TLG 2017 058 :: GREGORIUS NYSSENUS :: Testimonia adversus Judaeos [Sp.]

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

Testimonia adversus Judaeos [Sp.]

Citation: Volume — page — (line)

46

.

193

(2t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΥ
3tΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ
4tΕΚΛΟΓΑΙ ΜΑΡΤΥΡΙΩΝ ΠΡΟΣ ΙΟΥΔΑΙΟΥΣ
5tΑΠΟ ΤΗΣ ΠΑΛΑΙΑΣ
6tΜετά τινος ἐπεξεργασίας περὶ τῆς ἁγίας Τριάδος· ὅτι Λόγον, καὶ Πνεῦμα ἔχει ὁ Θεὸς, κατὰ τὰς
7tΓραφάς· Λόγον ἐνυπόστατον καὶ ζῶντα, καὶ Πνεῦμα ὡσαύτως.
15 Λέγει Δαβὶδ ἐν δευτέρῳ καὶ τριακοστῷ ψαλμῷ· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐ‐ τῶν.» Οὐ Λόγος οὖν ὑπάρχει ἀέρος τύπωσις σημαν‐ τικὴ διὰ φωνητικῶν ὀργάνων ἐκφερομένη, οὔτε
20Πνεῦμα στόματος ἀτμὸς, ἐκ τῶν ἀναπνευστικῶν με‐ ρῶν ἐξωθούμενος, ἀλλὰ Λόγος μὲν ὁ πρὸς Θεὸν ἐν ἀρχῇ, καὶ Θεὸς ὤν· Πνεῦμα δὲ στόματος Θεοῦ, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύε‐ ται. Τρία τοίνυν νόει, τὸν προστάττοντα Κύριον, τὸν
25δημιουργοῦντα Λόγον, τὸν στερεοῦντα, τουτέστι τὸ Πνεῦμα· τὴν γὰρ στερέωσιν, τὸν ἁγιασμὸν εἶπε καὶ τὴν συμπλήρωσιν. Ἵνα δὲ μάθῃς ὅτι οὐ τούτῳ λέγει τῷ προφορικῷ, ἀλλὰ τῷ ἐνυποστάτῳ, ὁ αὐτὸς ἀλλα‐ χοῦ λέγει· «Ἀποστελεῖ τὸν Λόγον αὐτοῦ, καὶ τήξει
30αὐτά· πνεύσει τὸ Πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα.» Λόγος δὲ ἀνυπόστατος οὐκ ἀποστέλλεται. Καὶ πά‐ λιν· «Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐ‐
τοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.»193

46

.

196

Καὶ πάλιν· «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» «Τίς ἔστη ἐν ὑποστηρίγματι Κυρίου, καὶ εἶδε τὸν Λόγον αὐτοῦ;» Λόγος δὲ ἀνθρώπου οὐ θεωρεῖται.
5Ὁρᾷς, ὅτι οὐκ ἀκουστὸν, ἀλλ’ ὁρατὸν Λόγον λέγει, δῆλον τὸν ἐνυπόστατον, ὁπότε κατὰ τὸν εἰκότα λογι‐ σμὸν, οὐδὲ χώραν ἔχει ἐπὶ Θεοῦ τὸ τοῦ ἀνυποστάτου λόγου. Ἡμᾶς γὰρ ἐκόσμησεν ὁ Δημιουργὸς λόγῳ, διὰ τὰς πρὸς ἀλλήλους συνουσίας, καὶ τὸ γινώσκειν
10ἡμᾶς τὰ ἀλλήλων διὰ τοῦ λόγου. Συντελεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα πρὸς τὴν τοῦ σώματος σύστασιν, διὰ τὸ προσίεσθαι, καὶ πάλιν ἀπωθεῖσθαι αὐτό· ἐπὶ δὲ Θεοῦ, τοῦ καὶ μόνου ἀσωμάτου, οὐ δυνατὸν ὑπολαβεῖν ταῦτα. «Ἔτη τελεῖς, ὁ Θεὸς, τῇ δυνάμει σου. Χριστὸς
15δὲ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.» Ἐκ προσώπου τῆς Σοφίας, τουτέστι τοῦ Υἱοῦ, «Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ· καὶ ἐγὼ ἤμην, ᾗ ἔχαιρε· καθ’ ἡμέραν ηὐφραινόμην τῷ προσώπῳ αὐτοῦ.»
21 Ποίαν οὖν ἔχει χώραν ταῦτα, εἰ μὴ ἦν ἐνυπόστατον πρόσωπον; Οὐ γάρ ἐστιν ἄλλος, πρὸς ὃν διαλεχθῇ· «Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Ἀλλ’ ἤρκεσεν αὐτῷ μόνη βούλησις εἰς τὴν
25τῶν πάντων δημιουργίαν. Εἴρηται γάρ· «Καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τῶν ὑδάτων.» Τὸ ἐνυπόστατον τοῦ ἁγίου Πνεύματος θάλποντος καὶ ζωογονοῦντος εἰς τὴν μέλλουσαν γονὴν τὰ πάντα, τῆς Γραφῆς δηλούσης. Ὧν οὕτως ἐχόντων, σαφὴς ἡ τῆς ἁγίας Τριάδος, Πα‐
30τρὸς, φημὶ, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ἀπόδειξις. Αὕτη γοῦν πρὸς ἑαυτὴν ἡ ἁγία καὶ ὁμοούσιος Τριὰς τὸ, «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν.» Μεμορφώμεθα
35γὰρ νοητῶς πρὸς τὴν εἰκόνα τοῦ Μονογενοῦς. Καὶ πάλιν· «Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν.» Ὅτι δὲ διὰ τοῦ Λόγου τὰ πάντα ἐδημιούργησεν ὁ Θεὸς, σαφὲς ἀφ’ ὧν ἐπὶ ἑκάστου τῶν δημιουργημάτων γέγραπται τὸ, «Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω,» τῆς
40Γραφῆς σημαινούσης τὴν διὰ τοῦ Λόγου δημιουργίαν· εἰ γὰρ μὴ τοῦτο ἦν, ἤρκει εἰπεῖν· Καὶ ἐποίησεν ὁ Θεὸς οὐρανὸν, καὶ γῆν, καὶ τὰ λοιπά· καὶ πάλιν· Προστάξαντος τοῦ Θεοῦ ἐγενήθη τὸ στερέωμα· καὶ πάλιν, Διεχώρισεν ὁ Θεός. Καὶ ὅταν ἀκούσῃς τὸ,
45«Εἶπεν ὁ Θεὸς,» εὐθὺς τῇ ἐννοίᾳ σύναγε τὸν ἀκού‐ σαντα τοῦ εἰπόντος· «Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες. Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς φωστῆρας.» Τίς εἶπε, καὶ τίς ἤκουσε; Καὶ ἐπὶ πλείοσι τόποις τῆς Παλαιᾶς ἔστιν εὑρεῖν, ἠρέμα ὑποδεικνυμένης τῆς

46

.

196

(50)

ἁγίας Τριάδος τὴν ὑπόστασιν καὶ τὸ ὁμοούσιον αὐτῆς· οἷον ὡς ἐπὶ τοῦ Ἀβραάμ· «Ὤφθη» γὰρ, φησὶν,
«αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου195

46

.

197

αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς, εἶδε· καὶ ἰδοὺ τρεῖς ἄνδρες παρειστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδοὺ προσ‐ έδραμεν εἰς συνάντησιν αὐτῶν, καὶ προσεκύνησεν
5ἐπὶ τὴν γῆν. Καὶ εἶπε· Κύριε, εἰ εὗρον χάριν ἐναν‐ τίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου.» Καὶ μεθ’ ἕτερα· «Εἶπε δὲ πρὸς αὐτόν· Ποῦ Σάῤῥα ἡ γυνή σου; Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐν τῇ σκηνῇ. Εἶπε δέ· Ἐπαναστρέ‐ φων ἥξω πρὸς σὲ, κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας,
10καὶ ἕξει υἱὸν Σάῤῥα ἡ γυνή σου.» Ἰδοὺ δὴ φησὶν ὀφθῆναι μὲν αὐτῷ τὸν Θεὸν, εἶναί γε μὴν τρεῖς ἄν‐ δρας τοὺς ἑωραμένους· αὐτὸν δὲ πάλιν οὐχ ὡς τρισὶν εἰπεῖν· Κύριοι, εἰ εὕρηκα χάριν ἐναντίον ὑμῶν, μὴ παρέλθητε τὸν παῖδα ὑμῶν. Κύριον δὲ μοναδικῶς
15τοὺς τρεῖς ὀνομάζοντα, καὶ ὡς ἕνα καταίρειν ἀξιοῦντα, καὶ ὡς εἷς φωνεῖ· Ἥξω. Ὅρα οὖν τοὺς ὀφθέντας τρεῖς μὲν ὄντας, καὶ ὑφεστῶτας ἰδιοσυστάτως ἕκαστον· τῷ γε μὴν τῆς ὁμοουσίας λόγῳ συνειλημμένους εἰς ἕνα, καὶ τὰς διαλέξεις ποιησαμένους. Τίς δὲ πρὸς τίνα
20ἔλεγεν· «Δεῦτε, καταβάντες συγχέωμεν τὴν γλῶσσαν αὐτῶν;» Ἢ δῆλον πρὸς ὃν εἶπεν· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε·» καὶ, «Πρὸ τοῦ ἡλίου τὸ ὄνομα αὐτοῦ, καὶ πρὸ τῆς σελήνης·» καὶ πάλιν· «Κύριος εἶπε πρός με· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον
25γεγέννηκά σε. Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς·» καὶ πάλιν, «Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν;» Τί δὲ τὸ, «Ἔβρεξε Κύριος πῦρ καὶ θεῖον παρὰ Κυρίου;» Τί
30δὲ τὸ ἐκ προσώπου τοῦ Θεοῦ, «Καὶ πᾶς ὁ ἐκχέων αἷμα, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον;» Ὁρᾷς ὅτι ὁ Θεὸς ἐν εἰκόνι τοῦ Θεοῦ ἐποίησε;
37 Τὸ δὲ ἐν τῇ Ἐξόδῳ πῶς νοητέον· «Καὶ ὀρθρίσας Μωϋσῆς ἀνέβη εἰς τὸ ὄρος τὸ Σινᾶ, καθότι συνέταξεν αὐτῷ Κύριος. Καὶ ἔλαβε Μωϋσῆς τὰς πλάκας τὰς
40λιθίνας. Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη ἐκεῖ, καὶ ἐλάλησε τῷ ὀνόματι Κυρίου. Καὶ παρ‐ ῆλθε Κύριος ἀπὸ προσώπου Κυρίου.» Ποῖος ἄρα ἐλάλησε Κύριος ἐν ὀνόματι Κυρίου; καὶ ποῖος παρ‐ ῆλθε Κύριος ἀπὸ προσώπου Κυρίου; Τί δὲ τὸ πρὸς
45Ἰακὼβ εἰρημένον, «Ἐγώ εἰμι ὁ ὀφθείς σοι ἐν197

46

.

200

τόπῳ Θεοῦ;» Πῶς δὲ τὸ, «Προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ;» Τίνι, καὶ ποίου Θεοῦ; Λέγει Μωσῆς· «Καὶ ἔδωκε Κύριος ὅρον, λέγων· Ἐν τῇ αὔ‐ ριον ἡμέρᾳ ποιήσει Κύριος τὸ ῥῆμα τοῦτο ἐπὶ τῆς
5γῆς·» καὶ πάλιν· «Ἴσχυε, Ζοροβάβελ, διότι ἐγὼ μεθ’ ὑμῶν εἰμι, καὶ ὁ Λόγος μου ὁ ἀγαθὸς, καὶ τὸ Πνεῦμά μου ἐν μέσῳ ὑμῶν.» Τίς οὖν χρεία τριῶν μνησθῆναι, εἰ μὴ ἕκαστον ἐν ἰδίᾳ ὑποστάσει; Καὶ πάλιν· «Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν· Καταβὰς διαμάρτυραι
10τῷ λαῷ, καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν, καὶ ἔστωσαν ἕτοι‐ μοι εἰς τὴν ἡμέραν τὴν τρίτην. Τῇ γὰρ ἡμέρᾳ τρίτῃ καταβήσεται Κύριος ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, ἐναντίον παντὸς τοῦ λαοῦ.» Καὶ οὐκ εἶπε· Καταβήσομαι.
15«Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει Κύριος, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται.» Καὶ μετά τινα· «ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σε‐
20λήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.» Οὐκ εἶπε· Τὴν ἡμέραν μου. «Καὶ ἔσται, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.» Καὶ οὐκ εἶπε· Τὸ ὄνομά μου. Καὶ πάλιν· «Κύριος ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε, τοῦ
25ἰδεῖν τὸν στεναγμὸν τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων, τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου.» Οὐκ εἶπε· Τὸ ὄνομα αὐτοῦ. Καὶ πάλιν· «Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.» Καὶ πά‐
30λιν· «Πρὸς σὲ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι.» Τίς οὖν ὁ Κύριος παρὰ τῷ Θεῷ; Ἐκ προσώπου τοῦ Θεοῦ· «Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ. Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ
35ἡμῶν; καὶ ὁ βραχίων Κυρίου, τίνι ἀπεκαλύφθη;» Οὐκ εἶπε· Καὶ ὁ βραχίων σου. Ἰδοὺ ἀποδέδεικται σὺν Θεῷ διὰ πλειόνων τῆς ἁγίας καὶ ὁμοουσίου Τριά‐ δος αἱ ὑποστάσεις.
39tΒʹ. Τοῦ αὐτοῦ ἕτερα περὶ τῆς ἐνσάρκου τοῦ Κυρίου
40tπαρουσίας.
41 «Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ αὐτοῦ. Μετὰ δὲ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη,
45καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» —«Ὁ Θεὸς ἐμ‐ φανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται.»
Καὶ πάλιν· «Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.»199

46

.

201

Καὶ πάλιν, «Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν.» «Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ Ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε.» «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύ‐
5γατερ Ἱερουσαλήμ. Ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι πραῢς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον ὄνου.» Τίς δέ ποτε τῶν βασιλέων, ὄνῳ καθήμε‐ νος, εἰς Ἱερουσαλὴμ εἰσῆλθε; Καὶ πάλιν, «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, διότι ἐγὼ ἔρχομαι, καὶ
10κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ κατα‐ φεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν.» Καὶ πάλιν, «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσ‐ ώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν
15σου.» Καὶ πάλιν, «Στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν Ἐλαιῶν, τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν.» Καὶ μετὰ βραχέα, «Ἔδειξέ μοι Κύριος τὸν Ἰησοῦν, τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου· καὶ
20ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. Καὶ εἶπε Κύριος πρὸς τὸν διάβολον· Ἐπιτι‐ μήσαι Κύριος ἐν σοὶ, διάβολε. Καὶ διεμαρτύρατο ὁ ἄγγελος Κυρίου πρὸς τὸν Ἰησοῦν, λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἐὰν ταῖς ὁδοῖς μου πο‐
25ρεύσῃ, καὶ ἐὰν τὰ προστάγματά μου φυλάξῃ, καὶ σὺ διακρινεῖς τὸν οἶκόν μου.» Καὶ πάλιν, «Ἄκουε δὴ, Ἰησοῦς, ὁ ἱερεὺς ὁ μέγας.» Ἡσαΐας, «Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσι, καὶ εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι.» (Καὶ
30πάλιν, «Καὶ βασιλέα μέγαν ὄψεσθε.» Θεὸν δὲ οὐδεὶς ὁρᾷ.) Καὶ πάλιν· «Ἐπιφανήσεται Κύριος ἐπ’ αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν.» Καὶ πάλιν· «Ἰδοὺ πάρειμι τῷ ἔθνει, οἳ οὐκ ἐπεκαλέσαντο τὸ ὄνομά μου.» Δαβὶδ, «Ὁ καθήμε‐
35νος ἐπὶ τῶν χερουβὶμ ἐμφάνηθι. Ἐξέγειρον τὴν δυ‐ ναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.» Καὶ πάλιν, «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον.» Τὸ ἀτά‐ ραχον καὶ ἄνευ ψόφου τῆς καταβάσεως σημαίνων· ἐπὶ γὰρ τὴν γῆν ὑετὸς καταβαίνων, ψόφον ποιεῖ· ἐπὶ
40δὲ πόκον ἐρίου καταβαίνων, οὐ ποιεῖ. Μιχαίας, «Καὶ σὺ, Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ γὰρ σοῦ ἐξελεύσεταί μοι ἡγούμε‐
νος, ὃς ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ· καὶ201

46

.

204

ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἀφ’ ἡμερῶν αἰῶνος.» Μωσῆς, «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν λαλήσει πρὸς ὑμᾶς·
5καὶ ἔσται, ὃς ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται.» Πολλοὶ ἀνέστησαν προφῆται. Ἆρα περὶ ποίου αὐ‐ τῶν λέγει; Οὗτος δὲ ὁ ἀναστησόμενος, ἆρα τὰ Μω‐ σέως διδάξει, ἢ ἕτερα; Εἰ μὲν τὰ Μωσέως, τί τὸ
10περίεργον, ἄλλον ἀναστῆναι ἀρκοῦντος Μωσέως; Εἰ δὲ ἕτερα, εἰπάτωσαν, καὶ ποῖα ἦν τὰ διδάγματα αὐτοῦ, καὶ τίς ὁ προφήτης; τῶν γὰρ νενομισμένων οὐδεὶς ἔξωθεν, ἢ ἐδίδαξεν, ἢ ᾔτησε παρ’ αὐτῶν τι. Καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων Θεὸς ἐκύρωσε τὴν περὶ
15ἑαυτοῦ προφητείαν, εἰπὼν, «Ὀρθῶς πάντα ἐλάλη‐ σαν· Προφήτην αὐτοῖς ἀναστήσω ἐκ μέσου τῶν ἀδελ‐ φῶν αὐτῶν, ὥσπερ σέ· καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ.» Σκόπει οὖν τὴν δύναμιν τοῦ ῥητοῦ. Οὐδὲ γὰρ ἄλλῳ προφήτῃ εἶπε δεδωκέναι ῥῆμα· αὐτοὶ
20γὰρ δουλοπρεπῶς διακονοῦντες ἔλεγον· «Τάδε λέγει Κύριος.» Αὐτὸς δὲ κατὰ τὸ πατρικὸν ἀξίωμα, ἔλεγε τῷ λεπρῷ, «Θέλω, καθαρίσθητι.» Τοῖς τεθνεῶσι, «Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι·» καὶ, «Λάζαρε, δεῦρο ἔξω.» Τῇ θαλάσσῃ ἐπιτιμᾷ, καὶ τοῖς πνεύμασιν
25ἐν ἐξουσίᾳ, λέγων, «Σιώπα, πεφίμωσο.» Τί δὲ τὸ, «Προφήτην ὥσπερ σέ;» Ἀντιπαραθέντες τὰ Μωσέως τοῖς Χριστοῦ εὑρήσομεν ἐπὶ σχολῆς, καὶ αὐτὸ δὲ τὸ εἰρημένον ὑπὸ Μωσέως ἐν τῷ νόμῳ, ὅτι οὐκ ἔστιν ἐπ’ αὐτῶν προσθεῖναι, καὶ οὐκ ἔστιν ἀπ’ αὐτῶν
30ἀφελεῖν. Εἶτα καὶ εἰπὼν, «Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς,» σημαίνει τὸ ὑπέροχον τοῦ προφητευομένου. Ἡσαΐας, «Ἰδοὺ ὁ Θεὸς ἡμῶν· ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρίας.» Δαβὶδ,
35«Ὤμοσε Κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθε‐ τήσει αὐτήν· Ἐκ καρποῦ τῆς κοιλίας σου θήσο‐ μαι ἐπὶ τοῦ θρόνου σου.» Καὶ πάλιν, «Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου. Ὤμοσα Δαβὶδ τῷ δούλῳ μου· Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ
40οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.» Ἐν τοῖς Παραλειπομένοις· «Καὶ ἔσται ὅταν πληρω‐ θῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πα‐ τέρων σου. Καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃ ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν
45βασιλείαν αὐτοῦ. Αὐτὸς οἰκοδομήσει μοι οἶκον· καὶ203

46

.

205

ἀνορθώσω τὴν βασιλείαν αὐτοῦ εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱὸν, καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ’ αὐτοῦ, καθὼς ἀπέστησα ἀπὸ τῶν ἔμπροσθέν σου. Καὶ πι‐
5στώσω αὐτὸν ἐν οἴκῳ μου· καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος.» Σολομὼν, «Καὶ νῦν, Κύριε ὁ Θεὸς Ἰσραὴλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου τῷ Δαβὶδ τῷ Πατρί μου· εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ
10ἀνθρώπων ἐπὶ τῆς γῆς.» Ἱερεμίας, «Καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν;» Ἀμώς· «Ἐπικαλεῖ‐ στο τὸν Θεόν σου· ἑτοιμάζου, Ἱερουσαλὴμ, ὅτι ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπο‐ στέλλων εἰς ἀνθρώπους τὸν Χριστόν μου, ποιῶν
15ὄρθρον, καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς.» Μιχαίας, «Ἀκούσατε, λαοὶ πάντες, λόγον, καὶ προσεχέτω ἡ γῆ, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ· καὶ ἔσται Κύριος ἐν ἡμῖν εἰς μαρτύριον, Κύριος ἐκ ναοῦ ἁγίου αὐτοῦ, διότι ἰδοὺ Κύριος ἐκπο‐
20ρεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καταβήσεται ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς.»
24Ὁ Ἰακὼβ ἐν ταῖς ἐντολαῖς, «Οὐκ ἐκλείψει ἄρχων
25ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται. Καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Βαλαὰμ, «Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἄνθρω‐ πος ἐξ Ἰσραὴλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ, καὶ προνομεύσει τοὺς υἱοὺς Σήθ· καὶ ἔσται Ἐδὼμ
30κληρονομία ἐθνῶν.» Δαβὶδ δὲ τούτων οὐ περιεγέ‐ νετο. Εἰ δὲ περὶ τῶν ἐξ αὐτοῦ ἔδει εἰπεῖν, Ἀνατελοῦσιν ἄστρα ἐξ Ἰακὼβ, καὶ ἡγούμενοι ἐξ Ἰσραήλ. Ἡσαΐας, «Ἰδοὺ ὁ δεσπότης Κύριος Σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συν‐
35τριβήσονται, καὶ ταπεινωθήσονται οἱ ὑψηλοὶ, καὶ πε‐ σοῦνται μαχαίρᾳ. Ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πε‐ σεῖται. Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως,
40πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ. Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει·
ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ἐν‐205

46

.

208

δόξους τῆς γῆς, καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν Πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ· καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀλήθειαν ἠλειμμένος τὰς πλευρὰς αὐ‐
5τοῦ.» Καὶ μετ’ ὀλίγα· «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυ‐ σις αὐτοῦ τιμή.» Δαβὶδ, «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος
10τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμί‐ σησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως περὶ τοὺς μετόχους σου.» Ὁρᾷς ὅτι ὁ Θεὸς χρίεται παρὰ τοῦ Θεοῦ· ἐνανθρω‐ πίσας γὰρ γέγονεν «ἀρχιερεὺς, καὶ ἀπόστολος τῆς
15ὁμολογίας ἡμῶν.» Καὶ μετ’ ὀλίγα, «Καὶ σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Σὺ δὲ
20ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν,» τοῦ χρι‐ σθέντος δηλαδή.
22tΓʹ. Περὶ τῆς γεννήσεως αὐτοῦ τῆς ἐκ Παρθένου.
23 Ἡσαΐας, «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐ[μ]μα‐
25νουήλ·» ὃ ἑρμηνεύεται, Μεθ’ ἡμῶν ὁ Θεός· «Καὶ πρὶν ἐπιγνῶναι πατέρα, ἢ μητέρα, λήψεται δύνα‐ μιν Δαμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἔδεται.» Καὶ Σολομὼν προφητικῶς, «Παῖς ἤμην εὐφυὴς, ψυχῆς τε ἔλαχον ἀγαθῆς· μᾶλλον δὲ ἀγαθὸς ὢν,
30ἦλθον εἰς σῶμα ἀμίαντον.» (Τίς οὖν πρὸ γεννή‐ σεως ἦν ἀγαθός; καὶ τίς ἦλθεν εἰς σῶμα ἀμίαντον;) Ἡσαΐας, «Καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυ‐ στοι, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ
35ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, Θαυμαστὸς, Σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, Ἄρχον εἰ‐ ρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος.» Καὶ πάλιν, «Ἰδοὺ ἡ δάμαλις τέτοκε, καὶ οὐ τέτοκε.» Τοῦτο δὲ δηλοῖ τὴν Παρθένον. Καὶ πάλιν, «Βούτυρον, καὶ
40μέλι φάγεται.» Τούτῳ γὰρ ἐτρέφετο κατιούσης τῆς μητρὸς αὐτοῦ ἀπὸ τῆς ἀπογραφῆς· ὕστερον γὰρ εὐπόρησεν γάλακτος. Καὶ πάλιν, «Οὕτως λέγει Κύ‐ ριος Σαβαώθ· Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία
Αἰθιόπων· καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ δια‐207

46

.

209

βήσονται, καὶ σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ διαβήσον‐ ται πρὸς σὲ, καὶ προσκυνήσουσί σοι καὶ ἐν σοὶ προσ‐ εύξονται ὅτι ὁ Θεὸς ἐν σοί ἐστι, καὶ οὐκ ἔστι Θεὸς
5πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ.» Ἰεζεκιὴλ, «Καὶ ἐπέτρεψέ με Κύριος κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς, καὶ αὕτη ἦν κεκλεισμένη· καὶ εἶπε Κύριος πρὸς μέ· Υἱὲ ἀνθρώπου, ἡ πύλη αὕτη κε‐
10κλεισμένη ἔσται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι’ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται, καὶ ἐξελεύ‐ σεται δι’ αὐτῆς, καὶ ἔσται κεκλεισμένη.» Ἡσαΐας, «Ἐκ κοιλίας μητρὸς ἐκάλεσα τὸ ὄνομα αὐτοῦ Μάχαι‐ ραν ὀξεῖαν.» Δανιὴλ, «Ἰδοὺ ἐτμήθη λίθος ἄνευ
15χειρῶν, καὶ ἐπάταξε τὸν ἀνδριάντα, καὶ ἐγένετο εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε τὴν οἰκουμένην.» Ὁ οὖν τμηθεὶς λίθος ἄνευ χειρὸς, ἔστιν ὁ γεννηθεὶς ἄνευ σπορᾶς ἀνδρός. Ἡσαΐας πάλιν, «Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς
20ἐγέννησα, καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυ‐ ρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, οὐδὲ ὁ λαός με συνῆκε.» Καὶ πάλιν, «Λάβε τόμον καινοῦ χάρτου μεγάλου, καὶ γράψον ἐν αὐτῷ γραφίδι ἀνθρώπου,
25τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Καὶ προσῆλ‐ θον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱόν· καὶ εἶπέ μοι Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον.» Τόμον οὖν καινὸν νοοῦμεν τὴν Παρθένον· ὥσπερ γὰρ
30ὁ χάρτης καινός ἐστι καθαρὸς, ἄγραφος ὢν, οὕτως καὶ ἡ Παρθένος ἁγία ἀμύητος ἀνδρός. Καὶ πάλιν, «Πᾶν ἄρσεν διανοῖγον μήτραν, ἅγιον τῷ Κυρίῳ κληθήσεται.» Οὐδὲν δὲ ἄρσεν διανοίγει μήτραν, ἀλλ’ ἡ κοινωνία ἀνδρὸς πρὸς γυναῖκα. Τὸ γοῦν εἰρημένον
35περὶ τοῦ Κυρίου νοητέον. Συμβαίνει δὲ πολλοὺς τῶν πρωτοτόκων εἶναι ἀσεβεῖς, καὶ ἁμαρτωλούς. Πῶς οὖν οὗτοι ἅγιοι τῷ Κυρίῳ, διὰ τοῦτο καὶ ἄμωμοι; διὰ τί δὲ μὴ καὶ πᾶν θῆλυ; Δῆλον οὖν, ὅτι αὐτὸς ἅγιος καὶ ἄμωμος μόνος, Δαβίδ. «Μήτηρ Σιὼν
40ἐρεῖ, Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος.»
44tΔʹ. Περὶ θαυμάτων, ὧν ἔμελλε ποιεῖν ἐνανθρω‐
45tπίσας ὁ Κύριος.
46Ἱερεμίας, «Ἰδοὺ τέθεικά σε εἰς διαθήκην γέ‐
νους, καὶ εἰς φῶς ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν,209

46

.

212

καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγων τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε.» Καὶ ὅτι οὐ περὶ ψιλοῦ ἀνθρώπου λέγει, αὐτὸς ἦν ὁ εἰπὼν, «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ
5λογισθήσεται ἕτερος πρὸς αὐτόν.» Ἡσαΐας, «Ἰσχύ‐ σατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται.» Καὶ πάλιν, «Τότε ἀνοιχθήσονται
10ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται, ὡς ἔλαφος, ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων.» Καὶ πάλιν, «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυ‐
15φλοῖς ἀνάβλεψιν.»
17tΕʹ. Περὶ προδοσίας.
18 Δαβὶδ, «Ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν.»
20tϛʹ. Περὶ Πάθους.
21 «Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράσσουσιν. Ἀλλὰ νῦν καταστήσεται Κύριος εἰς κρίσιν, καὶ στή‐ σει τὸν λαὸν αὐτοῦ εἰς κρίσιν. Αὐτὸς Κύριος εἰς
25κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτῶν.» Δαβὶδ, «Ἵνα τί ἐφρύα‐ ξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐ‐
30τοῦ.» Ἱερεμίας, «Πνεῦμα προσώπου ἡμῶν Θεὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπομεν· Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνε‐ σιν.» Ἡσαΐας, «Αὐτὸς τὰς ἀνομίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται καὶ ἡμεῖς ἐλογισάμεθα αὐ‐
35τὸν ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμα‐ λάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἕκαστος τὴν ὁδὸν
40αὐτοῦ ἐπλανήθη. Καὶ Κύριος παρέδωκεν αὐτὸν διὰ τὰς ἁμαρτίας ἡμῶν· καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν
ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ ἐν211

46

.

213

τῇ ταπεινώσει αὐτοῦ, ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ· ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ, ὅτι ἀνο‐
5μίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Καὶ μετά τινα, «Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, ὅτι ἀνομίαν οὐκ ἐποίησε, καὶ ἐν τοῖς ἀνόμοις ἐλογί‐
10σθη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη.» Ἐκ τούτων δῆλον ὅτι οὐ περὶ τοῦ λαοῦ τοῦ ἀπαχθέντος ἐν Βα‐ βυλῶνι ὁ Προφήτης λέγει, ὥς τινες ὑπέλαβον. Πῶς γὰρ ἂν ὁ λαὸς, ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἤχθη εἰς
15θάνατον; ἢ ποῖος λαὸς, καὶ ποίου λαοῦ; Καὶ πάλιν, «Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπ‐ έστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.» Καὶ πάλιν, «Οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ
20ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Καὶ πάλιν ὁ ταῦτα εἰπὼν, εἶπε, «Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται;» Δαβὶδ, «Ὅτι ἐκύκλωσάν με κύ‐ νες πολλοί· συναγωγὴ πονηρευομένων περιέσχον με. Ὤρυξαν χεῖράς μου, καὶ πόδας μου· ἐξηρίθμησαν
25πάντα τὰ ὀστᾶ μου. Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν με· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Ἱερεμίας, «Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων.» Καὶ πάλιν, «Δεῦτε, καὶ ἐμβάλλωμεν ξύλον
30εἰς τὸν ἄρτον αὐτοῦ· καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ τῶν ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι.» Ζαχαρίας, «Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ· καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κερα‐
35μέως, καθὰ συνέταξέ μοι Κύριος.»
36tΖʹ. Περὶ τοῦ σταυροῦ, καὶ τοῦ γενομένου σκό‐
37tτους.
38 «Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπ‐ έναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε,
40ἐάν τις ἐκδιηγεῖται ὑμῖν. Τὸ πρωῒ ἐρεῖς· Πῶς ἐγένετο ἑσπέρα; καὶ τὸ ἑσπέρας· Πῶς ἐγένετο πρωΐ;» Ἀμὼς, «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος ὁ Θεὸς, Δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς.» Ἱερεμίας, «Ἐπέδυσεν ὁ ἥλιος ἔτι
45μεσούσης τῆς ἡμέρας.» Ἡσαΐας, «Ὅλην τὴν ἡμέ‐ ραν διεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀντι‐ λέγοντα, καὶ ἀπειθοῦντα.» Καὶ πάλιν, «Ἄρατε σύσσημον εἰς τὰ ἔθνη.» Καὶ πάλιν, «Καὶ τότε ταῦτα συντελεσθήσεται, λέγει Κύριος, ὅταν ξύλον

46

.

213

(50)

ξύλων κλιθῇ, καὶ ἀναστῇ, καὶ ὅταν ἐκ ξύλου αἷμα213

46

.

216

στάξει.» Ζαχαρίας, «Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ· καὶ οὐχ ἡμέρα, καὶ οὐ νύξ· τὸ πρὸς ἑσπέραν ἔσται φῶς.» Δαβὶδ, «Καὶ ὑπέμεινα συλλυ‐
5πούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον· καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Ὧν οὐδὲν ἔχουσι ἐπὶ Δαβὶδ δεῖξαι γενόμενον. Καὶ πάλιν, «Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ.» Ζαχαρίας,
10«Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα, καὶ ἐπ’ ἄνδρα τοῦ λαοῦ μου· πάταξον τὸν ποιμένα μου, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης.» Καὶ πάλιν, «Καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ Κυρίῳ.»
15tΗʹ. Περὶ ἀναστάσεως Χριστοῦ.
16 Δαβὶδ τὴν ἀνάστασιν αὐτοῦ προορῶν ἔλεγεν· «Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος.» Καὶ πάλιν, «Ἀνάστα, Κύ‐ ριε· σῶσόν με, ὁ Θεός μου.» Καὶ πάλιν, «Ἀνάστα,
20Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου.» Καὶ πάλιν, «Ἀνάστα, Κύριε, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.» Ἡσαΐας, «Νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι, νῦν
25ὄψεσθε, νῦν σωθήσεσθε· ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν.» Ὠσηὲ, «Καὶ ζητήσουσι τὸ πρόσωπόν μου ἐν θλίψει αὐτῶν, καὶ ὀρθριοῦσι πρὸς μὲ, λέγοντες, Πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε, καὶ
30ἰάσεται ἡμᾶς· πατάξει, καὶ μοτώσει ἡμᾶς·215

46

.

217

ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας· ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα ἐνώπιον αὐτοῦ, καὶ γνωσόμεθα, διώξωμεν τοῦ γνῶναι τὸν Κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν.» Δαβὶδ, «Ὅτι οὐκ
5ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.» Καὶ πάλιν, «Ἐγε‐ νήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύ‐ θερος.» Τίς δὲ ἐλεύθερος θανάτου, εἰ μὴ ὁ Θεός; Γέγονε γὰρ ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ταπεινώσας
10τὴν ἑαυτοῦ σάρκα μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἡσαΐας, «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον· καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται.» Γέγονε γὰρ «εἰς κεφα‐ λὴν γωνίας,» ἑτέρας δηλαδὴ οἰκοδομῆς τῆς κατὰ
15τὴν Ἐκκλησίαν, ἥτις ἐστὶ θαυμαστὴ ἐπὶ ὀφθαλ‐ μοῖς ἡμῶν.
17tΘʹ. Περὶ τῆς ἀναλήψεως.
18 Δαβὶδ, «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.» Ὅτι δὲ περὶ τοῦ Σωτῆρος ἡμῶν
20λέλεκται, Δανιὴλ λέγει, «Ἐθεώρουν,» φησὶ, «καὶ ἰδοὺ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθητο.» Καὶ μετά τινα, «Καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος· καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ προσήχθη·
25αὐτῷ ἐδόθη ἡ τιμὴ, καὶ ἡ ἀρχὴ, καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, καὶ γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσει, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσε‐ ται.» Καὶ ἀλλαχοῦ Δαβὶδ, «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ
30μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.»
32tΙʹ. Περὶ τῆς δόξης τῆς Ἐκκλησίας.
33 Δαβὶδ, «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ, περιβεβλημένη, πεποικιλ‐
35μένη.»
36tΙΑʹ. Περὶ τῆς περιτομῆς.
37 Ἐροῦσι δὲ πάντες οἱ Ἰουδαῖοι, ὅτι Εἰ τὸν αὐτὸν Θεὸν σέβεσθε, τί μὴ περιτέμνεσθε, ἢ ζῶα προσφέ‐ ρετε εἰς θυσίαν, ἢ σαββατίζετε, τῶν Γραφῶν περὶ
40τούτων διαγορευουσῶν; Ἀκούσονται οὖν, ὅτι ἡ περιτομὴ οὐκ ἦν ἐξ ἀρχῆς, ἀλλ’ ἐν χρόνῳ ἐγένετο, ὡς καὶ ἐν χρόνῳ παυσομένη· ἔπειτα, ὅτι ὁ Θεὸς δια‐ ταξάμενος τοῖς πατράσι τὴν περιτομὴν, αὐτὸς εἶπεν, «Ἰδοὺ ἡμέραι ἔρχονται λέγει Κύριος, καὶ διαθήσομαι
45τῷ οἴκῳ Ἰσραὴλ διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος.»

46

.

217

(50)

Καὶ πάλιν αἰτιώμενος τοὺς Ἰουδαίους λέγει, «Πάντα217

46

.

220

τὰ ἔθνη ἀπερίτμητα σαρκὶ, ὁ δὲ λαὸς οὗτος τῇ καρ‐ δίᾳ.» Καὶ πάλιν, «Περιτέμνεσθε τὴν καρδίαν ὑμῶν, καὶ μὴ τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν.» Καὶ πάλιν, «Νεώσατε ἑαυτοῖς νεώματα, καὶ
5μὴ σπείρετε ἐπ’ ἀκάνθαις· ἀλλὰ περιτέμνεσθε τὸ σκληρὸν τῆς καρδίας ὑμῶν.» Ἱερεμίας, «Καὶ περιτέμνεσθε τῷ Θεῷ τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν.» Ὅτι δὲ οὐδένα δικαιοῖ ἡ περιτομὴ, δῆλον ἐκ τούτων· Ἀβραὰμ ἀπερίτμητος εὐηρέ‐
10στησε τῷ Θεῷ· πρῶτον γὰρ ὤφθη εὐαρεστῶν, καὶ τότε αὐτῷ τὴν περιτομὴν δίδωσι. Καὶ οἱ ἐν τῇ ἐρήμῳ, δὲ γεννηθέντες, ἐν τοῖς τεσσαράκοντα ἔτεσιν ἀπερίτμητοι ἦσαν· καὶ οἱ ἀπὸ Ἀδὰμ ὁμοίως ἕως Ἀβραὰμ εὐηρέστησαν τῷ Θεῷ, πάντες ἀπερίτμητοι
15ἦσαν· διὰ γὰρ τὸ ἐπιμίγνυσθαι τὸν λαὸν εἰς τὰ ἔθνη, ἐδόθη ἡ περιτομὴ, καὶ ἡ αἰτία δήλη· εἴληφε γὰρ τὴν ἀρχὴν τὰ τῆς περιτομῆς ἐκ τοῦ Ἀβραὰμ, ὃν ἀγαπή‐ σας ὑπὲρ πάντας τοὺς τότε ὁ Θεὸς, ἐξ αὐτοῦ γεννη‐ θήσεσθαι καὶ τὸν Χριστὸν κατὰ σάρκα προέθετο. Ἵνα
20οὖν ὅπερ ἐβουλήθη, καθαρῶς γενέσθαι δυνηθῇ, καὶ ἀνοθεύτως, τούτου χάριν ἐδέησε περιτομῆς, καὶ τῆς περὶ τὰ λοιπὰ γένη ἀμιξίας, ἵνα ὥσπερ τι διάφραγμα, τῶν λοιπῶν αὐτοὺς ἀνθρώπων χωρίζῃ ὁ νόμος. Ὅθεν καὶ τεχθέντος τοῦ δι’ ὃν ταῦτα γέγονε,
25λοιπὸν ὡς περιττὰ τῷ Θεῷ τὰ παρὰ τὴν ἀρχαίαν ξενίζοντα κατάστασιν ἐκβέβληνται.
29tΙΒʹ. Περὶ θυσιῶν.
30 Ὁμοίως ὁ Θεὸς βοᾷ, λέγων· «Ζῶ ἐγὼ, λέγει Κύ‐ ριος, ὅτι περὶ θυσιῶν, καὶ ὁλοκαυτωμάτων οὐκ ἐν‐ ετειλάμην πρὸς τοὺς πατέρας ὑμῶν, ἀφ’ ἧς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἕως τῆς ἡμέ‐ ρας ταύτης.» Ἡσαΐας, «Μὴ ἐγὼ ἐνετειλάμην
35τοῖς πατράσιν ὑμῶν, ἐκπορευομένοις ἐκ γῆς Αἰγύ‐ πτου προσενεγκεῖν μοι ὁλοκαυτώματα καὶ θυ‐ σίαν;» Καὶ πάλιν, «Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος; πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων, καὶ τρά‐
40γων οὐ βούλομαι· οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε. Ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον θυμίαμα βδέλυγμά μοι ἐστί. Τὰς νεομηνίας ὑμῶν, καὶ τὰ Σάββατα ὑμῶν, καὶ
45ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν, καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν, μισεῖ ἡ ψυχή μου.» Καὶ πά‐
λιν, «Λούσασθε, καὶ καθαροὶ γίνεσθε, ἀφέλετε219

46

.

221

τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν.» Δαβὶδ, «Οὐ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι.» Καὶ πάλιν, «Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους.» Καὶ πάλιν, «Θῦ‐
5σον τῷ Θεῷ θυσίαν αἰνέσεως.» Ἀμὼς, «Μεμί‐ σηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, (καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν· διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας ὑμῶν,) οὐ προσδέξομαι αὐτὰ, καὶ σωτηρίου ἐπιφανείας
10ὑμῶν οὐκ ἐπιβλέψομαι. Μετάστησον ἀπ’ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων οὐκ ἀκούσομαι.» Μαλαχίας, «Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπὸ ἀνατολῶν ἡλίου, καὶ ἕως
15δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ.»
19tΙΓʹ. Περὶ τοῦ Σαββατίζειν.
20 Τὸ Σάββατον ἐδόθη αὐτοῖς, τοῦ καταπαῦσαι τὴν φιλοχρήματον αὐτῶν ἐπιθυμίαν. Τοῦ λαοῦ γὰρ πενο‐ μένου, ἐξελθόντος ἐκ τῆς Αἰγύπτου, καὶ μηδὲν ἔχον‐ τος, πλὴν ὧν ἐχρήσαντο παρὰ τῶν Αἰγυπτίων, σπου‐ δὴν ἐποιεῖτο ἕκαστος διὰ τοῦ ἀνενδότου πόνου πλοῦτον
25ἑαυτῷ περιποιῆσαι. Διὸ λέγει, «Ἓξ ἡμέρας ἐργᾷ· τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ οὐ ποιήσεις πᾶν ἔργον ἐν αὐτῇ.» Καὶ τὴν αἰτίαν ἐπιφέρει, ἵνα ἀναπαύσῃ σὺ, καὶ ἡ γυνή σου, καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, καὶ ὁ παῖς σου, ὁ βοῦς σου, καὶ τὸ ὑποζύγιόν σου.
30Ἐπεί τοι τίνος ἕνεκεν ὁ Ἰησοῦς ὁ τοῦ Ναυῆ κυκλῶν τὴν Ἱεριχὼ μετὰ σαλπίγγων ἐπὶ ἑπτὰ ἡμέρας, οὐκ ἐσχόλασε τῷ Σαββάτῳ; Πῶς δὲ τῇ ὀγδόῃ ἡμέρᾳ πε‐ ριτέμνεται παιδίον; Διὰ τί δὲ ἐν ἡμέρᾳ Σαββάτου τίκτει γυνή; Πῶς δὲ καὶ οἱ ἱερεῖς πᾶσαν θυσίαν ἐν
35Σαββάτῳ ποιοῦσι; Πῶς δὲ ἥλιος, καὶ σελήνη, καὶ ἄστρα τὸν ὡρισμένον δρόμον ἐκτελεῖ καὶ τῷ Σαβ‐ βάτῳ;
38tΙΔʹ. Περὶ τοῦ κατασφραγίζεσθαι.
39Δαβὶδ, «Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσ‐
40ώπου σου, Κύριε.» Καὶ πάλιν, «Ποίησον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθόν· καὶ ἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτωσαν, ὅτι σὺ, Κύριε, ἐβοήθησάς μοι
καὶ παρεκάλεσάς με.» Καὶ πάλιν, «Ἔδωκας τοῖς221

46

.

224

φοβουμένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προσ‐ ώπου τόξου.» Ἰεζεκιὴλ, «Υἱὲ ἀνθρώπου, δίελθε μέ‐ σον τὴν Ἱερουσαλὴμ, καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτ‐ ωπα τῶν ἀνθρώπων, τῶν στεναζόντων, καὶ κατ‐
5ωδυνωμένων ἐπὶ ταῖς ἀδικίαις, ταῖς γινομέναις ἐν μέσῳ αὐτῶν.» Καὶ πάλιν, «Ἓξ ἄνδρες ἤρχοντο ἀπὸ τῆς πύλης τῆς βλεπούσης πρὸς βοῤῥᾶν, καὶ ἑκάστου ἡ πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ· ἀκούοντες πορεύε‐ σθε εἰς τὴν πόλιν, καὶ κόπτετε, καὶ μὴ φείσασθε τοῖς
10ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε· πρεσβύτερον, καὶ νεανίσκον, καὶ παρθένον, καὶ νήπια, καὶ γυ‐ ναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας, ἐφ’ οὕς ἐστι τὸ σημεῖόν μου, μὴ ἐγγίσητε.» Περὶ δὲ τοῦ θύειν αὐτοὺς εἴρηται, οὐχ ὅτι ὁ Θεὸς ἐδεῖτο θυ‐
15σιῶν, ἢ ὁλοκαυτωμάτων, ἀλλ’ ἐπειδὴ ἡ Λευϊτικὴ φυλὴ οὐκ εἶχε κλῆρον ἐν τῇ γῇ τῆς ἐπαγγελίας, ὅτι αὐτὸς ὁ Θεὸς κλῆρος αὐτῆς, ταύτην ἔδωκεν αὐτοῖς εἰς τὸ τρέφεσθαι πρόφασιν· οὐκ ἐβούλετο γὰρ αὐτοὺς ἱερα‐ τεύοντας, ἀπὸ πόνου καὶ πραγματείας, ἤγουν καπη‐
20λείας, τρέφεσθαι.
21tΙΕʹ. Περὶ τοῦ Εὐαγγελίου.
22 Δαβὶδ, «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομέ‐ νοις δυνάμει πολλῇ.» Καὶ πάλιν, «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην!»
25tΙϚʹ. Περὶ τῆς ἀπιστίας τῶν Ἰουδαίων, καὶ περὶ
26tτῶν ἐθνῶν Ἐκκλησίας.
27 Ἡσαΐας ἐκ προσώπου τοῦ Θεοῦ, «Οὔτε ἔγνως, οὔτε ἠπίστασο, οὔτε ἀπ’ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα· ᾔδειν γὰρ, ὅτι ἀπειθῶν ἀπειθήσεις.» Καὶ
30πάλιν, «Μέγα τὸ ὄνομα αὐτοῦ ἐν τοῖς ἔθνεσι καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά.» Μιχαίας, «Καὶ ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοι‐ μον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσε‐
35ται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσι πρὸς αὐτὸ λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι, δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ φωτιοῦσιν ἡμᾶς ταῖς ὁδοῖς αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος
40Κυρίου ἐξ Ἱερουσαλήμ.» Ἱερεμίας, «Καὶ εἶπε Κύριος πρός με, ἰδοὺ δέδωκα τοὺς λόγους μου ἐν τῷ στόματί σου· ἰδοὺ κατέστησά σε σήμερον ἐπ’ ἔθνη, καὶ βασιλεῖς ἐκριζοῦν, καὶ κατακόπτειν, καὶ ἀπολ‐
λύειν, καὶ ἀνοικοδομεῖν, καὶ καταφυτεύειν.» Καὶ εἰ223

46

.

225

ταῦτα περὶ Ἱερεμίου, ποίας βασιλείας ἐξεῤῥίζωσεν, ἢ ποῖα ἔθνη ἀπώλεσεν; Ἀλλὰ περὶ τοῦ Κυρίου εἴρηται, ἐκριζώσαντος ἀπὸ πάσης ψυχῆς πιστευούσης αὐτῷ τὴν βασιλείαν τοῦ Ἀντικειμένου, ὃς κατέστρεψε τὰ
5οἰκοδομήματα τῆς κακίας, καὶ τῶν μοχθηρῶν δογμά‐ των, καταφυτεύσας τὰ κρείττονα. Δαβὶδ, «Ῥῦ‐ σαί με ἐξ ἀντιλογίας λαοῦ, καταστήσεις με εἰς κε‐ φαλὴν ἐθνῶν. Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντό
10μοι· υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Μωϋσῆς ἐκ προσώπου τοῦ Θεοῦ πρὸς Ἀβραὰμ, «Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ πέρατα τῆς γῆς.» Καὶ πάλιν, «Ἀπο‐ στρέψω τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν, καὶ δείξω τί
15ἔσται αὐτοῖς ἐπ’ ἐσχάτων, ὅτι γενεὰ ἐξεστραμ‐ μένη ἐστίν. Υἱοὶ οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς· αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει· ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.» Καὶ
20ἀλλαχοῦ, «Δώσει,» φησὶν, «τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ.» Ἡσαΐας, «Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶ‐ σιν. (Εἶπα, Ἰδοὺ πάρειμι ἔθνει, οἳ οὐκ ἐπ‐ εκαλέσαντο τὸ ὄνομά μου.») Δαβὶδ, «Ἀπηλλοτριω‐
25μένος ἐγενήθην τοῖς ἀδελφοῖς μου, καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου.» Περὶ δὲ τῶν ἐθνῶν λέγει, «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.» Περὶ Ἰουδαίων, «Δι’ ὑμᾶς βλασφημεῖται τὸ ὄνομά μου διὰ παντὸς ἐν
30τοῖς ἔθνεσι.» Μαλαχίας, «Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ.» (Περὶ Ἐθνῶν δὲ, «Ὅτι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς Ἔθνεσι, λέγει Κύριος παν‐ τοκράτωρ·») «καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσ‐
35άγεται τῷ ὀνόματί μου, καὶ μέγα τὸ ὄνομά μου ἐν τοῖς Ἔθνεσι, λέγει Κύριος παντοκράτωρ.» (Περὶ δὲ Ἰουδαίων λέγει,) «Ὑμεῖς δὲ βεβηλοῦτε αὐτό.» Δα‐ βὶδ, «Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα
40τῆς γῆς.» Μωϋσῆς, «Ἔασόν με ἐξαλεῖψαι τὸν
λαὸν τοῦτον, καὶ δώσω σοι ἔθνος μέγα, καὶ πολὺ,225

46

.

228

μᾶλλον τούτου.» Ἡσαΐας περὶ Ἰουδαίων, «Ἀκούετε λόγον Κυρίου υἱοὶ Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας.» Καὶ πάλιν, «Τὰ Σάββατα ὑμῶν, καὶ τὰς νεομηνίας μισεῖ ἡ ψυχή μου· καὶ τὰς
5εὐχὰς ὑμῶν οὐ προσδέξομαι· λούσασθε, καθαροὶ γί‐ νεσθε· αἱ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι.» Καὶ ὅτι τοῦ νόμου σαφῶς διαγορεύοντος τὸ μὴ δεῖν ἔξω Ἰερουσαλὴμ καὶ τοῦ ναοῦ ἑορτάζειν κατὰ τὸ, «Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιών· καὶ σοὶ ἀποδοθήσεται
10εὐχὴ ἐν Ἱερουσαλὴμ,» γέγραπται, «Ὅτι προσκυνή‐ σουσι τῷ Κυρίῳ ἐκ τοῦ τόπου αὐτοῦ ἕκαστος.» Καὶ πάλιν ὁ Προφήτης, «Μέγα τὸ ὄνομα αὐτοῦ ἐν τοῖς Ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρε‐ ται τῷ ὀνόματι αὐτοῦ, καὶ θυσία καθαρά.» «Ὑμᾶς
15δὲ ἀνελεῖ Κύριος· τοῖς δὲ δουλεύουσί μοι κληθήσε‐ ται ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ πάσης τῆς γῆς.» Τί δὲ καινότερον τοῦ τῶν Χριστιανῶν ὀνόμα‐ τος; Καὶ ὁ Δαβὶδ, «Ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος»
20Καὶ ὅτι μὲν τὸ εἰπεῖν τὸν Δαβὶδ τὸ, «Ὁ Θεὸς κατ‐ οικίζει μονοτρόπους ἐν οἴκῳ,» σημαίνει τὸ πρὸς τὰ Ἔθνη τὸ τῶν ὑπὸ νόμον ἄμικτον. Ἡσαΐας, «Πληρω‐ θήσεται πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλῦψαι θάλασσαν.» Δαβὶδ, «Μνη‐
25σθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα. τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.» Καλὸν δὲ καὶ τὸ πυθέσθαι τῶν Ἰουδαίων, τίς ὁ κρατῶν ἐστι
30νῦν ἄρα, πότερον ὁ Μωσαϊκὸς νόμος, οὗ παρά‐ βασίς ἐστι νῦν, καὶ οὐ τήρησις, διὰ τὸ μηδὲ τὸν ναὸν, ἢ τὸν τόπον εἶναι, ἢ προφήτην προμηνύοντά τι τῶν μελλόντων, ἢ τὴν κιβωτὸν, ἐν ᾗ αἱ πλάκες, καὶ ἡ Δε‐ κάλογος, ἐν οἷς ἔδει τὰς τρεῖς ἑορτὰς πληροῦν,
35καὶ οὐκ ἀλλαχοῦ. Καὶ, «Ὅτι ἀρθήσεται ἀπὸ τῶν Ἰουδαίων ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.» Τοῦτο δ’ ἂν εἴη τὸ Χριστιανῶν ἔθνος, τοὺς προσήκοντας καρποὺς τῆς κατὰ Θεὸν πολιτείας ἐπιδεικνύμενον. Δαβὶδ, «Ἐξ‐
40ομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ἐξομολογεῖται δὲ τῷ Πατρὶ, οὐ τὰς ἑαυτοῦ ἁμαρτίας ὁ ἄμωμος, ἀλλὰ τὰς τῶν ἐπ’ αὐτῷ πιστευόντων· ὅτι τοῦ Δαβὶδ εἰπόντος, «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου·
45Κάθου ἐκ δεξιῶν μου,» καὶ τὰ λοιπὰ, Ἡσαΐας σα‐ φέστερον λέγει, «Λέγει ὁ Κύριος τῷ Χριστῷ μου Κύρῳ.» Λέγουσι δὲ εἰς Κύρον τὸν Πέρσην εἰρῆ‐
σθαι ταῦτα. Γελοῖον δέ· ποῦ γὰρ ἁρμόζει Κύρῳ τὰ227

46

.

229

λοιπὰ, «Ἐκράτησα τῆς δεξιᾶς σου· ἐπακούσου‐ σιν ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤ‐ ῥήξω· ἀνοίξω ἔμπροσθεν αὐτοῦ πύλας, καὶ πόλεις οὐ συγκλεισθήσονται· ἔμπροσθέν σου πορεύσομαι, καὶ
5ὄρη ὁμαλιῶ· θύρας χαλκᾶς συντρίψω, καὶ μο‐ χλοὺς σιδηροῦς συνθλάσω, καὶ δώσω σοι θησαυροὺς σκοτεινούς;» Πῶς οὖν ἁρμόσει ταῦτα Κύρῳ, τῷ μι‐ κρὸν ὕστερον εἰς Μασαγέτας αἰσχρῶς ἀναιρεθέντι καὶ εἰς ἀσκὸν ἐκδαρέντι; καὶ μετὰ μικρὸν ἑρμηνεύει
10αὐτὰ ὁ αὐτὸς προφήτης, λέγων ἐκ προσώπου τοῦ Θεοῦ, «Ἐγὼ Κύριος ὁ Θεὸς ὁ καλέσας σε ἐν δικαιοσύνῃ· ἐκράτησα τῆς χειρός σου, καὶ ἰσχύσω σε, καὶ δώσω σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλ‐ μοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδημέ‐
15νους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» Καὶ πάλιν ὁ αὐτὸς Ἡσαΐας, «Καὶ εἶπέ μοι, Μέγα σοι τοῦτο, κληθῆναι παῖδά μου, καὶ στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ στρέψαι· καὶ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.»
20tΙΖʹ. Ὅτι πρὸ τῆς τοῦ Κυρίου δευτέρας παρουσίας
21tἐλεύσεται Ἠλίας.
22 Μαλαχίας ὁ προφήτης λέγει, «Ἰδοὺ ἐγὼ ἀπο‐ στέλλω ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ,
25ὃς ἀποκαταστήσει καρδίας πατρῶν πρὸς υἱοὺς, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἐλ‐ θὼν πατάξω τὴν γῆν ἄρδην.»
28tΙΗʹ. Ὅτι κληθησόμεθα Χριστιανοί.
29Ἡσαΐας λέγει, «Ὄψονται ἔθνη τὴν δόξαν
30σου, καὶ πάντες οἱ βασιλεῖς τὴν δικαιοσύνην σου, καὶ καλέσει σε τὸ ὄνομα τὸ καινὸν, ὃ ὁ Κύριος ὀνο‐ μάσει αὐτό.» Καὶ πάλιν, «Τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς.» Ὠσηὲ, «Καὶ ἔσται ἐπ’ ἐσχάτου τὸ ὄνομα
35αὐτοῦ ἐπιφανὲς ἐν πάσῃ τῇ γῇ, καὶ τῷ ὀνόματι αὐ‐ τοῦ ἐπικληθήσονται λαοὶ πολλοὶ, καὶ κατὰ τὰς ὁδοὺς
αὐτοῦ πορευθέντες, ζήσονται ἐν αὐταῖς.»229

46

.

232

(1t)

ΙΘʹ. Ὅτι ταραχθήσεται Ἡρώδης, καὶ οἱ μετ’ αὐ‐
2tτοῦ πάντες.
3 Ἱερεμίας φησὶ, «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, ἀπολεῖται ἡ καρδία τοῦ βασιλέως, καὶ ἡ καρ‐
5δία τῶν ἀρχόντων, καὶ οἱ ἱερεῖς ἐκστήσονται, καὶ οἱ προφῆται θαυμάσονται.»
7tΚʹ. Περὶ τοῦ Βαπτίσματος.
8 Ἰεζεκιὴλ, «Καὶ εἶπε Κύριος πρός με· Τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν, ἁγιάσει
10τὰ ὕδατα. Καὶ ἔσται, πάσῃ ψυχῇ, ἐφ’ ἣν ἂν ἐπ‐ έλθῃ τὸ ὕδωρ τοῦτο, ζήσεται καὶ ἰαθήσεται·» Ἱε‐ ρεμίας, «Ἰδοὺ ὡς λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ἰορδάνου.»
14tΚΑʹ. Περὶ τῆς εἰς Αἴγυπτον τοῦ Κυρίου καθόδου.
15 Ἡσαΐας λέγει, «Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθή‐ σεται πάντα τὰ χειροποίητα Αἰγύπτου.» Καὶ πάλιν, «Γνωσθήσεται Κύριος τοῖς Αἰγυπτίοις, καὶ φοβηθή‐ σονται Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.»
20tΚΒʹ. Περὶ τοῦ ἁγίου Πνεύματος.
21 Ἡσαΐας, «Καὶ νῦν Κύριος ἐξαπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Τῆς Ἐξόδου, «Καὶ εἶπε τῷ Μωϋσεῖ· Ἀνάγαγέ μοι ἑβδομήκοντα πρεσβυτέ‐ ρους, καὶ λήψομαι ἀπὸ τοῦ ἐπὶ σὲ Πνεύματος, καὶ
25ἐκχεῶ ἐπ’ αὐτοὺς, καὶ ἀντιλήψομαί σε.» Δαβὶδ, «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ Πνεῦ‐ μα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με.» Καὶ πάλιν,
30«Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου;» Ἰὼβ, «Πνεῦμα θεῖον τὸ ποιῆσάν με.» Καὶ πάλιν, «Πνεῦ‐ μά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ Παντοκράτορός ἐστιν ἡ διδάσκουσά με.» Καὶ πάλιν, «Ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ, ὁ πικράνας
35μου τὴν ψυχήν. Πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισί.» Ζαχαρίας, «Ἐγώ εἰμι ἐν ὑμῖν, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν.» Σολομὼν,
«Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην.»231

46

.

233

Ἡσαΐας· «Παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν. —Ὁ οἶκος τοῦ Ἰακὼβ παρώξυναν τὸ Πνεῦμα Κυρίου.» Ἰωήλ· «Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός
5μου ἐπὶ πᾶσαν σάρκα,» δηλαδὴ τὴν πιστεύουσαν, «καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν, καὶ ἐπὶ τὰς θυγατέρας ὑμῶν,» καὶ τὰ ἑξῆς. Ἡσαΐας· «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με,» καὶ, «Ἐπαναπαύσεται ἐπ’ αὐ‐ τὸν ἑπτὰ πνεύματα.» Καὶ, «Κατέβη Πνεῦμα Κυρίου,
10καὶ ὡδήγησεν αὐτούς.» Καὶ, «Πνεῦμα ἐπιστήμης ἔπλησε Βεσελεὴλ τὸν ἀρχιτέκτονα τῆς σκηνῆς· Πνεῦμα παροξυνόμενον, καὶ Πνεῦμα ἐξᾶραν Ἠλίαν ἐν ἅρ‐ ματι, καὶ ζητηθὲν παρ’ Ἐλισσαίου διπλάσιον.» Καὶ, «Πνεῦμα παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν
15ἐγὼ ἐποίησα.» Καὶ, «Ἰδοὺ ὁ παῖς μου ὁ ἐκλεκτὸς, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου, θήσω τὸ Πνεῦμά μου ἐπ’ αὐτόν.» Καὶ, «Οὐαὶ, τέκνα ἀπο‐ στάται, τάδε λέγει Κύριος· Ἐποιήσατε βουλὴν οὐ δι’ ἐμοῦ, καὶ συνθήκην οὐ διὰ τοῦ Πνεύματός
20μου.» Καὶ, «Ἐκεῖ συνήντησαν ἔλαφοι, καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων· ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐχ ὑπελείφθη, διότι Κύριος ἐνετείλατο αὐταῖς, καὶ τὸ Πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς.» Καὶ ὅτι ἡ ἀνάστασις διὰ τοῦ Πνεύματος ἐνεργεῖται,
25Δαβὶδ λέγει· «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλεί‐ ψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξ‐ αποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ
ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.»233