TLG 2018 003 :: EUSEBIUS :: De martyribus Palaestinae (recensio brevior) EUSEBIUS Scr. Eccl.
Theol., Filius Pamphili De martyribus Palaestinae (recensio brevior) Citation: Chapter — section — (line) | ||
Pref1 | Ἔτος τοῦτο ἦν ἐννεακαιδέκατον τῆς Διοκλητιανοῦ βασιλείας, Ξανθικὸς μήν, ὃς λέγοιτ’ ἂν Ἀπρίλλιος κατὰ Ῥωμαίους, ἐν ᾧ, τῆς τοῦ σωτηρίου πάθους ἑορτῆς ἐπιλαμ‐ βανούσης, ἡγεῖτο μὲν Φλαυιανὸς τοῦ τῶν Παλαιστίνων | |
5 | ἔθνους, ἥπλωτο δ’ ἀθρόως πανταχοῦ γράμματα, τὰς μὲν | |
---|---|---|
ἐκκλησίας εἰς ἔδαφος φέρειν, τὰς δὲ γραφὰς ἀφανεῖς πυρὶ γενέσθαι προστάττοντα καὶ τοὺς μὲν τιμῆς ἐπειλημμένους ἀτίμους, τοὺς δὲ ἐν οἰκετίαις, εἰ ἐπιμένοιεν τῇ τοῦ Χριστια‐ νισμοῦ προθέσει, ἐλευθερίας στερίσκεσθαι προαγορεύοντα. | ||
Pref2 | καὶ ἡ μὲν τῆς πρώτης καθ’ ἡμῶν γραφῆς τοιαύτη τις ἦν δύναμις· μετ’ οὐ πολὺ δὲ ἑτέρων ἐπιφοιτησάντων γραμμάτων, προσετάττετο τοὺς τῶν ἐκκλησιῶν προέδρους πάντας πανταχῇ πρῶτον μὲν δεσμοῖς παραδίδοσθαι, εἶθ’ | |
5 | ὕστερον πάσῃ μηχανῇ θύειν ἐξαναγκάζεσθαι. | |
1.1 | Πρῶτος τοιγαροῦν τῶν ἐπὶ Παλαιστίνης μαρτύρων Προκόπιος, πρὶν ἢ φυλακῆς πεῖραν λαβεῖν, εὐθὺς ἀπὸ πρώτης εἰσόδου, τοῖς ἡγεμονικοῖς παραστὰς δικαστηρίοις θύειν τε τοῖς λεγομένοις προσταχθεὶς θεοῖς, ἕνα μόνον | |
5 | ἔφησεν εἰδέναι, ᾧ καθῆκεν ὡς αὐτὸς βούλεται θύειν· ὡς δὲ κἂν τοῖς βασιλεῦσι τέσσαρσιν σπένδειν ἐκελεύετο, ῥῆμά τι φθεγξάμενος τῶν οὐ προσηνῶν αὐτοῖς, αὐτίκα τὴν κεφαλὴν ἀποτέμνεται, τὸ ποιητικὸν εἰπὼν ἐκεῖνο «οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω, εἷς βασιλεύς». | |
1.2 | Δαισίου μηνὸς ἑβδόμῃ (πρὸ ἑπτὰ εἰδῶν Ἰουνίων λέγοιτ’ ἂν παρὰ Ῥωμαίοις), ἡμέρᾳ τετράδι σαββάτου τοῦτο πρῶτον ἐπὶ | |
Καισαρείας τῆς Παλαιστίνης ἀπετελέσθη σημεῖον. | ||
1.3 | μετὰ δὲ τοῦτον ἐπὶ τῆς αὐτῆς πόλεως πλεῖστοι ὅσοι τῶν ἐπιχωρίων ἐκκλησιῶν ἄρχοντες δειναῖς αἰκίαις προθύμως διαθλήσαντες, μεγάλων ἀγώνων ἱστορίαν τοῖς ἐνορῶσιν ἐνεδείξαντο, ἄλλοι δὲ ὑπὸ δειλίας τὴν ψυχὴν προναρκήσαντες | |
5 | προχείρως οὕτως ἀπὸ πρώτης ἐξησθένησαν προσβολῆς, τῶν δὲ λοιπῶν ἕκαστος εἴδη διάφορα βασάνων διήλλαττον, τοτὲ μὲν μάστιξιν ἀνηρίθμοις, τοτὲ δὲ στρεβλώσεσιν καὶ κατα‐ ξάνσεσιν τῶν πλευρῶν δεσμοῖς τε ἀνυπομονήτοις, ὑφ’ ὧν τισὶ καὶ παρεθῆναι συνέβη τὰς χεῖρας, | |
1.4 | ὅμως δ’ οὖν ἔφερον τὸ ἀποβὰν ἀκολούθως ταῖς ἀπορρήτοις κρίσεσιν τοῦ θεοῦ τέλος. ὃ μὲν γὰρ ἑτέρων κατεχόντων αὐτὸν τὼ χεῖρε καὶ τῷ βωμῷ προσαγόντων τήν τε μιαρὰν καὶ ἐναγῆ θυσίαν | |
5 | κατὰ τῆς δεξιᾶς ἐπιρριπτούντων, ὡς ἂν τεθυκὼς ἀπηλλάτ‐ τετο, ὃ δὲ μηδ’ ὅλως ἐφαψάμενος, εἰρηκότων δ’ ἑτέρων ὅτι τεθύκοι, σιωπήσας ἀπῄει, ἄλλος ἡμιθνὴς αἰρόμενος ὡς ἂν ἤδη νεκρὸς ἐρρίπτετο καὶ ἀνίετό γε τῶν δεσμῶν, ἐν τεθυκόσιν αὐτοῖς λελογισμένος, ὃ δὲ βοῶν καὶ μαρτυρόμενος ὅτι μὴ | |
10 | πείθοιτο, κατὰ στόματος παιόμενος πολυχειρίᾳ τε τῶν ἐπὶ τοῦτο τεταγμένων κατασιγαζόμενος, μετὰ βίας ἐξωθεῖτο, καὶ εἰ μὴ τεθυκὼς ἦν· | |
1.5 | οὕτως ἐκ παντὸς τὸ δοκεῖν | |
ἠνυκέναι αὐτοῖς περὶ πολλοῦ ὑπῆρχεν. ἐκ δὴ οὖν τῶν τοσούτων μόνοι τοῦ τῶν ἁγίων μαρτύρων κατηξιώθησαν στεφάνου Ἄλφειος καὶ Ζακχαῖος· οἳ μετὰ | ||
5 | μάστιγας καὶ ξεσμοὺς δεσμά τε χαλεπὰ καὶ τὰς ἐπὶ τούτοις ἀλγηδόνας ἑτέρας τε διαφόρους ἐξετάσεις νυχθήμερον ὑπὸ τέσσαρα τοῦ κολαστηρίου ξύλου κεντήματα τοὺς πόδας παραταθέντες, Δίου μηνὸς ἑπτακαιδεκάτῃ (αὕτη παρὰ Ῥωμαίοις ἡ πρὸ δεκαπέντε Καλανδῶν Δεκεμβρίων) μόνον | |
10 | ἕνα θεὸν καὶ μόνον Χριστὸν βασιλέα Ἰησοῦν ὁμολογήσαντες, ὥς τι βλάσφημον φθεγξάμενοι, ὁμοίως τῷ προτέρῳ μάρτυρι τὰς κεφαλὰς ἀπετμήθησαν. | |
2.1 | Μνήμης δ’ ἄξια τυγχάνει καὶ τὰ περὶ Ῥωμανὸν ἐν Ἀντιοχείᾳ ἐπὶ τῆς αὐτῆς ἡμέρας ἀποτελεσθέντα. Παλαιστινὸς γὰρ οὗτος ὢν διάκονός τε καὶ ἐπορκιστὴς τῆς ἐν Καισαρείᾳ παροικίας, ὁμοῦ τῇ τῶν ἐκκλησιῶν καθαιρέσει γενόμενος | |
5 | ἐκεῖσε, πλείους ἄνδρας ἅμα γυναιξὶν καὶ τέκνοις σωρηδὸν τοῖς εἰδώλοις προσιόντας τε καὶ θύοντας ἐνιδών, ἀνύποιστον ἡγησάμενος τὴν θέαν, ζήλῳ θεοσεβείας πρόσεισιν κἀκείνοις μεγάλῃ φωνῇ κεκραγὼς ἐπιπλήττει· | |
2.2 | αὐτὸς δὲ τῆς τόλμης ἕνεκεν συλληφθείς, γενναιότατος, εἰ καί τις ἄλλος, ἀποδέδεικται μάρτυς τῆς ἀληθείας. ἀποφηναμένου γὰρ | |
κατ’ αὐτοῦ τὸν διὰ πυρὸς θάνατον τοῦ δικαστοῦ, φαιδρῷ | ||
5 | προσώπῳ καὶ διαθέσει εὖ μάλα προθυμοτάτῃ τὴν ἀπόφασιν ἀσπαστῶς καταδεξάμενος ἀπάγεται· εἶτα τῷ ἰκρίῳ προσδεῖται, τῆς τε ὕλης συμπεφορημένης ἐπ’ αὐτῷ καὶ τῶν μελλόντων ὑφάπτειν τὴν πυρὰν τὴν βασιλέως ἐπιπαρόντος ἐπίκρισιν ἐκδεχομένων, «ποῦ μοι τὸ πῦρ;» | |
10 | ἐβόα· | |
2.3 | καὶ ταῦτα λέγων, ἀνάκλητος πρὸς βασιλέα γίνεται, καινοτέρᾳ ὑποβληθησόμενος κολάσει τῆς γλώττης· ἧς ἀποκοπὴν ἀνδρειότατα ὑπομείνας, ἔργοις ἅπασιν ὑπέδειξεν ὅτι δὴ θεία δύναμις τοῖς ὅ τί ποτ’ οὖν χαλεπὸν ὑπὲρ εὐσεβείας | |
5 | ὑπομένουσιν ἐπελαφρίζουσα τοὺς πόνους καὶ τὴν προθυμίαν ἐπιρρωννῦσα παρίσταται. μαθὼν γοῦν τὴν καινουργίαν τῆς κολάσεως καὶ μὴ καταπλαγεὶς ὁ γεννάδας ἀσμένως προυβάλλετο τὴν γλῶτταν, προθυμότατα εὐτρεπῆ παρέχων αὐτὴν τοῖς ἀποτέμνουσιν· | |
2.4 | μεθ’ ἣν τιμωρίαν εἰς δεσμὰ βληθεὶς πλεῖστόν τε αὐτόθι πονηθεὶς χρόνον, τέλος τῆς ἀρχικῆς εἰκοσαετηρίδος ἐπιστάσης κατὰ νομιζομένην δωρεὰν τῶν ἐν τοῖς δεσμοῖς πανταχῇ πάντων ἐλευθερίας ἀνα‐ | |
5 | κηρυχθείσης, μόνος ὑπὸ πέντε κεντήματα ἄμφω τὼ πόδε διαταθείς, ἐν αὐτῷ κείμενος τῷ ξύλῳ βρόχῳ περιβληθείς, ὡς καὶ ἐπεπόθει, μαρτυρίῳ κατεκοσμήθη. | |
2.5 | ἀλλ’ οὗτός γε, εἰ καὶ ὑπερόριος, ὅμως Παλαιστινὸς ὤν, ἐν Παλαιστινοῖς ἄξιος ἂν εἴη μάρτυσιν ἀριθμεῖσθαι. ταῦτα μὲν ἔτει πρώτῳ τοῦτον ἀπετελέσθη τὸν τρόπον, κατὰ μόνων τῶν τῆς | |
5 | ἐκκλησίας προέδρων ἐπηρτημένου τοῦ διωγμοῦ· | |
3.1 | Δευτέρου δ’ ἔτους διαλαβόντος καὶ δὴ σφοδρότερον ἐπιταθέντος τοῦ καθ’ ἡμῶν πολέμου, τῆς ἐπαρχίας ἡγουμένου τηνικάδε Οὐρβανοῦ, γραμμάτων τοῦτο πρῶτον βασιλικῶν πεφοιτηκότων, ἐν οἷς καθολικῷ προστάγματι πάντας | |
5 | πανδημεὶ τοὺς κατὰ πόλιν θύειν τε καὶ σπένδειν τοῖς εἰδώλοις ἐκελεύετο, Τιμόθεος ἐν Γάζῃ, πόλει τῆς Παλαιστίνης, μυρίας ἀνατλὰς βασάνους, ἐπὶ πάσαις λεπτῷ καὶ μαλθακῷ πυρὶ παραδοθείς, δοκιμὴν γνησιωτάτην τῆς περὶ τὸ θεῖον γνησιότητος εὐσεβείας διὰ τῆς πρὸς πάντα ὑπομονῆς | |
10 | παρασχών, τὸν τῶν ἱερονίκων τῆς θεοσεβείας ἀθλητῶν στέφανον ἀπηνέγκατο. τούτῳ δ’ ἅμα γενναιοτάτην ἔνστασιν ἐπιδειξάμενοι Ἀγάπιος καὶ ἡ καθ’ ἡμᾶς Θέκλα θηρίοις εἰς βορὰν κατεδικάσθησαν. | |
3.2 | τὰ ἐπὶ τούτοις τίς ἰδὼν οὐκ ἐθαύμασεν, ἢ καὶ ἀκοῇ μαθὼν οὐκ ἐξεπλάγη; πάνδημον γάρ τοι τῶν ἐθνῶν ἑορτὴν καὶ συνήθεις θέας ἀγόντων, μετὰ τῶν ἄλλως αὐτοῖς σπουδαζομένων καὶ τοὺς ἀρτίως | |
5 | θηρίοις κατακριθέντας πολὺς ἦν ὁ λόγος ἐπιδείξεσθαι τὸν ἀγῶνα. | |
3.3 | αὐξούσης δῆτα καὶ πλεοναζούσης παρὰ πᾶσι τῆς φήμης, νεανίαι τὸν ἀριθμὸν ἕξ, ὧν ὁ μὲν Ποντικὸς τὸ γένος ἦν, ὄνομα Τιμόλαος, ὁ δ’ ἐκ Τριπόλεως τῆς Φοινίκης, Διονύσιος ἐκαλεῖτο, ἕτερος δ’ αὐτῶν τῆς ἐν Διοσπόλει | |
5 | παροικίας ὑποδιάκονος, Ῥωμύλος ἦν καὶ τούτῳ προσηγορία, δύο τε ἐπὶ τούτοις Αἰγύπτιοι, Πάησις καὶ Ἀλέξανδρος, καὶ ἄλλος τούτῳ συνώνυμος Ἀλέξανδρος τῶν ἀπὸ Γάζης, ἐπὶ τὸ κυνηγέσιον ἀνιέναι μέλλοντι τῷ Οὐρβανῷ, ἐνδήσαντες πρότερον τὰς αὐτῶν χεῖρας, ὡς ἂν τὴν ἄγαν σημήνειαν περὶ | |
10 | τὸ μαρτύριον προθυμίαν, δρομαῖοι προσίασιν, Χριστιανοὺς σφᾶς ὁμολογοῦντες διά τε τῆς πρὸς πάντα τὰ δεινὰ παρατάξεως, ὅτι μηδὲ τὰς τῶν θηρίων ἐπιβολὰς οἱ τὴν εἰς τὸν τῶν ὅλων θεὸν εὐσέβειαν αὐχοῦντες κατεπτήχασιν, ἐπιδεικνύμενοι. | |
3.4 | αὐτίκα μὲν εἰς οὐ τὴν τυχοῦσαν κατάπληξιν αὐτόν τε τὸν ἄρχοντα καὶ τοὺς ἀμφ’ αὐτὸν καταστήσαντες, δεσμωτηρίῳ καθείργνυνται, μετ’ οὐ πολλὰς δὲ ἡμέρας δυεῖν αὐτοῖς ἄλλων καταλεγέντων, τοῦ μὲν καὶ πρὸ αὐτῶν | |
5 | δειναῖς καὶ ποικίλαις ἤδη πρότερον καθ’ ἑτέρας ὁμολογίας ἐναθλήσαντος βασάνοις, Ἀγάπιος καὶ αὐτῷ ὄνομα ἦν, τοῦ δὲ τὰς τοῦ σώματος αὐτοῖς χρείας διακονουμένου, ὄνομα δὲ καὶ τούτῳ Διονύσιος, οἱ πάντες, ὀκτὼ γενόμενοι τὸν ἀριθμόν, ἐν ἡμέρᾳ μιᾷ τὰς κεφαλὰς αὖθις ἐπ’ αὐτῆς | |
10 | Καισαρείας ἀποτέμνονται, Δύστρου μηνὸς ἡμέρᾳ τετράδι καὶ εἰκάδι, ἣ πρὸ ἐννέα Καλανδῶν Ἀπριλλίων καὶ αὐτὴ οὖσα ἐτύγχανεν. | |
3.5 | Ἐν τούτῳ μεταβολή τις τῶν κρατούντων, αὐτοῦ δὴ τοῦ πάντων ἀνωτάτω καὶ τοῦ μετ’ αὐτὸν δευτέρου, ἐπὶ τὸ ἰδιωτικὸν σχῆμα γίνεται, νοσεῖν τε αὐτοῖς ἄρχεται τὰ κοινά· | |
3.6 | μικρὸν δ’ ὕστερον διαστάσης εἰς ἑαυτὴν τῆς Ῥωμαίων ἀρχῆς, πόλεμος ἄσπονδος εἰς αὑτοὺς ἐπεγείρεται, οὐ πρότερόν τε τὰ τῆς διαστάσεως καὶ τῶν ἐπὶ ταύτῃ | |
θορύβων κατάστασιν εἴληφεν, ἢ τὴν καθ’ ἡμᾶς εἰρήνην | ||
5 | καθ’ ὅλης πρυτανευθῆναι τῆς ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν οἰκουμένης. | |
3.7 | ἅμα τε γὰρ αὕτη τοῖς πᾶσιν δίκην φωτὸς ὡς ἂν ἐκ ζοφερᾶς καὶ σκοτεινοτάτης νυκτὸς ἀνατέταλκεν, καὶ αὖ πάλιν τὰ κοινὰ τῆς Ῥωμαίων ἡγεμονίας αὖθις εὐσταθῆ καὶ φίλια καὶ εἰρηναῖα ἦν, τὴν ἐκ προγόνων εἰς | |
5 | ἀλλήλους εὔνοιαν ἀπολαμβάνοντα. ἀλλὰ τούτων μὲν κατὰ τὸν προσήκοντα καιρὸν ἐντελέστερον ἀποδώσομεν τὸν λόγον, νυνὶ δὲ ἐπὶ τὴν τῶν ἑξῆς ἀπίωμεν ἀκολουθίαν. | |
4.1 | Μαξιμῖνος Καῖσαρ αὐτόθεν ἐπὶ τὴν ἀρχὴν παρελθὼν ὥσπερ τῆς ἐμφύτου θεοεχθρίας αὐτοῦ καὶ δυσσεβείας τὰ σύμβολα τοῖς πᾶσιν ἐνδεικνύμενος, γεννικώτερον ἢ οἱ πρόσθεν τῷ καθ’ ἡμῶν ἐπαπεδύετο διωγμῷ. | |
4.2 | πᾶσι δῆτα συγχύσεως οὐ μικρᾶς ἐπῃωρημένης καὶ ἄλλων ἄλλοσε διασπειρομένων διαδρᾶναί τε τὸ δεινὸν ἐπιμελὲς ποιουμένων χαλεπῆς τε τὸ πᾶν ἐπεχούσης κινήσεως, τίς ἂν ἐξαρκέσειεν | |
5 | ἡμῖν λόγος εἰς τὴν ἐπαξίαν διήγησιν τοῦ θείου ἔρωτος καὶ παρρησίας τῆς εἰς θεὸν ὁμολογίας τοῦ μακαρίου καὶ ὡς ἀληθῶς ἀμνοῦ ἀκάκου μάρτυρος, Ἀπφιανόν φημι τὸν πρὸ | |
πυλῶν ἐπὶ θεωρίαν ἅπασι τοῖς κατὰ Καισάρειαν θαυμαστὸν παράδειγμα τῆς εἰς τὸν μόνον θεὸν εὐσεβείας προβεβλημένον; | ||
4.3 | εἰκοστὸν ἔτος οὐδέπω τοῦτο τῆς τοῦ σώματος ἡλικίας ἦν αὐτῷ. πρῶτον μὲν οὖν τῆς Ἑλλήνων παιδείας ἕνεκα κοσμικῆς (ἐτύγχανε γὰρ καὶ τῶν κατὰ κόσμον εὖ μάλα πλούτῳ περιρρεομένων) τὸν πλείονα κατὰ τὴν Βηρυτὸν | |
5 | διατρίψας χρόνον, παράδοξον καὶ εἰπεῖν ὡς ἐν τοιαύτῃ πόλει τῶν νεωτερικῶν ἐπιθυμιῶν ὑπεράνω γενόμενος καὶ μήθ’ ὑπὸ ἀκμῆς τοῦ σώματος μήθ’ ὑπὸ τῆς τῶν νέων ἑταιρίας διαφθαρεὶς τὸν τρόπον, σωφροσύνην ἠσπάζετο, κοσμίως καὶ σεμνῶς καὶ εὐσεβῶς κατὰ τὸν αἱροῦντα Χριστιανισμῷ | |
10 | λόγον διεξάγων καὶ τὸν ἑαυτοῦ παιδαγωγῶν βίον· | |
4.4 | εἰ δὲ χρὴ μνήμην ποιησαμένους καὶ τῆς πατρίδος αὐτοῦ, κοσμῆσαι καὶ ταύτην διὰ τοῦ προαχθέντος ἐξ αὐτῆς γενναίου τῆς | |
θεοσεβείας ἀθλητοῦ, εὐλόγως δὴ καὶ τοῦτο ποιήσομεν. | ||
4.5 | εἴ τις ἄρα Γάγας ἐπίσταται, τῆς Λυκίας οὐκ ἄσημον πόλιν, ἐντεῦθεν ὁρμώμενος ὁ νεανίας μετὰ τὴν ἐπάνοδον τῆς κατὰ τὴν Βηρυτὸν παιδείας, τοῦ πατρὸς αὐτῷ τὰ πρωτεῖα τῆς πατρίδος ἀποφερομένου, μὴ οἷός τε φέρειν | |
5 | τὴν ἅμα τῷ πατρὶ καὶ τοῖς τῷ γένει προσήκουσιν συνουσίαν, ὅτι μηδὲ ζῆν 〈τὸ ζῆν〉 αὐτοῖς ἐδόκει κατὰ τοὺς τῆς θεοσεβείας θεσμούς, πνεύματι δ’ ὥσπερ θείῳ κατεσχημένος καὶ κατά τινα φυσικήν, μᾶλλον δ’ ἔνθεον καὶ ἀληθῆ φιλοσοφίαν, μεῖζον φρονήσας τῆς νενομισμένης τοῦ βίου δόξης τῆς τε τῶν | |
10 | σωμάτων καταπτύσας ἡδυπαθείας, κρύβδην τοὺς οἰκείους ἀποδρὰς καὶ μηδὲν τῶν ἐφημέρων δαπανῶν ἐπιστραφείς, ἐλπίδι καὶ πίστει τῇ εἰς θεὸν ἤγετο πρὸς τοῦ θείου πνεύματος χειραγωγούμενος ἐπὶ τὴν Καισαρέων πόλιν, ἔνθα ἡτοίμαστο αὐτῷ ὁ τοῦ μαρτυρίου τῆς θεοσεβείας στέφανος. | |
4.6 | γενό‐ μενος δὲ ἡμῖν αὐτοῖς ἅμα καὶ ὡς ἔνι μάλιστα τοῖς θείοις λόγοις ἕξιν τελείαν συλλεξάμενος ἀσκήσεσί τε προσηκούσαις ἐκθυμότατα παρασκευασάμενος, τέλος οἷον ἐπιδέδεικται, | |
5 | τίς μὲν πάλιν ἰδὼν οὐ κατεπλάγη, | |
4.7 | τίς δ’ αὖθις ἀκοῇ παραλαβὼν οὐκ ἂν ἐνδίκως θαυμάσειεν τὸ θάρσος, τὴν παρρησίαν, τὴν ἔνστασιν, καὶ πρό γε τούτων τὴν τόλμαν καὶ αὐτὸ τὸ ἐγχείρημα, ζήλου θεοσεβείας καὶ πνεύματος ὡς | |
5 | ἀληθῶς ὑπὲρ ἄνθρωπον παρέχον τὰ τεκμήρια; | |
4.8 | δευτέρας γάρ τοι καθ’ ἡμῶν γενομένης ἐπαναστάσεως ὑπὸ Μαξιμίνου τρίτῳ τοῦ καθ’ ἡμᾶς ἔτει διωγμοῦ γραμμάτων τε τοῦ τυράννου τοῦτο πρῶτον διαπεφοιτηκότων, ὡς ἂν πανδημεὶ | |
5 | πάντες ἅπαξ ἁπλῶς μετ’ ἐπιμελείας καὶ σπουδῆς τῶν κατὰ πόλεις ἀρχόντων θύοιεν κηρύκων τε καθ’ ὅλης τῆς Καισαρέων πόλεως ἄνδρας ἅμα γυναιξὶν καὶ τέκνοις ἐπὶ τοὺς τῶν εἰδώλων οἴκους ἐξ ἡγεμονικοῦ κελεύσματος ἀναβοω‐ μένων καὶ πρὸς τούτοις ὀνομαστὶ χιλιάρχων 〈ἀπ’〉 | |
10 | ἀπογραφῆς ἕκαστον ἀνακαλουμένων ἀφάτῳ τε κλύδωνι κακῶν τῶν πανταχόσε συγκεχυμένων, ἀφόβως ὁ δεδηλωμένος, | |
μηδενὸς ἐπὶ τῷ πραχθησομένῳ συνειδότος αὐτῷ ἡμᾶς τε, οἳ κατ’ οἶκον αὐτῷ συνῆμεν, καὶ ἔτι πᾶν τὸ περὶ τὸν ἡγεμόνα στρατιωτικὸν στῖφος ὑποκλέψας, σπένδοντι τῷ Οὐρβανῷ | ||
15 | πρόσεισι, καὶ τῆς δεξιᾶς ἀκαταπλήκτως αὐτὸν λαβόμενος, κατέπαυσε μὲν παραχρῆμα τοῦ θύειν, εὖ μάλα δὲ συμβουλευτικῶς μετά τινος θείου παραστήματος παρῄνει παύσασθαι τῆς πλάνης· μὴ γὰρ καλῶς ἔχειν καταλιπόντας τὸν ἕνα καὶ μόνον ἀληθῆ θεὸν εἰδώλοις καὶ δαίμοσι θύειν. | |
4.9 | τοῦτο δ’, ὡς ἔοικεν, ἐνεχειρεῖτο τῷ μειρακίῳ τῆς ἐπὶ τοῦτ’ αὐτὸν προαγούσης ἐνθέου δυνάμεως μόνον οὐχὶ διὰ τοῦ γινομένου βοώσης ὡς ἄρα τοσοῦτον ἀποδέοιεν Χριστιανοί, οἵ γε ὄντως τοιοῦτοι, ἧς ἅπαξ ἠξιώθησαν εἰς | |
5 | τὸν τῶν ὅλων θεὸν εὐσεβείας μεταβάλλεσθαι, ὡς μὴ μόνον ὑπεράνω καθίστασθαι τῶν ἀπειλῶν καὶ τῶν ἐπὶ ταύταις κολαστηρίων, παρρησιάζεσθαι δ’ εἰς ἔτι μᾶλλον εὐγενεῖ τε | |
καὶ ἀτρόμῳ γλώττῃ ἐλευθεροστομεῖν καί, εἰ οἷόν τε, καὶ τοὺς διώκοντας αὐτούς, μεταθεμένους τῆς ἀγνωσίας τὸν | ||
10 | μόνον ὄντα θεὸν ἐπιγνῶναι, παρακαλεῖν. | |
4.10 | ἐπὶ τούτοις ὁ περὶ οὗ ὁ λόγος, παραχρῆμα [μὲν] ὅσα εἰκὸς αὐτὸν ὡς ἂν ἐπὶ τοιούτῳ τολμήματι, θηρῶν δίκην ἀγρίων πρὸς τῶν ἀμφὶ τὸν ἡγεμόνα διασπαραχθεὶς καὶ μυρίας καθ’ ὅλου τοῦ | |
5 | σώματος πληγὰς ἀνδρειότατα ὑπομείνας, τέως μὲν [αὐτίκα] δεσμωτηρίῳ παραδίδοται, | |
4.11 | ἔνθα νυχθήμερον ἄμφω τὼ πόδε ἐπὶ τοῦ βασανιστικοῦ διαταθεὶς ξύλου, τῇ ἐπιούσῃ προσάγεται τῷ δικαστῇ· εἶτα θύειν ἐκβιαζο‐ μένου, πᾶσαν ἐνδείκνυται πρὸς πόνους καὶ φρικτὰς | |
5 | ἀλγηδόνας καρτερίαν, τὰς πλευρὰς οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ καὶ πλεονάκις ἄχρις ὀστέων καὶ αὐτῶν σπλάγχνων καταξανθεὶς πληγάς τε κατὰ προσώπου καὶ αὐχένος τοσαύτας δεξάμενος, ὡς μηδ’ ὑπὸ τῶν εὖ καὶ ἀκριβῶς αὐτὸν πάλαι εἰδότων, διοιδήσαντα τὸ πρόσωπον, ἔτι | |
10 | γινώσκεσθαι. | |
4.12 | ἀλλὰ γὰρ μηδὲ πρὸς τὰ τοσαῦτα ἐνδι‐ δόντος, λίνοις ἐλαίῳ δεδευμένοις τὼ πόδε αὐτοῦ καλύψαντες, | |
πῦρ ὑφῆπτον ἐκ προστάξεως οἱ βασανισταί· ἐφ’ οἷς ὁποίας ἤνεγκεν ὁ μακάριος ἀλγηδόνας, πάντα λόγον ὑπεραίρειν μοι | ||
5 | δοκῶ· καθίκετο γοῦν αὐτοῦ διατῆξαν τὰς σάρκας καὶ τῶν ὀστέων τὸ πῦρ, ὡς κηροῦ δίκην λείβεσθαι καὶ ἀποστάζειν ἐκτηκομένην τὴν ἰκμάδα τοῦ σώματος. | |
4.13 | ἀλλὰ γὰρ οὐδὲ ταῦτα ἐνδούς, ἡττημένων ἤδη καὶ μόνον οὐκ ἀπειρηκότων πρὸς τὴν ὑπὲρ ἄνθρωπον καρτερίαν αὐτοῦ τῶν ἀντιπάλων, | |
αὖθις δεσμοῖς εἴργνυται, τριταῖός τε αὖ προσαχθεὶς τῷ | ||
5 | δικαστῇ καὶ τὴν αὐτὴν ὁμολογήσας πρόθεσιν, καίτοι γε λοιπὸν ἡμιθνὴς ὑπάρχων, ὑποβρύχιος θαλάττῃ παραδίδοται. | |
4.14 | τὰ δ’ ἐπὶ τούτοις παραχρῆμα γενόμενα ῥηθέντα μὲν οὐκ ἀπεικὸς παρὰ τοῖς μὴ ὄψει παρειληφόσιν ἀπιστηθήσεσθαι, ἡμᾶς δ’ οὖν, καίπερ τοῦτ’ ἀκριβῶς εἰδότας, οὐχ αἱρεῖ λόγος μὴ οὐχὶ ἐκ παντὸς τἀληθὲς παραδοῦναι τῷ λόγῳ τῆς ἱστορίας, | |
5 | τῷ καὶ μάρτυρας εἶναι τοῦ γεγενημένου ἁπλῶς εἰπεῖν ἅπαντας τοὺς τὴν Καισάρειαν οἰκοῦντας· οὐδεμία γοῦν ἡλικία τῆς παραδόξου ταύτης ἀπελείφθη θέας. | |
4.15 | αὐτίκα γοῦν ὡς ἐδόκει μάλιστα κατὰ μέσου πελάγους ἐν ἀπείροις βυθοῖς τὸν ἱερὸν ὄντως ἐκεῖνον καὶ τρὶς μακάριον ἐμβαλεῖν, κλόνος ἀθρόως οὐχ ὁ τυχὼν καὶ βρασμὸς αὐτήν τε τὴν | |
5 | θάλατταν καὶ τὸ περιέχον ἅπαν διαχεῖ, ὡς καὶ τὴν γῆν καὶ | |
τὴν πόλιν ἅπασαν πρὸς τοῦ γενομένου σεισθῆναι, ἅμα δὲ τῷ παραδόξῳ τούτῳ καὶ ἀθρόῳ σεισμῷ τοῦ θείου μάρτυρος τὸν νεκρὸν ἡ θάλαττα, ὥσπερ μὴ οἵα τε οὖσα φέρειν αὐτόν, πρὸ τῶν τῆς πόλεως ἐκβράσσει πυλῶν. καὶ τοιαῦτα μὲν ἦν τὰ | ||
10 | κατὰ τὸν θεσπέσιον Ἀπφιανόν, Ξανθικοῦ μηνὸς δευτέρᾳ, ἥτις ἂν εἴη πρὸ τεσσάρων Νωνῶν Ἀπριλλίων, ἡμέρᾳ παρασκευῆς τελειωθέντα· | |
5.1 | ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν αὐταῖς τε ἡμέραις ἐπὶ τῆς Τυρίων πόλεως νεανίας, Οὐλπιανὸς ὄνομα, μετὰ δεινὰς καὶ αὐτὸς αἰκίας μάστιγάς τε χαλεπωτάτας ἅμα κυνὶ καὶ ἀσπίδι, τῷ ἰοβόλῳ ἑρπετῷ, ὠμοβοΐνῃ περιβληθεὶς δορᾷ, | |
5 | θαλάττῃ παραδίδοται· δι’ ὅ μοι δοκεῖ ἐν τοῖς Ἀπφιανοῦ μαρτυρίοις εὐλόγως ἂν ἡμῖν μνημονεύεσθαι καὶ οὗτος. | |
5.2 | ἀδελφὰ δὲ τῷ Ἀπφιανῷ σμικρὸν τῷ χρόνῳ ὕστερον ὑπομείνας ὁ μὴ μόνον αὐτοῦ κατὰ θεόν, καὶ σώματι δὲ ὁμοπάτριος ἀδελφὸς Αἰδέσιος, μετὰ μυρίας ὅσας ὁμολογίας καὶ πολυχρονίους δεσμῶν κακώσεις ἡγεμονικάς τε ἀποφάσεις, | |
5 | ἐν αἷς τοῖς κατὰ Παλαιστίνην δέδοται μετάλλοις, καὶ μετὰ τὴν ἐν πᾶσι τούτοις φιλόσοφον ἐν τρίβωνος σχήματι ἀγωγήν (καὶ γὰρ οὖν αὐτὸς πλέον τῆς τοῦ ἀδελφοῦ παιδείας κεκτη‐ μένος, καὶ ἀπὸ μαθημάτων φιλοσόφων ὡρμᾶτο), τελευτῶν δῆτα ἐπὶ τῆς Ἀλεξανδρέων πόλεως, | |
5.3 | τὸν αὐτόθι συνιδὼν δικαστὴν Χριστιανοῖς δικάζοντα πέρα τε τῶν προσηκόντων ἐμπαροινοῦντα καὶ τοτὲ μὲν σεμνοῖς ἀνδράσι ποικίλως | |
ἐνυβρίζοντα, τοτὲ δὲ γυναῖκας σωφροσύνης τῆς ἀνωτάτω | ||
5 | καὶ αὐτοπαρθένους ἀσκητρίας εἰς αἰσχρὰς ὕβρεις πορνοτρό‐ φοις παραδόντα, ταὐτὸν ἐγχειρήσας τῷ ἀδελφῷ, ὅτι δὴ ἀφόρητα εἶναι αὐτῷ τὰ γινόμενα ἐδόκει, παραστήματι θαρσαλέῳ πρόσεισιν, λόγοις τε καὶ ἔργοις τὸν δικαστὴν αἰσχύνῃ καὶ ἀτιμίᾳ περιβαλὼν κἀπὶ τούτοις καρτερῶς εὖ | |
10 | μάλα βασάνων πολυτρόπους ὑπομείνας αἰκίας, τὴν ἀδελφικὴν ἀπηνέγκατο θαλάττῃ παραδοθεὶς τελευτήν. ἀλλὰ τὰ μὲν κατὰ τοῦτον, ὡς δ’ οὖν ἔφην, σμικρὸν τοῦ χρόνου ὕστερον τοῦτον ἐγενήθη τὸν τρόπον· | |
6.1 | Τετάρτῳ γε μὴν τοῦ καθ’ ἡμῶν ἔτει διωγμοῦ, πρὸ δώδεκα Καλανδῶν Δεκεμβρίων, ἣ γένοιτ’ ἂν μηνὸς Δίου εἰκάδι, προσαββάτου ἡμέρᾳ, κατὰ τὴν αὐτὴν Καισάρειαν, γραφῆς ὡς ἀληθῶς ἄξιον, αὐτοῦ δὴ τοῦ τυράννου Μαξιμίνου | |
5 | παρόντος καὶ θέας τοῖς πλήθεσι φιλοτιμουμένου κατὰ τὴν λεγομένην αὐτοῦ γενέθλιον ἡμέραν, ἀπετελέσθη τοιοῦτον. | |
6.2 | ἔθους τὸ πρὶν ὄντος ἐπὶ βασιλέων, εἰ καὶ ἄλλοτε, τὰς φιλοτίμους θέας πλείους τοῖς θεαταῖς ἐμπαρέχειν θυμηδίας καινῶν καὶ ξένων τά τε συνήθη παραλλαττόντων θεαμάτων, | |
ζῴων ἔσθ’ ὅπῃ τῶν ἐξ Ἰνδίας ἢ Αἰθιοπίας ἢ καὶ ἄλλοθεν | ||
5 | εἰσκομιζομένων ἢ καὶ ἀνδρῶν ἐντέχνοις τισὶ σωμασκίαις παραδόξους ψυχαγωγίας τοῖς ὁρῶσιν ἐνδεικνυμένων, πάντως που καὶ τότε, οἷα βασιλέως τὰς θέας παρέχοντος, πλεῖόν τι καὶ παράδοξον χρῆν ὑπάρξαι ταῖς φιλοτιμίαις. | |
6.3 | τί τοίνυν τοῦτο ἦν; μάρτυς τοῦ καθ’ ἡμᾶς δόγματος παρήγετο εἰς μέσον, τῆς μόνης καὶ ἀληθοῦς εὐσεβείας ὑπεραγωνιζόμενος· Ἀγάπιος οὗτος ἦν, ὁ δεύτερος ἅμα τῇ Θέκλᾳ θηρσὶν ἐπὶ | |
5 | βορᾷ δίδοσθαι μικρῷ πρότερον δεδηλωμένος· ὃς δὴ καὶ ἄλλοτε τοῦ δεσμωτηρίου τρίτον καὶ πολλάκις ἅμα κακούρ‐ γοις ἐμπομπεύσας τῷ σταδίῳ, ἀεί γε μὴν κατὰ χρόνους τοῦ δικαστοῦ μετὰ τὰς ἀπειλὰς ἤτοι κατ’ οἶκτον ἢ κατ’ ἐλπίδα τοῦ μεταθήσεσθαι τῆς προθέσεως εἰς ἑτέρους αὐτὸν ἀγῶνας | |
10 | ὑπερτιθεμένου, τότε δὴ βασιλέως ἐπιπαρόντος ἤγετο, ὥσπερ ἐπίτηδες εἰς ἐκεῖνο τοῦ καιροῦ πεφυλαγμένος, ὡς ἂν κἀκεῖνο τὸ σωτήριον ῥῆμα, ὃ τοῖς μαθηταῖς θείᾳ γνώσει προηγόρευεν, ὡς ἄρα καὶ ἐπὶ βασιλέων ἀχθήσονται ἕνεκεν τῆς εἰς αὐτὸν μαρτυρίας, καὶ ἐπ’ αὐτοῦ πληρωθείη. | |
6.4 | φέρεται δὴ εἰς μέσον τὸ στάδιον σὺν καί τινι κακούργῳ, φόνῳ δὲ τοῦ δεσπότου τοῦτον ἐνέχεσθαι ἔλεγον. | |
6.5 | εἶθ’ ὁ μὲν τοῦ δεσπό‐ του φονεὺς τοῖς θηρσὶν παραβληθείς, ἐλέου καὶ φιλανθρωπίας ἠξίωτο μόνον οὐχὶ κατ’ αὐτὸν ἐκεῖνον τὸν ἐπὶ τοῦ σωτῆρος Βαραββᾶν, βοαῖς δ’ ἐπὶ τούτῳ καὶ εὐφημίαις τὸ πᾶν ἐξηχεῖτο | |
5 | θέατρον, ὡς ἂν τοῦ μιαιφόνου φιλανθρώπως πρὸς τοῦ βασιλέως σεσωσμένου τιμῆς τε καὶ ἐλευθερίας ἠξιωμένου· | |
6.6 | ὁ δὲ τῆς θεοσεβείας ἀθλητὴς ἀνακαλεῖται μὲν πρότερον ὑπὸ τοῦ τυράννου, εἶτα ἄρνησιν τῆς προθέσεως αἰτηθεὶς ἐπ’ ἐλευθερίας ἐπαγγελίᾳ, μεγάλῃ φωνῇ διαμαρτύρεται, μὴ φαύλης μὲν ἕνεκεν αἰτίας, εὐσεβείας δὲ τοῦ τῶν ὅλων | |
5 | δημιουργοῦ προθύμως καὶ μεθ’ ἡδονῆς, ὅσα δἂν ἐπάγοιτο αὐτῷ, γενναίως ὑποστήσεσθαι, | |
6.7 | καὶ τοῦτ’ εἰπών, ἅμα λόγῳ τοὔργον ἐπάγει, δρομαῖος ἄντικρυς ἀπολυθείσῃ κατ’ αὐτοῦ ἄρκτῳ ὑπαντιάσας ταύτῃ τε ἑαυτὸν ἀσμενέστατα ἐπιδεδωκὼς εἰς βοράν· μεθ’ ἣν ἔμπνους εἰς τὸ δεσμωτήριον | |
5 | αἴρεται, μίαν τε ἐνταῦθα ἐπιβιώσας ἡμέραν, τῇ ἑξῆς λίθων αὐτοῦ προσαρτηθέντων τοῖς ποσὶ μέσῳ πελάγει καταπον‐ τοῦται. τοιοῦτο καὶ τὸ Ἀγαπίου μαρτύριον. | |
7.1 | Ἤδη δὲ καὶ εἰς πέμπτον ἔτος τοῦ διωγμοῦ παρατα‐ θέντος, μηνὸς δευτέρᾳ Ξανθικοῦ, ἥτις ἐστὶ πρὸ τεσσάρων Νωνῶν Ἀπριλλίων, ἐν αὐτῇ κυριακῇ ἡμέρᾳ τῆς τοῦ σωτῆρος ἡμῶν ἀναστάσεως, αὖθις ἐπὶ τῆς Καισαρείας Θεοδοσία, τῶν | |
5 | ἀπὸ Τύρου παρθένος, πιστὸν καὶ σεμνότατον κόριον οὐδ’ ὅλων ἐτῶν ὀκτωκαίδεκα, δεσμίοις τισὶ καὶ αὐτοῖς τὴν | |
Χριστοῦ βασιλείαν ὁμολογοῦσιν πρό τε τοῦ δικαστηρίου καθεζομένοις, πρόσεισιν, ὁμοῦ φιλοφρονουμένη καὶ οἷα εἰκός, ὑπὲρ τοῦ μνημονεύειν αὐτῆς πρὸς τὸν κύριον γενομέ‐ | ||
10 | νους παρακαλοῦσα. | |
7.2 | τοῦτο δὲ πράξασαν, ὥσπερ ἀνόσιόν τι καὶ ἀσεβὲς εἰργασμένην ἀφαρπάσαντες στρατιῶται ἄγουσιν ἐπὶ τὸν ἡγεμόνα, αὐτίκα δ’ οὗτος, ἅτε τις ἐμμανὴς καὶ τὸν θυμὸν θηριωδέστατος, δειναῖς καὶ φρικτοτάταις | |
5 | βασάνοις κατὰ πλευρῶν καὶ μαζῶν μέχρι καὶ αὐτῶν ὀστέων αἰκισάμενος, ἔμπνουν ἔτ’ αὐτήν, ὅμως δ’ οὖν πρὸς ἅπαντα γεγηθότι καὶ φαιδρῷ ἱσταμένην προσώπῳ, τοῖς θαλαττίοις κύμασιν ἐμβληθῆναι προστάττει. εἶτ’ ἐξ αὐτῆς ἐπὶ τοὺς | |
λοιποὺς μεταβὰς ὁμολογητάς, τοῖς κατὰ Φαινὼ τῆς Παλαισ‐ | ||
10 | τίνης χαλκοῦ μετάλλοις τοὺς πάντας παραδίδωσιν. | |
7.3 | ἐπὶ τούτοις, Δίου μηνὸς πέμπτῃ, κατὰ δὲ Ῥωμαίους Νώναις Νοεμβρίαις, ἐπὶ τῆς αὐτῆς πόλεως τοὺς ἀμφὶ Σιλβανὸν ἔτι δὴ τότε ὄντα πρεσβύτερον ὁμολογήσαντα, ὃν οὐκ εἰς μακρὸν | |
5 | ὕστερον ἐπισκοπῇ τιμηθῆναί τε καὶ μαρτυρίῳ συνέβη τελειωθῆναι, γενναιοτάτην ἔνστασιν τὴν ὑπὲρ εὐσεβείας ἐπιδειξαμένους τοῖς εἰς τὸ αὐτὸ χαλκοῦ μέταλλον πόνοις ὁ αὐτὸς ἐγκρίνει, καυτῆρσιν πρότερον τῶν ποδῶν τὰς ἀγκύλας αὐτοῖς ἀχρειωθῆναι προστάξας· | |
7.4 | ἅμα δὲ τῇ κατὰ τούτων ἀποφάσει ἄνδρα μυρίαις ἄλλαις ὁμολογίαις διαπρέ‐ ψαντα, Δομνῖνος ἦν οὗτος, ὁ διὰ περιττὴν ἐλευθερίαν τοῖς κατὰ Παλαιστίνην ἅπασι γνωριμώτατος, τῇ διὰ πυρὸς | |
5 | ἐκδίδωσιν κολάσει· μεθ’ ὃν ὁ αὐτὸς δικαστής, δεινὸς ἐπινοητής τις ὢν κακίας καὶ τῶν κατὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας ἐπιχειρημάτων καινουργός, τὰς μηδ’ ἀκουσ‐ θείσας πώποτε κατὰ τῶν θεοσεβῶν ἐπενόει τιμωρίας, καὶ τρεῖς μὲν εἰς μονομαχίαν ἐπὶ πυγμῇ καταδικάζει, Αὐξέντιον | |
10 | δέ, σεμνὸν καὶ ἱερὸν πρεσβύτην, θηρίοις βορὰν παραδίδωσιν, ἄλλους δ’ αὖ πάλιν, τελείων ἀνδρῶν φέροντας ἡλικίαν, εἰς εὐνούχους ἐκτεμὼν τοῖς αὐτοῖς κατακρίνει μετάλλοις, | |
ἑτέρους δ’ αὖ πάλιν μετὰ χαλεπὰς βασάνους δεσμωτηρίῳ καθείργνυσιν· ἐν οἷς καὶ ὁ πάντων ἐμοὶ γοῦν ποθεινότατος | ||
15 | ἑταίρων Πάμφιλος ἦν, τῶν καθ’ ἡμᾶς μαρτύρων ἀνὴρ πάσης ἕνεκεν ἀρετῆς ἐπιδοξότατος. | |
7.5 | τούτου τῆς ἐν ῥητορικοῖς λόγοις φιλοσόφοις τε μαθήμασιν ἀπόπειραν πρότερον ὁ Οὐρβανὸς λαβών, εἶθ’ ὕστερον θύειν καταναγκάσας, ὡς ἀνανεύοντα καὶ μηδ’ ὅλως ἐν λόγῳ τὰς ἀπειλὰς ἑώρα τιθέ‐ | |
5 | μενον, τὸ πανύστατον ἀγριάνας, σφοδροτέραις αὐτὸν αἰκί‐ ζεσθαι προστάττει βασάνοις· | |
7.6 | καὶ δὴ ταῖς κατὰ τῶν πλευρῶν αὐτοῦ δι’ ἐπιμόνων καὶ φιλονείκων ξυστήρων ὁ θηριωδέστατος μόνον οὐχὶ ἐμφορηθείς, αἰσχύνην γε μὴν ἐπὶ 〈ἑαυτοῦ ἐπὶ〉 πᾶσιν καταχεάμενος, τοῖς ἐν τῷ δεσμωτηρίῳ | |
5 | καὶ αὐτὸν ὁμολογηταῖς καταλέγει. | |
7.7 | ἐπὶ δὲ τῇ κατὰ τῶν ἁγίων ὠμότητι ὁποίας ἀμοιβῆς παρὰ τῇ θείᾳ δίκῃ τεύξεται, τοσαῦτα κατὰ τῶν Χριστοῦ μαρτύρων ἐμπαροινήσας, διαγνῶναι ῥᾴδιον ἐκ τῶν τῇδε προοιμίων, δι’ ὧν εὐθὺς καὶ | |
5 | οὐκ εἰς μακρὸν τοῖς κατὰ τοῦ Παμφίλου τετολμημένοις αὐτὸν ἔτι τῆς ἡγεμονίας ἐχόμενον ἡ θεία μετῆλθεν δίκη, ἀθρόως οὕτως τὸν χθὲς ἄνω που ἐφ’ ὑψηλοῦ βήματος δικάζοντα καὶ πρὸς τοῦ στρατιωτικοῦ δορυφορούμενον στίφους ὅλου τε τοῦ Παλαιστινῶν ἔθνους ἐπάρχοντα ὁμοδιαι‐ | |
10 | τόν τε οἷα φιλαίτατον καὶ ὁμοτράπεζον αὐτῷ τῷ τυράννῳ καθεστῶτα διὰ μιᾶς γυμνώσασα νυκτὸς καὶ τῶν τοσούτων ἀξιωμάτων ἔρημον καταστήσασα ἀτιμίαν τε καὶ αἰσχύνην ἐπὶ τῶν πρότερον ὡς ἂν ἄρχοντα αὐτὸν τεθηπότων καταχέασα δειλόν τε καὶ ἄνανδρον γυναικώδεις τε προϊέμενον φωνὰς | |
15 | καὶ ἱκεσίας ὅλῳ τῷ ἔθνει, οὗ δὴ καὶ ἦρχεν, ἐπιδείξασα αὐτόν τε τὸν Μαξιμῖνον, ἐφ’ ᾧ τὸ πρὶν γαυριῶν ἐφρυάττετο ὡς ἂν διαφερόντως αὐτὸν τῶν δρωμένων αὐτῷ καθ’ ἡμῶν ἕνεκα στέργοντι, δικαστὴν ἀπηνῆ καὶ ὠμότατον ἐπ’ αὐτῆς τῆς | |
Καισαρείας καταστήσασα, ὡς καὶ τὴν ἐπὶ θανάτῳ κατ’ | ||
20 | αὐτοῦ ψῆφον ἐξενεγκεῖν μετὰ πολλὴν τὴν ἐφ’ οἷς ἐξηλέγχετο ἀτοπήμασιν αἰσχύνην. | |
7.8 | ἀλλὰ τοῦτο μὲν ὁδοῦ πάρεργον ἡμῖν εἰρήσθω· γένοιτο δ’ ἂν προσήκων καιρός, ἐν ᾧ τῶν δυσσεβῶν οἳ μάλιστα καθ’ ἡμῶν ἐστρατεύσαντο, αὐτοῦ τε τοῦ Μαξιμίνου καὶ τῶν ἀμφ’ αὐτόν, τὰ τέλη καὶ τῶν βίων | |
5 | τὰς καταστροφὰς ὁ λόγος ἡμῖν ἐπὶ σχολῆς περιλήψεται. | |
8.1 | Καὶ εἰς ἕκτον δὲ ἔτος πνεύσαντος ἐπιμόνως τοῦ καθ’ ἡμῶν χειμῶνος, εἶχεν μὲν πρὸ τούτου τὸ καλούμενον ἐν Θηβαΐδι φερωνύμως οὗ γεννᾷ πορφυρίτου λίθου μέταλλον πλείστην ὅσην πληθὺν τῶν τῆς θεοσεβείας ὁμολογητῶν· ἐξ | |
5 | ὧν τρισὶν δέουσι τὸν ἀριθμὸν ἑκατὸν ἄνδρες ἅμα γυναιξὶν καὶ κομιδῇ νηπίοις πρὸς τὸν τῆς Παλαιστίνης ἡγούμενον διαπέμπονται· οὓς ἐπὶ τῆς τῶν Ἰουδαίων ** τὸν τῶν ὅλων θεὸν καὶ τὸν Χριστὸν ὁμολογήσαντας, τῶν σκαιῶν ποδῶν τὰς ἀγκύλας αὐτοῖς νεύροις καυτῆρσιν ἀποτμηθῆναι καὶ αὖ | |
10 | πάλιν τῶν ὀφθαλμῶν τοὺς δεξιοὺς πρῶτον μὲν ξίφεσιν αὐτοῖς ὑμέσιν καὶ κόραις ἐκκοπῆναι, εἶτα δὲ πυρὶ διὰ καυτήρων πάμπαν εἰς ῥίζας αὐτὰς ἀχρειωθῆναι Φιρμιλιανός, ὁ τῇδε διάδοχος Οὐρβανῷ πεμφθεὶς ἡγούμενος, ὡς ἂν ἐκ βασιλικοῦ νεύματος προστάττει· κἄπειτα αὐτοὺς τοῖς κατὰ | |
15 | τὴν ἐπαρχίαν μετάλλοις μόχθου καὶ κακοπαθείας ἕνεκεν ταλαιπωρεῖσθαι παραδίδωσιν. | |
8.2 | οὐ τούτους δὲ ἄρα μόνον τὰ τηλικαῦτα παθόντας ἤρκει παραλαβεῖν ὀφθαλμοῖς, ἀλλὰ καὶ Παλαιστίνων τοὺς ἐπὶ πυγμῇ εἰς μονομαχίας κατακε‐ κρίσθαι μικρῷ πρόσθεν δεδηλωμένους, ἐπεὶ μήτε τὰς ἐκ | |
5 | τοῦ βασιλικοῦ ταμείου τροφὰς μήτε μὴν τὰς ἐπιτηδείους τῇ πυγμῇ μελέτας ὑπέμενον, | |
8.3 | ἤδη δὲ οὐκ ἐπιτρόποις αὐτὸ μόνον οὐδ’ ἡγουμένοις, ἀλλὰ καὶ αὐτῷ Μαξιμίνῳ τούτου γε ἕνεκεν παραστάντες, γενναιοτάτην ἔνστασιν ὁμολογίας διὰ λιμοῦ καρτερίας καὶ μαστίγων ὑπομονῆς ἐνεδείξαντο τὰ | |
5 | ὅμοια τοῖς δηλωθεῖσιν παθόντες μεθ’ ἑτέρων προστεθέντων αὐτοῖς ὁμολογητῶν ἐπ’ αὐτῆς τῆς Καισαρείας· | |
8.4 | ὧν κατὰ πόδας ἐπὶ τῇ τῶν θείων ἀναγνωσμάτων συγκροτήσει κατὰ τὴν Γαζαίων πόλιν ἁλόντες ἕτεροι, οἳ μὲν τὰς αὐτὰς τούτοις ὑπέμειναν κατά τε τῶν ποδῶν καὶ τῶν ὀφθαλμῶν | |
5 | πάθας, οἳ δὲ καὶ ἔτι μείζους 〈δι’ ὧν〉 φοβερώτατα κατὰ τῶν πλευρῶν ἐπειράθησαν βασάνων· | |
8.5 | ἐξ ὧν μία τις, τὸ μὲν σῶμα γυνή, τὸν δὲ λογισμὸν ἄρρην, πορνείας ἀπειλὴν μὴ ἐνεγκοῦσα, εἰποῦσά τι ῥῆμα κατὰ τοῦ τυράννου ὡς ἂν οὕτως ὠμοῖς δικασταῖς τὴν ἀρχὴν ἐπιτετραφότος, πρῶτον | |
5 | μὲν μαστίζεται, εἶτα δὲ μετέωρος ἐπὶ τοῦ ξύλου γενομένη τὰς πλευρὰς αἰκίζεται. | |
8.6 | ὡς δ’ ἐπιμόνως καὶ σφοδρῶς ἐκ προστάξεως τοῦ δικαστοῦ τὰς βασάνους ἐπῆγον οἱ ταύτῃ τεταγμένοι, ὑπὲρ τοὺς παρ’ Ἕλλησιν ἐκείνους τοὺς μαχητὰς | |
ἐπ’ ἐλευθερίᾳ τεθρυλημένους, μὴ βαστάσασα τὸ ἀνηλεὲς καὶ | ||
5 | ὠμὸν καὶ ἀπάνθρωπον τῶν πραττομένων, ἄλλη τις ὁμοίως τῇ προτέρᾳ τὸν τῆς παρθενίας ἐπανῃρημένη κόπον, τὸ μὲν σῶμα πάνυ γε τῷ δοκεῖν εὐτελὴς καὶ τὴν ὄψιν εὐκαταφρόνη‐ τος, ῥωμαλέα δὲ ἄλλως τὴν ψυχὴν καὶ μείζονα τοῦ σώματος τὸν λογισμὸν ἐνεστερνισμένη, «καὶ μέχρι τίνος», ἐκ μέσου | |
10 | τοῦ ὄχλου, «τὴν ἐμὴν ὠμῶς οὕτως βασανίζεις ἀδελφήν;» ἀνέκραγεν πρὸς τὸν δικαστήν. ὃ δὲ πικρότερον ὑποκινηθείς, αὐτίκα συλληφθῆναι κελεύει τὴν ἄνθρωπον· | |
8.7 | εἶτα σύρεται εἰς μέσον, καὶ τὸ σεβάσμιον τοῦ σωτῆρος ἐπιγραψαμένη ὄνομα, πρῶτον μὲν λόγοις θύειν ἀνεπείθετο, ὡς δ’ ἠπείθει, βίᾳ πρὸς τὸν βωμὸν εἵλκετο. ἣ δὲ ἀδελφὰ ἑαυτῇ πράττουσα | |
5 | καὶ τῆς προτέρας ἐχομένη προθυμίας, ἀτρεμεῖ καὶ θαρσαλέῳ ποδὶ λὰξ ἐντείνει τῷ βωμῷ, καὶ τὰ εἰς αὐτὸν ἅμα τῇ ἐπικει‐ μένῃ ἀνατρέπει πυρᾷ· | |
8.8 | ἐφ’ ᾧ θηρὸς ἀγρίου δίκην ὁ δικαστὴς ὀξυνθεὶς τὸν θυμόν, τοσαύτας μὲν αὐτῇ πρότερον αἰκίας κατὰ τῶν πλευρῶν ἐπιτίθησιν, ὅσας οὐδενὶ τῶν πώποτε, μόνον οὐχὶ καὶ ὠμῶν τῶν σαρκῶν αὐτῆς ἐμφορη‐ | |
5 | θῆναι γλιχόμενος· ὡς δὲ κόρον αὐτῷ ἤδη τὰ τῆς μανίας ἐλάμβανεν, ἄμφω ζεύξας, αὐτὴν [τε] ταύτην ἅμα τῇ πρὸς αὐτῆς ἀδελφῇ προσαγορευθείσῃ, τὸν διὰ πυρὸς αὐτῶν καταψηφίζεται θάνατον. τούτων ἡ μὲν προτέρα τῆς Γαζαίων χώρας ἐλέγετο, τὴν δ’ ἑτέραν ἰστέον ἀπὸ τῆς Καισαρέων | |
10 | ὡρμῆσθαι, τὴν πολλοῖς γνώριμον, Οὐαλεντῖναν τοὔνομα. | |
8.9 | τὸ δ’ ἐπὶ τούτῳ μαρτύριον πῶς ἂν κατ’ ἀξίαν διέλθοιμι, οὗ κατηξίωται ὁ τρὶς μακάριος Παῦλος, κατὰ μὲν τὴν αὐτὴν ταύταις ὥραν ὑπὸ μίαν ἀπόφασιν τὴν ἐπὶ θανάτῳ κριθείς, πρὸς αὐτῇ δὲ τῇ τελειώσει τὸν ἀποτέμνειν αὐτὸν | |
5 | ὅσον οὔπω μέλλοντα βραχύ τι ὥρας ἐνδοῦναι αὐτῷ ἀντι‐ βολήσας· | |
8.10 | οὗ τυχὼν λαμπρᾷ καὶ γεγωνῷ φωνῇ πρῶτον μὲν τὰς ὑπὲρ τῶν ὁμοεθνῶν ἐπρυτάνευεν τῷ θεῷ δι’ εὐχῶν καταλλαγάς, ᾗ τάχος ἐλευθερίαν αὐτοῖς ἐνδοθῆναι ποτνιώ‐ μενος, εἶθ’ ὑπὲρ τῆς Ἰουδαίων πρὸς τὸν θεὸν διὰ Χριστοῦ | |
5 | προσαγωγῆς ἠξίου, εἶθ’ ἑξῆς κατέβαινε τῷ λόγῳ τὰ αὐτὰ καὶ Σαμαρείταις ἐπευχόμενος, καὶ τοὺς ἐν πλάνῃ δὲ καὶ ἀγνωσίᾳ θεοῦ τῶν ἐθνῶν ὄντας εἰς ἐπίγνωσιν ἐλθεῖν αὐτοῦ καὶ τὴν ἀληθῶς εὐσέβειαν ἀναλαβεῖν παρεκάλει, μηδὲ τοὺς τότε παμμιγεῖ περιεστῶτας ἀτημελήτους καταλιπών· | |
8.11 | μεθ’ οὓς πάντας, ὢ τῆς πολλῆς καὶ ἀφάτου ἀνεξικακίας, καὶ ὑπὲρ τοῦ τὸν θάνατον αὐτῷ προστιμήσαντος δικαστοῦ τῶν τε ἐπὶ πᾶσιν ἀρχόντων ἔτι τε καὶ τοῦ ὅσον οὔπω τῆς κεφαλῆς αὐτὸν ἀποτεμοῦντος, εἰς ἐπήκοον αὐτοῦ τ’ ἐκείνου καὶ τῶν | |
5 | παρόντων ἁπάντων, τοῦ τῶν ὅλων ἐδεῖτο θεοῦ, μηδαμῶς αὐτοῖς ἐν ἀριθμῷ γενέσθαι τὴν εἰς αὐτὸν ἁμαρτάδα παρα‐ καλῶν. | |
8.12 | ταῦτα καὶ τὰ τοιαῦτα μεγάλῃ φωνῇ κατευξά‐ μενος καὶ μόνον οὐχὶ τοὺς πάντας, ὡς ἂν ἀδίκως ἀναιρούμενος, εἰς οἶκτον ἑλκύσας καὶ δάκρυα, ᾗ νόμος αὐτὸς ἑαυτὸν σχηματίσας καὶ τὸν αὐχένα γυμνὸν τῇ τοῦ ξίφους ἀποτομῇ | |
5 | παραδούς, θείῳ κατεκοσμήθη μαρτυρίῳ, μηνὸς Πανέμου πέμπτῃ καὶ εἰκάδι, ἣ λέγοιτ’ ἂν πρὸ ὀκτὼ Καλανδῶν Αὐγούσ‐ των. καὶ τὰ μὲν κατὰ τούσδε τοιοῦτο τέλος εἶχεν· | |
8.13 | οὐ μακροῦ δὲ διαδραμόντος χρόνου, αὖθις ἐκ τῆς Αἰγυπτίων γῆς οἱ θαυμάσιοι τῆς εἰς Χριστὸν ὁμολογίας ἀθληταί, τριάκοντα πρὸς ἑκατόν, ἐκ προστάξεως Μαξιμίνου τὰς | |
5 | αὐτὰς τοῖς πρῴην ἐπ’ αὐτῆς Αἰγύπτου εἴς τε τοὺς ὀφθαλμοὺς καὶ τοὺς πόδας συμφορὰς ὑποστάντες, τοῖς δεδηλωμένοις ἐν Παλαιστίνῃ μετάλλοις, οἳ δὲ τοῖς κατὰ Κιλικίαν κατακρίτοις | |
παραπέμπονται. | ||
9.1 | Ἐπὶ δὴ τοῖς τοσούτοις τῶν μεγαλοπρεπῶν Χριστοῦ μαρτύρων ἀνδραγαθήμασι λωφησάσης καὶ ὡς ἂν εἰ τοῖς ἱεροῖς αὐτῶν αἵμασι τῆς τοῦ διωγμοῦ πυρκαϊᾶς ἀποσβεννυ‐ μένης ἀνέσεώς τε ἤδη καὶ ἐλευθερίας τοῖς ἐπὶ Θηβαΐδος εἰς | |
5 | τὰ αὐτόθι μέταλλα διὰ Χριστὸν καταπονουμένοις συγκεχω‐ ρημένης μικρόν τε καθαροῦ μελλόντων ἡμῶν ὑπαναπνεῖν ἀέρος, οὐκ οἶδ’ ὅπως ἔκ τινος ἀνακινήσεως πάλιν ἐξ ὑπαρχῆς ὁ τοῦ διώκειν τὴν ἐξουσίαν εἰληχὼς κατὰ Χριστιανῶν ἀνεκάετο. | |
9.2 | ἀθρόως δ’ οὖν αὖθις Μαξιμίνου διαφοιτᾷ καθ’ ἡμῶν πανταχοῦ γράμματα 〈οἵ〉 τε κατ’ ἐπαρχίαν ἡγεμόνες καὶ προσέτι ὁ τῶν στρατοπέδων ἄρχειν ἐπιτεταγμένος προγράμμασι καὶ ἐπιστολαῖς καὶ δημοσίοις διατάγμασι τοὺς | |
5 | ἐν ἁπάσαις πόλεσι λογιστὰς ἅμα στρατηγοῖς καὶ ταβουλα‐ ρίοις ἐπέσπερχον τὸ βασιλικὸν εἰς πέρας ἄγειν πρόσταγμα, κελεῦον ὡς ἂν μετὰ σπουδῆς πάσης τῶν μὲν εἰδωλείων ἀνοικοδομοῖεν τὰ πεπτωκότα, πανδημεὶ δὲ πάντας, ἄνδρας ἅμα γυναιξὶν καὶ οἰκέταις, αὐτοῖς ὑπομαζίοις παισί, θύειν | |
10 | καὶ σπένδειν αὐτῶν τε ἀκριβῶς τῶν ἐναγῶν ἀπογεύεσθαι θυσιῶν ἐπιμελὲς ποιοῖντο, καὶ τὰ μὲν κατ’ ἀγορὰν ὤνια ταῖς ἀπὸ τῶν θυσιῶν σπονδαῖς καταμολύνοιτο, πρόσθεν δὲ τῶν λουτρῶν ἔφεδροι κατατάσσοιντο, ὡς ἂν τοὺς ἐν τούτοις | |
ἀποκαθαιρομένους ταῖς παμμιάροις μολύνοιεν θυσίαις. | ||
9.3 | τούτων δῆτα οὕτως ἐπιτελουμένων ἐξ ὑπαρχῆς τε τῶν ἡμετέρων πλείστῃ, οἵᾳ δὴ εἰκὸς ἦν, φροντίδι συνεχομένων τῶν τε ἀπίστων ἐθνῶν βαρεῖαν τῶν γινομένων καὶ ὡς ἂν περιττὴν ἤδη τὴν ἀτοπίαν καταμεμφομένων (προσκορῆ γὰρ | |
5 | καὶ φορτικὰ ταῦτα καὶ αὐτοῖς εἶναι κατεφαίνετο) μεγίστου τε χειμῶνος τοῖς πανταχῇ πᾶσιν ἐπηρτημένου, τοὔμπαλιν ἡ θεία τοῦ σωτῆρος ἡμῶν δύναμις τοῖς αὐτῆς ἀθληταῖς θάρσος τοσοῦτον ἐνέπνει, ὡς μηδ’ ἐπισπωμένου τινὸς μηδ’ ἕλκοντος τὴν τῶν τοσούτων καταπατεῖν ἀπειλήν. | |
9.4 | ὁμόσε δὴ οὖν τρεῖς συνταξάμενοι τῶν πιστῶν ἐπιπηδῶσιν εἰδώλοις θύοντι τῷ ἄρχοντι παύσασθαι τῆς πλάνης ἐμβοώμενοι· μὴ γὰρ δὴ ἄλλον ὑπάρχειν πλὴν τοῦ τῶν ὅλων ποιητοῦ τε καὶ δημιουργοῦ | |
5 | θεόν. ἀνερωτώμενοι δῆτα τίνες εἶεν, Χριστιανοὺς σφᾶς θαρσαλέως ὡμολόγουν· | |
9.5 | ἐφ’ οἷς ὀξύτερον παρακινηθεὶς ὁ Φιρμιλιανός, μηδὲ βασάνοις αὐτοὺς αἰκισάμενος, κεφαλικῇ παραδίδωσιν κολάσει. τούτων ὁ μὲν πρεσβύτερος ἦν Ἀντω‐ νῖνος ὄνομα, ὃ δὲ Ζεβινᾶς ἐκαλεῖτο, τῆς Ἐλευθεροπολιτῶν | |
5 | ὁρμώμενος, Γερμανὸς δὲ καὶ τῷ τρίτῳ ἦν ἡ προσηγορία. Δίου μηνὸς τρισκαιδεκάτῃ, Εἴδοις Νοεμβρίαις, καὶ τὰ κατὰ τούτους ἐπράχθη. | |
9.6 | γίνεται δ’ αὐτοῖς συναπόδημος ἐπ’ αὐτῆς ἡμέρας Ἐνναθάς, τῶν ἀπὸ Σκυθοπόλεώς τις γυνὴ παρθενίας στέμματι καὶ αὐτὴ κεκοσμημένη, οὐ ταὐτὸν μὲν αὐτοῖς διαπραξαμένη, | |
9.7 | ἑλχθεῖσα δὲ βίᾳ καὶ προσαχθεῖσα | |
τῷ δικαστῇ μετὰ μάστιγας καὶ δεινὰς ὕβρεις, ἃς ἐπαγαγεῖν αὐτῇ οὐδὲ μετὰ γνώμης τῆς μείζονος ἐξουσίας τῶν κατὰ γειτνίαν ἐφεστώτων τις χιλιάρχων ἐτόλμα, Μάξυς ὄνομα, | ||
5 | χείρων τῆς προσηγορίας ἄνθρωπος, μιαρὸς μὲν τὰ ἄλλα, ἰσχυρὸς δ’ ὑπερβαλλόντως τὸ ἦθος καὶ τὸν πάντα τρόπον δεινός τις ὄντως καὶ παρὰ πᾶσι τοῖς γνωρίμοις διαβεβλημένος. οὗτος μέν γε ἐσθῆτος ἁπάσης τὴν μακαρίαν ἀποδύσας, ὡς τὴν ἐξ ὀσφύος αὐτὸ μόνον καὶ ἐπὶ πόδας καλύπτεσθαι, τὸ δ’ | |
10 | ἄλλο σῶμα γυμνὸν ἔχειν, τήν τε πᾶσαν Καισαρέων πόλιν κύκλῳ περιαγαγών, ἱμᾶσιν ἀνὰ πάσας ἑλκομένην τὰς ἀγορὰς τύπτεσθαι περὶ πολλοῦ ποιεῖται. | |
9.8 | καὶ δὴ μετὰ τοσαῦτα θαρσαλεωτάτην ἔνστασιν καὶ ἐπ’ αὐτῶν τῶν ἡγεμονικῶν βημάτων ἐνδειξαμένην, ζῶσαν πυρὶ παραδίδωσιν ὁ δικαστής· ὃς καὶ 〈ἐπὶ〉 τὸ ἀπάνθρωπον ἐπιτείνας τὴν κατὰ τῶν θεοσε‐ | |
5 | βῶν λύτταν, πέρα τῶν τῆς φύσεως προῄει θεσμῶν, οὐδὲ ταφῆς αἰδούμενος ἀψύχοις φθονῆσαι τοῖς τῶν ἱερῶν ἀνδρῶν σώμασι. | |
9.9 | νύκτωρ δ’ οὖν ἐπιμελῶς καὶ μεθ’ ἡμέραν ὑπαίθρους θηρσὶν εἰς βορὰν τοὺς νεκροὺς φυλάττεσθαι προστάττει, καὶ παρῆν ὁρᾶν ἐπὶ πλείοσιν ἡμέραις οὐκ ὀλίγον ἀνδρῶν ἀριθμὸν τῇ θηριώδει ταύτῃ καὶ βαρβάρῳ βουλῇ | |
5 | διακονουμένων· ἀλλ’ οἳ μὲν ἐξ ἀπόπτου, οἷόν τι σπουδῆς ἄξιον, ὡς μὴ οἱ νεκροὶ κλαπεῖεν, ἐπεσκόπουν, θῆρες δὲ ἄγριοι καὶ κύνες οἰωνῶν τε τὰ σαρκοβόρα τὰ βρότεια μέλη ὧδε κἀκεῖσε ἐσπάραττον, [καὶ] | |
9.10 | ἡ πᾶσά γε μὴν ἐν κύκλῳ πόλις σπλάγχνων καὶ ὀστέων ἀνθρωπείων διεστόρ‐ νυτο, ὡς μηδέ τι πώποτε δεινότερον μηδ’ αὐτοῖς ὅσοι πρότερον ἀπεχθῶς εἶχον πρὸς ἡμᾶς, φανῆναι φρικωδέστερον, | |
5 | οὐχ οὕτω τὴν συμφορὰν εἰς οὓς ἐπράττετο ταῦτα, ὡς ἐπὶ | |
τῇ σφῶν αὐτῶν καὶ τῆς κοινῆς ἁπάντων ὕβρει φύσεως ἀπολοφυρομένων. | ||
9.11 | προύκειτο γὰρ ἄγχιστα πυλῶν θέαμα παντὸς λόγου καὶ τραγικῆς ἀκοῆς μεῖζον, οὐκ ἐφ’ ἑνὶ χώρῳ κατεσθιομένων τῶν ἀνθρωπείων σαρκῶν, ἀλλὰ κατὰ πάντα τόπον διαρριπτουμένων· μέλη γοῦν ὅλα καὶ | |
5 | σάρκας μέρη τέ τινα σπλάγχνων καὶ πυλῶν εἴσω τινὲς κατιδεῖν εἰρήκασιν· | |
9.12 | ἐφ’ οἷς πλείσταις ἡμέραις ἐπιτε‐ λουμένοις τοιοῦτόν τι παράδοξον συμβαίνει. αἰθρία ἦν καὶ λαμπρὸς ἀὴρ καὶ τοῦ περιέχοντος κατάστασις εὐδινοτάτη· εἶτα ἀθρόως τῶν ἀνὰ τὴν πόλιν κιόνων οἳ τὰς δημοσίας | |
5 | ὑπήρειδον στοάς, δακρύων τινὰ τρόπον οἱ πλείους σταλαγ‐ μοὺς ἀπέσταζον, ἀγοραί τε καὶ πλατεῖαι, μηδεμιᾶς ψεκάδος ἐξ ἀέρος γεγενημένης, οὐκ οἶδ’ ὁπόθεν ὕδατι ῥανθεῖσαι καθυγραίνοντο, ὡς αὐτίκα διαθρυληθῆναι εἰς πάντας δακρῦσαι τὴν γῆν ἀρρήτῳ λόγῳ, τὴν τῶν τότε πραχθέντων ἀνοσιουρ‐ | |
10 | γίαν μὴ φέρουσαν, εἰς ἔλεγχόν τε φύσεως ἀτέγκτου καὶ ἀσυμπαθοῦς ἀνθρώπων λίθους καὶ τὴν ἄψυχον ὕλην ἐπικλαῦ‐ σαι τοῖς γεγενημένοις. | |
9.13 | λῆρος ἴσως καὶ μῦθος εὖ οἶδ’ ὅτι δόξει εἶναι τὸ ῥῆμα τοῖς μεθ’ ἡμᾶς, ἀλλ’ οὐχ οἷσπερ ὁ καιρὸς τὴν ἀλήθειαν ἐπιστώσατο. | |
10.1 | Τοῦ δ’ ἐπιόντος μηνὸς Ἀπελλαίου τεσσαρεσκαιδεκάτῃ (πρὸ δεκαεννέα Καλανδῶν Ἰανουαρίων λέγοιτ’ ἄν) πάλιν αὐ‐ τῶν ἀπ’ Αἰγύπτου τινὲς πρὸς τῶν ἐπὶ ταῖς πύλαις τοὺς παριόντας διερευνωμένων συλληφθέντες (ἐτύγχανον δ’ οὗτοι | |
5 | θεραπείας ἕνεκα τῶν κατὰ Κιλικίαν ὁμολογητῶν στειλά‐ μενοι), οἳ μὲν τὴν αὐτὴν οἷς ἔτυχον ἐξυπηρετησόμενοι, | |
κατεδέξαντο ψῆφον, ὀφθαλμοὺς καὶ πόδας ἀχρειωθέντες, τρεῖς δ’ αὐτῶν ἐν Ἀσκάλωνι, ἔνθα καὶ ἐνέσχηντο, θαυμασίαν [τε] παράστασιν ἀνδρείας παρεσχημένοι, διάφορον ἀπηνέγ‐ | ||
10 | καντο μαρτυρίου τέλος, ὁ μέν τις αὐτῶν πυρὶ παραδοθείς, Ἄρης ὄνομα, οἳ δὲ τὰς κεφαλὰς ἀποτμηθέντες· Πρόμος καὶ Ἠλίας τούτοις ἦν ἡ προσηγορία. | |
10.2 | Αὐδυναίου δὲ μηνὸς ἡμέρᾳ μιᾷ καὶ δεκάτῃ (εἴη δ’ ἂν ἡ πρὸ τριῶν Εἰδῶν Ἰανουα‐ ρίων) ἐπὶ [τῆς] αὐτῆς Καισαρείας Πέτρος ἀσκητὴς ὁ καὶ Ἀψέλαμος ἀπὸ Ἀνέας κώμης τῶν ὅρων Ἐλευθεροπόλεως | |
5 | διὰ πυρός, οἷα χρυσὸς ἀκραιφνέστατος, τῆς εἰς τὸν Χριστὸν τοῦ θεοῦ πίστεως εὐγενεῖ λογισμῷ τὴν δοκιμὴν ἀποδέδωκεν, μυρία μὲν λιπαροῦντας τόν τε δικαστὴν καὶ τοὺς ἀμφ’ αὐτόν, ὡς ἂν ἐλεήσειεν ἑαυτὸν καὶ τῆς ἰδίας φείσαιτο νεότητός τε καὶ ἀκμῆς, ὑπεριδών, προτιμήσας δ’ ἁπάντων καὶ ζωῆς | |
10 | αὐτῆς τὴν ἐπὶ τὸν τῶν ὅλων θεὸν ἐλπίδα. | |
10.3 | τούτῳ δὲ τῆς κατὰ Μαρκίωνα πλάνης ἐπίσκοπός τις εἶναι δοκῶν Ἀσκλη‐ πιὸς ζήλῳ μέν, ὡς ᾤετο, εὐσεβείας, ἀλλ’ οὔτι γε τῆς κατ’ ἐπίγνωσιν, ὅμως δ’ οὖν μιᾷ καὶ τῇ αὐτῇ πυρᾷ τὸν βίον | |
5 | ἐξελήλυθεν. ἀλλὰ ταῦτα μὲν ταύτῃ· | |
11.1 | Καιρὸς δῆτα καλεῖ τὸ μέγα καὶ περιβόητον ἀνιστορῆσαι θέατρον τῶν ἀμφὶ τὸ τριπόθητον ἔμοιγε ὄνομα Παμφίλου τελειωθέντων, δώδεκα δ’ ἦσαν οἱ πάντες προφητικοῦ τινος | |
ἢ καὶ ἀποστολικοῦ χαρίσματος καὶ ἀριθμοῦ κατηξιωμένοι· | ||
11.2 | ὧν ὁ κορυφαῖος καὶ τῇ τοῦ κατὰ Καισάρειαν πρεσβείου τιμῇ κεκοσμημένος μόνος ἐτύγχανεν ὁ Πάμφιλος, ἀνὴρ καὶ παρ’ ὅλον αὐτοῦ τὸν βίον πάσῃ διαπρέψας ἀρετῇ, ἀποτάξει καὶ καταφρονήσει βίου, τῆς οὐσίας εἰς ἐνδεεῖς κοινωνίᾳ, | |
5 | κοσμικῶν ἐλπίδων ὀλιγωρίᾳ, φιλοσόφῳ πολιτείᾳ καὶ ἀσκήσει· μάλιστα δὲ παρὰ τοὺς καθ’ ἡμᾶς πάντας διέπρεπεν τῇ περὶ τὰ θεῖα λόγια γνησιωτάτῃ σπουδῇ ἀτρύτῳ τε περὶ ἃ προύθετο φιλοπονίᾳ καὶ τῇ περὶ τοὺς προσήκοντας καὶ πάντας τοὺς αὐτῷ πλησιάζοντας ὠφελείᾳ· | |
11.3 | οὗ τὰ λοιπὰ τῆς ἀρετῆς κατορθώματα, μακροτέρας ὄντα διηγήσεως, ἐπ’ ἰδίας τῆς τοῦ κατ’ αὐτὸν ὑποθέσεως βίου γραφῇ ἐν τρισὶν ἤδη πρότερον ὑπομνήμασι παραδεδώκαμεν. ἀλλὰ γὰρ ἐπ’ | |
5 | ἐκεῖνα τοὺς φιλοτίμως καὶ ταῦτα εἰδέναι ἔχοντας ἀναπέμ‐ | |
ψαντες, τὰ νῦν ἐχώμεθα τῆς κατὰ τοὺς μάρτυρας ἀκολουθίας. | ||
11.4 | δεύτερος μετὰ Πάμφιλον ἐπὶ τὸν ἀγῶνα παρῄει, ἱερο‐ πρεπεῖ πολιᾷ τετιμημένος, Οὐάλης, τῶν ἀπὸ Αἰλίας διάκονος, αὐτῇ προσόψει σεμνότατος πρεσβύτης, τῶν θείων γραφῶν εἰ καί τις ἄλλος ἐπιστήμων· τοσαύτας γέ τοι μνήμας αὐτῶν | |
5 | ἐνεστέρνιστο ὡς μὴ ἐνδεῖν τῆς ἀπὸ γραμμάτων ἐντεύξεως τῆς ἧς ποτε λάβοι γραφῆς οἵας δ’ οὖν ἀπεμνημόνευσε διεξό‐ δους. | |
11.5 | τρίτος ὁ θερμουργότατος καὶ τῷ πνεύματι ζέων ἀπὸ τῆς Ἰαμνιτῶν πόλεως ἐν αὐτοῖς ἐγνωρίζετο Παῦλος, πρὸ τοῦ μαρτυρίου διὰ καυτήρων ὑπομονῆς τὸν τῆς ὁμολογίας διαθλήσας ἀγῶνα. τούτοις ἐπὶ τῆς εἱρκτῆς ἐτῶν δυεῖν ὅλων | |
5 | χρόνον κατατρίψασιν ὑπόθεσις τοῦ μαρτυρίου γίνεται Αἰγυπτίων αὖθις ἀδελφῶν ἔφοδος τῶν καὶ σὺν αὐτοῖς τελειωθέντων. | |
11.6 | τοὺς κατὰ Κιλικίαν οὗτοι μέχρι τῶν αὐτόθι μετάλλων ὁμολογητὰς προπέμψαντες, ἐπαλινόστουν | |
ἐπὶ τὰ οἰκεῖα. ὁμοίως δῆτα καὶ αὐτοὶ πρὸς αὐταῖς εἰσόδοις τῶν κατὰ Καισάρειαν πυλῶν, τίνες τε εἶεν καὶ ὁπόθεν | ||
5 | ἀφικνούμενοι, πρὸς τῶν φυλάκων (βάρβαροι δέ τινες ὑπῆρχον οὗτοι τὸν τρόπον) ἀνερωτηθέντες καὶ μηδὲν τῆς ἀληθείας ἀποκρυψάμενοι, οἷα κακοῦργοι ἐπ’ αὐτοφώρῳ ληφθέντες, συνείχοντο· πέντε δ’ ἦσαν οὗτοι τὸν ἀριθμόν· | |
11.7 | οἳ καὶ προσαχθέντες τῷ τυράννῳ κἀπὶ τούτου παρρησιασάμενοι, αὐτίκα μὲν καθείργνυνται δεσμωτηρίῳ· τῇ δ’ ἑξῆς, Περιτίου μηνὸς ἡμέρᾳ ἑκκαιδεκάτῃ (Μαρτίου κατὰ Ῥωμαίους ἡ πρὸ | |
5 | δεκατεσσάρων Καλανδῶν), ἐκ προστάγματος τούτους δὴ αὐτοὺς ἅμα τοῖς ἀμφὶ τὸν Πάμφιλον δεδηλωμένοις τῷ δικαστῇ προσάγουσιν· | |
11.8 | ὃς καὶ πρῶτον τῆς τῶν Αἰγυπτίων ἀκαταμαχήτου ἐνστάσεως παντοίοις βασάνων εἴδεσιν μηχα‐ νῶν τε ξένων καὶ ποικίλων ἐπινοίαις πεῖραν λαμβάνει. τὸν μὲν προήγορον ἁπάντων τούτοις ἐγγυμνάσας τοῖς ἄθλοις, τίς | |
5 | εἴη, πρῶτον ἠρώτα, εἶτ’ ἀντὶ τοῦ κυρίου ὀνόματος προφη‐ τικόν τι ἐπακούσας—τοῦτο δὲ καὶ πρὸς ἁπάντων ἐγίνετο, ἀντὶ τῶν πατρόθεν αὐτοῖς ἐπιπεφημισμένων εἰδωλικῶν ὄντων, εἰ τύχοι, μετατεθεικότων ἑαυτοῖς τὰς προσηγορίας. | |
Ἠλίαν γοῦν καὶ Ἱερεμίαν Ἡσαΐαν τε καὶ Σαμουὴλ καὶ | ||
10 | Δανιὴλ ἤκουες ἂν αὐτῶν ἐπιγραφομένων καὶ τὸν ἐν κρυπτῷ Ἰουδαῖον γνήσιόν τε καὶ εἰλικρινῶς Ἰσραὴλ τοῦ θεοῦ οὐ μόνον ἔργοις, ἀλλὰ φωναῖς κυρίως ἐκφερομέναις ἐπιδεικνυ‐ μένων—τοιοῦτον οὖν τι πρὸς τοῦ μάρτυρος ὄνομα ἐπακούσας ὁ Φιρμιλιανός, οὐ μὴν ἐπιστήσας τῇ τοῦ ῥήματος δυνάμει, | |
15 | δεύτερον ἥτις αὐτοῦ πατρὶς γένοιτο, ἠρώτα· | |
11.9 | ὃ δὲ συνῳδὸν τῇ προτέρᾳ δευτέραν ἀφίησιν φωνήν, Ἱερουσαλὴμ εἶναι λέγων τὴν ἑαυτοῦ πατρίδα, ἐκείνην δῆτα νοῶν περὶ ἧς εἴρηται τῷ Παύλῳ ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα | |
5 | ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν καὶ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ. | |
11.10 | καὶ ὃ μὲν ταύτην ἐνόει· ὃ δ’ ἐπὶ χθόνα καὶ χαμαὶ ῥίψας τὴν διάνοιαν, ἥτις εἴη αὕτη καὶ ποῖ γῆς κειμένη, ἀκριβῶς ἐπολυπραγμόνει, εἶτα καὶ βασάνους | |
ἐπῆγεν, ὡς ἂν τἀληθὲς ὁμολογοίη. ὃ δὲ στρεβλούμενος | ||
5 | κατόπιν τὼ χεῖρε καὶ τοῖν ποδοῖν μαγγάνοις τισὶ ξένοις διακλώμενος, τἀληθὲς εἰπεῖν ἀπισχυρίζετο. | |
11.11 | εἶτα πάλιν πολλάκις ἐρομένου τίς εἴη καὶ ποῖ κειμένη ἣν δὴ φράζει πόλιν, μόνων εἶναι τῶν θεοσεβῶν ταύτην ἔλεγεν πατρίδα· μὴ γὰρ ἑτέροις ἢ τούτοις μόνοις αὐτῆς μετεῖναι, κεῖσθαι δὲ | |
5 | πρὸς αὐταῖς ἀνατολαῖς καὶ πρὸς ἀνίσχοντι ἡλίῳ. | |
11.12 | ὃ μὲν πάλιν διὰ τούτων κατὰ τὸν ἴδιον νοῦν ἐφιλοσόφει, μηδαμῶς τῶν ἐν κύκλῳ βασάνοις αὐτὸν αἰκιζομένων ἐπιστροφὴν ποιούμενος, ἄσαρκος δ’ ὥσπερ καὶ ἀσώματος οὐδ’ ἐπαΐειν | |
5 | δοκῶν τῶν ἀλγηδόνων· ὃ δ’ ἀπορούμενος ἐσφάδαζεν, ἐχθρὰν καὶ Ῥωμαίοις πολεμίαν πάντως που συστήσασθαι πόλιν Χριστιανοὺς οἰόμενος, πολύς τε ἦν ταύτην ἀνερευνῶν καὶ τὴν δηλωθεῖσαν χώραν κατ’ ἀνατολὰς ἐξετάζων. | |
11.13 | ὡς δ’ ἐπὶ πλεῖον μάστιξι τὸν νεανίαν καταξήνας παντοίαις τε τιμωρησάμενος βασάνοις ἀπαράλλακτον τὴν ἔνστασιν τῶν | |
πρότερον αὐτῷ ῥηθέντων ἐγίνωσκεν, τὴν ἐπὶ θανάτῳ κατ’ | ||
5 | αὐτοῦ κεφαλικὴν ἐκφέρει ψῆφον. τοσαύτην μὲν οὖν τὰ κατὰ τοῦτον δραματουργίαν εἰλήχει· καὶ τοὺς λοιποὺς δὲ τοῖς παραπλησίοις ἄθλοις ἐγγυμνάσας τὸν ὅμοιον ἀπαλλάττει τρόπον. | |
11.14 | εἶτ’ ἀποκαμὼν διαγνούς τε εἰς μάτην τιμω‐ ρεῖσθαι τοὺς ἄνδρας, ἐπιθυμίας κόρον λαβών, ἐπὶ τοὺς ἀμφὶ τὸν Πάμφιλον μέτεισιν, ἀναδιδαχθείς τε ὡς ἤδη καὶ πρότερον διὰ βασάνων ἀμετάθετον ἐνεδείξαντο τὴν ὑπὲρ τῆς πίστεως | |
5 | προθυμίαν, ἀνερωτήσας εἰ ἄρα εἰς ἔτι κἂν νῦν πειθαρχοῖεν, δεξάμενός τε αὐτὸ μόνον παρ’ ἑνὸς ἑκάστου τὴν τελευταίαν αὐτῶν τῆς κατὰ τὸ μαρτύριον ὁμολογίας φωνήν, τὴν αὐτὴν τοῖς προτέροις ἐπάγει τιμωρίαν. | |
11.15 | τούτων ἐπὶ πέρας ἀχθέντων, μειράκιον τῆς οἰκετικῆς ὑπάρχον τοῦ Παμφίλου θεραπείας, οἷα γνησίᾳ ἀνατροφῇ καὶ παιδείᾳ τοῦ τηλικούτου συνησκημένον ἀνδρός, ὡς ἔγνω τὴν κατὰ τοῦ δεσπότου | |
5 | ψῆφον, ἀπὸ μέσης τῆς πληθύος ἀναβοᾷ, γῇ τὰ σώματα παραδοθῆναι ἀξιῶν. | |
11.16 | ὁ δ’ οὐκ ἄνθρωπος, ἀλλὰ θὴρ καὶ εἴ τι θηρὸς ἀγριώτερον, μήτε 〈τῆς αἰτήσεως τὸ εὔλογον ἀποδεξάμενος μήτε〉 τῷ τῆς ἡλικίας ἀπονείμας νέῳ συγγνώ‐ μην, αὐτὸ μόνον ὡς ἐρωτήσας ὁμολογοῦντα Χριστιανὸν | |
5 | ἔμαθεν, ὥσπερ ὑπό τινος τρωθεὶς βέλους, οἰδήσας τὸν θυμόν, ὅλῃ δυνάμει τοῖς βασανισταῖς χρῆσθαι κατ’ αὐτοῦ προστάττει· | |
11.17 | ὡς δ’ ἐπικελευομένου θύειν ἀνανεύοντα ἑώρα, οὐκέθ’ ὡς σάρκας ἀνθρώπου, ἀλλ’ ἢ λίθους ἢ ξύλα ἤ τι τῶν ἄλλων ἀψύχων ἄχρις αὐτῶν ὀστέων καὶ τῶν ἐν βάθει καὶ ἐν μυχοῖς σπλάγχνων παραμόνως καταξαίνεσθαι | |
5 | κελεύει. εἰς μακρὸν δὲ τούτου γινομένου, μάτην ἐγχειρεῖν διέγνω, ἀφώνου καὶ ἀνεπαισθήτου, μικροῦ δὲ δεῖν καὶ πάντῃ ἀψύχου τοῦ σώματος αὐτῷ ταῖς βασάνοις κατατριβομένου· | |
11.18 | παράμονον δὲ τὸ ἀνηλεὲς καὶ ἀπάνθρωπον κεκτημένος, εὐθὺς ὡς εἶχεν μακρῷ πυρὶ παραδοθῆναι αὐτὸν ἀποφαίνεται. καὶ οὗτος μὲν πρὸ τῆς τοῦ κατὰ σάρκα δεσπότου τελειώσεως, | |
ὕστατος ἐπὶ τὸν ἀγῶνα παρελθών, τὴν ἀπὸ τοῦ σώματος | ||
5 | ἀπαλλαγὴν προύλαβεν, ἔτι διαμελλόντων τῶν περὶ τοὺς προτέρους ἐσπουδακότων· | |
11.19 | ἦν δὲ ἄρα τὸν Πορφύριον ἰδεῖν ἱερονίκου διαθέσει πάμμαχον νενικηκότος κεκονιμένον μὲν τὸ σῶμα, φαιδρὸν δὲ τὸ πρόσωπον, θαρσαλέῳ φρονήματι καὶ γαύρῳ μετὰ τοσαῦτα τὴν ἐπὶ θανάτῳ βαδίζοντα καὶ | |
5 | θείου πνεύματος ὡς ἀληθῶς ἔμπλεων αὐτοῦ, [τε] φιλοσόφῳ σχήματι μόνῳ τῷ περὶ αὐτὸν ἀναβολαίῳ ἐξωμίδος τρόπον ἠμφιεσμένον νηφαλέῳ τε λογισμῷ περὶ ὧν ἐβούλετο, τοῖς γνωρίμοις ἐντελλόμενον καὶ διανεύοντα ἐπ’ αὐτῷ τε ἰκρίῳ τὸ πρόσωπον ἔτι φαιδρὸν διατηροῦντα, ἀλλὰ καὶ ἁφθείσης | |
10 | ἔξω ἀπὸ μακροῦ ἀποστήματος κύκλῳ περὶ αὐτὸν τῆς πυρᾶς, ἐνθένδε κἀκεῖθεν ἀφαρπάζοντα τῷ στόματι τὴν φλόγα γενναιότατά τε εἰς ἐσχάτην ἀναπνοὴν ἐγκαρτεροῦντα τῇ σιωπῇ μετὰ μίαν [τε] ἣν ἅμα καθαψαμένης αὐτοῦ τῆς | |
φλογὸς ἀπέρρηξε φωνήν, τὸν υἱὸν τοῦ θεοῦ Ἰησοῦν βοηθὸν | ||
15 | ἐπιβοώμενος. | |
11.20 | τοιοῦτος καὶ ὁ Πορφυρίου ἆθλος· τῆς δὲ κατ’ αὐτὸν τελειώσεως ἄγγελος τῷ Παμφίλῳ γενόμενος Σέλευκος, τῶν ἀπὸ στρατείας τις ὁμολογητής, οἷα τηλικαύτης ἀγγελίας διάκονος, τοῦ σὺν αὐτοῖς παραχρῆμα κλήρου | |
5 | καταξιοῦται. αὐτίκα γάρ τοι αὐτὸν διαγγείλαντα τὸ τοῦ Πορφυρίου τέλος τῶν τε μαρτύρων ἕνα δή τινα φιλήματι προσειπόντα ἐπιλαβόμενοι στρατιῶταί τινες ἄγουσιν ἐπὶ τὸν ἡγεμόνα· ὃ δὲ ὥσπερ ἐπισπέρχων αὐτὸν τῶν πρότερον συναπόδημον τῆς εἰς οὐρανοὺς γενέσθαι πορείας, αὐτίκα | |
10 | κεφαλικῇ τιμωρίᾳ κολασθῆναι προστάττει. | |
11.21 | οὗτος ἦν μὲν ἀπὸ τῆς Καππαδοκῶν γῆς, τῆς δ’ ἐν στρατείαις ἐπιλέκτου νεολαίας καὶ τῶν ἐν Ῥωμαϊκοῖς ἀξιώμασιν οὐ μικρᾶς τιμῆς ἐπειλημμένος· ἡλικίᾳ τε γὰρ καὶ ῥώμῃ σώματος μεγέθει τε | |
5 | καὶ ἰσχύϊ παρὰ πλεῖστον ὅσον τοὺς συστρατιώτας ἐπλεονέκτει, ὡς καὶ τὴν πρόσοψιν αὐτῷ περιβόητον τοῖς πᾶσιν εἶναι καὶ τὸ πᾶν εἶδος ἀξιάγαστον μεγέθους ἕνεκα καὶ εὐμορφίας. | |
11.22 | κατ’ ἀρχὰς μὲν οὖν τοῦ διωγμοῦ διὰ μαστίγων ὑπομονῆς | |
τοῖς κατὰ τὴν ὁμολογίαν διαπρέψας ἀγῶσιν, μετὰ δὲ τὴν τῆς στρατείας ἀπαλλαγὴν ζηλωτὴν ἑαυτὸν καταστήσας τῶν τῆς θεοσεβείας ἀσκητῶν, ὀρφανῶν ἐρήμων καὶ χηρῶν | ||
5 | ἀπεριστάτων τῶν τε ἐν πενίαις καὶ ἀσθενείαις ἀπερριμμένων ἐπίσκοπος ὥσπερ καὶ ἐπίκουρος πατρὸς καὶ κηδεμόνος δίκην ἀναπέφανται· ὅθεν δὴ εἰκότων πρὸς τοῦ τοῖς τοιοῖσδε μᾶλλον τῶν διὰ καπνοῦ καὶ αἵματος θυσιῶν χαίροντος θεοῦ τῆς κατὰ τὸ μαρτύριον παραδόξου κλήσεως ἠξιώθη. | |
11.23 | δέκατος οὗτος ἀθλητὴς ἐπὶ τοῖς δεδηλωμένοις ἐν μιᾷ καὶ τῇ αὐτῇ τετελείωτο ἡμέρᾳ, καθ’ ἥν, ὡς ἔοικεν, μεγίστης τῷ Παμφίλου μαρτυρίῳ ἐπαξίως τοῦ ἀνδρὸς διανοιχθείσης πύλης, εὐμαρὴς ἅμ’ αὐτῷ καὶ ἑτέροις ἡ πάροδος τῆς εἰς τὴν | |
5 | βασιλείαν τῶν οὐρανῶν εἰσόδου γεγένηται. | |
11.24 | κατ’ ἴχνη δῆτα τῷ Σελεύκῳ Θεόδουλος, σεμνός τις καὶ θεοσεβὴς | |
πρεσβύτης, τῆς ἡγεμονικῆς τυγχάνων οἰκετίας τετιμημένος τε παρὰ τῷ Φιρμιλιανῷ πλέον τῶν κατὰ τὸν οἶκον ἁπάντων, | ||
5 | τοῦτο μὲν τῆς ἡλικίας ἕνεκεν καὶ τῷ τριγενείας πατέρα καθεστάναι, τοῦτο δὲ δι’ ἣν ἔσῳζεν περὶ αὐτοὺς εὔνοιαν καὶ πιστοτάτην συνείδησιν, τὸ παραπλήσιον τῷ Σελεύκῳ διαπραξάμενος, προσαχθεὶς τῷ δεσπότῃ καὶ μᾶλλον αὐτὸν τῶν πρότερον ὀξύνας, ταὐτὸν τοῦ σωτηρίου μαρτύριον | |
10 | πάθους σταυρῷ παραδοθεὶς κατεδέξατο. | |
11.25 | ἐπὶ τούτοις ἑνὸς ἔτι λείποντος, ὃς τὸν δωδέκατον ἀποπλήσοι τοῖς δηλουμένοις μάρτυσιν ἀριθμόν, Ἰουλιανὸς παρῆν τοῦτον ἀποπληρώσων. ἐξ ἀποδημίας γέ τοι ἀφικόμενος αὐτίκα | |
5 | καὶ μηδ’ εἰσβαλών πω τῇ πόλει, εὐθὺς ὡς εἶχεν ἀπὸ τῆς ὁδοῦ, μαθὼν καὶ ὁρμήσας ἐπὶ τὴν τῶν μαρτύρων θέαν, ὡς ἐπὶ γῆς χαμαὶ τὰ τῶν ἁγίων εἶδεν σκηνώματα, χαρᾶς ἔμπλεως | |
γεγονώς, ἑκάστῳ περιπλακείς, τοὺς πάντας ἠσπάζετο. | ||
11.26 | τοῦτο ποιοῦντα συλλαβόντες αὖθις οἱ τῶν φόνων διάκονοι προσάγουσι τῷ Φιρμιλιανῷ, ἀκόλουθα δ’ αὑτῷ ἐπιτελῶν μακρῷ καὶ τοῦτον πυρὶ παραδίδωσιν. οὕτω δῆτα καὶ Ἰουλιανὸς σκιρτῶν καὶ ὑπεραλλόμενος μεγάλῃ τε φωνῇ | |
5 | τῷ τηλικούτων αὐτὸν ἀξιώσαντι κυρίῳ ὑπερευχαριστῶν, τοῦ τῶν μαρτύρων κατηξιώθη στεφάνου. | |
11.27 | ἦν δὲ καὶ οὗτος τὸ μὲν κατὰ σάρκα γένος Καππαδοκῶν, τὸν δὲ τρόπον εὐλαβέστατος καὶ πιστότατος καὶ γνησιώτατος σπουδαῖός τε τὰ ἄλλα πάντα καὶ πνέων αὐτοῦ ἁγίου πνεύματος. τοιοῦτο | |
5 | τῆς συνοδίας τὸ στῖφος τῶν ἅμα Παμφίλῳ συνεισελθεῖν ἐπὶ τὸ μαρτύριον ἀξιωθέντων. | |
11.28 | τούτων ἐπὶ τέσσαρας ἡμέρας τοσαύτας τε νύκτας ἐκ προστάξεως τοῦ δυσσεβοῦς ἡγουμένου τὰ ἱερὰ καὶ ὄντως ἅγια σώματα εἰς βορὰν τοῖς σαρκοβόροις ἐτηρεῖτο· ὡς δ’ οὐδὲν αὐτοῖς παραδόξως, οὐ θηρίον, οὐ πτηνόν, | |
5 | οὐ κύων προσεπέλαζεν, αὖθις ἐξ οἰκονομίας τῆς τοῦ θεοῦ | |
προνοίας ἀβλαβῆ ληφθέντα τῆς τε προσηκούσης κηδείας λαχόντα, τῇ συνήθει παρεδόθη ταφῇ. | ||
11.29 | ἔτι δὲ τῆς κατὰ τούτους κινήσεως ἀνὰ στόμα τοῖς πᾶσι λαλουμένης, Ἀδριανὸς καὶ Εὔβουλος ἀπὸ Βαταναίας οὕτω καλουμένης χώρας ὡς τοὺς λοιποὺς ὁμολογητὰς εἰς τὴν Καισάρειαν ἀφικόμενοι, | |
5 | πρὸς τῇ πύλῃ καὶ αὐτοὶ δι’ ἣν ἐληλύθασιν ἀνεκρίνοντο αἰτίαν· εἶτα ὁμολογήσαντες τἀληθές, τῷ Φιρμιλιανῷ προσάγονται. ὃ δ’ ὡς εἶχεν, πάλιν μηδὲν ὑπερθέμενος, μετὰ πλείστας βασάνους ἃς κατὰ τῶν πλευρῶν αὐτοῖς ἐπιτέθεικεν, θηρίων αὐτοὺς βορᾷ κατακρίνει. | |
11.30 | δυεῖν δὴ οὖν μεταξὺ διελθουσῶν ἡμερῶν, ὁ μὲν Ἀδριανὸς Δύστρου πέμπτῃ μηνός, πρὸ τριῶν Νώνων Μαρτίων, γενεθλίων τῆς κατὰ Καισάρειαν νομιζομένης Τύχης ἡμέρᾳ, λέοντι παραβληθεὶς καὶ μετὰ | |
5 | τοῦτον ξίφει κατασφαγεὶς ἐτελειώθη· ὁ δὲ Εὔβουλος μεθ’ ἑτέραν μέσην, Νώναις αὐταῖς, ἣ γένοιτ’ ἂν ἑβδόμη Δύστρου, πολλὰ λιπαρήσαντος αὐτὸν τοῦ δικαστοῦ ὡς ἂν θύσας τῆς νομιζομένης παρ’ αὐτῶν ἐλευθερίας τύχοι, τῆς προσκαίρου ζωῆς τὸν ὑπὲρ εὐσεβείας εὐκλεῆ προτιμήσας θάνατον, μετὰ | |
10 | τοὺς θῆρας ὁμοίως τῷ προτέρῳ θῦμα γενόμενος, ὕστατος τῶν ἐπὶ τῆς Καισαρείας μαρτύρων τοὺς ἄθλους ἐπεσφρα‐ γίσατο. | |
11.31 | μνημονεῦσαι δ’ ἔτι ἄξιον ἐνταῦθα τοῦ λόγου ὡς ἄρα οὐκ εἰς μακρὸν τῆς οὐρανίου προνοίας τοὺς δυσσεβεῖς ἄρχοντας αὐτοῖς τυράννοις μετελθούσης, ὁ τὰ τοσαῦτα κατὰ τῶν τοῦ Χριστοῦ μαρτύρων παροινήσας, αὐτὸς δὴ ὁ Φιρμι‐ | |
5 | λιανός, μετὰ τῶν ἄλλων ἐσχάτην ὑπομείνας τιμωρίαν ξίφει τὴν ζωὴν καταστρέφει. καὶ τὰ μὲν κατὰ Καισάρειαν ἐφ’ ὅλοις τοῖς τοῦ διωγμοῦ χρόνοις ἐπιτελεσθέντα μαρτύρια | |
τοιαῦτα· | ||
12.1 | Ὅσα δ’ ἐπὶ τούτοις κατὰ τὸν ἐν μέσῳ χρόνον ἐπιτελε‐ σθῆναι συμβέβηκεν κατά τε τοὺς τῶν ἐκκλησιῶν προεστῶτας, ὡς ἀντὶ ποιμένων τῶν λογικῶν τοῦ Χριστοῦ προβάτων, ὧν οὐκ ἐνθέσμως προύστησαν, καμήλων, ἀλόγου καὶ τῇ τοῦ | |
5 | σώματος φύσει σκολιωτάτου ζῴου, φροντιστὰς αὐτοὺς ὥσπερ εἰ τούτων ἀξίους ἡ θεία κατακρίνασα δίκη προεστή‐ σατο, ὅπως τε βασιλικῶν ἵππων ἐνόχους παραστάσει κατεδίκασεν, ὅσα τε τῶν ἱερῶν σκευῶν τῶν 〈τ’〉 ἐκκλησια‐ στικῶν ἕνεκα κειμηλίων οἱ αὐτοὶ πρὸς τῶν κατὰ καιροὺς | |
10 | βασιλικῶν ἐπιτρόπων τε καὶ ἀρχόντων ἐν ὕβρεσι καὶ ἀτιμίαις καὶ βασάνοις ἀνατετλήκασι, τάς τε ἐπὶ τούτοις τῶν πολλῶν φιλαρχίας ἀκρίτους τε καὶ ἐκθέσμους χειροτονίας καὶ τὰ ἐν αὐτοῖς ὁμολογηταῖς σχίσματα, ὅσα τε οἱ νέοι στασιώδεις κατὰ τῶν τῆς ἐκκλησίας λειψάνων διὰ σπουδῆς ἐμηχανήσαντο, | |
15 | καινότερα καινοῖς ἐπινεωτερίζοντες καὶ ἀφειδῶς ταῖς τοῦ διωγμοῦ συμφοραῖς ἐπεντρίβοντες καὶ κακὰ κακοῖς ἐπιτει‐ χίζοντες, ταῦτα πάντα παρήσειν μοι δοκῶ, ἀνοίκειον ἐμαυτῷ κρίνας παραιτουμένῳ τε καὶ ἀποφεύγοντι, ὡς δ’ οὖν καὶ | |
ἀρχομένῳ μοι εἴρηται, τὴν περὶ τούτων διήγησιν, ἀλλὰ γὰρ | ||
20 | ὅσα σεμνὰ καὶ εὔφημα κατὰ τὸν ἱερὸν λόγον καὶ εἴ τις ἀρετὴ καὶ ἔπαινος, ταῦτα λέγειν τε καὶ γράφειν καὶ πισταῖς ἀκοαῖς παρέχεσθαι οἰκειότατον ἡγούμενος τῇ τῶν θαυμαστῶν μαρτύρων ἱστορίᾳ. καὶ τῇ μετὰ ταύτην οὐρανόθεν ἡμῖν ἐπιφανείσῃ εἰρήνῃ κοσμήσειν μοι δοκῶ τοῦ παντὸς λόγου | |
25 | τὴν περιγραφήν. | |
13.1 | Ἕβδομον ἔτος τοῦ καθ’ ἡμῶν ἀγῶνος ἠνύετο, καί πως ἠρέμα τῶν καθ’ ἡμᾶς ἡσυχῇ τὸ ἀπερίεργον εἰληφότων εἰς ὄγδοόν τε διαγενομένων ἔτος, ἀμφὶ τὰ ἐν Παλαιστίνῃ χαλκοῦ μέταλλα οὐκ ὀλίγης ὁμολογητῶν συγκεκροτημένης | |
5 | πληθύος πολλῇ τε τῇ παρρησίᾳ χρωμένων, ὡς καὶ οἴκους εἰς ἐκκλησίας δείμασθαι, ὁ τῆς ἐπαρχίας ἄρχων, δεινός τις ὢν καὶ πονηρὸς καὶ οἷον αὐτὸν τὰ κατὰ τῶν μαρτύρων δρασθέντα συνέστησεν, ἐπιδημήσας αὐτόθι καὶ τὴν τῶν ἐκεῖσε διαγωγὴν πυθόμενος, βασιλεῖ κοινοῦται, ὅσα δοκεῖν, | |
10 | εἰς διαβολὴν καταγράφων, | |
13.2 | εἶτ’ ἐπιστὰς ὁ τοῖς μετάλλοις ἐπιτεταγμένος, ὡς ἂν ἐκ βασιλικοῦ νεύματος διελὼν τὴν τῶν ὁμολογητῶν πληθύν, τοῖς μὲν Κύπρον, τοῖς δὲ τὸν Λίβανον οἰκεῖν ἔνειμεν, ἄλλους τε ἄλλαις κατὰ Παλαιστίνην | |
5 | χώραις κατασπείρας, τοὺς πάντας διαφόροις πονεῖσθαί τισιν ἔργοις ἐπικελεύεται. | |
13.3 | εἶτα τέσσαρας τοὺς μάλιστα δοκοῦντας αὐτῶν κορυφαίους ἐπιλεξάμενος ἐπὶ τὸν ἐφεστῶτα τοῖς αὐτόθι στρατεύμασι παραπέμπεται· Πηλεὺς ἦν καὶ | |
Νεῖλος, ἐπίσκοποι Αἰγυπτίων, καὶ πρεσβύτερος ἄλλος, καὶ | ||
5 | ἐπὶ τούτοις ὁ τοῖς πᾶσι διὰ τὴν περὶ πάντας σπουδὴν γνωρι‐ μώτατος Πατερμούθιος· οὓς ὁ στρατοπεδάρχης, ἄρνησιν τῆς θεοσεβείας αἰτήσας καὶ μὴ τυχών, τῇ διὰ πυρὸς τελειώσει παραδίδωσιν. | |
13.4 | ἄλλοι δ’ αὖ πάλιν ἐτύγχανον ἐκεῖσε ἐφ’ ἑαυτοῖς ἰδίαν χώραν οἰκεῖν λαχόντες, ὅσοι τῶν ὁμολογητῶν ἤτοι διὰ γῆρας ἢ διὰ πηρώσεις ἢ ἄλλας σωμάτων ἀσθενείας τῆς ἐν τοῖς ἔργοις ἀπολέλυντο λειτουργίας· ὧν ἡγεῖτο ἐκ | |
5 | τῆς Γαζαίων ἐπίσκοπος ὁρμώμενος Σιλβανός, εὐλαβές τι χρῆμα καὶ γνήσιον ὑπόδειγμα Χριστιανισμοῦ φέρων. | |
13.5 | οὗτος δή, ὡς εἰπεῖν, ἀπὸ τῆς πρώτης ἡμέρας τοῦ διωγμοῦ καὶ διὰ παντὸς τοῦ χρόνου παντοίοις ἀγῶσιν ὁμολογιῶν διαπρέψας, εἰς ἐκεῖνο τοῦ καιροῦ τετήρητο, ὡς ἂν ὕστατον γένοιτο παντὸς τοῦ κατὰ Παλαιστίνην ἀγῶνος ἐπισφράγισμα. | |
13.6 | τούτῳ δὲ καὶ τῶν ἀπ’ Αἰγύπτου συνῆσαν πλείους, ἐν οἷς ἦν καὶ Ἰωάννης, ὃς τῇ περὶ μνήμας ἀρετῇ τοὺς καθ’ ἡμᾶς ὑπερεβάλετο πάντας. τῶν μὲν οὖν ὄψεων καὶ πρότερον οὗτος ἐστέρητο, ὅμως δὲ καὶ ἐφ’ αἷς διέπρεψεν ὁμολογίαις, ὁμοίως | |
5 | τοῖς ἄλλοις καυτῆρσιν ἀφανισθεὶς τὸν πόδα, κατὰ τῆς μὴ ἐνεργούσης ὁράσεως τὸν αὐτὸν τοῦ πυρὸς καυτῆρα εἰλήφει, τῶν δημίων ἐπὶ τὸ ἀνηλεὲς καὶ ἀσυμπαθὲς τὸ τοῦ τρόπου ὠμὸν καὶ ἀπάνθρωπον ἐπιτεινόντων. | |
13.7 | τοιοῦτον δὴ ὄντα ἤθους μὲν καὶ βίου φιλοσόφου τί ἄν τις ἀποθαυμάσειεν, οὐχ οὕτως ἀναφανέντος παραδόξου, ὅσον τῆς ἐν μνήμαις ἀρετῆς, ὅλας βίβλους τῶν θείων γραφῶν οὐκ ἐν πλαξὶ λιθίναις ᾗ | |
5 | φησιν ὁ θεῖος ἀπόστολος, ἀλλ’ οὐδὲ ἐν ζῴων δοραῖς ἢ χάρταις ὑπὸ σητῶν καὶ χρόνου διαφθειρομένοις, ἀλλ’ ἐν πλαξὶν ὡς ἀληθῶς καρδίας σαρκίναις ψυχῇ τε διαυγεῖ καὶ καθαρωτάτῳ διανοίας ὄμματι καταγεγραμμένου, ὡς | |
προφέρειν γε, ὅτε καὶ βούλοιτο, διὰ στόματος ὥσπερ ἀπό | ||
10 | τινος λόγων θησαυροῦ τοτὲ μὲν νομικὴν καὶ προφητικὴν γραφήν, τοτὲ δὲ ἱστορικήν, εὐαγγελικήν τε ἄλλοτε καὶ ἀποστολικήν. | |
13.8 | καταπλαγῆναί ποτε αὐτὸς ὁμολογῶ πρῶτον τὸν ἄνδρα θεασάμενος μέσον ἱκανοῦ πλήθους ἐκκλησίας ἑστῶτα καί τινα μέρη θείας γραφῆς διεξιόντα. ἕως μὲν γὰρ φωνῆς αὐτὸ μόνον ἐπακροᾶσθαί μοι παρῆν, | |
5 | ἀναγινώσκειν, οἷα δὴ ἔθος ἐν ταῖς συνόδοις, τινὰ ἡγούμην· ὡς δὲ ἄγχιστα γενόμενος τὸ πραττόμενον συνεῖδον, τοὺς μὲν ἄλλους ἅπαντας ὑγιέσιν ὀφθαλμοῖς ἐν κύκλῳ περιεστῶτας, τοῦτον δὲ μόνοις τοῖς τῆς διανοίας χρώμενον καὶ ἀτεχνῶς οἷά τινα προφήτην ἀποφθεγγόμενον παρὰ πολύ τε πλεονεκ‐ | |
10 | τοῦντα τοὺς τὸ σῶμα ἐρρωμένους, οὐδ’ ὅπως οὖν δοξάζειν τὸν θεὸν καὶ ἀποθαυμάζειν οἷός τε ἦν, σαφές τε πεῖσμα καὶ βέβαιον αὐτοῖς ἔργοις ἐδόκουν μοι ὁρᾶν, ὅτι δὴ μόνος κατ’ ἀλήθειαν οὐχ ὁ ἐν τῷ προφανεῖ σώματι νενομισμένος πέφυκεν ἄνθρωπος, ἀλλ’ ὁ κατὰ ψυχὴν καὶ διάνοιαν, ὃς καὶ τοῦ | |
15 | σώματος λελωβημένου μείζονα τὴν ἀρετὴν τῆς καθ’ αὑτὸν δυνάμεως ἐπεδείκνυτο. | |
13.9 | ἀλλὰ γὰρ τοὺς δεδηλωμένους κατὰ τὸν ἀποκριθέντα τόπον διατρίβοντας τά τε συνήθη ἐν ἀσιτίαις καὶ προσευχαῖς καὶ ταῖς λοιπαῖς ἀποτελοῦντας ἀσκήσεσιν, θεὸς μέν, θεὸς αὐτὸς τῆς σωτηρίου τελειώσεως | |
5 | τυχεῖν ἠξίου, δεξιὰν αὐτοῖς ἐπήκοον παρέχων, ὁ δὲ πολέμιος ἐχθρός, ἅτε σχολαίτατα κατ’ αὐτοῦ διὰ τῶν πρὸς θεὸν εὐχῶν ὁπλιζομένους μηκέθ’ οἷός τε φέρειν, κτείνειν καὶ μεταίρειν ἀπὸ γῆς ὡς ἂν ἐνοχλοῦντας ἐνόμιζεν. | |
13.10 | θεὸς δὲ αὐτῷ καὶ τοῦτο πράττειν ἐγχειροῦντι συνεχώρει, ὡς ὁμοῦ γε αὐτὸς τῆς αὐτοῦ κατὰ προαίρεσιν μὴ εἴργοιτο πονηρίας ἐκεῖνοί τε τῶν πολυτρόπων ἀγώνων ἤδη ποτὲ | |
5 | ἀπολάβοιεν τὰ βραβεῖα. ταύτῃ οὖν ἑνὸς δέοντες τὸν ἀριθμὸν τεσσαράκοντα νεύματι τοῦ παναγεστάτου Μαξιμίνου ἐν ἡμέρᾳ μιᾷ τὰς κεφαλὰς ἀποτέμνονται. | |
13.11 | Ταῦτα μὲν οὖν τὰ κατὰ Παλαιστίνην ἐν ὅλοις ἔτεσιν ὀκτὼ συμπερανθέντα μαρτύρια καὶ τοιοῦτος ὁ καθ’ ἡμᾶς διωγμός, ἀρξάμενος μὲν ἀπὸ τῆς τῶν ἐκκλησιῶν καθαι‐ ρέσεως, εἰς μέγα δὲ προκόψας ἐν ταῖς κατὰ χρόνους τῶν | |
5 | ἀρχόντων ἐπαναστάσεσιν, ἐν αἷς πολύτροποι καὶ πολυειδεῖς τῶν ὑπὲρ εὐσεβείας ἠθληκότων ἀγῶνες ἀνήριθμόν τι πλῆθος μαρτύρων κατὰ πᾶσαν ἐπαρχίαν συνεστήσαντο ἐν τοῖς ἀπὸ Λιβύης καὶ δι’ ὅλης Αἰγύπτου Συρίας τε καὶ τῶν ἀπ’ ἀνατολῆς καὶ κύκλῳ μέχρι τῶν κατὰ τὸ Ἰλλυρικὸν | |
10 | κλίμα παρατείνουσιν. | |
13.12 | τὰ γάρ τοι ἐπέκεινα τῶν δεδηλω‐ μένων, Ἰταλία πᾶσα καὶ Σικελία Γαλλία τε καὶ ὅσα κατὰ δυόμενον ἥλιον ἐπὶ Σπανίαν Μαυριτανίαν τε καὶ Ἀφρικήν, οὐδ’ ὅλοις ἔτεσιν δυσὶ τοῖς πρώτοις τοῦ διωγμοῦ τὸν πόλεμον | |
5 | ὑπομείναντα, ταχίστης ἠξιώθησαν ἐπισκοπῆς τε θεοῦ καὶ εἰρήνης, τῆς οὐρανίου προνοίας φειδὼ τῆς τῶν ἀνδρῶν ἁπλότητος καὶ πίστεως ποιουμένης. | |
13.13 | ὃ γοῦν μηδὲ ἱστόρηται ἐν τοῖς ἀνέκαθεν τῆς Ῥωμαίων ἀρχῆς, τοῦτο νῦν πρῶτον καθ’ ἡμᾶς παρὰ πᾶσαν γέγονεν ἐλπίδα· διαιρεῖται μὲν γὰρ ἐπὶ τῷ καθ’ ἡμᾶς διωγμῷ διχῇ τὰ τῆς βασιλείας, | |
5 | εἰρήνης δ’ ἀπολαύουσιν οἱ ἐν θατέρῳ μέρει τῷ προδεδηλω‐ | |
μένῳ κατοικοῦντες ἀδελφοί, τῶν ἀνὰ τὴν ἄλλην οἰκουμένην μυρίους ἐπὶ μυρίοις ἀγῶνας ὑπομεινάντων. | ||
13.14 | ἀλλὰ γὰρ ὅτε καὶ τὴν καθ’ ἡμᾶς ἐπισκοπὴν εὐμενῆ καὶ ἵλεω ἡ θεία καὶ οὐράνιος χάρις ἐνεδείκνυτο, τότε δῆτα καὶ οἱ καθ’ ἡμᾶς ἄρχοντες, αὐτοὶ δὴ ἐκεῖνοι δι’ ὧν πάλαι τὰ τῶν καθ’ ἡμᾶς | |
5 | ἐνηργεῖτο πολέμων, παραδοξοτάτῳ γνώμῃ μεταβαλλόμενοι παλινῳδίαν ᾖδον, χρηστοῖς περὶ ἡμῶν προγράμμασιν καὶ ἡμέροις διατάγμασιν τὴν καθ’ ἡμῶν πυρκαϊὰν ἀποσβεννύντες· | |
ἀναγραπτέα δὴ καὶ ἡ παλινῳδία. |