TLG 2017 084 :: GREGORIUS NYSSENUS :: De pythonissa ad Theodosium episcopum

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

De pythonissa ad Theodosium episcopum

Source: Horner, H. (ed.), Gregorii Nysseni opera, vol. 3.2. Leiden: Brill, 1986: 101–108.

Citation: Page — (line)

101

(1t)

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ
2tΕΠΙΣΤΟΛΗ ΔΙΑ ΤΗΝ ΕΓΓΑΣΤΡΙΜΨΘΟΝ ΠΡΟΣ
3tΘΕΟΔΟΣΙΟΝ ΕΠΙΣΚΟΠΟΝ
4Ὁ εἰπὼν τοῖς ἑαυτοῦ μαθηταῖς Ζητεῖτε καὶ εὑρήσετε,
5δώσει πάντως καὶ τὴν πρὸς τὸ εὑρεῖν δύναμιν τοῖς φιλομαθῶς κατὰ τὴν ἐντολὴν τοῦ κυρίου διερευνωμένοις καὶ ἀναζητοῦσι τὰ κεκρυμμένα μυστήρια· ἀψευδὴς γὰρ ὁ ἐπαγγειλάμενος, ὑπὲρ τὴν αἴτησιν ἐπιδαψιλευόμενος τῇ μεγαλοδωρεᾷ τῶν χαρισμάτων. οὐκοῦν Πρόσεχε τῇ ἀναγνώσει, τέκνον Τιμόθεε·
10πρέπειν γὰρ οἶμαι τῇ τοῦ μεγάλου Παύλου φωνῇ πρὸς τὴν σὴν ἀγαθότητα χρήσασθαι καὶ Δώῃ σοι κύριος σύνεσιν ἐν πᾶσιν, ὥστε σε πλουτισθῆναι Ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. νῦν δὲ περὶ ὧν ἐπέταξας· ὅσαπερ ἂν ὁ κύριος ὑποβάλῃ, δι’ ὀλίγων ὑπηρετήσασθαί σου τῇ προθυμίᾳ καλῶς ἔχειν ἐδοκίμασα, ὡς
15ἂν διὰ τούτων μάθοις ὅτι χρὴ δι’ ἀγάπης ἀλλήλοις δουλεύειν ἡμᾶς ἐν τῷ ποιεῖν τὰ ἀλλήλων θελήματα. Πρῶτον τοίνυν ἐπειδὴ καὶ τῶν λοιπῶν ἦν κεφαλαίων προ‐
τεταγμένον τὸ περὶ τοῦ Σαμουὴλ ἐπιζητούμενον νόημα, διὰ101

102

βραχέων ὡς ἔστι δυνατὸν θεοῦ διδόντος ἐκθήσομαι. ἤρεσέ τισι τῶν πρὸ ἡμῶν ἀληθῆ νομίσαι τῆς γοητίδος ἐκείνης τὴν ἐπὶ τοῦ Σαμουὴλ ψυχαγωγίαν καί τινα λόγον τοιοῦτον εἰς συν‐ ηγορίαν τῆς ὑπολήψεως αὐτῶν ταύτης παρέσχοντο, ὅτι λυπου‐
5μένου τοῦ Σαμουὴλ ἐπὶ τῇ ἀποβολῇ τοῦ Σαοὺλ καὶ πάντοτε τοῦτο τῷ κυρίῳ προσφέροντος τὸ “ὅ τι θέλεις, τὴν ἐκ τῶν ἐγγαστριμύθων γινομένην γοητείαν ἐπὶ ἀπάτῃ τῶν ἀνθρώ‐ πων ἐξεκάθαρεν ἐκ τοῦ λαοῦ Σαούλ,” καὶ διὰ τοῦτο δυσανασχετοῦντος τοῦ προφήτου ἐπὶ τῷ μὴ θελῆσαι τὸν
10κύριον διαλλαγῆναι τῷ ἀποβλήτῳ, συγχωρῆσαί φασι τὸν θεὸν ἀναχθῆναι τὴν τοῦ προφήτου ψυχὴν διὰ τῆς τοιαύτης μαγγανείας, ἵνα ἴδῃ ὁ Σαμουήλ, ὅτι ψευδῆ ὑπὲρ αὐτοῦ τῷ θεῷ προετείνετο, λέγων αὐτὸν πολέμιον εἶναι ταῖς ἐγγαστριμύθοις τὸν τηνικαῦτα διὰ τῆς αὐτῶν γοητείας τὴν
15ἄνοδον τῆς ψυχῆς αὐτοῦ μαντεύσαντα. ἐγὼ δὲ πρὸς τὸ εὐαγ‐ γελικὸν χάσμα βλέπων, ὃ διὰ μέσου τῶν κακῶν τε καὶ ἀγαθῶν ἐστηρίχθαι φησὶν ὁ πατριάρχης, μᾶλλον δὲ ὁ τοῦ
πατριάρχου κύριος, ὡς ἀμήχανον εἶναι τοῖς τε κατακρίτοις ἐπὶ102

103

τὴν τῶν δικαίων ἄνεσιν διαβῆναι καὶ τοῖς ἁγίοις πρὸς τὸν τῶν πονηρῶν χορὸν διαπερᾶσαι, οὐ δέχομαι ἀληθεῖς εἶναι τὰς τοιαύτας ὑπολήψεις, διδαχθεὶς μόνον ἀληθὲς εἶναι πιστεύειν τὸ εὐαγγέλιον. ἐπειδὴ τοίνυν μέγας ἐν ἁγίοις ὁ Σαμουήλ,
5πονηρὸν δὲ κτῆμα ἡ γοητεία, οὐ πείθομαι, ὅτι ἐν τοσούτῳ τῆς ἰδίας ἀναπαύσεως ὁ Σαμουὴλ καταστὰς τὸ ἀδιόδευτον ἐκεῖνο χάσμα πρὸς τοὺς ἀσεβοῦντας διήρχετο οὔτε ἑκὼν οὔτε ἄκων. ἄκων μὲν οὖν οὐκ ἂν ἔτι ὑπέμεινε τῷ μὴ δύνασθαι τὸ δαιμόνιον διαβῆναι τὸ χάσμα καὶ ἐν τῷ χορῷ τῶν ὁσίων
10γενόμενον μετακινῆσαι τὸν ἅγιον, ἑκὼν δὲ οὐκ ἂν τοῦτο ἐποίησε τῷ μήτε βούλεσθαι ἐπιμιχθῆναι τοῖς κακοῖς μήτε δύνασθαι· τῷ γὰρ ἐν ἀγαθοῖς ὄντι ἀβούλητον ἀπὸ τῶν ἐν οἷς ἐστιν ἡ πρὸς τὰ ἐναντία μετάστασις· εἰ δέ τις καὶ βούλεσθαι δοίη, ἀλλ’ ἡ τοῦ χάσματος φύσις οὐκ ἐπιτρέπει τὴν πάροδον.
15 Τί οὖν ἐστίν, ὃ περὶ τούτων ἡμεῖς λογιζόμεθα; ἐχθρὸς τῆς ἀνθρωπίνης φύσεώς ἐστιν ὁ κοινὸς πάντων πολέμιος, ᾧ πᾶσά ἐστιν ἐπίνοια καὶ σπουδὴ εἰς αὐτὰ τὰ καίρια βλάπτειν τὸν ἄνθρωπον. τίς δὲ τοιαύτη καιρία κατὰ τῶν ἀνθρώπων ἄλλη πληγὴ ὡς τὸ ἀποβληθῆναι ἀπὸ τοῦ θεοῦ τοῦ ζωοποιοῦντος
20καὶ πρὸς τὴν ἀπώλειαν τοῦ θανάτου ἑκουσίως αὐτομολῆσαι; ἐπειδὴ τοίνυν σπουδή τίς ἐστι κατὰ τὸν βίον τοῖς φιλο‐ σωμάτοις γνῶσίν τινα τῶν μελλόντων ἔχειν, δι’ ἧς ἐλπί‐ ζουσιν ἢ τῶν κακῶν ἀποφυγὴν ἢ πρὸς τὰ καταθύμια χειραγωγίαν, τούτου χάριν, ὡς ἂν μὴ πρὸς τὸν θεὸν οἱ ἄνθρω‐
25ποι βλέποιεν, πολλοὺς τρόπους τῆς τοῦ μέλλοντος γνώσεως ἡ ἀπατηλὴ τῶν δαιμόνων ἐτεχνάσατο φύσις, οἰωνοσκοπίας, συμβολομαντείας, χρηστήρια, ἡπατοσκοπίας, νεκυίας, ἐν‐
θουσιασμούς, κατοκωχάς, ἐμπνεύσεις καὶ ἄλλα τοιαῦτα103

104

πολλά. καὶ ὅπερ ἄν τις εἶδος προγνώσεως ἔκ τινος ἀπάτης ἀληθὲς εἶναι νομίσῃ, ἐν ἐκείνῳ τὸ ἀπατηλὸν δαιμόνιον παραφαίνεται εἰς δικαίωσιν τῆς ἠπατημένης ὑπολήψεως τοῦ πεπλανημένου. οὕτως καὶ τὴν τοῦ ἀετοῦ πτῆσιν πρὸς τὴν τοῦ
5παρατετηρηκότος ἐλπίδα συνδραμεῖν παρασκευάζει ὁ δαίμων καὶ τοῦ ἥπατος τὸν παλμὸν καὶ τὴν ἐκ τοῦ φυσώδους γινομένην τῶν μηνίγγων παραφορὰν καὶ τῶν ὀμμάτων παραστροφήν· καὶ ἕκαστον κατὰ τὴν σημειωθεῖσαν ἐκ τῆς ἀπάτης παρατήρησιν ἡ τοῦ δαίμονος πανουργία προδείκνυσι
10τοῖς ἀπατωμένοις, ὥστε ἀποστάντας τοὺς ἀνθρώπους τοῦ θεοῦ προσέχειν τῇ θεραπείᾳ τῶν δαιμόνων, δι’ ὧν ἐνεργεῖσθαι τὰ τοιαῦτα πιστεύουσιν. Ἓν τοίνυν ἀπάτης εἶδος ἦν καὶ τὸ τῶν ἐγγαστριμύθων, ὧν ἡ μαγγανεία ἐπιστεύετο δύνασθαι τὰς τῶν κατοιχομένων
15ψυχὰς πάλιν πρὸς τὸν ἄνω βίον ἐφέλκεσθαι. τοῦ τοίνυν Σαοὺλ ἐν ἀπογνώσει τῆς σωτηρίας γεγονότος διὰ τὸ πανστρατιᾷ συγκεκινῆσθαι κατ’ αὐτοῦ πᾶν τὸ ἀλλόφυλον καὶ ἐπὶ ταύτην ἐλθόντος τὴν ἐπίνοιαν, ὥστε τὸν Σαμουὴλ αὐτῷ τρόπον ὑποθέσθαι τινὰ σωτηρίας, τὸ παραμένον τῇ ἐγγαστριμύθῳ
20δαιμόνιον, δι’ οὖ ἠπατᾶτο ἐκ συνηθείας τὸ γύναιον, εἰς διαφόρους μορφὰς σκιοειδῶς ἐν τοῖς ὀφθαλμοῖς τοῦ γυναίου ἐσχηματίζετο, οὐδενὸς τῷ Σαοὺλ προφαινομένου ὧν καθεώρα τὸ γύναιον. ὡς γὰρ ἥψατο τῆς γοητείας καὶ ἤδη τῷ γυναίῳ ἦν ἐν ὀφθαλμοῖς τὰ φαντάσματα, πίστιν τοῦ ἀληθῆ τὰ φαινόμενα
25εἶναι ταύτην ὁ δαίμων ἐμηχανήσατο τὸ πρῶτον αὐτὸν104

105

κεκρυμμένον ἐν τῷ εἴδει τοῦ προσχήματος διασαφῆσαι, δι’ οὖ μᾶλλον ὁ Σαοὺλ κατεπλάγη, ὡς οὐδὲν ἔτι τῆς γυναικὸς σφαλησομένης τῷ τὸ ἰδιωτικὸν σχῆμα τὴν γοητικὴν δύναμιν μὴ ἀγνοῆσαι. εἰπούσης τοίνυν αὐτῆς Θεοὺς ἑωρακέναι
5ἀναβαίνοντας καὶ ἄνθρωπον ὄρθιον ἐν διπλοΐδι, πῶς στήσουσι τὸ καθ’ ἱστορίαν οἱ δοῦλοι τοῦ γράμματος; εἰ γὰρ ἀληθῶς ὁ Σαμουήλ ἐστιν ὁ ὀφθείς, οὐκοῦν κατ’ ἀλήθειαν καὶ θεοί εἰσιν οἱ ὀφθέντες παρὰ τῆς φαρμακίδος· θεοὺς δὲ ἡ γραφὴ τὰ δαιμόνια λέγει· Πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. ἆρ’
10οὖν μετὰ τῶν δαιμόνων καὶ ἡ ψυχὴ τοῦ Σαμουήλ; μὴ γένοιτο. ἀλλὰ τὸ πάντοτε ὑπακοῦον τῇ φαρμακίδι δαιμόνιον παρέλαβε καὶ ἄλλα πνεύματα πρὸς ἀπάτην αὐτῆς τε τῆς γυναικὸς καὶ τοῦ δι’ ἐκείνης ἀπατωμένου Σαοὺλ καὶ τὰ μὲν δαιμόνια θεοὺς νομίζεσθαι παρὰ τῆς ἐγγαστριμύθου ἐποίησεν, αὐτὸ δὲ
15πρὸς τὸ ἐπιζητούμενον εἶδος ἐσχηματίσθη καὶ τὰς ἐκείνου φωνὰς ὑπεκρίνατο καί, ὅπερ εἰκὸς ἦν ἐκ τῶν φαινο‐ μένων λογίσασθαι, τὴν ἐκ τοῦ ἀκολούθου ἐκβήσεσθαι προσ‐ δοκηθεῖσαν ἀπόφασιν ὡς ἐν εἴδει προφητείας ἐφθέγξατο. ἤλεγ‐ ξε δὲ καὶ ὡς οὐκ ἠβούλετο ἑαυτὸν ὁ δαίμων εἰπὼν τὴν
20ἀλήθειαν ὅτι Αὔριον σὺ καὶ Ἰωνάθαν μετ’ ἐμοῦ· εἰ γὰρ ἀληθῶς ἦν Σαμουήλ, πῶς ἐνεδέχετο τὸν ἐν πάσῃ κακίᾳ κατεγνωσμένον μετ’ ἐκείνου γενέσθαι; ἀλλὰ δῆλον, ὅτι ἀντὶ τοῦ Σαμουὴλ ὀφθὲν τὸ πονηρὸν ἐκεῖνο δαιμόνιον μεθ’ ἑαυτοῦ
ἔσεσθαι τὸν Σαοὺλ εἰπὸν οὐκ ἐψεύσατο. εἰ δὲ λέγει ἡ γραφὴ105

106

ὅτι Καὶ εἶπεν ὁ Σαμουήλ, μὴ ταρασσέτω τὸν ἐπιστήμονα ὁ τοιοῦτος λόγος, ἀλλὰ προσκεῖσθαι νομιζέτω, ὅτι ὁ νομισθεὶς εἶναι Σαμουήλ. εὑρίσκομεν γὰρ τὴν γραφικὴν συνήθειαν πολλαχοῦ τὸ δοκοῦν ἀντὶ τοῦ ὄντος διεξιοῦσαν, ὡς ἐπὶ τοῦ
5Βαλαάμ, νῦν μὲν λέγοντος αὐτοῦ ὅτι Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ ὁ θεός, μετὰ ταῦτα δὲ ὅτι γνοὺς [δὲ] ὁ Βαλαάμ, ὅτι ἀρεστὸν ἦν τῷ θεῷ μὴ καταρᾶσθαι τοὺς Ἰσραηλίτας, οὐκέτι Κατὰ τὸ εἰωθὸς ἀπῆλθεν εἰς συνάντησιν τοῖς οἰωνοῖς· ὁ γὰρ ἀνεπίσκεπτος κἀκεῖ τὸν ἀληθινὸν θεὸν νομίσει διαλέγεσθαι τῷ
10Βαλαάμ, ἡ μέντοι ἐπαγωγὴ δείκνυσιν, ὅτι τὸν ὑπὸ τοῦ Βαλαὰμ νομιζόμενον θεὸν οὕτως ὠνόμασεν ἡ γραφή, οὐχὶ τὸν ὄντως ὄντα θεόν. οὐκοῦν καὶ ἐνταῦθα ὁ δόξας εἶναι Σαμουὴλ τοὺς τοῦ ἀληθινοῦ Σαμουὴλ ὑπεκρίνατο λόγους, εὐφυῶς τοῦ δαίμονος ἐκ τῶν εἰκότων μιμουμένου τὴν προφητείαν.
15 Τὸ δὲ κατὰ τὸν Ἠλίαν πλείονος μὲν χρῄζει τῆς θεωρίας, οὐ μὴν ἐν τῷ προτεθέντι ζητήματι. καὶ γὰρ Ἐκ τοῦ χειμάρρου ὕδωρ πίνειν προσταχθεὶς κατὰ τὸ λεληθὸς παρὰ τοῦ θεοῦ συνεβουλεύετο, ὥστε τὴν παρὰ τοῦ προφήτου ἐκφωνηθεῖσαν κατὰ τῶν Ἰσραηλιτῶν τῆς ἀνομβρίας ἀπόφασιν δι’ αὐτοῦ
20πάλιν ἀναλυθῆναι· ᾧ γὰρ ἐδόθη ἐκ μόνου τοῦ χειμάρρου πίνειν, τοῦ δὴ κατὰ τὸ εἰκὸς ἐν τοῖς αὐχμοῖς ἀπο‐ ξηραινομένου, ἄλλης τῷ προφήτῃ μὴ εὑρισκομένης πρὸς τὴν δίψαν παραμυθίας, διὰ τὸ ἀπειρῆσθαι αὐτῷ ἀλλαχόθεν πιεῖν ἐπάναγκες ἦν αἰτῆσαι τὸν ὄμβρον, ἵνα μὴ ἐπιλείπῃ τὸ
25ὕδωρ τὸν χείμαρρον. γίνεται δὲ τῷ προφήτῃ παρὰ τῶν κοράκων ἡ τῶν πρὸς τὴν ζωὴν ἀναγκαίων διακονία, δεικνύν‐
τος διὰ τούτων τοῦ θεοῦ τῷ προφήτῃ, ὅτι πολλοί εἰσιν οἱ106

107

παραμεμενηκότες τῇ τοῦ ἀληθινοῦ θεοῦ λατρείᾳ, ὅθεν ἐχο‐ ρηγεῖτο διὰ τῶν κοράκων ἡ τροφὴ τῷ προφήτῃ· οὐ γὰρ ἂν τῶν μεμιασμένων αὐτῷ προσῆγεν ἄρτων ἢ τὸ εἰδωλόθυτον κρέας, ὥστε καὶ διὰ τούτων ἐναχθῆναι τὸν Ἠλίαν καθυφεῖναί
5τι τοῦ κατὰ τῶν ἠσεβηκότων θυμοῦ, μαθόντα διὰ τῶν γινομένων, ὅτι πολλοί εἰσιν οἱ πρὸς τὸν θεὸν ὁρῶντες, οὓς οὐκ ἔστι δίκαιον συγκαταδικασθῆναι τοῖς ὑπαιτίοις. εἰ δὲ πρωῒ μὲν ὁ ἄρτος, ἐν δὲ τῇ ἑσπέρᾳ τὸ κρέας αὐτῷ διακονεῖται, ἴσως δι’ αἰνίγματος πρὸς τὸν ἐνάρετον βίον σπουδὴν τὸ γινόμενον ἔχει,
10ὅτι χρὴ ἀρχομένοις μὲν τῆς κατ’ ἀρετὴν ζωῆς, ἧς σύμβολόν ἐστιν ἡ πρωΐα, τὸν εὔληπτον παρέχειν λόγον, τοῖς 〈δὲ〉 τελειουμένοις τὸν τελειότερον κατὰ τὴν τοῦ Παύλου φωνήν, ὅς φησιν ὅτι Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων.
15 Τὸ δὲ κάλυμμα τοῦ Μωυσέως οὐκ ἀγνοήσεις, πρὸς ὅ τι βλέπει, τῇ πρὸς Κορινθίους ἐπιστολῇ τοῦ Παύλου καθ‐ ομιλήσας. Ὅσα δὲ περὶ τῶν θυσιῶν ἐπεζήτησας, καλῶς ποιήσεις ὅλον τὸ Λευϊτικὸν φιλοπονώτερον ἐξετάσας καὶ μετὰ πλείονος
20τῆς προσεδρίας καθολικῶς τὸν ἐν τούτοις θεωρήσεις νόμον· οὕτω γὰρ συγκατανοηθήσεται τῷ ὅλῳ τὸ μέρος· ἐφ’ ἑαυτοῦ γὰρ τοῦτο μόνον οὐκ ἂν διευκρινηθείη πρὸ τῆς τοῦ παντὸς θεωρίας. Ἐν δὲ τοῖς περὶ τῆς ἀντικειμένης δυνάμεως ἐπηπορημένοις
25πρόδηλός ἐστιν ἡ λύσις, ὅτι οὐχ ἁπλῶς ἄγγελος, ἀλλ’ ἐν ἀρχ‐
αγγέλοις ἦν τεταγμένος ὁ ἀποστάτης γενόμενος. δῆλον οὖν,107

108

ὅτι τῇ ἀρχῇ συνενδείκνυται καὶ τὸ ὑποχείριον τάγμα, ὥστε λελύσθαι τὴν ζήτησιν περὶ τοῦ πῶς εἷς ἦν καὶ μετὰ πλήθους ἐστίν· τῆς γὰρ ὑποχειρίου στρατιᾶς αὐτῷ συναποστάσης σεσαφήνισται τὸ ζητούμενον.
5 Τὸ δὲ τελευταῖον τῶν ἐπιζητηθέντων κεφάλαιον (λέγω δὴ τὸ πῶς παραγίνεται τὸ πνεῦμα πρὸ τοῦ βαπτίσματος) πλατυτέρας ἐξετάσεώς τε καὶ θεωρίας δεόμενον ἰδίῳ περιγράψαντες λόγῳ, θεοῦ διδόντος, ἀποστελοῦμέν σου τῇ
τιμιότητι.108