TLG 2017 082 :: GREGORIUS NYSSENUS :: Contra fatum GREGORIUS NYSSENUS Theol. Contra fatum Source: McDonough, J. (ed.), Gregorii Nysseni opera, vol. 3.2. Leiden: Brill, 1986: 31–63. Citation: Page — (line) | ||
31(1t) | ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ | |
2t | ΚΑΤΑ ΕΙΜΑΡΜΕΝΗΣ | |
---|---|---|
3 | Μέμνησαι πάντως ὅ τί μοι γέγονεν, ὅτε πρώην διὰ πολλοῦ παρ’ ὑμᾶς τὸ μέγα τῆς ἀπιστίας ὄρος, εὐαγγελικῶς εἰπεῖν, εἰς | |
5 | πίστιν μετεκινήθη, τοῦ σοφωτάτου Εὐσεβίου τῆς πολιᾶς ἀξίως ἐν γήρᾳ βουλευσαμένου, εἴπερ ἀνθρώπου βουλὴν εἶναι χρὴ ταύτην λογίσασθαι καὶ μὴ θείαν τινὰ συμμαχίαν τοῦ διοικοῦν‐ τος ἐπ’ ἀγαθῷ τὸ ἀνθρώπινον. τότε δή μοι πρὸς τὸ παράδοξον ἐκπεπληγμένῳ τοῦ θαύματος, πῶς ὁ τοσοῦτος ἐν ἀπιστίᾳ τὸ | |
10 | πρότερον πολλαπλασίονι τῷ μεγέθει τῆς πίστεως ὑπερέβαλε τῆς ἀπιστίας τὸ μέτρον, ἐπειδή τις προϊούσης ἡμῖν τῆς | |
συνουσίας τῶν κατὰ τὴν εἱμαρμένην ζητουμένων λόγος | 31 | |
32 | ἐνέπεσεν, ἐπέταξας, ὦ τιμία μοι καὶ ἱερὰ κεφαλή, τὴν γενομένην μοι πρός τινα τῶν φιλοσόφων διάλεξιν ἐν τῇ μεγάλῃ τοῦ Κωνσταντίνου πόλει περὶ τῆς ὑποθέσεως ταύτης ἐγγράφως σοι δι’ ἐπιστολῆς διηγήσασθαι. μικρᾶς τοίνυν | |
5 | ἐπιτυχὼν σχολῆς, δι’ ὀλίγων, ὡς οἶόν τε, συντεμὼν τὸν λόγον ἐκτίθεμαί σοι ἐν ἁπλῷ καὶ ἀκατασκεύῳ τῷ διηγήματι φυλασσόμενος ὅτι μάλιστα τοῦ μὴ πόρρω τῶν ἐπιστολιμαίων μέτρων ἐκπεσεῖν τὸν λόγον εἰς λογογραφικὸν μῆκος ἀποτεινόμενον. | |
10 | Προσῆγον ἐγώ τινας περὶ τῆς καθ’ ἡμᾶς εὐσεβείας λόγους ἀνδρί τινι πεπαιδευμένῳ τὴν ἔξω φιλοσοφίαν, ὡς ἐνῆν ἐκ τῶν λεγομένων στοχάσασθαι, καὶ πείθειν ἐπεχείρουν ἐκ τοῦ Ἑλληνισμοῦ πρὸς τὴν συγκατάθεσιν τοῦ καθ’ ἡμᾶς δόγματος μετατάξασθαι. ἐπειδὴ δὲ πολὺς ἦν κατασκευάζων μὴ κατ’ | |
15 | ἐξουσίαν προκεῖσθαι τοῖς βουλομένοις τῶν κατὰ γνώμην τὴν αἵρεσιν, ἀλλὰ διά τινος ἐξάπτων ἀνάγκης τὴν τῶν ἀνθρώπων ζωήν, ἧς ἄνευ μὴ ἄν τι γενέσθαι τῶν ἐν ἡμῖν γινομένων, καὶ τούτῳ τῷ λόγῳ τὸν ἐμὸν παρεκρούετο λόγον, ὡς εἰ μὲν εἵμαρται αὐτῷ γενέσθαι Χριστιανῷ, γενήσεται πάντως, κἂν | |
20 | ἡμεῖς μὴ βουλώμεθα, εἰ δὲ κωλύοιτο τῇ τῆς εἱμαρμένης ἀνάγκῃ, μὴ ἂν γενέσθαι δυνατὸν ἐξευρεῖν τινα μηχανὴν ἣ τὴν εἱμαρμένην βιάσεται· ταῦτα λέγοντος ἐγὼ μέν, ὅπερ εἰκὸς ἦν, | |
φεύγειν ᾤμην αὐτὸν τὸ μαθεῖν τι περὶ τῆς πίστεως τῷ | 32 | |
33 | Ἑλληνισμῷ διὰ βάθους ἐγκείμενον καὶ τούτῳ τῷ τρόπῳ τὴν ἀκολουθίαν τοῦ ἡμετέρου παρακρούεσθαι λόγου. ἐπεὶ δὲ οὐκ ἀνίει τοῖς αὐτοῖς ἐπιμένων, πάντα λέγων ὑπεζεῦχθαι τῇ τῆς εἱμαρμένης ἀνάγκῃ κἀκείνην ἐπιστατεῖν τῶν ὄντων καὶ τῇ | |
5 | ῥοπῇ ταύτης πάντα ὑποκύπτειν τὰ ὄντα, ζωῆς τε μέτρα καὶ ἠθῶν διαφορὰς καὶ βίων αἱρέσεις καὶ σωμάτων κατασκευὰς καὶ τὰς τῶν ἀξιωμάτων ἀνωμαλίας, ὡς ἄρχειν τε πάντως τὸν καθ’ εἱμαρμένην ἐπὶ τὴν ἀρχὴν παριόντα, δουλεύειν τε κατὰ τὴν αὐτὴν αἰτίαν καὶ πλουτεῖν ὡσαύτως καὶ πένεσθαι, | |
10 | ἐρρῶσθαί τε πάλιν τῷ σώματι καὶ ἀσθενῶς ἔχειν, τό τε ὠκύμορον καὶ τὸ μακρόβιον τὴν αὐτὴν ἔχειν αἰτίαν (ὅ τε γὰρ ἐν ὀλίγῳ μετασχὼν τῆς ζωῆς καὶ ὁ ἐν μακρῷ τῷ χρόνῳ παρατείνας τὸν βίον οὐ κατ’ οἰκείαν ὁρμὴν ἀλλ’ ἐκ τῆς ἀνάγκης ἐκείνης ἐν ἑκατέρῳ ἑκάτερος γίνεται), τόν τε | |
15 | αὐτόματον καὶ τὸν ἠναγκασμένον θάνατον μὴ ἄλλως ἢ παρ’ ἐκείνης ἀποκληροῦσθαι τοῦ τε βιαίου θανάτου τὰς πολυτρόπους διαφορὰς ἐν συμπτώμασιν ἢ ἀγχόναις ἢ ψήφῳ δικαστικῇ ἢ καὶ κατ’ ἐπιβουλὴν ἐπαγομένας, καὶ τὰ ἔτι τούτων καθολικώτερα καὶ περιληπτικώτερα πάθη, σεισμοὺς | |
20 | καὶ ναυάγια καὶ ἐπικλύσεις ὑδάτων καὶ τὰς ἐκ πυρὸς συμ‐ φορὰς καὶ ὅσα τοιαῦτα εἴδη κακῶν, πάντα τῆς αἰτίας ἐκείνης ἐξάπτων προσετίθει καὶ τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων μηδαμοῦ τὸν λογισμὸν τοῦ αἱρουμένου κύριον εἶναι, πάντας δὲ τῷ κράτει τῆς εἱμαρμένης ὑπηρετοῦντας ἢ φιλοσοφεῖν ἢ | |
25 | ῥητορεύειν ἢ γεωργεῖν ἢ ναυτίλλεσθαι ἢ ἐν γάμῳ ζῆν ἢ τὸν ἄγαμον αἱρεῖσθαι βίον, ἀρετῆς τε καὶ κακίας τὴν αὐτὴν | |
ἀνάγκην εἶναι διισχυρίζετο· ὥστε κατὰ τὴν ἀπαράβατον | 33 | |
34 | ταύτην ἀποκλήρωσιν τὸν μὲν τῇ ὑψηλοτέρᾳ προσανέχειν ζωῇ ἐν ἀκτήμονι καὶ ἐλευθεριάζοντι βίῳ, ἕτερον δὲ τυμβωρυχεῖν ἢ πειρατεύειν ἢ ἀσωτεύεσθαι ἢ τῷ ἑταιρικῷ βίῳ ἀπο‐ θηλύνεσθαι. καὶ πάντα τὰ τοιαῦτα διεξιὼν ἰσχυρὰν ᾤετο τοῦ | |
5 | μὴ παραδέξασθαι τὸν λόγον ἡμῶν αἰτίαν ἐπιδεδεῖχθαι τὸ μὴ ἐφ’ ἡμῖν εἶναι ὅπερ ἂν θέλωμεν κατ’ ἐξουσίαν αἱρεῖσθαι, ἀλλὰ δεῖν ἀναμεῖναι τὴν ἀνάγκην ἐκείνην, ἧς τὸ ἐνδόσιμον πρὸς τὴν τοιαύτην ὁρμὴν παρασχούσης ἐπάναγκες εἶναι προσθέσθαι τῷ λόγῳ καὶ μὴ βουλόμενον, ἄνευ δὲ ἐκείνης καὶ | |
10 | σφόδρα προαιρουμένου μὴ δυνατὸν εἶναι γενέσθαι. Ἐγὼ δὲ ταῦτα αὐτοῦ καὶ τὰ τοιαῦτα διεξιόντος ἠρόμην αὐτὸν εἰ θεόν τινα οἴεται εἶναι τὸν τὸ κατὰ πάντων ἔχοντα κράτος τὸν τῷ ὀνόματι τῆς εἱμαρμένης ἀποκαλούμενον, οὖ τῷ βουλήματι τὰ καθ’ ἕκαστον οἰκονομεῖσθαι πεπίστευκεν. ὁ δὲ | |
15 | πολλήν μου καταγνοὺς ἀβελτηρίαν ἐν τῷ ἐρωτήματι Οὔ μοι δοκεῖς κατανενοηκέναι, φησί, τῶν οὐρανίων οὐδέν. ἧ γὰρ ἂν ἔγνως τῆς εἱμαρμένης τὴν δύναμιν, ὅθεν καὶ ὅπως κατελήφθη τῶν καθ’ εἱρμὸν ἀπαραβάτως γινομένων ἡ δύναμις. ἐμοῦ δὲ καὶ πρὸς τοῦτον ξενοφωνουμένου τὸν λόγον καί τι σαφέστερον | |
20 | ἀξιοῦντος μαθεῖν, πότερον δύναμίν τινα προαιρετικὴν αὐτοκρατῆ τε καὶ ἀδέσποτον ἐν ὑπερκειμένῃ τινὶ ἐξουσίᾳ θεωρουμένην τὴν εἱμαρμένην εἶναι φαντάζεται ἢ ἄλλο τι παρὰ τοῦτο ὑπείληφε, πάλιν τὸν αὐτὸν ἐπαναλαβὼν λόγον Ὁ τῶν οὐρανίων, φησίν, ἐπεσκεμμένος τὴν κίνησιν, τόν τε ζῳ‐ | |
25 | διοφόρον κύκλον καὶ τὰ ἐν αὐτῷ δυοκαίδεκα τμήματα τῇ | 34 |
35 | περιγραφῇ τῶν ἐνθεωρουμένων ζῳδίων δι’ ἴσου ἀπ’ ἀλλήλων διεστηκότα, ἑκάστου τε τῶν ἄστρων τὴν δύναμιν κατανοήσας, τίνα μὲν ἐφ’ ἑαυτοῦ ἕκαστον ἐκ φύσεως ἰσχὺν ἔχει, τί δὲ ἡ σύνοδος αὐτῶν ἐκ τῆς ποιᾶς πρὸς ἄλληλα κράσεως | |
5 | ἀπεργάζεται τῆς κατὰ τὴν δύναμιν ἑκάστου αὐτῶν ἰδιότητος μιχθείσης τε τῷ προσεγγισμῷ πρὸς τὴν ἑτέραν καὶ ἀποκριθείσης διὰ τῆς ἀποστάσεως, τί τε πάλιν ἡ τοῦ κατωτέρου ὑπόβασις ἐργάζεται καὶ τί ἡ τοῦ ὑπερκειμένου κατὰ τὴν πάροδον ἔκλειψις καὶ πάλιν ἀποκατάστασις ὅ τε | |
10 | ποικίλος τῶν συνιόντων τε καὶ ἀφισταμένων σχηματισμὸς ἐν τριγώνοις ἢ σκαληνοῖς καταγραφόμενος σχήμασιν ἢ καὶ ἄλλο τι τῶν κατὰ γεωμετρίαν θεωρουμένων σχημάτων ἀποτελῶν· ὁ ταῦτα, φησί, καὶ τὰ τοιαῦτα κατανοήσας εἴσεται τῆς εἱμαρμένης τὸ σημαινόμενον, ὅτι τὸ εἱρμῷ τινι ἀπαραβάτῳ | |
15 | κατὰ τὴν ποιὰν συμπλοκὴν τῶν ἀστέρων ἀναγκαίως ἀποτελούμενον τῷ ὀνόματι τῆς εἱμαρμένης διερμηνεύεται. ἐπεὶ δέ με καὶ τοῦτο πάλιν ἐξένιζεν (οὐ γὰρ συνίειν τῶν λεγομένων οὐδὲν ἅτε μὴ πεπαιδευμένος ταύτην τὴν παίδευσιν), ἠξίουν δι’ ὧν ἦν μοι δυνατὸν γνῶναι τὴν τῆς εἱ‐ | |
20 | μαρμένης διάνοιαν, διὰ τούτων μοι φανερὸν ποιεῖν τὸ λεγόμενον· τοὺς γὰρ ἀστρῴους κύκλους ἄλλον ἄλλῳ ἐγκεῖσθαι καὶ τὴν ἐναντίαν κίνησιν τῇ ἀπλανεῖ περιφορᾷ κατὰ τὸ ἐντὸς ἀνελίσσεσθαι καὶ πάντας τούτους τῷ ζῳδιακῷ | |
ἐνδινεῖσθαι κύκλῳ, ταῦτα καὶ παρ’ ἑτέρων εἶπον ἀκηκοέναι | 35 | |
36 | καὶ ἐκ τοῦ ἀκολούθου μὴ ἀμφιβάλλειν τὰς τῶν φωστήρων αὐγὰς κατὰ τὴν ἰδιάζουσαν ἑκάστῳ τῶν πόλων κυκλοφορίαν προσεγγίζειν τε καὶ ἀφίστασθαι, καὶ ὑποβαίνειν τὸν κατώτερον καὶ κρύπτεσθαι τὸν ὑπερκείμενον ἀπὸ τῶν | |
5 | ἡμετέρων ὄψεων, εἰ κατὰ νώτου γένοιτο τοῦ ὑποβαίνοντος, καὶ πάντα ὅσα εἰκὸς ἐκ τοῦ ἀκολούθου λογίσασθαι· εἴτε τι σχῆμα διὰ τούτων ἀποτελεῖται, ὅταν ὁ κύκλος περιάγῃ διὰ τῆς ἰδίας κινήσεως τὸ ἐφ’ ἑαυτοῦ κείμενον ἄστρον, ὥστε ἢ κατ’ εὐθεῖαν τοῦ ὑπερκειμένου γενέσθαι ἢ πλαγιάσαι κατὰ τὴν | |
10 | πάροδον, εἴτε δι’ ὀλίγου τοῦ χρονικοῦ διαστήματος εἴτε διὰ πλείονος ἑκάστου τούτων ἡ περίοδος γίνεται κατὰ τὸ μέγεθος τῆς καθ’ ἕκαστον τῶν κύκλων ἀναλογίας ἀναγκαίως ἢ θᾶττον ἢ βράδιον τῆς ἀναστροφῆς γινομένης. Ταῦτα πάντα καὶ τὰ τοιαῦτα σιγᾶν ἠξίουν, μόνον δέ μοι | |
15 | σαφῶς ἐκκαλύπτειν τῆς εἱμαρμένης τὴν δύναμιν, εἰ θεός τίς ἐστιν ὁ τῷ ὀνόματι τῆς εἱμαρμένης νοούμενος καὶ ὁ τοῦ παντὸς ἐξημμένος τὸ κράτος καὶ πάντα κατ’ ἐξουσίαν τῷ ὑπερέχοντι τῆς δυνάμεως πρὸς τὸ δοκοῦν διοικούμενος, ἢ ἄλλης τινὸς ὑπερκειμένης ἐνεργείας ὑπουργὸν εἶναι τὴν | |
20 | τῆς εἱμαρμένης ὑποτίθεται δύναμιν, ὥστε καὶ αὐτὴν τρόπον τινὰ ὑπὸ ἑτέραν εἱμαρμένην κεῖσθαι τῇ ὑπερεχούσῃ συνδιατιθεμένην αἰτίᾳ. εἰ μὲν γὰρ αὕτη τὸ κατὰ πάντων κράτος ἔχειν πεπίστευται, τὸ μηδὲν ὑπερκεῖσθαι ταύτης ἡ ἀκολουθία τοῦ λόγου δίδωσιν οἴεσθαι· εἰ δὲ τῇ κινήσει τῶν | |
25 | ἄστρων ἀκολουθοῦσαν τὴν εἱμαρμένην κρατεῖν αὐτὴν βιαίᾳ | |
τινὶ ἀνάγκῃ τῶν πάντων διισχυρίζεται, ἀσφαλέστερον ἦν τῷ | 36 | |
37 | προηγουμένῳ μᾶλλον ἢ τῷ ἑπομένῳ τὴν παντοδύναμον ταύτην προσμαρτυρεῖν ἐξουσίαν καὶ τὰ ἄστρα τούτων αἴτια λέγειν ἢ τὴν ἀπλανῆ περιφορὰν ἢ τοὺς ἐντὸς ταύτης ἐνθεωρουμένους κύκλους ἢ τὸν λοξῶς ἐγκεχαραγμένον τῷ | |
5 | πόλῳ κύκλον. εἰ γάρ τις δοίη καθ’ ὑπόθεσιν μὴ κινεῖσθαι ταῦτα μηδὲ διὰ τῆς ἀϊδίου κυκλοφορίας ἢ ἐν ἀλλήλοις ἢ ἀπ’ ἀλλήλων γίνεσθαι, ἀλλ’ ἐπὶ τοῦ αὐτοῦ σχήματος ὡσαύτως ἔχειν ἀεί, οὐκ ἂν ἡ εἱμαρμένη συσταίη. εἰ οὖν ἡ κίνησις τῶν ἄστρων τίκτει τὴν εἱμαρμένην, ἄρα μάτην ἐπικρατεῖν αὕτη | |
10 | τῶν ἄλλων νομίζεται ἡ τῇ ὑπερκειμένῃ αἰτίᾳ δουλεύουσα, καὶ μὴ ἂν οὖσα, εἰ μὴ ἡ κίνησις εἴη. Ἀλλ’ οὐ τοῦτο, φησὶν ὁ φιλόσοφος ἐκεῖνος, οὐχ οὕτως ὁ ἡμέτερος νομίζει λόγος, τὸ εἶναι αὐτὴν ἐφ’ ἑαυτῆς τὴν εἱμαρμένην ἐν ὑποστάσει τινὶ θεωρουμένην· ἀλλ’ ἐπειδὴ | |
15 | μία τίς ἐστιν ἐν τοῖς οὖσι συμπάθεια καὶ συνεχές ἐστι τὸ πᾶν ἑαυτῷ καὶ τὰ καθ’ ἕκαστον ἐν τῷ παντὶ θεωρούμενα οἷον ἐπὶ σώματος ἑνὸς ἐν μιᾷ συμπνοίᾳ καταλαμβάνεται πάντων πρὸς ἄλληλα τῶν μερῶν συννευόντων, τούτου χάριν ἀρχηγικωτέρας οὔσης τῆς ἄνω λήξεως τὰ περίγεια πάντα τῷ | |
20 | προηγουμένῳ συνδιατίθεται καὶ πρὸς ἐκεῖνο νεύει, κατὰ τὴν ἄνω κίνησιν καὶ τῶν τῇδε πραγμάτων ἐξ ἀνάγκης | |
συγκινουμένων, ἐν διαφόρῳ δέ, καθὼς εἴρηται, τῇ δυνάμει | 37 | |
38 | ἑκάστου τῶν ἄστρων θεωρουμένου. ὥσπερ ἐπὶ τῆς ἰατρικῆς φαρμακείας αἱ τῶν εἰδῶν ποιότητες λόγῳ τινὶ τεχνικῷ συμ‐ μιχθεῖσαι ἄλλο τι τὸ ἐκ τοῦ κοινοῦ συγκραθὲν ἀπειργάσαντο καὶ οὐχ ὅπερ ἕκαστον ἦν πρὸ τῆς πρὸς ἄλληλα μίξεως, οὕτω | |
5 | καὶ τῶν ἀστρῴων δυνάμεων ἐν διαφόροις ἰδιότησι θεω‐ ρουμένων, ἡ ποικίλη κατὰ τοὺς προσεγγισμοὺς αὐτῶν καὶ τὰς ἀποστάσεις γινομένη τῶν διαφόρων ἰδιωμάτων συμπλοκὴ τὰς ποικίλας τῶν κατὰ τὸν βίον ἀποτελουμένων διαφορὰς ἐξεργάζεται οἷόν τινος ἀπορροῆς ἀδιασπάστως ἐκεῖθεν ἐφ’ | |
10 | ἡμᾶς διηκούσης. διά τοι τοῦτο καὶ παρὰ τῶν ἐπιμελέστε‐ ρον τὰ τοιαῦτα φιλοσοφούντων αἱ προρρήσεις τῶν ἐσομένων οὐχ ἁμαρτάνονται. ὡς γὰρ ὁ τῆς ἰατρικῆς ἐπιστήμων, εἰ τὸ θερμὸν ἢ ναρκῶδες φάρμακον ἀνακραθείη τῷ ἁλμῶντι ἢ παραστύφοντι, προλέγει τὴν συστησομένην ἐκ τῆς τῶν | |
15 | ἑτεροφυῶν μίξεως ἰδιότητα καὶ τί κατεργάζεται καὶ μέχρι τίνος τὴν ἰσχὺν ἔχει καὶ τίνι μὲν ὀλέθριον τίνι δὲ ἀλεξητήριον γίνεται, οὕτως καὶ ὁ τοῖς ἄνω δι’ ἐπιμελείας προσεσχηκὼς καὶ τὴν ἑκάστου τῶν ὄντων φύσιν κατανοήσας εἴσεται τὴν ἐκ τῆς ποιᾶς αὐτῶν συμπλοκῆς δύναμιν τί ἀποτελέσει. αὕτη δὲ ἡ | |
20 | ἀπορροὴ οὐδὲ ἐν ὀλίγῳ πρὸς ἑαυτὴν ὁμοίως ἔχει, ἀλλὰ διὰ τὸ ἀστατεῖν ἀεὶ τῶν ἐπιπλεκομένων ἀλλήλοις ἄστρων τὴν κίνησιν ἀναγκαίως κἀκείνη τῇ συνεχείᾳ τῆς κατὰ τὴν κίνησιν ἑτερότητος συναλλοιοῦται ἀεὶ συμμετακιρναμένη τῇ ποικιλίᾳ τῆς κινήσεως καὶ τὰς ἐνεργείας ἑαυτῆς τῇ κινήσει τῶν ἄστρων | |
25 | συνεξαλλάσσουσα· ἧς τῶν ἐπὶ τὸν βίον παραγομένων ἕκαστος | 38 |
39 | κατὰ τὴν ἐν τῷ ἀκαρεῖ τοῦ διαστήματος ἐπιτυχοῦσαν αὐτῷ μοῖραν σπάσας ἐκεῖνο γίνεται ὅπερ ἡ ἰδιότης τοῦ μέρους ἐκείνου προεμήνυσέ τε καὶ ἀπετέλεσεν· ἀνάγκη γὰρ πᾶσα, καθάπερ ἐν ἐκμαγείῳ σφραγῖδος τῷ ἐντεθέντι κηρῷ τὸ κατὰ | |
5 | τὴν γλυφὴν εἶδος περιτυποῦται, οὕτως καὶ τοῦ ἀνθρώπου τὸν βίον, ᾧ ἂν συνενεχθῇ μορίῳ τῆς ἀπορρεούσης δυνάμεως ἐκ τῆς τῶν ἄστρων κινήσεως, κατὰ τὴν ἐκείνου τοῦ μέρους ἰδιότητα τυποῦσθαι κἀκεῖνο γίνεσθαι ὅπερ εἶχεν ἐν ἑαυτῇ τῆς ἀπορροίας ἡ μοῖρα ἣν ἔσπασεν εὐθὺς τοῦ βίου ἀρχόμενος· ᾗ | |
10 | ἅπαξ ἐνσφραγισθεὶς κατὰ τὴν ἐκεῖθεν ὁρισθεῖσαν δύναμιν ἀναγκαίως ἐν τῇ κατὰ τὸν βίον ἰδιότητι συμμορφοῦται ταῦτα ποιῶν ἢ πάσχων ὧν τὰς ἀρχὰς ἢ τὰς αἰτίας ἡ πρώτη ἔντευξις τῆς ἀστρῴας ἐκείνης ἀπορροῆς κατεβάλετο. Ἐγὼ δὲ τούτων λεγομένων Οὐ παύσῃ, πρὸς αὐτὸν εἶπον, | |
15 | φληνάφους ἐμοὶ λόγους καὶ λήρους διεξιών, τὸ ἀμερὲς ἐκεῖνο μέρος τῆς ἐν ἀκαρεῖ μετουσίας τῶν ἄνωθεν ἡμῖν, ὡς φῄς, ἐπιρρεόντων πάντων αἴτιον τῶν ἐν ἡμῖν κατασκευάζων, οὔτε εἰ ἔμψυχον τοῦτο καὶ προαιρετικόν ἐστι λέγων οὔτε ὅπως κατακρατεῖ τῶν ἐμψύχων τὸ ἄψυχόν τε καὶ ἀνυπόστατον | |
20 | καὶ μηδεμίαν ἐκ φύσεως ἰδίαν ἔχον ὁρμὴν δεῖξαι δυνάμενος, ἀλλὰ πάσης βουλῆς καὶ τῆς ἐκ τῶν λογισμῶν προμηθείας παιδεύσεώς τε καὶ ἐπιμελείας καὶ τῶν κατ’ ἀρετὴν ἐπι‐ | |
τηδευμάτων καθάπερ τινὰ τύραννον ἢ δεσπότην τὸ ἄψυχόν | 39 | |
40 | τε καὶ ἀπροαίρετον, ἄστατόν τε καὶ παροδικὸν καὶ ἀμερὲς καὶ ἀνυπόστατον ἐπιστήσας τῷ λόγῳ; τῆς ἐκείνου δυνάμεως ἐξάπτεις τὴν τῶν ὄντων σύστασίν τε καὶ διοίκησιν, καὶ οὐχ ὁρᾷς εἰς οἵας ὁ λόγος ἀτοπίας ἐκφέρεται; εἰ γὰρ τοσαύτην ἔχει | |
5 | δύναμιν ἐκείνη τῆς ἀπορροῆς ἡ μοῖρα, ὡς κατ’ αὐτὴν τοὺς παρὰ τὴν πρώτην πάροδον γεγονότας ἀποτελεῖν, πάντως ὅτι οὐκ ἐπακολουθητικῶς ἀλλὰ προηγουμένως τῆς τῶν ὄντων συστάσεως ἐξηγήσεται. οὐκοῦν ἐκείνη προάξει κατὰ τὴν ἰδίαν δύναμιν τὸν τικτόμενον καὶ οὐχὶ τῇ τοῦ ἀποκυηθέντος | |
10 | συντυχίᾳ ὑπηρετήσει. ἄδηλον γὰρ ἐνταῦθα ποῖον τίνος ἀρχ‐ ηγικώτερον ἀμφοτέρων ἐν τῷ ἀκαρεῖ κατὰ τὸ ἴσον ἀλλήλοις συμφερομένων. ὅ τε γὰρ ἄνθρωπος καὶ πρὸ τῆς ἐξόδου τῶν σπλάγχνων ἐν κινήσει πώς ἐστι διὰ μειώσεώς τε καὶ αὐξήσεως [ἐν] τῇ φύσει κινούμενος (ἐπεὶ καὶ τοῦτο κινήσεως εἶδός ἐστι), | |
15 | τό τε ἄστρον καὶ πρὸ τοῦ τὸν ἄνθρωπον τοῦ ἀέρος σπάσαι φέρεται καὶ οὐχ ἵσταται· ἥ τε συντυχία κατὰ τὸ ἴσον τῶν διὰ κινήσεως ἀλλήλοις συντυγχανόντων ἄπορον ποιεῖ τοῦ προ‐ ηγουμένου τὴν κρίσιν. καὶ γὰρ κἀκεῖνα κινεῖται διὰ τῶν κύκλων καὶ τοῦτο διὰ τῆς φύσεως ὁδεῦον φέρεται. εἰ δὲ ἑνὶ | |
20 | μέρει τοῦ χρόνου ἀμφοτέροις ἡ πρὸς ἀλλήλους σύνοδος γί‐ νεται, τίς ἡ πρὸς ἄλληλα τούτων διαφορά, ὥστε τοῦ ἑτέρου τὸ ἕτερον αἰτιώτερον οἴεσθαι; εἰ γὰρ διὰ τὰ ἄστρα ὁ ἄνθρωπος, πάντοτε ἂν ἔρρει ἡ φύσις διὰ γεννήσεως οὐδὲ ἐν ἀκαρεῖ τι διάλειμμα τῆς ἀνθρωπίνης παρόδου ἐπιδεικνύουσα. εἰ | |
25 | δὲ πολλαὶ τῶν γινομένων αἱ μεταξὺ διαστάσεις, σαφῶς | 40 |
41 | ἀποδείκνυται τὸ μὴ τῇ κινήσει τῶν ἄστρων τὴν ἀνθρωπίνην ἕπεσθαι γένεσιν, ἡ μὲν γὰρ ἀεὶ κινεῖται ἡ δὲ οὐκ ἀεὶ γεννᾶται, ἀλλ’ ἰδίῳ τοῦτο εἱρμῷ κἀκεῖνο πάλιν ἰδιαζόντως ἐφ’ ἑαυτοῦ φέρεται οὐδεμιᾶς ἀνάγκης συναπτούσης πρὸς ἄλληλα τὰ | |
5 | διεστῶτα τῇ φύσει. εἰ δὲ τοῦτο ὁ ὑμέτερος κατασκευάζει λόγος τὸ ἐπ’ ἐκείνῃ τῇ μοίρᾳ τοῦ χρόνου τὴν αἰτίαν τῶν κατὰ τὸν βίον ἁπάντων κεῖσθαι, σκόπησον ὅσας μυριάδας δεσποτῶν καὶ τυράννων ἡμέρα πᾶσα καὶ νὺξ ὡσαύτως κατὰ τὰς λεπτὰς ἐκείνας καὶ ἀκαρεῖς τοῦ χρόνου τομὰς ἀπεργάζεται εἰς | |
10 | τέσσαρας καὶ εἴκοσιν ὥρας νυκτὸς καὶ ἡμέρας, ὥς φατε, διῃρημένων, ἑκάστης δὲ ὥρας ἑξήκοντα τμήμασι μεριζομένης, πάλιν δὲ τῶν τμημάτων τούτων ἑκάστου κατὰ τὸ ἰσάριθμον κερματιζομένου· ὡς δέ φασιν ὑμῶν οἱ εἰς τὴν λεπτοτέραν τῶν τοιούτων παρατήρησιν τῷ λόγῳ διαδυόμενοι, ὅτι καὶ τούτων | |
15 | ἕκαστον πάλιν τῶν λεπτῶν λεγομένων τμημάτων ἰσαρίθμῳ διαιρέσει ἐπιλεπτύνεται. τὸ τοίνυν ἐκ τούτων ἀθροιζόμενον πλῆθος τῶν ἀκαριαίων ἐκείνων θεῶν ἢ δεσποτῶν ἢ τυράννων ἢ οὐκ οἶδ’ ὅπως χρὴ λέγειν, μιᾶς πλέον καὶ εἴκοσι μυριάδων ἐστίν. εἰ δὲ μία ὥρα τοσαύτας ἡμῖν μυριάδας ποιεῖ, αἱ | |
20 | τέσσαρες καὶ εἴκοσι κατὰ λόγον τῆς μιᾶς πάντως πολλαπλασιασθεῖσαι τὰς ἀπείρους τῶν μοιρῶν μυριάδας ἀπογεννῶσιν. ἀλλὰ μὴν τούτων ἑκάστην ἀπαράβατον δύναμιν ἔχειν ὁ ὑμέτερος διισχυρίζεται λόγος. οὐκοῦν ἀκόλουθον μηδεμίαν αὐτῶν ἄπρακτον εἶναι. οὐ γὰρ ἂν τῆς δυνάμεως | |
25 | ἴδιον τὴν ἀπραξίαν εἴποις, ἀλλ’ ἐν τῇ ἐνεργείᾳ πάντως | |
καθορᾶται ἡ δύναμις. οὐκοῦν ἴσα καὶ τὰ τῆς δυνάμεώς ἐστιν | 41 | |
42 | ἀποτελέσματα· ὥστε ὅσα τμήματα, τοσαῦται καὶ τῶν ἀνθρώπων γενέσεις ἐξ ἀνάγκης καθ’ ἑκάστην ὥραν συστή‐ σονται. καὶ εἴπερ ἑκάστῃ μοίρᾳ τὸ δυνατὸν ὁμοίως προσμαρτυρεῖσθαι προσήκει, πάντας ἐπίσης βασιλέας, | |
5 | μακροβίους, δυνατούς, εὐκλήρους, εὐδαίμονας καὶ ὅσα τῆς προτιμοτέρας λήξεως εἶναι νομίζεται τὸ τῆς δυνάμεως ὁμότιμον ἀπεργάζεται· ἡ γὰρ ἔλλειψις τούτων τινὸς τοῦ κατὰ τὴν δύναμιν ἀτελοῦς κατηγορία γίνεται. οὐ γὰρ ἄν τις ἴσην προσμαρτυρήσειε δύναμιν τῷ τε μεγάλα καὶ μικρὰ | |
10 | ἐνεργήσαντι. οἷον ὁ μὲν ὑπερβέβηκεν ἑκατὸν ἔτη ἐν γήρᾳ λιπαρῷ καὶ εὐδαίμονι, παισὶν εὐθηνούμενος, ἐκγόνοις δορυφορούμενος καὶ τῷ μετὰ τούτους ἐπαγαλλόμενος γένει, ἄνοσος, ἀπήμων, ἐπίτιμος, ἄλυπος, πλούτου δαψιλῶς ἔχων, καὶ εἴ τι ἄλλο τῶν κατὰ τὸν βίον τοῦτον ἐν τιμίοις νενόμισται, | |
15 | διὰ πάντων μακαριζόμενος· ἕτερος ὁμοῦ τῷ παραχθῆναι εἰς φῶς κατεπνίγη, οἷα δὴ πολλὰ τῶν γεννωμένων ἐστὶν ἑταιρικὰ ἢ μοιχίδια βρέφη ἅπερ τῶν μητέρων αἱ παρανόμως κυήσασαι ταῖς ἑαυτῶν χερσὶ διαχειριζόμεναι θανάτῳ τὸν ἔλεγχον κλέ‐ πτουσι. ποῦ ἡ δύναμις ἐπὶ τούτων τῆς μοίρας; πῶς εἰς τὸ αὐτὸ | |
20 | τῆς ζωῆς μέτρον ἡ τῆς εἱμαρμένης ἰσχὺς οὐκ ἐξήρκεσεν; εἰ γὰρ τὸ δυνατὸν αὐτῇ προσμαρτυρεῖν ὁ ὑμέτερος λόγος οἴεται δεῖν, ἐπίσης πᾶσι τοῖς οὖσιν ἡ ἰσχὺς αὐτῆς φανήσεται. οὐ γὰρ τὸ μὲν ἰσχύσει, τὸ δὲ οὐ δυνήσεται, εἴπερ ἀληθῶς ἐν δυνάμει καταλαμβάνεται· ἡ δὲ δύναμις διὰ τῶν ἀποτελεσμάτων | |
25 | γνωρίζεται. οὐκοῦν οὐδεμίαν ἀνωμαλίαν ὁ βίος ἕξει πάντων | 42 |
43 | ὁμοίως τὸ ἀκρότατον τῆς εὐδαιμονίας μέτρον ἐν ἑαυτοῖς δεικνύντων διὰ τὸ πάντας μὲν κατὰ τὸν λόγον ὑμῶν ὑπὸ τὴν εἱμαρμένην κεῖσθαι, πάντα δὲ ταύτην ἀεὶ δύνασθαι λέγειν ὑμᾶς. εἰ οὖν καὶ πάντα καὶ ἀεὶ δύναται ἡ εἱμαρμένη αὕτη, | |
5 | πάντα ἐπὶ πάντων δυνήσεται. ἀλλὰ μὴν πολλαὶ καὶ ποικίλαι τοῖς ἀνθρώποις τοῦ βίου διαφοραὶ κατά τε τὰς ἀξίας καὶ τὰς περιουσίας καὶ τὰ τῶν χρόνων μέτρα καὶ τὰς τῶν σωμάτων κράσεις καὶ πάντα ὅσα δι’ ὧν ἢ μακαριστός τις ἢ ἄθλιος ὀνομάζεται. ἄρα τὸ μὴ πάντα δύνασθαι τὴν ἀναπλασθεῖσαν | |
10 | ἐκείνην τῷ λόγῳ μοῖραν ἢ εἱμαρμένην ἡ τῶν ἀποτελεσμάτων ἀνισότης σαφῶς ἐπιδείκνυσιν. εἰ γὰρ τὸ μακρόβιον δυνάμεως ἔργον νομίζομεν, ἀσθενείας πάντως ἐστὶ τὸ ὠκύμορον. οὐκοῦν τὴν μὲν ἀσθενεῖν τῶν εἱμαρμένων, τὴν δὲ δύνασθαι δογματίζειν προσήκει. ἐπειδὴ γὰρ ἐναντίον τῷ πολυχρονίῳ τὸ | |
15 | ὀλιγόβιον, διὰ τῶν ἐναντίων ὑφίσταται πάντως τούτων ἑκάτερον. οὐ γὰρ ἄν τις τῆς αὐτῆς αἰτίας ἐξάψειε μακαρι‐ σμόν τε καὶ ἀθλιότητα, ἀλλ’ εἴπερ τοῦτο κατορθωθείη διὰ τοῦ δύνασθαι, τὸ ἕτερον οὐ συνέστη πάντως παρὰ τὴν τῆς δυνάμεως ἔλλειψιν. οὐδενὶ γὰρ ἄλλῳ ἡ ἀθλιότης | |
20 | καταλαμβάνεται ἢ ἐν τῷ μὴ δυνηθῆναι γενέσθαι μακάριον. ἀλλὰ μὴν πλείους παρὰ τὸν βίον οἱ ἄθλιοι. οὐκοῦν πλείων ἡ ἀσθένεια τῆς εἱμαρμένης παρὰ τὴν δύναμιν ἐπιδείκνυται. ποῦ οὖν ἡ ἄμαχος ἐκείνη καὶ παντοδύναμος καὶ ἀπαράβατος ἀνάγκη, ὥστε ἐπ’ ἐκείνῃ τίθεσθαι πάντων τῶν κατὰ τὸν βίον | |
25 | οἰκονομουμένων τὴν ἐξουσίαν, ἥτις ἀπηλέγχθη διὰ τῆς ἀκολουθίας τοῦ λόγου ἀσθενὴς ἐν τοῖς πλείοσιν; Ἀλλ’ ἐρεῖς ὅτι τούτῳ μὲν τοῦτο βούλεται, τῷ δὲ ἑτέρῳ τὸ | |
ἴσον οὐ βούλεται, δύναται δὲ ἐπ’ ἀμφοῖν ὅπερ βούλεται. | 43 | |
44 | πάντως οὖν καὶ τὴν αἰτίαν προσθήσεις τῆς τῶν προαιρέσεων τούτων διαφορᾶς. ἄνθρωπος οὗτος καὶ οὗτος, οὐδεμίαν κατὰ τὴν φύσιν παραλλαγὴν ἐπ’ ἀμφοτέρων βλέπεις, οὔτε τούτῳ τὸ καλὸν ἢ φαῦλον ἐκ προαιρέσεως οὔτε τῷ ἄλλῳ, ἀλλ’ οὗτος | |
5 | μικρόν τι τοῦ χρόνου προλαβὼν τῆς μητρῴας νηδύος ἐξέθορεν οὕτω κατὰ τὸ συμβὰν αὐτὸν ἀποσκευασαμένης τῆς φύσεως, ἐκεῖνος δὲ μετὰ τοῦτον ἢ εὐθὺς ἢ μετ’ ὀλίγον. καὶ διὰ τοῦτο οὐχ ὁ αὐτὸς ἀμφοτέροις βίος ἀποκληροῦται, ἀλλ’ ὁ μὲν εὐδαίμων ἢ βασιλεύς, ἂν οὕτω τύχῃ, χρυσῷ καὶ πορφυρίδι | |
10 | παρὰ τὴν πρώτην γένεσιν ἐνειλούμενος, ὁ δέ τινος τῶν πενιχρῶν ἢ δούλων οὐδὲ ῥακίοις παρὰ τῶν γεννησαμένων αὐτὸν σπαργανούμενος. τί οὖν ἠδίκησεν ἢ προλαβὼν ἢ ἐφυστερίσας τῷ χρόνῳ μικρόν, οὐ κατ’ οἰκείαν πρόθεσιν ἀλλὰ κατὰ τὴν τῆς φύσεως κίνησιν, ὡς αὐτῷ τούτου ἕνεκεν | |
15 | ἀποκληρωθῆναι τοῦ βίου τὴν ἀτιμίαν; ποίαν τῆς δεσποίνης ὑμῶν ἐκείνης ἐπὶ τοῖς τοιούτοις ἀπολογίαν εὑρήσετε; ποῦ τὸ δίκαιον; ποῦ τὸ εὐσεβές; ποῦ τὸ ὅσιον; ἢ τούτων οὐδενὸς μέλειν φῂς τῇ εἱμαρμένῃ οὐδὲ πρὸς ἀρετὴν βλέπειν οὐδέ τινος τῶν ἀγαθῶν ἐπιμέλειαν ἔχειν; οὐκοῦν εἰ μὴ ταῦτα διὰ | |
20 | σπουδῆς ἐστιν αὐτῇ, περὶ τὸ ἐναντίον πάντως ἀσχοληθήσεται· ἡ γὰρ τοῦ ἀγαθοῦ ἀλλοτρίωσις τὴν πρὸς τὸ κακὸν οἰκειότητα σαφῶς ἐπιδείκνυσιν. ἀλλ’ οὔτε τοῦτο τυχὸν οὔτε ἐκεῖνο διὰ φροντίδος εἶναι λέγεις αὐτῇ; οὐκοῦν ἄψυχον αὐτὸ φῂς εἶναι καὶ ἀπροαίρετον καὶ καλοῦ καὶ χείρονος ἀνεπαίσθητον, εἴ γε | |
25 | μήτε ψυχὴν μήτε προαίρεσιν ἔχει μήτε κατ’ ἰδίαν θεωρεῖται | 44 |
45 | ὑπόστασιν. τοῦτο τοσαύτην μαρτυρεῖται παρ’ ὑμῖν ἔχειν τὴν δύναμιν, ὥστε τῶν προαιρετικῶν ζῴων ἐπιστατεῖν καὶ κρατεῖν τῶν ὑφεστώτων τὸ ἀνυπόστατον, τῶν μετεχόντων ζωῆς τὸ ἀμέτοχον, τῶν ἐμψύχων τὸ ἄψυχον, τῶν προαιρέσει | |
5 | συζώντων τὸ ἀπροαίρετον, τῶν ἀρετὴν μετιόντων τὸ ἀρετῆς ἀπαράδεκτον, καθόλου τῶν ὄντων τὸ μὴ ὄν; ἐν τίνι γὰρ καταλαμβάνεται τοῦ θρυλουμένου τούτου ὀνόματος ἡ ὑπόστασις; ζῷον οὐκ ἔστιν, ἐν περιγραφῇ οὐχ ὁρᾶται, θεὸς οὐ νομίζεται. πῶς γὰρ θεὸς ὁ μὴ πρὸς ἀρετὴν καὶ τὸ δίκαιον | |
10 | βλέπων; ὃ δὲ μηδέν ἐστι τούτων, τί ἐστιν; ἀλλ’ ἔοικε παρ’ ὑμῶν τὸ ἀεὶ ἐνεστὼς τοῦ χρόνου εἱμαρμένη λέγεσθαι· πάσῃ γὰρ κινήσει εἴτε ποταμῶν εἴτε ἀστέρων εἴτε ἀνθρώπων ὁ χρόνος συμπαρεκτείνεται. διαφέρει δὲ οὐδὲν ἢ ὕδατι προσκαθήμενον τῇ κινήσει τοῦ ῥεύματος ἀποσημειοῦσθαι τὰ | |
15 | ἀκαριαῖα τοῦ ἀεὶ ἐνεστῶτος χρόνου τμήματα ἢ νεὼς δι’ ἀνέμου κομιζομένης ἢ ἀνθρώπων ὁδοιπορούντων ἢ κινουμένων ἄστρων. εἷς γὰρ ἐπὶ πάντων τῶν μεταβατικῶς κινουμένων ὅρος κινήσεως, ἡ ἀπὸ τοῦ ἐν ᾧ ἐστιν ἐπὶ τὸ ἐν ᾧ οὐκ ἔστι μετάστασις. εἰ δὲ οὔτε ἡ τῶν ῥείθρων φορὰ οὔτε ἡ | |
20 | τῶν πλοίων κίνησις οὔτε ἡ τῶν ἀνθρώπων πορεία σημειουμένη τοῦ χρόνου τὰ διαστήματα εἱμαρμένας ποιεῖ, πῶς τὰ χρονικὰ σημεῖα τῆς τῶν ἀστέρων κινήσεως εἰς | |
εἱμαρμένης γένεσιν πλάσσετε καί φατε τήνδε τὴν ὥραν ἢ τῆς | 45 | |
46 | ὥρας τὸ ποστημόριον, ὅπερ τῷδε τῷ σημείῳ τῆς τῶν ἄστρων κινήσεως ἐσημειώθη, εἱμαρμένην γίνεσθαι; τί οὖν οὐχὶ πάν‐ τως παντὶ σημείῳ καὶ γενέσεις τῶν ἀνθρώπων συμφέρονται; πάλιν γὰρ τὸν αὐτὸν ἐπαναλήψομαι λόγον. παρ’ ὧν γὰρ ἡ | |
5 | αἰτία τοῦ εὖ ἢ κακῶς εἶναι τὸν ἄνθρωπον, παρὰ τῶν αὐτῶν καὶ ἡ τοῦ εἶναι πάντως αἰτία ἐστίν. εἰ οὖν τὸ μετὰ τὴν γένεσιν παρ’ ἐκείνων, πάντως παρὰ τῶν αὐτῶν καὶ ἡ γένεσις· εἰ δὲ τοῦτο οὐκ ἐν ἐκείνοις, οὐδὲ τὸ μετὰ τοῦτο πάντως. ἀλλὰ μὴν τὸ μὴ ἐν ἐκείνοις εἶναι τὴν γένεσιν ἐκ τούτου δῆλόν ἐστιν· ἐκ | |
10 | τοῦ μὴ ἀδιαλείπτως ποταμοῦ δίκην τῷ συνεχεῖ τῆς παροδικῆς τοῦ χρόνου ῥοῆς καὶ τὰς ἀνθρωπίνας συρρέειν τῶν τικτομένων γενέσεις, ἀλλ’ ἐν διαλείμμασι μὲν εἶναι τοὺς τόκους· τῆς δὲ τῶν μοιρῶν ἐκείνων γενέσεως ἃς ὁ χρόνος ῥέων τῷ ἀεικινήτῳ τῆς τῶν ἄστρων φορᾶς ἐξεργάζεται οὐδ’ ὁτιοῦν ἔστι διάλειμμα | |
15 | οὔτε κατ’ αἴσθησιν οὔτε τῇ διανοίᾳ λαβεῖν. τίς οὖν ἐκείνη ἡ εἱμαρμένη, εἴτ’ οὖν μία γενικωτέρα εἴτ’ οὖν πολλαὶ αἱ ἐπὶ τοῖς τοῦ χρόνου τμήμασι συλλεπτυνόμεναι, οὔπω καταλαβεῖν δι’ ἀκολούθου τινὸς ὁ λόγος δεδύνηται. κινεῖσθαι τὰ ἄστρα φατέ; καὶ γὰρ καὶ ἡμεῖς τὴν τῶν ποταμῶν ἀντιπροφέρομεν κίνησιν. | |
20 | ἀλλὰ διὰ παντὸς ἐκεῖνα. καὶ ταῦτα ὡσαύτως δι’ ὅλου. ἀλλ’ ἐκεῖνα ἐν χρόνῳ. οὐδὲ ταῦτα ἔξω τοῦ χρόνου. ἀλλὰ χρονικὴν οὐκ ἔστιν ἐπ’ ἐκείνων ἀρχὴν ἐξευρεῖν τῆς κινήσεως. ποίαν δὲ τούτοις ἐπινοήσεις τὴν ἀπὸ χρόνων ἀρχήν; ἀλλ’ ἐκεῖνα κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀεὶ κινεῖται. οὐδὲ τούτοις ἄν τις τὴν | |
25 | ἐναντίαν προσμαρτυρήσειε κίνησιν φυσικῶς ἀεὶ τοῦ ὕδατος | 46 |
47 | ἀπὸ τοῦ ὑπερκειμένου πρὸς τὸ πρανὲς καταρρέοντος. ὥστε ἢ καὶ τὴν κίνησιν τῶν ποταμῶν εἱμαρμένας τινὰς ἀπογεννᾶν συγχωρήσατε ἢ οὐδὲ ἡμεῖς τῇ τῶν ἄστρων κινήσει τῆς δυνάμεως ταύτης παραχωρήσομεν. | |
5 | Ἀλλὰ τῆσδε, φησί, τῆς δυνάμεως ὁ Κριὸς ἢ ὁ Ταῦρος καὶ τῆσδε τῶν πλανητῶν ἕκαστος. ὅταν οὖν ἐν ἑνὶ τούτων γένηται ἢ κατὰ μόνας ἢ μεθ’ ἑτέρων περιοδικῶς τις τῶν πλανηθέντων ὑπὸ τοῦ κύκλου περιαγόμενος, ἡ τῶν δυνάμεων σύνοδος τόνδε τὸν βίον τῷ συνενεχθέντι τῇ ὥρᾳ ταύτῃ κατὰ τὴν γένεσιν | |
10 | ἀπειργάσατο. Ὢ τῆς ματαιολογίας. δούλειον, ἂν οὕτω τύχῃ, τὸν Ταῦρον λέγετε διὰ τὸ ὑπὸ ζυγῷ τὸ ζῷον τοῦτο δαμάζεσθαι καὶ εὐεργετικὸν τὸν Κριὸν διὰ τὴν τῶν ἐρίων φοράν· ἐν ἑνὶ δὲ τούτων γενόμενον [ἢ] τόνδε τὸν κατὰ τὸ ἐναντίον ἀνειλούμενον κατὰ τὴν φυσικῶς ἐνυπάρχουσαν αὐτῷ | |
15 | δύναμιν διὰ τῆς τῶν ἰδιωμάτων ἐπιμιξίας τοιάνδε τῶν τικτομένων μοῖραν κατασκευάζειν. τί οὖν; εἰπέ μοι, ἑκὼν ὁ ταῦρός ἐστιν ὑποζύγιος; καὶ καταθύμιον τῷ κριῷ τὸ κείρεσθαι λέγεις; τό τε βλαπτικὸν καὶ ναρκῶδες τῷ τὸν ἀνωτάτω περιοδεύοντι πόλον ἢ τὸ θερμὸν τῷ πυρόεντι ἢ ἄλλῳ τινὶ τῶν | |
20 | θεωρουμένων ἡ ἐνυπάρχουσα δύναμις ἑκουσίως ἢ κατὰ τὸ | 47 |
48 | ἀκούσιον πρόσεστιν; εἰ μὲν ἑκόντες ἐν κακοῖς εἰσι καὶ βλα‐ πτικοὶ ἐκ προαιρέσεως γίνονται, δυστυχίαν ἄντικρυς αὐτῶν ὁ ταῦτα λέγων καταψηφίζεται τῷ κατ’ ἐξουσίαν αὐτοῖς προκειμένης τῆς κρείττονος λήξεως ἐν ἡδονῇ τὸ ἀτιμότερον | |
5 | τίθεσθαι· εἰ δὲ οὐκ ἐκ προαιρέσεως τούτων ἕκαστόν ἐστιν ὅπερ νομίζεται, ἀλλ’ ἔκ τινος ἀνάγκης ἐγένετο, ἄρα τις καὶ τούτοις ὑπερκειμένη πάλιν αὐτῶν εἱμαρμένη ἑτέρα τὰς τῶν φύσεών τε καὶ δυνάμεων ἐπέκλωσεν ἰδιότητας· ὥστε ζητεῖν ἐπάναγκες ἄλλα ἄστρα τούτων ὑπέρτερα καὶ κίνησιν ἐφ’ ἑαυτῶν | |
10 | ἰδιάζουσαν ὧν ἡ ποιὰ συμπλοκὴ κατά τινα εἱμαρμένης ἀνάγκην ἢ δούλειον εἶναι τὸν Ταῦρον ἢ ἐπιζήμιον τὸν Κριὸν ἀπειργάσατο ἢ τὸν Καρκίνον ἀκέφαλον ἢ εἴ τι ἄλλο περὶ ἑκάστου τούτων οἱ λῆροι τῶν σοφῶν διέρχονται. καὶ εἰ ταῦτα τὰ φαινόμενα ἡμῖν κατ’ ἀνάγκην τινὸς εἱμαρμένης ἐστὶ | |
15 | τοιαῦτα, πάντως καὶ τῆς ὑπερκειμένης ἐκείνης ἀνάγκης ἑτέραν αἰτίαν ἀναγκαστικὴν τῆς τοιαύτης καταστάσεως προσ‐ επινοήσει ὁ λόγος κἀκείνης ἄλλην καὶ πάλιν ἄλλην τῆς ἄλλης, καὶ οὕτως εἰς ἄπειρον προϊὼν ὁ λόγος οὐδαμοῦ στήσεται εἱμαρμένην εἱμαρμένης καὶ μοίρας μοῖραν καὶ | |
20 | ἀνάγκης ἀνάγκην προσαναπλάσσων. Ταῦτα δέ μου διεξιόντος καὶ διὰ τῶν τοιούτων νοημάτων πρὸς τὸ ἄτοπον τὸν λόγον ἐκβάλλοντος ἐπικόψας μεταξὺ διὰ καταφορᾶς προϊόντα τὸν λόγον ὁ προσδιαλεγόμενός μοι φιλόσοφος, Τί μάχῃ, φησί, τῇ ἐναργείᾳ; τί δὲ οὐχ ἕπῃ τοῖς | |
25 | διὰ τῶν ἀριθμῶν παρατετηρηκόσι τὴν τῶν ὄντων ἀλήθειαν, οἷς εἰ πρὸς ἀκρίβειαν ἡ ὥρα ληφθείη τῆς τοῦ ἀποκυηθέντος | |
γεννήσεως, πᾶσαν δι’ ἀκολούθου τὴν ζωὴν τοῦ τεχθέντος προ‐ | 48 | |
49 | αγορεύουσι· τὸν χρόνον, τὸν τρόπον, τὰ τῶν ἠθῶν ἰδιώματα, τὰς κινδυνώδεις περιστάσεις, γάμους καὶ παιδοποιΐας καὶ ἀξιωμάτων ἐπιτυχίας, ἢ καὶ τὸ ἔμπαλιν, ἀπαιδίας καὶ νόσους καὶ ἀτιμίας καὶ βραχύτητα βίου καὶ τὰ ἐκ πενίας κακά; | |
5 | τούτων οὖν δι’ ἀκριβείας προσημανθέντων καὶ τῇ ἐκβάσει τῆς ἀληθείας μαρτυρηθείσης, τίς ἔτι σοι λόγος ἐστὶν ἀπιστοῦντι τῇ τῆς εἱμαρμένης ἀνάγκῃ; ἐγὼ δὲ τῶν τοιούτων προρρήσεων τὰς αἰτίας μικρὸν ὕστερον εἰπὼν ζητήσειν ἠρόμην· πότερον ἄλογός ἐστι καὶ συντυχικὴ τῶν τοιούτων ἐκβάσεων ἡ αἰτία, | |
10 | ἤ τινα καὶ λόγον τῇ παρατηρήσει ταύτῃ συνεφευρίσκουσιν, ὡς μὴ ἔξω τοῦ εἰκότος γενέσθαι τὸ γινόμενον; Καὶ μάλα μέν τοι, φησί, καὶ λόγος ἔπεστι τοῖς γινομένοις. ὅταν γὰρ ἐκ τῆς ποιᾶς τῶν κατὰ τὰ ἄστρα ποιοτήτων συμπτώσεως τοιάδε σώ‐ ματος κρᾶσις τῷ τικτομένῳ συστῇ, ὁ κατειληφὼς δι’ ἀκρι‐ | |
15 | βείας τῶν οὐρανίων τὴν θεωρίαν καὶ τὸ συστήσεσθαι τήνδε τὴν κρᾶσιν περὶ τὸν τεχθέντα προκατενόησε καὶ τὸ δύνασθαι μέχρι τοῦδε τοῦ μέτρου τὴν ζωὴν ἐξαρκέσαι, πλείονος μὲν ἐπὶ τῆς ἐρρωμενεστέρας, ἐλάττονος δὲ πάλιν ἐπὶ τῆς νοσω‐ δεστέρας τοῦ σώματος κράσεως. ἐγὼ δὲ τοῖς ῥηθεῖσιν ἐπι‐ | |
20 | γελάσας, Ἐλελήθεις ἡμᾶς, πρὸς αὐτὸν εἶπον, Γαληνοῦ καὶ Ἱπποκράτους καὶ τῶν τοιούτων ἐγγόνους εἶναι τὰς εἱμαρμένας δοξάζων, ἐπεὶ κἀκεῖνοι χαίρειν τὴν τῶν ἄστρων ἀφέντες κίνησιν ἐκ τοῦ ὑποκειμένου στοχαστικῶς τὸ μέλλον προαγορεύουσιν. ὅταν ὀφθαλμοὶ κοῖλοι καὶ κρόταφοι | |
25 | συμπεπτωκότες καὶ τὰ μέτωπα περιεσκληκότα τῷ δέρματι, τὸν θάνατον προμηνύουσι. πολλοῖς δέ, εἶπον, νοσωδέστερον | |
διακειμένοις τὰ σώματα καὶ ὅσον οὐδέπω προσδοκωμένοις | 49 | |
50 | τεθνήξεσθαι πρὸς τὸ ἔμπαλιν ἐξ ἰατρικῆς ἀνεκλώσθη τῆς τοιαύτης εἱμαρμένης τὰ νήματα· οἷον δὴ καὶ τὸν παιδοτρίβην Ἡρόδικον ὁ Πλάτωνος ἱστόρησε λόγος, ὅτι διὰ γυμναστικῆς ἐμπειρίας εἰς παντελῆ μὲν ὑγιείαν ἐπιθανατίου τοῦ νοσήματος | |
5 | ὄντος ἐπαναγαγεῖν τὸ σῶμα οὐχ οἶός τε ἦν, ἀεὶ δὲ παρόντα τὸν θάνατον δι’ ἐπινοίας ὑπερτιθέμενος, οὐχὶ ζωῆς ἀσφάλειαν, ἀλλὰ θανάτου παράτασιν ἑαυτῷ παρεσκεύαζεν. ὅθεν καὶ εἰς γῆρας διήρκεσε μακρῷ θανάτῳ τὸ μὴ ἀποθανεῖν σοφισάμενος. οὐκοῦν οὐδὲ κατὰ τοῦτον τὸν λόγον ἀρραγὴς ὑμῖν ἡ εἱμαρμένη | |
10 | καταλαμβάνεται, εἴπερ εὑρίσκεταί τις τέχνη τὴν ἀνάγκην ἐκλύουσα. Ἀλλ’ οὐδέν, φησίν, ὁ τοιοῦτος λόγος τὴν ἐκ τῶν προρρήσεων περὶ τῆς εἱμαρμένης ἀπόδειξιν ἀναλύει. δυνατὸν γὰρ ἂν γένοιτο καὶ τοῦτο προμηνυθῆναι παρὰ τοῦ δι’ | |
15 | ἀκριβείας ἐπεσκεμμένου τῶν οὐρανίων τὴν κίνησιν, ὥστε τῷ μὲν ἀραρότα τῷ δὲ ἀμφίβολον προμηνυθῆναι τὸν θάνατον. ἐγὼ δέ, Οὐχ οὕτως, εἶπον, ὁ τῆς ἀνάγκης διισχυρίζεται λόγος· ἄλλος γὰρ τοῦ ἐνδεχομένου ὁπότερον ἂν τύχῃ γενέσθαι καὶ ἄλλος τοῦ ἀμεταθέτου ὁ λόγος ὃν οὐκ ἔστιν ἐπὶ | |
20 | τῶν ἐνδεχομένων λαβεῖν· ἀλλ’ ἢ τοῦτο πάντως ἢ τὸ ἕτερον· τὸ δὲ πρὸς ἀμφοτέρας τὰς ἐκβάσεις ταῖς ἐλπίσιν ἐπι‐ κραδαίνεσθαι πόρρω τῶν τῆς ἀνάγκης λόγων ἐστίν. Πλὴν τοῦτο, φημὶ πρὸς αὐτόν, πόθεν οἴεται τὸ πιστὸν ἔχειν τῶν ἀποβησομένων τὴν πρόρρησιν; ὁ δέ, Πολλάκις, φησί, | |
25 | διεξιόντος ἀκούσας ἔτι καὶ νῦν περὶ τῶν αὐτῶν ἐρωτᾷς; ὅτι τινές εἰσιν ἰδιάζουσαι δυνάμεις τῶν ἄστρων· τὸ δὲ ἀεικίνητον τῆς φορᾶς μυρίας ἐκ τῆς ποιᾶς αὐτῶν συμπλοκῆς τὰς τῶν | |
δυνάμεων διαφορὰς ἐξεργάζεται. ὁ τοίνυν παραχθεὶς ἐπὶ τὸν | 50 | |
51 | βίον διὰ γενέσεως κατὰ τὴν συμπεσοῦσαν αὐτῷ τοῦ χρόνου μοῖραν τὴν ὑπὸ τῶν ἄστρων τοιῶσδε σχηματισθεῖσαν ἐντυ‐ πωθείς, ἅπερ ἂν ἡ δύναμις τῆς ὥρας ἐκείνης ἔχουσα καταληφθῇ, ταῦτα καὶ περὶ τὸν βίον κατ’ ἀνάγκην ἕξει καὶ | |
5 | ἄλλως οὐκ ἔχει. Τί οὖν, εἶπον, αἱ κατὰ πόλεμον συμφοραὶ καὶ οἱ σεισμοὶ καὶ τῶν πόλεων αἱ καταπτώσεις καὶ τὰ αὔτ‐ ανδρα τῶν μυριοφόρων ὁλκάδων ναυάγια, ἐπικλύσεις καὶ ἐκπυρώσεις καὶ χάσματα καὶ ὅσα τοιαῦτα πανωλεθρίας εἴδη, πῶς ταῦτα διασώσει τὸν τῆς προρρήσεως λόγον; πόσα ἐν τοῖς | |
10 | προτέροις, πόσα δὲ καὶ ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις ὁ βίος ἔδειξε πάθη· τὸν ἐπὶ Νῶε κατακλυσμὸν καὶ τὴν Σοδόμων ἐκπύρω‐ σιν ἢ τὸν Αἰγύπτιον στρατὸν ὑποβρύχιον ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ γενόμενον ἢ τὰς μετὰ ταῦτα τῶν ἀλλοφύλων σφαγάς, τὰς μυρίας ἐκείνας ἀνδροκτασίας ἢ τὸν αὐτόματον ἐν | |
15 | ὀλίγῳ τῷ χρόνῳ θάνατον τοῦ Ἰσραηλίτου λαοῦ ἐν πολλαῖς μυριάσι θραυσθέντος ἢ τὰς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας τῶν Ἀσσυρίων μιᾷ χρόνου ῥοπῇ νεκρωθείσας, τῶν τε ἐφεξῆς κακῶν τὰς ἱστορίας ἐν Μηδικαῖς τε καὶ Ἑλληνικαῖς συμφοραῖς συμπεσούσας ἐν ναυμαχίαις τε καὶ πεζομαχίαις | |
20 | μεγάλαις, καὶ πάντα ὅσα τοιαῦτα ὧν ἡ μνήμη τοῖς ἐφεξῆς διδάσκαλος γίνεται. κἂν ταῦτα παρέλθωμεν πάντα, ἱκανὰ ἂν | |
γένοιτο πρὸς τὴν τῶν λεγομένων μαρτυρίαν καὶ ὅσα ὁ καθ’ | 51 | |
52 | ἡμᾶς ἱστόρησε βίος. τίς γὰρ οὐκ οἶδε τὴν μεγάλην Βιθυνίας μητρόπολιν ταῖς ἐξεχούσαις τῶν πόλεων ἐναρίθμιον; τίς ἀγνοεῖ τὴν πλατεῖαν καὶ εὐρύχωρον Θρᾴκην; πῶς τὴν μὲν ὁ πόλεμος τὴν δὲ ὁ σεισμὸς μετὰ τοῦ πυρὸς ἐν ἀκαρεῖ τοῦ | |
5 | χρόνου ἄρδην ἐξέτριψεν. πόσοι παῖδες ἐκεῖ, πόσα νήπια, οἱ μέσως ἔχοντες, οἱ παρήλικες, ἐλεύθεροί τε καὶ δοῦλοι, κρα‐ τοῦντες καὶ ὑποχείριοι, πλούσιοι, πένητες, ἐρρωμένοι, νοσηλευόμενοι, πάντες ἐν μιᾷ καιροῦ ῥοπῇ κατεφθάρησαν. πάντας ἐπίσης τὸ πῦρ ἐπενεμήθη· πᾶσιν οἱ οἶκοι τάφοι ἐγένον‐ | |
10 | το. ποῦ αἱ τῶν ἄστρων ἐκείνων διαπλοκαὶ αἱ τὰς διαφορὰς τῶν βίων τοῖς ἀνθρώποις ὁρίζουσαι; ἆρα πᾶσιν ἐκείνοις μία τῶν ἄστρων σύνοδος τὰς ὠδῖνας τῶν γενέσεων ἔλυσε καὶ πᾶσιν ὁ Καρκίνος ὡροσκοπῶν τὴν μοῖραν ἐπέβαλε; καὶ μὴν αἱ μυρίαι τῶν ἡλικιῶν τε καὶ ἀξιωμάτων διαφοραὶ τὸ μὴ πάντας | |
15 | ἀλλήλοις κατὰ ταὐτὸν τῇ γενέσει συνενεχθῆναι διαμαρτύρον‐ ται. εἰ οὖν ὁ μὲν τῆς γενέσεως χρόνος ἑκάστῳ διάφορος, ἡ δὲ τῶν συμφορῶν ταυτότης οὐδεμίαν παραλλαγὴν ἐκ τῆς κατὰ τὴν γένεσιν αἰτίας ἐδέξατο, ἄρα καὶ διὰ τούτων τὸ περὶ τὴν πρόρρησιν ἀπαγὲς καὶ ἀσύστατον διελέγχεται. | |
20 | Ἀλλ’ ἔστι, φησί, καὶ νεὼς καὶ πόλεως καὶ ἔθνους παντὸς εἱμαρμένη κατὰ τὴν πρώτην θέσιν τὸ ἐφεξῆς ἐπικλώθουσα, καὶ τῷ περιέχοντι τὰ ἐμπεριειλημμένα κατ’ ἀνάγκην | |
συνδιατίθεται. Τίς οὖν ἡ τῆς ναυπηγίας Εἰλείθυια; τίς δὲ ὁ τῆς | 52 | |
53 | πόλεως τόκος; ἐκ ποίας δὲ ἀρχῆς τοῦ ἔθνους καθορῶμεν τὴν γένεσιν; τέμνει ὁ δρυοτόμος τὴν ὕλην, ἐμπορεύεται ταύτην ὁ τὸ ξύλον ἐμπορευόμενος, χρημάτων ὁ ναυπηγὸς τὴν ὕλην ὠνεῖται, μερίζει τῇ ἐργασίᾳ τὴν τέχνην. ὁ μὲν γάρ τις διαιρεῖ | |
5 | τὸ ξύλον εἰς σανίδας τῷ πρίονι· ὁ δὲ τὴν τρόπιν τεκταίνεται· ἕτερος περὶ τὰ ὑποζώματα τὴν σπουδὴν τῆς κατασκευῆς ἔχει· ἄλλος τὴν πρώραν καὶ ἄλλος τὴν πρύμναν ἐκορυφώσατο· τούτῳ τοῦ ἱστοῦ μέλει καὶ τῆς κεραίας τῷ ἑτέρῳ· οἱ δὲ τὸ λίνον εἰς κάλους πλέκουσιν· οἱ δὲ αὐχένες τῷ κυβερνήτῃ διὰ | |
10 | φροντίδος γίνονται· ἄλλοι τὰ καταστρώματα καὶ τὴν ὀθόνην ἐνεργοῦσιν· ἄλλοι καὶ τὸν ἐκ τῆς ζωγραφίας καλλωπισμὸν ἐπάγουσιν, ἕτεροί τε αὖ διαχρίοντες τῇ πίσσῃ τὰς ἁρμονίας καὶ τὸν ἄντλον ἐν τῷ μέσῳ κατασκευάζοντες. πάντως οὐ κατὰ ταὐτὸν ἕκαστος τὸ καθ’ ἑαυτὸν ἐνεργοῦσιν, ἀλλ’ ὁ μὲν νῦν, ὁ | |
15 | δὲ μετ’ ὀλίγον· καὶ τῷδε ἤδη πέρας τὸ σπουδαζόμενον ἔσχεν, ὁ δὲ ἐν τῷ ἐνεργεῖν καθορᾶται. πότε τοίνυν τῇ νηῒ τὴν εἱμαρμένην οἱ σοφοὶ ἐπιστήσουσιν; ὅτε ὠνεῖται τὸ ξύλον ἢ ὅτε τέμνεται ἢ ὅτε μεταχειρίζεται ἢ ὅτε ἐπάγει τὸν σίδηρον ἢ ὅτε συναρμόζει τοῖς γόμφοις; πολλῶν γὰρ καὶ διαφόρων ὄντων | |
20 | τῶν κατὰ τὴν ναυπηγίαν σπουδαζομένων καὶ οὐ κατὰ τὸν αὐτὸν ἀλλήλοις χρόνον συνισταμένων ποῖον ἀναθήσῃ χρόνον τῇ εἱμαρμένῃ, ἵνα τὴν ἀνάγκην τῆς καταδύσεως δεξαμένη συν‐ διαφθείρῃ μεθ’ ἑαυτῆς τοὺς ἐμπλέοντας; τί δ’ ἂν εἴποις περὶ | |
τῶν πόλεων; πότε αὐτῆς κρατεῖν τὴν εἱμαρμένην οἴονται; ὅτε | 53 | |
54 | βουλή τις τοῦ οἰκισμοῦ τοῖς σπουδάζουσι γίνεται ἢ ὅτε τοῦ τόπου τὴν εὐφυΐαν ἐπιλογίζονται ἢ ὅτε τὸ σχῆμα κατα‐ χαράσσουσιν ἢ ὅτε ἐπάγουσιν ἤδη τῇ ἐργασίᾳ τὸν σίδη‐ ρον ἢ τοὺς λίθους ἐναποτίθενται ἢ συμφοροῦσι τὰς ὕλας; τί | |
5 | τούτων ἐστὶν ἀρχὴ τῆς συστάσεως; τί δ’ ἂν εἴποις περὶ τοῦ ἔθνους ὃ ταῖς κατὰ πόλεμον συμφοραῖς ἐξετρίβη; τίς ἢ πόθεν κατ’ αὐτῶν τὴν ἀρχὴν λαβοῦσα ἡ μοῖρα τοὺς μὲν κατ‐ εφόνευσε, τοὺς δὲ δι’ αἰχμαλωσίας κατεδουλώσατο; πῶς Ἀννίβας ἢ Καῖσαρ ἢ καὶ ὁ ἐκ Μακεδονίας Ἀλέξανδρος παρ’ | |
10 | οἷς ἂν ἐγένοντο στρατευόμενοι πᾶσιν ὁμοτιμίαν εἱμαρμένης εἰργάσαντο τοσοῦτον τῆς ἀνάγκης ἐκείνης ὑπερισχύοντες ὡς τοῖς αὐτοῖς τοῦ κακοῦ μέτροις πάντας συνάγεσθαι; ἀλλὰ μὴν τὸ οἴεσθαι τὰς τῶν πόλεων εἱμαρμένας ἐν τοῖς τῶν σεισμῶν καταπτώμασι τὰς συναστρίας ποιεῖν, ὡς ἔξω τοῦ εἰκότος ὁ | |
15 | λόγος ἐστίν, ἐντεῦθεν ἄν τις κατίδοι· τίς οὐκ οἶδεν ὅτι τὰ τοιαῦτα πάθη τῆς γῆς οὐ μόνον ἐν τοῖς οἰκουμένοις τόποις ἀλλὰ καὶ ἐν τοῖς ἀοικήτοις συνίσταται; εἴ τις τὸ τῶν Γασάγων ὄρος τὸ πρὸς τοῖς ὁρίοις τῶν Βιθυνῶν κείμενον ἢ τῇ καθ’ ἑαυτὸν ἔγνω πείρᾳ ἢ ἐκ διηγήματος ἤκουσεν, εὑρήσει τὴν τοῦ | |
20 | λόγου ἀλήθειαν, ὅτι κατ’ αὐτὰς τῆς ὁδοῦ τὰς ὑπερβολὰς πᾶσα ἡ ἀκρώρεια ὑπονοστήσασα φοβερὸν θέαμα τοῖς διοδεύουσι | |
γίνεται. τοιαῦτα καὶ τῆς χώρας τῶν Παφλαγόνων τὰ πάθη· | 54 | |
55 | ἔστι δὲ ὅπου καὶ οἰκήσεις ἀνθρώπων τοῖς χάσμασι τούτοις συγκατεσπάσθησαν· πολλαχῇ δὲ τῶν οἰκητόρων γυμνὸς ὁ χῶρος ἐν τῷ τοιούτῳ δείκνυται πάθει. καὶ τί χρὴ καθ’ ἕκαστον λέγειν Κυπρίους καὶ Πισίδας καὶ Ἀχαιούς, ἐν οἷς | |
5 | πολλὰ τῶν λεγομένων ἐστὶ τεκμήρια; ἀλλ’ οὗ χάριν τῶν εἰρημένων ἐμνήσθημεν, ὅτι πάντα τὰ τοιαῦτα γῆς ἐστι πάθη. εἰ μὲν οὖν συνενεχθείη καὶ οἴκησιν ἀνθρώπων ἐφευρεθῆναι τῷ τόπῳ, κατὰ πᾶσαν ἀνάγκην κἀκεῖνοι τοῦ κατὰ τὸν τόπον δυστυχήματος παραπέλαυσαν· εἰ δὲ ἐλεύθερος εἴη τῶν | |
10 | οἰκητόρων, οὐδεμίαν ἀνθρώποις ἤνεγκε βλάβην τὸ περὶ τὸν τόπον δυστύχημα. τίς οὖν ἡ τῆς εἱμαρμένης ἀνάγκη ἐπίσης τῶν τε οἰκουμένων καὶ τῶν ἀοικήτων τὸ τοιοῦτον πάθος ὑπομενόντων; εἰ μὲν γὰρ εἶχον ἀποδεικνύειν κατὰ μέρη τινὰ καὶ μὴ κατὰ τὸ ἀθρόον πᾶσαν κατεσκευάσθαι τὴν γῆν, εἶχεν | |
15 | ἂν αὐτοῖς ἴσως καιρὸν ἡ ματαιολογία τῷδε τῷ μέρει τῆς γῆς κτιζομένης τῆσδε τῶν ἄστρων συμπλοκῆς ἐφαρμοσθείσης ἢ τοῦτο ἢ ἐκεῖνο κατ’ ἀνάγκην γενέσθαι. ἐπεὶ δὲ πάντα μετ’ ἀλλήλων καταλαμβάνεται, οὐρανός, γῆ, θάλασσα, κατὰ δὲ τὸν Μωϋσέως λόγον καὶ προτερεύει ἡ γῆ τῆς τῶν ἄστρων | |
20 | κατασκευῆς καὶ κινήσεως, πῶς τῶν μερικῶν κατὰ τὴν γῆν συμπτωμάτων τὴν αἰτίαν εἰς τὴν τῶν ἄστρων ἀναθήσονται κίνησιν; εἰ τοίνυν ὁμόχρονος τοῖς ἄστροις ἡ γῆ καὶ οὐδεμίαν ἐκεῖθεν οὔτε συμπτώσεως οὔτε διαμονῆς αἰτίαν ἐπάγεται, ἐν μερικαῖς δέ τισι τόπων περιγραφαῖς τὰ τοιαῦτα ὑφίσταται | |
25 | πάθη, ἄρα οὐχ εἱμαρμένης ἀνάγκῃ ἀλλὰ κατά τινα ἑτέραν | 55 |
56 | ἰδιάζουσαν αἰτίαν ἐν τοῖς τοιούτοις συμπτώμασι γενέσθαι τὰ τοιαῦτα συμβαίνει. ὅταν οὖν πάθῃ τι τοιοῦτον ἡ γῆ καί τινας τοιαύτας συμφορὰς κατεργάσηται τῶν οἰκητόρων συγκατασεισθέντων τῷ καταπτώματι, τί ἐροῦσιν οἱ προσ‐ | |
5 | κυνοῦντες τὴν εἱμαρμένην καὶ τὴν τῶν ἄστρων κίνησιν ἐπι‐ στατεῖν τῶν ὄντων διοριζόμενοι; πῶς ἐκεῖ τὸ νήπιον, τὸ βρέφος, τὸ μειράκιον, ὁ ἀνήρ, ὁ πατήρ, ὁ πρεσβύτης, ὁ εὐγενής, ὁ εὐπατρίδης, ὁ μισθωτός, ὁ δεσμώτης οὔτε τῷ χρόνῳ τῆς γενέσεως οὔτε διαφορᾷ τινι τῆς ἀξίας εἰς τὴν τῶν | |
10 | κακῶν ὁμοτιμίαν κωλύονται; ἔτι πρὸς τούτοις· τίς οὐκ οἶδεν ὅτι παντὸς ἄγους ἔσχατόν ἐστιν ἡ θυγατρομιξία καὶ ἀδελφογαμία καὶ ἡ εἰς μητέρας παρανομία; τοῦτο τοίνυν εἰ κατά τινα μοίρας ἀνάγκην ἐγίνετο, πάντως ἂν καὶ ἐν τοῖς καθ’ ἡμᾶς ἐτολμήθη τόποις· ἐπεὶ δὲ μόνῳ τῷ ἔθνει Περσῶν καὶ | |
15 | τοῖς τὰ ἐκείνων νόμιμα δεδιδαγμένοις τὸ τοιοῦτον ἄγος τολμᾶται, δῆλον ἐκ τοῦ ἀκολούθου ὅτι μοῖρα καὶ εἱμαρμένη ἡ ἑκάστου προαίρεσις γίνεται τὸ δοκοῦν κατ’ ἐξουσίαν προ‐ αιρουμένη. Ἔτι πρὸς τούτοις· ὡς ἂν μηδὲ τὸ τοιοῦτον ἔχοιεν λέγειν, | |
20 | ὅτι κατὰ τὰς ποιὰς περικλείσεις τῶν τόπων ἰδιάζουσαί τινες | |
ἄστρων κινήσεις καταλαμβάνονται, καὶ διὰ τοῦτο οἱ μὲν | 56 | |
57 | μητρογαμοῦσιν, οἱ δὲ ξενοκτονοῦσι καὶ ἀνθρωποβοροῦσι τῆσδε τῶν ἄστρων τῆς θέσεως ἐκείνοις ἰδιαζόντως ἐπι‐ πιπτούσης· εἰ καὶ παντάπασι τῶν ἀπαιδεύτων καὶ τῆς τῶν ὄντων θεωρίας ἀνεπισκέπτων ὁ τοιοῦτος λόγος ἐστί, τῶν | |
5 | οἰομένων ὅτι κατὰ τὰς ποιὰς τῆς γῆς περιγραφὰς καὶ ἡ ἄνω‐ θεν αὐτοῖς λῆξις ἐπιτυποῦται (οὕτω γὰρ ἂν εὑρεθείη τὰ γήϊνα τῶν οὐρανίων ἀρχηγικώτερα, εἰ κατὰ ταῦτα νομίζοιτο κἀκεῖνα ἔχειν), ὅμως καὶ τοῦτο προσθήσομεν πρὸς ἔλεγχον τῆς ἠπατημένης αὐτῶν ὑπολήψεως· πάντα σχεδὸν τὰ μέρη | |
10 | τῆς γῆς τὸ τῶν Ἰουδαίων ἐπενεμήθη γένος, ἀνατολικοί, νότιοι, μεσογεῶται, δυτικοί, προσάρκτιοι, πάντα σχεδὸν τὰ ἔθνη μέμικται πρὸς τὴν τῶν Ἰουδαίων συνοίκησιν. πῶς τοίνυν οὐδεμία τῶν ἄστρων ἀνάγκη ἐπ’ οὐδενὸς αὐτῶν ἴσχυσέ τινι τῶν ἐκ τοῦ ἔθνους χαρίσασθαι τὸ ἀλώβητον, ἀλλ’ ἐν ταῖς | |
15 | μυριοτρόποις τῶν ἄστρων ἐπιπλοκαῖς, ᾧπερ ἂν συνενεχθῇ τὸ τικτόμενον, ἐν τῷ ὁμοίῳ πάντως ἐστί, κατὰ τὴν τεταγμένην τῶν ἡμερῶν περίοδον ὑπομενούσης τὴν λώβην τῆς φύσεως; Ὁ δέ, Ταῦτα μὲν οὔπω, φησίν, ἐξήτασται παρ’ ἡμῖν, τίνι λόγῳ διαφεύγει τὴν ἐκ τῶν ἄστρων ἀνάγκην τὰ νόμοις τισὶ | |
20 | κεκρατημένα παρὰ πολλοῖς τῶν ἐθνῶν· ἡ μέντοι πρόρρησις τῶν ἀποβησομένων οὐκ ἂν μικρὸν εἰς ἀπόδειξιν νομισθείη τοῦ ἀπαραβάτως ἔχειν τὰ μεμοιραμένα ἑκάστῳ. πῶς γὰρ ὁ δεῖνα τόνδε τὸν ἀριθμὸν τῶν ἐτῶν βιοτεύσειν καὶ τοιαῖσδε | |
συντυχίαις κατὰ τὸν βίον συνενεχθήσεσθαι προμαθὼν οὐ | 57 | |
58 | διεψεύσθη, εἰ μή τις ἀνάγκη κατὰ τὸ ἀπαράβατον ἐκείνῳ τε ταῦτα γενέσθαι πάντως ἐπέκλωσε, τῷ τε προαγορεύοντι διὰ τῆς ποιᾶς τῶν κατὰ τὸν ἀριθμὸν σεσημειωμένων παρα‐ τηρήσεως δῆλον ἐποίησεν; | |
5 | Ἐγὼ δὲ κρεῖττον μὲν ἔφην ἐν τοῖς τοιούτοις δοκεῖν ἀγνοεῖν ἢ γέλωτος ἀφορμὴν παρέχειν τοῖς ἀμαθεστέροις τῶν ἡμετέρων δογμάτων· πλὴν ἀλλὰ μικρὰ φροντίσας τῶν ἐν γέλωτι τὰ καθ’ ἡμᾶς τιθεμένων, δι’ ὀλίγων, ὡς ἂν οἷός τε ὦ, πᾶσαν τὴν περὶ τούτου αἰτίαν ἐκθήσομαι. ἔστι τῷ γένει τῶν | |
10 | ἀνθρώπων κατὰ φύσιν πολέμιος δύναμίς τις ἐκ τῶν ἐναντίων τῇ ἀγαθῇ φύσει γινωσκομένη. τούτου δὲ μυρίας μὲν ἔστι τὰς ἀποδείξεις ἐξ ἐναργῶν παραστῆσαι πραγμάτων. οὐ μὴν ἀναγκαῖον ἡγοῦμαι τῷ παρόντι καιρῷ πάντα κατὰ τὸ ἀκόλουθον διεξιέναι δι’ ὧν ταῦτα οὕτως ἔχειν πεπίστευται. | |
15 | τῆς τοίνυν θείας φύσεως ἐν παντὶ ἀγαθῷ νοήματί τε καὶ ὀνόματι θεωρουμένης, παρ’ ἧς ἡ ζωή, τὸ φῶς, ἡ ἀλήθεια, τὸ δίκαιόν τε καὶ σοφὸν καὶ τὸ ἄφθαρτον καὶ πᾶν ὅ τί περ ἔστι κατ’ ἔννοιαν λαβεῖν ἀγαθόν, τοῦτο οὔσης καὶ τοῦτο χαριζομένης, ἡ ἐκ τῶν ἐναντίων γνωριζομένη δύναμις ἐκ | |
20 | πάντων τῶν κατὰ τὸ ἀντικείμενον ἑκάστῳ τῶν ἀγαθῶν θεωρουμένων καταλαμβάνεται, ὥστε ἀντὶ μὲν ζωῆς θάνατον, ἀντὶ δὲ ἀληθείας ἀπάτην, καὶ ἀνθ’ ἑκάστου τῶν βελτιόνων τὴν | |
ἀντιδιαστελλομένην κακίαν παρ’ αὐτῆς τοῖς ἀνθρώποις | 58 | |
59 | ἐπάγεσθαι· εἶναι γὰρ αὐτῇ τοῦτο φίλον ὅπερ ἂν τῇ φύσει τοῖς ἀνθρώποις ἐπ’ ὀλέθρῳ γίνηται. ὥσπερ δὲ οἱ διὰ τῶν δηλητηρίων κακοποιοῦντες πολλάκις καὶ μέλιτι τὸ φθεῖρον ἐφηδύνουσι φάρμακον οὐκ εὐφρᾶναι τῇ γεύσει τὸν | |
5 | βλαπτόμενον σπουδὴν ποιούμενοι, ἀλλ’ ἐκκλέψαι τὴν τοῦ φθείροντος αἴσθησιν, οὕτω καὶ ἡ φθοροποιὸς αὕτη φύσις σκοπὸν ἔχουσα τῆς ἀγαθῆς φύσεως ἀποστῆσαι τὸν ἄνθρωπον ἀγαθῶν τινων πραγμάτων μορφὰς ὑποδύεται προρρήσεσί τισι καὶ ἰατρείαις τὸν ἐγκεκρυμμένον τῆς ἀπάτης λόχον | |
10 | ἐπικαλύπτουσα, ὡς ἂν τούτῳ προσέχοντες τὸ δείλαιον τῶν ἀνθρώπων γένος τοῦτό τε νομίζοντες ἀγαθὸν εἶναι τοῦ ὄντος κατὰ φύσιν ἀγαθοῦ μηδεμίαν ἔχοιεν ἐπιθυμίαν. διά τοι τοῦτο, καθ’ ὅπερ ἄν τις προγνώσεως εἶδος διά τινος ἀπάτης προ‐ ειλημμένος τύχῃ, κατ’ ἐκεῖνο καὶ ἡ ἀπατηλὴ τῶν δαιμόνων | |
15 | ὑπήκουσε δύναμις, ἐν ἡπατοσκοπίαις καὶ οἰωνισμοῖς, ἐν κληδόσιν, ἐν νεκυίαις, ἐν γενεθλιαλογίαις, ἑκάστου τούτων οὐ κατὰ τὸν αὐτὸν τρόπον ἀλλὰ διαφόρως τὸ ἐφεξῆς προμηνύον‐ τος. ὥσπερ τοίνυν ὁ τῷ ἥπατι τὸ μέλλον διασημαίνων ἢ ὁ διά τινος κληδόνος προεικάσας τὸ ἐσόμενον ἢ ὁ πρὸς τὴν πτῆσιν | |
20 | τοῦ οἰωνοῦ βλέπων οὐ τῇ τῆς εἱμαρμένης ἀνάγκῃ τὰ τοιαῦτα προαγορεύειν κατεπαγγέλλεται, κατὰ τὸν αὐτὸν τρόπον μιᾶς οὔσης αἰτίας, καθὼς εἴρηται, τῆς τὸ τοιοῦτο τῆς προρρήσεως εἶδος μετιούσης (λέγω δὲ κατὰ τὴν ἀπατηλὴν τῶν δαιμόνων | |
ἐνέργειαν), οὐκ ἐπειδή ποτέ τι κατὰ τὸ συμβὰν ἐπετεύχθη | 59 | |
60 | τῶν εἰρημένων, εἴπερ δὴ καὶ ὅλως ἐπετεύχθη, διὰ τούτου ἡ τῆς εἱμαρμένης ἀποδείκνυται δύναμις, ἐπεὶ πᾶν προρρήσεως εἶδος εἰκότως ἂν ἐξ εἱμαρμένης τὴν ἰσχὺν ἔχειν κατα‐ σκευάζοιτο· ὥστε ἡμῖν μίαν μὲν εἱμαρμένην εἶναι τὸν ὄνειρον, | |
5 | ἑτέραν δὲ τὴν ἐκ παλμῶν παρατήρησιν, ἄλλην δὲ ἐξ οἰωνισμῶν ἢ κληδόνων ἤ τινων συμβόλων συνισταμένην. εἰ δὲ οὐδὲν ἐπ’ ἐκείνων κωλύει καὶ πρόρρησιν εἶναι καὶ εἱμαρμένην μὴ εἶναι, οὐδὲ εἴ τις ἐξ ἀριθμοῦ τοῖς γενεθλιαλογοῦσιν ἐπετεύχθη πρόρρησις, ἀρκοῦσα γένοιτο ἂν πίστις εἰς τὸ μὴ | |
10 | ῥαδίως τὰ τοιαῦτα ἐπιτυγχάνεσθαι. καίτοι γε οὐδὲ ἀκριβεῖς τε καὶ ἀναμφίβολοι παρὰ τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων αἱ προμηνύσεις γίνονται, ἀλλὰ πολλὰς ἑαυτοῖς ἀναχωρήσεις παρασκευάζουσιν ἐπὶ τῇ ἐκβάσει, εἰ πρὸς τοὐναντίον ὁ λόγος ἐλέγχοιτο, καί τινα προτεχνολογοῦσιν ἑαυτοῖς οἷς τούτων | |
15 | μέλει, ὥστε μὴ τῆς ἐπιστήμης τῷ ἐσφαλμένῳ τῆς κατὰ τὴν | |
ὥραν σημειώσεως τὴν ἀποτυχίαν λογίζεσθαι, καὶ λοξαὶ ὡς | 60 | |
61 | ἐπίπαν καὶ πρὸς τὸ διπλοῦν τῶν ἐκβάσεων ἐπαμφοτερίζουσαι γίνονται παρ’ αὐτῶν αἱ προρρήσεις, ἵν’ ὅπερ ἂν ἐκβῇ, τοῦτο προμεμηνῦσθαι δόξῃ. πολλάκις γὰρ τὸ περιφανές τε καὶ τὸ ὑπὲρ τοὺς ἄλλους ὁ τὴν ὥραν τῆς γενέσεως κατανοήσας | |
5 | ἐμήνυσεν. εἶτα ἐν ἐξαισίοις τισὶ συμφοραῖς τούτου γεγονότος οὐδὲν διεσφάλθαι ὁ προαγορεύσας διισχυρίσατο· ἔσχε γὰρ ὑπὲρ τοὺς ἄλλους τὸ πλέον εἰς τὴν τῶν κακῶν μετουσίαν. καὶ τούτων ἡ καθ’ ἡμᾶς ἱστορία μάρτυς ἐστίν. Οὐάλεντος γὰρ τοῦ βασιλέως ἐπὶ τῆς Ῥωμαίων ὄντος ἀρχῆς ἀπάτη τις τοιαύτη | |
10 | πρὸς τὴν ἀνταρσίαν τῆς ἀρχῆς παρεκίνησε. καὶ ὁ μὲν ὥρμησεν ἐφόδιον πρὸς τὴν τόλμαν τὴν τῶν γενεθλιαλογούντων προαγόρευσιν ἔχων· τὸ δὲ πέρας τῆς ἐγχειρήσεως τοιοῦτον ἐγένετο, ὥστε αὐτὸν τῶν ἐπὶ ταῖς μεγίσταις ἀρχαῖς γνωρισθέντων ἐν τῷ μεγέθει τῆς συμφορᾶς γενέσθαι δια‐ | |
15 | σημότερον· καὶ τοῦτο συνηγορία τῆς γενεθλιαλογίας τοῖς πολλοῖς ἐνομίσθη, ὅτι τὸ κατὰ συμφορὰν μέγεθος ἀντὶ τοῦ μεγέθους τῶν ἀγαθῶν τῷ ἀνδρὶ συνηνέχθη. Ἐγὼ δὲ τὸ μὲν πεπλανημένας τὰς περὶ τούτων γενέσθαι προαγορεύσεις οὔπω μέγα ποιοῦμαι τεκμήριον τοῦ μὴ ἑστάναι | |
20 | τῆς εἱμαρμένης τὸν λόγον, ἀλλ’ ἐπειδὴ πολλαῖς καὶ ἄλλαις ἐπινοίαις ἡ ἀπατηλὴ τῶν δαιμόνων δύναμις τὰς προρρήσεις | |
σοφίζεται. καὶ γὰρ καὶ ὕδωρ τι μαντικὸν παραφορὰς καὶ | 61 | |
62 | μανίας τοῖς γευσαμένοις ἐνεργαζόμενον, καὶ πνεῦμα κάτωθεν διά τινος στομίου διεξερχόμενον· ὅπερ εἰ ἐν γυναικείοις γένοιτο σπλάγχνοις, ἐξοιδεῖν τε τὴν γαστέρα ποιεῖ καὶ τῆς διανοίας ἔκστασιν καὶ παραφορὰν τοῦ καθεστηκότος | |
5 | ἐργάζεται. ἅπερ πάντα θεῖά τε καὶ μαντικὰ τοῖς ἀπατωμένοις ἐδόκει· τῶν τε ἐξ ἥπατος ἢ πυρὸς σημείοις τισὶ τὸ μέλλον προ‐ εικαζόντων ἢ τῶν πρὸς τὰς πτήσεις τῶν ὀρνέων οὐδεὶς ἀνέθηκε τῇ εἱμαρμένῃ τὴν τῆς προρρήσεως δύναμιν, ἀλλά τινι δαιμονίᾳ κατοκωχῇ τὸ τοιοῦτον λογίζονται. οὕτω φημὶ ἢ μὴ | |
10 | εἶναι καθόλου προαγόρευσιν διὰ τὸ πολλοῖς ἐναντιώμασι τὰς προρρήσεις ἐλέγχεσθαι, ἢ εἴπερ ἀποδεικνύει τις αὐτὴν ὡς προλέγουσάν τι τῶν ἐκβησομένων, ὅπερ ἐπὶ τῶν ἄλλων ἑκάστου τῶν κατὰ πρόρρησιν ἐπιτυγχανομένων κατα‐ λαμβάνομεν, τοῦτο καὶ ἐπὶ τοῦ τοιούτου τῆς προρρήσεως εἴ‐ | |
15 | δους οἰόμεθα χρῆναι νομίζειν. ἴσον γὰρ ἐπὶ πάντων τούτων ἐστὶ τὸ ἐν τοῖς πλείοσι διαμαρτάνειν τό τε ἔν τισι δοκεῖν μὴ ἔξω τῆς τῶν ἐκβησομένων ἀληθείας ἄγειν τὴν πρόρρησιν, καὶ τῇ ἀπατηλῇ τῶν δαιμόνων φύσει ὁμοίως καὶ διὰ ταύτης καὶ πάσης ἐπινοίας ὁ σκοπὸς κατορθοῦται. τὸ γὰρ ἀποστῆσαι τὸν | |
20 | ἄνθρωπον τοῦ πρὸς τὸν θεὸν βλέπειν κἀκεῖθεν ἑαυτῷ τὴν τῶν | 62 |
63 | ἀγαθῶν μοῖραν παρασκευάζειν, ἀντὶ παντὸς τοῖς δαίμοσι σπουδάζεται. τὸ τοίνυν πεπεῖσθαι τοὺς εὐεξαπατήτους μὴ ἐπὶ τῷ θείῳ βουλήματι τὰ κατὰ τὸν βίον κεῖσθαι, ἀλλ’ ἐπὶ τῇ τοιᾷδε τῶν ἄστρων διαπλοκῇ καὶ τῇ ἐκεῖθεν ἀπορρεούσῃ | |
5 | δυνάμει, πάντων μάλιστα πρὸς τὸν σκοπὸν τῆς βλαπτικῆς τῶν δαιμόνων φύσεως βλέπει. εἰ οὖν κεχαρισμένον ἐστὶ τοῖς δαίμοσι τοῦ θεοῦ ἀποστῆσαι τὸν ἄνθρωπον, ἀφίστησι δὲ ἡ περὶ ταῦτα πλάνη, ἀποδείκνυται σαφῶς δαιμονία τις οὖσα ἐνέργεια δι’ ἀπάτης παρακρουομένη τοὺς πᾶσαν μὲν ἐν τούτοις τὴν | |
10 | δύναμιν εἶναι νομίζοντας, πρὸς δὲ τὴν παντοδύναμον τοῦ θεοῦ | |
ἐξουσίαν μὴ ἀποβλέποντας. | 63 |