TLG 2017 069 :: GREGORIUS NYSSENUS :: De vita Gregorii Thaumaturgi GREGORIUS NYSSENUS Theol. De vita Gregorii Thaumaturgi Citation: Volume — page — (line) | ||
46.893(1t) | ΤΟΥ ΑΥΤΟΥ | |
2t | ΕΙΣ ΤΟΝ ΒΙΟΝ ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ | |
---|---|---|
3t | ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ. | |
8 | Ὁ μὲν σκοπὸς εἷς ἐστι τοῦ τε ἡμετέρου λόγου, καὶ τοῦ παρόντος ἡμῶν συλλόγου. Γρηγόριος γὰρ ὁ Μέγας, | |
10 | ὑμῖν τε τῆς συνόδου, κἀμοὶ τῆς διαλέξεως ὑπόθεσις πρόκειται. Ἐγὼ δὲ τῆς αὐτῆς οἶμαι χρῆναι δυνά‐ μεως, ἔργῳ τε κατορθῶσαι τὴν ἀρετὴν, καὶ λόγῳ κατ’ ἀξίαν τὰ καλὰ διηγήσασθαι. Ὥστε ταύτην ἐπι‐ κλητέον ἂν εἴη τὴν συμμαχίαν, δι’ ἧς ἐν τῷ βίῳ τὴν | |
15 | ἀρετὴν ἐκεῖνος κατώρθωσεν. Ἔστι δὲ αὕτη, κατά γε τὸν ἐμὸν λόγον, ἡ τοῦ Πνεύματος χάρις, ἡ καὶ πρὸς τὸν βίον καὶ πρὸς τὸν λόγον τοὺς περὶ ἑκάτερον τού‐ των ἐσπουδακότας δι’ ἑαυτῆς ἐνισχύουσα. Ἐπεὶ οὖν ὁ λαμπρὸς ἐκεῖνος καὶ περίβλεπτος βίος τῇ δυνάμει | |
20 | κατωρθώθη τοῦ Πνεύματος· εὐχῆς ἔργον ἐστὶ, τοσαύ‐ την ἐλθεῖν ἐπὶ τὸν λόγον βοήθειαν, ὅση γέγονε παρὰ τὸν βίον ἐκείνῳ, ὡς μὴ κατόπιν εὑρεθῆναι τῆς ἀξίας τῶν κατορθωμάτων τὸν ἔπαινον, ἀλλὰ τοιοῦτον ἐπι‐ δειχθῆναι τοῖς παροῦσι διὰ τῆς μνήμης τὸν ἄνδρα, | |
25 | οἷος ἦν τοῖς κατ’ ἐκεῖνον τὸν χρόνον αὐτὸς ἐκεῖνος ἐπὶ τῶν ἔργων ὁρώμενος. Εἰ μὲν οὖν ἀκερδὴς ἦν ἡ μνήμη τῶν κατ’ ἀρετὴν προεχόντων, καὶ μηδεμία πρὸς τὸ καλὸν ἐγένετο συνεισφορὰ τοῖς ἀκούουσιν, περιττὸν ἴσως ἂν ἦν καὶ ἀνόνητον ἐπὶ μηδενὶ χρησίμῳ | |
30 | προσάγειν εἰς εὐφημίαν τὸν λόγον, αὐτόν τε διεξιόντα μάτην, καὶ τὴν ἀκοὴν ἀργῶς ἀποκναίοντα· ἐπει‐ δὴ δὲ ἡ τοιαύτη τοῦ λόγου χάρις, εἰ προσηκόντως γένοιτο, κοινὸν ἔσται τῶν ἀκουόντων τὸ κέρδος, καθά‐ περ ὁ πυρσὸς τοῖς ἐκ θαλάσσης προσπλέουσιν ἐφ’ | |
35 | ἑαυτὸν εὐθύνων τοὺς ἐν τῷ ζόφῳ πλανωμένους κατὰ τὸ πέλαγος· ἴσης οἶμαι δεῖν πρὸς τοῦτο τῆς σπουδῆς ἑκατέροις, ὑμῖν τε πρὸς τὴν ἀκρόασιν, καὶ πρὸς τὸν λόγον ἐμοί. Δῆλον γὰρ, ὅτι πυρσοῦ δίκην διὰ τῆς μνήμης ἐκλάμψας ταῖς ψυχαῖς ἡμῶν ὁ κατ’ ἀρετὴν | |
40 | αὐτοῦ βίος, ὁδὸς πρὸς τὸ ἀγαθὸν τῷ τε διεξιόντι καὶ τοῖς ἀκούουσι γίνεται. Πεφύκαμεν γάρ πως οἱ ἄν‐ θρωποι πρὸς ἅπαν τὸ ἐπαινετόν τε καὶ τίμιον οἰκείως ἐθέλειν ἔχειν, καὶ ἐν ἐπιθυμίᾳ τῆς κτήσεως γίνεσθαι. Ἡ μὲν οὖν ὑπόθεσις τῶν λόγων τοσαύτη· ἐμοὶ δὲ | |
45 | πανταχόθεν ἀκίνδυνόν ἐστι κατατολμῶντι τῆς ὑποθέ‐ | |
σεως, εἴτε συνεπαρθῆναι τῷ μεγέθει τῶν πραγμάτων | 893 | |
46.896 | ὁ λόγος ἰσχύσειεν, εἴτε καὶ μή. Ἴσος γὰρ ἔσται καθ’ ἑκάτερον τῷ ἐγκωμιαζομένῳ ὁ ἔπαινος. Εἰ μὲν γὰρ ἐφίκοιτο τῶν θαυμάτων ὁ λόγος, ἐκπλήξει τὴν ἀκοὴν πάντως τοῖς κατορθώμασιν· εἰ δὲ κατόπιν τοῦ μεγέ‐ | |
5 | θους ἔλθοι, καὶ οὕτως ἡ δόξα τοῦ ἐγκωμιαζομένου λαμπρύνεται. Ἀρίστη γὰρ ἀνδρὸς εὐφημία, τὸ ἐπι‐ δειχθῆναι τῆς δυνάμεως τῶν εὐφημούντων ἀμείνονα. | |
13 | Μηδεὶς δὲ τῶν τῇ θείᾳ σοφίᾳ πεπαιδευμένων κατὰ τὴν τῶν ἔξω συνήθειαν ταῖς τεχνικαῖς τῶν ἐγκωμίων | |
15 | ἐφόδοις ἐπαινεῖσθαι ζητείτω τὸν πνευματικῶς ἐπαι‐ νούμενον. Οὐ γὰρ ἀπὸ τῶν ὁμοίων ἡμῖν τε καὶ τοῖς ἄλλοις ἡ τοῦ καλοῦ κρίσις ἐστίν· οὔτε τὰς αὐτὰς περὶ τῶν αὐτῶν ὑπολήψεις εὕροι τις ἂν, τοῖς τε κατὰ τὸν κόσμον ζῶσιν, καὶ τοῖς ὑπερανεστηκόσι τοῦ κόσμου. | |
20 | Τοῖς μὲν γὰρ μέγα τι δοκεῖ καὶ σπουδῆς ἄξιον εἶναι πλοῦτος, καὶ γένος, καὶ δόξα, καὶ κοσμικαὶ δυναστεῖαι, καὶ μῦθοι τὰς πατρίδας οἰκίζοντες, καὶ τὰ φευκτὰ τοῖς γε νοῦν ἔχουσι διηγήματα, τρόπαια, καὶ μάχαι, καὶ τὰ ἐκ πολέμων κακά· τῷ δὲ καθ’ ἡμᾶς λόγῳ μία | |
25 | τετίμηται πατρὶς, ὁ παράδεισος, ἡ πρώτη τοῦ γένους τῶν ἀνθρώπων ἑστία· μία πόλις, ἡ ἐπουράνιος, ἡ διὰ τῶν ζώντων λίθων συνῳκισμένη, ἧς τεχνίτης καὶ δη‐ μιουργὸς ὁ Θεός· μία γένους σεμνότης, ἡ πρὸς τὸν Θεὸν ἀγχιστεία· οὐ κατὰ τὸ αὐτόματόν τινι γινομένη, | |
30 | κατὰ τὴν ἐν τῷ κόσμῳ εὐγένειαν, ἣ καὶ ἐπὶ τοὺς φαύλους πολλάκις διὰ τῆς αὐτομάτου ταύτης ἀκολου‐ θίας ῥέουσα φέρεται, ἀλλ’ ἣν οὐκ ἔστιν ἄλλως, ἢ ἐκ προαιρέσεως κτήσασθαι. Ὅσοι γὰρ ἔλαβον αὐτὸν, φησὶν ἡ θεία φωνὴ, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα | |
35 | Θεοῦ γενέσθαι. Τῆς δὲ τοιαύτης εὐγενείας τί ἂν σεμνότερον γένοιτο; Πάτρια δὲ τοῖς μὲν ἄλλοις ἅπασι, μῦθοι καὶ πλάσματα, καὶ δαιμόνων ἀπάται συνανα‐ μεμιγμέναι τοῖς μυθικοῖς διηγήμασιν· τὰ δὲ ἡμέτερα πάτρια, τῶν διηγουμένων οὐκ ἐπιδέεται. Εἰς γὰρ τὸν | |
40 | οὐρανόν τις ἰδὼν, καὶ τὰ ἐν αὐτῷ κάλλη, καὶ πᾶσαν τὴν κτίσιν τῷ τῆς ψυχῆς ὀφθαλμῷ κατανοήσας, ὅσα‐ περ ἂν ἐν τούτοις θαύματα καταλαβεῖν ἐξισχύσῃ, ταῦτα τῆς ἡμετέρας πατρίδος εὑρήσει τὰ διηγήματα· μᾶλλον δὲ οὐκ αὐτῆς τῆς πατρίδος, ἀλλὰ τῆς ἀποι‐ | |
45 | κίας, ἣν ἀπὸ τῆς ὑψηλοτέρας ζωῆς ἀποικισθέντες τὸν παρόντα κατειλήφαμεν κόσμον. Εἰ δὲ ἡ ἀποικία τοιαύ‐ τη, λογίσασθαι χρὴ τίς ἡ τῆς ἀποικίας μητρόπολις, τί τὸ ἐν ἐκείνῃ κάλλος, οἷα ἐν αὐτῇ τὰ βασίλεια, τίς ἡ μακαριότης τῶν ἐκείνην εἰληφότων τὴν οἴκησιν. | |
46.896(50) | Εἰ γὰρ τὰ φαινόμενα κατὰ τὴν κτίσιν τοιαῦτα, ὡς ὑπὲρ ἔπαινον εἶναι· τί χρὴ τὸ ὑπὲρ τοῦτο λογίσασθαι, ὃ μήτε ὀφθαλμῷ λαβεῖν δυνατόν ἐστι, μήτε χωρῆσαι τῇ ἀκοῇ, μήτε διανοίᾳ στοχάσασθαι; Διὰ ταύτης τῆς πνευματικῆς εὐφημίας τῶν ἐγκωμιαζομένων ἀπο‐ | |
55 | κρίνει τοὺς κάτω λήρους ὁ θεῖος τῶν ἐγκωμίων ἔπαι‐ νος, αἰσχρὸν εἶναι κρίνων τοὺς ἀπὸ τῶν τοιούτων | |
ἐγνωσμένους διὰ τῶν κατὰ τὴν γῆν τιμίων σεμνύνε‐ | 895 | |
46.897 | σθαι. Κοσμικὸς μὲν γάρ τις ἀνὴρ πρὸς τὴν ὑλικὴν εὐδαιμονίαν ἀποβλέπων, ἐκ τῶν τοιούτων τοῖς ἀνθρώ‐ ποις ἐρανιζέτω τὸν ἔπαινον, εἰ πατρίς τινι γέγονεν εὔφορος βοσκημάτων, εἰ γειτνιῶσα θάλασσα πλεονάζει | |
5 | δι’ ἑαυτῆς τοῖς λαιμαργοῦσι τὰς ὕλας, εἰ λίθων ἐπάλ‐ ληλοι θέσεις τὰς κατασκευὰς καλλωπίζουσιν. Ὁ δὲ πρὸς τὸν ἄνω βίον βλέπων, ᾧ κάλλος μέν ἐστιν ἡ τῆς ψυ‐ χῆς καθαρότης· πλοῦτος δὲ, ἡ ἀκτημοσύνη· πατρὶς δὲ, ἡ ἀρετή· πόλις δὲ, αὐτὰ τοῦ Θεοῦ τὰ βασίλεια· | |
10 | ὄνειδος τὴν ἐν τοῖς γηΐνοις φιλοτιμίαν ποιήσεται. Οὐκοῦν ἀποστάντες καὶ ἡμεῖς τῶν τοιούτων ἐπαί‐ νων, οὔτε τὴν πατρίδα τοῖς ἐπαίνοις τοῦ Μεγάλου Γρηγορίου προσθήσομεν, οὔτε προγόνους εἰς συμμα‐ χίαν τῶν ἐγκωμίων παραληψόμεθα, εἰδότες ὅτι οὐδεὶς | |
15 | ἀληθής ἐστιν ἔπαινος, ὃς ἂν μὴ τῶν ἐπαινουμένων ἴδιος ᾖ. Ἴδιον δέ φαμεν, ὃ διαμένει πάντως εἰς τὸ δι‐ ηνεκὲς ἀναφαίρετον. | |
24 | Ἐπεὶ οὖν πάντων χωριζόμενοι, πλούτου, περιφα‐ | |
25 | νείας, δόξης, τιμῆς, τρυφῆς, ἀπολαύσεως, συγγενῶν, φίλων, μόνης τῆς κατὰ κακίαν ἢ ἀρετὴν διαθέσεως ἀχώριστοι μένομεν· μόνον κρίνομεν μακαριστὸν τὸν ἐνάρετον. Καί με μηδεὶς οἰέσθω τῷ μηδὲν ἔχειν σεμνὸν περὶ τῆς πατρίδος, ἢ τῶν προγόνων τοῦ ἀν‐ | |
30 | δρὸς διηγήσασθαι, ἐν σχήματι τοῦ δοκεῖν περιορᾷν τῶν τοιούτων ὑπεκκλέπτειν τὸ ὄνειδος. Τίς γὰρ οὐκ οἶδε τὴν ἐπωνυμίαν τοῦ πόντου τὴν παρὰ πάντων ἀνθρώπων κατ’ ἐξαίρετον ἀνατεθεῖσαν τῷ ἔθνει, δι’ ἧς τῶν ἐξ ἀρχῆς εἰληχότων τὸν χῶρον ἡ ἀρετὴ μαρ‐ | |
35 | τυρεῖται; Μόνος γὰρ ἐξ ἁπάσης γῆς τε καὶ θαλάσσης οὗτος ὁ πόντος Εὔξεινος ὀνομάζεται, εἴτε τὴν πρὸς τοὺς ἐπιδημοῦντας τῶν ξένων φιλοφροσύνην μαρτυ‐ ροῦντος αὐτοῖς τοῦ ὀνόματος, εἴτε καὶ ὅτι τοιοῦτος ὁ χῶρός ἐστιν, ὡς μὴ μόνον τοῖς ἐγχωρίοις τε καὶ | |
40 | αὐτόχθοσιν, ἀλλὰ καὶ τοῖς ἁπανταχόθεν εἰς αὐτὸν φοιτῶσιν, τὰς πρὸς τὸ ζῇν παρασκευὰς ἀφθόνως χα‐ ρίζεσθαι. Τοιαύτη γὰρ ἡ φύσις τῆς χώρας, ὡς πάν‐ των τῶν πρὸς τὴν ζωὴν ἀναγκαίων πάμφορος εἶναι, καὶ μηδὲ[ν] τῶν παρ’ ἑτέροις ἀγαθῶν ἀμοιρεῖν, ὡς καὶ | |
45 | τῆς θαλάσσης αὐτοῖς ἴδια τὰ πανταχόθεν ποιούσης. Τοιούτου δὲ ὄντος τοῦ ἔθνους παντὸς, ὡς ὅπερ ἄν τις αὐτοῦ μέρος ἐφ’ ἑαυτοῦ κατασκέψηται, τῶν ἄλλων προτερεύειν οἴεσθαι· οὐδὲν δὲ ἧττον τῇ κοινῇ κρίσει τοῦ ἔθνους, οἷόν τις κορυφὴ πάσης τῆς περιοικίδος | |
46.897(50) | τῶν ἄλλων, ἡ τοῦ μεγάλου Γρηγορίου πόλις ἐστὶν, ἣν βασιλεύς τις ἐπίσημος τῶν τὴν ἀρχὴν τοῖς Ῥωμαίοις κρατυνομένων, Καῖσαρ τὸ ὄνομα, ἔρωτι καὶ πόθῳ τῆς χώρας ἁλοὺς, ἐπὶ τῷ ἰδίῳ ὀνόματι Νεοκαισά‐ ρειαν καλεῖσθαι τὴν πόλιν ἠξίωσεν. Ἀλλ’ οὐδὲν ταῦτα | |
55 | πρὸς τὸν σκοπὸν τὸν ἡμέτερον, ὥστε διὰ τούτων οἴεσθαι σεμνότερον ἀποδεικνύειν τὸν μέγαν ἐν ἁγίοις ἐκεῖνον, εἰ καρποῖς βρίθει ἡ χώρα, εἰ ἡ πόλις κατα‐ σκευαῖς κεκαλλώπισται, εἰ τῇ γείτονι θαλάττῃ τὰ | |
πανταχόθεν πρὸς τὸ δοκοῦν κατ’ ἐξουσίαν εἰσάγεται. | 897 | |
46.900 | Ἀλλ’ οὐδὲ τῶν προγόνων αὐτοῦ, τῶν προκαθηγησα‐ μένων τῆς κατὰ σάρκα γενέσεως, μνήμην ἐπὶ τοῦ λόγου ποιήσομαι, πλοῦτον καὶ φιλοτιμίας καὶ τὰς κοσμικὰς περιφανείας αὐτῶν διηγούμενος. Τί γὰρ | |
5 | ταῦτα συντελέσειε πρὸς ἔπαινον, τάφοι, καὶ στῆλαι, καὶ ἐπιγράμματα, καὶ τὰ νεκρὰ διηγήματα πρὸς τὸν τοῦ κόσμου παντὸς ἑαυτὸν ὑπεράραντα; ἄλλως δὲ οὔτε δυνατόν ἐστιν εἰς κοινωνίαν τῆς εὐφημίας ἐκεί‐ νους ἄγειν, ὧν τὴν συγγένειαν οὗτος τῆς κατὰ ψυχὴν | |
10 | ἀγχιστείας ἠρνήσατο; Οἱ μὲν γὰρ ἐν τῇ πλάνῃ τῶν εἰδώλων ἐματαιώθησαν· ὁ δὲ, πρὸς τὴν ἀλήθειαν ἀνα‐ βλέψας, τῇ ἄνω συγγενείᾳ διὰ τῆς πίστεως ἑαυτὸν εἰσεποίησεν. | |
20 | Ἀλλ’ ὅπως μὲν, ἢ ἀπὸ τίνων ἐγένετο, ἢ τίνα τὸ κατ’ ἀρχὰς ᾤκησε πόλιν, ὡς οὐδὲν ἡμῖν συντελοῦντα πρὸς τὴν προκειμένην σπουδὴν, παραλείπομεν· ἀρ‐ χὴν δὲ ταύτην τῆς εὐφημίας ληψόμεθα, ἣν ἐκεῖνος τοῦ κατ’ ἀρετὴν βίου πεποίηται. Ἐπειδὴ γὰρ ἐν | |
25 | κομιδῇ νέῳ τῷ σώματι τῆς φυσικῆς κηδεμονίας ἔρη‐ μος ἦν, τῶν γονέων τετελευτηκότων τὸν βίον, ὅτε ἀτελὴς ὑφ’ ἡλικίας οὖσα τοῖς πολλοῖς ἡ διάνοια τῆς τοῦ καλοῦ κρίσεως ἁμαρτάνει, ἔδειξεν εὐθὺς παρὰ τὴν πρώτην, οἷος ἐν τῷ τελείῳ τῆς ἡλικίας γενή‐ | |
30 | σεται. Καὶ καθάπερ τὰ εὐγενῆ τῶν βλαστημάτων, ὅταν ἐκ πρώτης αὐξήσεως εἰς εὐθυγενεῖς ἀναδράμῃ τοὺς ὅρπηκας, προδείκνυσι τοῖς γηπόνοις διὰ τῆς παρούσης ὥρας τὸ εἰς ὕστερον κάλλος· τὸν αὐτὸν τρόπον κἀκεῖνος, ὅτε τοῖς ἄλλοις ὑπ’ ἀγνοίας περι‐ | |
35 | σφαλής ἐστιν ἡ ψυχὴ, πρὸς τὰ μάταιά τε καὶ ἀνόνητα κατολισθαινούσης προχείρως ὡς τὰ πολλὰ τῆς νεότη‐ τος· τότε διὰ τῆς πρώτης τοῦ βίου αἱρέσεως, ἔδειξεν ἐφ’ ἑαυτοῦ τὸν Δαβὶδ ἀληθεύοντα, ὅτι Δίκαιος ὡς φοῖνιξ ἐξανθήσει. Μόνον γὰρ δὴ τοῦτο τῶν δένδρων | |
40 | τελείῳ τῷ πάχει τῆς κορυφῆς ἀπὸ τῆς γῆς ἀναφύε‐ ται· καὶ τῆς κατὰ τὸ μῆκος ἐπιδιδούσης αὐξήσεως, οὐδεμίαν ἐπὶ τὸ πλάτος προσθήκην ἀπὸ τοῦ χρόνου δέχεται. Οὕτω κἀκεῖνος ἀπὸ τῆς πρώτης ἤνθησε βλάστης, εὐθὺς τῇ αἱρέσει τοῦ βίου τέλειος ἀνασχὼν | |
45 | καὶ ὑψίκομος. Πάντων γὰρ ἀποστὰς, περὶ ἃ τὸ νέον τῆς ἡλικίας ἐπτόηται, ἱππικῆς, κυνηγεσίων, καλ‐ λωπισμάτων, ἐνδυμάτων, κυβείας, τρυφῆς· εὐθὺς ὅλος τῆς τῶν ἀρετῶν κτήσεως ἦν, τὸ πρόσφορον ἀεὶ τῆς παρούσης αὐτῷ ἡλικίας καθεξῆς προαιρούμενος. Γί‐ | |
46.900(50) | νεται δὲ αὐτῷ πρώτη τῆς κτήσεως τῶν ἀρετῶν, ἡ περὶ τὴν σοφίαν σπουδή. Ταύτῃ δὲ συνείπετο καθά‐ περ τις πῶλος συνεζευγμένη ἡ σωφροσύνη· πρὸς ἀμφότερα δὲ σύμμαχος ἦν ἡ ἐγκράτεια· τὸ δὲ ἄτυ‐ φον αὐτῷ καὶ ἀόργητον, τῇ τῶν χρημάτων ὑπεροψίᾳ | |
55 | συγκατωρθώθη. Οὐ γὰρ ἔστιν ἄλλη τύφου τε καὶ ὑπερηφανίας γένεσις, μὴ τῆς πλεονεξίας ἑαυτῇ τὰ | |
τοιαῦτα πάθη συνεισαγούσης. Καθάπερ δὲ τὸν πα‐ | 899 | |
46.901 | τριάρχην Ἀβραὰμ ὁ λόγος κατέχει, τῆς Χαλδαϊκῆς φιλοσοφίας ἐν ἐπιστήμῃ γενόμενον, καὶ τὴν ἐναρμό‐ νιόν τε καὶ τεταγμένην τῶν ἄστρων κατανοήσαντα θέσιν καὶ κίνησιν, ὑποβάθρᾳ χρήσασθαι τῇ περὶ | |
5 | ταῦτα γνώσει πρὸς τὴν τοῦ ὑπερκειμένου ἀγαθοῦ θεω‐ ρίαν, λογισάμενον, ὡς εἰ τὰ τῇ αἰσθήσει ληπτὰ τοιαῦτα, τί ἂν εἴη τὰ ὑπὲρ αἴσθησιν; καὶ οὕτως τοῦ ζητου‐ μένου τυχεῖν, οἷον ἐπιβάντα τῆς ἕξω σοφίας, καὶ γενόμενον δι’ αὐτῆς ὑψηλότερον, ὥστε προσεγγίσαι | |
10 | τρόπον τινὰ δι’ αὐτῆς τοῖς ἀλήπτοις· οὕτω καὶ ὁ Μέγας οὗτος, τῇ ἔξω φιλοσοφίᾳ δι’ ἐπιμελείας καθ‐ ομιλήσας, δι’ ὧν ὁ Ἑλληνισμὸς τοῖς πολλοῖς βεβαιοῦται, διὰ τούτων ὡδηγήθη πρὸς τὴν τοῦ Χριστιανισμοῦ κατανόησιν, καὶ καταλιπὼν τὴν πεπλανημένην τῶν | |
15 | πατέρων θρησκείαν, ἐζήτει τὴν τῶν ὄντων ἀλήθειαν, ἐξ αὐτῶν τῶν πεπονημένων τοῖς ἔξωθεν διδαχθεὶς τὸ τῶν Ἑλληνικῶν δογμάτων ἀσύστατον. Ἐπειδὴ γὰρ εἶδεν πρὸς διαφόρους ὑπολήψεις ἐν ταῖς περὶ τοῦ Θείου δόξαις σχιζομένην τὴν Ἑλληνικὴν καὶ τὴν βάρβαρον | |
20 | ὁμοίως φιλοσοφίαν, καὶ τοὺς τῶν δογμάτων προεστη‐ κότας, οὔτε πρὸς ἀλλήλους συμβαίνοντας, καὶ τὸ καθ’ ἑαυτὸν ἕκαστον κρατύνειν τῇ περινοίᾳ τῶν λόγων φιλονεικοῦντας· τούτους μὲν ὥσπερ ἐν ἐμφυλίῳ πο‐ λέμῳ, ὑπ’ ἀλλήλων ἀνατρεπομένους κατέλιπεν· κατα‐ | |
25 | λαμβάνει δὲ τὸν ἑστῶτα λόγον τῆς πίστεως, τὸν οὐ‐ δεμιᾷ λογικῇ τινι περιεργίᾳ καὶ τεχνικαῖς πλοκαῖς κρατυνόμενον, ἀλλὰ δι’ ἁπλότητος ῥημάτων ὁμοτίμως πᾶσι καταγγελλόμενον· ὃς ἐν αὐτῷ τῷ ὑπὲρ τὴν πί‐ στιν εἶναι, τὸ πιστὸν ἔχει. Εἰ γὰρ τοιοῦτον ἦν τὸ λε‐ | |
30 | γόμενον, ὡς τῇ τῶν ἀνθρωπίνων λογισμῶν δυνάμει καταλαμβάνεσθαι, οὐδὲν ἂν τῆς Ἑλληνικῆς σοφίας διήνεγκε (κἀκεῖνοι γὰρ, ὅπερ ἂν καταλαβεῖν ἐξισχύ‐ σωσιν, ἐκεῖνο καὶ εἶναι δοξάζουσιν), ἐπεὶ δὲ ἀνεπί‐ βατός ἐστι λογισμοῖς ἀνθρωπίνοις τῆς ὑπερκειμένης | |
35 | φύσεως ἡ κατάληψις, τούτου χάριν ἡ πίστις ἀντὶ τῶν λογισμῶν γίνεται, τοῖς ὑπὲρ λόγον τε καὶ κατάληψιν ἑαυτὴν ἐπεκτείνουσα. Διὰ ταῦτα, καθὼς περὶ τοῦ Μωϋσέως φησὶν ἡ Γραφὴ, ὅτι ἐπαιδεύθη πάσῃ σοφίᾳ τῶν Αἰγυπτίων· οὕτως καὶ ὁ Μέγας οὗτος, διὰ πάσης | |
40 | ἐλθὼν τῆς τῶν Ἑλλήνων παιδεύσεως, καὶ γνοὺς τῇ πείρᾳ τῶν παρ’ αὐτοῖς δογμάτων τὸ ἀσθενὲς καὶ ἀσύστατον, μαθητὴς τοῦ Εὐαγγελίου καθίσταται· καὶ πρὶν ἀχθῆναι διὰ τῆς μυστικῆς τε καὶ ἀσωμάτου γεννήσεως, οὕτως κατώρθου τὸν βίον, ὡς μηδένα | |
45 | ῥύπον τῆς ἁμαρτίας ἐπὶ τὸ λουτρὸν εἰσενέγκασθαι. Οὔσης δὲ αὐτῷ τῆς διαγωγῆς ἐν Αἰγύπτῳ κατὰ τὴν μεγάλην τοῦ Ἀλεξάνδρου πόλιν, εἰς ἣν καὶ ἡ παντα‐ χόθεν συνέῤῥει νεότης τῶν περὶ φιλοσοφίαν τε καὶ ἰατρικὴν ἐσπουδακότων· χαλεπὸν ἦν τοῖς ὁμήλιξι | |
46.901(50) | θέαμα, νέος ὑπὲρ τὴν ἡλικίαν τῇ σωφροσύνῃ κο‐ σμούμενος. Ὁ γὰρ τοῦ καθαρεύοντος ἔπαινος, τῶν μολυνομένων ὄνειδος ἦν. Ὡς ἂν οὖν ἀπολογία τις εἴη τοῖς ἀκολάστοις, τὸ μὴ μόνους αὐτοὺς εἶναι δοκεῖν τοιούτους, ἐπίνοιά τις ἐξ ἐπιβουλῆς παρ’ αὐτῶν ἐπ‐ | |
55 | εσκευάσθη, τοῦ μῶμόν τινα τῷ βίῳ τοῦ Μεγάλου προσ‐ τρίψασθαι. Καὶ προβάλλεται παρ’ αὐτῶν, εἰς διαβο‐ | |
λὴν ἐκείνου, γύναιον ἑταιρικὸν, ἐξ οἰκήματος ἐπ’ | 901 | |
46.904 | ἀτιμίᾳ κατεγνωσμένον. Τοῦ δὲ, κατὰ τὸ σύνηθες, τοῖς λογάσι τῶν ἀνδρῶν ἐν σεμνῷ τῷ σχήματι περί τινος τῶν κατὰ φιλοσοφίαν διασκοπουμένου καὶ συνασκου‐ μένου, πρόσεισι τὸ γύναιον ἀκκιζόμενόν τε καὶ θρυ‐ | |
5 | πτόμενον, καὶ διὰ πάντων τὸ εἶναι πρὸς αὐτὸν ἐν συν‐ ηθείᾳ, δι’ ὧν ἐφθέγγετό τε καὶ ἐποίει, σχηματιζόμενον· εἶτα ἔλεγε τῶν μισθωμάτων ἀποστερεῖσθαι, προστιθεῖ‐ σα καὶ τὰς ἀφορμὰς ὑπ’ ἀναιδείας, ὑπὲρ ὧν ᾐτιᾶτο τὴν τῶν μισθῶν ἀποστέρησιν. Τῶν δὲ συνεγνωκότων αὐτῷ | |
10 | τὸν καθαρὸν βίον, ἀγανακτούντων τε καὶ ὀργῇ κατὰ τοῦ γυναίου συγκινουμένων, οὔτε συνεταράχθη τοῖς ὑπὲρ αὐτοῦ χαλεπαίνουσιν, οὔτε τι τοιοῦτον εἶπεν συκοφαντούμενος, οἷον εἰκὸς τὸν ἀχθόμενον· οὐ μάρ‐ τυρας τοῦ βίου προσεκαλέσατο, οὐχ ὅρκῳ τὸν μῶμον | |
15 | ἀπώσατο, οὐ τὴν κακίαν τῶν ταῦτα κατ’ αὐτοῦ συ‐ σκευασαμένων διήλεγξεν· ἀλλ’ ἐν ἠρεμαία τε καὶ καθεστώσῃ φωνῇ πρός τινα τῶν συνήθων ἀποστρα‐ φεὶς, «Ὦ οὗτος,» ἔφη, «διάλυσον αὐτῇ τὸ ἀργύ‐ ριον, ὡς ἂν μὴ διὰ πλεῖον διοχλοῦσα, τὴν προκειμέ‐ | |
20 | νην τοῦ λόγου σπουδὴν ἐπιταράσσοι.» Ἐπεὶ δὲ μα‐ θὼν παρὰ τῆς ἑταιρίδος ὁ τοῦτο προστεταγμένος, ὅσον ᾔτει παρ’ αὐτοῦ τὸ ἀργύριον, ἑτοίμως ἅπαν ἀπηριθμήσατο, καὶ πέρας εἶχεν κατὰ τοῦ σώφρονος ἡ ἐπιβουλὴ τοῖς ἀκολάστοις, καὶ ἦν ἐν ταῖς χερσὶν | |
25 | ἤδη τῆς ἀτίμου τὸ κέρδος· τότε δὴ γίνεται θεόθεν ἥ τε μαρτυρία τῆς σωφροσύνης τοῦ νέου, καὶ τῆς τῶν ὁμηλίκων συκοφαντίας ὁ ἔλεγχος. Ὁμοῦ γὰρ τῷ ὑποδέξασθαι τῇ χειρὶ τὸ ἀργύριον, πνεύματι δαιμο‐ νίῳ στρεβλωθεῖσα, καὶ βρυχηθμῷ θηριώδει παρὰ τὴν | |
30 | ἀνθρωπίνην φωνὴν ἀνοιμώξασα, πίπτει πρηνὴς κατὰ τὸ μέσον τῶν συνειλεγμένων· θέαμα φρικτόν τε καὶ φοβερὸν τοῖς παροῦσιν ἀθρόως γεγενημένη, τῶν τρι‐ χῶν τε διεῤῥιμμένων, καὶ ταῖς ἰδίαις χερσὶ σπαρασ‐ σομένων, καὶ τῶν ὀφθαλμῶν ἀπεστραμμένων, καὶ τοῦ | |
35 | στόματος τὸν ἀφρὸν παραπτύοντος. Καὶ οὐ πρότερον ἀνῆκεν καταπνῖγον αὐτὴν τὸ δαιμόνιον, πρὶν ἢ τὸν Μέγαν ἐκεῖνον ἐπικαλέσασθαι τὸν Θεὸν, καὶ ὑπὲρ αὐτῆς ἱλεώσασθαι. | |
46.904(50) | Τοιαῦτα τῆς νεότητος τοῦ μεγάλου τὰ διηγήματα, ἄξια ὡς ἀληθῶς τῶν μετὰ ταῦτα βεβιωμένων αὐτῷ τὰ προοίμια. Καίτοι γε τὸ θαῦμα τοσοῦτόν ἐστιν, ὡς εἰ καὶ μηδὲν ἦν ἕτερον ἐπὶ τούτοις εἰπεῖν, μηδενὸς αὐτὸν τῶν ἐπ’ ἀρετῇ διενεγκόντων, ἐκ τούτου μόνου | |
55 | τὰ δευτερεῖα τῶν ἐπαίνων ἔχειν· πλούσιος, νέος, ἐν ὑπερορίοις διάγων, ἐν πολυανδρούσῃ πόλει τὴν διαγωγὴν ἔχων, ἐν ᾗ διὰ τὸ κατ’ ἐξουσίαν ταῖς ἡδο‐ ναῖς συζῇν τοὺς νέους, ὄνειδος ἦν ἡ καθαρότης τῶν | |
σωφρονούντων τοῖς ἄφροσιν· οὐ μητρὸς πολυ‐ | 903 | |
46.905 | πραγμονούσης τὸν βίον, οὐ πατρὸς παιδαγωγοῦντος τὴν καθ’ ἡμέραν ζωήν· εἰς τοσοῦτον ἐπῆρεν ἑαυτὸν δι’ ἀπαθείας πρὸς ἀρετὴν, ὡς τὸν τοῦ παντὸς ἔφορον, μάρτυρα τῶν βεβιωμένων ποιήσασθαι, τὸν τῇ πο‐ | |
5 | νηρᾷ πληγῇ τὴν συκοφαντίαν τῆς γυναικὸς ἀπελέγ‐ ξαντα. Καὶ τί ἄν τις ἐπινοήσειε μεῖζον εἰς ἐγκωμίων ὑπόθεσιν; πῶς δ’ ἄν τις κατ’ ἀξίαν αὐτὸν θαυμά‐ σειεν; Ὃς τῷ λόγῳ καταπαλαίσας τὴν φύσιν καὶ καθάπερ τι τῶν ὑποχειρίων ζώων ὑποζεύξας τῷ λο‐ | |
10 | γισμῷ τὴν νεότητα, καὶ πάντων τῶν φυσικῶν ἐπ‐ εγειρομένων παθημάτων κρείττων γενόμενος, καὶ τὸν πᾶσι τοῖς καλοῖς ἐπιφυόμενον φθόνον καθ’ ἑαυτοῦ κινήσας, καὶ τούτου κρείττων ἐγένετο, μήτε πρὸς τὴν ἐπιβουλὴν τῶν ἑταίρων ἑαυτὸν διαναστήσας πρὸς | |
15 | ἄμυναν, καὶ τὴν ὑπηρετησαμένην ἐκείνοις πρὸς τὸν μῶμον εὐεργετήσας, τοῦ κατὰ τὸν δαίμονα πάθους διὰ προσευχῆς ἐξελόμενος. Τοιοῦτον ἔγνωμεν διὰ τῆς ἱστορίας τὸν Ἰωσὴφ, ᾧ προὔκειτο μὲν κατ’ ἐξουσίαν ἡ περὶ τὴν γυναίκα τοῦ δεσπότου παρανομία, αὐτῆς | |
20 | ἐκείνης ἐπιμανείσης τῇ ὥρᾳ τοῦ νέου· καὶ μάρτυς τῶν τολμωμένων ἦν ἀνθρώπων οὐδείς· ἀλλὰ κἀκεῖ‐ νος πρὸς τὸν θεῖον ὀφθαλμὸν βλέπων, τὸ δόξαι κακὸς πρὸ τοῦ γενέσθαι προείλετο, τὰ τῶν κακούργων ὑπο‐ στὰς μᾶλλον, ἢ κακοῦργος γενόμενος. Ἀλλ’ ἔστι τι | |
25 | τάχα τούτῳ, καὶ πλέον τῆς ἱστορίας καυχήσασθαι· οὐ γὰρ ἴσον ἐστὶν εἰς ἀποτροπὴν τοῦ μιάσματος, τό τε τῆς μοιχείας ἄγος, καὶ τὸ δοκοῦν ἐν ἐλάττονι πλημ‐ μελήματι τὸν μῶμον ἔχειν. Ὁ τοίνυν ἐν ᾧ κίνδυνός τις ἐκ τῶν νόμων οὐκ ἦν φοβερωτέραν μᾶλλον τῆς | |
30 | τιμωρίας αὐτὴν ἐξ ἁμαρτίας ἡδονὴν καθ’ ἑαυτὴν εἶ‐ ναι κρίνας, ἢ παρήλασε τὸν Ἰωσὴφ τῇ μεγαλοφυΐᾳ τοῦ θαύματος, ἢ πάντως οὐκ ἐν δευτέροις κριθήσε‐ ται. Ἀλλὰ τὸ μὲν προοίμιον τοῦ βίου, τοιοῦτον. Αὐ‐ τὸς δὲ ὁ βίος τίς; Ἐπειδὴ πᾶσαν παίδευσιν τῆς ἔξω | |
35 | σοφίας ἐπιδραμὼν, ἐνέτυχε Φιρμιλιανῷ τινι τῶν εὐ‐ πατριδῶν Καππαδόκῃ, ὁμοιοτρόπῳ κατὰ τὸ ἦθος, ὡς ἔδειξεν ἐκεῖνος τῷ μετὰ ταῦτα βίῳ, κόσμος τῆς Ἐκκλησίας τῶν Καισαρέων γενόμενος, καὶ τόν τε σκοπὸν τοῦ φρονήματος καὶ ἰδίου βίου φανερὸν τῷ | |
40 | φίλῳ ἐποίησεν, ὡς εἴη πρὸς τὸν Θεὸν βλέπων, καὶ τὴν ἐκείνου σπουδὴν ἔγνω περὶ τὴν αὐτὴν ἐπιθυμίαν συμβαίνουσαν, καταλιπὼν πᾶσαν τὴν περὶ τῆς ἔξω φιλοσοφίας σπουδὴν, προσφοιτᾷ μετ’ ἐκείνου τῷ κατὰ τὸν χρόνον ἐκεῖνον τῆς τῶν Χριστιανῶν φιλοσοφίας | |
45 | καθηγουμένῳ (Ὠριγένης δὲ οὗτος ἦν, οὗ πολὺς ἐπὶ τοῖς συγγράμμασι λόγος), δεικνὺς καὶ διὰ τούτου, οὐ μόνον τὸ φιλομαθὲς καὶ φιλόπονον, ἀλλὰ καὶ τὸ κατεσταλμένον ἐν τῷ ἤθει καὶ μέτριον· τοσαύτης γὰρ σοφίας ἀνάπλεος ὢν ἑτέρῳ χρήσασθαι διδασκάλῳ | |
46.905(50) | πρὸς τὰ θεῖα τῶν μαθημάτων, οὐκ ἀπηξίωσεν, καὶ διαγαγὼν παρὰ τῷ διδασκάλῳ χρόνον τοῖς μαθήμασι σύμμετρον, πολλῶν ὄντων τῶν παρακαλούντων καὶ κατεχόντων αὐτὸν ἐπὶ τῆς ἀλλοδαπῆς, καὶ παρ’ αὐ‐ τοῖς ἀξιούντων μένειν, πάντων προτιμοτέραν τὴν | |
55 | ἐνεγκοῦσαν αὐτὸν ποιησάμενος, ἐπὶ τὴν πατρίδα πάλιν ἐπάνεισιν, τὸν παντοδαπὸν πλοῦτον τῆς σοφίας | |
τε καὶ τῆς γνώσεως ἐπαγόμενος, ὃν καθάπερ τις ἔμ‐ | 905 | |
46.908 | πορος ἐν ταῖς ἔξω σπουδαῖς πᾶσι καθομιλῶν τοῖς εὐ‐ δοκίμοις ἐνεπορεύσατο. | |
8 | Καίτοι γε τῷ δικαίως τὰ πράγματα κρίνοντι οὐδὲ τοῦτο μικρὸν πάντως εἰς εὐφημίαν δόξει, τὸ πόλεως | |
10 | τοσαύτην ἱκετηρίαν ἐκ κοινοῦ γενομένην ὑπεριδεῖν, καὶ πάντων τῶν ἐν αὐτῇ λογάδων τὴν ὑπὲρ τοῦ κατα‐ μεῖναι τὸν ἄνδρα σπουδὴν, τῶν τε ἐπιδημούντων αὐτοῖς ἀρχόντων τὴν εἰς αὐτὸ τοῦτο προθυμίαν παρα‐ δέξασθαι· οἷς πᾶσι σκοπὸς ἦν, μεῖναι παρ’ αὐτοῖς | |
15 | τὸν μέγαν ἐκεῖνον, καθάπερ οἰκιστὴν ἀρετῆς, καὶ βίου νομοθέτην ἐσόμενον· ἀλλὰ φεύγων πανταχόθεν τὰς πρὸς τὸν τύφον ὕλας, εἰδὼς ἀρχηγὸν ὡς τὰ πολλὰ τοῦ κατὰ κακίαν βίου τὸ καθ’ ὑπερηφανίαν πάθος γινόμενον, ὥσπερ τινὰ λιμένα, τὸν ἡσύχιον | |
20 | ἐπὶ τῆς πατρίδος μέτεισι βίον. Παντὸς δὲ τοῦ ἔθνους πρὸς τὸν ἄνδρα βλέποντος, καὶ πάντων προσδεχομέ‐ νων δημοσιεύειν αὐτὸν ἐν κοινοῖς συλλόγοις τὴν παί‐ δευσιν, ὡς ἄν τινα καρπὸν σχοίη τῶν μακρῶν πόνων τὴν ἐπ’ αὐτοῖς εὐδοκίμησιν· εἰδὼς ὁ μέγας ἐκεῖνος | |
25 | ὅθεν προσήκει τὴν ἀληθῆ φιλοσοφίαν παρὰ τῶν ἀκρι‐ βῶς μετιόντων δημοσιεύεσθαι, ὡς ἂν μήποτε φιλο‐ τιμίᾳ τινὶ τὴν ψυχὴν τρωθείη (δεινὸς γάρ ἐστι τῶν ἀκουόντων ὁ ἔπαινος, τύφῳ τινὶ καὶ φιλοδοξίᾳ τῆς ψυχῆς ὑποχαυνῶσαι τὸ σύντονον), τούτου χάριν ἐπί‐ | |
30 | δειξιν ποιεῖται τὴν σιωπὴν, ἔργῳ δεικνὺς τὸν ἐγκεί‐ μενον θησαυρὸν, οὐχὶ ῥήμασι, καὶ τῶν κατ’ ἀγορὰν θορύβων, καὶ καθόλου τῆς ἐν ἄστει διαγωγῆς ἑαυτὸν χωρίσας, ἐν ἐσχατιᾷ τινι ἑαυτῷ μόνῳ συνῆν, καὶ δι’ ἑαυτοῦ τῷ Θεῷ, μικρὸν παντὸς τοῦ κόσμου καὶ | |
35 | τῶν ἐν αὐτῷ λόγον ποιούμενος, οὐ βασιλείας πολυ‐ πραγμονῶν, οὐκ ἀρχὰς ἐξετάζων, οὐ πῶς διοικεῖταί τι τῶν κοινῶν διεξιόντος ἀκούων· ἀλλ’ ὅπως ἂν ἡ ψυχὴ δι’ ἀρετῆς τελειωθείη, τὴν φροντίδα ποιούμε‐ νος, πρὸς τοῦτο τῇ σπουδῇ συνέτεινε τὸν πάντα βίον, | |
40 | καὶ τὰ ἐν αὐτῷ πράγματα χαίρειν ἐάσας, ἄλλος τις οὗτος ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις Μωϋσῆς ἀτεχνῶς πρὸς τὰ ἐκείνου θαύματα τὴν ἅμιλλαν ἔχων. Ἐξῆλ‐ θον ἀμφότεροι τοῦ ταραχώδους τούτου καὶ περιηχη‐ μένου βίου, Μωϋσῆς καὶ Γρηγόριος, κατὰ τὸν ἴδιον | |
45 | ἑκάτερος χρόνον ἐφ’ ἑαυτὸν ἰδιάσαντες, ἕως ἐμφα‐ νὲς ἀμφοτέροις ἐκ θεοφανείας ἐγένετο τοῦ καθαροῦ βίου τὸ κέρδος· ἀλλὰ Μωϋσεῖ μὲν κατὰ τῆς φιλοσο‐ φίας καὶ γαμετὴ συνεφείπετο· Γρηγόριος δὲ σύνοικον ἑαυτῷ μόνην τὴν ἀρετὴν ἐποιήσατο. Τοῦ τοίνυν σκο‐ | |
46.908(50) | ποῦ τὸ ἴσον ἔχοντος ἐν ἀμφοτέροις (πέρας γὰρ τῶν ἀμφοτέρων τῆς τῶν πολλῶν ἀναχωρήσεως ἦν, τῷ καθαρῷ τῆς ψυχῆς ὀφθαλμῷ κατανοῆσαι τὰ θεῖα μυ‐ στήρια), κρίνειν ἔξεστι τῷ πρὸς ἀρετὴν καλῶς βλέπειν ἐπισταμένῳ, ὁποτέρῳ τούτων μᾶλλον ὁ βίος | |
55 | δι’ ἀπαθείας γέγονε, τῷ πρὸς τὴν νόμιμον καὶ συγ‐ κεχωρημένην καταβάντι τῶν ἡδονῶν μετουσίαν, ἢ τῷ κατ’ αὐτῆς ὑπεραρθέντι, καὶ μηδεμίαν δεδωκότι καθ’ ἑαυτοῦ πάροδον τῇ ὑλικῇ προσπαθείᾳ. Φαιδίμου | |
δὲ κατὰ τὸν χρόνον ἐκεῖνον τῆς Ἀμασαίων Ἐκκλησίας | 907 | |
46.909 | καθηγουμένου· ᾧ θεόθεν ἐξ ἁγίου Πνεύματος προγνω‐ στική τις δύναμις ἦν· καὶ πᾶσαν ποιουμένου σπου‐ δὴν, ὅπως ὑποχείριον λαβὼν τὸν μέγαν Γρηγόριον, εἰς Ἐκκλησίας ἀρχὴν ἀγάγοι, ὡς ἂν μὴ τοσοῦτον ἀγα‐ | |
5 | θὸν ἀργόν τε καὶ ἀνόνητον παραδράμοι τὸν βίον· τῆς ὁρμῆς οὗτος τοῦ ἱερέως αἰσθόμενος, λανθάνειν ἐμηχανᾶτο, ἄλλο τε πρὸς ἄλλην ἐρημίαν μετανιστά‐ μενος. Ἐπεὶ δὲ πᾶσαν καθιεὶς πεῖραν ὁ πολὺς ἐκεῖ‐ νος Φαίδιμος, καὶ πάσῃ μηχανῇ τε καὶ ἐπινοίᾳ χρώ‐ | |
10 | μενος, οὐχ οἷός τε ἦν προσαγαγεῖν τῇ ἱερωσύνῃ τὸν ἄνδρα, μυρίοις ὄμμασι τὸ μὴ ἁλῶναί ποτε τῇ χειρὶ τοῦ ἱερέως προφυλασσόμενον, καὶ ἦν ἐφάμιλλος σπουδὴ ἀμφοτέροις· τοῦ μὲν ἑλεῖν ἐπιθυμοῦντος, τοῦ δὲ ἀποφυγεῖν τὸν διώκοντα (ὁ μὲν γὰρ ᾔδει τῷ | |
15 | Θεῷ προσάξειν ἱερὸν ἀνάθημα, ὁ δὲ ἐδεδοίκει, μή τι γένηται αὐτῷ πρὸς φιλοσοφίας ἐμπόδιον οἷόν τι φορτίον ἡ τῆς ἱερωσύνης φροντὶς ἐπαχθεῖσα τῷ βίῳ)· τούτου χάριν ὁρμῇ τινι θειοτέρᾳ περὶ τὴν προκει‐ μένην σπουδὴν ἐπαρθεὶς ὁ Φαίδιμος, οὐδὲν προσχὼν | |
20 | τῷ μεταξὺ διαστήματι, ᾧπερ ἀπὸ τοῦ Γρηγορίου διείργετο (τριῶν ἡμερῶν ὁδὸν ἐκείνου ἀπέχοντος), ἀλλὰ πρὸς τὸν Θεὸν ἀναβλέψας, καὶ εἰπὼν ὁμοίως ἑαυτόν τε κἀκεῖνον ἐπὶ τῆς ὥρας ἐκείνης ὑπὸ τοῦ Θεοῦ καθορᾶσθαι, ἀντὶ χειρὸς ἐπάγει τῷ Γρηγορίῳ | |
25 | τὸν λόγον, ἀφιερώσας τῷ Θεῷ τὸν σωματικῶς οὐ παρόντα, καὶ ἀποκληρώσας αὐτῷ τὴν πόλιν ἐκείνην, ἣν συνέβη μέχρι τῶν τότε χρόνων οὕτω τῇ πλάνῃ τῶν εἰδώλων κατέχεσθαι, ὥστε ἀπείρων ὄντων τῶν οἰκούντων αὐτήν τε τὴν πόλιν, καὶ τὴν περίοικον, μὴ | |
30 | πλείους εὑρεθῆναι τῶν ἑπτακαίδεκα τοὺς παραδε‐ δεγμένους τὸν λόγον τῆς πίστεως. | |
37 | Οὕτω τοίνυν ὑπελθὼν τὸν ζυγὸν κατ’ ἀνάγκην, πάντων μετὰ ταῦτα τῶν νομίμων ἐπ’ αὐτῷ τελεσθέν‐ των, καὶ βραχὺν χρόνον αἰτησάμενος παρὰ τοῦ τὴν | |
40 | ἱερωσύνην ἐπικηρύξαντος, πρὸς κατανόησιν τῆς κατὰ τὸ μυστήριον ἀκριβείας, οὐκέτι, καθώς φησιν ὁ Ἀπόστολος, σαρκὶ καὶ αἵματι προσανέχειν ᾤετο δεῖν, ἀλλὰ θεόθεν ᾔτει γενέσθαι αὐτῷ τὴν τῶν κρυφίων φανέρωσιν· καὶ οὐ πρότερον ἐπεθάρσησε τῷ τοῦ λό‐ | |
45 | γου κηρύγματι, πρὶν διά τινος ἐμφανείας ἐκκαλυ‐ φθῆναι αὐτῷ τὴν ἀλήθειαν. Σκοπουμένῳ γὰρ αὐτῷ ποτε ἐννύχιον περὶ τοῦ λόγου τῆς πίστεως, καὶ παν‐ τοίους ἀνακινοῦντι λογισμούς· ἦσαν γὰρ δὴ καὶ τότε τινὲς, οἱ τὴν εὐσεβῆ διδασκαλίαν παραχαράττοντες, | |
46.909(50) | διὰ τῆς πιθανότητος τῶν ἐπιχειρημάτων, ἀμφίβολον ποιοῦντες πολλάκις καὶ τοῖς συνετοῖς τὴν ἀλήθειαν· ὑπὲρ ἧς τότε διαγρυπνοῦντι αὐτῷ καὶ φροντίζοντι φαίνεταί τις καθ’ ὕπαρ ἐν ἀνθρωπίνῳ τῷ σχήματι, γηραλέος τὸ εἶδος, ἱεροπρεπὴς τῇ καταστολῇ τοῦ ἐν‐ | |
55 | δύματος, πολλὴν ἐπισημαίνων τὴν ἀρετὴν τῇ περὶ τὸ | 909 |
46.912 | πρόσωπον χάριτι, καὶ τῇ καταστάσει τοῦ σχήματος. Τὸν δὲ καταπλαγέντα τῇ ὄψει, διαναστῆναι μὲν τῆς εὐνῆς καὶ ὅστις εἴη μαθεῖν ἐδεῖτο, καὶ ὑπὲρ τίνος ἥκοι. Ἐκείνου δὲ καταστείλαντος αὐτοῦ τὴν ταρα‐ | |
5 | χὴν τῆς διανοίας ἐν ἠρεμαίᾳ φωνῇ, καὶ εἰπόντος θείῳ προστάγματι πεφηνέναι αὐτῷ τῶν ἀμφισβητου‐ μένων παρ’ αὐτοῦ χάριν, ὡς ἂν ἐκκαλυφθείη τῆς εὐ‐ σεβοῦς πίστεως ἡ ἀλήθεια· θαρσῆσαί τε πρὸς τὸν λό‐ γον, καὶ βλέψαι πρὸς αὐτὸν μετά τινος χαρᾶς καὶ | |
10 | ἐκπλήξεως. Εἶτα ἐκείνου κατ’ εὐθὺ τὴν χεῖρα προ‐ τείναντος, καὶ οἷον ὑποδεικνύντος αὐτῷ διὰ τῆς τῶν δακτύλων εὐθείας τὸ ἐκ πλαγίου φαινόμενον, συμ‐ περιαγαγεῖν τοῦτον τῇ εὐθείᾳ τῆς χειρὸς τὸ ἴδιον βλέμμα, καὶ ἰδεῖν ἀντιπρόσωπον ἕτερον θέαμα τῷ | |
15 | ὀφθέντι, ἐν γυναικείῳ τῷ σχήματι, κρεῖττον ἢ κατὰ ἄνθρωπον· πάλιν δὲ καταπλαγέντα, συγκλιθῆναί τε πρὸς ἑαυτὸν τῷ προσώπῳ, καὶ ἀμηχανεῖν τῷ θεά‐ ματι, μὴ φέροντα τοῖς ὀφθαλμοῖς τὴν ἐμφάνειαν (καὶ γὰρ δὴ τὸ παράδοξον τῆς ὀπτασίας ἐν τούτῳ | |
20 | μάλιστα ἦν, ὅτι νυκτὸς οὔσης βαθείας, φῶς τοῖς ὀφθεῖσιν αὐτῷ συνεξέλαμψεν, ὥσπερ τινὸς λαμπρᾶς ἐξαπτομένης λαμπάδος). Ἐπεὶ οὖν οὐχ οἷός τε ἦν φέρειν τοῖς ὀφθαλμοῖς τὴν ἐμφάνειαν, ἤκουσε διὰ λόγου τινὸς τῶν ὀφθέντων αὐτῷ, πρὸς ἀλλήλους τὸν | |
25 | περὶ τοῦ ζητουμένου λόγον διεξιόντων· δι’ ὧν οὐ μό‐ νον ἐπαιδεύθη τὴν ἀληθῆ γνῶσιν τῆς πίστεως, ἀλλὰ καὶ διὰ τῶν ὀνομάτων τοὺς ἐπιφανέντας ἐγνώρισεν, ἑκατέρου αὐτῶν διὰ τῆς οἰκείας προσηγορίας ἀνακα‐ λοῦντος τὸν ἕτερον. Ἀκοῦσαι γὰρ λέγεται παρὰ τῆς | |
30 | ἐν γυναικείῳ φανείσης τῷ σχήματι παρακαλούσης τὸν εὐαγγελιστὴν Ἰωάννην, φανερῶσαι τῷ νέῳ τὸ τῆς εὐσεβείας μυστήριον· ἐκεῖνον δὲ εἰπεῖν, ἑτοίμως ἔχειν καὶ τοῦτο τῇ μητρὶ τοῦ Κυρίου χαρίσασθαι, ἐπειδὴ τοῦτο φίλον αὐτῇ· καὶ οὕτως εἰπόντα τὸν λό‐ | |
35 | γον σύμμετρόν τε καὶ εὐπερίγραπτον, πάλιν μετ‐ αναστῆναι τῶν ὄψεων. Τὸν δὲ παραχρῆμα τὴν θείαν ἐκείνην μυσταγωγίαν γράμμασιν ἐνσημήνασθαι, καὶ κατ’ ἐκείνην μετὰ ταῦτα κηρύσσειν ἐν τῇ ἐκκλησίᾳ τὸν λόγον, καὶ τοῖς ἐφεξῆς, ὥσπερ τινὰ κλῆρον τὴν | |
40 | θεόσδοτον ἐκείνην διδασκαλίαν καταλιπεῖν· δι’ ἧς μυσταγωγεῖται μέχρι τοῦ νῦν ὁ ἐκείνης λαὸς, πάσης αἱρετικῆς κακίας διαμείνας ἀπείρατος. Τὰ δὲ τῆς μυσταγωγίας ῥήματα, ταῦτά ἐστιν· | |
47 | Εἷς Θεὸς Πατὴρ Λόγου ζῶντος, σοφίας ὑφεστώ‐ σης καὶ δυνάμεως, καὶ χαρακτῆρος ἀϊδίου, τέ‐ λειος, τελείου γεννήτωρ· Πατὴρ Υἱοῦ μονογε‐ | |
46.912(50) | νοῦς. Εἷς Κύριος, μόνος ἐκ μόνου, Θεὸς ἐκ Θεοῦ, χαρακτὴρ καὶ εἰκὼν τῆς θεότητος, Λόγος ἐνεργὸς, σοφία τῆς τῶν ὅλων συστάσεως περιεκτικὴ, καὶ δύναμις τῆς ὅλης κτίσεως ποιητικὴ, Υἱὸς ἀληθι‐ νὸς ἀληθινοῦ Πατρὸς, ἀόρατος ἀοράτου, καὶ | |
55 | ἄφθαρτος ἀφθάρτου, καὶ ἀθάνατος ἀθανάτου, καὶ ἀΐδιος ἀϊδίου. Καὶ ἓν Πνεῦμα ἅγιον, ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον· καὶ δι’ Υἱοῦ πεφηνὸς, δηλαδὴ τοῖς | |
ἀνθρώποις, εἰκὼν τοῦ Υἱοῦ τελείου τελεία, ζωὴ | 911 | |
46.913 | ζώντων αἰτία, πηγὴ ἁγία, ἁγιότης ἁγιασμοῦ χορ‐ ηγός· ἐν ᾧ φανεροῦται Θεὸς ὁ Πατὴρ, ὁ ἐπὶ πάντων καὶ ἐν πᾶσι· καὶ Θεὸς ὁ Υἱὸς, ὁ διὰ πάν‐ των· Τριὰς τελεία, δόξῃ καὶ ἀϊδιότητι καὶ βασι‐ | |
5 | λείᾳ μὴ μεριζομένη, μηδὲ ἀπαλλοτριουμένη. | |
7 | Οὔτε οὖν κτιστόν τι, ἢ δοῦλον ἐν τῇ Τριάδι, οὔτε ἐπείσακτόν τι, ὡς πρότερον μὲν οὐχ ὑπάρχον, ὕστε‐ ρον δὲ ἐπεισελθόν. Οὔτε οὖν ἐνέλιπέ ποτε Υἱὸς Πα‐ | |
10 | τρὶ, οὔτε Υἱῷ Πνεῦμα· ἀλλ’ ἄτρεπτος καὶ ἀναλ‐ λοίωτος ἡ αὐτὴ Τριὰς ἀεί. Ὅτῳ δὲ φίλον περὶ τούτου πεισθῆναι, ἀκουέτω τῆς Ἐκκλησίας, ἐν ᾗ τὸν λόγον ἐκήρυττεν, παρ’ οἷς αὐτὰ τὰ χαράγματα τῆς μακα‐ ρίας ἐκείνης χειρὸς εἰς ἔτι καὶ νῦν διασώζεται. Ταῦτ’ | |
15 | οὐχὶ πρὸς τὰς θεοτεύκτους ἐκείνας πλάκας ἁμιλλᾶται τῇ μεγαλοφυΐᾳ τῆς χάριτος; ἐκείνας δὲ λέγω τὰς πλάκας, ἐν αἷς ἡ τοῦ θείου βουλήματος ἐνετυπώθη νομοθεσία. Ὡς γὰρ τὸν Μωϋσέα φησὶν ὁ λόγος, ἔξω τοῦ φαινομένου γενόμενον, καὶ ἐντὸς τῶν ἀοράτων | |
20 | ἀδύτων τῇ ψυχῇ καταστάντα (τοῦτο γὰρ ὁ γνόφος αἰνίττεται), μαθεῖν τε τὰ θεῖα μυστήρια, καὶ δι’ ἑαυτοῦ τῆς θεογνωσίας παντὸς τοῦ λαοῦ καθηγήσα‐ σθαι· τὴν αὐτὴν ἔστι καὶ ἐπὶ τοῦ μεγάλου τούτου κατιδεῖν οἰκονομίαν· ᾧ ὄρος μὲν ἦν, οὐκ αἰσθητόν τι | |
25 | ἢ γεώλοφον, ἀλλὰ τὸ ὕψος τῆς τῶν ἀληθινῶν δογμά‐ των ἐπιθυμίας· γνόφος δὲ τὸ τοῖς ἄλλοις ἀχώρητον θέαμα· δέλτος δὲ ἡ ψυχή· τὰ δὲ ἐν ταῖς πλαξὶ γράμ‐ ματα, ἡ τοῦ ὀφθέντος φωνή· δι’ ὧν ἁπάντων αὐτῷ τε καὶ τοῖς παρ’ ἐκείνου μυσταγωγουμένοις ἐγένετο | |
30 | ἡ τῶν μυστηρίων φανέρωσις. Ἐπειδὴ τοίνυν παῤῥη‐ σίας τινὸς καὶ θάρσους διὰ τῆς ὄψεως ἐκείνης πλή‐ ρης ἐγένετο, καθάπερ τις ἀθλητὴς ἀρκοῦσαν πρὸς τοὺς ἄθλους ἐμπειρίαν τε καὶ δύναμιν ἐκ παιδοτρί‐ βου κτησάμενος, θαρσῶν ἀποδύεται πρὸς τὸ στάδιον, | |
35 | καὶ πρὸς τοὺς ἀντιπάλους ἀγωνίζεται, τὸν αὐτὸν τρόπον κἀκεῖνος, τῇ τε καθ’ ἑαυτὸν μελέτῃ καὶ τῇ συμμαχίᾳ τῆς ἐπιφανείσης αὐτῷ χάριτος, ἱκανῶς τὴν ψυχὴν ἀλειψάμενος, οὕτως ἀντιλαμβάνεται τῶν ἀγώνων. Οὐ γὰρ ἄλλο τι χρὴ καλεῖν, ἢ ἀγῶνας καὶ | |
40 | ἄθλους, πάντα τὸν καθ’ ἱερωσύνην αὐτοῦ βίον, ἐν ᾧ πᾶσαν διὰ τῆς πίστεως τὴν τοῦ ἀντικειμένου κατ‐ ηγωνίσατο δύναμιν. Εὐθὺς γὰρ ἀπὸ τῆς ἐσχατιᾶς ἑαυ‐ τὸν ἀναστήσας, καὶ πρὸς τὴν πόλιν τὴν ὁρμὴν ἔχων, ἐν ᾗ ἔδει τῷ Θεῷ τὴν Ἐκκλησίαν συστήσασθαι· | |
45 | ἐπειδὴ ἔγνω πάντα τὸν χῶρον τῇ τῶν δαιμόνων ἀπάτῃ κατακρατούμενον, καὶ τοῦ μὲν ἀληθινοῦ Θεοῦ ναὸν οὐδαμοῦ κατεσκευασμένον, πεπληρωμένην δὲ πᾶσαν τὴν πόλιν καὶ τὴν περίοικον βωμῶν τε ἱερῶν καὶ ἀφιδρυμάτων· παντὸς τοῦ ἔθνους ταύτην ἔχοντος τὴν | |
46.913(50) | σπουδὴν, ὅπως ἂν τὰ τεμένη τῶν εἰδώλων καὶ τὰ ἱερὰ καλλωπίζοιτο, καὶ παραμένοι τοῖς ἀνθρώποις ἡ εἰδωλομανία, πομπαῖς τε καὶ τελεταῖς καὶ τοῖς ἐπιβωμίοις μιάσμασι κρατυνομένη· καθάπερ τις στρατιώτης γενναῖος τῷ κρατοῦντι τῆς παρατάξεως | |
55 | συμπλακεὶς, δι’ ἐκείνου τὸ ὑποχείριον τρέπεται· οὕ‐ τως καὶ ὁ μέγας οὗτος ἀπ’ αὐτῶν τῶν δαιμόνων τῆς ἀριστείας ἄρχεται. Τίς δὲ ὁ τρόπος; Διερχόμενος γὰρ τὴν ἀπὸ τῆς ἐσχατιᾶς ἐπὶ τὴν πόλιν ὁδὸν, ἑσπέρας | |
καταλαβούσης, καὶ ὄμβρου βιαιοτέρου συνέχοντος, | 913 | |
46.916 | ἐντὸς ἱεροῦ τινος γίνεται, μετὰ τῶν ἑπομένων αὐτῷ. Τὸ δὲ ἱερὸν ἐκεῖνο τῶν ἐπισήμων ἦν, ᾧ τις φανερὰ τῶν θεραπευομένων δαιμόνων ἐπιφοίτησις τοῖς νεω‐ κόροις ἐγίνετο, μαντικῆς τινος χρησμῳδίας παρ’ αὐ‐ | |
5 | τῶν ἐνεργουμένης. | |
11 | Ὑπελθὼν δὲ τὸ ἱερὸν μετὰ τῶν σὺν αὐτῷ, τὰ μὲν δαιμόνια παραχρῆμα τῇ ἐπικλήσει τοῦ ὀνόματος τοῦ Χριστοῦ κατεπτόησεν· τῷ δὲ τύπῳ τοῦ σταυροῦ τὸν μεμολυσμένον ταῖς κνίσσαις ἀέρα καθαγνίσας, δι‐ | |
15 | ήγαγεν, κατὰ τὸ σύνηθες αὐτῷ, τὴν νύκτα πᾶσαν ἐν προσευχαῖς τε καὶ ὑμνῳδίαις διαγρυπνήσας, ὥστε μετασκευασθῆναι εἰς προσευχῆς οἶκον, τὸν ἐβδελυ‐ γμένον τῷ τε ἐπιβωμίῳ λύθρῳ καὶ τοῖς ἀφιδρύμα‐ σιν. Τοῦτον δὲ τὸν τρόπον τῆς νυκτὸς αὐτῷ διανυ‐ | |
20 | σθείσης, εἴχετο πάλιν κατὰ τὸν ὄρθρον τῆς ἐπὶ τὸ πρόσω πορείας. Τοῦ δὲ νεωκόρου κατὰ τὸν ὄρθρον τὴν συνήθη προσάγοντος θεραπείαν τοῖς δαίμοσιν, εἰ‐ πεῖν ἐπιφανέντα φασὶν αὐτῷ τὰ δαιμόνια, ἄβατον αὐ‐ τοῖς τὸ ἱερὸν εἶναι, διὰ τὸν ἐν αὐτῷ καταμείναντα· | |
25 | τὸν δὲ καθαρσίοις τισὶ καὶ θυσίαις χρώμενον ἐπιχει‐ ρεῖν διὰ τούτων πάλιν εἰσοικίσαι τῷ ναῷ τὰ δαιμόνια· ὡς δὲ πᾶσαν αὐτοῦ πεῖραν προσάγοντος, ἄπρακτος ἦν ἡ σπουδὴ, οὐδαμοῦ κατὰ τὸ σύνηθες ὑπακουόν‐ των αὐτοῦ τῶν δαιμόνων τῇ ἐπικλήσει· τότε θυμῷ | |
30 | καὶ ὀργῇ διαναστὰς καταλαμβάνει τὸν μέγαν ἐκεῖ‐ νον ὁ νεωκόρος, πάντα ἀπειλῶν τὰ δεινότατα, καὶ τοῖς ἄρχουσιν εἰσαγγέλλειν, καὶ χειρὶ κατ’ αὐτοῦ κεχρῆσθαι, βασιλεῖ καταμηνύειν τὴν τόλμαν, ὅτι δὴ Χριστιανὸς ὢν καὶ θεοῖς ἐχθρὸς, ἐτόλμησεν ἐντὸς τῶν | |
35 | ἀνακτόρων γενέσθαι· οὗ τὴν εἴσοδον ἀπεστράφθαι τὴν ἐν τοῖς ἱεροῖς ἐνεργοῦσαν δύναμιν, καὶ μηκέτι ἐπιχωριάζειν τοῖς τόποις κατὰ τὸ σύνηθες τὴν μαν‐ τικὴν τῶν δαιμόνων ἐνέργειαν. Τοῦ δὲ τὸν προπετῆ καὶ ἀπαίδευτον τοῦ νεωκόρου θυμὸν ἐν ὑπερέχοντι | |
40 | φρονήματι καταβάλλοντος, καὶ τοῦ ἀληθινοῦ Θεοῦ τὴν συμμαχίαν πάσαις ἀντιπροβαλομένου ταῖς ἀπει‐ λαῖς, καὶ λέγοντος τοσοῦτον πεποιθέναι τῇ δυνάμει τοῦ ὑπερμαχοῦντος αὐτοῦ, ὥστε κατ’ ἐξουσίαν ἔχειν ἀπελαύνειν τε αὐτοὺς, ὅθεν ἂν βούληται, καὶ εἰσοικί‐ | |
45 | ζειν οἷς ἂν ἐθέλῃ τόποις, καὶ τὰς ἀποδείξεις ὧν ἔλεγεν ἤδη παρέξειν ὑπισχνουμένου, θαυμάσαντα τὸν νεωκόρον, καὶ καταπλαγέντα τὸ μέγεθος τῆς ἐξουσίας, ἀπ’ αὐτῶν τούτων δεῖξαι τὴν δύναμιν, προσ‐ καλέσασθαι, καὶ πάλιν ἐντὸς ποιῆσαι τοῦ ἱεροῦ τὰ | |
46.916(50) | δαιμόνια. Ἀκούσαντα δὲ τοῦτο τὸν μέγαν, ἀποῤῥῆ‐ ξαί τι τοῦ βιβλίου τμῆμα βραχὺ, καὶ δοῦναι τοῦτο τῷ νεωκόρῳ, προστακτικήν τινα φωνὴν κατὰ τῶν δαι‐ μόνων χαράξαντα· ἦν δὲ τὰ γράμματα ἐπ’ αὐτῆς τῆς λέξεως ταῦτα· ΓΡΗΓΟΡΙΟΣ ΤΩι ΣΑΤΑΝΑι, ΕΙΣΕΛΘΕ. | |
58 | Λαβόντα δὲ τὸν νεωκόρον ἀναθεῖναι τῷ βωμῷ τὸ | |
βιβλίον, εἶτα προσαγαγόντα τὰς συνήθεις αὐτοῖς | 915 | |
46.917 | κνίσσας καὶ τὰ μιάσματα, πάλιν ἰδεῖν ἅπερ ἑώρα τὸ πρότερον, πρὶν ἐξοικισθῆναι τοῦ εἰδωλείου τοὺς δαί‐ μονας. Τούτων δὲ γεγονότων, ἔννοιαν αὐτὸν λαβεῖν τοῦ θείαν εἶναί τινα παρὰ τῷ Γρηγορίῳ τὴν δύνα‐ | |
5 | μιν, δι’ ἧς ἐφάνη τῶν δαιμόνων ἐπικρατέστερος· καταλαβόντα δὲ κατὰ σπουδὴν πάλιν αὐτὸν, πρὶν ἐν τῇ πόλει γενέσθαι, μαθεῖν ἠξίωσε παρ’ αὐτοῦ τὸ μυστήριον, καὶ τίς ὁ Θεὸς ἐκεῖνος ὁ τὴν τῶν δαιμό‐ νων φύσιν ὑποχειρίαν ἔχων. Εἰπόντος δὲ δι’ ὀλίγων | |
10 | τοῦ μεγάλου τὸ τῆς εὐσεβείας μυστήριον, παθεῖν τι τὸν νεωκόρον οἷον εἰκὸς τὸν τῶν θείων ἀμύητον· καὶ μικρότερον οἰηθῆναι τῆς περὶ Θεοῦ ὑπολήψεως, τὸ πεισθῆναι διὰ σαρκὸς πεφηνέναι τοῖς ἀνθρώποις τὸ Θεῖον· τοῦ δὲ μὴ λόγοις εἰπόντος τὴν περὶ τούτου | |
15 | πίστιν κρατύνεσθαι, τοῖς δὲ τῶν γινομένων θαύμασι τὸ πιστὸν ἔχειν, ζητῆσαι ἔτι παρ’ αὐτοῦ θαῦμα τὸν νεωκόρον ἰδεῖν, ὡς εἶθ’ οὕτως προσαχθῆναι διὰ τοῦ γινομένου πρὸς τὴν τῆς πίστεως συγκατάθεσιν. Ἔνθα δὴ τὸ πάντων ἀπιστότατον λέγεται πεποιηκέναι τὸ | |
20 | μέγα θαῦμα τὸν μέγαν ἐκεῖνον. Ἐπιζητοῦντος γὰρ τοῦ νεωκόρου λίθον τινὰ τῶν εὐμεγεθῶν τῶν κατ’ ὀφθαλμοὺς αὐτῷ προφαινομένων, δίχα χειρὸς ἀνθρω‐ πίνης κινηθῆναι, διὰ δὲ μόνης τῆς κατὰ τὴν πίστιν δυνάμεως, προστάγματι τοῦ Γρηγορίου πρὸς ἕτερον | |
25 | μετατεθῆναι χῶρον· μηδὲν ἀναβαλλόμενον τὸν μέγαν ἐκεῖνον, εὐθὺς προστάξαι καθάπερ ἐμψύχῳ τῷ λίθῳ μεταβῆναι πρὸς ἐκεῖνον τὸν τόπον, ὃν ὁ νεωκόρος ὑπέδειξεν. Τούτου δὲ γενομένου, παραχρῆμα πιστεῦ‐ σαι τῷ λόγῳ τὸν ἄνδρα· καὶ πάντα καταλιπόντα, | |
30 | γένος, οἰκίαν, γαμετὴν, παῖδας, φίλους, ἱερωσύνην, ἑστίαν, κτήματα, ἀντὶ πάντων τῶν προσόντων αὐτῷ ποιήσασθαι, τοῦ συνεῖναι τῷ μεγάλῳ, καὶ συμμετ‐ έχειν τῶν πόνων αὐτῷ καὶ τῆς θείας ἐκείνης φιλοσο‐ φίας τε καὶ παιδεύσεως. Σιγάτω πρὸς ταῦτα πᾶσα | |
35 | τεχνικὴ τῶν λογογράφων περίνοια τὰς ἐπαυξήσεις τῶν θαυμάτων διά τινος ῥητορείας ἐπὶ τὸ μεῖζον ἐξαίρουσα. Οὐ γὰρ τοιοῦτόν ἐστιν ἐν τοῖς εἰρημένοις τὸ θαῦμα, ὡς τῇ δυνάμει τοῦ λέγοντος ἔλαττον ἂν ἢ μεῖζον ἑαυτοῦ γενέσθαι. Τί γάρ τις εἰπὼν παρὰ τὰ | |
40 | εἰρημένα, προσθήκην δώσει τῷ θαύματι; Πῶς δ’ ἄν τις ἐλαττώσειε τοῖς ἀκούουσιν ἐπὶ τῷ γεγονότι τὴν ἔκπληξιν; Λίθος ἀφίστησι τῶν λίθων τοὺς δεδουλωμέ‐ νους τοῖς λίθοις, λίθος κήρυξ τῆς θείας πίστεως, καὶ ὁδηγὸς τοῖς ἀπίστοις εἰς σωτηρίαν γίνεται, οὐ φωνῇ | |
45 | τινι καὶ λόγῳ τὴν θείαν δύναμιν ἀνακηρύσσων, ἀλλ’ οἷς ἐποίει δεικνὺς τὸν Θεὸν ὑπὸ τοῦ Γρηγορίου κατ‐ αγγελλόμενον· ᾧ πᾶσα κατὰ τὸ ὁμότιμον ὑποχείριος πείθεται κτίσις, οὐχ ὅσον αἰσθητικὸν μόνον καὶ ἔμ‐ πνουν, καὶ ἔμψυχον, ἀλλ’ εἴ τι καὶ τούτων ἐστὶν ἐκτὸς, | |
46.917(50) | οὕτω δέχεται τὸ τοῦ θεράποντος ἐπίταγμα, ὡς οὐκ ἀμοιροῦντα τῆς αἰσθήσεως. Ποία γὰρ ἀκοὴ τοῦ λί‐ θου; Ποία τῆς τοῦ κελεύοντος ἐξουσίας αἴσθησις; Τίς δύναμις ἐν αὐτῷ μεταβατική; Ποία μελῶν τε καὶ ἄρθρων διασκευή; Ἀλλὰ πάντα ταῦτα καὶ τὰ τοιαῦτα | |
55 | λίθῳ ἡ τοῦ κελεύοντος δύναμις γίνεται, πρὸς ἣν ἰδὼν ὁ νεωκόρος ἐκεῖνος, εὐθὺς τὴν γινομένην ἐπὶ πλάνῃ τῆς ἀνθρωπίνης φύσεως ἀπάτην τῶν δαιμόνων ἐνόησέ τε καὶ ἐβδελύξατο, καὶ πρὸς τὸν ἀληθινὸν | |
Θεὸν μετετάξατο, διὰ τῶν παρὰ τοῦ δούλου γεγενη‐ | 917 | |
46.920 | μένων, τὸ ἄφραστον τῆς τοῦ Δεσπότου δυνάμεως λο‐ γισάμενος. Εἰ γὰρ τοσαύτη τοῦ δούλου ἡ δύναμις, ὡς ῥήματι κινεῖν τὰ ἀκίνητα, καὶ προστάγματι κεχρῆ‐ σθαι κατὰ τῶν ἀναισθήτων, καὶ τοῖς ἀψύχοις δια‐ | |
5 | κελεύεσθαι· πόσην εἰκός ἐστι περιουσίαν δυνάμεως ἐν τῷ Δεσπότῃ τοῦ παντὸς κατανοῆσαι, οὗ τὸ θέ‐ λημα, οἷόν τις ὕλη, καὶ κατασκευὴ, καὶ δύναμις αὐ‐ τοῦ τε τοῦ κόσμου, καὶ τῶν ἐν αὐτῷ πάντων, καὶ τῶν ὑπὲρ τοῦτον ὄντων, ἐγένετο! Ἐντεῦθεν ὁ μέγας ἐκεῖνος | |
10 | τῆς κατὰ τῶν δαιμόνων ἀριστείας ἀρξάμενος, καὶ οἷόν τι τρόπαιον κατὰ τῶν νικηθέντων τὸν νεωκόρον περιαγόμενος, προκαταπλήξας τε τῇ φήμῃ τὸ ἔθνος, οὕτως ἤδη μετὰ πεποιθήσεώς τε καὶ παῤῥησίας εἰς τὴν πόλιν εἰσήλαυνεν, οὐχ ἅρμασι καὶ ἵπποις, καὶ | |
15 | ἡμιόνοις, καὶ τῷ πλήθει τῶν παρεπομένων ἐπικομ‐ πάζων, ἀλλὰ ταῖς ἀρεταῖς ἐν κύκλῳ δορυφορούμενος, πανδημεὶ δὲ πάντων προχεθέντων τῶν οἰκητόρων τοῦ ἄστεος, ὡς ἐπί τινα καινοῦ θεάματος ἱστορίαν, καὶ πάντων ἰδεῖν προθυμουμένων, τίς ἐκεῖνός ἐστιν ὁ | |
20 | Γρηγόριος, ὃς ἄνθρωπος ὢν τῶν νομιζομένων παρ’ αὐτοῖς εἶναι θεῶν, καθάπερ τις βασιλεὺς ἐξουσίαν ἔχει, προστάγματι φέρων καὶ ἄγων, ὅπουπερ ἂν ἐθέλοι τὰ δαιμόνια, καὶ ὅθεν ἂν βούληται, πρὸς τὸ δο‐ κοῦν ἐξοικίζων τε καὶ ἐνοικίζων, ὥσπερ τὰ ἀνδρά‐ | |
25 | ποδα, καὶ τὸν θεραπευτὴν ἐκεῖνον φέρει, καθάπερ ἐν ἐξουσίᾳ τινὶ δουλωσάμενος, ὑπεριδόντα μὲν τῆς τιμῆς ἐν ᾗ τὸ πρότερον ἦν, τῶν δὲ προσόντων πάντων τὴν μετ’ αὐτοῦ διαγωγὴν ἀλλαξάμενον. | |
35 | Τοιαύτῃ δὲ γνώμῃ πάντων προσδεχομένων αὐτὸν πρὸ τοῦ ἄστεος, ἐπειδὴ κατ’ αὐτοὺς ἐγένετο, πάντων εἰς ἐκεῖνον ἀτενῶς ἀποβλεπόντων, καθάπερ ὕλην ἄψυχον παριὼν τοὺς ἀνθρώπους, πρὸς οὐδένα τῶν ἐντυγχα‐ νόντων στρεφόμενος, καὶ κατ’ εὐθεῖαν ἐπὶ τὴν πόλιν | |
40 | βαδίζων, πολὺ μᾶλλον αὐτοὺς εἰς ἔκπληξιν ἤγαγεν, ὑπὲρ τὴν φήμην τοῖς ὁρῶσι φαινόμενος. Τὸ γὰρ πρώ‐ τως εἰσελαύνοντα πόλει μεγάλῃ, μηδεμιᾶς συνηθείας τοσαύτης προϋπαρχούσης αὐτῷ, ἔπειτα μὴ κατα‐ πλαγῆναι δῆμον τοσοῦτον ἐπ’ ἐκείνῳ συνειλεγμένον, | |
45 | ἀλλ’ οἷον δι’ ἐρήμου βαδίζοντα, πρὸς ἑαυτὸν μόνον καὶ πρὸς τὴν ὁδὸν ἀποβλέπειν, πρὸς οὐδένα τῶν περὶ αὐτὸν ἐπιστρεφόμενον ἠθροισμένων, τοῦτο ὑπὲρ τὴν ἐν τῷ λίθῳ θαυματοποιίαν τοῖς ἀνθρώποις ἐδόκει. Τούτου χάριν, ὀλιγοστῶν ὄντων, καθὼς ἐν τοῖς φθάσασιν | |
46.920(50) | εἴρηται, τῶν πρὸ τῆς ἐπιστασίας αὐτοῦ καταδεξαμέ‐ νων τὴν πίστιν, ὡς πάσης τῆς πόλεως αὐτοῦ τὴν ἱερωσύνην τιμώσης, οὕτως εἰσῄει στενοχωρούμενος ἁπανταχόθεν τοῖς παραπέμπουσιν. Ἐπεὶ δὲ πάντων ὁμοῦ εὐθὺς, ὅτε τῆς φιλοσοφίας ἥπτετο, καθάπερ τινὸς | |
55 | ἄχθους ἑαυτὸν ἠλευθέρωσε, καίπερ ἦν αὐτῷ τῶν πρὸς τὴν ζωὴν ἀναγκαίων οὐδὲν, οὐκ ἀγρὸς, οὐ τόπος, οὐκ οἰκία, ἀλλὰ πάντα ἦν αὐτὸς ἑαυτῷ (μᾶλλον δὲ ἡ ἀρετὴ καὶ ἡ πίστις, πατρὶς αὐτῷ ἦν, καὶ ἑστία, καὶ | |
πλοῦτος)· ὡς οὖν τῆς μὲν πόλεως ἐντὸς ἦν, οἶκος δὲ | 919 | |
46.921 | αὐτῷ πρὸς ἀνάπαυσιν οὐδαμοῦ, οὐ τῆς Ἐκκλησίας, οὐκ ἴδιος, θορυβουμένων τῶν περὶ αὐτὸν, καὶ ὅπως ἂν καταχθείη καὶ παρὰ τίνι τὴν σκέπην εὕροι δια‐ πορούντων· Τί ταῦτα, φησὶ πρὸς αὐτοὺς ὁ διδάσκα‐ | |
5 | λος, ὥσπερ ἔξω τῆς τοῦ Θεοῦ σκέπης ὄντες, δια‐ πορεῖτε, ὅπου χρὴ διαναπαῦσαι τὰ σώματα; μι‐ κρὸς ὑμῖν οἶκος εἶναι ὁ Θεὸς δοκεῖ, εἴπερ ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν; Ἢ στενοχωρεῖ‐ σθε τῇ οὐρανίῳ σκέπῃ, καὶ ζητεῖτε παρὰ τοῦτο | |
10 | καταγώγιον ἄλλο; Εἷς οἶκος ὑμῖν ἔστω διὰ σπουδῆς ὁ ἑκάστου ἴδιος, ὁ διὰ τῶν ἀρετῶν οἰ‐ κοδομούμενος, καὶ εἰς ὕψος ἀνατεινόμενος. Τοῦτο λυπείτω μόνον, μὴ τὸ τοιοῦτον ἡμῖν οἰκητήριον ἀπαράσκευον ᾖ· αἱ γὰρ τῶν γηΐνων τοίχων περι‐ | |
15 | βολαὶ τοῖς ἐν ἀρετῇ ζῶσι κέρδος οὐ φέρουσι. Μᾶλλον δ’ ἂν εἰκότως ὑπὸ τῶν ἐν κακίᾳ μολυνο‐ μένων ἡ τῶν τοίχων χρεία σπουδάζεται· διότι προκάλυμμα πολλάκις τῶν κρυπτῶν τῆς αἰσχύνης ὁ οἶκος γίνεται. Οἷς δὲ δι’ ἀρετῆς ὁ βίος ἐσπού‐ | |
20 | δασται, οὐκ ἔχουσιν οἱ τοῖχοι, ὅ τι περικαλύψωσιν. Ταῦτα δὲ πρὸς τοὺς συνέντας διεξιόντος, ἐπιστάς τις τῶν ἐπισήμων ἀνὴρ, γένει καὶ πλούτῳ, καὶ τῇ λοιπῇ δυναστείᾳ τοῖς πρώτοις ἐναρίθμιος ὤν· Μουσώνιος ὄνομα τῷ ἀνδρί· ὡς εἶδεν πολλοὺς περὶ τὴν αὐτὴν | |
25 | σπουδὴν προθυμουμένους, ὅπως ἂν τοῖς ἰδίοις οἴκοις τὸν ἄνδρα δέξοιντο, φθάσας τοὺς ἄλλους, ὑφαρπάζει τὴν χάριν, ἑαυτῷ παρακαλῶν ἐπιξενωθῆναι τὸν μέ‐ γαν, καὶ τιμῆσαι τῇ εἰσόδῳ τὸν οἶκον· ὡς ἂν σεμνό‐ τερός τε καὶ ἀοίδιμος τῷ μετὰ ταῦτα γένοιτο βίῳ, | |
30 | τοῦ χρόνου καὶ τοῖς ἐφεξῆς τὴν μνήμην τῆς τοιαύ‐ της τιμῆς παραπέμποντος. | |
35 | Ἐπεὶ δὲ καὶ ἄλλοι πολλοὶ συνδραμόντες περὶ τῶν ὁμοίων ἱκέτευον, δίκαιον εἶναι κρίνας δοῦναι τὴν χάριν τῷ προκατάρξαντι, τοὺς ἄλλους διὰ τῆς τῶν λόγων φιλοφροσύνης διασπασάμενός τε καὶ ἀντιτι‐ μήσας, παρὰ τῷ προλαβόντι κατάγεται. Εἰ δὲ δι‐ | |
40 | ηγηματική τίς ἐστι καὶ ἀκατάσκευος τῶν περὶ αὐ‐ τοῦ λόγων ἡ ἱστορία, τὰς ἐκ περινοίας τινὸς ἐφ‐ ευρισκομένας τοῖς πράγμασιν ἐπαυξήσεις ἑκουσίως τοῦ ἡμετέρου παραλιπόντος λόγου· γένοιτο ἂν καὶ αὐτὴ τοῖς ὀρθῶς τὰ πράγματα κρίνουσιν οὐ μικρὰ | |
45 | μαρτυρία, τοῦ μηδὲν δι’ ἐπινοίας ἐπαύξεσθαι τῷ μνημονευομένῳ τὰ θαύματα, ἀλλ’ ἀρκεῖν τὴν μνή‐ μην τῶν κατ’ αὐτὸν πραγμάτων πρὸς τελειότατον ἔπαινον· οἷόν τι κάλλος αὐτοφυὲς ἐπὶ προσώπου, οὐδεμιᾷ περιεργίᾳ κομμωτικῆς τέχνης ἐπανθιζόμε‐ | |
46.921(50) | νον. Ὄντων δὲ τῶν προκατηχουμένων τὸν λόγον ἐν ὀλίγῳ τῷ ἀριθμῷ, πρὶν παρελθεῖν τὴν ἡμέραν, καὶ ἐν δυσμαῖς γενέσθαι τὸν ἥλιον, τοσοῦτοι παρὰ τὴν συντυχίαν προσέθεντο, ὥστε πρὸς σύστημα λαοῦ τὸ πλῆθος τῶν πεπιστευκότων ἱκανῶς ἔχειν. Ὄρθρος, | |
55 | καὶ πάλιν ἐπὶ θύραις ὁ δῆμος, αὐτοί τε καὶ γυναῖκες καὶ παῖδες, καὶ τὸ γηραιὸν τῆς ἡλικίας, καὶ οἷς τισιν ἦν ἐκ δαιμόνων, ἢ ἐξ ἄλλης τινὸς ἐπηρείας, ἡ συμ‐ φορὰ περὶ τὸ σῶμα· καὶ ἐν μέσοις ἐκεῖνος πρὸς τὴν | |
ἑκάστου τῶν συνειλεγμένων χρείαν ἁρμοδίως τῇ | 921 | |
46.924 | δυνάμει τοῦ Πνεύματος μεριζόμενος, κηρύσσων, συν‐ εξετάζων, νουθετῶν, διδάσκων, ἰώμενος. Τούτῳ γὰρ δὴ μάλιστα προσήγετο τοὺς πολλοὺς τῷ κηρύγματι, ὅτι συνέβαινεν ἡ ὄψις τῇ ἀκοῇ, καὶ δι’ ἀμφοτέρων τῆς | |
5 | θείας δυνάμεως ἐπέλαμπεν αὐτῷ τὰ γνωρίσματα. Τὴν μὲν γὰρ ἀκοὴν ὁ λόγος, τὰς δὲ ὄψεις τὰ περὶ τοὺς ἀσθενοῦντας ἐξέπληττε θαύματα. Ὁ πενθῶν παρεκαλεῖτο· ὁ νέος ἐσωφρονίζετο· ὁ γηραιὸς τοῖς καθήκουσι λόγοις ἐθεραπεύετο. Δοῦλοι πρὸς δεσπό‐ | |
10 | τας οἰκείως ἔχειν, οἱ κρατοῦντες τοῖς ὑποχειρίοις φιλανθρωπεύεσθαι, ὁ πενόμενος ἕνα πλοῦτον εἶναι τὴν ἀρετὴν ἐδιδάσκετο, ἥτις πᾶσι πρόκειται κατ’ ἐξουσίαν ἡ κτῆσις, ὁ τῷ πλούτῳ κομῶν καταλλήλως ἐνουθετεῖτο, οἰκονόμος εἶναι τῶν προσόντων, οὐ κύ‐ | |
15 | ριος διδασκόμενος. Γυναιξὶ τὰ πρόσφορα, παισὶ τὰ σύμμετρα, πατράσι τὰ πρέποντα νέμων, καὶ πάντα πᾶσι γενόμενος, τοσοῦτον ἑαυτῷ λαὸν ἀθρόως τῇ συνεργίᾳ τοῦ Πνεύματος παρεστήσατο, ὥστε πρὸς ναοῦ κατασκευὴν ὁρμῆσαι, πάντων χρήμασί τε καὶ | |
20 | σώμασι πρὸς τὴν σπουδὴν ὑπουργούντων. Οὗτός ἐστιν ὁ ναὸς, οὗ τὰς ἀρχὰς ἐκεῖνος τῆς κατασκευῆς κατ‐ εβάλετο· ἐπεκαλλώπισε δέ τις τῶν μετ’ ἐκεῖνον, ἐκείνου ἀξίως· ὁ μέχρι τοῦ παρόντος δεικνύμενος, ὃν ὁ μέγας ἐκεῖνος εὐθὺς ἐπιστὰς, οἷόν τινα θεμέλιον | |
25 | καὶ κρηπῖδα τῆς ἰδίας ἱερωσύνης τῷ περιφανεστάτῳ τῆς πόλεως ἐναπέθετο, θείᾳ τινὶ δυνάμει τελειώσας τὸ ἔργον, ὡς τῷ μετὰ ταῦτα μαρτυρεῖται χρόνῳ. Σεισμοῦ γάρ ποτε βαρυτάτου τῇ πόλει ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις γεγενημένου, καὶ πάντων μικροῦ δεῖν | |
30 | ἄρδην ἀπολωλότων, τῶν τε δημοσίων καὶ τῶν ἰδιωτι‐ κῶν οἰκοδομημάτων ἁπάντων ἐρειπιωθέντων καὶ ἐρη‐ μωθέντων, μόνος ἔμεινεν ὁ ναὸς ἐκεῖνος ἀῤῥαγής τε καὶ ἄσειστος, ὡς καὶ διὰ τούτου φανερὸν εἶναι, καὶ μεθ’ οἵας δυνάμεως ὁ μέγας ἐκεῖνος τῶν κατ’ αὐτὸν | |
35 | πραγμάτων ἀντελαμβάνετο. | |
40 | Ἀλλὰ ταῦτα μὲν πολλοῖς ὕστερον χρόνοις εἰς μαρ‐ τυρίαν τῆς τοῦ μεγάλου πίστεως παρὰ τῆς θείας ἀπεδείχθη δυνάμεως. Τότε δὲ τοῖς ἀποστολικοῖς θαύ‐ μασι τῶν τε κατὰ τὴν πόλιν καὶ τὴν περίοικον ἁπάν‐ των ἐκπεπληγμένων, καὶ πᾶν τὸ παρ’ αὐτοῦ λεγό‐ | |
45 | μενόν τε καὶ γινόμενον, θείᾳ δυνάμει πράττεσθαί τε καὶ λέγεσθαι πεπιστευκότων, οὐδὲ τῶν βιωτικῶν ἀμφισβητημάτων, ἄλλο τι δικαστήριον ᾤοντο εἶναι αὐτοῖς κυριώτερον, ἀλλὰ πᾶσα κρίσις καὶ πᾶσα δυσδιεξόδευτος πραγμάτων πλοκὴ ταῖς ἐκείνου συμ‐ | |
46.924(50) | βουλίαις διελύετο. Ὅθεν εὐνομία τε καὶ εἰρήνη κοινῇ τε καὶ πᾶσι καὶ τοῖς καθ’ ἕκαστον διὰ τῆς ἐκείνου χαρίτος ἦν, καὶ πολλὴ τῶν ἀγαθῶν ἡ ἐπίδοσις, ἰδίᾳ τε καὶ κοινῇ, μηδεμιᾶς κακίας τὴν πρὸς ἀλλήλους ὁμόνοιαν ἐπικοπτούσης. Οὐκ ἄκαιρον δ’ ἂν ἴσως εἴη, | |
55 | μιᾶς αὐτοῦ κρίσεως μνήμην ποιήσασθαι· ὡς ἂν, κατὰ τὴν παροιμίαν, ὅλον ἡμῖν γένηται καταφανὲς ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα. Καὶ γὰρ ἡ θεία Γραφὴ, πολ‐ | |
λὰς τοῦ Σολομῶντος κρίσεις τοῖς ὑπηκόοις δικάσαν‐ | 923 | |
46.925 | τος, ἠρκέσθη διὰ μιᾶς πᾶσαν τοῦ ἀνδρὸς παραστῆ‐ σαι τὴν σύνεσιν. Ὅτε ταῖς δύο μητράσι δικάζων, ἐπειδὴ ἀνεξέλεγκτον ἦν τὸ ἀδίκημα, κατὰ τὸ ἴσον ἑκατέρας αὐτῶν, τὸ μὲν τεθνηκὸς παιδίον οὐ προσ‐ | |
5 | ιεμένης, τοῦ δὲ περιόντος ἀντεχομένης, ἔγνω δι’ ἐπινοίας ἀνιχνεῦσαι τὴν κεκρυμμένην ἀλήθειαν. Ἐπειδὴ γὰρ ἀμάρτυρον ἦν τὸ ἀδίκημα, καὶ ἰσοστά‐ σιος ἐφ’ ἑκατέρων ἥ τε τοῦ ψεύδους καὶ ἡ τῆς ἀλη‐ θείας ὑπόνοια, τὴν φύσιν εἰς μαρτυρίαν τῆς ἀλη‐ | |
10 | θείας ἑαυτῷ παρεστήσατο, διὰ τῆς σεσοφισμένης ἀπειλῆς τὸν σκοπὸν τῆς διανοίας ἐπικρυψάμενος. Προστάξας γὰρ δῆθεν τοῦ τε περιόντος καὶ τοῦ τε‐ θνηκότος τὸ σῶμα κατὰ τὸ ἴσον ξίφει διατμηθέντων ἀμφοτέραις προσνεμηθῆναι τὰ τῶν τέκνων ἡμίτομα, | |
15 | παρέδωκε τῇ φύσει τῆς ἀληθείας τὴν κρίσιν τοῦ πράγματος. Ὡς γὰρ ἡ μὲν ἀσμένως τὸ προστετα‐ γμένον ἐδέξατο, καὶ τὸν δήμιον ἤπειγεν· ἡ δὲ συγ‐ κινηθεῖσα τοῖς μητρῴοις σπλάγχνοις, ἡττῆσθαι δι‐ ωμολόγει, φείσασθαι τοῦ τέκνου παρακαλοῦσα (χά‐ | |
20 | ριν γὰρ εἶχεν, εἰ ὁπωσοῦν τὸ νήπιον σώζοιτο), τοῦτο κριτήριον τῆς ἀληθείας ὁ βασιλεὺς ποιησάμενος, τῇ κατὰ τὸ ἑκούσιον τὴν νικῶσαν ψῆφον χαρίζεται, λο‐ γισάμενος ὅτι ἡ ἀφειδοῦσα τῆς τοῦ τέκνου σφαγῆς κατηγορεῖται παρὰ τῆς φύσεως, καὶ ὡς οὐκ οὖσα | |
25 | μήτηρ ἐκείνου, οὗ κατεπείγει τὸν θάνατον. Τίνα τοί‐ νυν καὶ ἡμεῖς κρίσιν τοῦ μεγάλου Γρηγορίου διηγη‐ σόμεθα; Δύο τινὲς ἀδελφοὶ, νέοι τὴν ἡλικίαν, ἄρτι τὸν πατρῷον ἐν ἑαυτοῖς διελόμενοι κλῆρον, λίμνης ἀντεποιοῦντο μιᾶς, πᾶσαν ἔχειν φιλονεικοῦντες ἑκά‐ | |
30 | τερος, καὶ οὐ παραδεχόμενος τὸν ἄλλον ὁ ἕτερος εἰς κοινωνίαν τῆς κτήσεως. Γίνεται οὖν τῆς δίκης κύριος ὁ διδάσκαλος. Καὶ κατὰ τὸν τόπον γενόμενος, τοῖς ἰδίοις αὐτοῦ νόμοις ἐκέχρητο πρὸς τὴν δίαιταν, εἰς καταλλαγὰς ἄγων, καὶ συμβῆναι παρακαλῶν διὰ | |
35 | φιλίας τοὺς νέους, καὶ τὸ τῆς εἰρήνης κέρδος προ‐ τιμότερον τῶν ἐκ τῆς προσόδου ποιήσασθαι. Τὴν μὲν γὰρ εἰς ἀεὶ παραμένειν καὶ ζῶσι καὶ τελευτή‐ σασιν· τῶν δὲ πρόσκαιρον μὲν τὴν ἀπόλαυσιν, αἰω‐ νίαν δὲ τῇ ἐπὶ τὴν ἀδικίᾳ κατάκρισιν ἔχει, καὶ ὅσα | |
40 | εἰκὸς ἦν ἐκεῖνον λέγειν, καταστέλλοντα τὸ ἀτακτοῦν τῆς νεότητος. | |
47 | Ἐπεὶ δὲ ἄπρακτος ἦν ἡ παράκλησις, καὶ ἡ νεότης ἐφλέγμαινεν, καὶ εἰς θυμὸν ἐξεκαίετο πλείονι τῇ ἐλπίδι τοῦ κέρδους περιοιδαίνουσα, καὶ στρατὸς ἑκα‐ | |
46.925(50) | τέρωθεν ἐκ τῶν ὑποχειρίων παρεσκευάζετο, πολυχει‐ ρία φονῶσα θυμῷ καὶ νεότητι στρατηγουμένη, καὶ ὥριστο τῆς συμπλοκῆς ὁ καιρός· μελλούσης δὲ κατὰ τὴν ὑστεραίαν τῆς μάχης ἐξ ἑκατέρων συῤῥήγνυ‐ σθαι, παραμείνας ταῖς ὄχθαις τῆς λίμνης ὁ τοῦ Θεοῦ | |
55 | ἄνθρωπος, καὶ διακαρτερήσας ἐν ἀγρυπνίᾳ τὴν νύ‐ κτα, Μωσαϊκήν τινα θαυματουργίαν ἐπὶ τοῦ ὕδατος ἔδειξεν· οὐ πληγῇ ῥάβδου πρὸς δύο τμήματα τὸν | |
βυθὸν διασχίσας, ἀλλ’ εὐχῇ πᾶσαν αὐτὴν ἀθρόως ἀπο‐ | 925 | |
46.928 | χερσώσας, ἤπειρον ἔδειξεν τῷ ὄρθρῳ τὴν λίμνην, ξηράν τε καὶ ἄνικμον, ὡς μηδὲ ἐν τοῖς κοίλοις ἔχειν τι τοῦ ὕδατος λείψανον, τὴν πρὸ τῆς εὐχῆς πελαγί‐ ζουσαν. Καὶ ὁ μὲν ταῦτα τῇ θείᾳ δυνάμει δικάσας, | |
5 | πάλιν πρὸς ἑαυτὸν ἀνεχώρει· τοῖς δὲ νέοις ἡ ἐκ τῶν ἔργων ἀπόφασις τὴν φιλονεικίαν διέλυσεν. Μὴ γὰρ ὄντος τοῦ ὑπὲρ οὗ τῶν κατ’ ἀλλήλων ἐξήρτυον πόλε‐ μον, εἰρήνη τὸν θυμὸν διεδέξατο, καὶ πάλιν ἑαυτὴν ἐν τοῖς ἀδελφοῖς ἡ φύσις ἐγνώρισε. Καὶ νῦν ἔστιν | |
10 | ἰδεῖν τῆς θείας ἐκείνης ἀποφάσεως ἐναργῆ τὰ ση‐ μεῖα. Κύκλῳ γὰρ τῆς ποτε λίμνης ἴχνη τινὰ τῆς τοῦ ὕδατος ἐπικλύσεως εἰς ἔτι καὶ νῦν διασώζεται. Τὸ δ’ ὅσον βύθιον ἦν τότε καὶ ἐν τῷ πυθμένι τοῦ ὕδα‐ τος, ἅπαν μετεσκευάσθη εἰς ἄλση, καὶ οἴκησιν καὶ | |
15 | λειμῶνας, καὶ ἄροσιν. Ταύτης οἶμαι τῆς δίκης μηδ’ ἂν αὐτὸν ἐκεῖνον τὸν ὀνομαστὸν Σολομῶντα, τῶν πρωτείων ἀμφισβητῆσαι. Τί γὰρ τοσοῦτον εἰς ἀρε‐ τὴν, ἀποσῶσαι τὸ τῶν μητρῴων δύο μαζῶν βρέφος ἐνυπομάζιον, ᾧ τὸ ἴσον ἦν πάντως εἰς σωτηρίαν, | |
20 | εἴτε παρὰ τῆς γεννησαμένης, εἴτε καὶ παρὰ τῆς ἑτέ‐ ρας ἑαυτῷ τὰ τῆς ἀνατροφῆς ἐσπουδάζετο, ἢ δύο νεανίας βραβεῦσαι τὴν σωτηρίαν; οἳ νῦν ἐπὶ τὰ τοῦ βίου πράγματα παρελθόντες, ἐν ἀκμῇ τῆς νεότητος, κατ’ αὐτὸ τῆς ἡλικίας τὸ ἄνθος τοῦ θυμοῦ πρὸς τὸν | |
25 | κατ’ ἀλλήλων φόνον αὐτοῖς παροιστρήσαντος, ἔμελ‐ λον θέαμα πικρὸν τοῖς τότε μετ’ ὀλίγον ἐπιδειχθή‐ σεσθαι, κατ’ ἀλλήλων τὰς χεῖρας ὁπλίσαντες, ἐφ’ ὧν ἐλπὶς ἦν, ἢ ἀμφοτέρους ὑπ’ ἀλλήλων φθαρήσε‐ σθαι, ἢ τὸν ἕνα γενέσθαι πάντως ἐν τῷ τῆς ἀδελφο‐ | |
30 | κτονίας μιάσματι; ἵνα παρῶμαι τοὺς ἑκατέροις τού‐ των συμπαρατασσομένους ἐν τῷ ἴσῳ θυμῷ, οἷς εἷς ὅρος τῆς κατ’ ἀλλήλων ὁρμῆς, ὁ τῶν ἀντιτεταγμένων θάνατος ἦν. Ὁ τοίνυν ἤδη κατ’ αὐτῶν κυρωθεῖσαν ὑπὸ τῆς τοῦ πονηροῦ στρατηγίας τὴν τοῦ θανάτου | |
35 | ψῆφον διὰ τῆς εὐχῆς ἀναλύσας, καὶ τὴν φύσιν πάλιν πρὸς ἑαυτὴν καταλλάξας, καὶ μεταβαλὼν εἰς εἰρηνι‐ κὰς εὐφροσύνας τὴν περὶ τοὺς φόνους σπουδήν· πόσῳ μᾶλλον εἰκότως ἐπὶ τῇ κρίσει θαυμάζοιτο παρὰ τὸν τὴν κακουργίαν τῆς ἑταιρίδος φωράσαντα; Τὸ γὰρ | |
40 | ἐπὶ τῷ ὕδατι θαῦμα, πῶς ἀθρόως εἰς χέρσον μετ‐ εσκευάσθη τὸ πλώϊμον, καὶ πεδίον ἐγένετο, καὶ κοῖ‐ λον ἡ λίμνη, καὶ πῶς ἡ ἀντὶ θαλάσσης οὖσα τῷ τόπῳ τὸ πρότερον, νῦν πρὸς καρπῶν ἄνεισι φορὰν, τοῦτο σιγᾷν οἶμαι καλῶς ἔχειν μᾶλλον, ἢ διεξιέναι τῷ | |
45 | λόγῳ, μὴ δυναμένῳ κατ’ ἀξίαν συνεπαρθῆναι τῷ διηγήματι. | |
46.928(50) | Τί γὰρ τοιοῦτον ἐν τοῖς ἀναγράπτοις θαύμασι με‐ μαθήκαμεν, ὡς δύνασθαι εἰς ἴσον ἐλθεῖν τούτῳ διὰ συγκρίσεως; Ἔστησεν ὁ τοῦ Ναυὴ Ἰησοῦς τὸ τοῦ Ἰορ‐ δάνου ῥεῖθρον· ἀλλ’ ἕως ἡ κιβωτὸς ἦν ἐν τῷ ὕδατι. Περαιωθέντος δὲ τοῦ λαοῦ καὶ τῆς κιβωτοῦ διελθούσης, | |
55 | ἀπέδωκε πάλιν τῷ ῥείθρῳ τὸ σύνηθες. Γυμνοῦται τοῦ ὕδατος ἐν τῷ Ἐρυθραίῳ πελάγει τὸ τοῦ βυθοῦ ὑποκείμενον, ἀπωσθείσης ὑπὸ τοῦ πνεύματος ἐπὶ τὰ πλάγια τῆς θαλάσσης· ἀλλὰ ὁ χρόνος τοῦ θαύματος ἦν | |
ἡ τοῦ στρατοῦ πάροδος, ἡ διὰ τοῦ ξηροῦ κατὰ τὸν | 927 | |
46.929 | βυθὸν γενομένη. Μετὰ τοῦτο δὲ πάλιν μία τοῦ ὕδατος ἡ ἐπιφάνεια γίνεται· καὶ τὸ πρὸς ὀλίγον διαιρεθὲν συνεκλύσθη. Ἐνταῦθα δὲ τὸ ἅπαξ γενόμενον ἔμεινεν οἷον ἐγένετο, ὡς μὴ ἀπιστεῖσθαι τῷ χρόνῳ τὸ θαῦμα, | |
5 | διὰ τῶν φαινομένων εἰς τὸ διηνεκὲς μαρτυρούμενον. Τὰ μὲν δὴ κατὰ τὴν λίμνην λεγόμενά τε καὶ δεικνύ‐ μενα τοῦτον ἔχει τὸν τρόπον. Ἕτερον δὲ μετὰ τοῦτο θαῦμα τοιοῦτον παρ’ αὐτοῦ δείκνυταί τε καὶ μνημο‐ νεύεται. Ποταμός τις παρ’ αὐτοῖς διαῤῥεῖ τὸν χῶρον, | |
10 | αὐτῷ τῷ ὀνόματι τὸ τραχὺ καὶ ἀνήμερον ἐπισημαί‐ νων τοῦ ῥεύματος· Λύκος γὰρ, διὰ τὸ βλαπτικὸν εἶναι, παρὰ τῶν προσοικούντων ἐπονομάζεται. Οὕτως πολὺς μὲν καὶ ἐκ τῶν πηγῶν καταφέρεται τῆς Ἀρμενίας, τῆς χώρας αὐτῷ διὰ τῶν ὑπερκειμένων ὀρῶν δαψιλὲς | |
15 | ἐπιχορηγούσης τὸ ῥεῖθρον. Κοῖλος δὲ πανταχοῦ τὰς ὑπωρείας τῶν κρημνῶν ὑποῤῥέων πολὺ μᾶλλον ταῖς χειμερίαις χαράδραις ἀποτραχύνεται, πάσας εἰς ἑαυ‐ τὸν τὰς ἐκ τῶν ὀρῶν συῤῥοίας ὑπολαμβάνων. Ἐν δὲ τῷ ὑπτίῳ τῆς χώρας, δι’ ἧς διεξέρχεται, πολλάκις | |
20 | ταῖς ἑκατέρωθεν κρηπῖσι στενοχωρούμενος, κατά τι μέρος ὑπερχεῖται τῆς ὄχθης, κατὰ τὸ πλάγιον, ἅπαν ἐπικλύζων τῷ ῥείθρῳ τὸ ὑπερκείμενον· ὥστε συν‐ εχεῖς κατὰ τὸ ἀπροσδόκητον τοῖς παροικοῦσι τῷ τόπῳ τοὺς κινδύνους ἐπάγεσθαι, ἀωρὶ τῶν νυκτῶν ἢ καὶ | |
25 | μεθ’ ἡμέραν πολλάκις τοῦ ποταμοῦ τοῖς ἀγροῖς ἐπ‐ εμβαίνοντος. Ὅθεν οὐ φυτὰ μόνον καὶ σπέρματα καὶ βοσκήματα τῇ τῶν ὑδάτων φορᾷ διεφθείρετο, ἀλλὰ καὶ αὐτῶν ἥπτετο τῶν οἰκητόρων ὁ κίνδυνος, ἀπροόπτως ἐν τῇ ἐπικλύσει τοῦ ὕδατος ἐν ταῖς οἰκίαις | |
30 | ναυαγούντων. Τῶν τοίνυν προκατορθωθέντων τῷ με‐ γάλῳ θαυμάτων εἰς ἅπαν διαπεφοιτηκότων τὸ ἔθνος, ἀναστάντες οἱ κατὰ τὸ μέρος ἐκεῖνο τῷ ποταμῷ προσ‐ οικοῦντες, ἄνδρες καὶ γυναῖκες καὶ παῖδες πανδημεὶ πάντες ἱκέται τοῦ μεγάλου γίνονται, δεόμενοι λύσιν | |
35 | αὐτοῖς τινα τῶν κακῶν ἐξ ἀνελπίστων πορίσασθαι. Ἅπαντα γὰρ ἐν αὐτῷ τὸν Θεὸν ἔλεγε δύνασθαι, ὅσα ταῖς ἀνθρωπίναις ἐπινοίαις καὶ διανοίαις ἐστὶν ἀμή‐ χανα. Μηδὲν γὰρ τῶν εἰς βουλήν τε καὶ δύναμιν ἀν‐ θρωπίνην ἡκόντων παρ’ αὐτῶν ἐλλειφθῆναι, λίθοις | |
40 | καὶ χώμασι, καὶ εἴ τι ἄλλο πρὸς τὰ τοιαῦτα τῶν κα‐ κῶν εἴωθεν ἐπινοεῖσθαι, πάντα πεποιηκότων, καὶ ἀντισχεῖν πρὸς τὴν τοῦ κακοῦ μὴ δυνηθέντων φοράν. Καὶ ὡς ἂν μάλιστα παρ’ αὐτῶν ἐναχθείη πρὸς ἔλεον, αὐτόπτην ἠξίουν γενέσθαι τῆς συμφορᾶς, καὶ μαθεῖν | |
45 | ὡς οὔτε δυνατῶς εἶχον μεταθεῖναι τὴν οἴκησιν, καὶ ὅτι πάντοτε αὐτοῖς ὁ θάνατος ἐπὶ τῇ ὁρμῇ κεῖται τοῦ ὕδατος. Γενόμενος τοίνυν κατὰ τὸν τόπον (οὐδεὶς γὰρ ὄκνος αὐτῷ τὴν πρὸς τὸ ἀγαθὸν σπουδὴν διεκώλυεν)· οὔτε ὀχήματος, οὔτε ἵππων, οὔτε ἄλλου τινὸς τῶν | |
46.929(50) | διαγαγεῖν αὐτὸν δυναμένων προσδεηθεὶς, ἀλλὰ βα‐ κτηρίᾳ τινὶ στηριζόμενος, πᾶσαν διήνυσε τὴν ὁδὸν, καὶ ἅμα προσφιλοσοφῶν τοῖς τῆς ὁδοῦ κοινωνοῦσιν αὐτῷ περὶ τῆς ὑψηλοτέρας ἐλπίδος, ἐν οἷς ἀεὶ κατὰ τὸ προηγούμενον διατρίβων, τὰ ἄλλα πάρεργα τῆς προ‐ | |
55 | τιμοτέρας ἐποιεῖτο σπουδῆς· ὡς οὖν ὑπεδείχθη παρά τε τῶν προκαθηγησαμένων ἡ τοῦ ῥείθρου παρα‐ τροπὴ, καὶ αὐτὸ τὸ φαινόμενον τὴν συμφορὰν διεμή‐ νυεν, εἰς βαθεῖαν χαραδρωθέντος τοῦ τόπου φαράγγα | |
διὰ τῆς τῶν ὑδάτων ἐμπτώσεως· ταῦτά φησι πρὸς τοὺς | 929 | |
46.932 | συνειλεγμένους· Οὐκ ἔστιν ἀνθρώπων, ἀδελφοὶ, τὸ διαλαμβάνειν ὅροις τὴν τοῦ ὕδατος κίνησιν· μόνης τῆς θείας δυνάμεως ἔργον τὸ τοιοῦτόν ἐστιν, ἐντὸς ὅρων κατακλείειν τὴν τῶν ὑδάτων φοράν. | |
5 | Οὕτως γάρ φησι πρὸς τὸν Θεὸν ὁ Προφήτης· ὅτι «Ὅριον ἔθου, ὃ οὐ παρελεύσεται.» Μόνῳ τῷ Δεσπότῃ τῆς κτίσεως Χριστῷ ἡ τῶν στοιχείων φύσις ἐστὶν ὑποχείριος, ἐν οἷς ἂν ταχθῇ τόποις, εἰς τὸ διηνεκὲς παραμένουσα. Ἐπειδὴ τοίνυν ὁ | |
10 | Θεός ἐστιν ὁ νομοθετῶν τοὺς ὅρους τοῖς ὕδασι, μόνος ἂν ἐκεῖνος τῇ ἰδίᾳ δυνάμει καὶ τοῦ ποτα‐ μοῦ τούτου τὴν ἀταξίαν πεδήσειεν. | |
19 | Εἶπεν, καὶ οἷον ἔνθους ἐξ ἐπινοίας θειοτέρας γενό‐ | |
20 | μενος, καὶ μεγάλῃ τῇ φωνῇ τὸν Χριστὸν αὐτῷ σύμ‐ μαχον πρὸς τὸ προκείμενον ἐλθεῖν ἐπευξάμενος, καταπήγνυσι τὴν βακτηρίαν, ἣν διὰ χειρὸς ἔφερεν, κατὰ τὸν διεφθορότα τόπον τῆς ὄχθης. Διάβροχος δὲ οὖσα κατ’ ἐκεῖνο ἡ γῆ καὶ σομφώδης, ῥᾳδίως ὑπενό‐ | |
25 | στησε κατὰ τὸ βάθος, τῷ τε βάρει τῆς βακτηρίας ἅμα καὶ τῇ χειρὶ τοῦ πηγνύντος ὑπείξασα. Εἶτα τοῦτο καθάπερ τι κλεῖθρον γενέσθαι καὶ κώλυμα τῆς τῶν ὑδάτων ἀταξίας τῷ Θεῷ ἐπευξάμενος, πάλιν ὑπέστρεφεν, ἔργῳ δείξας ὅτι πᾶν τὸ παρ’ ἐκείνου | |
30 | γινόμενον ὑπὸ θείας ἐνηργεῖτο δυνάμεως. Εὐθὺς γὰρ οὐ μετὰ πολὺν χρόνον ἡ μὲν βακτηρία, ταῖς ὄχθαις ἐῤῥιζωθεῖσα, δένδρον ἐγένετο. Τῷ δὲ ῥείθρῳ τὸ φυτὸν ὅρος ἐπάγη, καὶ μέχρι τοῦ νῦν τοῖς ἐπιχωρίοις θέαμα γίνεται τὸ φυτὸν καὶ διήγημα. Ὅταν γὰρ ἐξ ἐπομβρίας | |
35 | τε καὶ χειμάῤῥων ὁ Λύκος ἐκεῖνος πλημμυρῶν κατὰ τὸ σύνηθες καὶ τραχυνόμενος φέρηται, φοβερὸς ἐπι‐ καχλάζων τῷ ῥεύματι, τότε περὶ τὸν πυθμένα τοῦ δένδρου κατὰ τὸ ἄκρον ἐπιφαύσας τῷ ὕδατι, πάλιν ὀγκωθεὶς κατὰ τὸ μέσον συστέλλει τὸ ῥεῖθρον, καὶ | |
40 | οἷον φοβούμενος ἐμπελάσαι τῷ δένδρῳ, κυρτῷ τῷ κύ‐ ματι παραμείβει τὸν χῶρον. Τοιαύτη τοῦ μεγάλου Γρη‐ γορίου ἡ δύναμις, μᾶλλον δὲ τοῦ Θεοῦ τοῦ ἐνεργοῦντος ἐν ἐκείνῳ τὰ θαύματα. Καθάπερ γὰρ ὑποχειρία τις οὖσα τῶν στοιχείων ἡ φύσις ἐδείκνυτο πρὸς τὸ δοκοῦν | |
45 | ἀλλασσομένη τοῖς ἐπιτάγμασιν, ὥστε λίμνην μὲν εἰς πυροφόρον χώραν μετατεθῆναι, τὰς δὲ χαράδρας τοῦ ὕδατος οἰκισθῆναι, τῆς βακτηρίας ᾠκειωμένης τὸ ἀσφαλὲς τοῖς οἰκήτορσιν. Ὄνομα δὲ μέχρι τοῦ νῦν ἐστι τῷ δένδρῳ, ἡ βακτηρία, μνημόσυνον τῆς Γρηγο‐ | |
46.932(50) | ρίου χάριτος καὶ δυνάμεως τοῖς ἐγχωρίοις ἐν παντὶ τῷ χρόνῳ σωζόμενον. Τί βούλει τούτοις τῶν προφητι‐ κῶν θαυμάτων ἀντιπαρατεθῆναι διὰ συγκρίσεως; Εἴπω τὴν τοῦ Ἰορδάνου τομὴν, ἣν τῇ πληγῇ τῆς μηλωτῆς ὁ Ἠλίας πρὸ τῆς ἀνόδου πεποίηται, καὶ μετ’ αὐτὸν | |
55 | Ἐλισσαῖος ὁ κληρονόμος τῆς μηλωτῆς καὶ τοῦ πνεύ‐ ματος; Ἀλλ’ ἐπὶ τούτων, μόνοις τοῖς προφήταις ἐπὶ | |
τοῦ καιροῦ τῆς χρείας σχισθέντος τοῦ ὕδατος, διὰ τοῦ | 931 | |
46.933 | ῥεύματος διαβατὸς ὁ Ἰορδάνης ἐγένετο, τοσοῦτον διασχὼν ἐν ἑαυτῷ τὸ ῥεῖθρον, ὅσον τοῖς ποσὶ παρα‐ σχεῖν τῶν προφητῶν διὰ ξηροῦ τοῦ πυθμένος ἐνδιο‐ δεῦσαι, τῷ δὲ ἐφεξῆς χρόνῳ καὶ τοῖς λοιποῖς τῶν ἀν‐ | |
5 | θρώπων τοιοῦτος ἦν, οἷος καὶ πρόσθεν ἦν. Λύκος ἐκεῖνος ἅπαξ ἀπωσθεὶς τῆς ἀτάκτου φορᾶς, εἰς τὸ ἀεὶ τὸ θαῦμα τοῦ Γρηγορίου ποιεῖ, παντὶ τῷ ἐφεξῆς χρόνῳ τοιοῦτος μένων, οἷον αὐτὸν ἡ τοῦ μεγάλου πί‐ στις ἐν τῷ καιρῷ τῆς θαυματουργίας ἐποίησεν. Ὁ | |
10 | σκοπὸς δὲ τῶν γινομένων οὐχὶ ἡ τῶν ὁρώντων ἔκ‐ πληξις ἦν, ἀλλ’ ἡ τῶν προσοικούντων τῷ ποταμῷ σωτηρία. Ὥστε τοῦ θαύματος τὸ ἴσον ἔχοντος (ὑπο‐ χωρεῖ γὰρ καὶ τοῖς προφήταις καὶ τῷ μιμητῇ τῶν προφητῶν κατὰ τὸ ἴσον ἡ τοῦ ὕδατος φύσις), εἰ χρὴ | |
15 | μετὰ παῤῥησίας εἰπεῖν, πλεονεκτεῖ τῷ φιλανθρώπῳ τὸ παρὰ τούτου γενόμενον, δι’ οὗ τῶν προσοικούντων ἡ σωτηρία κατησφαλίσθη, τοῦ ὕδατος πεδηθέντος ἅπαξ κατ’ ἐκεῖνο τοῦ ῥεύματος, καὶ ἀκινήτου πρὸς τὸ ἐφεξῆς διαμένοντος. Ἐπειδὴ, πανταχοῦ τῆς χώρας | |
20 | τῶν τοιούτων θαυμάτων διαφοιτώντων, τῇ δυνάμει τῆς εἰς Χριστὸν πίστεως ἐνεργεῖσθαι πεπιστευμένων, καὶ πάντες μετέχειν ἐπεθύμουν ἐκείνης τῆς πίστεως τῆς ὑπὸ τῶν τοιούτων μαρτυρουμένης θαυμάτων, καὶ πανταχοῦ προῄει τὸ κήρυγμα, καὶ ἐνεργὸν ἦν τὸ | |
25 | μυστήριον καὶ ἡ σπουδὴ πρὸς τὸ ἀγαθὸν ἐπετείνετο, τῆς ἱερωσύνης παρὰ πᾶσι καθισταμένης, ὡς ἂν διὰ πάντων ἡ πίστις πλεονάζοι καὶ αὔξοιτο· γίνεται οὖν πρεσβεία πρὸς αὐτὸν ἐκ πόλεώς τινος ἀστυγείτονος, ἐλθεῖν πρὸς αὐτοὺς, καὶ τὴν παρ’ αὐτοῖς ἐκκλησίαν | |
30 | διὰ τῆς ἱερωσύνης συστήσασθαι. Κώμανα δὲ τῇ πόλει τοὔνομα, ᾗ ἐπιξενωθῆναι τὸν μέγαν ἠξίουν πανδημεὶ πάντες τὴν χάριν αἰτούμενοι. | |
35 | Γενόμενος τοίνυν παρ’ αὐτοῖς καὶ συνδιαγαγὼν ἡμέρας τινὰς, καὶ μᾶλλον αὐτοῖς τὴν περὶ τὸ μυστή‐ ριον ἐπιθυμίαν ἐξάψας οἷς ἐποίει τε καὶ ἐφθέγγετο· ἐπειδὴ καιρὸς ἦν καὶ τὴν πρεσβείαν αὐτῶν εἰς πέρας ἐλθεῖν, καὶ ἀναδειχθῆναί τινα τῆς παρ’ αὐτοῖς Ἐκκλη‐ | |
40 | σίας ἀρχιερέα· τότε τῶν μὲν ἐν τέλει πάντων αἱ γνῶ‐ μαι τοὺς προέχειν δοκοῦντας λόγῳ τε καὶ γένει, καὶ τῇ λοιπῇ περιφανείᾳ περιειργάζοντο. ᾬοντο γὰρ, ἐπειδὴ καὶ ταῦτα περὶ τὸν μέγαν Γρηγόριον ἦν, μηδὲ τούτων δεῖν ἄμοιρον εἶναι, τὸν ἐπὶ τὴν χάριν ταύτην ἐρχό‐ | |
45 | μενον. Πολλαχῆ δὲ ταῖς ψήφοις μεριζομένων, καὶ ἄλ‐ λων ἄλλον προαιρουμένων, ἀνέμενεν ὁ μέγας θεόθεν αὐτῷ γενέσθαι τινὰ πρὸς τὸ προκείμενον συμβουλήν. Καὶ καθὼς ὁ Σαμουὴλ μνημονεύεται, μὴ καταπλαγῆναι κάλλος σωμάτων καὶ μέγεθος ἐν τῇ τῆς βασιλείας | |
46.933(50) | κρίσει, ἀλλὰ ψυχὴν ἐπιζητεῖν βασιλικὴν, κἂν ἐν κατα‐ φρονουμένῳ σώματι τύχῃ· τὸν αὐτὸν τρόπον κἀκεῖ‐ νος, τὰς περὶ ἑκάστου τῶν ἐψηφισμένων σπουδὰς παραβλέπων, πρὸς ἓν ἀφεώρα μόνον, εἴ τις καὶ πρὸ τῆς ἀνακηρύξεως, δι’ ἐπιμελείας βίου καὶ ἀρε‐ | |
55 | τῆς, ἐν τῷ τρόπῳ τὴν ἱερωσύνην φέροι. Ὡς δὲ οἱ μὲν παρῆγον τοὺς ὑπεψηφισμένους μετ’ ἐγκωμίων, ἕκα‐ στος τὸν παρ’ αὐτοῦ προβαλλόμενος, ὁ δὲ καὶ πρὸς τοὺς εὐτελεστέρους κατὰ τὸ τοῦ βίου σχῆμα βλέπειν | |
ἐκελεύετο (δυνατὸν γὰρ εἶναι καὶ ἐν τοῖς τοιούτοις | 933 | |
46.936 | εὑρεθῆναί τινα τῶν περιφανεστέρων τῷ βίῳ κατὰ τὸν πλοῦτον τῆς ψυχῆς ὑψηλότερον), ὕβριν ᾠήθη τις τῶν προεστηκότων τῆς ψήφου καὶ χλευασμὸν τὴν τοιαύτην τοῦ μεγάλου κρίσιν, εἰ, τῷ λόγῳ καὶ τῷ | |
5 | ἀξιώματι καὶ τῇ φαινομένῃ τοῦ βίου μαρτυρίᾳ κε‐ κριμένων τῶν ἄλλων, μηδενὸς ἐπὶ τὴν ἱερωσύνην παραδεχθέντος, ἐκ τῶν βαναύσων πρὸς τοιαύτην χάριν νομίζοιντό τινες ἀξιώτεροι· καὶ ἅμα κατειρωνευόμενος προσελθὼν πρὸς αὐτὸν, Εἰ ταῦτα κελεύεις, φησὶ, | |
10 | τούτους μὲν τοιούτους ὄντας περιοφθῆναι τοὺς πάσης ἐξειλεγμένους τῆς πόλεως, ἐκ δὲ τῶν συρ‐ φετῶν εἰς προστασίαν τῆς ἱερωσύνης ἀναληφθῆ‐ ναί τινα, ὥρα σοι λοιπὸν τὸν ἀνθρακέα καλεῖν ἐπὶ τὴν ἱερωσύνην Ἀλέξανδρον· καὶ μεταβάν‐ | |
15 | τες ἐπὶ τοῦτον, εἰ δοκεῖ, συμφωνήσωμεν πρὸς ἀλλήλους ταῖς ψήφοις ἡ πόλις πᾶσα. Ὁ μὲν οὖν ταῦτα ἐφθέγγετο τὴν γνώμην διαβάλλων αὐτοῦ, καὶ διὰ τῆς εἰρωνικῆς ταύτης ψήφου τὴν ἐπὶ τοῖς προ‐ λαβοῦσιν ἀκρίβειαν καταμεμφόμενος. Τῷ δὲ μεγάλῳ | |
20 | γίνεται διὰ τῶν εἰρημένων ἐνθύμιον, μὴ ἀθεεὶ τὸν Ἀλέξανδρον ἐν μνήμῃ τῶν ψηφιζομένων καὶ εἰρημέ‐ νων γενέσθαι. Καὶ τίς οὗτος, φησὶν, ὁ Ἀλέξανδρος, οὗ τὴν μνήμην πεποίησθε; Εἶτά τινος τῶν συμπαρόν‐ των ἐν γέλωτι παραγαγόντος εἰς μέσον τὸν μνημονευ‐ | |
25 | θέντα, ῥακίοις πιναροῖς ἠμφιεσμένον, οὐδὲ ὅλῳ τῷ σώματι, καὶ ἅμα δεικνύντα τῷ φαινομένῳ τὴν ἐργασίαν χερσί τε καὶ προσώπῳ, καὶ τῷ λοιπῷ σώματι κατεῤῥυπωμένον τῇ ἐργασίᾳ τῶν ἀνθράκων, τοῖς μὲν λοιποῖς γέλωτος ἦν ὑπόθεσις, ἐν μέ‐ | |
30 | σοις τοιοῦτος ἑστὼς ὁ Ἀλέξανδρος, τῷ δὲ διορα‐ τικῷ ἐκείνῳ ὀφθαλμῷ πολλὴν παρεῖχεν ἔκπληξιν τὸ γινόμενόν τε καὶ ὁρώμενον· ἀνὴρ ἐν ἐσχάτῃ πενίᾳ, καὶ ἀπημελημένῳ τῷ σώματι πρὸς ἑαυτὸν βλέπων, καὶ οἷον ἐπαγαλλόμενος τούτῳ τῷ σχήματι, ὃ τοῖς | |
35 | ἀπαιδεύτοις ὀφθαλμοῖς ἦν ἐπιγέλαστον. Καὶ γὰρ οὕτως ἔχει. Καὶ οὐκ ἀνάγκῃ πενίας ἐπὶ τὸν τοι‐ οῦτον ἐληλύθει βίον, ἀλλὰ καὶ φιλόσοφός τις ἦν ὁ ἀνὴρ, ὡς ὁ μετὰ ταῦτα βίος ἐγνώρισε, καὶ τῶν λοι‐ πῶν ὑψηλότερος, ὡς καὶ μέχρι μαρτυρίου φθάσαι, | |
40 | διὰ πυρὸς τελειώσας τὸν δρόμον. Τὸ δὲ λανθάνειν ἐπ‐ εχείρησεν, ἢ μᾶλλον ἐπετήδευσε, κρείττων ὑπάρχων τῆς ἐσπουδασμένης παρὰ τῶν πολλῶν εὐκληρίας, καὶ ἀντ’ οὐδενὸς τὸν βίον ποιούμενος, τῆς ὑψηλοτέρας τε καὶ ἀληθοῦς ζωῆς τὴν ἐπιθυμίαν ἔχων. Καὶ ὡς ἂν | |
45 | μάλιστα τὸν πρὸς ἀρετὴν σκοπὸν κατορθώσειε, λαν‐ θάνειν ἐμηχανᾶτο τοιοῦτος ὢν, τῷ ἀτιμοτέρῳ τῶν ἐπιτηδευμάτων οἷον εἰδεχθεῖ προσωπείῳ ὑποκρυπτό‐ μενος. Ἄλλως δὲ, καὶ ὑπερανθῶν τῇ νεότητι, σφα‐ λερὸν ἡγεῖτο τῷ τῆς σωφροσύνης σκοπῷ, φανερὸν | |
46.936(50) | ποιεῖν τὸ κάλλος τοῦ σώματος αὐτοῦ, ὥσπερ ἐμ‐ πομπεύων τῇ εὐκληρίᾳ τῆς φύσεως· ᾔδει γὰρ χαλε‐ πῶν καταπτωμάτων ἀφορμὴν τοῖς πολλοῖς τὸ τοιοῦ‐ | |
τον γινόμενον. | 935 | |
46.937 | Ὡς ἂν οὖν μήτε πάθοι τι τῶν ἀβουλήτων, μήτε πάθους ὑπόθεσις ἀλλοτρίοις ὀφθαλμοῖς κατασταίη, διὰ τοῦτο καθάπερ τι προσωπεῖον εἰδεχθὲς τὴν ἀν‐ θρακοποιίαν ἑκουσίως ἑαυτῷ περιτίθησι, δι’ ἧς τὸ | |
5 | σῶμα τοῖς πόνοις πρὸς ἀρετὴν ἐγυμνάζετο, καὶ τὸ κάλλος τῷ ῥύπῳ τῶν ἀνθράκων ἐπεκαλύπτετο, καὶ ἅμα τὸ ἐκ τῶν πόνων αὐτῷ προσγινόμενον εἰς ἐντο‐ λῶν ὑπηρεσίαν ᾠκονόμητο. Ἐπειδὴ τοίνυν μεταστή‐ σας αὐτὸν τοῦ συνεδρίου, καὶ πάντα τὰ κατ’ αὐτὸν | |
10 | μετὰ ἀκριβείας ἐπύθετο, τὸν μὲν δίδωσι τοῖς περὶ αὐτὸν ἐντειλάμενος ἃ πράττειν ἐχρῆν· αὐτὸς δὲ πάλιν καταλαβὼν τὸ συνέδριον, ἐκ τῶν ἐν χερσὶ τοὺς συνει‐ λεγμένους ἐπαίδευε, τοὺς περὶ τῆς ἱερωσύνης αὐ‐ τοῖς λόγους παρατιθέμενος, καὶ διὰ τούτων τὸν κατ’ | |
15 | ἀρετὴν ὑπογράφων βίον. Καὶ διῆγεν ἐν τοῖς τοιούτοις λόγοις παρακατέχων τὸν σύλλογον, ἕως ἐκπληρώσαν‐ τες οἱ ὑπηρετοῦντες αὐτῷ τὸ προστεταγμένον ἐπ‐ έστησαν, ἔχοντες μεθ’ ἑαυτῶν τὸν Ἀλέξανδρον, λουτρῷ τε τὴν ἐκ τῶν ἀσβόλων ἀηδίαν ἀποκλυσάμενον, καὶ | |
20 | τοῖς τοῦ μεγάλου ἱματίοις ἐστολισμένον. Ταῦτα γὰρ ἦν αὐτοῖς ἐντειλάμενος ποιῆσαι. Πάντων δὲ πρὸς τὸν Ἀλέξανδρον ἐπιστραφέντων, καὶ θαυμαστικῶς πρὸς τὸ φαινόμενον διακειμένων, Οὐδὲν καινὸν πεπόν‐ θατε, φησὶ πρὸς αὐτοὺς ὁ διδάσκαλος, ὀφθαλμοῖς | |
25 | ἀπατηθέντες, καὶ τῇ αἰσθήσει μόνῃ τὴν κρίσιν τοῦ κάλλους ἐπιτρέψαντες. Σφαλερὸν γὰρ κριτή‐ ριον τῆς τῶν ὄντων ἀληθείας ἡ αἴσθησις, τὴν πρὸς τὸ βάθος τῆς διανοίας εἴσοδον δι’ ἑαυτῆς ἀπο‐ κλείουσα. Ἅμα δὲ καὶ αὐτῷ τῷ τῆς εὐσεβείας | |
30 | ἐχθρῷ δαίμονι τοῦτο φίλον ἦν πάντως ἀργῆσαι τὸ τῆς ἐκλογῆς σκεῦος τῇ ἀγνοίᾳ συγκαλυπτόμε‐ νον, μηδὲ παρελθεῖν εἰς μέσον ἄνδρα, τῆς ἐκείνου δυναστείας καθαιρέτην ἐσόμενον. Ταῦτα εἰπὼν προσάγει τῷ Θεῷ διὰ τῆς ἱερωσύνης τὸν ἄνδρα κατὰ | |
35 | τὸν νενομισμένον τρόπον τελειώσας τῇ χάριτι. Πάν‐ των δὲ πρὸς τὸν νέον ἱερέα ἀποβλεπόντων, προτρα‐ πείς τινα πρὸς τὴν ἐκκλησίαν λόγον ποιήσασθαι, ἔδειξεν εὐθὺς ἐν προοιμίοις τῆς ἀρχῆς ὁ Ἀλέξανδρος ἄψευστον ἐπ’ αὐτῷ τοῦ μεγάλου Γρηγορίου τὴν κρί‐ | |
40 | σιν. Ἦν γὰρ αὐτῷ πλήρης διανοίας ὁ λόγος, ἧττον τῷ ἄνθει κεκαλλωπισμένος τῆς λέξεως. Ὅθεν τις τῶν νέων ἀγέρωχος ἐκ τῆς Ἀτθίδος αὐτοῖς ἐπιχω‐ ριάζων, τὸ ἀκαλλὲς τῆς λέξεως ὑπεγέλασεν, ὅτι μὴ τῇ περιεργίᾳ τῇ Ἀττικῇ κεκαλλώπιστο· ὅν φασιν ἐκ | |
45 | θειοτέρας ὄψεως σωφρονισθῆναι, ἰδόντα περιστερῶν ἀγέλην ἀμηχάνῳ τινὶ διαλάμπουσαν κάλλει, καί τινος ἀκηκοέναι λέγοντος, Ἀλεξάνδρου τὰς περιστερὰς εἶναι ταύτας, ἃς ἐν γέλωτι ἐκεῖνος πεποίηται. Τί τού‐ των ἄν τις πρὸ τοῦ ἑτέρου θαυμάσειε; τὸ μὴ δυσ‐ | |
46.937(50) | ωπηθῆναι τὸν ἄνδρα τῶν ἀξιωμάτων τὴν ψῆφον, καὶ μὴ συναρπασθῆναι πρὸς τὰς μαρτυρίας τῶν προεχόντων· ἢ μᾶλλον τὸ θαυμάσαι τὸν ἐγκεκρυμ‐ μένον τοῖς ἄνθραξι πλοῦτον, ᾧ παραχρῆμα παρὰ τοῦ Θεοῦ ἡ τῆς ὀρθῆς κρίσεως μαρτυρία διὰ τῆς τοῦ | |
55 | ῥήτορος ἐπηκολούθησεν ὄψεως; Ἐμοὶ μὲν γὰρ ἐφ’ ἑαυτοῦ τούτων ἑκάτερον τοιοῦτον εἶναι δοκεῖ, ὡς πρὸς ἄλληλα μὲν ἔχειν τὴν ἅμιλλαν· πάντων δὲ μικροῦ δεῖν τῶν ἐπὶ θαύματι μνημονευομένων πρωτεύειν. | |
Τό τε γὰρ ἀντιβῆναι τῇ τῶν προεχόντων ὁρμῇ, τῆς | 937 | |
46.940 | ἀτρέπτου καὶ ὑψηλῆς διανοίας ἐναργέστατον ἐγίνετο γνώρισμα· ᾧ πάντα τὰ κατὰ τὸν κόσμον φαινόμενα ἐν τῷ ὁμοίῳ καθεωρᾶτο, εἴτε πρὸς τὸ μεῖζόν τε καὶ περιφανέστερον, εἴτε καὶ πρὸς τὸ ταπεινόν τε καὶ | |
5 | ἀφανὲς οἰκείως εἶχε· μόνῃ δὲ νέμων τῇ ἀρετῇ τὴν προτίμησιν, καὶ μόνην τὴν ἐν κακίᾳ ζωὴν κρίνων ἀπόβλητον, ἀντ’ οὐδενὸς ἑώρα τὰ πάντα, ὅσα κατὰ τὸν βίον ἢ σπουδῆς τινος, ἢ ἀτιμίας ἄξια κρίνεται. Ὃ δὴ καὶ τότε πεποιηκὼς ἐπιδείκνυται. Ζητῶν γὰρ | |
10 | τὸν τῷ Θεῷ κεχαρισμένον καὶ ἄξιον εὑρεῖν, οὐκ ἀξιό‐ πιστον εἰς μαρτυρίαν ᾠήθη πλοῦτον παραλαβεῖν καὶ ἀξίωμα, καὶ τὰς κατὰ τὸν κόσμον τοῦτον περιφανείας, ὧν οὐδὲν ἐν τοῖς τῶν ἀγαθῶν καταλόγοις ὁ θεῖος ἀπηριθμήσατο λόγος. Οὐ τοῦτο μόνον τοίνυν ἐστὶν | |
15 | ἐπαίνου τε καὶ θαύματος ἄξιον, τὸ μὴ προέσθαι τὰς τῶν δυναστευόντων σπουδάς· ἀλλὰ καὶ διὰ τῶν ἐφ‐ εξῆς αὐτὸς ἑαυτὸν ὑπερβάλλειν. Ὁ γὰρ μόνον τὴν ἀναξίαν ἀπωσάμενος ψῆφον, μὴ προσθεὶς δὲ τῇ χρείᾳ τὸ λεῖπον, τὸ μὲν κακὸν ἐκώλυσε, τὸ δὲ ἀγαθὸν οὐκ | |
20 | ἐποίησεν. Ὁ δὲ πρὸς τῷ μὴ συνθέσθαι τῷ χείρονι καὶ τὸ καλὸν ἐξευρὼν, δι’ ἀμφοτέρων ἐτελείωσε τὸ ἀγαθὸν, οὔτε τῷ κακῷ συγχωρήσας τὴν πάροδον, καὶ τὸ καλὸν προσαγαγὼν εἰς ἐνέργειαν· ὡς κατὰ ἀμ‐ φότερα γενέσθαι τὴν εὐεργεσίαν τοῦ μεγάλου Γρη‐ | |
25 | γορίου ἐν τῇ πόλει, τό τε κατὰ ἄγνοιαν παρ’ αὐτῶν πλημμελούμενον ἐπιστρέψαντος, καὶ τὸ κεκρυμμένον παρ’ αὐτοῖς ἀγαθὸν δι’ ἑαυτοῦ φανερώσαντος. | |
32 | Πάντων δὲ κατὰ γνώμην τοῦ μεγάλου προκεχω‐ ρηκότων τῇ συμμαχίᾳ τοῦ ἁγίου Πνεύματος, οὐκ ἄκαι‐ ρον ἂν εἴη, καὶ τὸ τῆς ὁδοῦ πάρεργον διηγήσασθαι, | |
35 | ὡς ἂν διὰ πάντων ἡ συμπαροῦσα τῷ ἀνδρὶ χάρις ἐπεδείκνυτο. Ἐπειδὴ γὰρ ἅπασι πρόδηλον ἦν, ὅτι τοῦτο πρὸ πάντων τῷ ἀνδρὶ ἐσπούδαστο τὸ πάντα πρὸς τὴν τῶν δεομένων παραμυθίαν βλέπειν· εἴτε πρὸς κέρδος ὁρῶντες ἐκ τῶν Ἑβραίων δύο τινὲς, εἴτε τινὰ | |
40 | μῶμον κατὰ τοῦ ἀνδρὸς ἐπινοοῦντες, ὡς εὐκόλως πρὸς τὸ ἐξαπατᾶσθαι διακειμένου, παραφυλάσσουσιν αὐτοῦ τὴν ἐπάνοδον. Καὶ τούτων ὁ μὲν, τεθνάναι δόξας, ἐν ὑπτίῳ τεταμένος τῷ σχήματι, κατὰ τὸ πλάγιον τῆς λεωφόρου προέκειτο· ὁ δὲ ἕτερος ἐπικωκύων δῆθεν | |
45 | τῷ κειμένῳ τὰς τῶν θρηνούντων φωνὰς ὑπεκρίνατο, καὶ παριόντα τὸν μέγαν ἐπεβοᾶτο, λέγων, ἀθρόως συσχεθέντα θανάτῳ τὸν δείλαιον τοῦτον, γυμνὸν κεῖ‐ σθαι καὶ πρὸς ταφὴν ἀπαράσκευον. Ἐδεῖτο τοίνυν τοῦ μεγάλου μὴ περιιδεῖν ἐπ’ αὐτῷ τὴν ὁσίαν ψυχὴν, | |
46.940(50) | ἀλλ’ οἶκτόν τινα τῆς πενίας λαβόντα παρασχεῖν ἐκ τῶν ἐνόντων τὸν ἔσχατον κόσμον ἐπιβληθῆναι τῷ σώ‐ ματι. Ὁ μὲν ταῦτα καὶ τὰ τοιαῦτα λέγων, ἱκέτευεν· ὁ δὲ μελλήσας οὐδὲν, τὴν περικειμένην αὐτῷ διπλοΐδα ἐπιβαλὼν τῷ κειμένῳ, τοῦ πρόσω τῆς ὁδοιπορίας | |
55 | εἴχετο. Ἐπεὶ δὲ διαβάντος ἐκείνου, ἐφ’ ἑαυτῶν ἦσαν οἱ ταῦτα κατ’ αὐτοῦ παίξαντες, μεταβαλὼν ὁ ἀπα‐ τεὼν ἐκεῖνος τὸν ἐσχηματισμένον θρῆνον εἰς γέλωτα, διανίστασθαι τῷ κειμένῳ παρεκελεύετο, ὑφ’ ἡδονῆς | |
τῷ ἐκ τῆς ἀπάτης αὐτοῖς προσγενομένῳ κέρδει ἐπι‐ | 939 | |
46.941 | καγχάζων. Ὁ δὲ ἦν ἐν ὁμοίῳ τῷ σχήματι μηδενὸς ἀκούων τῶν λεγομένων. Τοῦ δὲ γεγωνοτέρᾳ τῇ φωνῇ κεχρημένου, καὶ ἅμα τῷ ποδὶ διεγείροντος, οὐδὲν μᾶλ‐ λον ὁ κείμενος, οὔτε τῆς φωνῆς ἐπήκουεν, οὔτε τῆς | |
5 | πληγῆς ἐπῃσθάνετο· ἀλλ’ ἦν ὁμοίως ἐκτεταμένος τῷ σχήματι. Νεκρὸς γὰρ ἦν ὁμοῦ τῇ ἐπιβολῇ τοῦ ἱμα‐ τίου, κατὰ ἀλήθειαν ἐν τῷ θανάτῳ γενόμενος, ὃν ἐπὶ τῇ ἀπάτῃ τοῦ μεγάλου καθυπεκρίνετο· ὥστε μὴ ψευσθῆναι τὸν τοῦ Θεοῦ ἄνθρωπον, ἀλλ’ οὗ χάριν | |
10 | ἐδόθη παρ’ αὐτοῦ τὸ ἱμάτιον, ἐν τούτῳ τοῖς λαβοῦσι γενέσθαι χρήσιμον. Εἰ δὲ σκυθρωπὸν εἶναι δοκεῖ τὸ τοιοῦτον ἔργον τῆς τοῦ μεγάλου πίστεώς τε καὶ δυνά‐ μεως, ξενιζέσθω μηδεὶς, πρὸς τὸν μέγαν Πέτρον ὁρῶν. Καὶ γὰρ ἐκεῖνος, οὐ δι’ ὧν εὐηργέτει μόνον τὴν προσ‐ | |
15 | οῦσαν ἐπεδείκνυτο δύναμιν, τὸν ἐκ γεννητῆς χωλὸν τρέχοντα τῷ λαῷ δεικνύων καὶ διαλλόμενον, ἢ τῇ σκιᾷ τοῦ ἰδίου σώματος ἰατρεύων τῶν ἀῤῥωστούντων τὰ πάθη, οἷς ἂν ἐπήγαγε κατὰ τὴν πάροδον τοῦ ἀποστόλου διὰ πλαγίου τῷ σώματι προσβάλλων ὁ | |
20 | ἥλιος· ἀλλὰ καὶ τοῦ Ἀνανίου πρὸς τὴν ἐνοικοῦσαν τῷ ἀποστόλῳ δύναμιν καταφρονητικῶς διατεθέντος καταδικάζει τὸν θάνατον· ὡς ἂν, οἶμαι, τῷ κατ’ ἐκεῖ‐ νον φόβῳ πᾶν τὸ καταφρονοῦν ἐν τῷ λαῷ σωφρονέ‐ στερον γένηται τῷ φοβερῷ ὑποδείγματι, πρὸς τὸ μὴ | |
25 | τοῖς αὐτοῖς ἐγγενέσθαι παιδαγωγούμενον. Εἰκότως τοίνυν ὁ μιμητὴς τοῦ Πέτρου διὰ πολλῶν τῶν κατὰ τὰς εὐεργεσίας θαυμάτων δείξας τὸ τῆς δυνάμεως μέγεθος, καὶ τὸν κατὰ τοῦ Πνεύματος χρήσασθαι τῇ ἀπάτῃ ἐπιχειρήσαντα ἀληθεῦσαι περὶ αὐτοῦ παρ‐ | |
30 | εσκεύασεν. Ἔδει γὰρ, οἶμαι, τὸν καθαιρέτην τοῦ ψεύ‐ δους, καὶ ἐν τῷ ἀπατεῶνι τὸ ψεῦδος μεταλλάττειν εἰς ἀλήθειαν, ὡς ἂν ἅπασι διὰ τοῦτο γένοιτο δῆλον, ὅτι καὶ πᾶν τὸ παρὰ τοῦ μεγάλου λεγόμενον ἀληθὲς ἦν, καὶ ὅπερ ἂν ὡς ἀληθὲς παρεδέξατο, ψεῦδος οὐκ ἦν. | |
35 | Οἱ μὲν οὖν Ἰουδαῖοι κατὰ τὸν ῥηθέντα τρόπον τῆς τοῦ μεγάλου δυνάμεως, ὡς ἐνόμισαν, καταπαίξαντες, παίδευμα τοῖς ἄλλοις ἐγένοντο, μὴ κατατολμᾷν τῆς ἀπάτης, ἐφ’ ὧν ὁ Θεὸς γίνεται τῶν τολμηθέντων κατ‐ ήγορος. | |
42 | Μετὰ ταῦτα δὲ συλλόγου τινὸς κατὰ τὸ ὕπαιθρον ἔν τινι τῶν κατὰ τὴν χώραν τόπων γεγενημένου ποτὲ, καὶ πάντων θαυμαστικῶς διακειμένων πρὸς τὰ δι‐ | |
45 | δάγματα, μειράκιόν τι πρὸς τοὺς συνεστῶτας ἐβόα, μὴ παρ’ αὐτοῦ ταῦτα τὸν διδάσκαλον λέγειν, ἀλλ’ ἕτε‐ ρον αὐτῷ παρεστῶτα διεξιέναι τοὺς λόγους. Προσ‐ αχθέντος δὲ τοῦ παιδὸς μετὰ τὸ διαλυθῆναι τὸν σύλλο‐ γον, εἰπεῖν λέγεται πρὸς τοὺς παρόντας τὸν μέγαν, | |
46.941(50) | μὴ καθαρεύειν ἐκ δαίμονος τὸ μειράκιον· καὶ ἅμα περιελόμενον ἑαυτοῦ τὸ ἐπὶ τὸν ὦμον ὀθόνιον, καὶ παραθέντα τῷ ἄσθματι τοῦ ἰδίου στόματος, οὕτως ἐπιῤῥίψαι τῷ νέῳ. Γενομένου δὲ τούτου, ταράσσεσθαι ἤρξατο καὶ ἀναβοᾷν τὸ μειράκιον, καὶ καταπίπτειν | |
55 | καὶ διαῤῥιπτεῖσθαι, καὶ πάντα πάσχειν τὰ ἐκ δαιμό‐ νων πάθη. Εἶτα ἐπιβαλόντος τοῦ ἁγίου τὴν χεῖρα, καὶ τὴν ταραχὴν κατευνάσαντος, ἀποπτῆναι μὲν αὐ‐ τοῦ τὸ δαιμόνιον, τὸν δὲ πάλιν ἐν καταστάσει γενό‐ | |
μενον, μηκέτι λέγειν ὁρᾷν ἐπὶ τοῦ ἁγίου τὸν συμφθεγ‐ | 941 | |
46.944 | γόμενον. Καὶ γὰρ δὴ καὶ τοῦτο τῶν μεγάλων ἐκείνου θαυμάτων ἐστὶ, τὸ μηδεμιᾷ τινι περιεργίᾳ τὰ κατὰ τὰς ἰάσεις ἐπιτελεῖν θαύματα· ἀλλ’ ἀρκεῖν πρός τε τὴν τῶν δαιμόνων ἀπαλλαγὴν, καὶ πρὸς τὴν ἴασιν | |
5 | τῶν ἀῤῥωστημάτων τοῦ σώματος τὸ ἐκ τοῦ στόμα‐ τος αὐτοῦ ἆσθμα διὰ τῆς ὀθόνης τῷ κάμνοντι προσ‐ αγόμενον. Ἀλλὰ τὸ μὲν πᾶσιν ἐφεξῆς τοῖς παρ’ ἐκείνου θαύμασιν ἐπεξιέναι, μακρᾶς εἴη συγγραφῆς, καὶ λόγου τὴν παροῦσαν σχολὴν ὑπερβαίνοντος· | |
10 | ἑνὸς δὲ ἢ δυοῖν ἔτι τῶν περὶ αὐτοῦ λεγομένων ἐπι‐ μνησθεὶς, ἐν τούτοις περιγράψω τὸν λόγον. Παντα‐ χοῦ γὰρ ἤδη διαπεφοιτηκότος τοῦ θείου κηρύγματος, καὶ πάντων κατά τε τὴν πόλιν, καὶ τὴν περίοικον, πρὸς τὴν εὐσεβῆ τοῦ δόγματος πίστιν μετατεθέντων, | |
15 | βωμῶν τε καὶ ἱερῶν καὶ εἰδώλων ἐν αὐτοῖς ἀνατε‐ τραμμένων, καθαρθείσης δὲ ἤδη τῆς ἀνθρωπίνης ζωῆς τῶν περὶ τὰ εἴδωλα μιασμάτων, καὶ τῆς μια‐ ρᾶς τῶν θυσιῶν κνίσσης ἀποσβεσθείσης, καὶ τοῦ ἐπι‐ βωμίου λύθρου καὶ τῶν ἐκ τῆς ζωοθυσίας μολυσμά‐ | |
20 | των ἀποκλυσθέντων· πάντων δὲ κατὰ τόπον πάντα εὐκτηρίους ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ κατὰ σπου‐ δὴν ναοὺς ἀνεγειρόντων, θυμὸς καὶ φθόνος εἰσέρχε‐ ται τῷ τηνικαῦτα τῆς ἀρχῆς τῶν Ῥωμαίων ἐπιστα‐ τοῦντι, ἐφ’ οἷς ἠμελεῖτο μὲν αὐτοῦ τὰ πάτρια τῆς | |
25 | ἀπάτης σεβάσματα, ηὐξεῖτο δὲ τῶν Χριστιανῶν τὸ μυστήριον, καὶ εἰς πλῆθος ἐπεδίδου πανταχοῦ τῆς οἰκουμένης ἡ Ἐκκλησία, διὰ τῶν ἀεὶ προστιθεμένων τῷ λόγῳ, πρὸς μέγεθος αὔξουσα· καὶ νομίσας δυνα‐ τὸν εἶναι τῇ θείᾳ δυνάμει τὴν ἰδίαν ἀντιστῆσαι πι‐ | |
30 | κρίαν, καὶ ἐπισχεῖν μὲν τοῦ μυστηρίου τὸ κήρυγμα, καταλῦσαι δὲ τῶν Ἐκκλησιῶν τὰ συστήματα, μετα‐ στῆσαι δὲ πάλιν ἐπὶ τὰ εἴδωλα τοὺς προκεχωρηκότας τῷ λόγῳ· πέμπει τοίνυν πρὸς τοὺς τῶν ἐθνῶν καθη‐ γουμένους πρόσταγμα, φοβερὰν κατ’ αὐτῶν τὴν | |
35 | ἀπειλὴν τῆς τιμωρίας ὁρίζων, εἰ μὴ παντοίοις αἰ‐ κισμοῖς τὸ ὄνομα τοῦ Χριστοῦ προσκυνοῦντας διαλω‐ βήσοιντο, καὶ προσαγάγοιεν πάλιν αὐτοὺς φόβῳ τε καὶ τῇ τῶν αἰκισμῶν ἀνάγκῃ τῇ πατρῷᾳ τῶν δαι‐ μόνων λατρείᾳ. Ὡς δὲ περιηγγέλθη τοῖς ἄρχουσι τὸ | |
40 | φοβερὸν τοῦτο καὶ ἄθεον κήρυγμα, πανταχοῦ τῆς ἀρχῆς διαπεφοιτηκότων τῶν εἰς αὐτὸ τοῦτο παρὰ τῆς τυραννικῆς τεταγμένων ὠμότητος· καί τις ἐπεκρά‐ τει τοῦ κατὰ τὸν τόπον ἔθνους τοιοῦτος, ὡς μηδὲν τῆς ὑπερκειμένης ἐξουσίας πρὸς τὴν πονηρὰν ὁρμὴν | |
45 | δεηθῆναι, οἴκοθεν ἔχων ἐκ φύσεως τὴν ὠμότητά τε καὶ πικρότητα, καὶ τὴν πρὸς τοὺς πεπιστευκότας τῷ λόγῳ δυσμένειαν· καὶ γίνεται παρ’ αὐτοῦ φοβερὸν ἐν δημοσίοις διατάγμασι, τὸ δεῖν ἐξόμνυσθαι τὴν πί‐ στιν, ἢ τιμωρίαις παντοδαπαῖς καὶ θανάτοις κολά‐ | |
46.944(50) | ζεσθαι. Καὶ οὐδὲν ἦν ἕτερον τηνικαῦτα δημόσιόν τε καὶ ἴδιον παρὰ τῶν τὰ κοινὰ διὰ χειρὸς ἐχόντων γι‐ νόμενόν τε καὶ σπουδαζόμενον, πλὴν τοῦ πολιορκεῖν τε καὶ τιμωρεῖσθαι τοὺς ἀντεχομένους τῆς πί‐ στεως. | |
57 | Ἦν δὲ οὐκ ἐν ταῖς τῶν λεγομένων ἀπειλαῖς μόνον τὰ φόβητρα, ἀλλὰ μετὰ τούτων ἡ ποικίλη τῶν κολα‐ | |
στηρίων κατασκευὴ πᾶσαν ἐπῆγε κατάπληξιν, καὶ | 943 | |
46.945 | πρὸ τῆς πείρας ἐμποιοῦσα τοῖς ἀνθρώποις τὸν φόβον. Ξίφη τε καὶ πῦρ, καὶ θηρία, καὶ βόθροι καὶ τὰ στρε‐ βλωτικὰ τῶν μελῶν ὄργανα· καὶ σιδηραῖ κατὰ πυ‐ ρὸς καθέδραι. καὶ ξύλα ὄρθια, οἷς ἐντεινόμενα τῶν | |
5 | ἐνισταμένων τὰ σώματα ταῖς τῶν φοβερῶν ὀνύχων προσβολαῖς κατεξαίνετο, καὶ ἄλλα μυρία πρὸς τὰς πολυειδεῖς βασάνους τῶν σωμάτων ἐξευρημένα παρ’ αὐτοῖς ἐπενοεῖτο· καὶ σπουδὴ τοῖς τῶν ἐξουσιῶν τού‐ των ἐπειλημμένοις ἦν μία, τὸ μηδένα τοῦ ἑτέρου ἐν | |
10 | ὑπερβολῇ πικρίας ἐπιδειχθῆναι πραότερον. Καὶ οἱ μὲν εἰσήγγελλον· οἱ δὲ ἐπεδείκνυον· οἱ δὲ ἠρεύνων τοὺς κεκρυμμένους. Ἄλλοι τοῖς φεύγουσιν ἐπετί‐ θεντο· ἄλλοι δὲ πρὸς τὰς κτήσεις τῶν πιστῶν ὁρῶν‐ τες, ὡς ἂν ἐγκρατεῖς γένοιντο τῶν πραγμάτων, ἐπὶ | |
15 | τῷ προσχήματι τῆς εὐσεβείας ἤλαυνον τοὺς ἀντ‐ εχομένους τῆς πίστεως. Σύγχυσις δὲ ἦν πᾶσα κατὰ τὸ ἔθνος καὶ ἀμηχανία πολλὴ, πάντων ἀλλήλοις δι’ ὑποψίας ὄντων, οὐ πατράσι τῆς παρὰ τῶν τέκνων εὐνοίας ἐν τοῖς φοβεροῖς παραμενούσης, οὐ παισὶ τὸ | |
20 | πιστὸν τῆς πατρικῆς κηδεμονίας ἐγγυωμένης τῆς φύσεως. Ἐμερίζετο δὲ κατ’ ἀλλήλων τὰ γένη πρὸς τὰς θρησκείας σχιζόμενα. Καὶ παῖς Ἑλληνίζων πι‐ στῶν γονέων προδότης ἐγίνετο· καὶ κατὰ παιδὸς πε‐ πιστευκότος ἐν ἀπιστίᾳ μένων ὁ πατὴρ κατήγορος | |
25 | ἦν. Καὶ ἀδελφὸς ἐκ τῆς αὐτῆς αἰτίας ἐπολέμει τῇ φύσει, ὅσιον κρίνων τὸν ὁμογενῆ τιμωρήσασθαι, εἰ τῆς εὐσεβείας ἀντέχοιτο. Ἐντεῦθεν πλήρεις μὲν ἦσαν αἱ ἐρημίαι τῶν ἐλαυνομένων, κεναὶ δὲ τῶν οἰκητόρων αἱ οἰκίαι. Πολλὰ δὲ τῶν δημοσίων οἰκημάτων, ταῖς | |
30 | τῶν καθειργνυμένων ἀπετέτακτο χρείαις. Οὐ γὰρ ἦν ἱκανὰ τὰ δεσμωτήρια χωρεῖν ἐν ἑαυτοῖς τῶν διὰ τὴν πίστιν τιμωρουμένων τὸ πλῆθος. Ἀγοραί τε πᾶσαι καὶ σύλλογοι, κοινοί τε καὶ ἰδιάζοντες, ἀντὶ τῆς συν‐ ήθους φαιδρότητος, τὰς τοιαύτας μετελάμβανον συμ‐ | |
35 | φορὰς, τῶν μὲν ἐφελκομένων, τῶν δὲ ἀπαγομένων· ἄλλων ἐπὶ τοῖς γινομένοις ἢ γελώντων ἢ δακρυόντων· οὐ νηπίων ἦν ἔλεος, οὐ τιμὴ πολιᾶς, οὐκ ἀρετῆς αἰ‐ δὼς εἰσῄει τοῖς δυσμενέσιν· ἀλλ’ ὡς ἐν αἰχμαλωσίᾳ, πᾶσα ἡλικία τοῖς πολεμίοις τῆς πίστεως ἔκδοτος ἦν. | |
40 | Οὐδὲ ταῖς γυναιξὶν ἐδίδου ἡ φυσικὴ τοῦ γένους ἀσθέ‐ νεια, τῶν τοιούτων ἀναγκῶν ἐκτὸς μένειν· ἀλλ’ εἷς ἦν κατὰ πάντων ὁ τῆς ὠμότητος νόμος, ἴσῳ τῷ μέτρῳ τῆς τιμωρίας τῶν γινομένων ὑπάγων τὸν τῶν εἰδώ‐ λων ἀλλοτριούμενον, μὴ διακρίνων τὴν φύσιν. Τότε | |
45 | οὖν ἰδὼν ὁ μέγας ἐκεῖνος τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, ὡς οὐ δυναμένων τῶν πολλῶν μέχρι τοῦ θανάτου τῆς εὐσεβείας προαγωνίσασθαι, σύμβουλος γίνεται τῇ Ἐκκλησίᾳ μικρὸν ὑποχωρῆσαι τῇ φοβερᾷ προσβολῇ, κρεῖττον εἶναι ἡγούμενος διὰ φυγῆς τὰς | |
46.945(50) | ψυχὰς αὐτῶν περισώσασθαι, ἢ ἑστῶτας ἐπὶ τῆς τῶν ἀγώνων παρατάξεως, λιποτάκτους γενέσθαι τῆς πί‐ στεως· καὶ ὡς ἂν μάλιστα πεισθεῖεν οἱ ἄνθρωποι, μηδένα κίνδυνον φέρειν τῇ ψυχῇ, τὸ τὴν πίστιν διὰ φυγῆς περισώσασθαι, τῷ καθ’ ἑαυτὸν ὑποδείγματι, | |
55 | σύμβουλος τῆς ἀναχωρήσεως γίνεται· αὐτὸς πρὸ τῶν ἄλλων ἀναχωρήσας τῇ τοῦ κινδύνου φορᾷ· ἅμα δὲ καὶ τοῦτο τοῖς κρατοῦσι διὰ σπουδῆς μάλιστα ἦν, τὸ δι’ ἐκείνου καθάπερ στρατηγοῦ χειρωθέντος, πᾶσαν | |
διαλῦσαι τῆς πίστεως τὴν παράταξιν, καὶ τούτου | 945 | |
46.948 | χάριν ἐκεῖνον ὑπὸ χεῖρα ποιήσασθαι τοῖς ἐχθροῖς δι‐ εσπούδαστο. | |
5 | Ὁ δὲ ἦν ἔρημόν τινα καταλαβὼν λοφιὰν, ἔχων μεθ’ ἑαυτοῦ τὸν ἐκ νεωκόρου κατ’ ἀρχὰς προσαχθέντα τῇ πίστει, ἤδη τῇ χάριτι τῆς διακονίας ὑπηρετούμενον. Τῶν δὲ διωκόντων κατ’ ἴχνος ἑπομένων ἐν πλήθει πολλῷ, μηνύσαντος αὐτοῖς τὸν τόπον τινὸς ἐν ᾧ κατ‐ | |
10 | εκρύπτετο· οἱ μὲν ἐν κύκλῳ τὴν ὑπώρειαν τῆς λο‐ φιᾶς διαλαβόντες ἐφύλαττον, ὅπως ἂν μηδαμόθεν αὐτῷ γένοιτο διαφυγεῖν, εἴπερ εἰς τοῦτο τραπείη· οἱ δὲ προσβάντες τῷ ὄρει, κατὰ πᾶν μέρος διερευνώμενοι, ἤδη καταφανεῖς ἐγίνοντο τῷ μεγάλῳ, κατ’ εὐθεῖαν | |
15 | πρὸς αὐτὸν ἀνατρέχοντες. Ἐκεῖνος δὲ διακελευσάμε‐ νος τῷ μετ’ αὐτοῦ, στερεᾷ τε καὶ ἀδιστάκτῳ τῇ πε‐ ποιθήσει στῆναι πρὸς τὸν Θεὸν, καὶ καταπιστεῦσαι τὴν σωτηρίαν αὐτῷ, τὰς χεῖρας εἰς προσευχὴν ἀνα‐ τείναντα, καὶ μηδὲ εἰ πλησίον γένοιντο οἱ διώκοντες | |
20 | ἐκκρουσθῆναι τῷ φόβῳ τὴν πίστιν· ὑπόδειγμα δὲ τῆς παραγγελίας ἑαυτὸν ἐποίει τῷ διακόνῳ, βλέπων τε πρὸς οὐρανὸν ἀμετατρέπτῳ ὄμματι, καὶ τεταμέναις ταῖς χερσὶν ἐν ὀρθίῳ τῷ σχήματι· καὶ οἱ μὲν ἐν τού‐ τοις ἦσαν. Οἱ δὲ πρὸς αὐτοὺς ἀναδραμόντες, πανταχῆ | |
25 | τὸν τόπον περισκεψάμενοι, καὶ πᾶσαν ἔνστασιν θάμνου, καὶ πᾶσαν πέτρας προσβολὴν, καὶ πᾶσαν ἐκ χαράδρας κοιλότητα μετὰ πάσης ἀκριβείας διερευνη‐ σάμενοι, πάλιν τὴν ὑπώρειαν καταλαμβάνουσιν, ὡς φόβῳ τῶν διερευνωμένων εἰς φυγὴν τραπόντων τοῖς | |
30 | κάτω περιεστοιχισμένοις ὑπὸ χεῖρα γενέσθαι. Ὡς οὖν οὔτε παρὰ τούτων εὑρέθη, καὶ παρ’ ἐκείνοις οὐκ ἦν· ὁ δὲ τὸν τόπον τῆς τοῦ μεγάλου διαγωγῆς κατα‐ σκεψάμενος σημείοις ὑπέγραφεν, ἐν ᾧ διεβεβαιοῦντο οἱ ζητοῦντες μηδένα ἑωρακέναι, πλὴν εἰ μὴ δύο δέν‐ | |
35 | δρα μόνον μικρὸν ἀπ’ ἀλλήλων διεστηκότα. Ἀνακε‐ χωρηκότων δὲ τῶν ζητούντων, ὑπολειφθεὶς ὁ μηνυ‐ τὴς, καὶ καταλαβὼν ἐν προσευχῇ αὐτόν τε τὸν μέγαν καὶ τὸν σὺν αὐτῷ, καὶ γνοὺς τὴν θείαν φρουρὰν, δι’ ἧς ἐκεῖνοι δένδρα τοῖς διώκουσιν ἐνομίσθησαν, προσ‐ | |
40 | πίπτει τε αὐτῷ, καὶ πιστεύει τῷ λόγῳ. Καὶ ὁ πρὸ βραχέος διώκτης, εἷς τῶν φευγόντων ἐγένετο. Μενόν‐ των τοίνυν κατὰ τὴν ἔρημον χρόνον πολὺν (ἐπεκρά‐ τει γὰρ ὁ κατὰ τῆς πίστεως πόλεμος, χαλεπῶς τοῦ καθηγουμένου κατὰ τῶν προστιθεμένων τῷ λόγῳ τῆς | |
45 | εὐσεβείας λυσσῶντος), καὶ πάντων πρὸς φυγὴν τε‐ τραμμένων· ἐπειδὴ τὸ κατὰ τὸν μέγαν αὐτοῖς ἀπ’ ἐλπίδος ἦν, ὡς οὐκ ἂν ὑπὸ χεῖρά ποτε γενόμενον τοῖς διώκουσι· τότε κατὰ τῶν ὑπολοίπων τὴν λυσσώδη μανίαν ἑαυτῶν τρέψαντες, πανταχῆ κατὰ τὸ ἔθνος | |
46.948(50) | διηρευνῶντο πάντας ὁμοίως ἄνδρας τε καὶ γυναῖκας καὶ παῖδας, ὅσοις τὸ ὄνομα τοῦ Χριστοῦ τὸ σεβά‐ σμιον ἦν· καὶ εἷλκον ἐπὶ τὴν πόλιν, καὶ τὰ δεσμω‐ τήρια κατεπλήρουν, ἀντ’ ἄλλης τινὸς ἀδικίας ἔγκλημα ποιούμενοι κατ’ αὐτῶν τὴν εὐσέβειαν, ὡς μηδενὶ τότε | |
55 | τῶν κοινῶν προσασχολεῖσθαι τὰ δικαστήρια, ἢ τοῦτο μόνον διὰ σπουδῆς τοῖς κρατοῦσιν εἶναι, τὸ πάντας αἰκισμοὺς καὶ παντοίας στρεβλώσεις δι’ ἐπινοίας | |
ἐπάγειν κατὰ τῶν ἀντεχομένων τῆς πίστεως. | 947 | |
46.949 | Ἔνθα δὴ καὶ μᾶλλον πᾶσι κατάδηλον γίνεται, τὸ μηδὲν ἀθεεὶ τὸν μέγαν ἐκεῖνον βουλεύεσθαι. Φυλάξας γὰρ ἑαυτὸν διὰ τῆς φυγῆς τῷ λαῷ, κοινὴ συμμαχία τοῖς ὑπὲρ τῆς πίστεως ἀγωνιζομένοις ἅπασιν ἦν. | |
5 | Καθάπερ γὰρ περὶ τοῦ Μωϋσέως ἀκούομεν, ὅτι πόῤ‐ ῥωθεν ἀφεστηκὼς τῆς τῶν Ἀμαληκιτῶν παρατάξεως, διὰ προσευχῆς ἐνετίθει τοῖς ὁμοφύλοις κατὰ τῶν ὑπ‐ εναντίων τὴν δύναμιν· κατὰ τὸν αὐτὸν τρόπον κἀκεῖ‐ νος, οἷον ἐφορῶν τῷ ὀφθαλμῷ τῆς ψυχῆς τὰ γινόμενα, | |
10 | τὴν θείαν ἐπεκαλεῖτο συμμαχίαν ὑπὲρ τῶν ἐναθλούν‐ των τῇ ὁμολογίᾳ τῆς πίστεως. Καί ποτε μετὰ τῶν συνόντων κατὰ τὸ σύνηθες τῷ Θεῷ προσευχόμενος, ἀθρόως ἀγῶνός τε καὶ θορύβου καταπλησθεὶς, ἔνδηλος ἦν ἐν τοῖς παροῦσιν οἷον ξενιζόμενος, καὶ ἐναγωνιῶν | |
15 | τῷ θεάματι, καὶ τὴν ἀκοὴν ἐπέχων, καθάπερ ἤχου τινὸς πρὸς αὐτὸν διαβαίνοντος. Καὶ διαγενομένου διαστήματος οὐκ ὀλίγου, μείνας πάντα τὸν ἐν τῷ μέσῳ χρόνον, ἀκλινὴς καὶ ἀκίνητος, εἶθ’ ὥσπερ τοῦ προκειμένου θεάματος εἰς ἀγαθὸν καταλήξαντος, πά‐ | |
20 | λιν ἐπανῆλθέ τε πρὸς τὸ σύνηθες, καὶ ἀνευφήμησε τὸν Θεὸν ἐν λαμπροτάτῃ φωνῇ, τὸν ἐπινίκιόν τε καὶ εὐχαριστήριον ὕμνον ἐπιφθεγξάμενος, ὃν πολλαχῆ τῆς ψαλμῳδίας τοῦ Δαβὶδ ἀκούομεν λέγοντος, τὸ Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν | |
25 | τοῖς ὀδοῦσιν αὐτῶν. Τῶν δὲ περὶ αὐτὸν θαυμαστι‐ κῶς διατεθέντων, καὶ μαθεῖν ἀξιούντων, ὅ τί ποτε εἴη τὸ ἐν ὀφθαλμοῖς αὐτοῦ γενόμενον θέαμα, εἰπεῖν λέγεται, μέγα πτῶμα κατὰ τὴν ὥραν ἐκείνην ἑωρα‐ κέναι, καταπαλαισθέντος τοῦ διαβόλου ὑπὸ νεανίου | |
30 | τινὸς ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι. Τῶν δὲ ἀγνοούν‐ των ἔτι τὸ εἰρημένον, σαφέστερον αὐτοῖς διηγεῖται, ὅτι συμμαχίᾳ κρείττονι κατὰ τὴν ὥραν ἐκείνην νεα‐ νίας τις τῶν εὐπατριδῶν, τοῖς ἱδρῶσι τῆς πίστεως ἐνηγωνίσατο, προσαχθεὶς ὑπὸ τῶν δημίων τῷ ἄρχοντι. | |
35 | Προσέθηκε δὲ καὶ τὸ ὄνομα, Τρωάδιον αὐτὸν ὀνομά‐ σας· καὶ ὅτι μετὰ πολλὰς βασάνους, αἷς γενναίως ἐνεκαρτέρησε, τὸν διὰ τῆς μαρτυρίας ἀνεδήσατο στέφανον. Ἐκπλαγεὶς δὲ πρὸς τὴν ἀκοὴν ὁ διάκονος, καὶ οὔτε ἀπιστεῖν τινι τῶν λεγομένων τολμῶν· καὶ | |
40 | ἅμα κρεῖττον τῆς ἀνθρωπίνης φύσεως εἶναι νομίσας, τὸ πόῤῥωθεν ὄντα τῆς πόλεως, μηδενὸς ἀνθρώπου τὰ κατ’ αὐτὸν διαγγείλαντος, ὡς ἐφεστῶτα τοῖς πράγμασι λέγειν πρὸς τοὺς συνόντας περὶ τῶν ἐκεῖ γενομένων, ἱκέτης γίνεται τοῦ διδασκάλου ὀφθαλμοῖς ἐπιτραπῆ‐ | |
45 | ναι καὶ γνῶναι τὰ πεπραγμένα· καὶ μὴ κωλυθῆναι παρ’ αὐτοῦ γενέσθαι μέχρι τῶν τόπων αὐτῶν, ἐν οἷς τὸ θαῦμα ἐγένετο. Τοῦ δὲ φοβερὸν εἶναι λέγοντος, τὸ ἐν μέσῳ τῶν φονευτῶν γενέσθαι, καὶ πολλάκις ἐξ ἐπηρείας τοῦ ἀντικειμένου τι τῶν ἀβουλήτων παθεῖν, | |
46.949(50) | ἐπιθαρσεῖν ἔλεγεν ὁ διάκονος τῇ τῶν εὐχῶν αὐτοῦ συμμαχίᾳ, φθεγξάμενος ταύτην πρὸς αὐτὸν τὴν φω‐ νήν· Σύ με παράθου τῷ Θεῷ, καὶ οὐδείς μοι φό‐ βος καὶ τῶν πολεμίων καθάψεται. Τοῦ δὲ καθάπερ συνέμπορον αὐτῷ τὴν τοῦ Θεοῦ βοήθειαν διὰ τῆς εὐ‐ | |
55 | χῆς συνεκπέμψαντος, πεποιθὼς τὴν ὁδὸν διῄει, πρὸς οὐδένα τῶν ἀπαντώντων ἐπιστρεφόμενος. Ἑσπέριος | |
δὲ τῆς πόλεως ἐντὸς γεγονὼς, καὶ κοπώδης ἐκ τῆς | 949 | |
46.952 | ὁδοιπορίας γενόμενος, λουτρῷ θεραπεῦσαι τὸν κόπον ἀναγκαῖον ᾠήθη. Ἐπεκράτει δὲ κατὰ τὸν τόπον ἐκεῖνον δαίμων τις ἀνθρωποκτόνος ἐπιχωριάζων τῷ λουτρῷ, οὗ ἡ φθοροποιὸς δύναμις ἐνεργὸς μετὰ σκότος | |
5 | κατὰ τῶν προσεγγιζόντων ἐγίνετο, καὶ τούτου χάριν ἄβατον τὸ λουτρὸν ἦν ἐκεῖνο μετὰ τὰς ἡλίου δυσμὰς καὶ ἀνενέργητον· ᾧ παραστὰς ἠξίου τὸν ἐπιτετα‐ γμένον ἀνοῖξαι τὴν θύραν, δοῦναί τε τὴν εἴσοδον αὐτῷ καὶ μὴ φθονῆσαι τῆς ἐκ τοῦ λουτροῦ θεραπείας. Τοῦ | |
10 | δὲ μαρτυρουμένου μηδένα τῶν κατὰ τὴν ὥραν ἐκεί‐ νην κατατολμώντων τοῦ ὕδατος ἰδίοις ὑποστρέψαι ποσὶν, ἀλλὰ πάντων μετὰ τὴν ἑσπέραν κατακρατεῖν τὸ δαιμόνιον, καὶ πολλοὺς ὑπ’ ἀγνοίας ἤδη παθεῖν τὰ ἀνήκεστα, οὓς ἀντὶ τῆς ἐλπισθείσης ἀνέσεως | |
15 | θρῆνοι καὶ οἰμωγαὶ διεδέξαντο· ταῦτα καὶ τὰ τοι‐ αῦτα διεξιόντος, οὐδὲν μᾶλλον ἐκεῖνος ὑφίει τῆς ἐπιθυμίας, ἀλλ’ ἐνέκειτο παντὶ τρόπῳ καταναγ‐ κάζων αὐτὸν, εἰς τὰ ἐντὸς παραδέξασθαι. Ὁ δὲ τὸ μὴ συγκινδυνεῦσαι τῇ ἀγνοίᾳ τοῦ ξένου, κέρδος | |
20 | ποιούμενος, τὴν κλεῖν ἐπ’ αὐτῷ ποιησάμενος, πόῤῥω τοῦ λουτροῦ ἀπαλλάσσεται. Ἐπειδὴ δὲ γυ‐ μνωθεὶς ἐντὸς ἦν, πολύτροποί τινες φόβων καὶ κατ‐ απλήξεων ἀφορμαὶ παρὰ τοῦ δαιμονίου συνεσκευά‐ ζοντο, φάσματα παντοδαπὰ πυρὶ καὶ καπνῷ μεμι‐ | |
25 | γμένην τὴν φύσιν ἐπιδεικνύμενα, ἐν ἀνθρώπων καὶ θηρίων μορφῇ τοῖς ὀφθαλμοῖς ἐμπίπτοντα, ταῖς ἀκοαῖς ἐνηχοῦντα, τῷ ἄσθματι προσεγγίζοντα, κύκλῳ περὶ τὸ σῶμα χεόμενα. Ὁ δὲ τὴν σφραγίδα ἑαυτοῦ προβαλλόμενος, καὶ τὸ τοῦ Χριστοῦ ἀνακαλῶν ὄνομα, | |
30 | ἀπαθὴς τὸν πρῶτον διεξῆλθε τὸν οἶκον. Ἐπὶ δὲ τὸ ἐνδότερον χωρήσας, χαλεπωτέροις ἐνέτυχε τοῖς θεάμασιν, εἰς φοβερωτέραν μετασκευασθέντος τοῦ δαιμονίου τὴν ὄψιν· καὶ ἅμα σεισμῷ κατακλονεῖσθαι τὸν οἶκον ᾤετο, καὶ τὸ ἔδαφος ὑποῤῥηγνύμενον γυ‐ | |
35 | μνὴν ὑποδεικνύειν τὴν κάτω φλόγα, σπινθῆράς τε φλογώδεις ἀπὸ τῶν ὑδάτων ἐκπέμπεσθαι, καὶ πάλιν αὐτῷ τὸ ἴσον ὅπλον ἡ σφραγὶς, καὶ τὸ τοῦ Χριστοῦ ὄνομα, καὶ ἡ διὰ τῶν εὐχῶν τοῦ διδασκάλου βοήθεια, τὰ φοβερὰ τῶν φαινομένων τε καὶ γινομένων διέχεεν. | |
40 | Ἀνεθεὶς δὲ ἤδη τῷ ὕδατι, καὶ πρὸς τὴν ἔξοδον σπεύ‐ δων, πάλιν ἐκωλύετο, τοῦ δαιμονίου τῆς θύρας ἀντει‐ λημμένου. Ἀλλὰ καὶ τοῦτο πάλιν τὸ κώλυμα διὰ τῆς ἴσης δυνάμεως αὐτομάτως ἐλύετο, τῇ σφραγίδι τῆς θύρας ὑποχωρούσης. Ἐπεὶ δὲ κατὰ νοῦν αὐτῷ προὐ‐ | |
45 | κεχωρήκει τὰ πάντα, ἐκβοῆσαι λέγεται πρὸς αὐτὸν ἀνθρωπίνῃ φωνῇ τὸ δαιμόνιον, μὴ ἐπ’ αὐτῷ τὴν δύνα‐ μιν ἐκείνην λογίσασθαι, δι’ ἧς τὸν ὄλεθρον ἔφυγεν· ἡ γὰρ φωνὴ τοῦ παραθεμένου αὐτὸν τῷ φυλάσσοντι τὸ ἀπαθὲς ἐχαρίσατο. | |
52 | Διασωθεὶς τοίνυν κατὰ τὸν εἰρημένον τρόπον, ἔκ‐ πληξιν παρεῖχε τοῖς ἐπιστατοῦσι τοῦ τόπου, οὐδενὸς τῶν πώποτε κατὰ τὴν ὥραν ἐκείνην κατατολμησάν‐ | |
55 | των τοῦ ὕδατος ἐν τοῖς ζῶσι φανέντος. Ἐπεὶ δὲ τού‐ τοις τὰ καθ’ ἑαυτὸν διηγήσατο, καὶ τὰ κατὰ τὴν πόλιν τῶν μαρτύρων ἀνδραγαθήματα τοῦτον ἔγνω γεγενη‐ μένα τὸν τρόπον, ὃν ἐπὶ τῆς ἐρημίας ὁ μέγας διάγων | |
προδιηγήσατο, προσθεὶς τοῖς περὶ αὐτοῦ διηγήμασί | 951 | |
46.953 | τε καὶ θαύμασι, δι’ ὧν τε εἶδε, καὶ δι’ ὧν ἤκουσε, καὶ δι’ ὧν τῇ ἑαυτοῦ πείρᾳ τῆς τοῦ μεγάλου πίστεως ἐδιδάχθη τὴν δύναμιν, ᾗ προσεμαρτύρησε τὸ δαιμό‐ νιον, πάλιν ἀνατρέχει πρὸς τὸν διδάσκαλον· τοῖς τε | |
5 | κατ’ αὐτὸν, καὶ τοῖς μετὰ ταῦτα κοινὸν ἀφεὶς φυλα‐ κτήριον, τὸ διὰ τῶν ἱερέων ἕκαστον ἑαυτὸν τῷ Θεῷ παρατίθεσθαι. Καὶ νῦν ἐστι μὲν κατὰ πᾶσαν τὴν Ἐκκλησίαν, ἐξαιρέτως δὲ παρ’ ἐκείνοις ἡ τοιαύτη φωνὴ, τῆς τότε γεγενημένης τῷ ἀνδρὶ παρὰ τοῦ | |
10 | Γρηγορίου βοηθείας μνημόσυνον. Τῆς δὲ τυραννίδος ἐκείνης ἤδη κατὰ θείαν συμμαχίαν διαλυθείσης, καὶ πάλιν εἰρήνης τὴν ἀνθρωπίνην ζωὴν διαδεξαμένης, καθ’ ἣν ἄνετος ἦν κατ’ ἐξουσίαν προκειμένη πᾶσιν ἡ περὶ τὸ Θεῖον σπουδὴ, καταβὰς πάλιν ἐπὶ τὴν πόλιν, | |
15 | καὶ πᾶσαν περινοστήσας ἐν κύκλῳ τὴν χώραν, προσ‐ θήκην ἐποιεῖτο τοῖς ἁπανταχοῦ λαοῖς τῆς περὶ τὸ Θεῖον σπουδῆς, τὰς ὑπὲρ τῶν ἐνηθληκότων τῇ πίστει πανηγύρεις νομοθετήσας. Καὶ διαλαβόντες ἄλλος ἀλ‐ λαχῆ τῶν μαρτύρων τὰ σώματα, κατὰ τὴν ἐτήσιον | |
20 | τοῦ ἐνιαυσιαίου κύκλου περίοδον συνιόντες, ἠγάλ‐ λοντο τῇ τιμῇ τῶν μαρτύρων πανηγυρίζοντες. Καὶ γὰρ δὴ καὶ τοῦτο τῆς μεγάλης αὐτοῦ σοφίας ἀπό‐ δειξις ἦν, ὅτι πρὸς καινὸν βίον μεταῤῥυθμίζων πᾶ‐ σαν ἀθρόως τὴν κατ’ αὐτὸν γενεὰν, οἷόν τις ἡνίοχος | |
25 | ἐπιστὰς τῇ φύσει, καὶ τοῖς τῆς πίστεως καὶ θεο‐ γνωσίας χαλινοῖς ἀσφαλῶς αὐτοὺς ὑποζεύξας, ἐνεδί‐ δου τι μικρὸν τῷ ζυγῷ τῆς πίστεως δι’ εὐφροσύνης ὑποσκιρτᾷν τὸ ὑπήκοον. Συνιδὼν γὰρ ὅτι ταῖς σω‐ ματικαῖς θυμηδίαις τῇ περὶ τὰ εἴδωλα πλάνῃ παρα‐ | |
30 | μένει τὸ νηπιῶδες τῶν πολλῶν καὶ ἀπαίδευτον· ὡς ἂν τὸ προηγούμενον τέως ἐν αὐτοῖς μάλιστα κατορ‐ θωθείη, τὸ πρὸς Θεὸν ἀντὶ τῶν ματαίων σεβασμάτων βλέπειν, ἐπαφῆκεν αὐτοῖς ταῖς τῶν ἁγίων μαρτύρων ἐμφαιδρύνεσθαι μνήμαις, καὶ εὐπαθεῖν, καὶ ἀγάλλε‐ | |
35 | σθαι, ὡς χρόνῳ ποτὲ κατὰ τὸ αὐτόματον πρὸς σεμνό‐ τερόν τε καὶ ἀκριβέστερον μετατεθησομένου τοῦ βίου, καὶ πρὸς ἐκεῖνο καθηγουμένης τῆς πίστεως, ὅπερ δὴ καὶ ἐν τοῖς πολλοῖς ἤδη κατωρθώθη, πάσης θυμηδίας ἀπὸ τῶν τοῦ σώματος ἡδέων πρὸς τὸ πνευ‐ | |
40 | ματικὸν τῆς εὐφροσύνης εἶδος μετατεθείσης. | |
44 | Τοῦτον δὲ τὸν τρόπον ἐμπολιτευόμενος τῇ Ἐκκλη‐ | |
45 | σίᾳ, καὶ σπουδὴν ἔχων πρὸ τῆς ἐκ τοῦ βίου μετα‐ στάσεως πάντας ἰδεῖν πρὸς τὴν σωτήριον πίστιν ἀπὸ τῶν εἰδώλων μεταθέντας· ἐπειδὴ προέγνω ἑαυτοῦ τὴν μετάστασιν, σπουδῇ πᾶσάν τε τὴν περιοικίδα διηρευνήσατο, μαθεῖν θέλων εἴ τινες εἶεν οἱ περι‐ | |
46.953(50) | λειφθέντες ἔξω τῆς πίστεως. Ἐπεὶ οὖν ἔγνω τοὺς παραμεμενηκότας τῇ ἀρχαίᾳ πλάνῃ μὴ πλείους εἶναι τῶν ἑπτακαίδεκα, Σκυθρωπὸν μὲν καὶ τοῦτο, φησὶ πρὸς τὸν Θεὸν ἀποβλέψας, τὸ λιπεῖν τι τῷ τῶν σωζο‐ μένων πληρώματι. Πλὴν ἀλλὰ μεγάλης εὐχαριστίας | |
55 | ἄξιον, ὅτι τοσούτους καταλείπει τοὺς εἰδωλολάτρας τῷ μετ’ αὐτὸν ἐκδεχομένῳ τὴν Ἐκκλησίαν, ὅσους αὐ‐ τὸς Χριστιανοὺς ὑπεδέξατο. Ἐπευξάμενος δὲ τοῖς τε πεπιστευκόσιν ἤδη τὴν εἰς τὸ τέλειον αὔξησιν, | |
καὶ τὴν ἐπιστροφὴν τοῖς ἀπίστοις, οὕτω τοῦ ἀνθρω‐ | 953 | |
46.956 | πίνου βίου πρὸς τὸν Θεὸν μετανίσταται, ἐπισκηψὰς τοῖς ἐπιτηδείοις, μὴ κτήσασθαι τόπον αὐτῷ πρὸς τα‐ φὴν ἰδιάζοντα. Εἰ γὰρ ζῶν, κύριος κληθῆναι τόπου τινὸς οὐκ ἐδέξατο, ἀλλὰ παροικῶν ἐν ἀλλοτρίοις τὸν | |
5 | βίον διήγαγεν, οὐδὲ μετὰ θάνατον τῇ παροικία πάν‐ τως ἐπαισχυνθήσεται· Ἀλλ’ ἔστω, φησὶ, τῷ μετὰ ταῦτα βίῳ διήγημα, ὅτι Γρηγόριος οὔτε ζῶν ἐπ‐ ωνομάσθη τόπῳ τινὶ, καὶ μετὰ θάνατον ἀλλοτρίων τάφων ἐγένετο πάροικος, πάσης τῆς ἐν τῇ γῇ | |
10 | κτήσεως ἑαυτὸν ἀποστήσας, ὡς μηδὲ ἐνταφῆναι ἰδίῳ καταδέξασθαι τόπῳ· μόνην γὰρ αὐτῷ κτῆσιν τιμίαν εἶναι ἔκρινεν ἐκείνην, ἣ πλεονεξίας ἐφ’ ἑαυτῆς ἴχνος οὐ δέχεται. Τὴν δὲ ἀθρόαν παντὸς τοῦ ἔθνους μετάστασιν ἀπὸ τῆς Ἑλληνικῆς ματαιότη‐ | |
15 | τος εἰς τὴν ἐπίγνωσιν τῆς ἀληθείας θαυμαζέτω ἕκα‐ στος τῶν ἐντυγχανόντων τῷ λόγῳ, καὶ μηδεὶς ἀπι‐ στείτω πρὸς τὴν οἰκονομίαν βλέπων, δι’ ἧς γέγονεν ἡ τοσαύτη μεταβολὴ τῶν μετατιθεμένων ἀπὸ τοῦ ψεύδους πρὸς τὴν ἀλήθειαν. Τὸ γὰρ ἐν τοῖς πρώτοις | |
20 | αὐτοῦ τῆς ἱερωσύνης γεγενημένον χρόνοις, ὅπερ πρὸς τὰ λοιπὰ τῶν θαυμάτων ἐπειγόμενος ὁ λόγος παρ‐ έδραμε, νῦν ἐπαναλαβὼν διηγήσομαι. Ἑορτή τις ἦν πάνδημος ἐν τῇ πόλει, δαίμονί τινι τῶν ἐγχωρίων κατά τι πάτριον ἀγομένη. Πρὸς ταύτην ἅπαν σχεδὸν | |
25 | συνέῤῥει τὸ ἔθνος, τῆς χώρας πάσης συνεορταζούσης τῇ πόλει. Ἐπεπλήρωτο δὲ τῶν συνδεδραμηκότων τὸ θέατρον, καὶ ὑπερεχεῖτο πανταχόθεν ὑπὲρ τὰς καθ‐ έδρας τῶν ἐπιῤῥυέντων τὸ πλῆθος, καὶ πάντων περὶ τὰ θεάματά τε καὶ ἀκροάματα πρὸς τὴν ὀρχήστραν | |
30 | ἀποβλέπειν προθυμουμένων, θορύβου πλήρης ἦν ἡ σκηνὴ, καὶ ἄπρακτος ἐγίνετο τοῖς θαυματοποιοῖς ἡ ἐπίδειξις, τῆς ταραχῆς τῶν στενοχωρουμένων οὐ μό‐ νον τὴν ἀπόλαυσιν τῆς μουσικῆς ἐπικοπτούσης, ἀλλ’ οὔτε τοῖς θαυματοποιοῖς ἐνδιδούσης καιρὸν τὰ ἑαυ‐ | |
35 | τῶν ἐπιδείκνυσθαι. Ἔνθα δὲ κοινὴ παρὰ παντὸς ἐκρήγνυται τοῦ δήμου φωνὴ, τὸν δαίμονα, ᾧ τὴν ἑορ‐ τὴν ἦγον, ἀνακαλούντων, καὶ παρ’ ἐκείνου τὴν εὐ‐ ρυχωρίαν αὐτοῖς ἀξιούντων γενέσθαι. Ἐπειδὴ δὲ πάντων ἀλλήλοις συμφθεγγομένων, εἰς ὕψος ᾔρετο ἡ | |
40 | φωνὴ, καὶ πάσης ἐδόκει τῆς πόλεως καθάπερ ἑνός τινος στόματος ὁ λόγος εἶναι, ὁ τὴν εὐχὴν ταύτην προσάγων τῷ δαίμονι (ἦν δὲ ἡ εὐχὴ, ὡς ἐπ’ αὐτῆς ἀκοῦσαι τῆς λέξεως· Ζεῦ, ποίησον ἡμῖν τόπον)· ἀκούσας δὲ ὁ μέγας ἐκεῖνος τοῦ ἤχου τῶν ὀνομαστὶ | |
45 | ἐπιβοωμένων τὸν δαίμονα, παρ’ οὗ τὴν εὐρυχωρίαν ᾔτουν γενέσθαι τῇ πόλει, φησὶ πρὸς αὐτοὺς, πέμψας τινὰ τῶν παρεστηκότων, δοθήσεσθαι αὐτοῖς ὅσον οὐ‐ δέπω πλείονα τῆς εὐχῆς τὴν εὐρυχωρίαν. | |
51 | Ταύτης δὲ παρ’ αὐτοῦ τῆς φωνῆς οἷόν τινος σκυ‐ θρωπῆς ἀποφάσεως ἐξενεχθείσης, λοιμὸς τὴν πάνδη‐ μον ἐκείνην ἱερομηνίαν ἐκδέχεται. Καὶ παραχρῆμα κατεμίγνυτο ταῖς χοροστασίαις ὁ θρῆνος, ὥστε αὐ‐ | |
55 | τοῖς εἰς πένθη καὶ συμφορὰς μεταστραφῆναι τὰς θυ‐ μηδίας, ἀντὶ αὐλῶν καὶ κρότων τῆς ἐπαλλήλου θρη‐ νωδίας διαλαβούσης τὴν πόλιν. Ἐνσκῆψαν γὰρ ἅπαξ τοῖς ἀνθρώποις τὸ πάθος, θᾶττον ἢ κατ’ ἐλπίδας διεξ‐ | |
ῄει πυρὸς δίκην τοὺς οἴκους ἐπιβοσκόμενον, ὥστε | 955 | |
46.957 | πληροῦσθαι μὲν τῶν τῇ νόσῳ καταφθειρομένων τὰ ἱερὰ τῶν ἐλπίδι θεραπείας προσφευγόντων· γέμειν δὲ πηγὰς, καὶ κρουνοὺς, καὶ φρέατα, τῶν ὑπὸ τῆς τοῦ νοσήματος ἀμηχανίας διακαιομένων ἐν τῇ δίψῃ (ἐφ’ | |
5 | ὧν ἠτόνει τὸ ὕδωρ τὸν ἐκ τοῦ πάθους κατασβέσαι φλογμὸν, ὁμοίως ἐχόντων καὶ μετὰ τὸ ὕδωρ, καὶ πρὸ τοῦ ὕδατος, τῶν ἅπαξ κατασχεθέντων τῷ πάθει)· πολλοὺς δὲ αὐτομολεῖν πρὸς τοὺς τάφους, καὶ μηκέτι τοὺς περιόντας ἐξαρκεῖν ταῖς τῶν κατοιχομένων τα‐ | |
10 | φαῖς. Γενέσθαι δὲ οὐκ ἀδόκητον τοῦ κακοῦ τὴν προσ‐ βολὴν τοῖς ἀνθρώποις· ἀλλά τινος φάσματος ἐπι‐ γινομένου τῇ μελλούσῃ καταφθείρεσθαι οἰκίᾳ, οὕτως ἐπακολουθεῖν τὴν φθοράν. Ἐπεὶ οὖν πᾶσι καταφανὴς ἐγένετο ἡ αἰτία τῆς νόσου, ὅτι τὸ ἐπικληθὲν παρ’ | |
15 | αὐτῶν δαιμόνιον κακῶς ἐπλήρου τὴν εὐχὴν τῶν μα‐ ταίων, τὴν πονηρὰν ταύτην ἐκ τοῦ πάθους εὐρυχω‐ ρίαν ἐμποιοῦν τῇ πόλει· ἔνθα ἱκέται γίνονται τοῦ μεγάλου, στῆσαι δεόμενοι τοῦ κακοῦ τὴν φορὰν διὰ τοῦ παρ’ αὐτοῦ γινωσκομένου τε καὶ κηρυττομένου | |
20 | Θεοῦ, ὃν μόνον ὡμολόγουν ἀληθῶς εἶναι Θεὸν, καὶ κατὰ πάντων τὸ κράτος ἔχειν. Τοῦ γὰρ φάσματος ἐκείνου πρὸ τῆς ἐσομένης τῷ οἴκῳ διαφθορᾶς προ‐ φαινομένου, καὶ παραχρῆμα τὴν ἀπόγνωσιν τῆς ζωῆς ἐμποιοῦντος, εἷς ἐγίνετο τοῖς κινδυνεύουσι σωτήριος | |
25 | τρόπος, τὸ ἐντὸς ἐκείνου γενέσθαι τοῦ οἴκου τὸν μέ‐ γαν Γρηγόριον, καὶ δι’ εὐχῆς τὸ ἐνσκῆψαν τῷ οἴκῳ πάθος ἀπώσασθαι. Ταχείας δὲ διὰ τῶν τετυχηκότων ἐν πρώτοις τῆς τοιαύτης σωτηρίας ἐπὶ πάντας τῆς φήμης διαδραμούσης, πάντα ἀργὰ ἦν, ἃ πρότερον | |
30 | ὑπὸ ματαιότητος αὐτοῖς ἐσπουδάζετο, χρηστήριά τε καὶ καθάρσια, καὶ ἡ ἐν τοῖς εἰδώλοις διατριβὴ, πάν‐ των πρὸς τὸν μέγαν ἱερέα βλεπόντων, καὶ ἑκάστου πρὸς ἑαυτὸν ἐπὶ σωτηρίᾳ παντὸς τοῦ γένους ἐφελκο‐ μένου. Μισθὸς δὲ ἦν αὐτῷ παρὰ τῶν σωζομένων ἡ | |
35 | τῶν ψυχῶν σωτηρία. Τῇ γὰρ τοιαύτῃ πείρᾳ τῆς εὐ‐ σεβείας τοῦ ἱερέως φανερουμένης, οὐκέτι ἦν ἀναβολὴ πρὸς τὴν συγκατάθεσιν τοῦ μυστηρίου, τοῖς διὰ τῶν ἔργων διδασκομένοις τὴν τῆς πίστεως δύναμιν. Οὕ‐ τως ἐγένετο τοῖς ἀνθρώποις ἐκείνοις ἰσχυροτέρα τῆς | |
40 | ὑγείας ἡ νόσος. Ὅσον γὰρ ἐν τῇ ὑγιείᾳ πρὸς τὴν τοῦ μυστηρίου παραδοχὴν τοῖς λογισμοῖς ἀσθενοῦντες ἦσαν, τοσοῦτον τῇ σωματικῇ νόσῳ πρὸς τὴν πίστιν ἐῤῥώσθησαν. Καὶ οὕτω τῆς περὶ τὰ εἴδωλα πλάνης ἐλεγχθείσης, πάντες πρὸς τὸ ὄνομα τοῦ Χριστοῦ | |
45 | μετετίθεντο, οἱ μὲν διὰ τῆς ἐπιγενομένης νόσου χει‐ ραγωγηθέντες πρὸς τὴν ἀλήθειαν· οἱ δὲ καὶ προφυ‐ λακὴν τοῦ λοιμοῦ, τὴν πίστιν τὴν εἰς τὸν Χριστὸν προβαλλόμενοι. Ἔστι δὲ καὶ ἄλλα τῇ μνήμῃ μέχρι τοῦ δεῦρο διασωζόμενα τοῦ μεγάλου Γρηγορίου θαύ‐ | |
46.957(50) | ματα, ἅπερ φειδόμενοι τῆς ἀπιστούσης ἀκοῆς, ὡς ἂν μὴ βλαβεῖεν οἱ τὸ ἀληθὲς ἐν τῷ μεγέθει τῶν λεγο‐ μένων ψεῦδος οἰόμενοι, τοῖς γεγραμμένοις οὐ προσ‐ εθήκαμεν. Χριστῷ δὲ τῷ τοιαῦτα διὰ τῶν δούλων αὐτοῦ τερατουργοῦντι πρέπει δόξα, τιμὴ καὶ προσ‐ | |
55 | κύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ | |
νων. Ἀμήν. | 957 |