TLG 2017 081 :: GREGORIUS NYSSENUS :: In illud: Tunc et ipse filius

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

In illud: Tunc et ipse filius

Source: Downing, J.K. (ed.), Gregorii Nysseni opera, vol. 3.2. Leiden: Brill, 1986: 1–28.

Citation: Page — (line)

3

(1t)

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ
2tΕΙΣ ΤΟ ΤΟΤΕ ΚΑΙ ΑΥΤΟΣ Ο ΥΙΟΣ
3tΥΠΟΤΑΓΗΣΕΤΑΙ ΤΩΙ ΥΠΟΤΑΞΑΝΤΙ ΑΥΤΩΙ
4tΤΑ ΠΑΝΤΑ
5 Πάντα μὲν τὰ λόγια τοῦ κυρίου λόγιά ἐστιν ἁγνά τε καὶ καθαρά, καθώς φησιν ὁ προφήτης, ὅταν, καθ’ ὁμοιότητα τῆς περὶ τὸν ἄργυρον ἐν πυρὶ γινομένης καθάρσεως, πάσης αἱρετικῆς ὑπολήψεως ἐκκεκαθαρμένος ὁ νοῦς τῶν λογίων τὴν οἰκείαν ἔχῃ καὶ κατὰ φύσιν τῆς ἀληθείας αὐγήν. πρὸ πάντων
10δὲ οἶμαι δεῖν τοῖς τοῦ ἁγίου Παύλου δόγμασι πᾶσαν προσμαρ‐ τυρεῖν λαμπηδόνα καὶ καθαριότητα, διότι ἐν τῷ παραδείσῳ μυηθεὶς τῶν ἀπορρήτων τὴν γνῶσιν καὶ λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν τοιαῦτα ἐφθέγγετο οἷα εἰκὸς τὸν ἐκ τοῦ τοιούτου διδασκαλείου πεπαιδευμένον φθέγγεσθαι ὑπὸ
15καθηγεμόνι τε καὶ διδασκάλῳ τῷ Λόγῳ.

4

Ἐπειδὴ δὲ οἱ πονηροὶ κάπηλοι ἀδόκιμον ἐπιχειροῦσι ποιεῖν τὸ θεῖον ἀργύριον, τῇ μίξει τῶν αἱρετικῶν τε καὶ κιβδήλων νοημάτων ἀμαυροῦντες τοῦ Λόγου τὴν λαμπηδόνα, καὶ τὰ μυστηριώδη τοῦ ἀποστόλου νοήματα, ἢ μὴ συνιέντες ἢ
5κακούργως πρὸς τὸ δοκοῦν ἐκλαμβάνοντες, εἰς συνηγορίαν τῆς κακίας αὐτῶν ἐπισύρονται, λέγοντες πρὸς καθαίρεσιν τῆς τοῦ μονογενοῦς θεοῦ δόξης τὸν ἀποστολικὸν αὐτοῖς συμβάλλεσθαι λόγον ὅς φησιν ὅτι Τότε ὑποταγήσεται ὁ υἱὸς τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ὡς δουλικήν τινα ταπεινότητα
10τῆς τοιαύτης λέξεως ἐμφαινούσης· τούτου χάριν ἀναγκαῖον ἐφάνη δι’ ἐπιμελείας ἐξετάσαι τὸν περὶ τούτου λόγον, ὥστε δεῖξαι καθαρὸν ὡς ἀληθῶς τὸ ἀποστολικὸν ἀργύριον πάσης ῥυπαρᾶς τε καὶ αἱρετικῆς ἐννοίας κεχωρισμένον καὶ ἀνεπί‐ μικτον.
15 Ἔγνωμεν τοίνυν ἐν τῇ χρήσει τῆς ἁγίας γραφῆς πολύσημον οὖσαν τὴν τοιαύτην φωνὴν καὶ οὐ τοῖς αὐτοῖς ἀεὶ ἐφαρμοζομένην νοήμασιν, ἀλλὰ νῦν μὲν τοῦτο σημαίνουσαν πάλιν δὲ ἕτερον ἐνδεικνυμένην, οἶον· Οἱ δοῦλοι, φησί, τοῖς ἰδίοις δεσπόταις ὑποτασσέσθωσαν· καὶ περὶ τῆς ἀλόγου
20φύσεως, ὅτι τῷ ἀνθρώπῳ ὑποτέτακται ὑπὸ τοῦ θεοῦ, ὡς ὁ προφήτης λέγει· Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ·
καὶ περὶ τῶν διὰ πολέμου κεχειρωμένων φησίν· Ὑπέταξε

5

λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν· τῶν τε αὖ δι’ ἐπιγνώσεως σῳζομένων ἐπιμνησθεὶς ὡς ἐκ προσώπου τοῦ θεοῦ λέγει τὸ Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. ᾧ δοκεῖ πως οἰκεῖον εἶναι τὸ ἐξητασμένον ἡμῖν ἐν τῷ πρώτῳ καὶ ἑξηκοστῷ
5ψαλμῷ διὰ τοῦ Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου· ἐπὶ πᾶσι δὲ τούτοις ἐκεῖνο τὸ παρὰ τῶν ἐχθρῶν ἡμῖν προ‐ φερόμενον ἐκ τῆς πρὸς Κορινθίους ἐπιστολῆς, ὅτι Τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. Ἐπειδὴ τοίνυν ἐπὶ πολλὰ νοήματα φέρεται τῆς φωνῆς
10ταύτης ἡ σημασία, καλῶς ἂν ἔχοι ἕκαστον τούτων ἐφ’ ἑαυτοῦ διελομένους ἐπιγνῶναι πρὸς ποῖον τῆς ὑποταγῆς ση‐ μαινόμενον ἡ τοῦ ἀποστόλου ῥῆσις οἰκείως ἔχει. φαμὲν τοίνυν ὅτι ἐπὶ τῶν μὲν διὰ πολέμου τῇ τῶν κεκρατηκότων δυναστείᾳ κεχειρωμένων τὸ ἀκουσίως τε καὶ κατ‐
15ηναγκασμένως ὑποκύψαι τοῖς νενικηκόσι τὸ τῆς ὑποταγῆς ἐνδείκνυται σημαινόμενον· εἰ γάρ τις τοῖς αἰχμαλώτοις προσγένηται δύναμις, ἐλπίδα τοῦ ὑπερσχήσειν τῶν κε‐ κρατηκότων ὑποδεικνῦσα, πάλιν ἑαυτοὺς ἀντεγείρουσι τοῖς κρατήσασιν, ὕβριν καὶ ὄνειδος τὸ τοῖς ἐχθροῖς ὑποτετάχθαι
20κρίνοντες. τὰ δὲ ἄλογα τοῖς λογικοῖς εἰσι ὑποχείρια καθ’
ἕτερον τρόπον, τῷ ἐλλιπῶς ἔχειν τὴν φύσιν αὐτοῖς τοῦ

6

μεγίστου τῶν ἀγαθῶν, τουτέστι τοῦ λόγου, ὡς ἀνάγκην εἶναι τῷ πλεονεκτοῦντι κατὰ τὴν εὐκληρίαν τῆς φύσεως ὑπο‐ τετάχθαι τὸ ἐλαττούμενον. οἱ δὲ ἐν τῷ ζυγῷ τῆς δουλείας διὰ νομίμου τινὸς ἀκολουθίας κεκρατημένοι, κἂν ἐν τῇ φύσει
5τὸ ὁμότιμον ἔχωσιν, ἀλλ’ οὖν πρὸς τὸν νόμον ἀντισχεῖν οὐ δυνάμενοι, δέχονται τῶν ὑποχειρίων τὴν τάξιν τῷ ἀπαρ‐ αιτήτῳ τῆς ἀνάγκης πρὸς τὴν ὑποταγὴν ἐναγόμενοι. τῆς δὲ πρὸς τὸν θεὸν γινομένης ἡμῖν ὑποταγῆς ὁ σκοπός ἐστιν ἡ σωτηρία, καθὼς παρὰ τῆς προφητείας ἐμάθομεν ἥ φησι· Τῷ
10θεῷ ὑποτάγηθι ἡ ψυχή μου· παρ’ αὐτῷ γὰρ τὸ σωτήριόν μου. Ὅταν τοίνυν προφέρηται παρὰ τῶν ἐναντίων ἡμῖν ἡ τοῦ ἀποστόλου φωνὴ ἡ τὸν υἱὸν ὑποταγήσεσθαι τῷ πατρὶ λέγουσα, ἀκόλουθον ἂν εἴη κατὰ τὴν διεσταλμένην τῆς τοιαύτης φωνῆς σημασίαν ἐρωτᾶν αὐτοὺς πρὸς ποῖον
15σημαινόμενον τῆς ὑποταγῆς ὁρῶντες ταύτην ἐφαρμόζειν οἴον‐ ται δεῖν τῷ μονογενεῖ θεῷ τὴν φωνήν. ἀλλὰ δῆλον ὅτι κατ’ οὐδένα τρόπον τῶν εἰρημένων τοῦ υἱοῦ τὴν ὑποταγὴν ἐροῦσι νοεῖν· οὔτε γὰρ ἐχθρὸς ὢν διὰ πολέμου γέγονεν ὑποχείριος, ὥστε πάλιν αὐτῷ τὴν κατὰ τοῦ κρατοῦντος ἐπανάστασιν δι’
20ἐλπίδος τε καὶ σπουδῆς εἶναι· οὔτε ὡς ἕν τι τῶν ἀλόγων ὁ Λόγος διὰ τῆς τοῦ ἀγαθοῦ ἐλλείψεως ἀναγκαίαν ἐν τῇ φύσει τὴν ὑποταγὴν ἔχει, ὡς πρόβατα καὶ κτήνη καὶ βόες πρὸς τὸν ἄνθρωπον ἔχουσιν· ἀλλὰ μὴν οὐδὲ καθ’ ὁμοιότητα τῶν ἀργυρωνήτων ἢ οἰκογενῶν ἀνδραπόδων νόμῳ δεδουλωμένος
25ἀναμένει δι’ εὐνοίας ἢ χάριτος τοῦ ζυγοῦ ποτε γενέσθαι τῆς

7

δουλείας ἐλεύθερος· ἀλλ’ οὐδὲ κατὰ τὸν τῆς σωτηρίας σκοπὸν εἴποι τις ἂν τὸν μονογενῆ θεὸν τῷ πατρὶ ὑποτάσσεσθαι, ὡς διὰ τούτου καθ’ ὁμοιότητα τῶν ἀνθρώπων τὴν σωτηρίαν ἑαυτῷ παρὰ τοῦ θεοῦ πραγματεύεσθαι. ἐπὶ μὲν γὰρ τῆς τρεπτῆς
5φύσεως τῆς διὰ μετουσίας ἐν τῷ ἀγαθῷ γινομένης ἀναγκαία ἐστὶν ἡ πρὸς θεὸν ὑποταγὴ διὰ τὸ ἐκεῖθεν γίνεσθαι τῶν ἀγαθῶν ἡμῖν τὴν κοινωνίαν· ἐν δὲ τῇ ἀτρέπτῳ καὶ ἀναλλοιώτῳ δυνάμει ἡ ὑποταγὴ χώραν οὐκ ἔχει ἐν ᾖ πᾶν ἀγαθὸν ὄνομά τε καὶ νόημα θεωρεῖται, τὸ ἀΐδιον, τὸ ἄφθαρ‐
10τον, τὸ μακάριον, τὸ ἀεὶ ὡσαύτως ἔχον, τὸ μὴτε κρεῖττον μήτε χεῖρον γενέσθαι δυνάμενον· οὔτε γὰρ προσθήκην ἐν τῷ ἀγαθῷ ἐπιδέχεται οὔτε τὴν πρὸς τὸ χεῖρον ῥοπήν· ὃ 〈γὰρ〉 τοῖς ἄλλοις πηγάζει τὴν σωτηρίαν, οὐκ αὐτὸ τοῦ σῴζοντος ἐνδεῶς ἔχει.
15 Ποῖον τοίνυν εὐλόγως φήσουσιν ἐπ’ αὐτοῦ κυρίως νοεῖν τὸ τῆς ὑποταγῆς σημαινόμενον; ηὑρέθη γὰρ τὰ ἐξητασμένα πάν‐ τα μακρὰν ἀπέχοντα τοῦ κυρίως ἐπὶ τοῦ μονογενοῦς θεοῦ καὶ νοεῖσθαι καὶ λέγεσθαι. εἰ δὲ χρὴ κἀκεῖνο τὸ τῆς ὑποταγῆς εἶδος προσθεῖναι ὅ φησι τὸ κατὰ Λουκᾶν εὐαγγέλιον ὅτι Ἧν
20ὑποτασσόμενος τοῖς γονεῦσιν εἰς δωδέκατον προελθὼν ἔτος ὁ κύριος, οὐδὲ ἐκεῖνο ἁρμόζοι ἂν ἐπὶ τοῦ προαιωνίου τε καὶ ἀληθινοῦ 〈υἱοῦ〉 πρὸς τὸν ἀληθινὸν ἑαυτοῦ πατέρα λέγεσθαι. ἐκεῖ μὲν γὰρ ὁ πεπειραμένος κατὰ πάντα καθ’ ὁμοιότητα
χωρὶς ἁμαρτίας ἐδέξατο καὶ διὰ τῶν ἡλικιῶν προελθεῖν τῆς

8

φύσεως ἡμῶν, καὶ ὥσπερ παιδίον γενόμενος τὴν βρεφικὴν τροφὴν προσήκατο, βούτυρον καὶ μέλι φαγών, οὕτω καὶ εἰς μειράκιον προελθὼν τὸ κατάλληλόν τε καὶ πρέπον τῇ τοιαύτῃ ἡλικίᾳ οὐ παρῃτήσατο, τύπος εὐταξίας τῷ βίῳ γενόμενος.
5ἐπειδὴ γὰρ ἐπὶ τῶν ἄλλων ἀνθρώπων ἀτελὴς ἐν τοῖς τοιούτοις ἐστὶν ἡ διάνοια καὶ χρεία τῇ νεότητι τῆς διὰ τῶν τελειοτέρων πρὸς τὸ κρεῖττον γινομένης χειραγωγίας, τούτου χάριν ὁ δωδεκαέτης τῇ μητρὶ ὑποτάσσεται, ἵνα δείξῃ ὅτι τὸ διὰ προ‐ κοπῆς τελειούμενον πρὶν εἰς τὸ τέλειον φθάσαι καλῶς τὴν
10ὑποταγὴν ὡς χειραγωγὸν πρὸς τὸ ἀγαθὸν καταδέχεται. ὁ δὲ ἀεὶ τέλειος ὢν ἐν παντὶ ἀγαθῷ καὶ μήτε προκοπὴν μήτε μείω‐ σιν δυνάμενος ἐφ’ ἑαυτοῦ καταδέξασθαι διὰ τὸ ἀπροσδεὲς τῆς φύσεως αὐτοῦ καὶ ἀμείωτον, ὑπὲρ τίνος ὑποτάσσεται οὐκ ἂν εἰπεῖν ἔχοιεν οἱ πάντα λέγοντες ἀπερισκέπτως. ὅτι γὰρ διὰ
15σαρκὸς τῇ ἀνθρωπίνῃ συναναστρεφόμενος φύσει ἐν τῇ παιδικῇ ἡλικίᾳ ἐνομοθέτει, δι’ ὧν ἐποίει, τὴν ὑποταγὴν τῇ νεότητι, δῆλόν ἐστιν ἐκ τοῦ πρὸς τὸ τέλειον τῆς ἡλικίας αὐτὸν προελθόντα μηκέτι πρὸς τὴν τῆς μητρὸς ἐξουσίαν βλέπειν. προτρεπομένης γὰρ αὐτὸν ἐκείνης ἐν Κανὰ τῆς Γαλιλαίας
20δεῖξαι τὴν δύναμιν ἐν τῷ λείποντι τῇ πανδαισίᾳ τῶν γάμων καὶ τὴν τοῦ οἴνου χρείαν τῇ εὐωχίᾳ χαρίσασθαι, τὴν μὲν χάριν τοῖς δεομένοις παρασχεῖν οὐκ ἠρνήσατο, τὴν δὲ μητρῷαν συμ‐ βουλὴν ὡς οὐκέτι κατὰ καιρὸν αὐτῷ προσαγομένην ἀπεποιήσατο εἰπών· Τί ἐμοὶ καὶ σοί, γύναι; μὴ καὶ ταύτης
25μου τῆς ἡλικίας ἐπιστατεῖν ἐθέλεις; Οὔπω ἥκει μου ἡ ὥρα ἡ
τὸ αὐτοκρατὲς παρεχομένη τῇ ἡλικίᾳ καὶ αὐτεξούσιον;

9

Εἰ οὖν ἐν τῇ διὰ σαρκὸς ζωῇ τὸ καθῆκον τῆς ἡλικίας μέτρον τὴν τῆς γεννησαμένης ὑποταγὴν ἀποσείεται, τίνα χώραν ἔχει ἡ ὑποταγὴ ἐπὶ τοῦ δεσπόζοντος ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος οὐκ ἄν τις εἰπεῖν ἔχοι. ἴδιον γὰρ τῆς θείας καὶ
5μακαρίας ἐστὶ ζωῆς τὸ πάντοτε ἐν τῷ αὐτῷ διαμένειν καὶ τὴν ἐξ ἀλλοιώσεως μεταβολὴν μὴ προσίεσθαι. ἐπεὶ οὖν ὁ ἐν ἀρχῇ ὢν Λόγος, ὁ μονογενὴς θεός, ἀλλότριός ἐστι προκοπῆς πάσης καὶ ἀλλοιώσεως, πῶς ὃ νῦν οὐκ ἔστι μετὰ ταῦτα γίνεται; οὐ γὰρ ὡς ἀεὶ ὑποτεταγμένου τοῦ υἱοῦ φησιν ὁ ἀπόστολος, ἀλλ’
10ὡς πρὸς τῷ τέλει τῆς τοῦ παντὸς συμπληρώσεως μέλλοντος ὑποτάσσεσθαι. καίτοι εἰ καλὸν ἡ ὑποταγὴ καὶ ἄξιον περὶ θεοῦ λέγεσθαι, πῶς νῦν ἄπεστι τοῦ θεοῦ τὸ καλόν; ἐπίσης γὰρ πάντως ἀμφοτέροις καλὸν τῷ τε ὑποτασσομένῳ υἱῷ καὶ τῷ τὴν ὑποταγὴν τοῦ υἱοῦ δεχομένῳ πατρί. λείπει τοίνυν ἐν τῷ
15παρόντι καὶ τῷ πατρὶ καὶ τῷ υἱῷ τὸ τοιοῦτον καλόν, καὶ ὃ μὴ ἔσχεν πρὸ τῶν αἰώνων μήτε ὁ πατὴρ μήτε ὁ υἱός, τοῦτο ἐπὶ συμπληρώσει τῶν χρόνων καὶ τῷ πατρὶ καὶ τῷ υἱῷ προσγενήσεται, τοῦ μὲν ὑπομένοντος τὴν ὑποταγὴν τοῦ δὲ προσθήκην τινὰ καὶ ἐπαύξησιν τῆς ἑαυτοῦ δόξης διὰ τούτου
20λαμβάνοντος ἣν ἐν τῷ παρόντι τέως οὐκ ἔχει. ποῦ τοίνυν ἐν τούτῳ τὸ ἀναλλοίωτον; τὸ γὰρ μετὰ ταῦτά τι γινόμενον νῦν δὲ μὴ ὂν ἴδιον τῆς τρεπτῆς ἐστι φύσεως. εἴτε οὖν καλὸν ἡ ὑποταγή, καὶ νῦν εἶναι προσήκει πιστεύειν τῷ θεῷ τὸ καλόν·
εἴτε ἀνάξιον ἐπὶ τοῦ θεοῦ τὸ τοιοῦτον, οὔτε νῦν οὔτε ἄλλοτε·

10

ἀλλὰ μήν φησιν ὁ ἀπόστολος τότε ὑποταγήσεσθαι τῷ θεῷ καὶ πατρὶ τὸν υἱόν, οὐχὶ νῦν ὑποτετάχθαι· ἄρα πρὸς ἄλλον τινὰ σκοπὸν βλέπει ὁ λόγος καὶ πόρρω τῆς τῶν αἱρετικῶν κακονοίας ἐστὶ τὸ τοῦ ὀνόματος σημαινόμενον.
5 Τίς οὖν ὁ λόγος; τάχα διὰ τῆς συμφράσεως τῶν 〈ἐν〉 τῷ μέρει τούτῳ συγγεγραμμένων μᾶλλον ἄν τις κατίδοι τὸ νόημα. ἐπειδὴ γὰρ ἀγωνιστικὸν πρὸς τοὺς Κορινθίους ἐνεστήσατο λόγον, οἳ τὴν μὲν εἰς τὸν κύριον παρεδέξαντο πίστιν τὸ δὲ περὶ τῆς ἀναστάσεως τῶν ἀνθρώπων δόγμα
10μῦθον ᾠήθησαν λέγοντες· Πῶς ἐγείρονται οἱ νεκροὶ καὶ ποίῳ σώματι ἔρχονται, οἷς πολυτρόπως καὶ πολυειδῶς μετὰ τὸν θάνατον εἰς ἀφανισμὸν περιῆλθε τὰ σώματα, ἢ διὰ σήψεως ἢ διὰ τῶν σαρκοβόρων ἑρπετῶν νηκτῶν πετεινῶν τετραπόδων ἀναλωθέντα; διὰ τοῦτο πολλοὺς αὐτοῖς παρέθετο λογισμούς,
15πείθων μὴ τῇ ἑαυτῶν δυνάμει τὴν τοῦ θεοῦ παρεικάζειν μήθ’ ὅσον ἀνθρώπῳ ἀμήχανον καὶ ἐπὶ θεοῦ τὸ ἴσον οἴεσθαι, ἀλλ’ ἐκ τῶν γνωρίμων ἡμῖν ὑποδειγμάτων τὸ μεγαλεῖον τῆς θείας ἐξουσίας ἀναλογίζεσθαι· καὶ οὕτω προτίθησιν αὐτοῖς τὴν περὶ τὰ σώματα τῶν σπερμάτων θαυματουργίαν τῶν ἀεὶ
20καινοτομουμένων ὑπὸ τῆς θείας δυνάμεως καὶ 〈δείκνυσιν〉 ὡς οὐκ ἠτόνησεν ἡ τοῦ θεοῦ σοφία μυρία σωμάτων εἴδη κατὰ τὸ
πᾶν ἐξευρεῖν, λογικῶν ἀλόγων ἐναερίων χερσαίων καὶ τῶν

11

κατ’ οὐρανὸν ἡμῖν προφαινομένων, τοῦ τε ἡλίου καὶ τῶν λοιπῶν ἀστέρων, ὧν ἕκαστον 〈τῇ〉 θείᾳ δυνάμει γενόμενον τοῦ καὶ κατὰ τὴν ἀνάστασιν μὴ ἂν ἀπορῆσαι τὸν θεὸν τῶν ἡμετέρων σωμάτων ** ἡμᾶς ἀπόδειξις γίνεται. εἰ γὰρ τὰ ὄντα
5πάντα οὐκ ἔκ τινος ὑποκειμένης ὕλης πρὸς τὸ φαινόμενον μετεσκευάσθη ἀλλὰ τὸ θεῖον θέλημα ὕλη καὶ οὐσία τῶν δημιουργημάτων ἐγένετο, πολὺ μᾶλλον δυνατὸν εἶναι κατασκευάζει τὸ ἤδη ὂν εἰς τὸ ἴδιον σχῆμα πάλιν ἐπαναχθῆναι ἢ τὸ ἐξ ἀρχῆς μὴ ὂν εἰς ὑπόστασίν τε καὶ οὐσίαν ἐλθεῖν.
10 Δείξας τοίνυν ἐν τοῖς πρὸς αὐτοὺς λόγοις ὅτι, τοῦ πρώτου ἀνθρώπου εἰς γῆν διὰ τῆς ἁμαρτίας ἀναλυθέντος καὶ διὰ τοῦτο χοϊκοῦ κληθέντος, ἀκόλουθον ἦν κατ’ ἐκεῖνον καὶ τοὺς ἐξ ἐκείνου γενέσθαι πάντας χοϊκοὺς καὶ θνητοὺς τοὺς ἐκ τοῦ τοιούτου φύντας, ἀναγκαίως ἐπήγαγεν καὶ τὴν δευτέραν
15ἀκολουθίαν δι’ ἧς ἀναστοιχειοῦται πάλιν ἐκ τοῦ θνητοῦ πρὸς ἀθανασίαν ὁ ἄνθρωπος, ὁμοιοτρόπως λέγων τὸ ἀγαθὸν ἐγ‐ γεγενῆσθαι τῇ φύσει ἐξ ἑνὸς εἰς πάντας χεόμενον, ὥσπερ καὶ τὸ κακὸν δι’ ἑνὸς εἰς πλῆθος ἐχέθη τῇ διαδοχῇ τῶν ἐπιγινομένων συμπλατυνόμενον. τούτοις δὲ κέχρηται τοῖς
20ῥήμασι τὸ περὶ τούτου δόγμα κατασκευάζων Ὁ πρῶτος,

12

φησίν, ἄνθρωπος ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἐξ οὐρανοῦ· οἶος ὁ χοϊκὸς τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτω φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
5 Τούτοις τοίνυν καὶ τοῖς τοιούτοις λογισμοῖς κρατύνας τὸν περὶ τῆς ἀναστάσεως λόγον καὶ διὰ πολλῶν ἑτέρων τοὺς αἱρετικοὺς τοῖς συλλογισμοῖς συμποδίσας ἐν οἷς ἀπεδείκνυεν τὸν ἀπιστοῦντα τῇ τῶν ἀνθρώπων ἀναστάσει μηδὲ τοῦ Χριστοῦ προσδέχεσθαι τὴν ἀνάστασιν, διὰ τῆς τῶν
10συνημμένων ἀλλήλοις πλοκῆς κατεσκεύασε τὸ ἐν τοῖς συμπεράσμασιν ἄφυκτον λέγων ὅτι Εἰ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία καὶ ἡ εἰς αὐτὸν πίστις ἐστίν. τῆς γὰρ προτάσεως ἀληθοῦς οὔσης ὅτι Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, καὶ τὸ
15συνημμένον τούτῳ πάντως ἀληθὲς εἶναι χρή· τὸ νεκρῶν εἶναι ἀνάστασιν· τῇ γὰρ μερικῇ ἀποδείξει καὶ τὸ καθόλου συναποδείκνυται. καὶ τὸ ἔμπαλιν, εἴ τις τὸ καθόλου ψεῦδος εἶναι λέγοι· τὸ νεκρῶν εἶναι ἀνάστασιν, οὐδὲ τὸ ἐπὶ μέρους πάντως ἀληθὲς εὑρεθήσεται· τὸ τὸν Χριστὸν ἐκ νεκρῶν
20ἐγηγέρθαι· εἰ γὰρ καθόλου ἀδύνατον, οὐδὲ 〈ἔν〉 τινι δυνατόν

13

ἐστι πάντως. ἀλλὰ μὴν τοῦτο τοῖς παραδεξαμένοις τὸν Λόγον πιστόν ἐστι καὶ ἀναντίρρητον ὅτι Χριστὸς ἐγήγερται ἐκ νεκρῶν· ἀναγκαίως ἐν τῇ μερικῇ τῆς ἀναστάσεως τοῦ Χριστοῦ πίστει καὶ ἡ καθόλου τὸ πιστὸν ἕξει.
5 Οὕτω τοίνυν αὐτοὺς συλλογιστικῶς πρὸς τὴν παραδο‐ χὴν τοῦ δόγματος συναναγκάσας ἐκ τοῦ εἰπεῖν ὅτι Εἰ μή ἐστιν (τὸ γὰρ καθόλου μὴ ὂν οὐδὲ ἔν τινι δυνατὸν εἶναι· εἰ δὲ τοῦτον ἐγηγέρθαι πιστεύομεν, τῆς καθόλου τῶν ἀνθρώ‐ πων ἀναστάσεως ἡ περὶ τούτου πίστις ἀπόδειξις γίνεται)
10καὶ προσθεὶς ἐκεῖνο τῷ λόγῳ ᾧ πᾶσα ἡ περὶ τοῦ δόγματος τούτου κατασκευὴ συμπεραίνεται τὸ Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν οὕτως καὶ ἐν τῷ Χριστῷ πάν‐ τες ζωοποιηθήσονται, σαφῶς ἐκκαλύπτει τὸ περὶ τούτου μυστήριον πρὸς ὅ τι βλέπει, ἐν τοῖς ἐφεξῆς διά τινος
15ἀναγκαίας ἀκολουθίας πρὸς τὸ πέρας τῶν ἐλπιζομένων διευθύνων τὸν λόγον. Ὁ δὲ σκοπὸς τῶν λεγομένων οὗτός ἐστιν. ἐκθήσομαι δὲ πρότερον τῇ ἐμαυτοῦ λέξει τὴν διάνοιαν τῶν γεγραμμένων, εἶθ’ οὕτω παραθήσω τοῦ ἀποστόλου τὸν λόγον τὸν τῇ παρ’
20ἡμῶν προεκτεθείσῃ διανοίᾳ ἐφαρμοζόμενον. Τίς οὖν ὁ τοῦ λόγου ἐστὶ σκοπὸς ὃν δογματίζει ἐν ἐκείνῳ τῷ μέρει ὁ θεῖος ἀπόστολος; ὅτι ποτὲ πρὸς τὸ μὴ ὂν ἡ τοῦ
κακοῦ φύσις μεταχωρήσει, παντελῶς ἐξαφανισθεῖσα τοῦ ὄν‐

14

τος, καὶ πᾶσαν λογικὴν φύσιν ἡ θεία τε καὶ ἀκήρατος ἀγαθότης ἐν ἑαυτῇ περιέξει, μηδενὸς τῶν παρὰ τοῦ θεοῦ γεγονότων τῆς βασιλείας τοῦ θεοῦ ἀποπίπτοντος, ὅταν πάσης τῆς ἐμμιχθείσης τοῖς οὖσι κακίας οἶόν τινος ὕλης κιβδήλου διὰ
5τῆς τοῦ καθαρσίου πυρὸς χωνείας ἀναλωθείσης, τοιοῦτον γένηται πᾶν ὃ παρὰ τοῦ θεοῦ ἔσχε τὴν γένεσιν, οἶον ἐξ ἀρχῆς ἦν ὅτε οὔπω τὴν κακίαν ἐδέξατο. τοῦτο δὲ γίνεσθαι λέγει οὕτως· ἐγένετο, φησίν, ἐν τῇ θνητῇ τε καὶ ἐπικήρῳ τῶν ἀνθρώπων φύσει ἡ καθαρὰ καὶ ἀκήρατος τοῦ μονογενοῦς
10θεότης. ἐκ πάσης δὲ τῆς ἀνθρωπίνης φύσεως ᾗ κατεμίχθη τὸ θεῖον, οἶον ἀπαρχή τις τοῦ κοινοῦ φυράματος, ὁ κατὰ Χριστὸν ἄνθρωπος ὑπέστη δι’ οὖ προσεφύη τῇ θεότητι πᾶν τὸ ἀνθρώπινον. ἐπειδὴ τοίνυν ἐν ἐκείνῳ πᾶσα κακίας φύσις ἐξηφανίσθη Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, καθώς φησιν ὁ
15προφήτης, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, συνηφανίσθη δὲ μετὰ τῆς ἁμαρτίας ἐν τῷ αὐτῷ καὶ ὁ ἐπακολουθῶν αὐτῇ θάνατος (οὐ γάρ ἐστιν ἄλλη θανάτου γένεσις πλὴν ἁμαρτία), ἀρχὴν ἔλαβεν ἀπ’ ἐκείνου ὅ τε τῆς
κακίας ἀφανισμὸς καὶ ἡ τοῦ θανάτου κατάλυσις. εἶτα ὥσπερ

15

τις τάξις ἐπετέθη διά τινος ἀκολουθίας τῷ γινομένῳ. τὸ γὰρ ἀεὶ κατὰ τὴν τοῦ ἀγαθοῦ ὑπόβασιν μᾶλλον ἀφεστὼς τοῦ πρώτου ἢ προσεχέστερον εὑρισκόμενον, ὅπως ἂν ἀξίας τε καὶ δυνάμεως ἕκαστον ἔχῃ, οὕτως ἐπακολουθεῖ τῷ προάγοντι·
5ὥστε μετὰ τὸν ἐν τῷ Χριστῷ ἄνθρωπον ὃς ἐγένετο ἀπαρχὴ τῆς φύσεως ἡμῶν δεξάμενος ἐν ἑαυτῷ τὴν θεότητα, ὃς καὶ Ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο καὶ Πρωτότοκος ἐκ τῶν νεκρῶν Λύσας τὰς ὠδῖνας τοῦ θανάτου· μετὰ τοῦτον τοίνυν τὸν ἄνθρωπον, τὸν καθόλου τῆς ἁμαρτίας κεχωρισμένον καὶ
10καταργήσαντα ἐν ἑαυτῷ τοῦ θανάτου τὸ κράτος καὶ πᾶσαν αὐτοῦ ἀρχήν τε καὶ ἐξουσίαν καὶ δύναμιν καταλύσαντα, εἴ τις κατὰ τὸν Παῦλον εὑρεθείη, τὸν ὡς ἦν δυνατὸν μιμητὴν τοῦ Χριστοῦ γενόμενον ἐν τῇ τοῦ κακοῦ ἀλλοτριώσει, ὁ τοιοῦτος τῇ ἀπαρχῇ κατόπιν ἀκολουθήσει ἐν τῷ τῆς παρουσίας καιρῷ·
15καὶ πάλιν τούτῳ, λέγω δὲ καθ’ ὑπόθεσιν, ὁ Τιμόθεος, ἂν οὕτω τύχῃ, ὁ καθὼς οἷός τε ἦν μιμησάμενος ἐν ἑαυτῷ τὸν διδάσκαλον, ἤ τις τοιοῦτος ἕτερος· καὶ οὕτω καθεξῆς ὅσοι διὰ τῆς κατ’ ὀλίγον τοῦ ἀγαθοῦ ὑφέσεως τῶν ἀεὶ προ‐ λαμβανόντων κατόπιν εὑρίσκονται, ἕως ἂν εἰς ἐκείνους ἡ
20ἀκολουθία τῶν ἑπομένων φθάσῃ ἐν οἷς τοῦ κακοῦ πλεονάζον‐ τος ἐλάττων ἡ τοῦ κρείττονος εὑρίσκεται μοῖρα· κατὰ τὴν
αὐτὴν ἀναλογίαν παρὰ τῶν ἐν κακίᾳ τὸ ἔλαττον ἐχόντων τῆς

16

ἀκολουθίας ἐπὶ τοὺς προέχοντας ἐν τῷ κακῷ τὴν τάξιν τῶν πρὸς τὸ κρεῖττον ἀναλυόντων ποιούσης, ἕως ἂν ἐπὶ τὸ ἀκρότα‐ τον τοῦ κακοῦ πέρας ἡ τοῦ ἀγαθοῦ πρόοδος φθάσῃ τὴν κακίαν ἐξαφανίζουσα. ὅπερ δὴ τέλος τῆς ἐλπίδος ἐστίν, ὡς μηδὲν ὑπ‐
5εναντίον τῷ ἀγαθῷ περιλειφθῆναι, ἀλλὰ διὰ πάντων τὴν θείαν ζωὴν διεξελθοῦσαν ἐξαφανίσαι καθόλου ἐκ τῶν ὄντων τὸν θάνατον, προαναιρεθείσης αὐτοῦ τῆς ἁμαρτίας ἀφ’ ἧς, καθὼς εἴρηται, τὴν βασιλείαν κατὰ τῶν ἀνθρώπων ὁ θάνατος ἔσχεν. Πάσης τοίνυν πονηρᾶς ἐξουσίας τε καὶ ἀρχῆς ἐν ἡμῖν
10καταλυθείσης καὶ μηκέτι μηδενὸς πάθους τῆς φύσεως ἡμῶν κυριεύοντος, ἀνάγκη πᾶσα μηδενὸς κατακρατοῦντος ἑτέρου πάντα ὑποταγῆναι τῇ ἐπὶ πάντων ἀρχῇ. θεοῦ δὲ ὑποταγή ἐστιν ἡ παντελὴς τοῦ κακοῦ ἀλλοτρίωσις. ὅταν οὖν κατὰ μίμησιν τῆς ἀπαρχῆς ἔξω τοῦ κακοῦ πάντες γενώμεθα, τότε
15ὅλον τὸ φύραμα τῆς φύσεως τῇ ἀπαρχῇ συμμιχθὲν καὶ ἓν κατὰ τὸ συνεχὲς σῶμα γενόμενον τοῦ ἀγαθοῦ μόνου τὴν ἡγεμονίαν ἐφ’ ἑαυτοῦ δέξεται, καὶ οὕτω παντὸς τοῦ τῆς φύσεως ἡμῶν σώματος πρὸς τὴν θείαν τε καὶ ἀκήρατον φύσιν ἀνακραθέντος ἐκείνη ἡ τοῦ υἱοῦ λεγομένη ὑποταγὴ δι’ ἡμῶν γίνεται, τῆς ἐν
20τῷ σώματι αὐτοῦ κατορθωθείσης ὑποταγῆς εἰς αὐτὸν ἀναφερομένης τὸν ἐν ἡμῖν τὴν χάριν τῆς ὑποταγῆς ἐνεργήσαντα. Ἡ μὲν οὖν διάνοια τῶν ὑπὸ τοῦ μεγάλου Παύλου δογματισθέντων ἐστίν, ὥς γε ὑπειλήφαμεν, αὕτη. καιρὸς δ’
25ἂν εἴη καὶ αὐτὰ παραθέσθαι τοῦ ἀποστόλου τὰ ῥήματα ἔχοντα

17

οὕτως· Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται· ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν
5βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν. δεῖ γὰρ αὐτὸν βασιλεύειν ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος· πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑπέταξεν, δῆλον ὅτι ἐκτὸς τοῦ
10ὑποτάξαντος αὐτῷ τὰ πάντα. ὅταν δὲ ὑποτάξῃ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν. Σαφῶς γὰρ ἐν τῷ τελευταίῳ τῶν εἰρημένων τὸ τῆς κακίας ἀνύπαρκτον τῷ λόγῳ παρίστησιν ἐν τῷ εἰπεῖν ἐν πᾶσι γίνεσθαι
15τὸν θεὸν πάντα ἑκάστῳ γινόμενον. δῆλον γὰρ ὅτι τότε ἀληθὲς ἔσται τὸ ἐν πᾶσι τὸν θεὸν εἶναι, ὅταν μηδὲν κακὸν ἐνθεωρῆται τοῖς οὖσιν. οὐ γὰρ δὴ καὶ ἐν κακῷ τὸν θεὸν εἰκός ἐστι γίνεσθαι. ὥστε ἢ οὐκ ἐν πᾶσιν ἔσται ὅταν ὑπολειφθῇ τι κακὸν ἐν τοῖς οὖσιν ἤ, εἰ ἀληθῶς ἐν πᾶσι χρὴ πιστεύειν αὐτὸν εἶναι, τὸ
20μηδὲν κακὸν εἶναι τῇ περὶ τούτου πίστει συναποδείκνυται. οὐ
γάρ ἐστι δυνατὸν ἐν κακῷ τὸν θεὸν γενέσθαι.

18

Τὸ δὲ πάντα γίνεσθαι τὸν θεὸν 〈ἐν πᾶσι〉 τοῖς οὖσι τὸ ἁπλοῦν καὶ μονοειδὲς τῆς ἐλπιζομένης ἡμῖν ζωῆς ὑποδείκνυσι. τὸ γὰρ μηκέτι διὰ πολλῶν καὶ ποικίλων καθ’ ὁμοιότητα τοῦ νῦν βίου τὴν ζωὴν ἡμῖν συνερανίζεσθαι τῷ λόγῳ τοῦτο
5παρίστησιν τὸ πάντα ἡμῖν τὸν θεὸν γίνεσθαι ὅσα τῇ ζωῇ ταύτῃ ἀναγκαῖα δοκεῖ, διά τινος ἀναλογίας ἑκάστου μετα‐ λαμβανομένου πρὸς τὸ θειότερον· ὥστε καὶ βρῶσιν εἶναι τὸν θεὸν ἡμῖν, ὡς εἰκὸς βρωθῆναι θεόν, καὶ πόσιν, ὡσαύτως ἔν‐ δυμά τε καὶ σκέπην ἀέρα τόπον πλοῦτον ἀπόλαυσιν κάλλος
10ὑγίειαν ἰσχὺν φρόνησιν δόξαν μακαριότητα καὶ πᾶν ὅσον ἐν τῇ ἀγαθῇ κρίνεται μοίρᾳ οὖ ἐπιδεὴς ἡ φύσις ἐστί, πρὸς τὸ θεοπρεπὲς ἀναγομένης τῆς σημασίας τῶν εἰρημένων· ὡς διὰ τούτου μαθεῖν ὅτι ὁ ἐν τῷ θεῷ γενόμενος πάντα ἔχει ἐν τῷ ἐκεῖνον ἔχειν. οὐδὲν δὲ ἕτερόν ἐστι τὸ ἔχειν τὸν θεὸν ἢ τὸ
15ἑνωθῆναι θεῷ. οὐκ ἂν δέ τις ἄλλως ἑνωθείη μὴ σύσσωμος αὐτῷ γενόμενος, καθὼς ὀνομάζει ὁ Παῦλος· οἱ γὰρ πάντες τῷ ἑνὶ σώματι τοῦ Χριστοῦ συναπτόμενοι διὰ τῆς μετουσίας ἓν αὐτοῦ γινόμεθα σῶμα. Ὅταν οὖν διὰ πάντων ἔλθῃ τὸ ἀγαθόν, τότε ὅλον αὐτοῦ τὸ
20σῶμα ὑποταγήσεται τῇ ζωοποιῷ ἐξουσίᾳ, καὶ οὕτως ἡ τοῦ σώματος τούτου ὑποταγὴ αὐτοῦ λέγεται εἶναι τοῦ υἱοῦ ὑποταγὴ τοῦ ἀνακεκραμένου πρὸς τὸ ἴδιον σῶμα, ὅπερ ἐστὶν ἡ ἐκκλησία, καθώς φησι πρὸς τοὺς Κολοσσαεῖς ὁ ἀπόστολος,
οὑτωσὶ λέγων τῷ ῥήματι· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου

19

καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν ὑπὲρ Χριστοῦ θλίψεων ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία, ἧς ἐγενόμην διάκονος κατὰ τὴν οἰκονομίαν. καὶ πρὸς τὴν Κορινθίων ἐκκλησίαν φησίν· Ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ
5μέλη ἐκ μέρους. σαφέστερον δὲ τοῖς Ἐφεσίοις τὸ περὶ τούτου παρατίθεται δόγμα δι’ ὧν φησιν ὅτι Ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ἐστιν ἡ κεφαλή, ὁ Χριστός, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς 〈τῆσ〉 ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρῳ
10ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ· ὡς διὰ τῶν ἀεὶ προστιθεμένων τῇ πίστει ἑαυτὸν τοῦ Χριστοῦ οἰκοδομοῦντος. ὃς τότε παύσεται ἑαυτὸν οἰκοδομῶν ὅταν εἰς τὸ ἴδιον μέτρον φθάσῃ ἡ τοῦ σώματος αὐτοῦ αὔξησίς τε καὶ τελείωσις, καὶ μηκέτι
15λίπῃ τῷ σώματι τὸ δι’ οἰκοδομῆς προστιθέμενον, πάντων ἐποικοδομηθέντων ἐπὶ τῷ θεμελίῳ τῶν προφητῶν τε καὶ ἀποστόλων καὶ προσθεμένων τῇ πίστει, ὅταν, καθώς φησιν ὁ ἀπόστολος, Καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα
20τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Εἰ τοίνυν κεφαλὴ ὢν αὐτὸς τὸ ἐφεξῆς αὐτοῦ σῶμα οἰκοδομεῖ διὰ τῶν ἀεὶ προστιθεμένων συναρμολογῶν καὶ συμ‐ βιβάζων τοὺς πάντας εἰς ἃ πέφυκεν ἕκαστος κατὰ τὸ μέτρον
τῆς ἐνεργείας, ὥστε ἢ χεῖρα ἢ ὀφθαλμὸν ἢ πόδα ἢ ἀκοὴν ἢ

20

ἄλλο τι γενέσθαι τῶν συμπληρούντων τὸ σῶμα κατὰ τὴν ἀναλογίαν τῆς ἑκάστου πίστεως, ταῦτα δὲ ποιῶν ἑαυτὸν οἰκοδομεῖ, καθὼς εἴρηται, δῆλον ἂν εἴη διὰ τούτων ὅτι ἐν πᾶσι γινόμενος εἰς ἑαυτὸν δέχεται πάντας τοὺς ἑνουμένους
5αὐτῷ διὰ τῆς κοινωνίας τοῦ σώματος, καὶ μέλη τοῦ ἰδίου σώματος ποιεῖται τοὺς πάντας, ὥστε εἶναι Πολλὰ μὲν μέλη ἓν δὲ σῶμα. Ὁ τοίνυν πρὸς ἑαυτὸν ἡμᾶς ἑνώσας καὶ ἡμῖν ἑνωθεὶς καὶ διὰ πάντων ἓν πρὸς ἡμᾶς γενόμενος τὰ ἡμέτερα οἰκειοῦται
10πάντα. κεφάλαιον δὲ τῶν ἡμετέρων ἀγαθῶν ἡ πρὸς τὸ θεῖόν ἐστιν ὑποταγή, ὅταν ὁμόφωνος πᾶσα ἡ κτίσις γένηται πρὸς ἑαυτὴν καὶ Πᾶν αὐτῷ γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστός. τότε πάσης τῆς κτίσεως ἓν σῶμα
15γενομένης καὶ πάντων διὰ τῆς ὑπακοῆς μετ’ ἀλλήλων ἐν αὐτῷ συμφυέντων, τὴν τοῦ ἰδίου σώματος πρὸς τὸν πατέρα ὑποταγὴν εἰς ἑαυτὸν ἀναφέρει. Μηδεὶς δὲ ξενιζέσθω τῷ λεγομένῳ. καὶ γὰρ καὶ ἡμεῖς τὸ διὰ τοῦ σώματος ἡμῶν γινόμενον κατά τινα συνήθειαν τῇ
20ψυχῇ λογιζόμεθα, ὡς ὁ διαλεγόμενος ἐκεῖνος τῇ ἰδίᾳ ψυχῇ ἐπὶ τῇ εὐφορίᾳ τῆς χώρας, ὅτι Φάγε καὶ πίε καὶ εὐφραίνου, τὴν τῆς σαρκὸς πλησμονὴν εἰς τὴν ψυχὴν ἀναφέρει. οὕτω κἀκεῖ ἡ τοῦ ἐκκλησιαστικοῦ σώματος ὑποταγὴ ἀναφέρεται εἰς τὸν ἐνοικοῦντα τῷ σώματι.
25Καὶ ἐπειδὴ πᾶν τὸ γενόμενον ἐν αὐτῷ σῴζεται, ἡ δὲ

21

σωτηρία διὰ τῆς ὑποταγῆς ἑρμηνεύεται, καθὼς ἡ ψαλμῳδία νοεῖν ὑποτίθεται, ἀκολούθως τὸ μηδὲν ἔξω τῶν σῳζομένων εἶναι πιστεύειν ἐν τῷ μέρει τούτῳ τοῦ ἀποστόλου μανθάνομεν. τοῦτο δὲ τῇ τοῦ θανάτου καθαιρέσει καὶ τῇ τοῦ υἱοῦ ὑποταγῇ
5διασημαίνει ὁ λόγος, διότι συμβαίνει ταῦτα πρὸς ἄλληλα, τό τε μὴ εἶναί ποτε τὸν θάνατον καὶ τὸ πάντας ἐν ζωῇ γενέσθαι· ζωὴ δὲ ὁ κύριος, δι’ οὖ γίνεται, κατὰ τὸν ἀποστολικὸν λόγον, παντὶ τῷ σώματι αὐτοῦ ἡ προσαγωγὴ πρὸς τὸν πατέρα, Ὅταν παραδιδῷ τὴν βασιλείαν ἡμῶν τῷ θεῷ καὶ πατρί.
10σῶμα δὲ αὐτοῦ, καθὼς εἴρηται πολλάκις, πᾶσα ἡ ἀνθρωπίνη φύσις ᾗ κατεμίχθη. Δι’ αὐτὸ δὲ τοῦτο τὸ νόημα καὶ Μεσίτης θεοῦ καὶ ἀνθρώπων ὠνομάσθη παρὰ τοῦ Παύλου ὁ κύριος. ὁ γὰρ ἐν τῷ πατρὶ ὢν καὶ ἐν ἀνθρώποις γενόμενος ἐν τούτῳ πληροῖ τὴν
15μεσιτείαν ἐν τῷ ἑαυτῷ πάντας ἑνῶσαι καὶ δι’ ἑαυτοῦ τῷ πατρί, καθώς φησιν ἐν τῷ εὐαγγελίῳ ὁ κύριος, πρὸς τὸν πατέρα τὸν λόγον ποιούμενος· Ἵνα πάντες ἓν ὦσι καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα οὕτω κἀκεῖνοι ἐν ἡμῖν ἓν ὦσιν. σαφῶς γὰρ τοῦτο παρίστησιν ὅτι ἑαυτῷ ἡμᾶς ἑνώσας ὁ
20ἐν τῷ πατρὶ ὢν δι’ ἑαυτοῦ τὴν πρὸς τὸν πατέρα συνάφειαν ἡμῶν ἀπεργάζεται. Ἀλλὰ καὶ τὰ ἐφεξῆς τοῦ εὐαγγελίου συνᾴδει τοῖς
εἰρημένοις· Τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς· δόξαν

22

γὰρ ἐνταῦθα λέγειν αὐτὸν οἶμαι τὸ πνεῦμα τὸ ἅγιον ὃ ἔδωκε τοῖς μαθηταῖς διὰ τοῦ προσφυσήματος. οὐ γὰρ ἔστιν ἄλλως ἑνωθῆναι τοὺς ἀπ’ ἀλλήλων διεστηκότας μὴ τῇ ἑνότητι τοῦ πνεύματος συμφυομένους· Εἰ γάρ τις πνεῦμα Χριστοῦ οὐκ
5ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. τὸ δὲ πνεῦμα ἡ δόξα ἐστί, καθώς φησιν ἑτέρωθι πρὸς τὸν πατέρα· Δόξασόν με τῇ δόξῃ ᾗ εἶχον ἀπ’ ἀρχῆς παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον εἶναι. ὁ γὰρ θεὸς Λόγος ὁ πρὸ τοῦ κόσμου ἔχων τὴν τοῦ πατρὸς δόξαν, ἐπειδὴ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν σὰρξ ἐγένετο, ἔδει [δὲ] καὶ τὴν
10σάρκα διὰ τῆς πρὸς τὸν Λόγον ἀνακράσεως ἐκεῖνο γενέσθαι ὅπερ ὁ Λόγος ἐστίν· γίνεται δὲ ἐκ τοῦ ἐκεῖνο λαβεῖν ὃ πρὸ τοῦ κόσμου εἶχεν ὁ Λόγος· τοῦτο δὲ ἦν τὸ πνεῦμα τὸ ἅγιον· οὐδὲν γὰρ ἄλλο προαιώνιον πλὴν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. διὰ τοῦτο καὶ ἐνταῦθά φησιν ὅτι Τὴν δόξαν ἣν
15δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα δι’ αὐτῆς ἐμοὶ ἑνωθῶσιν καὶ δι’ ἐμοῦ σοί. Ἴδωμεν δὲ καὶ τὰ ἐφεξῆς ἐν τῷ εὐαγγελίῳ προσκείμενα· Ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν ἐσμεν· σὺ ἐν ἐμοὶ κἀγὼ ἐν αὐτοῖς· ὅτι ἐγὼ καὶ σὺ ἕν ἐσμεν· ἵνα ὦσι τετελειωμένοι εἰς τὸ
20ἕν. ταῦτα γὰρ οὐδεμιᾶς ἐπεξηγήσεως οἶμαι χρῄζειν πρὸς τὸ συναρμοσθῆναι τῷ προκειμένῳ νοήματι, αὐτῆς φανερῶς τῆς λέξεως τὸ περὶ τούτων δόγμα ἐκτιθεμένης. Ἵνα ὦσιν ἓν
καθὼς ἡμεῖς ἕν ἐσμεν· οὐ γάρ ἐστι δυνατὸν ἄλλως τοὺς

23

πάντας ἓν γενέσθαι Καθὼς ἡμεῖς ἐσμεν ἕν, εἰ μὴ πάντων τῶν ἀπ’ ἀλλήλων αὐτοὺς διαμεριζόντων χωρισθέντες ἑνωθεῖεν ἡμῖν οἵτινές ἐσμεν ἕν, Ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἐσμεν ἕν. τοῦτο δὲ πῶς γίνεται; ὅτι Ἐγὼ ἐν αὐτοῖς. οὐ γάρ ἐστι
5δυνατὸν ἐμὲ γενέσθαι μόνον ἐν αὐτοῖς, ἀλλὰ πάντως καὶ σέ, ἐπειδὴ Ἐγὼ καὶ σὺ ἕν ἐσμεν. καὶ οὕτω γενήσονται Τετελειωμένοι εἰς τὸ ἓν οἱ ἐν ἡμῖν τελειωθέντες· ἡμεῖς γὰρ τὸ ἕν. Τὴν δὲ τοιαύτην χάριν φανερώτερον διασημαίνει τῷ ἐφεξῆς
10λόγῳ οὕτως εἰπὼν ὅτι Ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας. εἰ γὰρ ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, ἐν δὲ τῷ υἱῷ πάντες γινόμεθα οἱ διὰ τῆς εἰς αὐτὸν πίστεως σῶμα αὐτοῦ γινόμενοι, ἀκολούθως ὁ τὸν υἱὸν ἑαυτοῦ ἀγαπῶν ἀγαπᾷ καὶ τοῦ υἱοῦ τὸ σῶμα ὡς αὐτὸν τὸν υἱόν· ἡμεῖς δὲ τὸ σῶμα.
15οὐκοῦν φανερὸν διὰ τῶν εἰρημένων γέγονε τὸ ἀποστολικὸν νόημα, ὅτι πάσης ἀνθρωπίνης φύσεως τὴν γινομένην τοῦ ὄντος ἐπίγνωσίν τε καὶ σωτηρίαν ἡ τοῦ υἱοῦ πρὸς τὸν πατέρα ὑποταγὴ διασημαίνει. Σαφέστερος δὲ γένοιτ’ ἂν ἡμῖν ὁ λόγος καὶ ἐξ ἑτέρων τινῶν
20ἀποστολικῶν νοημάτων ἐξ ὧν ἑνὸς ἐπιμνησθήσομαι μόνου, τὰς πολλὰς τῶν μαρτυριῶν, εὐλαβείᾳ τοῦ μὴ εἰς πλῆθος ἐκτεῖναι τὸν λόγον, παραιτησάμενος. φησὶ γάρ που τῶν
ἑαυτοῦ λόγων ὁ Παῦλος ὅτι Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ

24

οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. οὐκοῦν εἰ μηκέτι ὁ Παῦλος ζῇ ὁ τῷ κόσμῳ σταυρωθείς, ἀλλ’ ὁ Χριστὸς ἐν αὐτῷ ζῇ, πᾶν τὸ παρὰ τοῦ Παύλου γινόμενόν τε καὶ λεγόμενον εἰκότως εἰς τὸν ἐν αὐτῷ ζῶντα Χριστὸν ἀναφέρεται. καὶ γὰρ τὰ ῥήματα
5τοῦ Παύλου παρὰ τοῦ Χριστοῦ λαλεῖσθαί φησιν ὁ εἰπών· Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; καὶ τὰ εὐαγ‐ γελικὰ κατορθώματα οὐκ αὐτοῦ φησιν εἶναι ἀλλὰ τῇ χάριτι τοῦ Χριστοῦ τῇ οἰκούσῃ ἐν αὐτῷ ἀνατίθησιν. εἰ τοίνυν ὁ ἐν αὐτῷ ζῶν Χριστὸς ἐνεργεῖν τε καὶ φθέγγεσθαι τὰ ἐκείνου κατὰ
10τὸ ἀκόλουθον λέγεται, πάντων δὲ ἀποστὰς ὁ Παῦλος τῶν πρότερον ἐπικρατούντων, ὅτε ἦν βλάσφημος καὶ διώκτης καὶ ὑβριστής, πρὸς μόνον τὸ ἀληθινὸν ἀγαθὸν βλέπει καὶ τούτῳ ἑαυτὸν ποιεῖ εὐπειθῆ καὶ ὑπήκοον, ἄρα καὶ ἡ ὑποταγὴ τοῦ Παύλου ἡ πρὸς τὸν θεὸν γενομένη εἰς τὸν ἐν αὐτῷ ζῶντα τὴν
15ἀναφορὰν ἔχει ὃς καὶ λαλεῖ ἐν τῷ Παύλῳ τὰ ἀγαθὰ καὶ ἐργάζεται. ἀγαθῶν δὲ πάντων κεφάλαιον ἡ πρὸς τὸν θεόν ἐστιν ὑποταγή. Ὃ δὲ ἐπὶ τοῦ ἑνὸς εὗρεν ὁ λόγος, τοῦτο καὶ πάσῃ τῇ κτίσει τῶν ἀνθρώπων εὐλόγως ἐφαρμοσθήσεται, ὅταν, καθώς φησιν
20ὁ κύριος, ἐν παντὶ τῷ κόσμῳ τὸ εὐαγγέλιον γένηται. πάντων γὰρ ἀποθεμένων τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ καὶ δεξαμένων ἐν αὑτοῖς τὸν κύριον,
ἀναγκαίως ὁ ἐν αὐτοῖς ζῶν ἐνεργεῖ τὰ ἀγαθὰ τὰ παρ’ ἐκείνων

25

γινόμενα. τὸ δὲ ἀκρότατον τῶν ἀγαθῶν πάντων ἡ σωτηρία ἡ διὰ τῆς τοῦ κακοῦ ἀλλοτριώσεως ἡμῖν γινομένη· ἀλλὰ μὴν οὐκ ἔστιν ἄλλως τοῦ κακοῦ χωρισθῆναι μὴ τῷ θεῷ διὰ τῆς ὑποταγῆς ἀνακραθέντας· ἄρα καὶ αὐτὴ ἡ πρὸς τὸν θεὸν
5ὑποταγὴ εἰς τὸν ἐν ἡμῖν ζῶντα τὴν ἀναφορὰν ἔχει. Εἴ τι, γάρ, καλόν, αὐτοῦ καὶ εἴ τι ἀγαθόν, παρ’ αὐτοῦ, φησί τις τῶν προ‐ φητῶν. ἐπεὶ οὖν καλόν τε καὶ ἀγαθὸν ἡ ὑποταγὴ ἀνεδείχθη ἐκείνου, καὶ τούτου τὸ ἀγαθὸν πάντως παρ’ οὖ παντὸς ἀγαθοῦ φύσις, ὡς ὁ τοῦ προφήτου λόγος.
10 Μηδεὶς δὲ πρὸς τὴν κοινὴν κατάχρησιν τοῦ τῆς ὑποταγῆς ὀνόματος βλέπων ἀθετείτω τὸ ὄνομα. οἶδε γὰρ ἡ σοφία τοῦ μεγάλου Παύλου πρὸς τὸ δοκοῦν κεχρῆσθαι κατ’ ἐξουσίαν τοῖς ῥήμασι, καὶ τῷ ἰδίῳ τῆς διανοίας εἱρμῷ προσαρμόζειν τὰς τῶν ῥημάτων ἐμφάσεις, κἂν πρὸς ἄλλας τινὰς ἐννοίας ἡ
15συνήθεια τὴν κατάχρησιν τῶν λέξεων φέρῃ. ἐπεὶ πόθεν εἴληπται αὐτῷ ἡ τοῦ Ἐκένωσεν ἑαυτὸν χρῆσις, καὶ Τὸ καύχημά μου οὐδεὶς κενώσει, καὶ τὸ Κεκένωται ἡ πίστις, καὶ Ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ; ἐκ ποίας ταῦτα χρήσεως εἰς τὸν ἑαυτοῦ παρεδέξατο λόγον; τίς δὲ κρινεῖ αὐ‐
20τὸν εἰπόντα ὅτι Ὁμειρόμενοι ὑμῶν, δι’ ἦς λέξεως τὴν ἀγαπητικὴν ἐνδείκνυται σχέσιν; πόθεν δὲ τὸ ἀνυπερήφανον τῆς ἀγάπης διὰ τῆς τοῦ μὴ περπερεύεσθαι λέξεως ἐνεδείξατο; ἡ δὲ ἐριστικὴ καὶ ἀμυντικὴ φιλονεικία, πῶς τῷ τῆς ἐριθείας
παρ’ αὐτοῦ σημαίνεται ῥήματι, φανεροῦ πᾶσιν ὄντος ὅτι ἐκ

26

τῆς ἐριουργίας ἡ ἔριθος ἐκ〈τὸσ〉 τῆς γραφῆς ὀνομάζεται καὶ τὴν περὶ τὰ ἔρια σπουδὴν τῷ ὀνόματι τῆς ἐριθείας σημαίνειν εἰώθαμεν; ἀλλ’ ὅμως χαίρειν ἐάσας ὁ Παῦλος τὰς ἐτυμολογίας τὰς ψυχρὰς δι’ ὧν βούλεται λέξεων ὃ βούλεται
5παρίστησι νόημα. καὶ γὰρ καὶ ἄλλα πολλὰ τοῖς ἀκριβῶς ἐξετάζουσιν εὑρεθείη ἂν ἐν τοῖς λόγοις τοῦ ἀποστόλου μὴ δουλεύοντα τῇ χρήσει τῆς συνηθείας, ἀλλὰ κατά τινα ἰδιότροπον ἔννοιαν ἐπ’ ἐξουσίας παρ’ αὐτοῦ προφερόμενα μηδὲν ἐπιστρεφομένου πρὸς τὴν συνήθειαν.
10 Οὕτω τοίνυν καὶ ἐνταῦθα τὸ τῆς ὑποταγῆς σημαινόμενον ἄλλο τι παρὰ τὰς κοινὰς ἐννοίας ὑπὸ τοῦ Παύλου νενόηται. ἀπόδειξις δὲ τοῦ λόγου ὅτι οὐδὲ ἡ ἐν τῷ μέρει τούτῳ τῶν παρ’ αὐτοῦ μνημονευθέντων ἐχθρῶν ὑποταγὴ τὸ κατηναγκασμένον τε καὶ ἀκούσιον ἔχει, καθὼς ἂν εἴποιεν οἱ τῇ συνηθείᾳ
15δουλεύοντες, ἀλλὰ σαφῶς ἐπ’ αὐτῶν ἡ σωτηρία τῷ ὀνόματι τῆς ὑποταγῆς ἑρμηνεύεται· τεκμήριον δὲ τὸ διεστάλθαι κατὰ τὸ μέρος τοῦτο ὑπὸ τοῦ Παύλου τὸ τῆς ἔχθρας ὄνομα εἰς διπλῆν σημασίαν· τῶν γὰρ ἐχθρῶν, τοὺς μὲν ὑποταγήσεσθαι λέγει, τοὺς δὲ καταργηθήσεσθαι. καταργεῖται μὲν οὖν ὁ τῇ
20φύσει ἐχθρός, τουτέστι ὁ θάνατος, καὶ ἡ περὶ αὐτὸν τῆς ἁμαρτίας ἀρχή τε καὶ ἐξουσία καὶ δύναμις. ὑποταγήσονται δὲ
οἱ καθ’ ἕτερον λόγον ἐχθροὶ τοῦ θεοῦ λεγόμενοι, οἱ ἀπὸ τῆς

27

βασιλείας πρὸς τὴν ἁμαρτίαν αὐτομολήσαντες, ὧν καὶ ἐν τῷ πρὸς Ῥωμαίους μέμνηται λόγῳ εἰπὼν ὅτι Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ θεῷ· τὴν γὰρ ἐνταῦθα ὑποταγὴν ἐκεῖ καταλλαγὴν ὀνομάζει, ἓν νόημα δι’ ἑκατέρου τῶν ὀνομάτων
5ἐνδειξάμενος τὴν σωτηρίαν. ὢς γὰρ ἐκ τῆς ὑποταγῆς τὸ σωθῆναι προσγίνεται, οὕτω καὶ ἐν ἑτέρῳ φησὶν ὅτι Καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ. τοὺς μὲν οὖν τοιούτους ἐχθροὺς ὑποτάσσεσθαι λέγει τῷ θεῷ καὶ πατρί, τὸν δὲ θάνατον καὶ τὴν περὶ αὐτὸν ἀρχὴν μηκέτι ἔσεσθαι. τοῦτο
10γὰρ ἐνδείκνυται ἡ τοῦ καταργηθήσεσθαι λέξις· ὡς διὰ τούτου γενέσθαι δῆλον ὅτι τῶν μὲν κακῶν ἡ δυναστεία εἰς τὸ παντελὲς ἐξαργηθήσεται. οἱ δὲ διὰ τῆς παρακοῆς ἐχθροὶ τοῦ θεοῦ κληθέντες, οὖτοι διὰ τῆς ὑποταγῆς φίλοι τοῦ κυρίου γενήσονται, ὅταν πεισθῶσι τῷ λέγοντι ὅτι Ὑπὲρ Χριστοῦ
15πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι’ ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ, καὶ κατὰ τὴν γενομένην ἐν τῷ εὐαγγελίῳ ὑπόσχεσιν οὐκέτι ἐν τοῖς δούλοις ὑπὸ τοῦ κυρίου ἀλλ’ ἐν τοῖς φίλοις καταλλαγέντες ἀριθμηθήσονται. Τὸ δὲ Δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἕως ἂν θῇ τοὺς ἐχθροὺς
20ὑπὸ τοὺς πόδας αὐτοῦ, εὐσεβῶς, ὡς οἶμαι, παραδεξόμεθα τὸ ἀριστεύειν αὐτὸν διὰ τοῦ βασιλεύειν νοήσαντες. τότε γὰρ παύεται τῆς ἀριστείας ὁ δυνατὸς ἐν πολέμῳ, ὅταν ἀφανισθῇ πᾶν τὸ τῷ ἀγαθῷ ἀντικείμενον, ὅταν πᾶσαν τὴν ἑαυτοῦ βασιλείαν συναγαγὼν προσαγάγῃ τῷ θεῷ καὶ πατρί, πρὸς
25ἑαυτὸν ἑνώσας τὰ πάντα. τὸ γὰρ παραδοῦναι αὐτὸν τῷ πατρὶ

28

τὴν βασιλείαν ταὐτόν ἐστι κατὰ τὴν διάνοιαν τῷ προσαγαγεῖν τοὺς πάντας τῷ θεῷ, δι’ οὖ ἔχομεν τὴν προσαγωγὴν ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. πάντων τοίνυν τῶν ποτε ἐχθρῶν ὑποπόδιον τῶν ποδῶν τοῦ θεοῦ γενομένων ἐν τῷ δέξασθαι τὸ
5θεῖον ἴχνος ἐν ἑαυτοῖς, καὶ τοῦ θανάτου καταργηθέντος (μὴ γὰρ ὄντων τῶν ἀποθνῃσκόντων οὐδὲ ὁ θάνατος ἔσται πάντως), τότε ἐν τῇ πάντων ἡμῶν ὑποταγῇ, ἥτις οὐχὶ δουλικὴ νοεῖται ταπεινότης ἀλλὰ βασιλεία καὶ ἀφθαρσία καὶ μακαριότης, ὁ ἐν ἡμῖν ζῶν ὑποταγήσεσθαι τῷ θεῷ παρὰ τοῦ
10Παύλου λέγεται, ὁ τὸ ἀγαθὸν ἡμῶν δι’ ἑαυτοῦ τελειῶν καὶ ποιῶν ἑαυτῷ ἐν ἡμῖν τὸ εὐάρεστον. Ταῦτα κατὰ τὸ μέτρον τῆς διανοίας ἡμῶν ἐκ τῆς μεγάλης τοῦ Παύλου σοφίας, ὅσον ἐχωροῦμεν, ἐν τῷ μέρει τούτῳ κατενοήσαμεν, δεῖξαι βουλόμενοι τὸ μὴ ἐπεσκέφθαι τοὺς τῶν
15αἱρετικῶν δογμάτων προστάτας τὸν τοῦ ἀποστόλου σκοπὸν πρὸς ὃν βλέπων τὸν παρόντα λόγον πεποίηται. εἰ μὲν οὖν αὐτάρκης σοι γέγονεν ἡ ἐπὶ τῷ ζητήματι τούτῳ πληροφορία διὰ τῶν εἰρημένων, εἰς τὸν θεὸν ἀνακτέον τὴν χάριν· εἰ δέ τι καὶ λείπειν σοι φαίνοιτο, δεξόμεθα ἐν προθυμίᾳ τὴν τοῦ
20λείποντος ἀναπλήρωσιν, εἴπερ ἡμῖν παρὰ σοῦ τε γνωρισθείη διά τοῦ γράμματος καὶ παρὰ τοῦ ἁγίου πνεύματος φανερωθείη
διὰ τῶν εὐχῶν ἡμῶν ἡ τῶν κρυφίων φανέρωσις.