TLG 2017 061 :: GREGORIUS NYSSENUS :: Decem syllogismi contra Manichaeos [Sp.] GREGORIUS NYSSENUS Theol. Decem syllogismi contra Manichaeos [Sp.] Citation: Volume — page — (line) | ||
46.541(1t) | ΤΟΥ ΑΥΤΟΥ | |
2t | ΚΑΤΑ ΜΑΝΙΧΑΙΩΝ ΛΟΓΟΣ | |
---|---|---|
3t | Δώδεκα συλλογισμῶν, ὅτι τὸ κακὸν, φθαρτὸν καὶ γεννητὸν καὶ ἀνύπαρκτον, καὶ ὁ τούτου δὲ πατὴρ | |
4t | διάβολος οὐκ ἀγέννητος. | |
9 | Εἴ τι ἂν κακὸν, κολαστέον· οὐδὲν δὲ κολαζόμενον | |
10 | ἄφθαρτον. Οὐδὲν ἄρα κακὸν ἄφθαρτον. | |
12 | Οὐδὲν φθαρτὸν ἀγέννητον· ἔστι δὲ τὸ κακὸν φθαρ‐ τόν. Τὸ ἄρα κακὸν οὐκ ἀγέννητον. Οὐδὲν κατ’ οὐσίαν κακόν· τῷ τὸ κακὸν ποιὸν εἶναι. | |
15 | Οὐδὲν δὲ ποιὸν οὐσία. Τὸ ἄρα κακὸν οὐκ οὐσία. | |
17 | Πάντα τὰ ἐναντία ἀλλήλων φθαρτά· τὰ δὲ ἀγέννητα ὄντα οὐ φθαρτά. Τὰ ἄρα ἐναντία οὐκ ἄφθαρτα. | |
20 | Οὐδὲν ἀγέννητον τρεπτόν· τρέπεται δὲ τὸ ἀγαθὸν κρατηθὲν ὑπὸ τοῦ κακοῦ. Τὸ ἄρα ἀγαθὸν οὐκ ἀγέν‐ νητον. Τὸ ἀγέννητον οὐκ ἔστιν ὀρεκτικὸν φθορᾶς τινος, οὐδέ γε φθαρτικόν· τὸ δέ γε κακὸν ὀρεκτικὸν φθορᾶς. | |
25 | Τὸ ἄρα κακὸν οὐκ ἀγέννητον. | |
27 | Αἱ θεῖαι Γραφαὶ ταῖς κολάσεσι παραδίδοσθαι οὐ τοὺς ἄλλους μόνους κακοὺς, ἀλλὰ καὶ αὐτὸν τὸν διάβολον λέγουσι· πᾶν δὲ τὸ κολάσει παραδιδόμενον | |
30 | τρεπτόν· οὐδὲν δὲ τρεπτὸν ἀγέννητον. Οὐδὲν ἄρα τῶν κακῶν ἀγέννητον. Τῶν δι’ ὅλου ἐναντιουμένων, οὐδὲν κοινόν. Ὥστε πᾶσα ἀνάγκη τὸ [ἀγαθὸν] ὑπάρχει, μὴ ὂν ἄρα τὸ κακόν. | |
35 | Πᾶς ὁ εὐλόγως ὀρεγόμενός τινος ἐπιτετευγμένην ἔχει τὴν ὄρεξιν, ᾗ εὐλόγως ὀρέγεται· τῶν φθαρτῶν ἄρα ἐστὶν ἡ κακία· τῶν φθαρτῶν οὖσα ἀφανισθήσε‐ ται. Ἀφανιζομένη δὲ, οὐκ ἔστιν ἀγέννητος. | |
40 | Ἀγέννητον τὸ κακὸν, κατὰ φύσιν αὐτῷ ὑπάρχει τὸ κακὸν εἶναι. Οὐδεὶς δὲ κατὰ φύσιν ἐνεργῶν ἁμαρ‐ τάνει· τὸ ἄρα ἀγέννητον οὐχ ἁμαρτάνει. Τὸ μὴ ἁμαρτάνον οὐχ ὑπαίτιον· ὑπαίτιος δὲ ὁ Σατανᾶς. Οὐκ | |
ἄρα ἀγέννητον. | 541 |