TLG 2017 056 :: GREGORIUS NYSSENUS :: Dialogus de anima et resurrectione

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

Dialogus de anima et resurrectione

Citation: Volume — page — (line)

46

.

12

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΓΡΗΓΟΡΙΟΥ
3tΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ
4tΠΕΡΙ ΨΥΧΗΣ ΚΑΙ ΑΝΑΣΤΑΣΕΩΣ Ο ΛΟΓΟΣ
5tΟ ΛΕΓΟΜΕΝΟΣ
6tΤΑ ΜΑΚΡΙΝΙΑ.
13 Ἐπειδὴ τοῦ ἀνθρωπίνου βίου πρὸς Θεὸν μετέστη ὁ πολὺς ἐν ἁγίοις Βασίλειος, καὶ κοινὴ πένθους ἀφορμὴ
15ταῖς Ἐκκλησίαις ἐγένετο, περιῆν δὲ ἔτι τῷ βίῳ ἡ ἀδελφὴ καὶ διδάσκαλος, ἐγὼ μὲν ᾔειν κατὰ σπου‐ δὴν κοινωνήσων ἐκείνῃ τῆς ἐπὶ τῷ ἀδελφῷ συμφορᾶς. Καί μοι περιώδυνος ἦν ἡ ψυχὴ, πρὸς τοιαύτην ζημίαν ὑπεραλγοῦσα, καί τινα τῶν δακρύων κοινω‐
20νὸν ἐπεζήτουν τὸν ἶσον ἔχοντά μοι τῆς λύπης ἄχθος. Ὡς δὲ ἐν ὀφθαλμοῖς ἦμεν ἀλλήλων, ἐμοὶ μὲν ἀνεκίνει τὸ πάθος προφανεῖσα τοῖς ὀφθαλμοῖς ἡ δι‐ δάσκαλος· καὶ γὰρ ἤδη καὶ αὐτὴ τῇ πρὸς θάνατον ἀῤῥωστίᾳ συνείχετο. Ἡ δὲ κατὰ τοὺς τῆς ἱππικῆς
25ἐπιστήμονας ἐνδοῦσά μοι πρὸς ὀλίγον παρενεχθῆναι τῇ ῥύμῃ τοῦ πάθους, ἀναστομοῦν ἐπεχείρει μετὰ ταῦτα τῷ λόγῳ, καθάπερ χαλινῷ τινι τῷ ἰδίῳ λογισμῷ
τὸ ἀτακτοῦν τῆς ψυχῆς ἀπευθύνουσα, καὶ ἦν12

46

.

13

αὐτῇ τὸ ἀποστολικὸν λόγιον προφερόμενον, τὸ μὴ δεῖν ἐπὶ τῶν κεκοιμημένων λυπεῖσθαι· μόνων γὰρ τοῦτο τῶν οὐκ ἐχόντων ἐλπίδα τὸ πάθος εἶναι.
6 Λ. Κἀγὼ περιζεούσης ἔτι μοι τῆς καρδίας τῇ λύπῃ Πῶς ἔστιν, εἶπον, ἐν ἀνθρώποις τοῦτο κατορθωθῆ‐ ναι, οὕτως ἐν ἑκάστῳ φυσικοῦ τινος πρὸς τὸν θάνατον τῆς διαβολῆς ὑπαρχούσης, καὶ οὔτε τῶν ὁρώντων
10τοὺς ἀποθνήσκοντας εὐκόλως καταδεχομένων τὴν θέαν, οἷς τε ἂν προσίῃ ὁ θάνατος ἀποφευγόντων ἐφ’ ὅσον οἷόν τε; Ἀλλὰ καὶ τῶν ἐπικρατούντων νόμον ἔσχατον ἐν ἀδικίαις καὶ ἔσχατον ἐν τιμωρίαις τοῦτο κρινόντων, τίς μηχανὴ τὸ μηδὲν ἡγεῖσθαι τὴν τοῦ ζῇν
15ἀναχώρησιν, καὶ ἐπὶ τῶν ἔξω τινὸς μὴ ὅτι γε τῶν ἐπιτηδείων, ὅταν τοῦ βίου λήγωσιν; Ὁρῶμεν δὲ, εἶπον, καὶ πᾶσαν τὴν ἀνθρωπίνην σπουδὴν πρὸς τοῦτο βλέπουσαν, ὅπως ἂν ἐν τῷ ζῇν διαμένοιμεν. Διὰ τοῦτο γὰρ καὶ οἶκοι πρὸς διαγωγὴν ἡμῖν ἐπινενόην‐
20ται, ὡς ἂν μὴ τῷ περιέχοντι διὰ ψύξεως ἢ θερμότητος καταπονοῖτο τὰ σώματα. Γεωπονία δὲ τί ἄλλο καὶ οὐχὶ τοῦ ζῇν ἐστι παρασκευή; Ἡ δὲ τῆς ζωῆς φροντὶς πάντως διὰ τὸν τοῦ θανάτου φόβον γίνεται. Ἡ δὲ ἰατρικὴ πόθεν τιμία τοῖς ἀνθρώποις ἐστίν; Οὐκ
25ἐπειδὴ μάχεσθαί πως διὰ τῆς τέχνης δοκεῖ πρὸς τὸν θάνατον; Θώρακες δὲ, καὶ θυρεοὶ, καὶ κνημῖδες, καὶ κράνη, καὶ τὰ ἀμυντήρια τῶν ὅπλων, καὶ αἱ τῶν τειχῶν περιβολαὶ καὶ σιδηρόδετοι πύλαι, καὶ ἡ τῶν τάφρων ἀσφάλεια καὶ τὰ τοιαῦτα, τί ἄλλο πλὴν
30διὰ τὸν τοῦ θανάτου γίνεται φόβον; Οὕτως οὖν ὄντος φοβεροῦ φυσικῶς τοῦ θανάτου, πῶς ἔστι
ῥᾳδίως πεισθῆναι τῷ κελεύοντι ἄλυπον διαμέ‐14

46

.

16

νειν ἐπὶ τοῦ κατοιχομένου τὸν περιόντα; —Μ. Τί δὲ, φησὶν ἡ διδάσκαλος, τί σοι μάλιστα λυπηρὸν αὐτὸ ἐφ’ ἑαυτοῦ, τὸ τοῦ θανάτου δοκεῖ; οὐ γὰρ ἱκα‐ νὸν εἰς διαβολὴν ἡ τῶν ἀλογωτέρων συνήθεια. —Γ.
5Τί μὲν οὖν οὐκ ἔστι λύπης ἄξιον, πρὸς αὐτὴν εἶπον ἐγὼ, ὅταν βλέπωμεν τὸν τέως ζῶντά τε καὶ φθεγγόμενον, ἄπνουν καὶ ἄναυδον καὶ ἀκίνητον ἀθρόως γενόμενον, καὶ πάντα αὐτῶν σβεσθέντα τὰ φυσικὰ αἰσθητήρια, οὐκ ὄψεως, οὐκ ἀκοῆς ἐνεργού‐
10σης, οὐκ ἄλλου τινὸς ὧν ἡ αἴσθησις τὴν ἀντίληψιν ἔχει; ᾯ κἂν πῦρ προσενέγκῃς, κἂν σίδηρον, κἂν ἀνατέμῃς διὰ ξίφους τὸ σῶμα, κἂν τοῖς σαρκοβόροις προθῇς, κἂν ἐγκρύψῃς χώματι, πρὸς ἅπαντα ὁμοίως ὁ κείμενος ἔχει. Ὅταν
15οὖν ἐν τούτοις βλέπηται ἡ μεταβολὴ, τὸ δὲ ζωτικὸν ἐκεῖνο αἴτιον, ὅ τί ποτε ἦν, ἀφανές τε καὶ ἄδολον ἀθρόως γένηται, καθάπερ ἐπὶ λύχνου σβεσθέντος τῆς τέως ἐξαπτομένης ἐφ’ ἑαυτοῦ φλογὸς οὔτε ἐπὶ τῆς θρυαλλίδος μενούσης, οὔτε ἑτέ‐
20ρωθί που μεθισταμένης, ἀλλ’ εἰς ἀφανισμὸν παντελῆ μεταχωρούσης, πῶς ἂν γένοιτο τὴν τοσαύτην μετα‐ βολὴν ἐνεγκεῖν ἀλύπως μηδενὶ, προδήλως ἐπερειδό‐ μενον; Ἔξοδον γὰρ ψυχῆς ἀκούσαντες, τὸ μὲν ὑπολειφθὲν ὁρῶμεν, τὸ δὲ χωρισθὲν ἀγνοοῦ‐
25μεν, αὐτό τε ὅ τί ποτε κατὰ τὴν φύσιν ἐστὶ, καὶ εἰς ὅ τι μετακεχώρηκεν, οὐ γῆς, οὐκ ἀέρος, οὐχ ὕδατος, οὐκ ἄλλου τινὸς τῶν στοιχείων ἐν ἑαυτῷ δεικνύντος ἐκείνην τὴν δύναμιν τὴν τοῦ σώμα‐ τος ἐκχωρήσασαν· ἧς ὑπεξελθούσης νεκρόν ἐστι τὸ
30ὑπολειφθὲν καὶ πρὸς διαφθορὰν ἤδη ἐκκεί‐
μενον.16

46

.

17

(3)

Γ. Ταῦτα δέ μου διεξιόντος μεταξὺ κατασεί‐ σασα τῇ χειρὶ ἡ διδάσκαλος—Μ. Μή τίς σε τοιοῦ‐
5τος, φησὶ, φόβος ὑποταράσσει καὶ συνέχει τὴν διάνοιαν, ὡς οὐ διαμενούσης εἰς ἀεὶ τῆς ψυ‐ χῆς, ἀλλὰ συγκαταληγούσης τῇ διαλύσει τοῦ σώμα‐ τος; —Γ. Ἐγὼ δὲ (καὶ γὰρ οὔπω τοῦ πάθους τὸν λογι‐ σμὸν ἀνεδεξάμην) θρασύτερόν πως ἀπεκρινάμην,
10οὐ πάνυ περισκεψάμενος τὸ λεγόμενον. Εἶπον γὰρ ἐπιτάγμασιν ἐοικέναι τὰς θείας φωνὰς, δι’ ὧν τὸ μὲν δεῖν πεπεῖσθαι τὴν ψυχὴν εἰσαεὶ διαμένειν ἀναγκα‐ ζόμεθα, οὐ μὴν λόγῳ τινὶ τῷ τοιούτῳ προσήχθημεν δόγματι. Ἀλλ’ ἔοικεν ἡμῖν δουλικῶς ἔνδοθεν ὁ
15νοῦς φόβῳ τὸ κελευόμενον δέχεσθαι, οὐχ ἑκουσίᾳ τινὶ ὁρμῇ τοῖς λεγομένοις συντίθεσθαι. Ὅθεν καὶ βαρύτεραι ἡμῖν ἐπὶ τῶν κατοιχουμένων αἱ λύπαι γίνονται [οὐκ] ἀκριβῶς ἐπισταμένων ἡμῶν, εἴτ’ ἔτι ἐστὶ καθ’ αὑτὸ τοῦτο τὸ ζωοποιὸν αἴτιον, καὶ
20ὅπη, καὶ ὅπως, εἴτε οὐκ ἔστιν οὐδαμῆ οὐδαμῶς. Ἴσας γὰρ ποιεῖ τοῦ ἀληθῶς ὄντος ἀδηλία τὰς ἐφ’ ἑκάτερον ὑπολείψεις. Καὶ πολλοῖς μὲν τοῦτο, πολλοῖς δὲ τὸ ἐναντίον δοκεῖ. Καὶ εἰσί γέ τινες παρὰ τοῖς Ἕλλησιν οὐ μικρὰν ἔχοντες ἐπὶ φιλοσο‐
25φίᾳ τὴν δόξαν, οἳ ταῦτα ᾠήθησάν τε καὶ ἀπ‐ εφήναντο. —Μ. Ἔα, φησὶ, τοὺς ἔξωθεν λήρους, ἐν οἷς ὁ τοῦ ψεύδους εὑρέτης ἐπὶ βλάβῃ τῆς ἀληθείας πιθανῶς τὰς ἠπατημένας ὑπολήψεις συντίθησιν· σὺ δὲ πρὸς τοῦτο βλέπε, ὅτι τὸ οὕτως περὶ ψυχῆς ἔχειν,
30οὐδὲν ἄλλο ἐστὶν ἢ ἀλλότριον πρὸς τὴν ἀρετὴν ἔχειν, καὶ πρὸς τὸ παρὸν ἡδὺ μόνον βλέπειν· τὴν δὲ τοῖς αἰῶσιν ἐνθεωρουμένην ζωὴν ἀπ’ ἐλπίδος ποιεῖσθαι, καθ’ ἣν μόνη ἡ ἀρετὴ τὸ πλεῖον ἔχει. —Γ. Καὶ πῶς, ἔφην, γένοιτ’ ἂν ἡμῖν παγία τις
35καὶ ἀμετάθετος ἡ περὶ τοῦ διαμένειν τὴν ψυχὴν δόξα;18

46

.

20

Αἰσθάνομαι γὰρ καὶ αὐτὸς, ὅτι τοῦ καλλίστου τῶν κατὰ τὴν ζωὴν (τῆς ἀρετῆς λέγω) ὁ τῶν ἀνθρώπων χηρεύσει βίος, εἰ μή τις ἀναμφίβολος ἡ περὶ τούτου πίστις ἐν ἡμῖν κρατυνθείη. Πῶς γὰρ
5ἔστι τὴν ἀρετὴν χώραν ἔχειν ἐφ’ ὧν ἡ παροῦσα ζωὴ περιγράφειν τὸ εἶναι ὑπείληπται, καὶ πλέον ἐλπίζεται μετὰ ταύτην οὐδέν; —Μ. Οὐκοῦν ζητῆσαι χρὴ, φησὶν ἡ διδάσκαλος, ὅθεν ἂν ἡμῖν τὴν δέουσαν περὶ τούτων ἀρχὴν ὁ λόγος λάβῃ. Καὶ εἰ δοκεῖ,
10παρὰ σοῦ γενέσθω τῶν ἐναντίων δογμάτων ἡ συμ‐ μαχία· ὁρῶ γὰρ ὅτι σοι καὶ ὑποκεκίνηται πρὸς τοιαύ‐ την καταφορὰν ἡ διάνοια. Εἶθ’ οὕτως ὁ τῆς ἀλη‐ θείας μετὰ τὴν ἀντίθεσιν ἀναζητηθήσεται λόγος. —Γ. Ἐπειδὴ τοῦτο ἐκέλευσε, παραιτησάμενος αὐτὴν μὴ
15κατὰ ἀλήθειαν οἰηθῆναι τὰ παρ’ ἡμῶν ἀντιλέ‐ γεσθαι, ἀλλ’ ὑπὲρ τοῦ βεβαίως κατασκευασθῆναι τὸ περὶ ψυχῆς δόγμα, τῶν ἀντιπιπτόντων πρὸς τὸν σκοπὸν τοῦτον ὑπεκλυθέντων·
22 Ἦ που, ἔφην, ταῦτα ἂν εἴποιεν οἱ τῷ ἐναντίῳ παριστάμενοι λόγῳ, ὅτι τὸ σῶμα σύνθετον ὂν, πάντως εἰς τὰ, ἐξ ὧν συνέστηκε, διαλύεται; Λυθείσης
25δὲ τῶν στοιχείων τῆς ἐν τῷ σώματι συμφυΐας, ἐπὶ τὸ οἰκεῖον ἐν ἑκάστῳ γίνεται κατὰ τὸ εἰκὸς ἡ ῥοπὴ αὐτῆς φύσεως τῶν στοιχείων, δι’ ὁλκῆς τινος ἀναγκαίας τῇ ὁμογενεῖ τὸ οἰκεῖον ἀποδιδούσης. Τῷ τε γὰρ θερμῷ πάλιν τὸ ἐν ἡμῖν ἑνωθήσεται, καὶ
30τῷ στεῤῥῷ τὸ γεῶδες, καὶ τῶν λοιπῶν ἑκάστῳ πρὸς τὸ συγγενὲς ἡ μεταχώρησις γίνεται. Ἡ οὖν ψυχὴ μετὰ τοῦτο ποῦ ἔσται; Εἰ μὲν γὰρ ἐν τοῖς στοιχείοις εἶναί τις λέγοι, τὴν αὐτὴν εἶναι τούτοις κατ’ ἀνάγκην συνθήσεται. Οὐ γὰρ ἂν γένοιτό τις τοῦ
35ἑτεροφυοῦς πρὸς τὸ ἀλλότριον μίξις, καὶ, εἰ ταῦτα εἴη, ποικίλη τις πάντως ἀναφανήσεται ἡ πρὸς τὰς ἐναντίας μεμιγμένη ποιότητας, τὸ δὲ ποικίλον ἁπλοῦν οὐκ ἔστιν, ἀλλ’ ἐν συνθέσει θεωρεῖται πάντως. Πᾶν δὲ τὸ σύνθετον καὶ διαλυτὸν ἐξ ἀνάγκης· ἡ δὲ διάλυ‐
40σις φθορὰ τοῦ συνεστῶτός ἐστι. Τὸ δὲ φθειρόμενον20

46

.

21

οὐκ ἀθάνατον· ἢ οὕτως γε ἂν καὶ ἡ σὰρξ ἀθά‐ νατος λέγοιτο, εἰς τὰ, ἐξ ὧν συνέστηκε, λυομένη. Εἰ δὲ ἄλλο τί που παρὰ ταῦτά ἐστι, ποῦ λόγος αὐτὴν εἶναι ὑποτίθεται, ἐν μὲν τοῖς στοιχείοις διὰ τοῦ ἑτε‐
5ροφυῶς αὐτὴν ἔχειν οὐχ εὑρισκομένην; ἄλλου δὲ οὐδενὸς ἐν τῷ κόσμῳ ὄντος, ἐν ᾧ γένοιτ’ ἂν ἡ ψυχὴ καταλλήλως τῇ ἰδίᾳ φύσει ἐμβιοτεύουσα; Ὃ δὲ μηδαμῆ ἐστιν, οὐδέ ἐστι πάντως.
12 Μ. Καὶ ἡ διδάσκαλος ἠρέμα τοῖς ῥηθεῖσιν ἐπιστε‐ νάξασα, Τάχα που ταῦτα καὶ τὰ τοιαῦτα, φησὶ, πρὸς τὸν Ἀπόστολον ἐν Ἀθήναις ποτὲ συστάντες
15προέφερον Στωϊκοί τε καὶ Ἐπικούρειοι. Καὶ γὰρ ἀκούω πρὸς ταῦτα μάλιστα τὸν Ἐπίκουρον ταῖς ὑπολήψεσι φέρεσθαι, ὡς τυχαία τις καὶ αὐτόματος ἡ τῶν ὄντων ὑπενοήθη φύσις, ὡς οὐ‐ δεμιᾶς προνοίας διὰ τῶν πραγμάτων διηκού‐
20σης. Καὶ διὰ τοῦτο κατὰ τὸ ἀκόλουθον καὶ τὴν ἀνθρωπίνην ζωὴν πομφόλυγος δίκην ᾤετο πνεύ‐ ματί τινι τοῦ σώματος ἡμῶν περιταθέντος, ἕως ἂν περικρατῆται τὸ πνεῦμα τῷ περιέχοντι, τῇ δὲ διαπτώσει τοῦ ὄγκου καὶ τὸ ἐναπειλημμένον
25συγκατασβέννυσθαι. Ὅρος γὰρ τούτῳ τῆς τῶν ὄντων φύσεως τὸ φαινόμενον ἦν, καὶ μέτρον τῆς τοῦ παντὸς καταλήψεως ἐποιεῖτο τὴν αἴσθησιν, μεμυκὼς παντάπασι τὰ τῆς ψυχῆς αἰσθητήρια, καὶ πρὸς οὐδὲν τῶν νοητῶν τε καὶ ἀσωμάτων βλέπειν οἷός
30τε ὢν, ὥσπερ ὁ οἰκίσκῳ τινὶ καθειργμένος τῶν οὐρανίων θαυμάτων ἀθέατος μένει, τοῖς τοίχοις καὶ τῷ ὀρόφῳ πρὸς τὴν τῶν ἔξω θέαν ἐμποδιζό‐ μενος. Ἀτεχνῶς γὰρ γήϊνοί τινές εἰσι τοῖχοι τὰ αἰ‐ σθητὰ πάντα, ὅσα ἐν τῷ παντὶ καθορᾶται, πρὸς τὴν
35τῶν νοητῶν θεωρίαν δι’ ἑαυτῶν τοὺς μικροψυχοτέ‐22

46

.

24

ρους διατειχίζοντες. Γῆν ὁ τοιοῦτος βλέπει μό‐ νην, καὶ ὕδωρ, καὶ ἀέρα, καὶ πῦρ· ὅθεν δὲ τού‐ των ἕκαστον, ἢ ἐν τίνι ἐστὶν, ἢ ὑπὸ τίνος περι‐ κρατεῖται, διιδεῖν ὑπὸ μικροψυχίας οὐ δύναται. Καὶ
5ἱμάτιον μέν τις ἰδὼν τὸν ὑφάντην ἀνελογίσατο, καὶ διὰ τῆς νηὸς τὸν ναυπηγὸν ἐνενόησεν, ἥ τε αὐτοῦ οἰκοδόμου χεὶρ ὁμοῦ τῇ τοῦ οἰκοδομήματος ὄψει τῇ διανοίᾳ τῶν θεωμένων ἐγγίνεται. Οἱ δὲ πρὸς τὸν κόσμον ὁρῶντες πρὸς τὸν διὰ τούτων δηλού‐
10μενον ἀμβλυωποῦσιν, ὅθεν τὰ σοφὰ ταῦτα καὶ δριμέα παρὰ τῶν τὸν ἀφανισμὸν ψυχῆς δογματι‐ ζόντων προφέρεται· σῶμα ἐκ στοιχείων, καὶ στοιχεῖα ἐκ σώματος, καὶ τὸ μὴ δύνασθαι τὴν ψυχὴν καθ’ ἑαυτὴν εἶναι, εἰ μήτε τούτων τι εἴη, μήτε ἐν τού‐
15τοις. Εἰ γὰρ ὅτι μὴ ὁμοφυὴς τοῖς στοιχείοις ἐστὶν ἡ ψυχὴ, διὰ τοῦτο οὐδαμοῦ εἶναι αὐτὴν οἱ ἀντιλέ‐ γοντες οἴονται· οὗτοι πρῶτον μὲν καὶ τὴν ἐν σαρκὶ ζωὴν ἄψυχον εἶναι δογματιζέτωσαν. Οὐ γὰρ ἄλλο τι τὸ σῶμά ἐστιν, εἰ μὴ συνδρομὴ τῶν στοιχείων· μὴ
20τοίνυν μηδ’ ἐν τούτοις τὴν ψυχὴν εἶναι λεγέτωσαν δι’ ἑαυτῆς ζωοποιοῦσαν τὸ σύγκριμα· εἴπερ οὐκ ἔστι μετὰ ταῦτα δυνατὸν, καθὼς οἴονται, τῶν στοι‐ χείων ὄντων καὶ τὴν ψυχὴν εἶναι, ὡς μηδὲν ἄλλο ἢ νεκρὰν τὴν ζωὴν ἡμῶν παρ’ αὐτῶν ἀποδείκνυσθαι.
25Εἰ δὲ νῦν ἐν τῷ σώματι τὴν ψυχὴν εἶναι οὐκ ἀμφιβάλλουσι, πῶς τοῦ σώματος εἰς τὰ στοι‐ χεῖα τὸν ἀφανισμὸν αὐτῆς δογματίζουσι, ἔπειτα δὲ καὶ κατὰ ταύτης τῆς θείας φύσεως τὰ ἶσα τολ‐ μάτωσαν. Πῶς γὰρ ἐροῦσι τὴν νοεράν τε καὶ
30ἄϋλον καὶ ἀειδῆ φύσιν εἰς τὰ ὑγρά τε καὶ μαλακὰ καὶ στερέμνια διαδυομένην ἐν τῷ εἶναι συνέχειν τὰ ὄντα, οὔτε συγγενῶς ἔχουσαν πρὸς τὰ ἐν οἷς γίνε‐ ται, οὔτε διὰ τὸ ἑτερογενὲς ἐν αὐτοῖς εἶναι ἀδυνατοῦ‐ σαν; Οὐκοῦν ἐξῃρήσθω καθόλου τοῦ δόγματος αὐ‐
35τῶν καὶ αὐτὸ τὸ Θεῖον, ᾧ διακρατεῖται τὰ ὄντα. —Γ. Αὐτὸ δὲ τοῦτο, εἶπον ἐγὼ, πῶς ἂν τοῖς ἀντι‐ λέγουσιν ἀναμφίβολον γένοιτο, τὸ ἐκ Θεοῦ εἶναι τὰ πάντα, καὶ ἐν αὐτῷ περικρατεῖσθαι τὰ ὄντα, ἢ καὶ ὅλως τὸ εἶναί τι Θεῖον τῆς τῶν ὄντων ὑπερκείμενον
40φύσεως;24

46

.

25

(5)

Μ. Ἡ δὲ σιωπᾷν μὲν ἦν, φησὶν, ἐπὶ τοῖς τοιούτοις ἁρμοδιώτερον, μηδὲ ἀξιοῦν ἀποκρίσεως τὰς μωράς τε καὶ ἀσεβεῖς τῶν προτάσεων, ἐπεὶ καί τις τῶν θείων ἀπαγορεύει λόγος μὴ ἀποκρίνεσθαι ἄφρονι ἐν τῇ ἀφροσύνῃ αὐτοῦ· ἄφρων δὲ πάντως
10ἐστὶ, κατὰ τὸν Προφήτην, ὁ μὴ εἶναι λέγων Θεόν. Ἐπεὶ δὲ χρὴ καὶ τοῦτο εἰπεῖν, ἐρῶ σοι, φησὶ, λόγον, ἐμὸν οὐχὶ, ἀλλ’ οὐδὲ ἄλλου τινὸς ἀνθρώπου· μικρὸς γὰρ οὗτος, ὅστις δ’ ἂν ᾖ· ἀλλ’ αὐτὸν ὃν ἡ κτίσις τῶν ὄντων διὰ τῶν ἐν αὐτῇ θαυμάτων
15διέξεισιν, ἀκροατὴς ὀφθαλμὸς γίνεται, διὰ τῶν φαι‐ νομένων, ἐνηχοῦντος τῇ καρδίᾳ τοῦ σοφοῦ τε καὶ τε‐ χνικοῦ λόγου. Βοᾷ γὰρ ἄντικρυ τὸν ποιητὴν ἡ κτίσις, αὐτῶν τῶν οὐρανῶν, καθώς φησιν ὁ Προφή‐ της, ταῖς ἀλαλήτοις φωναῖς τὴν δόξαν τοῦ
20Θεοῦ διηγουμένων. Τίς γὰρ βλέπων τὴν τοῦ παντὸς ἁρμονίαν, τῶν τε οὐρανίων καὶ τῶν κατὰ γῆν θαυμάτων, καὶ ὡς ἐναντίως ἔχοντα πρὸς ἄλληλα τὰ στοιχεῖα κατὰ τὴν φύσιν, πρὸς τὸν αὐτὸν τὰ πάντα σκοπὸν διά τινος ἀῤῥήτου κοινωνίας συμ‐
25πλέκεται, τὴν παρ’ ἑαυτοῦ δύναμιν ἕκαστον πρὸς τὴν τοῦ παντὸς διαμονὴν συνεισφέροντα, καὶ οὔτε τὰ ἀμικτά τε καὶ ἀκοινώνητα κατὰ τὴν ἰδιότητα τῶν ποιοτήτων διαχωρεῖ ἀπ’ ἀλλήλων, οὔτε ἐν ἀλλή‐ λοις φθείρεται κατακιρνάμενα πρὸς ἄλληλα ταῖς ἐναν‐
30τίαις ποιότησιν, ἀλλὰ καὶ οἷς ἀνωφερής ἐστιν ἡ φύ‐ σις, ἐπὶ τὰ κάτω φέρεται, τῆς ἡλιακῆς θερμότητος διὰ τῶν ἀκτίνων καταῤῥεούσης· τά τε ἐμβριθῆ τῶν σωμάτων ἀνακουφίζεται διὰ τῶν ἀτμῶν λεπτυνόμενα, ὡς καὶ τὸ ὕδωρ παρὰ τὴν ἑαυτοῦ φύσιν ἀνωφερὲς
35γίνεσθαι, δι’ ἀέρος ἐπὶ πνευμάτων ὀχούμενον, καὶ τὸ αἰθέριον πῦρ πρόσγειον γίνεσθαι, ὡς καὶ τὸ βάθος μὴ ἀμοιρεῖν τῆς θερμότητος, ἐπιχεομένην δὲ τῇ γῇ τὴν ἐκ τῶν ὄμβρων ἰκμάδα μίαν οὖσαν τῇ φύσει, μυρίας γεννᾷν βλαστημάτων διαφορὰς
40πᾶσι κατάλληλον τοῖς ὑποκειμένοις ἐμφυομένην·
τήν τε ὀξυτάτην τοῦ πόλου περιφορὰν καὶ τῶν26

46

.

28

ἐντὸς κύκλων τὴν ἐπὶ τὸ ἔμπαλιν κίνησιν, τάς τε ὑποδρομὰς καὶ τὰς συνόδους, καὶ τὰς ἐναρμονίους ἀποστάσεις τῶν ἄστρων· ὁ ταῦτα βλέπων τῷ δια‐ νοητικῷ τῆς ψυχῆς ὀφθαλμῷ, ἆρα οὐχὶ φανερῶς ἐκ
5τῶν φαινομένων διδάσκεται, ὅτι θεία δύναμις ἔντεχνός τε καὶ σοφὴ τοῖς οὖσιν ἐμφαινομένη, καὶ διὰ πάντων ἥκουσα τὰ μέρη συναρμόζει τῷ ὅλῳ, καὶ τὸ ὅλον συμπληροῖ ἐν τοῖς μέρεσι, καὶ μιᾷ τινι περικρατεῖ‐ ται δυνάμει τὸ πᾶν, αὐτὸ ἐν ἑαυτῷ μένον [καὶ
10περὶ ἑαυτὸ κινούμενον], καὶ οὔτε λῆγόν ποτε τῆς κινήσεως, οὔτε εἰς ἄλλον τινὰ τόπον παρὰ τὸν, ἐν ᾧ ἐστι, μεθιστάμενον; —Γ. Καὶ πῶς, εἶπον, ἡ περὶ τὸ εἶναι τὸν Θεὸν πίστις, καὶ τὴν ψυχὴν εἶναι τὴν ἀνθρωπίνην συναποδείκνυσιν; Οὐ γὰρ δὴ ταὐτόν ἐστι τῷ Θεῷ ἡ
15ψυχὴ, ὥστε εἰ τὸ ἓν ὁμολογοῖτο εἶναι συνομολο‐ γεῖσθαι πάντως καὶ τὸ λειπόμενον.
23 Μ. Ἡ δὲ, Λέγεται, φησὶ, παρὰ τῶν σοφῶν μικρός τις εἶναι κόσμος ὁ ἄνθρωπος, ταῦτα περι‐
25έχων ἐν ἑαυτῷ τὰ στοιχεῖα, οἷς τὸ πᾶν συμπε‐ πλήρωται. Εἰ δὲ ἀληθὴς οὗτος ὁ λόγος (ἔοικε δὲ), τάχα οὐκ ἂν ἑτέρας ἐδεήθημεν συμμαχίας εἰς τὸ βε‐ βαιωθῆναι ἡμῖν ὃ περὶ ψυχῆς ὑπειλήφαμεν. Ὑπει‐ λήφαμεν δὲ τὸ εἶναι αὐτὴν καθ’ ἑαυτὴν ἐν ἐξηλλαγμένῃ
30τε καὶ ἰδιαζούσῃ φύσει, παρὰ τὴν σωματικὴν παχυ‐ μέρειαν. Ὡς γὰρ πάντα τὸν κόσμον διὰ τῆς αἰσθητι‐ κῆς ἀντιλήψεως ἐπιγινώσκοντες, δι’ αὐτῆς τῆς κατὰ τὴν αἴσθησιν ἡμῶν ἐνεργείας εἰς τὴν τοῦ ὑπὲρ αἴ‐ σθησιν πράγματος καὶ νοήματος ἔννοιαν ὁδηγού‐
35μεθα, καὶ γίνεται ἡμῖν ὁ ὀφθαλμὸς ἑρμηνεὺς τῆς παντοδυνάμου σοφίας, τῆς τῷ παντὶ μὲν ἐνθεω‐ ρουμένης, τὸν δὲ κατ’ αὐτὴν τοῦ παντὸς περιδε‐ δραγμένον δι’ ἑαυτῆς μηνυούσης,· οὕτω καὶ πρὸς τὸν ἐν ἡμῖν βλέποντες κόσμον, οὐ μικρὰς ἔχομεν ἀφορμὰς
40πρὸς τὸ διὰ τῶν φαινομένων καὶ τοῦ κεκρυμμένου καταστοχάσασθαι. Κέκρυπται δὲ ἐκεῖνο, ὃ ἐφ’ ἑαυτοῦ ὂν νοητόν τε καὶ ἀειδὲς διαφεύγει τὴν αἰσθητικὴ, κατανόησιν.
46Γ. Κἀγὼ εἶπον· Ἀλλὰ τὴν τοῦ παντὸς ὑπερ‐
κειμένην σοφίαν διὰ τῶν ἐνθεωρουμένων τῇ φύσει τῶν28

46

.

29

ὄντων σοφῶν τε καὶ τεχνικῶν λόγων, ἐν τῇ ἁρμονίᾳ ταύτῃ καὶ διακοσμήσει δυνατόν ἐστιν ἀναλογίσασθαι· ψυχῆς δὲ γνῶσις διὰ τῶν κατὰ τὸ σῶμα δεικνυμένων τίς ἂν γένοιτο τοῖς ἀπὸ τῶν φαινομένων τὸ κρυπτὸν
5ἀνιχνεύουσιν; —Μ. Καὶ μάλιστα μέν τοι, φησὶν ἡ παρθένος, τοῖς κατὰ τὸ σοφὸν ἐκεῖνο παράγγελμα γινώσκειν ἑαυτοὺς ἐπιθυμοῦσιν· εἰ κἂν ἡ διδά‐ σκαλος τῶν περὶ ψυχῆς ὑπολήψεων αὐτὴ ἡ ψυχὴ, ὅτι ἄϋλός τις καὶ ἀσώματος, καταλλήλως τῇ ἰδίᾳ
10φύσει ἐνεργοῦσά τε καὶ κινουμένη, καὶ διὰ τῶν σωματικῶν ὀργάνων τὰς ἰδίας κινήσεις ἐνδεικνυμένη. Ἡ γὰρ ὀργανικὴ τοῦ σώματος αὕτη διασκευὴ, ἔστι μὲν οὐδὲν ἧττον καὶ ἐπὶ τῶν ἀπονεκρωθέντων διὰ θανάτου, ἀλλ’ ἀκίνητος μένει καὶ ἀνενέρ‐
15γητος, τῆς ψυχικῆς δυνάμεως ἐν αὐτῇ μὴ οὔσης. Κινεῖ‐ ται δὲ τότε ὅταν ἥ τε αἴσθησις ἐν τοῖς ὀργάνοις ᾖ, καὶ διὰ τῆς αἰσθήσεως ἡ νοητὴ δύναμις διήκῃ ταῖς ἰδίαις ὁρμαῖς συγκινοῦσα πρὸς τὸ δοκοῦν τὰ ὀργανικὰ αἰσθητήρια. —Γ. Τί οὖν, εἶπον, ἐστὶν ἡ ψυχή;
20εἰ δυνατὸν λόγῳ τινὶ τὴν φύσιν ὑπογραφῆναι, ὡς ἄν τις γένοιτο ἡμῖν τοῦ ὑποκειμένου διὰ τῆς ὑπογραφῆς κατανόησις. Καὶ ἡ διδάσκαλος, —Μ. Ἄλλοι μὲν ἄλλως, φησὶ, τὸν περὶ αὐτῆς ἀπεφήναντο λόγον, κατὰ τὸ δοκοῦν ἕκαστος ὁριζόμενοι, ἡ δὲ ἡμετέρα περὶ αὐτῆς
25δόξα οὕτως ἔχει· Ψυχή ἐστιν οὐσία γεννητὴ, οὐσία ζῶσα, νοερὰ, σώματι ὀργανικῷ καὶ αἰσθητικῷ, δύναμιν ζωτικὴν καὶ τῶν αἰσθητῶν ἀντιληπτικὴν δι’ ἑαυτῆς ἐνιοῦσα, ἕως ἂν ἡ δεκτικὴ τούτων συν‐ έστηκε φύσις. Καὶ ἅμα ταῦτα λέγουσα δείκνυσι
30τῇ χειρὶ τὸν ἰατρὸν τὸν ἐπὶ θεραπείᾳ τοῦ σώματος αὐτῇ προσκαθήμενον, καί φησιν· Ἐγγὺς ἡμῖν τῶν εἰρημένων ἡ μαρτυρία. Πῶς γὰρ, εἶπεν, οὗτος ἐπιβαλὼν τῇ ἀρτηρίᾳ τὴν τῶν δακτύλων ἁφὴν, ἀκούει τρόπον τινὰ διὰ τῆς ἁπτικῆς αἰσθήσεως τῆς φύσεως
35πρὸς αὐτὸν βοώσης, καὶ τὰ ἴδια πάθη διηγουμένης, ὅτι ἐν ἐπιτάσει ἐστὶ τῷ σώματι τὸ ἀῤῥώστημα, καὶ ἀπὸ τῶνδε τῶν σπλάγχνων ἡ νόσος ὥρμηται, καὶ ἐπὶ τοσόνδε παρατείνει τοῦ φλογμοῦ ἡ ἐπίτασις; Διδάσκεται δὲ καὶ ὑπὸ τοῦ ὀφθαλμοῦ ἄλλα τοιαῦτα,
40πρός τε τὸ σχῆμα τῆς κατακλίσεως βλέπων, καὶ πρὸς τὴν τῶν σαρκῶν τηκεδόνα. Καὶ ὡς ἐπισημαίνει τὴν ἔνδον διάθεσιν, τό τε εἶδος τοῦ χρώματος, ὕπωχρόν τε ὂν καὶ χολῶδες, καὶ ἡ τῶν ὀμμάτων βολὴ περὶ τῶν λυπούντων καὶ ἀλγύνον αὐτομάτως ἐγκλι‐
45νομένη. Ὡσαύτως δὲ καὶ ἡ ἀκοὴ τῶν ὁμοίων διδάσκαλος γίνεται, τῷ δὲ πυκνῷ τοῦ ἄσθματος, καὶ τῷ συνεκδιδομένῳ μετὰ τῆς ἀναπνοῆς στεναγμῷ τὸ πάθος ἐπιγινώσκουσα. Εἴποι δ’ ἄν τις μηδὲ τὴν ὄσφρησιν τοῦ ἐπιστήμονος ἀνεπίσκεπτον εἶναι τοῦ

46

.

29

(50)

πάθους, ἀλλὰ διὰ τῆς ποιᾶς τοῦ ἄσθματος ἰδιότητος
ἐπιγινώσκειν τὸ ἐγκεκρυμμένον τοῖς σπλάγχνοις ἀῤ‐30

46

.

32

ῥώστημα. Ἆρ’ οὖν εἰ μή τις δύναμις ἦν νοητὴ ἡ ἑκάστῳ τῶν αἰσθητηρίων παροῦσα; Τί ἂν ἡμᾶς ἡ χεὶρ ἀφ’ ἑαυτῆς ἐδιδάξατο, μὴ τῆς ἐννοίας πρὸς τὴν τοῦ ὑποκειμένου γνῶσιν τὴν ἁφὴν ὁδηγούσης; Τί δ’
5ἂν ἡ ἀκοὴ διανοίας διεζευγμένη, ἢ ὀφθαλμὸς, ἢ μυκτὴρ, ἢ ἄλλο τι αἰσθητήριον πρὸς τὴν ἐπί‐ γνωσιν τοῦ ζητουμένου συνήργησεν, εἰ ἐφ’ ἑαυτοῦ μόνου τούτων ἕκαστον ἦν; Ἀλλ’ ὃ πάντων ἐστὶν ἀλη‐ θέστατον, ὃ καλῶς τις τῶν ἔξω πεπαιδευμένων
10εἰπὼν μνημονεύεται, τὸν νοῦν εἶναι τὸν ὁρῶντα, καὶ νοῦν τὸν ἀκούοντα. Εἰ γὰρ μὴ τοῦτο δοίη τις ἀληθὲς εἶναι, πῶς, εἰπὲ σὺ, πρὸς τὸν ἥλιον βλέπων, καθὼς ἐδιδάχθης παρὰ τοῦ διδασκάλου βλέπειν, οὐχ ὅσος φαίνεται τοῖς πολλοῖς, τοσοῦτον αὐτὸν φῂς εἶναι
15τῷ μεγέθει τοῦ κύκλου, ἀλλ’ ὑπερβαλεῖν πολλαπλά‐ σια τῷ μέτρῳ πᾶσαν τὴν γῆν; Οὐκ ἐπειδὴ τῇ ποίᾳ κινήσει, καὶ τοῖς χρονικοῖς τε καὶ τοπικοῖς δια‐ στήμασι, καὶ ταῖς ἐκλειπτικαῖς αἰτίαις τῇ διανοία διὰ τῶν φαινομένων ἀκολουθήσας, θαῤῥῶν ἀποφαί‐
20νων τὸ οὕτως ἔχειν;
27 Καὶ τῆς σελήνης μείωσίν τε καὶ αὔξησιν βλέ‐ πων, ἄλλα διδάσκει διὰ τοῦ φαινομένου περὶ τὸ στοιχεῖον σχημάτων, τὸ, ἀφεγγῆ τε εἶναι αὐτὴν
30κατὰ τὴν ἰδίαν φύσιν, καὶ τὸν πρόσγειον κύκλον περι‐ πολεῖν· λάμπει δὲ ἀπὸ τῶν ἡλιακῶν ἀκτί‐ νων, ὡς ἐπὶ τῶν κατόπτρων γίνεσθαι πεφυκέναι τὸν ἥλιον, ἐφ’ ἑαυτῶν δεχόμενα οὐκ ἰδίας αὐγὰς ἀντιδίδωσιν, ἀλλὰ τοῦ ἡλιακοῦ φωτὸς ἐκ τοῦ λείου
35καὶ στίλβοντος σώματος εἰς τὸ ἔμπαλιν ἀνακλωμένου. Ὥσπερ τοῖς ἀνεξετάστως βλέπουσιν ἐξ αὐτῆς δοκεῖ τῆς σελήνης εἶναι τὸ φέγγος. Δείκνυται δὲ τὸ μὴ ἔχειν, ὅτι γινομένη μὲν ἀντιπρόσωπος τῷ ἡλίῳ κατὰ διάμετρον ὅλῳ τῷ πρὸς ἡμᾶς βλέποντι
40κύκλῳ καταφωτίζεται· ἐν ἐλάττονι δὲ τῷ κατ’ αὐ‐ τὴν τόπῳ θᾶττον περιοῦσα τὸν ἐν ᾧ ἐστι κύκλον, πρὶν ἅπαξ τὸν ἥλιον περιοδεῦσαι τὸν ἴδιον δρόμον, πλέον ἢ δωδεκάκις αὐτὴ τὸν κατ’ αὐ‐
τὴν περιέρχεται. Διὸ συμβαίνει μὴ ἀεὶ πεπλη‐32

46

.

33

ρῶσθαι φωτὸς τὸ στοιχεῖον· οὐ γὰρ μένει ἐν τῷ πυκνῷ τῆς περιόδου διηνεκῶς ἀντιπρόσωπος θέσις, ἅπαν τὸ πρὸς ἡμᾶς τῆς σελήνης μέρος διὰ τῶν ἡλιακῶν ἀκτίνων πεφωτισμένον ἐποίησεν, οὕτως
5ὅταν ἐπὶ τὰ πλάγια γίνεται τοῦ ἡλίου τοῦ ἀεὶ κατ’ αὐτὸν γινομένου τῆς σελήνης ἡμισφαιρίου διαλαμβανομένου τῇ τοῦ ἀκτίνων περιβολῇ, τὸ πρὸς ἡμᾶς κατ’ ἀνάγκην ἀποσκιάζεται, ἀντιμεθιστα‐ μένης τῆς λαμπηδόνος ἀπὸ τοῦ μὴ δυναμένου πρὸς
10τὸν ἥλιον βλέπειν μέρους ἐπὶ τὸν ἀεὶ κατ’ ἐκεῖ‐ νον γινόμενον, ἕως ἂν ὑποβᾶσα κατ’ εὐθεῖαν τὸν ἡλιακὸν κύκλον κατὰ νώτου τὴν ἀκτῖνα δέξηται, καὶ οὕτω τοῦ ἄνωθεν ἡμισφαιρίου περιλαμφθέντος ἀόρα‐ τον ποιεῖ τὸ πρὸς ἡμᾶς μέρος, τὸ εἶναι καθόλου
15τῇ ἰδίᾳ φύσει ἀφεγγὲς καὶ ἀφώτιστον· ὅπερ δὴ παν‐ τελὴς τοῦ στοιχείου μείωσις λέγεται. Εἰ δὲ παρέλθῃ πάλιν τὸν ἥλιον κατὰ τὴν ἰδίαν τοῦ δρόμου κίνησιν, καὶ ἐκ πλαγίου γένοιτο τῇ ἀκτῖνι, τὸ πρὸ ὀλίγου ἀλαμπὲς ὑπολάμπειν ἄρχεται, τῆς ἀκτῖνος ἀπὸ
20τοῦ πεφωτισμένου πρὸς τὸ τέως ἀφανὲς μετιούσης.
24Ὁρᾷς οἷόν σοι γίνεται ἡ ὄψις διδάσκαλος, οὐκ
25ἄν σοι παρασχομένη δι’ ἑαυτῆς τῶν τοιούτων τὴν θεωρίαν, εἰ μή τι οὖν τὸ διὰ τῶν ὄψεων βλέπων, ὃ τοῖς κατ’ αἴσθησιν γινωσκομένοις οἷόν τισιν ὁδηγοῖς κεχρημένον διὰ τῶν φαινομένων, ἐπὶ τὰ μὴ βλεπόμενα διαδύεται; Τί δεῖ προστιθέναι
30τὰς γεωμετρικὰς ἐφόδους διὰ τῶν αἰσθητῶν χαρα‐ γμάτων, πρὸς τὰ ὑπὲρ αἴσθησιν ἡμᾶς χειραγωγού‐ σας, καὶ μυρία ἐπὶ τούτοις ἄλλα, δι’ ὧν συνίστα‐ ται διὰ τῶν ἐν ἡμῖν σωματικῶς ἐνεργουμένων τῆς ἐγκεκρυμμένης τῇ φύσει ἡμῶν νοερᾶς οὐσίας
35τὴν κατάληψιν γίνεσθαι; —Γ. Τί δὲ, εἶπον, εἰ ὥσπερ κοινὸν μέν ἐστιν ἐπὶ τῆς αἰσθητῆς τῶν στοιχείων φύσεως τὸ ὑλῶδες, διαφορὰ δὲ κατὰ τὸ ἰδίαζον ἐν ἑκάστῳ εἴδει τῆς ὕλης πολλὴ (ἥ τε γὰρ κίνησις αὐ‐ τοῖς ἐκ τοῦ ἐναντίου ἐστὶν, τοῦ μὲν ἀνωφεροῦς ὄντος,
40τοῦ δὲ ἐπὶ τοῦ κάτω βρίθοντος, τὸ δὲ εἶδος οὐ τὸ αὐτὸ, καὶ ἡ ποιότης διάφορος ἔν τινι), τού‐ των κατὰ τὸν λόγον συνουσιωμένην τις εἶναι λέγοι δύναμιν, τὴν τὰς νοητικὰς ταύτας φαντασίας τε καὶ κινήσεις, ἐκ φυσικῆς ἰδιότητός τε καὶ δυνά‐
45μεως ἐνεργοῦσαν; Οἷα δὴ πολλὰ βλέπομεν ὑπὸ τῶν
μηχανοποιῶν ἐνεργούμενα, ἐφ’ ὧν ἡ ὕλη τεχνικῶς34

46

.

36

διατεθεῖσα μιμεῖται τὴν φύσιν, οὐκ ἐν τῷ σχήματι μόνῳ δεικνῦσα τὸ ὅμοιον, ἀλλὰ καὶ ἐν κινή‐ σει γίνεται, καὶ φθόγγον τινὰ ὑποκρίνεται, ἠχοῦντος ἐν τῷ φωνητικῷ μέρει τοῦ μηχανήματος, καὶ οὐδέ
5που νοητήν τινα δύναμιν γινομένοις ἐνθεω‐ ροῦμεν τὴν καθ’ ἕκαστον ἐργαζομένην τὸ σχῆ‐ μα, τὸ εἶδος, τὸν ἦχον, τὴν κίνησιν. Εἰ ταῦτα λέγομεν καὶ περὶ τὸ μηχανικὸν τοῦτο τῆς φύσεως ἡμῶν ὄργανον, μηδεμιᾶς κατὰ τὸ ἰδιάζον νοητῆς οὐ‐
10σίας ἐγκεκραμένης γίνεσθαι, ἀλλά τινος τῇ φύσει τῶν ἐν ἡμῖν στοιχείων κινητικῆς δυνάμεως ἐγκειμένης, καὶ τὴν τοιαύτην ἐνέργειαν ἀποτέλεσμα εἶναι ἐφ’ ἑαυτῆς· τὴν νοητὴν ἐκείνην καὶ ἀσώ‐ ματον τῆς ψυχῆς οὐσίαν ἀποδεικνύοιτο, ἢ τὸ μηδόλως
15εἶναι;
21 Μ. Ἡ δὲ, Συμμαχεῖ, φησὶ, τῷ λόγῳ καὶ τὸ ὑπό‐ δειγμα, καὶ ἡ κατασκευὴ πᾶσα τῆς ἀνθυπενεχθείσης ἡμῖν ἀντιῤῥήσεως οὐ μικρὰ συντελέσει πρὸς τὴν τῶν νοηθέντων ἡμῖν βεβαιότητα. —Γ. Πῶς οὖν τοῦτο
25λέγεις; —Μ. Ὅτι τοι, φησὶ, τὸ οὕτως εἰδέναι μεταχειρί‐ ζεσθαί τι καὶ διατιθέναι τὴν ἄψυχον ὕλην, ὡς τὴν ἐναποτιθεῖσαν τοῖς μηχανήμασι τέχνην μικροῦ δεῖν ἀντὶ τῆς ψυχῆς τῇ ὕλῃ γίνεσθαι, δι’ ὧν κίνησίν τε καὶ ἦχον, καὶ σχήματα, καὶ τὰ τοιαῦτα
30καθυποκρίνεται, ἀπόδειξις ἂν εἴη τοῦ εἶναί τι τοιοῦ‐ τον ἐν τῷ ἀνθρώπῳ, ᾧ ταῦτα πέφυκε διὰ τῆς θεωρητικῆς καὶ ἐφευρετικῆς δυνάμεως κατανοεῖν τε ἐν ἑαυτῷ καὶ προκατασκευάζειν τῇ διανοίᾳ τὰ μηχανήματα, εἶθ’ οὕτως εἰς ἐνέργειαν διὰ τῆς
35τέχνης ἄγειν, καὶ διὰ τῆς ὕλης δεικνύειν τὸ νόημα. Πρῶτον γὰρ ὅτι πνεύματός ἐστι χρεία πρὸς τὴν ἐκ‐ φώνησιν, κατενόησεν· εἶθ’ ὅπως ἂν ἐπινοηθείη πνεῦ‐ μα τῷ μηχανήματι τῷ λογισμῷ προεξήτασε, τὴν τῶν στοιχείων φύσιν ἐπισκεψάμενος, ὅτι οὐδὲν κενὸν ἐν
40τοῖς οὖσίν ἐστιν, ἀλλὰ πρὸς τὸ βαρύτερον παρα‐ θέσει κενὸν τὸ κοῦφον νομίζεται, ἐπεὶ καὶ αὐτὸς ἐφ’ ἑαυτοῦ κατ’ ἰδίαν ὑπόστασιν μεστός τε ὁ ἀὴρ καὶ πλήρης ἐστί. Διάκενον γὰρ τὸ ἀγγεῖον ἐκ κατα‐ χρήσεως λέγεται. Ὅταν γὰρ τοῦ ὑγροῦ κενὸν ᾖ,
45οὐδὲν ἧττον μεστὸν ἀέρος πεπαιδευμένος καὶ τοῦτο λέγει. Σημεῖον δὲ τὸν ἐπαχθέντα τῇ λίμνῃ ἀμφορέα μὴ εὐθὺς πληροῦσθαι τοῦ ὕδατος, ἀλλ’
ἐπιπολάζειν τὰ πρῶτα, τοῦ ἐναπειλημμένου ἀέρος36

46

.

37

ἐπὶ τὸ ἄνω τὸ κοῖλον ἀνέχοντος, ἕως ἂν πιεσθεὶς ὁ ἀμφορεὺς τῇ χειρὶ τοῦ ἀρυομένου ἐν τῷ βάθει γίνε‐ ται, καὶ τοῦτο δέξηται τῷ στόματι τὸ ὕδωρ· οὗ γινομένου δείκνυται τὸ μὴ κενὸν αὐτὸν
5εἶναι καὶ πρὸ τοῦ ὕδατος. Μάχη γάρ τις περὶ τῷ στόματι τῶν δύο στοιχείων ὁρᾶται, τοῦ μὲν ὕδατος ὑπὸ βάρους ἐπὶ τὸ κοῖλον βιαζομένου τε καὶ εἰσρέοντος, τοῦ δὲ ἀέρος τοῦ ἐναπειλημμένου τῷ κοίλῳ διὰ τοῦ αὐτοῦ στόματος ἐπὶ τὸ ἔμπαλιν
10συνθλιβομένου περὶ τὸ ὕδωρ, καὶ ἀναῤῥέοντος, ὡς καὶ ἀνακόπτεσθαι διὰ τούτου καὶ ἀνακοχλά‐ ζειν τὸ ὕδωρ περιαφρίζον τῇ βίᾳ τοῦ πνεύ‐ ματος. Ταῦτα οὖν κατενόησε, καὶ ὅπως ἂν ἐν‐ τεθείη πνεῦμα τῷ μηχανήματι διὰ τῆς τῶν στοιχείων
15φύσεως ἐπενόησε. Κοῖλον γάρ τι ἐκ στεγανῆς ὕλης κατασκευάσας, καὶ πανταχόθεν τὸν ἐν αὐτῷ ἀέρα περισχὼν ἀδιάπνευστον, ἐπάγει τὸ ὕδωρ διὰ στόματος τῷ κοίλῳ, κατὰ τὸ μέτρον τῆς χρείας τὸ ποσὸν συμμετρήσας τοῦ ὕδατος, εἶθ’ οὕτως ἐπὶ
20τὸν παρακείμενον αὐλὸν δίδωσι κατὰ τὸ ἀντικείμενον τῷ ἀέρι τὴν δίοδον, ἐκθλιβόμενος δὲ τῷ ὕδατι βιαιό‐ τερον ὁ ἀὴρ πνεῦμα γίνεται· ὅπερ ἐκπίπτον τῇ κατασκευῇ τοῦ αὐλοῦ τὸν ἦχον ποιεῖ.
27 Ἆρ’ οὐ φανερῶς δείκνυται διὰ τῶν φαινομέ‐ νων, ὅτι ἔστι τις ἐν τῷ ἀνθρώπῳ νοῦς ἄλλο τι παρὰ τὸ φαινόμενον, ὁ τῷ ἀειδεῖ τε καὶ νοερῷ
30τῆς ἰδίας φύσεως ταῦτα ἐν ἑαυτῷ προκατασκευάζων ταῖς ἐπινοίαις, εἶθ’ οὕτως διὰ τῆς ὑλικῆς ὑπηρεσίας εἰς τὸ ἐμφανὲς ἄγων τὴν ἔνδον συστᾶσαν διάνοιαν; Εἰ γὰρ ἦν κατὰ τὸν ἀντιτεθέντα λόγον ἡμῖν τῇ φύσει τῶν στοιχείων τὰς τοιαύτας θαυματοποιίας λογίζε‐
35σθαι, αὐτομάτως ἂν ἡμῖν συνέστη πάντως τὰ μηχανήματα· καὶ οὔτε ὁ χαλκὸς τὴν τέχνην ἀνέμε‐ νεν εἰς τὸ γενέσθαι ἀνδροείκελον, ἀλλ’ εὐθὺ ἂν τοιοῦτος ἐκ φύσεως ἦν· οὐδ’ ἂν τοῦ αὐλοῦ πρὸς τὸν ἦχον ὁ ἀὴρ ἐδεήθη, ἀλλὰ πάντοτε ἂν ἐφ’
40ἑαυτοῦ ἤχει κατὰ τὸ συμβᾶν, ῥέων τε καὶ κινούμενος· τοῦ τε ὕδατος οὐκ ἂν ἦν βεβιασμένη διὰ σωλῆνος, ἡ πρὸς τὴν ἀναφορὰν τῆς τέχνης ἐκ πιεσμάτων εἰς τὸ παρὰ φύσιν ἀναθλιβούσης τὴν κίνησιν· ἀλλ’ αὐτομάτως ἀνίη τὸ ὕδωρ πάντως
45πρὸς τὸ μηχάνημα, τῇ ἰδίᾳ φύσει ἐπὶ τὸ ἄνω ὀχετη‐ γούμενον. Εἰ δὲ τούτων κατὰ τὸ αὐτόματόν ἐστιν οὐ‐ δὲν ὑπὸ τῆς τῶν στοιχείων φύσεως ἐνεργούμενον,
ἀλλὰ τέχνῃ πρὸς τὸ δοκοῦν ἕκαστον ἄγεται· ἡ δὲ38

46

.

40

τέχνη διάνοιά τίς ἐστι ποία κίνησίς τε καὶ ἐνέρ‐ γεια, ἄρα καὶ διὰ τῶν ἀντιθέτων ἡμῖν τὸ ἄλλο τι παρὰ τὸ φαινόμενον εἶναι τὸν νοῦν ἡ ἀκολουθία τῶν εἰρημένων ἀπέδειξεν.
7 Γ. Ἐγὼ δὲ, Τοῦτο μὲν οὕτως ἔχειν φημὶ καὶ αὐ‐ τὸς, τὸ μὴ ταὐτὸν εἶναι τῷ φαινομένῳ τὸ μὴ φαινόμε‐ νον· οὐ μὴν τὸ ζητούμενον ἐν τῷ λόγῳ τούτῳ βλέπω,
10οὔπω γάρ μοι δῆλόν ἐστιν, ὅ τί ποτε χρὴ νομίζειν ἐκεῖνο εἶναι τὸ μὴ φαινόμενον, ἀλλ’ ὅτι μὲν ὑλικόν τι οὐκ ἔστιν ἐδιδάχθην τῷ λόγῳ· οὐδέπω δὲ ἔγνων, ὅ τι περὶ αὐτοῦ προσήκει λέγειν· ἐγὼ δὲ τοῦτο μάλι‐ στα ἐδεόμην μαθεῖν, οὐχ ὅτι οὐκ ἔστιν, ἀλλ’ ὅπερ
15ἐστίν. —Μ. Ἡ δὲ, Πολλὰ, φησὶ, καὶ περὶ πολλῶν οὕτω μανθάνομεν ἐν τῷ μὴ τόδε τι λέγειν εἶναι αὐτὸ τὸ εἶναι τοῦ ζητουμένου, ὅ τί ποτέ ἐστι διερμηνεύοντες. Ἀπόνηρον γὰρ εἰπόντες τὸν ἀγαθὸν παρεστήκα‐ μεν, καὶ ἄνανδρον ὀνομάσαντες τὸν δειλὸν
20ἐγνωρίσαμεν, καὶ πολλὰ τούτοις ἔστιν εἰπεῖν ὁμοιότροπα. Δι’ ὧν ἢ τὸ χρηστότερον ἀναλαμβάνομεν νόημα διὰ τῆς τῶν πονηρῶν ἀποφάσεως, ἢ τὸ ἔμπαλιν ἐπὶ τὸ χεῖρον ταῖς ὑπονοίαις τρεπόμεθα, τῇ τῶν καλῶν ἀφαιρέσει τὸ πονηρὸν ἐνδειξάμενοι. Οὕτω
25τοίνυν καὶ ἐπὶ τοῦ παρόντος τις λόγου κατανοήσας, οὐκ ἂν τῆς δεούσης περὶ τὸ ζητούμενον ἐννοίας ἀποσφαλείη.
31 Ζητεῖται δὲ τί χρὴ τὸν νοῦν οἴεσθαι κατ’ αὐτὴν τὴν οὐσίαν. Ὁ τοίνυν τὸ μὲν εἶναι τοῦτο, περὶ οὗ ὁ λόγος ἐστὶ, διὰ τῆς παρ’ αὐτοῦ δεικνυμένης ἡμῖν ἐνεργείας μὴ ἀμφιβάλλων, τὸ δὲ ὅ τί ἐστι γνῶ‐
35ναι βουλόμενος, ἱκανῶς ἂν εὕροιτο, μὴ τοῦτο μαθεῖν εἶναι αὐτὸ ὃ καταλαμβάνει ἡ αἴσθησις, μὴ χρῶμα, μὴ σχῆμα, μὴ ἀντιτυπίαν, μὴ βάρος, μὴ πηλικότητα, μὴ τὴν εἰς τρία διάστασιν, μὴ τὴν ἐπὶ τόπου θέσιν, μηδέ τι τῶν περὶ τὴν ὕλην
40καταλαμβανομένων ὅλως μηδὲν ἴδῃ, τί ἄλλο παρὰ ταῦτά ἐστιν. Ἐγὼ δὲ μεταξὺ διεξιούσης, —Γ. Οὐκ οἶδα, ἔφην, πῶς ἔστι, πάντων τούτων ἀφαιρουμέ‐ νων τοῦ λόγου, μὴ συνεξαλειφθῆναι τούτοις καὶ τὸ ζητούμενον. Τίνι γὰρ προσφυῇ δίχα τούτων ἡ
45καταληπτικὴ περιεργία, κατά γε τὴν ἐμὴν ὑπόληψιν οὔπω ὁρᾶται. Πανταχῆ γὰρ ἐν τῇ τῶν ὄντων ἀναζητήσει διὰ τῆς ἐξεταστικῆς διανοίας ὅσον τε
τὸ ζητούμενον, ὥσπερ τινὲς τυφλοὶ διὰ τοίχων ἐπὶ40

46

.

41

τὴν θύραν χειραγωγούμενοι, ἑνὸς τῶν εἰρημένων πάντως θιγγάνομεν, ἢ χρῶμα εὑρίσκοντες, ἢ σχῆμα, ἢ πηλικότητα, ἤ τι τῶν παρὰ σοῦ νῦν ἀπη‐ ριθμημένων ἕτερον· ὅταν δὲ τούτων μηδὲν εἶναι λέ‐
5γηται ἂν, εἰς τὸ μηδόλως τι εἶναι οἴεσθαι ὑπὸ μικροψυχίας περιαγόμεθα.
9Μ. Ἡ δὲ σχετλιάσασα μεταξὺ τοῦ λόγου, Φεῦ τῆς
10ἀτοπίας, φησὶν, εἰς οἷον καταστρέφει πέρας ἡ μικροφυὴς αὕτη καὶ χαμαίζηλος περὶ τῶν ὄντων κρί‐ σις! Εἰ γὰρ ἐξῄρηται τοῦ ὄντος ἅπαν ὃ μὴ τῇ αἰ‐ σθήσει γνωρίζεται, οὐδ’ ἂν αὐτὴν τὴν τοῦ παντὸς ἐπιστατοῦσαν καὶ περιδεδραγμένην τῶν ὄντων δύνα‐
15μιν ὁμολογοίη πάντως ὁ τοῦτο λέγων, ἀλλὰ τὸ ἀσώματόν τε καὶ ἀειδὲς περὶ τῆς θείας φύσεως δι‐ δαχθεὶς, τὸ μὴ εἶναι αὐτὴν ὅλως ἐκ τῆς τοιαύτης πάντως ἀκολουθίας λογίζεται. Εἰ δὲ ἐκεῖ τὸ ταῦτα μὴ εἶναι περιγραφὴ τοῦ εἶναι οὐ γίνεται,
20πῶς ὁ ἀνθρώπινος νοῦς τοῦ ὄντος ἐκθλίβεται τῇ ἀφαιρέσει τῶν σωματικῶν ἰδιωμάτων συνδαπανώμε‐ νος; —Γ. Οὐκοῦν, εἶπον, ἐξ ἀτόπων μεταλαμβάνο‐ μεν ἕτερον ἄτοπον διὰ τῆς ἀκολουθίας ταύτης. Περί‐ κειται γὰρ ὁ λόγος ἡμῖν εἰς τὸ ταὐτὸν οἴεσθαι
25τῇ θείᾳ φύσει, καὶ τὸν νοῦν τὸν ἡμέτερον, εἴπερ τῇ ὑπεξαιρέσει τῶν κατ’ αἴσθησιν εὑρισκομένων νοεῖ‐ ται ἑκάτερον. —Μ. Μὴ ταὐτὸν εἴπῃς, φησὶν ἡ διδάσκαλος (ἀσεβὴς γὰρ καὶ οὗτος ὁ λόγος), ἀλλ’ ὡς ἐδιδάχθης παρὰ τῆς θείας Γραφῆς, ὅμοιον εἰπὲ
30τοῦτο ἐκείνῳ. Τὸ γὰρ κατ’ εἰκόνα γενόμενον διὰ πάντων ἔχει πάντως τὴν πρὸς τὸ ἀρχέτυπον ὁμοιότητα, νοερὰν τοῦ νοεροῦ, καὶ τοῦ ἀσωμάτου ἀσώματον, ὄγκου τε παντὸς ἀπηλλαγμένον ὥσ‐ περ ἐκεῖνο, καὶ πᾶσαν ἐκφεῦγον διὰ σημαντικὴν
35καταμέτρησιν ὁμοίως ἐκείνῳ· ἄλλο δέ τι παρ’ ἐκεῖνο κατὰ τὴν τῆς φύσεως ἰδιότητα. Οὐκέτι γὰρ ἂν εἴη εἰκὼν, εἰ ἐκείνῳ δι’ ἁπάντων εἴη ταὐτὸν, ἀλλ’ ἐν οἷς ἐν τῇ ἀκτίστῳ φύσει καθορᾶται ἐκεῖνο, ἐν τοῖς αὐτοῖς ἡ κτιστὴ φύσις δείκνυσι τοῦτο· καὶ
40ὥσπερ πολλάκις ἐν μικρῷ ψήγματι ὑελίνῃ, ὅταν τύχῃ πρὸς ἀκτῖνα κείμενον, ὅλος ἐνορᾶται τοῦ ἡλίου ὁ κύκλος, οὐ κατὰ τὸ ἴδιον μέγεθος αὐτῷ ἐμφαινό‐ μενος, ἀλλ’ ὡς χωρεῖ βραχύτης τοῦ ψήγματος τοῦ κύκλου τὴν ἔμφασιν· οὕτως ἐν τῇ βραχύτητι
45τῆς ἡμετέρας φύσεως τῶν ἀφράστων ἐκείνων τῆς θεότητος ἰδιωμάτων αἱ εἰκόνες ἐκλάμπουσιν, ὥστε
διὰ τούτων τὸν λόγον χειραγωγούμενον, μήτε ἀπο‐42

46

.

44

πίπτειν τῆς κατὰ τὴν οὐσίαν τοῦ νοῦ καταλήψεως, ἀποκαθαιρομένης ἐν τῇ ἐξετάσει τοῦ σκέμματος τῆς σωματικῆς ἰδιότητος· μηδ’ αὖ πάλιν εἰς ἶσον ἄγειν τῇ ἀορίστῳ τε καὶ ἀκηράτῳ φύσει, τὴν
5μικρὰν καὶ ἐπίκηρον· ἀλλὰ νοητὴν μὲν οἴεσθαι τὴν οὐσίαν· ἐπειδὴ καὶ νοητῆς οὐσίας ἐστὶν εἰκὼν, μὴ μέντοι τὴν αὐτὴν τῷ ἀρχετύπῳ τὴν εἰκόνα λέγειν.
12 Ὥσπερ οὖν διὰ τῆς ἀποῤῥήτου σοφίας τοῦ Θεοῦ τῆς τῷ παντὶ ἐμφαινομένης τὴν θείαν φύσιν τε καὶ δύναμιν ἐν πᾶσι τοῖς οὖσιν εἶναι οὐκ ἀμφιβάλλομεν,
15ὡς ἂν ἐν τῷ εἶναι τὰ πάντα μένοι· καί τοί γε εἰ τὸν τῆς φύσεως ἀπαιτοίης λόγον, παμπλήθως ἀπέχει οὐσία Θεοῦ πρὸς τὰ καθ’ ἕκαστον ἐν τῇ κτί‐ σει δεικνύμενά τε καὶ νοούμενα· ἀλλ’ ὅμως ἐν τού‐ τοις εἶναι τὸ διεστὸς κατὰ τὴν φύσιν ὁμολογεῖ‐
20ται· οὕτως οὐδὲν ἄπιστον καὶ τὴν τῆς ψυχῆς οὐσίαν, ἄλλο τι καθ’ ἑαυτὴν οὖσαν, ὅ τί ποτε καὶ εἶναι εἰκά‐ ζεται, μὴ ἐμποδίζεσθαι πρὸς τὸ εἶναι, τῶν στοι‐ χειωδῶς ἐν τῷ κόσμῳ θεωρουμένων οὐ συμβαινόντων αὐτῇ κατὰ τὸν λόγον τῆς φύσεως· οὐδὲ ἐπὶ τῶν
25ζώντων σωμάτων, καθὼς ἤδη προείρηται, οἷς ἡ ὑπόστασις ἐκ τῆς τῶν στοιχείων ἐστὶ συγκράσεως, κοινωνία τις κατὰ τὸν τῆς οὐσίας λόγον ἐστὶ τῷ ἁπλῷ τε καὶ ἀειδεῖ τῆς ψυχῆς πρὸς τὴν σωματικὴν παχυ‐ μερίαν· ἀλλ’ ὅμως τὸ ἐν τούτοις εἶναι τὴν ζω‐
30τικὴν τῆς ψυχῆς ἐνέργειαν, οὐκ ἀμφιβάλλεται, λόγῳ τινὶ κρείττονι τῆς ἀνθρωπίνης κατανοήσεως ἀνα‐ κραθεῖσαν. Οὐκοῦν οὐδὲ ἀναλυσάντων πρὸς ἑαυτὰ τῶν ἐν τοῖς σώμασι στοιχείων, τὸ συνδέον αὐτὰ διὰ τῆς ζωτικῆς ἐνεργείας ἀπόλωλεν. Ἀλλ’ ὥσπερ συν‐
35εστῶτος ἔτι τοῦ τῶν στοιχείων συγκρίματος ψυχοῦ‐ ται καὶ τὰ καθ’ ἕκαστον, ἴσως τε καὶ ὁμοίως πᾶσι τοῖς μέρεσι τοῖς συμπληροῦσι τὸ σῶμα τῆς ψυ‐ χῆς ἐνδυομένης, καὶ οὐκ ἄν τις εἴποι, οὔτε στεῤῥὰν αὐτὴν καὶ ἀντίτυπον εἶναι, τῷ γεώδει συγ‐
40κεκραμένην, οὔτε ὑγρὰν, ἢ ψυχρὰν ἢ τὴν τῷ ψυχρῷ ἀντικειμένην ποιότητα, τὴν ἐν πᾶσιν οὖσαν τού‐ τοις, καὶ ἑκάστῳ τὴν ζωτικὴν δύναμιν ἐνιοῦσαν· οὕτω, καὶ λυθέντος τοῦ συγκρίματος, καὶ εἰς τὰ οἰκεῖα πάλιν ἀναδραμόντος, τὴν ἁπλῆν ἐκείνην καὶ
45ἀσύνθετον φύσιν ἑκάστῳ παρεῖναι τῶν μερῶν, καὶ μετὰ τὴν διάλυσιν οἴεσθαι, οὐδὲν τοῦ εἰκότος ἐστίν· ἀλλὰ τὴν ἅπαξ ἀῤῥήτῳ τινὶ συμφυεῖσαν λό‐ γῳ τῷ τῶν στοιχείων συγκρίματι, καὶ εἰσαεὶ παραμένειν, οἷς κατεμίχθη, μηδενὶ τρόπῳ τῆς γινο‐

46

.

44

(50)

μένης ἅπαξ αὐτῇ συμφυΐας ἀποσπωμένην. Οὐ γὰρ44

46

.

45

ἐπειδὴ λύεται τὸ συγκείμενον, κινδυνεύει συν‐ διαλυθῆναι τῷ συνθέτῳ τὸ μὴ συγκείμενον.
7 Γ. Κἀγὼ εἶπον, Ἀλλὰ τὰ μὲν στοιχεῖα συμπίπτειν τε πρὸς ἄλληλα, καὶ πρὸς ἀλλήλων διακρίνεσθαι, καὶ τοῦτο εἶναι τὴν τοῦ σώματος σύστασίν τε καὶ
10διάλυσιν, οὐδεὶς ἂν ἀντείποι. Ἐπειδὴ δὲ πολὺ τὸ μέσον ἑκάστῳ νοεῖται τοῦτο τῶν ἑτερογενῶς ἐχόντων πρὸς ἄλληλα, κατά τε τὴν τοπικὴν θέσιν, καὶ τὴν τῶν ποιημάτων διαφοράν τε καὶ ἰδιότητα, συνδεδραμηκότων μὲν ἀλλήλοις περὶ τὸ ὑποκεί‐
15μενον τῶν στοιχείων, τὴν νοερὰν ταύτην καὶ ἀδιάστα‐ τον φύσιν ἣν καλοῦμεν ψυχὴν, ἀκόλουθον συμ‐ φυῶς πρὸς τὸ ἡνωμένον ἔχειν· εἰ δὲ ἀπ’ ἀλλήλων διακριθείη ταῦτα, κἀκεῖσε γένοιτο, ὅπηπερ ἂν ἕκαστον ἡ φύσις ἄγοι, τὶ πείσεται ἡ ψυχὴ
20πολλαχῆ τοῦ ὀχήματος αὐτῇ διασπαρέντος· ὥσπερ τις ναύτης τῆς ὁλκάδος ἐν ναυαγίῳ διαλυθείσης ἀδυνα‐ τῶν πᾶσι τοῖς τοῦ πλοίου μορίοις ἄλλοις ἀλλαχῆ τοῦ πελάγους ἐσκεδασμένοις κατ’ αὐτὸν ἐπινήξασθαι (παντὸς γὰρ τοῦ ἐπιτυχοῦντος λαβόμενος
25τὰ λοιπὰ φέρειν καταλείψει τοῖς κύμασι), τὸν αὐτὸν τρόπον ἡ ψυχὴ τῇ διακρίσει τῶν στοιχείων συνδιασχισθῆναι τὴν φύσιν οὐκ ἔχουσα, εἴπερ δυσ‐ απαλλάκτως ἔχει τοῦ σώματος, ἑνί τινι πάντως προσ‐ φυεῖσα στοιχείων, τῶν ἄλλων ἀποσχισθήσεται,
30καὶ οὐδὲν μᾶλλον ἀθάνατον αὐτὴν διὰ τὸ ἐν ἑνὶ ζῇν, ἢ θνητὴν, διὰ τὸ ἐν τοῖς πλείοσι μὴ εἶναι, ἡ ἀκολου‐ θία τοῦ λόγου δίδωσιν οἴεσθαι.
35 Μ. Ἀλλ’ οὔτε συστέλλεται, φησὶν, οὔτε διαχεῖται τὸ νοητόν τε καὶ ἀδιάστατον (σωμάτων γὰρ ἴδιον συστολὴ καὶ διάχυσις), ἐπίσης δὲ κατὰ τὴν ἰδίαν φύσιν τὴν ἀειδῆ καὶ ἀσώματον τῇ τε συγκρίσει τῶν στοιχείων περὶ τὸ σῶμα καὶ τῇ διακρίσει πάρεστιν, συνεσφι‐
40γμένων ἐν τῷ συγκρίματι τῶν στοιχείων στενο‐ χωρουμένη, οὔτε ἀποφοιτησάντων ἐπὶ τὰ συγγενῆ, καὶ κατὰ φύσιν αὐτοῖς ἀπολιμπανομένη, κἂν πολὺ τὸ μέσον εἶναι δοκεῖ τὸ τῆς ἑτερότητος τῶν στοι‐ χείων ἐνθεωρούμενον. Πολλὴ γὰρ ἡ διαφορὰ τοῦ
45ἀνωφεροῦς τε καὶ κούφου πρὸς τὸ βαρὺ καὶ γεῶδες, τοῦ θερμοῦ πρὸς τὸ ψυχρὸν, καὶ τοῦ ὑγροῦ πρὸς
τὸ ἐναντίον· ἀλλ’ ὅμως οὐδεὶς πόνος τῇ νοερᾷ φύσει46

46

.

48

ἑκάστῳ παρεῖναι, οἷς ἅπαξ ἐνεφύη, διὰ κράσεως μὴ συνδιασχιζομένη τῇ τῶν στοιχείων ἐναντιότητι, Οὐ γὰρ ἐπειδὴ κατὰ τὴν τοπικὴν διάστασιν, καὶ τὴν ποίαν ἰδιότητα, πόῤῥωθεν ἀλλήλων ταῦτα
5νομίζεται, διὰ τοῦτο κάμνει ἡ ἀδιάστατος φύσις τοῖς τοπικῶς διεστηκόσι συναπτομένη, ἐπεὶ καὶ νῦν ἔξεστι τῇ διανοίᾳ ὁμοῦ τε τὸν οὐρανὸν θεωρεῖν, καὶ ἐπὶ τὰ πέρατα τοῦ κόσμου ταῖς πολυπραγμοσύναις ἐκτείνε‐ σθαι· καὶ οὐ διασπᾶται πρὸς τοσαῦτα μήκη τὸ θεω‐
10ρητικὸν τῆς ψυχῆς ἡμῶν διατεινόμενον. Οὐκοῦν οὐδ‐ ὲν ἐμπόδιόν ἐστι τῇ ψυχῇ κατὰ τὸ ἶσον παρεῖναι τοῖς τοῦ σώματος στοιχείοις, καὶ συγκεκραμένοις διὰ τῆς συνδρομῆς, καὶ ἀπολυομένοις διὰ τῆς ἀνακρά‐ σεως. Καθάπερ γὰρ χρυσοῦ καὶ ἀργύρου συντετηκό‐
15των ἐνθεωρεῖταί τις τεχνικὴ δύναμις ἡ τὰς ὕλας συντήξασα· καὶ εἰ πάλιν ἀποτακείη τοῦ ἑτέρου τὸ ἕτερον, οὐδὲν ἔλαττον ὁ τῆς τέχνης λόγος ἐν ἑκατέρῳ μένει· καὶ ἡ μὲν ὕλη διεμερίσθη, ἡ δὲ τέχνη οὐ συν‐ διετμήθη τῇ ὕλῃ· πῶς γὰρ ἂν διαιρεθείη τὸ ἄτμητον;
20κατὰ τὸν αὐτὸν λόγον καὶ ἡ νοερὰ τῆς ψυχῆς φύσις, καὶ τῇ συνδρομῇ τῶν στοιχείων ἐνθεωρεῖται, καὶ δια‐ λυθέντων οὐκ ἀποκρίνεται, ἀλλὰ καὶ ἐν αὐτοῖς μένει καὶ ἐν τῷ χωρισμῷ αὐτῶν συμπαρεκτεινομένη οὐ διακόπτεται, οὐδὲ πρὸς τὸν ἀριθμὸν τῶν στοιχείων
25εἰς μερικὰ τμήματα κατακερματίζεται. Τοῦτο γὰρ ἴδιον τῆς σωματικῆς καὶ διαστηματικῆς ἐστι φύσεως· ἡ δὲ νοερά τε καὶ ἀδιάστατος φύσις τὰ ἐκ διαστάσεως οὐκ ἀναδέχεται πάθη.
35 Οὐκοῦν ἐστιν ἐν αὐτοῖς ἡ ψυχὴ, ἐν οἷς ἅπαξ ἐγέ‐ νετο, οὐδεμιᾶς ἀνάγκης τῆς πρὸς ἐκεῖνα συμφυΐας αὐτὴν ἀποσπώσης. Τί οὖν τὸ σκυθρωπὸν ἐν τούτοις ἐστὶν, εἰ τοῦ ὁρωμένου τὸ ἀειδὲς ἀνταλλάσσεται; καὶ ὑπὲρ τίνος οὕτω διαβέβληταί σοι πρὸς τὸν θάνατον ἡ
40διάνοια; —Γ. Ἐγὼ δὲ, ἀναλαβὼν τῇ διανοίᾳ τὸν ὁρι‐ σμὸν, ὃν ἐν τοῖς πρὸ τούτου λόγοις περὶ ψυχῆς ἐποι‐ ήσατο, οὐχ ἱκανῶς εἶπον ἐνδεδεῖχθαί μοι τὸν λόγον ἐκεῖνον τὰς ἐνθεωρουμένας τῇ ψυχῇ δυνάμεις· ὅς φησι νοερὰν αὐτὴν εἶναι οὐσίαν, καὶ τῷ ὀργανικῷ
45σώματι ζωτικὴν δύναμιν πρὸς τὴν τῶν αἰσθήσεων ἐνέργειαν ἐμποιεῖν· οὐ γὰρ μόνον περὶ τὴν ἐπιστημο‐ νικήν τε καὶ θεωρητικὴν διάνοιαν ἐνεργός ἐστιν ἡμῶν ἡ ψυχὴ, ἐν τῷ νοερῷ τῆς οὐσίας τὸ τοιοῦτον ἐργαζο‐ μένη, οὐδὲ τὰ αἰσθητήρια μόνα πρὸς τὴν κατὰ φύσιν

46

.

48

(50)

ἐνέργειαν οἰκονομεῖ· ἀλλὰ πολλὴ μὲν ἡ κατὰ ἐπιθυ‐ μίαν, πολλὴ δὲ καὶ ἡ κατὰ θυμὸν κίνησις ἐν‐
θεωρεῖται τῇ φύσει· ἑκατέρας δὲ τούτων γενι‐48

46

.

49

κῶς ἡμῖν ἐνυπαρχούσης, εἰς πολλάς τε καὶ ποικίλας διαφορὰς ὁρῶμεν προϊοῦσαν παῖς ἐνεργείαις ἀμφοτέρων τὴν κίνησιν. Πολλὰ μὲν γὰρ ἔστιν ἰδεῖν, ὧν τὸ ἐπιθυμητικὸν καθηγεῖται· πολλά γε πάλιν ἃ τῆς
5θυμοειδοῦς αἰτίας ἐκφύεται, καὶ οὐδὲν τοῦτο σῶμά ἐστι, τὸ δὲ ἀσώματον νοερὸν πάντως· νοερὸν δέ τι τὴν ψυχὴν ὁ ὁρισμὸς ἀπεφήνατο, ὥστε δυοῖν ἀτόποις τὸ ἕτερον ἐκ τῆς ἀκολουθίας ἀνακύπτειν τοῦ λόγου, ἢ καὶ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν ἄλλας ἐν
10ἡμῖν εἶναι ψυχὰς, καὶ πλῆθος ψυχῶν ἀντὶ μιᾶς καθ‐ ορᾶσθαι, ἢ μηδὲ τὸ διανοητικὸν τὸ ἐν ἡμῖν ψυχὴν οἴεσθαι. Τὸ γὰρ νοερὸν ἐπίσης πᾶσιν ἐφαρμοζόμε‐ νον, ἢ πάντας ψυχὰς ἀποδείξει ταῦτα, ἢ ἕκαστον τούτων ἐκ τοῦ ἴσου τοῦ ἰδιώματος τῆς ψυχῆς
15ἐξαιρήσει.
21 Μ. Ἡ δὲ Πολλοῖς φησὶν, ἤδη καὶ ἄλλοις ἐζητη‐ μένον τὸν λόγον τοῦτον ἀκολούθως καὶ αὐτὸς ἐπιζη‐ τεῖς, ὅ, τι ποτὲ χρὴ ταῦτα νομίζειν εἶναι τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμοειδὲς, εἴτε συνουσιω‐
25μένα τῇ ψυχῇ, καὶ παρὰ τὴν αὐτὴν εὐθὺς τῇ κατασκευῇ συνυπάρχοντα, εἴτε τι ἄλλο παρ’ αὐτὴν ὄντα καὶ ὕστερον ἡμῖν ἐπιγινόμενα. Τὸ μὲν γὰρ ἐνορᾶσθαι τῇ ψυχῇ ταῦτα, παρὰ πάντων ἐπίσης ὁμο‐ λογεῖται· τὸ δὲ ὅ, τι χρὴ περὶ αὐτῶν οἴεσθαι, οὔπω δι’
30ἀκριβείας εὗρεν ὁ λόγος. ὥστε βεβαίαν τὴν περὶ τού‐ των ὑπόληψιν ἔχειν, ἀλλ’ ἔτι πεπλανημέναις οἱ πολλοὶ καὶ διαφόροις ταῖς περὶ τούτων δόξαις ἐπιδιστάζου‐ σιν. Ἡμῖν δὲ εἰ μὲν ἱκανὴ πρὸς ἀπόδειξιν ἀληθῶς ἦν ἡ ἔξω φιλοσοφία, ἡ τεχνικῶς περὶ τούτων διαλα‐
35βοῦσα, περιττὸν ἂν ἦν ἴσως τὸν περὶ ψυχῆς λόγον προτιθέναι τῷ σκέμματι. Ἐπεὶ δὲ τοῖς μὲν κατὰ τὸ φανὲν ἀκόλουθον κατ’ ἐξουσίαν προῆλθεν ἡ περὶ ψυχῆς θεωρία· ἡμεῖς δὲ τῆς ἐξουσίας ἄμοι‐ ροι ταύτης ἐσμὲν, τῆς λέγειν φημὶ ἅπερ βου‐
40λόμεθα, κανόνι παντὸς δόγματος καὶ νόμῳ κε‐ χρημένοι τῇ ἁγίᾳ Γραφῇ· ἀναγκαίως πρὸς ταύτην βλέποντες, τοῦτο δεχόμεθα μόνον, ὅ, τι περ ἂν ᾖ συμφωνοῦν τῷ τῶν γεγραμμένων σκοπῷ. Οὐκ‐ οῦν παρέντες τὸ Πλατωνικὸν ἅρμα, καὶ τὴν
45ὑπεζευγμένην αὐτῷ ξυνωρίδα τῶν πώλων, οὐχ ὁμοίως ταῖς ὁρμαῖς πρὸς ἀλλήλους ἐχόντων, καὶ τὸν ὑπὲρ
τούτων ἡνίοχον, δι’ ὧν ἁπάντων τὰ τοιαῦτα περὶ50

46

.

52

ψυχῆς φιλοσοφεῖ δι’ αἰνίγματος· ὅσα θ’ ὁ μετ’ ἐκεῖνον φιλόσοφος ὁ τεχνικῶς τοῖς φαινομένοις ἀκολουθῶν, καὶ τὰ νῦν ἡμῖν προκείμενα δι’ ἐπιμε‐ λείας κατεξετάζων, θνητὴν εἶναι διὰ τούτων τὴν ψυ‐
5χὴν ἀπεφήνατο, καὶ πάντας τούς τε πρὸ τούτων, καὶ τοὺς ἐφεξῆς, τούς τε καταλογάδην καὶ τοὺς ἐν ῥυθμῷ τινι καὶ μέτρῳ φιλοσοφήσαντας καταλι‐ πόντες, σκοπὸν τοῦ λόγου τὴν θεόπνευστον Γραφὴν ποιησώμεθα, ἣ ψυχῆς ἐξαίρετον μηδὲν νομίζειν
10εἶναι νομοθετεῖ, ὃ μὴ καὶ τῆς θείας φύσεώς ἐστιν ἴδιον. Ὁ γὰρ ὁμοίωμα Θεοῦ τὴν ψυχὴν εἶναι φή‐ σας, πᾶν ὃ ἀλλότριόν ἐστι Θεοῦ, ἐκτὸς εἶναι τοῦ ὅρου τῆς ψυχῆς ἀπεφήνατο. Οὐδὲ γὰρ ἂν ἐν τοῖς παρηλλαγμένοις διασωθείη τὸ ὅμοιον. Οὐκοῦν ἐπειδὴ
15τοιοῦτον οὐδὲ τῇ θείᾳ συνθεωρεῖται φύσει, οὐδὲ τῇ ψυχῇ συνουσιοῦσθαι ταῦτα κατὰ λόγον ἄν τις ὑπονοήσειε.
22 Τὸ μὲν οὖν κατὰ τὴν διαλεκτικὴν τέχνην διὰ συλ‐ λογιστικῆς τε καὶ ἀναλυτικῆς ἐπιστήμης βεβαιοῦσθαι καὶ τὰ ἡμέτερα δόγματα, ὡς σαθρόν τε καὶ ὕποπτον
25εἰς ἀπόδειξιν ἀληθείας τὸ τοιοῦτον εἶδος τοῦ λόγου παραιτησόμεθα. Πᾶσι γάρ ἐστι πρόδηλον τὸ τὴν δια‐ λεκτικὴν περιεργίαν ἴσην ἐφ’ ἑκάτερα τὴν ἰσχὺν ἔχειν, πρός τε τὴν τῆς ἀληθείας ἀνατροπὴν, καὶ πρὸς τὴν τοῦ ψεύδους κατηγορίαν. Ὅθεν καὶ αὐτὴν τὴν
30ἀλήθειαν, ὅταν μετά τινος τοιαύτης τέχνης προάγη‐ ται, δι’ ὑποψίας πολλάκις ποιούμεθα, ὡς τῆς περὶ ταύτης δεινότητος παρακρουομένης ἡμῶν τὴν διάνοιαν, καὶ τῆς ἀληθείας ἀποσφαλείσης. Εἰ δέ τις τὸν ἀκατάσκευόν τε καὶ γυμνὸν πάσης περιβολῆς
35προσίοιτο λόγον, ἐροῦμεν ὡς ἂν οἷόν τε ᾖ κατὰ τὸν εἱρμὸν τῆς γραφικῆς ὑφηγήσεως τὴν περὶ τούτων θεωρίαν προσάγοντες. Τί οὖν ἐστιν ὅ φαμεν; Τὸ λογικὸν τοῦτο ζῶον ὁ ἄνθρωπος νοῦ τε καὶ ἐπιστή‐ μης δεκτικὸν εἶναι, ἢ παρὰ τῶν ἔξω τοῦ λόγου
40τοῦ καθ’ ἡμᾶς μεμαρτύρηται, οὐκ ἂν οὕτω τοῦ ὁρι‐ σμοῦ τὴν φύσιν ἡμῶν ὑπογράφοντος, εἴπερ ἐνεώρα θυμόν τε καὶ ἐπιθυμίαν καὶ τὰ τοιαῦτα πάντα συν‐ ουσιωμένα τῇ φύσει. Οὐδὲ γὰρ ἐπ’ ἄλλου τινὸς ὅρον ἄν τις ἀποδοίη τοῦ ὑποκειμένου, τὸ κοινὸν ἀντὶ τοῦ
45ἰδίου λέγων.52

46

.

53

(3)

Ἐπεὶ οὖν τὸ ἐπιθυμητικόν τε καὶ θυμοειδὲς κατὰ τὸ ἴσον καὶ ἐπὶ τῆς ἀλόγου τε καὶ λογικῆς φύσεως
5καθορᾶται, οὐκ ἄν τις εὐλόγως ἐκ τοῦ κοινοῦ χαρακτη‐ ρίζει τὸ ἴδιον. Ὃ δὲ πρὸς τὴν τῆς φύσεως ὑπο‐ γραφὴν περιττόν τε καὶ ἀπόβλητον, πῶς ἔν‐ εστιν ὡς μέρος τῆς φύσεως, ἐπ’ ἀνατροπῇ τοῦ ὅρου τὴν ἰσχὺν ἔχειν; Πᾶς γὰρ ὁρισμὸς οὐσίας
10πρὸς τὸ ἴδιον τοῦ ὑποκειμένου βλέπει. Ὅ, τι δ’ ἂν ἔξω τοῦ ἰδιάζοντος ᾖ, ὡς ἀλλότριον παρορᾶται τοῦ ὅρου. Ἀλλὰ μὴν ἡ κατὰ θυμόν τε καὶ ἐπιθυμίαν ἐνέργεια κοινὴ πάσης εἶναι τῆς λογικῆς τε καὶ ἀλόγου φύσεως ὁμολογεῖται. Πᾶν δὲ τὸ κοινὸν, οὐ ταὐτόν ἐστι
15τῷ ἰδιάζοντι. Ἀνάγκη ἄρα διὰ τούτων ἐστὶ, μὴ ἐν τούτοις εἶναι ταῦτα λογίζεσθαι, ἐν οἷς κατεξαίρε‐ τον ἡ ἀνθρωπίνη χαρακτηρίζεται φύσις. Ἀλλ’ ὥσπερ τὸ αἰσθητικὸν καὶ τὸ θρεπτικὸν καὶ αὐξητικὸν ἐν ἡμῖν τις ἰδὼν οὐκ ἀναλύει διὰ τούτων τὸν ἀποδο‐
20θέντα τῆς ψυχῆς ὅρον (οὐ γὰρ ἐπειδὴ τοῦτό ἐστιν ἐν τῇ ψυχῇ, ἐκεῖνο οὐκ ἔστιν), οὕτω καὶ τὰ περὶ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν κατανοήσας τῆς φύσεως ἡμῶν κινήματα, οὐκ ἂν εὐλόγως τῷ ὅρῳ μάχοιτο, ὡς ἐλλειπῶς ἐνδειξαμένῳ τὴν φύσιν.
27 Γ. Τί οὖν χρὴ περὶ τούτου γινώσκειν, εἶπον πρὸς τὴν διδάσκαλον; Οὔπω γὰρ οἷός τέ εἰμι κατιδεῖν ὅπως προσήκει τὰ ἐν ἡμῖν ὄντα, ὡς ἀλλότρια τῆς φύσεως
30ἡμῶν ἀποποιεῖσθαι. —Μ. Ὁρᾷς, φησὶν, ὅτι μάχη τίς ἐστι τοῦ λογισμοῦ πρὸς ταῦτα, καὶ σπουδὴ τοῦ μονω‐ θῆναι τὴν ψυχὴν τούτων, ὡς ἂν οἷόν τις ᾖ. Καί εἰσί γέ τινες οἷς κατώρθωται ἡ σπουδὴ, καθάπερ ἐπὶ τοῦ Μωϋσέως ἀκούομεν, ὅτι κρείττων ἦν θυμοῦ τε καὶ
35ἐπιθυμίας ἐκεῖνος, ἀμφότερα μαρτυρούσης αὐτῷ τῆς ἱστορίας, ὅτι πρᾷος ἦν παρὰ πάντας ἀνθρώ‐ πους (ἐνδείκνυται δὲ τὸ ἀόργητον διὰ τοῦ πρᾴου, καὶ τὴν πρὸς τὸν θυμὸν ἀλλοτρίωσιν), καὶ ὅτι οὐκ ἐπε‐ θύμησε τούτων τινὸς, περὶ ἃ ὁρῶμεν ἐν τοῖς πολλοῖς
40τὸ ἐπιθυμητικὸν ἐνεργούμενον. Ὅπερ οὐκ ἂν ἐγένε‐ το, εἰ φύσις ἦν ταῦτα, καὶ εἰς τὸν λόγον τῆς οὐσίας ἀνήγετο. Οὐ γάρ ἐστι δυνατὸν τὸν ἔξω γεγονότα τῆς φύσεως ἐν τῷ εἶναι μένειν. Ἀλλὰ μὴν εἰ Μωσῆς καὶ ἐν τῷ εἶναι ἦν, καὶ ἐν τούτοις οὐκ ἦν, ἄλλο τι
45ἄρα παρὰ τὴν φύσιν ἐστὶ ταῦτα, καὶ οὐχὶ φύσις. Εἰ γὰρ ἀληθῶς φύσις τοῦτό ἐστιν, ἐν ᾧ τὸ εἶναι τῆς οὐσίας καταλαμβάνεται, τούτων δὲ ἡ ἀλλοτρίωσις ἐφ’ ἡμῖν κεῖται, ὡς μὴ μόνον ἀζήμιον, ἀλλὰ καὶ ἐπι‐ κερδὲς εἶναι τῇ φύσει τὸν ἀφανισμὸν τῶν τοιού‐

46

.

53

(50)

των. Δῆλον οὖν ὅτι τῶν ἔξωθεν ἐπιθεωρουμένων ἐστὶ54

46

.

56

ταῦτα τὰ πάθη τῆς φύσεως ὄντα καὶ οὐκ οὐσία. Ἡ μὲν γάρ ἐστιν ὅπερ ἐστίν· θυμὸν δὲ ζέσιν εἶναι τοῦ περὶ καρδίαν αἵματος τοῖς πολλοῖς δοκεῖ. Ἕτε‐ ροι δὲ, ὄρεξιν τοῦ ἀντιλυπῆσαι τὸν προκατ‐
5άρξαντα. Ὡς δ’ ἂν ἡμεῖς ὑπολάβοιμεν, θυμός ἐστιν ὁρμὴ τοῦ κακῶσαι τὸν παροξύνοντα. Ὧν οὐδὲν τῷ περὶ ψυχῆς ὅρῳ συμβαίνει. Κἂν τὴν ἐπιθυ‐ μίαν ἐφ’ ἑαυτῆς διορισώμεθα, ἔφεσιν λέ‐ ξομεν τοῦ ἐνδέοντος, ἢ πόθον τῆς καθ’ ἡδονὴν ἀπο‐
10λαύσεως, ἢ λύπην ἐπὶ τῷ μὴ κατ’ ἐξουσίαν ὄντι κατα‐ θυμητικῷ· ἤ τινα πρὸς τὸ ἡδὺ σχέσιν, οὗ μὴ πάρεστιν ἡ ἀπόλαυσις. Ταῦτα γὰρ πάντα καὶ τὰ τοιαῦτα τὴν μὲν ἐπιθυμίαν ἐνδείκνυται, τοῦ δὲ ὁρι‐ σμοῦ τοῦ περὶ ψυχῆς οὐ προσάπτεται.
19Ἀλλὰ καὶ ὅσα ἄλλα περὶ ψυχὴν καθορᾶται, τὰ ἐξ
20ἀντιθέτου ἀλλήλοις ὁρώμενα, οἷον δειλίαν καὶ θράσος, λύπην καὶ ἡδονὴν, φόβον καὶ καταφρόνησιν, καὶ ὅσα τοιαῦτα, ὧν ἕκαστον συγγενῶς ἔχειν δοκεῖ πρὸς τὸ ἐπιθυμητικὸν ἢ θυμοειδὲς, ἰδιάζοντι δὲ ὅρῳ τὴν ἰδίαν ἀνυπογράφει φύσιν. Τό τε γὰρ
25θράσος καὶ ἡ καταφρόνησις ἔμφασιν ὑποσημαίνει τινὰ τῆς θυμώδους ὁρμῆς· ἐλάττωσιν δέ τινα καὶ ὕφεσιν τοῦ αὐτοῦ τούτου ἡ κατὰ δειλίαν καὶ φόβον ἐγγινο‐ μένη σχέσις. Ἡ δὲ λύπη ἐξ ἀμφοτέρων ἔχει τὰς ὕλας. Ἥ τε γὰρ τοῦ θυμοῦ ἀτονία, ἐν τῷ τοῦ
30ἀμύνασθαι τοὺς προλελυπηκότας ἀδυνάτῳ λύπη γίνεται· καὶ ἡ ἀπόγνωσις τῶν ἐπιθυμουμένων, καὶ ἡ στέρησις τῶν καταθυμίων, τὴν σκυθρωπὴν ταύτην ἐμποιεῖ τῇ διανοίᾳ διάθεσιν. Καὶ τὸ ἀντιθεωρούμενον τῇ λύπῃ, τὸ καθ’ ἡδονὴν λέγω νόημα, ὁμοίως τῷ
35θυμῷ τε καὶ τῇ ἐπιθυμίᾳ ἐπιμερίζεται. Ἡδονὴ γὰρ ἑκατέρου τούτων κατὰ τὸ ἶσον ἡγεμονεύει. Ἃ πάντα καὶ περὶ τὴν ψυχήν ἐστι, καὶ ψυχὴ οὐκ ἔστιν, ἀλλ’ οἷον μυρμηκίαι τινὲς τοῦ διανοητικοῦ μέρους τῆς ψυχῆς ἐκφυόμεναι. Ἃ μέρη μὲν αὐτῆς εἶναι διὰ
40τὸ προσπεφυκέναι νομίζεται, οὐ μὴν ἐκεῖνό εἰσιν, ὅπερ ἐστὶν ἡ ψυχὴ κατ’ οὐσίαν. —Γ. Καὶ μὴν ὁρῶμεν,
φημὶ πρὸς τὴν παρθένον, οὐ μικρὰν ἐκ τούτων γινο‐56

46

.

57

μένην τὴν πρὸς τὸ κρεῖττον συνεισφορὰν τοῖς ἐναρέ‐ τοις. Τῷ τε γὰρ Δανιὴλ ἔπαινος ἦν ἡ ἐπιθυμία· καὶ ὁ Φινεὲς τῷ θυμῷ τὸν Θεὸν ἱλεώσατο· καὶ ἀρχὴν σοφίας φόβον ἐμάθομεν, καὶ τῆς κατὰ Θεὸν
5λύπης σωτηρίαν εἶναι τὸ πέρας παρὰ τοῦ Παύ‐ λου ἠκούσαμεν· τῶν τε δεινῶν τὴν καταφρόνησιν νου‐ θετεῖ ἡμῖν τὸ Εὐαγγέλιον· καὶ τὸ μὴ φοβεῖσθαι πτόησιν οὐδὲν ἄλλο ἢ τοῦ θράσους ἐστὶν ὑπογραφή· ὅπερ ἐν ἀγαθοῖς ὑπὸ τῆς Σοφίας κατείλεκται.
10Δείκνυσι τοίνυν διὰ τῶν τοιούτων ὁ λόγος, τὸ μὴ πάθη τὰ τοιαῦτα δεῖν οἴεσθαι· οὐ γὰρ ἂν πρὸς ἀρετῆς κατόρθωσιν συμπαραληφθείη τὰ πάθη.
16 Μ. Καὶ ἡ διδάσκαλος, Ἔοικα, φησὶ, τῆς τοιαύτης τῶν λογισμῶν συγχύσεως αὐτὴν τὴν αἰτίαν παρέχειν, μὴ διακρίνασα τὸν περὶ τούτου λόγον, ὥστε τινὰ τάξιν ἀκόλουθον ἐπιτεθῆναι τῇ θεωρίᾳ. Νῦν οὖν, ὅπως
20ἂν οἷόν τε ᾖ, ἐπινοηθήσεταί τις τάξις τῷ σκέμματι, ὡς ἂν δι’ ἀκολούθου προϊούσης τῆς θεωρίας, μὴ καθ’ ἡμῶν αἱ τοιαῦται τῶν ἀντιθέσεων ἔχοιεν χώραν. Φαμὲν γὰρ τῆς ψυχῆς τὴν μὲν θεωρητικήν τε καὶ διακριτικὴν καὶ τῶν ὄντων ἐποπτικὴν δύναμιν
25οἰκείαν εἶναι καὶ κατὰ φύσιν αὐτὴν, καὶ διὰ τῆς θεοειδοῦς χάριτος, διὰ τοῦτο σώζειν ἐν αὐ‐ τῇ τὴν εἰκόνα. Ἐπεὶ καὶ τὸ Θεῖον, ὅ, τί ποτε κατὰ τὴν φύσιν ἐστὶν, ἐν τούτοις ὁ λογισμὸς εἶναι στοχάζεται· ἐν τῷ ἀφορᾷν τε τὰ πάντα καὶ δια‐
30κρίνειν τὸ καλὸν ἀπὸ τοῦ χείρονος. Ὅσα δὲ τῆς ψυ‐ χῆς ἐν μεθορίῳ κεῖται πρὸς ἑκάτερον τῶν ἐναντίων ἐπιῤῥεπῶς κατὰ τὴν ἰδίαν φύσιν ἔχοντα· ὧν ἡ ποία χρῆσις, ἢ πρὸς τὸ καλὸν ἢ πρὸς τὸ ἐναν‐ τίον ἄγει τὴν ἔκβασιν, οἷον τὸν θυμὸν, ἢ τὸν φόβον,
35ἢ εἴ τι τὸ τοιοῦτον τῶν ἐν τῇ ψυχῇ κινημάτων ἐστὶν, ὧν ἄνευ οὐκ ἔστιν ἀνθρωπίνην θεωρηθῆναι φύ‐ σιν· ταῦτα ἔξωθεν ἐπιγενέσθαι αὐτῇ λογιζό‐ μεθα, διὰ τὸ τῷ ἀρχετύπῳ κάλλει μηδένα τοιοῦ‐ τον ἐνθεωρηθῆναι χαρακτῆρα. Ὁ δὲ δὴ περὶ
40τούτων λόγος ἡμῖν ὡς ἐν γυμνασίῳ προκείσθω, ὡς ἂν διαφύγοι τῶν συκοφαντικῶς ἀκουόντων τὰς ἐπηρείας, ὁδῷ τινι καὶ τάξεως ἀκολουθίᾳ πρὸς τὴν
ἀνθρωποποιΐαν ὁρμῆσαι τὸ Θεῖον διηγεῖται ὁ λόγος.58

46

.

60

Ἐπειδὴ γὰρ συνέστη τὸ πᾶν, καθὼς ἡ ἱστορία φη‐ σὶν, οὐκ εὐθὺς ὁ ἄνθρωπος ἐν τῇ γῇ γίνεται, ἀλλὰ τούτου μὲν ἡ τῶν ἀλόγων προηγήσατο φύσις· ἐκείνων δὲ τὰ βλαστήματα. Δείκνυσιν, οἶμαι, διὰ
5τούτων ὁ λόγος, ὅτι ἡ ζωτικὴ δύναμις ἀκολουθίᾳ τινὶ τῇ σωματικῇ καταμίγνυται φύσει, πρῶτον μὲν τοῖς ἀναισθήτοις ἐνδύουσα, κατὰ τοῦτο δὲ ἐπὶ τὸ αἰσθητικὸν προϊοῦσα, εἶθ’ οὕτως πρὸς τὸ νοε‐ ρὸν καὶ λογιστικὸν ἀναβαίνουσα.
13 Οὐκοῦν τῶν ὄντων τὸ μὲν σωματικὸν, τὸ δὲ νοερόν ἐστι πάντως· τοῦ δὲ σωματικοῦ, τὸ μὲν ἔμψυχόν
15ἐστι, τὸ δὲ ἄψυχον. Ἔμψυχον δὲ λέγω τὸ μετέχον ζωῆς· τῶν δὲ ζώντων, τὰ μὲν αἰσθήσει συζῇ, τὰ ἀμοιρεῖ ταύτης. Πάλιν τῶν αἰσθητικῶν, τὰ μὲν λογικά ἐστι, τὰ δὲ ἄλογα. Ἐπεὶ οὖν ἡ αἰσθητικὴ ζωὴ οὐκ ἂν δίχα τῆς ὕλης συσταίη, οὐδ’ ἂν τὸ νοερὸν
20ἄλλως ἐν σώματι γένοιτο, μὴ τῷ αἰσθητικῷ ἐμ‐ φυόμενον, τούτου χάριν τελευταία ἡ τοῦ ἀνθρώπου κατασκευὴ ἱστορεῖται, ὡς πᾶσαν ἐκπεριειληφότος τὴν ζωτικὴν ἰδέαν, τήν τε ἐν τοῖς βλαστήμασι καὶ τὴν ἐν τοῖς ἀλόγοις θεωρουμένην. Τὸ μὲν τρέφε‐
25σθαί τε αὔξεσθαι ἐκ τῆς φυτικῆς ἔχει ζωῆς· ἔστι γὰρ τὸ τοιοῦτον καὶ ἐν ἐκείνοις ἰδεῖν, ἑλκομένης τε καὶ διὰ ῥιζῶν τῆς τροφῆς καὶ ἀποποιουμένης διὰ καρπῶν τε καὶ φύλλων· τὸ δὲ κατ’ αἴσθησιν οἰκονο‐ μεῖσθαι ἐκ τῶν ἀλόγων ἔχει. Τὸ δὲ διανοητικόν τε καὶ
30λογικὸν ἄμικτόν ἐστι ἰδιάζον, ἐπὶ ταύτης τῆς φύσεως ἐφ’ ἑαυτῇ θεωρούμενον. Ἀλλ’ ὥσπερ τὸ ἐφελκτικὸν τῶν ἀναγκαίων πρὸς τὴν ὑλικὴν ζωὴν ἡ φύσις ἔχει, ὅπερ ἐν ἡμῖν γενόμενον ὄρεξις λέ‐ γεται. Τοῦτο δέ φαμεν τοῦ φυσικοῦ τῆς ζωῆς
35εἴδους εἶναι· ἐπεὶ δὲ καὶ ἐν ἐκείνοις ἔστιν ἰδεῖν, οἷόν τινας ὁρμὰς φυσικῶς ἐνεργουμένας ἐν τῷ πληροῦσθαί τε τοῦ οἰκείου καὶ ὀργᾷν πρὸς τὴν ἔκφυσιν· οὕτω καὶ ὅσα τῆς ἀλόγου φύσεώς ἐστιν ἴδια, ταῦτα τῷ νοερῷ τῆς ψυχῆς κατεμίχθη. Ἐκεί‐
40νων, φησὶν, ὁ θυμὸς, ἐκείνων ὁ φόβος, ἐκείνων τὰ ἄλλα πάντα ὅσα κατὰ τὸ ἐναντίον ἐν ἡμῖν ἐνερ‐ γεῖται, πλὴν τῆς λογικῆς τε καὶ διανοητικῆς δυνά‐ μεως· ὃ δὴ μόνον τῆς ἡμετέρας ζωῆς ἐξαίρετον ἐν ἑαυτῷ, καθὼς εἴρηται, τοῦ θείου χαρακτῆρος
45ἔχον τὴν μίμησιν. Ἀλλ’ ἐπειδὴ κατὰ τὸν ἤδη προ‐ αποδοθέντα λόγον, οὐκ ἔστιν ἄλλως τὴν λογι‐ κὴν δύναμιν ἐγγενέσθαι τῇ σωματικῇ ζωῇ, μὴ διὰ
τῶν αἰσθήσεων ἐγγινομένην· ἡ δὲ αἴσθησις ἐν60

46

.

61

τῇ τῶν ἀλόγων προϋπέστη φύσει· ὡς ἀναγκαίως διὰ τοῦ ἑνὸς καὶ πρὸς τὰ συνημμένα τούτων γίνεται τῆς ψυχῆς ἡμῶν ἡ κοινωνία.
8 Ταῦτα δέ ἐστιν ὅσα ἐν ἡμῖν γινόμενα πάθη λέγε‐ ται, ἃ οὐχὶ πάντως ἐπὶ κακῷ τινι τῇ ἀνθρωπίνῃ
10συνεκληρώθη ζωῇ· ἦ γὰρ ἂν ὁ Δημιουργὸς τῶν κακῶν τὴν αἰτίαν ἔχῃ, εἰ ἐκεῖθεν αἱ τῶν πλημ‐ μελημάτων ἦσαν ἀνάγκαι συγκαταβεβλημέναι τῇ φύσει· ἀλλὰ τῇ ποιᾷ χρήσει τῆς προαιρέσεως, ἢ ἀρε‐ τῆς, ἢ κακίας ὄργανα τὰ τοιαῦτα τῆς ψυχῆς κινήμα‐
15τα γίνεται. Καθάπερ ὁ σίδηρος κατὰ γνώμην τοῦ τεχνίτου τυπούμενος, πρὸς ὅπερ ἂν ἔθετο τοῦ τεχνιτεύοντος ἡ ἐνθύμησις, πρὸς τοῦτο καὶ σχηματί‐ ζεται, ἢ ξίφος, ἤ τι γεωργικὸν ἐργαλεῖον γινόμε‐ νος. Οὐκοῦν εἰ μὲν ὁ λόγος, ὃ δὴ τῆς φύσεώς
20ἐστιν ἐξαίρετον, τῶν ἔξωθεν ἐπεισκριθέντων τὴν ἡγεμονίαν ἔχοι, καθὼς καὶ δι’ αἰνίγματος ὁ τῆς Γρα‐ φῆς παρεδήλωσε λόγος, ἄρχειν ἐγκελευόμενος πάντων τῶν ἀλόγων, οὐκ ἄν τι πρὸς κακίας ὑπηρεσίαν τῶν τοιούτων κινημάτων ἡμῖν ἐνεργήσειε, τοῦ μὲν
25φόβου τὸ ὑπήκοον ἐμποιοῦντος, τοῦ δὲ θυμοῦ τὸ ἀν‐ δρεῖον, τῆς δειλίας δὲ τὴν ἀσφάλειαν, τῆς δὲ ἐπιθυ‐ μητικῆς ὁρμῆς τὴν θείαν τε καὶ ἀκήρατον ἡμῖν ἡδο‐ νὴν προξενούσης. Εἰ δὲ ἀποβάλοι τὰς ἡνίας ὁ λόγος, καὶ οἷόν τις ἡνίοχος ἐμπλακεὶς τῷ ἅρματι
30κατόπιν ὑπ’ αὐτοῦ σύροιτο, ἐκεῖ ἀπαγόμενος ὅπουπερ ἂν ἡ ἄλογος κίνησις τῶν ὑπεζευγμένων φέ‐ ρει, τότε εἰς πάθος αἱ ὁρμαὶ καταστρέφονται, οἷον δὴ καὶ ἐπὶ τοῖς ἀλόγοις ἔστιν ἰδεῖν. Ἐπεὶ γὰρ οὐκ ἐπιστατεῖ λογισμοῖς τοῖς φυσικῶς αὐ‐
35τοῖς ἐγκωμιαζομένης κινήσεως, τὰ μὲν θυμώδη τῶν ζώων ἐν ἀλλήλοις φθείρεται τῷ θυμῷ στρα‐ τηγούμενα· τὰ δὲ πολύσαρκά τε καὶ δυνατὰ εἰς οὐ‐ δὲν οἰκεῖον ἀγαθὸν ἀπώνατο τῆς δυνάμεως, κτῆμα τοῦ λογικοῦ διὰ τὴν ἀλογίαν γινόμενα· ἥ τε τῆς ἐπι‐
40θυμίας καὶ τῆς ἡδονῆς ἐνέργεια περὶ οὐδὲν τῶν ὑψη‐ λῶν ἀσχολοῦται· οὔτε ἄλλο τι τῶν ἐν αὐ‐ τοῖς θεωρουμένων λόγῳ τινὶ πρὸς τὸ λυσιτελοῦν διεξάγεται. Οὕτω καὶ ἐν ἡμῖν εἰ μὴ πρὸς τὸ δέον ἄγοιτο ταῦτα διὰ τοῦ λογισμοῦ, ἀλλ’ ἐπικρατοίη τῆς
45τοῦ νοῦ δυναστείας τὰ πάθη, πρὸς τὸ ἄλογόν τε καὶ ἀνόητον μεταβαίνων ὁ ἄνθρωπος, ἀπὸ τοῦ δια‐
νοητικοῦ καὶ θεοειδοῦς τῇ ὁρμῇ τῶν τοιούτων παθη‐62

46

.

64

μάτων ἀποκτηνούμενος. —Γ. Ἐγὼ δὲ καὶ σφόδρα περὶ τὰ εἰρημένα διατεθεὶς, Ἀρκεῖ μὲν, ἔφην, παντὶ τῷ γε νοῦν ἔχοντι ψιλῶς οὑτωσὶ καὶ ἀκατα‐ σκεύως δι’ ἀκολούθου προελθὼν ὁ λόγος, εὖ ἔχειν δό‐
5ξαι καὶ μηδαμοῦ παρεσφάλθαι τῆς ἀληθείας.
11 Ἐπεὶ δὲ τοῖς μὲν τὰς τεχνικὰς ἐφόδους μεμελι‐ τηκόσι τῶν ἀποδείξεων, ὁ συλλογισμὸς ἱκανὸς εἰς πίστιν δοκεῖ· ἡμῖν δὲ πάντων τῶν τεχνικῶν συμ‐ περασμάτων ἕξις πιστότερον εἶναι ὡμολο‐
15γεῖτο τὸ διὰ τῶν ἱερῶν τῆς Γραφῆς δι‐ δαγμάτων ἀναφαινόμενον· ζητεῖν οἶμαι δεῖν ἐπὶ τοῖς εἰρημένοις, εἰ ἡ θεόπνευστος διδασκαλία τούτοις συμφέρεται. —Μ. Ἡ δὲ, Καὶ τίς ἂν ἀντείποι, φησὶ, μὴ οὐχὶ ἐν τούτῳ μόνῳ τὴν ἀλήθειαν τιθέ‐
20σθω, ᾧ σφραγὶς ἔπεστι τῆς γραφικῆς μαρτυρίας; Οὐκοῦν εἰ χρή τι καὶ τῆς τοῦ Εὐαγγελίου διδασκαλίας πρὸς τὴν τοῦ δόγματος τούτου συνηγορίαν παραληφθῆναι, οὐκ ἀπὸ καιροῦ γένοιτ’ ἂν ἡμῖν τῆς παραβολῆς τῶν ζιζανίων ἡ θεωρία. Ἔσπειρε γὰρ
25ἐκεῖ τὸ καλὸν σπέρμα ὁ οἰκοδεσπότης (ἡμεῖς δὲ πάν‐ τως ὁ οἶκός ἐσμεν)· καθεύδοντας δὲ τοὺς ἀνθρώ‐ πους ἐπιφυλάξας ἐνέσπειρεν ὁ ἐχθρὸς τῷ τροφίμῳ τὸ ἄχρηστον, αὐτῷ τῷ σίτῳ κατὰ τὸ μέσον ἐνθεὶς τὸ ζι‐ ζάνιον. Καὶ συνεβλάστησαν ἀλλήλοις τὰ σπέρ‐
30ματα. Οὐ γὰρ ἦν δυνατὸν τὸ αὐτῷ τῷ σίτῳ ἐντεθὲν σπέρμα μὴ σὺν ἐκείνῳ βλαστῆσαι. Κωλύει δὲ τοὺς ὑπηρέτας ὁ τῆς γεωργίας ἔφορος μὴ ἀποτίλλειν τὸ ἄχρηστον διὰ τὴν ἐν τῇ ῥίζῃ τῶν ἐναντίων συμ‐ φυΐαν, ὡς ἂν μὴ τὸ ἀλλότριον συνεκτίνει
35τὸ τρόφιμον. Τὰς γὰρ τοιαύτας τῆς ψυχῆς ὁρμὰς διὰ τῶν καλῶν σπερμάτων οἰόμεθα τὸν λόγον ἐνδείκνυ‐ σθαι, ὧν ἕκαστον, εἰ μόνον πρὸς τὸ ἀγαθὸν ἐγεωρ‐ γεῖτο, τὸν τῆς ἀρετῆς ἐν ἡμῖν καρπὸν πάντως ἐβλάστησεν. Ἐπειδὴ δὲ παρενεσπάρη τούτοις ἡ
40περὶ τὴν τοῦ καλοῦ κρίσιν δι’ ἁμαρτίαν, καὶ τὸ ὄντως καὶ μόνον κατὰ τὴν ἰδίαν φύσιν καλὸν, διὰ τοῦ συναναφυέντος βλαστοῦ τῆς ἀπάτης ἐπεσκοτίσθη· (τὸ γὰρ ἐπιθυμητικὸν οὐ πρὸς τὸ φύσει καλὸν οὗ χάριν κατεσπάρη ἡμῖν ἐφύη τε καὶ ἀνέδρα‐
45μεν, ἀλλὰ πρὸς τὸ κτηνῶδες καὶ ἄλογον τὸν βλαστὸν
μετεποίησε τῆς περὶ τὸ καλὸν ἀκρισίας, πρὸς τοῦτο64

46

.

65

τὴν τῆς ἐπιθυμίας ἐνεγκοῦσαν ὁρμήν. Ὡσαύτως καὶ τὸ τοῦ θυμοῦ σπέρμα οὐ πρὸς ἀνδρείαν ἐστόμω‐ σεν, ἀλλὰ πρὸς τὴν τῶν ὁμοφύλων μάχην ἐξώπλισεν· ἥ τε τῆς ἀγάπης δύναμις τῶν νοητῶν
5ἀπέστη, περὶ τὴν τῶν αἰσθητῶν ἀπόλαυσιν πέρα τοῦ μέτρου ὁλομανήσασα, καὶ τὰ ἄλλα τὸν αὐτὸν τρόπον, τοὺς χείρονας βλαστοὺς ἀντὶ τῶν κρειττόνων ἐξήνθησεν·) τούτου χάριν ἀφίησιν ὁ σοφὸς γεωργὸς τὸ ἐμφυὲν τῷ σπέρματι βλάστημα ἐν αὐτῷ εἶναι,
10προμηθείᾳ τοῦ μὴ γυμνωθῆναι τῶν κρειττόνων ἡμᾶς, καθόλου τῆς ἐπιθυμίας τῷ ἀχρήστῳ βλαστῷ συνεκρι‐ ζωθείσης. Εἰ γὰρ τοῦτο πάθῃ ἡ φύσις, τί ἔσται τὸ ἐπαῖρον ἡμᾶς πρὸς τὴν τῶν ἐπουρανίων συνάφειαν; ἢ τῆς ἀγάπης ἀφαιρεθείσης, τίνι
15τρόπῳ πρὸς τὸ Θεῖον συναφθησόμεθα; Τοῦ δὲ θυμοῦ κατασκευασθέντος, ποῖον ὅπλον κατὰ τοῦ προσ‐ παλαίοντος ἕξομεν; Ἐφίησι τοίνυν τὰ νόθα τῶν σπερμάτων ἐν ἡμῖν ὁ γεωργὸς, οὐχ ὡς ἀεὶ κατα‐ κρατεῖν τῆς τιμιωτέρας σπορᾶς, ἀλλ’ ὡς αὐτὴν τὴν
20ἄρουραν (οὕτω γὰρ τὴν καρδίαν τροπικῶς ὀνο‐ μάζει) διὰ τῆς ἐγκειμένης αὐτῇ φυσικῆς δυνά‐ μεως, ἥτις ἐστὶν ὁ λογισμὸς, τὸ μὲν ξηρᾶναι τῶν βλαστημάτων, τὸ δὲ κάρπιμον καὶ εὐθαλὲς ἀπεργά‐ σασθαι. Εἰ δὲ μὴ τοῦτο γένοιτο, τῷ πυρὶ τὴν τῆς
25γεωργίας διάκρισιν ταμιεύεται.
31 Οὐκοῦν εἰ μέν τις τούτοις κατὰ τὸν δέοντα χρή‐ σαι λόγον, ἐν αὐτῷ λαμβάνηται ἐκεῖνα, καὶ μὴ αὐτὸς ἐν ἐκείνοις, ἀλλ’ οἷόν τις βασιλεὺς τῇ πολυχειρίᾳ τῶν ὑπηκόων συνεργῷ χρώμενος, ῥᾷον
35κατορθώσει τὸ κατ’ ἀρετὴν σπουδαζόμενον. Εἰ δὲ ἐκείνοις γένοιτο, καθάπερ δούλων τινῶν ἐπα‐ ναστάντων τῷ κεκτημένῳ, καὶ ἐξ ὧν δραποδισθείη ταῖς δουλικαῖς ἐπινοίαις ἀγεννῶς ὑποκύψαι, καὶ κτῆμα γένοιτο τῶν ὑπεζευγμένων κατὰ τὴν φύ‐
40σιν αὐτῷ, πρὸς ἐκεῖνα κατ’ ἀνάγκην μετατεθήσεται, πρὸς ἅπερ ἂν ἡ ἐπικράτησις τῶν καθηγουμένων βιάζεται. Εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρό‐ πον, οὔτε ἀρετὴν, οὔτε κακίαν ἐφ’ ἑαυτῶν ταῦτα ἀπο‐ φανούμεθα, ὅσα κινήματα τῆς ψυχῆς ὄντα ἐπὶ τῇ
45ἐξουσίᾳ τῶν χρωμένων κεῖται, ἢ καλῶς ἢ ἑτέρως
ἔχειν. Ἀλλ’ ὅταν μὲν αὐτοῖς πρὸς τὸ κρεῖττον ἡ66

46

.

68

κίνησις ᾖ, ἐπαίνων γίνεσθαι ὕλην, ὡς τῷ Δανιὴλ τὴν ἐπιθυμίαν, καὶ τῷ Φινεὲς τὸν θυμὸν, καὶ τῷ καλῶς πενθοῦντι τὴν λύπην. Εἰ δὲ πρὸς τὸ χεῖρον γένοιτο ἡ ῥοπὴ, τότε πάθη γίνεσθαι ταῦτα καὶ ὀνο‐
5μάζεσθαι. —Γ. Ἐγὼ, ταῦτα διεξελθούσης, ἐπειδὴ παυσαμένη βραχύ τι ἔδωκε τῷ λόγῳ διαλιπεῖν, καὶ συνελεξάμην τῇ διανοίᾳ τὰ εἰρημένα, πάλιν ἐπὶ τὴν προτέραν διέδραμον ἀκολουθίαν τοῦ λόγου, ἐν ᾧ κατεσκευάζετο, μὴ ἀδύνατον εἶναι τὴν ψυχὴν
10διαλυθέντος τοῦ σώματος ἐν τοῖς στοιχείοις εἶναι. Καὶ τοῦτο εἶπον πρὸς τὴν διδάσκαλον· Ποῦ ἐκεῖνο τὸ πολυθρύλλητον τοῦ ᾅδου ὄνομα· πολὺ μὲν ἐν τῇ συνηθείᾳ τοῦ βίου, πολὺ δὲ ἐν ταῖς συγγραφαῖς ταῖς τε ἔξωθεν καὶ ταῖς ἡμετέραις περιφερόμενον, εἰς ὃ
15πάντες οἴονται καθάπερ δοχεῖον ἐνθένδε τὰς ψυ‐ χὰς μετανίστασθαι; Οὐ γὰρ ἂν τὰ στοιχεῖα τὸν ᾅδην λέγοις. —Μ. Καὶ ἡ διδάσκαλος, Δῆλος ᾖ, φησὶ, μὴ λίαν προσεσχηκὼς τῷ λόγῳ. Τὴν γὰρ ἐκ τοῦ ὁρωμένου πρὸς τὸ ἀειδὲς μετάστασιν τῆς ψυχῆς εἰ‐
20ποῦσα, οὐδὲν ᾤμην ἀπολελοιπέναι εἰς τὸ περὶ τοῦ ᾅδου ζητούμενον. Οὐδὲν ἄλλο τί μοι δοκεῖ παρά τε τῶν ἔξωθεν καὶ παρὰ τῆς θείας Γραφῆς τὸ ὄνομα τοῦτο διασημαίνειν, ἐν ᾧ τὰς ψυχὰς γίνεσθαι λέγουσι, πλὴν εἰς τὸ ἀειδὲς καὶ ἀφανὲς
25μετέχουσιν. —Γ. Καὶ πῶς, εἶπον, τὸν ὑποχθό‐ νιον χῶρον οἴονταί τινες οὕτω λέγεσθαι, καὶ ἐν αὐτῷ κἀκείνων τὰς ψυχὰς πανδοχεύειν, καθάπερ τι χώρημα τῆς τοιαύτης φύσεως δεκτικὸν τὰς ἀποπτά‐ σας ἤδη τῆς ἀνθρωπίνης ζωῆς πρὸς ἑαυτὸν ἐφελκό‐
30μενον;
33 Μ. Ἀλλ’ οὐδὲν μᾶλλον, φησὶν ἡ διδάσκαλος, τὸ δόγμα διὰ τῆς ὑπονοίας ταύτης παραβλαβήσεται, κἂν
35ἀληθὴς ὁ λόγος ὁ κατὰ σέ. Εἰ γὰρ συνεχῆ τε πρὸς ἑαυτὸν καὶ ἀδιάσπαστον εἶναι τὸν οὐράνιον πόλον τῷ ἰδίῳ κύκλῳ πάντα ἐμπεριέχοντα, καὶ ἐν τῷ μέσῳ τὴν γῆν καὶ τὰ περὶ αὐτὴν αἰωρεῖσθαι, καὶ πάν‐ τως κυκλοφορουμένων τὴν κίνησιν περὶ τὸ ἑστὼς
40καὶ πάγιον γίνεσθαι, ἀνάγκη πᾶσα, φησὶν, ὅτι‐ περ ἂν ἑκάστῳ ἐκ τῶν στοιχείων ᾖ κατὰ τὸ ἄνω τῆς γῆς μέρος, τοῦτο κατὰ τὸ ἀντικείμενον εἶ‐ ναι, μιᾶς τῆς οὐσίας ὅλον αὐτῆς τὸν ὄγκον ἐν κύ‐ κλῳ περιθεούσης. Καὶ ὥσπερ ὑπὲρ τοῦ ἡλίου
45φανέντος ἐπὶ τὸ ὑποκείμενον αὐτῆς στρέφεται ἡ68

46

.

69

σκιὰ τοῦ σφαιροειδοῦς σχήματος, οὐ δυναμένου κατ’ αὐτὸν ἐν κύκλῳ διαληφθῆναι τῇ τῆς ἀκτῖνος πε‐ ριβολῇ, ἀλλὰ κατὰ πᾶσαν ἀνάγκην, καθ’ ὅπερ ἂν τῆς γῆς μέρος προσβάλλῃ ταῖς ἀκτῖσιν ὁ ἥλιος, κατά
5τινος κέντρου πάντως ἐπὶ τῆς σφαίρας γινόμενος, πρὸς τὴν εὐθεῖαν διάμετρον κατὰ τὸ ἕτερον πέ‐ ρας σκότος ἔσται· καὶ οὕτω κατὰ τὸ διηνεκὲς, τῷ ἡλιακῷ δρόμῳ ἐπὶ τὸ ἀντικείμενον τῇ τῆς ἀκτῖνος εὐθείᾳ συμπεριοδεύει τὸ σκότος, ὥστε κατὰ τὸ ἶσον,
10τόν τε ὑπέργειον, καὶ τὸν ὑπόγειον τόπον ἀνὰ μέρος γίνεσθαι ἐν φωτί τε καὶ σκότει· οὕτως εἰκὸς καὶ τἄλλα πάντα ὅτιπερ ἂν στοιχειωδῶς ἐν τῷ καθ’ ἡμᾶς ἡμισφαιρίῳ τῆς γῆς θεωρεῖται, τὸ αὐτὸ καὶ περὶ τὸ ἕτερον εἶναι μὴ ἀμφιβάλλειν. Μιᾶς δὲ
15καὶ τῆς αὐτῆς οὔσης κατὰ πᾶν τῆς γῆς μέρος τῆς τῶν στοιχείων περιβολῆς, οὔτε ἀντιλέγειν, οὔτε συναγορεύειν οἶμαι δεῖν τοῖς περὶ τούτων ἐνισταμέ‐ νοις, ὡς δέον ἢ τοῦτον, ἢ τὸν καταχθόνιον τόπον ἀπο‐ τετάχθαι οἴεσθαι ταῖς τῶν σωμάτων ἐκλυθείσαις ψυ‐
20χαῖς. Ἕως γὰρ ἂν μὴ παρακινοίη τὸ προηγούμενον δόγμα ἡ ἔνστασις περὶ τοῦ εἶναι μετὰ τὴν ἐν σαρκὶ ζωὴν τὰς ψυχὰς, οὐδὲν περὶ τόπου ὁ ἡμέτερος λόγος διενεχθήσεται, μόνον σωμάτων ἴδιον εἶναι τὴν ἐπὶ τόπου θέσιν καταλαμβάνων· ψυχὴν δὲ ἀσώματον
25οὖσαν, μηδεμίαν ἀνάγκην ἔχειν ἐκ φύσεως τόποις τισὶν ἐγκατέχεσθαι.
30 Γ. Τί οὖν, εἶπον, εἰ τὸν Ἀπόστολον ὁ ἀντιλέγων προβάλλοιτο, πᾶσαν λέγοντα τὴν λογικὴν κτίσιν ἐν τῇ τοῦ παντὸς ἀποκαταστάσει πρὸς τὸν τοῦ παντὸς ἐξηγούμενον βλέπειν, ἐν οἷς καταχθονίων μνη‐ μονεύει τινῶν δι’ Ἐπιστολῆς πρὸς Φιλιππησίους εἰ‐
35πών· ὅτι Αὐτῷ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπι‐ γείων καὶ καταχθονίων; —Μ. Ἐπιμενοῦμεν τῷ δόγ‐ ματι, φησὶν ἡ διδάσκαλος, κἂν ταῦτα λεγόντων ἀκούω‐ μεν, περὶ μέντοι τοῦ εἶναι τὴν ψυχὴν καὶ τὸν ἀν‐ τιλέγοντα σύμψηφον ἔχοντες, περὶ τόπου, καθὼς
40ἐν τοῖς φθάσασιν εἴρηται, οὐκ ἐνιστάμενοι. —Γ. Τοῖς οὖν ἐπιζητοῦσιν, εἶπον, τὴν ἀποστολικὴν ἐν τῇ φωνῇ ταύτῃ διάνοιαν, τί ἄν τις εἴπῃ, εἴπερ τῆς τοπικῆς σημασίας ἀποκινοίης τὴν λέξιν; —Μ. Ἡ δὲ, Οὔ μοι δοκεῖ, φησὶν, ὁ θεῖος Ἀπόστολος, τοπικῶς
45τὴν νοερὰν διακρίνων οὐσίαν, τὸ μὲν ἐπουράνιον, τὸ δὲ ἐπίγειον, τὸ δὲ καταχθόνιον ὀνομάσαι. Ἀλλ’ ἐπειδὴ τρεῖς τῆς λογικῆς φύσεώς εἰσι καταστάσεις ἡμῖν, ἐξ ἀρχῆς τὴν ἀσώματον λαχοῦσαι
ζωὴν, ἣν ἀγγελικὴν ὀνομάζομεν· ἡ δὲ πρὸς τὴν σάρκα70

46

.

72

συμπεπλεγμένην ἀνθρωπίνην φαμέν· ἡ δὲ διὰ θανάτου τῶν σαρκικῶν ἀπολελυμένη. Ὅπερ ἐν ψυχαῖς θεωρεῖται, τοῦτο οἶμαι, τῷ βάθει τῆς σοφίας βλέποντα τὸν θεῖον Ἀπόστολον, πάσης τῆς λογικῆς
5φύσεως τὴν ἐν τῷ ἀγαθῷ ποτε γενησομένην συμ‐ φωνίαν ἀποσημαίνειν· ἐπουράνιον μὲν καλοῦντα τὸ ἀγγελικὸν καὶ ἀσώματον· ἐπίγειον δὲ τὸ συμπεπλε‐ γμένον τῷ σώματι· καταχθόνιον δὲ τὸ διακεκρυμμέ‐ νον ἤδη τοῦ σώματος, ἢ δή τις καὶ ἄλλη
10παρὰ τὰ εἰρημένα φύσις ἐν λογικῇ θεωρεῖται, ἣν εἴτε δαίμονας εἴτε πνεύματα, εἴτε τοιοῦτον ἐθέλοι τις κατονομάζειν, οὐ διοισόμεθα. Πεπίστευ‐ ται γὰρ ἔκ τε τῆς κοινῆς ὑπολήψεως, καὶ ἐκ τῆς τῶν Γραφῶν παραδόσεως, εἶναί τινα φύσιν ἔξω
15τῶν τοιούτων σωμάτων ὑπεναντίως πρὸς τὸ καλὸν διακειμένην, καὶ βλαπτικὴν τῆς ἀνθρωπίνης ζωῆς, ἑκουσίως τῆς κρείττονος ὑπολήψεως ἀποῤῥυεῖσαν· καὶ τῇ ἀποστάσει τοῦ καλοῦ τὸ ἐκ τοῦ ἐναντίου νοού‐ μενον ἐν αὐτῇ ὑποστήσασαν· ἥνπερ φασὶ κατα‐
20χθονίοις ἐναριθμεῖν τὸν Ἀπόστολον, τοῦτο ἐν ἐκεί‐ νῳ τῷ λόγῳ σημαίνοντα, ὅτι τῆς κακίας ποτὲ ταῖς μακραῖς τῶν αἰώνων περιόδοις ἀφανισθείσης, οὐδὲν ἔξω τοῦ ἀγαθοῦ καταλειφθήσεται. Ἀλλὰ καὶ παρ’ ἐκείνων ὁμοφώνως ἡ ὁμολογία τῆς τοῦ
25Χριστοῦ κυριότητος ἔσται.
30 Τούτων οὕτως ἐχόντων, οὐκέτ’ ἄν τις ἡμᾶς ἀναγκάζοι τῷ τῶν καταχθονίων ὀνόματι τὸν ὑπόγειον ἐννοεῖν χῶρον· ἐπίσης τοῦ ἀέρος πανταχόθεν περικε‐ χυμένου τῇ γῇ, ὡς μηδὲν αὐτῆς μέρος γυμνὸν τῆς περι‐ βολῆς τοῦ ἀέρος καταλαμβάνεσθαι. —Γ. Ταῦτα δὲ
35διεξελθούσης τῆς διδασκάλου, μικρὸν ἐπισχὼν, Οὔπω ἱκανῶς ἔχω, φημὶ, τοῦ ζητουμένου· ἀλλ’ ἔτι μοι τοῖς εἰρημένοις ἐπιδιστάζει πως ἡ διάνοια, καὶ δέομαι πά‐ λιν ἐπαναχθῆναί μοι πρὸς τὴν αὐτὴν ἀκολουθίαν τὸν λόγον, τῶν μὲν ἤδη συμβιβασθέντων ἡμῖν ἀπαλλα‐
40γέντα. Μέτριον γὰρ οἶμαι διὰ τῶν εἰρημένων τοὺς μὴ λίαν ἀντιτύπως ἔχοντας ἐναχθήσεσθαι μὴ εἰς ἀναίρεσιν καὶ ἀνυπαρξίαν τὴν ψυχὴν μετὰ τὴν διά‐ λυσιν τῶν σωμάτων ἄγειν, μηδὲ κατασκευάζειν μη‐ δαμοῦ δύνασθαι αὐτὴν ἐν τοῖς οὖσιν εἶναι διὰ τὸ
45ἑτεροειδῶς ἔχειν πρὸς τὴν τῶν στοιχείων οὐ‐ σίαν. Κἂν μὴ συμβαίνῃ γὰρ τούτοις ἡ νοερά τε καὶ ἄϋλος φύσις, τὸ εἶναι αὐτοῖς οὐ κωλύεται, δι‐ χόθεν ἡμῖν τῆς ὑπολήψεως ταύτης βεβαιουμένης, ἔκ τε τοῦ νῦν ἐν τῇ ζωῇ ταύτῃ τὴν ψυχὴν ἐν τοῖς σώ‐

46

.

72

(50)

μασιν εἶναι, ἄλλο τι παρὰ τὸ σῶμα κατὰ τὴν οὐσίαν
ὑπάρχουσαν, καὶ ἐκ τοῦ τὴν θείαν φύσιν ἀποδεῖξαι72

46

.

73

τὸν λόγον, ἄλλο τι παντάπασιν οὖσαν τῆς αἰσθητικῆς τε καὶ ὑλικῆς οὐσίας· ὅμως δὲ ἑκάστου τῶν ὄντων διήκειν, καὶ τῇ πρὸς τὸ πᾶν ἀνακράσει συνέχειν ἐν τῷ εἶναι τὰ ὄντα, ὡς διὰ τούτων κατὰ τὸ ἀκόλουθον
5μηδὲ τὴν ψυχὴν ἔξω τῶν ὄντων οἴεσθαι ἀπὸ τῆς ἐν εἴδει θεωρουμένης ζωῆς εἰς τὸ ἀειδὲς μετα‐ στᾶσαν.
11 Ἀλλὰ πῶς, εἶπον, τῆς τῶν στοιχείων ἑνώσεως ἕτερόν τι διὰ τῆς πρὸς ἄλληλα μίξεως εἶδος ἀναλαβόντων, πρὸς ἃ τῆς ψυχῆς γέγονεν ἡ οἰκείωσις, ἐπειδὰν τῇ διαλύσει τῶν στοιχείων
15κατὰ τὸ εἰκὸς συναφανισθῇ καὶ τὸ εἶδος; Τίνι ση‐ μείῳ κατακολουθήσει ἡ ψυχὴ μετὰ τοῦ ἐγνωσμέ‐ νου μὴ παραμείναντος; —Μ. Ἡ δὲ μικρὸν ἐπισχοῦσα, Δεδόσθω μοι, φησὶ, κατ’ ἐξουσίαν πλάσαι τινὰ λόγον ἐν ὑποδείγματι, πρὸς τὴν τοῦ προκειμένου
20σαφήνειαν, κἂν ἕξω τοῦ δυνατοῦ δοκῇ τὸ λεγόμενον. Δεδόσθω γὰρ δυνατὸν εἶναι τῇ τοῦ ζωγράφου τέχνῃ, μὴ μόνον μιγνύειν ἐξ ἐναντίου τὰ χρώματα, καθὼς ἔθος ποιεῖν αὐτοῖς πρὸς τὴν τῆς μορφῆς ὁμοιότητα, ἀλλὰ καὶ διακρίνειν τὰ μεμιγμένα, καὶ τὴν κατὰ
25φύσιν πάλιν ἑκάστῳ τῶν χρωμάτων ἀποδιδόναι βα‐ φήν. Οὐκοῦν τὸ λευκὸν, καὶ τὸ μέλαν, ἢ τὸ ἐρυθρὸν, καὶ τὸ χρυσοειδὲς, ἢ εἴ τις ἄλλη βαφὴ πρὸς τὴν ὁμοιότητα τοῦ προκειμένου συγκρίνεται, εἰ πάλιν ἀποκριθείη τῆς πρὸς ἕτερον μίξεως, καὶ ἐφ’
30ἑτέρου γένοιτο, οὐδὲν ἧττον γινώσκεσθαι ὑπὸ τοῦ τεχνίτου φαμὲν αὐτὸ τὸ εἶδος τοῦ χρώματος, καὶ μὴ μίαν ἐγγίνεσθαι λήθην αὐτῷ, μήτε τοῦ ἐρυθροῦ μήτε τοῦ μέλανος, εἰ ἑτερόχρωα κατὰ τὴν τοῦ πρὸς ἄλληλα μίξιν γινόμενα, πάλιν εἰς
35τὴν κατὰ φύσιν ἐπανέλθῃ βαφήν· μεμνημένου δὲ τοῦ τρόπου τῆς πρὸς ἄλληλα τῶν χρωμάτων συγ‐ κράσεως· εἰδέναι ποῖον ἔν τινι γινόμενον οἷον ἀπειργάσατο χρῶμα, καὶ ὅπως ἐκβληθέντος ἐκ τοῦ ἀπολυθῆναι τοῦ ἑτέρου πάλιν εἰς τὸ οἰκεῖον
40ἐπανέδραμεν ἄνθος, καὶ εἰ πάλιν δέοι διὰ τῆς μίξεως τὸ ἶσον ἐργάσασθαι, ἀπονωτέρα ἔσται αὐτῷ ἡ κατα‐ σκευὴ ἐν τῇ προλαβούσῃ δημιουργίᾳ μελετηθεῖσα. Εἰ δέ τι ἀκόλουθον ἐν τῷ ὑποδείγματι, φησὶν, ὁ λόγος ἔχει, ἐξεταστέον ἤδη ἡμῖν αὐτὸ τὸ προκείμενον.
45Ἀντὶ γὰρ τῆς γραφικῆς τέχνης ἡ τῶν στοιχείων νοείσθω φύσις, ἡ δὲ μίξις τῆς ποικίλης τῶν ἑτεροχροούντων βαφῆς, καὶ πάλιν ἡ δοθεῖσα ἡμῖν καθ’ ὑπόθεσιν εἰς τὰ οἰκεῖα τούτων ἐπάνοδος, τὴν
συνδρομήν τε καὶ διάστασιν τῶν στοιχείων ὑπογρα‐74

46

.

76

φέτω. Ὥσπερ οὖν φαμεν ἐν τῷ ὑποδείγματι μὴ ἀγνοεῖν τὴν βαφὴν τοῦ χρώματος τὸν τεχνίτην, μετὰ μίξιν πάλιν εἰς τὸ οἰκεῖον ἄνθος ἐπανελ‐ θοῦσαν, ἀλλ’ ἐπιγινώσκειν τό τε ἐρυθρὸν καὶ τὸ
5μέλαν, καὶ εἴ τι ἕτερον διὰ τῆς ποιᾶς πρὸς τὸ ἑτερο‐ γενὲς κοινωνίας τὴν μορφὴν ἀπειργάσατο, οἷον μὲν ἐν τῇ μίξει, οἷον καὶ νῦν ἐστιν ἐν τῷ κατὰ τὴν φύσιν γινομένῳ· οἷον δὲ πάλιν ἔσται, εἰ ὁμοιοτρόπως αὖθις ἀλλήλοις ἀναμιχθείη τὰ
10χρώματα· οὕτως εἰδέναι τὴν ψυχὴν τῶν συνδραμόν‐ των στοιχείων πρὸς τὴν τοῦ σώματος κατασκευὴν, ᾧ ἐνεφύη, καὶ μετὰ τὴν διάλυσιν αὐτῶν τὴν φυσι‐ κὴν ἰδιότητα. Κἂν πόῤῥωθεν ἀπ’ ἀλλήλων αὐτὰ ἡ φύσις ἀφέλκῃ διὰ τὰς ἐγκειμένας ἐναντιότητας, ἕκα‐
15στον αὐτῶν τῆς πρὸς τὸ ἐναντίον ἐπιμιξίας ἀπείργουσα, οὐδὲν ἧττον παρ’ ἑκάστῳ ἔσται τῇ γνω‐ στικῇ δυνάμει τοῦ οἰκείου ἐφαπτομένη, καὶ παρα‐ μένουσα ἕως ἂν εἰς ταὐτὸ πάλιν ἡ τῶν διεστώ‐ των γένηται συνδρομὴ πρὸς τὴν τοῦ διαλυθέντος
20ἀναστοιχείωσιν, ὅπερ ἀνάστασις κυρίως καὶ ἔσται καὶ ὀνομάζεται.
24Γ. Καὶ ἐγὼ εἶπον, Ἄριστά μοι δοκεῖς κατὰ τὸ
25παρὸν συμμεμαχηκέναι τῷ λόγῳ τῆς ἀνα‐ στάσεως. Δύνασθαι γὰρ ἂν διὰ τούτων ἠρέμα προσ‐ αχθῆναι τοὺς ἀπομαχομένους τῇ πίστει, πρὸς τὸ μὴ οἴεσθαι τῶν ἀδυνάτων εἶναι πάλιν ἀλλήλοις συνελθεῖν τὰ στοιχεῖα, καὶ τὸν αὐτὸν ἀπεργάσασθαι ἄνθρωπον,
30Μ. Καί φησιν ἡ διδάσκαλος· Ἀληθὲς τοῦτο λέ‐ γεις. Ἔστι γὰρ λεγόντων ἀκούειν τῶν πρὸς τὸν λόγον τοῦτον ἐνισταμένων, ὅτι Εἰς τὸ πᾶν κατὰ τὸ συγγενὲς γινομένης τῶν στοιχείων τῆς ἀναλύσεως· τίς μηχανὴ τὸ ἐν τῷδε θερμὸν ἐν τῷ καθόλου γενό‐
35μενον συμμιγὲς, τοῦ συγγενοῦς πάλιν ἀποκρι‐ θῆναι πρὸς τὸ συστῆναι τὸν ἀπαλλασσόμενον ἄνθρωπον; Εἰ γὰρ μὴ ἀκριβῶς τὸ ἴδιον ἐπανέλθοι, ἐκ δὲ τοῦ ὁμογενοῦς ἀντὶ τοῦ ἰδιάζοντός τι παραλη‐ φθείη· ἕτερον ἀνθ’ ἑτέρου γενήσεται, καὶ οὐκ‐
40έτι ἂν εἴη τὸ τοιοῦτον ἀνάστασις, ἀλλὰ καινοῦ ἀν‐ θρώπου δημιουργία. Εἰ δὲ χρὴ τὸν αὐτὸν εἰς ἑαυτὸν πάλιν ἐπανελθεῖν, δι’ ὅλου εἶναι προσήκει τὸν αὐ‐ τὸν, ἑαυτοῖς πᾶσι τοῖς τῶν στοιχείων μέρεσι τὴν ἐξ ἀρχῆς ἐπαναλαβόντα φύσιν. —Γ. Οὐκοῦν,
45ὡς εἶπον, αὐτάρκης ἡμῖν πρὸς ταύτην τὴν ἔνστασιν ἡ τοιαύτη περὶ τῆς ψυχῆς ἂν εἴη ὑπόληψις· τὸ
οἷς ἐξ ἀρχῆς ἐνεφύη στοιχείοις τούτοις, καὶ μετὰ76

46

.

77

τὴν διάλυσιν παραμένειν, οἷον εἰ φύλακα τῶν οἰ‐ κείων καθισταμένην, καὶ ἐν τῇ ἀνακράσει τῇ πρὸς τὸ ὁμόφυλον οὐ διαφιεῖσαν τὸ ἴδιον ἐν τῷ λεπτῷ τε καὶ εὐκινήτῳ τῆς νοερᾶς δυνάμεως, οὐδε‐
5μίαν ἐν τῇ λεπτομερίᾳ τῶν στοιχείων ὑπομένουσαν πλάνην· ἀλλὰ συνδιαλύεσθαι τοῖς ἰδίοις καταμι‐ γνυμένοις πρὸς τὸ ὁμόφυλον, καὶ μὴ ἀτονεῖν συνδιεξιοῦσαν αὐτοῖς, ὅταν πρὸς τὸ πᾶν ἀναχέων‐ ται, ἀλλ’ ἐν αὐτῷ ἀεὶ μένειν ὅποιπερ
10αὐτὰ, καὶ ὅπως παρασκευάσῃ ἡ φύσις.
13 Εἰ δὲ γένοιτο πάλιν παρὰ τῆς τὸ πᾶν οἰκονομούσης δυνάμεως τοῖς διαλυθεῖσι πρὸς τὴν συνδρομὴν τὸ ἐν‐
15δόσιμον· τότε καθάπερ εἰ μιᾶς ἀρχῆς ἐξαφθεῖεν σχοῖνοι διάφοροι, ὁμοῦ καὶ κατ’ αὐτὸν αἱ πᾶσαι τῷ ἐφελκομένῳ συνέπονται· οὕτως ἐν μιᾷ τῇ τῆς ψυχῆς δυνάμει, τῆς τῶν στοιχείων διαφορᾶς ἑλκο‐ μένης, ἀθρόως ἐν τῇ συνδρομῇ τῶν οἰκείων, ἡ τοῦ
20σώματος ἡμῶν σειρὰ διὰ τῆς ψυχῆς συμπλακήσεται, καταλλήλως ἑκάστου πάλιν πρὸς τὸ ἀρχαῖον καὶ σύνηθες πλακουμένου, καὶ περιπτυσσομένου τὸ γνώριμον—Μ. Ἀλλὰ καὶ τοῦτο τὸ ὑπόδειγμα, φησὶν ἡ διδάσκαλος, εἰκότως ἂν προστεθείη τοῖς
25ἐξητασμένοις εἰς ἀπόδειξιν τοῦ μὴ πολλὴν εἶναι τῇ ψυχῇ τὴν διδασκαλίαν ἐν τοῖς στοιχείοις δια‐ κρίνειν τοῦ ἀλλοτρίου τὸ ἴδιον. Προκείσθω γὰρ τῷ κεραμεύοντι πηλὸς καθ’ ὑπόθεσιν, πολὺς δὲ οὗτος εἶναι δεδόσθω, οὗ τὸ μέν τοι πρὸς τὴν τῶν
30σκευῶν ἀπεργασίαν ἤδη τετύπωται, τὸ δὲ μέλ‐ λον. Τὰ δὲ σκεύη πάντα μὴ ὁμοειδῶς ἀλλή‐ λοις διεσχηματίσθω, ἀλλὰ τὸ μὲν πίθος, τὸ δὲ ἀμφο‐ ρεὺς, ἕτερον δὲ πινάκιον, ἢ τριβλίον, ἢ ἄλλο τι τῶν κατὰ τὴν χρῆσιν ἐπιτηδείων ἔστω, ταῦτα δὲ πάντα
35μὴ εἷς κεκτήσθω, ἀλλ’ ἴδιον ἑκάστου δεσπότου, ὑποκείσθω τῷ λόγῳ.
39Οὐκοῦν ἕως ἂν συνεστήκει, ταῦτα φανερά τε
40τοῖς ἔχουσι γίνεται· κἂν συντριβείη πάλιν, οὐδὲν ἧττον γνώριμα ἀπὸ τῶν συντριμμάτων τοῖς κεκτημένοις ἔσται, τὸ μὲν τὸ ἐκ τοῦ πίθου, ποῖον δὲ τὸ ἐκ τοῦ ποτηρίου τρύφος ἐστίν. Εἰ δὲ καὶ πρὸς τὸν ἀκατέργαστον καταμι‐
45χθείη πηλὸν, πολὺ μᾶλλον ἀπλανὴς ἡ διάγνωσις τῶν
ἤδη κατειργασμένων ἀπ’ ἐκείνου γίνεται. Οὕτως οἷόν78

46

.

80

τι σκεῦος, ὁ καθ’ ἕκαστόν ἐστιν ἄνθρωπος, ἐκ τῆς συνδρομῆς τῶν στοιχείων ἀπὸ τῆς κοινῆς ὕλης ἀνα‐ τετυπωμένος, ἐν ἰδιάζοντι πάντως τῷ σχήματι πολλὴν πρὸς τὸ ὁμογενὲς τὴν διαφορὰν ἔχων. Οὗ
5διαλυθέντος οὐδὲν ἧττον καὶ ἀπὸ τῶν λειψάνων ἡ κεκτημένη τὸ σκεῦος ψυχὴ τὸ οἰκεῖον ἐπιγινώσκει, οὔτε ἐν τῇ κοινωνίᾳ τῶν συντριμμάτων, οὔτε εἰ πρὸς τὸ ἀκατέργαστον τῆς τῶν στοιχείων ὕλης κατα‐ μιχθείη, τοῦ οἰκείου ἀφισταμένη, ἀλλ’ ἀεὶ ἐπιστα‐
10μένη τὸ ἴδιον, οἷόν τε συνεστὼς ἐν τῷ σχήματι ἦν, καὶ μετὰ τὴν διάλυσιν ἐκ τῶν ἀπομεινάντων σημείων τοῖς λειψάνοις οὐ πλανωμένη περὶ τὸ ἴδιον. —Γ. Ἐπιδεξάμενος δὲ τὰ εἰρημένα ὡς προσφυῶς τε καὶ οἰκείως πρὸς τὸν προκείμενον εὑρεθέντα σκοπὸν,
15Ταῦτα μὲν οὕτως, εἶπον, λέγεσθαί τε καὶ πιστεύεσθαι καλῶς ἔχει· εἰ δέ τις τὸ ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου περὶ τῶν ἐν ᾅδου διήγημα πρὸς τὰ εἰρημένα προσ‐ φέροι, ὡς οὐ συμβαῖνον τοῖς ἐξητασμένοις, πῶς χρὴ παρασκευάσασθαι πρὸς τὴν ἀπόκρισιν;
22 Μ. Ἡ διδάσκαλος δὲ, Σωματικώτερον μὲν, φησὶν, ὁ λόγος ἐκτίθεται τὸ διήγημα, πολλὰς δὲ κατασπείρει τὰς ἀφορμὰς, δι’ ὧν εἰς λεπτοτέραν θεωρίαν ἐκκα‐
25λεῖται τὸν ἐξεταστὴν ἐπαΐοντα. Ὁ γὰρ χά‐ σματι μεγάλῳ διείργων τὸ κακὸν ἐκ τοῦ κρείτ‐ τονος, σταγόνος τέ τινος δακτύλῳ κομιζομένης ἐπιδεᾶ ποιήσας τὸν ὀδυνώμενον, καὶ πατριάρχου κόλπον τῷ διὰ τῆς ζωῆς ταύτης κεκακωμένῳ ὑποθεὶς
30ἀνάπαυσιν, πρὸ τούτων δὲ καὶ τὸ τεθνᾶναι αὐ‐ τοὺς, καὶ ταφῇ δοθῆναι διηγησάμενος, οὐ μικρῶς ἀφίστησι τῆς κατὰ πρόχειρον διανοίας τὸν μὴ ἀσυνέτως τοῖς λεγομένοις ἑπόμενον. Ποίους γὰρ ὀφθαλμοὺς ἐπαίρει ἐν τῷ ᾅδῃ ὁ πλούσιος, τοὺς τῆς
35σαρκὸς ἐναφεὶς τῷ τάφῳ; Πῶς δὲ φλογὸς ᾐσθάνετο τὸ ἀσώματον; Ποίαν δὲ γλῶσσαν κατα‐ ψυχθῆναι διὰ τῆς σταγόνος ἐπιθυμεῖ, τῆς σαρκίνης αὐτῷ μὴ παρούσης; Τίς δὲ ὁ διακομίζων αὐτῷ τὴν ῥανίδα δάκτυλος; Αὐτὸς δὲ ὁ κόλπος τῆς ἀναπαύσεως,
40τίς; Τῶν γὰρ σωμάτων ἐν τάφοις ὄντων, τῆς δὲ ψυχῆς οὔτε ἐν σώματι οὔσης, οὔτε ἐκ μερῶν συν‐ εστώσης, ἄπορον ἂν εἴη τὴν τοῦ διηγήματος διασκευὴν κατὰ τὸ προχείρως νοούμενον ἐφαρμόσαι τῇ ἀληθείᾳ, εἰ μή τις μεταλάβῃ τὰ καθ’ ἕκαστον εἰς νοητὴν
45θεωρίαν· ὥστε χάσμα τὸ διεῖργον τῶν ἀμίκτων τὴν κοινωνίαν, μὴ γῆς διάστασιν οἴεσθαι· τῷ γὰρ ἀσω‐ μάτῳ καὶ νοερῷ, τίς πόνος διαπτῆναι τὸ χάσμα, καὶ εἰ μήκιστον ἦν; Διότι τὸ νοερὸν τῇ φύσει, ἐν ᾧπερ
ἂν ἐθέλῃ ἀχρόνως γίνεται. —Γ. Τί οὖν ἂν εἴη, φημὶ,80

46

.

81

τὸ πῦρ, ἢ τὸ χάσμα, ἢ τὰ λοιπὰ τῶν εἰρημένων, ἢ μὴ ἃ λέγεται; —Μ. Ἐμοὶ δοκεῖ, φησὶ, δό‐ γματά τινα περὶ τῶν κατὰ ψυχὴν ζητουμένων δι’ ἑκάστου τούτων ὑποσημαίνειν τὸ Εὐαγγέλιον. Προει‐
5πὼν γὰρ πρὸς τὸν πλούσιον ὁ πατριάρχης, ὅτι Ἀπέσχες τῷ διὰ σαρκὸς βίῳ τῶν ἀγαθῶν τὴν μοῖ‐ ραν, καὶ περὶ τοῦ πτωχοῦ τὸ ἶσον εἰπὼν, ὅτι Καὶ οὗτος ἀπέπλησε παρὰ τὸν βίον τῆς τῶν κακῶν μετου‐ σίας λειτουργίας· εἶθ’ οὕτως ἐπαγαγὼν περὶ τοῦ
10χάσματος, ὡς ἀπ’ ἀλλήλων διατειχίζονται, μέγα τι διὰ τούτων ἔοικεν ὑποδεικνύειν τῷ λόγω.
18 Τὸ δὲ δόγμα, κατά γε τὸν ἐμὸν λόγον, τοιοῦτόν ἐστι· Μονοειδὲς ἦν ἡ τῶν ἀνθρώπων ζωὴ,
20μονοειδὲς δὲ λέγω τὴν ἐν μόνῳ τῷ ἀγαθῷ ὁρωμένην, καὶ πρὸς τὸ κακὸν ἀνεπίμικτον. Τὸν δὲ τοιοῦτον λόγον ὁ πρῶτος τοῦ Θεοῦ νόμος μαρτυ‐ ρεῖται, ὁ τοῦ παντὸς μὲν δοὺς τῶν ἐν τῷ παρα‐ δείσῳ καλῶν ἄφθονον τῷ ἀνθρώπῳ τὴν μετουσίαν,
25ἀπείργων δὲ μόνου ἐκείνου ᾧ σύμμικτος ἦν ἐκ τῶν ἐναντίων ἡ φύσις, τοῦ κακοῦ πρὸς τὸ καλὸν συγκε‐ κραμένου, θάνατον ἐπιθεὶς τῷ παρανομήσαντι τὴν ζημίαν. Ἀλλ’ ἑκουσίως ὁ ἄνθρωπος ἐν τῷ αὐτεξου‐ σίῳ κινήματι καταλιπὼν τὴν ἀμιγῆ τοῦ χείρονος
30μοῖραν, τὴν ἐκ τῶν ἐναντίων σύγκρατον ζωὴν ἐπ‐ εσπάσατο. Οὐ μὴν ἀφῆκεν ἡ θεία προμήθεια τὴν ἀβουλίαν ἡμῶν ἀδιόρθωτον. Ἀλλ’ ἐπειδὴ τοῖς παρα‐ βεβηκόσι τὸν νόμον ὁ κριθεὶς ἐπ’ αὐτῷ θάνατος ἀναγκαίως ἐπηκολούθησε, διχῆ μερίσας τὴν ἀνθρω‐
35πίνην ζωὴν, εἴς τε τὴν διὰ σαρκὸς ταύτην, καὶ εἰς τὴν ἔξω τοῦ σώματος μετὰ ταύτην, οὐ κατὰ τὸ ἶσον μέτρον τοῦ διαστήματος, ἀλλὰ τὴν μὲν βραχυτάτῳ τινὶ τῷ χρονικῷ περιγράψας ὅρῳ· τὴν δὲ παρατεί‐ νας εἰς τὸ ἀΐδιον, ἐξουσίαν ἔδωκεν ὑπὸ φιλαν‐
40θρωπίας, ἐν ᾧ τις βούλεται, τούτων ἑκάτερον ἔχειν (τό τε ἀγαθὸν λέγω καὶ τὸ κακὸν), ἢ κατὰ τὸν βραχὺν τοῦτον καὶ ὠκύμορον βίον, ἢ κατὰ τοὺς ἀτελευτήτους ἐκείνους αἰῶνας, ὧν πέρας ἡ ἀπειρία ἐστίν. Ὁμω‐ νύμως δὲ λεγομένου τοῦ τε ἀγαθοῦ καὶ τοῦ κακοῦ,
45καὶ ἑκατέρου τούτων πρὸς διπλῆν ἔννοιαν μερι‐ ζομένου (πρὸς νοῦν τε λέγω καὶ αἴσθησιν), καὶ τῶν μὲν τοῦτο ἐν ἀγαθοῦ μοίρᾳ κρινόντων ὅπερ ἂν ἡδὺ τῇ αἰσθήσει δόξῃ· τῶν δὲ μόνον τὸ κατὰ διάνοιαν θεωρούμενον πεπιστευκότων ἀγαθὸν εἶναι καὶ ὀνο‐

46

.

81

(50)

μάζεσθαι. Οἷς μὲν ἀγύμναστός ἐστιν ὁ λογισμὸς, καὶ82

46

.

84

τοῦ βελτίονος ἀνεπίσκεπτος, οὗτοι ὑπὸ λαιμαργίαν ἐν τῷ σαρκίνῳ βίῳ τὴν χρεωστουμένην τῇ φύσει τοῦ ἀγαθοῦ μοῖραν προαναλίσκουσιν, οὐδὲν τῷ μετὰ ταῦτα βίῳ ταμιευόμενοι· οἱ δὲ λογισμῷ διακριτικῷ
5τε καὶ σώφρονι τὴν ἑαυτῶν οἰκονομοῦντες ζωὴν, ἐν τῷ βραχεῖ τούτῳ βίῳ, διὰ τῶν τὴν αἴσθησιν λυπούν‐ των ἀνιαθέντες, τῷ ἐφεξῆς αἰῶνι τὸ ἀγαθὸν ταμιεύον‐ ται, ὥστε αὐτοῖς τῇ ἀϊδίῳ ζωῇ τὴν κρείττω λῆξιν συμπαρατείνεσθαι.
15 Τοῦτο οὖν ἐστιν, ὥς γε ὁ ἐμὸς λόγος, τὸ χάσμα, ὃ οὐχὶ γῆς διασχούσης γίνεται, ἀλλ’ ἡ παρὰ τὸν βίον κρίσις πρὸς τὰς ἐναντίας προαιρέσεις διασχι‐ σθεῖσα ποιεῖ. Ὁ γὰρ ἅπαξ τὸ ἡδὺ κατὰ τὸν βίον τοῦτον ἑλκόμενος, καὶ μὴ θεραπεύσας ἐκ με‐
20ταμελείας τὴν ἀβουλίαν, ἄβατον ἑαυτῷ μετὰ ταῦτα τὴν τῶν ἀγαθῶν χώραν ἐργάζεται, τὴν ἀδιάβα‐ τον ταύτην ἀνάγκην, καθάπερ τι βάραθρον ἀχανές τε καὶ ἀπαρόδευτον καθ’ ἑαυτοῦ διορύξας. Διό μοι δοκεῖ καὶ τὴν ἀγαθὴν τῆς ψυχῆς κατάστασιν, ἐν ᾗ
25τὸν τῆς ὑπομονῆς ἀθλητὴν ἀναπαύει ὁ λόγος, κόλπον τοῦ Ἀβραὰμ ὀνομάσαι. Πρῶτος γὰρ οὗτος ὁ πα‐ τριάρχης τῶν πώποτε γεγονότων ἱστόρηται τὴν ἐλπίδα τῶν μελλόντων τῆς ἀπολαύσεως τῶν παρόν‐ των ἀνταλλαξάμενος, ὅς γε πάντων γυμνωθεὶς, ἐν
30οἷς ἦν αὐτῷ καταρχὰς ἡ ζωὴ, ἐν ἀλλοτρίοις εἶχε τὴν δίαιταν, διὰ τῆς παρούσης κακοπαθείας, τὴν ἐλπι‐ ζομένην εὐκληρίαν ἐμπορευόμενος. Ὥσπερ οὖν τὴν ποιὰν τοῦ πελάγους περιγραφὴν ἐκ καταχρήσεώς τινος ὀνομάζομεν κόλπον, οὕτω δοκεῖ τῶν ἀμε‐
35τρήτων ἐκείνων ἀγαθῶν τὴν ἔνδειξιν ὁ λόγος τῷ τοῦ κόλπου διασημαίνειν ὀνόματι, ᾧ πάντες οἱ δι’ ἀρετῆς τὸν παρόντα διαπλέοντες βίον, ὅταν ἐντεῦθεν ἀπαί‐ ρωσιν, ὥσπερ ἐν ἀκατακλύστῳ λιμένι τῷ ἀγαθῷ κόλπῳ τὰς ψυχὰς ἐνορμίζονται, τοῖς δὲ
40λοιποῖς ἡ τῶν φαινομένων αὐτοῖς ἀγαθῶν στέρησις φλὸξ γίνεται τὴν ψυχὴν διασμύχουσα, ῥανίδος τι‐ νὸς ἐκ τοῦ πελάγους τῶν τοὺς ὁσίους περικλυζόντων ἀγαθῶν εἰς παραμυθίαν προσδεομένη, καὶ οὐ τυγχά‐ νουσα. Γλῶσσαν δὲ καὶ ὀφθαλμὸν, καὶ δάκτυλον, καὶ
45τὰ λοιπὰ τῶν σωματικῶν ὀνομάτων ἐν τῷ διαλόγῳ τῶν ἀσωμάτων βλέπων, τὸν καταστοχασμὸν, ἡμῖν ἤδη νοηθέντι περὶ ψυχῆς λόγῳ συμφώνως ἔχειν ὁμολογήσεις, ἐπισκεψάμενος τῶν ῥητῶν τὴν διάνοιαν. Ὥσπερ γὰρ ὅλου τοῦ σώματος ἡ

46

.

84

(50)

τῶν στοιχείων συνδρομὴ ποιεῖ τὴν οὐσίαν, οὕτως
εἰκὸς καὶ τῶν ἐν τῷ σώματι μερῶν ἐκ τῆς αὐτῆς84

46

.

85

αἰτίας συμπληροῦσθαι τὴν φύσιν. Εἰ οὖν πάρ‐ εστιν ἡ ψυχὴ τοῖς ἐκ τοῦ σώματος στοιχείοις πρὸς τὸ πᾶν ἀναμιχθεῖσιν, οὐ μόνον τὸ πλήρωμα τῶν εἰς ὅλον τὸ σύγκριμα συνδεδραμηκότων γνωρίσει,
5καὶ ἐν αὐτοῖς ἔσται· ἀλλ’ οὐ τὴν ἰδιάζουσαν ἑκάστου τῶν μερῶν σύστασιν ἀγνοήσει, διὰ ποίων τῶν ἐν τοῖς στοιχείοις μορίων ἀποτελεσθῇ τὰ ἐν ἡμῖν μέλη.
12 Τὴν οὖν ἐν παντὶ οὖσαν τῷ τῶν στοιχείων πληρώματι, καὶ ἐν τοῖς καθ’ ἕκαστον εἶναι, οὐδὲν ἔξω τοῦ εἰκότος ἐστίν· καὶ οὕτω πρὸς τὰ στοιχεῖά
15τις βλέπων, οἷς ἐνυπάρχει τῇ δυνάμει τὰ καθ’ ἕκα‐ στον μέλη τοῦ σώματος, δάκτυλόν τε περὶ αὐτὴν εἶναι καὶ ὀφθαλμὸν καὶ γλῶσσαν, καὶ τὰ ἄλλα πάντα μετὰ τὴν διάλυσιν τοῦ συγκρίματος τὴν Γραφὴν λέ‐ γειν ὑπονοῶν, τοῦ εἰκότος οὐχ ἁμαρτήσεται. Εἰ οὖν
20τὰ καθ’ ἕκαστον ἀπάγει τὸν νοῦν τῆς σωματικῆς περὶ τοῦ διηγήματος ὑπολήψεως, εἰκὸς δήπου καὶ τὸν μνημονευθέντα νῦν ᾅδην μὴ τόπον τινὰ οὕτως ὀνομαζόμενον οἴεσθαι, ἀλλά τινα κατάστασιν ζωῆς ἀειδῆ καὶ ἀσώματον, ᾗ τὴν ψυχὴν ἐμβιοτεύειν παρὰ
25τῆς Γραφῆς ἐκδιδασκόμεθα. Ἀλλὰ καὶ ἕτερον ἐν τῷ κατὰ τὸν πλούσιον καὶ πτωχὸν διηγήματι δόγμα μανθάνομεν, ὃ πολλὴν ἔχει πρὸς τὰ ἐξη‐ τασμένα τὴν οἰκειότητα. Ἐποίησεν ἐκεῖνον τὸν ἐμ‐ παθῆ καὶ φιλόσαρκον, ἐπειδὴ τὸ ἄφυκτον εἶδε τῆς
30παρ’ ἑαυτοῦ συμφορᾶς, φροντίδα τῶν ὑπὲρ γῆς αὐτῷ κατὰ τὸ γένος προσεκτῶν ἔχειν, καὶ τοῦ Ἀβραὰμ εἰπόντος μὴ ἀπρονόητον εἶναι τῶν ἐν σαρκὶ ζώντων βίον, ἀλλὰ κατ’ ἐξουσίαν προκεῖσθαι αὐτοῖς τὴν ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν χειρ‐
35αγωγίαν· ἔτι παραμένειν προσλιπαροῦντα τὸν δί‐ καιον, ὅπως ἂν ἐκ τοῦ παραδόξου πιθανὸν αὐ‐ τοῖς τὸ κήρυγμα γένοιτο, ὑπό τινος ἐκ τῶν νεκρῶν ἀναβεβιωκότος καταγγελλόμενον.
42 Γ. Τί οὖν, εἶπον, ἐν τούτοις ἐστὶ τὸ δόγμα; —Μ. Ἐπειδὴ, φησὶ, τοῦ μὲν Λαζάρου πρὸς τοῖς πα‐ ροῦσιν ἄσχολός ἐστιν ἡ ψυχὴ, καὶ πρὸς οὐδὲν τῶν κα‐
45ταλειφθέντων ἑαυτὴν ἐπιστρέφει, ὁ δὲ πλούσιος οἱο‐ νεὶ ἰξῷ τινι τῇ σαρκίνῃ ζωῇ καὶ μετὰ θάνατον ἔτι προσίσχεται, ἣν οὐδὲ παυσάμενος τοῦ ζῇν κα‐ θαρῶς ἀπεδύσατο, ἀλλ’ ἔτι αὐτῷ διὰ φροντίδος ἐστὶν ἡ σὰρξ καὶ τὸ αἷμα (δι’ ὧν γὰρ τοὺς κοινωνοῦντας

46

.

85

(50)

αὐτῷ τοῦ γένους ἐξαιρεθῆναι τῶν κακῶν δεῖται, δῆ‐
λός ἐστι μήπω τῆς σαρκικῆς ἐκλυθεὶς προσπα‐86

46

.

88

θείας), ἐκ τούτων, φησὶ, τῶν διηγημάτων οἰόμεθα τοῦτο δογματίζειν τὸν Κύριον, τὸ δεῖν ὅτι μά‐ λιστα τοὺς ἐν σαρκὶ βιοτεύοντας, διὰ τῆς κατὰ ἀρε‐ τὴν ζωῆς, χωρίζεσθαί πως καὶ ἀπολύεσθαι τῆς πρὸς
5αὐτὴν σχέσεως, ἵνα μετὰ τὸν θάνατον μὴ πάλιν ἄλ‐ λου θανάτου δεώμεθα, τὰ λείψανα τῆς σαρκώ‐ δους κόλλης ἀποκαθαίροντος· ἀλλὰ καθάπερ δεσμῶν τὴν ψυχὴν περιῤῥαγέντων, κοῦφος αὐτῇ καὶ ἄνετος ὁ πρὸς τὸ ἀγαθὸν γένηται δρόμος, οὐδε‐
10μιᾶς αὐτὸν σωματικῆς ἀλγηδόνος πρὸς ἑαυτὴν ἀφελκούσης. Ὡς εἴ τις ὅλος δι’ ὅλων ἀποσαρκωθείη τῇ διανοίᾳ, πᾶσαν ψυχῆς κίνησίν τε καὶ ἐνέργειαν ἐν τοῖς θελήμασι τῆς σαρκὸς ἀσχο‐ λῶν, ὁ τοιοῦτος οὐδὲ τῆς σαρκὸς ἔξω γενόμενος τῶν
15κατ’ αὐτὴν παθημάτων χωρίζεται, καθάπερ οἱ ἐπὶ πλέον ἐνδιατρίψαντες τοῖς δυσωδεστέροις τῶν τόπων, οὐδὲ εἰ πρὸς τὸν εὔπνουν ἀέρα μετέλθοιεν καθαρεύουσι τῆς ἀηδείας, ἢν διὰ τῆς χρονιωτέρας ἐν αὐτῇ διαγωγῆς ἀναμίξαντο· οὕτως οὐδὲ πρὸς
20τὸν ἀηδῆ καὶ ἄβλεπτον βίον τῆς μεταβολῆς γενομένης, δυνατὸν ἂν εἴη τοὺς φιλοσάρκους μὴ ἀφέλκεσθαί τι πάντως τῆς σαρκικῆς δυσ‐ ωδίας, δι’ ὧν πλέον αὐτοῖς ἡ ὀδύνη βαρύνεται, ὑλωδεστέρας ἐκ τοιαύτης περιστάσεως τῆς ψυ‐
25χῆς γινομένης. Δοκεῖ δέ πως πρὸς τοιαύτην ὑπόληψιν συνᾴδειν ὃ παρά τινων λέγεται, πολ‐ λάκις ὁρᾶσθαι τὰς περὶ τῶν σωμάτων θέσεις, σκιοειδῆ τινα τῶν κατοιχομένων φαντάσματα. Εἰ γὰρ τοῖόν τι γίνεται, οὕτως ἐλέγχεται τῆς ψυχῆς
30ἡ πέρα τοῦ δέοντος γινομένη νῦν πρὸς τὸν σαρ‐ κώδη βίον προσπάθεια, ὡς μηδὲ ἐξωσθεῖσαν τῆς σαρκὸς καθαρῶς αὐτὴν ἐθέλειν ἀφίπτασθαι, μηδὲ συγχωρεῖν τὴν παντελῆ γίνεσθαι πρὸς τὸ ἀειδὲς τοῦ σχήματος μεταποίησιν, ἀλλὰ παραμένειν
35ἔτι τῷ εἴδει μετὰ τὸ λυθῆναι τὸ εἶδος, καὶ ἔξω γε‐ νομένην ἤδη τούτου πόθῳ τοῖς τῆς ὕλης ἐπιπλανᾶσθαι τόποις, καὶ περὶ αὐτοὺς ἀναστρέφεσθαι.
40 Γ. Ἐγὼ δὲ μικρὸν ἐπισχὼν καὶ ἀναλαβὼν τὴν τῶν εἰρημένων διάνοιαν, Δοκεῖ μοι, εἶπον, τοῖς περὶ πα‐ θῶν προεξητασμένοις ἀνακύπτειν ἐκ τῶν εἰρη‐ μένων τις ἐναντίωσις. Εἰ γὰρ ἐκ τῆς πρὸς τὰ ἄλογα συγγενείας ἐνομίσθη τὰ τοιαῦτα τῆς ψυχῆς ἐν ἡμῖν
45ἐνεργεῖσθαι κινήματα, ὅσα προσλαβὼν ὁ λόγος
ἀπηριθμήσατο, θυμόν τε καὶ φόβον, καὶ ἡδονὴν καὶ88

46

.

89

ἐπιθυμίαν, καὶ τὰ τοιαῦτα· εἴρηται δὲ τὴν μὲν ἀγα‐ θὴν τῶν τοιούτων χρῆσιν ἀρετὴν εἶναι, διὰ δὲ τῆς ἐσφαλμένης τὴν κακίαν γίνεσθαι· προσέθηκε δὲ ὁ λόγος ἑκάστου τε τῶν ἄλλων τὴν πρὸς τὸν κατ’
5ἀρετὴν βίον συνεισφορὰν, ὅτι δι’ ἐπιθυμίαν πρὸς τὸν Θεὸν ἀναγόμεθα, οἷόν τινα σειρὰν κάτωθεν πρὸς αὐτὸν ἀνελκόμενοι, δοκεῖ πως, ἔφην, ἐναντιοῦσθαι πρὸς τὸν σκοπὸν ὁ λόγος. —Μ. Πῶς τοῦτον λέγεις; φησίν. —Γ. Ὅτι τοι, εἶπον, τῆς
10ἀλόγου πάσης κινήσεως μετὰ τὴν κάθαρσιν ἐν ἡμῖν ἀποσβεσθείσης, οὐδὲ τὸ ἐπιθυμητικὸν πάντως ἔσται· τούτου δὲ μὴ ὄντος οὐδ’ ἂν ἡ τοῦ κρείττονος ἔφεσις εἴη, μηδενὸς ὑπολειφθέντος τῇ ψυχῇ τοιούτου κινήμα‐ τος, τοῦ πρὸς τὴν ὄρεξιν τῶν ἀγαθῶν ἐπεγείρον‐
15τος. —Μ. Ἀλλὰ πρὸς τοῦτο, φησὶν, ἐκεῖνό φαμεν, ὅτι τὸ θεωρητικόν τε καὶ διακριτικὸν ἴδιόν ἐστι τοῦ θεοειδοῦς τῆς ψυχῆς, ἐπεὶ καὶ τὸ Θεῖον ἐν τούτοις κα‐ ταλαμβάνομεν. Εἰ τοίνυν εἴτε ἐκ τῆς νῦν ἐπιμελείας, εἴτε ἐκ τῆς μετὰ ταῦτα καθάρσεως ἐλευθέρα
20γένοιτο ἡμῖν ἡ ψυχὴ τῆς πρὸς τὰ ἄλογα τῶν παθῶν συμφυΐας, οὐδὲν πρὸς τὴν τοῦ καλοῦ θεωρίαν ἐν‐ αποδισθήσεται. Τὸ γὰρ καλὸν ἑλκτικόν πως κατὰ τὴν ἑαυτοῦ φύσιν παντὸς τοῦ πρὸς ἐκεῖνο βλέποντος. Εἰ οὖν πάσης κακίας ἡ ψυχὴ καθαρεύ‐
25σειεν, ἐν τῷ καλῷ πάντως ἔσται. Καλὸν δὲ τῇ ἑαυ‐ τοῦ φύσει τὸ Θεῖον πρὸς ὃ διὰ τῆς καθαρότητος τὴν συνάφειαν ἕξει τῷ οἰκείῳ συναπτομένη.
31 Εἰ οὖν τοῦτο γένοιτο, οὐκέτι ἔσται χρεία τῆς κατ’ ἐπιθυμίαν κινήσεως, ἣ πρὸς τὸ καλὸν ἡγεμο‐ νεύσει. Ὁ γὰρ ἐν σκότει τὴν διαγωγὴν ἔχων, οὗτος ἐν ἐπιθυμίᾳ τοῦ φωτὸς ἔσται· εἰ δὲ ἐν τῷ φωτὶ
35γένοιτο, τὴν ἐπιθυμίαν ἐκδέξεται ἡ ἀπόλαυσις, ἡ δὲ ἐξουσία τῆς ἀπολαύσεως ἀργὴν καὶ ἕωλον τὴν ἐπιθυ‐ μίαν ἐργάζεται. Οὐκοῦν οὐδεμία τις ἔσται διὰ τούτων ζημία πρὸς τὴν τοῦ ἀγαθοῦ μετουσίαν, εἰ τοιού‐ των ἡ ψυχὴ κινημάτων ἐλευθέρα γένοιτο, πρὸς
40ἑαυτὴν πάλιν ἐπανελθοῦσα, καὶ ἑαυτὴν ἀκριβῶς εἰ‐ δοῦσα, οἵα τῇ φύσει ἐστὶ, καὶ οἷον ἐν κατόπτρῳ καὶ εἰκόνι διὰ τοῦ· οἰκείου κάλλους πρὸς τὸ ἀρχέτυπον βλέπουσα. Ἀληθῶς γὰρ ἐν τούτῳ ἔστιν εἰπεῖν τὴν
ἀκριβῆ πρὸς τὸ Θεῖον εἶναι ὁμοίωσιν, ἐν τῷ μιμεῖ‐90

46

.

92

σθαί πως τὴν ἡμετέραν ζωὴν τὴν ὑπερκειμένην οὐσίαν. Ἡ γὰρ ὑπεράνω παντὸς νοήματος φύσις πόῤῥω τῶν ἐν ἡμῖν θεωρουμένων ἀφιδρυμένη, ἄλλῳ τινὶ τρόπῳ τὴν ἰδίαν ἐξοδεύει ζωὴν, καὶ οὐ καθὼς
5ἡμεῖς νῦν ἐν τῷ ζῇν ἐσμεν. Ἄνθρωποι μὲν γὰρ, διὰ τὸ ἀεὶ πάντως ἐν κινήσει τὴν φύσιν εἶναι, καθάπερ ἂν ἡ ὁρμὴ τῆς προαιρέσεως γένηται, κατ’ ἐκεῖνο φερόμεθα, οὐχ ὁμοίως τῆς ψυχῆς κατὰ τὸ ἔμπροσθεν αὐτῆς, ὡς ἂν εἴποι τις, καὶ τὸ
10ὀπίσω διακειμένης. Ἐλπὶς μὲν γὰρ καθηγεῖται τῆς ἐπὶ τὸ πρόσω κινήσεως, μνήμη δὲ δέχεται πρὸς τὴν ἐλπίδα προϊοῦσαν τὴν κίνησιν· ἀλλ’ εἰ μὲν πρὸς τὸ φύσει καλὸν ἡ ἐλπὶς τὴν ψυχὴν ἄγοι, φαιδρὸν ἐν‐ σημαίνεται τῇ μνήμῃ τὸ ἴχνος ἡ τῆς προαιρέσεως
15κίνησις· εἰ δὲ διαψευσθείη τοῦ κρείττονος, εἰδώλῳ τινὶ καλοῦ, παρασοφισαμένης τὴν ψυχὴν τῆς ἐλπίδος, ἡ ἐπακολουθοῦσα τοῖς γινομένοις μνήμη αἰσχύνη γίνεται. Καὶ ἐμφύλως οὗτος ὁ πόλε‐ μος ἐν τῇ ψυχῇ συνίσταται, μαχομένης τῇ ἐλπίδι
20τῆς μνήμης, ὡς κακῶς καθηγησαμένης τῆς προαι‐ ρέσεως. Τοιοῦτον γάρ τινα νοῦν ἑρμηνεύει σαφῶς τὸ κατ’ αἰσχύνην πάθος, ὅταν δάκνηται πρὸς τὸ ἀποβὰν ἡ ψυχὴ, οἷόν τινι μάστιγι τῇ μεταμελείᾳ καθ‐ απτομένη τῆς ἀβουλήτου ὁρμῆς, καὶ εἰς συμμαχίαν
25κατὰ τοῦ λυποῦντος ἐφελκομένη τὴν λήθην.
29Ἀλλ’ ἡμῖν μὲν, διὰ τὸ πτωχὴν εἶναι τοῦ κα‐
30λοῦ, ἡ φύσις ἀεὶ πρὸς τὸ ἐνδέον ἴεται, καὶ ἡ τοῦ λείποντος ἔφεσις αὕτη ἐστὶν ἡ ἐπιθυμητικὴ τῆς φύσεως ἡμῶν διάθεσις, ἤτοι σφαλλομένη δι’ ἀκρισίαν τοῦ ὄντος καλοῦ, ἢ καὶ τυγχάνουσα οὗ τυχεῖν ἀγαθόν. Ἡ δὲ ὑπερέχουσα πᾶσαν ἀγαθὴν ἔννοιαν
35φύσις, καὶ πάσης ὑπερκειμένη δυνάμεως, ἅτε μηδε‐ νὸς ἐνδεῶς ἔχουσα τῶν πρὸς τὸ ἀγαθὸν νοουμένων,
αὕτη τῶν ἀγαθῶν οὖσα τὸ πλήρωμα, οὐδὲ κατὰ92

46

.

93

μετοχὴν καλοῦ τινος ἐν τῷ καλῷ κινουμένη, ἀλλ’ αὐτὴ οὖσα ἡ τοῦ καλοῦ φύσις, ὅ τί ποτε καὶ εἶναι τὸ καλὸν ὁ νοῦς ὑποτίθεται, οὔτε τὴν ἐλπιστικὴν κίνησιν ἐν ἑαυτῇ δέχεται. Πρὸς γὰρ τὸ μὴ παρὸν ἡ ἐλπὶς
5ἐνήργηται μόνον. Ὃ δὲ ἔχει τις, τί καὶ ἐλπίζει; φησὶν ὁ Ἀπόστολος. Οὔτε τῆς μνημονευτικῆς ἐνεργείας πρὸς τὴν τῶν ὄντων ἐπιστήμην ἐπιδεής ἐστι· τὸ γὰρ βλεπόμενον τοῦ μνημονευθῆναι οὐκ ἐπιδέεται.
12 Ἐπεὶ δὲ οὖν παντὸς ἀγαθοῦ ἐπέκεινα ἡ θεία φύσις, τὸ δὲ ἀγαθὸν ἀγαθοῦ φίλον πάντως, διὰ τοῦτο ἐν ἑαυτῇ βλέπουσα, καὶ ὃ ἔχει θέλει, καὶ
15ὃ θέλει ἔχει, οὐδὲν τῶν ἔξωθεν εἰς ἑαυτὴν δεχομένη, ἔξω δὲ αὐτῆς οὐδὲν, ὅτι μὴ ἡ κακία μόνη, ἥτις, εἰ κἂν παράδοξον εἰπεῖν, ἐν τῷ μὴ εἶναι τὸ εἶναι ἔχει· οὐ γὰρ ἄλλη τίς ἐστι καὶ κακίας γένεσις, εἰ μὴ τοῦ ὄντος στέρησις. Τὸ δὲ κυρίως ὂν ἡ
20τοῦ ἀγαθοῦ φύσις ἐστίν. Ὃ οὖν ἐν τῷ ὄντι οὐκ ἔστιν, ἐν τῷ μὴ εἶναι πάντως ἐστίν. Ἐπειδὰν οὖν καὶ ἡ ψυχὴ πάντα τὰ ποικίλα τῆς φύσεως ἀποσκευασαμένη κινήματα θεοειδὴς γίνεται, καὶ ὑπερβᾶσα τὴν ἐπιθυμίαν ἐν ἐκείνῳ ᾖ, πρὸς ὃ ὑπὸ τῆς ἐπιθυμίας
25τέως ὑπῄρετο, οὐκέτι τινὰ σχολὴν δίδωσιν ἐν ἑαυτῇ, οὔτε τῇ ἐλπίδι, οὔτε τῇ μνήμῃ, τὸ γὰρ ἐλπιζόμενον ἔχει· ἡ δὲ περὶ τὴν ἀπόλαυσιν τῶν ἀγαθῶν ἀσχολία τὴν μνήμην ἐκκρούει τῆς διανοίας· καὶ οὕτω τὴν ὑπερέχουσαν μιμεῖται ζωὴν τοῖς ἰδιώ‐
30μασι τῆς θείας φύσεως ἐμμορφωθεῖσα, ὡς μηδὲν ὑπολειφθῆναι τῶν ἄλλων αὐτῇ, πλὴν τῆς ἀγαπητικῆς διαθέσεως, φυσικῶς τῷ καλῷ προσφυομένης. Τοῦτο γάρ ἐστιν ἡ ἀγάπη, ἡ πρὸς τὸ καταθύμιον ἐνδιάθε‐ τος σχέσις. Ὅταν οὖν ἡ ἁπλῆ καὶ μονοειδὴς καὶ
35ἀκριβῶς θεοείκελος ἡ ψυχὴ γινομένη εὕροιτο ἀληθῶς ἁπλοῦν τε καὶ ἄϋλον ἀγαθὸν, ἐκεῖνο τὸ μόνον τοιόν τι ἀγαπητὸν καὶ ἐράσμιον προσφύεταί τε αὐτῷ καὶ συνανακιρνᾶται διὰ τῆς ἀγαπητῆς κινήσεώς τε καὶ ἐνεργείας, πρὸς τὸ ἀεὶ καταλαμβα‐
40νόμενόν τε καὶ εὑρισκόμενον ἑαυτὴν μορφοῦσα· καὶ94

46

.

96

τοῦτο γινομένη διὰ τῆς τοῦ ἀγαθοῦ ὁμοιότητος, ὅπερ ἡ τοῦ μετεχομένου φύσις ἐστὶν, ἐπιθυμίας ἐν ἐκείνῳ μὴ οὔσης διὰ τὸ μηδέ τινος τῶν ἀγαθῶν ἔν‐ δειαν ἐν αὐτῷ εἶναι, ἀκόλουθον ἂν εἴη καὶ τὴν ψυχὴν
5ἐν τῷ ἀνενδεεῖ γινομένην ἐκβάλλειν ἀφ’ ἑαυτῆς καὶ τὴν ἐπιθυμητικὴν κίνησίν τε καὶ διάθεσιν, ἣ τότε γίνεται μόνον, ὅταν μὴ παρῇ τὸ ποθού‐ μενον.
11 Τοῦ δὲ τοῦ τοιούτου δόγματος καὶ ὁ θεῖος Ἀπόστο‐ λος ἡμῖν καθηγήσατο, πάντων τῶν νῦν ἐν ἡμῖν καὶ ἐπὶ τῷ κρείττονι σπουδαζομένων παῦλάν τινα καὶ καταστολὴν προαγγείλας, μόνης δὲ τῆς ἀγάπης
15οὐχ εὑρὼν τὸν ὅρον. Προφητεῖαι γὰρ, φησὶ, κατ‐ αργηθήσονται, καὶ γνώσεις παύσονται· ἡ δὲ ἀγάπη οὐδέ ποτε πίπτει· ὅπερ ἴσον ἐστὶ τῷ ἀεὶ ὡσαύτως ἔχειν· ἀλλὰ καὶ πίστιν καὶ ἐλπίδα συμπα‐ ραμεμενηκέναι τῇ ἀγάπῃ λέγων, πάλιν καὶ τού‐
20των αὐτὴν ὑπερτίθησιν εἰκότως. Ἡ γὰρ ἐλπὶς μέχρι ἐκείνου κινεῖται, ἕως ἂν μὴ παρείη τῶν ἐλπιζο‐ μένων ἀπόλαυσις, καὶ ἡ πίστις ὡσαύτως ἔρεισμα τῆς τῶν ἐλπιζομένων ἀδηλίας γίνεται. Οὕτω γὰρ αὐτὴν καὶ ὡρίσατο λέγων· Ἔστι δὲ πίστις ἐλπιζο‐
25μένων ὑπόστασις. Ἐπειδὰν δὲ ἔλθῃ τὸ ἐλπιζόμενον, τῶν ἄλλων εὐτηρεμόντων πάντων, ἡ κατὰ τὴν ἀγάπην ἐνέργεια μένει, τὸ διαδεχόμενον αὐτὴν οὐχ εὑρίσκουσαν. Διὸ καὶ προτερεύει τῶν τε κατ’ ἀρετὴν κατορθουμένων ἁπάντων, καὶ τῶν τοῦ
30νόμου παραγγελμάτων. Εἰ οὖν ἐπὶ τοῦτό ποτε τὸ τέ‐ λος φθάσειεν ἡ ψυχὴ, ἀνενδεῶς ἕξει τῶν ἄλλων, ἅτε δὴ τοῦ πληρώματος περιδεδραγμένη τῶν ὄντων, καὶ δοκεῖ μόνη πως αὐτῆς τῆς θείας μακαριό‐ τητος ἐν αὐτῇ σώζειν τὸν χαρακτῆρα. Ἥ τε γὰρ
35ζωὴ τῆς ἄνω φύσεως ἀγάπη ἐστὶν, ἐπειδὴ τὸ καλὸν ἀγαπητὸν πάντως ἐστὶ τοῖς γινώσκουσι· γι‐ νώσκει δὲ αὐτὸ τὸ Θεῖον· ἡ δὲ γνῶσις ἀγάπη γί‐ νεται. Διὸ τὸ καλόν ἐστι τῇ φύσει τὸ γινωσκό‐ μενον, τοῦ δὲ ἀληθῶς καλοῦ ὁ ὑβριστὴς οὐ προσ‐
40άπτεται κόρος· κόρου δὲ τὴν ἀγαπητικὴν πρὸς τὸ καλὸν σχέσιν οὐ διακόπτοντος, ἀεὶ ἡ θεία
ζωὴ δι’ ἀγάπης ἐνεργηθήσεται, ἣ καλή τε κατὰ φύ‐96

46

.

97

σιν ἐστὶ, καὶ ἀγαπητικῶς πρὸς τὸ καλὸν ἐκ φύσεως ἔχει, καὶ ὅρον τῆς κατὰ τὴν ἀγάπην ἐνεργείας οὐκ ἔχει, ἐπειδὴ οὐδὲ τοῦ καλοῦ τι πέρας καταλαμ‐ βάνεται, ὡς συναπολήγειν τῷ πέρατι τοῦ καλοῦ τὴν
5ἀγάπην· μόνῳ γὰρ τῷ ἐναντίῳ τὸ καλὸν περα‐ τιοῦται· οὗ δὲ ἡ φύσις ἀνεπίδεκτός ἐστι τοῦ χείρονος, πρὸς τὸ ἀπέραντόν τε καὶ ἀόριστον τὸ ἀγα‐ θὸν προελεύσεται.
15 Ἐπεὶ οὖν ἑλκτικὴ τῶν οἰκείων πᾶσα φύσις ἐστὶν, οἰκεῖον δέ πως τῷ Θεῷ τὸ ἀνθρώπινον, ἅτε δὴ φέρον ἐν ἑαυτῷ τοῦ ἀρχετύπου μιμήματα, ἕλκεται κατὰ πᾶσαν ἀνάγκην πρὸς τὸ θεῖόν τε καὶ συγγενὲς ἡ ψυχή. Δεῖ γὰρ πάντη καὶ πάντως τῷ Θεῷ ἀποσω‐
20θῆναι τὸ ἴδιον· ἀλλ’ εἰ μὲν κούφη καὶ ἀπέριττος τύχῃ, μηδεμιᾶς σωματικῆς ἀχθηδόνος αὐτὴν πιεζούσης, ἡδεῖα καὶ εὔκολος αὐτῇ ἡ πρὸς τὸν ἐπισπώμενον προσχώρησις γίνεται. Εἰ δὲ τοῖς τῆς προσπαθείας ἥλοις εἰς τὴν πρὸς τὰ ὑλώδη σχέσιν
25καταπαρῇ, οἷόν τινα πάσχειν εἰκὸς ἐν τοῖς συμπτώμασι τῶν σεισμῶν, τὰ ἐμπιεσθέντα τοῖς χώ‐ μασι σώματα· προκείσθω δὲ καθ’ ὑπόθεσιν τὸ μὴ βεβαρῆσθαι μόνον αὐτὰ τοῖς συμπτώμασιν, ἀλλὰ καὶ διαπεπερονῆσθαί τισιν ὀβελοῖς ἢ ξύλοις τοῖς
30ἐνευρεθεῖσι τῷ χώματι· ὅπερ οὖν εἰκὸς ὑπομεῖναι τὰ οὕτω διακείμενα σώματα, παρὰ τῶν οἰκείων τῆς συμπτώσεως ὁσίας ἕνεκεν ἐξελκό‐ μενα· ξανθήσεται γὰρ πάντως, καὶ σπαραχθήσεται, καὶ πᾶν ὁτιοῦν τῶν χαλεπωτάτων πείσεται, τοῦ χώ‐
35ματος αὐτὰ καὶ τῶν ἥλων διὰ τὴν τῶν ἐφελκομένων βίαν καταξαινόντων· τοιοῦτόν τί μοι δοκεῖ καὶ περὶ τὴν ψυχὴν γίνεσθαι πάθος, ὅταν ἡ θεία δύναμις ὑπὸ φιλανθρωπίας ἐκ τῶν ἀλόγων τε καὶ ὑλικῶν συμ‐ πτωμάτων ἐφέλκηται τὸ ἴδιον. Οὐ γὰρ μι‐
40σῶν οὐδ’ ἀμυνόμενος ἐπὶ τῇ κακῇ ζωῇ, κατά γε τὸν ἐμὸν λόγον, ἐπάγει τοῖς ἐξημαρτηκόσι τὰς ὀδυνηρὰς διαθέσεις ὁ Θεὸς, ὁ ἀντιποιούμενός τε καὶ πρὸς ἑαυτὸν ἕλκων πᾶν ὅτιπερ αὐτοῦ χάριν ἦλθεν εἰς γέ‐ νεσιν· ἀλλ’ ὁ μὲν ἐπὶ τῷ κρείττονι σκοπῷ πρὸς ἑαυ‐
45τὸν, ὅς ἐστι πηγὴ πάσης μακαριότητος, ἐπισπᾶται τὴν ψυχήν· ἐπισυμβαίνει δὲ κατ’ ἀνάγκην ἡ
ἀλγεινὴ διάθεσις τῷ ἑλκομένῳ.98

46

.

100

(3)

Καὶ ὥσπερ τὴν ἐμμιχθεῖσαν τῷ χρυσίῳ ὕλην οἱ διὰ πυρὸς ἐκκαθαροῦντες οὐ μόνον τὸ νόθον
5τῷ πυρὶ τήκουσιν, ἀλλὰ κατὰ πᾶσαν ἀνάγκην καὶ τὸ καθαρὸν τῷ κιβδήλῳ συγκατατήκεται, κἀκείνου δὲ δαπανωμένου τοῦτο μένει· οὕτω καὶ τῆς κακίας τῷ ἀκοιμήτῳ πυρὶ δαπανωμένης, ἀνάγκη πᾶσα καὶ τὴν ἑνωθεῖσαν αὐτῇ ψυχὴν ἐν τῷ πυρὶ εἶναι, ὡς
10ἂν τὸ κατεσπαρμένον νόθον καὶ ὑλῶδες, καὶ κί‐ βδηλον ἀπαναλωθῇ τῷ αἰωνίῳ πυρὶ δαπανώ‐ μενον. Καὶ καθάπερ εἴ τινι σχοινίῳ πηλὸς τῶν κολ‐ λωδεστέρων διὰ βάθους περιπλασθείη, εἶτα διά τινος λεπτοῦ χωρήματος ἡ ἀρχὴ διεξαχθείη τῆς σχοίνου,
15καὶ βιαίως τις ἐπὶ τὰ ἐντὸς ἐκ τοῦ ἄκρου τὴν σχοῖνον ἐφέλκοιτο, ἀνάγκη πᾶσα τὴν μὲν ἕπεσθαι τῷ ἐπισπωμένῳ, τὸν δὲ παραπλασθέντα πηλὸν ἐκ τῆς βιαίας ὁλκῆς ἔξω τῆς τρυμαλιᾶς μένειν τῆς σχοί‐ νου ἀποξυόμενον, καὶ αἴτιον αὐτῇ γίνεσθαι τοῦ
20μὴ εὐοδοῦσθαι κατὰ τὴν πάροδον, ἀλλὰ βιαίαν ὑπο‐ μένειν ἐκ τοῦ ἐφελκομένου τὴν τάσιν· τοιοῦτόν τί μοι δοκεῖ καὶ τὸ περὶ τὴν ψυχὴν ἐννοεῖν ταῖς ὑλικαῖς τε καὶ γεώδεσι προσπαθείαις ἐνειληθεῖσαν, κάμνειν καὶ διατείνεσθαι, τοῦ μὲν Θεοῦ τὸ ἴδιον πρὸς ἑαυτὸν
25ἕλκοντος· τοῦ δ’ ἀλλοτρίου, διὰ τὸ συμφυῆναί πως αὐτῇ, βιαίως ἀποξυρομένου, καὶ τὰς δριμείας αὐτῇ καὶ ἀνυποστάτους ἀλγηδόνας ἐπάγοντος. —Γ. Οὐκοῦν, εἶπον, οὐχ ἡ θεία κρίσις, ὡς ἔοικε, κατὰ τὸ προηγούμενον, τοῖς ἐξημαρτηκόσιν ἐπάγει τὴν
30κόλασιν, ἀλλὰ τὸ μὲν ὡς ὁ λόγος ἀπέδειξεν, ἀγαθὸν ἐνεργεῖ μόνον τοῦ κακοῦ ἀποκρίνουσα, καὶ πρὸς τὴν τῆς μακαριότητος κοινωνίαν ἐπισπωμένη· ὁ δὲ τῆς συμφυΐας διασπασμὸς ὀδύνη τῷ ἑλκομένῳ γίνε‐ ται. —Μ. Οὕτω, φησὶν ἡ διδάσκαλος, καὶ ὁ ἐμός ἐστι
35λόγος, καὶ ὅτι μέτρον τῆς ἀλγηδόνος ἡ τῆς κακίας ἐν ἑκάστῳ ποσότης ἐστίν. Οὐ γὰρ εἰκὸς ἐκ τοῦ ἴσου τὸν εἰς τοσοῦτον ἐν ἀπηγορευμένοις γεγονότα κακοῖς, καὶ τὸν μετρίοις συνενεχθέντα πλημμελήμασιν, ἐν τῇ κρίσει τῆς μοχθηρᾶς ἕξεως ἀνιαθῆναι. Ἀλλὰ
40παρὰ τὸ ποσὸν τῆς ὕλης, ἢ πλεῖον ἢ ἔλαττον ἡ ὀδυνηρὰ ἐκείνη φλὸξ ἐξαφθήσεται, ὡς ἂν τὸ ὑπο‐ τρέφον ᾖ. ᾯ τοίνυν πολὺς ὁ ὑλώδης ἔπεστι φόρτος, πολλὴν ἀνάγκη καὶ διαρκεστέραν ἐπ’ αὐτῷ γί‐ νεσθαι τὴν ἀναλίσκουσαν φλόγα· ᾧ δὲ ἐπ’ ἔλαττον ἡ
45τοῦ πυρὸς δαπάνη ἐγκαταμέμικται, τοσοῦτον ὑποκα‐
ταβαίνει τῆς σφοδροτέρας τε καὶ δριμυτέρας ἐνεργείας100

46

.

101

ἡ κόλασις, ὅσον ἠλάττωται τῷ τῆς κακίας μέτρῳ τὸ ὑποκείμενον. Χρὴ γὰρ πάντη καὶ πάντως ἐξαιρεθῆ‐ ναί ποτε τὸ κακὸν ἐκ τοῦ ὄντος, καὶ ὅπερ ἐν τοῖς φθάσασιν εἴρηται, τὸ ὄντως μὴ ὂν, μηδ’ εἶναι
5ὅλως. Ἐπειδὴ γὰρ ἔξω τῆς προαιρέσεως ἡ κακία εἶναι φύσιν οὐκ ἔχει, ὅταν πᾶσα προαίρεσις ἐν τῷ Θεῷ γένηται, εἰς παντελῆ ἀφανισμὸν ἡ κακία μὴ χωρήσει. τῷ μηδὲν αὐτῆς ὑπολειφθῆναι δοχεῖον.
14Γ. Ἀλλὰ τί κέρδος τῆς χρηστῆς ἐλπίδος, εἶ‐
15πον ἐγὼ, τῷ λογιζομένῳ ὅσον ἐστὶ κακὸν καὶ ἐνιαυ‐ σιαίαν μόνην ὑποσχεῖν ἀλγηδόνα, εἰ δ’ εἰς αἰώ‐ νιόν τι διάστημα ἡ ἄσχετος ἐκείνη ὀδύνη παραταθείη, τίς ἐκ τῆς ὕστερον ἐλπίδος ὑπολέλειπται πα‐ ραμυθία, ᾧ πρὸς ὅλον αἰῶνα συνδιαμετρεῖται ἡ κό‐
20λασις; —Μ. Ὥστε προνοητέον ἢ καθόλου τῶν τῆς κακίας μολυσμάτων φυλάξαι τὴν ψυχὴν ἀμιγῆ τε καὶ ἀκοινώνητον· ἢ εἰ τοῦτο πάντη ἀμήχανον διὰ τὸ ἔμπαθες τῆς φύσεως ἡμῶν, ὡς ὅτι μάλιστα ἐν μετρίοις τισὶ καὶ εὐθεραπεύτοις εἶναι τὰ τῆς
25ἀρετῆς ἀποτεύγματα. Οἶδε γὰρ ἡ εὐαγγελικὴ διδα‐ σκαλία καὶ μυρίων ὀφειλέτην τινὰ ταλάντων, καὶ πεντακοσίων δηναρίων, καὶ πεντήκοντα, καὶ κο‐ δράντου τινὸς, ὅπερ τὸ ἔσχατόν ἐστιν ἐν νομίσμασι· τὴν δὲ τοῦ Θεοῦ δικαίαν κρίσιν διὰ πάν‐
30των διεξιέναι, καὶ τῷ βάρει τοῦ ὀφλήματος συνεπι‐ τείνουσαν τὴν ἀνάγκην τῆς ἀπαιτήσεως, καὶ οὐδὲ τῶν σμικροτάτων ὑπερορῶσαν. Τὴν δὲ ἀπόδοσιν τῶν ὀφλημάτων τὸ Εὐαγγέλιον εἶπεν οὐκ ἐκ χρημάτων διαλύσεως γίνεσθαι, ἀλλὰ παραδίδοσθαι τοῖς βασανι‐
35σταῖς τὸν ὑπόχρεων, ἕως ἂν, φησὶν, ἀποδῷ πᾶν τὸ ὀφειλόμενον· ὅπερ οὐδὲν ἕτερόν ἐστιν, ἢ διὰ τῆς βα‐ σάνου τὴν ἀναγκαίαν ὀφειλὴν ἀποτίσαι, τὸ ὄφλημα τῆς τῶν λυπηρῶν μετουσίας, ὧν παρὰ τὸν βίον ὑπό‐ χρεως ἐγένετο, ἀμιγῆ τε καὶ ἄκρατον τοῦ ἐναντίου τὴν
40ἡδονὴν ὑπὸ ἀβουλίας ἑλόμενος, καὶ οὕτως, ἅπαν ἀποθέμενος τὸ ἀλλότριον ἑαυτοῦ, ὅπερ ἐστὶν ἡ ἁμαρ‐ τία, καὶ τὴν ἐκ τῶν ὀφλημάτων αἰσχύνην ἀποδυσάμε‐ νος, ἐν ἐλευθερίᾳ τε καὶ παῤῥησίᾳ γένηται. Ἡ δ’ ἐλευ‐ θερία ἐστὶν ἡ πρὸς τὸ ἀδέσποτόν τε καὶ αὐτοκρατὲς
45ἐξομοίωσις, ἡ κατ’ ἀρχὰς μὲν ἡμῖν παρὰ Θεοῦ δεδωρημένη, συγκαλυφθεῖσα τῇ τῶν ὀφλημάτων αἰσχύ‐ νῃ. Πᾶσα δ’ ἐλευθερία μία τίς ἐστι τῇ φύσει καὶ πρὸς ἑαυτὴν οἰκείως ἔχει. Ἀκολούθως οὖν πᾶν τὸ ἐλεύ‐
θερον τῷ ὁμοίῳ συναρμοσθήσεται· ἀρετὴ δὲ ἀδέσπο‐102

46

.

104

τον. Οὐκοῦν ἐν ταύτῃ γενήσεται πᾶν τὸ ἐλεύθερον, ἀδέσποτον γὰρ τὸ ἐλεύθερον.
7 Ἀλλὰ μὴν ἡ θεία φύσις ἡ πηγὴ πάσης ἐστὶ τῆς ἀρετῆς. Ἐν ταύτῃ ἄρα οἱ τῆς κακίας ἀπηλ‐ λαγμένοι γενήσονται, ἵνα, καθώς φησιν ὁ Ἀπόστολος,
10ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Αὕτη γὰρ ἡ φωνὴ σαφῶς μοι δοκεῖ βεβαιοῦν τὴν προεξητασμένην διάνοιαν, ἡ λέγουσα, καὶ εἰς πάντα γενέσθαι τὸν Θεὸν, καὶ ἐν πᾶσι. Τῆς γὰρ ἐν τῷ παρόντι ζωῆς ποικίλως τε καὶ πολυειδῶς ἡμῖν ἐνεργουμένης, πολλὰ μέν ἐστιν
15ὧν μετέχομεν, οἷον χρόνου καὶ ἀέρος καὶ τόπου, βρώ‐ σεώς τε καὶ πόσεως, καὶ σκεπασμάτων, καὶ ἡλίου, καὶ λύχνου, καὶ ἄλλων πρὸς τὴν χρείαν τοῦ βίου πολλῶν, ὧν οὐδέν ἐστιν ὁ Θεός· ἡ δὲ προσδοκωμένη μακαριότης μὲν οὐδενός ἐστιν ἐπιδεὴς, πάντα δὲ
20ἡμῖν καὶ ἀντὶ πάντων ἡ θεία γενήσεται φύσις, πρὸς πᾶσαν χρείαν τῆς ζωῆς ἐκείνης ἑαυτὴν ἁρμοδίως ἐπιμερίζουσα. Καὶ τοῦτο δῆλόν ἐστιν ἐκ τῶν θείων λόγων, ὅτι καὶ τόπος γίνεται ὁ Θεὸς τοῖς ἀξίοις, καὶ οἶκος, καὶ ἔνδυμα, καὶ τροφὴ, καὶ πόσις, καὶ
25φῶς, καὶ πλοῦτος, καὶ βασιλεία, καὶ πᾶν νόημά τε καὶ ὄνομα τῶν πρὸς τὴν ἀγαθὴν ἡμῖν συντε‐ λούντων ζωήν. Ὁ δὲ πάντα γινόμενος καὶ ἐν πᾶσι γίνεται. Ἐν τούτῳ δέ μοι δοκεῖ τὸν παντελῆ τῆς κακίας ἀφανισμὸν δογματίζειν ὁ λόγος. Εἰ γὰρ
30ἐν πᾶσι τοῖς οὖσιν ὁ Θεὸς ἔσται, ἡ κακία δηλαδὴ ἐν τοῖς οὖσιν οὐκ ἔσται. Εἰ γάρ τις ὑπόθοιτο κἀκείνην εἶναι, πῶς σωθήσεται τὸ ἐν πᾶσι τὸν Θεὸν εἶναι;
Ἡ γὰρ ὑπεξαίρεσις ἐκείνης, ἐλλιπῆ τῶν πάντων ποιεῖ104

46

.

105

τὴν περίληψιν. Ἀλλ’ ὁ ἐν τοῖς πᾶσιν ἐσόμενος, ἐν τοῖς μὴ οὖσιν οὐκ ἔσται. —Γ. Τί οὖν χρὴ λέγειν, εἶπον, πρὸς τοὺς μικροψύχως ταῖς συμβολαῖς διακειμέ‐ νους; —Μ. Εἴπωμεν πρὸς αὐτοὺς, φησὶν ἡ διδάσκα‐
5λος, ὅτι Μάτην, ὦ οὗτοι, δυσανασχετεῖτε καὶ δυσχεραί‐ νετε τῷ εἱρμῷ τῆς ἀναγκαίας πραγμάτων ἀκο‐ λουθίας, ἀγνοοῦντες πρὸς ὅντινα σκοπὸν τὰ καθ’ ἕκα‐ στον ἐν τῷ παντὶ οἰκονομούμενα φέρεται, ὅτι πάντα χρὴ τάξει τινὶ καὶ ἀκολουθίᾳ κατὰ τὴν τεχνικὴν τοῦ
10καθηγεμόνος σοφίαν τῇ θείᾳ προσοικειωθῆναι φύσει. Τούτου γὰρ ἕνεκεν ἡ λογικὴ φύσις ἦλθεν εἰς γένεσιν, ὡς τὸν πλοῦτον τῶν θείων ἀγαθῶν μὴ ἀργὸν εἶναι· ἀλλ’ οἷον ἀγγεῖά τινα προαιρετικὰ τῶν ψυχῶν δοχεῖα, παρὰ τῆς τὸ πᾶν συστησαμένης σοφίας κατ‐
15εσκάσθη, ἐφ’ ᾧτε εἶναί τι χώρημα δεκτικὸν ἀγα‐ θῶν, τὸ ἀεὶ τῇ προσθήκῃ τοῦ εἰσχεομένου μεῖζον γινόμενον.
24Τοιαύτῃ γὰρ ἡ τοῦ θείου ἀγαθοῦ μετουσία, ὥστε
25μείζονα καὶ δεκτικώτερον ποιεῖν τὸν ἐν ᾧ γίνεται, ἐκ δυνάμεως καὶ μεγέθους προσθήκην ἀναλαμ‐ βανομένη τῷ δεχομένῳ, ὡς ἂν αὔξεσθαι τὸν τρεφόμενον, καὶ μὴ λήγειν ποτὲ τῆς αὐξήσεως. Τῆς γὰρ πηγῆς τῶν ἀγαθῶν ἀνέκλειπτα πηγαζού‐
30σης, ἡ τοῦ μετέχοντος φύσις, διὰ τὸ μηδὲν τοῦ λαμ‐ βανομένου περιττωματικόν τε εἶναι καὶ ἄχρη‐ στον, ὅλον τὸ εἰσρέον προσθήκην τοῦ ἰδίου ποιουμένου μεγέθους, ἑλκτικωτέρα τε ἅμα τοῦ κρείττονος, καὶ πολυχωρητοτέρα γίνεται, ἀμφοτέρων ἀλλήλοις συν‐
35επιδιδόντων, τῆς τε τρεφομένης δυνάμεως ἐν τῇ τῶν ἀγαθῶν ἀφθονίᾳ πρὸς τὸ μεῖζον ἐπιδιδούσης, καὶ τῆς τρεφούσης χορηγίας, τῇ τῶν αὐξανομένων ἐπιδόσει συμπλημμυρούσης. Ἔστιν οὖν εἰκὸς εἰς τοιοῦτον ἀναβήσεσθαι μέγεθος, ἐφ’ ὃν ὅρος οὐδεὶς
40ἐπικόπτει τὴν αὔξησιν. Εἶτα τοιούτων ἡμῖν προ‐ κειμένων, χαλεπαίνετε διὰ τῆς τεταγμένης ἡμῖν ὁδοῦ πρὸς τὸν ἴδιον σκοπὸν προϊούσης τῆς φύσεως; Οὐ γὰρ ἔστιν ἄλλως ἐπέκεινα γενέσθαι τὸν δρόμον ἡμῖν, μὴ τοῦ βαροῦντος ἡμᾶς, τοῦ ἐμβριθοῦς λέγω
45τούτου καὶ γεώδους φορτίου, τῆς ψυχῆς ἡμῶν ἀπο‐ σεισθέντος, τῆς τε πρὸς αὐτὸ συμπαθείας, ἣν ἐν τῷ‐ δε τῷ βίῳ ἐσχήκαμεν, διὰ κρείττονος ἐπιμελείας ἐγκαθαρθέντας, ἐν τῷ καθαρῷ δυνηθῆναι προσ‐ οικειωθῆναι τὸ ὅμοιον. Εἰ δέ σοί τις καὶ πρὸς τὸ σῶμα

46

.

105

(50)

τοῦτο σχέσις ἐστὶ, καὶ λυπεῖ σε ἡ τοῦ ἠγαπημένου106

46

.

108

διάζευξις, μηδὲ τοῦτό σοι ἀπ’ ἐλπίδος ἔσται. Ὄψει γὰρ τοῦτο τὸ σωματικὸν περιβόλαιον τὸν νῦν διαλυθὲν τῷ θανάτῳ ἐκ τῶν αὐτῶν πάλιν ἐξυφαινόμενον, οὐ κατὰ τὴν παχυμερῆ ταύτην καὶ
5βαρεῖαν κατασκευὴν, ἀλλ’ ἐπὶ τὸ λεπτότερόν τε καὶ ἀερῶδες μετακλωσθέντος τοῦ νήματος, ὥστε σοι καὶ παρεῖναι τὸ ἀγαπώμενον, καὶ ἐν ἀμείνονι καὶ ἐρασμιωτέρῳ κάλλει πάλιν ἀποκαθίστασθαι. —Γ. Ἀλλ’ ἔοικέ πως, εἶπον, ἐξ ἀκολουθίας ἡμῖν τὸ
10δόγμα τῆς ἀναστάσεως ἐπεισεληλυθέναι τῷ λόγῳ, ὅ μοι δοκεῖ ἰδεῖν ἀληθὲς μὲν καὶ πιστὸν ἐκ τῆς τῶν Γραφῶν διδασκαλίας, ἵνα μὴ ἀμφιβάλλῃ· ἐπει‐ δὴ πῶς ἡ ἀσθένεια τῆς ἀνθρωπίνης διανοίας, τοῖς χωρητοῖς ἡμῖν λογισμοῖς, μᾶλλον πρὸς τοιαύτην
15πίστιν ἐπιστηρίζεται, καλῶς ἂν ἔχοι μηδὲ τοῦτο τὸ μέρος παραδραμεῖν ἀθεώρητον. Τί οὖν χρὴ λέγειν, περισκεψώμεθα.
20 Μ. Καὶ ἡ διδάσκαλος, Οἱ μὲν ἔξω, φησὶ, τῆς καθ’ ἡμᾶς φιλοσοφίας ἐν διαφόροις ὑπολήψεσιν, ἄλλος ἄλ‐ λως μέρει τινὶ τοῦ κατὰ τὴν ἀνάστασιν ἐφήψαντο δόγματος, οὔτε δι’ ἀκριβείας τοῖς ἡμετέροις συνενεχθέν‐ τες, οὔτε πάντη τῆς τοιαύτης ἀποσφαλέντες ἐλπίδος,
25Τινὲς μὲν γὰρ ὑβρίζουσι τῇ κοινότητι τὸ ἀνθρώπινον, τὴν αὐτὴν ἀνὰ μέρος ἀνθρώπου τε καὶ ἀλόγου ψυχὴν διοριζόμενοι γίνεσθαι, μετενδυομένην τὰ σώματα, καὶ πρὸς τὸ ἀρέσκον ἀεὶ μεταβαίνουσαν, ἢ πτηνὸν, ἢ ἔν‐ υδρον, ἢ χερσαῖόν τι ζῶον γινομένην μετὰ τὸν ἄν‐
30θρωπον, καὶ πάλιν ἀπὸ τούτων πρὸς τὴν ἀνθρωπίνην ἐπανιέναι φύσιν. Ἕτεροι δὲ μέχρι τῶν θάμνων τὸν τοιοῦτον λῆρον ἐκτείνουσιν, ὡς καὶ τὸν ξυλώδη βίον αὐτῇ κατάλληλόν τε καὶ οἰκεῖον νομίζειν. Τοῖς δὲ τοῦτο δοκεῖ μόνον τὸ ἐξ ἀνθρώπου ἕτερον ἄνθρω‐
35πον ἀεὶ μεταλαμβάνειν, καὶ διὰ τῶν αὐτῶν πάντοτε τὸν ἀνθρώπινον διεξάγεσθαι βίον, νῦν μὲν ἐν τούτοις, πάλιν δὲ ἐν ἑτέροις τῶν αὐτῶν ψυχῶν εἰς τὸ διηνε‐ κὲς γινομένων. Ἡμεῖς δὲ καλῶς ἔχειν φαμὲν, ἐκ τῶν ἐκκλησιαστικῶν δογμάτων ὁρμώμενοι, τοσοῦτον πα‐
40ραδέξασθαι μόνον τῶν τοιαῦτα πεφιλοσοφηκότων, ὅσον συμφωνοῦντας αὐτοὺς τρόπον τινὰ δεῖξαι τῷ τῆς ἀνα‐ στάσεως δόγματι. Τὸ γὰρ λέγειν αὐτοὺς πάλιν τισὶν ἐπεισκρίνεσθαι δόγμασιν μετὰ τὴν ἀπὸ τούτου διάλυσιν τὴν ψυχὴν, οὐ λίαν ἀπᾴδει τῆς
45ἐλπιζομένης ἡμῖν ἀναβιώσεως, ὅτι γὰρ ἡμέτερος λόγος ἐκ τῶν τοῦ κόσμου στοιχείων, νῦν τε καὶ εἰσαῦ‐
θις τὸ σῶμα ἡμῶν συνίστασθαι λέγει, καὶ τοῖς ἔξω‐108

46

.

109

θεν τὸ ἶσον δοκεῖ. Οὐ γὰρ ἄλλην τινὰ τοῦ σώματος ἐπινοήσεις φύσιν ἔξω τῆς δρομῆς τῶν στοι‐ χείων. Διαφέρει δὲ τοσοῦτον, ὅσον παρ’ ἡμῶν μὲν τὸ αὐτὸ λέγεσθαι πάλιν περὶ τὴν ψυχὴν συμπήγνυσθαι
5σῶμα, ἐκ τῶν αὐτῶν στοιχείων συναρμοζόμενον· ἐκεί‐ νους δὲ οἴεσθαι πρὸς ἄλλα τινὰ σώματα λογικά τε καὶ ἄλογα, καὶ ἀναίσθητα τὴν ψυχὴν καταπίπτειν οἷς τὸ μὲν ἐκ τῶν τοῦ κόσμου μερῶν εἶναι τὴν σύ‐ στασιν ὁμολογεῖται, διαφωνεῖ δὲ τὸ μὴ ἐκ τῶν αὐτῶν
10οἴεσθαι τῶν κατ’ ἀρχὰς ἐν τῇ διὰ σαρκὸς ζωῇ τῇ ψυχῇ προσφυέντων. Οὐκοῦν τὸ μὲν μὴ ἔξω τοῦ εἰκό‐ τος εἶναι τὸ πάλιν τὴν ψυχὴν ἐν σώματι γενέ‐ σθαι, παρὰ τῆς ἔξω φιλοσοφίας μεμαρτυρήσθω· τὸ δὲ ἀσύστατον τοῦ ἐκείνων δόγματος καιρὸς ἂν
15εἴη διασκορπίσασθαι, καὶ δι’ αὐτῆς δὲ τῆς κατὰ τὸ εὔλογον ἀνακυπτούσης ἡμῖν ἀκολουθίας, φα‐ νερῶσαι ῥᾳδίως ἐστὶ δυνατὸν τὴν ἀλήθειαν.
24Τίς οὖν ὁ περὶ τούτων λόγος; Οἱ πρὸς διαφόρους
25φύσεις τὴν ψυχὴν μετοικίζοντες, συσχεῖν μοι δοκοῦσι τὰς τῆς φύσεως ἰδιότητας· καὶ πάντα χρὴ καταμιγνύειν τε καὶ ἀναφύρειν πρὸς ἄλληλα, τὸ ἄλογον, τὸ λογικὸν, τὸ αἰσθητικὸν, τὸ ἀναίσθη‐ τον· εἴπερ ἐν ἀλλήλοις ταῦτα γένοιτο, μηδέ τινι
30φύσεως εἱρμῷ κατὰ τὸ ἀμετάπτωτον ἀπ’ ἀλλήλων διαστοιχιζόμενα. Τὸ γὰρ τὴν αὐτὴν ψυχὴν λέγειν, νῦν μὲν λογικήν τε καὶ διανοητικὴν, διὰ τῆς τοιᾶσδε τοῦ σώματος περιβολῆς γίνεσθαι· πάλιν δὲ μετὰ τῶν ἑρπετῶν φωλεύειν, ἢ τοῖς ὀρνέοις συναγελάζε‐
35σθαι, ἢ ἀχθοφορεῖν, ἢ σαρκοβορεῖν, ἢ ὑποβρύχιον εἶναι, ἢ καὶ πρὸς τὸ ἀναίσθητον μεταπίπτειν, ῥιζου‐ μένην τε καὶ ἀποδενδρουμένην, καὶ κλάδων ἐκφύ‐ σεις ἀναβλαστάνουσαν, καὶ ἐν τούτοις ἢ ἄνθος, ἢ ἀκάνθην, ἢ τρόφιμόν τι φυομένην, ἢ δηλητήριον,
40οὐδὲν ἕτερόν ἐστιν, ἢ ταὐτὸν ἡγεῖσθαι τὰ πάντα, καὶ μίαν ἐν τοῖς οὖσιν εἶναι τὴν φύσιν ἐν συγκεχυμέ‐ νῃ τινὶ καὶ ἀδιακρίτῳ κοινωνίᾳ πεφυρμένην, μηδε‐ μιᾶς ἰδιότητος τὸ ἕτερον τοῦ ἑτέρου ἀποκρινούσης. Ὁ γὰρ λέγων τὸ αὐτὸ ἐν παντὶ γίνεσθαι, οὐδὲν ἕτερον,
45ἢ ἓν εἶναι τὰ πάντα βούλεται, τῆς ἐμφαινομένης δια‐ φορᾶς τοῖς οὖσιν οὐδὲν πρὸς ἐπιμιξίαν τῶν ἀκοι‐ νωνήτων ἐμποδιζούσης· ὡς ἀνάγκην εἶναι, κἄν τι
τῶν ἰοβόλων, καὶ σαρκοβόρων θεάσηται, ὁμόφυ‐110

46

.

112

λον νομίζειν ἑαυτῷ καὶ συγγενὲς τὸ φαινόμενον, οὐδὲ τὸ κώνειον ὁ τοιοῦτος ὡς ἀλλότριον τῆς ἰδίας ὄψεται φύσεως· εἴπερ βλέπει καὶ ἐν φυτοῖς τὸ ἀνθρώπινον· ἀλλ’ οὐδὲ πρὸς αὐτὸν ἀνυπόπτως ἕξει
5τὸν βότρυν τὸν ἐπὶ τῇ χρείᾳ τῆς ζωῆς γεωργούμενον. Καὶ γὰρ καὶ αὐτὸς τῶν φυομένων ἐστίν· φυτὰ δὲ ἡμῖν καὶ τὰ τῶν ἀσταχύων γεννήματα, δι’ ὧν τρε‐ φόμεθα.
13 Πῶς οὖν ἐπάξει τὴν δρεπάνην ἀσταχύων τομῇ; πῶς δὲ ἀποθλίψει τὸν βότρυν, ἢ ἀνορύξει τῆς ἀρού‐
15ρας τὴν ἄκανθαν, ἢ τὸ ἄνθος δρέψει, ἢ θηρεύσει τοὺς ὄρνιθας, ἢ ἀπὸ ξύλων ἀνακαύσει πυρὰν, ἄδηλον ὂν εἰ μὴ κατὰ συγγενῶν, ἢ προγόνων, ἢ ὁμοφύλων, ἡ χεὶρ φέρεται, καὶ διὰ τοῦ σώματος αὐτῶν ἢ τὸ πῦρ ἀνάπτεται, ἢ ὁ κρατὴρ κιρνᾶται, ἢ ἡ τροφὴ
20παρασκευάζεται; Τὸ γὰρ οἴεσθαι δι’ ἑκάστου τούτων τὴν ψυχὴν τοῦ ἀνθρώπου γίνεσθαι φυτὸν ἢ ζῶον, ση‐ μεῖα δὲ μὴ ἐπικεῖσθαι, ποῖον μὲν τὸ ἐξ ἀνθρώπου φυτὸν ἢ ζῶον, ποῖον δὲ τὸ ἑτέρως γινόμενον, πρὸς πάντα κατὰ τὸ ἶσον ὁ τῇ τοιαύτῃ προει‐
25λημμένος ὑπολήψει διατεθήσεται, ὡς κατ’ ἀνάγ‐ κην, ἢ καὶ κατ’ αὐτῶν τῶν ἐν τῇ φύσει ζώντων ἀνθρώπων ἀπηνῶς ἔχειν, ἢ εἴπερ ἐπὶ τῶν ὁμοφύλων πρὸς φιλανθρωπίαν ἐκ φύσεως ῥέποι, ὁμοίως αὐτὸν διακεῖσθαι πρὸς πᾶν ἔμψυχον, κἂν ἐν ἑρπετοῖς,
30κἂν ἐν θηρίοις τύχοι· ἀλλὰ κἂν ἐν ὕλῃ δένδρον γίνε‐ ται, ὁ τὸ δόγμα τοῦτο παραδεξάμενος, δῆμον ἀν‐ θρώπων τὰ δένδρα οἰήσεται. Τίς οὖν ὁ τοιοῦτος βίος ἢ πρὸς πάντα εὐλαβῶς διὰ τὸ ὁμόφυλον, ἢ καὶ πρὸς τοὺς ἀνθρώπους ἀπηνῶς διὰ τὴν ἐπὶ τῶν ἄλλων
35ἀδιαφορίαν ἔχοντος; Οὐκοῦν ἀπόβλητος ἐκ τῶν εἰρη‐ μένων ὁ τοιοῦτος ἂν εἴη λόγος, πολλῶν καὶ ἄλλων τῆς τοιαύτης ἡμᾶς ὑπολήψεως κατὰ τὸ εὔλογον ἀπαγόν‐ των. Ἤκουσα γὰρ τῶν τοιαῦτα δογματιζόντων, ὅτι ἔθνη τινὰ τῶν ψυχῶν ἀποτίθεται ἐν ἰδιαζούσῃ
40τινὶ πολιτείᾳ πρὸς τὴν ἐν σώματι ζωὴν βιοτεύοντα, ἐν τῷ λεπτῷ τε καὶ εὐκινήτῳ τῆς φύσεως ἑαυτῶν τῇ τοῦ παντὸς συμπεριπολοῦν‐ τος δινήσει, ῥοπῇ δέ τινι τῇ πρὸς κακίαν πτε‐ ροῤῥοούσας τὰς ψυχὰς ἐν σώματι γίνεσθαι·
45πρῶτον μὲν ἀνθρώποις, εἶθ’ οὕτως διὰ τῆς πρὸς τὰ ἄλογα τῶν παθῶν ὁμιλίας, μετὰ τοῦ ἀνθρω‐ πίνου βίου ἐγχώρησιν ἀποκτηνοῦσθαι, κἀκεῖθεν
μέχρι τῆς φυσικῆς ταύτης καὶ ἀναισθήτου καταπί‐112

46

.

113

πτειν ζωῆς, ὡς τὸ τῇ φύσει λεπτὸν καὶ εὐκίνητον, ὅπερ ἐστὶν ἡ ψυχὴ, πρῶτον μὲν ἐμβριθές τε καὶ κατωφερὲς γίνεσθαι τοῖς ἀνθρωπίνοις σώμασι διὰ κακίας εἰσοικιζόμενον· εἶτα τῆς λογικῆς δυνάμεως
5ἀποσβεσθείσης τοῖς ἀλόγοις ἐμβιοτεύειν· ἐκεῖθεν δὲ καὶ τῆς τοιαύτης τῶν αἰσθήσεων χάριτος ἀφαι‐ ρεθείσης, τὴν ἀναίσθητον ταύτην ζωὴν τὴν ἐν φυτοῖς μεταλαμβάνειν· ἀπὸ τούτου δὲ πάλιν διὰ τῶν αὐτῶν ἀνιέναι βαθμῶν, καὶ πρὸς οὐράνιον χῶρον ἀποκαθ‐
10ίστασθαι.
15 Τὸ δὲ τοιοῦτον δόγμα τοῖς καὶ μετρίως κρίνειν ἐπεσκεμμένοις αὐτόθεν ἐλέγχεται, μηδεμίαν ἔχειν ἐν ἑαυτοῖς στάσιν. Εἰ γὰρ ἀπὸ τῆς οὐρανίας ζωῆς διὰ κακίας ἐπὶ τὸν ξυλώδη βίον ἡ ψυχὴ κατασύ‐ ρεται, ἀπὸ τούτου δὲ πάλιν δι’ ἀρετῆς ἐπὶ τὸν οὐράνιον
20ἀνατρέχει, εὑρίσκεται ὁ λόγος αὐτῶν ἀπορῶν, ὅ τι προτιμότερον οἴεται, εἴτε τὴν ξυλίνην, εἴτε τὴν οὐρανίαν ζωήν. Κύκλος γάρ τίς ἐστι διὰ τῶν ὁμοίων περιχωρῶν, ἀεὶ τῆς ψυχῆς, ἐν ᾧπερ ἂν ᾖ, ἀστατού‐ σης. Εἰ γὰρ ἐκ τῆς ἀσωμάτου ζωῆς πρὸς τὴν σωμα‐
25τικὴν ἀναπίπτει, καὶ ἐκ ταύτης πρὸς τὴν ἀναί‐ σθητον· ἐκεῖθεν δὲ πάλιν πρὸς τὴν ἀσώματον ἀνατρέχει, οὐδὲν ἕτερον ἢ ἀδιάκριτος κακῶν τε καὶ ἀγαθῶν σύγχυσις παρὰ τοῖς ταῦτα δογματίζουσιν ὑπονοεῖται. Οὔτε γὰρ ἡ οὐρανία διαγωγὴ ἐν τῷ μακα‐
30ρισμῷ διαμένει, εἴπερ κακία τῶν ἐκεῖ ζώντων καθάπτεται· οὔτε τὰ ξύλα τῆς ἀρετῆς ἀμοιρή‐ σει, εἴπερ ἐντεῦθεν μὲν ἐπὶ τὸ ἀγαθὸν παλιν‐ δρομεῖν οἴονται τὴν ψυχὴν, ἐκεῖθεν δὲ τοῦ κατὰ κα‐ κίαν ἀνάρχεσθαι. Εἰ γὰρ ἐν τῷ οὐρανῷ ἡ
35ψυχὴ συμπεριπολοῦσα τῇ κακίᾳ συμπλέκεται, καὶ διὰ ταύτης ἐπὶ τὸν ὑλώδη καθελκυσθεῖσα βίον, ἀν‐ ωθεῖται πάλιν ἐντεῦθεν ἐπὶ τὴν ἐν ὕψει διαγωγήν· ἄρα τὸ ἔμπαλιν παρ’ ἐκείνων κατασκευάζεται, τὸ τὴν μὲν ὑλικὴν ζωὴν κακίας εἶναι κάθαρσιν, τὴν
40δὲ ἀπλανῆ περιφορὰν κακῶν ἀρχηγὸν καὶ αἰτίαν ταῖς ψυχαῖς γίνεσθαι, εἴπερ ἐντεῦθεν δι’ ἀρετῆς πτε‐ ροφυήσασαι μετεωροποροῦσιν, ἐκεῖθεν δὲ διὰ κακίας τῶν πτερῶν ἐκπιπτόντων χαμαιπετεῖς πρόσγειοι γίνονται, τῇ παχύτητι τῆς ὑλικῆς
45καταμιγνύμεναι φύσεως. Καὶ οὐ μέχρι τούτων ἵστα‐ ται τῶν τοιούτων δογμάτων ἡ ἀτοπία, τῷ ἀντεστρά‐
φθαι πρὸς τοὐναντίον τὰς ὑπολήψεις. Ἀλλ’ οὐδὲ114

46

.

116

αὐτὴ παγία διαμένει μέχρι πάντων αὐτοῖς ἡ ὑπόνοια. Εἰ γὰρ ἄτρεπτον τὴν οὐράνιον λέγουσι φύσιν, πῶς χώραν ἔχει ἐν τῷ ἀτρέπτῳ τὸ πάθος; Καὶ εἰ ἐμπαθὴς ἡ κάτω φύσις, πῶς ἐν
5τῷ παθητῷ κατορθοῦται ἡ ἀπάθεια; Ἀλλὰ φυ‐ ροῦσι τὰ ἄμικτα, καὶ ἑνοῦσι τὰ ἀκοινώνητα, ἐν πάθει τὸ ἄτρεπτον, καὶ ἐν τῷ τρεπτῷ πάλιν καθορῶντες τὴν ἀπάθειαν. Καὶ οὐδὲ τούτοις εἰσαεὶ διαμένουσιν· ἀλλ’ ὅθεν τὴν ψυχὴν διὰ κακίας
10ἀπῴκησαν, ἐκεῖσε πάλιν αὐτὴν ὡς ἀσφαλῆ καὶ ἀκήρατον ζωὴν ἐκ τῆς ὑλικῆς ἀνοικίζουσιν, ὥσπερ ἐπιλαθόμενοι τὸ ἐκεῖθεν αὐτὴν ἡ κακία βρύσασα, τῇ κάτω καταμιχθῆναι φύσει.
19Ἥ τε οὖν διαβολὴ τοῦ τῇδε βίου, καὶ ὁ τῶν οὐρα‐
20νίων ἔπαινος ἐν ἀλλήλοις συγχέονται, καὶ ἀνω‐ φεροῦνται, τοῦ μὲν διαβεβλημένου κατὰ τὴν ἐκείνων δόξαν πρὸς τὸ καλὸν καθηγουμένου· τοῦ δὲ πρὸς κρείττονος ὑπειλημμένου τὴν ἀφορμὴν ἐνδι‐ δόντος τῇ ψυχῇ τῆς πρὸς τὸ χεῖρον ῥοπῆς. Οὐκ‐
25οῦν ἐκβλητέα τῶν τῆς ἀληθείας δογμάτων πᾶσα πε‐ πλανημένη τε καὶ ἀστατοῦσα περὶ τῶν τοιούτων ὑπό‐ ληψις· μήθ’ ὅσοι καταβαίνειν ἐκ γυναι‐ κείων σωμάτων πρὸς τὴν ἀνδρώδη ζωὴν τὰς ψυχὰς δοκείη τὸ ἔμπαλιν ἐν γυναιξὶ γίνεσθαι τὰς τῶν
30ἀνδρικῶν σωμάτων χωρισθείσας ψυχὰς, ἢ καὶ πρὸς ἄνδρας ἐξ ἀνδρῶν μεταβαίνειν, καὶ γυναῖκας ἐκ γυ‐ ναικῶν γίνεσθαι λέγουσιν, ὡς τῆς ἀληθείας ἐστο‐ χασμένους ἀκολουθήσωμεν. Ὁ μὲν γὰρ πρότερος οὐ μόνον τῷ ἄστατος καὶ ἀπατηλὸς εἶναι
35ἀπεδοκιμάσθη ὁ λόγος, αὐτὸς ἐν ἑαυτῷ πρὸς τὰς ἐναντίας ὑπολήψεις περιτρεπόμενος, ἀλλ’ ὅτι καὶ ἀσεβῶς ἔχει, μηδὲν τῶν ὄντων εἰς γένεσιν ἄγεσθαι δογματίζων, καὶ κακίας τῇ ἑκάστου φύσει τὴν ἀρχὴν ἐνδιδούσης. Εἰ γὰρ οὔτε ἄνθρωποι, οὔτε φυτὰ,
40οὔτε βοσκήματα, μὴ ψυχῆς ἄνωθεν ἐπὶ ταῦτα ἐμπε‐ σούσης φύονται· ἡ δὲ πτῶσις διὰ κακίας γίνεται, ἄρα κατάρχειν οἴονται τὴν κακίαν τῆς τῶν ὄντων συστάσεως. Καί πως συμβαίνει κατὰ τὸν αὐ‐ τὸν χρόνον ἀμφότερα, καὶ ἄνθρωπον ἐκ γάμου
45φύεσθαι, καὶ τῆς ψυχῆς τὴν κατάπτωσιν τῇ τοῦ γά‐116

46

.

117

μου συμβαίνειν σπουδῇ. Καὶ τὸ ἔτι τούτου παραλο‐ γώτερον, εἰ ἔαρι τὰ πολλὰ τῆς ἀλόγου φύσεως συνδυάζεται. Ἆρ’ οὖν ἔστιν εἰπεῖν ὅτι καὶ τῇ ἄνω περιφορᾷ τὸ ἔαρ ἐμφύεσθαι, τὴν κακίαν ποιεῖ, ὥστε
5συμβαίνει ὁμοῦ τε τοῦ κακοῦ τὰς ψυχὰς πληρου‐ μένας πίπτειν, καὶ τὰς γαστέρας τῶν ἀλόγων κυΐ‐ σκεσθαι; Τί δ’ ἂν εἴπῃ τις περὶ τοῦ γεωπόνου τοῦ καταπηγνύοντος τῇ γῇ τὰς τῶν φυτῶν ἀπο‐ σπάδας; Πῶς ἡ τούτου χεὶρ συγκατέχωσε τῷ φυτῷ
10τὴν ἀνθρωπίνην ψυχὴν, συντρεχούσης πτεροῤῥυή‐ σεως τῇ τοῦ ἀνθρώπου πρὸς τὴν φυτείαν ὁρμῇ; Τὸ αὐτὸ τοίνυν ἄτοπον καὶ ἐπὶ τοῦ ἑτέρου τῶν λό‐ γων, ἐπὶ τὸ οἴεσθαι τὴν ψυχὴν τὰς συνόδους ἐν συζυγίᾳ ζώντων περιεργάσασθαι, ἢ τὰς λο‐
15χείας ἐπιτηρεῖν, ἵνα τοῖς φυομένοις σώμασιν ἐπεισκρι‐ θῶσιν. Εἰ δὲ ἀπείποι ὁ ἀνὴρ τὸν γάμον, ἡ δὲ γυνὴ ἑαυτὴν τῆς τῶν ὀδυνῶν ἀνάγκης ἐλευθερώ‐ σειεν ἆρ’ οὐ βαρήσει τὴν ψυχὴν ἡ κακία; Οὐκοῦν ὁ γάμος τῇ ἄνω κακίᾳ τὸ κατὰ τῶν ψυχῶν ἐνδώσι‐
20μον δίδωσιν, ἢ καὶ δίχα τούτου καθάπτεται τῆς ψυχῆς ἡ πρὸς τὸ ἐναντίον σχέσις. Οὐκοῦν ἄοικος ἐν τῷ μέσῳ καὶ ἀλῆτις ἡ ψυχὴ πεπλανήσεται, τῶν μὲν οὐρανίων ἀποῤῥυεῖσα· σώματος δὲ ἂν οὕτω τύχοι πρὸς ὑποδοχὴν ἀμοιρήσασα. Εἶτα καὶ πῶς διὰ τού‐
25των ἐπιστατεῖν τὸ Θεῖον τῶν ὄντων ὑπονοήσουσι, τῇ τυχαίᾳ ταύτῃ καὶ ἀλόγῳ τῶν ψυχῶν καταπτώσει τὰς ἀρχὰς τῆς ἀνθρωπίνης ἀνατιθέντες ζωῆς; Ἀνάγκη γὰρ πᾶσα τῇ ἀρχῇ καὶ τὰ μετὰ ταύ‐ την συμφώνως ἔχειν. Εἰ γὰρ ἐκ συντυχίας αὐ‐
30τομάτου τινὸς ὁ βίος ἤρξατο, τυχέα πάντως καὶ ἡ κατ’ αὐτῶν διέξοδος γίνεται. Καὶ μάτην τῆς θείας δυνάμεως οἱ τοιοῦτοι τὰ ὄντα ἐξάπτουσιν, οἱ μὴ βουλήματι θείῳ τὰ ἐν τῷ κόσμῳ φύεσθαι λέγοντες, ἀλλ’ εἰς πονηράν τινων συντυχίαν τὰς ἀρχὰς
35τῶν γινομένων ἀνάγοντες, ὡς οὐκ ἂν συστάσης τῆς ἀνθρωπίνης ζωῆς μὴ τοῦ κακοῦ δόντος τῇ ζωῇ τὸ ἐνδόσιμον. Εἰ οὖν ἡ ἀρχὴ τοῦ βίου τοιαύτη, δηλαδὴ καὶ τὰ ἐφεξῆς κατὰ τὴν ἀρχὴν κινηθήσεται. Οὐ γὰρ ἄν τις ἐκ κακοῦ καλὸν, οὐδὲ ἐξ ἀγαθοῦ τὸ ἐναντίον φύεσθαι
40λέγοι. Ἀλλὰ κατὰ τὴν τοῦ σπέρματος φύσιν, καὶ τοὺς καρποὺς ἀναμένομεν. Οὐκοῦν πάσης τῆς ζωῆς ἡ αὐτόματος αὕτη καὶ συντυχικὴ κίνησις ἡγεμο‐ νεύει, μηδεμιᾶς προνοίας διὰ τῶν ὄντων οἰχού‐ σης.
48 Ἄχρηστος δὲ παντάπασι καὶ ἡ τῶν λογισμῶν ἔσται προμήθεια· τῆς δὲ ἀρετῆς κέρδος οὐδὲν, καὶ πρὸς

46

.

117

(50)

τὸ κακὸν ἀλλοτρίως ἔχειν ἀντ’ οὐδενὸς ἂν εἴη.118

46

.

120

Πάντα γὰρ πάντως ἐπὶ τῷ φέροντι κείσεται, καὶ οὐδὲν ὁ βίος διοίσει τῶν ἀνερματίστων πλοίων, ταῖς αὐτομάτοις συντυχίαις, οἷόν τισι κύμασιν, ἄλ‐ λοτε πρὸς ἄλλην καλῶν ἢ φαύλων σὺν τύχῃ
5μεθορμιζόμενος. Οὐ γὰρ ἔστι τὸ ἐξ ἀρετῆς ἐγγε‐ νέσθαι κέρδος, οἷς ἡ φύσις ἐκ τῶν ἐναντίων τὴν ἀρχὴν ἔχει. Εἰ μὲν γὰρ θεόθεν οἰκονομεῖται ἡμῶν ἡ ζωὴ, τὸ δὲ κακίαν κατάρχειν τῆς ζωῆς ἡμῶν συνομολογεῖται. Εἰ δὲ δι’ ἐκείνης φυόμεθα, πάντη τε
10καὶ πάντως κατ’ αὐτὴν βιοτεύσομεν. Λῆρος οὖν διὰ τούτων ἀποδειχθήσεται, τὰ μετὰ τὸν τῇδε βίον δι‐ καιωτήρια· καὶ ἡ πρὸς ἀξίαν ἀνταπόδοσις, καὶ ὅσα ἄλλα πρὸς ἀναίρεσιν τῆς κακίας λέγεται καὶ πεπίστευται. Πῶς γὰρ δυνατὸν ἔξω ταύτης εἶναι
15τὸν ἄνθρωπον τὸν δι’ ἐκείνης φύντα; Πῶς δὲ καὶ ὁρμή τις ἐγένετο προαιρετικὴ τῷ ἀνθρώπῳ πρὸς τὸν κατ’ ἀρετὴν βίον, οὗ ἡ φύσις ἐκ κακίας, ὡς λέγουσι, τὴν ἀρχὴν ἔχει; Ὡς γὰρ οὐκ ἐπιχειρεῖ τι τῶν ἀλόγων ἀνθρωπικῶς φθέγξασθαι, τῇ δὲ
20συντρόφῳ καὶ κατὰ φύσιν κεχρημένα φωνῇ, οὐδε‐ μίαν ἡγεῖται ζημίαν ἀμοιροῦντα τῷ λόγῳ· κατὰ τὸν αὐτὸν τρόπον, καὶ οἷς ἡ κακία νομίζεται εἶναι τῆς ζωῆς ἀρχὴ καὶ αἰτία, οὐκ ἂν εἰς ἐπι‐ θυμίαν ἔλθοιεν τῆς ἀρετῆς, ὡς ἔξω τῆς φύσεως αὐ‐
25τῶν οὔσης. Ἀλλὰ μὴν πᾶσι τοῖς κεκαθαρμένοις ἐκ λογισμῶν τὴν ψυχὴν διὰ σπουδῆς τε καὶ ἐπιθυμίας ὁ κατ’ ἀρετὴν βίος ἐστίν. Ἄρα διὰ τού‐ των σαφῶς ἀποδείκνυται, τὸ μὴ πρεσβυτέραν εἶναι τῆς ζωῆς τὴν κακίαν, μήτ’ ἐκεῖθεν τὰς
30πρώτας ἀρχὰς ἐσχηκέναι τὴν φύσιν, ἀλλὰ κατάρχειν ἡμῶν τῆς ζωῆς τὴν τὸ πᾶν οἰκονομοῦσαν τοῦ Θεοῦ σοφίαν. Ἐλθοῦσαν δὲ εἰς γένεσιν τὴν ψυχὴν κατὰ τὸν ἀρέσκοντα τρόπον τῷ κτίσαντι, τότε κατ’ ἐξου‐ σίαν αὐτὴν αἱρεῖσθαι τὸ κατὰ γνώμην ἐκ τῆς
35προαιρετικῆς δυνάμεως, ὅ τί περ ἂν ἐθέλει τοῦτο καὶ γινομένην. Μάθοιμεν δ’ ἂν τὸν λόγον ἐκ τοῦ τῶν ὀφθαλμῶν ὑποδείγματος, ᾧ τὸ μὲν ὁρᾷν ἐστιν ἐκ φύσεως τὸ δὲ μὴ ὁρᾷν ἐκ προαιρέσεως ἢ καὶ πάθους. Γένοιτο γὰρ ἄν ποτε καὶ τὸ παρὰ φύσιν ἀντὶ
40τῆς φύσεως, ἢ ἑκουσίως τινὸς τὸν ὀφθαλμὸν μύοντος, ἢ ἐκ πάθους στερηθέντος τῆς ὄψεως. Οὕτως ἔστιν εἰπεῖν, καὶ τῇ ψυχῇ θεόθεν μὲν εἶναι τὴν σύστα‐ σιν, μηδεμιᾶς δὲ νοουμένης περὶ τὸ Θεῖον κα‐ κίας, ἔξω τῆς κατ’ αὐτὴν ἀνάγκης εἶναι· γενομένην
45δὲ οὕτως τῇ ἰδίᾳ γνώμῃ πρὸς τὸ δοκοῦν ἄγεσθαι, ἢ ἐκ προαιρέσεως πρὸς τὸ καλὸν ἐπιμύουσαν, ἢ ἐξ ἐπι‐ βουλῆς τοῦ συνοικοῦντος ἡμῶν τῇ ζωῇ πολέμου
τὸν ὀφθαλμὸν βλαπτομένην, καὶ ἐν τῷ τῆς ἀπάτης120

46

.

121

βιοτεύουσαν σκότει, καὶ τὸ ἔμπαλιν καθα‐ ρῶς πρὸς τὴν ἀλήθειαν βλέπουσαν, πόῤῥω γίνε‐ σθαι τῶν σκοτεινῶν παθημάτων.
10 Πότε οὖν ἐρεῖ τις γινομένην, καὶ πῶς; Ἀλλὰ τὴν μὲν ζήτησιν τὴν περὶ τοῦ πῶς τὰ καθ’ ἕκα‐ στον γέγονεν, ἐξαιρετέον πάντη τοῦ λόγου. Οὔτε γὰρ περὶ τῶν προχείρων ἡμῖν εἰς κατανόησιν, ὧν τὴν ἀντίληψιν δι’ αἰσθήσεως ἔχομεν, δυνατὸν ἂν γένοιτο
15τῷ διερευνωμένῳ λόγῳ, τὸ πῶς ὑπέστη τὸ φαινόμε‐ νον κατανοῆσαι, ὡς μήτε τοῖς θεοφορουμένοις καὶ ἁγίοις ἀνδράσι τὸ τοιοῦτον ληπτὸν νομισθῆναι. Πί‐ στει γὰρ νοοῦμεν, φησὶν ὁ Ἀπόστολος, κατ‐ ηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐμ‐
20φαινομένων τὰ ὁρώμενα γεγονέναι· οὐκ ἂν, ὡς οἴομαι, τοῦτο εἰπὼν, εἴπερ ᾤετο γνωστὸν, εἶναι διὰ τῶν λογισμῶν τὸ ζητούμενον. Ἀλλ’ ὅτι μὲν θελήματι θείῳ κατήρτισται αὐτός τε ὁ αἰὼν, καὶ πάντα ὅσα ἐν αὐτῷ γεγένηται (ὁστισοῦν ἂν εἴη
25οὗτος ὁ αἰὼν, ᾧ παραθεωρεῖται πᾶσα ὁρατή τε καὶ ἀόρατος κτίσις), τοῦτο πεπιστευκέναι φησὶν ὁ Ἀπό‐ στολος, τὸ δὲ πῶς ἀφῆκεν ἀδιερεύνητον. Οὐδὲ γὰρ ἐφικτὸν τὸ τοιοῦτον οἶμαι τοῖς ἀναζητοῦσιν εἶναι, πολλὰς ἀμηχανίας τοῦ περὶ τούτων ζητήματος ἡμῖν
30προδεικνύντος, πῶς ἐκ τῆς ἑστώσης φύσεως τὸ κι‐ νούμενον ἐκ τῆς ἁπλῆς τε καὶ ἀδιαστάτου τὸ διαστη‐ ματικόν τε καὶ σύνθετον; Ἄρα ἐξ αὐτῆς τῆς ὑπερκειμένης οὐσίας; Ἀλλ’ οὐχ ὁμολογεῖ τὸ ἑτερο‐ γενὲς ἔχειν πρὸς ἐκείνην τὰ ὄντα, ἀλλ’ ἑτέρωθεν
35πόθεν. Καὶ μὴν οὐδὲν ἔξωθεν τῆς θείας φύσεως ὁ λόγος βλέπει. Ἦ γὰρ ἂν διασχισθείη πρὸς δια‐ φόρους ἀρχὰς ἡ ὑπόληψις, εἴ τι τῆς ποιητικῆς αἰτίας ἔξω νομισθείη, παρ’ οὗ ἡ τεχνικὴ σοφία, τὰς πρὸς τὴν κτίσιν παρασκευὰς ἐρανίζεται. Ἐπεὶ οὖν ἓν μὲν
40τῶν ὄντων τὸ αἴτιον, οὐχ ὁμογενῆ δὲ τῇ ὑπερκει‐ μένῃ φύσει τὰ δι’ ἐκείνης παραχθέντα εἰς γένεσιν· ἴση δὲ καθ’ ἑκάτερον ἐν τοῖς ὑπονοουμένοις ἡ ἀτοπία, τό τε ἐκ τῆς φύσεως τοῦ Θεοῦ τὴν κτίσιν οἴεσθαι, καὶ τὸ ἐξ ἑτέρας τινὸς οὐσίας ὑποστῆναι τὰ
45πάντα· ἢ γὰρ καὶ τὸ Θεῖον ἐν τοῖς τῆς κτίσεως ἰδιώμασιν εἶναι ὑπονοηθήσεται, εἴπερ ὁμογενῶς πρὸς τὸν Θεὸν ἔχοι τὰ γεγονότα· ἤ τις ὑλικὴ
φύσις ἔξω τῆς θείας οὐσίας ἀντεξαχθήσεται τῷ122

46

.

124

Θεῷ κατὰ τὸ ἀγέννητον τῇ ἀϊδιότητι τοῦ ὄντος παρισουμένη· ὅπερ δὴ καὶ Μανιχαῖοι φαντασθέντες, καί τινες τῆς Ἑλληνικῆς φιλοσοφίας ταῖς ἴσαις ὑπονοίαις συνενεχθέντες, δόγμα τὴν φαντασίαν ταύ‐
5την πεποίηνται.
12 Ὡς ἂν μάλιστα οὖν ἐκφύγοιμεν τὴν ἀφ’ ἑκατέ‐ ρου ἀτοπίαν ἐν τῇ ζητήσει τῶν ὄντων, κατὰ τὸ τοῦ Ἀποστόλου ὑπόδειγμα, ἀπολυπραγμόνητον
15τὸν λόγον τὸν περὶ τοῦ, πῶς ἕκαστόν ἐστιν, κατα‐ λείψομεν, τοσοῦτον παρασημαινόμενοι μόνον, ὅτι ἡ ὁρμὴ τῆς θείας προαιρέσεως, ὅταν ἐθέλει, πρᾶγμα γίνεται, καὶ οὐσιοῦται τὸ βούλευμα εὐθὺς ἡ φύσις γινόμενον, τῆς παντοδυνάμου
20ἐξουσίας, ὅπερ ἂν σοφῶς τε καὶ τεχνικῶς ἐθέλῃ, μὴ ἀνυπόστατον ποιούσης τὸ θέλημα. Ἡ δὲ τοῦ θε‐ λήματος ὕπαρξις οὐσία ἐστί. Διχῆ δὲ διακρινομέ‐ νων τῶν ὄντων, εἰς τὸ νοερόν τε καὶ σωματικόν· ἡ μὲν τῶν νοερῶν κτίσις οὐ δοκεῖ πως ἀπᾴδειν τῆς
25τοῦ ἀσωμάτου φύσεως, ἀλλ’ ἐκ τοῦ σύνεγγυς εἶναι τὸ ἀειδές τε καὶ ἀναφὲς καὶ ἀδιάστατον δεικνύουσα. Ὅπερ δὴ καὶ περὶ τὴν ὑπερκειμένην φύσιν ὑπονοῶν τις οὐχ ἁμαρτήσεται. Τῆς δὲ σωματικῆς κτίσεως ἐν ἀκοινωνήτοις ὡς πρὸς τὸ Θεῖον τοῖς ἰδιώμασι θεωρου‐
30μένης· καὶ ταύτην μάλιστα τὴν πολλὴν ἀμη‐ χανίαν ἐμποιούσης τῷ λόγῳ, μὴ δυναμένου κατιδεῖν, πῶς ἐκ τοῦ ἀοράτου τὸ ὁρώμενον; ἐκ τοῦ ἀναφοῦς τὸ στεῤῥὸν καὶ ἀντίτυπον, ἐκ τοῦ ἀορίστου τὸ ὡρισμένον, ἐκ τοῦ ἀπόσου τε καὶ ἀμεγέθου τὸ πάντως μέτροις
35τισὶ τοῖς κατὰ τὸ ποσὸν θεωρουμένοις περιειρ‐ γόμενον; Καὶ τὰ καθ’ ἕκαστον ὅσα περὶ τὴν σωματι‐ κὴν καταλαμβάνεται φύσιν, περὶ ὧν τοσοῦτόν φαμεν, ὅτι οὐδὲν ἐφ’ ἑαυτοῦ τῶν περὶ τὸ σῶμα θεωρουμένων σῶμά ἐστιν, οὐ σχῆμα, οὐ χρῶμα, οὐ βάρος, οὐ
40διάστημα, οὐ πηλικότης, οὐκ ἄλλο τι τῶν ἐν ποιότητι θεωρουμένων οὐδὲν, ἀλλὰ τούτων ἕκα‐ στον λόγος ἐστίν· ἡ δὲ πρὸς ἄλληλα συνδρομὴ τούτων καὶ ἕνωσις σῶμα γίνεται. Ἐπεὶ οὖν αἱ συμ‐ πληρωματικαὶ τοῦ σώματος ποιότητες νῷ κα‐
45ταλαμβάνονται καὶ οὐκ αἰσθήσει, νοερὸν δὲ τὸ Θεῖον, τίς πόνος τῶν νοητῶν τὰ νοήματα κατεργάσα‐ σθαι; Ὧν ἡ πρὸς ἄλληλα συνδρομὴ τὴν τοῦ σώματος
ἡμῖν ἀπεγέννησε φύσιν. Ἀλλὰ ταῦτα μὲν ἔξω τοῦ124

46

.

125

προκειμένου παρεξετάσθη. Τὸ δὲ ζητούμενον ἦν, εἰ προϋφεστήκασιν αἱ ψυχαὶ τῶν σωμάτων, πότε ἢ πῶς γίνονται. Καὶ τούτου χάριν ἡμῖν περὶ τοῦ πῶς ζήτησιν ὡς ἀνέφικτον οὖσαν ἀπολυπραγμό‐
5νητον ἀφῆκεν ὁ λόγος. Περὶ τοῦ πότε τὰς ἀρχὰς αἱ ψυχαὶ τῆς ὑπάρξεως ἔχουσιν, ὡς ἀκόλουθον ὂν τοῖς προεξητασμένοις, ζητεῖν καταλείπεται. Εἰ γὰρ δοθείη τὸ πρὸ τοῦ σώματος ἐν ἰδιαζούσῃ τινὶ κατα‐ στάσει τὴν ψυχὴν βιοτεύειν· ἀνάγκη πᾶσα τὰς ἀτό‐
10πους ἐκείνας δογματοποιίας ἰσχὺν ἔχειν νομίζειν τῶν διὰ κακίας τὰς ψυχὰς εἰσοικιζόντων τοῖς σώμασιν. Ἀλλὰ μὴν ἐφυστερίζειν τὰς ψυχὰς τὴν γένεσιν, καὶ νεωτέρας τῆς τῶν σωμάτων εἶναι συμπλάσεως, οὐδεὶς ἂν τῶν εὖ φρονούν‐
15των ὑπονοήσειεν, φανεροῦ πᾶσιν ὄντος ὅτι οὐδὲν τῶν ἀψύχων κινητικήν τε καὶ αὐξητικὴν ἐν αὐτῷ δύ‐ ναμιν ἔχει. Τῶν δ’ ἐν νηδύϊ ἐντρεφομένων, οὔτε ἡ αὔξησις, οὔτε ἡ τοπικὴ κίνησίς ἐστιν ἀμφί‐ βολος.
29Λείπεται οὖν μίαν καὶ τὴν αὐτὴν ψυχῆς τε καὶ
30σώματος ἀρχὴν τῆς συστάσεως οἴεσθαι. Καὶ ὥσπερ τῆς ῥίζης τὴν ἀποσπάδα λαβοῦσα παρὰ τῶν γεηπό‐ νων ἡ γῆ δένδρον ἐποίησεν, οὐκ αὐτὴ τὴν αὐξητικὴν ἐνθεῖσα τῷ τρεφομένῳ δύναμιν, ἀλλὰ μόνον τὰς πρὸς τὴν αὔξησιν ἀφορμὰς ἐνιεῖσα τῷ ἐκκειμένῳ· οὕτω
35φαμὲν, καὶ τὸ ἐκ τοῦ ἀνθρώπου ἀποσπώμενον πρὸς ἀνθρώπου φυτείαν, καὶ αὐτὸ τρόπον τινὰ ζῶον εἶναι ἐξ ἐμψύχου ἔμψυχον, ἐκ τρεφομένου τρεφόμενον. Εἰ δὲ μὴ πάσας τὰς τῆς ψυχῆς ἐνεργείας καὶ κινήσεις ἡ βραχύτης ἀποσπάδος ἐχώρησε, θαυμαστὸν οὐ‐
40δέν. Οὐδὲ γὰρ ἐν τῷ σπέρματι σῖτος εὐθὺς κατὰ τὸ φαινόμενον στάχυς ἐστὶ (πῶς γὰρ τοσοῦτον ἐν τοσούτῳ χωρήσειεν); ἀλλὰ τῆς γῆς αὐτὸν ταῖς καταλλήλοις τιθηνουμένης τροφαῖς, στάχυς ὁ σῖτος γίνεται, οὐκ ἐξαλλάσσων ἐν τῇ βολῇ τὴν φύ‐
45σιν, ἀλλ’ ἐμφαίνων ἑαυτὸν καὶ τελειοῦν τῇ τῆς τροφῆς ἐνεργείᾳ. Ὥσπερ οὖν ἐπὶ τῶν φυομέ‐ νων σπερμάτων κατὰ λόγον ἡ αὔξησις ἐπὶ τὸ
τέλος πρόεισι· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς126

46

.

128

ἀνθρωπίνης συστάσεως, πρὸς λόγον τῆς σωμα‐ τικῆς ποσότητος, καὶ ἡ τῆς ψυχῆς διαφαίνεται δύνα‐ μις· πρῶτον μὲν διὰ τοῦ θρεπτικοῦ καὶ αὐξητικοῦ τοῖς ἔνδοθεν πλασσομένοις ἐγγινομένη. Μετὰ ταῦτα
5δὲ τὴν αἰσθητικὴν χάριν τοῖς εἰς φῶς προελθοῦσιν ἐπάγουσα, εἶθ’ οὕτω, καθάπερ τινὰ καρπὸν, αὐξηθέν‐ τος ἤδη τοῦ φυτοῦ, μετρίως τὴν λογικὴν ἐμφαί‐ νουσα δύναμιν, οὐ πᾶσαν κατὰ τὸ ἀθρόον, ἀλλὰ τῇ ἀναδρομῇ τοῦ φυτοῦ δι’ ἀκολούθου προκοπῆς συναυ‐
10ξανομένην. Ἐπειδὴ τοίνυν τὸ ἐκ τῶν ἐμψύ‐ χων εἰς ἀφορμὴν ἐμψύχου συστάσεως ἀποσπώ‐ μενον, νεκρὸν εἶναι οὐ δύναται (ἡ γὰρ νεκρότης κατὰ ψυχῆς στέρησιν γίνεται· οὐκ ἂν δὴ προσλάβῃ τὴν ἕξιν ἡ στέρησις)· ἐκ τούτων καταλαμβά‐
15νομεν τὸ κοινὴν τῷ ἐξ ἀμφοτέρων συνισταμένῳ συγκρίματι, τὴν εἰς τὸ εἶναι πάροδον γίνεσθαι, οὔτε τούτου προτερεύοντος, οὔτ’ ἐκείνου ἐφυστερί‐ ζοντος· στᾶσιν δέ ποτε τῆς τοῦ ἀριθμοῦ τῶν ψυχῶν αὐξήσεως, ἀναγκαίως προορᾷ ὁ λόγος. Ὡς ἂν μὴ δια‐
20παντὸς ῥέοι ἡ φύσις, ἀεὶ διὰ τῶν ἐπιγινομένων ἐπὶ τὸ πρόσω χεομένη, καὶ οὐδέποτε τῆς κινήσεως λήγου‐ σα. Τὴν δὲ αἰτίαν τοῦ δεῖν πάντως στάσιμόν ποτε καὶ τὴν ἡμετέραν γίνεσθαι φύσιν, ταύτην οἰόμεθα, ὅτι πάσης τῆς νοητῆς φύσεως ἐν τῷ ἰδίῳ πληρώματι
25ἑστώσης, εἰκός ποτε καὶ τὸ ἀνθρώπινον εἰς πέρας ἐλθεῖν, οὐδὲ γὰρ τοῦτο τῆς νοητῆς ἠλλοτρίωται φύ‐ σεως· ὡς μὴ πάντοτε δοκεῖν ἐν τῷ λείποντι καθορᾶσθαι. Ἡ γὰρ ἀεὶ τῶν ἐπιγινομένων προσθήκη, κατηγορία τοῦ ἐλλείποντος ἔχειν τὴν φύσιν γί‐
30νεται. Ἐπειδὰν οὖν εἰς τὸ οἰκεῖον πλήρωμα τὸ ἀν‐ θρώπινον φθάσῃ, στήσεται πάντως ἡ ῥοώδης αὕτη τῆς φύσεως κίνησις, εἰς τὸ ἀναγκαῖον καταντή‐ σασα πέρας, καί τις ἑτέρα κατάστασις τὴν ζωὴν δια‐ δέχεται, τῆς νῦν ἐν γενέσει καὶ φθορᾷ διεξαγο‐
35μένης κεχωρισμένη. Μὴ οὔσης γὰρ γενέσεως, κατὰ πᾶσαν ἀνάγκην οὐδὲ τὸ φθειρόμενον ἔσται. Εἰ γὰρ πρὸ τῆς διαλύσεως σύνθεσις ἄρχεται, σύνθεσιν δέ φαμεν τὴν διὰ γενέσεως πάροδον· ἀκόλουθον πάν‐ τως μὴ καθηγουμένης τῆς συνθέσεως, μηδὲ τὴν διά‐
40λυσιν ἕπεσθαι. Οὐκοῦν ἑστῶσά τις καὶ ἀδιάλυτος ἡ μετὰ ταῦτα ζωὴ δι’ ἀκολουθίας προφαίνεται,
οὔτε ὑπὸ γενέσεως, οὔτε ὑπὸ φθορᾶς ἀλλοιουμένη.128

46

.

129

Γ. Ἐγὼ δὲ ταῦτα διεξελθούσης διδασκάλον, ἐπει‐ δὴ τοῖς πολλοῖς παρακαθημένοις ἐδόκει τὸ προσ‐ ῆκον ἐσχηκέναι πέρας ὁ λόγος, φοβηθεὶς μὴ οὐκ ἔτι ὁ διαλύων ἡμῖν τὰ περὶ τῆς ἀναστάσεως
5παρὰ τῶν ἔξωθεν προφερόμενα, εἴ τι ἐκ τῆς ἀῤῥω‐ στίας ἡ διδάσκαλος πάθοι, ὃ δὴ καὶ ἐγένετο· οὔπω, φημὶ, τοῦ κυριωτάτου τῶν κατὰ δόγμα ζητουμένων ὁ λόγος ἥψατο. Φησὶ γὰρ ἡ θεόπνευστος Γραφὴ, κατά τε τὴν νέαν καὶ ἀρ‐
10χαίαν διδασκαλίαν, πάντως ποτὲ τάξει τινὶ καὶ εἱρμῷ τῆς φύσεως ἡμῶν κατὰ τὴν παροδι‐ κὴν τοῦ χρόνου κίνησιν διεξιούσης, στήσεσθαι μὲν τὴν ῥοώδη ταύτην φορὰν τὴν διὰ τῆς τῶν ἐπι‐ γινομένων διαδοχῆς προϊοῦσαν, τῆς δὲ τοῦ παν‐
15τὸς συμπληρώσεως μηκέτι τὴν ἐπὶ τὸ πλεῖον ἐπαύξησιν προδεχομένης, ἅπαν τὸ τῶν ψυχῶν πλήρωμα, πάλιν ἐκ τοῦ ἀειδοῦς καὶ ἐσκεδασμένου πρὸς τὸ συνεστὸς καὶ φαινόμενον ἐπανελεύσεσθαι, τῶν αὐτῶν στοιχείων κατὰ τὸν αὐτὸν εἱρμὸν πρὸς ἄλληλα
20πάλιν ἀναδραμόντων. Ἡ δὲ τοιαύτη τῆς ζωῆς κατά‐ στασις, περὶ τῶν τῆς θείας διδασκαλίας Γραφῶν ἀνάστασις λέγεται, τῇ τοῦ γεώδους ἀνορθώσει, πάσης τῆς τῶν στοιχείων κινήσεως συνονομαζομένης. —Μ. Τί οὖν, φησὶ, τούτων ἀμνημόνευτον ἐν τοῖς
25εἰρημένοις ἐστίν; —Γ. Αὐτὸ, φημὶ, τὸ δόγμα τῆς ἀναστάσεως.
31 Μ. Καὶ μὴν πολλὰ, φησὶ, τῶν νῦν διεξοδικῶς εἰρημέ‐ νων, πρὸς τοῦτον τὸν σκοπὸν φέρει. —Γ. Οὐ γὰρ οἶ‐ δας, εἶπον, ὅσον παρὰ τῶν ἀντιτεταγμένων ἡ μῖν παρὰ τῆς ἐλπίδος ταύτης ἀντιθέσεως ἀνθυπο‐
35φέρεται σμῆνος; Καὶ ἅμα λέγειν ἐπεχείρουν, ὅσα πρὸς ἀνατροπὴν τῆς ἀναστάσεως παρὰ τῶν ἐριστικῶν ἐφευρίσκεται. —Μ. Ἡ δὲ, Δοκεῖ μοι, φησὶ, χρῆναι πρότερον τὰ σποράδην παρὰ τῆς θείας Γραφῆς περὶ τούτου τοῦ δόγματος ἐκτεθέντα δι’ ὀλίγων ἐπι‐
40δραμεῖν, ὡς ἂν ἐκεῖθεν ἡμῖν ἡ κορωνὶς ἐπιτεθείη τῷ λόγῳ. Ἤκουσα τοίνυν τοῦ Δαβὶδ ὑμνολογοῦντος ἐν θείαις ᾠδαῖς, ὅτε τὴν τοῦ παντὸς διακόσμησιν ὑπόθεσιν τοῦ ὕμνου πεποιημένος ἐν ἑκατοστῷ τρίτῳ ψαλμῷ πρὸς τῷ τέλει τῆς ὑμνῳδίας τοῦτό φησιν, ὅτι
45«Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς
τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς130

46

.

132

τὸ πρόσωπον τῆς γῆς.» Πάντα ἐν πᾶσιν ἐνεργοῦσαν τοῦ πνεύματος δύναμιν, ζωοποιεῖν τε λέγων, οἷς ἂν ἐγγένηται, καὶ ἀφιστᾷν τῆς ζωῆς πάλιν ὧν ἂν ἀπογένηται. Ἐπεὶ οὖν τῇ ἀναχω‐
5ρήσει τοῦ πνεύματος τὴν τῶν ζώντων ἔκλειψιν, τῇ δὲ τούτου παρουσίᾳ τὸν τῶν ἐκλειπόν‐ των ἀνακαινισμὸν γίνεσθαι λέγει, προηγεῖται δὲ κατὰ τὴν τοῦ λόγου τάξιν τῶν ἀνακαινιζομένων ἡ ἔκλειψις· τούτῳ ἐκείνῳ φαμὲν τὸ κατὰ τὴν ἀνάστα‐
10σιν καταγγέλλεσθαι τῇ Ἐκκλησίᾳ μυστήριον, τῷ προφητικῷ πνεύματι τοῦ Δαβὶδ τὴν χάριν ταύτην προεκφωνήσαντος. Ἀλλὰ καὶ ἑτέρωθέν φησιν ὁ αὐτὸς οὗτος προφήτης, ὅτι ὁ τοῦ παντὸς Θεὸς, ὁ τῶν ὄντων Κύριος ἐπέφανεν ἡμῖν ἐπὶ τῷ συστή‐
15σασθαι τὴν ἑορτὴν ἐν τοῖς πυκάζουσι τὴν τῶν Σκηνο‐ πηγίων ἑορτὴν διὰ τῆς τοῦ πυκασμοῦ λέξεως ἑρμηνεύων, ἣ πάλαι μὲν ἐκ τῆς παραδόσεως τοῦ Μωϋσέως νενόμιστο προφητικῶς, οἶμαι, τὰ μέλλοντα τοῦ νομοθέτου προαγορεύοντος· ἀεὶ δὲ γενόμενος,
20οὔπω ἐγεγόνει. Προεδηλοῦτο μὲν γὰρ τοῖς τῶν γινο‐ μένων αἰνίγμασι τυπικῶς ἡ ἀλήθεια· αὕτη δὲ ἡ ἀλη‐ θὴς σκηνοπηγία οὔπω ἦν, ἀλλὰ τούτου χάριν, κατὰ τὸν προφητικὸν λόγον, ὁ Θεὸς τῶν ὅλων καὶ Κύριος ἑαυτὸν ἐπέφανεν ἡμῖν, ὡς ἂν συσταίη τῇ
25ἀνθρωπίνῃ φύσει ἡ τοῦ διαλυθέντος ἡμῶν οἰκητηρίου σκηνοπηγία, πάλιν διὰ τῆς συνόδου τῶν στοιχείων σωματικῶς πυκαζομένη. Τὴν γὰρ περιβολὴν καὶ τὸν ἐκ ταύτης κόσμον ἡ τοῦ πυκασμοῦ λέξις κατὰ τὴν ἰδίαν ἔμφασιν διασημαίνει.
32 Ἔχει δὲ ἡ ῥῆσις τῆς ψαλμῳδίας τοῦτον τὸν τρό‐ πον· Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν συστήσασθαι ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυ‐
35σιαστηρίου. Ὅπερ δοκεῖ μοι προαναφωνεῖν δι’ αἰνί‐ γματος, τὸ μίαν ἑορτὴν πάσῃ τῇ λογικῇ κτίσει συν‐ ίστασθαι τῶν ὑποδεεστέρων τοῖς ὑπερέχουσιν ἐν τῇ τῶν ἀγαθῶν συνόδῳ συγχορευόντων. Ἐπειδὴ γὰρ ἐν τῇ τυπικῇ τοῦ ναοῦ κατασκευῇ, οὐ πᾶσιν
40ἐφεῖτο τῆς ἔξωθεν περιβολῆς ἐντὸς γενέσθαι, ἀλλὰ περικέκριτο τῆς εἰσόδου πᾶν ὅσον ἐθνικὸν καὶ ἀλλόφυλον, τῶν τε αὖ ἐντὸς γινομένων, οὐ με‐ τῆν ἐκ τοῦ ἴσου πᾶσι τῆς ἐπὶ τὸ ἐνδότερον παρ‐ όδου, μή τινι καθαρωτέρᾳ διαίτῃ, καί τισι περιῤῥαν‐
45τηρίοις ἀφαγνισθεῖσι· πάλιν δὲ καὶ ἐν αὐτοῖς
τούτοις οὐ πᾶσι βάσιμος ἦν ὁ ἔνδον ναὸς, ἀλλὰ132

46

.

133

τοῖς ἱερεῦσι μόνοις νόμιμον ἦν κατὰ χρείαν ἱε‐ ρουργίας ἐντὸς τοῦ καταπετάσματος γίνεσθαι, τὸ δὲ ἀπόκρυφόν τε καὶ ἄδυτον τοῦ ναοῦ, ἐν ᾧ τὸ θυσια‐ στήριον ἵδρυτο κεράτων τισὶ προσβολαῖς κεκαλ‐
5λωπισμένον, καὶ αὐτοῖς τοῖς ἱερεῦσιν ἀνεπίβατον ἦν, πλὴν ἑνὸς τοῦ προτεταγμένου τῆς ἱερωσύνης, ὡς ἅπαξ τοῦ ἐνιαυτοῦ κατά τινα νόμιμον ἡμέραν, μόνος ποῤῥητοτέραν τινὰ καὶ μυστικωτέραν προσάγων ἱερουργίαν ἐπὶ τὸ ἐντὸς παρεδύετο. Τοσαύτης οὖν οὔ‐
10σης περὶ τὸν ναὸν τοῦτον διαφορᾶς, ὅτι τις εἰκὼν καὶ μίμημα τῆς νοητῆς ἦν καταστά‐ σεως, τοῦτο τῆς σωματικῆς παρατηρήσεως διδασκού‐ σης, ὅτι οὔτε πᾶσα ἡ λογικὴ φύσις τῷ ναῷ τοῦ Θεοῦ, τουτέστι τῇ ὁμολογίᾳ τοῦ μεγάλου Θεοῦ προσ‐
15εγγίζει· ἀλλ’ οἱ πρὸς τὰς ψευδεῖς ὑπολήψεις πε‐ πλανημένοι ἐκτός εἰσι τοῦ θείου περισχοινίσματος. Τῶν δὲ διὰ τῆς ὁμολογίας ἐντὸς γεγενημένων προτι‐ μοτέρων τῶν ἄλλων, οἱ περιῤῥαντηρίοις καὶ ἁγνείαις προκαθαιρόμενοι, καὶ τούτων οἱ ἀφιε‐
20ρωθέντες ἤδη τὸ πλέον ἔχουσιν, ὥστε τῆς ἐσωτερικῆς ἀξιοῦσθαι μυσταγωγίας, ὡς δ’ ἄν τις ἐπὶ τὸ φανερώ‐ τερον προάγοι τὴν τοῦ αἰνίγματος ἔμφασιν. Ταῦτα ἔστι μαθεῖν τοῦ λόγου διδάσκοντος, ὅτι τῶν λο‐ γικῶν δυνάμεων, αἱ μέν τινές εἰσιν οἷον τὸ ἅγιον θυ‐
25σιαστήριον ἐν τῷ ἀδύτῳ τῆς θεότητος καθιδρυμέναι· αἱ δέ τινες πάλιν καὶ τούτων ἐν ἐξοχῇ θεωροῦνται, κεράτων δίκην προβεβλημέναι, καὶ ἄλλαι περὶ ἐκεί‐ νας κατά τινα τάξεως ἀκολουθίαν προτερεύουσί τε καὶ δευτερεύουσι. Τὸ δὲ τῶν ἀνθρώπων γένος διὰ
30τὴν ἐγγινομένην κακίαν ἔξω τῆς θείας περιβολῆς ἀπεώσθη· ὅπερ τῷ περιράντρῳ λουτρῷ καθη‐ ράμενον ἐντὸς γίνεται.
37 Ἀλλ’ ἐπειδὴ μέλλει ποτὲ τὰ μετὰ ταῦτα πα‐ ραφράγματα λύεσθαι, δι’ ὧν ἡμᾶς ἡ κακία πρὸς τὰ ἐντὸς τοῦ καταπετάσματος ἀπετείχισεν, ὅταν σκη‐
40νοπηχθῇ πάλιν διὰ τῆς ἀναστάσεως ἡμῶν ἡ φύ‐ σις, καὶ πᾶσα ἡ κατὰ κακίαν ἐγγινομένη διαφθο‐ ρὰ ἐξαφανισθῇ τῶν ὄντων, τότε κοινὴ συστήσεται ἡ περὶ τὸν Θεὸν ἑορτὴ τοῖς διὰ τῆς ἀναστάσεως πυκα‐ σθεῖσιν, ὡς μίαν τε καὶ τὴν αὐτὴν προκεῖσθαι πᾶσι
45τὴν εὐφροσύνην· μηκέτι διαφορᾶς τινος τῆς τῶν ἴσων μετουσίας, τὴν λογικὴν φύσιν διατεμνούσης, ἀλλὰ τῶν νῦν ἔξω διὰ τὴν κακίαν ὄντων ἐντὸς τῶν ἀδύτων τῆς θείας μακαριότητός ποτε γενησομένων, καὶ τοῖς κέρασι τοῦ θυσιαστηρίου, τουτέστι, ταῖς

46

.

133

(50)

ἐξεχούσαις τῶν ὑπερκοσμίων δυνάμεσιν ἑαυτοὺς134

46

.

136

συναπτόντων. Ὅπερ δὴ γυμνότερόν φησιν ὁ Ἀπόστολος, τὴν τοῦ παντὸς πρὸς τὸ ἀγαθὸν συμφω‐ νίαν διερμηνεύων, ὅτι αὐτῷ πᾶν γόνυ κάμψει ἐπου‐ ρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα
5γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός· ἀντὶ μὲν τῶν κεράτων λέγων τὸ ἀγγελικόν τε καὶ ἐπουράνιον, διὰ δὲ τῶν λοιπῶν σημαίνων τὴν μετ’ ἐκείνους νοουμένην κτίσιν ἡμᾶς, οὓς πάντας μία καὶ σύμφωνος ἑορτὴ κατα‐
10κρατήσει. Ἑορτή ἐστιν ἡ τοῦ ὄντως ὄντος ὁμολογία τε καὶ ἐπίγνωσις. Ἔστι δὲ, φησὶ, καὶ ἄλλα πολλὰ τῆς ἁγίας Γραφῆς πρὸς σύστασιν τοῦ κατὰ τὴν ἀνάστασιν δόγματος ἀναλέξασθαι. Ὅ τε γὰρ Ἐζεκιὴλ τῷ προφητικῷ πνεύματι τὸν ἐν τῷ
15μέσῳ πάντα χρόνον, καὶ τὸ ἐν τούτῳ διάστημα ὑπερ‐ βὰς, ἐπ’ αὐτοῦ ἵσταται τοῦ καιροῦ τῆς ἀναστάσεως τῇ προγνωστικῇ δυνάμει καὶ τὸ ἐσόμενον ὡς ἤδη τεθεαμένος ὑπ’ ὄψιν ἄγει τῷ διηγήματι. Πεδίον μέγα καὶ εἰς ἄπειρον εἶδε διηπλωμένον, ὀστέων
20σωρείαν ἐπὶ τούτῳ πολλὴν, ἄλλων ἀλλαχῆ πρὸς τὸ συμβὰν διεῤῥιμμένων· εἶτα θείᾳ δυνάμει πρὸς τὰ συγγενῆ καὶ ἴδια συγκινουμένων, καὶ ταῖς οἰκείαις ἁρμονίαις ἐμφυομένων. Εἶτα νεύροις καὶ σαρξὶ καὶ δέρμασι καλυπτομένων (ὅπερ ἡ ψαλμῳδία πυκαζο‐
25μένων λέγει), καὶ πνεῦμα ζωοποιοῦν τε καὶ διεγεῖρον ἅπαν τὸ κείμενον.
31 Τὴν δὲ τοῦ Ἀποστόλου κατὰ τὴν ἀνάστασιν θαυμάτων διασκευὴν, ὡς πρόχειρον οὖσαν τοῖς ἐν‐ τυγχάνουσιν, τί ἄν τις λέγοι; Ὅπως ἐν κελεύ‐ σματί τινι καὶ σαλπίγγων ἤχει φησὶν ὁ λόγος ἐν
35ἀκαρεῖ τοῦ χρόνου ἅπαν ἀθρόως τὸ τεθνηκός τε καὶ κείμενον, εἰς ἀθανάτου φύσιν ὑπαμειφθή‐ σεσθαι; Ἀλλὰ καὶ τὰς ἀγγελικὰς φωνὰς, ὡς προδήλους ἅπασιν οὔσας, παρήσαμεν. Οὐ γὰρ μόνῳ λόγῳ φησὶν ὁ Κύριος τοὺς νεκροὺς
40ἀναστήσεσθαι, ἀλλὰ καὶ αὐτὴν ἐνεργεῖ τὴν ἀνάστασιν, ἀπὸ τῶν ἐγγυτέρων ἡμῖν καὶ ἧττον ἀπιστεῖσθαι δυ‐
ναμένων τῆς θαυματοποιίας ἀρξάμενος. Πρῶτον μὲν136

46

.

137

γὰρ ἐν τοῖς ἐπιθανασίοις τῶν νοσημάτων τὴν ζωοποιὸν δείκνυσι δύναμιν, ἀπελαύνων προστάγματι καὶ λόγῳ τὰ πάθη· εἶτα ἀρτιθανὲς ἐγείρει παιδίον, εἶτα νεανίαν τοῖς τάφοις ἤδη προσκομιζόμε‐
5νον τῆς σοροῦ διαναστήσας τῇ μητρὶ δίδωσι· μετὰ τοῦτο διαπεπτωκότα ἤδη τετραημέρῳ χρόνῳ τὸν Λά‐ ζαρον νεκρὸν ἐξάγει τοῦ τάφου φωνῇ καὶ προστάγματι ζωοποιήσας τὸν κείμενον· εἶτα τὸν ἑαυτοῦ ἄνθρωπον ἥλοις καὶ λόγχῃ διαπεπαρμέ‐
10νον ἐκ νεκρῶν διὰ τρίτης ἡμέρας διανίστησι, τοὺς τύπους τῶν ἥλων καὶ τὴν πληγὴν τῆς λόγχης εἰς μαρτυρίαν τῆς ἀναστάσεως ἐπαγόμενος. Περὶ ὧν οὐδὲν οἶμαι χρῆναι διεξιέναι, μὴ μιᾶς ἀμφιβολίας ἐν τοῖς τὰ προγεγραμμένα παραδε‐
15δειγμένοις εἰπούσης.
17 Γ. Ἀλλ’ οὐ τοῦτο, εἶπον ἐγὼ, τὸ ζητούμενον ἦν· τὸ γὰρ ἔσεσθαί ποτε τὴν ἀνάστασιν, καὶ τὸ ὑπαχθή‐ σεσθαι τῇ ἀδεκάστῳ κρίσει τὸν ἄνθρωπον, διά τε τῶν
20γραφικῶν ἀποδείξεων, καὶ τῶν ἤδη προεξητασμένων, οἱ πολλοὶ τῶν ἀκουόντων συνθήσονται. Ὑπόλοιπον ἂν εἴη σκοπεῖν, φησὶν, εἰ ὥσπερ τὸ νῦν καὶ τὸ ἐλπιζόμενον ἔσται. Ὅπερ εἰ ὄντως εἴη, φευ‐ κτὸν εἶπον τοῖς ἀνθρώποις τὴν ἐλπίδα τῆς ἀνα‐
25στάσεως εἶναι. Εἰ γὰρ οἷα γίνεται, ὅταν λήγε‐ ται τοῦ ζῇν τὰ ἀνθρώπινα σώματα, τοιαῦτα τῇ ζωῇ πάλιν ἀποκαθίσταται· ἄρα τις ἀτέλεστος συμ‐ φορὰ διὰ τῆς ἀναστάσεως τοῖς ἀνθρώποις ἐλπίζεται. Τί γὰρ ἂν ἐλεεινότερον γένοιτο θέαμα, ἢ ὅταν ἐν
30ἐσχάτῳ γήρᾳ καταῤῥιγνυθέντα τὰ σώματα μετα‐ ποιηθῇ πρὸς τὸ εἰδεχθές τε καὶ ἄμορφον, τῆς μὲν σαρκὸς αὐτῆς ἀναλωθείσης τῷ χρόνῳ, ῥυσοῦ δὲ τοῖς ὀστέοις περιεσκληκότος τοῦ δέρματος; Τῶν δὲ δὴ νεύρων συνεσπασμένων διὰ τὸ μηκέτι τῇ φυ‐
35σικῇ ἰκμάδι ὑποπιαίνεσθαι, καὶ διὰ τοῦτο παντὸς συν‐ ελκομένου τοῦ σώματος, ἄτοπόν τι καὶ ἐλεεινὸν θέαμα γίνεται, τῆς μὲν κεφαλῆς ἐπὶ τὸ γόνυ συγκεκλιμένης· τῆς δὲ χειρὸς ἔνθεν καὶ ἔνθεν πρὸς μὲν τὴν κατὰ φύ‐ σιν ἐνέργειαν ἀπρακτούσης, ἐντρομῆς δὲ κατὰ
40τὸ ἀκούσιον ἀεὶ κραδαινομένης. Οἷα δὲ πάλιν τῶν ταῖς χρονίαις νόσοις ἐκτετηκότων τὰ σώματα; Ἃ τοσοῦτον διαφέρει τῶν γυμνωθέντων ὀστέων, ὅσον ἐπικαλύφθαι δοκεῖ λεπτῷ, καὶ ἐκδεδαπανημένῳ ἤδη
τῷ δέρματι. Οἷα δὲ καὶ τῶν ἐν ταῖς ὑδερι‐138

46

.

140

καῖς ἀῤῥωστίαις ἐξῳδηκότων, τῶν δὲ τῇ ἱερᾷ νόσῳ κεκρατημένων τὴν ἀσχήμονα λώβην τίς ἂν ὑπ’ ὄψιν ἀγάγοι λόγος, ὡς κατ’ ὀλίγον αὐτοῖς πάντα τὰ μέλη τὰ ὀργανικά τε καὶ αἰσθητὰ προσιοῦσα
5ἡ σηπεδὼν ἐπιβόσκεται; τῶν δὲ ἐν σεισμοῖς, ἢ πολέ‐ μοις, ἢ ἐξ ἑτέρας τινὸς αἰτίας ἠκροτηριασμένων, καὶ πρὸ τοῦ θανάτου χρόνον τινὰ ἐν τῇ συμφορᾷ ταύτῃ ἐπιβιούντων, ἢ τῶν ἀπὸ γενέσεως λώβῃ τινὶ συναπο‐ τελεσθέντων ἐν διαστρόφοις τοῖς μέλεσι, περιὸν,
10τί ἄν τις λέγοι;
13 Περὶ τῶν ἀρτιγενῶν νηπίων τῶν τε ἐκτιθεμέ‐ νων, καὶ τῶν καταπνιγομένων, καὶ τῶν κατὰ τὸ αὐ‐
15τόματον ἀπολλυμένων, τί ἐστι λογίσασθαι, εἰ τὰ τοιαῦτα πάλιν πρὸς τὴν ζωὴν ἐπανάγοιτο, ἄρα ἐναπομένῃ τῇ νηπιότητι, καὶ τί ἀθλιώτερον; ἀλλ’ ἐπὶ τὸ ἄκρον ἥξει τῆς ἡλικίας, καὶ ποίῳ γάλακτι πάλιν ἡ φύσις αὐτὰ τιθηνήσεται; Ὥστε εἰ
20μὲν διὰ πάντων ταὐτὸν ἡμῖν τὸ σῶμα πάλιν ἀναβιώ‐ σεται, συμφορὰ ἔσται τὸ προσδοκώμενον· εἰ δὲ μὴ ταὐτὸν, ἄλλος τις ὁ ἐγειρόμενος ἔσται παρὰ τὸν κεί‐ μενον. Εἰ γὰρ πέπτωκε μὲν τὸ παιδίον, ἀνίσταται δὲ τέλειος, ἢ τὸ ἔμπαλιν, πῶς ἔστιν εἰπεῖν αὐτὸν
25ἀνωρθῶσθαι τὸν κείμενον, ἐν τῇ τῆς ἡλικίας διαφορᾷ τοῦ πεπτωκότος ὑπηλλαγμένου ὄντος· ἀντὶ γὰρ τοῦ παιδίου τέλειον, καὶ ἀντὶ τοῦ πρεσβυτέρου τὸν ἀκμη‐ στὸν τίς ὁρῶν, ἕτερον ἀνθ’ ἑτέρου τεθέαται, καὶ ἀντὶ τοῦ λελωβημένου τὸν ἄρτιον, καὶ ἀντὶ τοῦ ἐκτετη‐
30κότος τὸν εὔσαρκον, καὶ τὰ ἄλλα πάντα ὡσαύτως, ἵνα μὴ, τὰ καθ’ ἕκαστόν τις διεξιὼν, ὄχλον ἐπεισάγῃ τῷ λόγῳ; Εἰ μὴ οὖν τοιοῦτον ἀναβιώσῃ τὸ σῶμα πάλιν, οἷον ἦν ὅτε τῇ γῇ κατεμίγνυτο, οὐ τὸ τεθνηκὸς ἀναστήσεται, ἀλλ’ εἰς ἄλλον ἄνθρωπον ἡ γῆ διαπλα‐
35σθήσεται. Τί οὖν πρὸς ἐμὲ ἡ ἀνάστασις, εἰ ἀντ’ ἐμοῦ τις ἄλλος ἀναβιώσεται; Πῶς γὰρ ἂν ἐπιγνοίην αὐτὸς ἐμαυτὸν, βλέπων ἐν ἐμαυτῷ οὐκ ἐμαυτόν; Οὐ γὰρ ἂν εἴην ἀληθῶς ἐγὼ, εἰ μὴ διὰ πάντων εἴην ὁ αὐτὸς ἐμαυτῷ. Καθάπερ γὰρ κατὰ τὸν παρόντα βίον εἴ
40τινος ἔχοιμι διὰ μνήμης τὸν χαρακτῆρα, ὑποκείσθω δὲ κατὰ τὸν λόγον ψεδνὸς ὁ τοιοῦτος εἶναι, προχειλὴς, ὑποσιμὸς, λευκόχρους, γλαυκόμματος, ἐν πο‐
λιᾷ τῇ τριχὶ, καὶ ῥυσῷ τῷ σώματι· εἶτα ζητῶν τὸν140

46

.

141

τοιοῦτον, ἐντύχοιμι νέῳ, κομήτῃ, γρυπῷ, μελανο‐ χροῖ, καὶ τὰ λοιπὰ πάντα τοῦ κατὰ τὴν μορφὴν χαρακτῆρος ἑτέρως ἔχοντι. Ἆρα τοῦτον εἰδὼς ἐκεῖνον οἰήσομαι; μᾶλλον δὲ τί χρὴ ταῖς ἐλάττοσι τῶν
5ἐνστάσεων ἐνδιατρίβειν τὸν ἰσχυρότερον ἀφιέμε‐ νον; Τίς γὰρ οὐκ οἶδεν, ὅτι ῥοῇ τινι προσέοικεν ἡ ἀνθρωπίνη φύσις, ἀπὸ γενέσεως εἰς θάνατον ἀεὶ διά τινος κινήσεως προϊοῦσα, τότε τῆς κινήσεως λή‐ γουσα, ὅταν καὶ τοῦ εἶναι παύσεται;
13 Ἡ δὲ κίνησις αὕτη οὐ τοπική τίς ἐστι μετάστασις (οὐ γὰρ ἐκβαίνει ἑαυτὴν ἡ φύσις), ἀλλὰ δι’ ἀλλοιώσεως
15ἔχει τὴν πρόοδον. Ἡ δὲ ἀλλοίωσις ἕως ἂν ᾖ τοῦτο ὃ λέγεται, οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ μένει· (πῶς γὰρ ἂν ἐν ταὐτότητι φυλαχθείη τὸ ἀλλοιούμενον;) ἀλλ’ ὥσπερ τὸ ἐπὶ τῆς θρυαλλίδος πῦρ, τῷ μὲν δοκεῖν ἀεὶ τὸ αὐτὸ φαίνεται (τὸ γὰρ συνεχὲς ἀεὶ τῆς κινή‐
20σεως ἀδιάσπαστον αὐτὸ καὶ ἡνωμένον πρὸς ἑαυ‐ τὸ δείκνυσι), τῇ δὲ ἀληθείᾳ πάντως πάντοτε ἑαυτὸν αὐτὸ διαδεχόμενον, οὐδέποτε αὐτὸ μένει (ἡ γὰρ ἐξελκυσθεῖσα διὰ τῆς θερμότητος ἰκμὰς, ὁμοῦ τε ἐξεφλογώθη καὶ εἰς λίγνην ἐκκαυθεῖσα
25μετεποιήθη, καὶ ἀεὶ τῇ ἀλλοιωτικῇ δυνάμει ἡ τῆς φλογὸς κίνησις ἐνεργεῖται, εἰς λίγνην δι’ ἑαυτῆς ἀλλοιοῦσα τὸ ὑποκείμενον)· ὥσπερ τοί‐ νυν δὶς κατὰ ταὐτὸν τῆς φλογὸς θίγοντα, οὐκ ἔστι τῆς αὐτῆς τὸ δὶς ἅψασθαι· (τὸ γὰρ ὀξὺ τῆς ἀλ‐
30λοιώσεως οὐκ ἀναμένει τὸν ἐκ δευτέρου πάλιν ἐπι‐ θιγγάνοντα, κἂν ὡς τάχιστα τοῦτο ποιῇ), ἀλλ’ ἀεὶ καινή τε καὶ πρόσφατός ἐστιν ἡ φλὸξ πάντοτε γινο‐ μένη, καὶ ἀεὶ ἑαυτὴν διαδεχομένη, καὶ οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ μένουσα· τοιοῦτόν τι καὶ περὶ τὴν τοῦ
35σώματος ἡμῶν φύσιν ἐστί. Τὸ γὰρ ἐπίῤῥυτον τῆς φύσεως ἡμῶν, καὶ τὸ ἀπόῤῥυτον διὰ τῆς ἀλλοιω‐ τικῆς κινήσεως ἀεὶ πορευόμενον, τότε κινούμε‐ νον ἵσταται, ὅταν καὶ τῆς ζωῆς ἀπολήξῃ· ἕως δ’ ἂν ἐν τῷ ζῇν ᾖ, στάσιν οὐκ ἔχει. Ἢ γὰρ πληροῦται, ἢ
40διαπνέεται, ἢ δι’ ἑκατέρων πάντως εἰσαεὶ διεξά‐ γεται. Εἰ τοίνυν οὐδὲ τῷ χθιζῷ τις ὁ αὐτός ἐστιν, ἀλλ’ ἕτερος τῇ ἀπαλλαγῇ γίνεται, ὅταν ἐπαναγάγῃ πάλιν τὸ σῶμα ἡμῶν πρὸς τὴν ζωὴν ἡ ἀνάστασις, δῆμός τις ἀνθρώπων πάντως ὁ εἷς γενήσεται, ὡς ἂν
45μηδὲν ἐλλείποι τοῦ ἀνισταμένου τὸ βρέφος, τὸ νήπιον, ὁ παῖς, τὸ μειράκιον, ὁ ἀνὴρ, ὁ πατὴρ, ὁ πρεσβύτης, καὶ τὰ διὰ μέσου πάντα. Σωφροσύνης δὲ καὶ ἀκολα‐
σίας διὰ σαρκὸς ἐνεργουμένης, τῶν δὲ ὑπομε‐142

46

.

144

νόντων ὑπὲρ τῆς εὐσεβείας τὰς ἀλγεινὰς τῶν κολάσεων, τῶν τε αὖ μαλακιζομένων πρὸς ταῦτα διὰ τῆς σωματικῆς αἰσθήσεως, ἑκατέρων τούτων ἐπιδεικνυμένων, πῶς ἔστι παρὰ τὴν κρίσιν δια‐
5σωθῆναι τὸ δίκαιον; Ἢ τοῦ αὐτοῦ νῦν μὲν πεπλημμεληκότος, αὖθις δὲ διὰ μεταμελείας ἑαυτὸν ἐκκαθάραντος, κἂν οὕτω τύχῃ πάλιν ἐπὶ τὸ πλημμελὲς ὀλισθήσαντος, ὑπαμειφθέντος δὲ κατὰ τὴν ἀκολουθίαν τῆς φύσεως, καὶ τοῦ μεμολυσμένου καὶ
10τοῦ ἀμολύντου σώματος, καὶ μήθ’ ἑτέρου τούτων εἰς τὸ διηνεκὲς ἐξαρκέσαντος, ποῖον τῷ ἀκολάστῳ σῶμα συγκολασθήσεται, τὸ ῥικνωθὲν ἐν τῷ γήρᾳ πρὸς τῷ θανάτῳ; Ἀλλ’ ἕτερον ἦν τοῦτο παρὰ τὸ τὴν ἁμαρτίαν κατειργασμένον, ἀλλ’ ὅπερ κατεμο‐
15λύνθη τῷ πάθει; καὶ ποῦ ὁ πρεσβύτης; Ἢ γὰρ οὐκ ἀναστήσεται οὗτος, καὶ οὐκ ἐνεργὸς ἡ ἀνάστασις· ἢ οὗτος ἐγερθήσεται, καὶ διαφεύξεται τὴν δίκην ὁ ὑπο‐ κείμενος.
24Εἴπω τι καὶ ἄλλο τῶν προφερομένων ἡμῖν παρὰ
25τῶν οὐ δεδεγμένων τὸν λόγον. Οὐδὲν, φησὶν, ἄπρακτον τῶν ἐν τῷ σώματι μορίων ἡ φύσις ἐποίησε. Τὰ μὲν γὰρ τὴν τοῦ ζῇν αἰτίαν καὶ δύναμιν ἐν ἡμῖν ἔχει, ὧν ἄνευ συστῆναι διὰ σαρκὸς ζωὴν ἡμῶν, οὐκ ἐνδέχεται, οἷον, καρδία, ἧπαρ, ἐγκέφαλος, πνεύ‐
30μων, γαστὴρ, καὶ τὰ λοιπὰ σπλάγχνα· τὰ δὲ τῇ αἰ‐ σθητικῇ κινήσει ἀποκεκλήρωται· τὰ δὲ τῆς παρεκτι‐ κῆς καὶ μεταβατικῆς ἐνεργείας ἐστίν· ἄλλα δὲ πρὸς τὴν διαδοχὴν τῶν ἐπιγινομένων ἐπιτηδείως ἔχει. Εἰ μὲν οὖν ἐν τοῖς αὐτοῖς ἡμῖν ὁ μετὰ ταῦτα βίος
35ἔσται, πρὸς οὐδὲν ἡ μετάστασις γίνεται· εἰ δὲ ἀληθὴς ὁ λόγος (ὥσπερ οὖν ἐστιν ἀληθὴς), ὁ μήτε γάμον ἐμ‐ πολιτεύεσθαι τῷ μετὰ τὴν ἀνάστασιν βίῳ διοριζόμε‐ νος, μήτε διὰ βρώσεως καὶ πόσεως τὴν τότε διακρα‐ τεῖσθαι ζωὴν, τίς ἔσται χρῆσις τῶν μερῶν τοῦ σώμα‐
40τος, οὐκέτι τῶν δι’ ἃ νῦν ἐστι τὰ μέλη κατὰ τὴν ζωὴν ἐκείνην ἐλπιζομένων; Εἰ γὰρ τοῦ γάμου χάριν τὰ πρὸς τὸν γάμον ἐστὶ μέλη, ὅταν ἐκεῖνος μὴ ᾖ, οὐδὲ τῶν πρὸς ἐκεῖνον δεόμεθα. Οὕτω πρὸς τὸ ἔργον αἱ χεῖρες, καὶ πρὸς τὸν δρόμον οἱ πόδες, καὶ
45πρὸς τὴν παραδοχὴν τῶν σιτίων τὸ στόμα, καὶ οἱ ὀδόντες πρὸς τὴν τῆς τροφῆς ὑπηρεσίαν, καὶ πρὸς τὴν πέψιν τὰ σπλάγχνα, καὶ πρὸς τὴν ἀποβολὴν τῶν ἀχρειωθέντων οἱ ἐξοδικοὶ τῶν πόρων. Ὅταν
οὖν ἐκεῖνα μὴ ᾖ, τὰ δι’ ἐκεῖνα γινομένα πῶς ἢ144

46

.

145

ὑπὲρ τίνος ἔσται, ὡς ἀνάγκην εἶναι, εἰ μὲν εἴη περιττὰ τὰ σώματα πρὸς οὐδὲν πρὸς τὴν ζωὴν ἐκεί‐ νην συνεργεῖν μέλλοντα, μηδὲ εἶναί τι τῶν νῦν συμπληρούντων ἡμῖν τὸ σῶμα (ἐν ἄλλοις γὰρ
5ἡ ζωὴ), καὶ οὐκέτι τὸ τοιοῦτον ἀνάστασιν ὀνο‐ μάσειε, τῶν καθ’ ἕκαστον μελῶν διὰ τὴν ἐκείνῃ τῇ ζωῇ ἀχρηστίαν οὐ συνανισταμένων τῷ σώματι; Εἰ δὲ διὰ πάντων ἔσται τούτων ἐναργὴς ἡ ἀνάστα‐ σις, μάταια ἡμῖν καὶ ἀνόνητα πρὸς τὴν ζωὴν
10ἐκείνην δημιουργήσει ὁ ἐνεργῶν τὴν ἀνάστασιν. Ἀλλὰ μὴν καὶ εἶναι πιστεύειν χρὴ τὴν ἀνάστασιν, καὶ μὴ ματαίαν εἶναι. Οὐκοῦν προσεκτέον τῷ λόγῳ, ὅπως ἂν ἡμῖν διὰ πάντων ἐν τῷ δόγματι τὸ εἰκὸς διασώ‐ ζοιτο.
20 Μ. Ἐμοῦ δὲ ταῦτα διεξελθόντος, Οὐκ ἀγεννῶς, φησὶν ἡ διδάσκαλος, κατὰ τὴν λεγομένην ῥητορικὴν τῶν τῆς ἀναστάσεως δογμάτων κατεπεχείρησας, πιθανῶς τοῖς ἀνασκευαστικοῖς τῶν λόγων ἐν κύκλῳ περιδραμὼν τὴν ἀλήθειαν, ὥστε τοὺς μὴ λίαν ἐπεσκεμμένους τὸ
25τῆς ἀληθείας μυστήριον παθεῖν ἄν πως τὸ κατὰ τὸ εἰκὸς πρὸς τὸν λόγον, καὶ οἰηθῆναι μὴ ἔξω τοῦ δέον‐ τος ἐπῆχθαι τοῖς εἰρημένοις τὴν ἐπαπόρησιν. Ἔχει δὲ οὐχ οὕτω, φησὶν, ἡ ἀλήθεια, κἂν ἀδυνάτως ἔχωμεν ἐκ τῶν ὁμοίων ἀντιρητορεύειν τῷ λόγῳ, ἀλλ’
30ὁ μὲν ἀληθὴς περὶ τούτων λόγος ἐν τοῖς ἀποκρύφοις σοφίας θησαυροῖς τεταμίευται, τότε εἰς τὸ ἐμ‐ φανὲς ἥξων, ὅταν ἔργῳ τὸ τῆς ἀναστάσεως διδαχθῶμεν μυστήριον, ὅτε οὐκέτι δεήσει ῥημάτων ἡμῖν πρὸς τὴν ἐλπιζομένων φανέρωσιν. Ἀλλ’ ὥσπερ ἐν νυκτὶ
35πολλῶν κινουμένων τοῖς διαγρυπνοῦσι λόγοις περὶ τῆς τοῦ ἡλίου λαμπηδόνος, οἵα ἐστὶν, ἀργὴν ποιεῖ τὴν τοῦ λόγου ὑπογραφὴν προφανεῖσα μόνον τῆς ἀκτῖνος ἡ χάρις, οὕτω πάντα λογισμὸν στοχαστικῶς τῆς μελλούσης καταστάσεως ἐφαπτόμενον, ἀντ’ οὐδε‐
40νὸς ὑποδείκνυσιν, ὅτε γένηται ἡμῖν ἐν τῇ πείρᾳ τὸ προσδοκώμενον. Ἐπειδὴ δὲ χρὴ μὴ παν‐ τάπασιν ἀνεξετάστους ἐαθῆναι τὰς ἀντυπεν‐ εχθείσας ἡμῖν ἐνστάσεις, οὑτωσὶ τὸν περὶ τούτων λό‐ γον διαληψόμεθα. Νοῆσαι χρὴ πρῶτον τίς ὁ σκο‐
45πὸς τοῦ κατὰ τὴν ἀνάστασιν δόγματος, καὶ ὅτου χάριν καὶ εἴρηται τοῦτο παρὰ τῆς ἁγίας φωνῆς καὶ πεπίστευται. Οὐκοῦν, ὡς ἄν τις ὅρῳ τινὶ τὸ
τοιοῦτον περιλαβὼν ὑπογράψειεν, οὕτως ἐροῦ‐146

46

.

148

μεν· ὅτι ἀνάστασίς ἐστιν ἡ εἰς τὸ ἀρχαῖον τῆς φύ‐ σεως ἡμῶν ἀποκατάστασις. Ἀλλ’ ἐν τῇ πρώτῃ ζωῇ, ἧς αὐτὸς γέγονε δημιουργὸς ὁ Θεὸς, οὔτε γῆρας ἦν, ὡς εἰκὸς, οὔτε νηπιότης, οὔτε κατὰ
5τὰς πολυτρόπους ἀῤῥωστίας πάθη, οὔτε ἄλλο τῆς σωματικῆς ταλαιπωρίας οὐδὲν (οὔτε γὰρ εἰκὸς ἦν τὰ τοιαῦτα δημιουργεῖν τὸν Θεὸν), ἀλλὰ θεῖόν τι χρῆμα ἦν ἡ ἀνθρωπίνη φύσις πρὶν ἐν ὁρμῇ γίνεσθαι τοῦ κακοῦ τὸ ἀνθρώπινον. Ταῦτα δὲ πάντα τῇ εἰσόδῳ
10τῆς κακίας ἡμῖν συνεισέβαλεν. Οὐκοῦν οὐδεμίαν ἀνάγκην ἕξει ὁ ἄνευ κακίας βίος ἐν τοῖς διὰ ταῦτα συμβεβηκόσιν εἶναι.
18 Ὥσπερ γὰρ ἐπακολουθεῖ τῷ διὰ κρυμῶν ὁδοιπο‐ ροῦντι τὸ ψύχεσθαι τὸ σῶμα, ἢ τῷ διὰ θερμῶν ἀκτί‐
20νων πορευομένῳ τὸ μελαίνεσθαι τὴν ἐπιφάνειαν εἰ δὲ ἐκτὸς ἑκατέρου γένοιτο τούτων συναπαλλα‐ γήσεται πάντως καὶ τοῦ μελασμοῦ καὶ τῆς ψύ‐ ξεως, καὶ οὐκ ἄν τις εὐλόγως ἐπιζητοίη τὸ ἔκ τι‐ νος αἰτίας συμβαῖνον, τῆς αἰτίας οὐκ οὔσης· οὕ‐
25τως ἡ φύσις ἡμῶν ἐμπαθὴς γενομένη, τοῖς ἀναγ‐ καίως ἐπακολουθοῦσι τῇ παθητικῇ ζωῇ συνηνέχθη. Πρὸς δὲ τὴν ἀπαθῆ μακαριότητα πάλιν ἀναδρα‐ μοῦσα, οὐκέτι τοῖς ἐπακολουθοῦσι τῆς κα‐ κίας συνενεχθήσεται. Ἐπεὶ οὖν ὅσα ἐκ τῆς ἀλόγου
30ζωῆς τῇ ἀνθρωπίνῃ κατεμίχθη φύσει, οὐ πρότερον ἦν ἐν ἡμῖν πρὶν εἰς πάθος διὰ κακίας πεσεῖν τὸ ἀνθρώπινον, ἀναγκαίως καταλιπόντες τὸ πάθος, καὶ πάντα ὅσα μετ’ αὐτοῦ καθορᾶται συγκαταλείψομεν. Ὥστε οὐκ ἄν τις εὐλόγως ἐν τῷ βίῳ ἐκείνῳ τὰ ἐκ τοῦ
35πάθους ἡμῖν συμβεβηκότα ζητήσειεν. Ὥσπερ γὰρ εἴ τις ῥωγαλέον περὶ αὐτὸν ἔχων χιτῶνα, γυμνωθείη τοῦ περιβλήματος, οὐκέτι ἂν τὴν τοῦ ἀποῤῥιφέντος ἀσχημοσύνην ἐφ’ ἑαυτοῦ βλέποι, οὕτω καὶ ἡμῶν ἀποδυσαμένων τὸν νεκρὸν ἐκεῖνον καὶ εἰ‐
40δεχθῆ χιτῶνα, τὸν ἐκ τῶν ἀλόγων δερμάτων ἡμῖν ἐπιβληθέντα (δέρμα δὲ ἀκούων τὸ σχῆμα τῆς ἀλόγου φύσεως νοεῖν μοι δοκῶ, ᾧ πρὸς τὸ πάθος οἰκειωθέντες περιεβλήθημεν), πάντα ὅσα τοῦ ἀλόγου δέρματος περὶ ἡμᾶς ἦν ἐν τῇ ἀπεκδύσει
45τοῦ χιτῶνος συναποβαλλόμεθα. Ἔστι δὲ ἃ προσ‐ έλαβεν ἀπὸ τοῦ ἀλόγου δέρματος, ἡ μίξις, ἡ
σύλληψις, ὁ τόκος, ὁ ῥύπος, ἡ θηλὴ, ἡ τροφὴ, ἡ ἐκ‐148

46

.

149

ποίησις, ἡ κατ’ ὀλίγον ἐπὶ τὸ τέλειον αὔξησις, ἡ ἀκμὴ, τὸ γῆρας, ἡ νόσος, ὁ θάνατος. Εἰ οὖν ἐκεῖνο περὶ ἡμᾶς οὐκ ἔσται, πῶς ἡμῖν τὰ ἐξ ἐκείνου ὑπολειφθήσεται; Ὥστε μάταιον ἄλλης τινὸς
5καταστάσεως κατὰ τὴν μέλλουσαν ζωὴν ἐλπιζομένης, διὰ τῶν μηδὲν αὐτῇ κοινωνούντων ἐνίστασθαι πρὸς τὸ δόγμα τῆς ἀναστάσεως.
13 Τί γὰρ κοινὸν ἔχει ἡ ῥικνότης καὶ πολυσαρκία καὶ τηκεδὼν, καὶ πληθώρα, καὶ εἴ τι ἄλλο τῇ ῥευστῇ
15φύσει τῶν σωμάτων ἐπισυμβαίνει πρὸς τὴν ζωὴν ἐκείνην, ἣ τῆς ῥοώδους τε καὶ παροδικῆς τοῦ βίου διαγωγῆς ἠλλοτρίωται; Ἓν ζητεῖ μόνον ὁ τῆς ἀνα‐ στάσεως λόγος, τὸ φυῆναι διὰ γενέσεως ἄνθρω‐ πον· μᾶλλον δὲ, καὶ καθώς φησι τὸ Εὐαγγέλιον,
20εἰ ἐγενήθη ἄνθρωπος εἰς τὸν κόσμον, τὸ δὲ μα‐ κρόβιον ἢ ὠκύμορον, ἢ τὸν τοῦ θανάτου τρόπον τοιῶσ‐ δε ἢ ἑτέρως συμβεβηκέναι, μάταιον τῷ τῆς ἀνα‐ στάσεως λόγῳ συνεξετάζειν. Ὅπως γὰρ ἂν τοῦτο δῶμεν καθ’ ὑπόθεσιν ἔχειν, ἐν τῷ ὁμοίῳ πάντως ἐστὶν,
25οὔτε δυσκολίας, οὔτε ῥᾳστώνης ἐκ τῆς τοιαύτης διαφορᾶς περὶ τὴν ἀνάστασιν οὔσης. Τὸν γὰρ τοῦ ζῇν ἀρξάμενον, ζῆσαι χρὴ πάντως, τῆς ἐν τῷ μέσῳ διὰ τοῦ θανάτου συμβάσης αὐτῷ διαλύσεως ἐν τῇ ἀναστάσει διορθωθείσης. Τὸ δὲ πῶς ἢ πότε ἡ διάλυ‐
30σις γίνεται, τί τοῦτο πρὸς τὴν ἀνάστασιν; Πρὸς ἕτερον γὰρ σκοπὸν βλέπει ἡ περὶ τούτου σκέψις, οἷον καθ’ ἡδονήν τις ἐβίω, ἢ ἀνιώμενος, κατ’ ἀρετὴν ἢ κακίαν, ἐπαινετὸς ἢ ὑπαίτιος, ἐλεεινῶς ἢ μα‐ καρίως παρῆλθε τὸν χρόνον. Ταῦτα γὰρ πάντα καὶ
35τὰ τοιαῦτα ἐκ τοῦ μέτρου τῆς ζωῆς καὶ ἐκ τοῦ εἴ‐ δους κατὰ τὸν βίον εὑρίσκεται, καὶ οὕτω πρὸς τὴν κρίσιν τῶν βεβιωμένων, ἀναγκαῖον ἂν εἴη τῷ κριτῇ πάθος καὶ λώβην, καὶ νόσον, καὶ γῆρας, καὶ ἀκμὴν, καὶ νεότητα, καὶ πλοῦτον, καὶ πενίαν διερευ‐
40νᾶσθαι· ὅπως τις δι’ ἑκάστου τούτων γενόμενος, ἢ εὖ ἢ κακῶς τὸν συγκληρωθέντα βίον παρέδραμε, καὶ ἢ πολλῶν ἐγένετο δεκτικὸς ἀγαθῶν, ἢ κακῶν, ἐν μακρῷ τῷ χρόνῳ, ἢ οὐδὲ τὴν ἀρχὴν ὅλως ἑκατέρου τούτων ἐφήψατο, ἐν ἀτελεῖ τῇ διανοίᾳ τοῦ ζῇν παυ‐
45σάμενος; Ὅταν δὲ πρὸς τὴν πρώτην τοῦ ἀνθρώπου κατασκευὴν δι’ ἀναστάσεως ὁ Θεὸς ἐπανάγῃ τὴν φύσιν, ἀργὸν ἂν εἴη τὰ τοιαῦτα λέγειν, καὶ τὸ διὰ τῶν τοιούτων ἐνστάσεων οἴεσθαι τὴν τοῦ
Θεοῦ δύναμιν πρὸς τὸν σκοπὸν ἐμποδίζεσθαι.150

46

.

152

(3)

Σκοπὸς δὲ αὐτῷ εἷς, τὸ τελειωθέντος ἢ διὰ τῶν καθ’ ἕκαστον ἀνθρώπων, παντὸς τοῦ τῆς φύσεως
5ἡμῶν πληρώματος, τῶν μὲν εὐθὺς ἤδη κατὰ τὸν βίον τοῦτον ἀπὸ κακίας κεκαθαρμένων, τῶν δὲ μετὰ ταῦτα διὰ τοῦ πυρὸς τοῖς καθήκουσι χρόνοις ἰατρευθέντων, τῶν δὲ ἐπίσης καὶ τοῦ καλοῦ καὶ τοῦ κακοῦ τὴν πεῖραν παρὰ τὸν τῇδε βίον ἀγνοησάντων,
10πᾶσι προθεῖναι τὴν μετουσίαν τῶν ἐν αὐτῷ καλῶν, ἅπερ φησὶν ἡ Γραφὴ, μήτε ὀφθαλμὸν ἰδεῖν, μήτε ἀκοὴν δέξασθαι, μήτε λογισμοῖς ἐφικτὸν γενέ‐ σθαι. Τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶ, κατά γε τὸν ἐμὸν λόγον, ἢ τὸ ἐν αὐτῷ τῷ Θεῷ γενέσθαι· τὸ γὰρ ἀγα‐
15θὸν τὸ ὑπὲρ ἀκοὴν καὶ ὀφθαλμὸν καὶ καρδίαν, αὐτὸ ἂν εἴη τὸ τοῦ παντὸς ὑπερκείμενον. Ἡ δὲ τοῦ κατ’ ἀρετὴν ἢ κακίαν βίου διαφορὰ ἐν τῷ μετὰ ταῦτα κατὰ τοῦτο δειχθήσεται μάλιστα, ἐν τῷ θᾶττον ἢ σχολαιό‐ τερον μετασχεῖν τῆς ἐλπιζομένης μακαριότητος.
20Τῷ γὰρ μέτρῳ τῆς ἐγγενομένης ἑκάστῳ κακίας ἀναλογήσεται πάντως καὶ ἡ τῆς ἰατρείας παρά‐ τασις. Ἰατρεία δὲ ἂν εἴη ψυχῆς τὸ τῆς κακίας καθάρσιον· τοῦτο δὲ ἄνευ ἀλγεινῆς διαθέσεως κατορ‐ θωθῆναι οὐχ οἷόν τε, καθὼς ἐν τοῖς προλαβοῦσιν
25ἐξήτασται. Μᾶλλον δὲ ἄν τις ἐπιγνοίη τῶν ἐνστάσεων τὸ περιττὸν καὶ ἀνοίκειον, εἰς τὸ βάθος τῆς ἀποστο‐ λικῆς διακύψας σοφίας. Τοῖς γὰρ Κορινθίοις τὸ περὶ τούτων σαφηνίζων μυστήριον, τάχα ταῦτα προτεινόντων αὐτῷ κἀκείνων, ἃ παρὰ τῶν νῦν κατ‐
30επιχειρούντων τοῦ δόγματος ἐπὶ ἀνατροπῇ τῶν πε‐ πιστευμένων προφέρεται, τῷ ἰδίῳ ἀξιώματι τὸ τῆς ἀμαθίας αὐτῶν ἐπικόπτων θράσος, οὑτωσὶ λέγει. «Ἐρεῖς οὖν μοι· Πῶς ἐγείρονται οἱ νεκροί; Ποίῳ δὲ σώματι ἔρχονται; Ἄφρων,» φησὶ, «σὺ ὃ σπείρεις οὐ
35ζωοποιεῖται ἐὰν μὴ ἀποθάνῃ, καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι σίτου, ἢ ἄλλου τινὸς τῶν σπερμάτων· ὁ δὲ Θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν.» Ἐνταῦθα γὰρ ἐπιστομίζειν μοι δοκεῖ τοὺς ἀγνοοῦντας τὰ οἰκεῖα
40μέτρα τῆς φύσεως, καὶ πρὸς τὴν ἑαυτῶν ἰσχὺν τὴν θείαν ἀντεξετάζοντας δύναμιν, καὶ οἰομένους τοσοῦ‐ τον εἶναι τῷ Θεῷ δυνατὸν, ὅσον χωρεῖ καὶ ἡ ἀνθρωπίνη κατάληψις· τὸ δὲ ὑπὲρ ἡμᾶς ὂν, καὶ τοῦ Θεοῦ παριέναι τὴν δύναμιν. Ὁ γὰρ ἐρωτήσας τὸν
45Ἀπόστολον τὸ πῶς ἐγείρονται οἱ νεκροὶ, ὡς ἀμήχανον ὂν τὸ ἐσκεδασμένων τῶν τοῦ σώματος στοι‐ χείων εἰς συνδρομὴν πάλιν ἐλθεῖν ἀποφαίνεται· καὶ ὡς τούτου μὴ δυναμένου, ἄλλου δὲ σώματος παρὰ τὴν συνδρομὴν τῶν στοιχείων οὐχ ὑπολειπομένου,

46

.

152

(50)

τοῦτόν φησι κατὰ τοὺς δεινοὺς τῶν διαλεγομένων
συμπεράνας διά τινος ἀκολουθίας ἅπερ ὑπέθετο·152

46

.

153

Εἰ σῶμά ἐστι συνδρομὴ στοιχείων, τούτων δὲ ἀμή‐ χανος ἐκ δευτέρου ἡ σύνοδος, ποίῳ χρήσονται σώματι οἱ ἀνιστάμενοι; Τοῦτο τοίνυν τὸ δοκοῦν διά τινος τεχνικῆς σοφίας αὐτοῖς συμπεπλέχθαι, ἀφρο‐
5σύνην ὠνόμασε, τῶν μὴ κατιδόντων ἐν τῇ λοιπῇ κτίσει τὸ ὑπερέχον τῆς θείας δυνάμεως. Καταλιπὼν γὰρ τὰ ὑψηλότερα τοῦ Θεοῦ θαύματα, δι’ ὧν ἦν εἰς ἀπορίαν ἀγαγεῖν τὸν ἀκούοντα, οἷον, τί τὸ οὐρά‐ νιον σῶμα, καὶ πόθεν, τί δὲ τὸ ἡλιακὸν, ἢ τὸ σεληναῖον,
10ἢ τὸ ἐν τοῖς ἄστροις φαινόμενον, ὁ αἰθὴρ, ὁ ἀὴρ, τὸ ὕδωρ, ἡ γῆ; ἀλλ’ ἐκ τῶν συντρόφων ἡμῖν καὶ κοινοτέρων ἐλέγχει τῶν ἐνισταμένων τὸ ἀνεπί‐ σκεπτον.
19Οὐδὲ ἡ γεωργία σε διδάσκει, φησὶν, ὅτι μάταιός
20ἐστιν ὁ πρὸς τὸ ἑαυτοῦ μέτρον τῆς θείας δυνάμεως τὸ ὑπερέχον στοχαζόμενος; πόθεν τοῖς σπέρμασι τὰ περιφυόμενα σώματα; τί δὲ καθηγεῖται τῆς βλάστης αὐτῶν; οὐχὶ θάνατος, εἴπερ θάνατός ἐστιν ἡ τοῦ συνεστηκότος διάλυσις; Τὸ γὰρ σπέρμα μὴ ἀνέλ‐
25θοι εἰς ἔκφυσιν μὴ διαλυθὲν ἐν τῇ βώλῳ, καὶ γενόμενον ἀραιὸν καὶ πολύπορον, ὥστε καταμιχθῆναι πρὸς τὴν παρακειμένην ἰκμάδα τῇ οἰκείᾳ ποιότητι, καὶ οὕτως εἰς ῥίζαν καὶ βλάστην μεταποιηθῆναι, καὶ μηδὲ ἐν τούτῳ μεῖναι, ἀλλὰ
30μεταβαλεῖν εἰς καλάμην, τοῖς διὰ μέσου γόνασιν, οἷόν τισι συνδέσμοις ὑπεζωσμένην, πρὸς τὸ δύνασθαι φέρειν ἐν ὀρθίῳ τῷ σχήματι τὸν στάχυν τῷ καρπῷ βαρυνόμενον. Ποῦ τοίνυν ταῦτα περὶ τὸν σῖτον ἦν πρὸ τῆς ἐν τῇ βώλῳ αὐτοῦ διαλύσεως; Ἀλλὰ μὴν
35ἐκεῖθεν τοῦτό ἐστιν. Εἰ γὰρ μὴ ἐκεῖνο πρότερον ἦν, οὐδ’ ἂν ὁ στάχυς ἐγένετο. Ὥσπερ τοίνυν τὸ κατὰ τὸν στάχυν σῶμα ἐκ τοῦ σπέρματος φαίνε‐ ται, τῆς θείας δυνάμεως ἐξ αὐτοῦ ἐκείνου τοῦτο φιλοτεχνούσης, καὶ οὔτε δι’ ὅλου ταὐτόν ἐστι
40τῷ σπέρματι, οὔτε παντάπασιν ἕτερον· οὕτω, φησὶ, καὶ τὸ μυστήριον τῆς ἀναστάσεως ἤδη σοι διὰ τῶν ἐν τοῖς σπέρμασι θαυματοποιουμένων προερμηνεύ‐ εται, ὡς τῆς θείας δυνάμεως ἐν τῷ περιόντι τῆς ἐξουσίας, οὐ μόνον ἐκεῖνο τὸ διαλυθέν σοι πάλιν ἀπο‐
45διδούσης, ἀλλὰ μεγάλα τε καὶ καλὰ προστιθεί‐ σης, δι’ ὧν σοι πρὸς τὸ μεγαλοπρεπέστερον ἡ φύσις κατασκευάζεται. «Σπείρεται,» φησὶν, «ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρε‐

46

.

153

(50)

ται ἐν δόξῃ· σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα
πνευματικόν.» Ὡς γὰρ καταλιπὼν μετὰ τὸ διαλυ‐154

46

.

156

θῆναι ἐν τῇ βώλῳ σῖτος τὴν ἐν τῷ ποσῷ βρα‐ χύτητα, καὶ τὴν ἐν τῷ ποιῷ σχήματος αὐτοῦ ἰδιότητα, ἑαυτὸν οὐκ ἀφῆκεν, ἀλλ’ ἐν αὐτῷ μένων στάχυς γίνεται, πάμπολλα διαφέρων αὐτὸς
5ἑαυτοῦ, μεγέθει, καὶ κάλλει, καὶ ποικιλίᾳ, καὶ σχή‐ ματι· κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἀνθρωπίνη φύσις ἐναφεῖσα τῷ θανάτῳ πάντα τὰ περὶ αὐτὴν ἰδιώματα, ὅσα διὰ τῆς ἐμπαθοῦς διαθέσεως ἐπεκτή‐ σατο, τὴν ἀτιμίαν λέγω, τὴν φθορὰν, τὴν ἀσθένειαν,
10τὴν κατὰ τῆς ἡλικίας διαφορὰν, ἑαυτὴν οὐκ ἀφίησιν, ἀλλ’ ὥσπερ εἰς στάχυν τινὰ πρὸς τὴν ἀφθαρ‐ σίαν μεθίσταται, καὶ τὴν δόξαν, καὶ τὴν τιμὴν, καὶ τὴν δύναμιν, καὶ τὴν ἐν παντὶ τελειότητα, καὶ τὸ μηκέτι τὴν ζωὴν αὐτῆς οἰκονομεῖσθαι τοῖς φυσικοῖς
15ἰδιώμασιν, ἀλλ’ εἰς πνευματικήν τινα καὶ ἀπαθῆ με‐ ταβῆναι κατάστασιν. Αὕτη γάρ ἐστιν ἡ τοῦ ψυχικοῦ σώματος ἰδιότης, ἀεὶ διά τινος ῥοῆς καὶ κινή‐ σεως ἀπὸ τοῦ ἐν ᾧ ἐστιν ἀλλοιοῦσθαι, καὶ μεταβάλ‐ λειν εἰς ἕτερον. Ἃ γὰρ οὖν οὐκ ἐπ’ ἀν‐
20θρώποις μόνον ὁρῶμεν, ἀλλὰ καὶ ἐν φυτοῖς καὶ ἐν βοσκήμασι, τούτων οὐδὲν ἐν τῷ τῷδε βίῳ ὑπολειφθήσεται.
27 Δοκεῖ δέ μοι καὶ διὰ πάντων συναγορεύειν ὁ ἀπο‐ στολικὸς λόγος τῇ καθ’ ἡμᾶς ὑπολήψει τῆς ἀνα‐ στάσεως, καὶ τοῦτο δεικνύειν ὅπερ ὁ ἡμέτερος ὁρι‐
30σμὸς περιέχει λέγων, Μηδὲν ἕτερον εἶναι ἀνάστασιν, ἢ τὴν εἰς τὸ ἀρχαῖον τῆς φύσεως ἡμῶν ἀποκατά‐ στασιν. Ἐπειδὴ γὰρ ἐν τῇ πρώτῃ κοσμογονίᾳ τοῦτο παρὰ τῆς Γραφῆς μεμαθήκαμεν, ὅτι πρῶτον ἐβλά‐ στησεν ἡ γῆ βοτάνην χόρτου, καθὼς ὁ λόγος φησὶν,
35εἶτα ἐκ τῆς βλάστης σπέρμα ἐγένετο, οὗπερ ἐπὶ τὴν γῆν καταῤῥυέντος, τὸ αὐτὸ πάλιν εἶδος τοῦ ἐξ ἀρχῆς φυέντος ἀνέδραμε· φησὶ δὲ τοῦτο ὁ θεῖος Ἀπόστολος καὶ ἐπὶ τῆς ἀναστάσεως γίνεσθαι. Οὐ μόνον δὲ τοῦτο παρ’ αὐτοῦ διδασκόμεθα, τὸ πρὸς
40τὸ μεγαλοπρεπέστατον μεθίστασθαι τὸ ἀνθρώ‐ πινον, ἀλλ’ ὅτι τὸ ἐλπιζόμενον οὐδὲν ἕτερόν ἐστιν, ἢ ὅπερ ἐν πρώτοις ἦν. Ἐπειδὴ γὰρ τὸ κατ’ ἀρχὰς οὐχ ὡς στάχυς ἀπὸ τοῦ σπέρματος, ἀλλ’ ἐκεῖθεν τὸ σπέρμα· μετὰ ταῦτα δὲ οὗτος τῷ σπέρματι περι‐
45φύεται, ἡ τοῦ ὑποδείγματος ἀκολουθία σαφῶς ἐπιδεί‐ κνυσι, τὸ πᾶσαν τὴν διὰ τῆς ἀναστάσεως ἀνα‐ βλαστήσουσαν ἡμῖν μακαριότητα, πρὸς τὴν ἐξ ἀρχῆς ἐπανιέναι χάριν. Στάχυς γὰρ ὄντες καταρχὰς
τρόπον τινὰ καὶ ἡμεῖς, ἐπειδὴ τῷ καύσωνι τῆς156

46

.

157

κακίας κατεξηράνθημεν, ὑπολαβοῦσα ἡμᾶς ἡ γῆ διὰ τοῦ θανάτου λυθέντας, πάλιν κατὰ τὸ ἔαρ τῆς ἀναστάσεως στάχυν ἀναδείξει τὸν γυμνὸν τοῦτον κόκκον τοῦ σώματος, εὐμεγέθη τε καὶ ἀμφι‐
5λαφῆ καὶ ὄρθιον, καὶ εἰς τὸ οὐράνιον ὕψος ἀνατεινό‐ μενον, ἀντὶ καλάμης ἢ ἀνθέρικος τῇ ἀφθαρσίᾳ καὶ τοῖς λοιποῖς τῶν θεοπρεπῶν γνωρισμάτων ὡραϊ‐ ζόμενον. «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν.» Ἡ δὲ ἀφθαρσία, καὶ ἡ δόξα, καὶ ἡ
10τιμὴ, καὶ ἡ δύναμις, ἴδια τῆς θείας φύσεως εἶναι ὁμολογεῖται, ἅπερ πρότερόν τε περὶ τὸν κατ’ εἰκόνα γενόμενον ἦν, καὶ εἰσαῦθις ἐλπίζεται. Ὁ γὰρ πρῶτος στάχυς ὁ πρῶτος ἄνθρωπος ἦν Ἀδάμ. Ἀλλ’ ἐπειδὴ τῇ τῆς κακίας εἰσόδῳ εἰς πλῆθος ἡ φύσις
15κατεμερίσθη, καθὼς γίνεται ὁ καρπὸς ἐν τῷ στάχυϊ· οὕτως οἱ καθ’ ἕκαστον γυμνωθέντες τοῦ κατὰ τὸν στάχυν ἐκεῖνον εἴδους, καὶ τῇ γῇ καταμιχθέντες, πάλιν ἐν τῇ ἀναστάσει κατὰ τὸ ἀρχέγονον κάλλος ἀναφυόμεθα, ἀντὶ ἑνὸς τοῦ πρώτου στάχυος ἀνάπει‐
20ροι μυριάδες τῶν ληΐων γενόμενοι·
22 Ὁ δὲ κατ’ ἀρετὴν βίος ἐν τούτῳ πρὸς τὴν κακίαν τὸ διάφορον ἔχει, ὅτι οἱ μὲν ἐνταῦθα παρὰ τὸν βίον δι’ ἀρετῆς ἑαυτοὺς γεωργήσαντες, εὐθὺς ἐν
25τελείῳ τῷ στάχυϊ φαίνονται· οἷς δὲ διὰ κακίας ἐξίτηλός τε καὶ ἀνεμόφθορος ὁ κόκκος γέγονε παρὰ τὸν βίον τοῦτον ἡ ἐν τῷ ψυχικῷ σπέρματι δύνα‐ μις, καθάπερ τὰ λεγόμενα κεράσβολα οἱ τῶν τοιούτων ἐπιστήμονες λέγουσι γίνεσθαι· οὕτω
30καὶ οὗτοι, κἂν φύωσι διὰ τῆς ἀναστάσεως, πολλὴν ἀποτομίαν παρὰ τῷ κριτῇ ἕξουσιν, ἅτε δὴ οὐκ ἰσχύοντες ἀναδραμεῖν ἐπὶ τὸ εἶδος τοῦ στά‐ χυος, καὶ γενέσθαι ἐκεῖνο ὅπερ ἦμεν πρὸ τῆς ἐπὶ τὴν γῆν καταπτώσεως. Ἡ δὲ θεραπεία τοῦ ἐπι‐
35στατοῦντος τῶν γεννημάτων, ἡ τῶν ζιζανίων τε καὶ τῶν ἀκανθῶν ἐστι συλλογὴ, τῶν συναναφυέντων τῷ σπέρματι, πάσης τῆς ὑποτρεφούσης τὴν ῥίζαν δυνά‐ μεως πρὸς τὸν νόθον μεταῤῥυείσης, δι’ ὧν ἄτρο‐ φόν τε καὶ ἀτελεσφόρητον τὸ γνήσιον ἔμεινε σπέρμα
40τῇ παρὰ φύσιν βλαστῇ συμπεπλεγμένον. Ἐπειδὰν οὖν πᾶν ὅσον νόθον τε καὶ ἀλλότριον ἐκτι‐ λῇ τοῦ τροφίμου, καὶ εἰς ἀφανισμὸν ἔλθῃ, τοῦ πυρὸς τὸ παρὰ φύσιν ἐκδαπανήσαντος τῷ αἰωνίῳ πυρὶ παραδοθὲν, τότε καὶ τούτοις εὐτροφήσει ἡ
45φύσις, καὶ εἰς καρπὸν ἁδρυνθήσεται διὰ τῆς τοιαύτης ἐπιμελείας, μακραῖς ποτε περιόδοις τὸ κοινὸν εἶδος τὸ ἐξ ἀρχῆς ἡμῖν θεόθεν ἐπιβληθὲν ἀπο‐
λαβοῦσα. Μακάριοι δέ εἰσιν οἷς εὐθὺς τὸ τέλειον158

46

.

160

κάλλος τῶν ἀσταχύων συνανατελεῖ τοῖς φυο‐ μένοις διὰ τῆς ἀναστάσεως.
6 Ταῦτα δέ φαμεν οὐχ ὡς σωματικῆς τινος διαφορᾶς ἐν τοῖς κατ’ ἀρετὴν ἢ κακίαν βεβιωκόσιν ἐν τῇ ἀνα‐ στάσει φανησομένης, ὡς τὸν μὲν ἀτελῆ κατὰ τὸ σῶμα νομίζειν, τὸν δὲ τὸ τέλειον ἔχειν οἴεσθαι· ἀλλ’ ὥσπερ
10παρὰ τὸν βίον ὁ δεσμώτης τε καὶ ἄνετος, ἔχουσι μὲν ἀμφότεροι παραπλησίως τῷ σώματι, πολλὴ δὲ μεταξὺ ἀμφοτέρων ἡ καθ’ ἡδονήν τε καὶ λύπην διαφορά· οὕτως οἶμαι χρῆναι τῶν ἀγαθῶν τε καὶ κακῶν ἐν τῷ μεταξὺ ταῦτα χρόνῳ λογίζεσθαι τὸ διάφορον.
15Ἡ γὰρ τελείωσις τῶν ἐκ τῆς φθορᾶς ἀναφυο‐ μένων σωμάτων ἐν ἀφθαρσίᾳ τε καὶ δόξῃ, καὶ τιμῇ, καὶ δυνάμει παρὰ τοῦ Ἀποστόλου γενέσθαι λέγεται· ἡ δὲ τῶν τοιούτων ἐλάττωσις οὐ σωματικήν τινα τοῦ φυέντος διασημαίνει κολόβωσιν, ἀλλ’ ἑκάστου
20τῶν κατὰ τὸ ἀγαθὸν νοουμένων στέρησίν τε καὶ ἀλλοτρίωσιν. Ἐπεὶ οὖν ἕν τι χρὴ πάντως περὶ ἡμᾶς εἶναι τῶν κατ’ ἀντίθεσιν νοουμένων, ἢ ἀγαθὸν, ἢ κακὸν, δηλονότι τὸ ἐν τῷ ἀγαθῷ τινα λέγειν μὴ εἶναι, ἀπόδειξις γίνεται τοῦ ἐν τῷ κακῷ πάντως. Ἀλλὰ
25μὴν περὶ τὴν κακίαν, οὐ τιμὴ, οὐ δόξα, οὐκ ἀφθαρ‐ σία, οὐ δύναμις. Ἀνάγκη πᾶσα, περὶ ὃν μὴ ἦν ταῦτα, τὰ τούτοις ἐξ ἀντιθέτου νοούμενα παρεῖ‐ ναι, μὴ ἀμφιβάλλειν, ἀσθένειαν, ἀτιμίαν, φθορὰν, καὶ ὅσα τοιούτου γένους ἐστὶν, ἃ ἐν τοῖς
30ἔμπροσθεν εἴρηται λόγοις, ὅσα δυσαπάλλακτα γί‐ νεται τῇ ψυχῇ τὰ ἐκ κακίας πάθη, δι’ ὅλης αὐτῆς ἀνακραθέντα καὶ συμφυέντα, καὶ ἓν πρὸς ἐκείνην γενόμενα. Τῶν τοιούτων οὖν ταῖς διὰ πυρὸς ἰατρείαις ἐκκαθαρθέντων τε καὶ ἀφανισθέντων, ἕκα‐
35στον τῶν πρὸς τὸ κρεῖττον νοουμένων ἀντεπελεύσε‐ ται, ἡ ἀφθαρσία, ἡ ζωὴ, ἡ τιμὴ, ἡ χάρις, ἡ δόξα, ἡ δύναμις, καὶ εἴ τι ἄλλο τοιοῦτον ἔν τε τῷ Θεῷ ἐπιθεωρεῖσθαι εἰκάζομεν, καὶ τῇ εἰκόνι
αὐτοῦ, ἥ τίς ἐστιν ἡ ἀνθρωπίνη φύσις.160