TLG 2017 063 :: GREGORIUS NYSSENUS :: De spiritu sancto sive In pentecosten GREGORIUS NYSSENUS Theol. De spiritu sancto sive In pentecosten Citation: Volume — page — (line) | ||
46.696(1t) | ΤΟΥ ΑΥΤΟΥ | |
2t | ΛΟΓΟΣ ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΠΝΕΥΜΑ. | |
---|---|---|
7 | Πᾶσαν ἑορτῆς ὑπόθεσιν φαιδροτέραν ὁ Δαβὶδ δι’ ἑαυτοῦ ἀπεργάζεται, τὴν πολυαρμόνιον ἐκείνην κιθά‐ ραν προσφόρως ἀεὶ τῇ χρείᾳ μεθαρμοζόμενος. Οὐκ‐ | |
10 | οῦν καὶ τὴν μεγάλην τῆς Πεντηκοστῆς ἑορτὴν φαι‐ δρυνέτω ἡμῖν ὁ αὐτὸς Προφήτης, τῷ πλήκτρῳ τοῦ Πνεύματος ἐν ταῖς χορδαῖς τῆς σοφίας τὸ μέλος ἀνακρουόμενος. Εἰπάτω τοίνυν ἐκ τῆς ἐνθέου μελ‐ ῳδίας ἐκείνης, τὸ τῇ παρούσῃ χάριτι πρόσφορον, | |
15 | ὅτι Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Πρότερον χρὴ γνῶναι τὴν χάριν, ἥτις ἐστὶν, εἶθ’ οὕτως τὴν κατάλληλον ἐκ τῆς προφητείας ἐφαρμόσαι τῇ ὑποθέ‐ σει φωνήν· καί μοι δότε, καθὼς ἂν ᾖ δυνατὸν, διά τινος ἀκολούθου τάξεως διασαφῆσαι τὸν περὶ τούτων | |
20 | λόγον· Πεπλάνητο κατ’ ἀρχὰς τὸ ἀνθρώπινον, πρὸς τὴν τοῦ Θεοῦ κατανόησιν, καὶ καταλιπόντες τὸν τῆς κτίσεως Κύριον, οἱ μὲν τοῖς τοῦ κόσμου στοιχείοις δι’ ἀπάτην ὑπέκυπτον, ἄλλοι δὲ τὴν τῶν δαιμό‐ νων φύσιν ἐποιοῦντο σεβάσμιον, πολλοῖς δὲ τὸ Θεῖον | |
25 | ἐδόκει καὶ ἡ χειροποίητος τῶν εἰδώλων μορφὴ, οἷς βωμοί τε, καὶ ναοὶ, καὶ τελεταὶ, καὶ θυσίαι, καὶ τε‐ μένη, καὶ ἀφιδρύματα, καὶ πάντα τὰ τοιαῦτα παρ’ αὐτῶν ἀνετίθετο εἰς θεραπείαν τῶν ψευδωνύμων θεῶν. Εἶδε τοίνυν τῷ τῆς φιλανθρωπίας ὀφθαλμῷ τὴν | |
30 | τῆς φύσεως τῶν ἀνθρώπων διαφθορὰν ὁ Δεσπότης τῆς φύσεως, καὶ διά τινος ἀκολουθίας ἀπὸ τῆς πλάνης ἐπανάγει τὴν ἀνθρωπίνην ζωὴν πρὸς τὴν τῆς ἀλη‐ θείας ἐπίγνωσιν. Ὥσπερ γὰρ οἱ τοὺς ἐν λιμῷ χρονίῳ συντετηκότας, μετά τινος ἰατρικῆς ἐπιστήμης ἀνα‐ | |
35 | λαμβάνοντες, οὐκ ἀθρόως ἐπὶ τὸν κόρον προάγου‐ σι, φειδοῖ τῆς ἀσθενείας αὐτῶν· ἀλλὰ διὰ τῆς συμμέτρου τροφῆς ἀναληφθείσης αὐτοῖς τῆς δυνά‐ | |
μεως, τότε συγχωροῦσι κατ’ ἐξουσίαν ἐμφορεῖσθαι | ||
46.697 | τοῦ κόρου· κατὰ τὸν αὐτὸν τρόπον τῷ φοβερῷ λιμῷ τῆς ἀνθρωπίνης φύσεως δαπανηθείσης, τεταμιευμένη γίνεται αὐτοῖς παρὰ τῆς οἰκονομίας ἡ τῆς τῶν μυστη‐ ρίων τροφῆς μετουσία· ὥστε διά τινος ἀκολούθου | |
5 | τάξεως ἀεὶ τὸ τέλειον προσλαμβάνοντας, οὕτως ἐπὶ τὸ πέρας φθάσαι τῆς τελειότητος. Τὸ μὲν γὰρ σῶζον ἡμᾶς ἡ ζωοποιός ἐστι δύναμις, ἐν ὀνόματι Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος πιστευομένη. Οἱ δὲ τοῦ παντὸς ἀχώρητοι διὰ τὴν γεγενημένην αὐτοῖς ἐκ | |
10 | τοῦ λιμοῦ τῶν ψυχῶν ἀσθένειαν, πρότερον ἐκ τῆς πολυθεΐας ὑπὸ τῶν προφητῶν τε, καὶ τοῦ νόμου με‐ τατεθέντες, εἰς μίαν θεότητα βλέπειν ἐθίζονται, καὶ ἐν τῇ μιᾷ θεότητι μόνην τὴν τοῦ Πατρὸς δύναμιν κα‐ τανοοῦσιν, ἀχώρητοι, καθὼς εἶπον, ὄντες τῆς τελείας | |
15 | τροφῆς. Εἶτα διὰ τοῦ Εὐαγγελίου καὶ ὁ μονογενὴς Υἱὸς τοῖς διὰ τοῦ νόμου προτετελειωμένοις ἀπο‐ καλύπτεται, μετὰ τοῦτο παραγίνεται ἡμῖν ἡ τελεία τῆς φύσεως ἡμῶν τροφὴ, τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐστιν ἡ ζωή. Αὕτη τῆς ἑορτῆς ἡ ὑπόθεσις· διὰ ταῦτα | |
20 | καλῶς ἔχει, χορευτὰς ἡμᾶς γενομένους τοῦ Πνεύμα‐ τος, πείθεσθαι τῷ κορυφαίῳ τῆς πνευματικῆς ταύ‐ της χοροστασίας Δαβὶδ τῷ λέγοντι· Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ· Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστι, καθώς φησιν ὁ Ἀπόστολος. Σήμερον γὰρ κατὰ τὴν ἐτήσιον τοῦ ἔτους περίοδον | |
25 | τῆς πεντηκοστῆς συμπληρουμένης, κατὰ τὴν ὥραν ταύτην, εἴγε περὶ τὴν τρίτην ὥραν τῆς ἡμέρας ἐσμὲν, ἐγένετο ἡ ἀνεκδιήγητος χάρις. Κατεμίχθη γὰρ πάλιν τοῖς ἀνθρώποις τὸ Πνεῦμα, ὅπερ πρότερον διὰ τὸ γενέσθαι σάρκα τὸν ἄνθρωπον τῆς φύσεως ἡμῶν | |
30 | ἀπεφοίτησε· καὶ διὰ τῆς βιαίας ἐκείνης πνοῆς, τῶν πνευματικῶν τῆς πονηρίας δυνάμεων, καὶ πάντων τῶν ῥυπαρῶν δαιμονίων ἀποσκεδασθέντων ἀπὸ τοῦ ἀέρος, ἐν τῇ καθόδῳ τοῦ Πνεύματος, πλήρεις τῆς θείας δυνάμεως, ἐν εἴδει πυρὸς, οἱ ἐν τῷ ὑπερῴῳ | |
35 | καταλειφθέντες ἐγένοντο· οὐδὲ γάρ ἐστι δυνατὸν ἄλλως μέτοχον Πνεύματος ἁγίου γενέσθαι τινὰ, μὴ τῷ ὑπερ‐ ῴῳ τῆς ζωῆς ταύτης ἐνδιαιτώμενον. Ὅσοι γὰρ τὰ ἄνω φρονοῦσι, μεταθέντες ἑαυτῶν ἀπὸ γῆς εἰς οὐ‐ ρανὸν τὸ πολίτευμα, τοῦ ὑπερῴου τῆς ὑψηλῆς πολι‐ | |
40 | τείας ὄντες οἰκήτορες, ἐν μετουσίᾳ τοῦ ἁγίου Πνεύ‐ ματος γίνονται. Οὕτω γάρ φησιν ἡ ἱστορία τῶν Πρά‐ ξεων, ὅτι συνηγμένων αὐτῶν ἐν τῷ ὑπερῴῳ, τὸ κα‐ θαρὸν ἐκεῖνο καὶ ἄϋλον πῦρ εἰς εἴδη γλωσσῶν, κατὰ τὸν ἀριθμὸν τῶν μαθητῶν, διασχίζεται. Ἐκεῖνοι μὲν | |
45 | οὖν Πάρθοις, καὶ Μήδοις, καὶ Ἐλαμίταις, καὶ τοῖς λοιποῖς ἔθνεσι διελέγοντο, κατ’ ἐξουσίαν πρὸς πᾶσαν ἐθνικὴν γλῶσσαν τὰς ἑαυτῶν φωνὰς μεθαρμόζοντες· Ἐγὼ δὲ, καθώς φησιν ὁ Ἀπόστολος, θέλω πέντε λόγους ἐν Ἐκκλησίᾳ τῷ νοΐ μου λαλῆσαι, ἵνα | |
46.697(50) | καὶ ἄλλους ὠφελήσω, ἢ μυρίους λόγους ἐν γλώσ‐ σῃ. Τότε μὲν χρήσιμον τὸ ὁμόφωνον γίνεσθαι τοῖς ἀλλογλώσσοις, ὡς ἂν μὴ ἀνενέργητον εἴη τὸ κήρυγμα τοῖς ἀγνοοῦσι, τῇ φωνῇ τῶν κηρυσσόντων ἐμποδιζό‐ | |
μενον· νῦν μέντοι τῆς κατὰ τὴν γλῶσσαν ὁμοφωνίας | ||
46.700 | οὔσης, ἐπιζητῆσαι χρὴ τὴν πυρίνην γλῶσσαν τοῦ Πνεύματος εἰς φωτισμὸν τῶν δι’ ἀπάτης ἐσκοτισμέ‐ νων. Οὐκοῦν καὶ πρὸς τοῦτο ἡμᾶς ὁδηγησάτω Δαβὶδ, συγχορεύοντα λαβὼν ἑαυτῷ τὸν Ἀπόστολον. Ἐν γὰρ | |
5 | τῇ ψαλμῳδίᾳ ταύτῃ, ἧς ἡ ἀρχὴ τὸ ἀγαλλίαμα ἡμῖν τὸ ἐπὶ τῷ Κυρίῳ χαρίζεται, λέγουσα· Δεῦτε, ἀγαλ‐ λιασώμεθα τῷ Κυρίῳ, οὐ διὰ τούτου πρὸς τὴν τοῦ ἁγίου Πνεύματος ὁδηγούμεθα δοξολογίαν· ἀλλὰ πολὺ μᾶλλον ἐν τοῖς ὑπολοίποις τὰ περὶ τῆς θεότητος αὐ‐ | |
10 | τοῦ διδασκόμεθα. Λέξω δὲ ὑμῖν αὐτὰ τοῦ Προφήτου τὰ ῥήματα, οἷς συντίθεται καὶ ὁ μέγας Ἀπόστολος· ἔχει δὲ ἡ ῥῆσις οὕτως· Σήμερον ἐὰν τῆς φωνῆς αὐ‐ τοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ | |
15 | πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πα‐ τέρες ὑμῶν. Τούτων μεμνημένος ὁ θεῖος Ἀπόστολος, οὕτω φησί· Διὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· καὶ τοῦτο εἰπὼν, ταύτας τοῦ Προφήτου τὰς ῥήσεις ἐπήγαγεν, ἐφαρμόζων αὐτὰς τῷ προσώπῳ τοῦ Πνεύ‐ | |
20 | ματος. Τίς οὖν ἐστιν, ὃν ἐπείρασαν οἱ πατέρες αὐτῶν ἐν τῇ ἐρήμῳ; τίς, ὃν παρώργισαν; Μάθε παρ’ αὐτοῦ τοῦ Προφήτου, ὅς φησιν, ὅτι· Ἐπείρασαν τὸν Θεὸν τὸν Ὕψιστον. Ἀλλὰ μὴν ὁ Ἀπόστολος προτάξας τὸ πρόσωπον τοῦ ἁγίου Πνεύματος, ἐκείνῳ ταύτας τὰς | |
25 | φωνὰς ἀνατίθησι, λέγων· Διὸ, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Οὐκοῦν ὃν ὕψιστον Θεὸν ὁ Προφήτης κατωνόμασε, τοῦτον ὁ θεῖος Ἀπόστολος τὸ Πνεῦμα τὸ ἅγιον εἶναι | |
30 | λέγει. Εἰ δὲ ἀπιστεῖς, πάλιν τὸ εἰρημένον ἐπίσκεψαι· Διὸ, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Μὴ σκλη‐ ρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρα‐ σμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρή‐ μῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Εἰ οὖν τὸ | |
35 | Πνεῦμα τὸ ἅγιον λέγει, ὅτι· Ἐπείρασάν με οἱ πατέ‐ ρες ὑμῶν ἐν τῇ ἐρήμῳ· ὁ δὲ Προφήτης διαμαρτύρε‐ ται, ὅτι ὁ ἐν τῇ ἐρήμῳ πειρασθεὶς, ὕψιστός ἐστι Θεός· ἐνεφράγη τὰ στόματα τῶν Πνευματομά‐ χων, τὰ λαλοῦντα κατὰ τοῦ Θεοῦ ἀδικίαν, σαφῶς | |
40 | τοῦ τε Ἀποστόλου καὶ τοῦ Προφήτου διὰ τῶν εἰρη‐ μένων τὴν θεότητα κηρυσσόντων τοῦ Πνεύματος· τοῦ μὲν εἰπόντος, ὅτι, Ἐπείρασαν τὸν Θεὸν τὸν Ὕψι‐ στον, καὶ ὡς παρὰ τοῦ Θεοῦ τοῖς Ἰσραηλίταις προ‐ φέροντος τὴν ῥῆσιν ἐκείνην, ὅτι, Ἐν τῇ ἐρήμῳ | |
45 | ἐπείρασάν με οἱ πατέρες ὑμῶν· τοῦ δὲ μεγάλου Παύλου τῷ ἁγίῳ Πνεύματι ταύτας τὰς φωνὰς ἐφαρ‐ μόσαντος, ὡς διὰ τούτων ἐναργῶς ἀποδειχθῆναι, ὅτι Θεὸς ὕψιστος τὸ Πνεῦμά ἐστι τὸ ἅγιον. Ἆρα βλέ‐ πουσιν οἱ ἐχθροὶ τῆς δόξης τοῦ Πνεύματος τὴν | |
46.700(50) | πυρίνην γλῶσσαν τῶν θείων λογίων τὴν τὰ κεκρυμ‐ | |
46.701 | μένα φωτίζουσαν, ἢ ὡς πεπληρωμένων τοῦ γλεύ‐ κους καταγελάσουσιν; Ἐγὼ δὲ κἂν ταῦτα λέγωσι καθ’ ἡμῶν, συμβουλεύω ὑμῖν, ἀδελφοὶ, μὴ φοβηθῆ‐ ναι τὸν ὀνειδισμὸν τῶν τοιούτων, μηδὲ τῷ φαυλισμῷ | |
5 | αὐτῶν ἡττηθῆναι. Εἴθε γὰρ γένοιτό ποτε καὶ ἐκείνοις τὸ γλεῦκος τοῦτο, ὁ νεοθλιβὴς οὗτος οἶνος, ὁ ἐκ τῆς ληνοῦ προχεθεὶς, ἣν ἐπάτησε διὰ τοῦ Εὐαγ‐ γελίου ὁ Κύριος, ἵνα σοι πότιμον τοῦ ἰδίου βότρυος τὸ αἷμα ποιήσῃ. Εἴθε γὰρ ἐπληρώθησαν κἀκεῖνοι | |
10 | τοῦ νέου τούτου οἴνου, ὃν γλεῦκος ὠνόμασαν, ὃς τὴν διὰ τοῦ αἱρετικοῦ ὕδατος ἐπιμιξίαν παρὰ τῶν καπήλων οὐκ ἔπαθε· πάντως γὰρ καὶ τοῦ Πνεύματος πλήρεις ἐγένοντο, δι’ οὗ τὸ παχύ τε καὶ ἰλυῶδες τῆς ἀπιστίας οἱ Πνεύματι ζέοντες ἀφ’ ἑαυτῶν ἐξαφρί‐ | |
15 | ζουσιν. Ἀλλ’ οὐ δύνανται οἱ τοιοῦτοι ἐν ἑαυτοῖς τὸ γλεῦκος δέξασθαι, ἔτι τὸν παλαιὸν ἀσκὸν περιφέ‐ ροντες, ὃς περικρατεῖν τὸν τοιοῦτον μὴ δυνάμενος οἶ‐ νον, αἱρετικῶς ἀποῤῥήγνυται. Ἀλλ’ ἡμεῖς, ἀδελφοὶ, καθώς φησιν ὁ Προφήτης, Δεῦτε, ἀγαλλια‐ | |
20 | σώμεθα τῷ Κυρίῳ, πίνοντες, καὶ τὰ τῆς εὐσεβείας γλυκάσματα, καθὼς ὁ Ἔσδρας διακελεύεται, καὶ ταῖς τῶν ἀποστόλων τε καὶ προφητῶν χοροστασίαις ἐμφαιδρυνόμενοι, κατὰ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύ‐ ματος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐπὶ τῇ | |
25 | ἡμέρᾳ ταύτῃ, ἣν ἐποίησεν ὁ Κύριος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. | |
Ἀμήν. |