TLG 2017 072 :: GREGORIUS NYSSENUS :: Sermo in Mariam et Joseph (ap. Joannem Damascenum, Sacra parallela) (fragmentum) GREGORIUS NYSSENUS Theol. Sermo in Mariam et Joseph (ap. Joannem Damascenum, Sacra parallela) (fragmentum) Citation: Volume — page — (line) | ||
17 | Πρωτότοκος ὁ Κύριος ἤκουσεν ἐκ τῆς Παρθένου, οὐχ ὅτι δεύτερόν τινα ὁμοιογενῆ προσεκαλέσατο, ἀλλ’ ὅτι πρωτότοκος ἀσυγκρίτως ἐστὶ πρὸς τοὺς υἱοὺς τῶν | |
---|---|---|
20 | ἀνθρώπων. Οὐδὲ γὰρ διὰ τὸ εἰπεῖν ὁ Ἀπόστολος πε‐ ρὶ τῆς τοῦ Κυρίου ἐκ Πατρὸς ἀνάρχου γεννήσεως, Ὅς ἐστι πρωτότοκος πάσης κτίσεως, ἤδη καὶ ἀδελφὸν τοῦ Κυρίου συνεγράψατο. Οὐδ’ αὖ πάλιν ὁ αὐτὸς, πρωτότοκον ἐκ τῶν νεκρῶν καλέσας, ἤδη καὶ | |
25 | ὅμαιμον τοῦ Κυρίου παρεισήγαγε παραπλησίως τὸν ᾅδην πατήσαντα. Ἀλλὰ πρωτότοκος ὁ Κύριος ἐκ τοῦ Πατρὸς καὶ ἐκ τῆς Παρθένου καὶ ἐκ τῶν νεκρῶν, ἵνα διὰ πάντων γνωθῇ τὸ μοναδικὸν τῆς υἱότητος ἀξίωμα. Ἀσύγκριτος γὰρ ὁ δεσποτικὸς τόκος· ὅπου | |
30 | γὰρ ἡ μήτηρ παρθένος, πῶς τόκος ἑρμηνευόμενος; | 1112 |