TLG 2017 066 :: GREGORIUS NYSSENUS :: Encomium in xl martyres i

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

Encomium in xl martyres i

Citation: Volume — page — (line)

46

.

749

(1t)

ΤΟΥ ΑΥΤΟΥ
2tΕΓΚΩΜΙΟΝ
3tΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΜΑΡΤΥΡΑΣ.
8tΛΟΓΟΣ Αʹ.
9Οἷς ἀνιᾶσθαι τοὺς πολλοὺς στοχάζομαι, τούτοις
10αὐτὸς ἀγάλλομαι τὴν διάνοιαν. Ἀηδὲς γὰρ, ὡς εἰκὸς, τοῖς πολλοῖς τὸ ἐν ἀλλήλοις συνθλίβεσθαι, ἐμοὶ δὲ τοῦτο κεφάλαιον εὐφροσύνης ἐστίν. Εὐφραίνεται γὰρ ὀφθαλμὸς τοῦ ποιμένος, τὸ ποίμνιον βλέπων ὑπὸ πλή‐ θους στενοχωρούμενον, καὶ τῆς μάνδρας ὑπερ‐
15χεόμενον· καίτοι γε οὐ μικρὰ τῶν προβάτων ἡ ἔπαυλις, ἀλλὰ στενὴν ποιεῖ τὴν εὐρυχωρίαν εὐθη‐ νούμενον τῷ πλήθει τὸ ποίμνιον. Τοιοῦτόν τι καὶ περὶ τὸν Κύριον ὁ Πέτρος ἰδὼν ἀπεκρίνατο λέγων, ὅτι, Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλί‐
20βουσιν. Ὄντως, καθώς φησί που ὁ θεῖος Ἀπόστολος, τὸ θλίβεσθαι καὶ μὴ στενοχωρεῖσθαι τοῦτό ἐστι. Παντὶ γὰρ, φησὶ, θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενοι. Ἐγὼ δὲ τίνα προχειρίσομαι λόγον ἐπὶ τοῦ τοιούτου συλλό‐ γου; Τίς δώσει μοι φωνὴν σάλπιγγος ὑψηλοτέραν,
25ὥστε ὑπερηχῆσαι τὸ πλῆθος, καὶ ταῖς ἀκοαῖς τῶν συνειλεγμένων ἐναποθέσθαι τὰ ῥήματα; Πρὸς τί τῶν ἀνεγνωσμένων τρέψας ἐμαυτοῦ τὴν διάνοιαν, πρόσφο‐ ρον ἐξεύρω τοῖς παροῦσι τὸν λόγον; Πολὺς ὁ Ἰὼβ παιδεύων εἰς ἀνδρείαν τὸν βίον τοῖς καθ’ ἑαυτὸν ὑπο‐
30δείγμασι, πολὺς ὁ Παροιμιαστὴς τοῖς αἰνίγμασι. Τί δ’ ἄν τις εἴποι περὶ τοῦ ἱεροῦ Ἀποστόλου, ὃς ἐκ τῶν ἀῤῥήτων ῥημάτων ἐκείνων ἃ ὑπὲρ τὴν ἀνθρωπίνην εἶναί φησι κατανόησιν, τάχα διὰ τῆς πρὸς Ἐφεσίους διδασκαλίας καὶ ἡμῖν ὑπελάλησε τὸν ἀπόῤῥητον ἐν
35τῷ σταυρῷ λόγον, δι’ αἰνιγμάτων ἀνακαλύπτων. Τοιαῦτα δὲ ἕτερα καὶ τὰ ἐκ τῆς ψαλμῳδίας μυστήρια, ἀνάμνησις, καὶ στηλογραφία, καὶ ἐπιλήνιος. Ταῦτα γὰρ ἐν ταῖς ἐπιγραφαῖς τῶν ὑπαναγνωσθέντων ἡμῖν ψαλμῶν κατανοήσαντες, οὐ μικρὰν ὁρῶμεν ἀφορμὴν
40τῷ λόγῳ διὰ τῶν αἰνιγμάτων διδομένην. Ἀλλ’ ἐμοὶ τὸ μὲν τοῖς εἰρημένοις ἐπεξελθεῖν, εὔκαιρον εἶναι δο‐ κεῖ δευτέρῳ ταμιεύσασθαι χρόνῳ· ἐπιθυμῶ δὲ τῆς παρούσης χάριτος πρόσφορόν τινα καὶ κατάλληλον
ἐξευρεῖν τὴν φωνήν. Τίς οὖν ἐστιν αὕτη; Οἶδά τινα749

46

.

752

νόμον τῆς φύσεως ἴδιον, αὐταῖς ταῖς θείαις πλαξὶν ἐντετυπωμένον παρὰ τοῦ νομοθέτου τῆς φύσεως· ὃς πᾶσαν ἀγαθὴν ἀμοιβὴν τοῖς ἰδίοις γονεῦσιν ἐκτιννύ‐ ναι κελεύει, ὅσην ἂν ἡ δύναμις φέρει. Τίμα γὰρ,
5φησὶ, τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίαις, ἵνα εὖ σοι γένηται. Εἰ δὲ πρωτεύει κατ’ ἐπαγγελίαν οὗτος ὁ νό‐ μος, καὶ τὸ κατόρθωμα τούτου ἴδιον κέρδος τοῦ φυ‐ λάσσοντος γίνεται (ἐπαναστρέφει γὰρ ἡ εἰς τοὺς
10γονέας τιμὴ εἰς τὸν πεπληρωκότα τὸν νόμον)· καλῶς ἂν ἔχοι πάντα τόν γε νοῦν ἔχοντα πρὸς ταύτην βλέ‐ πειν τὴν ἐντολὴν, ἧς τὸ πέρας εὐεργεσία καὶ χάρις τοῦ ποιήσαντος γίνεται. Οἱ μὲν οὖν τῆς σαρκὸς ἡμῶν πατέρες, τῇ καθ’ ἑαυτοὺς γενεᾷ κατὰ τὸν ἐξ ἀρχῆς
15αὐτοῖς ἀφορισθέντα χρόνον ὑπηρετήσαντες, ἀπροσ‐ δεεῖς εἰσι τῆς ἡμετέρας τιμῆς, ἔξω τοῦ βίου πάλαι γενόμενοι, ὡς μὴ δυνατὸν εἶναι τὸν τοιοῦτον πληρῶ‐ σαι νόμον, τῶν ὑποδεχομένων τὴν εὐποιίαν οὐκ ὄν‐ των. Ὁ δὲ νόμος ἐνεργοῦντας ἡμᾶς ἐπιτυγχάνειν τῆς
20ἐπαγγελίας κελεύει. Οὐδὲ γὰρ δυνατὸν τοὺς ἀργοῦν‐ τας ἔχειν τῶν ἐνεργούντων τὰ ἔπαθλα. Τί οὖν χρὴ πράττειν, τῶν γονέων οὐκ ὄντων, τὸν καὶ τῆς ἐπαγ‐ γελίας ἐρῶντα, καὶ ὅπως ἂν τύχῃ τῆς σπουδῆς ταύτης ἀδυνατοῦντα; Ναὶ λύει πάντως τὴν ἀμηχανίαν ταύ‐
25την ἡμῖν τὰ ὁρώμενα. Ὑμᾶς γὰρ βλέπων, οὐδὲν δέομαι πατέρας ἄλλους περιεργάζεσθαι. Ὑμεῖς γὰρ ἐστέ μου πατέρες, οἱ καὶ αὐτῶν μοι τῶν πατέρων πατέρες. Ἡ γὰρ πατρὶς τῶν γεννησαμένων ἐν ἑαυτῇ περιέχει καὶ τὸ τῶν γεγεννηκότων ἀξίωμα. Τί οὖν ποιήσαντες τὸν
30τῆς τιμῆς ὑμῖν νόμον ἀποπληρώσομεν; Εὐγνώμων μὲν γάρ τις παῖς καὶ φιλόστοργος, τὸ γηραιὸν τῆς τοῦ πατρὸς ἡλικίας διὰ τῆς παρ’ ἑαυτοῦ θεραπείας ἀνανεούμενος, ὑπερείδει τὸ σαθρὸν τῆς ἀσθενείας, αὐτὸς τῷ πατρὶ τὰ πάντα γενόμενος. Ὅθεν ἔστιν
35ἰδεῖν ἀνηβάσκοντα ἐν τῷ παιδὶ τὸν πατέρα. Καί που καὶ χεὶρ πρεσβυτικὴ καὶ ὑπότρομος, τῷ σθεναρῷ τῆς νεότητος ἑαυτὴν ἀναπαύουσα, ἐκκαρποῦται τοῦ νέου τὴν δύναμιν, καὶ ἡ τῶν ποδῶν κίνησις ἤδη τῇ ῥικνό‐ τητι τῶν μελῶν ἐποκλάζουσα, ἐνεργὸς διὰ τῆς τοῦ
40τέκνου σπουδῆς γίνεται, ὑπορθουμένη τῷ ὑπερείδοντι. Κἂν ἀμαυρωθῇ διὰ τὸν χρόνον ἡ ὄψις, πάλιν διὰ τοῦ παιδὸς ὁ πρεσβύτης ὀξυδερκὴς γίνεται, πρὸς τὰ τῆς ζωῆς ἀναγκαῖα χειραγωγούμενος. Ὑμεῖς δὲ ἡ πατρὶς, οὐχ οὕτως ἔχετε ὡς τούτων ἐπιδεῖσθαί τινος.
49Τί οὖν πράττοντες τὴν εὐλογίαν τῆς ἐντολῆς καρ‐

46

.

752

(50)

πωσόμεθα; Τί τῶν κεχαρισμένων ὑμῖν δωροφορήσο‐ μεν, μηδενὸς τῶν ἀγαθῶν ὑμῖν λείποντος; Ἢ καὶ αὐτὸ τὸ διηγήσασθαι τὰ προσόντα καλὰ, τιμῆς ἂν εἴη τῆς χρεωστουμένης ὑμῖν; Οὐκοῦν καιρὸς ἂν εἴη ταῦτα λέγειν, οἵοις καὶ ὅσοις ὁ ὑμέτερος βίος ἐγκαλ‐
55λωπίζεται. Μᾶλλον δὲ οὐχὶ λέγειν, ἀλλὰ καὶ δεικνύειν πάρεστιν. Ἦ που δὲ οἴεσθε τὰ κοινὰ ταῦτα καὶ πρό‐
χειρα λέγειν; Γῆς εὐφορίαν, καὶ καρπῶν ἀφθονίαν,751

46

.

753

καὶ ποταμὸν διαιροῦντα τὴν οἴκησιν; Τουτονὶ λέγω τὸν τῷ κύκλῳ τοῦ πεδίου τὸ ῥεῖθρον ἑαυτοῦ κατα‐ κλείοντα, καὶ λίμνην γινόμενον, ὃς καὶ πρὸ τοῦ λιμνά‐ ζειν καὶ μετὰ τοῦτο πρὸς τὴν ἑκάστου χρείαν τῶν
5ἐνοικούντων τεμνόμενος, ἄλση τε καὶ λειμῶνας φιλο‐ τεχνῶν διεξέρχεται, καὶ μυρίας παρέχει τοῖς οἰκοῦσι τὰς χάριτας, πρὸς πᾶσαν ἐπιθυμίαν τῶν οἰκητόρων τῆς πόλεως ἑαυτὸν διασχίζων. Ἄλλοι ταῦτα λεγέτω‐ σαν, οἷς καὶ ὁ λόγος ὑπηρετεῖ πρὸς τὸν ὄγκον, καί
10τινα φέρει φιλοτιμίαν τοῖς γεγυμνασμένοις, ἐκ τῶν τοιούτων αὔξων τῇ πατρίδι τὸν ἔπαινον. Κοσμικὸς δέ τις ἀνὴρ, καὶ τῇ ζωῇ ταύτῃ τὰ καλὰ κρίνειν εἰδὼς, προστιθέτω τοῖς ἐπαίνοις, εἰ δοκεῖ, καὶ τὸν ἕτερον τῶν ποταμῶν. Τοῦτον λέγω τὸν γείτονα, ὃς διὰ τὸ
15μέγεθος τοῖς ὀνομαστοῖς τῶν κατὰ τὴν οἰκουμένην ποταμῶν ἐναρίθμιος ὢν, ἀπὸ τῆς ἡμετέρας ἀρχόμε‐ νος ἐν χρόνῳ παραμείβει τὴν πόλιν, οὐ μικρὰν τὴν παρ’ ἑαυτοῦ χάριν εἰς προσθήκην κάλλους τε καὶ τῆς συνεργίας τοῦ βίου δι’ ἑαυτοῦ συνεισφέρων. Κἂν οἰ‐
20κιστὰς καταλέγειν δέῃ, κἂν ἐξ ἀποικίας τὰ γένη τῶν οἰκητόρων ἀποσεμνύνειν, κἄν τινα χειρὸς πολεμικῆς κατορθώματα τοῖς καθ’ ἡμᾶς προσδιηγήμασι· τρό‐ παια, καὶ μάχαι, καὶ τὰ ἐξ ἀριστείας θαύματα, ὅσα συγγραφέων παῖδες βίβλοις ἐναπεθήκαντο, πόῤῥω
25ταῦτα τοῦ ἡμετέρου χοροῦ. Αἰσχύνεται γὰρ χριστια‐ νὸς λόγος ἀπὸ τῶν ἔξω τῆς πίστεως τοῖς φιλοχρίστοις τὰς εὐφημίας χαρίζεσθαι, ὥσπερ οἱ τὴν σκιὰν τοῦ ἀριστέως πρὸ τῶν τροπαίων σεμνύνοντες. Οὐκοῦν τε‐ τράφθω πρὸς τὰ παρόντα ὁ λόγος, καὶ ὑπ’ ὄψιν ἡμῖν
30ἀγαγέτω τὸν καρπὸν τὸν ὑμέτερον. Σιγάσθω δὲ τὰ τοῦ κόσμου καλὰ, κἂν ἐκ περιουσίας πλεονάζῃ τῷ λόγῳ καὶ ἡ τοιαύτη τῶν ἐγκωμίων ὑπόθεσις. Οὐδὲ γὰρ ὁ οὐρανὸς ὅλος, ὃ δὴ κάλλιστόν τε καὶ μέγιστον τῶν ἐν τῇ κτίσει πάντων ἐστὶν, οὔτε αἱ τῶν φωστή‐
35ρων αὐγαὶ, οὔτε τῆς γῆς τὸ πλάτος, οὔτε ἄλλο τι τῶν στοιχειωδῶς τῷ παντὶ ὑποκειμένων μέγα τι καὶ θαύματος ἄξιον οἶδεν ὁ θεόπνευστος λόγος. Πεπαίδευ‐ μαι τῷ θείῳ προστάγματι πρὸς μηδὲν τῶν παρερχο‐ μένων θαυμαστικῶς διατίθεσθαι.
43 Εἰ οὖν πᾶς οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, καὶ ἅπαν τοῦ κόσμου παράγει τὸ σχῆμα, καθώς φησιν ὁ
45Ἀπόστολος· πῶς ἄν τις εὐπρεπὲς εἶναι νομίσειε, γῆς ἡμῖν καὶ ὕδατος εὐφορίαν εἰς ἀφορμὴν ἐπαίνων προβάλλεσθαι; Εἰ γὰρ καὶ πρόσεστι τῷ καθ’ ὑμᾶς τόπῳ πλέον, ἢ καὶ ἐν ἄλλοις, τὰ τοιαῦτα τῆς γῆς προ‐ τερήματα, ἀλλὰ συγκρίσει τῶν ὑμετέρων καλῶν ἀντ’

46

.

753

(50)

οὐδενὸς οἶδεν ἐκεῖνα παρατρέχειν ὁ λόγος. Οὐκοῦν πρὸς τὰ προτιμότερα τῇ φύσει ταῖς εὐφημίαις τρε‐ πώμεθα. Ταῦτα δὲ οὐκέτι διὰ λόγων ἡμῖν δειχθήσε‐ ται, ἀλλ’ εἰς αὐτὸ πάρεστι βλέπειν τῶν ὑμετέρων ἀγαθῶν τὸ κεφάλαιον. Τίς γὰρ οὐκ οἶδε τὸν καρπὸν
55τὸν ὑμέτερον, ὅτι ὑμεῖς τὸν τῶν μαρτύρων ἐβλαστή‐ σατε στάχυν, τὸν πολύχουν τοῦτον, καὶ ὑπὲρ τοὺς
τριάκοντα τῷ πλήθει τῶν καρπῶν πλατυνόμενον;753

46

.

756

Ὁρᾶτε τὴν ἱερὰν ταύτην ἄρουραν· ἐντεῦθεν τῶν μαρ‐ τύρων τὰ δράγματα. Εἰ ζητεῖς μαθεῖν τίνα λέγω τὴν ἄρουραν, μὴ πόῤῥω τοῦ παρόντος περισκοπήσῃς. Τίς ὁ τόπος ὁ περιέχων τὸν σύλλογον; Τί σοι λέγει ἡ
5ἐνιαύσιος τοῦ κύκλου περίοδος; Ποῖά σοι διηγήματα ἡ τῆς ἡμέρας ταύτης ὑπόμνησις ἥκει κομίζουσα; Ἄρ’ οὐ λαλιαί τινές εἰσι, καθώς φησιν ὁ Προφήτης, καὶ λόγοι, ὧν οὐχὶ μόνον ἀκούονται αἱ φωναὶ, αὐτῶν παντὸς λόγου εὐτονώτερον διηγούμεναι τὰ θαύματα;
10Ἂν εἰς τὸν τόπον ἀπίδῃς, αὐτὸς εἶναί φησι τῶν μαρ‐ τύρων τὸ στάδιον· ἂν τὴν ἡμέραν λογίσῃ, οἷόν τις κήρυξ μεγαλόφωνος ἀνακηρύττει τῶν μαρτύρων τὸν στέφανον. Ταῦτά μοι δοκῶ τῆς ἡμέρας ἐμβοώσης ἀκούειν· ὅτι ἄλλη μὲν τῇ δημιουργίᾳ τῶν φωστήρων
15σεμνύνεται, ἄλλη δὲ τῷ οὐρανῷ, καὶ ἑτέρα τῇ κατα‐ σκευῇ τῆς γῆς ἐπαγάλλεται. Ἐμοὶ δὲ ἀρκεῖ πρὸς κόσμον τὰ τῶν μαρτύρων θαύματα· ἀρκεῖ τῷ κάλλει τῶν στεφάνων ἐγκαλλωπίζεσθαι· ἀρκεῖ τοῖς κατὰ τοῦ διαβόλου τροπαίοις ἐπισεμνύνεσθαι. Οἷα γέγονεν
20ἐν ἐμοὶ διηγήματα! Οἷα γέγονε δι’ ἐμοῦ τοῖς ἀγγέλοις προσθήκη! Οἷον ἔδωκεν ἡ γῆ τῷ Θεῷ τὸν καρπόν! Οἵαν ἐφύτευσε φυτείαν ἐν ἐμοὶ ὁ Κύριος! Ὅθεν καὶ πᾶσα σχεδὸν ἡ οἰκουμένη ταῖς παραφυάσι τῶν ἐντεῦ‐ θεν κλημάτων καταπεφύτευται, καθάπερ τις ἄμπε‐
25λος εὐθηνοῦσα, καὶ ἄλλας δι’ ἑαυτῆς ἀμπέλους ἐργά‐ ζεται, καὶ αὕτη διαμένει ἀνέκλειπτος. Ταῦτά τοι καὶ τὰ τοιαῦτα δοκεῖ τῆς ἡμέρας ἡ χάρις εὐαγγελίζε‐ σθαι, καὶ ὁ τοῦ συλλόγου τόπος τοιαῦτα ἕτερα. Ἀλλὰ τί πάθω πρὸς λαὸν τοσοῦτον, ἰσχνόφωνός τις ὢν ἐγὼ
30καὶ βραδύγλωσσος, καὶ μόγις τοῖς παρεστῶσιν ἐν ἐπηκόῳ φθεγγόμενος, ὑπερηχοῦντος τοῦ ἤχου τὸν λό‐ γον; Ἦ γὰρ ἂν ἐνδιέτριψα τοῖς ἀγαθοῖς διηγήμασιν, ὅπως ἡ καλὴ συσκηνία τῶν τεσσαράκοντα, κοινὴν μὲν τὴν ἄθλησιν, κοινὴν δὲ πανταχοῦ τὴν ἀποικίαν πε‐
35ποίηνται, καὶ πανταχοῦ καταμερίζονται, καὶ μετ’ ἀλλήλων ἐπιξενοῦνται τοῖς τόποις. Οὐκοῦν οὐδεὶς με‐ ρικὴν τῶν λειψάνων χάριν ὑποδεξάμενος, οὐκ ἐκ τοῦ παντὸς τὴν ἐπιφάνειαν τῶν μαρτύρων ἐδέξατο. Εἷς γὰρ ἐν Κυρίῳ γεγονότες οἱ πάντες, δι’ ἑνὸς μετὰ
40παντὸς τοῦ πληρώματος ἑαυτῶν εἰσοικίζονται. Ἀλλὰ πῶς ἔστι μὴ ἀδικῆσαι τὸν λόγον, τὴν ἀρχὴν τῶν κατ’ αὐτοὺς διηγημάτων σιγήσαντα; Τίς οὖν ἐστιν ἡ ἀρχή; Νεότης ἀγαθὴ καὶ περίβλεπτος, πίστις ἀρίστη, δι’ ἣν οἱ πάντες ἐξειλεγμένοι, κάλλει διαπρεπεῖς, ἔρνεσι
45τὸ μέγεθος παραπλήσιοι ἐν ἄνθει τῆς ὥρας. Ὁρᾶτε τὴν φωνὴν τῷ θορύβῳ ταρασσομένην, καὶ τὸν λόγον τῷ ἤχῳ διακοπτόμενον, ὥστε ἡμᾶς οἷόν τινι πελά‐ γει κυμαινομένῳ ταῖς φωναῖς τοῦ λαοῦ χειμασθέντας, ἀναγκαίως ἐπὶ τὸν ἀκύμαντον τῆς σιωπῆς κατα‐

46

.

756

(50)

φεύγειν λιμένα; Εἰ δὲ γένοιτο ἡμῖν κατὰ Θεοῦ χάριν, καὶ τὰ δεύτερα τοῦ λόγου σχολὴ ἐν ἡσυχίᾳ τῆς ἀκροά‐ σεως, τὰ νῦν ἐλλειφθέντα συνεργίᾳ τοῦ Θεοῦ πληρω‐ θήσεται. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.755

46

.

757

(1t)

ΛΟΓΟΣ Βʹ.
2 Χθὲς οἱ μάρτυρες πρὸς ἑαυτοὺς τὸν λαὸν ἐκάλουν· νῦν τῷ καταγωγίῳ τῆς Ἐκκλησίας ἐπιξενοῦνται αὐ‐ τόκλητοι. Νόμος δέ τίς ἐστι συμποτικὸς, τὰς ἐγκυ‐
5κλίους ταύτας ἑστιάσεις παρὰ τῶν δαιτυμόνων ἀλλή‐ λοις ἐκ περιτροπῆς ἐπιδίδοσθαι. Οὐκοῦν ἀνάγκη καὶ ἡμᾶς τὸν αὐτὸν ἀντιπληρῶσαι τοῦ δείπνου τοῖς μάρ‐ τυσιν ἔρανον. Ἀλλ’ ἐπειδὴ πένεται ἡμῖν ἡ χορηγία τοῦ λόγου, καλῶς ἔχει τοῖς παρ’ αὐτῶν ἐκείνων λει‐
10ψάνοις ἡμᾶς δεξιοῦσθαι, τοὺς χθὲς μὲν ἑστιάτορας, σήμερον δὲ δαιτυμόνας. Ἀρκεῖ γὰρ καὶ βραχύ τι μέρος ἐκ πλουσίας τραπέζης, μεγάλης εὐωχίας γε‐ νέσθαι παρασκευὴν, ὅταν τοιοῦτον λείψανον ᾖ. Τί οὖν τοῦτο τὸ λείψανον; Μέμνησθε πάντως ἐν τίνι ἦμεν
15τοῦ λόγου, ὅτε ὁ εὐκταῖος ἐκεῖνος καὶ ἡδὺς ἡμῖν ἐκ τοῦ πλήθους τῶν συνειλεγμένων θόρυβος συνέχεε τὴν τῶν λεγομένων ἀκρόασιν, ὅτε ἡ ἔμψυχος ἐκείνη τῆς ἐκκλησίας θάλασσα τῷ πλήθει τῶν ἐπεισρεόντων πλημμυροῦσα, πρὸς τὴν ῥοπὴν τῶν ἀεὶ βιαζομένων
20ἐκύμαινε, μιμουμένη καὶ τῷ ἤχῳ τὴν ὄντως θάλασ‐ σαν, οἷον αὐταῖς ταῖς ἀκοαῖς ἡμῶν προσρηγνῦσα τῶν κυμάτων τὸν ψόφον. Ἐν τίσι τοίνυν κατελίπομεν χει‐ μασθέντα τῷ θορύβῳ τὸν λόγον, μέμνησθε πάντως οἷς μεμελέτηται διὰ μνήμης ἔχειν τοὺς μάρτυρας.
25Ἦν δὲ, ὡς οἶμαι, ἡ ἀκολουθία τοῦ λόγου αὕτη, ὅτι οὐ τῶν τυχόντων ἦσάν τινες οἱ εἰς τὸν ἀγῶνα τοῦτον ἐξειλεγμένοι, οὐδέ τις σύμμικτος καὶ ἀνώνυμος ὄχλος, ἐκ ταπεινῶν ἐπιτηδευμάτων ὁρμηθέντες, πρὸς τὸ ἀξίωμα τοῦτο ἐπήρθησαν· ἀλλὰ πρῶτον μὲν δι’ εὐ‐
30φυΐαν σώματος, κάλλει καὶ δυνάμει καὶ ῥώμης πε‐ ριουσίᾳ τῶν λοιπῶν διενεγκόντος, τοῖς στρατιωτικοῖς καταλόγοις ἐνηριθμήθησαν· μετὰ ταῦτα δὲ τῷ κατ’ ἀρετὴν βίῳ καὶ πολιτείᾳ σώφρονι διαπρέψαντες, ὥσπερ τι γέρας καὶ ἀριστεῖον τὴν χάριν τῆς μαρτυ‐
35ρίας τελειωθέντες ἐδέξαντο. Καὶ εἰ δοκεῖ ὡς ἂν ἡδίους γενοίμεθα, πάντα τὰ τῶν μαρτύρων ἐφεξῆς ἀναλά‐ βωμεν, οἷον ὑπ’ ὄψιν ἄγοντες τῷ παρόντι θεάτρῳ τὴν ἄθλησιν.
43 Ἦν τι τάγμα στρατιωτικὸν παλαιὸν κατὰ τὴν γεί‐ τονα πόλιν παντὸς τοῦ ἔθνους πρὸς τὰς τῶν βαρβά‐
45ρων ὁρμὰς προκαθήμενον· ἐκείνοις ἔκ τινος προϋπαρ‐ χούσης θεόθεν ἐπιφανείας, πλεῖον ἡ πίστις τῶν τα‐ κτικῶν ἐσπουδάζετο. Καὶ ἴσως οὐκ ἄκαιρον ἕν τι κατ‐ όρθωμα τῆς πίστεως τῶν ἀνδρῶν ἐκείνων ἐν παρα‐ δρομῇ διηγήσασθαι. Συστάντος γὰρ αὐτοῖς ποτε τοῦ

46

.

757

(50)

πρὸς τοὺς βαρβάρους πολέμου, καὶ τῶν ἐπικαίρων πάντων προκαταληφθέντων ὑπὸ τῆς τῶν ἐναντίων στρατιᾶς, καὶ τῶν ὑδάτων ἐν τῇ τῶν ἐχθρῶν ἐξουσίᾳ γεγενημένων, εἰς ἔσχατον ἐλθόντες κίνδυνον, εἴτε δι’ ἀπειρίαν τῶν τὰ ἡμέτερα στρατηγούντων, εἴτε διά
55τινα κρείττονα καὶ θειοτέραν οἰκονομίαν, ὡς ἂν μά‐ λιστα καὶ διὰ τούτου φανείη τῶν Χριστιανῶν τὸ πρὸς τοὺς ἀλλοφύλους διάφορον· ἐπειδὴ οὐκ εἶχον ὅ τι χρή‐ σονται τοῖς παροῦσι, καὶ πολλή τις ἦν ἡ ἀμηχανία, οὐδεμιᾶς αὐτοῖς πίδακος ἢ ἀποῤῥοίας ὑδάτων ἐμφαι‐
60νομένης τῷ τόπῳ, καὶ κίνδυνος ἦν ὑποκύψαι τοῖς757

46

.

760

ἐναντίοις ἐκπολιορκηθέντας τῷ δίψει· τότε καταλι‐ πόντες οἱ γενναῖοι τὴν ἐκ τῶν ὅπλων βοήθειαν, ἔγνω‐ σαν τὴν ἄμαχον καὶ ἀκαταγώνιστον ἐν τοῖς φοβεροῖς ἐπικαλέσασθαι συμμαχίαν. Ἀφέντες γὰρ ἐπὶ τοῦ
5στρατοπέδου τοὺς μήπω παραδεδεγμένους τὴν πίστιν, καὶ ἐφ’ ἑαυτῶν ἰδιάσαντες, μιμοῦνται τὴν ἐπὶ Ἠλίου τοῦ προφήτου γενομένην θαυματουργίαν, κοινῇ τῇ φωνῇ καὶ συντεταγμένῃ λύσιν αὐτοῖς ἐξ ἀμηχάνων γενέσθαι τῆς συμφορᾶς αἰτησάμενοι. Καὶ οἱ μὲν
10ηὔχοντο· ἡ δὲ εὐχὴ παραχρῆμα ἔργον ἐγίνετο. Ἔτι γὰρ αὐτῶν τῇ γονυκλισίᾳ προσκαρτερούντων, πνεύ‐ ματι βιαίῳ νεφέλη ποθὲν ἀποληφθεῖσα, μετέωρος ὑπὲρ τὸ τῶν πολεμίων στρατόπεδον ἵστατο· εἶτα βρον‐ τὰς ἐξαισίους ἐπικτυπήσασα, καὶ ἀστραπὰς φλογώ‐
15δεις κατὰ τῶν ὑποκειμένων ἐξάψασα, κατεῤῥήγνυεν ὕδωρ ποταμῶν ἀφθονώτερον· ὥστε τοῖς μὲν ὑπεναν‐ τίοις, καὶ τῶν σκηπτῶν τὴν συνέχειαν, καὶ τὸ πλῆθος τῆς ἐπομβρίας αἴτιον γενέσθαι παντελοῦς καταφθο‐ ρᾶς· τούτοις δὲ τοῖς διὰ τῶν εὐχῶν παραταξαμένοις,
20ἱκανὸν πρὸς ἀμφότερα γενέσθαι, πρός τε τὴν νίκην τῶν ἀντιτεταγμένων, καὶ πρὸς τὴν παραμυθίαν τῆς δίψης, τῆς τῶν χειμάῤῥων ἀποῤῥοῆς ἀφθόνως αὐτοῖς τὸν πότον χορηγούσης. Τούτοις τοίνυν συνετάχθη ὁ ἡμέτε‐ ρος τῆς στρατιᾶς χορὸς, ἀπ’ ἐκείνων τῶν διηγημάτων
25καὶ αὐτοὶ περὶ τὴν πίστιν κυρωθέντες, καὶ τοῖς ὁμοίοις ἐντραφέντες ἐπιτηδεύμασιν, εἰς τοσοῦτον μεγαλο‐ φυΐας ἐπήρθησαν, ὥστε τῷ περιόντι τῆς ἀρετῆς καθ’ ἑαυτῶν ἀναστῆσαι τὸν φθόνον. Καθάπερ γὰρ ἐπὶ τῶν νῦν ὑπαναγνωσθέντων ἡμῖν ἐκ τῆς τοῦ Ἰὼβ ἱστορίας
30ἐμάθομεν, ὅτι ἀδίκημα ἑαυτοῦ ἐποίει ὁ ἀντίπαλος τῆς ἀνθρωπίνης ζωῆς τὴν τοῦ Ἰὼβ εὐδοκίμησιν, καὶ διὰ τοῦτο ἐξῃτεῖτο πρὸς αἰκισμὸν, ὅτι ἐλύπει αὐ‐ τὸν ὁ Ἰὼβ, ἀληθινὸς καὶ δίκαιος καὶ ἄμεμπτος ὤν· τὸν αὐτὸν τρόπον εἶδε πονηρῷ τῷ ὀφθαλμῷ ὁ τοῖς
35ἀγαθοῖς ἐπιφυόμενος τοὺς μεγάλους τούτους ἀγωνι‐ στὰς, καὶ οὐκ ἤνεγκε πολιὰν ἠθῶν ἐν ἡλικίας νεότητι βλέπων. Εἶδε σωμάτων ἄνθος, ἐν σωφροσύνῃ κοσμού‐ μενον· εἶδεν ἐνόπλιόν τινα χοροστασίαν, διὰ τῆς στρα‐ τιᾶς αὐτοὺς τῷ Θεῷ χορεύοντας, καλοὺς προσιδεῖν,
40βλοσυροὺς τὸ ὄμμα, γαύρους τὸ φρόνημα, τάχος πο‐ δῶν, περιουσίαν δυνάμεως, συμμετρίαν μελῶν, ἐν πᾶσι τοῖς προσοῦσιν αὐτοῖς προτερήμασι τὴν τῆς ψυχῆς ἀρετὴν τῆς σωματικῆς εὐκληρίας ὑπεραστρά‐ πτουσαν. Ἐμπεριπατεῖ καὶ δι’ ἐκείνων τῷ φθόνῳ, ὁ
45ἐμπεριπατῶν τὴν οἰκουμένην. Εἶδεν οὐχ ἕνα ἄνθρω‐ πον ἀληθινὸν, ἀλλὰ σύστημα θεῖον τοσούτων ἀνθρώ‐ πων, πάντων ἀληθινῶν, δικαίων, θεοσεβῶν· ἐξαιτεῖ‐ ται κἀκείνους εἰς τὸ ἴδιον βούλημα. Καὶ πρῶτον μὲν εἰδωλομανοῦντι τῷ τῆς στρατιᾶς ἄρχοντι σύμβουλος

46

.

760

(50)

γίνεται, μὴ ἂν ἄλλως ὑπερσχεῖν τῆς κατὰ τῶν βαρ‐ βάρων νίκης, εἰ μὴ τοὺς τὸ ὄνομα τοῦ Χριστοῦ προσ‐ κυνοῦντας προθύσαιτο.
55 Ἀναδειχθέντων δὲ τούτων ὡς τάχιστα διὰ τῆς ἀγα‐ θῆς ὁμολογίας, καὶ αὐτομολούντων πρὸς τὴν διὰ τοῦ πάθους τελείωσιν, τὸ μὲν εὐθὺς ἐπαγαγεῖν τὸν διὰ τοῦ ξίφους θάνατον (ὥς τι φιλάνθρωπον) ὁ Ἐχθρὸς
παρῃτήσατο, δεσμοῖς δὲ τοῖς ἐκ σιδήρου καταπιέσας,759

46

.

761

ταύτην ἐποιεῖτο τὴν τῆς τιμωρίας ἀρχήν. Τοῖς δὲ ἦν ἄρα καὶ ὁ δεσμὸς ἐγκαλλώπισμα, καὶ θέαμα γλαφυ‐ ρὸν καὶ ἡδὺ Χριστιανῶν ὀφθαλμοῖς, νεότης ἐξειλε‐ γμένη ἀριθμῷ τοσούτῳ, κάλλει διαπρεπὴς, ἡλικίᾳ
5ὑπὲρ τοὺς ἄλλους, πάντες κατὰ ταὐτὸν μετ’ ἀλλήλων τῷ δεσμῷ συνηρμόζοντο, ὥσπερ τις στέφανος ἢ ὅρμος περιαυχένιος ἰσομεγέθεις μαργαρίτας ἐν κύκλῳ διει‐ λημμένους ἔχων· τοιοῦτοι ἦσαν οἱ ἅγιοι, καὶ διὰ πίστεως ἡνωμένοι, καὶ διὰ τῶν δεσμῶν πρὸς ἀλ‐
10λήλους σφιγγόμενοι. Ὄντες γὰρ καὶ καθ’ ἑαυτὸν ἕκαστος καλοί, προσθήκη τοῦ κάλλους ἀλλήλοις ἐγί‐ νοντο. Οἷον ἐπὶ τῶν οὐρανίων συμβαίνει θαυμάτων, ὅταν δι’ αἰθρίας καὶ καθαρᾶς ἡ τῶν ἀστέρων χάρις δι’ ἀλλήλων ποικίλληται, ἑκάστου τὴν οἰκείαν
15αἴγλην εἰς τὸν κοινὸν κόσμον τοῦ οὐρανοῦ συνεισ‐ φέροντος. Τοιοῦτον ἦν τῶν ἁγίων τὸ θέαμα, ὄντως, καθώς φησί που Ἰεζεκιὴλ ὁ προφήτης, ὅρασις λαμπάδων συστρεφομένων. Ἐμφιλοχωρεῖ ὁ λόγος τῷ κάλλει τῆς ὥρας. Οἶδεν γὰρ, καθὼς ἡ Σοφία
20φησὶν, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων καὶ τὸ ἐν κρυπτῷ κάλλος ἀναλογίζεσθαι, ἐπειδὴ καὶ ἡ τῆς ψυχῆς καθαρότης διὰ τοῦ φαινομένου διέλαμ‐ πε, καὶ ὁ φαινόμενος ἄνθρωπος ἄξιον ἦν τοῦ ἀφα‐ νοῦς οἰκητήριον. Ὡς καλὸν τοίνυν ἦν τότε τοῖς
25ὁρῶσι τὸ θέαμα! καλὸν λέγω τοῖς τὰ καλὰ βλέ‐ πειν ἐθέλουσι, καλὸν ἀγγέλοις, καλὸν ταῖς ὑπερκο‐ σμίαις δυνάμεσι· πικρὸν δὲ τοῖς δαίμοσι, καὶ ὅσοι τὰ τῶν δαιμόνων ἠσπάζοντο, ἄνθρωποι (εἴπερ ἄνθρω‐ ποι, οἱ τοσοῦτον ἀνεστηκότες τῷ μεγαλείῳ τῆς φύσεως)
30στρατιῶται τοῦ Χριστοῦ, τοῦ ἁγίου Πνεύματος ὁπλῖ‐ ται, τῆς πίστεως πρόμαχοι, πύργοι τῆς θείας πόλεως· οἳ πᾶσαν αἰκισμῶν τιμωρίαν, πᾶσαν φόβων ἐπανά‐ στασιν, πᾶσαν ἀπειλῆς προσβολὴν, ὥς τινα παιδίων ἄνοιαν κατεχλεύαζον· καθάπερ οὐχὶ τὰ σώματα ταῖς
35αἰκίαις ἐκδόντες, ἀλλὰ τὰς τῶν σωμάτων σκιάς· οἳ σαρκὶ τὴν σάρκα καταπαλαίσαντες, καὶ τῇ πρὸς τὸν θάνατον ὑπεροψίᾳ πάντων τῶν τυραννικῶν φόβων ὑπερφρο‐ νήσαντες, ὑψηλότεροι τῶν ἀνθρωπίνων μέτρων ἐδεί‐ χθησαν. Ὢ καλῶς τοῖς σωματικοῖς τροπαίοις ἐμμε‐
40λετήσαντες! Ὢ καλῶς μετενεγκόντες τὴν τοῦ πολε‐ μεῖν ἐμπειρίαν εἰς τὴν κατὰ τοῦ διαβόλου παράταξιν· οὐ ξίφει τὰς χεῖρας ὁπλίσαντες, οὐδὲ τὸν ἐκ τοῦ ξύλου θυρεὸν προβαλλόμενοι, οὐδὲ χαλκῇ περικεφα‐ λαίᾳ, καὶ κνήμεσι περιφραξάμενοι, ἀλλὰ τὴν τοῦ
45Θεοῦ πανοπλίαν ἀναλαβόντες, ἣν διαγράφει ὁ στρα‐ τηγὸς τῆς Ἐκκλησίας, ὁ θεῖος Ἀπόστολος, θυρεὸν, καὶ θώρακα, καὶ περικεφαλαίαν, καὶ μάχαιραν· οὕτως ἐχώρουν κατὰ τῆς ἐναντίας δυνάμεως. Ἐστρατήγει δὲ τούτων μὲν ἡ οὐρανία χάρις· τῆς δὲ τοῦ διαβόλου

46

.

761

(50)

παρατάξεως, ὁ ἔχων τοῦ θανάτου τὸ κράτος. Τόπος δὲ τῆς παρατάξεως αὐτοῖς, τὸ τῶν μιαιφόνων δικαστή‐ ριον ἦν· ἐν ἐκείνῳ συστάντες διηγωνίζοντο, οἱ μὲν ἀπειλαῖς ἀκροβολιζόμενοι, οἱ δὲ διὰ τῆς ὑπομονῆς ἀμυνόμενοι.
56Πρότασις ἦν παρὰ τῶν ὑπεναντίων, ἐξόμνυσθαι
τὴν εἰς τὸν Κύριον πίστιν, ἢ ζημιοῦσθαι θανάτῳ.761

46

.

764

Ἀπόκρισις παρὰ τῶν ἀριστέων, μέχρι θανάτου παρα‐ μένειν τῷ λόγῳ. Πῦρ ἐπὶ τούτοις ἠπείλητο, καὶ ξί‐ φος, καὶ βάραθρον, καὶ ὅσα ἄλλα τῶν κολαστηρίων ὀνόματα. Μία φωνὴ πρὸς ταῦτα πάντα ἠκούετο, Χρι‐
5στὸς ἐν τοῖς στόμασι τῶν ἁγίων ὁμολογούμενος. Αὕτη ἦν ἡ τῶν ἐναντίων πληγή. Ταύτην προέτεινον κατὰ τοῦ ἐχθροῦ τὴν αἰχμήν. Διὰ ταύτης τῆς φωνῆς μέσην ἐτρώθη τὴν καρδίαν ὁ Ἀντικείμενος. Οὗτος ὁ λίθος ἐστὶν ὁ ἐν τῇ χειρὶ τοῦ Δαβὶδ σφενδονούμενος, ὁ τυ‐
10χὼν τῆς περικεφαλαίας τοῦ Ἀντικειμένου. Ἡ γὰρ τοῦ Χριστοῦ ὁμολογία, σφενδόνη γίνεται τοῦ καλοῦ στρα‐ τιώτου. Πίπτει ὁ Ἐχθρὸς, καὶ ἀκέφαλος γίνεται. Ἀλλὰ παρηνέχθη ἀφηνιάσας ὁ λόγος, καὶ ὑπὲρ τοὺς ὅρους ἐξάλλεται, καὶ τῶν ἀῤῥήτων κατατολμᾶ, καὶ λέγειν
15προάγεται, ὡς παρείθεα τῆς τῶν ἀοράτων γενόμενος, ὅτι ἐπὶ τῇ τοιαύτῃ φωνῇ τῇ τὸν Χριστὸν ἐν παῤῥησίᾳ ὁμολογούσῃ, κρότος μὲν ἦν ἄνω καὶ ἔπαινος παρὰ τῶν ἁγίων ἀγγέλων, εὐφημία δὲ τῶν πολιτῶν τῆς οὐρανίας πόλεως ἐπικροτούντων τῷ κατορθώματι,
20χαρὰ δὲ πάσης τῆς ἐν οὐρανῷ πανηγύρεως. Οἷον γὰρ συνέστη τότε τοῖς ἀγγέλοις ἐν τῷ κόσμῳ τῶν ἀνθρώ‐ πων τὸ θέατρον! οἵαν εἶδον συμπλοκὴν τοῦ διαβόλου καὶ τῶν ἀνθρώπων, οἱ θεαταὶ τῆς ἡμετέρας ζωῆς! Ὡς ἀπεναντίον τῇ πρώτῃ πάλῃ τὴν σύστασιν ἔσχεν,
25ὅτε ὁ ὄφις τὸν Ἀδὰμ κατεπάλαισεν! Οὐκ ἤνεγκε τότε ἄνθρωπος μίαν τοῦ Πονηροῦ προσβολὴν, διά τινος εὐ‐ χροίας καὶ δελεάσματος αὐτῷ προσαχθεῖσαν· ἀλλ’ ὁμοῦ τε προσέπεσε, καὶ ἀνετράπη τῷ πτώματι. Ἐπὶ τούτων δὲ πάντων ἦν ἀργὰ καὶ ἄπρακτα τοῦ
30Ἐχθροῦ τὰ παλαίσματα. Ἐλπίδας προέτεινεν, οἱ δὲ κατεπάτουν· φόβους ἠπείλει, οἱ δὲ κατεγέλων. Ἓν φοβερὸν ἦν μόνον αὐτοῖς, τὸ τοῦ Χριστοῦ χωρισθῆναι· ἓν ἀγαθὸν, τὸ μετὰ Χριστοῦ εἶναι μόνου· τὰ δὲ ἄλλα πάντα, γέλως καὶ σκιὰ, καὶ φλυαρία καὶ ὀνειρώδη
35φαντάσματα. Διὰ ταῦτα κατατολμᾶ τῶν ἀθεάτων ὁ λόγος, καί φησιν ἐπαγάλλεσθαι πᾶσαν τὴν ὑπερκό‐ σμιον δύναμιν τῷ τῶν ἀθλητῶν κατορθώματι. Ἔτι ὁ λόγος κατὰ τῶν ἀτολμήτων θρασύνεται· ἔτι τολμᾷ διηγεῖσθαι τὰ ὑπερκόσμια, ὅτι τούτων ἐνταῦθα κατ‐
40ορθουμένων, ἐν τῇ πρὸς τοὺς ἐναντίους συμπλοκῇ ὁ δίκαιος ἀγωνοθέτης τοὺς ἐπὶ τῇ νίκῃ στεφάνους προ‐ έτεινεν, καὶ ὁ ἀρχιστράτηγος τῆς θείας δυνάμεως τὰ ἀριστεῖα τοῖς νικηταῖς παρεσκεύαζεν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον τοῖς παντοδαποῖς ἐδεξιοῦτο χα‐
45ρίσμασιν. Ἐπειδὴ γὰρ εἰς τὴν Τριάδα ἡ πίστις ὡμο‐ λογεῖτο, διὰ τοῦτο καὶ ἡ χάρις αὐτοῖς παρὰ τῆς Τριά‐ δος ἀντεμετρεῖτο. Τίς δὲ ἡ χάρις ἦν; Αὐτὸ τοῦτο τὸ ὑψηλοτέρους ἐπιδειχθῆναι τῶν πρώτων ἀγωνιστῶν, τοῦ Ἀδὰμ λέγω, καὶ τῆς Εὔας. Ἐκεῖνοι ἑστῶσαν τὴν

46

.

764

(50)

ἀνθρωπίνην φύσιν διὰ τῆς ἁμαρτίας κατήνεγκαν· οὗτοι κειμένην ἐν τῷ πτώματι τῶν προλαβόντων διὰ τῆς ὑπομονῆς πάλιν ἀνώρθωσαν. Ἐκεῖνοι ἐκ τοῦ πα‐ ραδείσου ἐπὶ τὴν γῆν ἀπώσθησαν· οὗτοι ἐντεῦθεν ἐπὶ τὸν παράδεισον ἀνῳκίσθησαν· ἐκεῖνοι καθ’ ἑαυτῶν
55τὸν θάνατον ὥπλισαν (ὅπλον γὰρ θανάτου ἡ ἁμαρτία, φησίν)· οὗτοι καθωπλισμένον τῇ ἁμαρτίᾳ τὸν θάνατον
διὰ τῆς ἑαυτῶν ἀνδρείας ἠχρείωσαν, τῇ ὑπομονῇ τῶν763

46

.

765

παθημάτων τοῦ κέντρου τὴν ἀκμὴν ἀπαμβλύναντες· ὥστε εἰπεῖν καλῶς, Ποῦ σου, θάνατε, τὸ κέντρον; Ποῦ σου, ᾅδη, τὸ νῖκος; Καρποῦ ξύλου τί ἀθλιώτε‐ ρον; Τί εὐτελέστερον ξύλου; Καρπὸς εὐχροίᾳ τινὶ
5καὶ ἡδονῇ γεύσεως ἐπικεχρωσμένος, ἀτιμασθῆναι τοῦ παραδείσου τὴν χάριν ἐποίησεν.
8 Τοῖς δὲ μεγάλοις τούτοις ἀγωνισταῖς οὐδὲ αὐτὸς ὁ ἥλιος ἐφάνη γλυκύς· ἀλλὰ καὶ τούτου ἐκουσίως
10ἠλλοτριοῦντο, ἵνα μὴ τοῦ ἀληθινοῦ φωτὸς ἀποπέσω‐ σι. Τί λέγει περὶ τῆς Εὔας ὁ λόγος (προάγομαι γὰρ καὶ πέρα τοῦ δέοντος καταδραμεῖν τῶν πρωτο‐ γόνων); Εἶδεν, φησὶν, ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς καὶ ὡραῖον εἰς γεῦσιν. Εἶτα τὴν ἐν τούτοις χάριν
15ἀντὶ τοῦ παραδείσου ἠλλάξαντο. Τούτοις δὲ ἄρα κατα‐ γεύσεως ἡδονὴν τὰ ὁρώμενα ἦν· οὐρανὸς, ἥλιος, γῆ, ἄνθρωποι· πατρὶς, μητέρες, ἀδελφοὶ, φίλοι, συγγε‐ νεῖς, ἡλικιῶται· ὧν τί μὲν ὀφθῆναι γλυκύτερον; τί δὲ εἰς γεῦσιν ἐλθεῖν τιμιώτερον; Οἴδατε, οἱ παῖδες,
20τὴν εἰς τοὺς γονέας στοργήν. Οἴδατε, οἱ πατέρες, τὴν πρὸς τὰ τέκνα διάθεσιν. Οἶδας, ὁ βλέπων τὸ ἐν ἡλίῳ γλυκύ· οὐκ ἀγνοεῖς, ὁ φιλάδελφος, τὴν φυσικὴν πρὸς τὴν ἀδελφότητα σχέσιν· ἐπίστασαι, ὁ νέος, τὴν ἐκ τῶν ἡλικιωτῶν χάριν, ὅσον σοι τὸν βίον ἡδύνουσιν.
25Ἀλλ’ ἐκείνοις πάντα ἐχθρὰ, πάντα ἀλλότρια ἦν. Ἓν μόνον ἀγαθὸν, ὁ Χριστός. Πάντα ἠρνήσαντο, ἵνα τοῦ‐ τον κερδήσωσιν. Χρόνος ἦν τῶν δεσμῶν οὐκ ὀλίγος, καὶ τοῖς ἁγίοις τῇ παρατάσει τῆς τιμωρίας ἡ πρὸς τὴν τελείωσιν ἐπιθυμία συνήκμαζεν. Καὶ ὥσπερ οἱ
30τὴν σωματικὴν εὐεξίαν μελετῶντες, ἐπειδὰν ἱκανὴν ἐν παιδοτρίβου τὴν δύναμιν κτήσωνται, οὕτω θαῤ‐ ῥοῦντες ἐπὶ τοὺς ἀγῶνας χωροῦσιν· τὸν αὐτὸν τρό‐ πον καὶ οὗτοι διὰ τῶν δεσμῶν καὶ τῆς φυλακῆς ἱκα‐ νῶς παιδοτριβηθέντες πρὸς τὴν εὐσέβειαν, οὕτως ἐπὶ
35τὸν στέφανον τῶν ἀγώνων προήχθησαν. Ἦλθεν ἡ ἀκολουθία τοῦ λόγου ἐπὶ τὴν τελευτὴν, μᾶλλον δὲ ἐπὶ τὴν κορυφὴν ὅλου τοῦ κατορθώματος. Οὗτος ἦν ὁ καιρός· αὗται τοῦ ἀγῶνος αἱ ἡμέραι· τοῦτο τὸ τοῦ Πάσχα προοίμιον, τὸ τῆς ἁγίας τεσσαρακοντάδος μυ‐
40στήριον. Τεσσαράκοντα ἐξιλασμοῦ ἡμῖν αἱ ἡμέραι, ἰσάριθμοι καὶ τῶν ἁγίων οἱ στέφανοι. Ἦ που περιττὸς ὑμῖν εἶναι δοκῶ καὶ ἀδόλεσχος, τὰ ὑμέτερα θαύματα ἐν ὑμῖν διηγούμενος, καὶ τοῖς ὑμετέροις τὴν ἀκοὴν δεξιούμενος; Πλὴν ὡς ἂν μὴ ἀτελεῖς ὑμᾶς παραδρά‐
45μοι ὁ λόγος, πρὸς τὸ πέρας τῶν ἀγώνων τοῖς ἁγίοις καὶ ἡμεῖς συνδραμούμεθα. Κρυμὸς ἦν κατὰ τὴν ἡμέ‐ ραν ἐκείνην. Πάντως δὲ οὐδὲν δεῖ μαθεῖν ὑμᾶς οἷος ὁ κρυμὸς, ἐκ τῆς παρούσης ἡμέρας στοχαζομένους, κρυμὸς καὶ αὐτῶν τῶν τριχῶν διαδυόμενος. Ἴστε τὴν

46

.

765

(50)

ὑπερβολὴν, οἵ τε ἐπήλυδες τῶν τόπων καὶ οἱ αὐτό‐ χθονες, καὶ οὐδὲν δεῖσθε λόγῳ μαθεῖν· ἀλλὰ κἂν ἕτερος εἴποι τὴν θαυματοποιίαν τῶν ὑμετέρων χειμώνων· ὅπως ποταμοὶ μὲν ἀένναα ῥέοντες ἵστανται, ἀντι‐ βαινούσης τῷ ῥείθρῳ τῆς πήξεως, καὶ ἀπολιθοποιού‐
55σης τὰ κύματα· ἡ δὲ γείτων λίμνη σημείων τινῶν
πρὸς τὸ ἐπιγνωσθῆναι λίμνη οὖσα προσδέεται, χερσω‐765

46

.

768

θεῖσα διὰ τῆς πήξεως, ἐφ’ ἧς σύνηθές ἐστι τοῖς βου‐ λομένοις ἄνω τῶν κυμάτων αὐτῆς καθιππάζεσθαι. Οἶδα πολλάκις καὶ ἐκ πυρὸς ὕδωρ τοῖς ἐγχωρίοις ἐπι‐ νοούμενον, ὅταν τι τρύφος τοῦ ὕδατος ἀποκλάσαντες
5ὥσπερ τινὰ χαλκὸν ἢ σίδηρον τῷ πυρὶ διατήξαντες, ὕδωρ τὸν λίθον ποιήσωσιν. Τοιοῦτος ἦν ὁ καιρὸς κατὰ τὸν τῆς ἀθλήσεως χρόνον, ἐπίτασιν τοῦ κακοῦ παρὰ φύσιν ἐκ βορείων πνευματικῶν λαβόντος, καθὼς ἔστιν ἀκούειν τῶν διηγουμένων τὰ θαύματα.
14Ἐπειδὴ τοίνυν λαμπρῶς τὸ ὄνομα τοῦ Κυρίου δη‐
15μοσίᾳ κηρύξαντες, καὶ ἤδη στεφανίτας ἑαυτοὺς διὰ τῆς τοιαύτης ἀναῤῥήσεως δείξαντες, ἐχώρουν ἐπὶ τὴν διὰ τοῦ θανάτου τελείωσιν, οὗτος αὐτοῖς ἐπενοήθη τῆς ἀθλήσεως ὁ τρόπος· Πρόσταγμα γίνεται τοῦ τυ‐ ράννου, κρυμῷ τοὺς ἀθλητὰς τιμωρήσασθαι. Ὢ τῆς
20ἀσθενείας καὶ τῶν ῥημάτων καὶ τῶν νοημάτων! Ὅσον ἀπολείπεται τῆς ἀξίας ὁ λόγος! Θανάτου πρόσταγμα, καὶ κρυμὸς, καὶ τιμωρία, καὶ προσδοκία τῆς τοιαύ‐ της κολάσεως· καὶ ἡ μακαρία νεότης ἐν γέλωτι καὶ παιδιᾷ καὶ φαιδρότητι τὸν τῆς τιμωρίας κατελάμ‐
25βανε τόπον· δρόμος ἦν ἀθλητῶν ἐπὶ τὸ πάθος, δρό‐ μος ἱερός τε καὶ σύντονος· καὶ φιλονεικία τοῦ προ‐ αρπάσαι τῆς ὁμολογίας τὸν στέφανον· ἴση πρὸς τὴν νίκην ἦν αὐτοῖς ἡ σπουδή· οὐδεὶς ὕστερος ὤφθη τῇ προθυμίᾳ· ἀλλ’ ὁμοθυμαδὸν ἅπαντες τουτονὶ κατα‐
30λαβόντες τὸν τόπον, ὡσεὶ δημοσίοις τότε λουτροῖς σχολάζοντα, ὡς καὶ αὐτοὶ μέλλοντες τῷ λουτρῷ κατα‐ φαιδρύνειν τὰ σώματα, ἑτοίμως τὴν τῶν χιτώνων περιβολὴν ἀπετίθεντο, τὸ τοῦ Ἰὼβ πάντες ἐπιφθεγγό‐ μενοι, ὅτι Γυμνοὶ εἰσήλθομεν εἰς τὸν κόσμον, γυμνοὶ
35πρὸς τὸν εἰσαγαγόντα ἀπελευσόμεθα· οὐδὲν εἰσ‐ ηνέγκαμεν εἰς τὸν κόσμον, οὐδὲν ἐξενεγκεῖν τι ὀφεί‐ λομεν· μᾶλλον δὲ γυμνοὶ εἰσελθόντες, πλήρεις θησαυ‐ ρῶν τῶν ἐκ τῆς ἀγαθῆς ὁμολογίας ἀπελευσόμεθα. Ταῦτα λέγοντες, καὶ τοιούτοις ἑαυτοὺς λόγοις παρα‐
40θαρσύνοντες, ἐδίδοσαν τῇ πήξει τὸ σῶμα· καὶ ἡ μὲν τῶν στοιχείων φύσις κατεκρατεῖτο τῇ πήξει· ἡ δὲ τῶν μαρτύρων φύσις, ὡς ἀδούλωτος ἦν· μᾶλλον δὲ ἡ μὲν φύσις τὸ οἰκεῖον ἔπασχε, καὶ τὰ ἀλγεινὰ παρ‐ εδέχετο· ἡ δὲ μεγαλοφυΐα τῶν ἀθλητῶν, καὶ πρὸς
45αὐτὴν τὴν φύσιν διηγωνίζετο. Ἡ μὲν γὰρ δύναμις κατὰ μικρὸν διελύετο, μαραινομένη καὶ δαπανωμένη διὰ τῆς πήξεως· ὁ δὲ τῆς ψυχῆς τόνος, μείζων ἐγί‐ νετο· ἐμελαίνετο μὲν ἡ ὥρα τοῦ σώματος, καὶ ἀπήν‐ θει τὸ κάλλος, καὶ τὸ τῆς σαρκὸς εὔχρουν κατεμαραί‐

46

.

768

(50)

νετο· ἀπέῤῥεον δάκτυλοι, τῷ κρυμῷ κατ’ ὀλίγον περικοπτόμενοι, μέλη τε πάντα καὶ αἰσθητήρια τῇ πικρίᾳ τοῦ κρύους περιεθρύφετο. Πελιδνουμένη γὰρ κατ’ ὀλίγον ἡ σὰρξ, καὶ διοιδοῦσα καὶ περιλακιζου‐ μένη τοῖς μέλεσι, τῶν ὀστέων ἀπέῤῥεε, καὶ τὰ τῆς
55νεκρότητος πάθη ἐν αἰσθήσει ἐδέχετο. Καὶ οὕτως αὐ‐ τοῖς κατὰ μικρὸν ὁ θάνατος προϊὼν ἐμηκύνετο τρισὶν
ἡμέραις παρατεινόμενος. Μέχρι γὰρ τοσούτου τῆς767

46

.

769

αἰσθήσεως αὐτοῖς διαρκούσης, ἔμειναν ἐφ’ ἧς ἐξ ἀρχῆς ἐτάχθησαν τάξεως, διὰ πάντων νικηταὶ κατὰ τοῦ ἐναντίου γινόμενοι. Ἀλλὰ τίς ἄν μοι τὰ ἐπὶ τού‐ τοις πρὸς ἀξίαν ἐκδιηγήσαιτο; Τίς ὑπογράψει λόγος
5τὴν θείαν ἐκείνην πομπὴν, ὅτε τὰ ἅγια σώματα δι’ ἁμαξῶν ἐπὶ τὸ πῦρ ἐπομπεύετο; Πῶς ἀντὶ τοῦ κλα‐ πέντος ὑπὸ τοῦ διαβόλου ἀντεισήχθη τῷ ἀριθμῷ ὁ δεσμοφύλαξ ὑπὸ τῆς χάριτος; Τίς μοι διηγήσεται τὴν μητέρα ἐκείνην τὴν ἀξίαν τοῦ μάρτυρος ῥίζαν, ἣ
10καταλειφθέντα ὑπὸ τοῦ δημίου τὸν ἐξ αὐτῆς, διότι ἔμπνους ἦν, καὶ διὰ τοῦτο μὴ ἀναληφθέντα μετὰ τῶν ἄλλων ἐπὶ τὴν ἅμαξαν, ἐπειδὴ εἶδε τὴν φιλανθρω‐ πίαν τοῦ δημίου ἐπὶ τὸν ἀριστέα, τὴν ὕβριν οὐκ ἤνεγκεν· ἀλλ’ ἐκεῖνον μὲν ἐλοιδόρει, ὅτι τῶν συν‐
15αγωνιστῶν τὸν ἀθλητὴν ἀπεσχοίνισεν· αὕτη δὲ παρα‐ στᾶσα τῷ μάρτυρι, ἤδη νεναρκηκότι καὶ ἀκινήτως ὑπὸ τῆς πήξεως ἔχοντι, καὶ ἰδοῦσα ψυχρῷ καὶ ἀσθε‐ νεῖ τῷ ἄσθματι συνεχόμενον, τοσοῦτον ζῶντα μόνον, ὅσον τῶν ἀλγεινῶν ἐπαισθάνεσθαι, ἀμυδρῷ καὶ μεμα‐
20ρασμένῳ τῷ βλέμματι τὴν μητέρα ἑαυτοῦ ὑποβλέ‐ ποντα, νεκρᾷ καὶ ἀτονούσῃ τῇ χειρὶ διανεύοντά τε καὶ παραμυθούμενον, ὑποφέρειν γενναίως παρεγ‐ γυῶντα; Ἐπειδὴ ταῦτα εἶδεν ἡ μήτηρ, ἆρά τι ἔπαθε μητρικόν; Ἆρα συνεκινήθη τὰ σπλάγχνα, ἢ
25τὸν χιτῶνα περιεῤῥήξατο, ἢ περιεχύθη τῷ τέκνῳ, θερμαῖς ταῖς ὠλέναις τὸν μαρασμὸν ἐπιθάλπουσα; Ἄπαγε. Καὶ τὸ εἰπεῖν τι τοιοῦτον, τῶν ἀτόπων ἐστίν. Ὄντως ἐκ τοῦ καρποῦ τὸ δένδρον ἐπιγινώσκομεν· οὐ δύναται δένδρον σαπρὸν καρποὺς καλοὺς ποιῆ‐
30σαι.
33 Ἐπεὶ οὖν ὁ καρπὸς τῆς μαρτυρίας καλὸς, ἐπαίνε‐ σον τὴν ἀριστοτόκον μητέρα, τὴν διὰ τῆς τεκνογονίας
35σωζομένην, καθώς φησιν ὁ Ἀπόστολος. Ἐπειδὴ γὰρ τοιοῦτον παρέστησε τῷ Θεῷ τὸν καρπὸν, ὑπὲρ τῆς κοινῆς τῶν γυναικῶν ἀπελογήσατο φύσεως. Οὐκ ἐμὸν, φησὶ, τέκνον σύ· οὐ τῆς ἐμῆς ὠδῖνος βλάστημα· τὸν Θεὸν δεξάμενος, κατὰ Θεὸν ἐγεννήθης. Ἔλαβες ἐξου‐
40σίαν τέκνον Θεοῦ γενέσθαι. Δράμε πρὸς τὸν σὸν Πατέρα, μὴ καταλειφθῇς παρὰ τῶν ὁμηλίκων, μὴ δεύτερος ἐπὶ τὸν στέφανον ἔλθῃς, μὴ ἀτελῆ ποιήσῃς μητρῴαν εὐχήν· οὐ λυπήσεις μητέρα, στεφανίτης καὶ νικητὴς καὶ τροπαιοφόρος γενόμενος. Ταῦτα λέ‐
45γουσα, καὶ ὑπὲρ τὴν φύσιν ἑαυτὴν τονώσασα, μᾶλλον δὲ τονωθεῖσα ὑπὸ τοῦ Πνεύματος, αὐτὴ τὸν ἐξ αὐτῆς μετὰ τῶν λοιπῶν ἐπὶ τὴν ἀπήνην ἀπέθετο, φαιδρῷ τῷ προσώπῳ τοῦ ἀθλητοῦ προπομπεύουσα. Τὰ δὲ ἐπὶ τούτοις οἷα; Ἐνήθλησαν τῷ ἀέρι οἱ ἅγιοι, ἡγίασαν

46

.

769

(50)

καὶ τὸ πῦρ τῇ ἑαυτῶν προσθήκῃ, ὕλη τῇ φλογὶ γενό‐ μενοι. Ἤνεγκαν καὶ ἐπὶ τὸ ὕδωρ τὴν εὐλογίαν. Διὰ πάντων ἐπληροῦτο τὰ θεῖα λόγια. Οἱ τρεῖς παῖδες συμπαραλαμβάνουσιν εἰς τὴν κοινὴν ὑμνολογίαν ψύ‐ χος καὶ καῦμα· τὸ ψῦχος, διὰ τῆς πήξεως· τὸ καῦμα,
55διὰ τῆς καύσεως· εἶτα διῆλθον διὰ πυρὸς καὶ ὕδατος. Ἀλλ’ ἐπιθυμεῖ ταῦτα ὡς γνωσμένα παραδραμεῖν ὁ
λόγος, καὶ περί τινος τῶν πρώην ζητουμένων ἐν καιρῷ769

46

.

772

νῦν ἐξετάσαι· Ὅτε ἐξωρίσθη τοῦ παραδείσου ὁ ἄν‐ θρωπος, ἐτάχθη φρουρεῖν τὴν εἴσοδον φλογίνη ῥομ‐ φαία ἡ στρεφομένη. Καὶ ἡ αἰτία τῆς τοιαύτης τοῦ Θεοῦ προμηθείας, τὸ μὴ παρελθεῖν ἐπὶ τὸ τῆς ζωῆς
5ξύλον τὸν ἄνθρωπον, καὶ ἅψασθαι, καὶ διαμεῖναι ἀθάνατον. Μέμνησθε πάντως τῶν ἐζητημένων· μέμ‐ νησθε δὲ, ὡς εἰκὸς καὶ τῶν πρὸς τὸ ζητούμενον ἡμῖν εὑρημένων· ἀλλ’ εἰ μέλλοιμεν πάλιν ἀπ’ ἀρχῆς ἐπ‐ εξιέναι, καὶ ὅλον διαλαμβάνειν τὸν λόγον, ὑπὲρ τὸν
10παρόντα ἔσται καιρὸν ἡ παράτασις. Τὸ μὲν οὖν ζητούμενον τοῦτο ἦν· Εἰ καὶ τοῖς ἁγίοις ἄβατός ἐστιν ὁ παράδεισος διὰ τῆς στρεφομένης ῥομφαίας· καὶ εἰ τοῦ παραδείσου οἱ ἀθληταὶ ἀποκλείονται· τίς ἡ ἐπαγ‐ γελία λοιπὸν ὑπὲρ ἧς ἀναδέχονται τοὺς τῆς εὐσεβείας
15ἀγῶνας, καὶ εἰ τοῦ λῃστοῦ ἔλαττον ἔξουσι, πρὸς ὃν εἶπεν ὁ Κύριος, ὅτι Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ; Καίτοι γε οὐχ ἑκουσίως ὁ λῃστὴς τῷ σταυρῷ προσῆλθεν· ἀλλ’ ἐπειδὴ ἐγγὺς τῆς σωτηρίας ἐγένετο, εἶδεν ὁ ὀξὺς καὶ εὐφυὴς κλέπτης τὸν θησαυ‐
20ρὸν, καὶ ἐπιτυχὼν καιροῦ τὴν ζωὴν ἐληΐσατο, καλῶς τῇ κλεπτικῇ καὶ εὐστόχως ἀποχρησάμενος, Κύριε μνήσθητί μου, εἰπὼν, ἐν τῇ βασιλείᾳ σου. Εἶτα ἐκεῖ‐ νος μὲν ἀξιοῦται τοῦ παραδείσου· ἐπὶ δὲ τῶν ἁγίων ἡ φλογίνη ῥομφαία διακωλύει τὴν εἴσοδον; Ἦ αὐτόθεν
25ἔχει τὴν λύσιν τὸ ζήτημα Διὰ τοῦτο γὰρ οὐκ ἀεὶ ἑστῶσαν ἀντιπρόσωπον τοῖς εἰσιοῦσι τὴν ῥομφαίαν ὁ λόγος ἔδειξεν, ἀλλὰ καὶ στρεφομένην ἐποίησεν, ἵνα τοῖς μὲν ἀναξίοις κατὰ στόμα προφαίνηται, τοῖς δὲ ἀξίοις στρεφομένη κατὰ νώτου γίνηται, ἀκώλυτον
30αὐτοῖς τὴν εἴσοδον ἐπὶ τὴν ζωὴν ὑπανοίγουσα· ἧς ἐντὸς ἐκεῖνοι γεγόνασι, τῇ παῤῥησίᾳ τῶν ἀγώνων ἀπαθῶς τὴν φλόγα περάσαντες· ἣν καὶ ἡμεῖς ἀδεῶς περάσαντες, τοῦ παραδείσου ἐντὸς γενοίμεθα, διὰ τῆς πρεσβείας αὐτῶν δυναμωθέντες πρὸς τὴν ἀγαθὴν
35ὁμολογίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.771