TLG 2017 078 :: GREGORIUS NYSSENUS :: Apologia in hexaemeron GREGORIUS NYSSENUS Theol. Apologia in hexaemeron Citation: Page — (line) | ||
61(1t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
2t | ΓΡΗΓΟΡΙΟΥ | |
---|---|---|
3t | ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ, | |
4t | ΑΠΟΛΟΓΗΤΙΚΟΣ ΠΡΟΣ ΠΕΤΡΟΝ ΤΟΝ ΑΔΕΛΦΟΝ ΑΥΤΟΥ, | |
5t | ΠΕΡΙ ΤΗΣ ΕΞΑΗΜΕΡΟΥ. | |
6t | ΠΡΟΟΙΜΙΟΝ. | |
7 | Ταῦτα ποιεῖς. ὦ ἄνθρωπε τοῦ Θεοῦ· κατατολμᾷν ἡμᾶς τῶν ἀτολμήτων ἐγκελευόμενος, καὶ πράγμασιν ἐγχειρεῖν τοιούτοις, ὧν οὐ τὸ τυχεῖν μόνον ἐστὶν | |
10 | ἀμήχανον, ἀλλὰ οὐδὲ τὸ ἐγχειρῆσαι, κατά γε τὸν ἐμὸν λόγον. ἀνέγκλητον; Τῶν γὰρ κατὰ θείαν ἐπί‐ πνοιαν ἐν τῇ κοσμογονίᾳ φιλοσοφηθέντων τῷ μεγάλῳ Μωϋσῇ, τὰ δοκοῦντα κατὰ τὴν πρόχειρον τῶν γε‐ γραμμένων σημασίαν. ὑπεναντίως ἔχειν, ἐπέταξας | |
15 | ἡμῖν διά τινος ἀκολούθου διανοίας εἰς εἱρμὸν ἀγα‐ γεῖν, καὶ συμφωνοῦσαν πρὸς ἑαυτὴν ἀποδεῖξαι τὴν ἁγίαν Γραφήν· καὶ ταῦτα μετὰ τὴν θεόπνευστον ἐκείνην τοῦ πατρὸς ἡμῶν εἰς τὸ προκείμενον θεω‐ ρίαν, ἣν οἱ ἐγνωκότες πάντες, οὐδὲν ἔλαττον τῶν | |
20 | αὐτῷ Μωϋσῇ πεφιλοσοφημένων θαυμάζουσιν· εὖ καὶ εἰκότως, οἶμαι, τοῦτο ποιοῦντες. Ὃν γὰρ ἔχει λόγον πρὸς τὸν κόκκον ὁ ἄσταχυς, καὶ ἐξ ἐκείνου ὢν, κἀκεῖνο μὴ ὢν, μᾶλλον δὲ ἐκεῖνο μὲν ὢν τῇ δυνάμει, παρηλλαγμένος δὲ μεγέθει, καὶ κάλλει καὶ ποικιλίᾳ | |
25 | καὶ σχήματι· τὸν αὐτὸν εἴποι τις ἂν ἐπέχειν λόγον, πρὸς τὴν τοῦ μεγάλου Μωϋσέως φωνὴν, τὰ παρὰ τοῦ | |
μεγάλου Βασιλείου διὰ φιλοπονωτέρας θεωρίας ἐξ‐ | 61 | |
64 | εργασθέντα νοήματα· ἃ γὰρ ἐκεῖνος εἶπεν ἐν ὀλίγοις τε καὶ εὐπεριγράπτοις τοῖς ῥήμασι, ταῦτα διὰ τῆς ὑψηλῆς φιλοσοφίας ὁ διδάσκαλος ἡμῶν αὐξήσας, οὐχὶ ἄστα‐ χυν, ἀλλὰ δένδρον ἐποίησε κατὰ τὸν ὁμοιωθέντα τῇ | |
5 | βασιλείᾳ τοῦ σινάπεως κόκκον, τὸν ἐν τῇ καρδίᾳ τοῦ γεωργοῦντος ἀποδενδρούμενον, ὥστε γενέσθαι παντα‐ χόθεν αὐτὸν ἀμφιλαφῆ τοῖς νοήμασι, καὶ διηπλωμένον ἀντὶ κλάδων τοῖς δόγμασι, καὶ τῷ σκοπῷ τῆς εὐσε‐ βείας εἰς ὕψος ἀνατεινόμενον, ὡς καὶ τὰς ὑψηλάς τε | |
10 | καὶ μετεωροπόρους ψυχὰς, ἃς πετεινὰ τοῦ οὐρανοῦ τὸ Εὐαγγέλιον ὀνομάζει, δύνασθαι τῷ μεγέθει τῶν τοιούτων κλάδων ἐννοσσεύειν. Καλιὰ γάρ τις οἷόν ἐστι ψυχῆς, ἡ περὶ τὸ ζητούμενον συγκατάθεσις, τὴν ἄστατον τοῦ νοῦ πολυπραγμοσύνην, καθάπερ τινὰ | |
15 | πολυπλανῆ πτῆσιν, ἐφ’ ἑαυτῆς ἀναπαύουσα. Πῶς οὖν ἔστι τῷ τοιούτῳ καὶ τηλικούτῳ δένδρῳ τῶν λόγων, ἀντιφυτεῦσαι τὴν βραχεῖαν τῆς διανοίας ἡμῶν ἀπο‐ σπάδα; Ἢ τοῦτο μὲν οὔτε σὺ κελεύεις, οὔτ’ ἂν ἐγὼ δεξαίμην ποτὲ, τὸ ἐξ ἐναντίου τῇ τοῦ πατρὸς ἡμῶν | |
20 | καὶ διδασκάλου φιλοπονίᾳ τὸν ἡμέτερον ἀντιτεθῆναι πόνον; Ἀλλ’ ὥσπερ οἱ γεωργοὶ θαυματοποιοῦσιν, καρπῶν διαφορὰν ἐν ἑνὶ φυτῷ σοφιζόμενοι· ὁ δὲ τρό‐ πος τῆς φυτοκομίας οὗτός ἐστιν· Βραχύ τι φύλλον ἐξ ἑτέρου δένδρου μετὰ τοῦ ὑποκειμένου τῇ βάσει φλοιοῦ | |
25 | ἀποσύραντες, ἄλλῳ φυτῷ μείζονι, κατά τι μέρος ἓν, τομῆς τὸν φλοιὸν ἐναρμόζουσιν, ἵνα τῇ φυσικῇ τοῦ μείζονος ἰκμάδι τὸ ἐντεθὲν ἐκεῖνο πιαινόμενον, εἰς κλάδον ἀναφύηται. Οὕτω καὶ αὐτὸς τὴν ἐμὴν διά‐ νοιαν, οἷόν τινα βραχὺν μόσχον τῇ ἰκμάδι τοῦ μεγάλου | |
30 | δένδρου τῇ τοῦ διδασκάλου ἡμῶν σοφίᾳ ἐνείρας, κλά‐ δος ἐκείνου γενέσθαι πειράσομαι, ἐμφυόμενος ὡς ἔστι μοι δυνατὸν τοῖς νοήμασι, καὶ τῇ χορηγίᾳ τῆς ἐκεῖθεν ἐνδιδομένης ἡμῖν ἀφορμῆς ἐπαρδόμενος. Οἶμαι γὰρ ἐγὼ μὴ καλῶς τινας τὸν σκοπὸν τῶν εἰς | |
35 | τὴν Ἑξαήμερον αὐτῷ πεπονημένων ἐπεγνωκέναι, οὗ χάριν αἰτιῶνται τὸ μήτε περὶ τοῦ ἡλίου σαφῆ παρα‐ δεδόσθαι τὴν γνῶσιν αὐτοῖς, πῶς μετὰ τρεῖς ἡμέρας ὁ φωστὴρ, οὔτ’ ἂν μετὰ τῶν ἄλλων ἀστέρων κατα‐ σκευάζεται, ὡς ἀδύνατον ὃν ὄρθρῳ καὶ ἑσπέρᾳ διο‐ | |
40 | ρισθῆναι τὸ ἡμερήσιον μέτρον, εἰ μὴ πάντως ὁ ἥλιος ἐσπέραν μὲν δυόμενος, ὄρθρον δὲ ἀνατέλλων ποιή‐ σειεν. Ὡσαύτως δὲ καὶ τὴν τῶν δύο οὐρανῶν δημιουρ‐ γίαν οὐ παραδέχονται λέγοντες, εἰ καὶ τρίτου μέ‐ | |
45 | μνηται οὐρανοῦ ὁ Ἀπόστολος, οὐδὲν ἧττον μένειν ἐν τῷ μέρει τούτῳ τὸ ἄπορον· διότι ἐν ἀρχῇ γεγονό‐ τος ἑνὸς οὐρανοῦ, μετὰ ταῦτα δὲ τοῦ στερεώματος, ἄλλου δὲ οὐρανοῦ, τοῦτ’ ἔστι δευτέρας δημιουργίας, μὴ προσγραφείσης τῷ Μωϋσῇ, ἀναπόδεικτόν ἐστι τὸ | |
64(50) | καὶ τρίτον οὐρανὸν ἐπὶ τοῖς δύο τούτοις νοεῖν, τῷ μήτε μετὰ τὸ στερέωμα γεγενῆσθαι ἄλλον, μήτε τὸν τῆς ἀρχῆς λόγον συγχωρεῖν προεπινοεῖν τι πρεσβύ‐ τερον. Εἰ γὰρ ἐν ἀρχῇ γέγονεν οὐρανὸς, δῆλον ὅτι ἀπὸ τότε ἡ κτίσις ἤρξατο· οὐ γὰρ ἂν ἀρχὴ κατωνο‐ | |
55 | μάσθη ὑπὸ τοῦ λόγου, εἰ ἄλλην εἶχεν ἀρχὴν ἑαυτῆς ὑπερκειμένην· τὸ γὰρ δευτερεῦον κατὰ τὴν τάξιν | |
οὔτ’ ἔστιν ἀρχὴ, οὔτε λέγεται. Ἀλλὰ μὴν καὶ τρίτου | 63 | |
65 | οὐρανοῦ μνήμην πεποίηται ὁ Παῦλος, ὃν ἡ δημι‐ ουργία οὐκ ἔχει. Ἄρα καὶ ἐνταῦθα ἡ τοῦ δευτέρου μνήμη τῶν ζητουμένων ἐστίν. Οἱ ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα προφέροντες. οὔ μοι δοκοῦσιν ἐπεσκέφθαι | |
5 | τὸν σκοπὸν τῆς τοῦ πατρὸς ἡμῶν διδασκαλίας, ὃς δήμῳ τοσούτῳ διαλεγόμενος ἐν ἐκκλησίᾳ πολυαν‐ δρούσῃ, κατάλληλον ἐξανάγκης ἐποιεῖτο τοῖς δεχο‐ μένοις τὸν λόγον. Ἐν γὰρ τοσούτοις τοῖς ἀκούουσι, πολλοὶ μὲν ἦσαν καὶ οἱ τῶν ὑψηλοτέρων ἐπαϊόντες | |
10 | λόγων· πολλαπλασίους δὲ οἱ τῆς λεπτοτέρας ἐξετά‐ σεως τῶν νοημάτων οὐκ ἐφικνούμενοι, ἄνδρες ἰδιῶται καὶ βάναυσοι ταῖς ἐπιδιφρίοις ἐργασίαις προσασχο‐ λούμενοι, καὶ ὁ ἐν γυναιξὶ λαὸς τῶν τοιούτων μαθη‐ μάτων ἀγύμναστος, καὶ ἡ νεολαία τῶν παίδων, καὶ οἱ | |
15 | παρηλικέστεροι κατὰ τὸν χρόνον, πάντες οὗτοι τῶν τοιούτων ἐδέοντο λόγων, τῶν μετά τινος εὐλήπτου ψυχαγωγίας διὰ τῆς φαινομένης κτίσεως, καὶ τῶν ἐν ταύτῃ καλῶν πρὸς τὴν τοῦ πεποιηκότος τὰ πάντα γνῶσιν χειραγωγούντων. Ὥστε εἰ μὲν πρὸς τὸν σκο‐ | |
20 | πὸν τῆς τοῦ μεγάλου διδασκάλου κρίνει τις τὰ λεγό‐ μενα, λείπει τοῖς εἰρημένοις οὐδέν. Οὐ γὰρ ἀγωνι‐ στικώτερον ἐνεστήσατο λόγον πρὸς ταῖς τῶν ζητη‐ μάτων ἐνστάσεις ἐκθύμως διαπλεκόμενος, ἀλλὰ τῆς ἁπλουστέρας τῶν ῥημάτων ἐξηγήσεως ὅλος ἦν, ὥστε | |
25 | πρόσφορον τῇ ἁπλότητι τῶν ἀκουόντων παραθέσθαι τὸν λόγον, μετὰ τοῦ καὶ τοῖς τῶν μειζόνων ἀκροαταῖς συναναβαίνειν πως αὐτοῦ τὴν ἐξήγησιν, τὰ ποικίλα μαθήματα τῆς ἔξω φιλοσοφίας παραδεικνύουσαν. Ὥστε παρὰ μὲν τῶν πολλῶν νοεῖσθαι, παρὰ δὲ τῶν | |
30 | ὑπερεχόντων θαυμάζεσθαι. Εἰ δὲ σὺ, καθάπερ ἐπὶ τοῦ Σιναΐου ὄρους καταλιπὼν κάτω τὸν πολὺν λαὸν, καὶ ὑπὲρ τοὺς ἄλλους ὑψωθεὶς τὴν διάνοιαν, συν‐ εισελθεῖν φιλονεικεῖς τῷ μεγάλῳ Μωϋσῇ, εἰς τὸν γνόφον τῆς τῶν ἀποῤῥήτων θεωρίας, ἐν ᾧ ἐκεῖνος | |
35 | γενόμενος. εἶδέ τε τὰ ἀθέατα καὶ τῶν ἀλαλήτων ἔπη ἠκροάσατο, καὶ ζητεῖς γνῶναι τὴν ἀναγκαίαν τῆς κτίσεως τάξιν, πῶς τοῦ οὐρανοῦ, καὶ τῆς γῆς γεγονότων, τὸ μὲν φῶς ἀναμένει τὸ θεῖον πρόσταγμα, πρὸς τὸ γενέσθαι φῶς· τὸ δὲ σκότος καὶ ἄνευ προστάγματος ἦν. Καὶ εἰ μηδὲν ἔδει τῷ φωτὶ πρὸς τὸ καταλαμ‐ πρύνειν τὸν ὑποκείμενον ἀέρα, καὶ νυκτὶ καὶ ἡμέ‐ | |
40 | ρᾳ διορίζειν τὸν χρόνον, τίς ἦν χρεία τῆς τοῦ ἡλίου κατασκευῆς; καὶ εἰ καταρχὰς μετὰ τοῦ οὐ‐ ρανοῦ γέγονεν ἡ γῆ, πῶς ἀκατασκεύαστον τὸ γεγενη‐ μένον ἐστί; Τὸ γὰρ κατασκευάσαι, καὶ τὸ ποιῆσαι, οὐδὲν δοκεῖ διαφέρειν κατὰ τὴν ἔννοιαν. Εἰ οὖν ταὐτό | |
45 | ἐστι τὸ ποιῆσαι τῷ κατασκευάσαι, πῶς τὸ πεποιημέ‐ νον ἐστὶν ἀκατασκεύαστον; καὶ τὰ περὶ τῆς ὑγρᾶς οὐσίας ἐπαπορούμενα, ὡς οὐ δυνατὸν ὂν ἄνω τῆς οὐ‐ ρανίου ἁψίδος ἐν τῷ σφαιροειδεῖ σχήματι τὸ ῥευστὸν ἐφιζῆσαι. Πῶς γὰρ ἐφιδρυνθείη τῷ κυρτῷ ἡ ὑγρό‐ | |
65(50) | της, κατὰ πᾶσαν ἀνάγκην ἀπὸ τοῦ ἀεὶ κορυφουμένου τῆς σφαίρας, πρὸς τὰ ἐπικλινῆ τοῦ σχήματος τοῦ ὑγροῦ μεταῤῥέοντος; Πῶς δὲ τοῦ ὑποκειμένου ἀστα‐ τοῦντος, ἐν ἑαυτῇ ἕξει τὸ στάσιμον, ἀεὶ τῆς ἰδίας ἀπο‐ λισθαίνουσα βάσεως; Πῶς δὲ οὐ σκεδασθήσεται τῆς | |
55 | ὀξυτάτης τοῦ πόλου περιφορᾶς τὸ ἐφιζάνον πάντως ἀποκρουούσης; Ἀλλὰ μὴν καὶ τὸ δαπανᾶσθαι τὴν ὑγρὰν | |
φύσιν ἀπίθανον τοῖς ἀντιλέγουσι φαίνεται. Διὰ τὸ πάν‐ | 65 | |
68 | τοτε ἐν ἴσῳ τῷ μέτρῳ τὰ τῶν ὑδάτων ὁρᾶσθαι συστή‐ ματα, ἐν πηγαῖς τε καὶ ποταμοῖς, καὶ λίμναις, πλὴν εἴ τινες τῶν πηγῶν ἐπιπολαίαν ἔχουσαι τὴν τοῦ ὕδατος χο‐ ρηγίαν, καὶ διαπηδήσεως ὄμβρων ἢ χιόνων πηγάζου‐ | |
5 | σιν αἳ χειμάῤῥου τρόπον τῇ ἄνωθεν ἐπιῤῥοῇ συν‐ απολήγουσί τε καὶ συναύξονται. Ἐφ’ ὧν δὲ ἀένναον προχεῖται τὸ ῥεῖθρον, μηδεμιᾶς ἐλαττώσεως ἢ αὐξή‐ σεως γενομένης, ἀναγκαίως τὸ μηδὲν ἀναλίσκεσθαι τῆς ὑγρᾶς οὐσίας ὁμολογεῖται. Οὐ γὰρ ἐνδέχεται τὸ | |
10 | δαπανώμενον ἐν τῷ ἴσῳ μέτρῳ πρὸς τὸ διηνεκὲς διαμένειν· ἀλλ’ οὐδὲ τὸ πῦρ, εἴπερ τῷ ὄντι δαπανη‐ τικὸν τοῦ ὕδατος ἦν, ἔμενεν ἂν ἐπὶ τοῦ ἰδίου μέτρου ἄναυξές τε καὶ ἄτροφον. Οὐ γάρ ἐστι δυνατὸν τῇ δαπανωμένῃ ὕλῃ τοῦ πυρὸς μὴ συναύξεσθαι φύσιν. | |
15 | Εἰ οὖν ταῦτα σὺ καὶ τὰ τοιαῦτα πολυπραγμονῶν, ὁ πᾶσι τοῖς ὑψηλοῖς ἐπεκτεινόμενος, καὶ τὰ ἐν τῷ ζόφῳ τῆς τοῦ Μωϋσέως ὀπτασίας κείμενα, αὐτός τε ἰδεῖν τῇ φρονήσει σου, μὴ πρὸς ἄλλον βλέπειν, ἀλλὰ πρὸς τὴν ἐν σοὶ χάριν, καὶ τῷ πνεύματι τῆς ἀποκα‐ | |
20 | λύψεως τῷ διὰ τῶν προσευχῶν σοι φανερουμένῳ, τὰ θεῖα βάθη διερευνᾶσθαι. Ἐπεὶ δὲ χρὴ κατὰ τὸν ἀποστολικὸν νόμον εἴκειν ἀλλήλοις δι’ ἀγάπης ἡμᾶς· ἴδιον δὲ τῆς ἐπαινετῆς δουλείας ἐστὶ, τὸ εἰς ἔργον ἀγαγεῖν τὰ ἐπιτάγματα, διὰ βραχέων ὡς ἔστι δυνα‐ | |
25 | τὸν, τὴν περὶ τούτων ὑπόληψιν ἐκκαλύψαι πειράσο‐ μαι, τῇ σῇ προσευχῇ συμμάχῳ πρὸς τὸν λόγον χρώ‐ μενος. Τοῦτο δέ μοι πρὸ τῆς ἐγχειρήσεως διαμεμαρ‐ τυρήσθω, τὸ μηδὲν ἡμᾶς ἀντιδογματίζειν τῷ ἁγίῳ Βασιλείῳ, περὶ τῶν κατὰ τὴν κοσμογονίαν αὐτῷ φι‐ | |
30 | λοσοφηθέντων, μηδ’ ἂν πρὸς ἑτέραν ἐξήγησιν ἔκ τινος ἀκολουθίας ὁ λόγος ἔλθῃ· ἀλλ’ ἐκεῖνα μὲν κε‐ κρατήσθω, καὶ μόνης τῆς θεοπνεύστου Διαθήκης τὰ δευτερεῖα φερέσθω· τὰ δὲ ἡμέτερα ὡς ἐν γυμνασίῳ τινὶ σχολαστικῶς ἐπιχειρούμενα τοῖς ἐντυγχάνουσι | |
35 | προκείσθω, μηδεμιᾶς μηδενὶ διὰ τούτων βλάβης προσγινομένης, εἴ τι παρὰ τὴν κοινὴν ὑπόληψιν ἐν τοῖς λεγομένοις εὑρίσκοιτο. Οὐ γὰρ δόγμα τὸν λόγον ποιούμεθα, ὥστε ἀφορμὴν δοῦναι τοῖς διαβάλλουσιν· ἀλλ’ ὁμολογοῦμεν ἐγγυμνάζειν μόνον ἑαυτῶν τὴν | |
40 | διάνοιαν, τοῖς προκειμένοις νοήμασιν, οὐ διδασκαλίαν ἐξηγητικὴν τοῖς ἐφεξῆς ἀποτίθεσθαι. Τὸ μὲν οὖν συμπλέκεσθαι πρὸς τὰς ἐνστάσεις τὰς ἀπὸ τῆς ἁγίας Γραφῆς ἡμῖν προτεινομένας, καὶ ἐκ τῶν περὶ πόδα παρὰ τοῦ διδασκάλου ἡμῶν ἑρμηνευθέντων, | |
45 | ὅσα δοκεῖ μὴ συμβαίνειν ταῖς κοιναῖς ὑπολήψεσι, μηδεὶς ἀπαιτείτω τὸν ἐμὸν λόγον. Οὐ γὰρ τοῦτό μοι πρόκειται, τὸ, συνηγορίαν τινὰ τοῖς ἐκ τοῦ προχείρου φαινομένοις ἐναντιώμασιν ἐπινοῆσαι· ἀλλά μοι συγχωρηθήτω κατ’ ἐξουσίαν πρὸς τὸν ἴδιον | |
68(50) | σκοπὸν τὴν τῶν ῥητῶν ἐξετάσαι διάνοιαν· εἴπως ἡμῖν γένοιτο δυνατὸν, συμμαχίᾳ Θεοῦ, μενούσης τῆς λέξεως ἐπὶ τῆς ἰδίας ἐμφάσεως, συνηρτημένην τινὰ καὶ ἀκόλουθον ἐν τῇ κτίσει τῶν γεγονότων ἐπινοῆσαι τὴν θεωρίαν «Ἐν ἀρχῇ ἐποίησε, φησὶν, ὁ Θεὸς | |
55 | τὸν οὐρανὸν καὶ τὴν γῆν,» καὶ τὰ ἐφεξῆς ὅσα περι‐ έχει τῆς κοσμογονίας ὁ λόγος, τὰ μὲν δὴ γεγενημένα κατὰ τὴν Ἑξαήμερον ταῦτα. Χρὴ δὲ, οἶμαι, πρὸ | |
τῆς ἐξετάσεως τῶν γεγραμμένων, ἐκεῖνο διομολογη‐ | 67 | |
69 | θῆναι τῷ λόγῳ, ὅτι ἐπὶ τῆς θείας φύσεως σύνδρομός ἐστι τῇ βουλήσει ἡ δύναμις, καὶ μέτρον τῆς δυνά‐ μεως τοῦ Θεοῦ τὸ θέλημα γίνεται· τὸ δὲ θέλημα σοφία ἐστίν. Σοφίας δὲ ἴδιον, τὸ μηδὲν ἀγνοεῖν ὅπως | |
5 | ἂν τὰ καθ’ ἕκαστον γένοιτο. Τῇ δὲ γνώσει συμπέφυκε καὶ ἡ δύναμις· ὥστε ὁμοῦ ἔγνω τὸ δέον γενέσθαι, συνέδραμεν ἡ ἐξεργαστικὴ τῶν ὄντων ἰσχὺς, τὸ νο‐ ηθὲν εἰς ἐνέργειαν ἄγουσα, καὶ οὐδὲν μετὰ τὴν γνῶσιν ὑφεστερίζουσα, ἀλλὰ συνημμένως καὶ ἀδια‐ | |
10 | στάτως συναναδείκνυται τῇ βουλῇ καὶ τὸ ἔργον. Δύναμις γάρ ἐστιν ἡ βουλὴ κατὰ ταυτὸν, καὶ ὅπως ἂν τὰ ὄντα γένοιτο προβουλεύουσα, καὶ τὰς ἀφορμὰς πρὸς τὴν τῶν νοηθέντων ὕπαρξιν ἐκπορίζουσα. Ὡς ὁμοῦ τὰ πάντα τοῦ Θεοῦ περὶ τὴν κτίσιν νοεῖσθαι, τὸ | |
15 | θέλημα, τὴν σοφίαν, τὴν δύναμιν, τὴν οὐσίαν τῶν ὄντων. Τούτου δὲ οὕτως ἔχοντος, οὐκέτ’ ἄν τις στε‐ νοχωροῖτο περὶ τῆς ὕλης διερευνώμενος, τὸ πῶς καὶ τὸ πόθεν ἐπιζητῶν· οἷα δὴ λεγόντων ἔστιν ἀκούειν, Εἰ ἄῦλός ἐστιν ὁ Θεὸς, πόθεν ἡ ὕλη, πῶς τὸ ποσὸν | |
20 | ἐκ τοῦ ἀπόσου, καὶ ἐκ τοῦ ἀόπτου τὸ ὁρατὸν, καὶ ἐκ τοῦ ἀμεγέθους τε καὶ ἀορίστου, τὸ πάντως ὄγκῳ τινὶ καὶ πηλικότητι ὀριζόμενον; καὶ τὰ ἄλλα πάντα ὅσα περὶ τὴν ὕλην ὁρᾶται, πῶς ἢ πόθεν παρήγαγεν ὁ μηδὲν ἐν τῇ ἑαυτοῦ φύσει τοιοῦτον ἔχων· Μία γὰρ | |
25 | ἑκάστου τῶν περὶ τῆς ὕλης προφερομένων ἡμῖν ἡ λύσις, τὸ μήτε ἀδύνατον τὴν σοφίαν τοῦ Θεοῦ ὑποτί‐ θεσθαι, μήτε τὴν δύναμιν ἄσοφον· ἀλλὰ μετ’ ἀλλή‐ λων εἶναι ταῦτα. καὶ ἒν ἀμφότερα δείκνυσθαι, ὡς ἅμα καὶ κατὰ ταὐτὸν τῷ ἑτέρῳ συγκαθορᾶσθαι τὸ | |
30 | ἕτερον. Τό τε γὰρ σοφὸν αὐτοῦ θέλημα τῇ δυνάμει τῶν ἐνεργουμένων ἐφανερώθη, καὶ ἡ ἐνεργητικὴ αὐτοῦ δύναμις ἐν τῷ σοφῷ θελήματι ἐτελειώθη. Εἰ οὖν ἐν τῷ αὐτῷ καὶ κατὰ ταὐτόν ἐστιν ἡ σοφία καὶ ἡ δύναμις οὔτε ἀγνοεῖ ὅπως ἂν ὕλη πρὸς τὴν κατα‐ | |
35 | σκευὴν εὑρεθείη τῶν ὄντων, οὔτ’ ἀδυνατεῖ τὸ νοηθὲν προαγαγεῖν εἰς ἐνέργειαν. Πάντα δὲ δυνάμενος, ὁμοῦ τὰ πάντα δι’ ὧν ἡ ὕλη συν‐ ίσταται τῷ σοφῷ τε καὶ δυνατῷ θελήματι κατεβάλετο πρὸς τὴν ἀπεργασίαν τῶν ὄντων, τὸ κοῦφον, τὸ βαρὺ, τὸ | |
40 | ναστὸν, τὸ ἀραιὸν, τὸ μαλακὸν, τὸ ἀντίτυπον, τὸ ὑγρὸν, τὸ ξηρὸν, τὸ ψυχρὸν, τὸ θερμὸν, τὸ χρῶμα, τὸ σχῆμα, τὴν περιγραφὴν, τὸ διάστημα· ἃ πάντα μὲν καθ’ ἑαυτὰ ἔννοιαί ἐστι καὶ ψιλὰ νοήματα. Οὐ γάρ τι τούτων ἐφ’ ἑαυτοῦ ὕλη ἐστὶν, ἀλλὰ συνδραμόντα πρὸς ἄλληλα, ὕλη | |
45 | γίνεται. Εἰ οὖν τῷ ὑπερέχοντι τῆς σοφίας καὶ τῆς δυ‐ νάμεως, καὶ πάντα οἶδε καὶ πάντα δύναται, τάχα πως προσεγγίζομεν τῇ ὑψηλῇ τοῦ Μωϋσέως φωνῇ, ὅς φησιν· Ἐν κεφαλαίῳ (τοῦτο γὰρ ἀντὶ τῆς ἀρχῆς Ἀκύλας ἐκδέδωκε) πεποιῆσθαι παρὰ τοῦ Θεοῦ τὸν οὐρανὸν | |
69(50) | καὶ τὴν γῆν. Ἐπειδὴ γὰρ εἰσαγωγικὸν πρὸς θεογνω‐ σίαν τὸ τῆς γενέσεως βιβλίον ὁ προφήτης πεποίηται, καὶ σκοπός ἐστι τῷ Μωϋσῇ, τοὺς τῇ αἰσθήσει δεδου‐ λωμένους χειραγωγῆσαι διὰ τῶν φαινομένων πρὸς τὰ ὑπερκείμενα τῆς αἰσθητικῆς καταλήψεως οὐρανῷ | |
55 | δὲ καὶ τῇ γῇ ὁρίζεται ἡμῖν ἡ διὰ τῆς ὄψεως γνῶσις· διὰ τοῦτο ὡς περιεκτικὰ τῶν ὄντων τὰ ἔσχατα τῶν διὰ τῆς αἰσθήσεως ἡμῖν γινωσκομένων ὁ λόγος ὠνόμασεν, ἵνα διὰ τοῦ τὰ περιέχοντα εἰπεῖν παρὰ Θεοῦ γεγενῆ‐ | |
σθαι, συμπεριλάβῃ πᾶν τὸ ἐντὸς τῶν ἄκρων περιεχό‐ | 69 | |
72 | μενον, καὶ ἀντὶ τοῦ εἰπεῖν ὅτι ἀθρόως πάντα τὰ ὄντα ὁ Θεὸς ἐποίησεν, εἶπεν ἐν κεφαλαίῳ, ἤτοι ἐν ἀρχῇ πε‐ ποιηκέναι τὸν Θεὸν τὸν οὐρανὸν καὶ τὴν γῆν. Μία δὲ τῶν δύο φωνῶν ἡ σημασία, τῆς τε ἀρχῆς καὶ τοῦ | |
5 | κεφαλαίου. Δηλοῦται γὰρ ἐπίσης δι’ ἑκατέρων τὸ ἀθρόον· ἐν μὲν γὰρ τῷ κεφαλαίῳ, τὸ συλλήβδην τὰ πάντα γεγενῆσθαι περιίστησι, διὰ δὲ τῆς ἀρχῆς δηλοῦται τὸ ἀκαρές τε καὶ ἀδιάστατον. Ἡ γὰρ ἀρχὴ παντὸς διαστηματικοῦ νοήματος ἀλλοτρίως | |
10 | ἔχει. Ὡς τὸ σημεῖον ἀρχὴ τῆς γραμμῆς, καὶ τοῦ ὄγκου τὸ ἄτομον, οὕτως καὶ τὸ ἀκαρὲς τοῦ χρονικοῦ διαστήματος. Ἡ οὖν ἀθρόα τῶν ὄντων παρὰ ἦς ἀφράστου δυνάμεως τοῦ Θεοῦ καταβολὴ, ἀρχὴ παρὰ τοῦ Μωϋσέως, ἤτουν κεφάλαιον κατωνομάσθη, ἐν ᾗ | |
15 | τὸ πᾶν συστῆναι λέγεται. Τὰ μὲν ἄκρα τῶν ὄντων εἰπών· τὰ δὲ μέσα κατὰ τὸ σιωπώμενον τοῖς ἄκροις συνενδειξάμενος. Ἄκρα δέ φημι, διὰ τὴν ἀνθρωπί‐ νην αἴσθησιν, ἢ οὔτε εἰς τὰ ὑπὸ γῆν διαδύεται, οὔτε τὸν οὐρανὸν διαβαίνει. Οὐκοῦν τοῦτο νοεῖν, ἡ ἀρχὴ | |
20 | τῆς κοσμογονίας ὑποτίθεται, ὅτι πάντων τῶν ὄντων τὰς ἀφορμὰς καὶ τὰς αἰτίας, καὶ τὰς δυνάμεις, συλ‐ λήβδην ὁ Θεὸς ἐν ἀκαρεῖ κατεβάλλετο, καὶ ἐν τῇ πρώτῃ τοῦ θελήματος ὁρμῇ, ἡ ἑκάστου τῶν ὄντων οὐσία συνέδραμεν, οὐρανὸς, αἰθὴρ, ἀστέρες, πῦρ, | |
25 | ἀὴρ, θάλασσα, γῆ, ζῶον, φυτά· ἃ τῷ μὲν θείῳ ὀφ‐ θαλμῷ πάντα καθεωρᾶτο, τῷ τῆς δυνάμεως λόγῳ δεικνύμενα, τῷ, καθώς φησιν ἡ προφητεία, «εἰδότι πάντα πρὸ τῆς γενέσεως αὐτῶν.» Τῇ δὲ συγκατα‐ βληθείσῃ δυνάμει τε καὶ σοφίᾳ πρὸς τὴν τελείωσιν | |
30 | ἑκάστου τῶν μορίων τοῦ κόσμου, εἱρμός τις ἀναγκαῖος κατά τινα τάξιν ἐπηκολούθησεν, ὥστε τὸ πῦρ προλα‐ βεῖν μὲν καὶ προεκφανῆναι τῶν ἄλλων τῶν ἐν τῷ παντὶ θεωρουμένων, καὶ οὕτω μετ’ ἐκεῖνο, τὸ ἀναγ‐ καίως τῷ προλαβόντι ἑπόμενον, καὶ ἐπὶ τούτῳ τρί‐ | |
35 | τον, ὡς ἡ τεχνικὴ συνηνάγκαζε φύσις· τέταρτόν τε καὶ πέμπτον, καὶ τὰ λοιπὰ τῆς κατὰ τὸ ἐφεξῆς ἀκο‐ λουθίας, οὐκ αὐτομάτῳ τινὶ συντυχίᾳ, κατὰ τινὰ ἄτακτον καὶ τυχαίαν φορὰν, οὕτως ἀναφαινόμενα. Ἀλλ’ ὡς ἡ ἀναγκαία τῆς φύσεως τάξις ἐπιζητεῖ τὸ ἐν | |
40 | τοῖς γινομένοις ἀκόλουθον, οὕτως ἕκαστα γεγενῆσθαί φησιν ἐν διηγήσεως εἴδει περὶ τῶν φυσικῶν δογμάτων φιλοσοφήσας. Καὶ φωνάς τινας τοῦ Θεοῦ προστακτικὰς ἑκάστου τῶν γινομένων προσγράφων, καλῶς καὶ θεο‐ πρεπῶς καὶ τοῦτο ποιῶν. Πᾶν γὰρ τὸ καθ’ εἱρμόν τινα καὶ σοφίαν γινόμενον τοῦ Θεοῦ, τὶς ἄντικρύς ἐστι φωνή. Διότι Θεοῦ μὲν οὐσίαν ἥτις ἐστὶν, οὐ γινώσκομεν· τὴν | |
45 | δὲ αὐτοσοφίαν καὶ τὴν αὐτοδύναμιν ἐν νῷ λαβόντες, τὸν Θεὸν ἀνειληφέναι τῇ διανοίᾳ πιστεύομεν. Τούτου χάριν ὅτε τὸ ὅλον ἐγένετο, πρὶν ἕκαστον τῶν συμπληρούντων τὸ ὅλον ἐφ’ ἑαυτοῦ δειχθῆναι, ζόφος τῷ παντὶ ἐπεκέ‐ χυτο· οὔπω γὰρ ἐξεφάνη τοῦ πυρὸς ἡ αὐγὴ ὑποκε‐ | |
72(50) | κρυμμένη τοῖς μορίοις τῆς ὕλης καθάπερ καὶ αἱ ψηφῖδες ἀφανεῖς ἐν τῷ σκότει μένουσιν, εἰ καὶ φυσικῶς ἐν ἑαυταῖς τὴν φωτιστικὴν ἔχουσι δύναμιν, διὰ τῆς πρὸς ἀλλήλας συμπτώσεως τὸ πῦρ ἀποτίκτουσαι, τοῦ δὲ σπινθῆρος ἐξ αὐτῶν ἀναφανέν‐ | |
55 | τος, κἀκεῖναι τῇ λαμπηδόνι τούτου συνανεφάνησαν· οὕτως ἀόρατά τε καὶ ἀφανῆ τὰ πάντα ἦν, πρὶν τὴν φωτιστικὴν οὐσίαν εἰς τὸ ἐκφανὲς προελθεῖν. Ἄρτι | |
γὰρ ἀθρόως ἐν τῇ μιᾷ ῥοπῇ τοῦ θείου θελήματος | 71 | |
73 | ἀδιακρίτως τοῦ παντὸς ὑποστάντος, καὶ τῶν στοι‐ χείων πάντων ἐν ἀλλήλοις πεφυρμένων, τὸ πανταχοῦ κατεσπαρμένον πῦρ ἐπεσκοτεῖτο, τῷ πλεονάζοντι τῆς ὕλης ἐπιπροσθούμενον. Ἐπεὶ δὲ ὀξεῖά τίς ἐστιν ἡ | |
5 | δύναμις αὐτοῦ καὶ εὐκίνητος, ὁμοῦ τὸ δοθῆναι τῇ φύσει τῶν ὄντων πρὸς τὴν τοῦ κόσμου γένεσιν παρὰ τοῦ Θεοῦ τὸ ἐνδόσιμον, πάσης τῆς βαρυτέρας φύσεως προεξέθορε, καὶ εὐθὺς τῷ φωτὶ τὰ πάντα περιηυγά‐ ζετο. Ὃ δὲ κατὰ τὸν τῆς σοφίας λόγον, τῇ δυνάμει | |
10 | τοῦ πεποιηκότος ἐγένετο, ὡς λόγος Θεοῦ προστακτι‐ κὸς, παρὰ τοῦ Μωϋσέως ἐμνημονεύθη, τὸ, «Εἶπεν ὁ Θεὸς, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς.» Ἐπὶ γὰρ τοῦ Θεοῦ, κατά γε τὴν ἡμετέραν ὑπόληψιν, τὸ ἔργον λό‐ γος ἐστί. Διότι πᾶν τὸ γινόμενον, λόγῳ γίνεται· καὶ | |
15 | ἄλογόν τι καὶ συντυχικὸν καὶ αὐτόματον ἐν τοῖς θεόθεν ὑφεστῶσι νοεῖται οὐδέν. Ἀλλὰ χρὴ ἑκάστῳ τῶν ὄντων καὶ λόγον τινὰ σοφόν τε καὶ τεχνικὸν ἐγκεῖσθαι πιστεύειν, κἂν κρεῖττον ᾖ τῆς ἡμετέρας ὄψεως. Τί οὖν εἶπεν ὁ Θεὸς, ἐπειδὴ λόγου παραστατική | |
20 | ἐστιν ἡ τοιαύτη φωνὴ, θεοπρεπῶς, ὡς οἶμαι, νοήσο‐ μεν εἰς τὸν ἐγκείμενον τῆς κτίσεως λόγον τὸ ῥητὸν ἀναφέροντες. Οὕτω γὰρ καὶ ὁ μέγας Δαβὶδ τὰς τοιαύτας φωνὰς ἡμῖν ἐξηγήσατο εἰπών· «Πάντα ἐν σοφίᾳ ἐποίησας.» Τὰ γὰρ προστακτικὰ τῆς τῶν ὄν‐ | |
25 | των κτίσεως ῥήματα, ἃ παρὰ τοῦ Μωϋσέως ἐκ τῆς θείας φωνῆς ἀναγέγραπται, ταῦτα ὁ Δαβὶδ τὴν ἐν‐ θεωρουμένην τοῖς γεγονόσι σοφίαν ὠνόμασεν. Ὅθεν καὶ διηγεῖσθαι λέγει τοὺς οὐρανοὺς δόξαν Θεοῦ, δη‐ λαδὴ τῆς ἐμφαινομένης αὐτοῖς τεχνικῆς θεωρίας διὰ | |
30 | τῆς ἐναρμονίου περιφορᾶς, ἀντὶ λόγου γινομένης τοῖς ἐπιστήμοσιν. Εἰπὼν γὰρ διηγεῖσθαι τοὺς οὐρανοὺς, καὶ ἀναγγέλλειν τὸ στερέωμα, διορθοῦται τοὺς παχύ‐ τερον τῶν λεγομένων ἀκούοντας· καὶ ἴσως καὶ φωνῆς ἦχον καὶ λόγον ἔναρθρον ἐκ τῆς τῶν οὐρανῶν διηγήσεως | |
35 | προσδεχομένους, ἐν οἷς φησιν. ὅτι Οὐκ εἰσὶ λαλιαὶ, οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν, ἵνα δείξῃ ὅτι ἡ ἐν τῇ κτίσει θεωρουμένη σοφία, λόγος ἐστὶ, κἂν μὴ ἔναρθρος ᾗ. Καὶ πάλιν τοῦ Μωϋ‐ σέως διεξοδικάς τινας τοῦ Θεοῦ φωνὰς πρὸς αὐτὸν | |
40 | γεγενῆσθαι εἰπόντος ἐν τῇ θαυματοποιίᾳ τῶν ἐν Αἰ‐ γύπτῳ σημείων, ὑψηλότερον ἢ κατὰ τὴν τῶν πολλῶν ὑπόληψιν ὁ Ψαλμῳδὸς ἐξηγήσατο εἰπὼν, «Ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ, καὶ τῶν τεράτων αὐτοῦ ἐν γῇ Χάμ.» Τῷ γὰρ λόγῳ τινὶ τὴν | |
45 | ἀπεργαστικὴν ἑκάστου τῶν γινομένων δύναμιν εἰς ἐνέργειαν ἄγεσθαι, σαφῶς διὰ τῆς φωνῆς ταύτης ὁ Ψαλμῳδὸς ὑπῃνίξατο, ὡς οὐκ ἐν ῥήμασιν ὄντος τοῦ λόγου, ἀλλὰ τῆς εἰς τὰ σημεῖα δυνάμεως, οὕτως ὠνο‐ μασμένης. | |
73(50) | Οὐκοῦν καὶ ἐνταῦθα προέδραμε μὲν καὶ ἀπε‐ κρίθη τῶν ὄντων ἐν τῷ ταχεῖ τε καὶ εὐκινήτῳ τῆς φύσεως ἡ φωτιστικὴ δύναμις, ἑαυτὴν τῶν ἑτεροφυῶν ἀποκρίνουσα, καὶ τὸ περιλαμφθὲν ἄπαν διὰ τῆς ἀπαυγαστικῆς αὐτοῦ δυνάμεως κατεφωτίσθη. ᾯ δὲ | |
55 | λόγῳ ταῦτα ἐνεργεῖ τοῦ πυρὸς ἡ οὐσία, μόνου Θεοῦ ἐστιν εἰπεῖν, τοῦ ἐναποθεμένου τὸν φωτιστικὸν λόγον | |
τῇ φύσει· καὶ τοῦτο διὰ τῆς ἰδίας γραφῆς καὶ ὁ μέ‐ | 73 | |
76 | γας μαρτύρεται Μωϋσῆς, ἐν οἷς φησιν, ὅτι «Καὶ εἶπεν ὁ Θεός Γενηθήτω φῶς·» τοῦτο διὰ τῶν εἰρημέ‐ νων, ὡς οἶμαι, διδοὺς, ὅτι θεῖος λόγος ἐστὶ τὸ τοῦ φωτὸς ἔργον πᾶσαν ἔννοιαν παριὼν ἀνθρωπίνην. | |
5 | Ἡμεῖς μὲν γὰρ πρὸς μόνον τὸ γινόμενον βλέπομεν, καὶ τῇ αἰσθήσει τὸ θαῦμα δεχόμεθα. Ποῦ δὲ τὸ πῦρ διαιτώμενον ἀθρόως ἀπογεννᾶται· εἰ ἐκ τῆς συμπτώ‐ σεως τῶν ψηφίδων ἀναπαλλόμενον, ἐκ τίνων· ἢ ἐκ τίνος ἄλλης πρὸς ἑαυτὴν τριβείσης· καὶ τίς ἡ δύνα‐ | |
10 | μις, ἡ τὸ μὲν περιδραχθὲν ὑπ’ αὐτοῦ διεσθίουσα, τὸν δὲ ἀέρα τῇ φλογὶ καταυγάζουσα, οὔτε ἰδεῖν δυνάμεθα, οὔτε ἔννοιάν τινα περὶ τούτου λαβεῖν· ἀλλ’ ἐν μόνῳ τῷ Θεῷ τὸν λόγον τῆς παραδόξου ταύτης θαυματο‐ ποιίας ἀποκεῖσθαί φαμεν, τῷ ποιήσαντι κατὰ τὸν | |
15 | ἄῤῥητον τῆς δυνάμεως λόγον, γεννηθῆναι τῷ πυρὶ τὸ φῶς. Καθὼς ὁ Μωϋσῆς ἐν τῷ ἰδίῳ λόγῳ μαρτύρε‐ ται, ὅτι «Καὶ εἶπεν ὁ Θεὸς, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς ὅτι καλόν.» Μόνου γὰρ ὡς ἀληθῶς Θεοῦ τὸ ἰδεῖν, ὅπως ἂν γέ‐ | |
20 | νοιτο τὸ οὕτω καλόν· ἡ δὲ τῆς ἡμετέρας φύσεως πτω‐ χεία, τὸ μὲν γινόμενον βλέπει, τὸν δὲ καθ’ ὃν γίνε‐ ται λόγον, οὔτε ἰδεῖν, οὔτε ἐπαινέσαι δυνατῶς ἔχει. Τῶν γὰρ γνωριζομένων, οὐχὶ τῶν ἀγνοουμένων ἐστὶν ὁ ἔπαινος. «Εἶδεν» οὖν, φησὶν, «ὁ Θεὸς τὸ φῶς ὅτι | |
25 | καλὸν, καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους.» Πάλιν τὸ ἀναγκαίως κατὰ τὴν ἀκολουθίαν τῆς φύσεως ἐν τάξει τινὶ καὶ ἁρμονίᾳ γινόμενον, εἰς θείαν ἐνέργειαν ὁ Μωϋσῆς ἀνάγει· διδάσκων, οἶμαι, διὰ τῶν εἰρημένων, τὸ | |
30 | πάντα προκατανενοῆσθαι τῇ τοῦ Θεοῦ σοφίᾳ, τὰ διά τινος ἀναγκαίας τάξεως κατὰ τὸ ἀκόλουθον ἐκβησό‐ μενα. Τῆς γὰρ φωτιστικῆς οὐσίας τῆς τῷ παντὶ κατεσπαρμένης, πρὸς τὸ συγγενὲς συνδραμούσης, καὶ πάσης περὶ ἑαυτὴν ἀθροισθείσης, ἀναγκαίως τὰ | |
35 | ἐπιπροσθούμενα τῇ λοιπῇ τῶν στοιχείων ὕλῃ κατ‐ εσκιάζετο, καὶ τὸ ἀποσκίασμα, σκότος ἦν. Τοῦτο τοί‐ νυν τὸ ἀκολούθως γενόμενον, ὡς ἂν μή τις ἀνάγοι πρὸς αὐτόματόν τινα συντυχίαν, Θεοῦ φησιν ἔργον ὁ Μωϋσῆς, τοῦ τὴν δύναμιν ταύτην ἐναποθεμένου τοῖς | |
40 | γενομένοις· ἀλλὰ μὴν τὸ ὀξεῖάν τε καὶ ἀνωφερῆ καὶ ἀεικίνητον τοῦ πυρὸς εἶναι τὴν φύσιν, παντὶ δῆλον ἐκ τῶν φαινομένων ἐστίν· ἃ δὲ διὰ τῆς ἀρχῆς ταύτης ἐκ τοῦ ἀκολούθου νοεῖν ὑποτίθεται ὁ λόγος, ἱστορικῶς παρὰ τοῦ Μωϋσέως ἐν διηγήματος εἴδει συγκαταγέ‐ | |
45 | γραπται, τὸ, «Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ.» Τίς γὰρ οὐκ οἶδεν ὅτι διχῆ τῆς κτίσεως νοουμένης, εἰς τε τὸ νοητὸν καὶ αἰσθητὸν, ἡ πᾶσα σπουδὴ τῷ νομοθέτῃ νῦν ἐστιν, οὐ τὰ νοητὰ ἐξηγήσασθαι, ἀλλὰ ὑποδεῖξαι διὰ τῶν φαινομένων ἡμῖν τὴν ἐν τοῖς αἰσθητοῖς διακόσμησιν; | |
76(50) | Ἐπεὶ οὖν τὸ πῦρ ὁμοῦ τὸ συστῆναι τὸ πᾶν, τῶν ἑτεροφυῶν στοιχείων ἐκτοξευθὲν, καθάπερ τι βέλος, ἐν τῷ ἀνωφερεῖ καὶ κούφῳ τῆς κατὰ φύσιν κινήσεως τοῦ παντὸς προεξήλατο· καὶ ἴσῳ νοήματι τὴν αἰσθητὴν οὐσίαν διαπερᾶσαν, οὐκ ἔσχε | |
55 | προσαγαγεῖν ἐπ’ εὐθείας τὴν κίνησιν, τῆς νοητῆς κτίσεως ἀκοινωνήτως πρὸς τὴν τῶν αἰσθητῶν ἐπι‐ | |
μιξίαν ἐχούσης, αἰσθητὸν δὲ τὸ πῦρ· τούτου χάριν | 75 | |
77 | ἐν τοῖς ἄκροις τῆς κτίσεως ὄροις τὸ πῦρ γενόμενον, ἀναγκαίως κυκλοειδῆ ποιεῖται τὴν κίνησιν, πρὸς μὲν τὸ πᾶν φέρεσθαι ὑπὸ τῆς ἐγκειμένης τῇ φύσει δυνά‐ μεως συνελαυνόμενον, τῆς δὲ κατ’ εὐθείας φορᾶς | |
5 | χώραν οὐκ ἐχούσης· πᾶσα γὰρ ἡ αἰσθητὴ κτίσις, ἰδίοις ὄροις περιέχεται· τῷ ἄκρῳ πέρατι τῆς αἰσθη‐ τῆς φύσεως ἐνδιοδεύει, ἐν οἷς εὐοδοῦται κινούμενον, τῆς νοητῆς φύσεως, καθὼς φθάσαντες εἴπομεν, οὐ παραδεχομένης ἐν ἑαυτῇ τοῦ πυρὸς τὸν δρόμον. | |
10 | Διὰ τοῦτο ὁ Μωϋσῆς ἐπακολουθήσας διὰ τῆς διανοίας τῇ τοῦ πυρὸς κινήσει, μὴ τοῖς αὐτοῖς μέρεσιν ἐπιμεμενηκέναι φησὶ τὸ γενόμενον φῶς, ἀλλ’ ἐκπεριεχόμενον τὴν παχυτέραν τῶν ὄντων ὑπό‐ στασιν, ἐν τῷ σφοδρῷ τῆς κινήσεως ἀντιμετάγειν | |
15 | διὰ τῆς περιόδου, τοῖς τε ἀφωτίστοις τὸ φέγγος, καὶ τοῖς πεφωτισμένοις τὸν ζόφον, Ἴσως δὲ κατὰ τὰ χρονικὰ διαστήματα τῆς τοιαύτης διαδοχῆς περὶ τὴν κάτω χώραν γινομένης, τοῦ φωτός φημι καὶ τοῦ σκότους· πάλιν τῷ Θεῷ τὴν ὀνοματοποιίαν ἡμέρας | |
20 | τε καὶ νυκτὸς ὁ Μωϋσῆς ἀνατίθησιν, οὐδὲν τῶν κατὰ τὸ ἀκόλουθον γεγενημένων αὐτομάτως, ἢ ἀφ’ ἑτέρου τινὸς ἐσχηκέναι τὴν ἀρχὴν ἐννοεῖν ἐπιτρέπων. Διὰ τοῦτο φησίν· «Ὁ Θεὸς ἐκάλεσε τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα.» Τῆς γὰρ φωτιστικῆς | |
25 | δυνάμεως ἀτρεμεῖν ἐκ φύσεως ἀδυνατούσης, ὅτε τῷ ἄνω μέρει τοῦ κύκλου διεξῆλθε τὸ φέγγος, καὶ πρὸς τὸ ὑποκείμενον ἦν ἡ φορὰ, ἐξ ἀνάγκης τῇ ὑποδρομῇ τοῦ πυρὸς τὸ ὑπερκείμενον ἀπεσκιάσθη, τῆς παχυ‐ τέρας, ὡς εἰκὸς, φύσεως τὴν αὐγὴν ἐπιπροσθούσης. | |
30 | Τὴν οὖν τοῦ φωτὸς ὑποχώρησιν, ἐσπέραν ὠνόμασεν. Καὶ πάλιν ἐκπεριδραμόντος τοῦ πυρὸς τὸν ὑποκείμε‐ νον κύκλον, καὶ τοῖς ἄνω τὴν αὐγὴν ἐπαναγαγόντος, πρωΐαν τὸ γινόμενον προσηγόρευσεν, οὕτως ὀνομά‐ σας τὸν ὄρθρον. Μικρὸν δὲ τὸν λόγον ἐπαναλάβωμεν, | |
35 | ὡς ἂν καὶ τὰ παραθέντα τῆς θείας Γραφῆς, πρὸς τὸν εἱρμὸν τῆς ἀποδοθείσης θεωρίας ἡμῖν συνεργήσειεν. Εἶπε γὰρ ἐν πρώτοις ὁ τῆς κοσμογενεΐας λόγος, ὅτι «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Τοῦτο δὲ ἡμεῖς ὑπελάβομεν, ὅτι ἀθρόον τῆς τῶν | |
40 | ὄντων συστάσεως ὁ λόγος παρίστησιν, ἐκ τοῦ περι‐ έχοντος καὶ τὸ ἐντὸς ἐνδεικνύμενος. Τοῖς γὰρ ἄκροις καὶ τὰ μέσα πάντως ἐμπεριέχεται. Ἄκρα δὲ ὡς πρὸς τὴν ἀνθρωπίνην αἴσθησιν, οὐρανός ἐστι καὶ γῆ. Διότι τούτοις ἑκατέρωθεν ἡ τῶν ἀνθρώπων ὄψις | |
45 | ὁρίζεται. Ὥσπερ τοίνυν ὁ εἰπὼν ὅτι Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ μέσα τῇ περιοχῇ τῶν περάτων συμπεριέλαβεν· οὕτω καὶ ὁ Μωϋσῆς τῆς ὑλικῆς τοῦ παντὸς κόσμου καταβολῆς τὴν ἔνδειξιν διὰ τῶν περάτων πεποίηται· συνεργεῖν δέ φαμεν | |
77(50) | πρὸς τὴν τοιαύτην ὑπόληψιν, τὰ διὰ μέσου ῥή‐ ματα. Γέγραπται γὰρ, ὅτι «Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· «ὡς ἐκ τούτου δῆλον εἶναι, ὅτι τῇ μὲν δυνάμει τὰ πάντα ἦν ἐν πρώτῃ τοῦ Θεοῦ περὶ τὴν κτίσιν ὁρμῇ, οἱονεὶ σπερματικῆς τινος δυ‐ | |
55 | νάμεως πρὸς τὴν τοῦ παντὸς γένεσιν καταβληθείσης, ἐνεργεία δὲ τὰ καθ’ ἕκαστον οὔπω ἦν. Ἡ γὰρ γῆ, | |
φησὶν, ἦν ἀόρατος, καὶ ἀκατασκεύαστος. Ὅπερ | 77 | |
80 | ἶσόν ἐστι τῷ λέγειν, ὅτι ἦν, καὶ οὐκ ἦν, Οὐ γάρ που συνδεδραμήκεισαν περὶ αὐτὴν αἱ ποιότητες· ἀπό‐ δειξις δὲ τῆς διανοίας ταύτης, ὅτι ἀόρατον αὐτὴν ὁ λόγος εἶναι φησίν. Τὸ γὰρ ἀόρατον, χρῶμα οὐκ ἐστι· | |
5 | τὸ δὲ χρῶμα, οἷόν τις ἀποῤῥοὴ τοῦ κατὰ τὴν ἐπι‐ φάνειαν σχήματος γίνεται, τὸ δὲ σχῆμα οὐκ ἄνευ σώ‐ ματος. Εἰ οὖν ἀόρατον ἦν, καὶ ἀχρωμάτιστον πάν‐ τως. Τούτῳ δὲ συνθεωρεῖται τὸ ἀσχημάτιστον· ἐκεί‐ νῳ δὲ τὸ ἀσώματον· οὐκοῦν ἐν τῷ ἀθρόῳ τῆς τοῦ | |
10 | κόσμου καταβολῆς, ἦν μὲν ἐν τοῖς οὖσιν ἡ γῆ, ὡς καὶ τὰ ἄλλα πάντα. Ἀνέμεινε δὲ τὸ διὰ τῆς τῶν ποιο‐ τήτων κατασκευῆς. ὅπερ ἐστὶ γενέσθαι. Διὰ γὰρ τοῦ ἀόρατον αὐτὴν εἰπεῖν εἶναι, τὸ μηδὲ ἄλλην τινὰ ποιότητα θεωρεῖσθαι περὶ αὐτὴν ὁ λόγος ἐνδείκνυται. Καὶ διὰ τοῦ ἀκατασκεύαστον ὀνομάσαι, νοεῖν δίδωσι τὸ μήπω αὐτὴν πεπυκνῶσθαι ταῖς σωματικαῖς ἰδιότησιν. | |
15 | Φανερώτερον δὲ διὰ τῆς Συμμάχου καὶ Θεοδο‐ τίωνος καὶ Ἀκύλα γραφῆς ἡ τοιαύτη διά‐ νοια σαφηνίζεται· τοῦ μὲν εἰπόντος· «Ἡ δὲ γῆ ἦν ἀργὸν καὶ ἀδιάκριτον·» τοῦ δὲ ἑτέρου, «Κένωμα καὶ οὐθέν·» τοῦ δὲ ἄλλου. «Οὐθὲν καὶ οὐθέν.» Δηλοῦται | |
20 | γὰρ διὰ τούτων, κατὰ τὸν ἐμὸν λόγον, διὰ μὲν τοῦ ἀργοῦ, ὅτι ἐνεργείᾳ μὲν οὔπω ἦν· ἐν μόνῃ δὲ τῇ δυνάμει τὸ εἶναι εἶχε· διὰ δὲ τοῦ ἀδιακρίτου, τὸ μη‐ δέπω ἀποστῆναι ἀπ’ ἀλλήλων καὶ ἐφ’ ἑαυτῆς ἰδιαζόν‐ τως ἑκάστην τῶν ποιοτήτων γνωρίζεσθαι, ἀλλ’ ἐν | |
25 | συγκεχυμένῃ τινὶ καὶ ἀδιακρίτῳ ποιότητι τὸ πᾶν καθ‐ ορᾶσθαι, μὴ χρώματος, μὴ σχήματος, μὴ ὄγκου, μὴ βάρους, μὴ πηλικότητος, μὴ ἄλλου τινὸς τῶν τοιούτων ἐφ’ ἑαυτοῦ κατὰ τὸν ἴδιον λόγον ἐν τῷ ὑποκειμένῳ θεωρουμένου. Τὴν δὲ αὐτὴν διάνοιαν ἐνδείκνυται ἡμῖν, | |
30 | καὶ τὸ κένωμα καὶ οὐθέν. Τὴν γὰρ χωρητικὴν τῶν ποιοτήτων δύναμιν, τῇ τοῦ κενώματος φωνῇ παρεδή‐ λωσεν· ὥστε διὰ τούτου μαθεῖν, ὅτι δεκτικὴν δύνα‐ μιν τῶν ποιοτήτων ὁ τοῦ παντὸς κτίστης προκατ‐ εβάλλετο· κενὴ δέ τις ἦν αὕτη καὶ ἐν ἑαυτῇ εἶχεν | |
35 | οὐθὲν, πρὶν συμπληρωθῆναι αὐτὴν ταῖς ποιότησι. Τὸν δὲ τρίτον λόγον, ὡς ἐκ τῆς Ἐπικούρου φιλο‐ σοφίας παρευρεθέντα, καταλιπεῖν οἶμαι ἀθεώρητον. Ὅμοιον γάρ τι κἀκεῖνός φησι περὶ τῆς πρώτης τῶν ὄντων ἀρχῆς, κενόφωνον δὲ καὶ μηδὲν τὴν ἀνυπό‐ | |
40 | στατον τῶν ἀτόμων φύσιν διὰ τῶν τοιούτων φωνῶν ἐνδεικνύμενος, ὅπερ ὅμοιόν ἐστι τῷ οὐδὲν, καὶ οὐθέν. Ἀλλ’ ἐπὶ τὰ συνεχῆ τῆς θεωρίας πάλιν προΐωμεν, πῶς εἰσάπαξ τοῦ πυρὸς τὸν ἀκρότατον τῆς αἰσθητῆς φύσεως ὄρον περιοδεύσαντος, ἀκολούθως τὸ στερέωμα | |
45 | γίνεται· ὅπερ μεθόριόν φησιν εἶναι τῶν τε ὑπερ‐ κειμένων καὶ τῶν ὑποκειμένων ὑδάτων. Ἐγὼ γὰρ οἶμαι σῶμα μέν τοι στεῤῥὸν καὶ ἀντίτυπον, εἴ τέ τι τῶν τεσσάρων, εἴ τέ τι καὶ παρὰ ταῦτα ἕτερον, κα‐ θὼς ἡ ἔξωθεν ἐφαντάσθη φιλοσοφία, μηδὲν περὶ τὸ | |
80(50) | στερέωμα θεωρεῖσθαι, ἀλλὰ τὸ ἄκρον τῆς αἰσθητῆς οὐσίας, ὅπερ ἡ τοῦ πυρὸς φύσις κατὰ τὴν ἀεικίνητον δύναμιν περιπολεῖ, τοῦτο στερέωμα παρὰ τῆς Γρα‐ φῆς ῥηθῆναι, συγκρίσει τῆς ἀϊδίου τε καὶ ἀσωμάτου καὶ ἀναφοῦς ἰδιότητος. Τίς γὰρ οὐκ οἶδεν ὅτι πᾶν τὸ | |
55 | στεῤῥὸν διά τινος πάντως ἀντιτυπίας πεπύκνωται; Τὸ δὲ πυκνὸν καὶ ἀντίτυπον, οὐ καθαρεύει τῆς κατὰ τὸ βάρος ποιότητος· τὸ δὲ βαρὺ κατὰ τὴν φύσιν, ἀνωφερὲς εἶναι οὐ δύναται. Ἀλλὰ μὴν πάσης ὑπέρ‐ | |
κειται τῆς αἰσθητῆς κτίσεως τὸ στερέωμα, οὐκ ἄρα | 79 | |
81 | παχύ τι καὶ σωματῶδες περὶ αὐτὸ νοεῖν ἡ ἀκολουθία τοῦ λόγου δίδωσιν, ἀλλὰ καθὼς εἴρηται, τῇ πρὸς τὸ νοητόν τε καὶ ἀσώματον παραθέσει, πᾶν ὅσον τοῦ αἰσθητοῦ γένους ἐστὶ, στεῤῥὸν λέγεται, κἂν τῇ φυσικῇ | |
5 | λεπτότητι διαφεύγει τὴν κατανόησιν. Οὐκοῦν ἀκο‐ λούθως ὅσον τῇ περιόδῳ τοῦ πυρὸς διελήφθη· διελήφθη δὲ τὸ πέρας τῆς ὑλικῆς οὐσίας· τῷ ἅπαξ ἰδίῳ τινὶ ὅρῳ περιγραφὲν, στερέωμα μὲν διὰ τὴν ὑλικὴν φύσιν τῇ συγκρίσει τῶν ὑποκειμένων προσηγορεύθη. Οὐρανὸς | |
10 | δὲ ἔσχε τὸ ὄνομα, ὥσπερ καὶ τῷ φωτὶ ὄνομα τὴν ἡμέραν ἔθετο, καὶ τῷ σκότει τὴν νύκτα. Ἡ δὲ τῶν ὑδάτων διάκρισις ἡ κεχωρισμένη τῇ μεσιτείᾳ τοῦ στερεώματος, οὔτε τῆς ὑπολήψεως ἀλλοτριοῦται ταύ‐ της, καὶ πρὸς τὴν Γραφὴν ἀκολούθως ἔχει. Γέγραπται | |
15 | γὰρ ἐν τῇ ἀκολουθίᾳ τῶν εἰρημένων μετὰ τὸ περὶ τῆς γῆς εἰπεῖν· ὅτι «Σκότος ἦν ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.» Στοχαζόμεθα τοίνυν ὅτι τὸ πνεῦμα τοῦ Θεοῦ τοσοῦ‐ τον ἀπέχει τοῦ σκότους εἶναι, ὅσον καὶ παντὸς κα‐ | |
20 | κοῦ ἀλλοτρίως ἔχει. Καὶ μυρίας ἔστι περὶ τούτου τῆς ἁγίας Γραφῆς παραθέσθαι φωνὰς, ὅτι καὶ φῶς ἐστιν ἀληθινὸν ὁ Θεὸς, καὶ οἰκεῖ ἀπρόσιτον φῶς. Τὸ δὲ πνεῦμα τοῦ Θεοῦ ταὐτὸν τῇ φύσει ἐστὶν αὐτῷ τῷ Θεῷ· εἰ δὲ μία φύσις τοῦ Θεοῦ καὶ τοῦ πνεύματος, φῶς δὲ ὁ Θεὸς, φῶς ἂν εἴη πάντως καὶ τοῦ Θεοῦ τὸ πνεῦ‐ | |
25 | μα. Τὸ δὲ φῶς ἐν φωτὶ πάντως ποιεῖ ἐκεῖνα, οἷς ἐπι‐ φέρεται. Τὸ δὲ ὕδωρ ᾧ τὸ πνεῦμα τοῦ Θεοῦ ἐπεφέρετο, ἄλλο τι παρὰ τὴν κατωφερῆ ταύτην τῶν ῥευστῶν ὑδάτων φύσιν ἐστὶν, ὃ τῷ στερεώματι πρὸς τὸ βαρύ τε καὶ κατωφερὲς ὕδωρ διατειχίζεται. Εἰ δὲ ὕδωρ | |
30 | κἀκεῖνο παρὰ τῆς Γραφῆς ὀνομάζεται, ᾧ διὰ τῆς ὑψηλοτέρας θεωρίας τὸ τῶν νοητῶν δυνάμεων πλή‐ ρωμα σημαίνεσθαι στοχαζόμεθα, ξενιζέσθω διὰ τῆς ὁμωνυμίας μηδείς. Καὶ γὰρ καὶ ὁ Θεὸς πῦρ κατ‐ αναλίσκον ἐστὶν, ἀλλὰ καθαρεύει τῆς ὑλικῆς σημα‐ | |
35 | σίας τοῦ πυρὸς ὁ λόγος. Ὥσπερ οὖν τὸν Θεὸν πῦρ μαθὼν εἶναι, ἄλλο τι αὐτὸν παρὰ τὸ πῦρ τοῦτο ἐνόη‐ σας· οὕτω καὶ ὕδωρ θείῳ πνεύματι ἐπιφερόμενον διδαχθεὶς, μὴ τὴν κατωφερῆ φύσιν νοήσῃς τὴν εἰς γῆν καταῤῥέουσαν. Τὸ γὰρ πνεῦμα τοῦ Θεοῦ τοῖς | |
40 | χθαμαλοῖς τε καὶ ἀστάτοις οὐκ ἐπιφέρεται. Οὐκοῦν ὡς ἂν φανερώτερον ἡμῖν ἐκκαλυφθείη τὸ νόημα, διὰ συντομίας τὸν νοῦν τῶν εἰρημένων ἀναληψώμεθα· ὅτι τὸ στερέωμα ὃ ἐπεκλήθη οὐρανὸς, μεθόριον τῆς αἰσθητῆς ἐστι κτίσεως, τὸ δὲ ἀπ’ ἐκείνου, νοητή τις | |
45 | διαδέχεται κτίσις, ἐν ᾗ οὐκ εἶδος, οὐ μέγεθος, οὐχ ἡ ἐπὶ τόπου θέσις, οὐ τὸ ἐκ διαστημάτων μέτρον, οὐ χρῶμα, οὐ σχῆμα, οὐ πηλικότης, οὐκ ἄλλο τι τῶν ὑπὸ τὸν οὐρανὸν θεωρουμένων οὐδέν. Καί με μηδεὶς ὑπονοείτω διὰ τῆς τροπολογίας σύγχυσιν ἐπάγειν τῇ | |
81(50) | θεωρίᾳ τῆς λέξεως, ὡς ταῖς ὑπονοίαις τῶν πρὸ ἡμῶν τὰ τοιαῦτα τεθεωρηκότων συμφέρεσθαι, καὶ λέγειν· τὰς μὲν ἀποστατικὰς δυνάμεις, ἄβυσσον λέ‐ γεσθαι· τὸν δὲ κοσμοκράτορα τοῦ σκότους, τὸ ἐπάνω τῆς ἀβύσσου νοεῖσθαι σκότος. Μήποτε οὕτω παρα‐ | |
55 | νομήσαιμι, ὡς ποίημα Θεοῦ τὴν κακίαν νοῆσαι· σαφῶς εἰπόντος ἐπὶ κεφαλαίου τοῦ θείου λόγου, ὅτι | |
«Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησεν, καὶ | 81 | |
84 | ἰδοὺ τὰ πάντα καλὰ λίαν.» Εἰ δὲ πάντα καλὰ ὅσα ἐποίησεν ὁ Θεὸς, ἡ δὲ ἄβυσσος καὶ τὰ περὶ αὐτὴν οὐκ ἔξω τῶν παρὰ τοῦ Θεοῦ γεγονότων ἐστίν· ἄρα καλὰ καὶ ταῦτα τῷ ἰδίῳ λόγῳ, κἂν ἄβυσσος ᾗ, κἂν | |
5 | μήπω περὶ αὐτὴν λάμπῃ τὸ τοῖς οὖσιν ἐγκείμενον φῶς. Οὐκοῦν ἄβυσσον μὲν παρὰ τῆς Γραφῆς ἀκού‐ σας, τὸ πλῆθος τῶν ὑδάτων σημαίνεσθαι λέγω. Οὕτω γὰρ αὐτὴν καὶ ἡ ψαλμῳδία ὁρίζεται λέγουσα· «Ἐτα‐ ράχθησαν αἱ ἄβυσσοι, πλῆθος ἤχους ὑδάτων·» τὸ | |
10 | δὲ περὶ αὐτὴν σκότος ἀκούσας, τὸ μήπω πεφηνέναι τὴν φωτιστικὴν δύναμιν τὴν ἐγκειμένην τῇ φύσει τῶν ὄντων ἐνόησα. Χωρισμὸν δὲ ὑδάτων, διὰ τοῦ στε‐ ρεώματος γεγονότα παρὰ τῆς Γραφῆς διδασκόμενος, οὐκ ἔξω μοι δοκῶ τοῦ εἰκότος ποιεῖν, καὶ τῆς κατ’ | |
15 | ὄνομα σημασίας, ἐπὶ τοῦ ὕδατος χωρισμὸν ἐννοῶν, ὥστε διάφορον ἑκατέρου τὴν φύσιν οἴεσθαι καὶ πε‐ πεῖσθαι; τὸ μὲν ἀνωφερές τε καὶ κοῦφον εἶναι, καὶ τῆς κουφότητος τοῦ πυρὸς ἐλαφρότερον· ὥστε ὑπερ‐ άνω τῆς θερμῆς οὐσίας μένον, μήτε τῇ κινήσει τοῦ | |
20 | ὑποκειμένου συμμετατίθεσθαι, μήτε τῇ θερμότητι πρὸς ἀντίπαλον τάξιν ἀποκαθίστασθαι, ἀλλ’ αὐτό τε μένειν ἀμείωτον, τῷ τε ὑποτρέχοντι πυρὶ μηδεμίαν δι’ ἑαυτοῦ πάροδον ἐᾷν. Πῶς γὰρ ἂν τόπος τῷ ὑλικῷ τὸ ἄϋλον γένοιτο; Τὸ δὲ ἕτερον ὕδωρ τοῦτο εἶναι, οὗ | |
25 | τὴν φύσιν καὶ ὀφθαλμῷ καὶ ἁφῇ καὶ γεύσει γνωρί‐ ζομεν. Ὃ γὰρ καὶ κάτω φέρεται, καὶ διειδὲς καθ‐ ορᾶται, καὶ τῇ γεύσει γινώσκεται, διὰ τῆς ἐγκειμένης ποιότητος, τοῦτο πρὸς ἄλλην τινὰ μεταφέρειν ἔννοιαν, ἡ τοῦ γνωριζομένου φύσις οὐκ ἀναγκάζει. | |
30 | Ἐκεῖνο μέν τοι τὸ λεγόμενον ὕδωρ, ὃ μήτε ὁρᾶται μήτε ῥεῖ, μήτε τισὶ περιέχεται ὅλως, οἷς ἡ ὑγρὰ πέφυκε δια‐ κρατεῖσθαι φύσις, ἀλλ’ ἔξω μὲν τόπου ἐστὶν, ἀμιγὲς δὲ πάσης τῆς κατ’ αἴσθησιν γνωριζομένης ποιότητος, οὐκ ἄν τινα οἶμαι τῶν κρίνειν ἐπεσκεμμένων, διά τε | |
35 | τὸ ὑποφέρεσθαι τῷ πνεύματι τοῦ Θεοῦ, καὶ διὰ τὸ ὑπεράνω τῶν οὐρανῶν εἶναι πιστεύειν, καὶ διὰ τὸ πάντων τῶν δι’ αἰσθήσεως γινωσκομένων μένειν ἐξώτερον, μὴ ἄλλο τι παρὰ τὸ κοινὸν ἐννοεῖν ὕδωρ πρὸς τὴν νοητὴν οὐσίαν ταῖς ὑπονοίαις φερόμενον. | |
40 | Τοῦτο γὰρ ἐκ τῶν ἐξητασμένων ὑπενοήσαμεν, ὅτι πᾶν τὸ κινούμενον ἐντὸς τῆς νοητῆς φύσεως περιείργεται, καὶ περὶ ἑαυτὸ τὴν ἀναστροφὴν ἔχει. Ὅρος δὲ τοῖς κινουμένοις τὸ πέρας τῆς διαστηματικῆς ἐστι φύσεως, μεθ’ ὃ καθαρὰ τῶν τοπικῶν τε καὶ διαστηματικῶν ἰδιω‐ | |
45 | μάτων εὑρίσκεται ἡ νοητή τε καὶ ἀδιάστατος φύσις. Τὸ οὖν ἀκρότατον πέρας τῆς αἰσθητῆς οὐσίας, οὗ τὸ ἐπέκεινα οὐδὲν τοιοῦτόν ἐστιν, οἷον ἐν τοῖς φαινομέ‐ νοις γινώσκεται, τοῦτό φαμεν τῷ ὀνόματι παραδη‐ λοῦσθαι τοῦ στερεώματος, βεβαιούσης ἡμῖν τῆς Γρα‐ | |
84(50) | φῆς τὴν ὑπόνοιαν, ἥ φησιν· «Καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος ὃ ἦν ὑποκάτω τοῦ στερεώ‐ ματος, καὶ τοῦ ὕδατος ὃ ἦν ἐπάνω τοῦ στερεώμα‐ τος.» Δείκνυται γὰρ διὰ τούτων, ὅτι οὐδὲ τὴν ἀρχὴν | |
κατεκέκρατο τοῦτο πρὸς ἐκεῖνο τὸ ὕδωρ, ἀλλ’ ἐν τῇ | 83 | |
85 | τῶν ὀνομάτων κοινωνίᾳ, ἄμικτος ἦν ἡ φύσις, ἐν τῷ εἰπεῖν, οὐχ ὅτι Ἐγένετο ὑποκάτω, ἢ Ἦν ὑπεράνω τοῦ στερεώματος· καὶ ὃ ἦν ὑποκάτω τοῦ στερεώμα‐ τος, ἄλλο τι ἐπάνω ἦν. Εἰ δὲ τὸ μὲν εὐθὺς ἐν ζόφῳ | |
5 | πρὸς τὴν κάτω θέσιν ἀπεωρισμένον ἐστί· τὸ δὲ οὐκ ἐν ζόφῳ· ἐν φωτὶ γὰρ πάντως ἐστὶ τὸ ἐν πνεύματι Θεοῦ, καὶ τοῦ ζόφου κεχώρισται, ἅμα δὲ καὶ ὑπεράνω ἦν τοῦ ἀναδειχθέντος μεταξὺ στερεώματος, κρινάτω ὁ συνετὸς ἀκροατὴς, εἴ τι τῆς πρεπούσης ὑπολήψεως | |
10 | ὁ λόγος ἡμῶν ἐν τοῖς εἰρημένοις παρεστοχάσατο. Τὰ μὲν οὖν περὶ τῆς πρώτης τῶν ὄντων συστάσεως ἡμῖν ὑπονοηθέντα, καὶ πῶς ἐν τῇ δυνάμει τῆς οὐ‐ σίας οὐ δευτερεύει τὸ φῶς τῶν ὄντων, κἂν ἡ Γραφὴ πρὸ τοῦ φωτὸς ἱστορεῖσθαι τὸ σκότος λέγει, καὶ ὅσα | |
15 | περὶ τοῦ στερεώματος στοχαστικῶς ἐνενοήσαμεν, καὶ περὶ τῆς τῶν ὑδάτων διαφορᾶς, ὧν ἡ φύσις πρὸς τὸ κατωφερές τε καὶ κοῦφον μεμερισμένη, τὰς καταλ‐ λήλους ἡμῖν περὶ ἑκατέρου τῶν ὁμωνύμως λεγομένων ὑπονοίας ἐντίθησι, ταῦτα καὶ τὰ τοιαῦτα ἐστίν. | |
20 | Ἐπειδὴ δὲ διεκρίθη μὲν ἀπ’ ἀλλήλων τὰ ὕδατα, τά τε ὁρώμενα καὶ τὰ νοούμενα, καὶ μέσος ὅρος ἀπεδείχθη τῆς διπλῆς τῶν ὑδάτων φύσεως ὁ οὐρανὸς, ὁ ἐν ἀρχῇ μὲν γεγενῆσθαι μετὰ τῆς γῆς καὶ πάντων τῶν πρὸς τὴν κατασκευὴν τοῦ κόσμου καταβληθέντων λεγόμε‐ | |
25 | νος, νυνὶ δὲ τελειωθείς τε καὶ ὀνομασθεὶς ἐν τῇ ἀνα‐ δείξει τοῦ στερεώματος τοῦ διὰ τῆς περιδρομῆς τοῦ πυρὸς ὁρισθέντος, καὶ ἡ δευτέρα τοῦ φωτὸς κυκλο‐ φορία, πάλιν τὸ ὑποκείμενον ἀνὰ μέρος ἐπεσκότισέ τε καὶ ἐφώτισεν. Ὅπερ καὶ ὠνομάσθη κατὰ τὴν | |
30 | προλαβοῦσαν ἀκολουθίαν, καὶ τοῦτο ἡμέρα. Ἀναγ‐ καίως δὲ καὶ ἀκολούθως καὶ ἡ τοῦ ἀριθμοῦ φύσις συνεισῆλθε τῇ κτίσει. Οὐδὲν γὰρ ἕτερόν ἐστιν ἀρι‐ θμὸς, εἰ μὴ μονάδων σύνθεσις. Πᾶν δὲ τὸ διωρισμένῃ τινὶ περιγραφῇ θεωρούμενον, μονὰς ὀνομάζεται. | |
35 | Ἐπεὶ οὖν πανταχόθεν ὁ κύκλος ἀνελλειπής ἐστιν ἐν ἑαυτῷ ὁριζόμενος· καλῶς ὁ λόγος ἕν τι ὠνόμασε τὴν μίαν τοῦ κύκλου περίοδον, εἰπών· «Ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα μία·» καὶ πάλιν τὴν ἄλλην ὡσαύτως ἕν. Συνθεὶς δὲ ἀμφότερα, δύο ἐποίησε. Καὶ | |
40 | οὕτως ὁ λόγος τὴν τοῦ ἀριθμοῦ γένεσιν τοῖς μορίοις συνήγαγε τῆς κτίσεως, τὴν ἀκολουθίαν τῆς τάξεως τοῖς ὀνόμασι τοῦ ἀριθμοῦ σημειούμενος. «Ἐγένετο» γὰρ, φησὶν, «ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα δευ‐ τέρα.» | |
45 | Ἐπεὶ οὖν ταῦτα ἐγένετο, πάλιν ἡ φύσις τῶν ὄντων δι’ ἀκολούθου βαδίζουσα, τὸ ἀναγκαίως τοῖς προγεγονόσιν ἑπόμενον ἐξεργάζεται· προηγεῖται δὲ καὶ τούτου τοῦ ἔργου θεῖον ἐπίταγμα, πανταχοῦ τοῦ Μωϋσέως ἀσφαλιζομένου ἡμῶν τὴν διάνοιαν τοῦ μη‐ | |
85(50) | δὲν ἀθεεί τι τῶν ὄντων συστῆναι, ὡς ἂν τὸ περὶ ἑκά‐ στου τῶν γεγονότων θαῦμα, εἰς τὸν πεποιηκότα τὴν ἀναφορὰν ἔχοι. Πάσης γὰρ τῆς φωτιστικῆς τε καὶ πυρώδους οὐσίας ταῖς ἰδίαις ποιότησι τῶν ἄλλων ἀποκριθείσης, ἡ μὲν τοῦ ἀέρος κατασκευὴ σιωπᾶται, | |
55 | καί τοι καὶ τοῦτο ἐν δευτέροις εἰκὸς ἦν μετὰ τὴν τοῦ πυρὸς ἀναδρομὴν φυσιολογῆσαι· διότι συγγένειά τίς ἐστιν αὐτῷ κατὰ τὸ κοῦφον, πρὸς τὴν τῷ πυρὶ ἐν‐ θεωρουμένην κουφότητα· εἶθ’ οὕτως περὶ τῆς βα‐ | |
ρείας διηγήσασθαι φύσεως. Ὁ δὲ Μωϋσῆς τὰ μὲν | 85 | |
88 | περὶ ταύτης λέγει· τὸν δὲ ἀέρα τῷ λόγῳ παρίησιν, οὐχ ὡς μηδὲν συνεισφέροντα πρὸς τὴν τοῦ κόσμου παντὸς συμπλήρωσιν, οὐδὲ ὡς ἀποκεκριμένον τῆς τῶν στοιχείων δυνάμεως, ἀλλὰ τάχα ὅτι τῷ μαλακῷ τε | |
5 | καὶ εὐείκτῳ τῆς φύσεως ἑκάστου τῶν ὄντων δεκτικός ἐστιν ὁ ἀὴρ, ἐν ἑαυτῷ δεικνύων τὰ ὄντα, οὐ χρῶμα ἴδιον ἔχων, οὐ σχῆμα, οὐκ ἐπιφάνειαν, ἀλλὰ τοῖς ἀλ‐ λοτρίοις χρώμασί τε καὶ σχήμασι περιμορφοῦται. Λαμπρός τε γὰρ γίνεται τῇ τοῦ φωτὸς ἐλλάμψει, καὶ | |
10 | πάλιν μελαίνεται σκιαζόμενος· αὐτὸς δὲ καθ’ ἑαυτὸν οὔτε λαμπρὸς οὔτε μέλας ἐστί; παντὶ δὲ σχήματι περι‐ φύεται, καὶ ὑπὸ πάσης χρωμάτων ἰδέας καταχρώννυται, καὶ πρὸς πᾶσαν κίνησιν τῶν ἐν αὐτῷ φερομένων ἐπιτη‐ δείως ἔχει. Ἀπόνως τε γὰρ ὑποχωρεῖ πρὸς τὸ φερόμε‐ | |
15 | νον ἑκατέρωθεν, καὶ αὐτομάτως τῷ ὄγκῳ τοῦ κινουμέ‐ νου περισχιζόμενος ἔνθεν καὶ ἔνθεν, εἰς τὸ κατόπιν ἀντικαθίσταται. Ἀλλὰ καὶ τὸ ὑγρὸν τοῦ ἀμφορέως προχέοντος, ὅτι περ ἂν ἐν ἑαυτῷ τύχῃ, τότε προ‐ χεομένῳ διίσταται, καὶ ἀντεισέρχεται αὐτομάτως | |
20 | ἐπὶ τὰ ἐντὸς τοῦ ἀγγείου πρὸς τὸ κενούμενον· καὶ μυρία τοιαῦτα τὸ μαλακόν τε καὶ εὔεικτον τῆς τοῦ ἀέρος δείκνυσι φύσεως. Ἐπεὶ οὖν ἐν τούτῳ ἐστὶν ἡ τῶν ἀνθρώπων ζωὴ, καὶ πᾶσα σχεδὸν ἡ τοῦ ζῇν δύναμις, καὶ ἡ τῶν αἰσθητηρίων ἐνέργεια ἐν τῷ | |
25 | ἀέρι τὴν ἰσχὺν ἔχει· βλέπομέν τε γὰρ δι’ αὐτοῦ καὶ ἀκούομεν, καὶ τῶν ὁσφρητῶν τὴν ἀντίληψιν ὡσαύ‐ τως δι’ αὐτοῦ ποιούμεθα, τῇ τοῦ πνεύματος ὁλκῇ τὸ κυριώτατον τῶν κατὰ τὴν ζωὴν ἐνεργουμένων ἐστίν· ὁ γὰρ τοῦ ἀνὰ παυσάμενος, καὶ τοῦ ζῇν πάντως | |
30 | ἐπαύσατο· τούτου χάριν ὁ σοφὸς Μωϋσῆς ἀφυσιολό‐ γητον εἴασε τὸ σύντροφόν τε καὶ ὁμόφυλον ἡμῖν στοιχεῖον, ᾧ ἀπὸ γεννήσεως εὐθὺς ἐντρεφόμεθα· ἀρ‐ κοῦσαν ἡγούμενος τοῦ μέρους τούτου διδάσκαλον, τὴν ἔμφυτόν τε καὶ συγγενῆ τῆς φύσεως ἡμῶν πρὸς | |
35 | τὸν ἀέρα σχέσιν· τὰ δὲ ἐν αὐτῷ κατὰ τὴν κτίσιν φαι‐ νόμενα, ὅπως τὰ καθ’ ἕκαστον ἔσχε, τῷ λόγῳ διέξεισι. Παρελθούσης γὰρ τῆς δευτέρας ἡμέρας, πάλιν ἡ σοφή τε καὶ παναρμόνιος τῶν γινομένων τάξις ἡ τὸ ὕδωρ τῆς γῆς ἀποκρίνουσα, Θεοῦ φωνὴ καὶ πρόστα‐ | |
40 | γμα λέγεται· ἀληθῶς γὰρ πᾶν τὸ ἐν σοφίᾳ γινόμενον, Θεοῦ λόγος ἐστὶν, οὐκ ὀργάνοις τισὶ φωνητικοῖς διαρ‐ θρούμενος, ἀλλὰ δι’ αὐτῶν ἐκφωνούμενος τῶν ἐν τοῖς φαινομένοις θαυμάτων. Ἔτι γὰρ συμπεφυρμέ‐ νης πρὸς τὴν ὑγρὰν φύσιν τῆς γεώδους ποιότητος, | |
45 | τίνος ἦν ἑτέρου, τὴν μὲν γῆν ταῖς ἰδίαις καταπυκνῶ‐ σαι ποιότησιν, ὥστε πάντων αὐτῆς τῶν μορίων πρὸς τὰ ὁμοφυῆ συμπιεσθέντων, ἐν τῷ ναστῷ τε καὶ πε‐ πιλημένῳ ἀποθλῖψαι ἀπ’ αὐτῆς τὴν ἐγκειμένην ὑγρό‐ τητα· τὸ δὲ ὕδωρ διακρίνεται τῆς πρὸς τὴν γῆν ἐπι‐ | |
88(50) | μιξίας, καὶ περὶ ἑαυτὸ συναγείρεται ταῖς κοιλότησι τῆς γῆς ἐγκρατούμενον; ἐπεὶ οὖν θείας ὡς ἀληθῶς δυνάμεώς τε καὶ σοφίας τὸ τοιοῦτόν ἐστιν. Τούτου χάριν ὁ Μωϋσῆς λόγον Θεοῦ φησι τοῦ θαύ‐ ματος καθηγήσασθαι, προστακτικήν τινα ῥῆσιν διεξο‐ δεύοντα, ὡς δὲ ἐγὼ περὶ τούτου κρίνω, τὸν ἐγκείμενον | |
55 | τῇ φύσει τῆς κτίσεως λόγον, διὰ τῆς ἐξοδικῆς ταύτης ἐνδείκνυται ῥήσεως. «Εἶπε» γὰρ, φησὶν, «ὁ Θεὸς, | |
Συναχθήτω τὰ ὕδατα εἰς τὰς συναγωγὰς αὐτῶν, | 87 | |
89 | καὶ ὀφθήτω ἡ ξηρά.» Ὁρᾷς τὴν ἀναγκαίαν τάξιν τῆς φύσεως, πῶς τῆς γῆς ἀφελκυσθέντος τοῦ ὕδα‐ τος ξηραίνεται τὸ ἀποκριθὲν τῆς ὑγρότητος, καὶ πῶς μηκέτι πηλοειδῶς ἀνακεκραμένης πρὸς τὴν | |
5 | γῆν τῆς ὑγρότητος, ἀναγκαίως δοχείοις τισὶ τὸ ὕδωρ περιστοιχίζεται· ὡς ἂν μὴ τῷ ῥευστῷ τῆς φύσεως εἰς ἀφανισμὸν ἔλθοι, μηδενὸς τὴν διάχυσιν αὐτοῦ περισφίγγοντος. Ἀλλά μοι δοκεῖ μὴ ἄκαιρον εἶναι πάλιν τῶν ὑπερουρανίων ὑδάτων μνήμην ποιή‐ | |
10 | σασθαι. Εἰ γὰρ ἀναγκαίως ἐνταῦθα πρὸς ὑποδοχὴν τῶν ὑδάτων ἡ γῆ σχηματίζεται, οἷόν τισι κόλποις τὸ ῥευστὸν αὐτῶν περιείργουσα, καὶ τῇ ἀστάτῳ τῶν ὑδάτων φύσει, τῷ ἰδίῳ σταθερῷ παρεχομένη τὸ στά‐ σιμον· πῶς ἂν τὸ ὕδωρ, εἴπερ τῷ ὄντι ὕδωρ ἐστὶν, | |
15 | ἵσταται μὲν ἐπὶ τοῦ ἀστάτου, ἀδιάχυτον δὲ ἐπὶ τοῦ κυρτοῦ διαμένει; Εἰ γὰρ μίαν τε καὶ τὴν αὐτὴν τῶν δύο ὑδάτων τὴν φύσιν ὑποτιθέμεθα, ἀνάγκη πᾶσα, ἅπερ ἐπὶ τούτων βλέπομεν, ταῦτα καὶ ἐπ’ ἐκείνων οἴεσθαι· οὐκοῦν τὰ νῶτα τοῦ οὐρανοῦ σχίζεται εἰς | |
20 | αὐλῶνας, καθ’ ὁμοιότητα τῶν ἐπὶ τῆς γῆς γινομένων πρὸς τὰς τῶν κρημνῶν διαστάσεις ἐκφαραγγούμενα, ἵνα τὸ ὕδωρ ἐγκρατηθῇ ταῖς κοιλότησι. Τί οὖν ἐροῦ‐ σιν, ὅταν ἡ ἐγκύκλιος τοῦ πόλου περιφορὰ πρὸς τὰ κάτω κλίνῃ τὸ νῦν ὑπερκείμενον, ἄρα μὴ πώματά | |
25 | τινα τοῖς κύκλοις ἐπινοήσωσιν, ὡς ἂν μὴ ἐκκρεμὲς τὸ ὕδωρ γενόμενον, τῶν κοιλωμάτων ἐκρέοι; Ἀλλά φησι δαπανητικὸν μὲν εἶναι τὸ πῦρ, χρείαν δὲ ἔχειν ὕλης τινὸς τῆς ὑποτρεφούσης εἰσαεὶ τὴν φλόγα, ὡς ἂν μὴ καταμαρανθείη, τῇ ἀπορίᾳ τοῦ ὑπεκκαίοντος | |
30 | αὐτὸ περὶ ἑαυτὸ δαπανώμενον. Ἐγὼ δὲ κἂν ἡ με‐ γάλη τοῦ διδασκάλου ἡμῶν φωνὴ τῇ τοιαύτῃ ὑπολή‐ ψει συμφέρεται, παραιτήσομαι τοὺς ἐντυγχάνοντας, μὴ χαλεπῶς ἔχειν, εἰ πρὸς τὸ ἀκόλουθον βλέπων, πάντη δουλεύω τοῖς προκαθημένοις ἐν τῇ θεωρίᾳ τῶν | |
35 | ὄντων. Καὶ γὰρ καὶ τῷ διδασκάλῳ σκοπὸς ἦν, οὐ πάντως τὰς ἰδίας ὑπολήψεις τοῖς ἀκροωμένοις νομο‐ θετεῖν, ἀλλὰ ἔφοδόν τινα διὰ τῆς διδασκαλίας αὐτοῦ πρὸς τὴν ἀλήθειαν ἐν τοῖς μαθητευομένοις γενέσθαι· καὶ ἡμεῖς τοίνυν ἐγγυμνασθέντες τοῖς παρ’ ἐκείνου | |
40 | καταλειφθεῖσι μαθήμασι, πρὸς τὸ ἀκόλουθον βλέπο‐ μεν. Εἴη δ’ ἂν οὗτος, εἴπερ ἐπιτύχοι τοῦ εἰκότος ὁ λόγος, εἰς τὴν τοῦ διδασκάλου σοφίαν ἀναφερόμενος. Τί τοίνυν πρὸς τὴν ὑπενεχθεῖσαν ἀντίθεσιν ἡμεῖς λο‐ γιζόμεθα; Οὐ γὰρ μόνον ἐν τῷ πυρὶ καὶ ὕδατι θεω‐ | |
45 | ροῦμεν τὰς ἀντιστοιχούσας ποιότητας, ἀλλὰ καὶ ἐν ἑκάστῳ τῶν στοιχείων ἔστιν εὑρεῖν τινα πάντως ἐν τοῖς ἰδιώμασι πρὸς τὰ ἀντικείμενα μάχην. Ὥσπερ γὰρ ἐπὶ τῶν μνημονευθέντων στοιχείων ἀντιβαίνει τῷ μὲν ψυχρῷ ἡ θερμότης, τῷ δὲ ὑγρῷ ἡ ξηρότης, οὕτω | |
89(50) | πάλιν κατὰ τὴν ἑτέραν διάμετρον ἐπὶ τῆς γῆς τε καὶ τοῦ ἀέρος ἐξ ἐναντίου εἰσὶν αἱ ἐν ἑκατέρῳ ποιότητες ἀλλήλαις ἀντικαθήμεναι· στεῤῥότης τε καὶ μανότης, ἀντιτυπία καὶ ἀραιότης, βαρύτης τε καὶ κουφότης· καὶ ὅσα ἄλλα κατὰ τὸ ἰδιάζον ἐν ἑκατέρῳ τούτων, ἐκ τῶν | |
55 | ἐναντίων γνωρίζεται. Ὥσπερ τοίνυν ἐν τούτοις οὐκ ἔστιν εἰπεῖν τρέφεσθαι τῷ ἐναντίῳ τὸ ἕτερον· οὔτε γὰρ τῇ δαπάνῃ τοῦ ἐμβριθοῦς ἡ ἐν τῷ ἀέρι κουφότης αὔξεται, οὔτε τὸ ναστὸν τῆς γῆς ἐνεργεῖ τοῦ ἀντι‐ | |
στοιχοῦντος τὴν ἀραιότητα, οὔτε τὰ λοιπὰ περὶ τὴν | 89 | |
92 | γῆν ἰδιώματα, διὰ τῆς ἑαυτῶν δαπάνης τρέφει τὰς ἀερίους ποιότητας· οὕτως εἴποι τις ἂν ἐξ ἐναντίου μὲν εἶναι τὸ ὑγρόν τε καὶ ψυχρὸν, τῷ θερμῷ καὶ ξηρῷ, μὴ μέντοι τρέφεσθαι ταῦτα ταῖς ἀλλήλων | |
5 | φθοραῖς, μηδὲ τὴν τοῦ εἶναι τούτων ἑκάτερον δύναμιν, ἐν τῷ μὴ εἶναι τὸ ἕτερον ἔχειν. Οὕτω γὰρ ἂν οὐθέτερον εἴη, εἴπερ ἡ διαμονὴ ἀμφοτέρου ἐν τῇ τῶν δύο φθορᾷ τὴν δύναμιν ἔχοι· ἴση γὰρ ἐν ἑκάστῳ ἡ τοῦ φθείρειν τὸ ἕτερον δύναμις, καὶ ἀεὶ καταπλεονά‐ | |
10 | ζων τοῦ ἐπικρατοῦντος ὁ ἀφανισμὸς τοῦ λειπομένου γίνεται· καὶ ὅτι ἀληθὴς ὁ λόγος, ἐξ αὐτῆς ἔστι τῆς πείρας τοῦτο μαθεῖν. Ὅταν γάρ τινος ὕλης τὸ πῦρ περιδράξηται, εἶτα ἐπαχθῇ τὸ ὕδωρ, σαφῶς ἔστιν ἰδεῖν τῶν δύο τούτων τὴν ἐν ἀλλήλοις φθοράν· τὸ γὰρ | |
15 | ἐπικρατοῦν ἐν τούτοις ἀφανίζει τὸ ἕτερον, ἴσως εἴκοντος ἑκατέρου τῇ δυναστείᾳ τοῦ πλησιάζοντος. Ἕως δ’ ἂν ἰσόῤῥοπος ἐν ἀμφοτέροις ἡ δύναμις, ἢ ὁμοίως παρ’ ἀμφοτέρων ἀλλήλοις ὁ ἀφανισμὸς ἐνεργεῖται, καὶ οὐθέτερον τῷ ἑτέρῳ τρέφεται, ἀλλὰ | |
20 | τὰ δύο ἀλλήλοις ἐναφανίζεται. Ὡς τοίνυν ἐπὶ τῶν ἀλληλοφαγούντων θηρίων οὐκ ἔχει φύσιν, ἀμφότερα δι’ ἀλλήλων ζῇν, τὰ ὑπ’ ἀλλήλων φθειρόμενα· οὕτω καὶ ἡ τοῦ ὑγροῦ πρὸς τὸ ξηρὸν ἐναντίωσις, οὐθέτερον ἂν ἐν τῷ εἶναι φυλάσσοι, εἴπερ ἡ τοῦ ἑτέρου ἀπώ‐ | |
25 | λεια τρέφοι τὸ ἕτερον. Ἀλλά μοι δοκεῖ καλῶς ἔχειν οὕτως ἂν μᾶλλον ἡμῖν κατὰ τὸ ἀκόλουθον διαληφθῆναι τὸν λόγον· ἐπειδὴ πάντα ὅσα ἐποίησεν ὁ Θεὸς, καλὰ λίαν ἐστὶν, ἑκάστῳ φημὶ δεῖν τῶν ὄντων ἐνθεωρεῖ‐ σθαι τὴν τοῦ καλοῦ τελειότητα. Ἡ γὰρ τοῦ λίαν | |
30 | προσθήκη, διὰ τῆς ἐπιτατικῆς σημασίας σαφῶς ἐν‐ δείκνυται τὸ ἀνελλειπὲς εἰς τελείωσιν. Ὡς γὰρ ἐν τῇ γε‐ νέσει τῶν ζώων μυρίας μὲν ἔστι διαφορὰς ἰδεῖν τῶν ἐν τούτοις γενῶν, τῷ δὲ καθολικῷ λόγῳ τῆς τῶν ὄντων ἀποδοχῆς ἁρμόζειν ἐφ’ ἑκάστου φαμὲν, κατὰ τὸ ἶσον τὸ καλὸν εἶναι λίαν· οὐ μὴν πρὸς τὸ φαινό‐ | |
35 | μενον τὴν ἀποδοχὴν εἶναι, ἢ ἂν καὶ ἡ σκολόπενδρα, καὶ ὁ χερσαῖος βάτραχος, καὶ τὰ ἐκ τῆς σήψεως τῶν βορβόρων ζωογονούμενα, ἔχοι τὸ λίαν καλά· ἀλλ’ οὐ πρὸς τὴν ὥραν τῶν γεγονότων ὁ θεῖος ὀφθαλμὸς βλέ‐ πων, ἐν εὐχροίᾳ τινὶ καὶ εὐμορφίᾳ τὸ καλὸν ὁρίζεται, ἀλλ’ ἐν τῷ ἕκαστον, καθὸ ἔστι, τελείαν ἐν ἑαυτῷ ἔχειν τὴν φύσιν· οὐ γὰρ ἐν τῷ βοῦν μὴ εἶναι, τὸν ἵππον ἔστιν εἶναι, ἀλλ’ ἐν ἑκάστῳ τούτων συντηρεῖ ἑαυτὴν ἡ φύσις, ἰδίας ἀφορμὰς πρὸς τὴν ἰδίαν διαμονὴν κεκτημένη, οὐκ ἐν φθορᾷ τῆς φύσεως, ἀλλ’ εἰς τὴν | |
40 | τοῦ εἶναι δύναμιν ἔχουσα. Οὕτω κἂν ἑτέρως ἔχοι τὰ στοιχεῖα πρὸς ἄλληλα, ἀλλ’ οὖν ἐφ’ ἑαυτοῦ ἕκαστον καλόν ἐστι λίαν. Ἐφ’ ἑαυτοῦ γὰρ κατὰ τὸν ἴδιον λόγον ἐν τῷ καλῷ συμπεπλήρωται. Καλόν ἐστιν ἡ γῆ· οὐ γὰρ τῆς ἀπωλείας τοῦ ἀέρος χρῄ‐ | |
45 | ζει πρὸς τὸ εἶναι γῆ, ἀλλὰ μένει ἐν ταῖς ἰδίαις ποιότησι, διὰ τῆς φυσικῆς αὐτῇ θεόθεν ἐγκειμένης δυνάμεως ἑαυ‐ τὴν συντηροῦσα. Καλὸν ὁ ἀήρ· οὐκ ἐν τῷ μὴ εἶναι τὴν γῆν, ἀλλ’ ἐν ᾧ αὐτός ἐστι ταῖς κατὰ φύσιν ἐνυπαρχού‐ σαις αὐτῷ δυνάμεσι πρὸς τὴν διαμονὴν ἐξαρκῶν. Οὕτω | |
92(50) | καὶ ὕδωρ λίαν καλὸν, καὶ τὸ πῦρ καλόν ἐστι λίαν, ταῖς ἰδίαις ἑκάτερον συμπεπληρωμένον ποιότησι, καὶ τῇ δυνάμει τοῦ θείου θελήματος κατὰ τὰ ἴδια μέτρα τῆς πρώτης γενέσεως, εἰς τὸ διηνεκὲς παραμένον. «Ἡ γῆ,» φησὶν, «εἰς τὸν αἰῶνα ἕστηκεν·» οὐκ ἐλαττου‐ | |
55 | μένη, οὐ πλεονάζουσα. Ὁ ἀὴρ ἐν τοῖς ἰδίοις ὅροις φυλάσσεται, τὸ πῦρ οὐ μειοῦται· πῶς μόνον ἐκ | |
πάντων τὸ ὕδωρ τῶν δαπανωμένων ἐστί; Καὶ ἔτι | 91 | |
93 | πρὸς τούτοις πολλὴν ὁρῶμεν ἐν συγκρίσει τῶν ὄντων τὴν πυρώδη οὐσίαν καὶ δύναμιν· καὶ τοῦτο σαφῶς ἐκ τῶν τὰ μετέωρα πεφιλοσοφηκότων εἰς ἀπόδειξιν ἄγεται, τὸ πολλαπλασίονα τῆς γῆς εἶναι τὸν ἥλιον· | |
5 | ὡς μηδὲ ἐπὶ πολὺ τοῦ ἀέρος τὴν ἀπ’ αὐτῆς σκιὰν ἐξικνεῖσθαι, τῷ ὑπερβάλλοντι τοῦ ἡλιακοῦ μεγέθους κωνοειδῶς ἐν τῇ προσβολῇ τῶν ἀκτίνων συστελλομέ‐ νην. Εἰ οὖν οὕτως ὀλίγον τοῦτο ὡς πρὸς ἐκεῖνο κρινό‐ μενον, ὥστε πολλοστὸν εἶναι τοῦ ἡλιακοῦ μεγέθους | |
10 | μετὰ πάσης τῆς γῆς τὸ ὕδωρ ἀντιμετρούμενον· εἰς πόσον ἂν χρόνον τὸ βραχὺ τοῦτο τῷ τοσούτῳ πυρὶ πρὸς τὴν δαπάνην διήρκεσεν; Ἀλλὰ μὴν διαπαντὸς ὁρῶμεν τὴν θάλασσαν ἐν τῷ ἴσῳ πλημμύρουσαν, καὶ τῶν ποταμῶν τὴν φορὰν ἐν τοῖς ἰδίοις μένουσαν μέ‐ | |
15 | τροις· ἄρα τὸ μὴ δαπανᾶσθαί τι τοῦ ὑγροῦ, διὰ τῆς τοιαύτης μαρτυρεῖται πείρας. Ἀλλ’ ὥσπερ παρὰ τὴν πρώτην οὐκ ἐν τῇ φθορᾷ τῆς ὑγρότητος τὸ πῦρ ἔσχε τὴν γένεσιν, ἀλλὰ παρὰ τῆς αὐτῆς ὑπέστη δυνάμεως· καὶ τοῦτο οὕτως κατὰ τὴν πρώτην τοῦ στοιχείου σύστασιν, | |
20 | καὶ εἰς τὸ διηνεκὲς ἡ διαμονὴ φυλαχθήσεται, οὐδὲν τῆς ὑγρᾶς φύσεως πρὸς τὸ διαμεῖναι τὸ πῦρ διοχλουμένης. Ἀλλ’ ὁρῶμεν, φησὶ, πολλάκις ὑγρανθεῖσαν ἐξ ἐπομβρίας τὴν γῆν, εἶτα σφοδρότερον τοῦ ἡλίου τὸ ὑποκείμενον θάλψαντος, ξηρὰν γινομένην | |
25 | τὴν πρὸ ὀλίγου διάβροχον· ποῦ τοίνυν, φησὶν, ἡ ἐν τούτοις ὑγρότης, εἶπερ μὴ καθόλου τὸ θερμὸν τῆς ἀκτῖνος ἐπαναλίσκοντος; Ἆρ’ οὖν καὶ τὸ ἐν τῷ κερά‐ μῳ ὕδωρ εἰ μεταβληθείη πρὸς ἕτερον, καὶ κενὸν ἀθρόως τὸ πλῆρες γένοιτο· ἐπεὶ δὲ ἐν τούτῳ οὐκ | |
30 | ἔστιν, οὐδὲ εἶναι ὅλως τὸ ἐν ἑτέρῳ γινόμενον λέ‐ γουσιν; Ὃ γὰρ ἐνταῦθα γίνεται, τοῦτο καὶ ἐπ’ ἐκεί‐ νου τις ὑπολαβὼν, τοῦ εἰκότος οὐχ ἁμαρτήσεται. Ἶσον γάρ ἐστι τήν τε ἀπὸ τοῦ κοίλου τούτου ἐπὶ τὸ ἕτερον κοῖλον τοῦ ὑγροῦ μεταῤῥοὴν γενέσθαι, καὶ τὴν | |
35 | νοτίδα τῆς γῆς ἐξικμασθεῖσαν, ἀναχθῆναι πρὸς τὸν ἀέρα, φυσικῶς τοῦ ὑγροῦ, ὅταν ἡ τοῦ ὑπερκειμένου θερμότης πρὸς ἑαυτὴν ἐφέλκηται λεπτομερῶς ἐκ τῆς γῆς, πρὸς τὰ ἄνω διηθουμένου. Τεκμήριον δὲ τῶν γινομένων, ὅτι παχυτέρων πολλάκις τῶν ἀτμῶν ἀπὸ | |
40 | τοῦ βάθους τῆς γῆς ἀναδιδομένων, νεφώδης τις σύ‐ στασις ἀναβρύειν δοκεῖ, καὶ τοσαύτη τῶν ἀτμῶν ἡ παχύτης γίνεται, ὡς καὶ τοῖς ὀφθαλμοῖς αὐτὴν ἐφ‐ ικτὴν εἶναι. Γένοιτο δ’ ἄν ποτε καὶ λεπτομερεστέρα τις ἡ τῆς νοτῖδος ἀναθυμίασις, ὡς ἐξισοῦσθαι πρὸς | |
45 | τὸν ἀέρα τρόπον τινὰ τῇ λεπτότητι, καὶ μὴ πρότερον φανεροῦσθαι ταῖς ὄψεσι, πρὶν αὐτὴν πρὸς ἑαυτὴν συμπεσεῖν, τὴν τῶν τοιούτων ὑγρῶν ἀναθυμίασιν, καὶ οὕτω γενέσθαι νέφος διὰ τῆς συμπιλήσεως· ὥστε τὰς λεπτάς τε καὶ ἀτμοειδεῖς ἰκμάδας, τέως μὲν ἐπι‐ | |
93(50) | πολάζειν τῷ ἀέρι διὰ κουφότητα, καὶ ἐποχεῖσθαι τοῖς πνεύμασιν, εἰ δὲ πλεῖον ἡ τοῦ ὑγροῦ συγγένεια πρὸς αὐτὴν συῤῥυεῖσα βαρεῖα γένοιτο, τότε ἐκπίπτουσαν τοῦ ἀέρος ἐπὶ τὴν γῆν σταγόνα γίνεσθαι. Οὐκοῦν οὐκ ἀνάλωσεν ἡ θερμότης ὅπερ ἐκ τῆς γῆς ἀνεμάξατο, | |
55 | ἀλλ’ ἐξ αὐτῶν μὲν συνέστη τὸ νέφος, τὸ δὲ νέφος συνθλιβὲν, ὕδωρ ἐγένετο· τοῦτο δὲ πάλιν τῇ γῇ κατα‐ μιχθὲν, εἰς ἀτμὸν ἀνήχθη, καὶ ὁ ἀτμὸς νεφωθεὶς, ὄμβρος ἐγένετο. Ἐκ δὲ τούτου πάλιν ἡ γῆ τοὺς | |
ἀτμοὺς ἀπεκύησε· κἀκεῖνοι παχυνθέντες ἐν τῇ συ‐ | 93 | |
96 | στάσει τῶν νεφῶν κατεῤῥύησαν καὶ τὸ ἀποῤῥυὲν πάλιν δι’ ἀτμῶν ἀνεδόθη, καὶ οὕτω κύκλος τις γίνε‐ ται πρὸς ἑαυτὸν ἀναστρέφων, καὶ διὰ τῶν αὐτῶν ἀεὶ περιχωρῶν τε καὶ ἑλισσόμενος. Κἂν τὰ φυτὰ εἴπῃς, | |
5 | κἂν τὰ βλαστήματα, πάντα τῷ αὐτῷ κύκλῳ συμ‐ περιέρχεται. Ἡ γὰρ ἰκμὰς διὰ φυτῶν ἢ σπερμάτων τοῖς βλαστοῖς συνανέδραμεν· εἶθ’ ὅσον ἐστὶ γεῶδες αὐτῇ συνεπόμενον, ἐναφεῖσα τῷ ὄγκῳ τοῦ τρεφομέ‐ νου, ὅταν ξηρανθῇ τὸ ὑποκείμενον τῷ περιέχοντι, | |
10 | πάλιν πρὸς τὸ ὁμόφυλον ἐξατμίζεται. Ἀραιὸς δὲ ὢν ὁ ἀὴρ ἐν τοῖς ἑαυτοῦ μορίοις, καὶ τῆς λεπτομερείας τῶν ἀτμῶν λεπτομερέστερος, ἅπαν τὸ ἐν αὐτῷ γενό‐ μενον, πρὸς τὸ συγγενὲς διαφίησιν. Οὕτω γὰρ ἥ τε κόνις, κἂν ἐπιπολὺ τοῦ ἀέρος διασχεθῇ, πάλιν τῇ γῇ | |
15 | ἀποδίδοται· καὶ ἡ ἰκμὰς οὐκ ἀπόλλυται, ἀλλ’ εὑ‐ ρίσκει τὸ πάντως ἑαυτῇ συγγενές τε καὶ σύμφυλον κατὰ τὸν ἀέρα πλανώμενον, ᾧ προσπλασθεῖσα καὶ διὰ τῆς τῶν ὁμοίων προχωρήσεως αὐξηθεῖσα, πάλιν διογκοῦται πρὸς νέφρους σύστασιν, καὶ οὕτω διὰ σταγόνων τῇ ἰδίᾳ φύσει ἀποκαθίσταται· ὥστε πανταχοῦ τὰ τοῦ κόσμου τε στοιχειωδῶς ἐν τῷ παντὶ θεωρούμενα ἐπὶ | |
20 | τοῦ αὐτοῦ μέτρου φυλάσσεσθαι, ὃ παρὰ τὴν πρώτην ἐφ’ ἑκάστου τῶν ὄντων ἡ σοφία τοῦ δημιουργοῦ πρὸς τὴν εὐαρμοστίαν τοῦ παντὸς διετάξατο. Ἀλλ’ οἶδα τὸν ἀντιπίπτοντα λόγον· πολλάκις γὰρ ἔστιν ἰδεῖν, ἐν σφοδροτέρῳ καύσωνι νέφη τινὰ διὰ τοῦ ἀέρος κατεσπαρμένα, οἷς εἰ τις ἐπὶ πλεῖον ἐνατενί‐ | |
25 | σειεν, ἐλέγξει πως τὸν λόγον τοῦτον, ὃς μηδὲν τῆς ὑγρᾶς φύσεως ἐξαναλίσκεσθαι λέγει. Τὰ γὰρ θρομ‐ βοειδῆ τοῦ νέφους τμήματα, πολλαχῆ τοῦ ἀέρος ἐσκεδασμένα, πρῶτον μὲν ἐλαττοῦται κατὰ τὸν ὄγκον τῷ ὑπερβάλλοντι τοῦ φλογμοῦ ἐξοπτώμενα εἶτα καὶ | |
30 | εἰς τὸ παντελὲς ἀφανίζεται καταφρυγέντα τῷ καύ‐ σωνι, ὡς μηδὲ βραχύ τι λείψανον ὑπολειφθῆναι, τοῦ φλογμοῦ τὴν ἰκμάδα καταξηράναντος. Τοῦτο δὲ οὐκ‐ έτι ἐστὶ τῷ τῶν ἀτμῶν λόγῳ παραμυθήσασθαι. Ἡ γὰρ ἄνω τῶν νεφῶν κατάστασις ἡ τοῦ θολεροῦ τούτου καὶ | |
35 | πνευματώδους ἀέρος ὑπερκειμένη, οὐδὲν τῶν βαρυτέ‐ ρων ἐν τῇ λεπτότητι τῆς ἰδίας φύσεως καταδέχεται· ἀλλὰ πάντες ἀτμοὶ καὶ πᾶσαι ἀναθυμιάσεις ὅρον ἔχουσι τῆς ἐπὶ τὸ ἄνω φορᾶς τὴν τοῦ περιγείου ἀέρος κατὰ τὸ μέρος ἐκεῖνο παχύτητα, ἧς διαδῦναι ἐπὶ τὸ ἄνω φύσιν | |
40 | οὐκ ἔχει. Οὐ γὰρ ἂν ὑπολειφθείη ἐν τῷ λεπτῷ τε καὶ αἰθεροειδεῖ τῶν παχυμερεστέρων οὐδέν. Οὕτως οὖν καὶ ὀρῶν τινων ὑπερμεγεθῶν τὰς ἀκρωρείας οἱ ἱστορήσαν‐ τες λέγουσιν ὑπερνεφεῖς μὲν εἶναι ἀεὶ καὶ ἀνεφίκτους τοῖς πνεύμασι, καὶ τοῖς πτηνοῖς ἀμήχανον τὴν ἐπ’ ἐκεί‐ | |
45 | νων γενέσθαι πτῆσιν, οὐχ ἧττον ἢ τοῖς ὑποβρυχίοις τὴν ἐν ἀέρι ζωὴν, ὡς διὰ πάντων σαφῶς ἀποδείκνυσθαι, εἶναί τι κατὰ τὸν ἀέρα πρὸς τὸν ὑπερκείμενον χῶ‐ ρον μεθόριον, ὃ πᾶσι τοῖς παχυμερεστέροις τῶν ἐκ τῆς γῆς ἀναθυμιωμένων ὁρίζει τὴν στάσιν· οὗ χάριν | |
96(50) | καὶ μέχρι τῆς ὥρας τοῦ θέρους, ἄτηκτος ἡ ἐπὶ τῶν ἀκρωρειῶν διαμένει χιὼν, τῆς τῶν ἀτμῶν συστάσεως κατ’ ἐκεῖνο τὸ μέρος διηνεκῶς τὸν ἀέρα καταψυχού‐ σης. Ἀλλὰ καὶ τοὺς πυροειδεῖς ὁλκοὺς, οὕς τινες διάττοντας καλοῦσιν ἀστέρας, ἐκ τῆς αὐτῆς αἰτίας | |
55 | γίνεσθαι, φυσιολογοῦσιν οἱ ταῦτα σοφοὶ, ὅταν ἔκ τινων πνευμάτων βίας ὑπερχεθῇ τι τοῦ παχυτέρου καὶ ὑλωδεστέρου ἀέρος ἐπὶ τὸν αἰθέριον τόπον, εὐθὺς ἐκφλογοῦσθαι ἄνω γενόμενον· καὶ κατὰ τὴν ἐνδο‐ | |
θεῖσαν ἐκ τοῦ πνεύματος ὁρμὴν, τὴν φλόγα ῥέουσαν | 95 | |
97 | φέρεσθαι· σβεσθέντος δὲ τοῦ πνεύματος, συναπομα‐ ραίνεσθαι καὶ τὴν φλόγα. Τῷ πνεύματι τοίνυν οὐκ ἔστι δυνατὸν εἰπεῖν πάλιν ἀτμοὺς ἐν τῷ ἀφανισμῷ τοῦ νέφους συνίστασθαι· ὡς δι’ ἐκείνων ἐλπίσαι, | |
5 | καθ’ ὁμοιότητα τῶν κάτωθεν ῥηθέντων, τοῦ ἀναλη‐ φθέντος ὑγροῦ τὴν ἐπάνοδον, ἀνάγκη συντίθεσθαι τοῖς ἐκκαίεσθαι τὸ ὑγρὸν δογματίζουσι, καὶ εἰς τὸ μὴ ὂν περιΐστασθαι. Ἀλλ’ ἐγὼ τὸ μὲν ἀφανίζεσθαι τῷ ὑπερβάλλοντι φλογμῷ τὴν ἐν τοῖς ἀτμοῖς ὑγρό‐ | |
10 | τητα πείθομαι, μάταιον καὶ ἐριστικὸν εἶναι κρίνων, τὸ τοῖς φανεροῖς ἀντιμάχεσθαι· ἐπεὶ δὲ προσήκει μὴ καμεῖν πανταχόθεν ἀνιχνεύοντας τὴν ἀλήθειαν, οὐδὲν ἧττον τούτων γινομένων, φημὶ τὸ μέτρον τῆς ὑγρᾶς φύσεως ἀμείωτον διασώζεσθαι, καὶ ἀεὶ τὸ δαπανώ‐ | |
15 | μενον ἀντεισάγεσθαι πάντως τῷ λείποντι. Ὃ δέ μοι τὴν τοιαύτην ὑπόληψιν βεβαίαν ποιεῖ, τοῦτ’ ἔστιν· Ἐν τῇ καθ’ ἡμᾶς τοῦ πυρὸς ἐνεργείᾳ, τοῦτο διὰ τῆς πείρας μανθάνομεν, ὅτι οὐ πάσας τὰς ποιότητας τῆς ὕλης τὸ πῦρ ἐπιβόσκεται, ἀλλ’ ἧς ἂν περιδράξηται· | |
20 | οἷον φέρε εἰπεῖν ἐπὶ τῆς τοῦ ἐλαίου ὕλης, ἐπειδὴ κε‐ χώρισται τῆς ψυχρᾶς ποιότητος, ἐν τῇ ὕλῃ ταύτῃ τὸ ὑγρὸν εὐκόλως ὑπὸ τῆς θερμότητος τοῦ πυρὸς ἐξ‐ ειλκύσθη, καὶ φλὸξ ἐγένετο. Ἀλλ’ οὐ μόνον εἰς φλόγα τὸ ἔλαιον διὰ τοῦ πυρὸς ἠλλοιώθη, ἀλλὰ καὶ τὸ τοῦ | |
25 | πυρὸς τοῦ γενομένου ἀπὸ τοῦ ἐλαίου, φησὶν, ὑγρὸν μετὰ τὸ πῦρ, ξηρὰ γίνεται κόνις· ὅπερ σαφῶς δεί‐ κνυσιν ἡ ἐκ τοῦ λύχνου λιγνὺς καταμελαίνουσα τὸ τῆς φλογὸς ὑπερκείμενον· ὅπερ εἰ ἐπὶ πλεῖον γί‐ γνοιτο, καὶ ὄγκος τις ὑποστρέφεσθαι τῷ διὰ τῆς λι‐ | |
30 | γνύος μελαινομένῳ τόπῳ. Ὅθεν δῆλόν ἐστιν, ὅτι εἰς λεπτά τε καὶ ἀφανῆ μόρια τὸ ἔλαιον διὰ τοῦ πυρὸς ἀποξηρανθὲν ἀλλοιοῦται, καὶ οὕτως ἐν τῷ ἀέρι γίνεται, κἀκεῖθεν ἐπὶ τὴν γῆν συνιζάνει. Δείκνυσι δὲ τὸ ἐν τῷ ἀέρι τὴν λεπτομερῆ τῆς λιγνύος εἶναι διάχυσιν, ἐκ τοῦ τοὺς μυκτῆρας τῶν τὸν ἀέρα τοῦτον ἀναπνεόντων ὑπομελαίνεσθαι. Πολλάκις δὲ καὶ τὸ ἔνδοθεν ἐκ τοῦ θώρακος ἀναπτυόμενον, μέλαν ὁρᾶσθαι, διὰ τὸ τῷ χρώματι τῆς λιγνύος καὶ αὐτὸ καταχρώννυσθαι τῷ διὰ τῆς τοῦ | |
35 | ἀέρος ἀναπνοῆς συνεισπίπτοντι. Οὐκοῦν δῆλόν ἐστιν ἐκ τούτων, ὅτι τοῦ ἐλαίου τὸ μὲν ὑγρὸν εἰς ξηρότητα μετεποιήθη, ὁ δὲ κατὰ τὴν ὕλην ὄγκος οὐκ εἰς ἀνυπαρξίαν ἠφανίσθη διὰ τῶν λεπτῶν τε καὶ ἀφανῶν μορίων ἐνσκεδασθεὶς τῷ | |
40 | ἀέρι. Ὅπερ τοίνυν ἐπὶ τοῦ ὑγροῦ τούτου διὰ τῆς τῶν γινομένων ἐνεργείας ἐμάθομεν, ὅτι ἀλλοιοῦται μόνον τὸ ὑγρὸν εἰς ξηρότητα, οὐκ εἰς τὸ παντελὲς τὸ ὑλικὸν ἀφανίζεται· τοῦτό τις καὶ περὶ τοῦ παντὸς ἐννοῶν, τοῦ εἰκότος οὐχ ἁμαρτήσεται· δῆλον γὰρ ὅτι | |
45 | ἐκ μερῶν τὸ ὅλον συνέστηκεν. Ὅπερ δ’ ἂν ἐν τῷ μέρει ἐμάθομεν, τοῦτο καὶ περὶ τοῦ παντὸς ἐδιδάχθη‐ μεν. Μίαν δὲ τῷ γένει τὴν ὑγρότητα εἶναι, οὐδ’ ἂν τῶν ἐριστικῶν τις ἀντείποι. Ἀλλὰ μὴν λεπτὴ κόνις ἐκκαυθεῖσα διὰ τοῦ πυρὸς ἡ ὑγρότης ἐγένετο· ἄρα | |
97(50) | καὶ πᾶν ὑγρὸν ἐν τῷ πυρὶ γενόμενον μεταβάλλει τὴν ἐν τοῖς μορίοις ποιότητα, πρὸς τὸ ξηρὸν ἐκ τοῦ ὑγροῦ μεθιστάμενον, οὐκ εἰς τὸ παντελὲς ἀφανίζεται. Ἐπεὶ οὖν ἀτμοῦ σύστασις τὸ νέφος ἐστὶν, ὁ δὲ ἀτμὸς ἡ λεπτομερὴς τοῦ ὑγροῦ ἐστιν ἀναθυμίασις, ἀνάγκη | |
55 | πᾶσα, ὅταν καταφρυγὲν τῷ φλογμῷ τὸ νέφος, τὸν λεπτὸν ἐκεῖνον καὶ ἀμερῆ τοῦ ἀτμοῦ ὄγκον, κἂν τὴν ὑγρὰν μὴ διασώζῃ ποιότητα, μὴ μέντοι κατὰ τὸ ὑποκείμενον εἰς ἀφανισμὸν μεταβαίνειν εἰς τὸ μηδὲ | |
ἀναλυόμενον. Τέσσαρα γὰρ περὶ τὸν ἀτμὸν θεωρεῖ‐ | 97 | |
100 | ται, τὸ ὑγρὸν, τὸ ψυχρὸν, τὸ βαρὺ, ἡ πηλικότης. Ἐκ τούτων ὅσα μὲν ἐναντίως πρὸς τὸ πῦρ ἔχει, τῇ δυνα‐ στείᾳ τοῦ ἐπικρατοῦντος ἐξαφανίζεται· οὔτε γὰρ τὸ ὑγρὸν, οὔτε τὸ ψυχρὸν ἐν τῷ πυρὶ γενόμενον διαμένει | |
5 | τοιοῦτον. Ἡ μέντοι πηλικότης συγγενῶς καὶ πρὸς τὴν τοῦ πυρὸς οὐσίαν ἔχει· καὶ γὰρ τὸ πῦρ ἐν ποσῷ καθορᾶται· ποσῷ δὲ ποσότης οὐ μάχεται. Εἰ οὖν ἡ πηλικότης τοῦ ἀτμοῦ διασώζεται, τῆς κατὰ τὸ ὑγρόν τε καὶ ψυχρὸν ποιότητος διαζευχθεῖσα· | |
10 | ἡ δὲ κατὰ τὸ βάρος ποιότης οὐσιωδῶς ἐγκειμένη τῇ τοῦ ἀτμοῦ φύσει, συνδιεσώθη τῇ πηλικότητι (ἐπίσης γὰρ ἡ βαρύτης καὶ ὑγροῖς καὶ ξηροῖς ἐνυπάρχειν πέ‐ φυκεν)· οὐκέτ’ ἂν ὁ νοῦς ἡμῖν κάμνῃ τῇ ἀκολουθίᾳ τῶν γινομένων ἑπόμενος, ὥστε ἐπιγνῶναι, ὅπως τὸ | |
15 | ὕδωρ γῆ γενόμενον, διὰ τοῦ μεταβάλλειν τοὺς ἀτμοὺς τὴν ποιότητα, τὴν ὁμοειδῆ φύσιν καταλαμβάνει. Τὸ γὰρ ξηρὸν καὶ βαρὺ ἴδιον ἂν εἴη τῆς περὶ τὴν γῆν θεωρουμένης ποιότητος, εἰς ὅπερ ἐκκαυθεὶς ὁ ἀτμὸς μετεποιήθη. Καί μοι δοκεῖ καλῶς ἔχειν τῆς ἀρχῆς | |
20 | ταύτης λαβομένους, μὴ διαφεῖναι τὴν ἀκολουθίαν τῆς ἐξετάσεως, εἰς ἢν πρόεισι διὰ τῶν εἰκότων ἡ θεωρία, χειραγωγοῦσα πρὸς τὴν ἀλήθειαν. Ἔοικε γὰρ καὶ ἡ θάλασσα διὰ τοῦτο ἐν τοῖς ἰδίοις ὅροις διὰ παντὸς μένειν, ὅτι κατ’ ὀλίγον τῆς ἀεὶ γινομένης αὐτῇ διὰ | |
25 | τῶν ὑδάτων προσθήκης, ἡ διὰ τῶν ἀτμῶν ἐξάντλη‐ σις ἐπὶ τὸ ὑπερκείμενον γίνεται τῆς ἐπιθαλπούσης θερμότητος, σικύας δίκην τὸ λεπτομερὲς τῆς τῶν ὑγρῶν φύσεως ἀνιμωμένης. Ἐν δὲ τοῖς μεσογείοις τε καὶ βορεινοτέροις τῶν τόπων ἡ τοῦ περιέχοντος ψυχρότης ἐναντιοῦσθαι δοκεῖ τῷ λόγῳ, ὡς διὰ τὸ μὴ | |
30 | θάλπεσθαι σφοδρῶς τὴν ἐν τοῖς μέρεσι τούτοις θάλασσαν, ἀργούσης τῆς τῶν ἀτμῶν ἀναδόσεως, διπλοῖς ἔστι λογισμοῖς τὴν ἀντίθεσιν ταύτην παραμυθήσασθαι. Πρῶτον μὲν ὅτι μία ἐστὶ καὶ συνεχὴς πρὸς ἑαυτὴν διόλου ἡ θάλασσα, κἂν εἰς μυρία διῄρη‐ ται πελάγη, οὐδαμοῦ τῆς πρὸς ἑαυτὴν συναφείας | |
35 | διασπωμένη· ὥστε, εἰ τὸ νότιον τῇ διηνεκεῖ παρου‐ σίᾳ τοῦ θερμοῦ ὑπερκέοιτο, ἐν τοῖς κατεψυγμέ‐ νοις μέρεσι τῆς ἐκεῖ γενομένης ἐλαττώσεως τὴν αἴ‐ σθησιν γίνεσθαι, αὐτομάτως τῆς τῶν ὑδάτων φορᾶς ἐν τῷ κατωφερεῖ τῆς φύσεως πρὸς τὸ ἀεὶ κινούμενον | |
40 | μεταῤῥεούσης. Ἔπειτα δὲ καὶ τὸ πᾶσαν ἅλμην εἶναι τὴν θάλασσαν, ἐκ παντὸς τοῦ ὕδατος γινομένην, διὰ τὴν τῶν ἀτμῶν ἀνάδοσιν, κατὰ τὸ ἶσον μαρτύρεται· ἴδιον γὰρ τῆς τῶν ἀλῶν φύσεως ἡ ξηρότης ἐστίν. Εἰ δὲ κατὰ τὸ ἶσον ἡ ποιότης αὕτη πρὸς πᾶσαν θάλασσαν | |
45 | ἀνακέκραται, ἄρα ὁμοίως ἐν παντὶ μέρει τὸ ἑαυτῆς ἐνεργήσει ἡ ἅλμη. Πᾶσα γὰρ φύσις τὸ κατάλληλον τῇ ἰδίᾳ δυνάμει πάντως ἐργάζεται. Ὡς γὰρ καίει τὸ πῦρ, καὶ ἡ χιὼν ψύχει, καὶ γλυκαίνει τὸ μέλι, οὕτω καὶ οἱ ἅλες ξηραίνουσιν. Οὐκοῦν ἐπειδὴ πανταχοῦ | |
100(50) | τοῖς πελάγεσιν ἡ ξηραντικὴ τῶν ἁλῶν συγκαταμέμι‐ κται φύσις, τοῦτο πρὸς εὐκολίαν τῆς τῶν ἀτμῶν ἀνα‐ δόσεως τῆς θείας σοφίας προειδομένης (ἐκθλίβει γάρ πως καὶ ἐξωθεῖται τῆς θαλάσσης πᾶν τὸ λεπτομερὲς τοῦ ὕδατος ἡ ἅλμη, διὰ τῆς ἐγκειμένης τῇ φύσει | |
55 | ξηρότητος κατὰ τοῦ ὑγροῦ δυναστεύουσα) οὐδὲν ἔξω τοῦ εἰκότος ἐστὶν ἐπίσης οἴεσθαι πανταχόθεν | |
γίνεσθαι τῷ ὑγρῷ τὴν δαπάνην, τοῦ ἀέρος διὰ τῶν | 99 | |
101 | ἀτμῶν ἀρυομένου τὴν θάλασσαν. Ἀλλὰ μὴν τὸ πᾶ‐ σαν τὴν ἐναέριον ἰκμάδα νέφος γίνεσθαι, κἀκεῖθεν ἐπιῤῥεῖν τοὺς ὄμβρους τῇ γῇ, ὅ τε προλαβὼν ἀπ‐ έδειξε λόγος, καὶ ἡ προφητεία διδάσκει τῷ Θεῷ τὸ | |
5 | τοιοῦτον ἔργον ἀνατιθεῖσα, ἐν οἷς φησιν, ὅτι «Ὁ προσ‐ καλούμενος τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέων αὐτὸ κατὰ πρόσωπον τῆς γῆς,» καὶ ἄλλα πολλά. Καὶ τὸ ἐξοπτᾶσθαι πάντα τὰ νέφη ἐκ τῆς ὑπερκειμένης θερμότητος, καὶ εἰς τὸ παντελὲς καταφρύγεσθαι, καὶ | |
10 | τοῦτο διὰ τῆς ἐνεργείας ἐμάθομεν. Λείπεται τοίνυν μὴ παραδραμεῖν τὴν ἀκολούθως ἀνακύπτουσαν ἡμῖν ἐκ τῶν εἰρημένων ἀντίθεσιν. Ἐρεῖ γάρ τις τοῖς προ‐ εξητασμένοις ἑπόμενος, ὅτι Κατὰ τὸ ἐπὶ τοῦ ἐλαίου ὑπόδειγμα μεμαθήκαμεν, τὸ μὲν ὑλικὸν τοῦ ὑποκει‐ | |
15 | μένου καὶ μετὰ τὴν ἐξόπτησιν μὴ ἀπόλλυσθαι, ἀλλ’ εἰς τὸν ἀέρα μεταχωρεῖν διὰ τῆς τοῦ πυρὸς ἐνεργείας ἀπογεούμενον. Τοῦ δὲ ὑγροῦ ἐναφανισθέντος τῇ ἐναν‐ τία ποιότητι, πῶς ἔστιν ἀμείωτον τὴν ὑγρὰν φύσιν εἰσαεὶ διαμένειν, πάντοτε τῆς θερμῆς οὐσίας τὸ ἐν | |
20 | τοῖς ἀτμοῖς ὑγρὸν καταφρυττούσης, καὶ εἰς ξηρὰν μεταβαλλούσης ποιότητα, καθὼς ἡ θεωρία κατὰ τὸ ἀκόλουθον διὰ τῶν ἐξητασμένων ἀπέδειξεν; Εἰ οὖν ἐξατμίζεται μὲν τὸ ὑγρὸν, εὐάλωτος δὲ γίνεται τῷ θερμῷ ἡ ὑγρότης, εἰς τὰ λεπτά τε καὶ ἀμερῆ τμήματα | |
25 | διὰ τῶν ἀτμῶν μερισθεῖσα· ἀνάγκη πᾶσα, πρὸς τὴν ξηρὰν ποιότητα τοῦ ὑγροῦ μεταβαίνοντος, ἀληθέστε‐ ρον ἐκεῖνον τὸν λόγον οἴεσθαι, ὅτι ἐστί τις ὑδάτων περιουσία, ἡ ἀεὶ ἀναπληροῦσα τὸ ἐκ τοῦ πυρὸς δα‐ πανώμενον. Ἴσως δ’ ἄν τινα καὶ μαρτυρίαν πρὸς | |
30 | τὴν τοιαύτην ὑπόληψιν ἀπὸ τῆς Γραφῆς παραλά‐ βοι· τὸ ἀνοιγῆναι τοὺς καταῤῥάκτας τοῦ οὐρα‐ νοῦ, ὅτε ὑποβρύχιον ἔδει γενέσθαι τὴν γῆν, πάσης ὀρῶν κορυφῆς ἐπὶ πλεῖστον βάθους ὑπερέχοντος τοῦ ὕδατος, Ἀλλ’ ἐγὼ τὴν μὲν γραφικὴν ἀντίθεσίν φημι δυνατὸν εἶναι διὰ Γραφῆς ἑτέρας παραμυθήσασθαι· οἶδα γὰρ τὴν κατάχρησιν τῶν θείων ῥημάτων ἐπὶ τῆς γραφικῆς συνηθείας. | |
35 | Τί σημαίνει διὰ τοῦ ἀνοῖξαι, καὶ τί διὰ τοῦ κλεῖσαι ἐνδείκνυται; Δῆλον γὰρ ὅτι τὸ κλειόμενον ἀνοίγεται, καὶ τὸ ἀνοιγόμενον κλείεται. Ἐπεὶ οὖν, ἀτμοῦ ποτε κατὰ τοὺς χρόνους Ἠλίου ἐπικρα‐ τοῦντος, οὕτω φησὶν ἡ Γραφὴ, ὅτι «Ἐκλείσθη ὁ οὐρα‐ | |
40 | νὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἔξ·» τοῦτο οἶμαι τοῦ οὐ‐ ρανοῦ τοὺς καταῤῥάκτας ἠνεῷχθαι τὸν τῆς Γραφῆς λόγον λέγειν, ὡς ἐκλείσθη ἐν τῷ τῆς ἀνομβρίας και‐ ρῷ. Ἀλλὰ μὴν τότε διὰ τῆς προσευχῆς τοῦ Ἠλίου, νέφος ἐκ τῆς θαλάσσης ἀναφανὲν, τὸν οὐρανὸν αὐτοῖς | |
45 | διὰ τῆς ἐπομβρίας ἤνοιξεν. Ἄρα σαφῶς ἀποδείκνυ‐ ται διὰ τούτων, τὸ μηδὲ τότε τὸ στερέωμα τοῦ οὐ‐ ρανοῦ διασχισθὲν, ἐκ τῶν ὑπερκεῖσθαι λεγομένων ὑδάτων καταῤῥῆξαι τὸν ὄμβρον, ἀλλ’ οὐρανὸν λέγει, τὸν περίγειον ἀέρα, τὸν ὁρίζοντα τοῖς ἀτμοῖς τὴν | |
101(50) | στάσιν, ὅπερ ἐστὶ τῆς λεπτομερεστάτης τοῦ ὑπερκει‐ μένου ὅρος φύσεως· μεθ’ ὃν οὐδεμίαν δύναμιν πρὸς τὴν ἄνοδον ἔχει τῶν ἐμβριθεστέρων οὐδὲν, οὐ νέφος, οὐ πνεῦμα, οὐκ ἀτμὸς, οὐκ ἀναθυμίασις, οὐχ ἡ τῶν πτηνῶν φύσις. Τὸ οὖν ὑπὲρ κεφαλῆς συνήθως ἡ | |
55 | Γραφὴ οὐρανὸν λέγει, «οὐρανοῦ πετεινὰ» λέγουσα, τὸν ἀέρα τοῦτον διαπετόμενα. Ἀλλ’ εἰ καὶ ταῦτα τοῦτον | |
ἔχει τὸν τρόπον, οὔπω τὸ ἕτερον ὁ λόγος ἡμῖν ὑπ‐ | 101 | |
104 | ελύσατο, πῶς ἡ εἰς τὸ ξηρὸν τῶν ἀτμῶν μεταποίησις οὐκ ἐλαττοῖ τὸ ὑγρὸν, τὸ ἐπικρατήσει τῆς θερμῆς οὐ‐ σίας ἐκδαπανώμενον. Πρὸς δὲ ταῦτα καλῶς ἂν ἔχοι ἑτέραν ἀκολουθίαν ἐξευρεῖν τῇ θεωρίᾳ τοῦ λόγου συμ‐ | |
5 | βαίνουσαν· ἴσως γὰρ ἂν γένοιτο ἡμῖν διὰ τῆς φιλο‐ πονωτέρας προσεδρίας, μὴ διαμαρτεῖν τῆς προσ‐ ηκούσης περὶ τοῦ σκέμματος ὑπολήψεως. Ἤκουσα τῆς προφητείας τὸ μεγαλεῖον τῆς τοῦ Θεοῦ δυνάμεως διὰ τῶν ἐν τῇ κτίσει θαυμάτων διεξιούσης, ἐν οἷς φησι· | |
10 | «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὅρια σταθμῷ, καὶ τὰς νάπας ζυγῷ;» δι’ ὧν οἶμαι σαφῶς ἰδίοις μέτροις τῶν στοιχείων ἕκαστον περιγε‐ γράφθαι τὸν προφήτην διδάσκειν, τῆς περιεκτικῆς τοῦ | |
15 | Θεοῦ δυνάμεως, ἢν χεῖρα καὶ δράκα, καὶ σπιθαμὴν ὀνομάζει, ἰδικῶς ἕκαστον τῶν ὄντων ἐν τῷ καθήκοντι μέτρῳ περισφιγγούσης. Εἰ οὖν μεμέτρηται οὐρανὸς τῇ θείᾳ δυνάμει, καὶ τῇ χειρὶ τὸ ὕδωρ, καὶ τῇ δρακὶ πᾶσα ἡ γῆ, καὶ ζυγοστατοῦνται αἱ νάπαι, καὶ φανε‐ | |
20 | ρὸς τοῖς ὄρεσιν ἀφορίζεται σταθμὸς, ἀνάγκη πᾶσα μένειν ἕκαστον ἐπὶ τοῦ ἰδίου μέτρου καὶ σταθμοῦ, μήτε αὐξήσεως, μήτε κολοβώσεως ἐν τοῖς ὑπὸ τοῦ Θεοῦ μεμετρημένοις, καὶ ὑπ’ αὐτοῦ περιεχομένοις δυναμένης γενέσθαι. Εἰ οὖν μήτε προσθήκην, μήτε | |
25 | ἐλάττωσιν περὶ τὰ ὄντα συμβαίνειν ἡ προφητεία μαρ‐ τύρεται, πάντως ἐπὶ τῷ ἰδίῳ ἕκαστον μέτρῳ εἰσαεὶ διαμένει, τῆς τρεπτῆς φύσεως τῆς ἐν τοῖς οὖσι θεω‐ ρουμένης, πάντα εἰς ἄλληλα μεταβαλλούσης, καὶ ἕκα‐ στον εἰς τὸ ἕτερον ἀλλοιούσης, καὶ πάλιν ἀπ’ ἐκείνου | |
30 | διὰ μεταβολῆς τε καὶ ἀλλοιώσεως εἰς τὸ ἐξ ἀρχῆς αὖθις ἐπαναγούσης. Ἀλλ’ ὅτι μὲν ὁ ὑγρὸς οὗτος ἀτ‐ μὸς, ἐν τῷ φλογμῷ διαγενόμενος, εἰς τὴν γεώδη με‐ ταβαίνει ποιότητα, πρὸς τὸ ξηρὸν μεταβληθεὶς διὰ τῆς ἐξοπτήσεως, τοῦτο ἐν τοῖς προλαβοῦσι λόγοις ἐν | |
35 | τῷ κατὰ τὸ ἔλαιον ὑποδείγματι μετρίως νενόηται, σκοπεῖν δὲ τὸ μετὰ τοῦτο προσήκει, εἰ τῆς ὕλης τοῦ ἀτμοῦ πρὸς τὴν ἐναντίαν ἀλλοιωθείσης ποιότητα, δυ‐ νατόν ἐστιν ἄνω μένειν ἐκεῖνο τοῦ ἀτμοῦ τὸ λείψανον, ὅτι ποτὲ κατανοεῖ ὁ λόγος τὸ διὰ τῆς ἐξοπτήσεως μετα‐ ποιηθὲν, πρὸς τὸ λεπτότερόν τε καὶ ἀφανέστερον. Ἀλλὰ μὴν οἶμαι δυνατὸν εἶναι καὶ περὶ ἐκείνου διὰ | |
40 | τῶν γνωρίμων ὑμῖν ὑποδειγμάτων στοχάσασθαι. Οὐδὲ γὰρ ἐνταῦθα τὸ λεπτομερὲς τῆς λιγνύος εἰσαεὶ διαμέ‐ νει κατὰ τὸν ἀέρα μετέωρον, ἀλλ’ ὑπὸ τῆς ἀραιότητος τοῦ ἀέρος πρὸς τὸ συγγενὲς διαφύεται, γῇ καὶ τεί‐ χεσι καὶ τοῖς τοῦ ὀρόφου ξύλοις περιχρωννύμενον. | |
45 | Οὐκοῦν ἀκόλουθον καὶ περὶ ἐκείνου τὸ ἶσον ὑπολαβεῖν, ὅτι ὑπὸ τῶν πνευμάτων ἀνωσθεὶς ὁ ἀτμὸς εἰς τὸν ὑπερκείμενον καὶ φλογώδη χῶρον, καὶ ἐν τῇ μεταβολῇ τῆς ὑγρᾶς ποιότητος, τὸ ὑλικὸν διεσώσατο, ξηρὸς δὲ γενόμενος πρὸς τὸ συγγενὲς καθειλκύσθη καὶ ἀπεκα‐ | |
104(50) | τέστη γῇ. Ἑλκτικὴ γὰρ τῶν οἰκείων δύναμις ἑκάστῳ τῶν ὄντων ἐκ φύσεως ἔγκειται, ὡς μηδὲ ἔξω τοῦ ἀκο‐ λούθου τὴν τοιαύτην εἶναι ὑπόληψιν, ὅτι ξηρός τις καὶ γεώδης ὁ ἀτμὸς γενόμενος τὴν ποιότητα, τῇ ξη‐ ρότητι τῆς γῆς κατεμίχθη. Εἰ μὲν οὖν ἦν ἐλαιώδης | |
55 | πᾶσα τῆς ὑγρᾶς οὐσίας ἡ φύσις, πάντως ἂν ἐν τῷ παχυμερεῖ τῆς ποιότητος πρὸς τὸ μέλαν ἔτρεψε τῶν | |
τοιούτων ἀτμῶν τὴν χρόαν ἡ ἐξόπτησις· καὶ ἐπίδηλον | 103 | |
105 | ἂν πᾶσι τὸ γινόμενον ἦν, διὰ τοῦ δέχεσθαι τὸ εἶδος δεικνύμενον. Ἐπεὶ δὲ τὸ λεπτότατόν τε καὶ διειδέστα‐ τον τῆς τῶν ὑδάτων φύσεως ἐν τοῖς ἀτμοῖς γίνεται, οὔτοι δὲ κατὰ τὸν προαποδειχθέντα λόγον ἐναποθέμενοι | |
5 | τῷ πυρὶ τὴν ὑγρὰν ποιότητα, πρὸς τὸ ξηρὸν ἠλλοιώθη‐ σαν· ἀνάγκη πᾶσα, καθαρὸν τοῦτο καὶ ἀερῶδες οἴεσθαι, ὅτι ποτὲ καὶ εἶναι αὐτὸ καταλαμβάνει ἡ ἔννοια τὸ τῇ λε‐ πτότητι διαφεῦγον τὴν κατανόησιν. Εἰ δὲ τῆς τοῦ λόγου καταλήψεως ἀξιοπιστοτέραν οἴεταί τις τὴν αἴσθησιν, | |
10 | καὶ ζητεῖ τῷ ὀφθαλμῷ τοὺς ἀμερεῖς τε καὶ ἀφανεῖς ἐκείνους ὄγκους θεάσασθαι· ἔξεστι τῷ βουλομένῳ ναστὸν τῶν τοιούτων μορίων τὸν ἀέρα ἰδεῖν, ὅταν εἰσ‐ χεθεῖσα διὰ θυρίδος αὐτὸς, ἐκδηλότερον ποιήσῃ τοῦ ἀέρος ἐκεῖνο, ὅσον ἂν διὰ τῆς αὐγῆς καταλάμψῃ. | |
15 | Ὃ γὰρ ἐν τῷ λοιπῷ ἀέρι τοῖς ὀφθαλμοῖς ἐστιν ἀνέφ‐ ικτον, τοῦτο διὰ τῆς ἀκτῖνος ὁρᾶται ἐν πλήθει ἀπείρῳ κατὰ τὸν ἀέρα στρεφόμενον. Ὁ οὖν ἐπισχὼν τούτοις τὸν ὀφθαλμὸν, εὑρήσει ἀεὶ πρὸς τὸ κάτω τὴν τῶν λεπτῶν ἐκείνων φορὰν καταῤῥέουσαν. Τὸ δὲ ἐν | |
20 | τῷ μέρει τοῦ ἀέρος δεικνύμενον ἀπόδειξίς ἐστι τοῦ καὶ ἐν τῷ παντὶ τὸ τοιοῦτον εἶναι, ἐπειδὴ συνεχές ἐστι τὸ πᾶν ἑαυτῷ, καὶ ἐκ μερῶν συμπληροῦται τὸ ὅλον. Εἰ δὲ πάντοτε ἡ τῶν λεπτῶν τούτων καὶ ἀτό‐ μων φορὰ διὰ τοῦ ἀέρος ἐπὶ τὴν γῆν καταῤῥέει, φα‐ | |
25 | νερὸν δὲ ὅτι οὐ τὸ αἰθέριον εἶδος εἰς ταῦτα θρυπτό‐ μενον διασκίδναται (τὴν γὰρ εἰς τὰ λεπτὰ θρύψιν τε καὶ διάχυσιν ἡ τοῦ πυρὸς φύσις οὐ πάσχει)· ἀνάγκη πᾶσα ἐκείνων τὴν ὕλην κατιέναι πιστεύειν, ὧν τὴν ἄνοδον ὁ λόγος διὰ τῶν ἀτμῶν ἐθεώρησεν, ὥστε ὑγρὰ | |
30 | μὲν ὄντα ὑπὸ τῆς θερμῆς ἀνέλκεσθαι φύσεως, ἐκ‐ καυθέντα δὲ καὶ γεώδη γενόμενα, μηκέτι ἐν τῷ πυρὶ κρατεῖσθαι, ἀλλὰ πρὸς τὴν γῆν πάλιν ἀποκαθίστασθαι. Καθάπερ δὲ τῆς ἐν ἡμῖν τροφῆς εἰς λεπτήν τινα ποιότητα διὰ τῆς πέψεως ἀλλοιωθείσης, ᾧ ἂν ἐμπε‐ | |
35 | λάσει διὰ τῆς ἀναδόσεως μέρει τοῦ σώματος, ἐκείνου προσθήκη τὸ ἀναδιδόμενον γίνεται, καὶ ποικίλης οὔσης ἐν τῇ συστάσει τοῦ σώματος τῆς τῶν μελῶν διαφορᾶς ἐν τῷ ξηρῷ τε καὶ ὑγρῷ, καὶ τῷ καίοντι καὶ τῷ ψύχοντι· παρ’ ὧν ἂν γένηται τὸ τῆς τροφῆς μέρος, ἐκεῖνο γί‐ | |
40 | νεται, ὃ τὸ ὑποκείμενον κατὰ φύσιν ἐστὶν (τὸ γὰρ ἐπικρατοῦν εὐκαίρως τὴν λεπτότητα τῆς ἀναδόσεως ἑαυτῷ προσῳκείωσε)· τὸν αὐτὸν τρόπον ἀνεπαίσθη‐ τος γίνεται διὰ τῶν ἀμερῶν ἐκείνων ὄγκων ἡ ἀεὶ γινομένῃ τῇ γῇ προσθήκη. Διότι παντὶ τῷ ὑποκειμένῳ | |
45 | συμφυέντα, ὅπερ ἂν κατ’ οὐσίαν ᾗ τὸ δεχόμενον, πρὸς ἐκείνην ἠλλοιώθη τὴν φύσιν, καὶ ἐγένετο βῶλος ἐν βώλῳ, καὶ ψάμμος ἐν ψάμμῳ, καὶ λίθος ἐν λίθῳ, καὶ ἐν παντὶ πᾶν, ὅτιπερ ἂν τύχῃ τῶν στεῤῥοτέρων δεξά‐ μενον, πρὸς τὸ ἐπικρατοῦν μετετέθη. Εἰ δὲ δυσπα‐ | |
105(50) | ράδεκτον οἴεταί τις τοῦ λίθου τὴν ἀντιτυπίαν τῆς τοιαύτης προσθήκης, κἂν ὁ λόγος τὸ ἀκόλουθον ἔχῃ, ὅμως ἐγὼ πρὸς τοὺς ταῦτα φρονοῦντας, οὐδὲν οἶμαι δεῖν ἀντιμάχεσθαι. Οὐδὲν γὰρ ἕξει τὸ εἰκὸς ἡ θεωρία, διὰ πνευμάτων ἀπὸ τοῦ μὴ περιδεχομένου, πρὸς τὸ | |
55 | συμφυόμενον τῆς ἄνωθεν τοῦ γεώδους ἐπιῤῥοῆς μετα‐ πιπτούσης. Ἀλλ’ ἐρεῖ τις ἴσως μὴ πρὸς τὸν ἴδιον σκοπὸν βλέπειν τὸν λόγον ἡμῶν, ἀλλὰ προθέσθαι μὲν ἀποδεῖξαι τὴν ὑγρὰν φύσιν ἐπὶ τοῦ ἐξ ἀρχῆς μέτρου μέχρι παντὸς | |
διαμένουσαν, λαθεῖν δὲ τὶ ἐναντίον κατασκευάζοντα. | 105 | |
108 | Εἴτε γὰρ ἐν τῷ πυρὶ τὸ ἀναδιδόμενον μένοι, εἴτε καὶ ξηρανθὲν πάλιν ἐπὶ τὴν γῆν ἐπανέρχοιτο, ἴση καθ’ ἑκά‐ τερον ἡ τοῦ ὕδατος ἐλάττωσις ἔσται· καὶ οὐδὲν ἧττον διὰ τῆς κατασκευῆς ταύτης ἀναγκαία δείκνυται ἡ τοῦ | |
5 | ὑγροῦ περιουσία, διὰ τὸ πάντως εἰσαεὶ δαπανᾶσθαι. Οὐκοῦν ἀναγκαῖον ἂν εἴη πρὸς τὸν λόγον τοῦτον, πάλιν τὴν φύσιν τῶν ὄντων κατανοῆσαι, ὡς ἂν δι’ αὐτῆς ἡμῖν εὐοδωθείη πρὸς τὸν προκείμενον σκοπὸν τὸ θεώρημα. Τίς οὖν ἡ φύσις; Οὐδὲν τῶν στοιχειωδῶς ἐν τῇ | |
10 | συστάσει τοῦ περιγείου κόσμου θεωρουμένων ἄτρε‐ πτόν τε καὶ ἀναλλοίωτον παρὰ τοῦ Δημιουργοῦ τῶν ὅλων πεποίηται· ἀλλὰ πάντα ἐν ἀλλήλοις ἐστὶ, καὶ δι’ ἀλλήλων διακρατεῖται, τῆς τρεπτῆς δυνάμεως διά τινος ἐγκυκλίου περιφορᾶς πάντα | |
15 | εἰς ἄλληλα τὰ γεώδη μεταβαλλούσης, καὶ ἀπ’ ἀλλήλων εἰς ἑαυτὰ πάλιν ἐπαναγούσης· αὐτῆς δὲ τῆς ἀλλοιώσεως ἀπαύστως ἐν τοῖς στοιχείοις ἐνεργουμένης, ἀνάγκη πάντα εἰς ἄλληλα μετα‐ βαίνειν, ἐξιστάμενά τε ἀπ’ ἀλλήλων, καὶ πάλιν | |
20 | κατὰ τὸ ἶσον ἀλλήλοις ἐπεμβαίνοντα. Οὐ γὰρ ἄν τι τούτων φυλαχθείη ἐφ’ ἑαυτοῦ, εἰ μὴ ἡ πρὸς τὸ ἑτε‐ ρογενὲς ἐπιμιξία διακρατοίη τὴν φύσιν. Πῶς οὖν εἴ‐ ποι τις ἂν, διὰ τῶν τεσσάρων τὴν μεταβλητικήν τε καὶ ἀλλοιωτικὴν δύναμιν, περιοδεύειν κυκλεύουσαν; | |
25 | Οὐ γὰρ πάντα δι’ ἀλλήλων γίνεται, οὐδὲ δι’ ὁμαλοῦ ὁ τῆς ἀλλοιώσεως κύκλος, δι’ ἑκάστου τῶν ὄντων περιχωρεῖ, ἀλλὰ τὸ μὲν ὕδωρ πρὸς τὸν ἀέρα διὰ τῶν ἀτμῶν ἀνεχέθη, οἱ δὲ ἀτμοὶ τὴν φλόγα θρέ‐ ψαντες πάλιν ἀπεγεώθησαν, οἷόν τις σποδιὰ μετὰ | |
30 | τὸ τῷ πυρὶ καθομιλῆσαι γενόμενοι· ἡ δὲ γῆ ταῦτα δεξαμένη ἔστησεν ἐν ἑαυτῇ τὸν τῆς ἀλλοιώσεως δρόμον. Οὔπω γὰρ ἐξήτασται, εἰ ἡ τοῦ ὕδατος φύσις ἐκ γῆς ἔχει τὴν γένεσιν. Οὐκοῦν τούτῳ τῷ σκέμματι λείπεται, εἰ δυνατόν ἐστι τὴν γῆν εἰς | |
35 | ὕδατος μεταστῆναι φύσιν. Πάντως δὲ οὐδεὶς ἡμῖν ἀδολεσχίαν ἐπεγκαλέσει, δι’ ὧν ἂν ἦν δυνατὸν ἀνα‐ ζητοῦσι τὸ ἐν τοῖς εἰρημένοις ἀκόλουθον. Ὁρῶμεν τοίνυν πολλὰ τῶν ξηρῶν, αὐτομάτως ἔκ τινος φυσι‐ κῆς ἰδιότητος ὑγραινόμενα, οἷον ἐπὶ τῶν ἁλῶν | |
40 | ἔστιν ἰδεῖν, τῶν τε μεταλλευομένων, καὶ τῶν ἔκ τινος ὑγροῦ καταφρυγομένου συνισταμένων, ὧν ξη‐ ρότης μέν ἐστι τὸ ἰδίωμα, εἰ δέ τις αὐτῶν νοτία καθ‐ ίκοιτο, ἰκμαλέοι γίνονται, καὶ πρὸς τὴν ὑγρὰν ποιό‐ τητα τὸ ἐν σφίσι ξηρὸν μεταβάλλουσιν. Οὕτως | |
45 | ἔγνων καὶ τὴν τοῦ μέλιτος φύσιν ξηρὰν τρόπον τινὰ διὰ τῆς ὀπτήσεως γινομένην, καὶ πάλιν ἐκ περιστά‐ σεως τινος εἰς τὸ ὑγρὸν ἀναλύουσαν. Ἀλλὰ παρείσθω ταῦτα· κρεῖττον γὰρ ἐξ ἀρχῆς τινος ἀναγκαίας δοῦναι τὴν ἀκολουθίαν τῷ θεωρήματι. Οὐ μίαν γινώσκομεν | |
108(50) | ἐφ’ ἑκάστου τῶν στοιχείων ποιότητα, δι’ ἧς συμ‐ πληροῦται τὸ ὑποκείμενον, καὶ τοῦ ἀντιστοιχοῦντος ἀποχωρίζεται, ἀλλ’ ἐν διαφόροις ἕκαστον καταλαμ‐ βάνεται ταῖς ποιότησιν, ὧν αἱ μὲν ἀκοινωνήτως ἔχουσι πρὸς ἀλλήλας, αἱ δὲ κατὰ τὸ ἶσον ἐνθεωροῦν‐ | |
55 | ται, οἰκείως τε καὶ ἁρμοδίως ἔχουσαι πρὸς τὰς μαχομένας ἀλλήλαις ποιότητας· οἷον ἐπὶ τῆς γῆς καὶ τοῦ ὕδατος, ἀμίκτως μὲν ἔχουσι πρὸς ἀλλήλας ἡ ξηρότης τε καὶ ὑγρότης, ἐπίσης δὲ ἑκατέρᾳ τού‐ | |
των σύνεστιν ἡ ψυχρότης, ἑνοῦσα τρόπον τινὰ δι’ | 107 | |
109 | ἑαυτῆς τὰ μαχόμενα. Πάλιν χωρίζεται τὸ ὕδωρ ἐκ τοῦ ἀέρος, τῇ τοῦ ἐμβριθοῦς πρὸς τὸ κοῦφον ἐναν‐ τιότητι· ἀλλὰ καὶ τούτοις μεσιτεύει κατὰ τὸ ἶσον ἐν τῇ ἑκατέρου φύσει τὸ ὑγρὸν θεωρούμενον. Πάλιν | |
5 | διΐσταται τοῦ πυρὸς ὁ ἀὴρ, τῇ τοῦ θερμοῦ πρὸς τὸ ψυχρὸν μάχῃ ἐναντιούμενος· ἀλλὰ κοινωνεῖ τῇ κατὰ τὸ κοῦφον ποιότητι, καὶ τῆς φυσικῆς αὐτῶν ἐναν‐ τιότητος οἷόν τις καταλλάκτης ἡ κοινωνία τῆς ποιότητος γίνεται. Εἶτα τὸ πῦρ ἀπὸ τῆς γῆς τῷ βάρει καὶ τῷ κούφῳ κεχώρισται, ἀλλ’ ἡ ξηρότης ἀμφοτέρων ἐστὶ κοινὴ, καὶ διὰ ταύτης ἔνσπονδά πως ἀλλήλοις τὰ διεστῶτα | |
10 | γίνεται. Τί δὲ βουλόμενος ἐντεῦθεν τῆς ἐξετάσεως ἄρχομαι; ὅτι ἡ ψυχρότης ὁμοίως μὲν ἐνθεωρεῖται τῇ τε γῇ καὶ τῷ ὕδατι καὶ τῷ ἀέρι, πλείονι δὲ μοίρᾳ τῷ ὑγρῷ προσῳκείωται, συντηροῦσά πως ἐν ἑαυτῇ τὴν τοῦ ὕδατος φύσιν, διὰ τῆς πρὸς τὸ θερμὸν ἀντιπαθείας, τὴν ἐκ τοῦ ξηροῦ βλάβην ἀπαμβλύνουσα. Ὡς τοίνυν τῷ θερμῷ ξηρότης ἐμπέφυκε, καὶ οὐκ ἔστι μόνον ἐν τῷ ἑτέρῳ τὸ πῦρ δειχθῆναι· | |
15 | οὕτως εἰκός ἐστιν ἡνῶσθαι λέγειν τῷ ὑγρῷ τὴν ψυχρότητα, διὰ τὸ δεῖν ἑκατέρῳ τῶν τε ἐν τῷ πυρὶ θεωρουμένων εἶναι καὶ ἐν τῷ ὕδατι τὴν ἀντι‐ στοιχοῦσαν ποιότητα, ὥστε μάχεσθαι τῷ μὲν ξηρῷ τὴν ὑγρότητα, τῷ δὲ ψυχρῷ τὴν θερμότητα. Εἰ οὖν | |
20 | ἐπίσης τῷ ὑγρῷ συμπληρωτικὸν τῆς τοῦ ὕδατος φύσεως καὶ τὸ ψυχρὸν ἀπεδείχθη, ἀκόλουθον ἂν εἴη λογίζεσθαι, ὅτι τῆς ψυχρᾶς ποιότητος, καὶ τῇ γῇ φυσικῶς ἐγκειμένης δυνάμει, καὶ τὸ ὕδωρ ἐν τῇ γῇ ἐστι, καὶ ἡ γῆ ἐν τῷ ὕδατι. Ἡ γὰρ φυσικὴ τοῦ | |
25 | ὑγροῦ πρὸς τὸ ψυχρὸν συζυγία οὐκ ἐᾷ διαζευχθῆναι τοῦ ἑτέρου τὸ ἕτερον καθόλου· ἀλλὰ κἄν ποτε κατα‐ μόνας ἐφ’ ἑαυτοῦ τύχῃ τούτων ἑκάτερον, οὐκ ἀκριβῶς μόνον ἐστὶν, ἀλλὰ τῇ δυνάμει τὸ συναμφότερον ἐν τῷ ἑνὶ καθορᾶται. Ὥσπερ γὰρ τοῦ ὑγροῦ πρὸς τὸν | |
30 | ἀέρα διαχυθέντος, καὶ ἡ ψύξις τοῖς τῶν ὑγρῶν ἀτμῶν μορίοις ἐπηκολούθησεν· οὕτω τὸ ἔμπαλιν τῆς ψυ‐ χρότητος ἐν τῷ βάθει τῆς γῆς διαιτωμένης, οὐδὲ ἡ ὑγρότης τῆς συζύγου ποιότητος ἀπολείπεται, ἀλλ’ ἡ ψυχρὰ δύναμις φυσικῶς ἐγκειμένη τῇ γῇ, οἷόν τι | |
35 | σπέρμα τῆς τοῦ ὑγροῦ φύσεως γίνεται, ἀεὶ δι’ ἑαυ‐ τῆς τὴν συνημμένην ἑαυτῇ ποιότητα φύουσα, τῆς δὲ ἀλλοιωτικῆς ἐνεργείας τὴν γῆν, διὰ τῆς ἄγαν ψύξεως, εἰς ὕδατος γένεσιν μεταβαλλούσης. Τούτων δὲ εἰ μὲν τὸν λόγον ἡμᾶς τις ἀπαιτοίη, πῶς ἐνεργεῖ τὴν | |
40 | τοῦ στεῤῥοῦ πρὸς τὸ ὑγρὸν μεταβολὴν ἡ ἀλλοίωσις ἐπίσης, ἀμηχανήσομεν, ὡς καὶ ἐπὶ τῶν ἄλλων πάν‐ των. Πῶς γὰρ διαχεῖται τὸ ὕδωρ πρὸς τὸν ἀέρα, τῷ κούφῳ τὸ κατωφερὲς ἐποχούμενον· ἢ πῶς τὸ βάρος εἰς κοῦφον μετεποίησεν ἡ ἀλλοίωσις; Ταῦτα ὅτι μὲν | |
45 | γίνεται, τῇ αἰσθήσει καταλαμβάνομεν, λόγῳ δὲ παραστῆσαι τὰ ἔργα τῆς φύσεως ἀδυνατοῦμεν. Εἰ δέ τις τὴν πεῖραν εἰς μαρτυρίαν τῆς τοιαύτης ὑπολή‐ ψεως δέχοιτο, ἑτοίμως ἀποδείξομεν, μάρτυρας τοῦ λόγου τοὺς φρεωρύχους παράγοντες. Ἐπεὶ γὰρ τῶν | |
109(50) | ἐν βάθει καταλαμβανομένων ὑδάτων τὴν ἄνικμον γῆν διορύξωσιν, ἐπὶ τὸ κάτω προϊόντες τῇ ἐργασίᾳ, οὐκ εὐθὺς ἐντυγχάνουσι τῇ συστάσει τοῦ ὕδατος, ἀλλὰ πρῶτον μὲν τῇ ἀφῇ μετέχειν τινὸς ἰκμάδος τὴν γῆν ἐστοχάσαντο· εἶτα πρὸς τὸ μᾶλλον κατεψυγμένον | |
55 | διὰ τοῦ βάθους χωρήσαντες, πηλωδεστέραν τὴν βῶλον καταλαμβάνουσι· μετὰ τοῦτο πρὸς τὸ μᾶλλον κατ‐ εψογμένον βαθυνομένης τῆς ἐργασίας, ἱδρώς τις ἀμυδρὸς ἀποφαίνεται· εἶτα πόρου τινὸς ἐντμηθέντος | |
ὑπὸ τὸν πυθμένα τοῦ λίθου· ἔνθα μᾶλλον εἰκός ἐστι | 109 | |
112 | μηκέτι τὴν ἡλιακὴν θερμότητα διαδύεσθαι τῇ πυ‐ κνότητι τοῦ λίθου κωλυομένην· τότε λεπταί τινες τοῦ ὕδατος φλέβες διὰ τῆς ἐργασίας ἀνεστομώθησαν, ἀφ’ ὧν ἐν κύκλῳ περὶ τὸ βάθος τῆς συνδέσεως γινομένης, | |
5 | εὐθηνεῖται τὸ φρέαρ τῷ ὕδατι. Ὅπερ τοίνυν ἐνταῦθα γίνεται πρὸς τὴν χειροποίητον κοιλότητα, συνδοθεί‐ σης τῆς πανταχόθεν περὶ τὸ φρέαρ συνθλιβομένης ἰκμάδος, τοῦτο εἰκὸς ἐν παντὶ γίνεσθαι τόπῳ, καὶ τὸ διὰ τῆς λεπτῆς ἰκμάδος ἀεὶ συνδιδόμενον διὰ φλεβῶν | |
10 | τινῶν ἐπὶ τοὺς εὐρυτέρους ὀχετεύεσθαι πόρους, ἤδη τῆς λεπτῆς συῤῥοίας πρὸς ἑαυτὴν ἑνωθείσης. Οὕτως οὖν ἀπογεννᾶται τὸ ὕδωρ, τοῦ μὲν ψυχροῦ τὴν γῆν καθυγραίνοντος, τῆς δὲ ὑγρότητος τῆς ἐκ τοῦ ψυχροῦ συνισταμένης, καὶ ὅλην τὴν τοῦ ὕδατος φύσιν ἐν | |
15 | ἑαυτῇ τελειούσης. Ὅθεν ἀθροισθὲν ἤδη, καὶ ῥεῖθρον γενόμενον, ᾗπερ ἂν εὐοδωθῇ, κατ’ ἐκεῖνο τὴν γῆν. ἀνεστόμωσεν. Τοῦτο δὲ πηγὴ ὀνομάζεται. Τεκμήριον δὲ τοῦ καθηγεῖσθαι τὴν ψυχρότητα τῆς τῶν ὑδάτων γενέσεως, τὸ τοὺς πρὸς ἀρκτῴους τῶν τόπων καὶ | |
20 | μᾶλλον κατεψυγμένους εὐθηνεῖσθαι τοῖς ὕδασιν. Ἦ γὰρ ἂν ἐπίσης τὰ ἡλιούμενά τε καὶ νότια, διάβροχα τοῖς ὕδασιν ἦν, εἰ μηδὲν ἡ ἀπουσία τῆς ψύξεως τῇ γενέσει τῶν ὑγρῶν ἐνεπόδιζεν. Ὥσπερ δὲ τὸ ἐξ ὀμ‐ βρίας ὕδωρ ἀθροισθὲν μὲν ἐκ τῆς τῶν σταγόνων συῤ‐ | |
25 | ῥοίας, χειμάῤῥους γίνεται, εἰ δὲ αὐτὰς τὰς σταγόνας ἐφ’ ἑαυτῶν τις βλέποι, βραχύ τι καὶ ἀντ’ οὐδενὸς τὸ ἐν ἑκάστῃ φανήσεται· οὕτω καὶ ἡ τῆς κατὰ λεπτὸν κάτω‐ θεν ἀεὶ τοῦ ὑγροῦ συνισταμένης ποσότητος· ὅταν ἓν ἐκ πολλῶν ῥείθρων τὸ τῶν λεπτῶν ἄθροισμα γέ‐ | |
30 | νηται, τὸ τοιοῦτον εἰς ποταμοῦ φύσιν ἐκδίδοται. Ὁ δὲ ταύτας τὰς ὑπολήψεις παραγραφόμενος, πόθεν ἂν οἰηθείη τοὺς ἀεννάους τῶν ποταμῶν ἀναδίδοσθαι; Ἆρα μή τινας λίμνας ἐντὸς τῶν τῆς γῆς κόλπων ὑπονοήσειεν; Ἀλλὰ καὶ αὗται πάντως εἰ μὴ τὸ ἐπιῤ‐ | |
35 | ῥέον ἔχοιεν, ἐν βραχεῖ κενωθήσονται, ὥστε κατ’ ἀνάγκην καὶ ἄλλας τούτων ὑπερκεῖσθαι νομίσει· ἡ δὲ ἀκολουθία τοῦ λόγου, καὶ τὰς ἄλλας ἀναπληροῦν ἀναζητήσει· κἂν ἄλλας ὑπερκεῖσθαι λίμνας ἐκείνων ὑποτίθηται, καὶ τὸ τῶν ἄλλων πλήρωμα ποίας ἔχει | |
40 | τὰς ἀφορμὰς ἀναγκαίως διερευνήσεται. Καὶ οὕτως εἰς ἄπειρον προϊὼν ὁ λόγος οὐδαμοῦ στήσεται, λιμνῶν λίμνας ὑπερτιθείς· ἵνα αἱ πρὸς ταῖς πηγαῖς λίμναι μὴ ἐπιλείπωσιν, ἕως ἂν τῶν ἐσχάτων τὰς ἀφορμὰς καταλάβῃ, δι’ ὧν ἡ τοῦ ὕδατος γένεσις τὴν ἀρχὴν | |
45 | λαμβάνει. Ὅπερ τοίνυν εἰκός ἐστι τῆς πρώτης τοῦ ὕδατος φύσεως αἰτίαν ἐξευρεθῆναι, πολὺ ἂν εὐλογώτε‐ ρον εἴη τοῦτο περὶ τὴν τῶν πηγῶν σύστασιν ἐννοεῖν, καὶ μὴ τὰς ὑπογείους λίμνας φαντάζεσθαι, ἀφ’ ὧν εὐθὺς καὶ τὸ κατωφερὲς τῆς τοῦ ὕδατος φύσεως ἐξ | |
112(50) | ἐναντίου πρὸς τὸν λόγον ἵσταται. Πῶς γὰρ ἐπὶ τὸ ἄνω ῥυήσεται οὗ ἡ φύσις ἰδίαν ἔχει τὴν ἐπὶ τὸ κάτω φοράν; Ἔπειτα δὲ καὶ ὅσον τὸ μέγεθος τῶν λιμνῶν ἐκείνων ἡ διηνεκὴς τῶν τοσούτων ὑδάτων ἀποῤῥοὴ στοχάζεσθαι δίδωσιν, ὥστε τοσοῦτον προ‐ | |
55 | χεύουσαν ἐν τοσούτοις χρόνοις, ἀκένωτον μένειν, μη‐ δενὸς ἔνδοθεν τὸ ἐξιὸν ἀντεισάγοντος; Ἀλλὰ δῆλον ἂν εἴη διὰ τῶν ἐξητασμένων, ὅτι τῷ ποταμῷ μὲν οὐ λείπει ἡ χορηγία τοῦ ὕδατος, τῆς γῆς πρὸς τοῦτο | |
μεθισταμένης. Ὁ δὲ ὄγκος τῆς γῆς οὐκ ἐλαττοῦται | 111 | |
113 | διὰ τοῦ ὑπεξιόντος, τῆς πάντοτε γινομένης τῶν ξηρῶν ἀτμῶν μεταβολῆς, τὸ ἀεὶ μειούμενον ἐκ τοῦ ὄγκου ἀναπληρούσης. Ὧν γινομένων, οὐκέτ’ ἂν ἡμῖν ἡ εἰς ἄλληλα τῶν στοιχείων ἀλλοίωσις σκάζειν δοκοίη, ἀλλὰ δι’ ἀκολούθου δεσμεῖται ὁ λόγος, τὴν ἑκάστου πρὸς τὸ ἕτερον τροπὴν, γένεσιν ἐκείνου τοῦ εἰς | |
5 | ὃ μετεβλήθη βλέπων, καὶ τὴν ἀπ’ ἐκείνου πρὸς τὸ ἐξ ἀρχῆς πάλιν ἀποκατάστασιν. Οἷον τὸ ὕδωρ πρὸς τὸν ἀέρα διὰ τῶν ἀτμῶν ἀναχθὲν, ἀὴρ ἐγένετο· ὁ ἀὴρ ὑγρανθεὶς ἐν τῷ ὑπερκειμένῳ φλογμῷ κατεξηράνθη· τὸ γεῶδες τοῦ ὑγροῦ διὰ τῆς τοῦ πυρὸς φύσεως ἀπεκρίθη· τοῦτο ἐν τῇ γῇ γενόμενον διὰ τῆς ψυ‐ χρᾶς ποιότητος εἰς ὕδωρ μετεποιήθη· καὶ οὕτως ἀδιάλειπτος, καὶ ἀνωμένου καὶ οὐδενὸς πλεονάζοντος, ἀλλ’ ἐν τοῖς ἐξ ἀρχῆς μέτροις εἰς τὸ διηνεκὲς διαμένοντος. | |
10 | Οὐκοῦν ἄλλο τι παρὰ τὴν ὑγρὰν φύσιν τὰ ὑπερκείμενα τοῦ στερεώματος ὕδατα νοεῖν, ἡ τῶν ἐξετασθέντων ἀκολουθία δίδωσιν, εἴπερ τῷ μὴ τρέφεσθαι τῇ τοῦ ὑγροῦ δαπάνῃ τὴν τοῦ πυρὸς φύσιν ἐκ τῶν εἰρημένων κατενοήσαμεν. Δέδεικται | |
15 | γὰρ ἐν τοῖς ἐξητασμένοις, ὅτι τὸ θερμὸν τῷ ψυχρῷ οὐχὶ τρέφεται, ἀλλὰ σβέννυται· καὶ τὸ ὑγρὸν τῷ ξηρῷ ἀφανίζεται, οὐ πλεονάζει. Ἀλλ’ ἐπὶ τὸ ἕτερον τῶν ζητουμένων καιρὸς ἂν εἴη τρέψαι τὴν θεωρίαν, πῶς μετὰ τὴν τρίτην ἡμέραν πάντες οἱ κατ’ οὐρα‐ | |
20 | νὸν φωστῆρες πεποίηνται. Ὅτι μὲν οὖν ἑκάστου τῶν γινομένων θαυμάτων λόγος τις θεῖος καθηγεῖται προστακτικὸς, οὕτω τοῦ Μωσέως ἱστορικῶς ἡμᾶς τὰ ὑψηλὰ τῶν δογμάτων διδάσκοντος, ἐν τοῖς φθά‐ σασιν ἐξητάσαμεν λόγοις, ἐν οἷς τοῦτο κατενοήσα‐ | |
25 | μεν, τὸ μὴ πρόσταγμα εἶναι διὰ ῥημάτων γινόμενον τὴν θείαν φωνὴν, ἀλλὰ τὴν τεχνικήν τε καὶ σοφὴν δύναμιν ἑκάστου τῶν γινομένων, καθ’ ἣν ἐνεργεῖται τὰ ἐν τοῖς οὖσι θαύματα, τοῦτο λόγον Θεοῦ καὶ εἶναι καὶ λέγεσθαι, καὶ ὅτι παντὸς ἀθρόως τοῦ κατὰ τὴν | |
30 | κτίσιν πληρώματος ἐν τῷ πρώτῳ τοῦ Θεοῦ θελή‐ ματι συστάντος, ἡ ἀναγκαίως κατὰ τὴν ἐγκειμένην τοῖς οὖσι σοφίαν ἑπομένη τάξις, πρὸς τὴν ἑκάστου τῶν στοιχείων ἀνάδειξιν, τῶν θείων προσταγμάτων τὴν ἀκολουθίαν ἔχει. Συνελὼν γὰρ ἐν τῇ πρώτῃ τῆς | |
35 | αἰσθητικῆς κτίσεως ὑποστάσει, περιληπτικῇ φωνῇ, τὸ πᾶν ὁ Μωσῆς ἐνεδείξατο εἰπών· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Τὸ οὖν πλήρωμα τῶν ὄντων εἰπὼν ὅτι ἐποίησεν, καθεξῆς ἐν τάξει τινὶ φυσικῇ τὴν γινομένην ἑκάστου τῶν ὄντων | |
40 | ἀνάδειξιν ἐπισημειοῦται τῷ λόγῳ. Γέγονε τοίνυν μετὰ πάντων τὸ φῶς, ἀλλ’ οὐκ εὐθὺς προεφάνη τῶν πάντων, ἕως τὰ ἀφεγγῆ τῆς κτίσεως μέρη τῆς φω‐ τιστικῆς ἐπιπροσθοῦντα δυνάμεως ἔμενεν· ὁμοῦ δὲ τῷ δοθῆναι παρὰ τοῦ Θεοῦ τῇ κτίσει πρὸς τὴν δια‐ | |
45 | κόσμησιν αὐτῆς τὸ ἐνδόσιμον, ἡ πυρώδης τε καὶ φωτιστικὴ δύναμις τῆς κτίσεως προεφάνη ἐν τῷ κούφῳ καὶ εὐκινήτῳ τῆς φύσεως, προεξαλλομένη τῶν ἄλλων. Καὶ τέως μὲν ἦν πᾶσα περὶ ἑαυτὴν ἠθροισμένη καὶ περιπολοῦσα τὸ πᾶν· μετὰ τοῦτο δὲ | |
113(50) | πάλιν τοῖς ἰδίοις μορίοις πρὸς τὰ συγγενῆ τε καὶ κατάλληλα διακρίνεται. Δῆλον γὰρ ἐκ τῶν ὁρωμέ‐ νων, ὅτι οὐ μία τῆς φωτιστικῆς φύσεώς ἐστιν ἡ δύ‐ ναμις· ἀλλὰ τῷ μὲν γενικῷ λόγῳ ἕν τις ὀνομάζων φῶς τὸ ἐκ πάντων ἀθροιζόμενον, οὐκ ἂν ἁμάρτοι, ἐπεὶ καὶ ὁ θεῖος λόγος τῇ ἑνικῇ φωνῇ καταρχὰς τὸ πᾶν διασημαίνει, φῶς, οὐχὶ φῶτα γενηθῆναι προστάξας, | |
55 | Εἰ δὲ πρὸς τὰ φαινόμενα βλέποι τις, πολλὴν τὴν τῆς φωτιστικῆς δυνάμεως διαφορὰν ἐν τοῖς οὖσι κατόψεται. Ὅθεν καὶ ὁ Ψαλμῳδός φησιν· «Τῷ ποιήσαντι | |
φῶτα μεγάλα μόνῳ.» Καὶ, «Ἄλλη δόξα ἡλίου,» | 113 | |
116 | φησὶν ὁ Ἀπόστολος, «καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ,» ὡς πολλῆς πάντως τῆς κατὰ τὸ φῶς οὔσης διαφορᾶς. Εἰ γὰρ καὶ πάντα φωτίζειν πέφυκεν ὅσα ὁ | |
5 | Παῦλος ἀπηριθμήσατο, καὶ ἕκαστον ἐν ἰδιαζούσῃ τινὶ δυνάμει καὶ δόξῃ καταλαμβάνεται· καλῶς ἂν ἔχοι, ἒν φῶς τὰ πάντα κατὰ τὸν γενικὸν ὀνομάζεσθαι λό‐ γον, ἀσύγχυτον δὲ καὶ διῃρημένην τὴν ἐν τούτοις δια‐ φορὰν θεωρεῖν. Εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, | |
10 | οὐκ ἂν οἶμαι διαμαρτεῖν τῆς ἀκολουθίας τὴν ἡμετέραν ὑπόληψιν, εἰ τοῦτο ὑπολάβοιμεν νενοηκέναι τὸν Μωσέα· ὅτι καταρχὰς μὲν πᾶσα ἡ φωτιστικὴ δύναμις πρὸς ἑαυ‐ τὴν ἀθροισθεῖσα ἒν ἐγένετο φῶς· ἐπεὶ δὲ πολλή τις ἦν ἐν τῷ λεπτῷ τε καὶ εὐκινήτῳ παρὰ τὸ μᾶλλον καὶ ἧττον | |
15 | ἡ διαφορὰ ἐν τῇ τῶν ὅλων φύσει θεωρουμένη, ἤρκεσε τὸ τριήμερον χρόνου διάστημα, τὴν ἑκάστου τούτων διάκρισιν τρανῶς τε καὶ ἀσυγχύτως ἀπ’ ἀλλήλων ποιήσασθαι, ὥστε τὸ μὲν ἄκρως λεπτόν τε καὶ κοῦ‐ φον τῆς πυρώδους οὐσίας, καὶ καθαρῶς ἄϋλον, ἐν τῷ | |
20 | ἀκροτάτῳ γενέσθαι τῆς αἰσθητῆς κτίσεως (ὅπερ ἡ νοητή τε καὶ ἀσώματος διαδέχεται φύσις)· τὸ δὲ ἀργότερόν τε καὶ ναρκωδέστερον ἅπαν, ἐντὸς τῆς περιοχῆς τοῦ λεπτοῦ τε καὶ κούφου περὶ ἑαυτοῦ συστῆναι· τοῦτο δὲ πάλιν κατὰ τὴν διαφορὰν τῆς | |
25 | ἐγκειμένης αὐτῷ ἰδιότητος ἑπταχῆ μερισθῆναι· πάν‐ των τῶν καταλλήλων τε καὶ ὁμοφύλων τοῦ φωτὸς μορίων ἀλλήλοις κατὰ τὸ συγγενὲς συμφυέντων, καὶ ἀπὸ τῶν ἑτερογενῶς ἐχόντων διακριθέντων. Οὕτως οὖν ὅσον ἐν τῇ φωτιστικῇ οὐσίᾳ τῆς ἡλιακῆς φύσεως | |
30 | ἐνεσπαρμένων πάντων τῶν μορίων τούτων πρὸς ἄλ‐ ληλα συνδραμόντων, ἒν μέγα ἐγένετο· ὡσαύτως καὶ ἐπὶ τῆς σελήνης καὶ ἐφ’ ἑκάστου τῶν ἄλλων τῶν πε‐ πλανημένων καὶ τῶν κατεστηριγμένων ἀστέρων, ἡ πρὸς τὰ ὁμογενῆ τῶν ἑκάστου μορίων συνδρομὴ, ἔν τι | |
35 | τῶν φαινομένων ἐποίησεν· καὶ οὕτω τὰ πάντα ἐγένετο. Ἠρκέσθη δὲ ὁ μέγας Μωσῆς τὰ γνωριμώτερα μόνον ἐν τούτοις κατονομάσας, τὸν μέγαν φωστῆρα καὶ τὸν ἐλάσσω, τὰ ἄλλα πάντα γενικῶς προσειπεῖν τῷ τῶν ἀστέρων ὀνόματι. Εἰ δὲ κάμνῃ ἡμῶν ἡ τοῦ νοῦ παχύ‐ | |
40 | της, μὴ δυναμένη τῇ λεπτότητι συνεξελθεῖν τῆς θείας σοφίας, ξενιζέσθω μὲν μηδεὶς πρὸς τὴν πτωχείαν τῆς φύσεως ἡμῶν ἀποβλέπων, ᾗ ἀγαπητόν ἐστιν οὐ τὸ μηδενὸς διαμαρτεῖν, ἀλλὰ τὸ ἑνὸς γοῦν ἐπιτυχεῖν δυνηθῆναι. Ταῦτα δέ φημι πρὸς ἐκεῖνο βλέπων, τίς | |
45 | ὁ λόγος τοῦ τριημέρου τούτου διαστήματος, ὥστε τὸν τοσοῦτον χρόνον ἀρκέσαι πρὸς τὴν ἑκάστου τῶν ἐν τῷ φωτὶ θεωρουμένων διάκρισιν. Δῆλον γὰρ ὅτι πάν‐ τως ἐστί τις λόγος, κἂν κρείττων ᾖ τῆς ἡμετέρας ἐπόψεως, καθ’ ὃν συμβαίνει τὸ μέτριον τοῦ χρόνου | |
116(50) | τούτου πρὸς τὴν διάκρισιν τῆς φωτιστικῆς οὐσίας, τῇ μεμετρημένῃ παρατάσει τοῦ χρόνου, καὶ τῷ ποσῷ τῆς κατὰ τὴν κίνησιν τοῦ πυρὸς ἐνεργείας, τῆς τῶν φώ‐ των διαστολῆς ἐν τῇ τῶν φωστήρων ἰδιότητι διαιρε‐ θείσης, ὥστε τὰς ἀπείρους ταύτας τῶν φώτων διαφο‐ | |
55 | ρὰς πρὸς τὴν οἰκείαν θέσιν ἑκάστην ἀποκριθῆναι, ὑπὸ τῆς φυσικῆς ἰδιότητος ἐκεῖ ταχθείσας, ὅπου ἡ ἐγ‐ | |
κειμένη φυσικὴ δύναμις ἑκάστην ἤγαγεν, μηδεμιᾶς | 115 | |
117 | ἐν τούτοις ἀταξίας, ἢ συγχύσεως γενομένης, διὰ τὸ κεκρίσθαι ἐν αὐτοῖς ἐκ θείας σοφίας, κατὰ τὴν ἐν‐ τεθεῖσαν ἑκάστῳ φυσικὴν ἰδιότητα, τὴν ἀπαράβατον τάξιν, ὥστε τὴν μὲν ἀνωτάτω χώραν ἐπισχεῖν ἐκεῖνα | |
5 | τὰ πάσης ἀνωφεροῦς οὐσίας ἀνωφερέστερα· καὶ ἐν ἐκείνοις, πάλιν ἢ ἐν τῷ μέσῳ ταχθῆναι, ἢ νότια γε‐ νέσθαι τινὰ, ἢ πρὸς ἄρκτια, ἢ τὴν μεταξὺ χώραν καταλαβεῖν, ἢ τὸν γαλαξίαν, ἢ τὸν ζωδιακὸν κύκλον ἀναπληρῶσαι, καὶ πάλιν ἐν τούτῳ, ἢ ταύτην ἢ τὴν ἑτέραν τοῦ ἄστρου περιγραφὴν ἀπεργάσασθαι, καὶ ἐν τῷ ἄστρῳ πάλιν, μὴ κατὰ τὸ αὐτόματον ἕκαστον τῶν ἐν τῷ σχήματι κειμένων ἄστρων, ἢ ὧδε ἢ ὧδε τὴν | |
10 | θέσιν ἔχειν, ἀλλὰ ἰσομερῶς ἐγκειμένη αὐτῷ ἰδιότης ἀπήγαγεν, ἐκεῖ μένειν ἐν ἀμεταθέτῳ τῇ παγιότητι, τῇ τῆς ἰδίας φύσεως δυνάμει, κατὰ τὴν τοῦ πεποιηκότος σοφίαν περικρατούμενον. Ταῦτά ἐστι καὶ τὰ τοιαῦτα, πρὸς ἃ βλέπων ὁ νοῦς ἰλιγγιᾷ, καὶ τῆς ἰδίας νωθείας καταψηφίζεται, μὴ δυ‐ νάμενος ἐξευρεῖν τὸν λόγον, πῶς ἡ τριήμερος τοῦ χρόνου | |
15 | παράτασις πρὸς τὴν τοσούτων ἀστέρων διάκρισιν ἤρκε‐ σεν, ἢ πῶς διὰ τὴν ἄπειρον τῆς ἀπλανοῦς σφαίρας τῶν περιγείων ὑπόστασιν ἐν μέσῳ τοῦ παντὸς διαστήματος, τὴν ἡλιακὴν φύσιν ἡ μεγάλη τοῦ Θεοῦ σοφία κατ‐ έταξεν, ὡς ἂν μὴ τελείως ἐν τῷ σκότῳ διαβιῶμεν, | |
20 | τῆς ἐκ τῶν ἄστρων ἀπαυγαζομένης λαμπηδόνος πρὶν ἢ εἰς ἡμᾶς ἐλθεῖν ἐνδαπανωμένης τῷ μεταξὺ διαστή‐ ματι. Οὗ χάριν τὴν ἐκλαμπτικὴν τῆς ἡλιακῆς φύσεως δύναμιν τοσοῦτον ἡμῶν ὑπερέθηκεν, ὥστε μήτε ἀμαυροῦσθαι τὴν ἀκτῖνα τῷ πολλῷ διαστήματι, μήτε | |
25 | τῷ ἄγαν προσεγγισμῷ λυπηρὰν εἶναι, ἢ πῶς τὸ ὑλι‐ κώτερόν τε καὶ παχύτερον ἐκ τῶν ὑπερκειμένων, τὸ σεληναῖον σῶμά φημι, πρὸς τὸ κατώτερον κατεσπά‐ σθη, καὶ τὸν περίγειον χῶρον περιπολεῖ; οὗ μέση πως θεωρεῖται ἡ φύσις, τῆς τε ἀλαμποῦς, καὶ τῆς φωτι‐ | |
30 | στικῆς δυνάμεως κατὰ τὸ ἴσον μετέχουσα. Τὴν μὲν γὰρ οἴκοθεν λαμπηδόνα ἡ τῆς οὐσίας παχύτης ἀπήμ‐ βλυνε, τῷ δὲ ἀντιφωτισμῷ τῆς ἡλιακῆς ἀκτῖνος οὐ πάντη τῆς φωτιστικῆς ἠλλοτρίωται φύσεως. Ἀλλὰ τὸν μὲν λόγον τῆς ἐν ἑκάστῳ τῶν ὄντων φαινομένης σοφίας | |
35 | ἰδεῖν ἡ πτωχεία τῆς φύσεως ἡμῶν ἀδυνατεῖ, τὸ μέν‐ τοι κατὰ τὴν ἐκτεθεῖσαν παρὰ τοῦ νομοθέτου τάξιν ἐπὶ τῆς τῶν ὄντων κτίσεως, ἀκολουθίαν τινὰ τοῖς γεγονόσιν ἐνθεωρῆσαι, τούτοις οἶμαι δυνατὸν εἶναι, τὸ μετρίως πρὸς τὸ ἀκόλουθον ἐπισταμένοις βλέπειν, | |
40 | διά τινων στοχασμῶν ὁπωσοῦν κατανοῆσαι. Οὐκοῦν ἀναλάβωμεν τὴν τῶν γεγονότων ἀκολουθίαν. Ἔστι δὲ αὕτη· τοῦ καθολικοῦ τε καὶ γενικοῦ φωτὸς διὰ τὸ εὐκίνητον προφανέντος τῶν ἄλλων, ἐπηκολούθησε τοῦ στερεώματος περιγραφὴ, τῇ κυκλοτερεῖ περιόδῳ | |
45 | τοῦ πυρὸς ὁρισθεῖσα. Τῆς δὲ κούφης φύσεως τῶν βα‐ ρυτέρων ἀποκριθείσης, ἀκολούθως διαστέλλονται ἀπ’ ἀλλήλων αἱ βαρεῖαι ποιότητες, ἐν γῇ τε καὶ ὕδατι διακριθεῖσαι. Τῆς δὲ κάτω φύσεως διακοσμηθείσης, ἡ λεπτή τε καὶ κούφη καὶ μετέωρος οὐσία, διὰ τὸ | |
117(50) | μὴ πᾶσαν αὐτὴν ὁμοφυῶς πρὸς ἑαυτὴν ἔχειν, ἐν με‐ ταξὺ διαστήματι τοῦ παρῳχηκότος χρόνου, πρὸς τὰς ὁμογενεῖς ἰδιότητας ἐκ τοῦ κοινοῦ διακρίνεται, ἐν ᾗ τὸ ἄπειρον τῶν ἄστρων πλῆθος ἐξαπλωθὲν, κατὰ τὴν ἐγκειμένην ἑκάστῳ μέρει φυσικὴν ἰδιότητα, ἐπὶ τὸ | |
55 | ἀκρότατον τῆς κτίσεως ἀνατρέχει, καὶ ἐν τῷ ἰδίῳ ἕκαστον γίνεται τόπῳ, οὔτε παυόμενον τῆς ἀεικινή‐ του φορᾶς, οὔτε μετακινούμενον ἀπὸ τῆς ἐν ᾧ ἐστι θέσεως. Ἀλλ’ ἡ μὲν τάξις ἐν τούτοις τὸ ἀκίνητον | |
ἔχει, ἡ δὲ φύσις τὸ ἀεικίνητον. Ἐφεξῆς δὲ ἡ δευτε‐ | 117 | |
120 | ρονοῦσα μετὰ τὴν ὀξυτάτην κίνησιν ἐν τῇ ἰδίᾳ φορᾷ, τὸν ὑποβεβηκότα κύκλον διαλαμβάνει· καὶ πά‐ λιν ἐκ τρίτου καὶ τετάρτου καὶ ἕως ἑβδόμου πρὸς λόγον τῆς κατὰ τὸ τάχος φύσεως. Τοσοῦτον ὑποκατα‐ | |
5 | βαίνει τοῦ ἀνωτέρω ἕκαστον, ὅσον αὐτῷ σχολαιοτέρα τῶν ὑπερκειμένων ἡ φύσις ἐστὶ πρὸς τὴν κίνησιν. Ταῦτα οὖν γίνεται κατὰ τὴν τετάρτην ἡμέραν, οὐ τότε τοῦ φωτὸς δημιουργηθέντος, ἀλλὰ τῆς φωτιστικῆς ἰδιότητος περὶ τὸ κατὰ φύσιν ἑαυτῇ καὶ κατάλληλον | |
10 | ἀθροισθείσης· τά τε ἄλλα ἐξεφάνη τῶν ἀστέρων, καὶ οἱ ἐν μείζονι ὄγκῳ περὶ τὰ λοιπὰ καθορώμενοι, ὁ ἥλιός τε καὶ ἡ σελήνη, ὧν ἡ μὲν γένεσις, ἐν τῇ πρώτῃ καταβολῇ, τοῦ φωτὸς τὰς ἀφορμὰς ἔσχεν, ἡ δὲ σύ‐ στασις ἑκάστου (ἐπειδὴ πάντως ἐν χρόνῳ κινεῖται πᾶν | |
15 | τὸ κινούμενον, καὶ δεῖ τὴν τῶν μορίων πρὸς ἄλληλα συνδρομὴν, καὶ χρονικοῦ τινος διαστήματος) ἐν ταῖς τρισὶν ἡμέραις ἐτελειώθη· ὡς μηδὲν ἔξω τῆς ἀκολου‐ θίας παρὰ τοῦ μεγάλου Μωσέως ἐν τῇ τῶν ὄντων διασκευῇ γεγράφθαι, εἰ πάντων κατὰ τὸ ἀθρόον παρὰ | |
20 | τῆς τοῦ Δημιουργοῦ δυνάμεως ὑλικῶς προκαταβεβλη‐ μένων, πρὸς τὴν τῶν ὄντων σύστασιν, ἡ μερικὴ τῶν ἐν τῷ κόσμῳ τεθεωρημένων ἀνάδειξις, τάξει τινὶ φυσικῇ καὶ ἀκολουθίᾳ ἐν ῥητῷ διαστήματι ἐτελειώθη· τότε μὲν ἀθρόου τοῦ φωτὸς ἐκφανέντος, νῦν δὲ πάσης | |
25 | τῆς φωτιστικῆς φύσεως ἰδικῶς διαφανείσης, ὧν ἐστι καὶ ὁ ἥλιος, καὶ ἡ σελήνη. Καὶ ὥσπερ ἐπὶ τῶν ῥευ‐ στήν τινα δύναμιν ἐχόντων, κἂν πάντα ῥέῃ, οὐ πάν‐ τως ὁμογενῶς ἔχει πρὸς ἄλληλα, ἀλλά τίς ἐστιν ἑκά‐ στῳ διαφορὰ πρὸς τὸ ἕτερον, οἷον ἐν ἐλαίῳ καὶ | |
30 | ὑδραργύρῳ καὶ ὕδατι, ἅπερ εἴ τις ἀναχέας πάντα πρὸς ἄλληλα ἑνὶ περιβάλοι ἀγγείῳ, βραχέος ἐγγε‐ νομένου χρόνου, πρῶτον ὄψεται τὴν ὑδράργυρον, διὰ τὸ βαρυτέραν τε καὶ κατωφερεστέραν εἶναι τῶν ἄλ‐ λων, τοῖς ἰδίοις συμφυομένην μορίοις, κἂν πανταχῆ | |
35 | ταῦτα διεσκεδασμένα τύχῃ· ἔπεκτα τὸ ὕδωρ πρὸς ἑαυτὸ συναγόμενον· εἶτα τοῦ ἐλαίου τὰ μόρια πᾶσι τοῖς ὑποκειμένοις ἐπιπολάζοντα, καὶ περὶ ἑαυτὰ συν‐ ιστάμενα· οὕτως οἶμαι δεῖν καὶ περὶ τῆς προκει‐ μένης θεωρίας στοχάζεσθαι, τοσοῦτον ὑπαλλάξαντας | |
40 | μόνον τοῦ ὑποδείγματος, ὥστε τὸ ἐν τοῖς ῥευστοῖς ὧδε διὰ τοῦ βάρους γινόμενον, ἐπὶ τῆς ἀνωφεροῦς φύσεως κατὰ τὸ ἔμπαλιν θεωρῆσαι. Πάντων γὰρ ἀναφερομένων ὑπὸ κουφότητος ἅμα τῇ πρώτῃ τῶν ὄντων καταβολῇ, ὡς εἶχε τάχους ἕκαστον κατὰ τὴν ἐγκειμένην τοῖς πᾶσιν ἐκ φύσεως δύναμιν, ἀκόλουθον ἦν τῷ ἰσοδρομοῦντι ἀλλήλοις πάντα συνδραμεῖν, καὶ οὕτω διακριθῆναι κατὰ τὴν τοῦ τάχους διαφορὰν ἀπ’ ἀλλήλων, τῶν ὡσαύτως πεφυκότων τε καὶ δυναμένων. | |
45 | Ὥσπερ οὖν ἐπὶ τοῦ ὑποδείγματος ἡ τῶν ῥευ‐ στῶν τούτων διάκρισις οὐκ ἐποίησε διὰ τῆς διαστο‐ λῆς τὰς ὕλας, ἀλλὰ τὰς γεγενημένας καὶ ἐν ἀλλήλαις κεχυμένας καθαρῶς ἑκάστην ἀπὸ τῆς ἄλλης διακρι‐ θεῖσαν ἀνέδειξεν· οὕτω καὶ μετὰ τὸ τριήμερον τοῦ | |
120(50) | χρόνου διάστημα οὐχ. ἐγένετο ἡ φωτιστικὴ τοῦ ἡλίου φύσις καὶ δύναμις, ἀλλὰ διακεχυμένη πρὸς τὸ πᾶν πρὸς ἑαυτὴ διεκρίθη. Εἰ δέ τις ἡμᾶς ἐπαιτοίη καὶ περὶ τοῦ τρίτου οὐρανοῦ λόγον, ὃν ὁ Μωσῆς μὲν οὐκ ἔγραψεν, Παῦλος δὲ εἶδεν, καὶ ἐν αὐτῷ καθάπερ ἐν | |
55 | ἀδύτοις τισὶ τῆς σοφίας γενόμενος, τῶν ἀῤῥήτων ἐπ‐ | |
ηκροάσατο, τοῦτό φαμεν, ὅτι οὐκ ἔξω τῶν ἐξητασμέ‐ | 119 | |
121 | νων ὁ τρίτος ἐκεῖνος οὐρανός ἐστι. Δοκεῖ γάρ μοι ὁ μέγας Ἀπόστολος ὁ πᾶσι τοῖς ἔμπροσθεν ἑαυτὸν ἐπεκτείνων, διαβὰς πάσης τῆς αἰσθητῆς φύσεως τοὺς ὅρους, εἰς τὴν νοητὴν κατάστασιν παρεισδῦναι, οὐ | |
5 | σωματικῆς ἀκριβῶς γινομένης αὐτῷ τῆς τῶν νοητῶν θεωρίας. Τοῦτο γὰρ καὶ αὑτὸς τῷ ἰδίῳ λόγῳ παρα‐ σημαίνεται εἰπὼν, ὅτι «εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα· ὁ Θεὸς οἶδεν ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ.» Τὸ οὖν ἀκρότατον | |
10 | τοῦ αἰσθητοῦ κόσμου τρίτον οἶμαι οὐρανὸν προειρη‐ κέναι τὸν Παῦλον, τριχῆ μὲν τεμόντα πᾶν τὸ φαινόμε‐ νον, κατὰ δὲ τὴν συνήθειαν τῆς Γραφῆς, ἕκαστον τῶν τμημάτων τούτων οὐρανὸν ὀνομάσαντα. Ὁ γὰρ τῆς Γραφῆς λόγος, ἐν καταχρήσει τινὶ ῥημάτων, ἕνα | |
15 | μὲν οὐρανὸν ὀνομάζει, τὸν ὅρον τοῦ παχυμερεστέρου ἀέρος, μέχρις οὗ καὶ νέφη καὶ ἄνεμοι καὶ ἡ τῶν ὑψιπετῶν ὀρνέων φέρεται φύσις. Καὶ γὰρ καὶ νεφέ‐ λας οὐρανοῦ λέγει, καὶ πετεινὰ οὐρανοῦ· καὶ οὐχ ἁπλῶς οὐρανὸν λέγει τοῦτον, ἀλλὰ καὶ μετὰ τοῦ | |
20 | στερεώματος. Λέγει γὰρ, «Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ.» Εἶτα τὸ ἕτε‐ ρον, οὐρανόν τε καὶ στερέωμα κατονομάζει, τὸ μετὰ τὴν ἀπλανῆ σφαῖραν περὶ τὸ ἐντὸς θεωρούμενον, ἐν | |
25 | ᾧ οἱ πλανῆται τῶν ἀστέρων διαπορεύονται. Λέγει γὰρ, ὅτι «Ἐποίησεν ὁ Θεὸς τοὺς φωστῆρας τοὺς μεγάλους, καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς.» Παντὶ δὲ πρό‐ δηλον τῷ ὁπωσοῦν ἐπεσκεμμένῳ τὴν τοῦ παντὸς διακόσ‐ | |
30 | μησιν, ὅσον ὑποβέβληκε ταῦτα περὶ τὴν ἄνω φορὰν, καὶ αὐτὸ δὲ τὸ ἀκρότατον τοῦ αἰσθητοῦ κόσμου, ὃ μεθόριον τῆς νοητῆς κτίσεως, στερέωμά τε καὶ οὐρανὸν ὀνομάζει. Ὁ οὖν ἐπιθυμητὴς τῶν ὑπὲρ λόγον, καὶ σκοπῶν καθὼς καὶ ἡμῖν ἐγκελεύεται μηδὲν τῶν βλεπο‐ | |
35 | μένων· ὅτι τὰ μὲν βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια ὅπου αὐτὸν ἡ ἐπιθυμία ἐπῆρεν, ἐκεῖ ἐγένετο ὑψωθεὶς τῇ δυνάμει. Τοῦτο ἐπιθυμητὸν αὐτῷ προδεικνύντος, καὶ ἀντὶ εἰπεῖν, Οἶδα ἄνθρωπον πᾶσαν τὴν αἰσθητὴν διαβάντα κτίσιν, | |
40 | καὶ ἐν τοῖς ἀδύτοις τῆς νοητῆς γενόμενον φύσεως· ἐπειδὴ ἐκ παιδὸς τὰ ἱερὰ γράμματα οἶδεν, ταῖς γρα‐ φικαῖς φωναῖς διασημαίνει τὸ ὄνομα, τρίτον οὐρα‐ νὸν ὀνομάσας τὴν τῶν τριῶν τούτων τῶν ἐν τῷ παντὶ θεωρουμένων τμημάτων διέξοδον· κατέλιπε | |
45 | γὰρ τὸν ἀέρα· παρέδραμε καὶ τὴν διὰ μέσου τῶν ἀστέρων κυκλοφορίαν· ἐπέρασε δὲ καὶ τὴν ἄκραν τῶν αἰθερίων ὅρων περιβολὴν, καὶ ἐν τῇ στασίμῳ καὶ νοητῇ φύσει γενόμενος, οἶδε τὰ τοῦ παραδείσου κάλλη, καὶ ἤκουσεν ἃ ἀνθρωπίνη φύσις οὐ φθέγγεται. Ταῦτά | |
121(50) | σοι, ὦ ἄνθρωπε τοῦ Θεοῦ, περὶ τῶν προβληθέντων ἡμῖν παρὰ τῆς συνέσεώς σου ἀπεκρινάμεθα, μήτε τι τῆς γραφικῆς λέξεως εἰς τροπικὴν ἀλληγορίαν μεταποιήσαντες, μήτε παριδόντες τι τῶν ἀντιτε‐ θέντων ἡμῖν ἀνεξέταστον· ἀλλ’ ὡς ἦν δυνατὸν | |
55 | μενούσης τῆς λέξεως ἐπὶ τῆς ἰδίας ἐμφάσεως, τῷ τῆς φύσεως εἱρμῷ διὰ τῆς θεωρίας τῶν ὀνομά‐ | |
των ἠκολουθήσαμεν, δι’ ὧν τὸ μηδὲν ὑπεναντίως | 121 | |
124 | ἔχειν τῶν δοκούντων κατὰ τὴν ἐπιπολαιοτέραν ἀνά‐ γνωσιν, ἃ συμφωνεῖν ἀλλήλοις, καθὼς ἦν δυνατὸν, ἀπεδείξαμεν· τοῖς δὲ λοιποῖς ἐπεξιέναι τῶν κατὰ τὴν ἑξαήμερον κοσμογονίαν πεποιημένων, μάταιον | |
5 | ἐνομίσαμεν, τῆς ὑψηλῆς τοῦ διδασκάλου φωνῆς μη‐ δὲν τῶν ζητουμένων εἰς θεωρίαν παραλειπούσης· πλὴν τῆς τοῦ ἀνθρώπου κατασκευῆς, ἢν ἡμεῖς ἐν ἰδιάζοντι βιβλίῳ πρὸ τούτων πονήσαντες, ἀπεστείλα‐ μέν σου τῇ τελειότητι, τοῦτο καὶ ἐν ἐκείνῳ τῷ λόγῳ | |
10 | καὶ ἐν τῷ παρόντι, σέ τε καὶ πάντας τοὺς ἐντυγχά‐ νοντας παραιτούμενοι, τὸ μὴ οἴεσθαι ἡμᾶς ἀντεγεί‐ ρειν ἑαυτοὺς ταῖς τοῦ διδασκάλου σπουδαῖς· ἀλλ’ ἐκεῖ μὲν ἀναπληροῦντας ὡς ἦν δυνατὸν τὰ ἐλλείμματα, προσθεῖναι τὴν εἰς τὸν ἄνθρωπον θεωρίαν τοῖς κατὰ | |
15 | τὴν Ἑξαήμερον πονηθεῖσιν αὐτῷ· ἐνταῦθα δὲ διὰ τοὺς ἐπιζητοῦντας ἐν τοῖς γραφικοῖς νοήμασι τὸ ἀκό‐ λουθον, ταῦτα γράψαι προθυμηθῆναι, ὡς ὁμοῦ τε τὴν λέξιν ἐπὶ τῶν γεγραμμένων φυλάττεσθαι, καὶ τὴν φυσικὴν θεωρίαν συναγορεύειν τῷ γράμματι. Εἰ δὲ | |
20 | ἐλλειπῶς ἔχει τὰ εἰρημένα, φθόνος οὐδεὶς παρά τε τῆς σῆς συνέσεως, καὶ παρὰ ἑκάστου τῶν ἐντυγχα‐ νόντων ἐξεργασθῆναι τὰ λείποντα. Οὐδὲ γὰρ τῶν πλουσίων τὴν δωροφορίαν ἐκώλυσεν ἡ τοῖν δυοῖν ὀβο‐ λοῖν γεγενημένη παρὰ τῆς χήρας ἐπίδοσις· οὔθ’ ὅσοι | |
25 | τὰ δέρματα, καὶ τὰ ξύλα, καὶ τὰς τρίχας τῷ Μωσῇ πρὸς τὴν σκηνοποιίαν εἰσήνεγκαν, ἐμπόδιον τοῖς τὸν χρυσὸν καὶ τὸν ἄργυρον, καὶ τοὺς τιμίους τῶν λίθων ἀνατιθεῖσιν ἐγένοντο. Καὶ ἡμεῖς τοίνυν ἀγαπήσομεν εἰ ἐν τριχῶν τάξει τὰ παρ’ ἡμῶν κριθείη, μόνον | |
30 | γένοιτο διὰ τῆς ὑμετέρας πορφύρας, τῆς τῷ χρυσίᾳ συμπλεκομένης, ἐπιτεθῆναι τῷ λόγῳ τὸν ἐπενδύτην, ᾧ ὄνομά ἐστι, Λόγιόν τε καὶ Δήλωσις καὶ Ἀλήθεια, καθώς φησι καὶ ὁ Μωσῆς ὁ τὰ τοιαῦτα κατασκευάζων τῷ ἱερεῖ περιβόλαια, κατὰ τὴν ὑφήγησιν τοῦ Θεοῦ, ᾧ πρέπει ἡ δόξα, καὶ τὸ κράτος σὺν τῷ μονογενεῖ Υἱῷ καὶ τῷ παναγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν | |
35 | αἰώνων. Ἀμήν. | 123 |