οὗτος μὲν οὖν πρὸ τῆς τοῦ Παμφίλου τελειώσεως, ὕστατος ἐπὶ τὸν ἀγῶνα παρελθών, τῇ ἀπὸ τοῦ σώματος ἀπαλλαγῇ τὸν δεσπότην προέλαβεν· | |
11.19 | ἦν δὲ ἄρα τὸν Πορφύριον θεωρεῖν ἱερονίκου διαθέσει πάμμαχον νενικηκότος κεκονιμένον τὸ σῶμα, φαιδρὸν δὲ τὴν ὄψιν θαρσαλέῳ τε φρονήματι καὶ γαύρῳ τὴν ἐπὶ τὸν θάνατον βαδίζοντα, θείου πνεύματος ὡς ἀληθῶς ἔμπλεων. καὶ δὴ φιλοσόφῳ | |
5 | σχήματι τῷ περὶ αὐτὸν ἀναβολαίῳ τρόπον ἐξωμίδος ἠμφιεσμένος, ἄνω βλέπων καὶ πάντα τὸν θνητὸν καὶ ἀνθρώπινον ὑπερφρονῶν βίον ἀτρεμεῖ τῇ ψυχῇ πρόσεισι τῇ πυρᾷ. ἤδη δὲ αὐτῷ τῆς φλογὸς πελαζούσης ὡς ἂν μηδενὸς αὐτῷ παρόντος λυπηροῦ, ἀταράχῳ καὶ νήφοντι λογισμῷ περὶ τῶν οἰκείων τοῖς γνωρίμοις ὁ ἥρως διετάττετο | |
10 | εἰς ἔτι τότε τὸ πρόσωπον φαιδρὸν καὶ ἀπαράλλακτον διαφυλάττων. ὡς δὲ τοῖς γνωρίμοις αὐτάρκως συνετάξατο, πρὸς τὸν θεὸν ἤδη λοιπὸν ἠπείγετο· τῆς γέ τοι πυρᾶς ἐξ ἀποστήματος κύκλῳ περὶ αὐτὸν ἁφθείσης, ἐνθένδε κἀκεῖθεν ὑφήρπαζε τῷ στόματι τὴν φλόγα, ἐπισπέρ‐ χων αὐτὸς ἑαυτὸν ἐπὶ τὴν προκειμένην πορείαν· καὶ τοῦτο ἔπραττεν | |
15 | οὐδὲ ἕτερον ἢ Ἰησοῦν ἀνακαλούμενος. | |
11.20 | τοιοῦτος καὶ ὁ Πορφυρίου ἆθλος· τῆς δὲ κατ’ αὐτὸν τελειώσεως ἄγγελος τῷ Παμφίλῳ γενόμενος Σέλευκος τοῦ σὺν αὐτοῖς καταξιοῦται παραχρῆμα κλήρου. αὐτίκα γοῦν διαγγείλαντα αὐτὸν τῷ Παμφίλῳ τὸ τοῦ Πορφυρίου τέλος | 163 |
5 | καὶ τῶν μαρτύρων ἕνα φιλήματι ἀσπασάμενον συλλαβόντες οἱ στρατιῶ‐ ται ἄγουσιν ἐπὶ τὸν ἡγεμόνα· ὃ δὲ ὥσπερ ἐπισπεύδων τῶν πρότερον αὐτὸν συναπόδημον γενέσθαι, κεφαλικῇ κολασθῆναι τιμωρίᾳ προσ‐ τάττει. | |
11.21 | τῆς Καππαδοκῶν οὗτος ὡρμᾶτο γῆς, λαμπρότατα δὲ τῶν ἐν στρατείαις εὐδοκιμήσας, τῶν ἐν Ῥωμαϊκαῖς προκοπαῖς οὐ μικρᾶς ἐπείληπτο ἀξίας· οὐ μὴν ἀλλὰ καὶ αὐτῇ ἡλικίᾳ καὶ ῥώμῃ σώματος μεγέθει τε καὶ ἰσχύος ἀρετῇ πλεῖστον ὅσον τοὺς λοιποὺς ἐπλεονέκτει, | |
5 | καὶ τὴν πρόσοψιν δὲ αὐτὴν περίβλεπτος ἦν τοῖς πᾶσι τό τε πᾶν εἶδος ἀξιάγαστος μεγέθους ἕνεκα καὶ εὐμορφίας. | |
11.22 | κατ’ ἀρχὰς μὲν οὖν τοῦ διωγμοῦ διὰ μαστίγων ὑπομονῆς τοῖς κατὰ τὴν ὁμολογίαν διέπρε‐ | |
ψεν ἀγῶσι· μετὰ δὲ τὴν τῆς στρατείας ἀπαλλαγὴν ζηλωτὴν αὐτὸς ἑαυτὸν καταστήσας τῶν τῆς θεοσεβείας ἀσκητῶν, Χριστοῦ γνήσιος | 164 | |
5 | στρατιώτης ἀποδέδεικται, ὀρφανῶν ἐρήμων καὶ χηρῶν ἀπεριστάτων τῶν τε ἐν πενίᾳ καὶ ἀσθενείᾳ καταπονουμένων ἐπίσκοπός τις οἷα καὶ φροντιστὴς ἐπιμελούμενος πατρός τε καὶ κηδεμόνος δίκην τῶν ἀπερριμμένων ἁπάντων τοὺς πόνους καὶ τὰς κακοπαθείας ἀνακτώ‐ μενος· ὅθεν εἰκότως πρὸς τοῦ τοῖς τοιοῖσδε χαίροντος θεοῦ μᾶλλον | |
10 | ἢ ταῖς διὰ καπνοῦ καὶ αἵματος θυσίαις τῆς κατὰ τὸ μαρτύριον ἠξιώθη τελειώσεως. | |
11.23 | δέκατος οὗτος ἀθλητὴς σὺν τοῖς εἰρημένοις μιᾷ καὶ τῇ αὐτῇ τετελείωτο ἡμέρᾳ, καθ’ ἥν, ὡς ἔοικε, μεγίστης τῷ Παμφίλου μαρτυρίῳ πύλης οὐρανῶν διανοιχθείσης, εὐμαρὴς ἅμ’ αὐτῷ καὶ ἄφθονος ἡ τῆς τοῦ θεοῦ βασιλείας ἐγένετο πάροδος. | |
11.24 | κατ’ ἴχνος δῆτα τῷ Σελεύκῳ Θεόδουλος σεμνός τις καὶ θεοσεβὴς παρῄει πρεσβύτης, τῆς ἡγεμονικῆς οἰκετίας πρώτης τιμῆς ἠξιωμένος τρόπων | |
καὶ ἡλικίας ἕνεκα καὶ διὰ τὸ τριγενείας αὐτὸν πατέρα καθεστάναι καὶ | 165 | |
5 | ἔτι μᾶλλον δι’ ἣν ἔσῳζε περὶ τοὺς κηδεμόνας εὔνοιαν. τὸ παραπλήσιον δὴ τῷ Σελεύκῳ καὶ οὗτος διαπραξάμενος καί τινα τῶν μαρτύρων ἀσπασάμενος φιλήματι, προσάγεται τῷ δεσπότῃ, μᾶλλόν τε αὐτὸν τῶν ἄλλων ἐπ’ ὀργὴν ὀξύνας, ταὐτὸν τοῦ σωτηρίου μαρτύριον πάθους σταυρῷ παραδοθεὶς ἀνεδέξατο. | |
11.25 | ἐπὶ τούτοις ἑνὸς ἔτι λείποντος ὃς τὸν δωδέκατον ἀποπληρώσειεν τοῖς εἰρημένοις ἀριθμόν, Ἰουλιανὸς παρῆν τοῦτον ἀποπληρώσων. ἐξ ἀποδημίας οὗτος αὐτῆς ὥρας ἀφικό‐ μενος μηδὲ εἰσβαλών πω τῇ πόλει, εὐθὺς ὡς εἶχεν ἀπὸ τῆς ὁδοῦ, | |
5 | μαθὼν παρά του καὶ ὁρμήσας ἐπὶ τὴν τῶν μαρτύρων θέαν ὡς ἐπὶ τῆς γῆς χαμαὶ κείμενα τὰ τῶν ἁγίων ἐθεάσατο σώματα, χαρᾶς ἔμπλεως | |
γεγονώς, ἑκάστῳ περιπλέκεται, φιλήματι τοὺς πάντας ἀσπαζόμενος. | 166 | |
11.26 | ἔτι δὲ τοῦτο πράττοντα συλλαβόντες οἱ τῶν φόνων διάκονοι προσάγουσι τῷ ἄρχοντι· ὃ δὲ ἀκόλουθα τῇ προαιρέσει τελῶν, μακρῷ καὶ τοῦτον πυρὶ παραδίδωσιν. οὕτω δῆτα καὶ Ἰουλιανὸς σκιρτῶν καὶ ὑπεραλλόμενος μεγάλῃ τε τῇ φωνῇ τῷ τηλικούτων αὐτὸν ἀγαθῶν | |
5 | ἀξιώσαντι θεῷ χάριτας ὁμολογῶν, μαρτύρων ἐν χοροῖς ἀνελαμβάνετο. | |
11.27 | ἦν δὲ καὶ οὗτος τὸ μὲν γένος τῶν Καππαδοκῶν, τὸν δὲ τρόπον πλήρης μὲν εὐλαβείας, πλήρης δὲ πίστεως, πρᾶος ἀνὴρ καὶ ἐπιεικὴς τά τε ἄλλα σπουδαῖος καὶ πνέων εὐωδίας ἁγίου πνεύματος· τοσοῦτον συνο‐ δίας στῖφος σὺν τῷ μακαρίῳ Παμφίλῳ τῆς τοῦ μαρτυρίου τελειώσεως | |
5 | ἠξιώθη. | |
11.28 | ἐπὶ τέτταρας δῆτα ἡμέρας τοσαύτας τε νύκτας προστά‐ ξει τοῦ Φιρμιλιανοῦ τὰ πανάγια σώματα τῶν τοῦ θεοῦ μαρτύρων εἰς βορὰν τοῖς σαρκοβόροις θηρίοις ἐξέκειτο· ὡς δὲ οὐδὲν αὐτοῖς προσῄει, οὐ θήρ, οὐκ ὄρνεον, οὐ κύων, ἐξ οἰκονομίας θεοῦ ληφθέντα σῶα καὶ | |
5 | ἀβλαβῆ, τῆς προσηκούσης τιμῆς καὶ κηδείας λαχόντα, τῇ συνήθει παρεδόθη ταφῇ, ναῶν οἴκοις περικαλλέσιν ἀποτεθέντα ἐν ἱεροῖς τε προσευκτηρίοις εἰς ἄληστον μνήμην τῷ τοῦ θεοῦ λαῷ τιμᾶσθαι παρα‐ | |
δεδομένα. | 167 |