TLG 2017 064 :: GREGORIUS NYSSENUS :: Encomium in sanctum Stephanum protomartyrem ii GREGORIUS NYSSENUS Theol. Encomium in sanctum Stephanum protomartyrem ii Citation: Volume — page — (line) | ||
46.721(5t) | ΤΟΥ ΑΥΤΟΥ | |
6t | ΕΤΕΡΟΝ ΕΓΚΩΜΙΟΝ | |
---|---|---|
7t | ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΣΤΕΦΑΝΟΝ ΤΟΝ ΠΡΩΤΟΜΑΡΤΥΡΑ. | |
12 | Ἐπεδήμησε Χριστὸς τῷ κόσμῳ εἰς σωτηρίαν, καὶ μετ’ αὐτὸν ἐβλάστησαν οἱ καρποὶ τῆς Ἐκκλησίας. Ἔλαμψεν ὁ μάρτυς τῆς ἀληθείας, καὶ συνέλαμψαν | |
15 | οἱ μάρτυρες τῆς μεγάλης οἰκονομίας. Ἠκολούθησαν οἱ μαθηταὶ τῷ Διδασκάλῳ, τοῖς Κυριακοῖς ἴχνεσιν ὁδεύοντες· μετὰ Χριστὸν οἱ Χριστοφόροι· μετὰ τὸν ἥλιον τῆς δικαιοσύνης οἱ φωστῆρες τῆς οἰκουμένης· καὶ πρῶτος μὲν ἡμῖν ὁ Στέφανος ἤνθησεν, οὐκ ἐκ | |
20 | τῶν Ἰουδαϊκῶν ἀκανθῶν πλακεὶς, ἀλλ’ ἐκ τῆς ἐκκλη‐ σιαστικῆς εὐθηνίας πρῶτος καρπὸς τῷ Κυρίῳ προσ‐ ενεχθείς. Ἰουδαῖοι μὲν γὰρ στέφανον ἐξ ἀκανθῶν πλέ‐ ξαντες, τῇ κεφαλῇ τοῦ Σωτῆρος ἐπέθηκαν, ἀξίους τῆς κακῆς γεωργίας αὐτῶν τοὺς καρποὺς ἐπιδειξά‐ | |
25 | μενοι τῷ Δεσπότῃ τοῦ ἀμπελῶνος, ὡς διὰ τῆς προ‐ φητείας προανεφώνει, λέγων· Ἀμπελὼν Κυρίου Σα‐ βαὼθ, οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ὁ ἄνθρωπος Ἰού‐ δα, νεόφυτον ἠγαπημένον. Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Οἱ δὲ τῆς εὐαγγε‐ | |
30 | λικῆς ἀληθείας ἐργάται πρῶτον προοίμιον εὐσεβείας, καὶ πρώτην ἀπαρχὴν τῆς γεωργίας, Στέφανον τὸν ἅγιον ἄνδρα προσφέρουσι τῷ Δεσπότῃ, οἷα δή τινα στέφανον ἀληθῶς ἐκ πολλῶν καὶ διαφόρων ἀρετῶν συνηρμοσμένον. Πρῶτον μὲν γὰρ ὁ θαυμάσιος οὗτος | |
35 | ἀνὴρ τὴν τῶν χηρῶν ἐπιμέλειαν ἐπιστεύετο, μαρτυ‐ | 721 |
46.724 | ρηθεὶς κρίσει καὶ ἐκλογῇ τῶν ἀποστόλων ἀνὴρ εἶναι πιστὸς, καὶ πλήρης Πνεύματος ἁγίου, ἔπειτα δυνάμει πνευματικῆς σοφίας. Καὶ γὰρ τῷ θείῳ λόγῳ τοσαύτην ὑπὲρ τοῦ κηρύγματος συνηγορίαν ἐπεδείκνυτο, ὡς | |
5 | καὶ μεγάλα τὰ θαύματα τῆς θείας ἐνεργείας συν‐ τρέχειν αὐτοῦ ταῖς διδασκαλίαις. Στέφανος γὰρ, φησὶ, πλήρης πίστεως καὶ δυνάμεως, ἐποίει σημεῖα μεγάλα. Οὐ γὰρ ἐδικαίωσεν ἐμπόδιον αὐτῷ τι γενέ‐ σθαι τῇ περὶ τὰς χήρας σπουδῇ, ἀλλὰ καὶ ταύτης εἴ‐ | |
10 | χετο προθύμως, κἀκείνης οὐκ ἀπελιμπάνετο· καὶ ἦν ἐπ’ αὐτῷ μέγα τὸ θαῦμα, καὶ φιλοπόνου διανοίας πλεον‐ έκτημα. Χήρας ἐπιστεύετο, καὶ ψυχὰς ἐνεπορεύετο, τὰς μὲν ἄρτῳ τρέφων, τὰς δὲ λόγῳ παιδεύων, καὶ ταῖς μὲν σωματικὴν τράπεζαν προτιθεὶς, ταῖς δὲ πνευ‐ | |
15 | ματικὴν ἑστίαν προβαλλόμενος. Ἦν γὰρ ἀνὴρ ἀγαθὸς, καὶ πλήρης Πνεύματος ἁγίου· ἀγαθότητι μὲν τῆς γνώμης, τῶν πενήτων τὴν λειτουργίαν ὑφιστάμενος· παῤῥησίᾳ δὲ καὶ δυνάμει τοῦ Πνεύματος, τοὺς ἐχθροὺς τῆς ἀληθείας ἐπιστομίζων. Πᾶσι γοῦν ἀντέκρουε, καὶ | |
20 | πάντας τῷ λόγῳ τῆς ἀληθείας κατηγωνίζετο, λογι‐ σμοὺς καθαιρῶν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Τοσαύτη δὲ αὐτῷ ἰσχὺς τοῦ λόγου παρῆν, ὡς κατὰ τὴν μαρτυρίαν τῆς ἁγίας Γρα‐ φῆς, μηδένα δύνασθαι ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ | |
25 | πνεύματι, ᾧ ἐλάλει. Ἀλλ’ ἐπὶ τὸ συνέδριον ἤγετο τῆς ἀπιστίας, ὁ κήρυξ τῆς ἀληθείας· δεῖ γὰρ ἡμᾶς οὕτω παραδραμόντας τῷ Πρωτομάρτυρι τὴν ὀφειλομένην ἀποδοῦναι, ἣν χθὲς ἀποπληρῶσαι τὸ ἀσθενὲς τοῦ σώ‐ ματος οὐκ ἐπέτρεψε, καὶ σήμερον τοῖς ἁγίοις ἀποστό‐ | |
30 | λοις τὴν οἰκείαν μνήμην ἀποπληρῶσαι. Πρῶτον μὲν γὰρ οὐχ ἡμέραις, οὐδὲ χρόνοις, τὰ τῶν ἁγίων ἐγκώμια περιορίζεται· Εἰς μνημόσυνον γὰρ, φησὶν, αἰώνιον ἔσται δίκαιος· ἔπειτα δὲ, οἷς οὐ διαιρεῖται τὰ τῆς γνώμης. Οὔτε τοίνυν μάρτυρες ἄνευ ἀποστόλων, οὔτε | |
35 | πάλιν ἀπόστολοι χωρὶς ἐκείνων. Διδάσκαλοι μὲν γὰρ μαρτύρων, ἀπόστολοι· εἰκόνες δὲ τῶν ἀποστόλων, οἱ μάρτυρες. Εἰκόνα γοῦν τὴν ἐκείνων καὶ τὸν χαρακτῆρα φέρων ὁ μακάριος Στέφανος, σταυρὸν, καὶ διὰ τοῦ θανάτου πρῶτος τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδή‐ | |
40 | σατο. Ἀλλ’ ὅμως διὰ τῆς ὑπομονῆς τοῦ μαρτυρίου τοὺς διδασκάλους ἀπεσέμνυνε, καὶ γέγονεν ἀληθῶς στέφανος· στέφανος γὰρ τῶν καλῶν διδασκάλων οὐκ ἦν τιμὴ τῆς εὐφημίας, ἀλλ’ ἦν προκοπὴ τῆς Ἐκκλη‐ σίας, ὥσπερ γοῦν Κορινθίοις γράφων ὁ θεῖος Ἀπόστο‐ | |
45 | λός φησιν· Ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτω στήκετε. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. | |
46.724(50) | Εἰσῆλθεν εἰς τὸ συνέδριον τῶν Χριστοφόνων ὁ Χρι‐ | |
στοφόρος· εἰσεπήδησεν εἰς τὴν συναγωγὴν τῶν λύκων | 723 | |
46.725 | τὸ πρόβατον· ἀλλ’ ἦν οὐχ ὡς ἁπλῶς πρόβατον θηρι‐ άλωτον, ἀλλὰ πρόβατον ὑπὸ Χριστοῦ ποιμαινόμενον, καὶ πρὸς τοὺς λύκους ἀγωνιζόμενον. Οἱ μὲν γὰρ ἐλύσ‐ σων καὶ διεπρίοντο, ταῖς κατηγορίαις καὶ ταῖς ἀπει‐ | |
5 | λαῖς τὸ ποίμνιον καταδάκνοντες· ὁ δὲ μᾶλλον αὐτοὺς τοῖς ἐλέγχοις διεσπάραττεν, ἢ ταῖς ἀπειλαῖς καὶ ταῖς κατηγορίαις, ὡς ἐκεῖνοι. Μὴ ψιλῶς, μηδ’ ἐπιπολαίως παραδράμωμεν τὰ λεγόμενα. Οὗτος γὰρ πρὸς τοσαύ‐ την συναγωγὴν πονηρευομένων, καὶ πρὸς τοσαύτην | |
10 | λύκων ἔφοδον κατὰ τῆς ἀδικίας ἐθάρσησε παῤῥησιά‐ σασθαι, καὶ εἰπεῖν μετὰ τὴν πολλὴν ἐκείνην διδασκα‐ λίαν· Σκληροτράχηλοι, καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, καθὼς οἱ πατέρες ὑμῶν, καὶ τὰ ἑξῆς. | |
15 | Οὕτως ὁ ἐπὶ μὲν γῆς φαινόμενος, τὰ δὲ ἐν οὐρανῷ κατοπτριζόμενος· καὶ ἀνθρώπου μὲν φύσιν ἐνδεδυ‐ μένος, ἀγγέλου δὲ ὄψιν καὶ σχῆμα μεταμορφωσάμε‐ νος (καὶ τούτων οὐδὲν ἀπεικός· ἔπρεπε γὰρ ἀληθῶς ἐν τῷ Πρωτομάρτυρι δειχθῆναι τῶν μαρτύρων τὸ | |
20 | ἀξίωμα, καὶ γνῶναι λοιπὸν ἅπαντας τῆς καινῆς χά‐ ριτος τὰ ἔργα)· ὁ τοῦ μαρτυρίου πόθος οὐ μόνον ἀγγελικὴν ἀξίαν χαρίζεται, ἀλλὰ καὶ οὐρανῶν ἀνοίγει πύλας· οὐκέτι θανάτῳ τὰς ψυχὰς παραπέμπων, ἀλλ’ εἰς χεῖρας Χριστοῦ τὸ πνεῦμα παρατιθέμενος. Ὁ μὲν | |
25 | γὰρ Κυριακὸς ἄνθρωπος τοῦ Σωτῆρος τῷ ἑαυτῷ Πα‐ τρὶ ἐν τῷ σταυρῷ προσεφώνει, λέγων· Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου· ὁ δὲ τοῦ Χριστοῦ δοῦλος Στέφανος, ἀνατείνας εἰς τὸν Δεσπότην, Κύριε, φησὶν, Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου· ταύτῃ | |
30 | τῇ φωνῇ τὴν ψυχὴν ἀποθέμενος. Ἄγγελοι τὸν ἑαυτῶν χορευτὴν ἀπελάμβανον, μᾶλλον αὐτὸν ἄνωθεν βάλλον‐ τες ταῖς εὐφημίαις, ἢ ἐν τοῖς λίθοις κάτωθεν Ἰου‐ δαῖοι. Ἀλλ’ ὁ μὲν Στέφανος οὕτω τὸν καλὸν ἀγωνι‐ σάμενος ἀγῶνα, τὸν ἐν οὐρανοῖς κλῆρον ἐδέξατο. Τῷ | |
35 | Στεφάνῳ δὲ τούτῳ πάντες ἐξαίφνης οἱ τίμιοι λίθοι συνεπλάκησαν, οἱ θειότατοι τῶν Εὐαγγελίων κήρυκες, μεθ’ οὓς οἱ μάρτυρες, καὶ μετ’ αὐτοὺς πάλιν οἱ σω‐ τηρίῳ ἀρετῇ διαλάμψαντες· προηγουμένως δὲ οἱ ἐπὶ τοῦ παρόντος μνημονευόμενοι, πολὺ καὶ λαμπρὸν | |
40 | ἀπαστράπτοντες τὸ κάλλος τῆς εὐσεβείας, λέγω δὴ Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, οἱ καὶ τῆς ἀπο‐ στολικῆς ἁρμονίας ἔξαρχοι, καὶ τῆς ἐκκλησιαστικῆς εὐδοξίας στέφανοι. Οὐκ ἀφίσταμαι γὰρ τῆς τοῦ Στε‐ φάνου προσηγορίας· ἀλλὰ πολλάκις καὶ μυριάκις | |
45 | λέγων, ἔτι διψῶν ἐπαναλαμβάνω· Στεφάνου γὰρ κό‐ ρος οὐκ ἔστι τοῖς τὸ μακάριον τέλος τῶν στεφάνων ἐκδεχομένοις. Οὐκοῦν, εἰ δεῖ φιλαλήθως εἰπεῖν, ἀπὸ Στεφάνου πάλιν στεφάνοις εὐωχοῦμεν, καὶ κοινωνοῦ‐ μεν αὐτῶν ταῖς μνήμαις, ἐπειδήπερ ἐλπίζομεν κοι‐ | |
46.725(50) | νωνεῖν, καὶ μένειν, καὶ συνδοξάσομεν· βεβαιούσης | 725 |
46.728 | γὰρ τῆς ἐπαγγελίας, ἡ κοινωνία τῆς πίστεως πολυ‐ πλασιάζεται. | |
6 | Πάλιν δὲ ἡμῖν, ἀδελφοὶ, τῶν ἀγαθῶν ἡ ἀπόλαυσις, τῷ τὴν Κυριακὴν τῆς ἀναστάσεως ἡμέραν συλλάμψαι τῇ μνήμῃ τῶν μαρτύρων. Ἐν ταύτῃ γὰρ προηγου‐ μένως ἡμῶν τὰς διανοίας κατηύγασεν ὁ φωτισμὸς | |
10 | τῆς δόξης τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, ἐν ᾗ τὰς σω‐ τηρίους ἀκτῖνας τῆς δικαιοσύνης ἀνθήσας, τὸ μὲν σκό‐ τος τῆς ἀσεβείας ἠφάνισε, τὰς δὲ ψυχὰς τῇ ἐπιγνώ‐ σει τῆς ἀληθείας ἐλάμπρυνε. Καὶ ὅρα μοι τὸ θαυμα‐ στὸν τῆς εὐεργεσίας καὶ μέγιστον. Ὁ μὲν γὰρ αἰσθη‐ | |
15 | τὸς οὗτος ἥλιος ἀνίσχων ἕωθεν, καὶ ταῖς προδρόμοις τῶν ἀκτίνων αὐγαῖς τὴν ἡμέραν προοιμιαζόμενος, καλύπτει μὲν καὶ περιβάλλει ταῖς μαρμαρυγαῖς τὴν ὑπ’ οὐρανόν· ἀποκρύπτει δὲ καὶ ἀμαυροῖ πάν‐ τας ὁμοῦ τοὺς τῶν ἀστέρων χοροὺς, ὡς μόνον αὐτὸν | |
20 | ὁρᾶσθαι περιπολοῦντα ταῖς οὐρανίαις ἁψίσιν. Ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀνατείλας ἡμῖν ἐξ ὕψους, κατὰ τὴν λέγουσαν περὶ αὐτοῦ προφητείαν, Ἐν οἷς ἐπεσκέψατο ἡμᾶς Ἀνατολὴ ἐξ ὕψους, οὐ μόνον οὐκ ἀπέκρυψε τοὺς πρὸ τῆς ἐπιδημίας αὐτοῦ | |
25 | δίκην ἀστέρων ἀναλάμψαντας ἁγίους, καὶ προδρόμους αὐτοῦ γενομένους, ἀλλὰ κἀκείνους λαμπροτέρους ἐποίησε, καὶ ἑτέρους ἑαυτῷ φωστῆρας συνανέλαμψε. Προφῆται μὲν γὰρ διέλαμψαν μετὰ τὴν ἐκείνου παρ‐ ουσίαν· μᾶλλον δὲ ἢ πρὸ ἐκείνης. Ἀμυδρᾶς γὰρ | |
30 | οὔσης ἔτι τῆς προφητείας ταῖς εὐαγγελικαῖς τῶν Γραμματέων ἐκβάσεσιν, ὁ Σωτὴρ ἐλθὼν εἰς τὸν κόσμον, πάντας ἐλάμπρυνε, καὶ διεσάφησε, πλήρωμα νόμου καὶ προφητῶν γενόμενος. Οὐ γὰρ ἦλθε κατα‐ λῦσαι τὸν νόμον καὶ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι. | |
35 | Ἐπὶ δὲ τῆς νέας χάριτος περὶ ἑαυτοῦ λέγων ὁ Σωτὴρ, | 727 |
46.729 | Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου τούτου, οὐκ ἀπηξίωσεν ἡ πηγὴ τῆς ἀγαθότητος ἐξ ἀγαθοῦ Πατρὸς προελθὼν, τοῖς αὐτῷ δουλεύουσι μεταδοῦναι τῆς ἑαυτοῦ προσ‐ ηγορίας· ἀλλά φησι πρὸς τοὺς ἑαυτοῦ μαθητάς· | |
5 | Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· καὶ, Λαμψάτω τὰ ἔργα ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων. Ὃ δὲ μεῖζον παραγαγεῖν ἔχομεν εἰς ὑπόμνησιν τῶν εἰρη‐ μένων, τοῦτο, χάριτι Θεοῦ, πάλιν ἐκθησόμεθα· Ἰωάν‐ νης Βαπτιστὴς, λύχνος ὀνομασθεὶς, καὶ ἐν τοῖς Ψαλ‐ | |
10 | μοῖς προαναπεφωνημένος, καὶ ὑπὸ Κυρίου μεμαρτυ‐ ρημένος. Ὁ μὲν γὰρ Προφήτης, ἐκ προσώπου τοῦ Πατρὸς, φησὶ περὶ αὐτοῦ διὰ τῆς ὑμνῳδίας· Ἡτοί‐ μασα λύχνον τῷ Χριστῷ μου, τουτέστιν, Ὑπηρέτην καὶ πρόδρομον ἡτοίμασα τοῦ φωτός· ὁ δὲ Κύριος | |
15 | τὴν Πατρικὴν βεβαιῶν φωνὴν, Ἐκεῖνος ἦν, φησὶν, ὁ λύχνος ὁ καιόμενος. Ἀλλ’ ὅμως ὁ λύχνος ὢν, τοσοῦτον ἀπέσχε τοῦ ἀμαυρωθῆναι τῇ τοῦ Κυρίου παρουσίᾳ, ὃς ἦν ἥλιος δικαιοσύνης, ὥστε καὶ μᾶλλον διέλαμψε, κήρυξ ὁμοῦ καὶ θεολόγος αὐτοῦ τοῦ Σωτῆ‐ | |
20 | ρος ὁ Βαπτιστὴς γενόμενος. Ἰωάννης μὲν οὖν διὰ τὸ ἕνα μόνον φωτίζειν οἶκον τὸν τοῦ Ἰσραὴλ, λύχνος ὠνομάσθη. Οἱ δὲ τοῦ Σωτῆρος ἀπόστολοι, οὐ λύχνοι, οὐδὲ ἀστέρες, ἀλλὰ φωστῆρες ἀνηγορεύθησαν, οὐκ ἐν ἑνὶ κλίματι, οὐδὲ μιᾷ γωνίᾳ λάμποντες, ἀλλ’ ἅπασαν | |
25 | τὴν ὑπὸ οὐρανὸν καταυγάζοντες. Ἔξαρχοι δὲ τούτων καὶ κορυφαῖοι ὁ Πέτρος, καὶ ὁ Ἰάκωβος, καὶ ὁ Ἰωάν‐ νης, οἱ σήμερον ταῖς ὑπὲρ Χριστοῦ μαρτυρίαις σε‐ μνυνόμενοι, συμφώνως μὲν πρὸς τὸ τέλος τοῦ βίου δραμόντες, διαφόροις δὲ τοῦ μαρτυρίου τρόποις ἐν‐ | |
30 | αθλήσαντες. Ὁ μὲν γὰρ πρωτοστάτης καὶ κορυφαῖος τῆς ἀποστολικῆς χορείας ἀναδειχθεὶς, οἰκείαν τῷ ἀξιώματι τὴν δόξαν ἀπηνέγκατο, τῇ τοῦ Σωτῆρος ὁμοιοπαθείᾳ τετιμημένος· ὁ σταυρῷ γὰρ προσ‐ ηλωθεὶς, τὴν Δεσποτικὴν εἰκόνα τοῦ βασιλέως ἐξετύ‐ | |
35 | πωσεν (εἰκόνα δὲ λέγω βασιλικὴν τὸν σταυρόν)· οὐκ αἰσχυνόμενος ἐπὶ τῷ πάθει, ἀλλὰ σεμνυνόμενος ἐπὶ τῷ μεγάλῳ τροπαίῳ. Μήτε γὰρ αὐτοῖς, μήτε ἡμῖν, μήτε τοῖς μεθ’ ἡμᾶς, μήτε τινὶ ἑτέρῳ, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καθὼς καὶ ὁ Παῦλός φησιν ... | |
40 | οὕτω γὰρ καὶ Πέτρος φαίνεται διὰ τιμῆς ἔχων τὴν σεβάσμιον ... Ἠξίου γὰρ κατὰ κεφαλῆς κρεμα‐ σθῆναι ὑπὸ τῶν σταυρούντων διὰ πολλὴν εὐλάβειαν, ἵνα μὴ ἶσος εἶναι τῷ Σωτῆρι δόξῃ, τῷ ὑπὲρ πάσης τῆς ἀνθρωπότητος σταυρωθέντι, καὶ πλατείαις, ὥσπερ | |
45 | ταῖς διὰ τοῦ σταυροῦ, χερσὶ τὴν οἰκουμένην περιβα‐ λόντι. Ἰάκωβος δὲ τὴν κεφαλὴν ἀπετέμνετο, τὴν ὄντως αὑτοῦ κεφαλὴν, τὸν Χριστὸν, ἀπολαβεῖν ἐπειγόμενος. Κεφαλὴ γὰρ ἀνδρὸς ὁ Χριστὸς, κατὰ τὸν Ἀπόστολον, καὶ πάσης ὁμοῦ κεφαλὴ τῆς Ἐκκλησίας. Ὁ δὲ μα‐ | |
46.729(50) | κάριος Ἰωάννης ἐν πολλαῖς καὶ διαφόροις κατὰ τὸν βίον ἀθλήσας ἀγῶσι, καὶ ἐν πᾶσι διαπρέψας τοῖς | |
κατορθώμασι τῆς εὐσεβείας, κενὸν μὲν εἰς ὕδωρ τοῦτο | 729 | |
46.732 | πέρας ... κεκριμένος, τῷ χορῷ τῶν μαρτύρων συν‐ ηρίθμηται· (παρὰ γὰρ δικάζουσιν, οὐκ ἀπὸ τῆς ἐκβάσεως τοῦ πάθους, ἀλλὰ παρ’ αἱρέσεως τοῦ πόθου κρίνεται τὸ μαρτύριον)· Ἀλλ’ ὁ μὲν τοῦ θανά‐ | |
5 | του τρόπος τοιοῦτος ἦν, τοῖς διὰ θανάτου τὴν ἀθάνατον μνήμην καὶ ταῖς Ἐκκλησίαις χαρισαμένοις. Ἔπρεπε δὲ ὡς ἀληθῶς ἐπὶ τὸ αὐτὸ τῶν προειρημένων ἀνδρῶν τὰς μνήμας ἐπιτελεῖσθαι, οὐ μόνον διὰ τὸ σύμφωνον τῆς εὐσεβείας, ἀλλὰ καὶ διὰ τὸ ὁμότιμον τῆς ἀξίας. | |
10 | Οὗτοι γὰρ μόνοι τῷ Κυρίῳ πάντοτε συσχολάζοντες, καὶ ἐξαίρετον ὥσπερ παρὰ τοὺς λοιποὺς τῶν ἀποστό‐ λων χώραν ἔχοντες, καὶ παῤῥησίαν, οὐ κατὰ τὴν τῆς ἀνθρωπίνης φιλίας πρόσληψιν, ἀλλὰ κατὰ θεϊκὴν ἀλη‐ θείας ἐπίκρισιν. | |
18 | Ἔστι γοῦν εὑρεῖν ἐν τοῖς μεγίστοις τῶν θαυμάτων μόνους αὐτοὺς παρὰ τοῦ Κυρίου παραληφθέντας, ὡς | |
20 | πιστοτάτους καὶ ἀληθεστάτους τῶν γιγνομένων μάρ‐ τυρας· τοῦτο μὲν ἐπὶ τῆς ἐν τῷ ὄρει θεωρίας (μό‐ νος γὰρ ἦν ἐκεῖ Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάν‐ νης, ὅτε τὸ σῶμα τὸ ἑαυτοῦ μεταμορφώσας ὁ Κύριος, εἰς ἔνδοξον καὶ λαμπροτέραν θεότητα μετέβαλε, | |
25 | Μωϋσέα καὶ Ἠλίαν ἐν ἑαυτῷ παραστησάμενος, καὶ τῇ νεφέλῃ τοῦ φωτὸς ἐπισκιάσας, τὴν μεγάλην ἐκείνην εἰκόνα τῆς βασιλείας ὑπέδειξε)· τοῦτο δὲ ἐπὶ τῆς Ἰαείρου θυγατρὸς, ἣν θανοῦσαν διήγειρε· καὶ γὰρ ἐκεῖ τούτους εἶχεν ἐπόπτας τῆς γενομένης θαυ‐ | |
30 | ματουργίας. Ἔτι γε μὴν, ἵνα μὴ τὰ καθ’ ἕκαστον λέγων διατρίβω, καὶ κατ’ αὐτὸν τὸν καιρὸν τοῦ σω‐ τηρίου πάθους τοὺς αὐτοὺς ἄνδρας παραλαβὼν, ἐθάῤ‐ ῥησεν εἰπεῖν, ὡς πιστοῖς ἀνδράσι καὶ βεβαιοτάτοις· Νῦν ἡ ψυχή μου τετάρακται. Ταῦτα δὲ ἡμῖν εἴ‐ | |
35 | ρηται, οὐκ εἰς καθαίρεσιν τῶν λοιπῶν ἀποστόλων, ἀλλ’ εἰς μαρτύριον τῆς τῶν μνημονευομένων ἀρετῆς· εἰ δὲ δεῖ φιλαλήθως εἰπεῖν, καὶ εἰς κοινὸν τῶν ἀπο‐ στόλων ἐγκώμιον· τὸ γὰρ ὑπεροχὰς καὶ ἐπιβάσεις ἐν τοῖς ἁγίοις ὁρίζεσθαι, οὐκ ἀνθρωπίνης ἂν ᾖ δοκιμα‐ | |
40 | σίας, ἀλλ’ ἐπικρίσεως καὶ ἀληθείας Θεοῦ. Ἡμᾶς δὲ μνήμαις τοιούτων καὶ τηλικούτων ἀνδρῶν κοινωνεῖν ἀξιωθέντας, εὐχαριστεῖν ἀναγκαῖον, οὐχ ὅσον ὀφεί‐ λομεν, τοῦτο γὰρ ἀδύνατον, ἀλλ’ ὅσον ἰσχύομεν, τοῦτο γὰρ εὐαπόδεκτον. Ἀπαιτοῦσι δὲ ταύτας οἱ | |
45 | ἅγιοι παρ’ ἡμῶν τὰς τιμὰς, οὐχ ἵνα τι κερδάνωσιν εὐφημούμενοι, ἀλλ’ ἵνα ἡμεῖς κοινωνήσωμεν εὐερ‐ γετούμενοι. Ἐκεῖνο δὲ πάλιν οὐδένα τῶν εὐσεβῶν | |
ἀγνοεῖν οἴομαι, ὡς οὐ μόνον Πέτρου, καὶ Ἰακώβου, | 731 | |
46.733 | καὶ Ἰωάννου, ἀλλὰ καὶ πάσης ὁμοῦ τῆς ἀποστολικῆς ἁρμονίας τὰς μνείας ἐπιτελοῦμεν. Εἰ γὰρ κατὰ τὴν τῶν δογμάτων ἀλήθειαν, μελῶν τάξιν ἐπέχοντες, ἑνὸς σώματος ἀποπληροῦσι σχῆμα, δηλονότι δοξαζομένου | |
5 | μου μέρους ἑνὸς, ὥς φησιν ὁ Ἀπόστολος, Συν‐ δοξάζεται πάντα τὰ μέλη, καὶ μάλιστα ἐπ’ ἐκεί‐ νων τῶν μακαρίων καὶ τελειοτάτων ἀνδρῶν, οἷς πάντα συμφωνεῖ πρὸς ἀλήθειαν, καὶ ὁ τρόπος ὁμό‐ γνωμος, καὶ ἡ πίστις ὁμόδοξος, καὶ ὡς κοινὰ τὰ | |
10 | τῆς εὐσεβείας πλεονεκτήματα τούτων, κοινὰ καὶ τὰ παρὰ τῆς ἀληθείας σεμνολογήματα. Τίς δὲ οὐκ ἂν εὐλόγως ἡσθείη, καὶ αὐτοῦ τοῦ ἁγίου Πνεύματος πληρωθείη, ἀποστολικῷ χορῷ κοινωνεῖν ἠξιωμένος, τῷ πᾶσαν τὴν οἰκουμένην πρὸς τὴν ἐπίγνωσιν τῆς | |
15 | ἀληθείας ὁδηγήσαντι, τῷ κατὰ πάσης τῆς οἰκουμέ‐ νης ἁπλώσαντι τὰ τῆς εὐσεβείας δίκτυα, καὶ παντα‐ χοῦ πήξαντι τὰ τῆς ἀληθείας θήρατρα, ἵνα συλλαβό‐ μενοι πᾶσαν ὁμοῦ τὴν ἀνθρωπότητα, τὴν ὑπὸ τῆς κακίας ἠγριωμένην προσαγάγωσι τῷ ἐξημεροῦντι | |
20 | καὶ σώζοντι; Εἰς πᾶσαν γοῦν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Οἱ θεμέλιοι τῆς Ἐκκλησίας, οἱ στύλοι καὶ τὰ ἑδραιώματα τῆς ἀληθείας, οὗτοί εἰσιν αἱ ἀένναοι πηγαὶ τοῦ σωτηρίου, αἳ πολὺ, καὶ πλούσιον, καὶ θεοειδὲς νᾶμα τὸ τῆς διδασκαλίας προχέουσιν. | |
25 | Ἐπὶ τούτους ἡμᾶς καὶ ἡ προφητικὴ παραπέμπει φωνὴ, λέγουσα· Ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύ‐ νης ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου. | |
30 | Μνημονεύεται Πέτρος ἡ κεφαλὴ τῶν ἀποστόλων, καὶ συνδοξάζεται μὲν αὐτῷ τὰ λοιπὰ μέλη τῆς Ἐκ‐ κλησίας· ἐπιστηρίζεται δὲ ἡ Ἐκκλησία τοῦ Θεοῦ. Οὗτος γάρ ἐστι κατὰ τὴν δοθεῖσαν αὐτῷ παρὰ τοῦ Κυρίου δωρεὰν ἡ ἀῤῥαγὴς καὶ ὀχυρωτάτη πέτρα, | |
35 | ἐφ’ ἣν τὴν Ἐκκλησίαν ὁ Σωτὴρ ᾠκοδόμησε. Μνημο‐ νεύεται πάλιν Ἰάκωβος καὶ Ἰωάννης, καὶ ὡς υἱοὶ βροντῆς ὑπὸ τοῦ Σωτῆρος προσαγορευόμενοι, πάσας ἑαυτοῖς τὰς ὀμβροτόκους νεφέλας συνεπιφέρονται· ῥηγνυμένης γὰρ τῆς βροντῆς, ἀνάγκη καὶ τὰς νε‐ | |
40 | φέλας συναθροίζεσθαι. Νεφέλας μὲν οὖν τοὺς ἀπο‐ στολικοὺς καὶ προφητικοὺς λόγους ὑποληπτέον, ὧν εἰ καὶ διάφοροι τοῦ κηρύγματος οἱ χρόνοι, ἀλλὰ σύμ‐ φωνοι τῆς εὐσεβείας οἱ νόμοι· ἐξ ἑνὸς γὰρ αὐτοῖς καὶ τοῦ αὐτοῦ πνεύματος ὥρμηται τὰ χαρίσματα. | |
45 | Ἀλλὰ τί τοῖς ἀδυνάτοις ἐπεξιέναι τολμᾷν, καὶ τῆς ἀποστολικῆς ἀρετῆς ἐπαξίως πειρᾶσθαι μνημονεύειν; Οὐ πρὸς Σίμωνα ἡμῖν, τὸν ἀπὸ τῆς ἁλείας γνωριζό‐ μενον, ἡ τῶν ἐπαίνων φιλοτιμία, ἀλλὰ πρὸς τὴν ἐκεί‐ νου πίστιν τὴν στερεὰν, καὶ πάσης ὁμοῦ τῆς Ἐκκλη‐ | |
46.733(50) | σίας τὸ στήριγμα. Οὐδὲ πάλιν πρὸς τοὺς υἱοὺς Ζε‐ βεδαίου τὸν λόγον ἔχομεν, ἀλλὰ πρὸς τοὺς Βοανερ‐ γεῖς, τοὺς ἑρμηνευομένους, υἱοὺς βροντῆς. Ποῦ νῦν φανήσεται ἡ βραχυτάτη τοῦ λόγου φωνὴ, τοσαύτης καὶ τηλικαύτης βροντῆς τὰς πάντων ἀκοὰς περι‐ | |
55 | ηχούσης; Οὐκοῦν αὐτὸ τοῦτο μόνον τὴν πρὸς τοὺς | |
ἁγίους εὐγνωμοσύνην ἀποπληρῶσαι σπεύσαντες, ἐπὶ | 733 | |
46.736 | τὴν ἀκίνδυνον σιωπὴν καταφεύγομεν, ἐκεῖνο καλῶς εἰδότες, ὡς ἑνὶ τούτῳ ταῖς μνείαις τῶν ἁγίων κοινωνεῖν ἀξιούμεθα, ἐν τῷ τὰς ἐκείνων ἀρετὰς μι‐ μεῖσθαι καὶ ζηλοῦν· οὐκ ἐν τῷ λόγῳ περιφέροντες | |
5 | αὐτῶν τὸν βίον, ἀλλ’ ἐν τῇ γνώμῃ διασώζοντες αὐτῶν τὸν τρόπον. Ἀποδείξει γὰρ ἡμᾶς ἐκείνων γνησίους μαθητὰς, οὐ συνήθεια μετὰ ἀλογίας, ἀλλ’ εὐσέβεια μετὰ εὐλαβείας, καὶ ὁ βίος ὁμόδοξος, καὶ ὁ τρόπος ὁμόζηλος. Τιμᾷς μαρτύρων τὴν μνήμην; τίμησαι | |
10 | καὶ τὴν γνώμην· κοινωνία γὰρ τῆς μνήμης ἡ συμ‐ φωνία τῆς γνώμης. Μὴ γὰρ ἐκείνοις μόνοις ἐπέλαμ‐ ψεν ὁ φωτισμὸς τῆς γνώσεως τῆς δόξης τοῦ Εὐαγγε‐ λίου τοῦ Χριστοῦ; μὴ γὰρ ἐκείνοις μόνοις ἡ χάρις ἐξαπεστάλη; Αἱ ἐντολαὶ κοιναὶ, ὁ τρόπος κοινὸς, εἷς | |
15 | ὁ τῶν πόνων ἀγωνοθέτης, ἓν τὸ βραβεῖον τῆς ἀλη‐ θείας, οὗ γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, εὐχαῖς καὶ πρεσβείαις τῶν μνημονευθέντων ἁγίων, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ | |
κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 735 |