TLG 2017 076 :: GREGORIUS NYSSENUS :: Epistula canonica ad Letoium GREGORIUS NYSSENUS Theol. Epistula canonica ad Letoium Citation: Volume — page — (line) | ||
45.221(12t) | ΤΟΥ ΑΥΤΟΥ | |
13t | ΕΠΙΣΤΟΛΗ ΚΑΝΟΝΙΚΗ | |
---|---|---|
14t | ΠΡΟΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΛΗΤΟΙΟΝ ΕΠΙΣΚΟΠΟΝ ΜΕΛΙΤΙΝΗΣ. | |
19 | Ἓν καὶ τοῦτο τῶν εἰς τὴν ἁγίαν ἑορτὴν συντελούν‐ | |
20 | των ἐστὶ, τὸ κατανοῆσαι ἡμᾶς τὴν ἔννομόν τε καὶ κανονικὴν ἐπὶ τῶν πεπλημμεληκότων οἰκονομίαν· ὅπως ἂν θεραπευθείη πᾶν ἀῤῥώστημα ψυχικὸν, τὸ διά τινος ἁμαρτίας ἐπιγινόμενον. Ἐπειδὴ γὰρ ἡ καθολικὴ καὶ αὕτη τῆς κτίσεως ἑορτὴ κατὰ τὴν τεταγμένην | |
25 | περίοδον τοῦ ἐνιαυσιαίου κύκλου καθ’ ἕκαστον ἔτος, ἐν παντὶ πληρουμένη τῷ κόσμῳ, ἐπὶ τῇ ἀναστά‐ σει τοῦ πεπτωκότος ἐπιτελεῖται· πτῶσις δέ ἐστιν ἡ ἁμαρτία· ἀνάστασις δὲ ἡ ἐκ τοῦ πτώματος τῆς ἁμαρ‐ τίας ἀνόρθωσις· καλῶς ἂν ἔχοι κατὰ τὴν ἡμέραν | |
30 | ταύτην, οὐ μόνον τοὺς ἐκ παλιγγενεσίας μεταστοι‐ χειουμένους διὰ τῆς τοῦ λουτροῦ χάριτος τῷ Θεῷ προσάγειν, ἀλλὰ καὶ τοὺς διὰ τῆς μετανοίας τε καὶ ἐπιστροφῆς ἀπὸ τῶν νεκρῶν ἔργων εἰς τὴν ζῶσαν ὁδὸν πάλιν ἐπανιόντας, καὶ τούτους χειραγωγεῖν πρὸς | |
35 | τὴν σώζουσαν ἐλπίδα, ἧς διὰ τῆς ἁμαρτίας ἀπεξενώ‐ θησαν. Ἔστι δὲ οὐ μικρὸν ἔργον, τὸ τοὺς περὶ τούτων λόγους οἰκονομῆσαι ἐν τῇ ὀρθῇ τε καὶ δεδοκιμασμένῃ κρίσει, κατὰ τὸ παράγγελμα τοῦ Προφήτου, τὸ κε‐ λεῦον δεῖν οἰκονομεῖν τοὺς λόγους ἐν κρίσει, ἵνα, | |
40 | καθὼς ἔχει τὸ λόγιον, μήτε σαλευθῇ εἰς τὸν αἰῶνα, | |
καὶ εἰς μνημόσυνον αἰώνιον γένηται δίκαιος. | 221 | |
45.224 | Ὥσπερ γὰρ καὶ ἐπὶ τῆς σωματικῆς θεραπείας, ὁ μὲν σκοπὸς τῆς ἰατρικῆς εἷς ἐστι, τὸ ὑγιᾶναι τὸν κάμνον‐ τα· τὸ δὲ εἶδος τῆς ἐπιμελείας διάφορον· κατὰ γὰρ τὴν ποικιλίαν τῶν ἀῤῥωστημάτων καταλλήλως καὶ ἡ θε‐ | |
5 | ραπευτικὴ μέθοδος ἑκάστῳ τῶν νοσημάτων προσάγε‐ ται· οὕτω πολλῆς οὔσης καὶ ἐν τῇ ψυχικῇ νόσῳ τῆς τῶν παθῶν ποικιλίας, ἀναγκαίως πολυειδὴς γενήσεται ἡ θεραπευτικὴ ἐπιμέλεια, πρὸς λόγον τοῦ πάθους ἐνεργοῦσα τὴν ἴασιν. Ὡς δ’ ἂν γένοιτό τις τεχνικὴ | |
10 | μέθοδος περὶ τοῦ προκειμένου προβλήματος, οὕτω τὸν λόγον διαληψόμεθα. Τρία ἐστὶ τὰ περὶ τὴν ψυχὴν ἡμῶν θεωρούμενα κατὰ τὴν πρώτην διαίρεσιν· τό τε λογικὸν, καὶ τὸ ἐπιθυμητικὸν, καὶ τὸ θυμοειδές. Ἐν τούτοις ἐστὶ | |
15 | καὶ τὰ κατορθώματα τῶν κατ’ ἀρετὴν βιούντων, καὶ τὰ πτώματα τῶν εἰς κακίαν ἀποῤῥεόντων. Διὸ προσ‐ ήκει τὸν μέλλοντα τὴν κατάλληλον θεραπείαν προσ‐ άγειν τῷ νενοσηκότι τῆς ψυχῆς μέρει, πρότερον μὲν ἐπισκέπτεσθαι ἐν τίνι συνέστη τὸ πάθος· εἶθ’ οὕτω | |
20 | πεπονθότι προσάγειν ἁρμοδίως τὴν θεραπείαν· ὥστε μὴ δι’ ἀπειρίαν τῆς θεραπευτικῆς μεθόδου, ἄλλο μὲν ᾖ τὸ νοσῆσαν μέρος, ἕτερον δὲ τὸ τὴν θεραπείαν δε‐ χόμενον· ὥσπερ ἀμέλει βλέπομεν πολλοὺς τῶν ἰατρῶν ἐν ἀπειρίᾳ τοῦ πρωτοπαθοῦντος μέρους προσεπιτρί‐ | |
25 | βοντας τὴν νόσον δι’ ὧν θεραπεύουσι. Τῆς γὰρ ἀῤῥω‐ στίας οὔσης πολλάκις κατὰ θερμοῦ ἐπικράτησιν, ἐπειδὴ τοῖς κατὰ πλεονασμὸν τοῦ ψυχροῦ κεκακωμέ‐ νοις χρήσιμον τὸ θερμαῖνόν τε καὶ ἀναθάλπον ἐστὶ, τὸ τούτοις κατὰ λόγον συνενεγκὸν, ἀπερισκέπτως τὸ | |
30 | αὐτὸ τοῖς ἐν ἀμετρίᾳ θερμότητος ἐκκαιομένοις ἐπ‐ αγαγόντες, δυσίατον τὸ πάθος ἐποίησαν. Ὥσπερ τοί‐ νυν ἀναγκαιοτάτη τοῖς ἰατροῖς ἐνομίσθη ἡ κατανόη‐ σις τῆς τῶν στοιχείων ἰδιότητος, ὅπως ἂν ἑκάστου τῶν εὖ ἢ κακῶς διακειμένων γένοιτο τοῦ παρὰ φύ‐ | |
35 | σιν διατεθέντος ἡ ἐπανόρθωσις· οὕτω καὶ ἡμεῖς ἐπὶ ταύτην ἀναδραμόντες τὴν διαίρεσιν τῶν ἐν τῇ ψυχῇ θεωρουμένων, ἀρχὴν καὶ ὑπόθεσιν τῆς καταλλήλου τῶν παθῶν θεραπείας ποιησώμεθα τὴν γενικὴν θεω‐ ρίαν. Οὐκοῦν τριχῆ, καθὼς ἔφαμεν, διῃρημένης τῆς | |
40 | ἰδιότητος τῶν τῆς ψυχῆς κινημάτων, εἰς τὸ λογιστι‐ κόν τε καὶ ἐπιθυμητικὸν καὶ θυμοειδές· κατόρθωμα μὲν τοῦ λογιστικοῦ μέρους τῆς ψυχῆς ἐστιν, ἡ εὐσε‐ βὴς περὶ τὸ Θεῖον ὑπόληψις, καὶ ἡ τοῦ καλοῦ τε καὶ κακοῦ διακριτικὴ ἐπιστήμη, καὶ ἡ τρανήν τε καὶ | |
45 | ἀσύγχυτον ἔχουσα περὶ τῆς φύσεως τῶν ὑποκειμέ‐ νων τὴν δόξαν· τί μέν ἐστιν αἱρετὸν ἐν τοῖς οὖσι· τί δὲ βδελυκτὸν καὶ ἀπόβλητον. Καὶ πάλιν ἐκ τοῦ ἐναν‐ τίου πάντως ἡ ἐν τῷ μέρει τούτῳ κακία θεωρηθή‐ σεται, ὅταν ἀσέβεια μὲν ᾖ περὶ τὸ Θεῖον, ἀκρισία δὲ | |
45.224(50) | περὶ τὸ ὄντως καλόν· ἐνηλλαγμένη δὲ καὶ ἐσφαλμένη ἡ περὶ τὴν τῶν πραγμάτων φύσιν ὑπόληψις, ὥστε τιθέναι τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς, κα‐ θώς φησιν ἡ Γραφή. Τοῦ δὲ ἐπιθυμητικοῦ μέρους ἡ μὲν ἐνάρετός ἐστι κίνησις τὸ πρὸς τὸ ὄντως ἐπι‐ | |
55 | θυμητικὸν, καὶ ἀληθῶς καλὸν ἀνάγεσθαι τὸν πόθον· καὶ εἴ τις ἐν ἡμῖν ἐρωτικὴ δύναμίς τε καὶ διάθεσις, | |
ἐκεῖ κατασχολεῖσθαι πᾶσαν, ἐν τῷ πεπεῖσθαι μηδὲν | 223 | |
45.225 | ὀρεκτὸν εἶναι τῇ ἑαυτοῦ φύσει ἄλλο, πλὴν τῆς ἀρε‐ τῆς, καὶ τῆς τὴν ἀρετὴν πηγαζούσης φύσεως. Πα‐ ρατροπὴ δὲ καὶ ἁμαρτία τοῦ τοιούτου μέρους ἐστὶν, ὅταν τις μεταγάγῃ τὴν ἐπιθυμίαν πρὸς τὴν ἀνυπό‐ | |
5 | στατον κενοδοξίαν· ἢ πρὸς τὸ ἐπικεχρωσμένον τοῖς σώμασιν ἄνθος· ὅθεν γίνεται ἡ φιλοχρηματία, καὶ ἡ φιλοδοξία, καὶ ἡ φιληδονία, καὶ πάντα τὰ τοιαῦτα, ὅσα τοῦ τοιούτου ἤρτηται τῆς κακίας γένους. Πάλιν δὲ τῆς θυμώδους διαθέσεως κατόρθωμα μέν ἐστιν ἡ | |
10 | πρὸς τὸ κακὸν ἀπέχθεια, καὶ ὁ πρὸς τὰ πάθη πόλε‐ μος, καὶ τὸ πρὸς ἀνδρείαν ἐστομῶσθαι τὴν ψυχὴν, ἐν τῷ μὴ καταπτήσσειν τὰ τοῖς πολλοῖς φοβερὰ νομιζό‐ μενα, ἀλλὰ μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν ἀν‐ τικαθίστασθαι· καταφρονεῖν δὲ θανατικῆς ἀπειλῆς, | |
15 | καὶ ἀλγεινῶν κολαστηρίων, καὶ τῆς τῶν ἡδίστων δια‐ ζεύξεως, καὶ πάντων ἅπαξ τῶν διά τινος συνηθείας καὶ προλήψεως ἐν ἡδονῇ τοὺς πολλοὺς κατεχόντων κρείττονα γενέσθαι, τῆς τε πίστεως καὶ τῆς ἀρετῆς προμαχόμενον. Τὰ δὲ ἀποπτώματα τοῦ τοιούτου μέ‐ | |
20 | ρους ἐστὶν ἅπασι πρόδηλα, ὁ φθόνος, τὸ μῖσος, ἡ μῆνις, αἱ λοιδορίαι, αἱ συμπλοκαὶ, αἱ ἐμφιλόνεικοί τε καὶ ἀμυντικαὶ διαθέσεις, αἱ μέχρι πολλοῦ παρα‐ τείνουσαι τὴν μνησικακίαν, καὶ πολλοὺς εἰς φόνους καὶ αἵματα καταθήγουσαι. Μὴ γὰρ εὑρὼν ὁ ἀπαί‐ | |
25 | δευτος λογισμὸς ὅπου χρήσηται λυσιτελῶς τῷ ὅπλῳ, ἐφ’ ἑαυτὸν τρέπει τὴν τοῦ σιδήρου ἀκμὴν καὶ γίνε‐ ται τὸ ἐκ Θεοῦ δοθὲν ἡμῖν ἀμυντήριον ὅπλον τῷ κα‐ κῶς κεχρημένῳ ὀλέθριον. | |
30 | Τούτων τοίνυν κατὰ τὸν εἰρημένον διακρινηθέντων τρόπον, ὅσα μὲν ἁμαρτήματα τοῦ λογιστικοῦ τῆς ψυ‐ χῆς ἅπτεται μέρους, χαλεπώτερα παρὰ τῶν Πατέρων ἐκρίθη, καὶ μείζονος καὶ διαρκεστέρας καὶ ἐπιπονω‐ τέρας τῆς ἐπιστροφῆς ἄξια· οἷον εἴ τις ἠρνήσατο τὴν | |
35 | εἰς Χριστὸν πίστιν, ἢ πρὸς Ἰουδαϊσμὸν, ἢ πρὸς εἰ‐ δωλολατρείαν, ἢ πρὸς Μανιχαϊσμὸν, ἢ πρὸς ἄλλο τι τοιοῦτον ἀθεΐας εἶδος αὐτομολήσας ἐφάνη, ὁ μὲν ἑκουσίως ἐπὶ τὸ τοιοῦτον ὁρμήσας κακὸν, εἶτα κα‐ ταγνοὺς ἑαυτοῦ, χρόνον τὸν τῆς μετανοίας ἔχει, ὅλον | |
40 | τὸν τῆς ζωῆς αὐτοῦ. Οὐδέποτε γὰρ μυστικῆς ἐπιτε‐ λουμένης εὐχῆς, μετὰ τοῦ λαοῦ προσκυνῆσαι τὸν Θεὸν καταξιοῦται, ἀλλὰ καταμόνας μὲν εὔξεται· τῆς δὲ κοινωνίας τῶν ἁγιασμάτων καθόλου ἀλλότριος ἔσται· ἐν δὲ τῇ ὥρᾳ τῆς ἐξόδου αὐτοῦ, τότε τῆς τοῦ | |
45 | ἁγιάσματος μερίδος ἀξιωθήσεται. Εἰ δὲ συμβαίη παρ’ ἐλπίδας ζῆσαι αὐτὸν, πάλιν ἐν τῷ αὐτῷ κρίματι διαβιώσεται, ἀμέτοχος τῶν μυστικῶν ἁγιασμάτων μέχρι τῆς ἐξόδου γινόμενος. Οἱ δὲ βασάνοις καὶ τι‐ μωρίαις χαλεπαῖς αἰκισθέντες, ἐν ῥητῷ χρόνῳ ἐπ‐ | |
45.225(50) | ετιμήθησαν, οὕτω τῶν ἁγίων Πατέρων φιλανθρωπίᾳ ἐπ’ αὐτῶν χρησαμένων, ὡς οὐχὶ ψυχῆς γεγενημένης ἐν πτώματι, ἀλλὰ τῆς σωματικῆς ἀσθενείας πρὸς τὰς αἰκίας οὐκ ἀντισχούσης. Διὸ τῷ μέτρῳ τῶν ἐν πορνείᾳ πλημμελησάντων, καὶ ἡ βεβιασμένη τε καὶ | |
55 | ἐπώδυνος παράβασις ἐν τῇ ἐπιστροφῇ συνεμετρήθη. Οἱ δὲ πρὸς γόητας ἀπιόντες, ἢ μάντεις, ἢ τοὺς διὰ δαιμόνων καθάρσιά τινα καὶ ἀποτροπιασμοὺς ἐνεργεῖν ὑπισχνουμένους, οὗτοι ἐρωτῶνται δι’ ἀκρι‐ | |
βείας καὶ ἀνακρίνονται, πότερον ἐπιμένοντες τῇ εἰς | 225 | |
45.228 | Χριστὸν πίστει, ὑπ’ ἀνάγκης τινὸς συνηνέχθησαν ἐκείνῃ τῇ ἁμαρτίᾳ, κακώσεώς τινος, ἢ ἀφορήτου ζημίας ταύτην αὐτοῖς τὸν ὁρμὴν ἐμποιησάσης· ἢ καθόλου καταφρονήσαντες τοῦ πεπιστευμένου παρ’ | |
5 | ἡμῶν μαρτυρίου, τῇ τῶν δαιμόνων συμμαχίᾳ προσ‐ έδραμον. Εἰ μὲν γὰρ ἀθετήσει τῆς πίστεως καὶ πρὸς τὸ μὴ πιστεύειν εἶναι Θεὸν τὸν παρὰ τῶν Χριστιανῶν προσκυνούμενον, ἐκεῖνο ἐποίησαν, δηλαδὴ τῷ κρί‐ ματι τῶν παραβάντων ὑπαχθήσονται. Εἰ δέ τις ἀβά‐ | |
10 | στακτος ἀνάγκη κατακρατήσασα τῆς μικροψυχίας αὐτῶν, εἰς τοῦτο προσήγαγε διά τινος ἠπατημένης ἐλπίδος παρακρουσθέντας, ὡσαύτως ἔσται καὶ ἐπ’ αὐτῶν ἡ φιλανθρωπία, καθ’ ὁμοιότητα τῶν πρὸς τὰς βασάνους ἐν τῷ καιρῷ τῆς ὁμολογίας ἀντισχεῖν μὴ | |
15 | δυνηθέντων. Τῶν δὲ δι’ ἐπιθυμίαν τε καὶ ἡδονὴν γινομένων ἁμαρτημάτων τοιαύτη ἐστὶν ἡ διαίρεσις· τὸ μὲν γὰρ καλεῖται μοιχεία, τὸ δὲ πορνεία. Τισὶ μὲν οὖν τῶν ἀκριβεστέρων ἤρεσε καὶ τὸ κατὰ πορνείαν πλημμέ‐ | |
20 | λημα, μοιχείαν εἶναι νομίζειν, διότι μία ἐστὶν ἡ νό‐ μιμος συζυγία, καὶ γυναικὶ πρὸς ἄνδρα, καὶ ἀνδρὶ πρὸς γυναῖκα. Πᾶν οὖν τὸ μὴ νόμιμον παράνομον πάντως, καὶ ὁ μὴ τὸ ἴδιον ἔχων, δηλαδὴ τὸ ἀλλό‐ τριον ἔχει· τῷ γὰρ ἀνθρώπῳ μία δέδοται παρὰ τοῦ | |
25 | Θεοῦ βοηθὸς, καὶ τῇ γυναικὶ μία ἐφήρμοσται κεφα‐ λή. Οὐκοῦν εἰ μέν τις τὸ ἴδιον αὐτοῦ σκεῦος, κα‐ θὼς ὀνομάζει ὁ θεῖος Ἀπόστολος, ἑαυτῷ κτήσαιτο, συγχωρεῖ ὁ νόμος τῆς φύσεως τὴν δικαίαν χρῆσιν. Εἰ δέ τις ἔξω τοῦ ἰδίου τραπείη, ἐν ἀλλοτρίῳ πάντως | |
30 | γενήσεται· ἀλλότριον δὲ ἑκάστῳ πᾶν τὸ μὴ ἴδιον, κἂν μὴ ὁμολογούμενον ἔχει τὸν κυριεύοντα. Οὔκουν πόῤῥω τοῦ κατὰ τὴν μοιχείαν πλημμελήματος, καὶ ἡ πορνεία τοῖς τὸν ἀκριβέστερον ἐξετάζουσι λόγον ἐδείχθη, λεγούσης καὶ τῆς θείας Γραφῆς· ὅτι Μὴ | |
35 | πολὺς ἴσθι πρὸς ἀλλοτρίαν· πλὴν ἀλλ’ ἐπειδὴ τοῖς ἀσθενεστέροις ἐγένετό τις παρὰ τῶν Πατέρων συμ‐ περιφορὰ, διεκρίθη τὸ πλημμέλημα τῇ γενικῇ διαι‐ ρέσει ταύτῃ, ὡς πορνείαν μὲν εἶναι καὶ λέγεσθαι, τὴν χωρὶς ἀδικίας ἑτέρου γινομένην τισὶ τῆς ἐπιθυ‐ | |
40 | μίας ἐκπλήρωσιν· μοιχείαν δὲ, τὴν ἐπιβουλήν τε καὶ τὴν ἀδικίαν τοῦ ἀλλοτρίου. Ἐν ταύτῃ δὲ καὶ τὴν ζωοφθορίαν καὶ τὴν παιδεραστίαν εἶναι λογίζονται· διότι καὶ ταῦτα φύσεώς ἐστι μοιχεία. Εἰς γὰρ τὸ ἀλ‐ λότριόν τε καὶ παρὰ φύσιν γίνεται ἡ ἀδικία. Ταύτης | |
45 | τοίνυν τῆς διαιρέσεως καὶ ἐν τούτῳ τῷ εἴδει τῆς ἁμαρ‐ τίας γεγενημένης, καθολικὴ μέν ἐστι θεραπεία, τὸ τῆς ἐμπαθοῦς λύσσης, τῆς περὶ τὰς τοιαύτας ἡδονὰς, καθαρὸν ἐκ μεταμελείας γενέσθαι τὸν ἄνθρωπον· ἐπὶ δὲ τῶν ἐν πορνείᾳ μολυνθέντων ἀδικία τις τῇ | |
45.228(50) | ἁμαρτίᾳ ταύτῃ οὐ καταμέμικται· διὰ τοῦτο διπλάσιον ὡρίσθη τῆς ἐπιστροφῆς ὁ χρόνος τοῖς ἐν μοιχείᾳ μιαν‐ θεῖσι, καὶ ἐν τοῖς ἄλλοις τοῖς ἀπηγορευμένοις κακοῖς, ζωοφθορίᾳ τε καὶ τῇ κατὰ τοὺς ἄῤῥενας λύσσῃ· δι‐ πλασιάζεται γὰρ, ὡς εἶπον, ἐπὶ τῶν τοιούτων ἡ | |
55 | ἁμαρτία. Μία μὲν ἡ κατὰ τὴν τοῦ ἀλλοτρίου ἀδικίαν συνισταμένη. Διαφορὰ δέ τίς ἐστιν ἐν τῷ λόγῳ τῆς | |
μετανοίας, καὶ ἐπὶ τῶν κατὰ ἡδονὴν πλημμελούντων | 227 | |
45.229 | τοιαύτη. Ὁ μὲν γὰρ ἀφ’ ἑαυτοῦ πρὸς τὴν ἐξαγό‐ ρευσιν τῆς ἁμαρτίας ὁρμήσας, αὐτῷ τῷ καταδέξα‐ σθαι δι’ οἰκείας ὁρμῆς γενέσθαι τῶν κρυφίων κατ‐ ήγορος· ὡς ἤδη τῆς θεραπείας τοῦ πάθους ἀρξάμε‐ | |
5 | νος, καὶ σημεῖον τῆς πρὸς τὸ κρεῖττον μεταβολῆς ἐπιδειξάμενος, ἐν φιλανθρωποτέροις γίνεται τοῖς ἐπιτιμίοις. Ὁ δὲ φωραθεὶς ἐπὶ τῷ κακῷ, ἢ διά τινος ὑποψίας ἢ κατηγορίας ἀκουσίως ἀπελεγχθεὶς, ἐν ἐπιτεταμένῃ γίνεται τῇ ἐπιστροφῇ· ὥστε καθαρι‐ | |
10 | σθέντα δι’ ἀκριβείας αὐτὸν, οὕτως ἐπὶ τὴν τῶν ἁγια‐ σμάτων κοινωνίαν παραδεχθῆναι. Ἔστι τοίνυν ὁ κα‐ νὼν τοιοῦτος, ὥστε τοὺς ἐν πορνείᾳ μολυνθέντας, ἐν τρισὶ μὲν ἔτεσι καθόλου τῆς εὐχῆς ἀποβλήτους εἶναι· ἐν τρισὶ δὲ τῆς ἀκροάσεως μετέχειν μόνης, ἐν ἄλλοις | |
15 | δὲ τρισὶν ἔτεσι μετὰ τῶν ἐν τῇ ἐπιστροφῇ ὑποπι‐ πτόντων προσεύχεσθαι, καὶ τότε μετέχειν τῶν ἁγια‐ σμάτων. Ἐπὶ δὲ τῶν σπουδαιότερον κεχρημένων τῇ ἐπιστροφῇ, καὶ τῷ βίῳ δεικνύντων τὴν πρὸς τὸ ἀγαθὸν ἐπάνοδον, ἔξεστι τῷ οἰκονομοῦντι πρὸς τὸ | |
20 | συμφέρον τὴν ἐκκλησιαστικὴν οἰκονομίαν, συντεμεῖν τὸν χρόνον τῆς ἀκροάσεως, καὶ τάχιον εἰς ἐπιστρο‐ φὴν ἀγαγεῖν, καὶ πάλιν καὶ τοῦτον συντεμεῖν τὸν χρόνον, καὶ τάχιον ἀποδοῦναι τὴν κοινωνίαν, ὅπως ἂν τῇ ἑαυτοῦ δοκιμασίᾳ ἐκκρίνῃ τὴν τοῦ θεραπευο‐ | |
25 | μένου κατάστασιν. Ὥσπερ γὰρ τὸ τοῖς χοίροις ῥίπτειν τὸν μαργαρίτην ἀπείρηται, οὕτω τὸ ἀποστερεῖν τοῦ τιμίου μαργαρίτου τὸν ἤδη ἄνθρωπον διὰ τῆς κα‐ θαρότητός τε καὶ ἀπαθείας γενόμενον, τῶν ἀτόπων ἐστίν. Ἡ δὲ κατὰ μοιχείαν ἤτοι καὶ τὰ λοιπὰ εἴδη | |
30 | τῆς ἀκαθαρσίας γενομένη παρανομία, καθὼς προεί‐ ρηται, κατὰ πάντα ἐν τῷ αὐτῷ κρίματι θεραπευθή‐ σεται, ἐν ᾧ καὶ τὸ τῆς πορνείας ἄγος· τῷ δὲ χρόνῳ διπλασιάζεται. Παρατηρηθήσεται δὲ καὶ ἐπ’ αὐτῷ ἡ τοῦ θεραπευομένου διάθεσις, ὃν τρόπον καὶ ἐπὶ τῶν | |
35 | τῷ μολυσμῷ τῆς πορνείας συνενεχθέντων, ὥστε ἢ θᾶττον ἢ βραδύτερον γενέσθαι αὐτοῖς τὴν τοῦ ἀγαθοῦ μετουσίαν. Λείπεται πρὸς τούτοις τὸ θυμοειδὲς τῆς ψυχῆς προ‐ θεῖναι εἰς ἐξέτασιν, ὅταν παρασφαλεῖσα τῆς ἀγαθῆς | |
40 | τοῦ θυμοῦ χρήσεως, εἰς ἁμαρτίαν ἐκπέσῃ. Πολλῶν τε ὄντων κατὰ θυμὸν εἰς ἁμαρτίαν ἐνεργουμένων, καὶ πάντων κακῶν, ἤρεσέ πως τοῖς Πατράσιν ἡμῶν, ἐν τοῖς ἄλλοις μὴ λίαν ἀκριβολογεῖσθαι, μηδὲ πολλῆς ἄξιον ἡγεῖσθαι σπουδῆς, τὸ θεραπεύειν πάντα τὰ ἐκ | |
45 | θυμοῦ παραπτώματα· καί τοί γε τῆς Γραφῆς, οὐ μό‐ νον τὴν* ψυχὴν ἀπαγορευούσης πληγήν· ἀλλὰ καὶ πᾶσαν λοιδορίαν, ἢ βλασφημίαν, καὶ εἴ τι ἄλλο τοι‐ οῦτον ὁ θυμὸς ἀπεργάζεται· μόνον δὲ τοῦ κατὰ τὸν φόνον ἄγους τὴν παραφυλακὴν ἐποιήσαντο, διὰ τῶν | |
45.229(50) | ἐπιτιμίων. Διῄρηται δὲ τὸ τοιοῦτον κακὸν τῇ διαφορᾷ τοῦ ἑκουσίου τε καὶ ἀκουσίου, ἐν οἷς ἑκούσιος μέν ἐστι φόνος. Πρῶτον μὲν, ὁ ἐκ παρασκευῆς τετολμη‐ μένος τοῦ εἰς αὐτὸ τοῦτο εὐτρεπισαμένου, ὅπως ἂν τὸ ἄγος ἐργάσηται. Ἔπειτα δὲ κἀκεῖνος ἐν τοῖς ἑκουσίοις | |
55 | ἐνομίσθη, ὅταν τις ἐν συμπλοκῇ καὶ μάχῃ, τύπτων τε καὶ τυπτόμενος, ἐνέγκῃ κατά τινος καιρίου τὴν διὰ τῆς χειρὸς πληγήν. Ὁ γὰρ ἅπαξ τῷ θυμῷ κρατηθεὶς, καὶ τῇ ὁρμῇ τῆς ὀργῆς χαριζόμενος, οὐδὲν ἂν παρὰ τὸν | |
καιρὸν τοῦ πάθους τῶν ἀνακόψαι τὸ κακὸν δυναμένων | 229 | |
45.232 | ἐπὶ νοῦν λάβοι. Ὥστε καὶ τὸ ἐκ τῆς συμπλοκῆς ἀπο‐ τέλεσμα τοῦ φόνου, εἰς ἔργον προαιρέσεως, καὶ οὐκ εἰς ἀποτυχίαν ἀνάγεται. Οἱ δὲ ἀκούσιοι φανερὰ ἔχουσι τὰ γνωρίσματα· ὅταν τις πρὸς ἕτερόν τι τὴν σπου‐ | |
5 | δὴν ἔχων, ἐξ ἀποτυχίας τι τῶν ἀνηκέστων δράσῃ. Ἐπὶ τούτων τοίνυν ὁ μὲν φόνος, εἰς τριπλασίονα χρόνον παρατείνεται, τοῖς δι’ ἐπιστροφῆς θεραπευο‐ μένοις τὸ ἑκούσιον ἄγος. Τρισεννέα γάρ εἰσιν ἐνιαυ‐ τοὶ, καθ’ ἕκαστον βαθμὸν τῆς ἐννάδος τῶν ἐτῶν ὁρι‐ | |
10 | σθείσης, ὥστε ἐν μὲν τῷ παντελεῖ ἀφορισμῷ, ἐνναετῆ χρόνον διαγενέσθαι ἀπειργόμενον τῆς Ἐκκλησίας· ἄλλα δὲ τοσαῦτα ἔτη ἐν τῇ ἀκροάσει παραμεῖναι, μόνης τῶν διδασκάλων καὶ τῆς τῶν Γραφῶν ἀκροά‐ σεως, καὶ μετὰ τῆς τοῦ λαοῦ συστάσεως ἀξιούμε‐ | |
15 | νον, ἐν δὲ τρίτῃ ἐννάδι, μετὰ τῶν ὑποπιπτόντων ἐν τῇ ἐπιστροφῇ προσευχόμενον, οὕτως ἐλθεῖν ἐπὶ τὴν μετουσίαν τοῦ ἁγιάσματος· δηλαδὴ καὶ ἐπὶ τοῦ τοιούτου, ἡ αὐτὴ προστήρησις ἔσται παρὰ τοῦ οἰκονομοῦντος τὴν Ἐκκλησίαν, καὶ πρὸς λόγον | |
20 | τῆς ἐπιστροφῆς συντμηθήσεται αὐτῷ καὶ ἡ τοῦ ἐπι‐ τιμίου παράτασις, ὥστε ἀντὶ ἐννέα ἐτῶν, ἐφ’ ἑκάστῳ βαθμῷ ὀκτὼ ἢ ἑπτὰ ἢ ἓξ, ἢ καὶ πέντε μόνα γενέ‐ σθαι· εἴπερ τὸ μέγεθος τῆς ἐπιστροφῆς νικοίη τὸν χρόνον, καὶ ὑπερβάλλοιτο τῇ σπουδῇ τῆς διορθώσεως | |
25 | τοὺς ἐν τῇ μακρᾷ προθεσμίᾳ ῥᾳθυμότερόν πως ἑαυ‐ τοὺς ἀπὸ τῆς κηλίδος καθαίροντας. Τὸ δὲ ἀκούσιον, συγγνωστὸν μὲν, οὐ μὴν ἐπαινετὸν ἐκρίθη. Τοῦτο δὲ εἶπον, ὥστε δῆλον γενέσθαι, ὅτι κἂν ἀκουσίως τις γένηται ἐν τῷ τοῦ φόνου μιάσματι, ὡς ἤδη βέβηλον | |
30 | αὐτὸν ἀπὸ τοῦ ἄγους γενόμενον, ἀπόβλητον ἱερατικῆς χάριτος ὁ κανὼν ἀπεφήνατο· ὅσος δέ ἐστιν ἐπὶ τῇ ψιλῇ πορνείᾳ τοῦ καθαρσίου ὁ χρόνος, τοσοῦτος καὶ ἐπὶ τῶν ἀκουσίως πεφονευκότων ἐδοκιμάσθη καλὸν ἔχειν, δηλαδὴ καὶ ἐν τούτῳ τῆς προαιρέσεως τοῦ με‐ | |
35 | τανοοῦντος δοκιμαζομένης· ὥστε εἰ ἀξιόπιστος γένοιτο ἡ ἐπιστροφὴ, μὴ πάντως παραφυλαχθῆναι τὸν ἀριθμὸν τῶν ἐτῶν, ἀλλὰ διὰ συντομίας ἀγαγεῖν αὐτὸν εἰς τὴν τῆς Ἐκκλησίας ἀποκατάστασιν, καὶ εἰς τὴν τοῦ ἀγαθοῦ μετουσίαν. Εἰ δέ τις μὴ πληρώσας τὸν χρόνον τὸν | |
40 | ἐκ τῶν κανόνων ἀφωρισμένον, ἐξοδεύοι τοῦ βίου· κελεύει ἡ τῶν Πατέρων φιλανθρωπία μετασχόντα τῶν ἁγιασμάτων, μὴ κενὸν τοῦ ἐφοδίου πρὸς τὴν ἐσχάτην ἐκείνην καὶ μακρὰν ἀποδημίαν ἐκπεμφθῆναι. Εἰ δὲ μετασχὼν τοῦ ἁγιάσματος, πάλιν εἰς τὴν ζωὴν | |
45 | ἐπανέλθοι, ἀναμένειν τὸν τεταγμένον χρόνον, ἐν ἐκεί‐ νῳ τῷ βαθμῷ γενόμενον, ἐν ᾧ ἦν πρὸ τῆς κατὰ ἀνάγ‐ κην αὐτῷ δοθείσης κοινωνίας. Τὸ δὲ εἶδος τῆς εἰδωλολατρείας· οὕτω γὰρ ὀνομά‐ ζει τὴν πλεονεξίαν ὁ θεῖος Ἀπόστολος· οὐκ οἶδα ὅπως | |
45.232(50) | ἀθεράπευτον ὑπὸ τῶν Πατέρων ἡμῶν περιώφθη. Καί τοί γε δοκεῖ τὸ τοιοῦτον κακὸν τῆς τρίτης ἐν τῇ ψυχῇ καταστάσεως πάθος εἶναι. Καὶ γὰρ λογισμὸς τῆς τοῦ καλοῦ κρίσεως ἁμαρτάνων, ἐν τῇ ὕλῃ τὸ καλὸν εἶναι φαντάζεται, οὐ πρὸς τὸ ἄϋλον ἀναβλέπων κάλλος, καὶ ἡ | |
55 | ἐπιθυμία πρὸς τὰ κάτω ῥεῖ, τοῦ ἀληθοῦς ὀρεκτοῦ ἀποῤ‐ ῥέουσα. Καὶ ἡ φιλόνεικός τε καὶ θυμώδης διάθεσις, | |
πολλὰς ἐκ τῆς τοιαύτης ἁμαρτίας τὰς ἀφορμὰς λαμ‐ | 231 | |
45.233 | βάνει. Καὶ τὸ ὅλον εἰπεῖν, συμφωνεῖ ἡ τοιαύτη νόσος τῷ ἀποστολικῷ τῆς πλεονεξίας ὅρῳ. Ὁ γὰρ θεῖος Ἀπόστολος, οὐ μόνον αὐτὴν εἰδωλολατρείαν, ἀλλὰ καὶ ῥίζαν πάντων τῶν κακῶν ἀπεφήνατο· καὶ ὅμως τὸ | |
5 | τοιοῦτον εἶδος παρώφθη τῆς νόσου ἀνεπίσκεπτόν τε καὶ ἀτημέλητον· διὸ καὶ πλεονάζει κατὰ τὰς Ἐκκλη‐ σίας τὸ τοιοῦτον ἀῤῥώστημα, καὶ οὐδεὶς τοὺς ἐπὶ τὸν κλῆρον ἀγομένους περιεργάζεται, μήπως τῷ τοιούτῳ εἴδει τῆς εἰδωλολατρείας κατεμιάνθησαν. Ἀλλὰ περὶ | |
10 | μὲν τούτων, διὰ τὸ παρεῖσθαι τοῖς Πατρᾶσιν ἡμῶν, ἀρκεῖν ἡγούμεθα τῷ δημοσίῳ τῆς διδασκαλίας λόγῳ, ὅπως ἂν οἷόν τε ᾖ, θεραπεύειν, ὥσπερ τινὰ πάθη πληθωρικὰ, τὰς πλεονεκτικὰς ἀῤῥωστίας διὰ τοῦ λό‐ γου καθαίροντας. Μόνην δὲ τὴν κλοπὴν καὶ τὴν τυμ‐ | |
15 | βωρυχίαν, καὶ τὴν ἱεροσυλίαν πάθη νομίζομεν, διὰ τὸ οὕτως ἐκ τῆς τῶν Πατέρων ἀκολουθίας τὴν παρά‐ δοσιν ἡμῖν περὶ τούτου γενέσθαι. Καί τοί γε παρὰ τῇ θείᾳ Γραφῇ, καὶ ὁ πλεονασμὸς, καὶ ὁ τόκος, τῶν ἀπειρημένων ἐστὶ, καὶ τὸ ἐκ δυναστείας τινὸς τῇ | |
20 | ἰδίᾳ κτήσει προσαγαγεῖν τὰ ἀλλότρια, κἂν ἐν προσχή‐ ματι πραγματείας τὸ τοιοῦτον τύχῃ γινόμενον. Ἐπει‐ δὴ τοίνυν τὸ καθ’ ἡμᾶς, εἰς ἐξουσίαν κανὼν ἀξιόπιστος, τὴν ἐπὶ τῶν ὁμολογουμένως ἀπηγορευμένων κανονι‐ κὴν κρίσιν ἤδη τοῖς εἰρημένοις προσθήσομεν. Διῄρηται | |
25 | οὖν ἡ κλοπὴ εἴς τε λῃστείαν καὶ εἰς τοιχωρυχίαν καὶ εἷς μὲν ἐπ’ ἀμφοτέρων σκοπὸς, ἡ τῶν ἀλλοτρίων ἀφαίρεσις· πολλὴ δὲ κατὰ τὴν γνώμην αὐτῶν ἡ πρὸς ἀλλήλους ἐστὶ διαφορά. Ὁ μὲν γὰρ λῃστὴς, καὶ τὴν μιαιφονίαν εἰς συμμαχίαν τοῦ σπουδαζομένου παρα‐ | |
30 | λαμβάνει, πρὸς αὐτὸ τοῦτο παρασκευαζόμενος καὶ ὅπλοις καὶ πολυχειρίᾳ, καὶ τοῖς ἐπικαίροις τῶν τό‐ πων· ὥστε τὸν τοιοῦτον, τῷ κρίματι τῶν ἀνδροφόνων ὑπάγεσθαι, εἰ διὰ μεταμελείας ἑαυτὸν πρὸς τὴν Ἐκ‐ κλησίαν τοῦ Θεοῦ ἐπανάγοι. Ὁ δὲ δι’ ὑφαιρέσεως | |
35 | λανθανούσης σφετεριζόμενος τὸ ἀλλότριον, εἶτα δι’ ἐξαγορεύσεως τὸ πλημμέλημα αὐτοῦ τῷ ἱερεῖ φανερώ‐ σας, τῇ περὶ τὸ ἐναντίον τοῦ πάθους σπουδῇ θεραπεύσει τὴν ἀῤῥωστίαν· λέγω δὲ διὰ τοῦ τὰ προσόντα παρέχειν τοῖς πένησιν, ἵνα τῷ προέσθαι ἂ ἔχει, φανερὸς γένηται | |
40 | καθαρεύων τῆς κατὰ πλεονεξίαν νόσου. Εἰ δὲ μηδὲν ἔχοι, μόνον δὲ τὸ σῶμα ἔχοι, κελεύει ὁ Ἀπόστολος διὰ τοῦ σωματικοῦ κόπου τὸ τοιοῦτον ἐξιλάσασθαι πά‐ θος. Ἔχει δὲ ἡ λέξις οὕτως· Ὁ κλέπτων, μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ | |
45 | ἀγαθὸν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. | |
47 | Ἡ δὲ τυμβωρυχία καὶ αὐτὴ διῄρηται εἰς τὸ συγγνω‐ στόν τε καὶ ἀσύγγνωστον. Εἰ μὲν γάρ τις τῆς οὐσίας φειδόμενος, καὶ ἄσυλον ἀφεὶς τὸ κεκρυμμένον σῶμα, ὡς | |
45.233(50) | μὴ ἀναδειχθῆναι ἡλίῳ τὴν ἀσχημοσύνην τῆς φύσεως, λίθοις τισὶ τῶν ἐν τῷ τάφῳ προβεβλημένων συγχρή‐ σαιτο εἰς ἔργου τινὸς κατασκευὴν, ἐπαινετὸν μὲν οὐδὲ τοῦτό ἐστι· πλὴν ἀλλὰ συγγνωστὸν ἐποίησεν ἡ συνήθεια, ὅταν εἰς προτιμότερόν τι καὶ κοινωφελέ‐ | |
55 | στερον ἡ τῆς ὕλης μετάθεσις γίνηται. Τὸ δὲ διερευ‐ νᾶσθαι τὴν κόνιν ἀπὸ τῆς γεωθείσης σαρκὸς, καὶ ἀνα‐ | |
κινεῖν τὰ ὀστᾶ, ἐλπίδι τὸν κόσμον τινὰ τῶν συγκατ‐ | 233 | |
45.236 | ορυχθέντων κερδᾶναι, τοῦτο τῷ αὐτῷ κρίματι κατ‐ εδικάσθη, ᾧ καὶ ἡ ψιλὴ πορνεία, καθὼς καὶ ἐν τῷ προλαβόντι διῄρηται λόγῳ· ἐπισκοποῦντος δηλαδὴ τοῦ οἰκονόμου ἐξ αὐτοῦ τοῦ βίου τὴν ἰατρείαν τοῦ | |
5 | θεραπευομένου, ὥστε συντεμεῖν τὴν ἐκ τῶν κανόνων ὁρισθεῖσαν τοῦ ἐπιτιμίου προθεσμίαν. | |
8 | Ἡ δὲ ἱεροσυλία, παρὰ μὲν τῇ ἀρχαίᾳ Γραφῇ, οὐδὲ ἐνομίσθη τῆς φονικῆς κατακρίσεως ἀνεκτοτέρα. | |
10 | Ὁμοίως γὰρ ὅ τε ἐπὶ φόνῳ ἁλοὺς, καὶ ὁ τὰ ἀνατε‐ θέντα τῷ Θεῷ ὑφελόμενος, τὴν διὰ τῶν λίθων τιμω‐ ρίαν ὑπέσχον. Ἐπὶ δὲ τῆς ἐκκλησιαστικῆς συνηθείας οὐκ οἶδα πῶς συγκατάβασίς τις ἐγένετο, καὶ συμπερι‐ φορὰ, ὥστε ἀνεκτότερον νομισθῆναι τὸ τῆς τοιαύτης | |
15 | νόσου καθάρσιον· ἐν ἐλάττονι γὰρ χρόνῳ παρὰ τὴν μοιχείαν, τοῖς τοιούτοις τὸ ἐπιτίμιον διετάξατο ἡ τῶν Πατέρων παράδοσις. Πανταχοῦ καὶ ἐν πλημμελήματος εἴδει τοῦτο καθορᾷν προσήκει πρὸ πάντων, οἵα ἐστὶ τοῦ θεραπευομένου διάθεσις, μὴ τὸν χρόνον οἴεσθαι πρὸς | |
20 | θεραπείαν ἀρκεῖν· τίς γὰρ ἂν ἐκ τοῦ χρόνου ἴασις γέ‐ νοιτο; ἀλλὰ τὴν προαίρεσιν τοῦ ἑαυτὸν δι’ ἐπιστροφῆς ἰατρεύοντος. Ταῦτά σοι, ὦ ἄνθρωπε τοῦ Θεοῦ, κατὰ πολλὴν σπουδὴν ἐκ τῶν προχείρων συνθέντες, διὰ τὸ δεῖν τοῖς τῶν ἀδελφῶν ἐπιτάγμασι πείθεσθαι, κατὰ | |
25 | σπουδὴν ἀπεστείλαμεν. Σὺ δὲ τὰς συνήθεις ὑπὲρ ἡμῶν εὐχὰς τῷ Θεῷ προσάγων μὴ διαλείπῃς. Χρεωστεῖς γὰρ ὡς εὐγνώμων υἱὸς, τῷ κατὰ Θεόν σε γεννήσαντι, τὴν διὰ τῶν προσευχῶν γηροκομίαν, κατὰ τὴν ἐντολὴν τὴν κελεύουσαν τιμᾷν τοὺς γονέας, ἵνα εὖ σοι γέ‐ | |
30 | νηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Δῆλον δὲ ὅτι ὡς σύμβολον ἱερατικὸν, δέξῃ τὸ γράμμα, καὶ οὐκ ἀτιμάσεις τὸ ξένιον, κἄν τι μικρότερον τῆς σῆς | |
μεγαλοφυΐας εἴη. | 235 |