TLG 2017 073 :: GREGORIUS NYSSENUS :: De occursu domini [Sp.]

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

De occursu domini [Sp.]

Citation: Volume — page — (line)

46

.

1152

(1t)

ΤΟΥ ΑΥΤΟΥ
2tΕΙΣ ΤΗΝ ΥΠΑΠΑΝΤΗΝ ΤΟΥ ΚΥΡΙΟΥ,
3tΚΑΙ ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ, ΚΑΙ ΕΙΣ ΤΟΝ ΔΙΚΑΙΟΝ ΣΥΜΕΩΝΑ.
8 Ὁ τῇ φρονήσει τῶν οὐρανίων μετέωρος, ὁ τῇ κατα‐ φρονήσει τῶν ἐπιγείων μετάρσιος, Παῦλος ὁ θεόλη‐
10πτος νοῦς, ἡ Χριστοκίνητος γλῶττα, ὁ τοῦ ὀξυγράφου γραμματέως ὡραιότατος κάλαμος, ὁ καλλιγραφήσας τῇ Ἐκκλησίᾳ τῆς ἀληθείας τὰ δόγματα, τὸ ἐν τῇ χειρὶ τοῦ δυνατοῦ θεοχάλκευτον βέλος, τὸ ἐν τῇ καρδίᾳ τοῦ κοσμοκράτορος τοῦ σκότους καιρίαν ἐμπῆξαν πληγὴν,
15ἡ ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ, μᾶλλον δὲ μέχρι τῶν περάτων τῆς γῆς φάνασα ἀστραπὴ, ἡ τῆς θείας βροντῆς ἐν τῷ μυστικῷ τροχῷ τοῦ Εὐαγγελίου, τῷ κατὰ πάσης κυλισθέντι τῆς οἰ‐ κουμένης, ἡ διειδεστάτη καὶ μεγαλόθρους φωνή· οὗτος
20ὡς ἐξ αὐτῶν τῶν τοῦ παραδείσου ἀδύτων φθεγγόμε‐ νος, ἔνθα τῶν ἀῤῥήτων ῥημάτων αὐτήκοος γέγονε· μᾶλλον δὲ ὡς ἐξ αὐτοῦ τοῦ θρόνου τοῦ ὑψηλοῦ τε καὶ ἐπηρμένου τῆς δόξης ἔνθα παρίσταται· προπομπὴν ἔντιμον τῇ παρούσῃ ἁγίᾳ καὶ Δεσποτικῇ ἑτοιμαζόμε‐
25νος ἑορτῇ, πρὸς ὑποδοχὴν τοῦ βασιλέως τῆς δόξης· καθάπερ τινὰ μυστικωτάτην σύγκλητον, τὸν τῆς Ἐκκλησίας λαὸν, τὸ βασίλειον ἱεράτευμα στιχηδὸν, ὡς ἄν τις εἴποι, παρασκευάζει τῆς εὐσχήμονος πολι‐ τείας τὴν τάξιν, ῥυθμίαν τε καὶ εὐαρμοστίαν διατατ‐
30τόμενός φησιν, Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε· ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε. Οὕτω γὰρ τῷ παντελείῳ καὶ αἰ‐ ωνίῳ Θεῷ, ᾧ τὴν πανήγυριν ἄγομεν σήμερον, τῷ δι’ ἡμᾶς κατὰ σάρκα ἐπ’ ἐσχάτων νηπιάσαντι· ἐξ οὗ
35πᾶν δώρημα καὶ τελειωτικόν· τῷ τὴν κατὰ φύσιν ὑπερφυῶς τῆς ἀρετῆς τελειότητα καὶ ἐν τῷ ἀνθρω‐ πίνῳ ἑαυτοῦ καταστήματι ἐπιδείξαντι σύσσωμοί τε καὶ συμμέτοχοι γενησόμεθα, καὶ πρὸς τιμὴν αὐτοῦ καὶ δόξαν ἡ Ἐκκλησίας ἔσται συνέλευσις. Οὕτω γὰρ
40τὴν ἀρτιγενῆ αὐτοῦ σωματικῶς θεοφάνειαν ὁ προφη‐ τικὸς αἰνιττόμενος λόγος, τοῖς χαρακτῆρσι τῆς θεο‐ πρεποῦς αὐτοῦ ὑπογράφει τελειότητος. Διότι· πρὶν ἢ γνῶναι, φησὶ, τὸ παιδίον καλὸν ἢ κακὸν, ἀπειθεῖ
πονηρίᾳ, ἐκλέξεται τὸ ἀγαθὸν, ὅπερ ἄκρας καὶ

46

.

1153

τελειοτάτης διακρίσεώς τε καὶ ὄντως φρονήσεως γνώρισμα. Πρὸς οὗπερ ἡμᾶς ὁμοιότητα διασκευάζων ὁ μέγας ἀπόστολος, τὸ προτεθὲν αὐτοῦ θεόπνευστον λόγιον ἔφησεν· ὡς ἐν τούτῳ τῆς κατ’ εἰκόνα τε καὶ
5ὁμοίωσιν θεοτευξίας ἐμφερῶς ἐν ἡμῖν γνωριζομένης, καὶ τῆς τοῦ πρωτοτύπου κάλλους ὑπεραγιότητος γι‐ νωσκομένης.
13 Καθάπερ γὰρ βασιλεῖ τῶν ὑπ’ αὐτοῦ στρατευμάτων προπεμπτήριον ἑτοιμαζομένων μεγαλαυχίαν, χρυσ‐
15ορόφους τε καὶ ἐξειλεγμένους εἶναι τοὺς πρὸς δορυφο‐ ρίαν αὐτοῦ συνειλεγμένους προσῆκε, καὶ τῆς ἐκείνου θέας τὸ ἐκτύπωμα εὐσημότατα προβεβλῆσθαι· οὕτως ἡμᾶς ἀναγκαῖον μεταμορφουμένους τῇ ἀνακαινίσει τοῦ νοὸς ἡμῶν, καὶ τὸν παλαιὸν ἄνθρωπον ἀποθεμέ‐
20νους, καὶ τῆς θείας εἰκόνος τὴν ὁμοίωσιν, κατὰ τὸ ἐφικτὸν ἀνθρώποις, ἐν ἑαυτοῖς περιφέροντας, οὕτως ἐν ταῖς σωτηρίοις καὶ πνευματικαῖς ἀπαντᾷν ἑορταῖς, ἵνα ἔσωνται ἡμῖν, κατὰ τὸν τοῦ προφήτου λόγον, νη‐ στεία ἡ τετάρτη, καὶ νηστεία ἡ πέμπτη, καὶ νηστεία
25ἡ ἑβδόμη, καὶ νηστεία ἡ δεκάτη εἰς εὐφροσύνην καὶ εἰς ἑορτὰς ἀγαθάς. Τῆς νηστείας ἀναγωγικῶς δηλαδὴ νοουμένης, ἐν τῷ τῆς ἀποχῆς τε καὶ ἐγκρατείας παντὸς μολυσμοῦ, καὶ σαρκός τε καὶ πνεύματος τρόπῳ. Διὰ γὰρ τετράδος τε καὶ πέμπτης, καὶ μὴν ἑβδόμης
30τε καὶ δεκάτης πᾶσα σαρκική τε καὶ τῷ εὐεξαπα‐ τήτῳ τῶν αἰσθήσεων προσφυὴς, καὶ τῷ παρόντι βίῳ συγκλειομένη σημαίνεται ἔμφασις. Τὴν γὰρ σωματι‐ κωτέραν τε καὶ φιλόσαρκον διαγωγὴν διὰ τῆς τετρά‐ δος μανθάνομεν, ὡς ἐκ τεσσάρων στοιχείων τῶν σωμά‐
35των συγκεκραμένων· τὸ δὲ διὰ τῶν αἰσθήσεων εὐόλι‐ σθον (ὡς πέντε καθεστωσῶν), τὸ τῆς πέμπτης ὄνομα ὑπαινίσσεται. Ἡ ἑβδόμη δὲ, καὶ κατὰ τὸν Σολομῶντα τὸν εἰς ἑαυτὸν ἑβδοματικῶς ἀνακυκλούμενον τῆς κάτω λήξεως αἰῶνα ἐμφαίνειν ἐπίσταται. Ἥ γε μὴν δεκάτη
40τοῦ ἐντὸς ἀνθρώπου τὴν τῶν αἰσθήσεων κάθαρσιν πρὸς τὰ ἔξωθεν ἀνηγμένου ὑποδείκνυσιν· ὥστε τὸν τοῦ νοῦ ὀφθαλμὸν ἁπλοῦν τε καὶ διαυγῆ ὑπάρχειν, ἵνα ὅλον τὸ σῶμα φωτεινὸν ἔσται, ὥς φησι τὸ ἅγιον Εὐαγγέλιον· ἥ τε τῆς ψυχῆς ἀκοὴ τῆς θείας πληροῦ‐
45ται ἀγαλλιάσεώς τε καὶ εὐφροσύνης, ἣν ἀκουτισθῆναι καὶ Δαβὶδ ὁ μέγας ἐπεύχεται· τὴν δὲ γευστικὴν αὐ‐ τῆς δύναμιν ἐν τῇ τοῦ Κυρίου ἐγγεγυμνᾶσθαι χρη‐ στότητι, ὡς ὁ ψάλλων ἐν προφήταις ἀναφθέγγεται, καὶ ἐν ἀντιλήψει τῆς τοῦ Χριστοῦ εὐωδίας, ἣν ὁ θεῖος

46

.

1153

(50)

Παῦλος ἀπέπνεε, τὴν ὀσφραντικὴν ἕξιν καθίστασθαι· καὶ ταῖς ἔσω τῆς διακρίσεως χερσὶ ψηλαφᾷν τὸν λό‐ γον τῆς ζωῆς, ὡς ὁ τῆς βροντῆς υἱὸς διηγόρευσεν. Ἡ γὰρ ἐν τούτοις τῶν νοητῶν αἰσθήσεων γυμνασία, ἐν τῇ τῶν ἐναντίων τούτοις ἀποχῇ τε καὶ ἀλλοτριώσει
55τὴν ἐπαινουμένην παρὰ Θεοῦ νηστείαν ἀπεργάζεσθαι
πέφυκεν· οὕτω τε κατορθοῦν ἡμᾶς περιγίνεται τὸ τῇ

46

.

1156

κακίᾳ μὲν νηπιάζειν, τῆς κατὰ Θεὸν δὲ φρονήσεως ἐν τελειότητι γίνεσθαι.
9Οὕτως ἡμᾶς ἄρδουσα ἡ τῶν ἀποστολικῶν τε καὶ
10προφητικῶν διδαγμάτων ἐκ τῶν κρουνῶν τοῦ Πνεύμα‐ τος συῤῥέουσα μεγαλόνοια, καὶ τὸν τοῦ Θεοῦ ποταμὸν τῶν μυστικῶν ὑδάτων πληρώσασα, τὴν ἐπουράνιον πόλιν τοῦ Θεοῦ, τὴν ταῖς ὑπερκοσμίοις συγκροτουμέ‐ νην δυνάμεσι, τοῖς τοῦ ποταμοῦ τούτου ὁρμήμασιν
15εὐφραίνειν ἐπίσταται, ὡς τῆς ψαλμῳδίας βοώσης ἠκούσαμεν. Καὶ γὰρ ἡ τῶν ἄνω πνευμάτων ἁγία ὁμ‐ ήγυρις τῇ τῶν ἀνθρώπων σωτηρίᾳ λίαν ἐφήδεται. Οὕτω γὰρ κοινῇ πανηγυρίζειν σὺν τοῖς ἐπιγείοις τὰ οὐράνια εἴωθεν, τὴν ἀγγελοπρεπῆ πολιτείαν τῶν ἐπὶ γῆς
20ἀσπαζομένων. Ὅ τε γὰρ ὁ Θεὸς ἡμῶν οὗτος, ὃν προ‐ δεικτικῶς ὁ προφήτης διήγγειλεν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, καὶ τὴν ἄνω μα‐ καριότητα ἐπὶ γῆς φυτευομένην ἐθεάσαντο ἄγγελοι, Δόξα ἐν ὑψίστοις Θεῷ, ἀνεφθέγγοντο, καὶ ἐπὶ γῆς
25εἰρήνην εὐηγγελίζοντο (θείας εὐδοκίας ἐν ἀνθρώποις γεγενημένης)· οὕτω τε τῆς θείας λειτουργίας ἐξαίρε‐ τον καὶ ὄντως καθαρόν τε καὶ μονότροπον αὐχοῦντες οἱ τῶν ἁγίων ἀγγέλων μακάριοι θίασοι, τῆς ἀληθοῦς ἁγιότητος ἐν ἡμῖν ὁρῶντες τοὺς χαρακτῆρας, οὐκ ἀπο‐
30βλήτους ποιήσονται κοινωνοὺς τῆς ἀκηράτου εὐφρο‐ σύνης συμπαραλήψεσθαι· καθάπερ τὸν ῥυπώσῃ ἐστο‐ λισμένον ἐσθῆτι ἀπόκριτον τοῦ θείου γάμου ὁ τῆς εὐαγγελικῆς παραβολῆς ἐποιήσατο λόγος. Καὶ γὰρ ὅτε κατὰ τὸν ἀρχέτυπον καιρὸν (ὡς ἄν τις εἴποι) τῆς
35παρούσης ἑορτῆς ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, καὶ μορ‐ φὴν δούλου ἑλόμενος, ὁ μεσίτης Θεοῦ καὶ ἀνθρώπων γενόμενος, τὴν νομικὴν πληρῶν διαγόρευσιν τεσσαρά‐ κοντα ἡμερῶν ὑπάρχων βρέφος, ὁ ἀΐδιος Λόγος ἐπὶ τὸν ναὸν ἐχώρει σὺν τῇ τεκούσῃ, καὶ τῇ καταλλήλῳ
40τῆς διατεταγμένης θυσίας διαγωγῇ, αἱ τῶν ἀσωμάτων ταξιαρχίαι δουλικῶς τὸν αὐχένα ὑποκλίνουσαι, ἐκ τοῦ ἀοράτου θεοπρεπῆ τὴν προπομπὴν ἡτοιμάζοντο, καὶ τὸ τῆς ἀῤῥήτου σοφίας ἐξεθείαζον πέλαγος· καὶ τὴν περαίωσιν τῆς προχειροτέρας τοῦ νομικοῦ γράμμα‐
45τος διατάξεως, φανέρωσιν τοῦ μυστηρίου τοῦ ἀπο‐ κεκρυμμένου ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι ἐξ‐ εδέχοντο· οὗ τινος ἡμεῖς τὴν ἀνάμνησιν ἑορτάζοντες σήμερον, πνευματικαῖς θεωρίαις κατὰ τοὺς ἀσωμάτους νόας τρυφήσωμεν, καὶ τῶν θείων θαυμασίων τὸ μεγα‐

46

.

1156

(50)

λεῖον δοξάζοντες, κοινωνοὶ τῆς ἐκείνων ἀξίας ἐσόμεθα· οὐ τῇ νομικῇ σκιᾷ τὸ ὄμμα τῆς ψυχῆς ἀμαυρούμενοι, ἀλλὰ τὸ δὴ λεγόμενον τῷ σοφωτάτῳ Παύλῳ, ἀνακε‐ καλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζό‐ μενοι. Τοῦ γὰρ Νόμου λέγοντος, πᾶν ἀρσενικὸν δια‐
55νοῖγον μήτραν ἁγιάζεσθαι, δεῖν δὲ τὴν ἀρτιτόκον γυναῖκα ἄρσενος παιδὸς γενομένην μητέρα, τεσσαρά‐
κοντα ἡμερῶν μετὰ τὸ τεκεῖν καθηραμένην διαστή‐

46

.

1157

ματι, οὕτω μετά τινος εὐκρινῶς διωρισμένης θυσίας ἐπὶ τὸ τοῦ Θεοῦ πορεύεσθαι τέμενος· οἱ μὲν τὸ κά‐ λυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης τῇ καρδίᾳ αὐτῶν περιφέροντες, ταῖς αὐταῖς κατ’ ἐνιαυ‐
5τὸν θυσίαις, ἵν’ οὕτως εἴπω (αἳ οὐδέποτε δύνανται τοὺς προσερχομένους τελειῶσαι), νηπιοφρόνως τὴν τοιαύτην νομοθεσίαν νομιζέτωσαν πληροῦν. Ἡμῖν δὲ, οἷς ἐν τῇ πρὸς Θεὸν ἐπιστροφῇ τὸ τοιοῦτον περιῄρη‐ ται κάλυμμα, ἅπαξ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος εἰς
10ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανερῶ‐ σθαι τὸ μέγα τῆς εὐσεβείας πεπιστευκόσι μυστήριον, ἐπαξίως τοῦ θείου τῆς ἀληθείας φωτὸς, τῇ δᾳδουχίᾳ τοῦ Πνεύματος τὸ τῆς παρούσης πανηγύρεως θεω‐ ρητέον μυστήριον, μικρὸν ἄνωθεν προσβαλοῦσι τῷ
15θεωρήματι, κἀκεῖνό γε μὴν εὐκαίρως προσημηναμέ‐ νοις· ὅτι κατὰ τὸ τῆς ἐξετάσεως ἀκόλουθον τὸ προτε‐ θὲν τοῦ Νόμου θέσπισμα ἐπὶ μόνῳ τῷ σαρκωθέντι Θεῷ ὡρισμένως τε καὶ ἀνεπισυμβάτως ἑτέρῳ ὁρᾶται πλη‐ ρούμενον. Μόνος γὰρ αὐτὸς ἀῤῥήτως συλληφθεὶς, καὶ
20ἀφράστως κυηθεὶς, μὴ προδιηνοιγμένην τῷ γάμῳ τὴν παρθενικὴν μήτραν ἀνέῳξεν, τὰ σήμαντρα τῆς παρ‐ θενίας ἀπαράτρωτα καὶ μετὰ τὴν παράδοξον πρόοδον φυλαξάμενος, καὶ μόνος ἄῤῥην πνευματικῶς εἶναι πεπίστευται μηδὲν τῆς θηλυπρεποῦς ἁμαρτίας ἐπ‐
25αγόμενος, ὅθεν καὶ ὄντως ἅγιος ἐπαξίως κέκληται· ὥσπερ καὶ Γαβριὴλ τὰ τοῦ ζωοποιοῦ τόκου τῇ Θεο‐ τόκῳ φέρων εὐαγγέλια, οἱονεὶ τὴν περὶ τούτου προ‐ διωρισμένην τε καὶ εἰς αὐτὸν μόνον ὁρῶσαν νομοθεσίαν ἐν ἀναμνήσει ποιούμενος· Διὸ καὶ τὸ γεννώμενον
30ἅγιον, ἔλεγε, κληθήσεται Υἱὸς Θεοῦ· ὡς κυρίως τῆς τοῦ ἁγίου ἁρμοζούσης ἐπωνυμίας τῷ τὴν παρθέ‐ νον μήτραν τῇ θείᾳ διανοίξαντι θαυματουργίᾳ. Καὶ ἐπὶ μὲν τῶν ἄλλων πρωτοτόκων, ἅγια ταῦτα κληθή‐ σεσθαι, βεβασανισμένως τῷ βάθει τοῦ Νόμου ἐγκύ‐
35ψασα ἡ εὐαγγελικὴ ἀκρίβεια, διηγόρευσεν, ὡς τῇ τοῦ Θεοῦ ἀφιερώσει τὸ οὕτω καλεῖσθαι κληρωσαμένων· ἐπὶ δὲ τοῦ πρωτοτόκου πάσης κτίσεως, Ἅγιον τὸν γεννώμενον ὁ ἄγγελος εἴρηκεν, ὡς τοῦτο κυρίως ὑπάρχων, καὶ τὴν ὄντως ἁγιότητα ἐν τῇ ἀποπομπῇ
40τῆς κακίας, καὶ τῇ τοῦ ἀγαθοῦ ἐκλογῇ, ἅμα τῷ γεν‐ νηθῆναι, ὥς φησιν ὁ προφήτης, ἐπιδειξάμενος.
51 Ἀλλ’ ἐπανακτέον ἐπὶ τὴν θάλασσαν τῆς θεωρίας, ὡς ἡ θεία προστάσσει τῷ νομοθέτῃ φωνὴ, τοῦ Πνεύ‐ ματος χάριτος, ὡς ἐν στύλῳ πυρὸς καὶ νεφέλης, τῇ τῶν Γραφῶν λαμπρότητι τοῦ ἐνθέου τῆς Ἐκκλησίας
55στρατοπέδου προηγουμένης, ἵνα τῇ ῥάβδῳ τῆς δυνά‐ μεως τῇ ἀποστελλομένῃ ἐκ τῆς ἄνω Σιὼν, ὡς Ψάλλων
φησὶν, δι’ ἧς οἱ ἐχθροὶ κυριεύονται, τὸ τοῦ γράμμα‐

46

.

1160

τος περάσαντες πέλαγος, ἔνθα καὶ ἔνθα διῃρημένον ἐν τῇ εὐκρινεῖ διαβάσει τῶν νοημάτων, τὸ Αἰγύπτιον τῶν ἀπειθούντων τῇ χάριτι διαδράσωμεν φρόνημα, συγκλυσθέντων αὐτῶν τῆς ἀληθείας τῷ ῥείθρῳ· οἷς
5διὰ σπουδῆς ἐστιν, ἐμποδίζειν ἡμῖν τὴν ἐπὶ πνευμα‐ τικὴν γῆν τῆς ἐπαγγελίας τοῦ Εὐαγγελίου ὁδὸν, ἐθέ‐ λειν τε ἐν τῇ σιδηρᾷ καμίνῳ τοῦ γράμματος (ὅπερ ἡ Αἴγυπτος ὠνόμασται) προσμένειν ἡμᾶς, τῷ πηλῷ καὶ τῇ πλινθείᾳ δουλεύοντας, τουτέστι ταῖς σωματι‐
10καῖς τοῦ Νόμου παρατηρήσεσιν. Ἔφη τοίνυν τῷ Μωϋσῇ ἐν Αἰγύπτῳ ὁ τῶν ὅλων Θεὸς ἤδη τὴν κατὰ τῶν πρωτοτόκων Αἰγύπτου διορισάμενος, πληγήν· Ἁγίασόν μοι πᾶν πρωτότοκον πρωτογενὲς δια‐ νοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς Ἰσραὴλ, ἀπὸ
15ἀνθρώπου ἕως κτήνους· ἧς τινος θείας νομοθεσίας τὸ συνεπτυγμένον ὥσπερ ἐξαπλώσας ὁ μακάριος Μωϋσῆς ἐν τῇ πρὸς τὸν λαὸν διαλέξει ἀποφαίνεται· Καὶ ἔσται ὡς ἂν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσέ
20σοι καὶ τοῖς πατράσι σου· Καὶ δώσω σοι αὐτὴν, ἀφοριεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀῤῥενικὰ τῷ Κυρίῳ· καὶ πᾶν διανοῖγον μήτραν ἐκ τῶν βουκο‐ λίων, ἢ ἐν τοῖς κτήνεσί σου, ὅσα ἂν γένηταί σοι, τὰ ἀῤῥενικὰ τῷ Κυρίῳ· πᾶν δὲ διανοῖγον
25μήτραν ὄνου, ἀλλάξεις προβάτῳ· ἐὰν δὲ μὴ ἀλ‐ λάξῃς, λυτρώσῃ αὐτὸ, καὶ πᾶν πρωτότοκον τῶν υἱῶν σου λυτρώσῃ, τουτέστιν, λύτρα δώσεις ὑπὲρ αὐτοῦ. Οὕτω γὰρ ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν ὁ θεῖος σαφηνίζει χρησμὸς, τῷ τῆς ἀρχιερωσύνης ἐπειλημ‐
30μένῳ διαλεγόμενος· Καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκὸς ἃ προσφέρουσι τῷ Κυρίῳ, ἀπὸ ἀνθρώπου ἕως κτήνους, σοὶ ἔσται· ἀλλ’ ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων, καὶ τὰ πρωτότοκα τῶν κτηνῶν τῶν ἀκαθάρτων λυ‐
35τρώσῃ· Καὶ ἡ λύτρωσις αὐτοῦ· Ἀπὸ μηνιαίου λυτρώσῃ, ἡ συντίμησις ἀργυρίου πέντε σίκλων, κατὰ τὸν σίκλον τὸν ἅγιον. Πλὴν τὰ πρωτότοκα τῶν μόσχων, καὶ τὰ πρωτότοκα τῶν προβάτων, καὶ τῶν αἰγῶν οὐ λυτρώσῃ· ἅγια γάρ ἐστι· καὶ
40τὸ αἷμα αὐτῶν προσέχεις πρὸς τὸ θυσιαστήριον. Ἤδη μὲν οὖν τοῖς ἀκαθάρτοις τῶν κτηνῶν συμπαρ‐ έζευξέ τε καὶ συγκατέλεξε τοῦ Ἰσραὴλ τὰ πρωτότοκα ἡ θεία φωνή· ὡς τὸ ὄντως κεκαθαρμένον καὶ ἅγιον ἐν τῇ κατὰ Νόμον λατρείᾳ οὐκ ἔχοντα, εἰ καὶ ἁγιά‐
45ζεσθαι αὐτὰ τῇ ἀποκληρώσει τῆς νομοθεσίας ἐνομί‐ ζετο. Ὁμοίως γὰρ εἰς θυσίαν Θεοῦ ἀποβλήτοις, λύτρα δίδοσθαι ἀντὶ τῶν ἀνθρώπων παρ’ αὐτοῖς ἐτεθέσπιστο· ὡς τῆς παρὰ Ἰουδαίοις ἀλογωτέρας καταστάσεως ἀναξίας ὑπαρχούσης τὴν λογικὴν ἀναφέρειν λατρείαν,

46

.

1160

(50)

καὶ τῷ τῆς Καινῆς Διαθήκης μυστικωτάτῳ εἰς πνευ‐ ματικὴν ὁλοκάρπωσιν προσάγεσθαι θυσιαστηρίῳ. Λύτρα δὲ, ὥσπερ ἑαυτῇ κατάλληλα εἰθισμένῃ προσ‐ άγειν τὰς κατὰ Νόμον δι’ αἱμάτων θυσίας (ἃς ὁ προφή‐ της Ἡσαΐας, ὡς ἐκ προσώπου τοῦ Θεοῦ, μηδὲ ἐξῃτη‐
55κέναι παρὰ τῶν χειρῶν αὐτῶν διορίζεται), ὡς πνευ‐ ματικὴν δηλαδὴ τελείωσιν τοῦ σκοποῦ νομοθέτου
ὁρῶντος. Τὰ δὲ εἰς θυσίαν προσαγόμενα, ὧν τὸ αἷμα

46

.

1161

προχεῖσθαι τῷ θυσιαστηρίῳ ἐνενόμιστο, Ἅγια δι‐ εσταλμένως ὠνόμασται· κἀν τούτῳ δηλαδὴ τῆς ἀλη‐ θείας προδιαγραφομένης τῷ τύπῳ. Ὁ γὰρ ἑαυτὸν προσαγαγὼν τῷ Θεῷ καὶ Πατρὶ θυσίαν, καὶ προσφο‐
5ρὰν εἰς ὀσμὴν εὐωδίας, ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὗτος μόνος κυρίως καὶ ἀληθῶς ἅγιος ἔστι τε καὶ ὀνομάζεται.
13 Ἀλλ’ ἴσως ἐρεῖ ὁ ἀπειθὴς Ἰουδαῖος, ὡς τῇ κατὰ νόμον θυσίᾳ οὐ δυνάμενα προσάγεσθαι τῶν κατ’ αὐ‐
15τὸν ἀκαθάρτων κτηνῶν τὰ πρωτότοκα, λύτροις ἀντι‐ καταλλάσσεσθαι εἴωθεν· ὁμοίως καὶ τῶν ἀνθρωπίνων πρωτοτόκων εἰς θυσίαν μὴ κατασφαττομένων (καὶ γὰρ ἀπεικὸς τοῦτό γε, καὶ θείας νομοθεσίας ἀλλό‐ τριον), ταῦτα τῇ τῶν λύτρων ἀμείψει καθιεροῦσθαι
20εἰκός. Ἀλλ’ ἐπισκεψάσθω, εἴγε μὴ τῷ ἐπιπροσθοῦντι ταῖς τῆς ψυχῆς αὐτῶν ὄψεσι καλύμματι ἐμποδίζεται, ὡς ἤδη ἐν ἑτέρᾳ νομοθεσίᾳ τοὺς Λευΐτας εἰληφέναι εἰς ἀφιέρωσιν ἀντὶ τῶν πρωτοτόκων, τὸ ἱερὸν ἐδίδαξε Γράμμα, οὑτωσὶ φάσκον ἐν τοῖς Ἀριθμοῖς ἐπὶ λέξεως·
25Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Ἰδοὺ εἴληφα τοὺς Λευΐτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ, ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται, καὶ ἔσονταί μοι οἱ Λευῗται. Ἐμοὶ γὰρ πᾶν πρω‐
30τότοκον ἡγίασα ἐν Ἰσραὴλ, ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ. Εἶτα τὸ ἀκρι‐ βὲς τῆς ἀμείψεως διαγορεύων ὁ νόμος, Εἶπεν Κύριος, φησὶ, πρὸς Μωσῆν λέγων· Ἐπίσκεψαι πᾶν πρω‐ τότοκον τῶν υἱῶν Ἰσραὴλ ἀπὸ μηνιαίου καὶ ἐπ‐
35άνω, καὶ λαβὲ τὸν ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν. Καὶ λήψῃ τοὺς Λευΐτας ἐμοὶ ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ. Εἶτα τῆς συναρι‐ θμήσεως τῶν πρωτοτόκων πρὸς τὸν ἀριθμὸν τῶν Λευϊτῶν ἐν πλεονασμῷ εὑρημένης, φησίν· Ἐλάλησε
40Κύριος τῷ Μωϋσῆ λέγων· Λάβε τὰ λύτρα τῶν πλεο‐ ναζόντων παρὰ τοὺς Λευΐτας ἀπὸ τῶν πρωτοτό‐ κων τῶν υἱῶν Ἰσραὴλ, καὶ λήψῃ πέντε σίκλους κατὰ κεφαλὴν κατὰ τὸ δίδραχμον τὸ ἅγιον. Εἴπερ οὖν κατὰ τὸ ἱερὸν Γράμμα οἱ Λευῗται λύτρα εἰσὶ τῶν
45πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ, ὡς καὶ ἡ τῆς συναρι‐ θμήσεως ἀκρίβεια δηλοῖ, ὥστε τῶν πλεοναζόντων ἐν αὐ‐ τοῖς στάθμιον ὡρισμένον τῷ νόμῳ ἀντιδοθῆναι· ποίῳ λόγῳ καθ’ ἕκαστον τῶν πρωτοτόκων λύτρα δίδοσθαι ὁ νόμος διηγόρευσεν; Ἐπὶ μὲν γὰρ τῶν ἀπροσδέκτων

46

.

1161

(50)

εἰς θυσίαν κτηνῶν, ἢ καταλλάττεσθαι, ταῦτα, ἢ λύτρα ὑπὲρ αὐτῶν δίδοσθαι ὁ νόμος φησίν· ἐπὶ δὲ τῶν ἀν‐ θρώπων, καὶ λύτρα δίδοσθαι, καὶ ἤδη τὴν ἀντάμειψιν διὰ τῶν Λευϊτῶν γενέσθαι μανθάνομεν· ὅπερ ἀσύμ‐ φωνον καὶ αὐτῷ νομικῷ γράμματι φαίνεται, ὡς ἡ ἐν
55τοῖς κτήνεσι νομοθεσία δηλοῖ, καὶ αὐτὴ ἡ φύσις ὑφ‐ ηγεῖται τοῦ πράγματος. Εἰ γὰρ μετὰ τὴν τῶν Λευϊ‐
τῶν πρὸς λειτουργίαν Θεοῦ ἀντὶ τῶν πρωτοτόκων

46

.

1164

ἀποκλήρωσιν λύτρα δίδοσθαι ἀντ’ αὐτῶν διηγόρευ‐ ται, δῆλον ὡς τῶν Λευϊτῶν οὐκ ἐχόντων τὸ εἰς ἀντί‐ λυτρον ἰσοστάσιόν τε καὶ ἀξιόδεκτον. Εἰ δὲ τοῦτο, πολλῷ μᾶλλον ἀναξιωτέρα ἡ διὰ τῆς τοῦ ἀργυρίου
5προσαγομένη λύτρωσις, ὅσον πᾶσα ἡ ἄλογος καὶ ἀν‐ αίσθητος φύσις τῆς ἀνθρωπίνης οὐσίας ἀτιμοτέρα καθέστηκεν. Πλὴν ἐπείπερ κατὰ τὸν προφήτην τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, καὶ τὸ ἐκ τούτου ἀκό‐ λουθον βλέπειν οὐ δύνανται· ἆρα δυνήσονται ἀκούειν
10κ’ αὐτοῦ σοφωτάτου διακεκραγότος Μιχαίου; Ἐγὼ μὲν οὐκ οἶμαι. Καὶ γὰρ καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἀκούουσιν· ὅμως ἱκέτω ὁ μακάριος οὗτος προφήτης μεγαλοφώνως ταῦτα βοῶν, καὶ τῷ προφητικῷ προ‐ αινισσόμενος πνεύματι τὴν τῶν Ἰουδαϊκῶν πρωτο‐
15τόκων ἀποβολὴν, ὁμοίως τῇ τῶν σωματικῶν θυσίων προσαγωγῇ· φησὶ γάρ· Ἐν τίνι καταλάβω τὸν Κύριον, ἀντιλήψομαι Θεοῦ μου ὑψίστου; Εἰ κα‐ ταλήψομαι αὐτὸν ἐν μόσχοις ἐνιαυσιαίοις; Εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν, ἢ ἐν μυ‐
20ριάσι χιμάρων πιόνων; Εἰ δῶ πρωτότοκά μου ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτιῶν μου, Ἀκουέτωσαν οἱ τὴν καρδίαν παχεῖαν ἔχοντες, ὅπερ αὐτῶν ὁ προφήτης περὶ ἡμῶν κατηγόρησεν, ὡς πρωτότοκα ἀσεβείας ὁ μακάριος Μιχαίας τὰ κατὰ
25σάρκα Ἰσραὴλ πρωτότοκα ἐξωνόμασε.
31 Πῶς οὖν ἅγια ταῦτα ὑπειλήφασιν, ἅπερ προφητικῷ λόγῳ ἀσεβείας πρωτότοκα ὠνομάσθησαν; Λεγέτωσαν ἡμῖν αἱ ὄντως ψελλίζουσαι γλῶσσαι, αἱ μὴ δυνάμε‐ ναι ὀρθολεκτεῖν τὴν ἀλήθειαν, πῶς ὁ προφήτης, ἐν
35Πνεύματι ἁγίῳ φθεγγόμενος, καρπὸν ἀσεβείας ταῦ‐ τα καλεῖν ἀπετόλμησε; Πῶς ὁ περὶ τῆς τούτων λυτρώσεως λόγος τὸ ὁμαλὸν καὶ ἀκόλουθον ἑαυτῷ ἔχων οὐ φαίνεται, ὅσον κατὰ τὸ τοῦ γράμματος πρόχειρον; καίτοιγε τοῦ νόμου παρ’ ἡμῖν ἁγίου τε
40καὶ πνευματικοῦ εἶναι νοουμένου τε καὶ πιστευομέ‐ νου. Ὁρᾶτε τῶν Ἰουδαϊκῶν ἁρμάτων συνδεδεμένους ἄξονας, καθάπερ πάλαι τῶν Αἰγυπτίων τοὺς δίφρους ἐπὶ τῶν Ἐρυθραίων ναμάτων. Ἀλλ’ ἐπαφείσθω ἀντὶ ῥάβδου τῇ θαλάσσῃ τοῦ λόγου ἡ τοῦ ἀληθοῦς νομοθέ‐
45του καὶ βασιλέως τῆς δόξης Χριστοῦ δύναμις καὶ βοήθεια, καὶ ὁδηγησάτω τὸν λαὸν αὐτοῦ εἰς ὁδὸν εὐ‐ θεῖαν ἀναγωγῆς τε καὶ θεωρίας, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου γνώσεώς τε καὶ ἀληθείας, καὶ ἐπικαλυψάτω τοὺς ἐναντίους τῆς θείας δόξης τὸ

46

.

1164

(50)

ἀπροσμάχητον· ἧστινος πεπλήρωται ἡ σύμπασα γῆ, τοῦ γνῶναι τὸν Κύριον, ὥς φησιν ἡ Γραφὴ, ὡς ὕδωρ πολὺ καλύψαι θαλάσσας. Ἄρτι μὲν τὴν πρωτότοκον τοῦ διαβόλου γονὴν, ἤγουν τὴν ἁμαρτίαν ὁ σαρκωθεὶς Θεὸς ἐνέκρωσέ
55τε καὶ ἐξηφάνισεν, ἅμα τῷ γεννηθῆναι κατὰ τὴν σάρκα, τὴν κατάκρισιν ἑαυτῷ τῆς κακίας ποιησάμε‐
νος, καὶ τὸν παντελῆ ταύτης ἀφανισμὸν ἐν ἑαυτῷ

46

.

1165

ἐργασάμενος, θρήνων τὰς ἐναντίας δυνάμεις ἐπλήρω‐ σεν, καθάπερ σκεύη τινὰ παρ’ αὐτῶν λαβὼν τοὺς ἀπὸ ἀνατολῶν ἐλθόντας Μάγους, καὶ τῇ προσκυνήσει καὶ ἐπιγνώσει τῆς αὐτοῦ δεσποτείας εὔχρηστα σκεύη τῷ
5Δεσπότῃ γεγενημένους εἰς συνεργίαν τῆς οἰκοδομῆς τῆς Ἐκκλησίας, τῆς ὄντως θεοτεύκτου σκηνῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος· ἄρτι δὲ καθάπερ πηλοῦ καὶ πλινθείας πάλαι τὸν Ἰσραὴλ, οὕτω τοῦ γηΐνου φρονήματος τὸ ἀνθρώπινον γένος ἐν αὑτῷ λυτρωσάμε‐
10νος, φυγεῖν μὲν Αἴγυπτον τοῦτο πεποίηκε, τουτέστι τὸ τοῦ θανάτου στυγητὸν καὶ ζοφῶδες φρούριον. Ἁγιάζει δὲ τῷ Θεῷ καὶ Πατρὶ οὐ μόνον τὰ τῶν ἀν‐ θρώπων πρωτότοκα, ἀλλ’ ἤδη καὶ πᾶν τὸ ἀνθρώπινον φῦλον, διὰ τῆς ἐν αὐτῷ ἀπαρχῆς τοῦ ἡμετέρου φυρά‐
15ματος, τουτέστι τῆς ἐξ ἡμῶν ληφθείσης αὐτῷ σαρ‐ κὸς ἐψυχωμένης νοερῶς, ὅλον ὥσπερ ἀναζυμώσας εἰς ἁγιασμὸν τῆς ἀνθρωπίνης οὐσίας τὸ σύγκριμα. Εἰ γὰρ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα, φήσαιμι ἂν νῦν εἰκότως κἀγὼ κατὰ τὸν θεῖον Ἀπόστολον. Καὶ καθά‐
20περ πάλαι τὴν ἱερατεύειν λαχοῦσαν φυλὴν ἀντὶ τῆς τῶν πρωτοτόκων ἀπαρχῆς ὁ νομοθέτης λόγος τυπικῶς τῷ Θεῷ προσηγάγετο· οὕτω νῦν ἐν τῷ λαμπρῷ χα‐ ρακτῆρι τῆς ἀληθείας τὸν ἀρχιερέα καὶ Ἀπόστολον τῆς ὁμολογίας ἡμῶν, τὸν ὅσιόν τε καὶ ἄκακον καὶ
25ἀμίαντον, καὶ παντὸς ἁμαρτωλοῦ κεχωρισμένον ῥύ‐ που τε καὶ φρονήματος, τῷ Θεῷ καὶ Πατρὶ σωματι‐ κῶς προσενηνέχθαι γινώσκομεν ἀντὶ τῆς καθαγια‐ σθείσης αὐτῷ διὰ πίστεως ἀνθρωπότητος· καὶ το‐ σούτῳ μᾶλλον, ὅσῳπερ οὐδὲ ὑπερτεροῦσαν καὶ ὑπερ‐
30πλεονάζουσαν παρὰ τὸν ἑαυτὸν δεδωκότα λύτρον ἀντὶ πολλῶν ὅλην ὁρῶμεν τὴν ἀνθρωπότητα, κατὰ τὸν τῆς ἁγιότητος λόγον (καθάπερ ἐν τῇ σκιᾷ τοῦ νόμου ἐν πλεονασμῷ παρὰ τοὺς Λευΐτας τὰ πρωτό‐ τοκα εὕρηνται), ἀλλὰ κατόπιν αὐτοῦ παμπληθὲς ἀπ‐
35ειλειμμένην, καθόσον χωρὶς πάσης ἀντιλογίας τὸ εὐ‐ λογούμενον ἔλαττον τοῦ εὐλογοῦντος καθέστηκε. Καὶ τότε μὲν εἰς μόνον τοῦ Ἰσραὴλ τὸ ἔθνος τὸ τῆς Λευϊ‐ τικῆς ἱερωσύνης ἀξίωμα ἐχρημάτιζε, καὶ μόνον τῶν παρ’ αὐτοῖς πρωτοτόκων λύτρα εἶναι οἱ Λευῗται
40μεμαρτύρηνται· Χριστὸς δὲ ὁ παραγενόμενος ἀρχιε‐ ρεὺς τῶν μελλόντων ἀγαθῶν, ὡς ὁ πάνσοφος Παῦ‐ λός φησιν, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν, ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ, καθὼς τὸ θεῖον προεχρησμ‐ ῴδησε λόγιον, τῇ μὲν μεταθέσει τῆς ἱερωσύνης τῷ
45ἐξ ἑτέρας αὐτὸν εἶναι φυλῆς (πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χρι‐ στὸς) καὶ τὴν τοῦ νόμου μετάθεσιν ἀπειργάσατο, ἀπὸ τῆς κατὰ νόμον σκιᾶς ἐπὶ τὸ τῆς βασιλείας τῶν οὐ‐ ρανῶν μεταθέμενος ἡμᾶς Εὐαγγέλιον, καθάπερ ἀπὸ

46

.

1165

(50)

τῆς Λευϊτικῆς ἐπὶ τὴν βασιλικὴν φυλὴν τὸ τῆς ἱερω‐ σύνης ἀξίωμα· τῇ δὲ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀφ‐ ομοιώσει οὐχ ὑπὲρ μόνου τοῦ Ἰσραὴλ, ἀλλ’ ὑπὲρ πάντων τῶν ἐθνῶν λύτρον ἑαυτὸν τῷ Πατρὶ προσηγά‐ γετο, καὶ τῆς πάντων ἀνθρώπων ὁμολογίας ἀρχιερεὺς
55καθέστηκεν, ἐπεὶ καὶ ὁ Μελχισεδὲκ ἐκ τῆς ἐθνικῆς μοίρας εἶναι γνωρίζεται, καὶ ἐκ τοῦ Ἀβραὰμ γένους
εὑρίσκεται. Ἡ δὲ κατὰ νόμον τῶν πέντε διδραχμά‐

46

.

1168

των ὑπὲρ ἑκάστου τῶν πρωτοτόκων συντίμησις ἐμ‐ φαίνειν οἶδεν αἰνιγματωδῶς, ὡς χρὴ ἕκαστον ἡμῶν πᾶσαν αἴσθησιν ἁγιάζειν Θεῷ, καὶ τὰ ἐν τούτοις, καθαρὸν καὶ ἡδονῆς πάσης ἀτόπου ἀλλότριον προσ‐
5άγειν τῷ κτίσαντι καθάπερ τι λύτρον εὐαγές τε καὶ ἔννομον.
13 Ταύτης ἡμεῖς σήμερον τῆς ἱερᾶς τελετῆς τὴν ἀνά‐ μνησιν ἑορτάζομεν, αὕτη ἡμῖν ἡ πνευματικὴ τοῦ
15μυστηρίου ἀνάπτυξις τὴν παροῦσαν συνεκρότησεν ἁγίαν πανήγυριν· καθ’ ἣν νομικῶς μὲν προσήγετο ὁ Σωτὴρ κατὰ τὸ φαινόμενον, νοητῶς δὲ καὶ πνευμα‐ τικῶς τὴν ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος τῷ Πα‐ τρὶ προσαγαγὼν, ὅλον αὐτὸ ἱερὸν ἀπεδείκνυε, καὶ πρὸς
20θείαν προσαγωγὴν ἐπιτήδειον. Τοῦτο γὰρ πάλαι ὁ νόμος ὤδινε, καὶ πρὸς τοῦτο ἑώρα ἥ τε περὶ τῶν πρωτοτόκων νομοθεσία καὶ τῆς τῶν Λευϊτῶν ἀντιδό‐ σεως καὶ τῆς τῶν διδραχμάτων συντιμήσεως. Οὕτως ἡμᾶς διεβίβασε διὰ τῆς θαλάττης τῶν ἁγίων Γραφῶν
25ἡ χάρις τοῦ Πνεύματος. Ἀλλ’ εἴδωμεν καὶ τὴν τῶν ἐναντίων σύγκλεισίν τε καὶ ἀπόδειξιν. Ἤδη μὲν οὖν ἀνωτέρω κατάδηλος ἡμῖν ἡ περὶ τῶν Λευϊτῶν τε καὶ πρωτοτόκων πᾶσα νομοθεσία γεγένηται, ἀλλὰ κα‐ θὼς ὁ μέγας Μωϋσῆς παραθαρσύνων τὸν λαὸν μηκέτι
30ὄψεσθαι τοὺς Αἰγυπτίους διεβεβαιώσατο· οὕτω κἀγὼ νῦν προάγομαι τὸν τοῦ Θεοῦ περιούσιον λαὸν εὐαγγε‐ λίζεσθαι, ὡς οὐκέτι τῆς σκιώδους λατρείας τὸ σωμα‐ τικὸν στρατόπεδον θεασόμεθα. Ποῦ γὰρ μετὰ τὴν φα‐ νέρωσιν τοῦ μεγάλου Ἀρχιερέως ἡ τῶν Λευϊτῶν ἱερουρ‐
35γία; Ποῦ μετὰ τὸ τοῦ κόσμου καθάρσιον λύτρον ἡ τῶν πρωτοτόκων συντίμησις; Ποῦ ἡ λοιπὴ τῆς νομι‐ κῆς τελετῆς ἀκρίβεια; Οὐχ ὁρᾷς ὅτι ἕως ὅτε ἡ νὺξ τῆς ἀγνοίας κατεῖχε τὰ σύμπαντα, ἀστέρων δίκην ἀμυδράν τινα καὶ σύμμετρον αὐγὴν ἡ κατὰ νόμον
40παρεῖχε λατρεία· ὅτε δὲ ὁ τῆς δικαιοσύνης ἀνέτειλεν ἥλιος, καὶ ἡ ἐξ ὕψους ἀνατολὴ ἐπέφανε, καὶ τῆς σωτηρίας ἡμέρα ἐπέλαμψεν, ἀφανὴς ἡ τῶν νομικῶν διατάξεων δᾳδουχία ἐγένετο, τῷ ὑπερλάμποντι φωτὶ νικωμένη τῆς χάριτος; Οὐκ ἠδάφισται, καθάπερ οἱ
45τριστάται καὶ τὰ ἅρματα, ὁ περιώνυμος ἐκεῖνος ναὸς, καὶ πᾶσα ἡ τῶν ἀρχιερέων ἐπ’ αὐτῷ μεγαλο‐ φροσύνη καὶ ἔπαρσις; Οὐ πᾶσα κατεκλύσθη αὐτῶν καὶ συνεχέθη ἡ νομικὴ εὐταξία; Οὐκ ἄρδην ἀπόλωλε τῶν παρὰ Ἰουδαίοις ἐθῶν ἡ ἀκρίβεια; Ποῦ γὰρ τὰς

46

.

1168

(50)

θυσίας τὰς ὑπὲρ τῶν ἀρτιτόκων γυναικῶν προσ‐ αγάγοιεν, τοῦ ἐκλελεγμένου τόπου διαπεπτωκότος, καὶ σαφῶς διορισθέντος, μὴ ἐξεῖναι ἑτέρωθί που παρ’ αὐτῶν τὰς θυσίας προσάγεσθαι; Ποῦ ἡ ἱερατικὴ στολή τε καὶ ἀξία καὶ τὰ λοιπὰ ἅπαντα; Ἀλλ’ ἵνα
55μὴ τὰ καθ’ ἕκαστον διεξιόντες, καθάπερ νεκρῶν συνεχεῖ ἐπαφῇ τε καὶ θεωρίᾳ τὸ ὄμμα τῆς ψυχῆς
δειδιξώμεθα, ἐκείνους μὲν ἐάσωμεν τεθνηκότας παρὰ

46

.

1169

τὸ ὕδωρ τοῦ νομικοῦ γράμματος· ἡμεῖς δὲ τῷ φιλαν‐ θρώπῳ Θεῷ τὸν ἐπινίκιον ὕμνον ᾄσωμεν, καὶ τῇ ὄντως οὐρανίῳ τραφέντες τροφῇ, καὶ τῷ ἐκ τῆς ἀλη‐ θινῆς πέτρας νάματι ποτισθέντες, ἔλθωμεν ἐπὶ τὸ
5ὄρος τοῦ Θεοῦ Χωρήβ· τουτέστι, τὴν ὑψηλὴν τοῦ Εὐαγγελίου διδασκαλίαν, ἵνα τῇ φωνῇ τῶν θείων σαλπίγγων, τοῖς ῥήμασι τοῦ μακαρίου Λουκᾶ τὴν ἔσω ἀκοὴν προσβάλωμεν, καθάπερ ἐξ ἁγίων ἀδύτων βοῶντος τῆς μυσταγωγίας τοῦ Πνεύματος· Καὶ ἐγέ‐
10νετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν, ἀνήγαγον οἱ γονεῖς τὸ παιδίον Ἰησοῦν παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμω Κυρίου, ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν, ἅγιον τῷ Κυρίῳ κληθήσεται· καὶ τοῦ δοῦναι θυσίαν
15κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυ‐ γόνων, ἢ δύο νεοσσοὺς περιστερῶν. Καὶ ἰδοὺ ἦν ἄνθρωπος ἐν Ἱερουσαλὴμ, ᾧ ὄνομα Συμεὼν, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβὴς, προσδεχό‐ μενος παράκλησιν τοῦ Ἰσραήλ· καὶ Πνεῦμα
20ἅγιον ἦν ἐπ’ αὐτῷ, καὶ ἦν αὐτῷ κεχρηματισμέ‐ νον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου, μὴ ἰδεῖν θάνα‐ τον, πρὶν ἂν ἴδῃ τὸν Χριστὸν Κυρίου ἐν σαρκὶ, καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν. Τί ἐστι, Προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ; Τουτ‐
25έστιν, ἀναμένων τὴν φανέρωσιν τῆς ἀληθείας, καὶ τὴν πρὸς ταύτην τοῦ Ἰσραηλίτου λαοῦ ἀπὸ τῆς νομι‐ κῆς σκιᾶς μεταχώρησιν· ἐπὶ τῷ ἀφεθέντα τοῦ ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου εἶναι τῷ τῆς ἀληθείας στοι‐ χειοῦσθαι διδασκαλείῳ, καὶ τῇ κατ’ αὐτὴν καταρτί‐
30ζεσθαι τελειότητι. Οὐδὲ γὰρ ἂν ἔχοι τις εἰπεῖν, ὡς ἐν δυσπαθείᾳ ὄντων τῶν Ἰουδαίων, καὶ ἐν αἰχμαλωσίᾳ τινὶ κατεχομένων, τὴν τούτων ἀνάκτησιν καὶ πρὸς τὸ εὔθυμον καὶ ἀρχαῖον ἐπάνοδον ἐξεδέχετο· πάσης αὐ‐ τοῖς τῆς παλαιᾶς συνηθείας εὐνομουμένης, καὶ τοῦ
35ναοῦ ἑστῶτος, καὶ τῶν ἐν αὐτῷ θυσιῶν προσαγομέ‐ νων, καὶ πάσης ἑτέρας ἰδιωτικῆς τῷ γένει αὐτῶν ὑπαρχούσης πολιτείας πεφυλαγμένης.
42 Εἰ δὲ τὸ ὑπὸ Ῥωμαίους αὐτοὺς εἶναι προβάλλεται, καὶ τὸ καθεστάναι τὸν Ἡρώδην βασιλέα τῆς Ἰου‐ δαίας ἀλλόφυλον τὸ γένος ὑπάρχοντα· γινωσκέτω ὁ
45τοιοῦτος, ὡς οὐδὲν παρὰ τοῦτο ἡ κατὰ νόμον πολιτεία παρεβλάπτετο ἐκ τοῦ ὑπὸ ἀλλοεθνοῦς τὸν Ἰσραὴλ βασιλεύεσθαι, ὥστε τὴν περὶ τούτου παράκλησιν τὸν δίκαιον πρεσβύτην ἐκδέχεσθαι. Καὶ γὰρ διαφόρως συμβέβηκε, καθάπερ τινὰ στασιώδη υἱὸν ὑπὸ τοῦ

46

.

1169

(50)

πατρὸς αὐστηρῷ τινι παιδαγωγῷ πρὸς σωφρονισμὸν παραδοθῆναι, οὕτω τὸν Ἰσραὴλ πολλάκις ὑπὸ βασι‐ λείαν γενέσθαι ἀλλόφυλον. Καὶ δηλοῖ ἡ ἐν Αἰγύπτῳ τοῦ λαοῦ ἐπὶ πλεῖστον ὅσον διατριβὴ, καὶ ὁ προφήτης Ἱερεμίας ἐν τοῖς χρόνοις Σεδεκίου τοῦ βασιλέως ἐκ
55θείου προστάγματος πρὸς αὐτόν τε καὶ τὸν ὑπ’ αὐτοῦ λαὸν διαλεγόμενος, ὑπὸ τὸ σκῆπτρον τοῦ Ναβουχοδο‐
νόσωρ γενέσθαι, καὶ προσχωρῆσαι τοῖς Χαλδαίοις.

46

.

1172

Οὐ μόνον δὲ τούτους ἀξίους καθεστῶτας πληκτικωτέ‐ ρας διαγωγῆς, ἀλλοφύλῳ σκήπτρῳ ὑποτετάχθαι οὐκ ἦν ἀπεικός· ἀλλ’ ἤδη καὶ τῶν δικαίων τινὰς, καὶ ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, κατὰ Παῦλον εἰπεῖν, οὐκ
5ἄρχοντας, ἀλλ’ ἀρχομένους ὑπὸ βαρβάρων καὶ ἀθέων ἀνδρῶν ἡ τοῦ Θεοῦ μακροθυμία παρέδειξεν· ὥστε τὸ τῆς εὐσεβείας αὐτῶν δόκιμον ἰσχυρῶς διαφανήσεσθαι. Καὶ δείκνυσιν ὅ τε Ἀβραὰμ ἐν Αἰγύπτῳ γενόμενος, καὶ τὴν γυναῖκα ὑπὸ τοῦ Φαραὼ ἀφαιρούμενος, καὶ
10ἐν παροικίᾳ τὴν ἐπηγγελμένην αὐτῷ γῆν οἰκῶν. Ὡσαύτως τε ὁ τούτου υἱὸς, καὶ ἐκείνου γόνος, τὸν Ἰσαάκ φημι καὶ τὸν Ἰακὼβ, αὖθίς τε ὁ ἐκείνου σω‐ φρονέστατος παῖς Ἰωσὴφ, δοῦλος γενόμενος, καὶ τὸ δεσμωτήριον οἰκεῖν καταδικαζόμενος. Οὐκοῦν οὐ τὴν
15εἰς κοσμικὴν εὐδοξίαν τε καὶ μεγαλαυχίαν παρά‐ κλησιν τοῦ Ἰσραὴλ ὁ σοφὸς Συμεὼν ἐξεδέχετο· ἀλλὰ τὴν ὄντως ἀληθῆ, τὴν εἰς τὸ τῆς ἀληθείας κάλλος μετάθεσιν. Χρηματισθέντος γὰρ αὐτῷ πρὸ τῆς τοῦ βίου μεταλλαγῆς ἰδεῖν τὸν Χριστὸν Κυρίου συνανα‐
20φανήσεσθαι, πνευματικῶς τὴν τοῦ λαοῦ παράκλησιν ἐξεδέχετο. Ἦλθεν οὖν οὗτος ἐν τῷ Πνεύματι εἰς τὸ ἱερὸν, καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸν
25εἰς τὰς ἀγκάλας αὑτοῦ, καὶ εὐλόγησεν τὸν Θεὸν καὶ εἶπεν· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσπο‐ τα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ Σωτήριον, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκά‐
30λυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. Ὦ μακάριε ἀληθῶς καὶ τρισμακάριε πρεσβύτα! Ὡς μακαρία σου ἐκείνη ἡ ὄντως ἱερὰ εἰς τὸ ἱερὸν εἴσ‐ οδος, δι’ ἧς πρὸς τὴν τοῦ βίου ἔξοδον ἔδραμες! Ὡς μακάριά σου τὰ ὄμματα τῆς ψυχῆς ὁμοῦ καὶ σώμα‐
35τος! Τὰ μὲν τῆς ὁρατῆς θεοφανείας ἐν ἀντιλήψει γενόμενα· τὰ δὲ μὴ πρὸς τὸ ὁρώμενον ἀπιδόντα μό‐ νον, ἀλλ’ αὐτῷ τῷ τοῦ Πνεύματος κατηυγασμένα φωτὶ, καὶ τὸν ἐν τῷ σώματι Θεὸν Λόγον γνωρίσαντα, τὰ τὸ θεῖον εἰδότα σωτήριον, τὸ κατὰ πρόσωπον πάν‐
40των τῶν λαῶν ἡτοιμασμένον. Ὡς μακάριαί σου αἱ χεῖρες αἱ τὸν Λόγον τῆς ζωῆς ψηλαφήσασαι! Ὡς μα‐ καρία σου ἡ γλῶττα ἡ τὴν ἀποκάλυψιν τοῦ ζωτικοῦ φωτὸς εὐαγγελισαμένη! Καὶ τί ἄν σοι καθ’ ἕκαστον τῶν μελῶν ἰδικῶς ἁρμόζειν ἐπείγομαι ἔπαινον, ἤδη
45σε ὅλον ἐπαινετὸν καὶ μακάριον, καὶ τῷ ἁγίῳ Πνεύ‐ ματι κάτοχον τοῦ εὐαγγελιστοῦ προδιδάξαντος; Ἀλλὰ δεῦρο, ὦ μακάριε Πάτερ, τῇ ἐν σοὶ ὑπηχήσει τοῦ Πνεύματος δίδαξον ὡς τέκνα τῆς Ἐκκλησίας τὰ θρέμματα τὸν ἀποκεκρυμμένον θησαυρὸν, καθάπερ

46

.

1172

(50)

ἐν ὀστρακίνοις σκεύεσι τοῖς ὀλίγοις σου ῥήμασιν· ἐπείπερ πρὸς ὑμᾶς τε καὶ τοὺς καθ’ ὑμᾶς τῇ πολιᾷ τῆς ἄνω φρονήσεως κεκοσμημένους καὶ πρεσβυτέ‐ ρους ὄντως ὑπάρχοντας, καὶ τῆς Ἐκκλησίας Πατέρας χρηματίζοντας, ὁ θεῖος ἡμᾶς ὁδηγεῖ λόγος μαθητευ[σ]ο‐
55μένους τὰ σωτηριώδη διδάγματα, Ἐπερώτησον, λέγων, τὸν πατέρα σου· καὶ ἀναγγελεῖ σοι τοὺς
πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι.

46

.

1173

Ἡ τὴν ἐκείνου τοιγαροῦν γλῶτταν κινήσασα τότε πρὸς θεολογίαν τοῦ Πνεύματος δύναμις, καὶ ἡμῖν διδότω λόγον νῦν ἐν ἀνοίξει τοῦ στόματος. Νῦν ἀπο‐ λύεις, φησὶ, τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ
5ῥῆμά σου ἐν εἰρήνῃ. Ἐξότε γὰρ Χριστὸς ἐνηνθρώ‐ πησε, καὶ τὴν πολεμοποιὸν ἁμαρτίαν ἐξηφάνισεν, καὶ τῷ Πατρὶ ἡμᾶς κατήλλαξεν, ἐν εἰρήνῃ ἡ τῶν ἁγίων μετάστασις γίνεται. Τοῦτο γὰρ προφητικῶς καὶ ὁ μέγας Δαβὶδ προενδεικνύμενος ἔλεγεν· Ἐν εἰρήνῃ
10ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω· τὸ μὴ πα‐ ρὸν, ἀλλὰ μέλλον κατὰ τὴν τοῦ Χριστοῦ παρουσίαν αἰνιττόμενος. Καὶ ὡς μονοτρόπως τῆς τοιαύτης ἐλπί‐ δος (τῆς εἰρηναίας φημὶ ἐν Χριστῷ κοιμήσεως), τοῖς ἁγίοις εἰσοικισθείσης διὰ τοῦ Πνεύματος, φησίν· Ὅτι
15σὺ, Κύριε, καταμόνας ἐπ’ ἐλπίδι κατῴκισάς με. Ὁ δὲ μακάριος πρεσβύτης Συμεὼν, ἤδη παρόντα τὸν καιρὸν θεασάμενος, φησὶ, Νῦν ἀπολύεις τὸν δοῦ‐ λόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· τὸ ἐνεστηκὸς τῆς θείας δεικνύων ἐπαγγελίας. Ὅτι
20εἶδον, φησὶν, οἱ ὀφθαλμοί μου τὸ Σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· τουτέστι τὴν διὰ Χριστοῦ γενομένην παντὶ τῷ κόσμῳ σωτηρίαν, καὶ οὐ μόνῳ τῷ Ἰσραήλ. Πῶς οὖν ἀνω‐ τέρω μεμαρτύρηται τὴν τοῦ Ἰσραὴλ προσδέχεσθαι
25παράκλησιν, νῦν δὲ ὤφθη τὸ τοῦ Θεοῦ σωτήριον ἐν‐ ώπιον πάντων τῶν λαῶν ἀναφθεγγόμενος; Ἐπειδὴ τότε τὴν τοῦ Ἰσραὴλ ἔσεσθαι παράκλησιν ἔγνω τῷ Πνεύματι, ὅτε καὶ πᾶσι τοῖς λαοῖς ἡτοίμασται τὸ σωτήριον. Ὅρα δὲ τὸ ἀκριβὲς τῆς θείας ἐμπνεύσεως.
30Φῶς γὰρ, φησὶν, εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ· ὁμόλογα τῷ μεγάλῳ Παύλῳ ἐν τῇ τοῦ Ἰσραὴλ ὑπαριθμήσει φθεγγόμενος. Ὅτε γὰρ, φησὶ, τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ πᾶς Ἰσραὴλ σωθήσεται. Οὐκοῦν καὶ αὐτὸς προτά‐
35ξας τὴν κλῆσιν τῶν ἐθνῶν, τελευταῖον κατὰ τὴν προ‐ φητείαν τὴν τοῦ παντὸς Ἰσραὴλ ἐταμιεύσατο ἐπι‐ στροφήν· κἂν ὅτι ἤδη τὸ κατάλειμμα σέσωσται διὰ τῶν ἤδη ἐξ Ἰουδαίων προσδραμόντων τῇ χάριτι. Θέα δέ μοι καὶ τὸ τῶν ὑψηλῶν νοημάτων κυριόλεκτον.
40Φῶς γὰρ εἰς ἀποκάλυψιν ἐθνῶν εἰρηκὼς, τὴν τοῦ θείου σωτηρίου ἀποκάλυψιν νοεῖν ἡμῖν δίδωσιν, ὡς ἐν σκό‐ τῳ παντελεῖ καὶ τελείᾳ ζοφώσει μηδένα αὐγασμὸν θεογνωσίας ἔχοντα. Πρὸ γὰρ τῆς Χριστοῦ παρουσίας καθειστήκει τὰ ἔθνη, καθὼς καὶ ὁ μακάριος Ἡσαΐας
45τὸν ἐν σκότει λαὸν καθήμενον εὐαγγελιζόμενος, τὸ μέγα φῶς αὐτοὺς ἰδεῖν διηγόρευσεν. Ἐπειδὴ δὲ ὁ Ἰσραὴλ, εἰ καὶ μετρίως, ὅμως γοῦν τῷ τυπικῷ ἐφω‐ τίζετο νόμῳ, φῶς μὲν ἐπ’ ἐκείνῳ οὐκ εἴρηκεν· δόξαν δὲ αὐτὸν κληρώσασθαι προεφήτευσε, παλαιᾶς ἱστορίας

46

.

1173

(50)

ἀναμιμνήσκων· ὅτι καθάπερ πάλαι ὁ θαυμάσιος Μωϋσῆς, τοῦ Θεοῦ συνόμιλος γεγονὼς, δεδοξασμένον ἔσχε τὸ πρόσωπον· οὕτω καὶ αὐτοὶ, τῷ θείῳ τῆς ἐναν‐ θρωπήσεως διὰ πίστεως προσομιλήσαντες φωτὶ, καὶ τῇ τοῦ Πνεύματος καταλαμφθέντες δυνάμει, ἐν δόξῃ
55φανήσονται, τὸ παλαιὸν ἀποθέμενοι κάλυμμα, καὶ τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι, ἀπὸ δόξης εἰς δόξαν,
ὥς φησιν ὁ Ἀπόστολος, καθάπερ ἀπὸ Κυρίου Πνεύ‐

46

.

1176

ματος. Τὸ εἰρηκέναι δὲ τὸν θεόφρονα Συμεῶνα εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ κεῖσθαι τὸν Κύριον, δείκνυσι τῇ συμβάσει τῶν νοημάτων πρὸς τὰ προφητικὰ διαγγέλματα, ἕνα καὶ τὸν αὐτὸν Θεόν
5τε καὶ νομοθέτην ἔν τε προφήταις καὶ τῇ Καινῇ Δια‐ θήκῃ λελαληκέναι. Τὸν γὰρ λίθον τοῦ προσκόμματος καὶ τοῦ σκανδάλου τὴν πέτραν αἰτίαν τοῦ μὴ καται‐ σχυνθήσεσθαι τοὺς ἐπ’ αὐτὸν πιστεύοντας, ὁ προφη‐ τικὸς διηγόρευσε λόγος. Οὐκοῦν πτῶσις μὲν ἔστι τοῖς
10τῷ ταπεινῷ τῆς σαρκὸς ἐξ ἀπιστίας προσπταίουσιν· ἀνάστασις δὲ, τοῖς τὸ στεῤῥὸν τῆς θείας οἰκονομίας ἐπεγνωκόσιν. Ἀλλὰ καὶ αὐτῆς τῆς Θεοτόκου ψυχῆς ῥομφαίαν διελαθῆναι λέγων, σαφῶς τὸ ἐν τῷ σταυρῷ προφητεύει πάθος. Τοῖς γὰρ ἐξ αὐτῆς τῆς παραδόξου
15συλλήψεως μέχρι τοῦ κατὰ τοῦ πάθους καιροῦ θεο‐ πρεπῶς εἰς αὐτὸν εἰρημένοις τε καὶ πεπραγμένοις, ἓν ὥσπερ ἂν ἀδιάτμητον σῶμα, ὑψηλοτέραν τε καὶ θεοπρεπεστέραν περὶ αὐτοῦ ἐχούσης τῆς Θεοτόκου ὑπόληψιν, τομὴν ὥσπερ τινὰ πεπονθέναι αὐτὴν
20νομιούμεθα, ἐν τῷ ἀδόξῳ τῆς σταυρώσεως, εἰ καὶ τὸ τῆς ἀναστάσεως θαῦμα συνούλωσιν παντελῆ τῆς το‐ μῆς ἀπειργάσατο. Ἀλλ’ οὐδὲ μόνην αὐτὴν τῷ τοιού‐ τῳ πάθει ἐνσχεθῆναι σημαίνει, ἀλλ’ ἐκ πολλῶν καρ‐ διῶν διαλογισμοὺς ἀμφιβολίας τε καὶ διχονοίας ἀνα‐
25φανῆναι προλέγει· ὡς ἂν ἐν τῷ διαφόρῳ τῶν περὶ αὐτοῦ ὑπολήψεων, μή τινα κλόνον σχοίη ἡ Θεομήτωρ Παρθένος. Ἐπειδὴ δὲ ἡ προφῆτις Ἄννα ἐκ τοῦ γή‐ ρως ἀδρανές τι καὶ οὐ λίαν ἐξακουστὸν φθέγγεται, ἀλλ’ οὐδὲ τὸ ὑψηλὸν Εὐαγγέλιον αὐτολεξεὶ τὰ ἐξ αὐτῆς
30λεχθέντα παρήγαγε· πρῶτον μὲν ἐκ τοῦ εὐαγγελιστοῦ πυθώμεθα, τίς τε καὶ πόθεν αὕτη καθέστηκε, καὶ ἐπὶ ποίοις καὶ πότε τῷ ἱερῷ ἐφέστηκεν, αὖθίς τε τίνων ἔλεγε διάνοιαν ἐρευνήσωμεν.
41 Φησὶ τοίνυν ὁ μακάριος Λουκᾶς, ὡς Ἦν Ἄννα ἡ προφῆτις θυγάτηρ Φανουὴλ ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς·
45καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων· ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν· καὶ αὕτη, αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα, ἀνθωμολογεῖτο τῷ Θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύ‐

46

.

1176

(50)

τρωσιν ἐν Ἱερουσαλήμ. Τίς ὁ λόγος τοῦ τοιαύτην ἀκριβῆ τὴν περὶ τῆς προφήτιδος ταύτης τὸν εὐαγγε‐ λιστὴν ποιήσασθαι τὴν ἀφήγησιν, ὥστε καὶ τὸν ταύ‐ της πατέρα, καὶ τὴν φυλὴν ἐν ἐπιμνήσει ποιήσασθαι, καὶ ὅπερ ἐπ’ οὐδενὶ ἑτέρῳ σχεδὸν ἱστορημένον εὕρηται;
55Τὸν μὲν περὶ τούτου ἀκριβῆ λόγον μόνος ἂν εἰδείη
αὐτὸς ὁ τῶν ἁγίων Θεὸς, καὶ οἱ τῇ αὐτοῦ ἐπιπνοίᾳ

46

.

1177

Πνεύματι λαλεῖν κατὰ τὸν θεῖον Ἀπόστολον δεδιδα‐ γμένοι μυστήρια· κατὰ δὲ τὸ ἡμῖν ἐφικτὸν, καὶ ἑτέ‐ ρας κατ’ ἐκεῖνο καιροῦ τῇ μακαρίᾳ ταύτῃ συνωνύ‐ μους ὑπάρχειν φαμὲν, καὶ τῶν αὐτῶν ἐκείνῃ ἔχεσθαι
5ἱερῶν σπουδασμάτων, τοῦ ἐν νηστείαις καὶ προσευ‐ χαῖς προσκαρτερεῖν. Πρὸς οὖν τὸ εὐκρινὲς εἶναι τὸ ταύτης πρόσωπον, τῇ τοῦ πατρὸς αὐτῆς ἐπιμνήσει καὶ τῆς φυλῆς τὸ ἴδιον προσεγράψατο· μεγάλοις δὲ αὐτὴν ἐγκωμίοις ἐστέψατο, καὶ πάντως τὸ παρὰ
10τοῖς ἀκούουσιν ἀξιόπιστον ἔχουσιν, οἷς καὶ περὶ τοῦ Κυρίου διελέγετο. Ἀλλ’ ἐπειδὴ, ὡς εἴρηται, τὸ τοῦ λόγου διηχημένον καὶ μεγαλόφωνον ὑπὸ τοῦ γήρως ἀφῄρηται, πλησίον αὐτῆς ὥσπερ τοῦ στόματος τὸ οὖς τῆς διανοίας ἐνθέμενοι διὰ τῆς παρούσης ὑποθέσεως
15ἐρεύνης, ἴδωμεν τί καὶ αὕτη διελέγετο τοῖς τὴν λύ‐ τρωσιν προσδεχομένοις ἐν Ἱερουσαλήμ. Κατὰ γὰρ τὸ τῆς ἐννοίας ἀκόλουθον ἐκ τῶν προφητικῶν λόγων, τὴν περὶ τοῦ Κυρίου ἐποιεῖτο διάλεξιν· ἐπεὶ καὶ οὗτοι, πρὸς οὓς ταῦτα λαλεῖν αὐτὴν τὸ Εὐαγγέλιον ἔφησεν,
20πάντως ἐκ τῶν ἐν τοῖς προφήταις ἐκφερομένων θείων χρησμῶν προσδέχεσθαι λύτρωσιν μεμαθήκασιν. Πάν‐ τως αὐτῇ πρόχειρος εἰς ὑπογραφὴν τοῦ μυστηρίου ὁ τοῦ μεγάλου Ἡσαΐου λόγος καθέστηκε· Παιδίον ἐγεν‐ νήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγεν‐
25νήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ ὅτι καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος. Καὶ μὴν, Φωτί‐ ζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Καὶ Δαυῒδ ὁ μέγας παρήγετο· Ἔλεος καὶ ἀλήθεια συνήντη‐
30σαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν· καὶ, Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Καὶ ἐνδεικτικῶς εἰς αὐτόν· Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, καὶ ἐνευλογη‐ θήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Πάντα
35τὰ ἔθνη μακαριοῦσιν αὐτὸν, καὶ δουλεύσουσιν αὐτῷ καὶ προσκυνήσουσιν αὐτῷ· καὶ ὅτι Ἐγνώρισε Κύ‐ ριος τὸ σωτήριον αὑτοῦ τοῖς υἱοῖς Ἰσραήλ. Αὖθίς τε ἡ τιμία καὶ ἀγγελοπρεπὴς τοῦ σοφοῦ Μαλαχίου φωνή· Ἰδοὺ ἐγὼ ἀποστελῶ τὸν ἄγγελόν μου, καὶ
40ἑτοιμάσει ὁδὸν πρὸ προσώπου σου καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε.
45 Καὶ ἄλλοις ἄλλοθεν προφητικῶν λογίων μυστικοῖς ἄνθεσι τὸ θεολόγον καὶ μακάριον στέφος ἐπλέξατο, ἀσθενεῖ μὲν ἔτι καὶ ὑποτρόμῳ χειρὶ, ὡς δὴ προβε‐ βηκυῖα ἐν ἡμέραις πολλαῖς. Οὐ γάρ που ἐχωρεῖτο τότε τοῖς ἀκούουσιν ἡ τῶν ὑψηλῶν περὶ τοῦ Κυρίου

46

.

1177

(50)

νοημάτων ἀφήγησις, ὅτε καὶ μετὰ τὴν τοσαύτην τῶν σημείων ἐπίδειξιν καὶ τῶν ἐνθέων μυστηρίων ἀνακή‐ ρυξιν ὁ τῶν τῆς σοφίας καὶ τῆς γνώσεως θησαυρῶν ταμίας Χριστὸς τοῖς ἑαυτοῦ ἔλεγε μαθηταῖς· Πολλὰ ὑμῖν ἔχω λαλῆσαι, ἀλλ’ οὐ δύνασθε βαστάζειν
55ἄρτι. Ὅμως εἰ καὶ ἀμυδρῶς ἡ γηραλέα καὶ προφῆτις
τὸν περὶ τοῦ Κυρίου ἐποιήσατο λόγον, ὡς τοῦ νόμου

46

.

1180

ἔχουσα πρόσωπον, ὅπερ παλαιωθέν τε καὶ γηράσαν καὶ ἐγγὺς ἀφανισμοῦ γεγονὸς, τῇ Καινῇ Διαθήκῃ παρεχώρησεν· ἀλλ’ οὖν οὐκ ἀσυντελὴς ἡ παρ’ αὐτῆς διάλεξις τοῖς συνετοῖς ἀκροαταῖς γέγονεν, ὥσπερ οὐδὲ
5ἡ παρὰ τοῦ νόμου ἐν σκιαῖς καὶ αἰνίγμασι τοῦ με‐ γάλου μυστηρίου προαναφώνησις. Δεῦτε οὖν καὶ ὑμεῖς, Πατέρες καὶ ἀδελφοὶ πνευματικοὶ, οἱ ἑορτά‐ ζειν δεδιδαγμένοι ἐν καινότητι πνεύματος, καὶ οὐ πα‐ λαιότητι γράμματος, οἱ ἐν ἀζύμοις εἰλικρινείας καὶ
10ἀληθείας τὸ τίμιον καὶ ζωοποιὸν Πάσχα τῆς θυσίας Χριστοῦ ἑορτάζειν ὀφείλοντες· οἱ τῇ θείᾳ ἀναγεννή‐ σει τοῦ ἁγίου βαπτίσματος τὸν παλαιὸν ἄνθρωπον ἀποθέμενοι, τὸν κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης φθειρόμενον, καὶ τὸν νέον ἐνδυσάμενοι, τὸν ἀνακαι‐
15νούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος· Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν. Εἴπωμεν τὸ, Ὡς φοβερὰ τὰ ἔργα σου, Κύριε! εἰ καὶ ἐν τῷ πλήθει τῆς δυνά‐ μεώς σου οἱ ἐχθροί σου ἐψεύσαντο, ἑκουσίως πρὸς τὸ
20φανὲν τῷ κόσμῳ θεῖόν σου φῶς τοὺς ὀφθαλμοὺς ἀπο‐ μύσαντες. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Ἀνενέγκωμεν θυσίαν αἰνέσεως διαπαντὸς τῷ Θεῷ, τουτέστι καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι
25αὐτοῦ, τῆς τε εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλαθώ‐ μεθα· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεὸς ἵνα τὸν ῥύπον τῆς ἁμαρτίας ἀπονιψώμεθα, καὶ ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ πνευματικὴ ἡμῶν νεό‐ της· καθάπερ καὶ τοῦ μακαρίου πρεσβύτου Συμεῶ‐
30νος, ἵνα καὶ ἡμεῖς εἰρηνικῶς τε καὶ περιχαρῶς ἐν ἀγαθῇ πεποιθήσει καὶ σωτηρίῳ ἐλπίδι πρὸς τὴν τοῦ βίου ἔξοδον δράμωμεν, καὶ μὴ μετ’ αἰσχύνης καὶ δέους τὸν παρόντα βίον ὑπεξέλθωμεν, καὶ τρόπον τινὰ μὴ βουλόμενοι, καθάπερ οἱ πονηρὰ ἑαυτοῖς συνεγνω‐
35κότες, ἀηδῆ τε καὶ κατεστυγημένην τοῦ βασιλέως τὴν ἐπιστασίαν ἔχουσι. Μιμησώμεθα τῆς μακαρίας Ἄννης τὸ ἐν νηστείαις τε καὶ προσευχαῖς σύντονον καὶ ἀνένδοτον· μὴ γυναικὸς χείρους φανείημεν, καὶ ταῦτα ὑπὸ τὴν σκιὰν πολιτευομένης τοῦ νόμου, ἔνθα
40τὸ ἐν τούτοις εὐδόκιμον σπάνιον. Ἀλλ’ ἡμεῖς τῷ φωτὶ καταλαμπόμενοι τῆς χάριτος, καὶ τῷ τρανῷ τε καὶ ἐκτυπωτέρῳ τῆς ἐλπίδος βοηθούμενοι, καὶ τῷ κράτει τοῦ Πνεύματος δυναμούμενοι, μὴ χωρισθῶμεν τῶν ἱερῶν διδαγμάτων, ἐξ ὧν ἡ σωτήριος ἕξις ταῖς ψυ‐
45χαῖς ἐντίκτεσθαι εἴωθεν· καθάπερ κἀκείνη ἀχώρι‐ στος εἶναι τοῦ ἱεροῦ μεμαρτύρηται, μὴ περιπλαζώ‐ μεθα τοὺς λογισμοὺς ἀπὸ τοῦ θείου φόβου, ἀλλ’ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὰς σάρκας ἡμῶν καὶ τὰ νοή‐ ματα, κατὰ τὴν τοῦ προφήτου εὐχὴν, καθηλώσωμεν.

46

.

1180

(50)

Ἀκούσωμεν τοῦ μεγάλου Παύλου διδάσκοντος· Ἡρμο‐ σάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆ‐ σαι τῷ Χριστῷ, καὶ μὴ τὰς πρὸς αὐτὸν συνθήκας ἀθε‐ τήσωμεν διὰ τῆς πρὸς τὸν φθορέα τῆς ζωῆς ἡμῶν ἐπιμιξίας ἐκ τοῦ ποιεῖν τὰ ἐκείνου θελήματα· κἀν
55τούτῳ μιμούμενοι τῆς προφήτιδος τὸ σῶφρόν τε καὶ μονόζυγον· ἀλλὰ κατὰ τὸ πρόχειρον μὴ ἀπολειφθείητε
τῆς μιμήσεως, ὅσοι μονογαμίας ἐλύθητε, καὶ εἰ δυνα‐

46

.

1181

τὸν, πρὸς δεύτερον γάμον μὴ ἔλθητε. Οὕτω γὰρ μα‐ καριώτερον ἔσεσθαι Παῦλος ὑμᾶς περὶ τούτου διαβε‐ βαιοῦται. Προσαγάγωμεν καὶ ἡμεῖς ἐπὶ τὸ ἄνω θυσια‐ στήριον ὡς ζεῦγος τρυγόνων τὴν τῆς ψυχῆς καὶ τοῦ
5σώματος καθαρότητα· ἢ ὡς δύο νεοσσοὺς περιστερῶν τὸ προνοεῖσθαι καλὰ, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων, ἵνα πάντα καὶ ἡμεῖς πνευ‐ ματικῶς κατὰ τὸν θεῖον νόμον τελέσαντες, ἐν σοφίᾳ τε καὶ χάριτι προκόπτοντες, καὶ εἰς μέτρον ἡλικίας
10τοῦ πληρώματος τοῦ Χριστοῦ φθάνοντες, καὶ τὸν ἔσω ἄνθρωπον τελειούμενοι, καὶ Πνεύματος ἁγίου γινό‐ μενοι ἐνδιαίτημα, ὑποστρέψωμεν εἰς τὴν πατρίδα ἡμῶν τὴν ἀληθινὴν, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἐν ᾗ καταξιωθείημεν τῆς μακαρίας καὶ διηνεκοῦς εὐφρο‐
15σύνης τε καὶ βασιλείας ἀπολαύειν ἐν Χριστῷ Ἰησοῦ, ᾧ δόξα καὶ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύ‐ ματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.