TLG 2017 077 :: GREGORIUS NYSSENUS :: Liber de cognitione dei (= Θεογνωσία) (fragmenta ap. Euthymium Zigabenum, Panoplia dogmatica) [Sp.]

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

Liber de cognitione dei (= Θεογνωσία) (fragmenta ap. Euthymium Zigabenum, Panoplia dogmatica) [Sp.]

Citation: Volume — page — (line)

130

.

28

(46)

Εἴπερ ἐκ τῆς τῶν ἁπλῶν στοιχείων συνουσίας, γῆς λέγω, καὶ ὕδατος, καὶ ἀέρος, καὶ πυρὸς, ἢ τῶν λε‐ γομένων ἀτόμων κατ’ Ἐπίκουρον τὰ ἐγκόσμια γεγέ‐ νηται, εὑρεθήσεται τὸ γεννητὸν τοῦ ἀγεννήτου, καὶ

130

.

28

(50)

τὸ ποιηθὲν τοῦ ποιήσαντος ἀσυγκρίτως κρεῖττον, καὶ τιμιώτερον, καὶ τοσοῦτον ὅσον ὁ ἄνθρωπος τῶν ἁπλῶν στοιχείων καὶ τῶν εἰρημένων ἀτόμων δια‐ φορώτερος. Πῶς δ’ ἂν καὶ κατὰ φύσιν ἐναντία συν‐ έδραμον ἀβλαβῶς εἰς ἑνὸς κόσμου συμπλήρωσιν;
55Πῶς δ’ ἂν καὶ συνεφώνησαν οὐκ ἔχοντα βούλησιν, ἢ λόγον; Ἢ πῶς τῷ ἀνθρώπῳ λόγον ἀνέθηκαν τὰ παντελῶς ἄψυχα, καὶ ἄλογα, καὶ ἀναίσθητα; Ἔδει
δὲ καὶ ᾧ τὸ πλέον τῆς σφετέρας οὐσίας ἀπεκλήρω‐

130

.

29

σαν, ἐλέφαντά φημι, ἢ εἴ τι τούτου μεῖζον, ἐκείνῳ μᾶλλον συναποκληρῶσαι καὶ τὸ κατὰ πάντων τῶν ὑποδεεστέρων ἡγεμονικὸν καὶ βασιλικόν. Ἀλλὰ μὴν τὸ πολλῷ τούτων λειπόμενον κατὰ σωματικὸν μέ‐
5γεθος καὶ ῥώμην ὁ ἄνθρωπος ἐκείνου κατάρχει διὰ τὸν λόγον, ὃν ἐκ τοῦ λόγον ἔχοντος Δημιουργοῦ πάν‐ τως κατεπλούτησε. Πῶς δ’ ἂν καὶ ἐκ τῶν εἰκῇ καὶ ὡς ἔτυχε φερομένων τὰ τεταγμένα γεγονέναι λέ‐
γοιντο;

130

.

257

(47)

Ὁ νόμος μὲν, καὶ οἱ προφῆται, ὧν ἦν Χριστὸς πλήρωμα, τὰ περὶ τούτου πάντα λεπτομερῶς ἀνε‐ γράψαντο, καὶ μὴν καὶ περὶ τῆς ἁγίας Τριάδος. Παρ‐

130

.

257

(50)

εντέθεινται δὲ σποράδην, καὶ ἀσαφείᾳ συνεσκιάσθη‐ σαν τὰ πολλὰ κατὰ θείαν πρόνοιαν, ἵνα μὴ νηπιό‐ φρονες ἔτι ὄντες Ἰουδαῖοι, καὶ μήπω νοεῖν ὑψηλότερα δυνάμενοι, εἰς ἀναξίας ὑπολήψεις ἐκκλίνωσι, καὶ πάθεσι τὸ ἀπαθὲς ἀπαγάγωσι. Καὶ γὰρ ἐν Χωρὴβ
55τοῦ Θεοῦ λαλεῖν πρὸς αὐτοὺς ἀρξαμένου, παρῃτή‐ σαντο τὴν τοιαύτην φωνὴν δι’ οἰκείαν ἀσθένειαν, εἰπόντες· Οὐ προσθήσομεν ἀκοῦσαι τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα οὐκ
ὀψόμεθα ἔτι, οὐδ’ οὐ μὴ ἀποθάνωμεν. Καὶ εἶπε

130

.

260

Κύριος πρός με, φησὶν ὁ ταῦτα γράψας Μωσῆς· Ὀρθῶς πάντα ὅσα ἐλάλησα Προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σὲ, καὶ δώσω τὸ ῥημά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐ‐
5τοῖς, καθότι ἂν ἐντείλωμαι αὐτῷ. Ταῦτα μὲν οὕτως· ὁ δὲ νοῦς τῶν ῥημάτων, ὅτι Ἐπειδήπερ οὐ δύνανται νῦν ἀκούειν, προφήτην ἀναστήσω αὐτοῖς, καὶ τὰ ἑξῆς, ὃς ἀναγγελεῖ αὐτοῖς ὅσα τό γε νῦν ἔχον οὐκ ἰσχύουσι παραδέξασθαι. Ἐκ τούτων οὖν εἰσι τὰ περὶ
10Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, καὶ τὰ περὶ τῆς θείας ἐνανθρωπήσεως, καὶ ἁπλῶς ὅσα διὰ τοῦ Εὐαγγελίου νενομοθέτηται. Τὸ γὰρ ὥσπερ σὲ, τὴν ὁμοίωσιν κατὰ τὸ νομοθετεῖν ἐμφαίνει μᾶλλον. Ἀλλ’ Ἰησοῦς μὲν ὁ τοῦ Ναυῆ οὔτε τοιαύτης οἵας ὁ Μωϋσῆς
15ἠξιώθη θεοφανείας, οὔτε νομοθέτης, ὡς ἐκεῖνος, ἐγέ‐ νετο, οὔτε χάριν εὗρεν ὅσην ἐκεῖνος.
19Ὁ δὲ Χριστὸς κατὰ τὸ νομοθετεῖν ὅμοιος ἐκείνῳ
20γενόμενος, τἄλλα πάντα διαφερόντως ὡς Δεσπότης ὑπέρκειται. Ὅτι δὲ οὐχ ὁ τοῦ Ναυῆ υἱὸς ἦν ὁ ἀνα‐ στησόμενος προφήτης, ἄκουσον. Εἴρηκε Μωϋσῆς ἐν τῷ Δευτερονομίῳ πρὸς τὸν λαὸν, ὅτι Προφήτην ἀνα‐ στήσει Κύριος ὁ Θεός σου ἐκ τῶν ἀδελφῶν ἡμῶν,
25καὶ τὰ ἑξῆς. Ὁ δὲ τοῦ Ναυῆ πρὸ πολλοῦ ἦν κεχει‐ ροτονημένος ὑπὸ τοῦ Θεοῦ διὰ τῶν χειρῶν Μωϋσέως, ὡς τὸ Λευϊτικὸν ἱστορεῖ. Λοιπὸν οὖν ἕτερος ὁ ἀνα‐ στησόμενος παρὰ τὸν ἀναστάντα. Ἀλλ’, ὡς ἔοικεν, ἀγνοοῦσιν οἱ Ἰουδαῖοι τὸ γεγραμμένον κατὰ τὸ
30συμπέρασμα τοῦ Δευτερονομίου μετὰ τὸν θάνατον τοῦ Μωϋσέως, ὅτι καὶ Οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωϋσῆς, ὃν ἔγνω Κύριος πρόσωπον κατὰ πρόσωπον. Ἔδει μὲν οὖν ὅτε πρὸς τὸν Μωϋσῆν εἶπεν ὁ Θεὸς, ὅτι Προφήτην ἀναστήσω αὐτοῖς, τότε
35τοῦτο καὶ τὸν Μωϋσῆν εἰπεῖν πρὸς τὸν λαόν. Ἀλλ’ αὐτὸς ἐν Χωρὴβ τοῦτο μαθὼν, ὕστερον εἶπεν αὐτὸ πρὸς τὸν λαὸν κατὰ τὸ Δευτερονόμιον, οἰκονομικῶς ἀναμένων τὴν Ἰησοῦ τοῦ Ναυῆ προχείρισιν, ἵνα μὴ τοῦτον εἶναι τὸν εἰκότα προφήτην ὑπολαμβάνωσι·
40μετὰ μέντοι τὴν αὐτοῦ χειροθεσίαν τότε τοῦτο κατε‐ μήνυσε τῷ λαῷ. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον. Μυρίων δὲ χρήσεων οὐσῶν τῶν τε προκαταγγελουσῶν τὰ περὶ Χριστοῦ, καὶ τῶν ἀπαγγελουσῶν περὶ τῆς ἁγίας Τριάδος, τὰ πολλὰ μὲν ἐάσομεν, καὶ μᾶλλον ὅσα
45παρερμηνεύειν οὗτοι κακοήθως ἐπιχειροῦσιν, ἵνα μὴ δῶμεν θύραν καὶ διατριβὴν ταῖς πονηραῖς ἀντιῤ‐ ῥήσεσιν· Πᾶς γὰρ οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσι, καὶ σκληροκάρδιοι, φησὶν Ἰεζεκιήλ· Ὀλίγα δὲ προ‐ χειρισόμεθα σαφῆ τε καὶ ἀναντίῤῥητα, καὶ ὅσα

130

.

260

(50)

τούτους ἢ πάντως ἐθελοκωφοῦντας, ἢ ἀνοηταίνοντας ἀπελέγξουσι.
52tΒίβλου Γενέσεως.
53 Καὶ εἶπεν ὁ Θεὸς, Ποιήσωμεν ἄνθρωπον κατ’ εἰ‐ κόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν. Ὁ Πατὴρ δηλο‐
55νότι πρὸς τοὺς ἐκ τῆς οὐσίας αὐτοῦ τοὺς κοινωνοῦντας αὐτῷ τοῦ δημιουργικοῦ καὶ δεσποτικοῦ ἀξιώματος.
Οὐκ ἔχει γὰρ ἐνταῦθα χώραν τὸ τῆς Ἑβραΐδος δια‐

130

.

261

λέκτου ἰδίωμα, τὸ χρώμενον ἔστιν ὅτε τοῖς ἑνικοῖς πληθυντικῶς. Ἢ γὰρ ἂν, καὶ ἐφ’ ἃ μὴ χρὴ τῷ τοιούτῳ ἰδιώματι καταχρώμενοι, πολλῆς ἐμπλήσομεν τοὺς ἀντιλέγοντας ταραχῆς.
5tἘκ τῆς αὐτῆς.
6 Καὶ εἶπεν ὁ Θεὸς, Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, ἤγουν ὡς ἕκαστος ἡμῶν τῶν ἐν τῇ μιᾷ θεότητι προσώπων. Εἰ γὰρ καὶ εἰρωνικῶς εἴρηται, ἀλλ’ οὖν ἑνὸς προσώπου σημαντικὸν ὅλως εἶναι οὐ δύναται.
11tἘκ τῆς αὐτῆς.
12 Καὶ εἶπεν ὁ Θεὸς, Δεῦτε καὶ καταβάντες συγχέω‐ μεν αὐτῶν τὰς γλώσσας. Τὸ γὰρ δεῦτε πρὸς δύο τοὐ‐ λάχιστον ὁ λέγων λέγει, καὶ Τριὰς ἐντεῦθεν συναπαρ‐
15τίζεται. Πρὸς ἰσοδυνάμους δὲ, καὶ ὁμοουσίους τὸ δεῦτε, ποιήσωμεν τόδε, καὶ οὐ πρὸς ἀγγέλους ἐρεῖς, ὅπερ ἐστὶν ἄτοπον. Ἢ οἵους ἂν, καὶ ὅσους ἐρεῖς, παραγραψόμεθα διὰ τὸ ἀμάρτυρον.
21 Πῶς Θεὸς διαλέγεται; Ἆρα τὸν ἡμέτερον τρόπον; εὐσεβέστερον λέγειν, ὅτι τὸ θεῖον βούλημα, καὶ ἡ πρώτη ὁρμὴ τοῦ νοεροῦ κινήματος, τοῦτο Λόγος ἐστὶ τοῦ Θεοῦ. Σχηματίζει δὲ αὐτὸν διεξοδικῶς ἡ
25Γραφὴ, ἵνα δείξῃ, ὅτι οὐχὶ γενέσθαι μόνον ἐβουλήθη τὴν κτίσιν, ἀλλὰ διά τινος συνεργοῦ παραχθῆναι ταύτην εἰς γένεσιν. Ἠδύνατο γὰρ, ὡς ἐξ ἀρχῆς εἶπε, περὶ πάντων ἐπεξελθεῖν. Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν, καὶ τὴν γῆν. Εἶτα ἐποίησε τὸ
30φῶς, εἶτα ἐποίησε τὸ στερέωμα. Νῦν δὲ τὸν Θεὸν οἱονεὶ προστάσσοντα καὶ διαλεγόμενον εἰσάγουσα, τὸν ᾧ διαλέγεται κατὰ τὸ σιωπώμενον ὑποφαίνει, οὐ βασκαίνουσα ἡμῖν τῆς γνώσεως, ἀλλ’ ἐκκαίουσα ἡμᾶς πρὸς τὸν πόθον, δι’ ὧν ἴχνη τινὰ καὶ ἐμφάσεις
35ὑποβάλλει τοῦ ἀποῤῥήτου. Τὸ γὰρ πόνῳ κτηθὲν περιχαρῶς ὑπεδέχθη, καὶ φιλοπόνως διεφυλάχθη. Ὦν μέντοι πρόχειρος ὁ πορισμὸς, τούτων ἡ κτίσις εὐκαταφρόνητος. Διὰ τοῦτο ὁδῷ τινι καὶ τάξει ἡμᾶς εἰς τὴν περὶ τοῦ Μονογενοῦς ἔννοιαν ἐμβιβάζει,
40καίτοι γε τοῦ ἐν φωνῇ λόγου οὐδὲ οὕτως ἦν χρεία τῇ ἀσωμάτῳ φύσει, αὐτῶν τῶν νοηθέντων μεταδί‐ δοσθαι δυναμένων τῷ συνεργοῦντι. Ὥστε τίς χρεία λόγου τοῖς δυναμένοις ἐξ αὐτοῦ τοῦ νοήματος κοι‐ νωνεῖν ἀλλήλοις τῶν βουλευμάτων; φωνὴ μὲν γὰρ
45ἀκοὴν, καὶ ἀκοὴ φωνῆς ἕνεκεν. Ὅπου δὲ οὐκ ἀὴρ, οὐχὶ γλῶσσα, οὐδὲ οὖς, οὐ πόρος σκολιὸς, ἐπὶ τὴν ἐν τῇ κεφαλῇ συναίσθησιν ἀναφέρων τοὺς ψόφους, ἐκεῖ οὐδὲ ῥημάτων χρεία, ἀλλ’ ἐξ αὐτῶν, ὡς ἂν εἴποι τις, τῶν ἐν καρδίᾳ νοημάτων τοῦ θελήματος ἡ μετά‐

130

.

261

(50)

δοσις. Ὅπερ οὖν ἔφην, ὥστε διαναστῆναι τὸν νοῦν ἡμῶν πρὸς τὴν ἔρευναν τοῦ προσώπου, πρὸς ὃν οἱ λόγοι σοφῶς καὶ ἐντέχνως, τοῦτο τῆς διαλέκτου παρείληπται.
54tἘκ τῆς αὐτῆς.
55 Ὤφθη δὲ τῷ Ἀβραὰμ ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκη‐
νῆς αὐτοῦ μεσημβρίας. Ἀναβλέψας δὲ τοῖς ὀφθαλ‐

130

.

264

μοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ τρεῖς εἱστήκεισαν ἐπάνω αὐτοῦ. Καὶ ἰδὼν, προσέδραμεν εἰς συνάντησιν αὐ‐ τοῖς, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε, Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ πα‐
5ρέλθῃς τὸν παῖδά σου. Εἶπε δὲ πρὸς αὐτὸν, Ποῦ Σάῤῥα ἡ γυνή σου; Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἰδοὺ, ἐν τῇ σκηνῇ. Καὶ εἶπεν, Ἐπαναστρέφων ἥξω πρὸς σὲ, καὶ τὰ ἑξῆς. Ἰδοὺ γέγραπται, ὀφθῆναι μὲν τῷ Ἀβραὰμ τὸν Θεὸν, εἶναι δὲ τρεῖς τοῦ ὀφθέντας, καὶ
10τριῶν ὄντων πρὸς ἕνα τὴν διάλεξιν γίνεσθαι, εἰς ἔμ‐ φασιν πάντως τοῦ τρισυποστάτου τῆς μιᾶς θεότητος. Εἰ δὲ τὸν ἕνα μὲν ἐρεῖς εἶναι Θεὸν, τοὺς ἄλλους δὲ ἀγγέλους, πῶς ἠνέσχοντο συγκαθίσαι τῷ Δεσπότῃ;
14tἘκ τῆς αὐτῆς.
15 Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ. Τῶν δύο μὲν τοῦτο προσώπων ἐμφαντικὸν, καὶ τῆς αὐτοβουλίας, ἰσοδυναμίας δηλωτικὸν, τοῖς δυσὶ δὲ καὶ τὸ τρίτον συνεισάγεται, διὰ τὸ ἀχώριστον καὶ φεράλληλον.
22tΤῆς Ἐξόδου.
23 Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι. Τὸ μὲν γὰρ Κύριος, καὶ Θεὸς, καὶ Κύριος τὰς
25τρεῖς ὑποστάσεις ὑπεμφαίνει, τὸ δὲ εἶς ἐστι τὴν ἐν τρισὶ μίαν θεότητα καὶ φύσιν.
27tΤοῦ Δαβίδ.
28Ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα, ἐπὶ τῷ Κυρίῳ αἰνέσω λόγον. Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι, τί
30ποιήσει μοι ἄνθρωπος. Καὶ πάλιν· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐ‐ χάς σου, καὶ ἐπικάλεσαί με ἡμέρᾳ θλίψεώς σου. Καὶ αὖθις, Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεὸς, καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου. Καὶ προσέτι,
35Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, τουτέστιν, ἐν τῷ Υἱῷ σου γνωσόμεθα τὸ Πνεῦμα τὸ ἅγιον. Δι’ αὐτοῦ γὰρ ὥσπερ τὰ περὶ τοῦ Πατρὸς, οὕτω καὶ τὰ περὶ τοῦ ἁγίου Πνεύματος ἀριδηλότερον ἐμυσταγωγήθημεν. Καὶ πολλὰ τοιαῦτα τῆς ἁγίας Τριάδος εὑρίσκομεν καταγ‐
40γελτικά. Καὶ ὁ ἀγγελικὸς δὲ ὕμνος, Ἅγιος, ἅγιος, ἅγιος Κύριος, διὰ μὲν τοῦ τρισαγίου τὸ τρισυπόστα‐ τον, διὰ δὲ τοῦ Κύριος ἑνιαῖον ἐδήλωσε τῆς θεότητος. Ἐκφαντικώτερον δὲ περὶ Πατρὸς καὶ Υἱοῦ φησιν ὁ Δαβὶδ ἐκ προσώπου τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν, Ἐκ
45γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, γαστρὸς θεο‐ πρεπῶς νοουμένης τῆς πατρικῆς οὐσίας καὶ φύσεως. Τίνα γὰρ ἄλλον ἐρεῖν ἰσχύσεις ἀχρόνως γεγεννημέ‐ νον; ἐκ δὲ προσώπου τοῦ Υἱοῦ· Κύριος εἶπε πρός με, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε, τὴν

130

.

264

(50)

χρονικὴν αὐτοῦ δηλοῖ γέννησιν, τὴν ἐκ τῆς Παρθένου. Γεγέννηκα γὰρ, ἀντὶ τοῦ γεννηθῆναι εὐδόκησα, ἢ ἔκτισα. Εἴρηκε δὲ συμφώνως τούτῳ καὶ Σολομὼν προσώπῳ τοῦ υἱοῦ, Κύριος ἔκτισέ με, καὶ τὰ ἑξῆς. Εἶτα ἐπήγαγε· Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.
55Τὸ μὲν γὰρ ἔκτισε τῆς κάτω καὶ χρονικῆς αὐτοῦ γεν‐
νήσεως, τὸ δὲ πρὸ πάντων βουνῶν γεννᾷ με τῆς

130

.

265

ἄνω, καὶ ἀχρόνου, καὶ προαιωνίου. Καὶ πάλιν ὁ Δαβὶδ, Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· Κύριον μὲν τὸν Πατέρα λέγων, Λόγον δὲ τὸν
5Υἱὸν αὐτοῦ, ὅτι ὅπως ἔχει πρὸς τὸν Πατέρα, ὡς πρὸς νοῦν λόγος, οὐ μόνον διὰ τὸ ἀπαθὲς τῆς γεννήσεως, ἀλλὰ καὶ τὸ συναφὲς, καὶ τὸ ἐξαγγελτικόν· Πνεῦμα δὲ, τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πάλιν περὶ μὲν τοῦ Λόγου καὶ Υἱοῦ, Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ
10ἰάσατο αὐτοὺς, ὁ Πατὴρ δηλονότι τὸν Υἱὸν, νοσοῦντας ἐν πλάνῃ. Περὶ δὲ τοῦ ἁγίου Πνεύματος, Ἐξαποστε‐ λεῖς τὸ Πνεῦμα σου καὶ κτισθήσονται, οἱ τῆς καινῆς δηλαδὴ κτίσεως, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς, τῆς παλαιωθείσης ἐν ἁμαρτίαις. Οὔτε δὲ Λόγος
15προφητικὸς ἀποστέλλεται διὰ τῶν φωνητικῶν ὀργά‐ νων εἰς τὸν ἀέρα χεόμενος, καὶ λυόμενος. Λέγει γὰρ ἐν ἄλλοις· Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Οὔτε Πνεῦμα δι’ ἀναπνευ‐ στικῶν ὁμοίως ὀργάνων ἐξωθούμενον, καὶ λυόμενον,
20καὶ χεόμενον. Ταῦτα γὰρ σωμάτων. Φανερὸν οὖν, ὅτι Λόγος, καὶ Πνεῦμα, ἐνυπόστατα, καὶ ἀΐδια, καὶ δημιουργά. Καὶ ὁ Ἰὼβ δέ φησι, Ζῇ Κύριος, ὁ οὕτω με κρίνας, καὶ ὁ παντοκράτωρ, ὁ παραπικράνας μου τὴν ψυχὴν, καὶ Πνεῦμα θεῖον τὸ περιὸν ἐν
25ῥισί μου. Καὶ ὁ Ζαχαρίας ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς, Ἐγὼ μεθ’ ὑμῶν εἰμι, καὶ ὁ Λόγος μου, καὶ τὸ Πνεῦμά μου. Καὶ ὁ Ἠσαΐας, Νῦν Κύριος ἐξαπέ‐ σταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.
31tΒίβλου Γενέσεως.
32 Φησὶν Ἰακὼβ πρὸς τὰς δύο γυναῖκας αὐτοῦ· Καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ’ ὕπνους, Ἑώρακα ὅσα σοι Λάβαν ποιεῖ, καὶ τὰ ἑξῆς. Εἶτα, Ἐγώ εἰμι
35ὁ Θεὸς, ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ. Εἰ οὖν ἄγγε‐ λος ἁπλῶς ἦν εἷς τῶν λειτουργικῶν δυνάμεων, πῶς ἑαυτὸν ἐκάλει Θεόν; ἢ πάντως ὁ Υἱὸς ἦν, ὅς ἐστιν ἄγγελος τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς λόγος νοῦ· ἐξαγγελτικὸς γὰρ ὁ λόγος τοῦ νοῦ, ἔτι δὲ, καὶ ὡς μετὰ
40τὴν ἐνανθρώπησιν ἀναγγείλας ἡμῖν τὸ τῆς πατρότη‐ τος ὄνομα. Ἐφανέρωσα γὰρ, φησὶ, τὸ ὄνομά σου τοῖς ἀνθρώποις, καὶ ὡς τῆς μεγάλης βουλῆς ἄγγελος. Οὕτω γὰρ αὐτὸν προσηγόρευσεν Ἠσαΐας· προσέτι, καὶ θαυμαστὸν σύμβουλον, καὶ Θεὸν ἰσχυρὸν
45ἐξουσιαστὴν κατονομάσας αὐτόν. Τίς γὰρ Θεοῦ σύμβουλος, εἰ μὴ ὁ ὁμοούσιος, καὶ αὐτοδύναμος, καὶ ἰσότιμος Υἱός; βουλὴ δὲ τοῦ Πατρὸς, ἡ διὰ τῶν ἀν‐ θρώπων. Ἡ βουλὴ δὲ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, αὐτοθελὲς αἰνίττεται. Ὅτι δὲ ὁ Υἱὸς οὗτος καὶ

130

.

265

(50)

Θεὸς ἐνηνθρώπησε, φησὶν ὁ αὐτός· Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, Υἱὸς καὶ ἐδόθη ἡμῖν. Δι’ ἡμᾶς γὰρ ἐγεννήθη παιδίον ὁ Υἱὸς, καὶ συνανεστράφη ἡμῖν. Περὶ γὰρ τοῦ κυρίως Υἱοῦ ταῦτα προεφήτευσε, καὶ οὐ περὶ ἀπλῶς υἱοῦ, καὶ ὡς παράδοξον ἔργον. Τί
55δὲ παράδοξον ἁπλῶς υἱὸν γεννηθῆναι παιδίον; διὸ καὶ
τὰ ἑξῆς ἀριδηλότατα προσέθηκεν εἰς ἔμφασιν τῆς

130

.

268

αὐτοῦ θεότητος, καὶ διαστολὴν τῆς ἁπλῶς υἱό‐ τητος.
5tἹερεμίου.
6 Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Εἶτα ἐπήγαγε, Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Καὶ πά‐ λιν ἐν ἑτέρῳ λόγῳ· Ἰδοὺ ὁ Θεὸς ἡμῶν αὐτὸς ἥξει
10καὶ σώσει ἡμᾶς. Διδοὺς δὲ καὶ σημεῖον τῆς ἐνσάρ‐ κου παρουσίας αὐτοῦ προσέθηκε, Τότε ἀνοιχθήσον‐ ται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσον‐ ται. Τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλου· ἅπερ ἅπαντα γεγονότα
15μαρτύριον ἀψευδὲς τῆς ἐνανθρωπήσεως αὐτοῦ. Ὁ αὐ‐ τὸς δὲ καὶ αὖθις εἴρηκεν· Οὐ πρέσβις, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς. Πρέσβις γὰρ ὁ μεσίτης, οἷος ἦν ὁ Μωϋσῆς, καὶ εἴ τις κατ’ ἐκεῖνον· καί τοι καὶ διὰ μεσίτου, καὶ δι’ ἀγγέλου πολλοὶ
20πολλάκις ἐσώθησαν, ὡς οἱ διὰ Μωσέως δημαγωγού‐ μενοι, καὶ διὰ Ἰησοῦ τοῦ Ναυῆ, καὶ τῶν τοιούτων. Καὶ αὖθις, οἱ περὶ τὸν Ἐζεκίαν, ἐφ’ οὗ τὰς ρπεʹ χιλιάδας τῶν Ἀσσυρίων ὁ ἄγγελος ἀνεῖλε μιᾷ νυκτί. Πρόδηλον οὖν, ὅτι φανερὰν ἐπιδημίαν Θεοῦ τὰ ῥή‐
25ματα μηνύουσι.
27tἩσαΐου.
28 Δώσει Κύριος αὐτὸς ἡμῖν σημεῖον. Ἰδοὺ ἡ Παρ‐ θένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν. Πᾶσα μὲν
30ἐν γαστρὶ ἔχουσα, οὐκ ἔστι παρθένος. Αὕτη δὲ ἐν γαστρὶ ἔχουσα, παρθένος ἦν. Διὸ καὶ ὡς παράδο‐
33tξον εἰς σημεῖον δέδοται.
33uΤοῦ αὐτοῦ.
34Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπει‐
35θεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Ποίῳ δὲ παιδὶ ταῦτα προσαρμόσεις; Μόνος γὰρ ὁ Χριστὸς ἁμαρτίαν, φησὶν, οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, τουτέστιν οὔτε λόγῳ, οὔτε ἔργῳ ἡμάρτηκε. Τῶν ἄλλων δὲ πάντων οὐδεὶς, φησὶ,
40καθαρὸς ἀπὸ ῥύπου.
41tΜιχαίου.
42 Καὶ σὺ, Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα. Ἐκ σοῦ γάρ μοι ἐξε‐ λεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου
45τὸν Ἰσραήλ. Ἵνα δὲ διδάξῃ, ὅτι οὐκ ἔστιν ἄνθρωπος ψιλὸς οὗτος, ἀλλ’ ἡνωμένος Θεῷ, προσέθηκεν, Αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἀφ’ ἡμερῶν αἰῶνος· αἱ κατὰ τὴν θεότητα, φησὶν, ἐνέργειαι αὐτοῦ, ἢ ἡ γέν‐ νησις αὐτοῦ ἀπ’ ἀρχῆς ἐκ διαστημάτων αἰῶνος,

130

.

268

(50)

ἤγουν αἰώνιοι. Ὁ δὲ Ζοροβάβελ ἐν Βαβυλῶνι γεγέν‐ νηται. Ὁρᾷς ἀκριβολογίαν μέχρι καὶ τοῦ τόπου, οὗ ὁ Χριστὸς γεγέννηται;
54tΔανιήλ.
55 Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡσεὶ υἱὸς ἀνθρώπου
ἐρχόμενος ἦν. Καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν

130

.

269

ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη, καὶ αὑτῷ ἐδόθη ἡ ἀρχὴ, καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύου‐ σιν. Ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, ἥτις οὐ
5παρελεύσεται. Καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρή‐ σεται. Τίς οὖν ἐστιν, ὁ ὡς υἱὸς ἀνθρώπου λαβὼν τὴν ἐξουσίαν ἀναφαίρετον κατὰ πάντων; Ἄνθρωπος μὲν πάντως οὐδεὶς, ὁ θεάνθρωπος δὲ Χριστὸς, περὶ ὁ καὶ οὗ δαβὶδ εἴρηκε πρὸς τὸν Θεὸν καὶ Πα‐
10τέρα· Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως. Ὁ Χριστὸς γὰρ καὶ ὡς Θεὸς βασιλεύς ἐστι, καὶ υἱὸς βασιλέως. Καὶ ὡς ἄνθρωπος βασιλεὺς γέγονε, καὶ υἱὸς βασιλέως τοῦ Δαβὶδ, διὸ καὶ ὕστερον ἔλεγεν,
15Ἐδόθη μοι ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πρὸς ὃν ὁ Πατὴρ μετὰ τὸ λαβεῖν τὴν βασιλείαν, ὡς ἄν‐ θρωπον ἔλεγε, Κάθου ἐκ δεξιῶν μου. Εἶπε γὰρ, φη‐ σὶν, ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν πο‐
20δῶν σου. Ἢ τίνες εἰσὶν δύο κύριοι τοῦ Δαβὶδ, περὶ ὧν ὁ λόγος, εἰ μὴ τούτους ἐρεῖς; Εἰπὼν δὲ ὁ Δαβὶδ, Ὁ Θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὰ ἑξῆς, προσεπήγαγεν ὅτι Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, τὸ τῆς θεότητος, ἢ τῆς υἱότητος δηλονότι.
25Ἀεὶ γὰρ ἦν ἀμφότερα. Τίς οὖν ὁ τοιοῦτος βασιλεὺς, εἰ μὴ οὗτος; τίνι δὲ καὶ πάντα τὰ ἔθνη ἐδούλευσαν, καὶ ἐνευλογήθησαν, καὶ ἐμακάρισαν, εἰ μὴ μόνον τὸν Χριστόν; εἰ δ’ ἔτι περιμένεις αὐτὸν, ὅτε ὁ Ἠλίας προδραμεῖται τούτου, τὴν δευτέραν κάθοδον τοῦ Σω‐
30τῆρος λέγεις, ὅτε καὶ ἡ τοῦ κόσμου συντέλεια. Δύο γὰρ οὐσῶν καθόδων, τῆς μὲν κατὰ τὴν ἐνανθρώπησιν αὐ‐ τοῦ, τῆς δὲ κατὰ τὴν μέλλουσαν παγκόσμιον κρίσιν, ἡ μὲν ἤδη γέγονεν, ἧς πρόδρομος Ἰωάννης, ὁ δεύτε‐ ρος Ἠλίας· ἡ δὲ γενήσεται πρόδρομον ἔχουσα
35Ἠλίαν τὸν δεύτερον Ἰωάννην. Ἀμφότεροι γὰρ τοῦ αὐτοῦ Πνεύματος, καὶ τῆς αὐτῆς χάριτος, καὶ δυνάμεως, ὅσον εἰς τὸ προτρέχειν Χριστοῦ. Τὸν ἠλειμμένον καὶ μεσσίαν, ὃν ἀπεκδέχεσθε, ψι‐ λός ἐστιν ἄνθρωπος, ἢ θεάνθρωπος; Εἰ μὲν γὰρ ψι‐
40λὸς ἄνθρωπος, οὐκ ἔστιν ὂν οἱ προφῆται κατήγγει‐ λαν. Οὗτοι γὰρ σημεῖα θεότητος αὐτῷ προστιθέασι, διαστέλλοντες ἀπὸ τῶν ψιλῶν ἀνθρώπων. Καὶ πό‐ θεν ἄλλοθεν μαθόντες προσδοκᾶτε τοῦτον; Εἰ δὲ θεάνθρωπός ἐστιν, ἰδοὺ καὶ ἄλλο πρόσωπον θεότη‐
45τος ὁμολογοῦντες λανθάνετε. Οὐ γὰρ τὸν Πατέρα πάντως ἐρεῖτε. Παιδίον γὰρ, φησὶν, ἐγεννήθη ἡμῖν, Υἱὸς, ἀλλ’ οὐχ ὁ Πατήρ. Τοῦ ἀλείφειν δὲ καὶ τοῦ χρίειν ταυτὸ σημαινόντων, ὁ αὐτός ἐστιν ἠλειμμέ‐ νος, καὶ Χριστός. Σύνετε δὴ, ἄφρονες ἐν τῷ λαῷ,

130

.

269

(50)

καὶ μωροί ποτε φρονήσατε. Καὶ ὁ Ἡσαΐας δέ φησι πρὸς ὑμᾶς, Οἱ τυφλοὶ, ἐμβλέψατε, καὶ οἱ κωφοὶ, ἀκούσατε. Ἢ γοῦν προδήλως ἐθελοτυφλώττετε, ἢ παντελῶς ἀναισθητεῖτε Πότε οὖν ὀνομάτων ὁμω‐ νυμίας, ἢ ῥημάτων σημασίας, ἢ λέξεων ἰδιότητας
55διαστελεῖτε, δι’ ὧν καταλαμβάνεται ἡ ἀλήθεια;
56tΠερὶ τῶν παθῶν τοῦ Χριστοῦ.
57Φησὶν ὁ Δαβὶδ ἐκ προσώπου τοῦ Χριστοῦ· Συνα‐

130

.

272

γωγὴ πονηρευομένων περιέσχον με. Ὤρυξαν χεῖ‐ ράς μου, καὶ πόδας μου. Ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Ταῦτα τίνι
5ἄλλῳ προσαρμόσεις παρὰ τὸν Χριστὸν, περὶ ὧν ἁπάντων συνωδὰ τὸ Εὐαγγέλιον ἱστορεῖ; καὶ διὰ τοῦ Ἡσαΐου δὲ προείρηκε περὶ τῶν τοιούτων ὁ Χριστός· Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσ‐
10ωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσ‐ μάτων. Καὶ πάλιν Δαβίδ· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Εἰ δὲ περὶ τοῦ ἐν αἰχμαλωσίᾳ λαοῦ ταῦτα νοήσεις, ἐπιστομίσει σε τὸ μηδαμοῦ γεγράφθαι κατ’ εἶδος
15αὐτὰ ταῦτα τούτους παθεῖν, ἕτερα δὲ πολλὰ καὶ χαλεπά. Περὶ δὲ τῆς ἀναιρέσεως αὐτοῦ προείρη‐ κεν Ἡσαΐας· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. Ἵνα δὲ γνῷς, ὅτι σωτήριος ἡμῖν αὕτη γεγένηται, φησὶ πάλιν ὁ αὐτὸς, Τῷ μώλωπι αὐτοῦ πάντες ἰάθημεν.
20Καὶ ἵνα μάθῃς, ὅτι διὰ τὴν σφαγὴν αὐτοῦ παρ‐ εδόθη τὸ γένος τῶν Ἰουδαίων εἰς ἐξολόθρευσιν, προσ‐ έθηκε, Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ. Τί γὰρ Ἰουδαίων πονηρότερον ἀνελόντων τὸν τοσαῦτα τούτους εὐεργετήσαντα;
25tΠερὶ τῆς ἀναστάσεως αὐτοῦ.
26 Φησὶν ὁ Δαβὶδ, ὅτι Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν δια‐ φθορὰν, τοῦ σώματος δηλονότι. Εἶτα, Ἐγνώρισάς με ὁδοὺς ζωῆς· καὶ Ὠσηὲ δὲ φανερώτερον φησί·
30Καὶ ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ ἀναστησόμεθα, καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ, προσώπῳ ταῦτα λέγων τῶν κεκοιμημένων ἁγίων, ὧν τὰ σώματα συνηγέρθησαν τῷ Χριστῷ κατὰ τὴν τριήμερον ἀνάστασιν αὐτοῦ, καὶ ἐνεφανί‐
35σθησαν πολλοῖς, ὡς διδάσκει τὸ Εὐαγγέλιον. Φησὶ δὲ καὶ ὁ Ἑβραῖος Ἰώσηπος κατὰ τὸν ὀκτωκαιδέκατον τόμον τῆς Ἀρχαιολογίας αὐτοῦ· Γίνεται δὲ κατὰ τοῦτον τὸν χρόνον Ἰησοῦς σοφὸς ἄνθρωπος, εἴπερ ἄνδρα αὐτὸν λέγειν χρή. Ἦν γὰρ παραδόξων ἔργων
40ποιητὴς, διδάσκαλος ἀνθρώπων ἡδονῇ τἀληθῆ δεχο‐ μένων καὶ πολλοὺς μὲν τῶν Ἰουδαίων, πολλοὺς δὲ καὶ ἀπὸ τοῦ ἑλληνικοῦ ἐπηγάγετο. Ὁ Χριστὸς οὗτος ἦν, καὶ αὐτὸν ἐνδείξει τῶν παρ’ ἡμῖν πρώτων ἀν‐ δρῶν καθήλωσαν Ἰουδαῖοι σταυρῷ, ἐπιτετιμηκότος
45Πιλάτου. Οὐκ ἐξεπαύσαντο δὲ οἱ τὸ πρῶτον ἀγαπή‐ σαντες τὰ αὐτοῦ καταγγέλλειν. Ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ θαυμάσια εἰ‐ ρηκότων.
50tΠερὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας ἐκ τῶν Ἡσαίου.
51 Εὐφράνθητι, ἔρημος διψῶσα. Ἀγαλλιάσθω ἔρη‐ μος, καὶ ἀνθείτω ὡς κρίνον, καὶ ἐξανθήσει, καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου. Καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμή‐
55λου. Αἰσθητῶς μὲν οὖν οὔτε γέγονεν, οὔτε γενήσεται ταῦτα. Τίς γὰρ ἂν ἕλοιτο τὴν ἔρημον οἰκῆσαι, εἰ μὴ
τοὺς Χριστιανοὺς ἐρεῖς μοναχούς; Ἀναγωγικὼς δὲ,

130

.

273

καὶ πάνυ. Ἔρημος μὲν γὰρ ἡ ἐξ ἐθνῶν ἐκκλησία τῶν ἀκάρπων πρὶν, καὶ ὄντων οἰκητήριον τῶν νοη‐ τῶν θηρίων, ἥτις φλεγομένη τῷ πυρὶ τῶν παθῶν ἐδίψε θεογνωσίας καὶ σωτηρίας. Καὶ τυχοῦσα τοῦ
5κηρύγματος εὐφραίνεται, καὶ ἀγαλλιᾶται, καὶ ἀνθεῖ τῇ φαιδρότητι, καὶ εὐωδίᾳ τῶν ἀρετῶν. Ἐδόθη δὲ αὐτῇ καὶ ἡ δόξα τοῦ Λιβάνου, τουτέστι τοῦ παλαιοῦ λαοῦ, ὃν καὶ Κάρμηλον ὠνόμασε. Δόξα δὲ τούτου καὶ τιμὴ ἡ εὐσέβεια, καὶ ἡ πρὸς Θεὸν οἰκείωσις, καὶ τὸ ὕψος τῆς
10δόξης καὶ τοῦ νόμου, καὶ τὸ τῶν θείων ἀντιλήψεων ἀμφιλαφὲς, καὶ τὸ τῶν χαρίτων κατάκομον. Καὶ πάλιν, Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Στεῖρα
15μὲν γὰρ ἡ δηλωθεῖσα ἐκκλησία, καὶ ἄγονος καρπῶν ἀρετῆς τὸ πρότερον, ὕστερον δὲ τὰ σπέρματα τῆς εὐσεβείας ὑποδεξαμένη πολύπαις ἐγένετο, νικήσασα τῇ πολυπληθείᾳ τὴν Ἰουδαϊκὴν συναγωγὴν, ἧς ἀνὴρ ὁ Θεὸς τὸ πρὶν, ἀγαπῶν καὶ προνοούμενος καὶ φυλάτ‐
20των αὐτὴν, ἢ καὶ ὁ νόμος. Πάλιν δὲ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Ἡσαΐας πρὸς τὸν Υἱὸν καὶ Θεόν φησιν· Ἰδοὺ δέδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ κα‐ ταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονο‐ μίαν ἐρήμου, καὶ τὰ ἑξῆς. Καὶ διὰ τοῦ Δαβὶδ γὰρ
25ἐπηγγείλατο τῷ Υἱῷ λέγων, Καὶ δώσω σοι ἔθνη, τὴν κληρονομίαν σου. Ὁ αὐτὸς δὲ Δαβὶδ παρεκάλει τὸν Πατέρα περὶ τούτων λέγων, Κατάστησον, Κύριε, νο‐ μοθέτην ἐπ’ αὐτούς. Καὶ ὁ Ἡσαΐας δὲ εἴρηκε προσ‐ ώπῳ τοῦ τοιούτου νομοθέτου· Νόμος παρ’ ἐμοῦ ἐξε‐
30λεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσι. Τίς δὲ ὁ νόμος οὗτος παρὰ τὸν εὐαγγελικὸν, ὃς ἐφώτισε τὰ ἐσκο‐ τισμένα τῇ πλάνῃ ἔθνη; Ὁ γὰρ Μωσαϊκὸς πρὸ πολ‐ λῶν ἐτῶν ἐξελήλυθεν.
35tΤοῦ αὐτοῦ.
36 Περὶ τῆς καινῆς διαθήκης τοῦ εὐαγγελίου πάλιν προεφήτευσεν Ἡσαΐας εἰπὼν, Ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Ὁ γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς νῦν μὲν ἐν τῷ ὄρει
40Σιὼν καθήμενος, καὶ διδάσκων, νῦν δὲ ἐν τῇ πόλει τῇ Ἱερουσαλὴμ διατρίβων, ἐνομοθέτησε τὸν εὐαγγελικὸν νόμον τε καὶ λόγον. Οὐ γὰρ περὶ τοῦ Μωσαϊκοῦ νῦν φησιν ὁ προφήτης. Πῶς γὰρ, ὃς ἐν τῷ Σινᾷ ἐνομοθε‐ τήθη, ἀλλ’ οὐκ ἐν Σιὼν, οὐδὲ ἐν Ἱερουσαλὴμ, καὶ
45πάλαι πολλῷ πρὸ τοῦ Ἡσαΐου, ὥσπερ, εὐαγγελικὸς πολλῷ μετὰ τὸν Ἡσαΐαν; Διὸ καὶ προσφυῶς εἶπεν, ὅτι ἐξελεύσεται. Ὁ παλαιὸς γὰρ ἐξῆλθε. Περὶ τού‐ του δὲ τοῦ καινοῦ καὶ Ἱερεμίας προείρηκε λέγων, Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσο‐

130

.

273

(50)

μαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἢν διεθέμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ ἐπιλα‐ βομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν τῇ δια‐ θήκῃ μου κἀγὼ ἠμέλησα αὐτῶν. Συνεσκιασμένα δὲ
55ταῦτα καὶ τὰ τοιαῦτα, ἵνα μὴ ἀφανισθῶσι τὰ βιβλία. Ὅπου γὰρ παρόντα, καὶ θαυματουργοῦντα βλέποντες,
καὶ τελείαν ἀπόδειξιν τῆς ἑαυτοῦ θεότητος παρεχόμε‐

130

.

276

νον οὐκ ᾐδέσθησαν, ἀλλ’ ἐσταύρωσαν, σχολῇ γ’ ἂν τῶν περὶ αὐτοῦ προφητειῶν ἐφείσαντο, εἰ ταύτας ἀσυ‐ σκιάστους ἔλαβον καὶ γυμνάς; Ἔτι δὲ καὶ τὸ τοῦ Χριστοῦ ὄνομα κλῆσις ἡμῖν ἔσται, προείρηκε μὲν
5Ἡσαΐας, Ὑμᾶς, λέγων, ἀνελεῖ Κύριος, τοῖς δὲ δου‐ λεύουσί μοι κληθήσεται ὄνομα καινὸν, καὶ εὐλο‐ γηθήσεται ἐπὶ πάσης τῆς γῆς. Καὶ αὖθις, Ὄψονται ἔθνη τὴν δόξαν σου, καὶ πάντες οἱ βασιλεῖς τὴν δικαιοσύνην σου, καὶ κληθήσεται τὸ ὄνομα τὸ
10καινὸν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό. Προεῖπε δὲ καὶ Ὠσηὲ, Καὶ ἔσται, φήσας, ἐπ’ ἐσχάτων τὸ ὄνομα αὐτοῦ ἐμφανὲς ἐν πάσῃ τῇ γῇ, καὶ τῷ ὀνόματι αὐτοῦ ἐπικληθήσονται λαοὶ πολλοὶ, καὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ πορεύσονται καὶ ζήσονται ἐν
15αὐταῖς.
17tΤοῦ αὐτοῦ.
18 Καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλήν σου. σὺ γὰρ εἶ Θεὸς, καὶ
20οὐκ ᾔδειμεν. Τὸ μὲν οὖν, Καὶ ἐν σοὶ προσεύξονται, προφητεία περὶ τῶν πιστευσάντων εἰς τὸν Χριστόν. Τὸ δὲ ὅτι Ἐν σοὶ ὁ Θεός ἐστι, τὴν ἐν τῷ προσλήμ‐ ματι θεότητα καταγγέλλει. Τὸ δὲ, Καὶ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ἀπολογία τις τῶν Ἰουδαίων ἐν τῇ
25μελλούσῃ κρίσει, εἰ καὶ ματαία καὶ ἀπαράδεκτος. Εἰ πλάνος ἦν ὁ Χριστὸς, πῶς ὅσα προείρηκεν εἰς τέλος ἐξέβησαν; Οἷον τὰ περὶ τῆς ἐρημώσεως τοῦ ναοῦ τῶν Ἱεροσολύμων, καὶ τῆς ἁλώσεως, καὶ τῆς κατα‐ στροφῆς τῆς πόλεως, καὶ τῆς πανωλεθρίας τῶν
30Ἰουδαίων, καὶ ὅσα περὶ τῶν μαθητῶν αὐτοῦ, καὶ τῶν ἐν ὀνόματι αὐτοῦ θαυμάτων, καὶ ἁπλῶς
ἅπαντα.

130

.

312

(54)

Καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, φησὶ Μωϋ‐
55σῆς. Ὅθεν οὗτοι κακούργως ὁρμώμενοί φασιν ὅτι ἦν τὸ σκότος, οὗ ποιητικὸν αἴτιον ἡ πονηρὰ ἀρχή. Εἶτα καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. Εἰ οὖν τὸ φῶς ὃν, καὶ τὸ σκότος ὃν, ἄρα τὸ διασταλὲν ἀπὸ τοῦ φωτός.
60Ταῦτα μὲν οἱ σκοτεινοὶ περὶ τὸ φῶς οὗτοι. Τί δὲ

130

.

313

ἡμεῖς; Οὐ τὸ σκότος οὐσία τις, ἀλλὰ συμβεβηκὸς, καὶ οὐδὲν ἕτερον ἢ φωτὸς ἀπουσία. Γυρωθέντος γὰρ ἐν ἀρχῇ τοῦ οὐρανοῦ, παρυπέστη σκότος ἐξ ἐμφράξεως τῶν πέριξ συμβὰν, ὃ καὶ νῦν εἴωθεν ἐπὶ τῶν ἐμπε‐
5φραγμένων γίνεσθαι. Τούτων δὲ διαχωρισμὸς τὸ μετρητὸν διάστημα τῆς τοῦ φωτὸς ἀπουσίας. Καὶ γίνεται τρόπον τινὰ τοῦ φωτὸς ἡ ἀπουσία καὶ στέ‐ ρησις ἕξις καὶ παρύπαρξις τῷ σκότει. Πονηρὰ δὲ ἀρχὴ, τουτέστι πονηρὸς Θεὸς, οὐκ ἔστιν. Εἰ μὲν γὰρ
10Θεὸς, οὐ πονηρὸς, ἀλλὰ πηγὴ ἀγαθότητος· εἰ δὲ πονηρὸς, οὐ Θεός. Πῶς γὰρ Θεὸς ἡ κακία καὶ ἁμαρ‐ τία; Εἰ δὲ ταῦτα Θεὸς, οἴχεται πάντα, καὶ ἀνατέ‐ τραπται.
14tἘκ τῆς αὐτῆς.
15 Πῶς ἔσονται δύο ἀρχαὶ, ἀγαθὴ καὶ πονηρά; Ἐν‐ αντία γὰρ ἀλλήλοις τὸ ἀγαθὸν, καὶ πονηρὸν ἤτοι κακὸν, καὶ ἀλλήλων φθαρτικὰ, καὶ ἀσύμβατα. Καὶ λοιπὸν ἐν μέρει τοῦ παντὸς ἑκάτερον ἔσται, καὶ ὑπὸ τοῦ μέρους τούτου περιγραφήσεται· καὶ ἢ ἀλ‐
20λήλων ἅψονται, καὶ ὑπ’ ἀλλήλων διαφθαρήσονται, ἢ μέσον ἔσται τι διατειχίζον, καὶ ἰδοὺ τρεῖς ἀρχαί. Καὶ αὖθις ἢ εἰρηνεύουσιν, ὅπερ τὸ πονηρὸν οὐ δύναται, ἢ μαχέσονται, ὅπερ τὸ ἀγαθὸν οὐ βού‐ λεται, οὐδὲ δύναται. Τὸ μὲν γὰρ πονηρὸν εἰρηνεῦον
25οὐ πονηρόν· τὸ δὲ ἀγαθὸν μαχόμενον, οὐκ ἀγαθόν. Οὐκ ἄρα δύο ἀρχαὶ, καὶ ταῦτα ἐναντίαι, καὶ πολε‐ μιώταται. Μία δὲ πάντως ἀγαθή. Τὸ δὲ πονηρὸν οὐκ ἀρχὴ, ἀλλὰ τοῦ ἀγαθοῦ στέρησις καὶ ἀποτυχία.
30tἘκ τῆς αὐτῆς.
31 Εἴπερ ἄμφω θεοὶ πεφύκασιν ὁ ἀγαθὸς καὶ πονη‐ ρὸς, ἑτέραν ἕξουσιν ἀρχήν. Καὶ δυὰς οὐκ ἀρχὴ, ἀλλὰ τοὐναντίον ἡ μονὰς ἀρχὴ τῆς δυάδος. Ἀρχὴ δὲ μὴ ὄντες, οὐδὲ Θεοὶ πάντως ἔσονται. Ἐπεὶ οὖν ἡ μονὰς
35ἀρχὴ πάντων, εἷς ἄρα καὶ Θεὸς, ὁ πάντων αἴτιος καὶ δημιουργός.
39tἘκ τῆς αὐτῆς.
40 Εἰ μὲν τὸ ἀγαθὸν ὂν, τὸ πονηρὸν οὐκ ὄν. Εἰ δὲ τὸ πονηρὸν ὂν, τὸ ἀγαθὸν οὐκ ὂν, κατὰ τὸν λόγον τῶν ἀμέσων ἐναντίων, ὑγείας καὶ νόσου, ζωῆς καὶ θα‐ νάτου. Οὐκ ἄρα Θεὸς πονηρός.
45tἘκ τῆς αὐτῆς.
46 Ὁ μὲν ἀγαθὸς Θεὸς οὐσιώδη καὶ φυσικὴν ἔχει τὴν ἀγαθότητα, ὁ δὲ πονηρὸς τὴν στέρησιν τῆς ἀγα‐ θότητος ἕξιν ἕξει πάντως. Καὶ πῶς Θεὸς ἐξ ἀποπτώ‐ σεως καὶ ἐλλείψεως;
50tἘκ τῆς αὐτῆς.
51 Εἰ δύο ἦσαν Θεοὶ, ἢ τρεῖς, ἢ ἁπλῶς πολλοὶ, πάλαι ἂν ὁ κόσμος ἀπωλώλει ἄλλοτε ἄλλως, καὶ διαφόρως ἐνεργούμενος, καὶ κινούμενος. Τὸ δὲ κατὰ ταυτὰ, καὶ ὡσαύτως ἀεὶ κινεῖσθαι, καὶ διεξάγεσθαι, καὶ
55ἡ διὰ πάντων εὐαρμοστία, καὶ συμφωνία, καὶ τάξις, καὶ διαμονὴ, καὶ συντήρησις ἕνα καὶ τὸν αὐτὸν κη‐ ρύττει τὸν αἴτιον, καὶ δημιουργὸν, καὶ προνοητὴν,
καὶ συνοχέα.

130

.

316

(1t)

Ἐκ τῆς αὐτῆς.
2 Εἰ μὲν πονηρὸς ὁ κάτω κόσμος οὗτος, καὶ ἡμεῖς ἄρα πονηροὶ, μέρος ὄντες αὐτοῦ. Πονηροῖς δὲ ἡμῖν κατὰ φύσιν οὖσιν οὐ πρόσεστιν ἀλήθεια. Ἡ γὰρ
5ἀλήθεια σαφῶς ἀγαθόν· τὸ δὲ ἀγαθὸν ἀλλότριον πονηροῦ. Μὴ κεκτημένοις δὲ ἀλήθειαν τὰ δεδογμένα ψευδῆ τε καὶ ἀνυπόστατα. Εἰ δὲ ἀγαθὸς ὁ δηλω‐ θεὶς κόσμος, ἀγαθοῦ πάντως καὶ δημιούργημα. Ἀγαθοῦ γὰρ αἰτιατοῦ ἀγαθὸν τὸ αἴτιον, ὥσπερ καὶ
10πονηροῦ πονηρόν.
11tἘκ τῆς αὐτῆς.
12 Εἴπερ μὲν τὸν κόσμον ἀγαθὸν ὁμολογεῖτε τὸν δὲ Θεὸν καὶ Πατέρα πονηρὸν, καὶ οὐ τοῦ κόσμου τού‐ του δημιουργὸν, ἔσται πάντως καὶ πονηρὸς ἄλλος
15κόσμος τοῦ πονηροῦ Θεοῦ δημιούργημα. Ἀλλὰ μὲν οὐκ ἔστιν. Οὐδὲ Θεός ἐστιν ἄρα πονηρός. Ὁ μὲν γὰρ Θεὸς ἀρχὴ καὶ ποιητικὸν αἴτιον· ἀρχομένων δὲ καὶ πεποιημένων οὐκ ὄντων, οὐδὲ ἀρχὴ πάντως ἔσται. Οὐκ ἄρα οὖν πονηρός ἐστι Θεός.
21tἘκ τῆς αὐτῆς.
22 Ὁ τῆς Παλαιᾶς, φασὶ, Διαθήκης Θεὸς οὐκ ἔχει τὴν περιληπτικὴν πάντων καὶ θείαν πρόγνωσιν. Ἐρωτᾷ γὰρ τὸν Ἀδὰμ, Ποῦ εἶ; καὶ τὸν Κάϊν, Ποῦ
25Ἄβελ ὁ ἀδελφός σου; καὶ τὸν Ἀβραὰμ, Ποῦ Σάῤῥα ἡ γυνή σου; καὶ πολλὰ τοιαῦτα. Πρὸς οὕς φαμεν. Οὐκ ἀγνοίας αἱ δηλωθεῖσαι ἐρωτήσεις, ἀλλὰ μᾶλλον γνώσεως. Εἰ μὴ γὰρ ἔγνω καὶ τὸν Ἀδὰμ, καὶ τὸν Κάϊν ἁμαρτήσαντα, οὐκ ἂν εὐθὺς
30ἠρώτησε· καὶ δῆλον ἀπὸ τῶν ἑξῆς. Εἴρηκε γὰρ πρὸς μὲν τὸν Ἀδὰμ, καίτοι μήπω μηδὲν περὶ τῆς βρώσεως ὁμολογήσαντα· Τίς ἀνήγειλέ σοι, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλά‐ μην σοι μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες;
35Πρὸς δὲ τὸν Κάϊν, καίτοι καὶ αὐτὸν πειρώμενον λαθεῖν· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. Ταῦτα καὶ λίαν μὲν εἰδότος εἰσὶ, βουλομένου δὲ διὰ τῆς προσποιήτου ἐρωτήσεως εἰς μετάνοιαν ἀγαγεῖν τοὺς ἡμαρτηκότας, ἐπιγνόντας ὅτι πεφώ‐
40ρανται. Πάλιν δὲ καὶ τό· Ποῦ Σάῤῥα ἡ γυνή σου; προγινώσκοντος ἦν ὅτι καὶ γυναῖκα ἔχει, καὶ Σάῤῥα κέκληται. Ὁ δὲ ταῦτα εἰδὼς καὶ ὅπου ἦν ἐγίνωσκε πάντως. Οὐ γὰρ ἂν ὄπισθεν τῆς θύρας ἑστώσης, καὶ μετὰ τὴν τῆς τεκνογονίας ἐπαγγελίαν γελασάσης
45κρύβδην, ἔλεγε· Τί ὅτι ἐγέλασε Σάῤῥα; Εἶτα προσ‐ τίθησι καὶ τὴν αἰτίαν τοῦ γέλωτος. Λέγουσα γὰρ, φησὶν, ἐν ἑαυτῇ, Ἆρά γε ἀληθῶς τέξομαι; Ταῦτα γὰρ καὶ καρδιογνώστου. Ἠρώτησε δὲ Ποῦ Σάῤῥα ἡ γυνή σου; κατ’ οἰκονομίαν, ἵνα μαθὼν ἐντεῦθεν

130

.

316

(50)

Ἀβραὰμ ὅτι προγνώστης ἐστὶ, καὶ πάντα εἰδὼς, ὡς κρείττονι προσέχῃ, καὶ τοῦ λοιποῦ πιστεύῃ πᾶ‐ σιν, οἷς ἂν ἐρεῖ. Καὶ τὸ περὶ τῶν Σοδόμων δὲ καὶ Γομόῤῥων εἰρημένον, ὅτι Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συντελοῦνται· εἰ δὲ μὴ,
55ἵνα γνῶ, κατ’ οἰκονομίαν εἴρηται, παιδεύων ἡμᾶς μὴ κολάζειν ἀπὸ προγνώσεως, ἀλλ’ ἀναμένειν τὴν
πραγματικὴν διάγνωσιν. Εἰ γὰρ μὴ ἐγίνωσκε, πῶς

130

.

317

ἔλεγε· Κραυγὴ Σοδόμων καὶ Γομόῤῥων ἔρχεται πρός με; Ἡ γῆ, φησὶ, βοᾷ καὶ πρὸ τῶν πραγμά‐ των, ἢ αὐτὰ τὰ πράγματα κράζει. Πολλαὶ δὲ τοιαῦ‐ ται οὐ μόνον παρὰ τῇ Παλαιᾷ, ἀλλὰ καὶ παρὰ τῇ
5Νέᾳ ἐρωτήσεις τοῦ Χριστοῦ. Πᾶσαι δὲ οἰκονομικαὶ, καί τι ἕτερον κατασκευάζουσαι. Ἴδιον γὰρ τοῦ Θεοῦ τὸ πάντα γινώσκειν· καὶ ὁ μὴ πάντα εἰδὼς οὐ πάν‐ των Θεός.
12tἘκ τῆς αὐτῆς.
13 Πῶς φατε τὸν μὲν τῆς παλαιᾶς Διαθήκης νομο‐ θέτην δίκαιον, τὸν δὲ τῆς νέας ἀγαθὸν, καὶ διὰ
15ταῦτα ἄλλον καὶ ἄλλον εἶναι διισχυρίζεσθε; Εἰ μὲν γὰρ τὸ δίκαιον ἀγαθὸν, ὁ δίκαιος πάντως ἀγαθός. Οὐ γὰρ ἀλλήλοις ἀντιδιαιροῦνται τὸ ἀγαθὸν καὶ τὸ δίκαιον· καὶ ὁ ἀγαθὸς πάντως δίκαιος. Μυρίων δὲ χρήσεων ἀγαθὸν εἶναι τὸν τῆς παλαιᾶς νομοθέτην
20κηρυττουσῶν, μίαν παραθήσομαι· Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός· εἰπάτω δὴ οἶκος Ἰσραὴλ ὅτι ἀγαθός· καὶ οἱ καθεξῆς δύο στίχοι. Καὶ ὁ τῆς νέας δὲ νομοθέτης· Καὶ ἡ κρίσις δὲ ἡ ἐμὴ δικαία ἐστί· καὶ πρὸς τὸν Ἰωάννην· Ἄφες ἄρτι· οὕτω
25γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δι‐ καιοσύνην. Ὅτι δὲ εἷς ὁ καὶ τῆς παλαιᾶς καὶ τῆς νέας νομοθέτης, προείρηκεν Ἱερεμίας λέγων· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθή‐ σομαι ὑμῖν Διαθήκην καινὴν, οὐ κατὰ τὴν Δια‐
30θήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν, ἐπι‐ λαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐ‐ τοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν τῇ Διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν. Καὶ πά‐ λιν αὐτὸς, ὁ καὶ ταύτης κἀκείνης νομοθέτης Χρι‐
35στὸς, εἶπεν· Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι· τουτέστιν ἀτελῆ ὄντα διὰ τὸ τῶν Ἑβραίων ἀτελὲς τελειῶσαι τῇ μείζονι φιλοσοφίᾳ, καὶ ἀνδράσι πρεπούσῃ. Ὁ μὲν γὰρ ἦν παιδαγωγὸς γυμνάζων ἐπὶ τὸ Εὐαγγέλιον, τοῦτο δέ ἐστι μυστα‐
40γωγὸς διδάσκων τὰ τελεώτερα. Καὶ ὁ μὲν ἐῤῥύθ‐ μιζε τὰ σώματα, τὸ δὲ καταρτίζει τὰς ψυχάς. Συνεργὸς οὖν ἡ παλαιὰ τῆς νέας, καὶ προπαρα‐
σκευὴ, καὶ ὁδοποίησις.