TLG 2017 059 :: GREGORIUS NYSSENUS :: Adversus eos qui castigationes aegre ferunt GREGORIUS NYSSENUS Theol. Adversus eos qui castigationes aegre ferunt Citation: Volume — page — (line) | ||
46.308(1t) | ΤΟΥ ΑΥΤΟΥ | |
2t | ΠΡΟΣ ΤΟΥΣ ΑΧΘΟΜΕΝΟΥΣ ΤΑΙΣ ΕΠΙΤΙΜΗΣΕΣΙ. | |
---|---|---|
6 | Θεῖον ἀληθῶς καὶ ἱερὸν χρῆμα ὁ λόγος Θεοῦ, κτῆμα ἐξαίρετον, οὐκ ἄλλοθεν προσγενόμενον, ἀλλὰ συγκε‐ κραμένον τῇ φύσει, ἀνθρώπῳ δῶρον τιμιώτατον παρὰ τοῦ δημιουργήσαντος εἰς αὐτὸν ἐλθόν. Διὸ καὶ | |
10 | καθ’ ὁμοίωσιν Θεοῦ γεγενῆσθαι λέγεται. Τούτῳ γοῦν ἔχει καὶ πρὸς τὰ ἄλλα ζῶα τὴν διαφορὰν, καὶ τῷ θεοειδεῖ πλεονεκτήματι ἰδιαζόντως χαρακτηρίζεται, σφόδρα τοῖς ἄλλοις πολλὴν ἔχων τὴν κοινωνίαν πρὸς τὰ βοσκήματα. Ὀφθαλμῶν γὰρ τύπος, καὶ σαρκῶν | |
15 | διάπλασις, τῶν τε ἐπὶ τῆς ἐπιφανείας, καὶ τῶν ἐν γαστρὶ κρυπτομένων, οὐ σεμνύνει τὸν ἄνθρωπον· ἐπειδὴ καὶ ἐν χερσαίοις, καὶ ἐνύδροις, καὶ πτηνοῖς, καὶ πᾶσιν ἁπλῶς ζώοις ἡ ἐκείνων μετουσία βλέπεται. Τοῦτο δὲ ἡγεμόνα τῶν πάντων ποιεῖ, καὶ μακαριστὸν | |
20 | ἀποδείκνυσιν· ὅπερ Θεὸς ἔχων πλουσίως, ὀλίγον ἡμῖν ἐχαρίσατο, ἵνα πρῶτον ἐκεῖνον βλέπωμεν, καὶ γνω‐ ρίζωμεν λόγον τοῦ λόγου δοτῆρα, καὶ λατρεύωμεν τῷ οὕτως ἡμᾶς καλῶς τῇ ἰδίᾳ κατακοσμήσαντι χάριτι. Διὰ λόγους ἰσχύομεν τῶν ἰσχυρῶν πλέον ἀσθενεῖς ὄν‐ | |
25 | τες τὸ σῶμα, καὶ πάντα δουλούμεθα, καὶ ταῖς ἡμετέ‐ ραις ὑπηρετεῖσθαι χρείαις κελεύομεν. Οὕτω ταύρους δαμάζομεν καὶ ὑπάγομεν τῷ ζυγῷ, καὶ γῆν ἀρότροις ἀνατέμνειν παρασκευάζομεν, καὶ ἵππον ταχὺν τοῖς ψαλίοις κατάγχοντες ἔχομεν εὐπειθῆ, καὶ τὸν βραδὺν | |
30 | ὄνον τοῖς ῥοπάλοις ἐπείγοντες ποιοῦμεν ὀξύτερον, καὶ τὰς σκληρὰς ἡμιόνους ὀχήματα ἕλκειν καὶ ἀχθο‐ φορεῖν ἀναγκάζομεν· ἐλεφάντων δὲ τὴν ἐκκεχυμένην πολυσαρκίαν, καὶ καμήλων τὸ μέγεθος εὐμηχάνως πρὸς τὸ δοκοῦν μεταχειριζόμεθα. Ἐντεῦθεν καὶ βάθος | |
35 | περαιούμεθα, καὶ μικρῷ ξύλῳ διὰ κυβερνητικῆς τὰ ἄφατα τῶν πελαγῶν ἐφοδεύομεν, καὶ τῆς πορείας ἐκείνης οὐκ ἔχοντες σύμβολα, ὅταν γῆν ἀποκρύψω‐ μεν, τοῖς κατ’ οὐρανὸν σημείοις ἀσφαλῶς ὁδηγού‐ μεθα, καὶ ὁδηγεῖ τὸν ναύτην ὡς τοὺς Μάγους ἀστήρ. | |
40 | Οὐρανοῦ δὲ πλάτη καὶ σχήματα ἐξευρέθη καὶ πλῆθος ἀστέρων, καὶ ὅπως ἕκαστος μεγέθους ἔχει, καὶ δια‐ στήματος, καὶ τῆς σελήνης σημείωσις, καὶ τί πάσχων ὁ ἥλιος κατά τινας χρόνους τὴν ἀκτῖνα καλύπτεται· ἤδη δὲ καὶ κατὰ γῆς κινουμένης φιλοσοφοῦμεν, ὅπως | |
45 | λυομένη τῶν φυσικῶν ἐρεισμάτων αὐτή τε ἀναβράσ‐ σεται, καὶ τοὺς ἐποίκους μετὰ τῶν ἐπικειμένων κλο‐ | |
νεῖ Συμβόλοις δὲ τοῖς παρατετηρημένοις καὶ αὐχμοὺς | 308 | |
46.309 | παραθεωροῦμεν, καὶ ἐπομβρίας προμαντευόμεθα, καὶ τοῖς ἐκ γῆς φυομένοις τὸν λόγον προσάγοντες, τὰς φύσεις τῶν βοτανῶν ἐξετάζομεν, καὶ τὴν μὲν τῷ τραυματίᾳ σωτήριον ἀποφαίνομεν, ἄλλην ἐπιτήδειον | |
5 | πρὸς ὕπνον τῷ μὴ καθεύδοντι, ἑτέραν ἥπατος ἰατι‐ κὴν, καὶ ἄλλην τὰς ἐπαναστάσεις τοῦ σπληνὸς κατα‐ στέλλουσαν. Ἐῶ τὰς ἐπιστήμας, ἀφίημι τὰς τέχνας τὰς ἀναγκαίας, τὰς πρὸς τροφὴν πᾶσαν, τὴν ποικί‐ λην τῶν ἐπιτηδευμάτων περίοδον. Τὸ δὲ τοιοῦτον | |
10 | ζῶον, τὸ σοφὸν, τὸ πρακτικὸν, τὸ δραστήριον, τὸ μνημονικὸν, τὸ ἐνταῦθα ὂν καὶ τὰ ἀλλαχοῦ βλέπον, διὰ τὸ ποικίλαις ἡδοναῖς καὶ διαφόροις πάθεσι περι‐ έλκεσθαι, ἑνὸς ὀλιγώρως ἔχει, τῆς ἀληθοῦς ζωῆς καὶ τῆς οἰκείας σωτηρίας. Καὶ ὁ προβλέπων τροπὰς | |
15 | ἀέρων, τὴν ἀνάστασιν οὐχ ὁρᾷς· ὁ τὰς μεταβολὰς τῶν ἐνιαυτῶν εἰδὼς, τὴν μεταβολὴν οὐ βλέπεις τοῦ βίου· ὁ τὸν ἴδιον δοῦλον ἀπαιτῶν τὰς εὐθύνας ὧν δια‐ πράττεται, τοῦ σοῦ κριτοῦ καὶ Κυρίου τῆς ἐξουσίας καταφρονεῖς. | |
21 | Ταῦτα οὐκ ἔστι τοῦ λογικοῦ, ἀλλ’ εἰς μωρίαν τὸ λογικὸν παρατρέποντος. Δικαιοσύνην οὐκ ἀσκεῖς, τὴν ἀρετὴν οὐ μανθάνεις, εὐχῆς ἀμελεῖς. Καὶ τοῦτο ἐδήλωσεν ἡ χθιζὴ ἡμέρα. Ποίοις γὰρ ὀφθαλμοῖς τὴν | |
25 | Κυριακὴν ὁρᾷς, ὁ ἀτιμάσας τὸ Σάββατον; Ἦ οὐκ οἶδας ὡς ἀδελφαὶ αὗται αἱ ἡμέραι; κἂν εἰς τὴν ἑτέ‐ ραν ἐξυβρίσῃς, τῇ ἑτέρᾳ προσκρούεις; Ἔχων νοῦν καὶ λόγον, οὐ προορᾷς τὸ πρέπον καὶ συμφέρον, οὐδὲ ἐμμελῶς ποιῇ τῆς σαυτοῦ ἀθανασίας τὴν ἐπιμέλειαν, | |
30 | οὐδὲ δια[σ]κέπτῃ τὴν σαυτοῦ φύσιν ὅστις εἶ, καὶ τί γε‐ νέσθαι δύνασαι· γαστρὶ δὲ καὶ λαγνείαις, καὶ ἀργίᾳ, καὶ ὕπνῳ τοῦ Θεοῦ καὶ εὐεργέτου προδίδως τὸ δῶρον, ἵνα σοι ἀχρεῖον καὶ ἀνωφελὲς καὶ μάταιον γένηται. Αἴσχιστον τοῦτο, καὶ νηπίας φρενὸς, καὶ τῆς ἐπαχθοῦς | |
35 | κατηγορίας ἄξιον. Ἧττον δ’ ἂν ἦν κακὸν, εἰ μὴ νοοῦν‐ τες οἴκοθεν καὶ παρ’ ἑαυτῶν τὸ συμφέρον, ἄλλου γοῦν εἰσηγουμένου τὸ χρήσιμον, ἐπειθόμεθα. Τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ καὶ σφόδρα τοῖς διδασκάλοις ἀχθό‐ μεθα, καὶ χαλεπῶς αὐτῶν τὴν νουθεσίαν φέρομεν, | |
40 | καὶ ταῖς συμβουλαῖς βαρυνόμεθα. Ναυτιῶμεν δὲ πρὸς τὴν παιδείαν τῶν καλῶν, ὡς οἱ κακόσιτοι τῶν ἀῤῥώ‐ στων πρὸς τὰ ὄψα τὰ παρὰ τῶν ἰατρῶν αὐτοῖς ὀρεγό‐ μενα. Κἂν ἐπίπληξις γένηται, χαλεπαίνομεν· κἂν τραχυτέρου ἀκούσωμεν ῥήματος, δυσανασχετοῦμεν· | |
45 | κἂν ἀποκλεισθῶσιν ἡμῖν ἀφορισμῷ αἱ θύραι τῆς ἐκ‐ κλησίας, βλασφημοῦμεν. Οὗτος δὲ οὐκ ἔστι μανθα‐ νόντων τρόπος, οὐδὲ ὑπακοὴ μαθητῶν, ἀλλὰ στα‐ σιαστῶν καὶ μαχομένων φιλονεικία. Παιδίου γὰρ τάξιν ὁ μαθητὴς ἐπέχειν ὀφείλει, ὃς τέχνης ἢ ἐπιστήμης | |
46.309(50) | ἐπιθυμήσει μιᾶς τῶν ἔξωθεν· ὁ δὲ εὐσέβειαν ἀσκού‐ μενος, μετὰ πλείονος τῆς προσθήκης εἶναι βρέφος ὀφείλει· ἐπειδὴ καὶ ὁ Κύριος ἐκείνην τὴν ἡλικίαν ὡς εὐπειθῆ τοῖς παρ’ ἑαυτοῦ ἐπαίνοις ἐσέμνυνε. Τὸ παι‐ δίον τοίνυν οὐκ ἐμβαίνει τοὺς χαρακτῆρας καὶ τὰς | |
55 | γραμμὰς ἅσπερ ἂν ὁ διδάσκαλος τῷ κηρῷ ἐνσημή‐ νηται· οὐδὲ στοιχεῖα καινοτομεῖ, ὑπ’ ἐξουσίας ἐμπλή‐ κτου νεωτερίζον περὶ τὰ γράμματα· ἀλλὰ πρώτην μὲν τῇ γραφίδι τοῖς τοῦ διδασκάλου τύποις ἐνασκεῖ | |
τὴν χεῖρα· ὀνόματα δὲ οὐκ ἄλλα τοῖς στοιχείοις ἐπι‐ | 310 | |
46.312 | λέγει, ἀλλ’ ἅπερ ἤκουσε· παντὶ δὲ τρόπῳ καὶ λόγῳ καὶ ἔργῳ μιμεῖται τοῦ καθηγητοῦ τὴν παράδοσιν. Ἂν δέ που καὶ ῥᾳθυμῆσαν ἀποτυμπανισθῇ τῷ σκύ‐ τει, οὐ θρασύνεται τῇ πληγῇ, οὐδὲ τὰς δέλτους τῷ | |
5 | διδασκάλῳ περιῤῥῆξαν ἀποφοιτᾷ· ἀλλ’ ἐπ’ ὀλίγον τῇ ἀλγηδόνι πικρὸν ἐπιστάξαν τὸ δάκρυον, ἔχεται τῶν μαθημάτων, καὶ συντονώτερον περὶ τὴν μελέτην, ἀλλ’ οὐκ ἀμελέστερον γίνεται. Ἄλλοτε πάλιν ὀλιγωρήσας ὡς νέος, κελεύεται μένειν ἀπόσιτος, καὶ τῷ λιμῷ τὴν | |
10 | ῥᾳθυμίαν καταδικάζεται. Παραμένει δὲ τῷ διδασκα‐ λείῳ καὶ μόνος, τῶν ἄλλων παίδων ἀναχωρησάντων ἐπ’ ἄριστον, τηρῶν τὸ πρόσταγμα σὺν εὐλαβείᾳ πολλῇ. Ὁ Χριστιανὸς δὲ οὐχ οὕτως, ὁ ἀκούσας, «Ἂν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ | |
15 | μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·» ἀλλ’ ὅταν αὐστηρότερον ἴδῃ τὸν ἱερέα σχήματι καὶ φωνῇ διορθούμενον τὸ πλημμέλημα, προφανῶς ἀντιλέγει, καὶ ὑπ’ ὀδόντα γογγύζει, καὶ περινοστῶν τὴν ἀγορὰν καὶ τὰ ἄμφοδα λοιδορεῖται. Κἂν τῆς ἐκκλησίας ἀπο‐ | |
20 | κλεισθῇ, καταφρονεῖ τῆς εὐχῆς, ἀπροσποιήτως τοῦ λαοῦ καὶ τῶν μυστηρίων ἀποτεμνόμενος· ἢ τυχὸν οὐδὲ ὑποβληθεὶς ταύτῃ τῇ τιμωρίᾳ, ἑαυτὸν τῆς ἐκ‐ κλησίας ἀπάγει, διὰ τὴν ὀργὴν τὴν πρὸς τὸν ἐπίσκο‐ πον, καὶ τὸν Θεὸν καὶ Δεσπότην ἀποστρεφόμενος. | |
25 | Λεκτέον δὲ τῷ τοιούτῳ τὸ πρὸς Παῦλον λεχθὲν, ἡνίκα ἔτι Σαῦλος ἐτύγχανε· «Σκληρόν σοι, ἄνθρωπε, πρὸς κέντρα λακτίζειν.» Εἴτε ἀπὸ σαυτοῦ τὸν Θεὸν ἀφῆ‐ κας, λόγισαι ὅτι ὁ τοῦ ἡλίου χωριζόμενος, ἐν σκότει καὶ ζόφῳ διάγει τὸν βίον· εἴτε ἀπεβλήθης τῶν εὐχῶν | |
30 | ὡς ἀνάξιος, ἀνακάλεσαι τῇ μετανοίᾳ τὴν πρώτην κατάστασιν. | |
34 | Οὐδὲν ψεῦδος ἐν Εὐαγγελίοις γέγραπται, οὐδὲ | |
35 | πρόῤῥησις τοῦ Χριστοῦ ἐσφαλμένην ἔχει τὴν ἔκβα‐ σιν. Διὰ Πέτρου ἔδωκε τοῖς ἐπισκόποις τὴν κλεῖδα τῶν ἐπουρανίων τιμῶν· γίνωσκε ὅτι λυθεὶς λέλυσαι, καὶ δεθεὶς τοῖς ἀοράτοις δεσμοῖς κατασφίγγῃ. Εἰ ὀφθαλμοὺς εἶχες πρὸς τὴν οὐσίαν τῆς ψυχῆς, ἔδειξα | |
40 | ἄν σοι τῷ ἀφωρισμένῳ σχῆμα κατακεκριμένου, βαρυ‐ τάτοις δεσμοῖς τὸν αὐχένα πιεζομένου, οὐδὲν τῶν μελῶν ἐλεύθερον ἢ ἄνετον ἔχοντος. Καὶ εἴθε τῷ βίῳ ἡ τιμωρία περιωρίζετο! νυνὶ δὲ [ἂν] ἀνθρώπινόν τι συμβῇ, καὶ ἀθρόον παραστῇ ἡ τελευτὴ, ὡς κλέπτης ἐν νυκτὶ, | |
45 | γίνωσκε κεκλεῖσθαί σοι τὰ ἐκεῖ. Ἐπιμελεῖς εἰσι καὶ μὴ παιζόμενοι οἱ τῆς βασιλείας θυρωροί· ὁρῶσι τὴν ψυχὴν τὰ τοῦ ἀφορισμοῦ φέρουσαν σύμβολα. Ὥς τινα τοῦ δεσμωτηρίου τῇ κόμῃ καὶ τῷ ῥύπῳ κατηγορού‐ μενον, ἀπελαύνουσιν αὐτὴν τῆς ἐπὶ τὰ καλὰ φερού‐ | |
46.312(50) | σης ὁδοῦ· οὐ συγχωρήσουσιν ἰδεῖν τὰ τάγματα δι‐ καίων, καὶ ἀγγελικὴν εὐφροσύνην. Ἡ δὲ ἀθλία τότε πολλὰ τῆς ἀβουλίας ἑαυτὴν καταμεμφομένη, οἰμώ‐ ζουσα δὲ καὶ ὀδυρομένη, καὶ στένουσα, καὶ σκυθρω‐ πῷ τινι τόπῳ, οἷον γωνίᾳ προσεῤῥιμμένη διατελέσει, | |
55 | τὸν ἄληκτον ὀδυρμὸν καὶ ἀπαραμύθητον εἰς αἰῶνας ἐκτίνουσα. «Μὴ γίνεσθε,» φησὶν, «ὡς ἵππος καὶ | |
ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις· ἐν κημῷ καὶ χαλινῷ | 312 | |
46.313 | τὰς σιαγόνας αὐτῶν ἄγξεις.» Τὸν σκληρὸν ὁ ψαλμὸς ἁπαλύνων ταῦτά φησι, καὶ οἷον ἐλαίῳ ἐκμαλάσσων ταῖς παραινέσεσι. Κάμψον οὖν τὸν αὐχένα, εἶξον ὡς ζυγῷ τοῖς προστάγμασι· τὸ σκληρὸν ἀποῤῥήγνυται, | |
5 | τὸ εἶκον καὶ καμπτόμενον ὀρθοῦται· καὶ διδάσκει σε τοῦτο ἡ ἐπὶ τοῖς φυτοῖς πεῖρα. Μὴ τὸν χαλινὸν ἐνδα‐ κὼν ὁρμήσῃς ἐπὶ τὸν κρημνὸν, ἢ τὸ βάραθρον, ἀλλὰ περιαχθεὶς τὸν αὐχένα τῇ χειρὶ τοῦ ἀναβάτου, ἐπὶ τὴν σώζουσαν ὁδὸν κατευθύνθητι· ὅταν ἐπιτίμησιν δέξῃ, | |
10 | εἰπὲ ἀπὸ εὐλαβοῦς ψυχῆς τὸ Δαβιτικὸν, «Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώ‐ ματά σου.» Μὴ ἐπισκοπικῆς αὐθαδείας εἶναι τὸν ἀφορισμὸν νομίσῃς· πατρῷος ὁ νόμος, παλαιὸς τῆς Ἐκκλησίας κανὼν ἀπὸ τοῦ νόμου ἀρξάμενος καὶ κρα‐ | |
15 | τυνθεὶς ἐν τῇ χάριτι. Θεώρησον τὸν ἅγιον Παῦλον δι’ ἐπιστολῶν τὰς ἀποφάσεις τοῦ ἀφορισμοῦ κατὰ τῶν ὑπευθύνων ἐκπέμποντα, καὶ τὸν Κορίνθιον νεανίσκον τῷ τοιούτῳ ἰατρεύοντα φαρμάκῳ, τὸν τῇ μητρυιᾷ σατανικῶς ἐπιμανέντα· «Ὃν γὰρ ἀγαπᾷ Κύριος | |
20 | παιδεύει, μαστιγοῖ δὲ υἱὸν ὃν παραδέχεται.» Οὐ γάρ εἰσιν αἱ ῥίζαι τῆς παιδείας γλυκεῖαι, ἀλλὰ πικραί· καρπὸν δὲ εἰς ὕστερον βλαστάνουσι κηρίων ἡδύτε‐ ρον. Καὶ διὰ τοῦτο χρεία τῷ μὲν ἀσκουμένῳ τοῦ μο‐ χθεῖν, τῷ δὲ ἀσκοῦντι καὶ πληγῆς καὶ τραχύτητος. | |
25 | Καὶ τῷ μὲν Μωσαϊκῷ νόμῳ αἱ τέσσαρες δεκάδες μέ‐ χρι νῦν αἱ νομικαὶ τῶν πληγῶν παραμένουσιν, οὐ τῷ εὐαγγελικῷ δὲ βίῳ· ἐπειδὴ πάντων ὁ λόγος ἐστὶ, καὶ ἔλεος, καὶ ῥάβδος, καὶ παράκλησις, καὶ πληγή. Οὐ γὰρ τύπτομέν σε ὡς οἰκέτην, ἀλλὰ παιδεύομέν σε ὡς | |
30 | ἐλεύθερον· σοὶ γὰρ ἐκ τῆς Σάῤῥας τῆς ἐλευθέρας τὸ γένος, οὐκ ἐκ τῆς Ἄγαρ τῆς δούλης. Αἰδούμεθά σε ὡς υἱὸν τῆς ἐλευθέρας, οὐκ ἀτιμάζομεν ὡς γέννημα τῆς παιδίσκης. Διὰ τοῦτο ταῖς ἐλευθερίοις ἐπιτιμήσεσι λυποῦμέν σε πλημμελοῦντα, οὐ σῶμα ξαίνοντες, ἀλλὰ | |
35 | ψυχὴν ἀνιῶντες. Ἂν δὲ καὶ τούτου φειδώμεθα, πῶς σε παιδεύσομεν; Δυσμεταχείριστός ἐστιν ὁ διδασκα‐ λικὸς λόγος, καὶ ἡ ἀγωγὴ τῆς ἀρετῆς, καὶ ποικίλην ἐπιζητεῖ τὴν τῆς ἐπιστασίας οἰκονομίαν, τοῖς ὑπο‐ κειμένοις ἤθεσιν ἑαυτὴν προσαρμόζουσα. Ἔστι τις | |
40 | εὐπειθὴς καὶ τὴν γνώμην εὐάγωγος; τούτῳ ὁ πρᾶος καὶ ἁπαλὸς ἁρμόζει λόγος. Ἄλλος σκληρὸς καὶ ἀνά‐ γωγος; μαστίγων χρῄζει. Τί οὖν ποιήσομεν, ἐπειδὴ ῥάβδους οὐ μεταχειριζόμεθα; καταλείψομεν αὐτὸν ἀπρονόητον; Οὐχ οὕτως. Ἀλλὰ τὸν αὐτὸν λόγῳ με‐ | |
45 | ταῤῥυθμίσομεν εἰς ἄλλο σχῆμα ὑποκειμένῃ χρείᾳ κατάλληλον· καὶ ὥσπερ τὰ ὄψα τῇ μικρᾶ προσθέσει τῶν ἀρτυμάτων πρὸς τὰς ἐναντίας ποιότητας δια‐ μείβεται, ἀπὸ τοῦ στύφοντος εἰς τὸ γλυκὺ, καὶ ἀπὸ τοῦ γλυκέος εἰς τὸ στύφον μεταβαλλόμενα· οὕτως καὶ | |
46.313(50) | ὁ ἡμέτερος λόγος τῇ προσθήκῃ τῶν σχημάτων πρὸς διαφόρους χρείας μετατυποῦται, ἵν’ ἐπινοηθῇ ἑκάστου τὸ τρόφιμον. | |
54 | Μὴ οὖν ἐν ταῖς γωνίαις μου καταλάλει, τραχὺ ὀνο‐ | |
55 | μάζων τὸ διδασκαλικὸν, μηδὲ τοὺς κοινωνοὺς τῶν ἁμαρτημάτων κοινωνοὺς τῶν κατ’ ἐμοῦ ποιούμενος | |
μέμψεων, καθέζῃ κρίνων ἐπίσκοπον μετὰ τοῦ συν‐ | 314 | |
46.316 | εδρίου τῆς ματαιότητος. Ἐγὼ δὲ οὐ παραχθήσομαι τὴν ψυχὴν καινόν τι πάσχων, εἰ ἄχθονταί μου τῶν μαθητῶν οἱ σκληρότεροι. Πάθος γάρ ἐστι τοῦτο ἀν‐ θρώπινον ἐξ ἀρχῆς εἰς τέλος τῷ βίῳ παρακόλουθον· | |
5 | καὶ βαρὺς μὲν ὁ ἄρχων ὡς ἐπὶ πᾶν τοῖς ἀρχομένοις· τοῖς δὲ μιαροῖς καὶ παρανόμοις καὶ μίσους ἄξιος. Λυ‐ πεῖ γὰρ τὴν ἁμαρτίαν κωλύων· καί με τοῦτο μετὰ τῶν ἔξωθεν πραγμάτων ἱκανῶς καὶ ἡ ἐκκλησιαστικὴ ἱστορία διδάσκει. Τίς κρείττων ποιμὴν Μωσέως; τίς | |
10 | δὲ ἄρχων ἐμμελὴς οὕτω καὶ ἤπιος, πάντα γινόμενος τῷ λαῷ, τροφεὺς, στρατηγὸς, ἱερεὺς, αὐτοπατὴρ, ἐν πολέμοις σώζων, ἐν ἐρήμῳ ἄσπαρτα καὶ ἀνήροτα χορηγῶν ἀγαθὰ, δικάζων ἐμμελῶς, ἀπλανῶς ὁδηγῶν; καίτοι ἐπὶ τούτων κατεστασιάσθη ὡς ἀδικῶν, ὑβρίσθη | |
15 | ὡς βλάπτων, κατεγογγύσθη ὡς οἱ κλέπτοντες καὶ νοσφιζόμενοι, ἐβλασφημήθη ὡς ἀνεπιστήμων στρα‐ τηγὸς καὶ προστάτης οὐκ ἀγαθὸς, ἐκινδύνευσε καὶ αὐτῆς τῆς ἱερωσύνης ἀπελαθῆναι, ἡνίκα Δαθὰν καὶ Ἀβειρὼν καὶ υἱοὶ Κορὲ δῆμον στασιώδη μεθ’ ἑαυτῶν | |
20 | τοῦ λαοῦ ἀποῤῥήξαντες, βέβηλοι τῶν ἁγίων ἱερεῖς ἐφιλονείκουν εἶναι, καὶ τὰς θυμιατρίδας μετεχειρί‐ ζοντο, καὶ ὅσον οὐδέπω τῶν ἁγίων ἥπτοντο, καὶ τὸ πῦρ ἀνῆπτον τὸ μυστικὸν, ὃ πρὸ τοῦ θυμιάματος τοὺς θυμιῶντας κατέφλεξε. Καὶ τοσοῦτόν γέ ἐστιν | |
25 | εὐπρόσκρουστον προστασία λαοῦ καὶ τὸ διδασκαλικὸν ἐπιτήδευμα, ὥστε οὐδὲ οἱ ἀδελφοὶ τοῦ Μωϋσέως ἐφείσαντο· ἀλλὰ καὶ Μαρία κατελάλει, καὶ Ἀρὼν ἐλοιδόρει, καὶ τὸ φορτικὸν τῆς ἀρχῆς τὴν φυσικὴν παρώξυνεν εὔνοιαν, καὶ τοὺς οἰκειοτάτους τῷ πολυ‐ | |
30 | μόχθῳ ἀνδρὶ ἐπανέστησεν. Ἀλλ’ οὐδὲν περὶ τοῦτο· ὁ μὲν γὰρ ἦν Μωϋσῆς, καὶ οὐδὲν ἑαυτοῦ χείρων ἐγένετο· οἱ δὲ τῶν εἰς τὸν ἡγεμόνα πλημμελημάτων παρὰ Θεοῦ τὰς δίκας καὶ ἀπῃτήθησαν, καὶ ἀπέτισαν. Τί οἱ μετὰ τοῦτον; Οὐχ Ἡσαΐας τὴν εὐσέβειαν διδάσκων | |
35 | ἐπρίσθη; Οὐχ Ἱερεμίας τὴν εἰδωλολατρείαν ἀποκη‐ ρύττων κατεβοήθη, καὶ λάκκοι αὐτὸν καὶ τιμωρίαι καταῤῥακτῶν διεδέξαντο; Οὐ Ζαχαρίας μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου ἐπολεμήθη καὶ ἐφονεύθη; Ὁ Κύριος ἡμῶν [ὁ] αὐτὸς οὐ περὶ τῶν προβάτων, ὁ | |
40 | ποιμὴν, ἐσφάγη; οὐ περὶ τῶν παιδευομένων μιση‐ θεὶς ἐσταυρώθη; Τί Παῦλον τῆς κεφαλῆς ἀπέτεμε; τί Πέτρον ἐπὶ τὸν σταυρὸν ὕψωσε; τί τοὺς καθ’ ἕκαστον τῶν μαθητῶν ταῖς ποικίλαις τιμωρίαις παρ‐ έδωκεν; Οὐ τὸ κωλύειν τὴν ἁμαρτίαν, καὶ παιδεύειν | |
45 | δικαιοσύνην; Ἀεὶ γὰρ ἐχθροὶ τῶν ἐλεγχομένων μαθητῶν οἱ τῆς ἀληθείας φίλοι τε καὶ διδάσκαλοι. Ἡμεῖς δὲ οὐδέπω ὑπὲρ τῆς ἀληθείας ἐῤῥαπίσθημεν, οὐδέπω τῇ σαρκὶ τὸν κίνδυνον ἐδεξάμεθα. Καὶ τί μέγα ἂν γογγυσθῶμεν, οἱ τοῦ σταυρωθέντος διάκονοι; Ὡς | |
46.316(50) | πατὴρ ἢ μήτηρ δέχομαί σου τὰς σκληρότητας καὶ | |
παροξυσμούς. | 316 |