|
TLG 2017 074 :: GREGORIUS NYSSENUS :: Tractatus ad Xenodorum (fragmentum) GREGORIUS NYSSENUS Theol. Tractatus ad Xenodorum (fragmentum) Citation: (Line) | ||
| 1t | Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Νύσσης ἐκ τοῦ | |
|---|---|---|
| 2t | πρὸς Ξενόδωρον γραμματικὸν λόγου, οὗ ἡ ἀρχή· Οὐδὲν | |
| 3t | Χριστιανοῖς θεολογίας ἀληθοῦς σωτηριωδέστερον. | |
| 4 | Ἐνέργειαν γὰρ ἡμεῖς εἶναί φαμεν τὴν φυσικὴν ἑκάστης οὐσίας | |
| 5 | δύναμίν τε καὶ κίνησιν, ἧς χωρὶς οὔτε ἐστὶν οὔτε γινώσκεται φύσις. νοερῶν γάρ ἐστι νόησις, αἰσθητικῶν αἴσθησις (καθ’ ἣν αὗταί τε τῶν | |
| ἐκτὸς ἐφάπτονται φυσικῶς καὶ τοῖς ἐκτὸς ὑποπίπτουσι), πτηνῶν πτῆσις, νηκτῶν νῆξις, ἑρπηστικῶν ἕρψις, βαδιστικῶν βάδισις, βλαστῶν βλάστη‐ σις. καὶ περιληπτικῶς εἰπεῖν, τὸ σημαντικὸν ἑκάστης ἰδίωμα φύσεως | 14 | |
| 10 | ἐνέργειαν λέγομεν φυσικήν· ἧς μόνον ἐστέρηται τὸ μὴ ὄν. τὸ γὰρ οὐσίας τινὸς μετέχον καὶ τῆς δηλούσης αὐτὴν φυσικῶς μεθέξει πάντως δυνάμεως. ὅρους γὰρ τῶν οὐσιῶν τὰς φυσικὰς αὐτῶν ἐνεργείας ὁ | |
| ἀληθὴς ἐπίσταται λόγος. | 15 | |