TLG 2017 071 :: GREGORIUS NYSSENUS :: Sermo in illud: Hic est filius meus dilectus (ap. Joannem Damascenum, Sacra parallela) (fragmenta)

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

Sermo in illud: Hic est filius meus dilectus (ap. Joannem Damascenum, Sacra parallela) (fragmenta)

Citation: Volume — page — (line)

46

.

1109

(37)

Τί τὸ πιστεύειν ἀφέντες, τεχνολογοῦμεν τὴν πίστιν, καὶ πληροῦμεν τὴν ἐπιθυμίαν τοῦ κοινοῦ δυσμενοῦς; Λογισάμενος γὰρ ὁ διάβολος, ὁ κοινὸς τῆς ἀνθρωπότη‐
40τος λυμεὼν, ὅτι γαλήνης ἐν ἡμῖν πολιτευομένης, τὰ τῆς εὐσεβείας ἀνθεῖ, τῆς πίστεως δὲ κρατούσης, εὐζωΐα κρατεῖ, φίλοι τε τοῦ Δημιουργοῦ γινόμεθα, ἵνα μὴ ἐπέλθωμεν, ὅθεν ἐκεῖνος ἐξέπεσεν, ὁρᾶτε τί πεποίηκε, καὶ πῶς πανούργως τὸν καθ’ ἡμᾶς ἐῤῥα‐
45ψῴδηκε πόλεμον. Ὁ μηχανοῤῥάφος τῶν κακῶν, καὶ σοφὸς ἐν ἀπάταις, καὶ ποικίλος ἐν ἐπιβουλαῖς, καὶ πλούσιος ἐν τοῖς κακοῖς μηχανήμασι, παρασκευάζει τινὰς ἐν προσχήματι τῆς εὐσεβείας στρατεύσασθαι κατὰ τῆς πίστεως, καὶ πᾶσι τοῖς εὐσεβέσι δι’ αὐτῶν

46

.

1109

(50)

ἄκαιρον φιλονεικίαν, καὶ ψυχοφθόρον ἐνέβαλε πόλε‐ μον, καὶ τῆς Ἐκκλησίας τὰ μέλη κατ’ ἀλλήλων ἐστράτευσε. Στρέψωμεν τοίνυν κατὰ τῆς αὐτοῦ κεφα‐
λῆς τοῦτο δὴ τὸ σοφὸν, καὶ τὴν εὐφροσύνην αὐτοῦ1109

46

.

1112

μεταβάλωμεν εἰς ὀδύνην, καὶ πένθος ἀπαρηγόρητον. Πενθήσωμεν τὴν εἰρήνην, ἣν ἐκεῖνος μισεῖ, Κατα‐ λείψωμεν τὸ ζυγομαχεῖν, καὶ σταθμίζειν τὰς λέξεις τοῦ δόγματος. Παυσώμεθα τοῦ θέλειν εἶναι τῶν δι‐
5δασκάλων διδάσκαλοι. Μισήσωμεν τὸ λογομαχεῖν ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. Πιστεύσωμεν ὡς οἱ πα‐ τέρες ἡμῶν παραδέδωκαν. Οὐκ ἐσμὲν τῶν πατέρων σοφώτεροι· οὐκ ἐσμὲν τῶν διδασκάλων ἀκριβέστεροι. Ἐν εἰρήνῃ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς, οὐκ ἐν μάχῃ.
10Ὡς ἐκλήθημεν, οὕτως προσμείνωμεν τῇ μυστικῇ τραπέζῃ, ἐν ᾗ τῶν οὐρανίων μεταλαμβάνομεν. Μὴ γινώμεθα κατὰ ταυτὸν ὁμοτράπεζοι, καὶ ἀλλήλων
ἐπίβουλοι· μὴ ἐνταῦθα κοινωνικοὶ, καὶ ἔξω ἐπίβουλοι.1111