TLG 2017 083 :: GREGORIUS NYSSENUS :: De infantibus praemature abreptis

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

De infantibus praemature abreptis

Source: Horner, H. (ed.), Gregorii Nysseni opera, vol. 3.2. Leiden: Brill, 1986: 67–97.

Citation: Page — (line)

67

(1t)

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ
2tΠΡΟΣ ΙΕΡΙΟΝ ΠΕΡΙ ΤΩΝ ΠΡΟ ΩΡΑΣ
3tΑΝΑΡΠΑΖΟΜΕΝΩΝ ΝΗΠΙΩΝ
4Σοὶ μέν, ὦ ἄριστε, πάντες σοφισταί τε καὶ λογογράφοι τὴν
5τοῦ λέγειν πάντως ἐπιδείξονται δύναμιν, οἷόν τινι σταδίῳ τῷ πλάτει τῶν σῶν θαυμάτων ἐνδιαθέοντες· καὶ γάρ πως οἶδεν μεγαλοφωνότερον ποιεῖν τὸν λόγον γενναία τις καὶ ἀμ‐ φιλαφὴς προτεθεῖσα τοῖς δυναμένοις ὑπόθεσις, περὶ ἣν ὑψοῦται ὁ λόγος τῷ μεγέθει τῶν πραγμάτων συνεπαιρόμενος·
10ἡμεῖς δὲ κατὰ τοὺς γηραιοὺς τῶν ἵππων ἔξω τοῦ σταδίου τῆς ὑποθέσεως μένοντες τὸ οὖς μόνον ταῖς ἐπὶ σοὶ τῶν λόγων ἁμίλλαις διαναστήσομεν, εἴ πού τις καὶ μέχρις ἡμῶν φθάσειεν ἦχος σφοδρῷ τε καὶ συντεταμένῳ τῷ ἅλματι διὰ τῶν σῶν θαυμάτων τὸν λόγον ἐλαύνων. ἐπεὶ δὲ συμβαίνει, κἂν ὑπὸ
15γήρως ἔξω μένῃ τῶν ἀγώνων ὁ ἵππος, πολλάκις αὐτὸν τῷ κτύπῳ τῶν κατακροαινόντων εἰς προθυμίαν διεγειρόμενον τήν τε κεφαλὴν ἀνέχειν καὶ ὁρᾶν ἐναγώνιον πνέειν τε θυμῶδες καὶ ὑποκινεῖν τοὺς πόδας κοινῇ, πυκνῶς τῷ ἐδάφει τὰς ὁπλὰς
ἐπαράσσοντα, ᾧ προθυμία μόνη πρὸς τοὺς ἀγῶνάς ἐστιν, ἡ δὲ67

68

τοῦ τρέχειν δύναμις προανηλώθη τῷ χρόνῳ· τὸν αὐτὸν τρόπον καὶ ὁ ἡμέτερος λόγος ἐξαγώνιος μένων διὰ τὸ γῆρας καὶ παραχωρῶν τοῦ σταδίου τοῖς ἀκμαίοις κατὰ τὴν παίδευσιν μόνην σοι δείκνυσι τὴν προθυμίαν τοῦ ἐθέλειν ἂν καὶ ἐπὶ σοῦ
5ἀγωνίσασθαι, εἴπερ ἡβῴη κατὰ τοὺς νῦν τοῖς λόγοις ἀκμάζον‐ τας. ὅση δέ μοι τῆς προθυμίας ἐστὶν ἡ ἐπίδειξις, οὐκ ἐν τῷ διηγήσασθαί τι τῶν σῶν. τούτου γὰρ μόγις ἂν καὶ ὁ σφριγῶν τε καὶ συντεταμένος τύχοι λόγος, ὡς μὴ πολὺ κατόπιν τῆς ἀξίας ἀπολειφθῆναι, ὁ τὴν ἀμήχανον ταύτην ἁρμονίαν τοῦ
10ἤθους διερμηνεύων ἐκ τῶν ἐναντίων συγκεκραμένην πως. καθάπερ γὰρ ταῖς τῶν βλεφάρων προβολαῖς τὸ τῶν ἀκτίνων ἄκρατον ἡ φύσις ὑποσκιάζουσα κεκραμένον προσάγει τὸ φέγ‐ γος τοῖς ὄμμασιν, ὡς ἂν προσηνὴς ὁ ἥλιος γένοιτο πρὸς τὴν ἐκ τῶν βλεφαρίδων σκιὰν συμμέτρως τῇ χρείᾳ κατακιρνάμενος·
15οὕτως τὸ σεμνόν τε καὶ μεγαλοφυὲς τοῦ ἤθους τῇ ἐμμέτρῳ τα‐ πεινοφροσύνῃ καταμιγνύμενον οὐκ ἀποστρέφει τὰς ὄψεις τῶν προσορώντων, ἀλλὰ δι’ ἡδονῆς βλέπειν παρασκευάζει, ὡς μήτε τῆς σεμνότητος τὴν μαρμαρυγὴν ἀμαυροῦσθαι μήτε διὰ ταπεινότητος καταφρονεῖσθαι τὸ ἐνδιάθετον, ἀλλὰ κατὰ τὸ
20ἴσον ἐν ἑκατέρῳ θεωρεῖσθαι τὸ ἕτερον, ἔν τε τῷ ὑψηλῷ τὴν κοινότητα καὶ ἐν τῷ ταπεινῷ τὸ ἔμπαλιν τὴν σεμνότητα. ἄλλος ταῦτα διεξερχέσθω καὶ τὸ πολυόμματον τῆς ψυχῆς ἀνυμνείτω, ὡς ἰσάριθμοι ταῖς θριξὶ τάχα τῆς κεφαλῆς οἱ τῆς ψυχῆς ὀφθαλμοί, πανταχόθεν ἐπ’ ἴσης ὀξύ τε καὶ ἀπλανὲς
25δεδορκότες, ὥστε πόρρωθέν τε προϊδεῖν καὶ μὴ ἀγνοεῖν ἐκ τοῦ68

69

σύνεγγυς μηδὲ τὴν πεῖραν ἀναμένειν τοῦ λυσιτελοῦντος διδάσκαλον, ἀλλὰ τὸ μὲν τοῖς τῶν ἐλπίδων ὀφθαλμοῖς προορᾶν, τὸ δὲ θεωρεῖν διὰ τῆς μνήμης, ἄλλο δὲ κατὰ τὸ ἐνεστὼς ἐν κύκλῳ περιαθρεῖν, πάντα δὲ κατὰ ταὐτὸν ἐνεργεῖν
5ἀσυγχύτως πάσαις ταῖς τοιαύταις ἐνεργείαις τὸν νοῦν καταλλήλως ἐπιμερίζοντα. τόν τε σεμνὸν τῆς πενίας πλοῦτον θαυμαζέτω πάλιν ἐκεῖνος, εἴ τις ἔστιν ἐν τῷ καθ’ ἡμᾶς βίῳ εἰδὼς τὸ τοιοῦτον ἐν ἐπαίνῳ ποιεῖσθαι καὶ θαύματι. τάχα δὲ εἰ καὶ μὴ πρότερον ἦν, ἀλλὰ νῦν διὰ σὲ καὶ πενίας ἀνθήσει πόθος
10καὶ πρὸ τῶν πολυταλάντων τοῦ Κροίσου πλίνθων ἡ σὴ λιτότης μακαρισθήσεται. τίνα γὰρ μακαριστὸν οὕτως ἀπέδειξε γῆ τε καὶ θάλασσα, ταῖς ἰδίαις ἑκατέρα προσόδοις δεξιουμένη, ὡς τὸν σὸν βίον ἡ πρὸς τὴν ὑλικὴν περιουσίαν ἀποδιάθεσις; ὡς γὰρ οἱ τοῦ σιδήρου τὸν ἰὸν ἀποξέοντες στιλπνὸν αὐτὸν καὶ
15ἀργυροειδῆ κατεργάζονται, οὕτως σοὶ φανοτέρα γέγονεν ἡ τοῦ βίου ἀκτὶς ἀεὶ δι’ ἐπιμελείας τοῦ ἰοῦ τῶν χρημάτων καθαιρομένη. καὶ ταῦτα παρείσθω τοῖς εἰπεῖν δυναμένοις καὶ ὅτι καλῶς ἐπίστασαι, ἐν τίσιν ἐστὶ τὸ λαβεῖν τοῦ καθαρεῦσαι λήμματος ἐνδοξότερον· δὸς γάρ μοι μετὰ παρρησίας εἰπεῖν,
20ὅτι οὐ πάντων ὑπερορᾷς τῶν λημμάτων, ἀλλ’ ὧν οὔπω τις ἅψασθαι τῶν προλαβόντων δεδύνηται, μόνος περιεδράξω διπλῇ τῇ χειρί· ἀντὶ γὰρ ἐσθῆτός τινος ἢ χρημάτων ἢ ἀνδραπόδων αὐτὰς τῶν ἀνθρώπων τὰς ψυχὰς λαβὼν ἔχεις τῷ
θησαυρῷ τῆς ἀγάπης ἐναποθέμενος.69

70

Ταῦτα λογογράφοι καὶ σοφισταὶ διεξίτωσαν, οἷς κόσμος καλῶς τὰ τοιαῦτα γράφειν, ὁ δὲ γηραιὸς ἡμῶν λόγος τοσοῦτον ἑαυτὸν ὑποκινείτω, ὅσον βάδην ἐπεξελθεῖν τῷ προ‐ τεθέντι ἡμῖν παρὰ τῆς σῆς σοφίας προβλήματι, τί χρὴ
5γινώσκειν περὶ τῶν πρὸ ὥρας ἀναρπαζομένων, ἐφ’ ὧν μικροῦ δεῖν ἡ γένεσις τῷ θανάτῳ συνάπτεται· ἃ καὶ ὁ σοφὸς ἐν τοῖς ἔξω Πλάτων πολλὰ ἐκ προσώπου τοῦ ἀναβεβιωκότος περὶ τῶν ἐκεῖθεν δικαστηρίων φιλοσοφήσας ἀφῆκεν ἀπόρρητα, ὡς κρείττονα ὄντα δηλαδὴ ἢ ὥστε ὑπὸ λογισμὸν ἀνθρώπων
10ἐλθεῖν. εἰ μὲν οὖν τι τοιοῦτον ἐν τοῖς ἐξητασμένοις ἐστίν, ὡς λύειν τὰς τοῦ προβλήματος ἀμφιβολίας, δέξῃ δηλαδὴ τὸν εὑρεθέντα λόγον, εἰ δὲ μή, συγγνώσῃ πάντως τῷ γήρᾳ, μόνην τὴν προθυμίαν ἡμῶν εἰς τὸ παρασχεῖν τί σοι τῶν κεχαρισμένων ἀποδεξάμενος. καὶ γὰρ τὸν Ξέρξην, ἐκεῖνον τὸν
15πᾶσαν τὴν ὑφ’ ἡλίῳ μικροῦ δεῖν ἓν στρατόπεδον ποιησάμενον καὶ πᾶσαν ἑαυτῷ συγκινοῦντα τὴν οἰκουμένην, ὅτε κατὰ τῶν Ἑλλήνων ἐστράτευσε, μεθ’ ἡδονῆς δέξασθαί φησιν ὁ λόγος πένητός τινος δῶρον. ὕδωρ δὲ τὸ ξένιον ἦν καὶ τοῦτο οὐκ ἐν κεράμῳ φερόμενον, ἀλλ’ ἐν τῷ κοίλῳ τῆς τῶν χειρῶν
20παλάμης περιεχόμενον. οὕτως οὖν καὶ σὺ κατὰ τὴν προσοῦσάν σοι μεγαλοφυΐαν μιμήσῃ πάντως ἐκεῖνον, ᾧ δῶρον ἐγένετο ἡ προαίρεσις, εἴπερ ἡμῶν βραχύ τε καὶ ὑδατῶδες εὑρεθείη τὸ
δῶρον.70

71

Ὥσπερ ἐπὶ τῶν οὐρανίων θαυμάτων ὁρᾷ μὲν ἐπ’ ἴσης τὰ φαινόμενα κάλλη κἂν πεπαιδευμένος κἂν ἰδιώτης τύχῃ τις ὢν ὁ πρὸς τὸν οὐρανὸν ἀναβλέπων, διανοεῖται δὲ τὰ περὶ αὐτῶν οὐχ ὁμοίως ὅ τε ἀπὸ φιλοσοφίας ὁρμώμενος καὶ ὁ μόναις ταῖς
5αἰσθήσεσι τὸ φαινόμενον ἐπιτρέπων (οὗτος μὲν γὰρ ἢ ταῖς ἀκτῖσιν ἥδεται τοῦ ἡλίου ἢ τὸ κάλλος τῶν ἄστρων θαύμα‐ τος ἄξιον κρίνει ἢ τὸν ἀριθμὸν τοῦ σεληναίου δρόμου ἐπὶ τοῦ μηνὸς παρετήρησεν, ὁ δὲ διορατικὸς τὴν ψυχὴν καὶ διὰ παιδεύσεως πρὸς τὴν κατανόησιν τῶν οὐρανίων
10κεκαθαρμένος, καταλιπὼν ταῦτα δι’ ὧν εὐφραίνεται τῶν ἀλογωτέρων ἡ αἴσθησις, πρὸς τὴν τοῦ παντὸς ἁρμονίαν βλέπει καὶ ἐκ τῆς ἐγκυκλίου κινήσεως τὴν ἐκ τῶν ἐναντίων εὐαρμοστίαν ἐπισκοπεῖ· πῶς τῇ ἀπλανεῖ περιφορᾷ οἱ ἐντὸς κύκλοι πρὸς τὸ ἔμπαλιν ἀνελίσσονται, πῶς τὰ ἐν αὐτοῖς
15θεωρούμενα τῶν ἄστρων πολυειδῶς σχηματίζεται, ἐν προσεγ‐ γισμοῖς τε καὶ ἀποστάσεσι καὶ ὑποδρομαῖς τε καὶ ἐκλείψεσι καὶ ταῖς ἐπὶ τὰ πλάγια παραδρομαῖς τὴν ἀδιάλειπτον ἐκείνην ἁρμονίαν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐξεργαζόμενα· οἷς οὐδὲ τοῦ βραχυτάτου τῶν ἄστρων ἡ θέσις ἀθεώρητος
20περιορᾶται, ἀλλὰ πάντα τὴν ἴσην παρέχει φροντίδα τοῖς διὰ τῆς σοφίας ἐπὶ τὰ ἄνω τὸν νοῦν μετοικίσασι)· τὸν αὐτὸν τρόπον καὶ σύ, ὦ τιμία μοι κεφαλή, τὴν ἐν τοῖς οὖσι τοῦ θεοῦ οἰκονομίαν βλέπων, ἀφεὶς ἐκεῖνα περὶ ἃ τῶν πολλῶν ἄσχολός ἐστιν ἡ διάνοια (πλοῦτον λέγω καὶ τῦφον καὶ δόξης ἐπιθυμίαν
25κενῆς, ἅπερ ἄντικρυς ἀκτίνων δίκην περιαστράπτοντα τοὺς
ἀλογωτέρους ἐκπλήττειν εἴωθεν), οὐδὲ τὰ δοκοῦντα71

72

μικρότερα τῶν ἐν τοῖς οὖσι θεωρουμένων ἀνεξέταστα καταλείπεις ἀνερευνῶν τε καὶ διασκοπούμενος τὴν ἀνωμαλίαν τῆς ἀνθρωπίνης ζωῆς, οὐ μόνον τὴν κατὰ πλοῦτον καὶ πενίαν θεωρουμένην ἢ τὰς κατὰ τὰ ἀξιώματα καὶ τὰ γένη διαφοράς
5(οἶδας γὰρ ἀντ’ οὐδενὸς εἶναι ταῦτα οἷς τὸ εἶναι οὐ καθ’ ὑπόστασιν οἰκείαν ἐστίν, ἀλλ’ ἐν τῇ ματαίᾳ ὑπολήψει τῶν τοῖς μὴ οὖσιν ὡς ὑφεστῶσι προσκεχηνότων· εἰ γοῦν τις ἀφέλοιτο τοῦ λαμπρυνομένου τῇ δόξῃ τῶν εἰς αὐτὸν βλεπόντων τὴν οἴησιν, οὐδὲν ὑπολειφθήσεται τῷ μεγαλοφρονοῦντι ἐπὶ τῷ
10διακένῳ φυσήματι, κἂν πᾶσα τῶν χρημάτων ἡ ὕλη παρ’ αὐτῷ κατορωρυγμένη τύχῃ), ἀλλά σοι διὰ φροντίδος ἐστὶ γνῶναι τά τε ἄλλα τῆς θείας οἰκονομίας, πρὸς ὅ τι τῶν γινομένων ἕκαστον βλέπει, καὶ τίνος χάριν τῷ μὲν εἰς γῆρας μακρὸν παρατείνεται ἡ ζωή, ὁ δὲ τοσοῦτον μετέχει τοῦ ζῆν, ὅσον δι’
15ἀναπνοῆς τὸν ἀέρα σπάσαι καὶ εὐθὺς καταλῆξαι τοῦ βίου. εἰ γὰρ οὐδὲν ἀθεεὶ τῶν ἐν τῷ κόσμῳ γινομένων ἐστί, πάντα δὲ τῆς θείας ἐξῆπται βουλήσεως, σοφὸν δὲ καὶ προνοητικὸν τὸ θεῖον, πάντως τις ἔπεστι καὶ τούτοις λόγος, τῆς σοφίας ἅμα τοῦ θεοῦ καὶ τῆς προνοητικῆς ἐπιμελείας τὰ γνωρίσματα
20φέρων· τὸ γὰρ εἰκῇ τι καὶ ἀλόγως γινόμενον οὐκ ἂν ἔργον εἴη θεοῦ· θεοῦ γὰρ ἴδιον, καθώς φησιν ἡ γραφή, τὸ Πάντα ἐν
σοφίᾳ ποιεῖν. τί οὖν τὸ σοφὸν ἐν ἐκείνῳ; παρῆλθε διὰ72

73

γεννήσεως εἰς τὸν βίον ὁ ἄνθρωπος, ἔσπασε τὸν ἀέρα, ἀπὸ οἰμωγῆς τοῦ ζῆν ἤρξατο, ἐλειτούργησε τῇ φύσει τὸ δάκρυον, ἀπήρξατο τῷ βίῳ τῶν θρήνων, πρίν τινος μετασχεῖν τῶν κατὰ τὸν βίον ἡδέων· πρὶν τονωθῆναι τὴν αἴσθησιν, ἔτι λελυμένος
5τὰς τῶν μελῶν ἁρμονίας, ἁπαλός τε καὶ διακεχυμένος καὶ ἀδιάρθρωτος, καὶ τὸ ὅλον εἰπεῖν πρὶν γενέσθαι ἄνθρωπος (εἴπερ ἀνθρώπου ἴδιον ἡ λογικὴ χάρις ἐστίν, ὁ δὲ οὔπω ἐν ἑαυτῷ τὸν λόγον ἐχώρησεν), οὗτος ὁ μηδὲν πλέον ἔχων τοῦ ἔτι ἐν τῇ μητρῴᾳ νηδύϊ συνεχομένου πλὴν τὸ ἐν ἀέρι γενέσθαι
10ἐν τούτῳ τῆς ἡλικίας ὢν διὰ θανάτου λύεται ἢ ἐκτεθεὶς ἢ καταπνιγεὶς ἢ κατὰ τὸ αὐτόματον δι’ ἀρρωστίας τοῦ ζῆν παυσάμενος· τί χρὴ περὶ αὐτοῦ ἐννοεῖν; πῶς περὶ τῶν οὕτω τετελευτηκότων ἔχειν; ὄψεται ἆρα κἀκείνη ἡ ψυχὴ τὸν κριτήν; παραστήσεται μετὰ τῶν ἄλλων τῷ βήματι; ὑφέξει
15τῶν βεβιωμένων τὴν κρίσιν; λήψεται τὴν κατ’ ἀξίαν ἀντίδοσιν ἢ πυρὶ καθαιρομένη κατὰ τὰς τοῦ εὐαγγελίου φωνὰς ἢ τῇ
δρόσῳ τῆς εὐλογίας ἐναναψύχουσα;73

74

Ἀλλ’ οὐκ οἶδα, ὅπως χρὴ ταῦτα περὶ τῆς τοιαύτης ἐννοῆσαι ψυχῆς· τὸ γὰρ τῆς ἀντιδόσεως ὄνομα τὸ χρῆναί τι πάντως προπαρασχεθῆναι σημαίνει, τοῦ δὲ μὴ βεβιωκότος ὅλως ἡ ὕλη τοῦ τι παρασχεῖν προαφῄρηται· ἐφ’ ὧν δὲ δόσις
5οὐκ ἔστιν, οὐδὲ ἀντίδοσις κυρίως ὀνομασθήσεται. μὴ οὔσης δὲ τῆς ἀντιδόσεως, οὔτε ἀγαθόν ἐστιν οὔτε κακὸν τὸ κατ’ ἐλπίδα προκείμενον· τὸ γὰρ ὄνομα τοῦτο τῶν καθ’ ἑκάτερον νοουμένων τὴν ἀμοιβὴν ἐπαγγέλλεται· τὸ δὲ μήτε ἐν ἀγαθῷ μήτε ἐν κακῷ εὑρισκόμενον ἐν οὐδενὶ πάντως ἐστίν· ἄμεσος
10γὰρ ἡ τῆς τοιαύτης ἀντιθέσεως ἐναντιότης, ἡ τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ λέγω, ὧν οὐθέτερον ἔσται τῷ μὴ θατέρου κατάρ‐ ξαντι. τὸ οὖν ἐν μηδενὶ ὂν οὐδ’ ἂν εἶναί τις εἴποι ὅλως. εἰ δέ τις τὸ τοιοῦτον καὶ εἶναι λέγοι καὶ ἐν ἀγαθοῖς εἶναι, διδόντος, οὐκ ἀποδιδόντος τοῦ θεοῦ τὰ ἀγαθὰ τοῖς τοιούτοις, ποίαν
15λέγει τῆς ἀποκληρώσεως ταύτης αἰτίαν; ποῦ τὸ δίκαιον συναποδείξει τῷ λόγῳ; πῶς δὲ ταῖς εὐαγγελικαῖς φωναῖς σύμφωνον δείξει τὸ νόημα; ἐκεῖ συναλλαγματικήν τινα τῆς βασιλείας τὴν ἐμπορίαν τοῖς ἀξιουμένοις προσγίνεσθαι λέγει· ἐπειδὴ γὰρ τὸ καὶ τό, φησί, πεποιήκατε, τὴν βασιλείαν ἀν‐
20τιλαβεῖν ἐστε δίκαιοι. ἐνταῦθα δὲ μηδεμιᾶς μήτε πράξεως μήτε προαιρέσεως ὑπούσης, τίνα καιρὸν ἔχει καὶ τούτοις παρὰ τοῦ θεοῦ γίνεσθαι λέγειν τὸ ἐξ ἀμοιβῆς ἐλπιζόμενον; εἰ δέ τις
ἀβασανίστως τὸν τοιοῦτον δέξεται λόγον, ὡς πάντως ἐν74

75

ἀγαθοῖς ἐσομένου τοῦ παρελθόντος οὕτως ἐπὶ τὸν βίον, ἐκ τούτου μακαριστότερον ἀναφανήσεται τῆς ζωῆς τὸ μὴ μετ‐ έχειν ζωῆς, εἴπερ ἐκείνῳ μὲν ἀναμφίβολος ἡ τῶν ἀγαθῶν μετουσία, κἂν βαρβάρων τύχῃ γονέων καὶ μὴ νενομισμένῳ
5κυηθῇ γάμῳ, τῷ δὲ βεβιωκότι τὸν χωρητόν τε καὶ νόμιμον τῇ φύσει χρόνον πάντως ἢ πλέον ἢ ἔλαττον ὁ τῆς κακίας μολυσμὸς τῇ ζωῇ καταμίγνυται, ἤ, εἰ μέλλοι παντελῶς τῆς πρὸς τὸ κακὸν κοινωνίας ἐκτὸς εἶναι, πολλῶν αὐτῷ δεῖ ἱδρώτων πρὸς αὐτὸ τοῦτο καὶ πόνων· οὐ γὰρ ἀκμητὶ
10κατορθοῦται τοῖς μετιοῦσιν ἡ ἀρετὴ οὐδὲ ἄπονός ἐστι τοῖς ἀνθρώποις ἡ τῶν καθ’ ἡδονὴν ἀλλοτρίωσις· ὥστε ἑνὶ τῶν ἀνιαρῶν ἐξ ἀμφοτέρων συνενεχθῆναι δεῖν πάντως τὸν μετασχόντα τοῦ χρονιωτέρου βίου, ἢ νῦν τῷ ἐπιπόνῳ τῆς ἀρετῆς ἐναθλοῦντα ἢ τότε διὰ τὴν ἐν κακίᾳ ζωὴν τῇ ἀντιδόσει
15τῶν ἀλγεινῶν ὀδυνώμενον· ἐπὶ δὲ τῶν ἀώρων τοιοῦτόν ἐστιν οὐδέν, ἀλλ’ εὐθὺς ἡ ἀγαθὴ λῆξις τοὺς ἐν ἀωρίᾳ μεταστάντας ἐκδέχεται, εἴπερ ἀληθεύει τῶν οὕτως ὑπειληφότων ὁ λόγος. οὐκοῦν ἐκ τοῦ ἀκολούθου καὶ τοῦ λόγου προτιμοτέρα δειχθήσεται ἡ ἀλογία καὶ ἡ ἀρετὴ οὐδενὸς ἀξία διὰ τούτων
20ἀναφανήσεται· εἰ γὰρ μηδεμία γέγονε ζημία πρὸς τὴν τῶν ἀγαθῶν μετουσίαν τῷ μὴ μετασχόντι τῆς ἀρετῆς, μάταιον ἂν εἴη τὸ περὶ ταύτην πονεῖν καὶ ἀνόνητον, τῆς ἀλόγου καταστάσεως ἐν τῇ τοῦ θεοῦ κρίσει προτερευούσης. Ταῦτα σὺ πάντα καὶ τὰ τοιαῦτα διανοούμενος ἐξετάσαι τὸν
25περὶ τούτου λόγον διεκελεύσω, ὡς ἂν ἡμῖν διὰ τῆς ἀκολούθου75

76

ζητήσεως ἐπί τινος βεβαίου νοήματος ἡ περὶ αὐτοῦ ἱδρυθείη διάνοια. ἐγὼ δὲ πρὸς τὸ δυσθεώρητον τοῦ προτεθέντος ἡμῖν σκέμματος βλέπων ἁρμόζειν μὲν οἶμαι καὶ τὴν τοῦ ἀποστόλου φωνὴν τῷ παρόντι λόγῳ, ἣν ἐπὶ τῶν ἀνεφίκτων ἐκεῖνος
5πεποίηται λέγων Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. τίς γὰρ ἔγνω νοῦν κυρίου; ἐπεὶ δὲ πάλιν ὁ ἀπόστολος ἴδιον τοῦ πνευματικοῦ φησι τὸ ἀνακρίνειν τὰ πάντα καὶ ἀποδέχεται τοὺς παρὰ τῆς θείας χάριτος πλουτισθέντας
10Ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, καλῶς ἔχειν φημὶ μὴ κατολιγωρῆσαι τῆς δυνατῆς ἐξετάσεως μηδὲ περιιδεῖν τὸ ζητούμενον ἐν τούτοις ἀνερεύνητόν τε καὶ ἀθεώρητον, ὡς ἂν μὴ καθ’ ὁμοιότητα τῆς τοῦ προβλήματος ὑποθέσεως καὶ ὁ περὶ αὐτοῦ λόγος ἀτελὴς ἀφανισθείη καὶ ἄωρος, καθάπερ τι
15νήπιον τῶν ἀρτιτόκων πρὶν εἰς φῶς προελθεῖν καὶ ἁδρυνθῆναι, οἷόν τινι θανάτῳ τῇ ῥαθυμίᾳ τῶν πρὸς τὴν ζήτησιν τῆς ἀληθείας ἀτονούντων διαφθειρόμενος. Φημὶ τοίνυν καλῶς ἔχειν μὴ ῥητορικῶς τε καὶ ἀγωνιστικῶς εὐθὺς κατὰ στόμα πρὸς τὰς ἀντιθέσεις
20συμπλέκεσθαι, ἀλλά τινα τάξιν ἐπιθέντας τῷ λόγῳ δι’ ἀκολούθου προάγειν τὴν περὶ τοῦ προβλήματος θεωρίαν. τίς οὖν ἡ τάξις; τὸ γνῶναι πρῶτον ὅθεν ἡ ἀνθρωπίνη φύσις καὶ ὅτου χάριν ἦλθεν εἰς γένεσιν· εἰ γὰρ τούτων μὴ διαμάρτοιμεν, οὐδὲ τῆς προκειμένης ἡμῖν θεωρίας ἡμαρτηκότες ἐσόμεθα. τὸ
25μὲν οὖν ἐκ θεοῦ πᾶν, ὅ τί πέρ ἐστι μετ’ αὐτὸν ἐν τοῖς οὖσιν76

77

νοούμενόν τε καὶ ὁρώμενον, τὸ εἶναι ἔχειν περιττὸν ἂν εἴη λόγῳ κατασκευάζεσθαι, οὐδενός, οἶμαι, τῶν ὁπωσοῦν ἐπεσκεμμένων τὴν τῶν ὄντων ἀλήθειαν πρὸς τὴν τοιαύτην ὑπόληψιν ἐνισταμένου· ὁμολογεῖται γὰρ παρὰ πάντων μιᾶς
5αἰτίας ἐξῆφθαι τὸ πᾶν καὶ οὐδὲν τῶν ὄντων αὐτὸ ἐξ ἑαυτοῦ τὸ εἶναι ἔχειν οὐδὲ ἑαυτοῦ εἶναι ἀρχὴν καὶ αἰτίαν, ἀλλὰ μίαν μὲν φύσιν εἶναι ἄκτιστον καὶ ἀΐδιον, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν, παντὸς διαστηματικοῦ νοήματος ὑπερκειμένην, ἀναυξῆ τινα καὶ ἀμείωτον καὶ παντὸς ὅρου
10ἐπέκεινα θεωρουμένην, ἦς ἔργον καὶ χρόνος καὶ τόπος καὶ τὰ ἐν τούτοις πάντα καὶ εἴ τι πρὸ τούτων καταλαμβάνει ἡ ἔννοια νοητόν τε καὶ ὑπερκόσμιον. ἓν δὲ τῶν γεγονότων καὶ τὴν ἀνθρωπίνην φύσιν εἶναί φαμεν, λόγῳ τινὶ τῆς θεοπνεύστου διδασκαλίας ὁδηγῷ πρὸς τοῦτο συγχρώμενοι, ὅς φησι πάντων
15παρὰ τοῦ θεοῦ παραχθέντων εἰς γένεσιν καὶ τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς ἀναδειχθῆναι ἐξ ἑτερογενῶν συγκεκραμένον τὴν φύσιν, τῆς θείας τε καὶ νοερᾶς οὐσίας πρὸς τὴν ἀφ’ ἑκάστου τῶν στοιχείων αὐτῷ συνερανισθεῖσαν μοῖραν καταμιχθείσης, γενέσθαι δὲ τοῦτον παρὰ τοῦ πεποιηκότος, ἐφ’ ᾧτε εἶναι τῆς
20θείας τε καὶ ὑπερκειμένης δυνάμεως ἔμψυχόν τι ὁμοίωμα. βέλτιον δ’ ἂν εἴη καὶ αὐτὴν παραθέσθαι τὴν λέξιν ἔχουσαν οὕτως· Καὶ ἐποίησε, φησίν, ὁ θεὸς τὸν ἄνθρωπον· κατ’ εἰκόνα
θεοῦ ἐποίησεν αὐτόν. τὴν δὲ αἰτίαν τῆς τοῦ ζῴου τούτου77

78

κατασκευῆς τῶν πρὸ ἡμῶν τινες ταύτην ἀποδεδώκασιν, ὅτι διχῇ διῃρημένης τῆς κτίσεως πάσης, καθώς φησιν ὁ ἀπόστολος, εἰς τὸ ὁρατόν τε καὶ ἀόρατον (σημαίνεται δὲ διὰ μὲν τοῦ ἀοράτου τὸ νοητὸν καὶ ἀσώματον, διὰ δὲ τοῦ ὁρατοῦ
5τὸ αἰσθητόν τε καὶ σωματῶδες)· εἰς δύο τοίνυν ταῦτα διῃρημένων πάντων τῶν ὄντων (εἴς τε τὸ αἰσθητόν, λέγω, καὶ εἰς τὸ κατ’ ἔννοιαν θεωρούμενον) καὶ τῆς μὲν ἀγγελικῆς τε καὶ ἀσωμάτου φύσεως, ἥτις τῶν ἀοράτων ἐστίν, ἐν τοῖς ὑπερκοσμίοις τε καὶ ὑπερουρανίοις διαιτωμένης διὰ τὸ
10κατάλληλον εἶναι τῇ φύσει τὸ ἐνδιαίτημα (ἥ τε γὰρ νοερὰ φύσις λεπτή τις καὶ καθαρὰ καὶ ἀβαρὴς καὶ εὐκίνητος τό τε οὐράνιον σῶμα λεπτόν τε καὶ κοῦφον καὶ ἀεικίνητον), τῆς δὲ γῆς ὃ δὴ τῶν αἰσθητῶν ἐστιν ἔσχατον, οἰκείως τε καὶ καταλλήλως πρὸς τὴν τῶν νοητῶν ἐν αὐτῇ διαγωγὴν οὐκ
15ἐχούσης (τίς γὰρ ἂν γένοιτο τοῦ ἀνωφεροῦς τε καὶ κούφου πρὸς τὸ βαρύ τε καὶ ἐμβριθὲς κοινωνία;), ὡς ἂν μὴ τελείως ἄμοιρός τε καὶ ἀπόκληρος ἡ γῆ τῆς νοερᾶς τε καὶ ἀσωμάτου διαγωγῆς εἴη, τούτου χάριν προμηθείᾳ κρείττονι τὴν ἀν‐ θρωπίνην συστῆναι γένεσιν, τῇ νοερᾷ τε καὶ θείᾳ τῆς ψυχῆς
20οὐσίᾳ τῆς γηΐνης μοίρας περιπλασθείσης, ὡς ἂν τῇ πρὸς τὸ ἐμ‐ βριθές τε καὶ σωματῶδες συμφυΐᾳ καταλλήλως ἡ ψυχὴ τῷ στοιχείῳ τῆς γῆς ἐμβιοτεύοι ἐχούσης τι πρὸς τὴν τῆς σαρκὸς οὐσίαν συγγενὲς καὶ ὁμόφυλον. σκοπὸς δὲ τῶν γινομένων ἐστὶ τὸ ἐν πάσῃ τῇ κτίσει διὰ τῆς νοερᾶς φύσεως τὴν τοῦ παντὸς
25ὑπερκειμένην δοξάζεσθαι δύναμιν, τῶν τε ἐπουρανίων καὶ τῶν
ἐπιχθονίων διὰ τῆς αὐτῆς ἐνεργείας (λέγω δὲ διὰ τοῦ πρὸς τὸν78

79

θεὸν βλέπειν) ἀλλήλοις πρὸς τὸν αὐτὸν σκοπὸν συν‐ απτομένων. ἡ δὲ τοῦ βλέπειν πρὸς τὸν θεὸν ἐνέργεια οὐδὲν ἄλλο ἐστὶν ἢ ζωὴ τῇ νοερᾷ φύσει ἐοικυῖά τε καὶ κατάλληλος. ὥσπερ γὰρ τὰ σώματα γήϊνα ὄντα ταῖς γηΐναις διακρατεῖται
5τροφαῖς καί τι σωματῶδες ζωῆς εἶδος ἐν τούτοις κατα‐ λαμβάνομεν, ὁμοίως ἐν ἀλόγοις τε καὶ λογικοῖς ἐνεργού‐ μενον· οὕτως εἶναί τινα χρὴ καὶ νοητὴν ζωὴν ὑποτίθε‐ σθαι, δι’ ἦς ἐν τῷ ὄντι συντηρεῖται ἡ φύσις. εἰ δὲ ἡ τῆς σαρκὸς τροφή, ἐπίρρυτός τις οὖσα καὶ ἀπορρέουσα, δι’ αὐτῆς τῆς
10παρόδου δύναμίν τινα ζωτικὴν ἐναποτίθεται οἷς ἂν ἐγ‐ γένηται, πόσῳ μᾶλλον ἡ μετουσία τοῦ ὄντως ὄντος, τοῦ ἀεὶ μένοντος καὶ πάντοτε ὡσαύτως ἔχοντος, ἐν τῷ εἶναι φυλάσσει τὸν μετασχόντα. εἰ οὖν αὕτη ἐστὶν ἡ οἰκεία τε καὶ κατάλληλος τῇ νοερᾷ φύσει ζωή, τὸ τοῦ θεοῦ μετέχειν, οὐκ ἂν διὰ τῶν
15ἐναντίων γένοιτο ἡ μετουσία, εἰ μὴ τρόπον τινὰ συγγενὲς εἴη τῷ ὀρεγομένῳ τὸ μετεχόμενον. ὡς γὰρ ὀφθαλμῷ γίνεται τῆς αὐγῆς ἡ ἀπόλαυσις τῷ φυσικὴν αὐγὴν ἐν ἑαυτῷ πρὸς τὴν τοῦ ὁμογενοῦς ἀντίληψιν ἔχειν καὶ οὔτε δάκτυλος οὔτε ἄλλο τι τῶν μελῶν τοῦ σώματος ἐνεργεῖ τὴν ὅρασιν διὰ τὸ μηδεμίαν
20ἐκ φύσεως αὐγὴν ἐν ἄλλῳ τινὶ τῶν μελῶν κατεσκευάσθαι, οὕτως ἀνάγκη πᾶσα καὶ ἐπὶ τῆς τοῦ θεοῦ μετουσίας εἶναί τι συγγενὲς πρὸς τὸ μετεχόμενον ἐν τῇ φύσει τοῦ ἀπολαύοντος. διὰ τοῦτό φησιν ἡ γραφὴ Κατ’ εἰκόνα θεοῦ γεγενῆσθαι τὸν
ἄνθρωπον, ὡς ἄν, οἶμαι, τῷ ὁμοίῳ βλέποι τὸ ὅμοιον. τὸ δὲ79

80

βλέπειν τὸν θεόν ἐστιν ἡ ζωὴ τῆς ψυχῆς, καθὼς ἐν τοῖς φθάσασιν εἴρηται. ἐπεὶ δέ πως ἡ τοῦ ἀληθῶς ἀγαθοῦ ἄγνοια καθάπερ τις ὀμίχλη τῷ διορατικῷ τῆς ψυχῆς ἐπεσκότισεν, παχυνθεῖσα δὲ ἡ ὀμίχλη νέφος ἐγένετο, ὥστε διὰ τοῦ βάθους
5τῆς ἀγνοίας τὴν ἀκτῖνα τῆς ἀληθείας μὴ διαδύεσθαι, ἀναγκαίως τῷ χωρισμῷ τοῦ φωτὸς καὶ ἡ ζωὴ αὐτῆς συνεξέλιπεν· εἴρηται γὰρ τὴν ἀληθῆ ζωὴν τῆς ψυχῆς ἐν τῇ μετουσίᾳ τοῦ ἀγαθοῦ ἐνεργεῖσθαι, τῆς δὲ ἀγνοίας πρὸς τὴν θείαν κατανόησιν ἐμποδιζούσης ἐκπεσεῖν τῆς ζωῆς τὴν ψυχὴν
10τὴν τοῦ θεοῦ μὴ μετέχουσαν. Μηδεὶς δὲ γενεαλογεῖν ἡμᾶς ἀναγκαζέτω τὴν ἄγνοιαν, πόθεν αὕτη λέγων καὶ ἀπὸ τίνος, ἀλλ’ ἐξ αὐτῆς νοείτω τῆς τοῦ ὀνόματος σημασίας, ὅτι ἡ γνῶσις καὶ ἡ ἄγνοια τὸ πρός τί πως ἔχειν τὴν ψυχὴν ἐνδείκνυται. οὐδὲν δὲ τῶν πρός τι νοουμένων
15τε καὶ λεγομένων οὐσίαν παρίστησιν· ἄλλος γὰρ ὁ τοῦ πρός τι καὶ ἕτερος ὁ τῆς οὐσίας λόγος. εἰ οὖν ἡ γνῶσις οὐσία οὐκ ἔστιν, ἀλλὰ περί τι τῆς διανοίας ἐνέργεια, πολὺ μᾶλλον ἡ ἄγνοια πόρρω τοῦ κατ’ οὐσίαν εἶναι ὡμολόγηται. τὸ δὲ μὴ κατ’ οὐσίαν ὂν οὐδὲ ἔστιν ὅλως. μάταιον τοίνυν ἂν εἴη περὶ
20τοῦ μὴ ὄντος τὸ ὅθεν ἐστὶ περιεργάζεσθαι. Ἐπειδὴ τοίνυν ζωὴν μὲν ψυχῆς τὴν τοῦ θεοῦ μετουσίαν ὁ λόγος εἶναί φησι, γνῶσις δὲ κατὰ τὸ ἐγχωροῦν ἐστιν ἡ μετουσία, ἡ δὲ ἄγνοια οὐχί τινός ἐστιν ὕπαρξις, ἀλλὰ τῆς κατὰ τὴν γνῶσιν ἐνεργείας ἀναίρεσις, τῷ δὲ μὴ ἐνεργεῖσθαι
25τοῦ θεοῦ τὴν μετουσίαν ἡ τῆς ζωῆς ἀλλοτρίωσις ἀναγκαίως
ἐπηκολούθησεν (τοῦτο δ’ ἂν εἴη τῶν κακῶν τὸ ἔσχατον),80

81

ἀκολούθως ὁ παντὸς ἀγαθοῦ ποιητὴς τὴν τοῦ κακοῦ θεραπείαν ἐν ἡμῖν κατεργάζεται· ἀγαθὸν γὰρ ἡ θεραπεία. τὸν δὲ τρόπον τῆς θεραπείας ἀγνοεῖ πάντως ὁ μὴ πρὸς τὸ εὐαγγελικὸν βλέπων μυστήριον. κακοῦ τοίνυν ἀποδειχθέντος τοῦ
5ἀλλοτριωθῆναι θεοῦ, ὅστις ἐστὶν ἡ ζωή, ἡ θεραπεία τοῦ τοιούτου ἀρρωστήματος ἦν τὸ πάλιν οἰκειωθῆναι θεῷ καὶ ἐν τῇ ζωῇ γενέσθαι. ταύτης οὖν τῆς ζωῆς κατ’ ἐλπίδα προκειμένης τῇ ἀνθρωπίνῃ φύσει, οὐκ ἔστιν εἰπεῖν κυρίως ἀντίδοσιν τῶν εὖ βεβιωκότων γενέσθαι τὴν τῆς ζωῆς
10μετουσίαν καὶ τιμωρίαν τὸ ἔμπαλιν· ἀλλ’ ὅμοιόν ἐστι τῷ κατὰ τοὺς ὀφθαλμοὺς ὑποδείγματι τὸ λεγόμενον· οὐδὲ γὰρ τῷ κεκαθαρμένῳ τὰς ὄψεις ἔπαθλόν τί φαμεν εἶναι καὶ πρεσβεῖον τὴν τῶν ὁρατῶν κατανόησιν ἢ τῷ νοσοῦντι τὸ ἔμπαλιν καταδίκην τινὰ καὶ τιμωρητικὴν ἀπόφασιν τὸ μὴ μετέχειν τῆς
15ὁρατικῆς ἐνεργείας. ἀλλ’ ὡς ἀναγκαίως ἕπεται τῷ κατὰ φύσιν διακειμένῳ τὸ βλέπειν τῷ τε ἀπὸ πάθους παρενεχθέντι τῆς φύσεως τὸ μὴ ἐνεργὸν ἔχειν τὴν ὅρασιν, τὸν αὐτὸν τρόπον καὶ ἡ μακαρία ζωὴ συμφυής ἐστι καὶ οἰκεία τοῖς κεκαθαρμένοις τὰ τῆς ψυχῆς αἰσθητήρια, ἐφ’ ὧν δὲ καθάπερ τις λήμη τὸ κατὰ
20τὴν ἄγνοιαν πάθος ἐμπόδιον πρὸς τὴν μετουσίαν τοῦ ἀληθινοῦ φωτὸς γίνεται, ἀναγκαίως ἕπεται τὸ μὴ μετέχειν ἐκείνου, οὖ τὴν μετουσίαν ζωὴν εἶναί φαμεν τοῦ μετέχοντος. Τούτων τοίνυν οὕτως ἡμῖν διῃρημένων καιρὸς ἂν εἴη διεξετάσαι τῷ λόγῳ τὸ προτεθὲν ἡμῖν πρόβλημα. τοιοῦτον δέ
25τι τὸ λεγόμενον ἦν· εἰ κατὰ τὸ δίκαιον γίνεται τῶν ἀγαθῶν ἡ
ἀντίδοσις, ἐν τίσιν ἔσται ὁ ἐν νηπίῳ τελευτήσας τὸν βίον μήτε81

82

ἀγαθόν τι μήτε κακὸν ἐν τῇ ζωῇ ταύτῃ καταβαλόμενος, ὥστε διὰ τούτων γενέσθαι αὐτῷ τὴν κατ’ ἀξίαν ἀντίδοσιν; ᾧ πρὸς τὴν ἀκολουθίαν τῶν ἐξητασμένων ὁρῶντες ἀποκρινούμεθα, ὅτι τὸ προσδοκώμενον ἀγαθὸν οἰκεῖον μέν ἐστι κατὰ φύσιν τῷ
5ἀνθρωπίνῳ γένει, λέγεται δὲ κατά τινα διάνοιαν τὸ αὐτὸ καὶ ἀντίδοσις. τῷ δὲ αὐτῷ ὑποδείγματι πάλιν τὸ νόημα τοῦτο σαφηνισθήσεται· δύο γάρ τινες ὑποκείσθωσαν τῷ λόγῳ ἀρ‐ ρωστήματί τινι κατὰ τὰς ὄψεις συνενεχθέντες. τούτων δὲ ὁ μὲν σπουδαιότερον ἑαυτὸν ἐπιδιδότω τῇ θεραπείᾳ, πάντα
10ὑπομένων τὰ παρὰ τῆς ἰατρικῆς προσαγόμενα, κἂν ἐπίπονα ᾗ· ὁ δὲ πρὸς λουτρά τε καὶ οἰνοφλυγίας ἀκρατέστερον διακείσθω, μηδεμίαν τοῦ ἰατρεύοντος συμβουλὴν πρὸς τὴν τῶν ὀφθαλμῶν ὑγίειαν παραδεξάμενος. φαμὲν τοίνυν πρὸς τὸ πέρας ἑκατέρου βλέποντες ἀξίως ἀντιλαβεῖν ἑκάτερον τῆς προαιρέσεως αὐτοῦ
15τοὺς καρπούς, τὸν μὲν τὴν στέρησιν τοῦ φωτός, τὸν δὲ τὴν ἀπόλαυσιν. τὸ γὰρ ἀναγκαίως ἑπόμενον ἀντίδοσιν ἐκ καταχρήσεως ὀνομάζομεν. ταῦτα καὶ ἐπὶ τῶν κατὰ τὸ νήπιον ζητουμένων ἔστιν εἰπεῖν, ὅτι ἡ τῆς ζωῆς ἐκείνης ἀπόλαυσις οἰκεία μέν ἐστι τῇ ἀνθρωπίνῃ φύσει, τῆς δὲ κατὰ τὴν ἄγνοιαν
20νόσου πάντων σχεδὸν τῶν ἐν τῇ σαρκὶ ζώντων ἐπικρατούσης, ὁ μὲν ταῖς καθηκούσαις θεραπείαις ἑαυτὸν ἐκκαθάρας καὶ οἶόν τινα λήμην τοῦ διορατικοῦ τῆς ψυχῆς ἀποκλύσας τὴν ἄγνοιαν ἄξιον τῆς σπουδῆς ἔχει τὸ κέρδος ἐν τῇ ζωῇ τῇ κατὰ φύσιν γενόμενος, ὁ δὲ τὰ διὰ τῆς ἀρετῆς φεύγων καθάρσια καὶ
25δυσίατον ἑαυτῷ διὰ τῶν ἀπατηλῶν ἡδονῶν κατασκευάζων τῆς ἀγνοίας τὴν νόσον, παρὰ φύσιν διατεθεὶς ἠλλοτρίωται τοῦ κατὰ φύσιν καὶ ἀμέτοχος γίνεται τῆς οἰκείας ἡμῖν καὶ
καταλλήλου ζωῆς· τὸ δὲ ἀπειρόκακον νήπιον, μηδεμιᾶς νόσου82

83

τῶν τῆς ψυχῆς ὀμμάτων πρὸς τὴν τοῦ φωτὸς μετουσίαν ἐπιπροσθούσης, ἐν τῷ κατὰ φύσιν γίνεται μὴ δεόμενον τῆς ἐκ τοῦ καθαρθῆναι ὑγιείας, ὅτι μηδὲ τὴν ἀρχὴν τὴν νόσον τῇ ψυχῇ παρεδέξατο. καί μοι δοκεῖ διό· τινος ἀναλογίας οἰκείως
5ἔχειν ὁ παρὼν τοῦ βίου τρόπος τῇ προσδοκωμένῃ ζωῇ. καθάπερ γὰρ θηλῇ καὶ γάλακτι ἡ πρώτη τῶν νηπίων ἡλικία τιθηνουμένη ἐκτρέφεται, εἶτα διαδέχεται ταύτην κατάλληλος ἑτέρα τῷ ὑποκειμένῳ τροφή, οἰκείως τε καὶ ἐπιτηδείως πρὸς τὸ τρεφόμενον ἔχουσα, ἕως ἂν ἐπὶ τὸ τέλειον φθάσῃ· οὕτως
10οἶμαι καὶ τὴν ψυχὴν διὰ τῶν ἀεὶ καταλλήλων αὐτῇ τάξει τινὶ καὶ ἀκολουθίᾳ μετέχειν τῆς κατὰ φύσιν ζωῆς, ὡς χωρεῖ καὶ δύναται τῶν ἐν τῇ μακαριότητι προκειμένων μεταλαμβάνουσα, καθὼς καὶ παρὰ τοῦ Παύλου τὸ τοιοῦτον ἐμάθομεν, ἄλλως τρέφοντος τὸν ἤδη διὰ τῆς ἀρετῆς αὐξηθέν‐
15τα καὶ ἑτέρως τὸν νήπιον καὶ ἀτελέστερον· πρὸς μὲν γὰρ τοὺς τοιούτους φησίν, ὅτι Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε· πρὸς δὲ τοὺς πεπληρωκότας τὸ μέτρον τῆς νοητῆς ἡλικίας Τελείων δέ ἐστι, φησίν, ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων. καθάπερ
20τοίνυν οὐκ ἔστιν ἐν τοῖς ὁμοίοις εἰπεῖν εἶναι τὸν ἄνδρα τε καὶ
τὸ νήπιον, κἂν μηδεμία νόσος ἑκατέρῳ τούτων προσάπτηται83

84

(πῶς γὰρ ἂν ἐν τῷ ἴσῳ τῆς τρυφῆς γένοιντο οἱ τῶν αὐτῶν μὴ μετέχοντες;), ἀλλὰ τὸ μὲν μὴ κακοῦσθαι νόσῳ τινὶ καὶ ἐπὶ τούτου καὶ ἐπ’ ἐκείνου λέγεται παραπλησίως, ἕως ἂν ἔξω πάθους ἑκάτερος ᾖ, τῶν δὲ κατὰ τρυφὴν ἡ ἀπόλαυσις οὐκέτι
5ὁμοίως παρὰ τῶν αὐτῶν ἐνεργεῖται (τῷ μὲν γὰρ ὑπάρχει καὶ διὰ λόγων εὐφραίνεσθαι καὶ πραγμάτων ἐπιστατεῖν καὶ εὐδοκίμως ἀρχὰς μετιέναι καὶ ταῖς τῶν δεομένων εὐεργεσίαις λαμπρύνεσθαι γαμετῇ τε συνοικεῖν, ἂν οὕτω τύχῃ καταθυμία, καὶ οἴκου ἄρχειν καὶ ὅσα μετὰ τούτων ἐστὶν ἡδέα παρὰ τὸν
10βίον εὑρεῖν· ἀκροάματά τε καὶ θεάματα, θῆραι καὶ λουτρὰ καὶ γυμνάσια καὶ συμποτικαὶ θυμηδίαι καὶ εἴ τι τοιοῦτον ἕτερον· τῷ δὲ νηπίῳ ἡ τρυφὴ τὸ γάλα ἐστὶ καὶ ἡ τῆς τιθήνης ἀγκάλη καὶ ἠρεμαία κίνησις τὸν ὕπνον ἐφελκομένη τε καὶ ἡδύνουσα· τὴν γὰρ ὑπὲρ τοῦτο εὐφροσύνην τὸ ἀτελὲς τῆς ἡλικίας
15χωρῆσαι φύσιν οὐκ ἔχει)· τὸν αὐτὸν τρόπον οἱ διὰ τῆς ἀρετῆς ἐν τῷ τῇδε βίῳ τὰς ψυχὰς θρέψαντες καί, καθώς φησιν ὁ ἀπόστολος, καταγυμνάσαντες ἑαυτῶν τὰ νοητὰ αἰσθητήρια, εἰ πρὸς τὴν ἀσώματον ἐκείνην μετοικισθεῖεν ζωήν, πρὸς λόγον τῆς ἐνυπαρχούσης αὐτοῖς ἕξεώς τε καὶ δυνάμεως τῆς θείας
20τρυφῆς μεταλήψονται, ἢ πλείονος ἢ ἐλάττονος κατὰ τὴν παροῦσαν ἑκάστου δύναμιν τῶν προκειμένων μετέχοντες· ἡ δὲ ἄγευστος τῆς ἀρετῆς ψυχὴ τῶν μὲν ἐκ πονηρίας κακῶν, ἅτε
μηδὲ τὴν ἀρχὴν συνενεχθεῖσα τῇ τῆς κακίας νόσῳ, διαμένει84

85

ἀμέτοχος, τῆς δὲ ζωῆς ἐκείνης, ἣν θεοῦ γνῶσίν τε καὶ μετουσίαν ὁ πρὸ τούτων λόγος ὡρίσατο, τοσοῦτον μετέχει παρὰ τὴν πρώτην, ὅσον χωρεῖ τὸ τρεφόμενον, ἕως ἂν καθάπερ τινὶ τροφῇ καταλλήλῳ τῇ θεωρίᾳ τοῦ ὄντος ἐναδρυνθεῖσα
5χωρητικὴ τοῦ πλείονος γένηται, ἐν δαψιλείᾳ τοῦ ὄντος κατ’ ἐξουσίαν μετέχουσα. Πρὸς ταῦτα βλέποντες ἔξω μὲν τῶν ἐκ πονηρίας κακῶν ὁμοίως εἶναί φαμεν τὴν ψυχὴν τοῦ τε διὰ πάσης ἀρετῆς ἥκον‐ τος καὶ τοῦ μηδὲ ὅλως μετεσχηκότος τοῦ βίου· οὐ μὴν ἐν τῷ
10ὁμοίῳ τὴν ἑκατέρου τούτων διαγωγὴν ἐννοοῦμεν. ὁ μὲν γὰρ ἤκουσε, καθὼς ὁ προφήτης φησί, τῶν οὐρανίων διηγημάτων, δι’ ὧν ἡ δόξα τοῦ θεοῦ καταγγέλλεται, καὶ διὰ τῆς κτίσεως πρὸς τὴν κατανόησιν ὡδηγήθη τοῦ δεσπότου τῆς κτίσεως καὶ διδασκάλῳ τῆς ὄντως σοφίας ἐχρήσατο τῇ ἐν τοῖς οὖσι
15θεωρουμένῃ σοφίᾳ τό τε τοῦ φωτὸς τούτου κάλλος κατανοήσας ἀναλογικῶς τὸ τοῦ ἀληθινοῦ φωτὸς κάλλος ἐνόησε καὶ ἐν τῷ παγίῳ τῆς γῆς τὸ τοῦ πεποιηκότος αὐτὴν ἀμετάθετον ἐπαιδεύθη καὶ τὸ ἀμέτρητον τοῦ οὐρανίου μεγέθους κατανοήσας πρὸς τὸ ἄπειρόν τε καὶ ἀόριστον τῆς
20ἐμπεριεχούσης τὸ πᾶν δυνάμεως ὡδηγήθη τάς τε ἀκτῖνας ἰδὼν τοῦ ἡλίου ἐκ τῶν τοσούτων ὑψωμάτων μέχρις ἡμῶν διηκούσας τὸ μὴ ἀτονεῖν τὰς προνοητικὰς τοῦ θεοῦ ἐνεργείας πρὸς ἕκαστον ἡμῶν ἀπὸ τοῦ τῆς θεότητος ὕψους κατιέναι διὰ τῶν φαινομένων ἐπίστευσεν. εἰ γὰρ εἷς ὢν ὁ φωστὴρ κοινῇ
25τε τὸ ὑποκείμενον ἅπαν τῇ φωτιστικῇ δυνάμει καταλαμβάνει καὶ πᾶσι τοῖς μετέχουσιν ἑαυτὸν ἐπινέμων ὅλος ἑκάστῳ καὶ ἀδιαίρετος πάρεστι, πόσῳ μᾶλλον ὁ τοῦ φωστῆρος
δημιουργὸς καὶ Πάντα ἐν πᾶσι γίνεται, καθώς φησιν ὁ85

86

ἀπόστολος, καὶ ἑκάστῳ πάρεστι τοσοῦτον ἑαυτὸν διδούς, ὅσον τὸ ὑποκείμενον δέχεται. ἀλλὰ καὶ στάχυν τις ἰδὼν ἐπὶ γῆς καὶ τὴν ἐκ φυτοῦ βλάστην καὶ βότρυν ὥριμον καὶ τὸ τῆς ὀπώρας κάλλος ἢ ἐν καρποῖς ἢ ἐν ἄνθεσι καὶ τὴν αὐτόματον πόαν καὶ
5ὄρος ἐπὶ τὸ αἰθέριον ὕψος ἀπὸ τῆς ἄκρας ἀνατεινόμενον καὶ τὰς ἐν ὑπωρείαις πηγάς, μαζῶν δίκην ἐκ τῶν λαγόνων τοῦ ὄρους ἐπιρρεούσας, ποταμούς τε διὰ τῶν κοίλων ῥέοντας καὶ θάλασσαν ὑποδεχομένην τὰ πανταχόθεν ῥεύματα καὶ ἐν τῷ μέτρῳ μένουσαν κύματά τε τοῖς αἰγιαλοῖς ὁριζόμενα καὶ οὐκ
10ἐπεξιοῦσαν ὑπὲρ τοὺς τεταγμένους ὅρους κατὰ τῆς ἠπείρου τὴν θάλασσαν· ὁ ταῦτα καὶ τὰ τοιαῦτα βλέπων πῶς οὐκ ἂν τὰ πάντα διαλάβοι τῷ λόγῳ, δι’ ὧν γίνεται τοῖς θεολογοῦσιν ἡ διδασκαλία τοῦ ὄντος, οὐ μικρὰν ἑαυτῷ δύναμιν πρὸς τὴν μετουσίαν τῆς τρυφῆς ἐκείνης παρασκευάσας τῷ εἶναι παρ’
15αὐτῷ τὰ νοήματα, δι’ ὧν ὁδηγεῖται πρὸς ἀρετὴν ἡ διάνοια, γεωμετρίαν τε καὶ ἀστρονομίαν καὶ τὴν διὰ τοῦ ἀριθμοῦ κατανόησιν τῆς ἀληθείας πᾶσάν τε μέθοδον ἀποδεικτικὴν τῶν ἀγνοουμένων καὶ βεβαιωτικὴν τῶν κατειλημμένων καὶ πρό γε τούτων τὴν τῆς θεοπνεύστου γραφῆς φιλοσοφίαν, τελείαν
20ἐπάγουσαν κάθαρσιν τοῖς δι’ αὐτῆς τὰ θεῖα πεπαιδευμένοις μυστήρια; ὁ δὲ μηδενὸς τούτων ἐν γνώσει γενόμενος μηδὲ χειραγωγηθεὶς διὰ τοῦ κόσμου πρὸς τὴν τῶν ὑπερκοσμίων
ἀγαθῶν κατανόησιν, ἁπαλός τις καὶ ἀγύμναστος καὶ ἀτριβὴς86

87

τὴν διάνοιαν παρελθὼν τὸν βίον, ἐκεῖνος οὐκ ἂν ἐν τοῖς αὐτοῖς εἴη, ἐν οἷς ὁ λόγος τὸν προλαβόντα ἀπέδειξεν, ὡς μηκέτι διὰ τοῦτο μακαριστότερον ἀποδείκνυσθαι κατὰ τὴν προενεχθεῖσαν ἡμῖν ἀντίθεσιν τὸν μὴ μετασχόντα τοῦ βίου τοῦ μετασχόν‐
5τος καλῶς. τοῦ μὲν γὰρ κακίᾳ συνεζηκότος οὐ μόνον ὁ ἀπειρόκακος ἂν εἴη μακαριστότερος, ἀλλὰ τάχα καὶ ὁ μηδὲ τὴν ἀρχὴν παρελθὼν εἰς τὸν βίον· τοιοῦτον γὰρ καὶ περὶ τοῦ Ἰούδα διὰ τῆς εὐαγγελικῆς φωνῆς ἐδιδάχθημεν, ὅτι ἐπὶ τῶν τοιούτων κρεῖττον τοῦ κατὰ κακίαν ὑφεστῶτός ἐστι τὸ
10παντελῶς ἀνυπόστατον· τῷ μὲν γὰρ διὰ τὸ βάθος τῆς ἐμφυείσης κακίας εἰς ἄπειρον παρατείνεται ἡ διὰ τῆς καθάρσεως κόλασις, τοῦ δὲ μὴ ὄντος πῶς ἂν ὀδύνη καθάψαιτο; εἰ δέ τις πρὸς τὸν κατ’ ἀρετὴν βίον κρίνοι τὸν νηπιώδη καὶ ἄωρον, ὄντως ἄωρος ὁ τοιοῦτός ἐστι τοιαύτῃ
15κρίσει περὶ τῶν ὄντων χρώμενος. Ἐρωτᾷς οὖν, ὅτου χάριν ἐν τούτῳ τῆς ἡλικίας τις ὢν τῆς ζωῆς ὑπεξάγεται, τί διὰ τούτου τῆς θείας σοφίας προ‐ μηθουμένης. ἀλλ’ εἰ μὲν περὶ τούτων λέγοις, ὅσα τῆς παρανόμου κυήσεως ἔλεγχος γίνεται καὶ διὰ τοῦτο παρὰ
20τῶν γεννησαμένων ἐξαφανίζεται, οὐκ εἰκότως ἂν τῶν τῆς κακίας ἔργων τὸν θεὸν ἀπαιτοίης τὸν λόγον, τὸν τὰ μὴ καλῶς ἐπὶ τούτῳ γεγενημένα εἰς κρίσιν ἄγοντα· εἰ δέ τις καὶ ἀνατρεφομένων τῶν γεννητόρων καὶ δι’ ἐπιμελείας θεραπευόντων καὶ δι’ εὐχῆς σπουδαζόντων ὅμως οὐ μετέχει
25τοῦ βίου, κατακρατοῦντος μέχρι θανάτου τοῦ ἀρρωστήματος
(ὃ μόνον τῆς αἰτίας ἀναμφιβόλως ἐστίν), ταῦτα περὶ τῶν87

88

τοιούτων εἰκάζομεν, ὅτι τελείας ἐστὶ προνοίας οὐ μόνον γεγονότα θεραπεύειν τὰ πάθη, ἀλλ’ ὅπως ἂν μηδὲ τὴν ἀρχήν τις τοῖς ἀπηγορευμένοις ἐγγένοιτο προνοεῖν. τὸν γὰρ ἐγνωκότα ἐπ’ ἴσης τῷ παρεληλυθότι τὸ μέλλον ἐπικωλύειν
5εἰκὸς τὴν ἐπὶ τὸ τέλειον τῆς ζωῆς τοῦ νηπίου πρόοδον, ὡς ἂν μὴ τῇ προγνωστικῇ δυνάμει τὸ κατανοηθὲν κακὸν ἐπὶ τοῦ μέλλοντος οὕτως βιώσεσθαι τελειωθείη καὶ γένηται τῷ τοιαύτῃ προαιρέσει συζήσεσθαι μέλλοντι ὕλη κακίας ὁ βίος. ὑποδείγματι δέ τινι ῥᾴδιον ἂν εἴη παραστῆσαι τὸ νόημα· ἔστω
10γὰρ καθ’ ὑπόθεσιν παντοδαπή τις εὐωχία προκειμένη τῷ συμ‐ ποσίῳ, ἐπιστατείτω δέ τις τοιοῦτος τῶν δαιτυμόνων, οἷος ἀκριβῶς εἰδέναι τὰ τῆς ἑκάστου φύσεως ἰδιώματα καὶ τί μὲν κατάλληλον τῇ τοιαύτῃ κράσει, τί δὲ ἐπιβλαβὲς καὶ ἀνοίκειον· προσκείσθω δὲ τούτῳ καὶ αὐθεντική τις ἐξουσία τοῦ
15κατὰ τὸ ἴδιον βούλημα τὸν μέν τινα μετέχειν τῶν προκειμένων ἐᾶν, τὸν δὲ ἀποτρέπειν, καὶ πάντα ποιεῖν, ὡς ἂν κατὰ τὴν ἑαυτοῦ κρᾶσιν ἕκαστος τῶν καταλλήλων προσ‐ άπτοιτο, ἵνα μήτε ὁ νοσώδης ἐπιτριβείη, προσθεὶς ὕλην διὰ τῶν ἐδωδίμων τῇ νόσῳ, μήτε ὁ εὐρωστότερος κάμοι,
20εἰς πληθωρικὴν ἀηδίαν ἐκπίπτων τῇ ἀκαταλλήλῳ τροφῇ. ἐν τούτοις εἰ μεσοῦντος τοῦ συμποσίου τις τῶν τῇ οἰνοφλυ‐ γίᾳ προσκειμένων ἐξάγεται ἢ ἐν ἀρχῇ ὢν τῆς μέθης ἢ
μέχρι τέλους παραμένει τῷ δείπνῳ, ταῦτα τοῦ ἐπιστάτου88

89

οἰκονομοῦντος, ὡς ἂν εὐσχημονοίη διαρκῶς ἡ τράπεζα τῶν ἐκ πληθώρας καὶ μέθης καὶ παραφορᾶς κακῶν καθαρεύουσα. ὥσπερ οὖν ὁ τῆς τῶν ἡδυσμάτων κνίσης ἀποσπώμενος οὐκ ἐν ἡδονῇ ποιεῖται τῶν καταθυμίων τὴν στέρησιν, ἀλλ’ ἀκρισίαν
5τινὰ τοῦ ἐπιστατοῦντος καταγινώσκει, ὡς φθόνῳ τινὶ καὶ οὐ προνοίᾳ τῶν προκειμένων ἀπείργοντος, εἰ δὲ πρὸς τοὺς ἔτι ἀσχημονοῦντας τῇ παρατάσει τῆς μέθης βλέποι ἐν ἐμέτοις καὶ καρηβαρίαις καὶ τῷ παραφθέγγεσθαί τι τῶν οὐ δεόντων, χάριν ὁμολογεῖ τῷ πρὸ τοῦ τοιούτου πάθους τῆς ἀμέτρου
10πλησμονῆς αὐτὸν ἀποστήσαντι· εἰ δὴ νενόηται ἡμῖν τὸ ὑπόδειγμα, ῥᾴδιον ἂν εἴη προσαγαγεῖν τὸ ἐν τούτῳ καταληφθὲν ἡμῖν θεώρημα τῷ προκειμένῳ νοήματι. τί γὰρ τὸ προκείμενον ἦν; ὅτου χάριν ὁ θεός, πολλῆς οὔσης τοῖς πατράσι σπουδῆς φυλαχθῆναι ἑαυτοῖς τὸν τοῦ βίου διάδοχον,
15ἄωρον πολλάκις ἐν τῷ ἀτελεῖ τῆς ἡλικίας ἐᾷ τὸ τεχθὲν ἀναρπάζεσθαι; πρὸς οὓς ἐροῦμεν τὸ συμποτικὸν ἐκεῖνο ὑπόδειγμα, ὅτι τῆς τοῦ βίου τραπέζης πολλήν τε καὶ παν‐ τοδαπὴν τῶν ἐδωδίμων τὴν παρασκευὴν ἐχούσης (νόει δέ μοι κατὰ τὴν ὀψαρτυτικὴν ἐμπειρίαν μὴ πάντα τῷ τῆς ἡδονῆς
20μέλιτι τὰ τοῦ βίου καταγλυκαίνεσθαι, ἀλλ’ ἔστιν ὅπου καὶ τοῖς αὐστηροτέροις τῶν συμπτωμάτων τὴν ζωὴν ἐπαρτύεσθαι, οἷα δὴ φιλοτεχνοῦσιν οἱ τῶν περὶ γαστέρα καὶ θοίνην ἡδονῶν τεχνῖται τοῖς δριμυτέροις ἢ ἁλμῶσιν ἢ παραστύφουσιν τὰς ὀρέξεις τῶν δαιτυμόνων ἀναρριπίζοντες)· ἐπεὶ οὖν οὐ διὰ
25πάντων ἐστὶ τῶν πραγμάτων μελιηδὴς ὁ βίος, ἀλλ’ ἔστιν ἐν
οἷς ἅλμη τὸ ὄψον ἐστὶν ἢ στῦψις [ἢ] ὀξώδης, ἢ δηκτική τις καὶ89

90

δριμεῖα ποιότης ἐντριβεῖσα τοῖς πράγμασι δύσληπτον ποιεῖ τὴν καρυκείαν τοῦ βίου, πλήρεις δὲ οἱ τῆς ἀπάτης κρατῆρες παντοδαποῦ κράματος, ὧν οἱ μὲν τὸ φυσῶδες πάθος διὰ τοῦ τύφου τῆς ἀπάτης τοῖς ἐμπιοῦσιν ἐποίησαν, οἱ δὲ εἰς
5παραφορὰν τοὺς ἐμπιόντας ἐξεκαλέσαντο, ἄλλοις δὲ τῶν πονηρῶς κτηθέντων τὸν ἔμετον διὰ τῆς αἰσχρᾶς ἀποτίσεως ἀνεκίνησαν· ὡς ἂν οὖν μὴ ἐπιχρονίζοι τῇ τοιαύτῃ τῆς τραπέζης παρασκευῇ ὁ μὴ δεόντως τῷ συμποσίῳ χρησάμενος, θᾶττον ὑπεξάγεται τοῦ τῶν δαιτυμόνων πληρώματος,
10κερδαίνων τὸ μὴ ἐν ἐκείνοις γενέσθαι, ὧν ἡ ἀμετρία τῆς ἀπολαύσεως τοῖς λαιμαργοῦσι πρόξενος γίνεται. τοῦτό ἐστιν ὅ φημι τελείας εἶναι προνοίας κατόρθωμα, τὸ μὴ μόνον συστάν‐ τα θεραπεύειν τὰ πάθη, ἀλλὰ καὶ κωλύειν πρὸ τῆς συστάσεως. ὃ δὴ καὶ περὶ τοῦ θανάτου τῶν ἀρτιτόκων
15ὑπενοήσαμεν, ὅτι ὁ λόγῳ τὰ πάντα ποιῶν ὑπὸ φιλανθρωπίας ἀφαιρεῖται τῆς κακίας τὴν ὕλην μὴ διδοὺς καιρὸν τῇ προαιρέσει τῇ διὰ τῆς προγνωστικῆς δυνάμεως γνωρισθείσῃ διὰ τῶν ἔργων ἐν κακίας ἐξοχῇ δειχθῆναι οἵα ἐστίν, ὅταν πρὸς τὸ κακὸν τὴν ὁρμὴν ἔχοι.
20 Πολλάκις δὲ τὴν σεσοφισμένην τῆς φιλαργυρίας ἀνάγκην διὰ τῶν τοιούτων ἐλέγχει ὁ συνιστῶν τὸ τοῦ βίου συμπόσιον, ὡς ἄν, οἶμαι, γυμνὸν τῶν εὐπροσώπων προκαλυμμάτων τὸ τῆς φιλαργυρίας ἀρρώστημα φαίνοιτο μηδενὶ παραπετάσματι
πεπλανημένῳ συσκιαζόμενον. φασὶ γὰρ οἱ πολλοὶ διὰ τοῦτο90

91

ταῖς τοῦ πλείονος ἐπιθυμίαις ἐπιπλατύνεσθαι, ὡς ἂν πλουσιωτέρους τοὺς ἐξ αὐτῶν γεγονότας ποιήσαιεν· ὧν ἐλέγχει τὴν νόσον ἰδίαν οὖσαν, οὐκ ἐξ ἀνάγκης ἐγγινομένην ἡ ἀπροφάσιστος τῶν ἀτέκνων πλεονεξία· πολλοὶ γὰρ οὔτε
5ἔχοντες διαδοχὴν ἐπὶ πολλοῖς οἷς ἐμόχθησαν οὔτε ἐν ἐλπίσι τοῦ σχεῖν ὄντες ἀντὶ μυρίων τέκνων πολλὰς ἐπιθυμίας ἐν ἑαυτοῖς παιδοτροφοῦσιν, οὐκ ἔχοντες ποῦ τὴν ἀνάγκην τῆς ἀρ‐ ρωστίας ταύτης ἐπανενέγκωσιν. Εἰ δέ τινες κακῶς ἐπιδημοῦντες τῷ βίῳ, τυραννικοί τε καὶ
10πικροὶ τὴν προαίρεσιν, πάσαις ἀκολασίαις δεδουλωμένοι, θυμῷ παραπλῆγες, φειδόμενοι τῶν ἀνηκέστων κακῶν οὐδ‐ ενός, λῃσταὶ καὶ ἀνδροφόνοι καὶ πατρίδων προδόται ἢ εἴ τι τούτων ἐστὶν ἐναγέστερον οἶον πατροφόνοι τε καὶ μητρολῷαι καὶ παιδοκτόνοι καὶ ταῖς παρανόμοις μίξεσιν ἐπιλυσσῶντες, εἰ
15τοιοῦτοί τινες ὄντες ἐν τῇ κακίᾳ ταύτῃ γηράσκουσιν, πῶς ἐρεῖ τις συμβαίνειν ταῦτα τοῖς προεξητασμένοις; εἰ γὰρ τὸ πρὸ ὥρας ἀνάρπαστον, ὡς ἂν μὴ εἰς τέλος κατὰ τὸ ὑπόδειγμα τοῦ συμποσίου τοῖς πάθεσι τῆς ζωῆς ταύτης ἐλλαιμαργήσειεν, προνοητικῶς ὑπεξάγεται τοῦ βιωτικοῦ συμποσίου, τίνος χάριν
20ὁ τοιοῦτος μέχρι γήρως ἐμπαροινεῖ τῷ συμποσίῳ, πονηρὰν ἑαυτῷ τε καὶ τοῖς συμπόταις τὴν τῶν κακῶν ἑωλοκρασίαν ἐπισκεδάζων; πρὸς οὓς ἐροῦμεν μηδὲν ἔλαττον καὶ ἐπὶ τούτων τὴν προνοητικὴν τοῦ θεοῦ οἰκονομίαν διαφαίνεσθαι· τὸ μὲν γὰρ δύνασθαι καὶ τὸν πρὸς τοῦτο τὸ μέτρον τῆς πονηρίας
25ἐλάσαντα χρόνων τισὶ μακρῶν περιόδοις διὰ τῆς αἰωνίας91

92

καθάρσεως πάλιν ἀποδοῦναι τῷ τῶν σῳζομένων πληρώματι παντὶ πρόδηλον πάντως τῷ πρὸς τὴν θείαν δύναμιν βλέποντι. τίς γὰρ οὕτως τῆς θείας φύσεως ἀνεπίσκεπτος, ὡς τὰ ἄλλα τοῦ θεοῦ βλέπων, ὅσα τῷ ὑπερέχοντι τῆς δυνάμεως ἐν μόνῃ
5τῇ τοῦ θελήματος ὁρμῇ κατειργάσατο, περὶ τοῦτο μόνον ἀτονεῖν αὐτὸν οἴεσθαι; εἰ γάρ τις ἀνθρωπικῶς ἐξετάζειν ἐθέλοι, δυσκολώτερον εὑρεθήσεται τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὸν ἐν τούτοις κόσμον μὴ ὄντα παραγαγεῖν εἰς τὸ εἶναι ἢ διὰ κακίας πλανηθεῖσαν ψυχὴν πάλιν ἐπαναγαγεῖν
10[αὐτὴν] πρὸς τὴν κατὰ φύσιν ζωήν, ὥστε τὸ φιλάνθρωπον θέλημα οὐδὲ ἐπὶ τούτων ἀργὸν ἂν εἴη. τὸ δὲ διαρκὲς τῆς ἐν κακίᾳ τούτῳ ζωῆς οὐ θεόθεν τὰς ἀφορμὰς ἔχει· τοῦ μὲν γὰρ ζῆν τὴν δύναμιν παρὰ τοῦ τὴν ζωὴν πεποιηκότος ἐδέξατο, τοῦ δὲ κακῶς ζῆν ἡ οἰκεία καθηγεῖται προαίρεσις, ἧς μὴ πρὸς
15τοῦτο τὴν ῥοπὴν ἐχούσης οὐδ’ ἂν ἦν ὅλως ἐν κακίᾳ ὁ ἄνθρω‐ πος. κακὸν γὰρ κατ’ οἰκείαν ὑπόστασιν οὐδέν, μὴ ἐν τῇ προαιρέσει τοῦ κακῶς βιοῦντος δημιουργούμενον. εἰ οὖν τῆς συνισταμένης ἔν τινι κακίας ὁ θεὸς ἀναίτιος, οὐκέτι ἂν εὐλόγως εἰς ἐκεῖνον ἀναφέροιτο τῆς ἐν κακίᾳ τούτων ζωῆς ἡ
20αἰτία. Ἀλλὰ διὰ τί, πάντως ἐρεῖς, τὸν μὲν προνοητικῶς ὑπεξάγει
τοῦ βίου πρὶν τελειωθῆναι διὰ τοῦ κακοῦ τὴν προαίρεσιν, τὸν92

93

δὲ καταλείπει γενέσθαι τοιοῦτον, ὡς ἄμεινον αὐτῷ εἶναι τὸ μὴ γενέσθαι ὅλως; πρὸς δὲ τοῦτο τοιοῦτόν τινα τοῖς εὐγνωμονεστέροις ἀποδώσομεν λόγον, ὅτι πολλάκις ἡ ζωὴ τῶν εὖ βεβιωκότων καὶ τοῖς ἐξ αὐτῶν αἰτία τοῦ βελτίονος
5γίνεται. καὶ μυρίαι τούτων ἐκ τῆς θεοπνεύστου γραφῆς αἱ μαρτυρίαι, δι’ ὧν σαφῶς διδασκόμεθα τῆς παρὰ τοῦ θεοῦ γενομένης τοῖς ἀξίοις κηδεμονίας καὶ τοὺς ἐξ αὐτῶν συμμετέχειν. ἀγαθὸν δ’ ἂν εἴη κεφάλαιον καὶ τὸ ἐμποδών τινι πρὸς κακίαν γενέσθαι τῷ μέλλοντι πάντως κατ’ ἐκείνην
10βιώσεσθαι. ἐπεὶ δὲ τῶν ἀδήλων ὁ λόγος ἐνταῦθα καταστοχάζεται, πάντως οὐδεὶς αἰτιάσεται πολλαχῇ τοῦ στοχασμοῦ τὴν διάνοιαν ἄγοντος. οὐ μόνον γὰρ τοῖς καθηγουμένοις τοῦ γένους εἴποι τις ἂν τὸν θεὸν χαριζόμενον ὑπεξάγειν τῆς κακῆς ζωῆς τὸν κατ’ αὐτὴν βιωσόμενον, ἀλλ’ εἰ
15καὶ μηδὲν εἴη τοιοῦτον ἐπὶ τῶν πρὸ ὥρας ἀναρπαζομένων, οὐδὲν ἀπεικὸς οἴεσθαι τὸ χαλεπώτερον ἂν ἐκείνους ἀντιλαμβάνεσθαι τοῦ κατὰ κακίαν βίου ἢ τούτων ἕκαστον τῶν ἐπὶ πονηρίᾳ γνωρισθέντων παρὰ τὸν βίον. τὸ γὰρ μηδὲν ἀθεεὶ γίνεσθαι διὰ πολλῶν ἐπεγνώκαμεν, τὸ δ’ αὖ πάλιν μὴ τυχαῖά
20τε καὶ ἄλογα εἶναι τὰ θεόθεν οἰκονομούμενα πᾶς ἂν ὁμολογήσειεν, εἰδὼς ὅτι ὁ θεὸς λόγος ἐστὶ καὶ σοφία καὶ πᾶσα ἀρετὴ καὶ ἀλήθεια, οὐδὲν δὲ τοῦ λόγου ἄλογον οὐδὲ τοῦ σοφοῦ τι ἄσοφον, οὐδ’ ἂν ἡ ἀρετή τε καὶ ἡ ἀλήθεια τὸ μὴ ἐνάρετόν τε καὶ ἔξω τοῦ ἀληθοῦς καταδέξαιτο.
25Εἴτε οὖν κατὰ τὰς εἰρημένας αἰτίας ἄωροί τινες ἀναρπάζον‐
ται εἴτε τι καὶ ἕτερον παρὰ τὰ εἰρημένα ἐστί, τὸ πάντως ἐπὶ93

94

σκοπῷ τῷ βελτίονι ταῦτα γίνεσθαι συνομολογεῖσθαι προσήκει. οἶδα δέ τινα καὶ λόγον ἕτερον παρὰ τῆς τοῦ ἀποστόλου σοφίας μαθών, δι’ ὅν τινες τῶν κατὰ κακίαν ὑπερ‐ βαλλόντων κατὰ τὴν ἑαυτῶν προαίρεσιν ζῆσαι ἀφείθησαν·
5γυμνάσας γὰρ ἐπὶ πλέον τὴν τοιαύτην διάνοιαν ἐν τῷ πρὸς Ῥωμαίους λόγῳ καὶ ἀνθυπενεγκὼν ἑαυτῷ τὸ ἐκ τοῦ ἀκολούθου ἀντιτιθέμενον, τὸ μὴ ἂν εὐλόγως ἐν αἰτίᾳ τὸν κακὸν ἔτι γενέσθαι, εἴπερ θεόθεν ἔχει τὸ κακὸς εἶναι, μὴ ἂν γενόμενος πάντως, εἴπερ ἀβούλητον ἦν τῷ ἐπικρατοῦντι τῶν
10ὄντων, οὕτως ἀπαντᾷ τῷ λόγῳ διὰ βαθυτέρας τινὸς θεωρίας τὴν ἀνθυποφορὰν ὑπεκλύων· φησὶ γὰρ τὸν θεὸν ἑκάστῳ τὸ κατ’ ἀξίαν νέμοντα ἔστιν ὅπου καὶ τῇ κακίᾳ διδόναι χώραν ἐπὶ σκοπῷ τῷ βελτίονι· τούτου γὰρ ἕνεκεν ἐᾶσαι γενέσθαι καὶ τοιοῦτον γενέσθαι τὸν Αἰγύπτιον τύραννον, ὡς ἂν τῇ ἐκείνου
15πληγῇ ὁ Ἰσραὴλ παιδευθείη, ὁ πολὺς ἐκεῖνος λαὸς καὶ πᾶσαν τὴν ἐξ ἀριθμοῦ περίληψιν διαβαίνων. ἴσως γὰρ τῆς θείας δυνάμεως διὰ πάντων γνωριζομένης καὶ πρὸς τὸ εὐεργετεῖν τοὺς ἀξίους ἱκανῶς ἐχούσης καὶ πρὸς τὴν κόλασιν τῆς κακίας οὐκ ἀτονούσης, ἐπεὶ δὲ πάντως ἐχρῆν ἀποικισθῆναι τῆς
20Αἰγύπτου τὸν λαὸν ἐκεῖνον, ὡς ἂν μή τις αὐτοῖς γένοιτο τῶν Αἰγυπτίων κακῶν κατὰ τὴν τοῦ βίου πλάνην κοινωνία,
τούτου χάριν ὁ θεομάχος ἐκεῖνος, ὁ ἐπὶ παντὶ κακῷ94

95

ὀνομαστὸς Φαραὼ τῇ ζωῇ τῶν εὐεργετουμένων συνανέσχεν τε καὶ συνήκμασεν, ὡς ἂν τῆς διπλῆς τοῦ θεοῦ ἐνεργείας ἐφ’ ἑκατέρων μεριζομένης ἀξίως τῶν δύο λάβῃ τὴν γνῶσιν ὁ Ἰσραήλ, τὸ μὲν κρεῖττον ἐφ’ ἑαυτοῦ διδασκόμενος, τὸ δὲ
5σκυθρωπότερον ἐπὶ τῶν διὰ κακίαν μαστιγουμένων ὁρῶν, ὡς τῷ ὑπερβάλλοντι τῆς σοφίας εἰδότος τοῦ θεοῦ καὶ τὸ κακὸν ἐπὶ τῇ τοῦ ἀγαθοῦ συνεργίᾳ μεταχειρίζεσθαι. χρεία γὰρ τῷ τεχνίτῃ (εἰ χρὴ τὸν ἀποστολικὸν λόγον καὶ διὰ τῶν ἡμετέρων λόγων βεβαιωθῆναι), χρεία τοίνυν τῷ διὰ τῆς τέχνης πρός τι
10τῶν βιωφελῶν ἐργαλείων τυποῦντι τὸν σίδηρον οὐ μόνον τοῦ εὐκόλως τῇ τέχνῃ εἴκοντος ἔκ τινος φυσικῆς ἁπαλότητος, ἀλλὰ κἂν λίαν ἀντίτυπος ὁ σίδηρος ᾖ, κἂν μὴ ῥᾳδίως διὰ πυρὸς ἐκμαλάσσηται καὶ πρὸς τὸ σκεῦος τῶν ἀναγκαίων τοῦ βίου τυπωθῆναι τῷ ἀνυπείκτῳ τε καὶ στερρῷ μὴ οἶός τε ᾖ, καὶ
15τούτου ἡ τέχνη ἐπιζητεῖ τὴν συνεργίαν· ἄκμονι γὰρ χρήσεται τῷ τοιούτῳ, ὡς ταῖς ἐπὶ τούτου πληγαῖς τὸν εὐεργῆ τε καὶ ἁπαλὸν πρός τι τῶν χρησίμων ἀποτυποῦσθαι. Ἀλλ’ ἐρεῖ τις, ὅτι οὐ πάντες παρὰ τὸν βίον τοῦτον τῆς ἑαυτῶν μοχθηρίας ἀπέλαυσαν· οὐδὲ γὰρ οἱ κατ’ ἀρετὴν
20βιοτεύοντες ἐν τῇ ζωῇ ταύτῃ τῶν τῆς ἀρετῆς ἱδρώτων ἀπώναντο· τί οὖν, φησί, τούτων εἶναι τὸ χρήσιμον ἐπὶ τῶν ἐν κακίᾳ ἀτιμωρήτως βεβιωκότων; παραθήσομαί σοι καὶ πρὸς τοῦτο λόγον τῶν ἀνθρωπίνων λογισμῶν ὑψηλότερον· φησὶ γάρ που τῆς ἑαυτοῦ προφητείας ὁ μέγας Δαβὶδ μέρος τι τοῖς
25ἐναρέτοις εὐφροσύνης καὶ τὸ τοιοῦτον εἶναι, ὅταν ἀν‐
τιπαραθεωρῶσι τοῖς οἰκείοις ἀγαθοῖς τὴν τῶν κατακρίτων95

96

ἀπώλειαν· Εὐφρανθήσεται, γάρ φησι, δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν ἀσεβοῦς· τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ· οὐχ ὡς ἐπιχαίρων ταῖς τῶν ἀνιωμένων ὀδύναις, ἀλλ’ ὡς τότε μάλιστα γνωρίζων τὸ ἐξ ἀρετῆς τοῖς ἀξίοις
5παραγινόμενον. σημαίνει γὰρ διὰ τῶν εἰρημένων, ὅτι προσθήκη τῆς εὐφροσύνης καὶ ἐπίτασις τοῖς ἐναρέτοις γίνεται ἡ τῶν ἐναντίων ἀντιπαράθεσις· τὸ γὰρ εἰπεῖν, ὅτι Τὰς χεῖρας ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ νίπτεται, τοιαύτην παρίστησι τὴν διάνοιαν, ὅτι τὸ καθαιρόμενον αὐτοῦ τῆς κατὰ τὴν ζωὴν
10ἐνεργείας ἐν τῇ ἀπωλείᾳ τῶν ἁμαρτωλῶν διαδείκνυται· ἡ γὰρ τοῦ νίψασθαι λέξις καθαρότητος ἔμφασιν διερμηνεύει, ἐν αἵματι δὲ οὐχὶ νίπτεταί τις ἀλλὰ μολύνεται, ὥστε διὰ τούτου δῆλον γενέσθαι, ὅτι ἡ τῶν σκυθρωποτέρων ἀντιπαράθεσις τὴν τῆς ἀρετῆς μακαριότητα δείκνυσιν.
15 Συναπτέον τοίνυν ἐπὶ κεφαλαίῳ τὸν λόγον, ὡς ἂν εὐμνημόνευτα γένοιτο τὰ ἐξητασμένα νοήματα. ἡ γὰρ ἄωρος τελευτὴ τῶν νηπίων οὔτε ἐν ἀλγεινοῖς εἶναι τὸν οὕτω τοῦ ζῆν παυσάμενον νοεῖν ὑποτίθεται οὔτε κατὰ τὸ ἴσον τοῖς διὰ πάσης ἀρετῆς κατὰ τὸν τῇδε βίον κεκαθαρμένοις γίνεται, προμηθείᾳ
20κρείττονι τοῦ θεοῦ τὴν τῶν κακῶν ἀμετρίαν κωλύοντος ἐπὶ τῶν μελλόντων οὕτω βιώσεσθαι. τὸ δὲ ἐπιβιῶναί τινας τῶν κακῶν οὐκ ἀνατρέπει τὴν ἀποδοθεῖσαν διάνοιαν· τῇ γὰρ πρὸς τοὺς γεννησαμένους χάριτι τὸ κακὸν ἐπ’ ἐκείνων ἐνεποδίσθη· οἷς δὲ οὐκ ἦν τις ἐκ γονέων πρὸς τὸν θεὸν παρρησία οὐδὲ τοῖς
25ἐξ ἐκείνων τὸ τοιοῦτον ἔτι τῆς εὐεργεσίας εἶδος συμπαρεπέμ‐ φθη· ἢ πολλῷ χαλεπώτερος τῶν ἐπὶ κακίᾳ γνωρίμων ὁ κωλυθεὶς διὰ τοῦ θανάτου γενέσθαι κακὸς ἐφάνη ἄν, εἴπερ
ἀκώλυτον ἔσχε τὴν πονηρίαν, ἢ εἴ τινες καὶ εἰς τὸ ἀκρότατον96

97

τῆς πονηρίας μέτρον προεληλύθασιν, ἡ ἀποστολικὴ θεωρία παραμυθεῖται τὸ ζήτημα, ὡς εἰδότος τοῦ πάντα ἐν σοφίᾳ ποιοῦντος καὶ διὰ τοῦ κακοῦ τι τῶν ἀγαθῶν κατεργάσασθαι. εἰ δέ τις καὶ ἐν πονηρίᾳ τὸ ἄκρον ἔχει καὶ ἐπ’ οὐδενὶ χρησίμῳ
5κατὰ τὸ ῥηθὲν ἡμῖν ὑπόδειγμα παρὰ τῆς τοῦ θεοῦ τέχνης κατεχαλκεύθη, τοῦτο προσθήκη τῆς εὐφροσύνης τῶν εὖ βεβιωκότων γίνεται, καθὼς ἡ προφητεία νοεῖν ὑποτίθεται, ὅπερ οὐ μικρὸν ἐν ἀγαθοῖς ἄν τις λογίσαιτο οὐδὲ τῆς τοῦ θεοῦ
προμηθείας ἀνάξιον.97