TLG 2017 070 :: GREGORIUS NYSSENUS :: Epistula xxvi ad Evagrium monachum [Sp.] GREGORIUS NYSSENUS Theol. Epistula xxvi ad Evagrium monachum [Sp.] Citation: Volume — page — (line) | ||
46.1101(1t) | ΕΠΙΣΤΟΛΗ ΚϚʹ. | |
2t | Πρὸς Εὐάγριον μοναχὸν, περὶ Θεότητος. | |
---|---|---|
3 | Σφόδρα τε θαυμάζω καὶ λίαν ἐκπλήττομαι τῆς νηφαλιότητος, ὅπως τοιούτων θεωρημάτων καὶ τη‐ | |
5 | λικούτων ζητήσεων αἴτιος καθίστασαι, ταῖς ἀκρι‐ βέσιν ἐρωτήσεσιν, εἰς ἀνάγκην ἡμᾶς τοῦ λέγειν καὶ ἀγωνίαν ἀποδείξεως περιιστὰς, ἐρωτήσεις ἀναγ‐ καίας καὶ χρησίμους ἡμῖν ἐπάγων. Πᾶσα δηλονότι λοιπὸν ἀνάγκη, κατόπιν τῶν ἐρωτήσεων ἡμᾶς ἐν‐ | |
10 | αργεῖς ποιεῖσθαι τὰς ἀποκρίσεις. Καὶ νῦν τοίνυν τὸ προσενεχθὲν ἐρώτημα παρὰ σοῦ τοιόνδε καὶ περὶ τοῦδε ἦν, ὥς τινα τρόπον ἂν εἴη Πατρός τε καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἡ φύσις (ἣν ἄν τις ὀρθῶς οὐ‐ σίαν μᾶλλον ἢ φύσιν καλοίη), πότερον ἁπλῆ τις ἢ σύν‐ | |
15 | θετος; Εἰ μὲν γὰρ ἁπλῆ, πῶς τὸν τρεῖς ἐπιδέξεται τῶν προειρημένων ἀριθμόν; Τὸ γὰρ ἁπλοῦν, μονοειδὲς καὶ ἀνάριθμον. Τὸ δὲ ἀριθμοῖς ὑποπίπτον, ἀνάγκη τέμνεσθαι, κἂν μὴ ἀριθμοῖς ὑποβάληται· τὸ δὲ τεμνόμενον, ἐμπαθές· πάθος γὰρ ἡ τομή. Εἰ τοίνυν | |
20 | ἁπλῆ τοῦ Κρείττονος ἡ φύσις, περιττὴ τῶν ὀνο‐ μάτων ἡ θέσις· εἰ δὲ τῶν ὀνομάτων ἀληθὴς ἡ θέ‐ σις, καὶ δεῖ τοῖς ὀνόμασι πείθεσθαι, τὸ μονοειδὲς καὶ ἁπλοῦν εὐθὺς ἐκποδὼν οἴχεται. Τίς οὖν ἂν εἴη τοῦ πράγματος ἡ φύσις; Ταῦτα πρὸς ἡμᾶς ἔφασκες. Ὧν | |
25 | τὰς ἀποδείξεις ὁ τῆς ἀληθείας ἀκριβῶς παραστήσει λόγος, οὐ πίστεως ἀναποδείκτου φαντασίαν ἀπορίᾳ τῆς ἀποδείξεως ἀλόγως προϊσχόμενος, οὐδὲ μύθων παλαιῶν μαρτυρίαις τὸ σαθρὸν τῆς πεποιθήσεως ἑαυ‐ τοῦ καλύπτειν πειρώμενος, ἀλλὰ ζητήσεως ἀκριβοῦς | |
30 | κατανοήσει καὶ λογισμῶν ὀρθότητι τὴν τοῦ θεωρή‐ ματος πίστωσιν εἰς τοὐμφανὲς προτιθέμενος. Ἄγε δὴ λοιπὸν ἡμῖν ὁ λόγος ἐντεῦθεν θια‐ σευέτω, καὶ πῶς δεῖ τὸ Θεῖον ὑπολαμβάνειν φασκέτω, πότερον ἁπλοῦν, ἢ τριπλεκές. Οὕτω γὰρ | |
35 | ἡμᾶς καὶ λέγειν ἡ τῶν ὀνομάτων τριττὺς καὶ πι‐ | |
στεύειν βιάζεται, καὶ τούτοις ἀποχρησάμενοί | 1101 | |
46.1104 | τινες σαθρὰ καὶ παντάπασιν ἕωλα συνεστήσαντο δόγ‐ ματα, τὴν οὐσίαν ὁμοῦ τῇ τῶν ὀνομάτων ἐπηγο‐ ρίᾳ πάθος διαιρέσεως ὑπομένειν δοξάζοντες. Ἀλλ’ ἐκείνους μὲν, ὡς αὐτὸς φὴς, ἐατέον, σαθρῶς | |
5 | τῷ τῆς ὑπολήψεως αὐτῶν συνηγοροῦντας δόγματι· περὶ δὲ τὴν ὀρθὴν τῆς ἐπιγνώσεως κατάληψιν, τὴν ἑαυτῶν διάνοιαν ἐπιστρέφωμεν. Ὃ τοίνυν ἐστὶ Θεὸς, πρότερον ὑποστησόμεθα· καὶ εἶθ’ οὕτως ἐπὶ τὰς ἀπο‐ δείξεις ἀκριβῶς ἥξομεν. | |
10 | Ἁπλῆ πάντως ἐστὶ καὶ ἀμέριστος οὐσία, τὸ ἁπλοῦν καὶ ἀσώματον ἐκ φύσεως ἐκτυχών. Ἀλλ’ ἴσως ὁ τῆς διαιρέσεως τῶν ὀνομάτων ἀντιπίπτει μοι λόγος, τῷ τρεῖς ἀριθμῷ τὸ τοῦ Κρείττονος μονοειδὲς ἀφαιρούμενος. Ἆρ’ οὖν διὰ τὸ μονοειδὲς | |
15 | ἐκφυγεῖν ἡμᾶς τὴν ὁμολογίαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἐπάναγκες; Μὴ γένοιτο! τὴν γὰρ ἀμερῆ τοῦ Κρείττονος ἕνωσιν οὐ καταβλάψει τῶν ὀνομάτων ἡ θέσις. Τὰ γὰρ νοητὰ, καὶ μυριώνυμα μὲν (ἐπειδὴ παμπληθέσι καθ’ ἕκαστον ἔθνος ὀνόμασι | |
20 | κέκληται), προσηγορίας δὲ πάσης ἐκτός· ἐπειδὴ κύριον ὄνομα τῶν νοητῶν τε καὶ ἀσωμάτων οὐδέν. Πῶς γὰρ κυρίως ἑπικληθείη τὰ μηδὲ ὄψεσιν ἡμετέ‐ ραις ὑποπίπτοντα, μηδ’ ὅλως ἀνθρωπίνοις αἰσθητη‐ ρίοις ἁλῶναι δυνάμενα; λαμβανέσθω δὲ | |
25 | ἡμῖν τὸ βραχύτατον τῶν νοητῶν μόριον ἡ ψυχὴ, πρὸς τοῦ Παντὸς ἀκριβῆ νόησιν. | |
30 | Ψυχὴ μὲν γὰρ ὀνόματι θηλυκῷ προσαγορεύεται, πάσης δὲ θηλυδριώδους φύσεως ἀφέστηκεν, οὔτε ἄῤῥεν, οὔτε θῆλυ κατ’ οὐσίαν ὑπάρχουσα. Καὶ λόγος δὲ ὁμοίως ὁ πρὸς αὐτῆς ἀποκυϊσκόμενος, ἀῤῥε‐ νικὸν μὲν ἔχει τοὔνομα, πάσης δὲ καὶ αὐτὸς, ὥς | |
35 | φαμεν, ἀῤῥενοθήλεος ἐκτός ἐστι σωματότητος. Εἰ δὲ τὰ τῶν νοητῶν ἔσχατα, ψυχὴ καὶ λόγος, κύριον οὐ κέκτηται τοὔνομα, πῶς ἂν τὰ πρῶτα καὶ πάντων ἐπέκεινα τῶν νοητῶν νοητὰ κυρίοις ὀνόμασιν ἐπι‐ κεκλῆσθαι φήσομεν; Ἀλλ’ ἡ μὲν ὀνομασία χρησί‐ | |
40 | μη, διὰ τὸ ἀναγκαῖον εἰς ἐπίνοιαν ἡμᾶς ἄγουσα τῶν νοητῶν. Τινὲς δὲ ταῖς προσηγορίαις ὁμοῦ καὶ | |
τὴν οὐσίαν παχυμερῶς συνδιαιρεῖσθαι δοξάζοντες, | 1103 | |
46.1105 | ἀνάξια παντάπασι τῶν θείων ταῖς ἑαυτῶν ἐννοίαις δοξάζουσιν. | |
5 | Εἰδέναι δὲ ἀκόλουθον ἡμᾶς τοὺς τῆς ἀληθείας ἐπι‐ γνώμονας, ὡς ἀδιαίρετός ἐστι καὶ μονοειδὴς ἡ θεία τε καὶ ἀμερὴς τοῦ Κρείττονος οὐσία· πρὸς δὲ τὸ χρήσιμον τῆς ἡμετέρας τῶν ψυχῶν σωτηρίας, καὶ μερίζεσθαι ταῖς ὀνομασίαις δοκεῖ, καὶ διαιρέσεως | |
10 | ἀνάγκῃ ὑφίστασθαι, καθὼς ἔφαμεν. Ὃν τρόπον γὰρ ἡ ψυχὴ νοητή τις ὑπάρχουσα, νοημάτων ἀπείρων ἀποκυΐσκει πλῆθος, ὅμως οὔτε νοήματος διαιρεῖται πάθει, οὔτε τοῦ πλήθους τῶν νοημάτων ψυχὴ διὰ τὰ φθάσαντα πτωχεύει ποτὲ, πλουσιωτέρα δὲ μᾶλλον, | |
15 | ἢ πενεστέρα γίνεται· ὃν τρόπον δὲ καὶ ὁ προφορικὸς οὑτοσὶ καὶ κοινὸς ἅπασιν ἡμῖν λόγος, ἀδιαίρετος μέν ἐστι τῆς προσενεγκαμένης ψυχῆς, καὶ ταῖς ψυ‐ χαῖς δὲ τῶν ἀκροωμένων οὐδὲν ἧττον ἐν ταὐτῷ καθ‐ ίσταται, κἀκείνης μὴ χωριζόμενος καὶ τούτοις | |
20 | εὑρισκόμενος, ἕνωσιν δὲ μᾶλλον ἢ διαίρεσιν αὐτῶν τε καὶ τῶν ἡμετέρων ψυχῶν ἐργαζόμενος· οὕτω μοι νόει καὶ τὸν Υἱὸν τοῦ Πατρὸς μὴ χωρισθέντα πώ‐ ποτε, καὶ τούτου δὲ πάλιν τὸ Πνεῦμα τὸ ἅγιον, ὁμοίως ἐν τῷ νῷ τὴν ἐνθύμησιν. | |
26 | Ὡς γὰρ οὐκ ἔστι μεταξὺ νοῦ καὶ ἐνθυμήσεως καὶ ψυχῆς διαίρεσιν ἐπινοηθῆναί τινα ταὶ τομήν· οὕτως οὐδὲ τοῦ ἁγίου Πνεύματος, καὶ τοῦ Σωτῆρος, καὶ τοῦ Πατρὸς, ἐν μέσῳ τομὴν ἢ διαίρεσιν ἐπινοηθῆναί ποτε· | |
30 | διότι τῶν νοητῶν, ὡς ἔφαμεν, καὶ θείων ἀδιαίρετος ἡ φύσις. Ἢ καὶ ὃν τρόπον οὐχ οἷόν τε πάλιν ὁμοίως ἐν μέσῳ κύκλου καὶ τῆς ἀκτῖνος διαίρεσιν εὑρέ‐ σθαι, διὰ τὸ ἀπαθὲς καὶ ἀσώματον ἁπλοῦν τε καὶ ἀμερὲς, ἀλλ’ ἡ μὲν ἀκτὶς συνῆπται τῷ κύκλῳ, τοὔμ‐ | |
35 | παλιν δὲ ὁ κύκλος, οἷόν τις ὀφθαλμὸς, ποταμηδὸν ἐπιχεῖ τῷ παντὶ τὰς ἀκτῖνας, κατακλυσμοὺς ὥσ‐ περ τινὰς φωτὸς ἡμῖν ἐργαζόμενος, καὶ πελαγί‐ ζων ἀθρόως τὴν διακόσμησιν· οὕτω δὴ καὶ οἱονεί τινες τοῦ Πατρὸς ἀκτῖνες ἀπεστάλησαν ἐφ’ ἡμᾶς, | |
40 | ὅ τε φεγγώδης Ἰησοῦς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ὥσπερ γὰρ αἱ τοῦ φωτὸς ἀκτῖνες ἀμέριστον ἔχουσαι κατὰ φύσιν τὴν πρὸς ἀλλήλας σχέσιν, οὔτε τοῦ φω‐ τὸς χωρίζονται, οὔτε ἀλλήλων ἀποτέμνονται, καὶ μέ‐ χρις ἡμῶν τὴν χάριν τοῦ φωτὸς ἀποστέλλουσι· τὸν | |
45 | αὐτὸν τρόπον καὶ ὁ Σωτὴρ ὁ ἡμέτερος, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἡ δίδυμος τοῦ Πατρὸς ἀκτὶς, καὶ μέχρις ἡμῶν διακονεῖται τῆς ἀληθείας τὸ φῶς, καὶ τῷ Πατρὶ συνήνωται. Ὃν δὲ τρόπον κἀπό τινος ὑδάτων πηγῆς νεκταριῶ‐ | |
46.1105(50) | δες ἀφθόνως προϊεμένης ὕδωρ, συμβαίνει ῥεῦμά τι παμπληθὲς, καὶ ῥεῖθρον ἀκατάσχετον, εἰς ποταμοὺς | |
δύο τῷ ῥεύματι τέμνεσθαι, μίαν ἐξ ἑνὸς ὀφθαλμοῦ | 1105 | |
46.1108 | τῆς πηγῆς τὴν ῥοὴν ἐξ ἀρχῆς ἐσχηκός· δίῤῥυτος δὲ τῶν ποταμῶν σχηματισθέντων τοῖς εἴδεσι, βλαβὲν δὲ ὅμως οὐδὲν εἰς τὴν οὐσίαν ἐκ τῆς διαιρέσεως (τῇ μὲν γὰρ τῶν ποταμῶν θέσει τὸ ῥεῖθρον διῄρηται, τὴν | |
5 | δὲ τοῦ χυμοῦ ποιότητα μίαν καὶ τὴν αὐτὴν κέκτηται· κἂν γὰρ ἀποτερματίζεσθαι πόῤῥω που τῶν ποταμῶν ἕκαστος τῶν προειρημένων δοκῇ, καὶ τῆς πηγῆς ἀφ‐ εστάναι μακρὰν, τὴν γοῦν ἀρχὴν τῇ μητρὶ πρὸς τὸ διηνε‐ κὲς τῆς πηγῆς συνηνωμένην ἔχει)· παραπλησίως οὖν | |
10 | καὶ ὁ τῶν ἀγαθῶν ἁπάντων Θεὸς, ὁ τῆς ἀληθείας πρύτα‐ νις, καὶ τοῦ Σωτῆρος Πατὴρ, τὸ πρῶτον αἴτιον τῆς ζωῆς, καὶ τὸ τῆς ἀθανασίας φυτὸν, ἡ τῆς ἀειζωΐας πηγὴ, δίῤ‐ ῤυτόν τινα τοῦ τε Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος τὴν νοητὴν εἰς ἡμᾶς ἀποστείλας χάριν, οὔτ’ αὐτός τι | |
15 | πέπονθεν εἰς τὴν οὐσίαν βλαβεὶς (οὐ γὰρ μείωσιν ὑπ‐ έστη τινὰ διὰ τὴν εἰς ἡμᾶς ἐκείνων ἄφιξιν), καὶ μέχρις ἡμῶν προσεχώρησαν, καὶ τοῦ Πατρὸς οὐδὲν ἧττον ἀχώριστοι καθεστήκασιν. Ἀμερὴς γὰρ, ὡς ἔφαμε· ἐξ ἀρχῆς, ἡ τῶν κρειττόνων φύσις. | |
22 | Πλεῖστα μὲν οὖν, ὦ τιμιώτατε, δυνατὸν ἦν εὑρεῖν καὶ πλείονα τῶν εἰρημένων, πρὸς ἀπόδειξιν ἐναργῆ τῆς ἀναγκαιοτάτης Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύ‐ | |
25 | ματος ἑνώσεως, ὃν τρόπον ἔχειν αὐτὴν ὑπολαμ‐ βάνειν δεῖ· ἀλλ’ ἐπειδὴ σοί τε καὶ τοῖς σοὶ παρα‐ πλησίοις ῥᾷον ἐξ ὀλίγων τὰ πλεῖστα καταμανθάνειν, τούτου χάριν ἐνταῦθα τὸν περὶ τούτου στῆσαι τοῦ | |
θεωρήματος δίκαιον ᾠήθην λόγον. | 1107 |