TLG 2017 055 :: GREGORIUS NYSSENUS :: Ad imaginem dei et ad similitudinem [Sp.]

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

Ad imaginem dei et ad similitudinem [Sp.]

*Dup. ANASTASIUS Sinaïta Theol. (2896 003)

Citation: Volume — page — (line)

44

.

1328

(1t)

ΤΟΥ ΑΥΤΟΥ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ
2tΠΕΡΙ ΤΟΥ, ΤΙ ΕΣΤΙ ΤΟ,
3tΚΑΤ’ ΕΙΚΟΝΑ ΘΕΟΥ ΚΑΙ ΚΑΘ’ ΟΜΟΙΩΣΙΝ.
8 Οἱ τὴν ἑαυτῶν ἀπλανῶς τοῦ προσώπου θεόκτιστον ὡραιότητα κατανοεῖν βουλόμενοι, οὐκ ἄλλως πως τὴν
10οἰκείαν εἰκόνα καὶ τοῦ προσώπου τὸν χαρακτῆρα ἐνοπτρίζεσθαι δύνανται ἀλλ’ ἢ διά τινος καθαρωτά‐ του ἐσόπτρου, ἐν ᾧ τὴν οἰκείαν τῆς ὄψεως εἰκόνα προσεγγίζοντες, ἐν αὐτῷ καὶ δι’ αὐτοῦ ὁρῶσι τρανῶς ἔνδον ἀντίμιμόν τινα χαρακτῆρα κατ’ εἰκόνα καὶ καθ’
15ὁμοίωσιν ἑαυτῶν. Οὐκοῦν καὶ ἡμεῖς ὥσπερ ἐν ἐσό‐ πτρῳ τινὶ πρὸς τὴν θείαν ἀκτῖνα τοῦ νοεροῦ ἡλίου ἀτενίσαντες, ἐκεῖθεν ἐναργῶς τὸ ἀποσκίασμα καὶ τὴν μορφὴν καὶ τὴν εἰκόνα τοῦ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν τῆς ἡμετέρας καταμάθωμεν φύσεως. Ἔστι
20γὰρ, ἔστιν, ὡς ἐμοί γε δοκεῖ, ἡ τοῦ ἀνθρώπου κα‐ τασκευὴ φοβερά τις καὶ δυσερμήνευτος, καὶ πολλὰ καὶ ἀπόκρυφα ἐν αὐτῇ μυστήρια Θεοῦ ἐξεικονίζουσα. Καὶ ὥσπερ ἡ τοῦ ὀφθαλμοῦ φύσις τὰ μὲν ἐκτὸς ἑαυτῆς εὐχερῶς κατανοεῖ, ἑαυτὴν δὲ κατανοῆσαι
25ὁποῖά ἐστιν οὐ δύναται· οὕτω παντὶ ὀφθαλμῷ ἀνθρω‐ πίνης διανοίας δυσθεώρητος καὶ δυσκατάληπτος ὁ τῆς ἡμετέρας δημιουργίας λόγος καθέστηκε. Συντελέσας γὰρ ὁ Κτίστης τὸν ἁπλοῦν καὶ νοερώτατον τῶν ἀορά‐ των δυνάμεων κόσμον, μεθ’ ὃν καὶ τὸν ὑλικὸν τοῦτον
30καὶ ὁρώμενον, τὸν ἐκ τεσσάρων στοιχείων συγκείμε‐ νον, τότε φησὶ, Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, καὶ ποιεῖ ζῶον, ὥσπερ τινὰ μικτὸν κόσμον συγγενῆ τῶν δύο κόσμων, ἐξ ἀσωμάτου καὶ ἀθανάτου καὶ ἀφθάρτου ψυχῆς, καὶ
35ἐξ ὑλικοῦ καὶ ὁρωμένου τετραστοίχου σώματος συγ‐ κείμενον. Οὗτινος γενομένου πάλιν φησὶν ἡ Γραφὴ, ὅτι Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰ‐ κόνα Θεοῦ ἐποίησεν αὐτόν· Θεὸν καὶ λέγει τὸν Πα‐ τέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα. Πολλαὶ μὲν
40οὖν καὶ διάφοροι γνῶμαι περὶ τούτου τοῖς ἐξηγηταῖς ἐῤῥήθησαν. Οἱ μὲν γὰρ τὸ ἀρχικὸν καὶ ἐξουσιαστικὸν τοῦ ἀνθρώπου τὸ κατ’ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν εἶπον, ἕτεροι δὲ τὸ νοερὸν καὶ ἀόρατον τῆς ψυχῆς.
Ἄλλοι τὸ ἄφθαρτον καὶ ἀναμάρτητον, ὅτε γέγονεν ὁ

44

.

1329

Ἀδάμ· ἕτεροι προφητείαν αὐτὸ εἰρήκασι περὶ τοῦ βαπτίσματος.
5 Ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοὶ ἔνια περὶ τούτου εἰπεῖν· καὶ πρῶτόν γε πάν‐ των ἐκεῖνο ζητῆσαι ἄξιον, τὸ, τί δήποτε μὴ μᾶλλον τοὺς νοεροὺς καὶ ἀΰλους, καὶ οὐρανίους, καὶ πλη‐ σιοθέους ἀγγέλους ὠνόμασεν ὁ Θεὸς κατ’ εἰκόνα καὶ
10καθ’ ὁμοίωσιν αὐτοῦ; Καὶ γὰρ καὶ τὸ ἀρχικὸν καὶ ἐξουσιαστικὸν πάσης τῆς γῆς, καὶ αὐτοῦ τοῦ ἀνθρώ‐ που αὐτοὶ ἔχουσι, μᾶλλον δὲ ὑπὲρ τὸν ἄνθρωπον. Ὁμοίως καὶ τὸ ἄφθαρτον, καὶ τὸ ἄϋλον, καὶ τὸ ἀόρα‐ τον, καὶ τὸ καθαρὸν, καὶ πάντα ὅσα ἄλλα ἐγκώμια
15περὶ τοῦ Ἀδὰμ εἴποις, ὑπερβαλλόντως εἰσὶν ἐν τοῖς νοεροῖς καὶ οὐρανίοις τῶν ἀσωμάτων χοροῖς. Οὐκοῦν τι βαθύτερον ἡμῖν τῶν προκειμένων τὸ κατ’ εἰκόνα τοῦ ἀνθρώπου αἰνίττεται. Οὐ γὰρ μίαν τινὰ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ ὁ ἄνθρωπος κέκτηται, ἀλλὰ καὶ
20δευτέραν, καὶ τρίτην ἐξεικονίζων ὥσπερ ἐν ἐσόπτρῳ τινὶ καὶ σκιαγραφίᾳ τυπικῇ, οὐ φυσικῇ, τῆς τρισυπο‐ στάτου Θεότητος τὸ μυστήριον· οὐ μόνον δὲ, ἀλλὰ καὶ τὴν ἐνανθρώπησιν τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος Θεοῦ Λόγου σαφῶς προγράφων. Καὶ τάχα κατ’ εἰκόνα μέν
25ἐστι γυμνὴ ἡ ψυχὴ τῆς Θεότητος, καθ’ ὁμοίωσιν δὲ τῆς τοῦ Λόγου σαρκώσεως τὸ σύνθετον τῆς ἡμῶν ψυχῆς καὶ τοῦ σώματος. Μᾶλλον δὲ ἐπ’ αὐτὴν τὴν ἀρχὴν τοῦ λόγου ἀναδράμωμεν, ἐκεῖθεν ὥσπερ ἔκ τι‐ νος βαθυτάτης πηγῆς πρῶτον ζητοῦντες τὸ, τί δή‐
30ποτε μὴ καθ’ ὁμοιότητα τῶν λοιπῶν λογικῶν, ἤγουν τῶν ἀγγέλων, ἢ πάλιν κατ’ ἰσότητα τῶν ἐμψύχων ζώων ὁμοιοτρόπους τὰς προπατορικὰς καὶ κορυφαίους ἡμῶν ὁ Θεὸς ὑποστάσεις, τοῦ Ἀδὰμ λέγω καὶ τῆς Εὔας, καὶ τοῦ προελθόντος ἐξ αὐτῶν υἱοῦ πεποίηκεν;
35Ἀλλὰ τὸν μὲν Ἀδὰμ ἀναιτίως καὶ ἀγεννήτως ὑπ‐ έστησε, τὸν δὲ δεύτερον αὐτοῦ ἄνθρωπον τὸν υἱὸν γεν‐ νητόν· τὴν δὲ Εὔαν οὐ γεννητῶς, οὐδὲ πάλιν ἀναι‐ τίως, ἀλλὰ ληπτῶς, ἤτοι ἐκπορευτῶς ἐκ τῆς οὐσίας τοῦ ἀναιτίου Ἀδὰμ ἐξελθοῦσα ἀῤῥήτως οὐσιώσης*.
40Καὶ μήπως ἄρα τρεῖς αὗται τῶν πρωτογόνων κεφα‐ λαὶ πάσης τῆς ἀνθρωπότητος ὁμοούσιοι ὑποστάσεις κατ’ εἰκόνα τινὰ, ὡς Μεθοδίῳ δοκεῖ, τυπικῶς γεγό‐ νασι τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος; τοῦ μὲν ἀναιτίου καὶ ἀγεννήτου Ἀδὰμ τύπον καὶ εἰκόνα
45ἔχοντος τοῦ ἀναιτίου καὶ πάντων αἰτίου παντοκρά‐ τορος Θεοῦ καὶ Πατρός· τοῦ δὲ γεννητοῦ υἱοῦ αὐτοῦ εἰκόνα προδιαγράφοντος τοῦ γεννητοῦ Υἱοῦ καὶ Λό‐ γου τοῦ Θεοῦ· τῆς δὲ ἐκπορευτῆς Εὔας σημαινούσης τὴν τοῦ ἁγίου Πνεύματος ἐκπορευτὴν ὑπόστασιν;

44

.

1329

(50)

Διὸ οὐδὲ ἐνεφύσησεν αὐτῇ ὁ Θεὸς πνοὴν ζωῆς, διὰ τὸ τύπον αὐτὴν εἶναι τῆς τοῦ ἁγίου Πνεύματος πνοῆς καὶ ζωῆς, καὶ διὰ τὸ μέλλειν αὐτὴν δι’ ἁγίου Πνεύ‐ ματος δέξεσθαι Θεὸν τὸν ὄντως ὄντα πάντων πνοὴν καὶ ζωήν. Ὅθεν ἔστιν ἰδέσθαι καὶ θαυμάσαι ὅτι ὁ
55μὲν ἀγέννητος Ἀδὰμ, ἄλλον ἀγέννητον ἢ ἀναίτιον ἐν ἀνθρώποις οὐκ ἔσχεν ὅμοιον, ὥσπερ οὐδὲ ἡ ἐκπορευτὴ Εὔα, ὡς τύποι ἀληθεῖς ὑπάρχοντες τοῦ ἀγεννήτου Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος· ὁ δὲ γεννητὸς υἱὸς
πάντας ἀνθρώπους, γεννητοὺς υἱοὺς ὄντας, ἀδελφοὺς

44

.

1332

ὁμοίους ἔσχεν· ὡς κατ’ εἰκόνα καὶ ὁμοίωσιν τυπικὴν ὑπάρχων Χριστοῦ τοῦ γεννητοῦ Υἱοῦ, ὃς ἐγένετο ἄν‐ θρωπος πρωτότοκος ἄνευ σπορᾶς ἐν πολλοῖς ἀδελφοῖς. Εἰ δὲ μὴ οὕτω, μηδὲ κατὰ τοῦτο τὸ κατ’ εἰκόνα, τί
5δήποτε μὴ τέσσαρες, ἢ δύο ἢ πλείονες ὑποστάσεις τῶν προπατόρων γεγόνασι παρηλλαγμένας ἔχουσαι τὰς ὑποστατικὰς αὐτῶν ἰδιότητας; λέγω δὴ τὸ ἀγέν‐ νητον καὶ τὸ γεννητὸν, καὶ τὸ ἐκπορευτὸν, ἀλλὰ τρεῖς καὶ μόνας; Οὐκοῦν ἔχεις κατ’ εἰκόνα καὶ καθ’
10ὁμοίωσιν τυπικὴν τριάδα ἐν μονάδι ἐν τρισὶν ὑπο‐ στάσεσιν· ἀκόλουθόν σε λοιπὸν μαθεῖν καὶ μονάδα ἐν τριάδι. Πῶς δὲ τοῦτο καλῶς διαγνῶναι δυνήσῃ, ἄκουσόν τινος τῶν σοφῶν σοι παραινοῦντος, καὶ λέ‐ γοντος· Εἰ βούλει γνῶναι Θεὸν, προλαβὼν γνῶθι
15σεαυτόν· ἐκ τῆς σαυτοῦ συνθέσεως, ἐκ τῆς σαυτοῦ κατασκευῆς, φησὶν, ἐκ τῶν ἐντὸς σεαυτοῦ. Εἴσιθι ὑποδὺς ἐν σαυτῷ, διάβλεψον ὡς ἐν ἐσόπτρῳ τινὶ ἐν τῇ ψυχῇ ἑαυτοῦ, διάκρινον τὴν ταύτης κατασκευὴν, καὶ ὄψει σεαυτὸν κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ τυγ‐
20χάνοντα. Ἀνώνυμός σου καὶ ἄγνωστος ἡ νοερὰ καὶ ἀθάνατος τῆς ψυχῆς οὐσία κατ’ εἰκόνα τυπικὴν τοῦ ἀνωνύμου καὶ ἀγνωρίστου καὶ ἀθανάτου Θεοῦ καθ‐ έστηκεν. Οὔτε γὰρ Θεοῦ, οὔτε ψυχῆς λογικῆς οὐσίαν ἔγνω τῶν ἐξ αἰῶνός τις γεγενημένων ἀνθρώπων.
25Ζωοποιὸς καὶ συστατικὴ καὶ προνοητικὴ ἡ ψυχὴ ὑπάρχει τῆς τετραστοίχου τοῦ σώματος φύσεως, κατ’ εἰκόνα Θεοῦ τοῦ προνοητοῦ πάσης τετραπεράτου καὶ τῆς ἄνω κτίσεως. Διόπερ οὔτε τὸν τοῦ Θεοῦ τόπον ἔγνωμεν ἔνθα κατοικεῖ, ἀλλὰ μόνον πιστεύομεν, ὅτι
30πάντη ἐστὶν, οὔτε μὴν τὸν τόπον τῆς ψυχῆς ἔνθα οἰκεῖ ἐν σώματι, ἐπιστάμεθα· ἀλλὰ μόνον οἴδαμεν ὅτι ἐν τῷ παντὶ σώματι ἔστι καὶ ἐνεργεῖ.
39Ἔχει σου καὶ ἕτερόν τι κατ’ εἰκόνα Θεοῦ ἡ ψυχὴ,
40λέγω δὴ τὸ ἑτεροούσιον αὐτὴν εἶναι πάσης τῆς κτι‐ στῆς φύσεως. Τὸ δὲ πάντων παραδοξότερον τοῦ ἐν ἡμῖν κατ’ εἰκόνα ἐκεῖνό ἐστιν, ὅτι οὔτε τῆς τοῦ Θεοῦ ὑπάρξεως τοὺς λόγους, οὔτε μὴν τὴν τῆς ψυχῆς ἡμῶν οὐσίαν, πῶς εἰς ὕπαρξιν πέφυκέ τε καὶ παραγίνεται
45ἀνθρώπινος νοῦς καταλαβέσθαι δύναται. Ὅθεν οἱ ταύ‐ την καταλαβεῖν κακῶς δογματίσαντες οὕτω προσέκο‐ ψαν· οἵτινες ἐξ οὐρανοῦ φάσκουσι τὰς ψυχὰς ἐν τοῖς σώμασι καταπέμπεσθαι· οἱ δὲ σὺν τῷ σώματί φασιν αὐτὰς εἰς ὕπαρξιν ἔρχεσθαι ὑπὸ Θεοῦ δημιουργουμέ‐

44

.

1332

(50)

νας· ἕτεροι δὲ τὸν ἄνθρωπον λέγουσιν ὡς κατ’ εἰκόνα ὄντα τοῦ Δημιουργοῦ, γεννητικὸν εἶναι σὺν τῇ σπορᾷ καὶ τῆς ψυχῆς· ἄλλοι ἐξ ἀμφοτέρων τῶν μερῶν τοῦ ἄῤῥενος καὶ τῆς θήλεός φασι τὴν ψυχὴν ἀποτίκτεσθαι, ὥσπερ λίθου τινὸς καὶ σιδήρου προσκρουομένων, καὶ
55τῇ πυρώσει τὸ πῦρ ἀπογεννώντων. Καὶ οἱ μὲν φασὶν αὐτῇ τῇ ἀκαριαίᾳ ῥοπῇ τῆς συλλήψεως τοῦ σώματος
καὶ τὴν ψυχὴν ὑφίστασθαι· οἱ δὲ τῇ τεσσαρακοστῇ

44

.

1333

ἡμέρᾳ μετὰ τὴν σύλληψιν φέροντές τινα, ὡς οἴονται, νομικὴν περὶ τούτου σύστασιν· καὶ οἱ μὲν ὁμοούσιον αὐτὴν τῶν ἀγγέλων ἐφαντάσθησαν, οἱ δὲ κάτω, οἱ δὲ ἐν τῷ ἀέρι, οἱ δὲ ἐν τῷ παντὶ ὡς θείαν τινὰ περιεῖ‐
5ναι οὐσίαν. Διὸ καὶ σώματι ἑνουμένη καὶ ὡς κατ’ εἰκόνα Θεοῦ οὖσα, καὶ τοῦτο ζωοποιοῦσα, ἀπαθὴς μέ‐ νει τῶν σωματικῶν παθῶν καὶ φθορῶν τῶν τοῦ σώ‐ ματος, μήτε ὁρωμένη, μήτε ἑρμηνευομένη, μήτε κα‐ ταλαμβανομένη τῇ φύσει, οὔτε τῷ εἴδει, οὐ σχήματι,
10οὐ μορφῇ, οὐ ποιότητι, οὐ ποσότητι, οὐχ ὑπάρξει, οὐ συστάσει, οὐ κάλλει. Ὅθεν καί φησι τὴν ψυχὴν ἐν τῷ Συμποσίῳ ὁ Μεθόδιος ἀμήχανον καὶ ἀδιήγητον κάλλος ἔχειν, καὶ τούτου χάριν ὥσπερ ζηλοτυπεῖσθαι καὶ ἐρᾶσθαι αὐτὴν ὑπὸ τῶν ἐναντίων πνευμάτων, ὡς
15κρείττονα αὐτῶν τῶν νοερῶν περικειμένην μορφήν. Πᾶσα δὲ ἡ περὶ αὐτὴν ἀκαταληψία καὶ ἀσάφεια καὶ ἀδηλία, οὐδὲν ἕτερον αἰνίττεται εἰ μὴ τὸ κυρίως καὶ ἀληθῶς εἰκόνα αὐτὴν εἶναι τοῦ ἀκαταλήπτου Θεοῦ. Ὅθεν πάντα τὰ κατ’ αὐτὴν ἀγνοοῦντες, ἐκ μόνων
20τῶν ἐν τῷ σώματι ταύτης ἐνεργειῶν τὴν ὕπαρξιν αὐτῆς πιστούμεθα· καθὰ καὶ τὸν Θεὸν ἐκ τῶν ἐν τῇ ὁρωμένῃ κτίσει αὐτοῦ ἐνεργημάτων τὴν αὐτοῦ βε‐ βαιούμεθα ὕπαρξιν. Ἀλλά γε δὴ ἐπ’ αὐτὸ τὸ καιριώ‐ τατον τοῦ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἔλθωμεν,
25ὅπως κατὰ τὰς ὑποσχέσεις δείξωμεν τὸ μοναδικὸν τῆς ἐν Τριάδι Θεότητος. Ποῖον δέ ἐστι τοῦτο; εὔδηλον ὅτι ἡ ἡμετέρα πάλιν ψυχὴ, καὶ ὁ ταύτης νοερὸς λόγος, καὶ ὁ νοῦς, ὅντινα ὁ Ἀπόστολος πνεῦμα προσηγό‐ ρευσεν, ὅτε διακελεύεται ἁγίους ἡμᾶς εἶναι τῇ ψυχῇ
30καὶ τῷ σώματι καὶ τῷ πνεύματι. Ἀγέννητος μὲν γὰρ πάλιν ἐστὶν ἡ ψυχὴ καὶ ἀναίτιος, εἰς τύπον τοῦ ἀγεν‐ νήτου καὶ τοῦ ἀναιτίου Θεοῦ καὶ Πατρός· οὐκ ἀγέν‐ νητος δὲ ὁ νοερὸς αὐτῆς λόγος, ἀλλ’ ἐξ αὐτῆς γεννώ‐ μενος ἀῤῥήτως καὶ ἀοράτως καὶ ἀνερμηνεύτως καὶ
35ἀπαθῶς. Ὁ δὲ νοῦς οὐδὲ ἀναίτιός ἐστιν, οὐδὲ ἀγέν‐ νητος, ἀλλ’ ἐκπορευτὸς παντὶ διατρέχων καὶ τὰ πάντα διασκοπῶν, καὶ ἀοράτως ψηλαφῶν κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ παναγίου καὶ ἐκπορευτοῦ Πνεύματος, περὶ οὗ εἴρηται, ὅτι Τὸ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ
40τὰ βάθη τοῦ Θεοῦ. Οὐκ ἔστιν ἐκπορευτὴ ἡ ψυχὴ ἕως οὗ ἐστιν ἐν τῷ σώματι, ἐπεὶ εἰ ἐκπορευτὴ ἦν, ἄρα ἂν καθ’ ὥραν ἀπεθνήσκομεν. Οὐκ ἔστιν ἀγέννητος ὁ λόγος ἡμῶν, ἐπεὶ ἄλογοί τινες καὶ κτηνώδεις ὑπήρ‐ χομεν. Τὸ δὲ παραδοξότερον τῶν παραδόξων τούτων
45ἐκεῖνό ἐστιν, ὅτι ψυχὴν μὲν ἁπλῆν τινα ἔχομεν, ὁμοίως καὶ νοῦν μοναδικὸν, καὶ ἀσύνθετον· λόγον δὲ διπλοῦν ἔχοντες τὸν αὐτὸν τὴν γέννησιν καὶ ἕνα καὶ ἀμέριστον φυλαττόμενον. Γεννᾶται γὰρ ὁ λόγος ἐν τῇ καρδίᾳ γέννησίν τινα ἀκατάληπτον καὶ ἀσώματον, καὶ μέ‐

44

.

1333

(50)

νει ἔνδον ἀγνώριστος, καὶ γεννᾶται δευτέραν γέν‐ νησιν σωματικὴν διὰ χειλέων, καὶ τότε τοῖς πᾶσι γνωρίζεται· τῆς δὲ γεννησαμένης αὐτὸν ψυχῆς οὐ χωρίζεται, ἵνα διὰ τοῦ λόγου τῶν δύο ἡμῶν γεννήσεων σαφῶς τὰς δύο τοῦ Θεοῦ Λόγου γεννήσεις κατ’ εἰκόνα
55καὶ ὁμοίωσιν μάθωμεν.

44

.

1336

Γεγέννηται γὰρ ἀοράτως καὶ ἀνερμηνεύτως καὶ ἀκαταλήπτως ἐκ Πατρὸς πρὸ τῶν αἰώνων. Καὶ ἦν ἄγνωστος ὡς ἔν τινι ψυχῇ πρὸς τὸν Πατέρα, ἕως ὥσπερ ἐκ καρδίας τινὸς τῆς ἁγίας Παρθένου ἀφθόρως
5καὶ ἀσπόρως γεγέννηται κατὰ σάρκα, καὶ ἐνεφανίσθη τῷ κόσμῳ, μὴ χωρισθεὶς τῆς πατρικῆς κρυφίας οὐ‐ σίας τοῦ γεννήτορος Θεοῦ. Ὥστε δέδεικται ἐν τῷ μοναδικῷ τῆς ἀθανάτου ἡμῶν καὶ νοερᾶς ψυχικῆς οὐσίας ἐν εἰκόνι, τρεῖς τινες ὑποστατικαὶ ἰδιότητες,
10ἀγεννησία ψυχῆς, καὶ γέννησις λόγου, καὶ ἐκπόρευ‐ σις πνεύματος, ἤγουν τοῦ νοός. Καὶ καταθαῤῥῶ καὶ ἀποτολμῶ, καὶ λέγω ὅτι κατὰ ταύτην τὴν ἀόρατον τριαδικὴν τῆς ψυχῆς θεωρίαν, εἶπεν ὁ θεῖος Ἀπόστο‐ λος τὸν ἄνθρωπον εἶναι κατ’ εἰκόνα Θεοῦ τοῦ ἀοράτου.
15Εἰ δὲ μὴ ταῦτα οὕτω, διὰ τί μὴ μᾶλλον διμερὴς ἢ τετραμερὴς ὑπὸ Θεοῦ γέγονεν, ἀλλὰ τριμέρειάν τινα καὶ μόνην ἔχει ἀσύγχυτον ἡ ἡμετέρα ψυχὴ, κατ’ εἰκόνα τῆς ἁγίας καὶ ὁμοιουσίου [ὁμοουσίου] καὶ ζωοποιοῦ Τριάδος, ὥστε, εἰ θέμις εἰπεῖν ὅτι καὶ ἐν τῷ ἀνθρώπῳ,
20καὶ μάλιστα τῷ δικαίῳ, κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος τυπικῶς, ἀλλ’ οὐ φυσικῶς, σκιαγραφῶν ἀμυδρῶς πως τὸν ἐν Τριάδι Θεόν; Ὅθεν καὶ τριμερῆ πάλιν αὐτὴν τὴν ἡμετέραν ψυχὴν καθ’ ἕτερόν τινα τρόπον οἱ ἔξω σοφοὶ εἶναι ὡρίσαντο, ἐπιθυμητικὸν
25αὐτὴν φάσκοντες ἔχειν καὶ λογιστικὸν καὶ θυμικὸν, ὅπως διὰ μὲν τοῦ ἐπιθυμητικοῦ πρὸς τὴν τοῦ Θεοῦ ἀγάπην συνάπτηται, διὰ δὲ τοῦ λογιστικοῦ τὴν παρ’ αὐτοῦ γνῶσιν καὶ σοφίαν εἰσδέχηται, διὰ δὲ τοῦ θυμοῦ πρὸς τὰ πνεύματα τῆς πονηρίας ἀντιτάττηται,
30καὶ ἐν τούτοις πάλιν αὐτοῖς τοῖς τρισὶ τὸ κατ’ εἰκόνα Θεοῦ διαγράφουσα. Τρισὶ γὰρ τρόποις ὁ ἐν Τριάδι Θεὸς τρία μέρη διοικεῖ καὶ διέπει, καὶ τὰ ἐπουράνια λέγω, καὶ τὰ ἐπίγεια, καὶ τὰ καταχθόνια, τῇ δημιουρ‐ γικῇ αὐτοῦ δυνάμει καὶ τῇ προνοητικῇ καὶ τῇ κρι‐
35τικῇ· καὶ πᾶν γὰρ ὃ Θεὸς διαπράττεται, καθ’ ἕνα τῶν τριῶν τούτων τρόπων αὐτὸ κατεργάζεται, ἢ δημιουρ‐ γῶν, ἢ προνοούμενος, ἢ παιδεύων. Καὶ τοῦ μὲν δη‐ μιουργικοῦ τοῦ Θεοῦ τὸ κατ’ εἰκόνα ἐστὶ τὸ τῆς ψυχῆς ἐπιθυμητικόν· ἡ γὰρ ἐπιθυμία εἰς πρᾶξιν ἄγει· τοῦ
40δὲ προνοητικοῦ αὐτοῦ πάλιν σύμβολον τῆς ψυχῆς τὸ λογιστικόν· τοῦ δὲ παιδευτικοῦ τὸ θυμικὸν καθέστηκε σύσσημον. Καὶ ἴσως ἴδιον μὲν τῆς ψυχῆς ἡ ἐπιθυμία. Πρὸ γὰρ πάσης λαλιᾶς τὰ νήπια ἔμψυχα γενόμενα εὐθέως ὀρέγονται τοῦ μαζοῦ καὶ τοῦ ὕπνου· τὸ δὲ
45λογιστικὸν εὔδηλον ὅτι τοῦ λογικοῦ τυγχάνει ἴδιον· τὸ δὲ θυμικὸν περὶ τὸν νοῦν συνίστασθαι πέφυκεν, ὃν καὶ ταράττεται ὁ παρὰ φύσιν θυμούμενος. Εἴ τις τοί‐ νυν τὸ πῶς κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ ὁ ἄνθρωπος βούλοιτο μαθεῖν, ταῦτα ψηλαφάτω, ἐν τούτοις καὶ τοῖς

44

.

1336

(50)

τοιούτοις ἀδύτοις τῶν νοημάτων εἰσίτω, καὶ τὴν ἑαυτοῦ κατασκευὴν τῆς φύσεως διασκοπείτω τὴν τῆς νοερᾶς ψυχῆς· ἅπαντα λεπτῶς τε καὶ ἰσχνῶς μανθανέτω τὰ ταύ‐ της μέρη, τὰ μέρη τῶν μερῶν, τοὺς λόγους, τοὺς τρό‐ πους καὶ προόδους, τὰς ἑνώσεις, τὰς διακρίσεις, τὸ ταύ‐
55της μονοειδὲς, τὸ τριμερὲς, τὸ ἑνιαῖον, τὸ δυϊκὸν, τὸ τριαδικὸν, πῶς καὶ μία ἐστὶ, καὶ ἐν τρισὶ θεωρεῖται, κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ μονὰς ἐν τριάδι, καὶ τριὰς ἐν μονάδι τυπικῶς γνωριζομένη. Ὅτι γὰρ καὶ μία
ἐστὶ τῇ οὐσίᾳ, καὶ οὐ μία τῇ θεωρίᾳ τῶν ἑαυτῆς με‐

44

.

1337

ρῶν, ἐδήλωσε σαφῶς ὁ εἰπὼν, Ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ· προσεύξομαι τῷ πνεύματι, προσ‐ εύξομαι καὶ τῷ νοΐ. Μᾶλλον δὲ σαφέστερον ἡμᾶς διδάσκουσι ταύτην τὴν ἐν ἡμῖν κατ’ εἰκόνα τυπικὴν
5Θεοῦ τριάδα τινὲς τῶν ἀνθρώπων, ἔκ τινος πολλάκις αἰτίας ψυχὴν μὲν ἔσθ’ ὅτε ἔχοντες, νοῦν δὲ ἢ λόγον μὴ ἔχοντες· ἕτεροι δὲ πάλιν ψυχῆς καὶ λόγου εὐπο‐ ροῦντες, νοῦ δὲ καθ’ ὅλου ἀποροῦντες· ἄλλοι πάλιν νοῦν καὶ ψυχὴν ἔχοντες, τοῦ δὲ λόγου ἐστερημένοι.
10Ὅθεν καὶ ἡ τῶν νηπίων φύσις, ὡς ἐκ σκότους εἰς φῶς τικτομένη καὶ προσερχομένη, εὐθέως τὴν μὲν ψυχὴν φανεροῖ ἔχειν εἰς τύπον τοῦ Θεοῦ καὶ Πατρὸς, δυνάμει μὲν νοερὰν οὖσαν, καὶ ἐν αὐτῇ ἔχουσαν τὸν λόγον, καὶ τὸν νοῦν· κατὰ πρόβασιν δὲ προκόπτοντος
15καὶ αὔξοντος τοῦ σώματος δεύτερον ἐμφανίζει τὸν λόγον, καὶ τοῦτον οὐκ ἀθρόως οὐδὲ ἐξαίφνης, ἀλλὰ προψελλίζουσα, καὶ οἱονεὶ σκιαγραφοῦσα καὶ προμη‐ νύουσα τὴν τοῦ Λόγου διὰ σαρκὸς γέννησιν καὶ τοῦ νοῦ δηλοῦται ἡ παρουσία, ὅτε εἰς ἄνδρα τέλειον προ‐
20κόψῃ τὸ νήπιον.
26 Ἀλλὰ τί, φησὶ, ταῦτα συντείνει εἰς τὴν προκειμέ‐ νην τοῦ ἀνθρώπου ὑπόθεσιν; Καὶ πάνυ μὲν, ὦ ἄνθρωπε, διὰ τούτων μανθάνομεν τὸν τρόπον τῆς τοῦ Θεοῦ, ὥσπερ ἔν τινι σώματι, ἐν τῷ κόσμῳ φανερώσεώς τε
30καὶ ἀναδείξεως, καὶ πῶς κατὰ πρόβασιν ἡ ἡμετέρα φύσις τὸ τῆς Τριάδος ἐπέγνω μυστήριον. Συνελήφθη γὰρ ὑπὸ τοῦ σπόρου τοῦ πονηροῦ ὥσπερ ἐν γαστρί τινι τῆς πλάνης ὁ ἄνθρωπος, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου καθήμενος· εἶτα εἰς φῶς θεογνωσίας
35ὥσπερ νήπιος ἐν ἀρχῇ προερχόμενος, διὰ τῆς τοῦ νόμου χειραγωγίας ἐδείχθη ἔμψυχος, ἐπιγνοὺς τὸν Πατέρα καὶ Θεὸν ἐν ἑαυτῷ μὲν ἔχοντα, καθάπερ καὶ ἡ ψυχὴ, ἐνούσιον τὸν Λόγον καὶ τὸ Πνεῦμα. Μὴ χω‐ ροῦντα δὲ τὸν ἄνθρωπον διὰ πολλὴν γνώμης ἀσθέ‐
40νειάν τε καὶ νηπιότητα τὴν τοῦ λόγου καὶ τοῦ νοῦ φανέρωσιν, ἵνα μὴ εἰς πολυθεΐαν διὰ θεοσεβείας ἐξ‐ ολισθήσῃ, εἶτα τοῦ χρόνου προκόπτοντος ἐσοφίζετο λοιπὸν, ὥσπερ νήπιον αὐξανόμενον ἡ ἡμετέρα τοῦ κόσμου φύσις, καθάπερ ἀπὸ ψυχῆς τινος διδασκο‐
45μένη ὑπὸ Θεοῦ καὶ Πατρὸς ἐπιγινώσκειν ἀμυδρῶς, ὥσπερ διά τινων ἀσαφῶν ψελλισμάτων, τῶν προφη‐ τικῶν διδαγμάτων τὴν πεῖραν, καὶ προφορὰν, καὶ ἐπιφάνειαν τοῦ ἐνουσίου καὶ ἀποκρύφου τοῦ Πατρὸς Λόγου. Μεθ’ ἃ ψελλίσματα, λέγω δὴ Μωσαϊκὰ καὶ

44

.

1337

(50)

προφητικὰ τοῦ λόγου αἰνίγματα, προελθόντος τρα‐ νῶς καὶ ἐνάρθρως, ὥσπερ ἔκ τινων χειλέων τῆς παρθενικῆς νηδύος τοῦ τελείου τοῦ Θεοῦ Λόγου, γνω‐ ρίζει λοιπὸν μετὰ τούτων καὶ διὰ τούτου τὸ ἐντελὲς πλήρωμα αὐτῆς τὸ τριαδικὸν ἡ ἀνθρωπίνη τοῦ κό‐
55σμου φύσις, ὥσπερ νοῦν τινα δεξαμένη τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἐκ τῶν ἐκτὸς μεταβατικῶς ἐν αὐτῇ ἐνδη‐
μῆσαν, ἀλλ’ ἐκ τῶν ἐντὸς ἑαυτῆς, τουτέστι, τῆς ψυ‐

44

.

1340

χῆς καὶ τοῦ λόγου, ἤγουν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ αὐτῇ φανερωθὲν, οὐ κτιστῶς, οὐδ’ ἐπεισάκτως, οὐδ’ ἀλλογενῶς, ἀλλ’ οὐσιωδῶς ἐκ τῆς ἐμφύτου αὐτῆς καὶ συμφυοῦς ὑποστατικῆς ὑπάρξεως ἡ ψυχὴ τὸν ἐνού‐
5σιον αὐτῆς λόγον ἀποτίκτουσα, καὶ τὸ ὁμοφυὲς αὐτῇ τοῦ νοῦ πνεῦμα προβάλλουσα, καὶ ὥσπερ τι σῶμα ἡ ἀσώματος τὰ συνασώματα αὐτῇ μέλη συμφυῆ ἔχουσα, δι’ ὧν ὥσπερ τύπων χαρακτηρίζεται καὶ μορφοῦται καὶ συνίσταται ἡ ὑπὲρ μορφὴν καὶ σχῆμα ὑπάρχουσα,
10ὥσπερ πνοὴν σωματικήν τινα ἔχουσα τὸ πνεῦμα τοῦ νοῦ, καὶ ὡς ζωὴν τὸν σύζωον αὐτῇ λόγον φέρουσα· ὧν κατὰ στέρησιν οὔτε εἶναι οὔτε γνωρίζεσθαι ἡ κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ ψυχὴ λογικὴ καὶ νοερὰ δύ‐ ναται· ὅπως διὰ τούτων τῶν ἐν αὐτῇ μάθωμεν καὶ
15παιδευθῶμεν, ὡς οὔτε Πατὴρ, οὔθ’ Υἱὸς προϋπῆρχον τοῦ παναγίου Πνεύματος· ἀλλ’ ὥσπερ ἐπὶ τῆς ψυχῆς ἅμα ψυχὴ λογικὴ, ἅμα σὺν αὐτῇ ὁ λόγος ἐν αὐτῇ, καὶ ἅμα, καὶ συνάμα ἐν αὐτῇ τὸ πνεῦμα τὸ ζωτικὸν καὶ συστατικὸν καὶ συμπληρωτικόν· οὕτως ἅμα Πατὴρ,
20ἅμα Θεὸς Λόγος σὺν Πατρὶ, ἅμα Υἱὸς σὺν Πατρὶ, συνάμα τὸ Πνεῦμα σὺν Υἱῷ καὶ Πατρί. Εἰ δὲ χωρί‐ ζεις καὶ ἀποστερεῖς τὸν λόγον ἐκ τῆς ψυχῆς, ἄλογός σου λοιπὸν ἡ ψυχή· ἵνα διὰ τούτου τοῦ κατ’ εἰκόνα Θεοῦ μάθῃς, ὅτι ἐὰν ἀρνήσῃ τὸν Θεὸν Λόγον, λέγων
25μὴ εἶναι σὺν τῷ Θεῷ καὶ Πατρὶ, ἄλογον λοιπὸν καὶ κτηνώδη κηρύττεις τὸν Θεόν· καὶ ἐὰν χωρίσῃς τὸ Πνεῦμα ἐκ τοῦ Θεοῦ, νεκρὸν λοιπόν τινα καὶ οὐ ζῶντα λέγεις Θεόν· εἰ φιλοσοφεῖν περὶ τοῦ κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ βούλει, οὕτω φιλοσόφησον, οὐκ ἐκ τῶν
30ἐκτὸς, ἀλλ’ ἐκ τῶν ἐντός σου τὸν κρυπτὸν Θεὸν γνώ‐ ρισον ἐκ τῆς ἐν σοὶ τριάδος, τὴν Τριάδα ἐπίγνωθι δι’ ἐνυποστάτων πραγμάτων· ὑπὲρ γὰρ πᾶσαν ἄλλην νομικὴν καὶ γραφικὴν μαρτυρίαν βεβαιοτέρα αὕτη καὶ πιστοτέρα.
40 Διὰ γὰρ ταύτην καὶ μόνην τὴν αἰτίαν τοιοῦτον ζῶον ὁ Θεὸς κατεσκεύασεν, ἐπειδὴ ἔμελλεν ἐν κόσμῳ κηρυχθῆναι τὸ τῆς ἁγίας Τριάδος μυστήριον, ὡς δυσ‐ ερμήνευτόν τε καὶ ἀκατάληπτον· ἵνα ἔχῃς ἐν ἑαυτῷ ὁ κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, τὴν εἰκόνα καὶ
45ὁμοίωσιν καὶ τοὺς τύπους καὶ τὰ παραδείγματα τῆς ἁγίας Τριάδος· ἵνα εἰς τὴν εἰκόνα τῆς ψυχικῆς κατα‐ σκευῆς βλέπων μηκέτι διστάσῃς ἐν τῷ τριαδικῷ μυ‐ στηρίῳ· μηκέτι εἴπῃς καὶ περιεργάζῃ λέγων· Εἰ Τριάς ἐστιν ὁ Θεὸς, πῶς ἐστι μονάς; εἰ δὲ εἷς ἐστιν,

44

.

1340

(50)

ὡς λέγεται, πῶς Τριάς; καὶ εἰ Υἱός ἐστιν ὁ Λόγος, πῶς γέννημα δυνατὸν εἶναι συνάναρχον τῷ γεννήτορι; καὶ εἰ ἐκ Πατρός ἐστι τὸ Πνεῦμα, πῶς οὐκ ἔστι γεν‐ νητὸν, ἀλλ’ ἐκπορευτόν; ἢ ποῖον προήγαγεν ὁ Πατὴρ πρότερον, τὸν Υἱὸν ἢ τὸ Πνεῦμα; Εἰ δὲ τὰ ἀμφότερα
55ἅμα, ἆρα ἂν ἀδελφοθεΐα καὶ διδυμοτοκία ἐστὶν ἐν τῇ Τριάδι; πῶς δὲ καὶ διαγνωσόμεθα ἐπὶ τῶν ἀσωμάτων καὶ ἀκινήτων καὶ ἀμεταστάτων τὸ διάφορον γεννή‐ σεως καὶ ἐκπορεύσεως; πῶς δὲ καὶ δυνατὸν ὁμόδοξον
εἶναι τὸ γέννημα τῷ γεννήτορι; θέλων δὲ ἄρα τέτο‐

44

.

1341

κεν ὁ Πατὴρ ἢ μὴ θέλων; Τίς δὲ ὁ μάρτυς, ὅτι μιᾶς οὐσίας ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα; καὶ εἰ τελεία ὑπόστασίς ἐστιν ὁ Θεὸς καὶ Πατὴρ, καὶ εἰ τελεία ὑπόστασις ὁ Λόγος τοῦ Θεοῦ, καὶ εἰ τελεία
5πάλιν ὑπόστασις τὸ Πνεῦμα τοῦ Θεοῦ, τίς μὴ λέγει ὅτι καὶ ὁ νοῦς τοῦ Θεοῦ οὐκ ἔστιν ἄλλη ὑπόστασις θεία Θεοῦ, καὶ ὁ βραχίων ἄλλος Θεὸς, καὶ ὑπόστασις Θεοῦ ἑτέρα ὁ δάκτυλος; ὁμοίως καὶ ἡ δεξιὰ καὶ τὰ λοιπὰ πάντα τὰ λεγόμενα μέλη Θεοῦ ἐν τῇ θείᾳ Γραφῇ; Ἵνα
10μὴ τοίνυν ταῦτα λέγῃς καὶ διαλογίζῃ, εἰς ἅπερ οἱ αἱρετικοὶ προσκόψαντες καὶ λογισάμενοι ἔπεσον, ἐποίησέ σε ὁ Θεὸς κατ’ εἰκόνα καὶ ὁμοίωσιν τῆς ἑαυ‐ τοῦ τριαδικῆς ὑπάρξεως, τριάδα τινὰ τυπικὴν ὁμοού‐ σιον μονάδα γνωριζομένην, ἐν ᾗ καλῶς ἀποβλέπων,
15καλῶς ὡς ἐν ἐσόπτρῳ τινὶ καὶ τύπῳ εὑρήσεις πάντα τὰ περὶ Θεοῦ εὐσεβῶς κηρυττόμενα· λέγω δὴ τὸ τριαδικὸν τῶν ὑποστάσεων, τὸ μοναδικὸν τῆς φύσεως, τὸ σύγχρονον, τὸ ἀδιαίρετον, τὸ ἀκατάληπτον, τὸ ἀσχημάτιστον, τὸ ἀθεώρητον, τὸ ἀγέννητον, τὸ γεν‐
20νητὸν, τὸ ἐκπορευτὸν, τὸ δημιουργικὸν, τὸ προνοητι‐ κὸν, τὸ κριτικὸν, τὸ ἀψηλάφητον, τὸ ἀσώματον, τὸ ἄφθαρτον, τὸ ἀνώλεθρον, τὸ ἀθάνατον, τὸ αἰώνιον, τὸ ἀνερμήνευτον, τὸ ὡραιότατον, καὶ συντόμως εἰπεῖν, πάντων τῶν ἐν τῇ Θεότητι λεγομένων εὐσεβῶς, τοὺς
25τύπους καὶ τὰς εἰκόνας, καὶ τὰ ἀποσκιάσματα εὑρή‐ σεις ἐν τῇ ψυχῇ σου σκιαγραφούμενα. Καὶ διὰ τοῦτο εἴρηται ὑπὸ τοῦ Θεοῦ τὸ, Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν.
32 Ἀλλὰ ταῦτα οἱ αἱρετικοὶ καὶ οἱ νῦν ἄπιστοι οὐκ ἔγνωσαν, οὐδὲ διενοήθησαν. Εἰ γὰρ καλῶς τὸ κατ’ εἰ‐ κόνα καὶ ὁμοίωσιν ἀνθρώπου ἐσκόπησαν, οὐκ ἂν περὶ
35τὸ μυστήριον τὸ τριαδικὸν ἐδίστασαν, οὐκ ἂν φυσι‐ καῖς ἀποδείξεσι τὸ ὑπὲρ φύσιν ὑπέβαλον. Οὐκ ἂν ἐσκοτίσθησαν λέγοντες, ἀδύνατον εἶναι Θεὸν τρισ‐ υπόστατον Τριάδα. Εἰ τὸ κατ’ εἰκόνα ἑαυτοῦ ἔμαθεν Ἄρειος, οὐκ ἂν ἑτεροούσιον τοῦ Πατρὸς τὸν Λόγον
40ἐδίδαξεν. Εἰ τὸ κατ’ εἰκόνα εὐσεβῶς ἐσκόπησε Μακε‐ δόνιος, οὐκ ἂν κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον ἔφασκεν· ἀλλὰ τυφλωθέντες ταὐτὰ πεπόνθασι τοῖς ἔνδον ἐν τῷ κόλπῳ ἑαυτῶν τὸν μαργαρίτην ἔχουσι, τοῦτον δὲ ἀγνο‐ οῦσι, καὶ ἐν τῇ ἀβύσσῳ αὐτὸν πλανώμενοι ἐπιζητοῦ‐
45σιν. Ὅρα γοῦν ὅτι οὐ μόνον ἐν πράγμασι τυπικῶς τὸ κατ’ εἰκόνα Θεοῦ ἡμετέρα ψυχὴ κέκτηται, τυπικῶς λέγω, οὐκ ἰσοφυῶς. Πῶς δὲ τοῦτο; Εὐθέως τὸ λεγό‐ μενον ποιήσω σαφές. Ἀπερίγραπτον εἶναι τὸν Θεὸν Πατέρα, ὁμοίως καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα

44

.

1341

(50)

πιστεύομεν· διὸ ὡς ἀπεριόριστοι φεραλλήλους καὶ ἀλληλενδέτους καὶ τὰς οἰκείας προσηγορίας ἔχουσιν. Ἐπὰν γὰρ ὀνομάσῃ Πατέρα, πρόδηλον ὅτι Υἱοῦ αὐτοῦ τινος ἐμήνυσεν ἔμφασιν. Πῶς γὰρ ἂν καὶ κληθήσεται Πατὴρ μὴ γνωριζομένου Υἱοῦ; Ὡσαύτως καὶ ἐπὰν
55εἴπῃ Πνεῦμα, Θεὸν ἐδήλωσε· Πνεῦμα γὰρ ὁ Θεὸς, ὥς φησιν ἡ Γραφή. Εἶτα ἐλθὲ ἀπὸ ταύτης τῆς ἁγίας Τριάδος ἐπὶ τὴν εἰκόνα αὐτῆς, τὴν ἐν ἡμῖν λέγω ἔνδον
ὑπάρχουσαν τριάδα, καὶ ὄψει καὶ τὰς τρεῖς προσηγο‐

44

.

1344

ρίας αὐτῆς φεραλλήλους καὶ ἡνωμένας ὑπαρχούσας. Ἐπὰν γὰρ εἴπῃς ψυχὴν λογικὴν καὶ νοερὰν, εὔδηλον ὅτι καὶ λόγον καὶ νοῦν ἐσήμανας· καὶ ἐπὰν ὀνομάσῃς λόγον, πάντως ὅτι καὶ τὴν λογικὴν ψυχὴν τὴν τούτου
5γεννητικὴν ἐδήλωσας. Ὡσαύτως καὶ ἐπὰν εἴπῃς νοῦν, ἐκ παντὸς τρόπου ὅτι καὶ τὴν ψυχὴν καὶ τὸν λόγον ἐδήλωσας. Τίνος γὰρ καὶ ἔσται νοῦς εἰ μὴ ψυχῆς καὶ λόγου; Διὰ δὴ τοῦτο ὥσπερ φεράλληλον καὶ ἀλληλέν‐ δετον ἔχουσι τὴν προσηγορίαν, οὕτω κοινὴν καὶ ἀδιαί‐
10ρετον ἔχουσι καὶ τὴν οὐσιώδη ἐνέργειαν. Μία γὰρ καὶ ὁμοία ἡ ἐνέργεια Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, μία ἰσχὺς, καὶ μία δύναμις, μία θέλησις, μία γνώμη. Ὅσα γὰρ ἂν πράττοι ὁ Πατὴρ, ἀχώρι‐ στός ἐστι καὶ συμπράκτωρ καὶ ὁ Υἱός· καὶ ὅσα ἂν
15ἐπιτελῇ ὁ Υἱὸς, ἢ τὸ πανάγιον Πνεῦμα, συνεργεῖ πάντως ἀδιαιρέτως ὁ Πατήρ· οὐδὲ γὰρ ὁ Υἱὸς δίχα Πατρὸς ἀφ’ ἑαυτοῦ καθ’ ἑαυτὸν ποιεῖ τι, οὐδὲ ὁ Πα‐ τὴρ πάντως χωρὶς τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, οὔτε πάλιν τὸ Πνεῦμα ἄνευ τοῦ Υἱοῦ καὶ Πατρὸς ἐρ‐
20γάζεταί τι. Δεῦρο λοιπὸν πάλιν ἀπὸ τῶν πρωτοτύπων ἐπὶ τὸν τύπον τὸν κατ’ εἰκόνα Θεοῦ καὶ καθ’ ὁμοίω‐ σιν τὸν τῆς ἡμετέρας ψυχῆς, καὶ ὄψει μίαν καὶ ὁμοίαν τὴν ἐνέργειαν ἐν ἡμῖν. Οὔτε γὰρ ἡ ψυχὴ δίχα λόγου ἐπιτελεῖ τι, οὔτε ὁ λόγος δίχα ψυχῆς, οὔτε μὴν ὁ νοῦς
25πάλιν καθ’ ἑαυτὸν χωρὶς τῆς ψυχῆς καὶ τοῦ λόγου κατεργάζεταί τι, διὰ τὴν ὁμοφυῆ καὶ συμφυῆ καὶ ἀλληλένδετον αὐτῶν κοινὴν δύναμίν τε καὶ ἐνέργειαν, τὴν κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ. Εἰ δὲ λέγεις μοι, ὅτι οὐδὲν καθ’ ἑαυτὴν ἐνεργεῖ ἡ ψυχὴ χωρὶς τοῦ σώ‐
30ματος, ἤδη τοῦτο καὶ ἡμεῖς προειρήκαμεν, ὅτι καὶ ἐν τούτῳ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν οὖσα διὰ τῆς ὕλης ὁρωμένης τὰς ἀοράτους αὐτῆς δείκνυσι δυνάμεις· πλὴν ὅτι καὶ χωριζομένη τοῦ σώματος ἡ κατὰ φύσιν καθαρὰ ψυχὴ καὶ οὐσία, τότε μάλιστα διορατικωτέρα
35καὶ ἁπλῆ, καὶ ἀπαρενόχλητος, καὶ φωτεινοτέρα εὑρι‐ σκομένη, κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν Θεοῦ ἀληθέ‐ στερον δύναται προσαγορεύεσθαι καὶ εἶναι. Εἰ δὲ, ὡς εἰκὸς, διαπαίζει τὰ εἰρημένα ὁ δι’ ἐναντίας, ὡς μὴ δείξαντας ἡμᾶς τρεῖς κυρίως ἀπηρτισμένας ἐπὶ τῆς
40ψυχῆς ὑποστάσεις κατ’ ἰσότητα τῆς παναγίας Τριά‐ δος, μανθανέτω ὁ ἄφρων, ὅτι κατ’ εἰκόνα ἐστὶν ἡ ψυχὴ τυπικήν τινα, καὶ οὐ κατ’ ἰσότητα τῆς ἁγίας Τριάδος· πλὴν καὶ ἐπὶ τῆς Θεότητος, εἰ μὴ φοβερόν ἐστι τὸ εἰπεῖν, τοπικὴν διαίρεσιν καὶ ἐπιγεγραμμένην διά‐
45στασιν ἐξ ἀλλήλων ἔχειν τὸν Πατέρα ἀπὸ τοῦ Υἱοῦ, καὶ τὸ ἅγιον Πνεῦμα ἐξ αὐτοῦ· μὴ παραδράμῃς εἰς τὴν κατ’ εἰκόνα σου πρὸς Θεὸν ὁμοίωσιν μηδὲ τοῦτο, λέγω δὴ ὅτι διὰ τῆς τοῦ λόγου σωματικῆς ἐκ χειλέων γεννήσεως ἡ ἀρετὴ καὶ ἡ σοφία, καὶ ἡ φρόνησις,

44

.

1344

(50)

καὶ ἡ δύναμις, καὶ τὸ βάθος, καὶ ἡ γνῶσις τῆς ψυχῆς σου, καὶ τοῦ νοὸς τοῖς πᾶσι γνωρίζεται καὶ δημο‐ σιεύεται· δηλοῦντός σοι καὶ τούτου τοῦ ὑποδείγματος κατ’ εἰκόνα καὶ ὁμοίωσιν ὑπάρχειν Θεοῦ. Διὰ γὰρ τῆς κατὰ σάρκα γεννήσεως τοῦ Θεοῦ Λόγου ἐφανερώθη ἐν
55κόσμῳ ἡ ἀρετὴ καὶ ἡ δύναμις, καὶ ἡ γνῶσις, καὶ ἡ σοφία, καὶ πάντα τὰ λοιπὰ ἀγαθὰ τοῦ Πατρὸς καὶ τοῦ
ἁγίου Πνεύματος.

44

.

1345

(5)

Ὅρα γὰρ πόσα καὶ οἷα τοῦ λόγου, εἰς τύπον τοῦ Θεοῦ Λόγου, ἐν κόσμῳ τὰ κατορθώματα, καὶ πῶς διὰ λόγου τὰ πάντα δημιουργοῦνται καὶ συνίστανται· λόγῳ ὑπέστη‐ σαν ἄγγελοι· λόγῳ τὸν Δημιουργὸν γεραίρουσι· λόγῳ τὰ ὁρώμενα γεγόνασι· λόγῳ ἡ κτίσις φωτίζεται· λόγῳ τὰ
10ὄντα ἐγνώσθησαν· λόγῳ μόνῳ ἐξεφάνθησαν· λόγῳ ἐδεί‐ χθησαν τὰ πέρατα· λόγῳ τὸν Κτίστην γεραίρομεν· λόγῳ θεογνωσία κεκήρυκται· διὰ λόγου τὸν Θεὸν ἐπ‐ εγνώκαμεν· διὰ λόγου τὰ πάντα συνίστανται· καὶ ὥσπερ τὸ ἄλαλον νήπιον ἀνόητόν ἐστιν ἀνθρώποις
15ἄχρι τῆς διὰ χειλέων τοῦ λόγου γεννήσεως, οὕτω διὰ τῆς τοῦ Θεοῦ Λόγου κατὰ σάρκα γεννήσεως πᾶσα ἡ ἀλογία παρῆλθε τῆς ἡμετέρας φύσεως, τοῦ Θεοῦ Λό‐ γου δηλώσαντος τρανῶς τῇ κτίσει τὸν Πατέρα καὶ τὸ ἅγιον Πνεῦμα. Ὅθεν ὡς θεότμητος ἡμῶν ἡ ψυχὴ
20οὐδὲ ἀποστέλλεται εἰς διακονίαν μετὰ τὴν ἀπαλλαγὴν τοῦ σώματος, καθὼς οἱ ἄγγελοι ἀποστέλλονται. Ἐπειδὴ ἐκεῖνα μέν εἰσι λειτουργικὰ πνεύματα· αἱ δὲ τῶν ἁγίων μάλιστα ψυχαὶ κατ’ εἰκόνα Θεοῦ δεσποτικὰ πνεύματα. Εἰ γὰρ καὶ ἠλάττωται ὁ ἄνθρωπος μετὰ
25τὴν παρακοὴν βραχύ τι παρ’ ἀγγέλους, διὰ γοῦν τῆς Θεοῦ Λόγου καθ’ ὑπόστασιν ἑνώσεως ἐν αὐτῷ μεῖζόν τι γεγένηται· ὁ γάρ ποτε κατ’ εἰκόνα Θεοῦ νῦν γέ‐ γονε τὸ ἅμα Θεῷ· καὶ ὁ πρὶν μεταληπτικὸς τῆς εἰκό‐ νος Θεοῦ γέγονε μεταδοτικὸς τῆς ἑαυτοῦ εἰκόνος·
30αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.