TLG 2017 068 :: GREGORIUS NYSSENUS :: In sanctum Ephraim GREGORIUS NYSSENUS Theol. In sanctum Ephraim Citation: Volume — page — (line) | ||
46.819(1t) | ΤΟΥ ΑΥΤΟΥ | |
2t | ΕΓΚΩΜΙΟΝ | |
---|---|---|
3t | ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΕΦΡΑΙΜ. | |
8 | Κινεῖ με πρὸς τὴν παροῦσαν ὑπόθεσιν ἡ ἐν τοῖς θείοις Εὐαγγελίοις παραβολὴ, ἡ τοῦ λύχνου μυστ‐ | |
10 | αγωγία, καὶ τὴν γλῶτταν κημῷ τῆς ἀφωνίας λύει δου‐ λεύουσαν, καὶ τὰς ὁδοὺς τῶν νοημάτων, ὡς ἱππηλά‐ τους τρίβους προομαλίζει, καὶ τὸ τοῦ λόγου πολυει‐ δέστατον ἅρμα ἐπὶ λεωφόρον τρέχειν ὁδὸν ἑτοιμάζεται, ὧδέ πῃ διαπρυσίως βοῶσα· Οὐ καίουσι λύχνον, | |
15 | καὶ τιθέασιν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυ‐ χνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Καὶ τὸ ἐκ τούτου ἐν βάθει νοούμενον ἐπάγει λέγουσα· Οὕ‐ τως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀν‐ θρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν. Οὐκ ἂν | |
20 | ὑπαίτιον γοῦν ἐγκαλύπτεσθαι, καὶ δειλιᾷν, ἐν οἷς αὐ‐ τὸς ὁ Δεσπότης θαῤῥεῖν παρηγγύησεν; Ὃς οἱονεὶ φαιδρὰν καὶ τῆς ἡλιακῆς λαμπροτέραν ἀνάψας λαμ‐ πάδα, τὴν τοῦ προκειμένου θείου Πατρὸς ἡμῶν εἰς διήγησιν πολιτείαν, οὐχ ὑπὸ τὸν τῆς σιγῆς κατα‐ | |
25 | κρύπτεσθαι ταύτην βούλεται μόδιον, ἀλλ’ ἄνω προ‐ κεῖσθαι ἐπ’ αὐτῆς τῆς Ἐκκλησιαστικῆς κορυφῆς, ὥστε φαίνειν πᾶσι τοῖς ἐν τῇ κοσμικῇ περιστρεφομέ‐ νοις οἰκίᾳ· ἐκ ταύτης τε τοὺς ὁρῶντας δοξάζειν τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. | |
32 | Οὐκ ἄρα τὸν πατρικὸν εὐλαβητέον ἐκείνου δεσμὸν, ὅτι Δεσποτικὸς πατεῖται θεσμός· ἀνάγκη γὰρ ἐκεῖθεν τῶν ἐπαίνων λαβεῖν τὰς ἀρχὰς, κἂν ἡ νῦν παράληψις | |
35 | τῇ θέσει κατόπιν τῶν ἐγκωμίων ἀφώρισται. Ἐπει‐ δήπερ τῷ καλῶς διακρίνειν εἰδότι τὰ πράγματα, οὐ δεσμὸς ἐκεῖνος ἁπλῶς, ἀπείργων ἐγκωμίοις καταστέ‐ φειν τὴν ἀνθρωπίνην δόξαν ἀποστρεφόμενον· ἀλλὰ δεσμὸς ἄδεσμος, καὶ κατοχὴ ἀκάθεκτος, πρὸς τὸ | |
40 | ἐναντίον τοὺς ἐραστὰς συνωθοῦσα. Δι’ ὧν γὰρ ἐκεῖνος τοὺς ἡμετέρους ἐκφυγεῖν ἐπαίνους κατεστοχάσατο, | |
δεσμῷ τὴν ἐγχείρησιν ἀποτειχίσας, διὰ τούτων ἡμεῖς | ||
46.821 | τὰς ἀφορμὰς τῶν ἐγκωμίων λαμβάνομεν. Ἕκαστον μὲν οὖν αὐτοῦ πλεονέκτημα πρὸς ἀφορμὴν ἐπαίνου τελείου, μάλιστα δὲ τὸ μὴ χαίρειν ἐπαίνῳ. Ἐβούλετο γὰρ οὐ δοκεῖν, ἀλλ’ εἶναι χρηστός. Δι’ αὐτὸ τοιγαροῦν | |
5 | καὶ μόνον, κἂν μηδὲν ἕτερον ἄξιον πέπραχεν ἐπαί‐ νων, ἐγκωμιάζεσθαι δίκαιον, ὅτι τοσοῦτον χαίρειν εἶπε τοῖς ἐγκωμίοις, ὡς καὶ δεσμῷ σφραγίσαι τὴν ἐπ’ αὐτοῖς ἐπιτίμησιν. Ἡμῖν δὲ τοῦτο πρῶτον ἀνοί‐ γει τοῦ λόγου τὸ στάδιον, καὶ πληροφορεῖ μὴ βαίνειν | |
10 | ἀσκόπως, μηδὲ κατὰ κρημνοῦ φέρεσθαι, ἀλλὰ βασι‐ λικὴν ὁδεύειν ὁδὸν, καλῶς ἀναλογιζομένοις, ὅτιπερ εἰ μὴ ἄξιον ἐπαίνων ἑαυτὸν ὁ θαυμάσιος τοῦ Θεοῦ συν‐ εώρα, οὐκ ἂν εὐφημεῖν αὐτὸν ἀπεῖργε τοὺς θέλον‐ τας. Οὐδεὶς γὰρ μὴ θαυμαζόμενος, ἔτι περιὼν, ἐπὶ | |
15 | μεγίστοις πλεονεκτήμασι παρεγγυᾷ τοῖς μετέπειτα, λήθης πτώματι τὴν ἑαυτοῦ μνήμην παραφανίζειν. Πρὸς δὴ τούτοις ἔστι καὶ τοῦτο εἰπεῖν· ὅτι καθάπερ Παῦλος ὁ ῥήτωρ τῆς χάριτος, ὁ νυμφοστόλος τῆς Ἐκ‐ κλησίας, τὸ τοῦ Χριστοῦ στόμα, οὐκ ἀπώλεσε τὸ κα‐ | |
20 | λεῖσθαι Ἀπόστολος, διὰ τὸ εἰπεῖν, Οὐκ εἰμὶ ἄξιος καλεῖσθαι Ἀπόστολος· μᾶλλον μὲν οὖν διὰ τοῦτο αὐτὸ τὸ μετριοφρονῆσαι, μεῖζον ἀπηνέγκατο κλέος. Οὕτω δὴ καὶ ὁ μέγας Πατὴρ ἡμῶν, ἀνάξιον ἑαυτὸν ἐπαίνων δι’ εὐλάβειαν κρίνας, ἄξιος εὑρεθήσεται | |
25 | κατὰ τὸ ἀκόλουθον. | |
28 | Ἐπεὶ οὖν ἡμέτερος τῆς Ἐκκλησίας νόμος, τοὺς τῆς ἀρετῆς ζηλωτὰς ἐκ τοῦ ταύτης τὰ εἴδη μετέρ‐ | |
30 | χεσθαι στεφανοῦν οἶδε· καὶ τούτων ὅσοι μάλιστα τῷ ταπεινῷ τοῦ φρονήματος μέτρῳ πνευματικῶς ἀν‐ υψώθησαν, κατὰ τὸ τοῦ Κυρίου ἐν Εὐαγγελίοις ὧδέ πως εἰρημένον· Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· ἔξω παντελῶς ψόγου καὶ σκώμματος καὶ αὐτῆς | |
35 | τυγχάνουσι κατακρίσεως, οἱ τοῦ παρόντος θεοφόρου Πατρὸς τὰς ἀρετὰς ἀναγράφοντες, καὶ οἷον εἰς στή‐ λην ἔμπνουν καὶ ζῶσαν τὸν ἐκείνου βίον ἡμῖν ἀνεγεί‐ ροντες. Καὶ τῶν ἐπαγγελθέντων ὁ σοφὸς ἀκροατὴς ἐπόψει τὸ ἀψευδὲς, κατόπιν τοῦ λόγου τὰς ποικίλας | |
40 | αὐτοῦ τῶν ἀρετῶν ἰδέας ἀναλεγόμενος, ὧν ἡμεῖς καθ‐ άπερ ἕνα τινὰ χρυσοκόλλητον στέφανον, πολυτίμοις καὶ διαφόροις περιηνθισμένον χρυσουργήσαντες λί‐ θοις, τῇ νύμφῃ Χριστοῦ Ἐκκλησίᾳ δῶρον ποθούμενον προσκομίσομεν· χαίρει γὰρ τοῖς τοιούτοις φιλοφρο‐ | |
45 | νεῖσθαι χαρίσμασιν, ὅτε μνήμη δικαίων ἀπαντήσει ἐτήσιος. Ἐφραῒμ δὲ νῦν εἰς εὐφημίαν περιήγαγε τρέχων ὁ χρόνος· καὶ πῶς οὐ περιχαρῶς τὸ τούτου μνημόσυνον ὑποδέξεται; | |
51 | Ἐφραῒμ ἐκεῖνον, τὸν ἐν πᾶσι Χριστιανῶν περιφε‐ ρόμενον στόμασιν. Ἐφραῒμ λέγω τὸν Σύρον· οὐ γὰρ τὸ γένος ἐπαισχύνομαι, οὗ τοῖς τρόποις ἐγκαλλωπί‐ ζομαι. Ἐφραῒμ, οὗ εἰς πᾶσαν τὴν γῆν τὸ φέγγος τοῦ | |
55 | βίου καὶ τῆς θεωρίας ἐξέλαμψεν· ὁ πάσῃ τῇ ὑφ’ ἡλίῳ σχεδὸν γινωσκόμενος, παρὰ τοσούτοις τε ἀγνοούμε‐ | |
νος, παρ’ ὅσοις ὁ μέγας τῆς Ἐκκλησίας φωστὴρ Βα‐ | ||
46.824 | σίλειος· Ἐφραῒμ, ὁ νοητὸς ὄντως τῆς Ἐκκλησίας Εὐφράτης, ἐξ οὗ τὸ τῶν πιστῶν καταρδευόμενον πλή‐ ρωμα εἰς ἑκατὸν ἀποδίδωσι τὸν σπόρον τῆς πίστεως· Ἐφραῒμ, ἡ πολύφορος τοῦ Θεοῦ ἄμπελος, ἡ δίκην | |
5 | βοτρύων γλυκερῶν καρποὺς ἀνθοῦσα διδασκαλίας, καὶ τοὺς τῆς Ἐκκλησίας τροφίμους τῷ κόρῳ τῆς θείας ἀγάπης εὐφραίνουσα· Ἐφραῒμ, ὁ καλὸς καὶ πι‐ στὸς οἰκονόμος τῆς χάριτος, ὁ τοὺς λόγους τῶν ἀρε‐ τῶν ἀναλόγως τοῖς ὁμοδούλοις σιτομετρῶν, καὶ τὴν | |
10 | δεσποτικὴν οἰκίαν οἰκονομούμενος ἄριστα. Οὗ τὸ γέ‐ νος καὶ τὴν ἐνεγκαμένην καὶ προγόνων περιφάνειαν, καὶ γεννητόρων εὔκλειαν, καὶ γέννησιν, καὶ ἀνατρο‐ φὴν, καὶ αὔξησιν ἡλικίας, καὶ σωματικὴν ἐπιτηδειό‐ τητα, καὶ τύχην, καὶ τέχνας, καὶ τὰ λοιπὰ τῶν ἔξω | |
15 | λογογράφων ἐρανιζόμενα τοῖς ἐπαίνοις σεμνολογή‐ ματα, περιττὸν εἰς μέσον ἄγειν ὑποτοπήσαντες· ὅτι μὴ τοὺς θείους ἄνδρας ἡμεῖς ἐκ τῶν τοιούτων ἐπαι‐ νεῖν παρειλήφαμεν· κἂν ἐκ περιουσίας αὐτῷ κἀντεῦ‐ θεν ὑπάρχει τὸ ἀξιέπαινον, ἐξ ὧν αὐτὸς ἑαυτὸν πε‐ | |
20 | ριφανῆ βίῳ τε καὶ λόγῳ κατεσκεύασεν, ἐκ τούτων καὶ ἡμεῖς αὐτῷ τὸν τοῦ λόγου στέφανον ἀναδήσωμεν. Τῶν ἐφ’ ἡμῖν γὰρ οἱ ἔπαινοι, καὶ τῶν αὐτεξουσίων τὰ γέρα. Τῶν ἀπηριθμημένων δὲ, καὶ ψόγοι παράλογοι, καὶ εὐφημίαι ἀνάρμοστοι. | |
27 | Πῶς γὰρ οὗτος ἀπὸ γένους ἐγκωμιάζεσθαι κατ‐ εδέξατο, ὁ πᾶσαν κοσμικὴν εὐγένειαν βδελυξάμενος, καὶ τέκνον Θεοῦ δι’ ἀναλήψεως ἔργων ἀρίστων γενέ‐ | |
30 | σθαι κατασπασάμενος; Ἢ πῶς ἀπὸ πατρίδος σεμνύ‐ νεσθαι, ὁ πᾶσαν τὴν γῆν ἀλλοτρίαν ἑαυτοῦ λογιζόμε‐ νος, καὶ ὡς ἔχθραν τὴν ὑλικὴν κτίσιν ἀποστρεφόμε‐ νος, διὰ τὴν ἐν οὐρανοῖς ἀποκειμένην ἀΐδιον μακα‐ ριότητα; Πῶς δὲ πάλιν ἐπὶ προγόνων ἢ γεννητόρων | |
35 | ἡδυνθείη εὐκλείᾳ, ὁ σωματικὴν ἁπλῶς καταπατήσας προσπάθειαν, καὶ αὐτὸ τὸ ψυχικὸν χιτώνιον, ἤτοι σαρκίον βαρούμενος, ὡς ἐμποδὼν αὐτῷ πρὸς τοὺς τῆς ἀρετῆς ὀξυτάτους εὑρισκόμενον δρόμους; Πῶς δὲ ὅλως ἐκ σωματικῆς αὐξήσεως καὶ ἀναστροφῆς, ἢ | |
40 | ἐπιτηδειότητος, ἢ τέχνης, ἤ τινος ἄλλης καταπτύστου θελήσειεν ἐπαινεῖσθαι περὶ τὸν βίον ἀσχολίας, ὁ τρα‐ φεὶς μὲν ἐκ πρώτης ἡλικίας, καὶ αὐξηθεὶς ἐν τῇ τῶν θείων μελέτῃ Γραφῶν, ποτισθεὶς δὲ τοῖς τῆς χάριτος ἀεννάοις ὀχετοῖς, καὶ πρὸς μέτρον ἡλικίας, ἀποστολι‐ | |
45 | κῶς εἰπεῖν, φθάσας Χριστοῦ; Εἰδότες οὖν ἡμεῖς ὡς οὐ χαίρει τοῖς τοιούτοις ὁ μέγας Πατὴρ ἡμῶν μεγα‐ λύνεσθαι, οἷσπερ οἱ σωματικοὶ, καταγελάστοις ἐπαί‐ νοις, ἐκ τῶν οἰκείων αὐτὸν πόνων, κἂν γοῦν μετρίως πειραθῶμεν ἀποσεμνῦναι· οὐ γὰρ ἔχει φύσιν ὁ λό‐ | |
46.824(50) | γος τοῖς ὑπὲρ δύναμιν ἐπεκτείνεσθαι. Ὡς ἂν οὖν μήτε τὸν ἡμέτερον πόθον ἡ ἀφωνία πεδήσῃ, μήτ’ αὖ πάλιν ξένην τρίβον τῶν Πατέρων ὁδεύοντες, βασι‐ λικῆς παρασφαλῶμεν ὁδοῦ, τὰ παρεκτρίβια διαθέον‐ τες, τῷ μετρίῳ τὸν λόγον φιλοτεχνήσομεν. | |
57 | Τί δὲ τὰ τούτου, δι’ ὧν ἐξυφᾶναι τὸν ἔπαινον ὑπ‐ εθέμεθα; Πρᾶξις καὶ θεωρία, αἷς ὁ κατὰ μέρος τῶν | |
ἀρετῶν ἑσμὸς ἐπακολουθεῖ, πίστις, ἐλπὶς, ἀγάπη, | ||
46.825 | εὐσέβεια εἰς Θεὸν, μελέτη τῶν θείων Γραφῶν, ἁγνι‐ σμὸς ψυχῆς καὶ σώματος, δάκρυα διηνεκῆ, ἐρημικὴ διαβίωσις, ἡ ἐκ τόπου εἰς τόπον ἀναχώρησις, φυγὴ τῶν ἐπιβλαβῶν, διδασκαλία ἀένναος, προσευχὴ ἀκα‐ | |
5 | τάπαυστος, νηστεία καὶ ἀγρυπνία μέτρον οὐκ ἔχου‐ σαι, χαμευνία καὶ σκληραγωγία λόγον ὑπερβαίνου‐ σαι, ἀκτημοσύνη καὶ ταπείνωσις εἰς ἄκρον ἐλάσασαι, ἐλεημοσύνη τῆς φύσεως αὐτὸν τῆς ἀνθρωπίνης ἐξαί‐ ρουσα, ζῆλος ἔνθεος τῶν κατὰ τῆς εὐσεβείας λυτ‐ | |
10 | τώντων· καὶ, ἁπλῶς εἰπεῖν, πᾶν ὅ τι κατὰ Θεὸν οἶδε χαρακτηρίζειν ἄνθρωπον. Τοῖς τοιούτοις ἐπαίνοις ὁ ἡμέτερος Πατὴρ ὡραΐζεται, καὶ γινώσκει τὰ λεγό‐ μενα, καὶ τὰ οἰκεῖα ἐπίσταται προτερήματα, καὶ στέργει τοὺς λόγους, ὡς ὠφελείας προξένους, οὐκ | |
15 | αὐτῷ, ἀλλ’ ἡμῖν· ἐπεὶ καὶ ψιλὴ τούτου προσηγορία, ὑπόθεσις ἀρετῆς τοῖς σπουδαίοις καθίσταται. Οὐ γὰρ ἄλλοθεν δεδιδάγμεθα ταῦτα, ἢ ἐξ ὧν αὐτὸς τὰ περὶ ἑαυτοῦ λόγοις κατέσπειρεν. Ἀφ’ ὧν ἡμεῖς ὡς ἡ ἐπαι‐ νετὴ μέλισσα, ἐκ πολλῶν ἀνθέων συλλέξαντες τὰ | |
20 | χρήσιμα, τὸ πνευματικὸν τοῦτο κηρίον κατειργασά‐ μεθα. Καὶ οὐ χολανεῖ πάντως ἡμῖν διὰ τὴν ἐγχείρη‐ σιν, ὅτι μὴ δέδιεν ἔτι τὸν πονηρὸν δαίμονα, διὰ τὸ καὶ πρὸς αὐτῷ τῶν ἀγώνων τῷ τέλει πολλοὺς ὑπο‐ σκελίσαι, ἅπαξ καὶ εἰς τοὺς ἀκυμάντους τῶν ἀσωμά‐ | |
25 | των φθάσας λιμένας, ἔξω τυγχάνει καὶ ζάλης καὶ κλύδωνος. Δεῦρο δὴ οὖν, καθ’ ἕνα τῶν ἀπηριθμημέ‐ νων μικρὸν ἐνδιατρίψαντες τῷ λόγῳ, οἷος γέγονεν ὁ θαυμάσιος, καὶ εἰς ὅσον μέτρον πνευματικῆς ἔφθασεν ἀναβάσεως, τοῖς συνειλεγμένοις καθυποδείξωμεν. | |
31 | Πίστεως μὲν γὰρ εἶχε λίαν ὀρθῶς, οὐ πόῤῥω που νεύων τῆς εὐσεβείας· καθὼς ἔκ τε τῶν αὐτοῦ συγ‐ γραμμάτων, ἔκ τε τῆς περὶ αὐτὸν ὑπὸ τῆς Ἐκκλη‐ σίας παρειλήφαμεν δόξης· ἐξ ἴσου γὰρ ἐμυσάττετο | |
35 | τὴν τοῦ Σαβελλίου παράλογον σύγχυσιν, καὶ τὴν Ἀρείου μανιώδη διαίρεσιν. Ἵστατο δὲ τῶν τῆς εὐσε‐ βείας ὅρων ἐντός· διαιρῶν μὲν τῷ ἀριθμῷ, συνάπτων δὲ τῇ οὐσίᾳ τὴν μίαν καὶ ἀσύγχυτον καὶ παναγίαν Τριάδα· ὡς ἂν μήτε πενίαν θεότητος Ἰουδαϊκῶς ὀνει‐ | |
40 | δίζοιτο, μήτε δήμῳ Θεῶν Ἑλληνικῶς ἐκβακχεύοιτο· ἃ παθεῖν οἱ περὶ τὴν ἀκατάληπτον Τριάδα παροινή‐ σαντες ἐξελέγχονται. Ἀπολιναρίου δὲ τοσοῦτον τὸ ἄλογον ἀπεπέμπετο δόγμα, ὡς πᾶσαν θέσθαι σπου‐ δὴν ἐκ πάσης αὐτὸ Χριστιανικῆς ἐξεῶσαι ψυχῆς. | |
47 | Ἀλλὰ μὴν καὶ τῶν Ἀνομοίων διὰ πολλῶν ἀπο‐ δεικτικῶν τε καὶ Γραφικῶν λόγων, τὰ ἀπύλωτα ἐν‐ έφραξε στόματα, μεγίστην ἀσφάλειαν ἡμῖν τὰ αὐτοῦ | |
46.825(50) | θεοδίδακτα λιπὼν λόγια. Νουάτου δὲ εἰ βούλοιτό τις τοῦ θρασυτάτου ἥττημα κατιδεῖν, ἐν τῇ διὰ τῶν λό‐ γων τοῦ Ἐφραῒμ πάλῃ τὸ τοῦ ἐναντίου πτῶμα βλε‐ πέτω, ἐν ᾗ τοσοῦτον εὑρήσει τὸ περιὸν τῆς δυνά‐ μεως τοῦ ἡμετέρου Διδασκάλου ἐν τῇ τοῦ λόγου | |
55 | παραστάσει, ὅσην ἀνδρὸς παγκρατιαστοῦ καὶ παιδὸς οὐκ εὐσθενοῦς δι’ ἁπαλότητα. Οὐ μόνον δὲ τὰς κατ’ ἐκεῖνο καιροῦ ἢ καὶ πρόσθεν ἀναφυείσας ὑπὸ τοῦ τῆς κακίας σπορέως ζιζανιώδεις αἱρέσεις, τῷ ὀρθῷ τῆς | |
πίστεως ἐξήλεγξε λόγῳ· ἀλλὰ καὶ τὰς εἰς ὕστερον | ||
46.828 | κακῶς ἀναθαλῆσαι μελλούσας προφητικῷ βλέμματι κατιδὼν, προεξεθέρισεν. Καὶ τούτων πλήρης τῶν ἀποδείξεων πᾶσα τούτου συγγραφή τε καὶ ποίησις. Οὕτως οὐ πώποτε τῆς ἀληθείας ὁ τῆς ἀληθείας υἱὸς | |
5 | ἐξεφρόνησεν· ἐλπὶς δὲ τούτῳ ἡ εἰς Θεὸν μόνη, ἐξ ὅτου ἂν ἀποκειμένων ἐλπίδων τοῖς ἀξίοις αἱ χάριτες. Τὸ γὰρ ψαλμικὸν διὰ βίου λόγῳ τε καὶ πράξει μελετῶν ἔφασκεν Ἐπ’ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην. Διὰ τοιοῦτον ἐλπίσαντος αὐτοῦ ἐπὶ | |
10 | Κύριον, ἔλεος αὐτὸν κυκλώσει. Καὶ ἡ εἰς αὐτὸν πεποίθησις, ὄρει τοῦτον Σιὼν ἀπεικάζει· ἀλλὰ καὶ ὑψηλοτάτου μακαρισμοῦ ἐντὸς τὸν κεκτημένον καθ‐ ίστησι, ὡς ἔστιν ἐξ αὐτῶν τῶν προφητῶν καταμα‐ θεῖν, Δαβὶδ μὲν λέγοντος· Μακάριος ἀνὴρ, οὗ ἐστι | |
15 | τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ. Ἱερεμίου δέ· Εὐλο‐ γημένος ἄνθρωπος, ὅστις πέποιθεν ἐπὶ τῷ Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ· καὶ ἔσται ὡς τὸ ξύλον εὐθηνοῦν παρ’ ὕδατα, καὶ ἐπὶ ἰκμάδα βα‐ λεῖ ῥίζαν αὐτοῦ. Καὶ Ἡσαΐου· Κύριος Βασιλεὺς | |
20 | ἡμῶν, Κύριος Σωτὴρ ἡμῶν, αὐτὸς σώσει ἡμᾶς. Ἰδοὺ ὁ Θεὸς ὁ Σωτήρ μου Κύριος, πεποιθὼς ἔσο‐ μαι ἐπ’ αὐτῷ καὶ θαρσήσομαι. Τοῦ μακαρίου δὲ Παύλου παραινοῦντος καὶ λέγοντος· Κατέχομεν τὴν ἐπαγγελίαν τῆς ἐλπίδος· πιστὸς γὰρ ὁ ἐπαγγει‐ | |
25 | λάμενος ἡμῖν. Ταύτῃ τῇ θείᾳ καὶ ἀποκειμένῃ ἐλπίδι εἰστρεφό‐ μενος, τῶν κοσμικῶν ἁπάντων περιεφρόνει, καὶ τῆς αἰωνίου δόξης ἑκάστης ἱμείρετο. Ἀγάπην δὲ τὴν εἰς Θεόν τε καὶ τὸν πλησίον οὕτως ἀκριβῶς ἐφυλάξατο, | |
30 | ὡς αὐτὸν εἰπεῖν οὑτωσὶ, τοῦ βίου ἀπαίροντα· καλὸν γὰρ αὐτὰ τὰ ῥήματα τοῦ θεοφόρου Πατρὸς εἰς μέσον ἀγαγεῖν, κρείττονα πάσης ἀποδείξεως τυγχάνοντα. Οὐδαμῶς, φησὶν, ἐν πάσῃ τῇ ζωῇ μου ἐλοιδόρησα Κύριον, καὶ λόγος ἄφρων οὐ παρῆλθε τῶν χειλέων | |
35 | μου. Ἐν πάσῃ τῇ ζωῇ μου κατηρασάμην οὐκ οὐ‐ δένα, καθ’ ὅλου τε μετ’ οὐδενὸς πιστοῦ ἐμαχησάμην. Ὦ μακαρία γλῶσσα, ἥτις θαῤῥήσασα τοιαύτην ἔῤ‐ ῥηξε φωνὴν, ἣ μόνοις τοῖς ἀγγέλοις πρεπωδεστάτη τυγχάνει, διὰ τὸ ἄϋλον καὶ ἀστασίαστον τῆς ζωῆς. | |
40 | Ἡμῖν δὲ τοῖς τῇ σαρκὶ δουλεύουσι, ξένη καὶ ὑπὲρ τὴν φύσιν, καὶ χαλεπὸν κατορθωθῆναι. | |
44 | Καὶ πολλὰ μὲν κάμοις βίους ἀνερευνῶν τῶν ἐπ’ | |
45 | ἀρεταῖς περιβοήτων, οὐδαμοῦ δέ τι τοιοῦτον εὕροις, οἷον ἐπὶ τῷ προκειμένῳ Πατρὶ, εἰς διήγησιν σημεῖον καθαρᾶς καὶ ἀκηλιδώτου ἀγάπης. Εἰ οὖν μείζων πα‐ σῶν τῶν ἀρετῶν ἡ ἀγάπη· ταύτην δὲ ὡς οὐκ ἄλλος τις τῶν Πατέρων κατώρθωσεν Ἐφραῒμ ὁ μακάριος· | |
46.828(50) | ἀπολήψεται δὲ ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ· τὸ ἐκ τούτων ἄλλοις συμπεραίνειν παραχωρήσομεν, ἵνα μὴ δόξωμεν παραβάλλειν Πατράσι Πατέρας. Οὐ γὰρ συγκρίσεως χάριν τὸ ῥηθὲν παρειλήφαμεν, ὡς ἂν δὲ μόνον ὑπ’ ὄψιν τοῖς πολλοῖς παραστήσωμεν, ὡς | |
55 | ἐπ’ αὐτοῦ τοῦ ἄκρου ἔφθασε τῆς πνευματικῆς τῶν ἀρετῶν κλίμακος ὁ ἡμέτερος, μᾶλλον δὲ τῆς οἰκου‐ | |
μένης διδάσκαλος Ἐφραΐμ. | ||
46.829 | Εὐσέβειαν δὲ ἐν τῇ τῆς ὄντως κτήσει σοφίας ἐμ‐ πορευσάμενος (κατὰ τὸ ἐν Ἰὼβ εἰρημένον· Ἰδοὺ εὐ‐ σέβειά ἐστι σοφία) δι’ αὐτῆς, ὡς μικρὸν ἄνωθεν ἐδηλώσαμεν, τῆς πίστεως αὐτοῦ τὸ καθαρὸν διαγρά‐ | |
5 | φοντες, εἰς οὐρανὸν μὲν τρίτον, κατὰ Παῦλον, ἀνῆλ‐ θεν, ἀθάνατον δὲ τὴν μνήμην καὶ διαρκῆ τὴν εὔ‐ κλειαν παρὰ τῇ Ἐκκλησίᾳ πεπλούτηκεν· ἡ μελέτη δὲ τούτῳ τῶν θείων Γραφῶν ἐκ τῆς Δαβιδικῆς ἀνῆψε λαμπάδος, Ἐν τῇ μελέτῃ μου, φάσκοντος, ἐκκαυ‐ | |
10 | θήσεται πῦρ. Ἔρως γὰρ αὐτὸν πολήσας πνευματι‐ κῆς θεωρίας, εἰς φλόγα μετέωρον τὸν πόθον ἀνήγειρε. Πᾶσαν γὰρ Παλαιάν τε καὶ Καινὴν ἐκμελετήσας Γραφὴν, καὶ ὡς οὐκ ἄλλος τις τοῖς τοιούτοις θεωρή‐ μασιν ἐμφιλοχωρήσας, ὅλην ἀκριβῶς πρὸς λέξιν | |
15 | ἡρμήνευσεν, ἀπό τε τῆς κοσμογενείας, καὶ μέχρι τῆς τελευταίας τῆς χάριτος βίβλου, τὰ βάθη τῶν κεκρυμ‐ μένων εἰς τοὐμφανὲς ἀγαγὼν θεωρημάτων, λύχνῳ κεχρημένος τῷ Πνεύματι. Οὐ μόνον δὲ ταύτης τῆς ἡμετέρας καὶ θεοπνεύστου | |
20 | σοφίας ὅλον τὸν πνευματικὸν κρατῆρα ἐκπέπωκε, καὶ τοῖς ἄλλοις μετέδωκεν ἀλλὰ καὶ τῆς ἔξω κοσμι‐ κῆς, ὅση τε περὶ τὸ κατεγλωττισμένον καὶ ὀρθὸν τοῦ λόγου, ὅση τε περὶ τὸ τῶν νοημάτων βάθος, ὅτι μάλα ἐξασκήσας, ὅσον μὲν χρήσιμον προσελάβετο· ὅσον | |
25 | δ’ ἀνόνητον, ἀπεβάλετο, ζυγῷ δικαιοσύνης καὶ πρᾶ‐ ξιν καὶ θεωρίαν ἐμπορευσάμενος. Ἁγνείαν δὲ κατ‐ ώρθωσε ψυχῆς τε καὶ σώματος, ὅσην ἡ φύσις ἐχώ‐ ρει· μᾶλλον δὲ καὶ ὑπὲρ τὴν φύσιν· χάριτος γὰρ τὸ δῶρον. Οὔτε γὰρ τὴν ψυχὴν τῆς κατὰ τὸν ὀρθὸν | |
30 | λόγον ἕξεως ἐνεδίδου παρασφαλῆναι, ἀλλ’ ἦν ὡς ἀλη‐ θῶς, ψυχῇ μὲν βασιλεύων, σώματι δὲ ἀγλαοφανῶς ἐξαστράπτων. Καὶ μαρτυρεῖ τοῖς λεγομένοις ἡ τῆς ἱστορουμένης πόρνης μεταβολὴ, ἣν πρὸς κακίας δέ‐ λεαρ ὁ βροτοκτόνος χρησάμενος Βελίαρ εἰς ἀπάτην | |
35 | τοῦ πεφωτισμένου ἀνδρὸς, τοσοῦτον ἀπέσχε τοῦ ἐλπι‐ σθέντος, ὡς καὶ αὐτὴν τὴν μοιχαλιδὴν κατ’ αὐτοῦ ἐκείνου τοῦ ὑπερβαλόντος παρατάξασθαι Πονηροῦ, καὶ παραινέσεσι καὶ τροπαῖς, ταῖς τε τῶν θείων λόγων ἐπῳδαῖς μεταβληθεῖσαν, καὶ πρὸς τὸ κρεῖττον | |
40 | μεταπλασθεῖσαν, σώφρονα μὲν ἀντὶ ἀκολάστου, σε‐ μνὸν δὲ ἀντὶ ἀσέμνου, καὶ καθαρὰν ἀντὶ μεμολυσμέ‐ νης ἀποδειχθῆναι. | |
44 | Δάκρυον δὲ τὸ ἀένναον εἰπεῖν ἐκείνου ῥεῖθρον προ‐ | |
45 | θυμηθέντι μοι, δακρύειν ὄντως ἐπέρχεται· ὅτι μὴ δίχα τούτου, τὸ μὲν τῶν δακρύων αὐτοῦ πέλαγος τῷ λόγῳ τις διαπλεύσειεν. Ὡς γὰρ πᾶσιν ἀνθρώποις σύμφυτον τὸ ἀναπνεῖν, καὶ ἀεὶ ἐνεργούμενον· οὕτως Ἐφραῒμ τὸ δακρυῤῥοεῖν. Οὐ γὰρ ἡμέρα, οὐ νὺξ, οὐ | |
46.829(50) | μεσονύκτιον, οὐχ ὥρα, οὐ στιγμῆς τὸ λεπτότατον, ὅτε ξηρὸς ὁ τούτου ἀνύστακτος ὀφθαλμὸς καθωρᾶτο· πῆ μὲν τὰ κοινῇ, πῆ δὲ τὰ ἰδίως ἀποκλαιόμενος, ὡς ἔλεγεν, ἀτοπήματα· στεναγμοῖς δὲ τὰ τῶν ὀμμάτων σοφῶς ἐποχετεύει ῥεῖθρα· μᾶλλον δὲ χεύμασιν ὀφθαλ‐ | |
55 | μῶν τοὺς στεναγμοὺς ἐξεκαλεῖτο. Καὶ ἦν παράδοξος ἀμφοτέρων ἡ πρόοδος, τοῦ ἑτέρου αἰτία τοῦ ἑτέρου | |
φαινομένου· ἔτικτον γὰρ ἐπ’ αὐτῷ δάκρυα μὲν, στενα‐ | ||
46.832 | γμοὺς, στεναγμοὶ δὲ πάλιν δάκρυα· καὶ τὸ αἴτιον τοῖς πολλοῖς ἀγνοούμενον. Χρόνου γὰρ ταῦτα μὴ διαιροῦν‐ τος, ἀλλ’ ἀεὶ τῶν στεναγμῶν δάκρυα διαδεχομένων, εἶτα πάλιν τούτων στεναγμοὺς, καὶ κύκλου τινὸς γιγνομέ‐ | |
5 | νου, ἄδηλος ἦν ἡ ἀρχὴ, καὶ θατέρου τὸ αἴτιον. Καὶ τοῦτό τις κατόψεται τοῖς αὐτοῦ πρασομιλήσας συγ‐ γράμμασιν. Οὐ μόνον γὰρ ἀποκλαιόμενον αὐτὸν ἐν τοῖς περὶ μετανοίας καὶ ἤθους καὶ πολιτείας χρη‐ στῆς εὑρήσει λόγοις, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς παν‐ | |
10 | ηγυρικοῖς αὐτοῦ λόγοις, ἔνθα πολλὴν εἰώθασιν οἱ πλεῖστοι περιχάρειαν ἐν τοῖς λόγοις δείκνυσθαι. Ὁ δὲ πανταχοῦ ταὐτὸς ἦν, καὶ τῆς κατανύξεως διηνε‐ κῶς ἐπλούτει τὸ χάρισμα. Ἔνθεν καὶ νῦν σχεδὸν πάντας αὐτοῦ τοὺς τῶν λόγων ἀκροατὰς πρὸς τὴν | |
15 | ὄντως ἀνακαλεῖται ζωήν. Τοσαύτην ἰσχὺν ὁ τούτου κέκτηται θεόπνευστος λόγος δάκρυσι συγκεκραμένος. Ποῖος γὰρ ἀμείλικτος, ἢ τῇ καρδίᾳ λιθώδης, τῶν τούτου ῥημάτων ἐπακούσας, οὐ μαλαχθήσεται, καὶ τὸ σκληρὸν τοῦ ἤθους ἀποβαλὼν, ταῖς ἑαυτοῦ κακίαις | |
20 | ἐπιστυγνάσει; Ποῖος ἄγριος τὸ ἦθος, ἢ θηριώδης τὸν τρόπον τὴν ψυχωφελῆ διδασκαλίαν αὐτοῦ ἐνωτι‐ σθεὶς, οὐκ εὐθὺς χρηστὸς καὶ ἐπιεικὴς, καὶ τοῖς τρό‐ ποις ἔσται φιλάγαθος; Ποῖος χαίρειν ἐμμελετῶν ταῖς τοῦ βίου ἡδυπαθείαις, καὶ τὸ δακρύειν ἀποστρεφόμε‐ | |
25 | νος, ὀλίγων ἀκούσας ἐκείνου ῥημάτων, οὐ θρηνήσει καὶ κλαύσεται, καὶ εἰς ὑπόμνησιν ἔλθῃ τῶν βεβιω‐ μένων μελλούσης ἀνταποδόσεως; | |
30 | Λίθον ἑψεῖς, ἡ τῶν ἔξω παροιμία ἐπὶ τῶν ἀδυνά‐ των παρείληφεν. Ἡμῖν δὲ τοῦτο ἐναργῶς ἡ πεῖρα παρέστησε. Τὰς γὰρ ἀτέγκτους καὶ ἀνυπείκτους ψυχὰς, καὶ φυλάττεσθαι καὶ ὑπήκειν ὁ θεῖος οὗτος πρεσβύτης παρέπειθεν. Τίς ἐντυχὼν αὐτοῦ τῷ περὶ | |
35 | ταπεινοφροσύνης λόγῳ, οὐ πᾶσαν μὲν εὐθὺς οἴησιν ἐκμισήσει, ἀλλ’ οὐδὲ παντὸς ταπεινότερον ἑαυτὸν ἐκκηρύξει; Τίς τοῖς περὶ ἀγάπης ἐπιβαλὼν, οὐχ ὑπὲρ ἀγάπης προκινδυνεῦσαι σπουδάσει; Τίς τοῖς περὶ παρθενίας προσομιλήσας, οὐχ ἁγνὸν ἑαυτὸν | |
40 | ψυχῇ τε καὶ σώματι Θεῷ ἀγωνίσεται παραστῆσαι; Τίς τοῖς περὶ κρίσεως, ἤτοι δευτέρας Χριστοῦ ἐλεύ‐ σεως ἐγκύψας. οὐ παρίστασθαι τῷ ἐκεῖθεν κριτηρίῳ νομίσει, καὶ σύντρομος γενόμενος, τὴν τελευταίαν ἤδη ἀπόφασιν κατ’ αὐτοῦ ἐξενεχθήσεσθαι δοκήσει; | |
45 | Οὕτως γὰρ παρέστησε τὸ μέλλον τοῦ Θεοῦ δικαστή‐ ριον ὁ ἀοίδιμος καὶ προφητικώτατος οὗτος ἀνὴρ, ὡς μηδὲν μὲν ἕτερον ὑπολείπεσθαι γνώσεως, μόνον δὲ τῷ ἔργῳ τούτῳ καὶ τῇ πείρᾳ καταμαθεῖν. | |
52 | Ταῖς τοιαύταις ἀεὶ περὶ κρίσεως ὁ μακάριος συν‐ εχόμενος φαντασίαις, ἔφευγε μὲν τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ· ἐμάκρυνε δὲ φυγαδεύων, ᾗ φησι τὰ λό‐ | |
55 | για, καὶ ηὐλίζετο ἐν τῇ ἐρήμῳ, ἑαυτῷ μόνῳ καὶ Θεῷ προσέχων, κἀκεῖθεν τῶν ἀρετῶν τὰς ἐπιδόσεις δεχό‐ μενος. ᾜδει γὰρ ἀκριβῶς ὡς ἐρημικὴ διαβίωσις τῶν κοσμικῶν μὲν ἐλευθεροῖ τὸν βουλόμενον θορύβων, τῇ | |
ἡσυχίᾳ δὲ συνόμιλον τοῖς ἀγγέλοις ποιεῖ, καὶ ταῖς | ||
46.833 | περὶ Θεοῦ θεωρίαις τὸν νοῦν ὅσον ἐστὶν ἐφικτὸν ἀν‐ υψοῖ. Ἐκ τόπων δὲ τόπους ἀμείβειν, ὅτε κινοῦν αὐτὸν Πνεῦμα πρὸς οἰκοδομὴν τῶν πολλῶν ᾠκονόμει, οὐκ ἠπείθει, οὐδ’ ἀντέτεινεν. Ἦν γὰρ κελεύσεσι θείαις | |
5 | πειθήνιος, εἰ καί τις ἄλλος. Ἐντεῦθεν τὴν ἐνεγκαμέ‐ νην, ὡς ὁ Θεῖος ἐκεῖνος κελευσθεὶς Ἀβραὰμ, τὴν Ἐδεσινῶν κατέλαβε πόλιν· δίκαιον γὰρ οὐκ ἦν ὑπὸ γῆν μέχρι πολλοῦ τὸν ἥλιον κατακρύπτεσθαι. Δύο δὲ χάριν αἰτιῶν, τοῦ τε τὰ ἐκεῖσε περιπτύξασθαι ἅγια, | |
10 | καὶ πρό γε τούτου λογίῳ περιτυχεῖν, καὶ καρπὸν γνώσεως ἢ λαβεῖν, ἢ μεταδοῦναι. | |
14 | Ἐν οἷς, ὡς ἱστόρηται, τῇ πόλει παραβαλὼν, τήν | |
15 | τε πόλιν ὑπερχόμενος, πόρνῃ τινὶ συναπήντηκεν ἀνθ’ οὗ φιλολόγου ἐπηύχετο προστυχεῖν· ὡς δὲ τῆς προσδοκίας ἕτερον ἦν τὸ φανὲν, θλιβερὸν αὐτῷ ἀπ‐ έβη τὸ συναντῆσαν. Διὸ καὶ προσατενίσας τῷ πορνι‐ δίῳ, ὡς τῆς ἐλπίδος ψευσθεὶς ἀπήγετο *· ἡ δὲ τοῦτον | |
20 | θεωμένη προσατενίζοντα ταύτῃ, καὶ αὐτὴ ἐπιμελῶς αὐτὸν βλέπουσα κατεσκόπει. Τῇ δὲ ὁ σοφός· Λέγε μοι, γύναι, τίνος χάριν μικρὸν ἀπατενίζεις μοι. Ἡ δὲ, Ἀκολούθως ἐγὼ καὶ πρεπόντως· ἐκ σοῦ γὰρ λέ‐ λημμαι τοῦ ἀνδρὸς, σὺ δὲ μή με κατασκόπει, τὴν γῆν | |
25 | δὲ μᾶλλον, ἐξ ἧς ἐλήφθης. Τοῦτο παρὰ προσδοκίαν ὁ σοφὸς ἐπακούσας, μεγάλως μὲν ὡμολόγει ὠφεληθῆ‐ ναι· τοῦ Θεοῦ δὲ τὴν ἀκατάληπτον ὑπερεδόξασε δύνα‐ μιν, ὃς τὰ τῆς ἐλπίδος καὶ διὰ τῶν παρ’ ἐλπίδα χα‐ ρίζεται. | |
30 | Δύσας τε ἐκεῖθεν ἐπὶ τὴν τῆς Καππαδοκίας Και‐ σάρειαν, ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου ὁδηγηθεὶς, τὸν μέγαν κατεῖδεν Βασίλειον, τὸ στόμα τῆς Ἐκκλη‐ σίας, τὴν τῶν δογμάτων χρυσῆν ἀηδόνα· ὃν θεασά‐ μενος ὁ πρεσβύτης, πολλαῖς καταγεραίρειν ἤρξατο | |
35 | εὐφημίαις. Διορατικῷ γὰρ τῆς ψυχῆς ὄμματι, περι‐ στερὰν ἀγλαοφανῆ ἐφεζομένην πρὸς τὸν δεξιὸν τού‐ του ἔβλεπεν ὦμον, λόγους αὐτῷ διδασκαλίας χορηγοῦ‐ σαν, κἀκεῖνον τούτους διαπορθμεύοντα τῷ λαῷ. Ὃς ὑπὸ τῆς διδασκούσῃς αὐτῷ σεπτῆς μυηθεὶς περι‐ | |
40 | στερᾶς, τῆς τε ἐπιδημίας ᾔσθετο, καὶ Ἐφραῒμ αὐτὸν εἶναι τὸν Σύρον ἐπέγνωκε. Καὶ δὴ πνευματικῆς ἐπι‐ καίρου ἄμφω συναυλίας ἠξίωνται· οὕτως οὐκ ἐπι‐ ζήμιος τῷ Ἐφραῒμ ὁ σκυλμὸς ἐχρημάτισεν. Ἡ δὲ τοῦ βίου φυσικὴ ἀκεραιότης, τῶν ἐπιβλαβῶν | |
45 | τὴν φυγὴν αὐτῷ παρεδείκνυε· τό τε τοῦ κρείττους προορατικὸν, καὶ τὸ τοῦ χείρους φυλακτικὸν ἐκδιδά‐ σκουσα, ἐκείνους τε τῶν λογισμῶν προσίεσθαι, τοὺς ἐγκρίτους καὶ καθαροὺς, καὶ πρὸς αἵρεσιν λυσιτελε‐ στέρους καλοῦ, ὅσοι μάλιστα πρὸς τὴν τῆς διδασκαλίας | |
46.833(50) | ἐμποδίζουσι χρείαν. Δαψιλῶς γὰρ δέδοτο παρὰ Χρι‐ στοῦ τῷ θείῳ πρεσβύτῃ τὸ τοῦ λόγου τάλαντον, ὃ καταβάλλειν ἐν ταῖς τῶν πολλῶν τῆς καρδίας τραπέ‐ ζαις πρὸ πάντων αὐτῷ τῶν ἄλλων ἐπωφείλετο. Καὶ τοῦτο μὲν αὐτὸς περὶ ἑαυτοῦ φαίνεται λέγων, ὅτιπερ | |
55 | ἄρτι τῆς παιδικῆς ἡλικίας τὸ ἁπαλὸν ὑπερβὰς, τεθέα‐ ται μυστικῶς πρὸς τῇ γλώσσῃ ὡς ἀνῆλθεν αὐτοῦ λίαν | |
εὔκαρπος ἄμπελος, αὐξηθεῖσα τοσοῦτον, ὅσον πλη‐ | ||
46.836 | ρῶσαι τὴν γῆν, πᾶν δὲ πετεινὸν τοῦ οὐρανοῦ ἐρχόμε‐ νον ἐξ αὐτῆς ἐμπίμπλασθαι τροφῆς. Αὐτὴν δὲ τὴν ἄμπελον ἐν τῷ ἀποκείρεσθαι, καὶ πᾶν πτηνὸν δεξιοῦ‐ σθαι, μᾶλλον πλουτεῖν τῶν βοτρύων. Τοῦτο δὲ καὶ | |
5 | ἄλλος περὶ αὐτοῦ τῶν πάνυ διορατικῶν τότε προσ‐ εμαρτύρησεν· ἰδέσθαι λέγων ἀγγέλων πληθὺν, κατ‐ ιοῦσαν ἐξ οὐρανοῦ, τόμον ἐπὶ χεῖρας βαστάζουσαν, ἔξωθέν τε καὶ ἔσωθεν ἐγγεγραμμένον. Ἔλεγε δὲ ἡ φανεῖσα θεία ἐκείνη πρὸς ἑαυτὴν παράταξις. Τίς | |
10 | ἄρα ὀφείλει τόνδε τὸν τόμον ἐγχειρισθῆναι; Ἐξ ὧν ἀποκριθέντες, οἱ μὲν τόνδε προέκριναν, οἱ δὲ τὸν, καὶ ἄλλοι ἕτερον, οὓς ὁ χρόνος ἐκεῖνος εἶχε λογάδας· Εἶτα μετὰ τὴν δοκιμὴν πάντας εἰπεῖν· «Ἀληθῶς ἅγιοι οὗτοι καὶ δοῦλοι Θεοῦ· πλὴν οὐ δύνανται τόνδε τὸν τόμον | |
15 | ἐγχειρισθῆναι.» Ὡς δὲ πολλοὺς τῶν τότε ἁγίων ἐπι‐ μνησθέντες, ἐν αὐτοῖς οὐκ εὐδόκησαν· τέλος, συμφω‐ νήσαντες εἶπον. Οὐδεὶς δύναται τοῦτον ἐγχειρισθῆναι τὸν τόμον, εἰ μὴ Ἐφραΐμ. Καὶ δὴ καὶ τοῦτο θεάσα‐ σθαι ὁ βλέπων ἐκεῖνος λέγεται τοὺς θείους ἀγγέλους | |
20 | ἐπιδιδόντας τὸν τόμον τῷ Ἐφραΐμ· Ἀναστάντα ἐν νυχαλίᾳ εἰς Ἐκκλησίαν ἀφικέσθαι τὸν μυσταγωγη‐ θέντα τὴν ὅρασιν, ἀκοῦσαι διδάσκοντος τοῦ Ἐφραῒμ ἐν λόγῳ δαψιλεῖ καὶ χάριτι ἠρτυμένῳ· τὴν δὲ ὁρα‐ θεῖσαν ὀπτασίαν ἐκεῖνον ἐπικρίνοντα, δοξάσαι τε τὸν | |
25 | Θεὸν, καὶ τὴν δοθεῖσαν τῷ ἁγίῳ ἐκπλαγῆναι πλουσίαν τοῦ λόγου δωρεάν. Τοσοῦτον γὰρ τὸ περιὸν αὐτῷ τῆς σοφίας κεχάριστο, ὡς ἀεννάους μὲν εἶναι τοὺς τῶν λόγων ὀχετούς· βραδεῖς δὲ πρὸς τὴν τῶν νοημάτων φανέρωσιν, οὐ τῇ τῆς γλώττης ναρκότητι, ἀλλὰ τῇ | |
30 | τῶν ἐνθυμημάτων πυκνότητι· ὥστε τὴν γλῶσσαν ἶσον μὲν δύνασθαι τῷ τάχει τῶν παρ’ ἄλλοις ἐνθυμημά‐ των, ἧττον δὲ τῶν οἰκείων θεωρημάτων. Διὸ καὶ αὐ‐ τὸς περὶ ἑαυτοῦ ὁ μέγας πρεσβύτης Θεὸν ἐξαιτούμε‐ νος, ἐπὶ τῇ ἀνοχῇ τῆς ἀκατασχέτου τῶν λογάδων δω‐ | |
35 | ρεᾶς τοιαῦτα λέγεται φάναι· Ἄνες, ὦ Δέσποτα, τὰ τῆς χάριτός σου κύματα. Ὑπὸ γὰρ τὴν γλῶσσαν ἡ τῆς διδασκαλίας ἄβυσσος πελαγίζουσα, φέρειν αὐτῷ τὰ τῶν νοημάτων οὐκ ἐπέτρεπεν ἀλλεπάλληλα κύματα, τῇ κατεσπουδασμένῃ λειτουργίᾳ τῶν πρὸς τὸ λέγειν | |
40 | ὀργάνων οὐχ ὑπουργούντων. | |
43 | Ἐπέκοπτεν δὲ τοὺς λόγους ἕτερον μὲν οὐδὲν, εὐχὴ δὲ μόνη, καὶ ταύτην οἱ λόγοι, καὶ τούτους τὰ δάκρυα, | |
45 | καὶ ταῦτα πάλιν εὐχή. Καὶ ἦν ὁ λόγος τοῦ λόγου, εἰπεῖν δὲ μᾶλλον οἰκειότερον, ἐν λόγῳ, ταῖς περὶ Θεοῦ διὰ πάντων τούτων θεωρίαις συνεχῶς ἀσχολούμενος. Τὸ γὰρ σῶμα νεκρώσας μετὰ τῶν ἡδονῶν, καὶ δοῦλον δι’ ἐγκρατείας τῷ ἡγεμόνι κατεργασάμενος λογισμῷ, | |
46.836(50) | ἀκίνητον μὲν εἶχε πρὸς τὰ μὴ δέοντα ἀσιτίᾳ προδα‐ μασθὲν, στεῤῥὸν δὲ πρὸς τὰ λυσιτελῆ καὶ ψυχικὴν σωτηρίαν πορίζοντα. Ἀλλ’ οὐδὲ νύκτες αὐτῷ τὸν τῆς ἀρετῆς δρόμον ἐνέκοπτον, ταῖς ἐξ ὕπνου φαντασίαις αὐτὸν φενακίζουσαι. Νήφοντα γὰρ ἐξ ἡμερῶν δεχό‐ | |
55 | μεναι, γρηγοροῦντα κατελίμπανον παρατρέχουσαι, τοῦτο πραγματευόμενον, ἵνα μὴ καταλάβῃ τοῦτον ἡ χεὶρ τοῦ ἄρχοντος τοῦ σκότους τούτου καθεύδοντα. Ὕπνου δὲ μετελάμβανε τοσοῦτον, ὅσον πρὸς τὸ ζῇν | |
ἱκανόν· ὅπως μὴ τῆς φυσικῆς παντελῶς ἀκολουθίας | ||
46.837 | ἀνατραπείσης, λύσιν βίαιον ὑπομείνῃ τὸ σαρκίον. Ἀνέτρεπε δὲ τοῦτον, καὶ τῶν ὀφθαλμῶν ἐξεδίωκε πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δὲ χαμευνία καὶ σκληρ‐ αγωγία, καὶ ἡ παντοία τοῦ σώματος κάκωσις. Τού‐ | |
5 | τοις γὰρ μάλιστα τὸ τοῦ ὕπνου πάθος ἐξορίζεσθαι πέφυκεν. Ἀκτημοσύνην δὲ τοσαύτην ἐκτήσατο, ὅσην ἔχειν τοὺς θείους ἀποστόλους ἀκούεις. Διὸ καὶ εἴ τις τοῦτον ἀκτημονούντων ἀρχέτυπον καλέσει, οὐχ ἁμαρ‐ τήσει τοῦ δέοντος. Αὐτοῦ γὰρ ἐκείνου τὴν γλυκυτάτην | |
10 | καὶ μακαρίαν ἔχομεν φωνὴν, ἥνπερ μέλλων ἀπαίρειν πρὸς τὰ οὐράνια, ἡμῖν ἀφῆκεν ἀκτημοσύνης διδάσκα‐ λον, ὧδέ πως ἔχουσαν· Οὐχ ὑπῆρξε τῷ Ἐφραΐμ ποτε βαλάντιον, οὐ ῥάβδος, οὐ πήρα. Οὔτε μὴν ἀργύριον, οὔτε χρυσίον, ἀλλ’ οὐδέ τινα κτῆσιν ἑτέραν ἐπὶ τῆς | |
15 | γῆς ἐκτησάμην. Τοῦ γὰρ ἀγαθοῦ Βασιλέως ἤκουσα ἐν τοῖς Εὐαγγελίοις φήσαντος τοῖς ἑαυτοῦ μαθηταῖς, μηδὲν ἐπὶ τῆς γῆς κτήσασθαι. Ὅθεν οὐδὲ ἐμπαθῶς ἔσχον πρός τι τοιοῦτον. Οὕτως οὖν δόξης τε καὶ χρη‐ μάτων ὀλίγωρος, παντὸς δὲ μᾶλλον τοῦ ἀμείνονος | |
20 | ἐραστὴς, τῷ ἴσῳ κἀντεῦθεν τοῖς ἀποστόλοις ἁμιλλώ‐ μενος δρόμῳ. | |
25 | Τί δὲ περὶ ταπεινοφροσύνης αὐτῷ προσμαρτυρή‐ σωμεν· ὅπου γε διαῤῥήδην ἅπας αὐτοῦ λόγος καὶ σύγγραμμα ταύτην ἔχει τὴν ἀρετὴν κηρυττομένην, καίπερ αὐτῷ διωκομένην ἐκ πολλοῦ τοῦ περιόντος; Πότε γὰρ ὁ δάκρυα προσκαλούμενος δάκρυσι, σποδόν | |
30 | τε ὡσεὶ ἄρτον ἐσθίων, τὸ τραχὺ τῆς διαίτης, καὶ ἀνή‐ δονον, καὶ τὸ πόμα κιρνῶν μετὰ κλαυθμοῦ, ᾗ φησι τὰ λόγια, πρὸς ἐπάρσεως ἢ οἰήσεως λίθῳ τὸν ψυχικὸν πόδα προσκρούσειεν; Ἢ ὁ τὴν ἀνθρωπίνην ἅπασαν ἀποστρεφόμενος δόξαν, καὶ περιὼν μὲν ἔτι κατὰ τὸν | |
35 | βίον, τινὸς ἐπαινοῦντος, ἀσχαλῶν, καὶ ἄλλο τε ἄλλην ἀλλάττων χροιὰν, κύπτων τε εἰς γῆν, καὶ στάζων ἱδρῶτι λεπτῷ, καὶ δεινῇ κρατούμενος ἀφωνίᾳ, ὥσπερ τῆς αἰσχύνης αὐτοῦ τὴν γλῶσσαν ἀργούσης; | |
41 | Ἀπαίρων δὲ πρὸς τὴν μακαρίαν καὶ ἄληκτον ζωὴν, αὐτὸ τοῦτο πάλιν μετὰ σφοδρᾶς ἀπείργων ἐπι‐ τιμήσεως, καὶ λέγων· Μὴ ᾄσητε ᾆσμα ἐπὶ Ἐφραῒμ, μὴ ἐγκωμιάσητε, μή με πολυτελεῖ ἐνθάψητε ἱματι‐ | |
45 | σμῷ, μὴ ἰδίᾳ τῷ σώματί μου τάφον ἐργάσησθε· λόγον γὰρ ἔχω μετὰ Θεοῦ, αὐλισθῆναί με σὺν τοῖς ξένοις. Ξένος ἐγὼ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Ἔχεις τοιγαροῦν ἐκ περιουσίας καὶ ταύτης τῆς ἀρετῆς, καθὰ δὴ καὶ τῶν λοιπῶν, ἐναργῆ | |
46.837(50) | τὰ τεκμήρια. Τῆς ἐλεημοσύνης δὲ καὶ συμπαθείας οὐ ποιητὴν μόνον, ἀλλὰ καὶ διδάσκαλον τοῦτον ἐπιψη‐ φιεῖται ὁ τῆς ἀληθείας ὅρος καὶ νόμος. Τῇ γὰρ τελείᾳ ἀκτημοσύνῃ, τὸ παρέχειν τοῖς δεομένοις οὐκ ἔχων, ἐν τῷ τοὺς ἄλλους διεγείρειν πρὸς ἔλεον πυκναῖς | |
55 | παραινέσεσι, τὴν ἐλεημοσύνην μετήρχετο. Ἦν γὰρ ὡς ἀληθῶς ὁ τούτου λόγος, καὶ δίχα τῆς ὄψεως, κλεὶς | |
θεοχάλκευτος, τοὺς τῶν πλουσίων θησαυροὺς διανοί‐ | ||
46.840 | γων, καὶ τοῖς μετρίοις τὰ δέοντα χορηγῶν· ἡ δὲ ἀγ‐ γελοειδὴς θεωρία ἤρκει καὶ μόνη βλεπομένη πρὸς συμπάθειαν καὶ οἰκτιρμοὺς, καὶ τοὺς ἄγαν ἀμειλί‐ κτους κινῆσαι, ἁπλότητι, καὶ ἐπιεικείᾳ, καὶ πολλῇ | |
5 | κεκραμένῃ καλοκἀγαθίᾳ. Καὶ τίς οὕτως ἦν ἀναιδείᾳ προ[σ]κείμενος, ὃς προσβλέψας αὐτὸν, οὐκ ἠρυθρία, καί πως αὐτὸς ἑαυτοῦ κοσμιώτερος ἐγεγόνει; | |
11 | Τάχα τοίνυν τοσοῦτόν τις πλῆθος ἀκούσας κατορ‐ θωμάτων, δόξει ὡς οὐκ ἐν βάθει τῶν ἐκκλησιαστικῶν ἐχώρησε δογμάτων ὁ θεῖος οὗτος ἀνήρ. Ποίαν γὰρ εἶχε σχολὴν, φαίην ἂν, ὁ τοιοῦτος, τοσαύταις μερι‐ | |
15 | ζόμενος ἀρεταῖς; Τῷ δὲ οὐκ ἐπεπόλαζε τῶν θείων δογμάτων ἡ γνῶσις. Οὐ γὰρ ὅσον εἰπεῖν καὶ παραι‐ νέσαι τοῖς ἄλλοις, ταύτην μετῄει· ἀλλ’ ἄμφω καλῶς ἐπαιδεύθη, τά τε δόγματα τῆς Ἐκκλησίας αὐτὰ, τά τε τούτοις ἀντιλέγειν ἐπιχειροῦντα· τὰ μὲν, ὅσον ἐπιτη‐ | |
20 | δεύσει μαθών· τὰ δὲ πρὸς ἔλεγχον τῶν αἱρετικῶν. Ζῆλος γὰρ αὐτὸν κατὰ τῶν τῆς Ἐκκλησίας ἐκίνει θη‐ ρῶν· ὅθεν καὶ εἰς ἡμᾶς ἔφθασέ τε τις ἄγραφος λόγος, τὸν πρὸς τῇ ἀληθείᾳ τούτου ζῆλον ἡμῖν ἀποδεικνὺς, ἔχων οὕτως, ὡς ὁ κουφόνους, μᾶλλον ἄνους καὶ ἄλο‐ | |
25 | γος Ἀπολινάριος, πολλὰ καινοτομήσας καὶ ἀπὸ κοι‐ λίας ἐρευξάμενος, ἄδικον τῆς εὐσεβείας Γραφὴν ἐσχε‐ δίασεν, ἐν δυσὶ βιβλίοις ταύτην συντάξας. Ἐνεχεί‐ ρισε δὲ ταύτας πρὸς φυλακὴν καί τινι, τῇ τὰς ἐκείνου ἡδονὰς, ὡς ἐφημίσθη, θεραπευούσῃ. Ὡς δὲ τῷ Με‐ | |
30 | γάλῳ τὰ τῆς συγγραφῆς ἐγνωρίσθη, τῆς ἐκείνου δόξης σχῆμα πλασάμενος ὁ σοφὸς, προσέρχεται τῇ γυναικὶ τῇ τὰς βίβλους φυλαττούσῃ τὰς βεβήλους, ἀναγνωρι‐ ζόμενος, καὶ εὐλογίας αὐτῇ ὡς ἀπὸ τῆς ἐρήμου κο‐ μίζων, τάχα δὲ καὶ ἕτερά τινα τεχναζόμενος. Ὕστε‐ | |
35 | ρον οὖν ἱκετεύει δοθῆναι αὐτῷ χάριν ὠφελείας, ὡς ἔλεγε, τὰ τοῦ διδασκάλου συγγράμματα, ὡς ἂν τοῖς αἱρετικοῖς, ἡμᾶς οὕτω δῆθεν ἀποκαλῶν, ἀντιφέρεσθαι εὐπετῶς ἔχοι. Ἡ δὲ τὸν νοῦν οὐκ ἐμφω[τισ]θεῖσα, καὶ τῶν τῆς Ἀπολιναρίου συμμορίας καὶ τοῦτον εἶναι φε‐ | |
40 | νακισθεῖσα, τὰς βίβλους παρέσχετο, ταχινὴν ἀξιώσασα τὴν τούτων γενέσθαι ἀποστροφήν. Ὁ δὲ μέγας οὗτος Ἰακὼβ, τὸν βέβηλον πτερνίσας Ἡσαῦ, καὶ τὰ πονηρὰ πρωτότοκα τῶν τούτου νοημάτων λαβὼν, σοφῶς ὑπεξῆλθε· φύλλον γὰρ φύλλῳ προσπτύξας, ἰχθύος τε | |
45 | κόλλῃ τὸ πᾶν καταχρίσας, ὡς ἓν πυκτίον τὸ πᾶν τῆς βίβλου κατειργάσατο, θάτερον μέρος θατέρου διασπα‐ σθῆναι ὑπὸ τοῦ σφοδροῦ συνδέσμου μὴ συγχωρούμενον. Οὕτως ταῖς δυσὶ τεχνασάμενος βίβλοις, τῇ χρησάσῃ πάλιν ἀνταπέδωκεν· ἣ, οἷα γυνὴ, καὶ τῶν σοφῶν | |
46.840(50) | ἄπειρος νοημάτων, τὴν πρόσοψιν τούτων σώαν θεα‐ σαμένη, περὶ τοῦ βάθους οὐκ ἠκριβολόγησεν. | |
54 | Ἡμερῶν δὲ οὐ πάνυ συχνῶν διελθουσῶν, τισὶ τῶν | |
55 | ὀρθοδόξων ὑποτίθησιν ὁ θεῖος πρεσβύτης, τὸν ἀσεβῆ καλέσαι Ἀπολινάριον διαλεξόμενον. Ὁ δὲ τὴν πρόσ‐ | |
κλησιν δεξάμενος, καὶ ταῖς ἀθέοις αὐτοῦ βίβλοις | ||
46.841 | θαῤῥῶν, εἰς τὴν κυρίαν ἀπήντησε, καὶ διαλέγεσθαι μὲν αὐτὸς ὡς γήρᾳ τρυχωθεὶς, ἀπηνήνατο· τὰς οἰ‐ κείας βίβλους προκομισθῆναι, καὶ δι’ αὐτῶν ἀπο‐ κρίνασθαι καὶ ἀντιλέγειν ἠξίου. Ὡς οὖν οἱ τούτου | |
5 | συμμύσται τὰς βίβλους ἐκόμισαν, μεγάλως ἐπ’ αὐ‐ ταῖς βρενθυόμενοι· λαβὼν ἐκεῖνος ὁ πεπαλαιωμένος κακῶν ἡμερῶν τῆς ἀδικίας κριτὴς, τὴν μίαν βίβλων ἀναπτύξαι ἐπεχείρει. Ὡς δὲ οὐκ ἐνεδίδου τῇ κόλλῃ πιεσθεῖσα, περὶ τὸ μέσον ταύτης τὴν ὁρμὴν ἐποιεῖτο· | |
10 | ἡ δὲ ὁμοίως ἦν ἀνεπτυγμένη. Ὡς γοῦν τῆς πρώτης ἠστόχησεν, ἐπὶ τὴν δευτέραν λοιπὸν ἐχώρησε, καὶ δὴ καὶ αὐτὴν ὅλην ἀδιαίρετον καὶ πάντως ἀνύπεικτον κατιδὼν, τῇ μὲν αἰσχύνῃ τὸ πρόσωπον ἠλλοιώθη· τῇ ἀπορίᾳ δὲ, τὴν ψυχὴν ἐξεπλάγη, καὶ τοῦ συνεδρίου | |
15 | χωρισθεὶς ὁ παραπλὴξ ἀθυμίᾳ καὶ νόσῳ, καὶ τέλος θανάτῳ προσήγγισε, τὴν ὕβριν οὐκ ἐνεγκών. | |
19 | Τοιοῦτος ἦν καὶ πρὸς τὸν τῆς εὐσεβείας ζῆλον ὁ | |
20 | μέγας πατὴρ ἡμῶν καὶ διδάσκαλος Ἐφραΐμ· ἐν ἄλλοις μὲν τὸ πρᾶον καὶ ἐπιεικὲς ἐνδεικνύμενος, ὅτε μὴ χρεία πολέμου· ἐν ἄλλοις δὲ τὸ στύφον καὶ αὐ‐ στηρὸν, ὅτε μάλιστα περὶ τὴν πίστιν ὁ κίνδυνος, πάντα σοφῶς μετερχόμενος, καὶ ὡς ὁ καιρὸς ἐδεῖτο. | |
25 | Καὶ γὰρ καὶ τοῦτο τῶν πολλῶν αὐτοῦ νηστειῶν καὶ δακρύων, καὶ ἀκαταπαύστων οὐκ ἔλαττον προσευχῶν· ὁ κατὰ Θεὸν λέγω ζῆλος, μᾶλλον δὲ, καὶ ὑπὲρ ἐκεῖνα· ὅσον αὐτὰ μὲν εἰς μόνον τὸν δράσαντα περι‐ ορίζει τὴν ὄνησιν· ἐκεῖνο δὲ πρὸς κοινὴν διαβαίνει | |
30 | ὠφέλειαν. Ἐπειδὴ τὸν καλὸν θηρευτὴν ὁ ἀληθὴς λό‐ γος πρὸς τὰ μάχιμα δοκιμάζει θηρία, καὶ τὸν ἀγαθὸν κυβερνήτην πρὸς ἀντιπνέοντας τῷ πλοίῳ ἀνέμους, καὶ τὸν σοφὸν ἰατρὸν πρὸς τὰ δυσίατα πάθη, καὶ τὸν γενναῖον στρατιώτην πρὸς ἀντικειμένην βαρεῖαν πα‐ | |
35 | ράταξιν, καὶ τὸν σπουδαῖον καὶ ζηλωτὴν εὐσεβείας, ἐν ἀκμῇ κινδύνων καὶ δυσκολίας, ὅπως ἑαυτόν τε καὶ τοὺς ἄλλους ἐκσπάσῃ ἐκ τῆς ἐπιβουλῆς. Οὐκ ἔστιν οὖν εἶδος εὑρεῖν ἀρετῶν παρά τισι πάλαι φιλοπονηθὲν, τὸ μὴ καὶ ἐν τούτῳ κατορθωθέν. Εἰκάσαι δὲ τὴν αὐ‐ | |
40 | τοῦ ψυχὴν ἔστι πηγὴν παντοίοις βρύουσαν νάμασιν, ὠφελείᾳ καὶ γλυκύτητι καὶ τέρψει καθωραϊσμένοις· ἢ λειμῶνα κυπρίζοντα ποικίλοις ἀρωματίζουσαν ἄν‐ θεσιν· ἢ οὐρανὸν ἐπίγειον διαφόροις λαμπτῆρσι πε‐ ποικιλμένον, ἢ παράδεισον· οἷον ἀκούεις τὸν τῆς | |
45 | Ἐδὲμ ἀπείροις ἐγκάρποις ἀγλαϊζόμενον δένδροις· πλὴν μὴ βατὸν ὄφει πονηροτάτῳ, καὶ τῆς ἐξορίας προξένῳ· ἢ εἰ ἄλλο τι τῶν καλῶν καὶ τερπνῶν πολ‐ λοῖς καὶ διαφόροις ἀγαθοῖς ἡ φύσις τετίμηκε· τοιαύ‐ την εἶναι λογίζου τὴν τοῦ μεγάλου Ἐφραῒμ μακα‐ | |
46.841(50) | ρίαν ψυχὴν, πολλαῖς ἀρετῶν ἰδέαις πάντοθεν κυκλου‐ μένην. Μελέτην γὰρ ὁ θαυμάσιος διὰ βίου παντὸς θέμενος, τὴν ὁλικὴν κτήσασθαι ἀρετὴν, τὰ πάντα ἐσπούδασε μόνος περιλαβεῖν προτερήματα. | |
56 | Τοῦ γὰρ ἐν δικαίοις πρώτου Ἄβελ τὴν θεόλεκτον ὡς ἱερεὺς ἐκμιμησάμενος προσφορὰν, οὐκ ἐκ ποι‐ μνίων θύματα, οὐδὲ στέαρ Κυρίῳ προσήνεγκεν, ἀλλὰ | |
θυσίαν ἀναίμακτον, τὴν λογικὴν λατρείαν, βίου καθα‐ | ||
46.844 | ρότητι ὁλοκαυτουμένην, τοσοῦτον ἐκείνῳ ἁμιλληθεὶς, ὅσον μὴ ὑπὸ τοῦ πονηροῦ φονέως ἀναιρεθῆναι, ἀλλὰ διαδράντα τὰς παγίδας τοῦ μισανθρώπου δαίμονος ἐκ‐ φυγεῖν, καὶ πρὸς ἀτελεύτητον, ὡς ἐκεῖνος, μεταστῆναι | |
5 | ζωὴν, τῆς ἐπιβουλῆς φανέντα ἀνώτερον. Τοῦ δὲ Ἐνὼχ τὴν ἐλπίδα ζηλώσας, οὐκ ἐπικέκληται μόνον τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ, ἀλλὰ καὶ τοῖς ἄλλοις συν‐ επικαλεῖσθαι ἐδίδαξεν. Ἐνὼχ, οὐ τὴν ξένην ἐκ γῆς πρὸς τὸν παράδεισον μετάθεσιν ἐπετήδευσεν, ἀλλὰ | |
10 | τὴν ἐξ ὑλικῆς προσπαθείας ἐπὶ τὸ πνεῦμα μετάβασιν. Νῶε, οὐ τὴν ἐν ξυλίνῃ λάρνακι μικρὰν τοῦ γένους διάσωσιν, ἀλλὰ τοῦ τὴν ἑαυτοῦ ψυχὴν πανταχόθεν ἀσφαλίσασθαι, ὥστε παρελθεῖν ἀβλαβῶς τὸ τοῦ βίου κλυδώνιον, καὶ τὰ τῆς ἀρετῆς μὴ ζημιωθῆναι ἀγώ‐ | |
15 | γιμα. Τοῦ Ἀβραὰμ ἐν πολλοῖς μὲν καὶ ἄλλοις γέγονε μιμητὴς, τῇ πίστει καὶ πραότητι, καὶ τῇ εἰς Θεὸν ἀγάπῃ, μάλιστα δὲ τῇ τοῦ κόσμου φυγῇ, ὡς τῆς οἰ‐ κείας γῆς καὶ τῆς συγγενείας ἐκεῖνος ἠμείβετο φί‐ λον, καὶ τὴν τοῦ Μονογενοῦς θυσίαν εἰς τὴν τοῦ σώ‐ | |
20 | ματος ἐκείνου προαιρετικὴν διὰ Θεὸν ἐκλαβέσθαι προσφορὰν, νεκρώσαντι τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. Τοῦ Ἰσαὰκ, ἐν τῷ ἑκουσίῳ καὶ ἀταράχῳ θανάτῳ, πλὴν οὐχ ὑπὸ πατρὸς ἐκεῖνος. Οὗτος γὰρ ἱερουργῶν ἑαυ‐ τὸν ἑκάστοθι ἀποστολικῶς, σώματι μὲν ὡλοκαρποῦτο, | |
25 | ὅσον εἰς πρόθεσιν, πνεύματι δὲ ἔζη, καὶ ζῇ τῷ Θεῷ διὰ τὴν ὡς ἐν κριῷ τοῦ σώματος ἁγνὴν προσφοράν. Τὸν Ἰακὼβ, ἐν τῷ πτερνίσαι τὸν βέβηλον Ἡσαῦ, ἤτοι τὸν τῶν αἱρέσεων γεννήτορα, καὶ λαβεῖν τὰ πρωτότοκα, τὰ ὀρθὰ τῆς Ἐκκλησίας δόγματα, καὶ ἐν | |
30 | τῷ κατιδεῖν οὐ κλίμακα μὲν ἀπὸ γῆς εἰς οὐρανὸν ἐστηριγμένην, στύλον δὲ πυρὸς οὐρανομήκη, γλαφυ‐ ρώτερόν πως μυστηρίου βάθος ἐμφαίνοντα. Ἔτι γε μὴν καὶ ἐν τῷ τοῖς μαθηταῖς ὡς τοῖς υἱέσιν ἐκεῖνος ἐν τῷ μέλλοντι ἀπαίρειν τοῦ σώματος, διανεῖμαι τὰς | |
35 | εὐλογίας· αἷς τις φιλοπόνως ἐγκύψας, αὐτοῦ ἐκείνου τοῦ μεγάλου Ἰακὼβ ταύτας εἶναι οἰηθήσεται. Τοῦ Ἰωσὴφ, μάλιστα μὲν ἐν τῇ τοῦ σώματος ἁγνείᾳ καὶ καθαρότητι· πολὺ δὲ πλέον ἐν τῇ τοῦ λόγου μετα‐ δόσει, ὡς ἐκεῖνος τοῦ σίτου. | |
42 | Τοῦ Μωσέως ἢ ἐν πᾶσιν ἢ ἐν πλείστοις παρόμοιος· ἔφυγε γὰρ καὶ οὗτος τὸν γοητὸν Φαραὼ, καὶ ἐν ἐρήμῳ ηὐλίσθη, καὶ Θεὸν εἶδεν, ὅσον ἐφικτὸν θεωρίᾳ, καὶ | |
45 | θαύματα εἰργάσατο, καὶ λαοῦ καθηγήσατο χρηματί‐ σας διδάσκαλος· καὶ τοὺς Αἰγυπτίους κατεσοφίσατο, τὸν πλοῦτον ἐκείνων ἁρπάσας, τὰς τῶν αἱρετικῶν βίβλους αἰχμαλωτίσας καὶ θριαμβεύσας, καὶ τὴν θά‐ λασσαν διέῤῥηξε, τὴν ἁλμυρὰν καὶ ἄποτον ἀπιστίαν, | |
46.844(50) | καὶ τὸν λαὸν διεβίβασε, τὸ ὀρθόδοξον σύστημα. Καὶ τοὺς Φαραωνίτας ἐπόντισε, τὰ τῶν αἱρετικῶν ἄθεα γεννήματα. Καὶ τὸν Ἀμαλὴκ ἐτροπώσατο (εἴ τινα τῶν αἱρετικῶν τούτῳ βούλει καλέσαι τῷ ὀνόματι)· τὸν νόμον ἐκ Θεοῦ τῆς ὀρθοδοξίας ἔλαβε, καὶ ἡμῖν πᾶσι | |
55 | μετέδωκε. Τῆς σκηνῆς ἐν τῷ ὄρει τὸν τύπον ἐθεά‐ σατο, οὐ τῆς ἐπὶ Μωσέως, ἀλλὰ τῆς μελλούσης φρι‐ κτῆς κρίσεώς τε καὶ καταστάσεως. Τοὺς ἱερέας ἐτε‐ λείωσε, τὰ περὶ ἱερωσύνης νομοθετῶν. Ὕδωρ ἐκ πέ‐ | |
τρας ἐπήγασε, τὰς λιθώδεις καρδίας στάζειν δάκρυα | ||
46.845 | παρασκευάσας. Ἄρτον ἐψώμισεν ὡς ἐκεῖνος οὐρά‐ νιον, τοὺς τῆς ἀγάπης λόγους πᾶσι προθεὶς, δι’ οὗ μάλιστα στηρίζεται πᾶσα ψυχὴ, καὶ τῷ θείῳ καὶ μυστικῷ προσέρχεται ἄρτῳ θαῤῥοῦσα, τῷ ἐκ τῶν | |
5 | κόλπων τοῦ Πατρὸς εἰς σωτηρίαν ἡμῶν παραγενο‐ μένῳ. Ὀρτυγομήτραν ἔδωκεν, κάτωθεν ἡμῖν τοῖς πιστοῖς τῇ περὶ Θεοῦ μνήμῃ οὐρανοπορεῖν ἐκδιδά‐ σκων, καὶ τὰ ἐκεῖ φαντάζεσθαι κάλλη. Καὶ ἁπλῶς οἷς ἂν βούλῃ θεωρίας λόγοις τὰ τοῦ Πατρὸς τοῖς πα‐ | |
10 | λαιοῖς ἐξισοῦν σεμνολογήματα, οὐδ’ ὅλως εὑρήσεις καθυστεροῦντα. | |
14 | Ἐπεὶ καὶ Ἰησοῦς ὁ Ναυΐτης Ἰορδάνην ἔσχισε, | |
15 | τὰς ἀποκεκλεισμένας εἰς μετάδοσιν τῶν πλουσίων χεῖρας, πρὸς εὐποιίαν διάρας, καὶ τῷ λαῷ τὴν γῆν, οὐ τῆς κάτω ἐπαγγελίας, ἀλλὰ τῆς οὐρανίου βασι‐ λείας ἐκληροδότησεν. Ὡς Σαμουὴλ ἐκ βρέφους ἀν‐ ετέθη τῷ Θεῷ, καὶ φωνῆς θείας ἤκουσεν. Ὡς ὁ μέγας | |
20 | Ἠλίας, τοὺς τῆς αἰσχύνης παρεδειγμάτισεν ἱερεῖς, καὶ πῦρ νοητὸν ἐπὶ τῇ λογικῇ θυσίᾳ, οὐ μίαν, ἀλλὰ πολλάκις κατήγαγε· καὶ πυρίνῳ τῶν ἀρετῶν ἅρματι, οὐκ αἰθέριος, ἀλλ’ οὐράνιος ἁρματηλάτης ἀνήχθη. Ὡς Ἐλισσαῖος, διπλῆν τοῦ Πνεύματος τὴν χάριν | |
25 | πεπλούτηκε· καὶ ὡς οἱ προφῆται θεοφανείας πολλά‐ κις ἠξίωται. Τολμᾷ τοῦτον ὁ λόγος καὶ πρὸς τὸν ἐν γεννητοῖς γυναικῶν ἀνώτερον παραθεῖναι, τὸν μεσί‐ την τοῦ νόμου καὶ τῆς χάριτος. Ὡς πρόδρομος ἐν ἐρήμῳ ηὐλίσθη· καὶ ῥῆμα Θεοῦ γέγονε καὶ πρὸς τοῦ‐ | |
30 | τον, καὶ μετανοίας κήρυξ ἐχρημάτισε, καὶ τὰς ἁμαρ‐ τίας ἐξομολογεῖσθαι τοὺς προσερχομένους ἐδίδαξεν. Ὡς Παῦλος τὸ τῆς ἐκλογῆς σκεῦος, παντοίους ὑπ‐ έμεινε πειρασμοὺς, καὶ τὰ τῆς μετανοίας καταβαλεῖν σπέρματα, ὡς ἐκεῖνος τῆς πίστεως, οὐ κατενάρκησε. | |
35 | Καὶ τί δεῖ τοῖς κατὰ μέρος τοῦτον παραβάλλειν, ἔτι τῶν τούτου κατορθωμάτων πᾶσαν πληρούντων τὴν οἰκουμένην; Φαινομένων δὲ τῶν ἔργων, περιττόν ἐστι μακρολογία· τό τε τοῦ λόγου μῆκος εἰς ἀδοξίαν τῶν ἀρετῶν περιτρέπεται, ὡς οὐχ ἱκανῶν οὐσῶν ἑαυ‐ | |
40 | τὰς ἀρκούντως δι’ ἔργων μηνύσαι, ἀλλὰ τῆς ἐκ τῶν λόγων ἐπικουρίας δεομένων. Καλὸν δὲ οἷόν τι τερ‐ πνότατον ἥδυσμα, προσθεῖναι τῷ λόγῳ καὶ τὸ περὶ τὴν ἐκείνου τελευτὴν ᾀδόμενον τερατούργημα. | |
46 | Μέλλων γὰρ ὁ θεοφόρος οὗτος ἀνὴρ ἀπαίρειν πρὸς τὰ οὐράνια, τοῖς παροῦσι παρηγγυᾶτο, ὡς οὐκ ἐξὸν αὐτοῖς ἐσθῆτι πολυτελεῖ τὸ τούτου σῶμα ἐνταφιάσαι. Εἰ δὲ καί τις φιλοπάτωρ ὢν τοιοῦτόν τι προνενόηκεν, | |
46.845(50) | ἢ παρητοίμασε, μηδαμῶς εἰς ἔργον τὴν βουλὴν ἀγα‐ γεῖν, ἀλλ’ αὐτὸ ἐκεῖνο τὸ ὁρισθὲν εἰς τὴν ἐκείνου τα‐ φὴν δοθῆναι πτωχοῖς. Εἷς γοῦν τῶν παρεστώτων, καὶ οὗτος τῶν ἐπιφανῶν, ἐσθῆτα πολυτελῆ προευτρεπί‐ σας, κἀκείνῃ συνθάπτειν τὸ τοῦ θείου πρεσβύτου σῶ‐ | |
55 | μα προβουλευθεὶς, ἀκούσας τῆς ἐπιτιμίας, ἤλγησε, καὶ δοῦναι πτωχοῖς τὸ προετοιμασθὲν ἱμάτιον ὑπερ‐ έθετο, ἄξιον τίμημα δοῦναι μᾶλλον τοῖς δεομένοις κατὰ νοῦν ὁσιώτερον κρίνας. Ὃς αὐτίκα πληγεὶς ὑπὸ δαί‐ | |
μονος πονηροῦ, τῆς ἀνηκοΐας ἐτρύγα τὰ πικρότατα | ||
46.848 | δράγματα, ἑαυτὸν πρὸ τῆς κλίνης τοῦ ὁσίου σπαράτ‐ των, καὶ τὸν ἀφρὸν ἐκ τοῦ στόματος ἀναβράσσων. Ὁ δὲ συμπαθέστατος τοῦ Θεοῦ ἄνθρωπος λέγει τῷ πεπονθότι· Ἐπειδὴ, ὦ ἄνθρωπε, τί σοι παράλογον | |
5 | πέπρακται, καὶ πρὸς τοῦτον τὸν κίνδυνον ἔῤῥιψεν; Ὁ δὲ τῇ κελεύσει διαναστὰς, καίπερ ὑπὸ τοῦ δαίμο‐ νος τὸν νοῦν σκοτωθεὶς, τὸν κεκρυμμένον ἐξεῖπε λο‐ γισμὸν, καὶ τὴν παρακοὴν ἐφανέρωσεν. Ὃν ἐξομολο‐ γησάμενον ὁ συμπαθέστατος γέρων ὑγιῆ ἀποκατ‐ | |
10 | έστησεν, ἐπιθέσει ἁγίων χειρῶν καὶ εὐχῇ τοῦτον ἀπαλλάξας τοῦ πάθους· εἶτα καὶ προσειπών· Πλή‐ ρου σου τὴν ὑπόσχεσιν, ἄνθρωπε, ἣν πάλαι προ‐ ενενόησας. | |
16 | Τοιοῦτο τεράστιον πρὸς [τὰ] τῷ τέλει τοῦ βίου κατεργασάμενος, πολλαῖς τε παραινέσεσι τοὺς συν‐ όντας πρὸς τὸν τῆς ἀρετῆς ζῆλον διαναστήσας, ὡς ὁ τελευταῖος αὐτοῦ λόγος δηλοῖ, εἰς τὸν ἀκύμαντον λι‐ | |
20 | μένα τῆς αἰωνίου βασιλείας ἐξέπνευσε καὶ εὐαπόδε‐ κτος. Ποῦ δὲ τὴν ἐκείνου ψυχὴν ἀλλαχοῦ εἰκάζειν χρὴ καταλῦσαι, ἢ δῆλον ἐν σκηναῖς οὐρανίοις, ὅπου τάξεις ἀγγέλων, ὅπου χοροὶ προφητῶν, ὅπου θρόνοι ἀπο‐ στόλων, ὅπου χαρὰ τῶν μαρτύρων, ὅπου ὁσίων εὐ‐ | |
25 | φροσύνη, ὅπου διδασκάλων λαμπρότης, ὅπου πρωτο‐ τόκων πανήγυρις, καὶ ἦχος καθαρὸς τῶν ἐκεῖθεν ἑορταζόντων. Εἰς ἐκεῖνα τὰ ἀγαθὰ, ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι, εἰς ἐκεῖνον τὸν ἱερὸν ἐφοίτησε χῶρον ἡ τοῦ μακαρίου καὶ ἀοιδίμου Πατρὸς ἡμῶν | |
30 | πολυμακάριστος καὶ ἁγία ψυχή. Ἡγοῦμαι δὲ τῇ πρὸς οὐρανὸν αὐτῆς ἀναβάσει ἡγεῖσθαι τὰς παρὰ τὸν βίον αὐτοῦ ἀρετὰς, καὶ δεικνύειν αὐτῇ ἑκάστην τὰ ἄῤῥητα ἐκεῖνα καὶ ἀθέατα κάλλη, καὶ προσελθοῦσαν τάχα τὴν μείζονα πασῶν τῶν ἀρετῶν ἀγάπην, οὕτως εἰ‐ | |
35 | πεῖν· Ὅρα, φιλτάτη ψυχὴ, οἷόν σοι προεξένησα κάλ‐ λος· καὶ σὺν τῷ λόγῳ καθυποδεῖξαι τὸ ἐντρύφημα. Καὶ τὴν ταπεινοφροσύνην ἐπιδραμοῦσαν φράσαι· Σκόπει, πεποθημένη Θεῷ ψυχὴ, οἷον κἀγώ σοι τόπον ἀναπαύσεως ἡτοίμασα. Καὶ κατὰ μέρος τὰς πάσας | |
40 | εἰπεῖν τε καὶ καθυποδεῖξαι, οἵας αὐτῇ τὰς ἀντιδόσεις πρότερον φιλοπονηθεῖσαι προεξένησαν ὕστερον. Ὢ πολυυμνήτου καὶ ζηλωτῆς ἀποδημίας! ὢ θανάτου δακρύων μὴ δεομένου! ὢ χωρισμοῦ, τὴν ποθουμέ‐ νην προξενοῦντος συνάφειαν! ὢ μεταστάσεως οὐ | |
45 | παρεχούσης τῷ μεταστάντι μετάμελον! ὢ κη‐ δείας οὐ κεκτημένης μετάμελον! Ἐξ ὧν γὰρ τοὺς ἐκείνου τρόπους θαυμάζομεν, ἐκ τούτων τὴν παρα‐ μυθίαν λαμβάνομεν. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἀν‐ θρώπων, ὁ θάνατος αἴτιος δακρύων τοῖς περιλειπο‐ | |
46.848(50) | μένοις γνωρίζεται· ἐπὶ δὲ τῶν ἁγίων, εὐφροσύνης καὶ πανηγύρεως καθίσταται πρόξενος· ὅτι οὐ θάνα‐ τος ὁ τοιοῦτος, ἀλλὰ μετάστασις μᾶλλον καὶ πρὸς τὰ κρείττω μετάβασις. | |
56 | Ταῦτά σοι παρ’ ἡμῶν, τῶν Πατέρων ἄριστε, καὶ τῆς οἰκουμένης διδάσκαλε, τολμηρὰ γλώσση, ὡς δῶρα παρ’ ἀξίαν, προσάγεται τὰ ἐγκώμια· οὐχ ὡς χρῄζοντι | |
(ποίαν γὰρ εὔκλειαν χαρίζεται λόγος, ὀπίσω τῆς ἀξίας | ||
46.849 | τοῦ ἐπαινουμένου βαδίζων), πρὸς ὄνησιν δὲ μᾶλλον τῶν ζώντων· ὅτι μεγίστη τοῖς πολλοῖς ἐπὶ τὰ βελτίω παράκλησίς τε καὶ προτροπὴ, ἡ τῶν ἀγαθῶν ἀνδρῶν εὐφημία. Ἐκίνησε δὲ πρὸς τούτους ἡμᾶς τοὺς λό‐ | |
5 | γους καὶ τολμητίας εἰργάσατο, πολλὰ μὲν καὶ ἄλλα. Ἐῶ γὰρ ἐγὼ τὰ πολυειδῆ προτερήματα, καὶ τὸ τοῦ βίου καὶ λόγου κόσμῳ παντὶ διαλάλητον· τούτων δὲ πλέον ἡ θαυμαστή σου ἐπιστασία, καὶ ἀπολύτρωσις ἡ εἰς τὸν σοὶ γεγενημένον ὁμώνυμον, τὸν καὶ πρὸς | |
10 | τούτους ἡμᾶς ἀποδύσασθαι τοὺς ἀγῶνας προτρεψά‐ μενον, ὃς ὑπὸ βαρβάρων ἐκγόνων τοῦ Ἰσμαὴλ δορυ‐ άλωτος ἀπαχθεὶς, καὶ τῆς ἐνεγκαμένης οὐ μικρὸν χρό‐ νον χωρισθεὶς, πρὸς τὰ οἰκεῖα παλινοστῶν, καὶ τῆς ὁδοῦ τὴν λυσιτέλειαν ἀγνοῶν, τῆς σῆς ἔτυχε παρα‐ | |
15 | δόξου ἐπιστασίας, καὶ τὴν ὁδὸν ἐδιδάχθη τὴν πρὸς διάσωσιν μᾶλλον ἐπιτηδείαν, καὶ τοῦ σκοποῦ ὡς ἀλη‐ θῶς οὐ διήμαρτε. Ναὶ μὴν καὶ εἰς αὐτὸ καταντήσας τῶν κινδύνων τὸ ἄκρον, καὶ θάνατον ἐκδεχόμενος, ὑπὸ ἐπηρείας κατὰ τὴν ὁδὸν βαρβαρικῆς στενωθεὶς, ὡς μό‐ | |
20 | νον τῆς σῆς ἐπεμνήσθη προσηγορίας, ἐπειπών· Ἅγιε Ἐφραῒμ, βοήθει μοι. Καὶ τὴν πλάνην τῶν κινδύνων ἀβλαβῶς ὑπερέβη, καὶ τοῦ φόβου κατεφρόνησε, καὶ σωτηρίας ὑπὲρ νοῦν τετύχηκε, καὶ τῇ πατρίδι παρ’ ἐλπίδα ὑπὸ τῆς σῆς προνοίας φρουρούμενος ἀπο‐ | |
25 | δέδοται. Διὰ τοῦτο, εἰς τὰ προειρημένα προτεῖναι ἐκτατικώτερον ἐτολμήσαμεν, καὶ τῶν ἐπαίνων ἐφ‐ άψασθαι ἀκαθάρτοις ἐτολμήσαμεν χείλεσιν. Καὶ εἰ μὲν παρὰ πολὺ τοῦ δέοντος ἤλθομεν ἐν τοῖς λόγοις, αἴτιον σὲ γεγενῆσθαι τῆς ἐπιτυχίας στηλογραφήσο‐ | |
30 | μεν, καὶ σοὶ τὴν χάριν ὁμολογήσομεν. Εἰ δὲ παρὰ πολὺ τῆς ἀξίας οἱ ἔπαινοι, καὶ οὕτως πάλιν αἴτιον σὲ τῆς ἀποτυχίας καταιτιασόμεθα, κἂν τολμηρός πως ὁ λόγος. Σὺ γὰρ φεύγειν τοὺς ἐπαίνους βουλό‐ μενος, καὶ ὡς ζῶν ἐν βίῳ, οὕτω καὶ μεταστὰς τα‐ | |
35 | πεινοφρονεῖν ἀσπαζόμενος, παρεμποδίζεις τοὺς ἐγ‐ κωμιάζειν σε θέλοντας. Πλὴν κἄν τε τοῦτο, κἄν τε τὸ πρὸ αὐτῶν, ἡμεῖς τὸ χρέος, ὅσον εἰς δύναμιν, ἀφ‐ οσιούμεθα, καὶ πιστεύομεν, ὡς οὐδ’ ἀποστραφήσῃ ἡμᾶς τοὺς θερμοὺς φιλοπάτορας· ἀλλ’ ὡς παίδων | |
40 | προσφιλῆ γονεῦσι δέξῃ ψελλίσματα. Σὺ δὲ τῷ θείῳ παριστάμενος θυσιαστηρίῳ, καὶ τῇ ζωαρχικῇ καὶ ὑπεραγίᾳ λειτουργῶν σὺν ἀγγέλοις Τριάδι, μέμνησο πάντων ἡμῶν, αἰτούμενος ἡμῖν ἁμαρτημάτων ἄφεσιν, αἰωνίου τε βασιλείας ἀπόλαυσιν, ἐν Χριστῷ Ἰησοῦ | |
45 | τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ θείῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ | |
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |