TLG 2017 053 :: GREGORIUS NYSSENUS :: Orationes viii de beatitudinibus

GREGORIUS NYSSENUS Theol.
(Nyssenus: A.D. 4)

Orationes viii de beatitudinibus

Citation: Volume — page — (line)

44

.

1193

(12t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ
13tΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ
14tΕΙΣ ΤΟΥΣ ΜΑΚΑΡΙΣΜΟΥΣ.
18tΛΟΓΟΣ Αʹ.
19nἸδὼν δὲ τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος· καὶ
20nκαθίσαντος αὐτοῦ, προσῆλθον αὐτῷ οἱ μαθηταὶ
21nαὐτοῦ· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, ἐδίδασκεν
22nαὐτοὺς, λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύ‐
23nματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
24Τίς ἄρα τοιοῦτός ἐστιν ἐν τοῖς συνειλεγμένοις, ὡς
25μαθητής τε εἶναι τοῦ Λόγου, καὶ συναναβῆναι αὐτῷ χαμόθεν, ἀπὸ τῶν κοίλων τε καὶ ταπεινῶν νοημάτων, εἰς τὸ πνευματικὸν ὄρος τῆς ὑψηλῆς θεωρίας; Ὃ πᾶ‐ σαν μὲν σκιὰν τὴν ἐκ τῶν ὑπερανεστηκότων τῆς κα‐ κίας γεωλόφων ἐκπέφευγεν, ἁπανταχόθεν δὲ τῇ τοῦ
30ἀληθινοῦ φωτὸς ἀκτῖνι περιλαμπόμενον, ἐν καθαρᾷ τῇ τῆς ἀληθείας αἰθρίᾳ πάντα δίδωσιν ἐκ περιωπῆς καθ‐ ορᾷν, ὅσα τοῖς ἐν τῷ κοίλῳ καθειργμένοις ἐστὶν ἀθέατα. Τὰ δὲ ἀπὸ τοῦ ὕψους τούτου κατοπτευόμενα, οἷα καὶ ὅσα ἐστὶν, αὐτὸς ὁ Θεὸς Λόγος, μακαρίζων τοὺς συν‐
35αναβάντας αὐτῷ διεξέρχεται, οἷον δακτύλῳ τινὶ δει‐ κνὺς, ἔνθεν μὲν τὴν τῶν οὐρανῶν βασιλείαν, ἑτέρω‐ θεν δὲ, τῆς ἄνω γῆς τὴν κληρονομίαν· εἶτα ἔλεον, καὶ δικαιοσύνην, καὶ παράκλησιν, καὶ τὴν πρὸς τὸν Θεὸν τῶν ὅλων γινομένην συγγένειαν· καὶ τὸν ἐκ τῶν
40διωγμῶν καρπὸν, ὅ ἐστι τὸ σύνοικον Θεοῦ γενέσθαι· καὶ ὅσα ἄλλα πάρεστι πρὸς τούτοις βλέπειν, ἄνωθεν
ἐκ τοῦ ὄρους δακτυλοδεικτοῦντος τοῦ Λόγου, ἐκ τῆς1193

44

.

1196

ὑψηλῆς σκοπιᾶς διὰ τῶν ἐλπίδων ἀποβλεπόμενον. Ἐπειδὴ οὖν ἀναβαίνει εἰς τὸ ὄρος ὁ Κύριος, ἀκούσωμεν Ἡσαΐου βοῶντος· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου· κἂν ἀσθενῶμεν ἐξ ἁμαρτίας, ἐνισχύσωμεν,
5καθὼς ὑφηγεῖται ἡ προφητεία, χεῖρας παρειμένας καὶ γόνατα παραλελυμένα. Εἰ γὰρ ἐπὶ τοῦ ἄκρου γενοί‐ μεθα, εὑρήσομεν τὸν ἰώμενον πᾶσαν νόσον καὶ πᾶ‐ σαν μαλακίαν, τὸν τὰς ἀσθενείας ἡμῶν ἀναλαμβά‐ νοντα, καὶ τὰς νόσους βαστάζοντα. Οὐκοῦν δρά‐
10μωμεν καὶ ἡμεῖς πρὸς τὴν ἄνοδον, ἵνα μετὰ Ἡσαΐου κατὰ τὴν ἀκρώρειαν τῆς ἐλπίδος γενόμενοι, ἴδωμεν ἐκ περιωπῆς τὰ ἀγαθὰ ἐκεῖνα, ὅσα τοῖς ἀκολουθή‐ σασιν ἐπὶ τὸ ὕψος ὁ Λόγος δείκνυσιν. Ἀλλ’ ἀνοιξάτω καὶ ἡμῖν ὁ Θεὸς Λόγος τὸ στόμα, καὶ διδαξάτω ἡμᾶς
15ἐκεῖνα, ὧν ἡ ἀκρόασις μακαριότης ἐστίν· γενέσθω δὲ ἡμῶν ἀρχὴ τῆς θεωρίας, ἡ τῶν εἰρημένων τῆς διδασκαλίας ἀρχή.
20 Μακάριοι, φησὶν, οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Εἴ τις τῶν φιλοχρύσων γράμμασιν ἐντύχοι θησαυρὸν ἐν τόπῳ καταμηνύουσιν· ὁ δὲ περιέχων τὸν θησαυρὸν τόπος, πολὺν ἱδρῶτα καὶ πόνον ὑποδεικνύοι τοῖς ἐπιθυ‐
25μοῦσι τοῦ κτήματος· ἆρα μαλακισθήσεται πρὸς τοὺς πόνους, καὶ καταρᾳθυμήσει τοῦ κέρδους, καὶ τὸ μη‐ δένα κάματον ὑπὸ τῆς σπουδῆς εἰσενέγκασθαι, γλυ‐ κύτερον τοῦ πλούτου ποιήσεται; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἀλλὰ πάντας μὲν πρὸς τοῦτο παρακαλέσει
30τοὺς φίλους, πανταχόθεν δὲ ὡς ἂν οἷός τε ᾖ τὴν πρὸς τοῦτο βοήθειαν ἑαυτῷ συναγείρας τῷ πλήθει τῆς χειρὸς, ἴδιον ποιεῖται τὸν πλοῦτον τὸν κεκρυμμένον. Οὗτος ἐκεῖνός ἐστιν ὁ θησαυρὸς, ἀδελφοὶ, ὃν κατα‐ μηνύει τὸ γράμμα· κέκρυπται δὲ ὑπὸ τῆς ἀσαφείας ὁ
35πλοῦτος. Οὐκοῦν χρησώμεθα καὶ ἡμεῖς οἱ ἐπιθυμηταὶ τοῦ ἀκηράτου χρυσίου, τῇ τῶν εὐχῶν πολυχειρίᾳ, ὥστε ἡμῖν εἰς τὸ ἐμφανὲς τὸν πλοῦτον ἐλθεῖν, καὶ πάντας ἐξ ἴσου διελέσθαι τὸν θησαυρὸν, καὶ ὅλον ἕκαστον κτήσασθαι. Τοιαύτη γὰρ τῆς ἀρετῆς ἡ διαί‐
40ρεσις, ὥστε καὶ εἰς πάντας τοὺς ἀντιποιουμένους διαμερίζεσθαι, καὶ πᾶσαν ἑκάστῳ παρεῖναι, μὴ ἐλαττουμένην ἐν τοῖς συμμετέχουσιν. Ἐν μὲν γὰρ τῇ τοῦ γηΐνου πλούτου διανομῇ ἀδικεῖ τοὺς ἰσομοιροῦν‐ τας ὁ τὸ πλέον παρασπασάμενος· ἐλαττοῖ γὰρ πάν‐
45τως τὸ μέρος τοῦ συμμετέχοντος, ὁ τὸ ἑαυτοῦ πλεο‐ νάσας· ὁ δὲ πνευματικὸς πλοῦτος τὸ τοῦ ἡλίου ποιεῖ, καὶ πᾶσι τοῖς βλέπουσιν ἑαυτὸν μερίζων, καὶ ὅλος ἑκάστῳ παραγινόμενος. Ἐπεὶ οὖν ἴσον ἑκάστῳ τὸ ἐκ τοῦ πόνου κέρδος ἐλπίζεται, ἴση γενέσθω πᾶσιν

44

.

1196

(50)

διὰ τῶν εὐχῶν πρὸς τὸ ζητούμενον ἡμῖν ἡ συνέργεια. Πρῶτον μὲν οὖν αὐτόν φημι ἐγὼ δεῖν τὸν μακαρι‐ σμὸν, ὅ τί ποτέ ἐστιν, ἐννοῆσαι. Μακαριότης τίς ἐστι, κατά γε τὸν ἐμὸν λόγον, περίληψις πάντων τῶν κατὰ τὸ ἀγαθὸν νοουμένων· ἧς ἄπεστι τῶν εἰς ἀγαθὴν
55ἐπιθυμίαν ἡκόντων οὐδέν. Γένοιτο δ’ ἂν ἡμῖν καὶ ἐκ τῆς τοῦ ἐναντίου παραθέσεως γνωριμώτερον τὸ ἐκ
τοῦ μακαρισμοῦ σημαινόμενον· ἐναντίον δὲ τῷ μα‐1195

44

.

1197

καρίῳ τὸ ἄθλιον. Ἀθλιότης οὖν ἐστιν, ἡ ἐν τοῖς λυ‐ πηροῖς τε καὶ ἀβουλήτοις πάθεσι ταλαιπωρία. Με‐ μέρισται δὲ ἐκ τοῦ ἐναντίου ἡ ἐφ’ ἑκατέρου τῶν ἐν αὐτοῖς γινομένων διάθεσις. Ὑπάρχει γὰρ τῷ μὲν μα‐
5καριζομένῳ τὸ εὐφραίνεσθαι τοῖς προκειμένοις εἰς ἀπόλαυσιν αὐτῷ καὶ ἀγάλλεσθαι· τῷ δὲ ταλανιζο‐ μένῳ τὸ ἀνιᾶσθαι τοῖς παροῦσιν αὐτῷ καὶ ἀλγύνεσθαι. Τὸ μὲν οὖν μακαριστὸν ἀληθῶς, αὐτὸ τὸ Θεῖόν ἐστιν. Ὅ τί ποτε γὰρ αὐτὸ εἶναι ὑποθώμεθα, μακαριότης
10ἐστὶν ἡ ἀκήρατος ἐκείνη ζωὴ, τὸ ἄῤῥητόν τε καὶ ἀκατανόητον ἀγαθὸν, τὸ ἀνέκφραστον κάλλος, ἡ αὐτο‐ χάρις, καὶ σοφία, καὶ δύναμις· τὸ ἀληθινὸν φῶς· ἡ πηγὴ πάσης ἀγαθότητος· ἡ ὑπερκειμένη τοῦ παν‐ τὸς ἐξουσία· τὸ μόνον ἐράσμιον, τὸ ἀεὶ ὡσαύτως ἔχον,
15τὸ διηνεκὲς ἀγαλλίαμα· ἡ ἀΐδιος εὐφροσύνη· περὶ ἧς πάντα τις ἃ δύναται λέγων, λέγει τῶν κατ’ ἀξίαν οὐδέν. Οὔτε γὰρ ἡ διάνοια καθικνεῖται τοῦ ὄντος, κἄν τι περὶ αὐτοῦ τῶν ὑψηλοτέρων νοῆσαι χωρήσω‐ μεν, οὐδενὶ λόγῳ τὸ νοηθὲν ἐξαγγέλλεται. Ἐπεὶ δὲ ὁ
20πλάσας τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· δευτέρως ἂν εἴη μακαριστὸν τὸ κατὰ μετου‐ σίαν τῆς ὄντως μακαριότητος ἐν τῷ ὀνόματι τούτῳ γινόμενον. Ὥσπερ γὰρ ἐπὶ τῆς σωματικῆς εὐμορφίας, τὸ μὲν πρωτότυπον κάλλος ἐν τῷ ζῶντι προσώπῳ
25ἐστὶ καὶ ὑφεστῶτι, δευτερεύει δὲ τούτου τὸ κατὰ μίμησιν ἐπὶ τῆς εἰκόνος δεικνύμενον· οὕτως καὶ ἡ ἀνθρωπίνη φύσις, εἰκὼν οὖσα τῆς ὑπερκειμένης μα‐ καριότητος, καὶ αὐτὴ τῷ ἀγαθῷ κάλλει χαρακτηρίζε‐ ται, ὅταν ἐφ’ ἑαυτῆς δεικνύει τὰς τῶν μακαρίων
30χαρακτήρων ἐμφάσεις. Ἀλλ’ ἐπειδὴ ὁ τῆς ἁμαρτίας ῥύπος τὸ ἐπὶ εἰκόνος κάλλος ἠχρείωσεν· ἦλθεν ὁ ἐκ‐ νίπτων ἡμᾶς τῷ ἰδίῳ ὕδατι, τῷ ζῶντί τε καὶ ἁλλο‐ μένῳ εἰς ζωὴν αἰώνιον, ὥστε ἡμᾶς ἀποθεμένους τὸ ἐξ ἁμαρτίας αἶσχος, πάλιν κατὰ τὴν μακαρίαν ἀνα‐
35καινισθῆναι μορφήν. Καὶ καθάπερ ἐπὶ τῆς ζωγρα‐ φικῆς τέχνης εἴποι ἄν τις πρὸς τοὺς ἀπείρους ὁ ἐπι‐ στήμων, ἐκεῖνο καλὸν εἶναι τὸ πρόσωπον, τὸ ἐκ τοιῶνδε τῶν τοῦ σώματος μορίων συγκείμενον· ᾧ κόμη τε τοιάδε, καὶ ὀφθαλμῶν κύκλοι, καὶ ὀφρύων
40περιγραφαὶ, καὶ παρειῶν θέσις, καὶ τὰ καθ’ ἕκαστον πάντα δι’ ὧν συμπληροῦται ἡ εὐμορφία· οὕτως καὶ ὁ τὴν ἡμετέραν πρὸς τὴν τοῦ μόνου μακαρίου μίμησιν ἀναζωγραφῶν ψυχὴ, τὰ καθ’ ἕκαστον τῶν εἰς μα‐ καρισμὸν συντεινόντων, ὑπογράφει τῷ λόγῳ, καί
45φησιν ἐν πρώτοις· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
54Ἀλλὰ τί κέρδος ἐκ τῆς μεγαλοδωρεᾶς γενήσεται, μὴ
55φανερωθείσης ἡμῖν τῆς ἐγκειμένης διανοίας τῷ λόγῳ; Καὶ γὰρ ἐπὶ τῆς ἰατρικῆς, πολλὰ τῶν τιμίων καὶ δυσ‐ πορίστων φαρμάκων ἄχρηστα τοῖς ἀγνοοῦσι καὶ ἀνό‐ νητα μένει, ἕως ἂν εἰς ὅ τι χρήσιμον ἕκαστον τούτων
ἐστὶν παρὰ τῆς τέχνης ἀκούσωμεν. Τί οὖν ἐστι τὸ1197

44

.

1200

πτωχεῦσαι τῷ πνεύματι, δι’ οὗ περιγίνεται τὸ τῆς βασιλείας τῶν οὐρανῶν ἐγκρατῆ γενέσθαι; Δύο πλού‐ τους παρὰ τῆς Γραφῆς μεμαθήκαμεν· ἕνα σπουδα‐ ζόμενον, καὶ ἕνα κατακρινόμενον. Σπουδάζεται μὲν
5ὁ τῶν ἀρετῶν πλοῦτος, διαβάλλεται δὲ ὁ ὑλικός τε καὶ γήϊνος· ὅτι ὁ μὲν τῆς ψυχῆς γίνεται κτῆμα, οὗτος δὲ πρὸς τὴν τῶν αἰσθητηρίων ἀπάτην ἐπιτηδείως ἔχει. Διὸ κωλύει τοῦτον θησαυρίζειν ὁ Κύριος, ὡς εἰς βρῶσιν σητῶν καὶ εἰς ἐπιβουλὴν τῶν τοιχωρυ‐
10χούντων ἐκκείμενον. Κελεύει δὲ περὶ τὸν τῶν ὑψηλῶν πλοῦτον τὴν σπουδὴν ἔχειν, οὗ ἡ φθαρτικὴ δύναμις οὐ προσάπτεται. Σῆτα δὲ καὶ κλέπτην εἰπὼν, τὸν λυμεῶνα τῶν τῆς ψυχῆς θησαυρῶν ἐνεδείξατο. Εἰ οὖν ἀντιδιαστέλλεται ἡ πενία τῷ πλούτῳ, πάντως
15κατὰ τὴν ἀναλογίαν καὶ διπλῆν ἔστι διδαχθῆναι πε‐ νίαν· τὴν μὲν ἀπόβλητον, τὴν δὲ μακαριζομένην. Ὁ μὲν οὖν σωφροσύνης πτωχεύων, ἢ τοῦ τιμίου κτήματος τῆς δικαιοσύνης, ἢ τῆς σοφίας, ἢ τῆς φρονήσεως, ἢ ἄλλου τινὸς τῶν πολυτελῶν κειμηλίων
20πένης τε καὶ ἀκτήμων καὶ πτωχὸς εὑρισκόμενος, ἄθλιος τῆς πενίας καὶ ἐλεεινὸς τῆς τῶν τιμίων ἀκτη‐ μοσύνης· ὁ δὲ πάντων τῶν κατὰ κακίαν νοουμένων ἑκουσίως πτωχεύων, καὶ οὐδὲν τῶν διαβολικῶν κει‐ μηλίων ἐν τοῖς ἰδίοις ταμείοις ἔχων ἀπόθετον, ἀλλὰ
25τῷ πνεύματι ζέων, καὶ διὰ τούτου τὴν τῶν κακῶν πενίαν ἑαυτῷ θησαυρίζων, εἴη ἂν οὗτος ἐν τῇ μα‐ καριζομένῃ πτωχείᾳ ὑπὸ τοῦ Λόγου δεικνύμενος, ἧς ὁ καρπὸς βασιλεία οὐρανῶν ἐστιν.
32 Ἀλλ’ ἐπανέλθωμεν πάλιν ἐπὶ τὴν ἐργασίαν τοῦ θησαυροῦ, καὶ μὴ ἀποστῶμεν τῷ μεταλλευτικῷ λόγῳ τὸ κεκρυμμένον ἀνακαλύπτοντες. Μακάριοι, φησὶν,
35οἱ πτωχοὶ τῷ πνεύματι. Εἴρηται μὲν τρόπον τινὰ τοῦτο καὶ ἐν τοῖς ἔμπροσθεν, καὶ νῦν πάλιν εἰρήσε‐ ται, ὅτι τέλος τοῦ κατ’ ἀρετὴν βίου ἐστὶν ἡ πρὸς τὸ Θεῖον ὁμοίωσις. Ἀλλὰ μὴν τὸ ἀπαθὲς καὶ ἀκήρατον ἐκφεύγει πάντη τὴν παρὰ ἀνθρώπων μίμησιν. Οὐδὲ
40γάρ ἐστι δυνατὸν πάντη τὴν ἐμπαθῆ ζωὴν ὁμοιωθῆ‐ ναι πρὸς τὴν τῶν παθῶν ἀνεπίδεκτον φύσιν. Εἰ οὖν μόνον τὸ Θεῖον μακάριον, καθὼς ὁ Ἀπόστολος ὀνομά‐ ζει, ἡ δὲ τοῦ μακαρισμοῦ κοινωνία τοῖς ἀνθρώποις διὰ τῆς πρὸς τὸν Θεόν ἐστιν ὁμοιώσεως, ἡ δὲ μίμησις
45ἄπορος· ἄρα ἀνέφικτός ἐστιν ἡ μακαριότης τῇ ἀνθρω‐ πίνῃ ζωῇ. Ἀλλ’ ἔστιν ἃ τῆς Θεότητος δυνατὰ τοῖς βουλομένοις πρόκειται εἰς μίμησιν. Τίνα οὖν ἐστι ταῦτα; δοκεῖ μοι πτωχείαν πνεύματος, τὴν ἑκούσιον ταπεινοφροσύνην ὀνομάζειν ὁ Λόγος. Ταύτης δὲ ὑπό‐

44

.

1200

(50)

δειγμα τὴν τοῦ Θεοῦ πτωχείαν ὁ Ἀπόστολος ἡμῖν λέ‐ γων προδείκνυσιν, ὃς δι’ ἡμᾶς ἐπτώχευσε πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Ἐπεὶ οὖν τὰ ἄλλα πάντα, ὅσα περὶ τὴν θείαν καθορᾶται φύσιν, ὑπερπίπτει τῷ μέτρῳ τῆς ἀνθρωπίνης φύσεως·
55ἡ δὲ ταπεινότης συμφυής τις ἡμῖν ἐστι καὶ σύντρο‐ φος τοῖς χαμαὶ ἐρχομένοις, καὶ ἐκ γῆς τὴν σύστασιν ἔχουσιν, καὶ εἰς γῆν καταῤῥέουσιν· ἐν τῷ κατὰ φύσιν σὺ καὶ δυνατῷ τὸν Θεὸν μιμησάμενος, τὴν μακαρίαν
αὐτὸς ὑπέδυς μορφήν. Καὶ μηδεὶς ἄπονον οἰέσθω,1199

44

.

1201

καὶ μετὰ ῥᾳστώνης ἐκποριζόμενον τὸ τῆς ταπεινο‐ φροσύνης κατόρθωμα. Τὸ ἐναντίον μὲν οὖν παντὸς οὑτινοσοῦν τῶν κατ’ ἀρετὴν ἐπιτηδευομένων, τὸ τοιοῦ‐ τόν ἐστιν ἐπιπονώτερον. Διὰ τί; ὅτι καθεύδοντος τοῦ
5ἀνθρώπου, τοῦ τὰ καλὰ σπέρματα δεξαμένου, τὸ κε‐ φάλαιον τῆς ἐναντίας σπορᾶς παρὰ τοῦ ἐχθροῦ τῆς ζωῆς ἡμῶν τὸ τῆς ὑπερηφανίας ἐῤῥιζώθη ζιζάνιον. Δι’ ὧν γὰρ ἐκεῖνος ἑαυτὸν εἰς γῆν κατέῤῥαξεν, τῷ αὐτῷ τρόπῳ τὸ δείλαιον γένος τὸ ἀνθρώπινον πρὸς τὸ κοινὸν
10πτῶμα ἑαυτῷ συγκατέβαλεν· καὶ οὐδέν ἐστιν ἄλλο τῆς φύσεως ἡμῶν τοιοῦτον κακὸν, ὡς τὸ δι’ ὑπερηφα‐ νίας. Ἐπεὶ οὖν ἐμπέφυκέ πως τὸ κατὰ τὴν ἔπαρσιν πάθος παντὶ σχεδὸν τῷ κοινωνοῦντι τῆς ἀνθρωπίνης φύσεως, διὰ τοῦτο ἐντεῦθεν τῶν μακαρισμῶν ὁ Κύριος
15ἄρχεται, οἷον ἀρχέγονόν τι κακὸν ἐκβάλλων ἐκ τῆς ἕξεως ἡμῶν τὴν ὑπερηφανίαν, ἐν τῷ συμβουλεύειν μιμήσασθαι τὸν ἑκουσίως πτωχεύσαντα, ὅς ἐστιν ἀληθῶς μακάριος, ἵνα ἐν ᾧ δυνάμεθα καθὼς ἂν οἷοί τε ὦμεν ὁμοιωθέντες ἐκ τοῦ πτωχεῦσαι κατὰ προ‐
20αίρεσιν, καὶ τὴν τοῦ μακαρισμοῦ κοινωνίαν ἐφελκυ‐ σώμεθα. Τοῦτο γὰρ φρονείσθω, φησὶν, ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρ‐ χων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών. Τί
25πτωχότερον ἐπὶ Θεοῦ τῆς τοῦ δούλου μορφῆς; Τί τα‐ πεινότερον ἐπὶ τοῦ βασιλέως τῶν ὄντων, ἢ τὸ εἰς κοι‐ νωνίαν τῆς πτωχῆς ἡμῶν φύσεως ἐλθεῖν; Ὁ Βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων ἐθε‐ λόντως τὴν τῆς δουλείας μορφὴν ὑποδύεται· ὁ Κριτὴς
30τοῦ παντὸς, ὑπόφορος τοῖς δυναστεύουσι γίνεται· ὁ τῆς κτίσεως Κύριος ἐν σπηλαίῳ κατάγεται· ὁ τοῦ παντὸς περιδεδραγμένος οὐχ εὑρίσκει τόπον ἐν τῷ καταλύ‐ ματι, ἀλλ’ ἐν τῇ φάτνῃ τῶν ἀλόγων ζώων παραῤῥιπτεῖ‐ ται· ὁ καθαρὸς καὶ ἀκήρατος, τὸν τῆς ἀνθρωπίνης φύ‐
35σεως καταδέχεται ῥύπον, καὶ διὰ πάσης τῆς πτωχείας ἡμῶν διεξελθὼν μέχρι τῆς τοῦ θανάτου πρόεισι πεί‐ ρας. Ὁρᾶτε τῆς ἑκουσίου πτωχείας τὸ μέτρον. Ἡ ζωὴ θανάτου γεύεται· ὁ Κριτὴς εἰς κριτήριον ἄγεται· ὁ τῆς ζωῆς τῶν ὄντων Κύριος ἐπὶ τῇ ψήφῳ τοῦ δι‐
40κάζοντος γίνεται· ὁ πάσης τῆς ὑπερκοσμίου δυνάμεως Βασιλεὺς τὰς τῶν δημίων οὐκ ἀπωθεῖται χεῖρας. Πρὸς τοῦτό σοι, φησὶ, τὸ ὑπόδειγμα, τὸ τῆς ταπεινο‐ φροσύνης βλεπέτω μέτρον.

44

.

1201

(50)

Τάχα δέ μοι δοκεῖ καλῶς ἔχειν καὶ τὴν ἀλογίαν τοῦ τοιούτου διασκοπῆσαι πάθους, ὡς ἂν εὐκατόρθωτος ἡμῖν ὁ μακαρισμὸς γένοιτο, σὺν εὐμαρείᾳ πολλῇ καὶ ῥᾳστώνῃ τῆς ταπεινοφροσύνης κατορθουμένης. Καθά‐ περ γὰρ οἱ ἐπιστήμονες τῶν ἰατρῶν, τὸ νοσοποιὸν
55αἴτιον προεξελόντες, ῥᾷον ἐπικρατοῦσι τοῦ πάθους· οὕτως καὶ ἡμεῖς τὴν χαυνότητα τῶν τυφουμένων τῷ
λογισμῷ καταστείλαντες, εὐεπίβατον ἑαυτοῖς τὴν τῆς1201

44

.

1204

ταπεινοφροσύνης ὁδὸν καταστήσωμεν. Πόθεν οὖν ἄν τις μᾶλλον ἐπιδείξειε τοῦ τύφου τὸ μάταιον; Πόθεν ἄλλοθεν, ἢ ἐκ τοῦ δεῖξαι τὴν φύσιν, ἥτις ἐστίν; Ὁ γὰρ πρὸς ἑαυτὸν, καὶ μὴ τὰ περὶ αὑτὸν βλέπων, οὐκ
5ἂν εὐλόγως εἰς τὸ τοιοῦτον ἐμπέσοι πάθος. Τί οὖν ἐστιν ἄνθρωπος; Βούλει τὸν σεμνότερον καὶ τιμιώτε‐ ρον εἴπω τῶν λόγων; Ἀλλ’ ὁ κοσμῶν τὰ ἡμέτερα, καὶ πρὸς τὸ κομπωδέστερον διασκευάζων τὴν ἀνθρωπίνην εὐγένειαν, ἐκ πηλοῦ γενεαλογεῖ τὴν φύσιν· καὶ ἡ
10εὐγένεια, καὶ ἡ σεμνότης τοῦ ὑπερηφάνου, τὸ συγγε‐ νὲς πρὸς τὴν πλίνθον ἔχει. Εἰ δὲ τὴν προσεχῆ τε καὶ πρόχειρον τῆς γενέσεως εἰπεῖν ἐθέλοις, ἄπαγε, μὴ φθέγξῃ περὶ τούτου· μὴ γρύξῃς, μὴ ἀνακαλύψῃς, καθώς φησιν ὁ νόμος, ἀσχημοσύνην πατρὸς καὶ μη‐
15τρός σου· μὴ δημοσιεύσῃς τῷ λόγῳ τὰ λήθης ἄξια καὶ βαθείας σιγῆς. Εἶτα οὐκ ἐρυθριᾷς, ὁ γήϊνος ἀν‐ δριὰς, ὁ μετ’ ὀλίγον κόνις, ὁ πομφόλυγος δίκην ὠκύ‐ μορον ἐν σεαυτῷ περιέχων τὸ φύσημα, πλήρης ὑπερ‐ ηφανίας γινόμενος, καὶ περιφλεγμαίνων τῷ τύφῳ,
20καὶ τῷ ματαίῳ φρονήματι ἐξογκῶν τὴν διάνοιαν. Οὐχ ὁρᾷς εἰς ἀμφότερα τῆς ζωῆς τοῦ ἀνθρώπου τὰ πέρατα, καὶ ὅπως ἄρχεται, καὶ εἰς ὅ τι λήγει; Ἀλλὰ γαυριᾷς τῇ νεότητι, καὶ πρὸς τὸ ἄνθος τῆς ἡλικίας βλέπεις, καὶ ἐγκαλλωπίζῃ τῇ ὥρᾳ, ὅτι σοι ὑπερσφρι‐
25γῶσιν αἱ χεῖρες πρὸς κίνησιν, καὶ κοῦφοι πρὸς τὸ ἅλμα οἱ πόδες, καὶ περισοβεῖ ταῖς αὔραις ὁ βόστρυ‐ χος, καὶ τὴν παρειὰν ὑπογράφει ὁ ἴουλος, καὶ ὅτι σοι ἡ ἐσθὴς τῇ βαφῇ τῆς πορφύρας ὑπερανθίζεται, καὶ πεποίκιλταί σοι τὰ ἐκ σηρῶν ὑφάσματα, πολέμοις ἢ
30θήραις, ἤ τισιν ἱστορίαις πεποικιλμένα, ἢ τάχα καὶ πρὸς τὰ πέδιλα βλέπεις ἐπιμελῶς ἐν τῷ μέλανι στίλ‐ βοντα, καὶ περιέργως ταῖς ἀπὸ τῶν ῥαφίδων γραμ‐ μαῖς ἐπιτέρποντα; Πρὸς ταῦτα βλέπεις, πρὸς δὲ σεαυτὸν οὐχ ὁρᾷς; Δείξω σοι ὥσπερ ἐν κατόπτρῳ, τίς
35εἶ καὶ οἷος εἶ.
40 Οὐκ εἶδες ἐν πολυανδρίῳ τὰ τῆς φύσεως ἡμῶν μυ‐ στήρια; οὐκ εἶδες τὴν ἐπάλληλον τῶν ὀστέων σω‐ ρείαν; κρανία σαρκῶν γεγυμνωμένα, φόβερόν τι καὶ εἰδεχθὲς ἐν διακένοις δεδορκότα τοῖς ὄμμασιν; Εἶδες στόματα σεσηρότα, καὶ τὰ λοιπὰ τῶν μελῶν πρὸς τὸ
45συμβὰν πεφορημένα; Εἰ ἐκεῖνα εἶδες, σεαυτὸν ἐν ἐκεί‐ νοις τεθέασαι. Ποῦ τοῦ παρόντος ἄνθους τὰ σύμβολα; ποῦ ἡ εὔχροια τῆς παρειᾶς; ποῦ τὸ ἐπὶ τοῦ χείλους ἄν‐ θος; ποῦ τὸ βλοσυρὸν ἐν τοῖς ὄμμασι κάλλος τῇ περιβολῇ τῶν ὀφρύων ὑπολαμπόμενον; ποῦ ἡ εὐθεῖα ῥὶς, ἡ τῷ

44

.

1204

(50)

κάλλει τῶν παρειῶν μεσιτεύουσα; ποῦ αἱ ἐπαυχένιοι κόμαι; ποῦ οἱ περικροτάφιοι βόστρυχοι; ποῦ αἱ τοξαζό‐ μεναι χεῖρες; οἱ ἱππαζόμενοι πόδες; ἡ πορφύρα; ἡ βύσ‐ σος; ἡ χλανίς; ἡ ζώνη; τὰ πέδιλα; ὁ ἵππος; ὁ δρό‐ μος; τὸ φρύαγμα; πάντα, δι’ ὧν σοι νῦν ὁ τῦφος
55αὔξεται; Ποῦ ταῦτα ἐν ἐκείνοις, εἰπὲ, ὑπὲρ ὧν νῦν ἐπαίρῃ καὶ μεγαλοφρονεῖς; Ποῖον οὕτως ἀνυπόστατον
ὄναρ; Ποῖα τοιαῦτα ἐξ ὕπνου φαντάσματα; Τίς οὕτως1203

44

.

1205

ἀδρανὴς σκιὰ τὴν ἁφὴν ὑποφεύγουσα, ὡς τὸ τῆς νεότητος ὄναρ ὁμοῦ τε φαινόμενον καὶ εὐθὺς παρ‐ ιπτάμενον; Ταῦτά μοι πρὸς τοὺς ἐν νεότητι διὰ τὸ ἀτελὲς τῆς ἡλικίας ἀφραίνοντας. Τί δ’ ἄν τις εἴποι
5περὶ τῶν ἤδη καθεστηκότων, οἷς ἡ μὲν ἡλικία βέ‐ βηκεν, ἀστατεῖ δὲ τὸ ἦθος, καὶ ἡ νόσος τῆς ὑπερη‐ φανίας αὔξεται· ὄνομα δὲ τῇ τοιαύτῃ ἀῤῥωστίᾳ τοῦ ἤθους φρόνημα τίθενται· ἀρχὴ δὲ ὡς ἐπιτοπολὺ καὶ ἡ κατ’ αὐτὴν δυναστεία, ἡ τῆς ὑπερηφανίας ὑπόθεσις
10γίνεται. Ἢ γὰρ ἐν αὐτῇ τοῦτο πάσχουσιν, ἢ πρὸς αὐτὴν ἑτοιμάζονται, ἢ τὰ περὶ αὐτῆς διηγήματα καὶ παυσαμένην ἤδη πολλάκις ἀναῤῥιπίζει τὴν νόσον. Καὶ τίς λόγος τοιοῦτος, ὡς ἐντὸς γενέσθαι τῆς ἀκοῆς αὐτῶν, τῆς ὑπὸ τῆς φωνῆς τῶν κηρύκων προβεβυ‐
15σμένης; Τίς πείσει τοὺς οὕτως ἔχοντας, ὅτι τῶν ἐπὶ σκηνῆς πομπευόντων οὐδ’ ὁτιοῦν διαφέρουσι; Καὶ γὰρ ἐκείνοις καὶ πρόσωπόν τι ἐκ τέχνης τῶν γλα‐ φυρῶν ἐπιβέβληται, καὶ ἁλουργὶς χρυσόπαστος, καὶ ἐπὶ ἅρματος ἡ πομπὴ, καὶ ὅμως οὐδεμία νόσος αὐτοῖς
20ὑπερηφανίας ἐκ τῶν τοιούτων εἰσέρχεται· ἀλλ’ οἷοι πρὸ τῆς σκηνῆς ἦσαν τὸ φρόνημα, ἴσην ἐπὶ τῇ ψυχῇ τὴν ἕξιν καὶ ἐπὶ τῆς πομπῆς διεσώσαντο, καὶ μετὰ τοῦτο οὐκ ἀνιῶνται, τοῦ τε ἅρματος ἀποβάντες, καὶ τὸ σχῆμα περιαιρούμενοι. Οἱ δὲ διὰ τῆς ἀρχῆς πομ‐
25πεύοντες ἐν τῇ τοῦ βίου σκηνῇ, οὔτε τὸ πρὸ βρα‐ χέος, οὔτε τὸ μετὰ βραχὺ λογιζόμενοι, καθάπερ τῷ φυσήματι αἱ πομφόλυγες περιτείνονται· τὸν αὐτὸν τρόπον καὶ οὗτοι περιογκοῦνται τῇ μεγαλοφωνίᾳ τοῦ κήρυκος, καὶ ἀλλοτρίου τινὸς προσωπείου μορφὴν
30ἑαυτοῖς περιπλάσσουσιν, ἐξαλλάσσοντες τὴν κατὰ φύσιν τοῦ προσώπου θέσιν εἰς τὸ ἀμειδὲς καὶ ἐπί‐ φοβον, φθόγγος τε αὐτοῖς ἐπινοεῖται τραχύτερος, πρὸς τὴν τῶν ἀκουόντων κατάπληξιν ἐπὶ τὸ θηριῶδες με‐ τατυπούμενος· οὐκέτι ἐν τοῖς ἀνθρωπίνοις μένουσιν
35ὅροις, ἀλλ’ εἰς τὴν θείαν δύναμίν τε καὶ ἐξουσίαν ἑαυτοὺς εἰσποιοῦσιν. Ζωῆς γὰρ καὶ θανάτου κύριοι εἶναι πιστεύουσιν, ὅτι τῶν ἐν αὐτοῖς κρινομένων τῷ μὲν τὴν σώζουσαν νέμουσι ψῆφον, τὸν δὲ θανάτῳ καταδικάζουσι· καὶ οὐδὲ τοῦτο βλέπουσι, τίς ἀληθῶς
40τῆς ἀνθρωπίνης ζωῆς κύριος, ὁ καὶ τὴν ἀρχὴν τοῦ εἶναι καὶ τὸ τέλος ὁρίζων· καίτοι γε τοῦτο μόνον ἱκανὸν ἦν εἰς καταστολὴν τῆς χαυνότητος, τὸ πολλοὺς ἰδεῖν τῶν ἀρχόντων ἐν αὐτῇ τῇ τῆς ἀρχῆς σκηνῇ ἐκ μέσων ἁρπασθέντας τῶν θρόνων, καὶ ἐπὶ τοὺς τά‐
45φους ἐκκομισθέντας, ἐφ’ ὧν ὁ θρῆνος τὰς τῶν κηρύ‐ κων φωνὰς διεδέξατο.
52 Πῶς οὖν ἀλλοτρίας ζωῆς κύριος ὁ τῆς ἰδίας ἀλλό‐ τριος; Καὶ οὗτος τοίνυν εἰ πτωχεύει τῷ πνεύματι, πρὸς τὸν δι’ ἡμᾶς πτωχεύσαντα ἑκουσίως βλέπων,
55καὶ πρὸς τὸ τῆς φύσεως ὁμότιμον καθορῶν, μηδὲν ἐκ τῆς ἠπατημένης ἐκείνης περὶ ἀρχὴν τραγῳδίας εἰς τὸ ὁμογενὲς ἐξυβρίζοι, μακαριστὸς ἀληθῶς τῆς τα‐ πεινοφροσύνης τῆς προσκαίρου, τὴν τῶν οὐρανῶν
βασιλείαν ἀνταλλαξάμενος. Μὴ ἀποβάλῃς, ἀδελφὲ,1205

44

.

1208

καὶ τὸν ἕτερον τῆς πτωχείας λόγον, ὃς τοῦ κατ’ οὐ‐ ρανὸν πλούτου πρόξενος γίνεται. Πώλησόν σου, φησὶ, πάντα τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο, ἀκολούθει μοι, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Καὶ
5γὰρ ἡ τοιαύτη πτωχεία δοκεῖ μοι μὴ ἀπᾴδειν τῆς μακαριζομένης πτωχείας. Ἰδοὺ πάντα, ὅσα εἴχο‐ μεν, ἀφέντες ἠκολουθήσαμέν σοι, φησὶ πρὸς τὸν Δεσπότην ὁ μαθητής· τί ἄρα ἔσται ἡμῖν; Καὶ τίς ἡ ἀπόκρισις; Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι
10αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Βούλει νοῆσαι, τίς ὁ πτωχεύων τῷ πνεύματι; Ὁ ἀνταλ‐ λαξάμενος τὸν τῆς ψυχῆς πλοῦτον τῆς σωματικῆς εὐπορίας, ὁ διὰ τὸ πνεῦμα πτωχεύων, ὁ τὸν γήϊνον πλοῦτον οἷόν τι βάρος ἀποσεισάμενος, ἵνα μετάρσιός
15τε καὶ διαέριος ἄνω φέρηται, καθώς φησιν ὁ Ἀπό‐ στολος, ἐπὶ νεφέλης συμμετεωροπορῶν τῷ Θεῷ. Βαρύ τι χρῆμα τὸ χρυσίον ἐστὶν, βαρεῖα πᾶσα ἡ σπουδαζομένη κατὰ τὸν πλοῦτον ὕλη· κοῦφον δέ τι καὶ ἀνωφερὲς πρᾶγμα ἡ ἀρετή. Ἀλλὰ μὴν ἀντίκειται
20ταῦτα ἀλλήλοις, τὸ βάρος καὶ ἡ κουφότης. Οὐκοῦν ἀμήχανόν τινα γενέσθαι κοῦφον, τῷ βάρει τῆς ὕλης ἑαυτὸν προσηλώσαντα. Εἰ οὖν χρὴ τοῖς ἄνω προσβῆ‐ ναι, τῶν κάτω καθελκόντων πτωχεύσωμεν, ἵνα ἐν τοῖς ἄνω γενώμεθα. Τίς δὲ ὁ τρόπος, ὑφηγεῖται ἡ
25ψαλμῳδία· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὁ τῷ πτωχῷ κοινωνήσας, εἰς τὴν μερίδα τοῦ δι’ ἡμᾶς πτωχεύσαντος ἑαυτὸν καταστήσει. Ἐπτώχευσεν ὁ Κύριος, μὴ φοβηθῇς μηδὲ σὺ τὴν
30πτωχείαν. Ἀλλὰ βασιλεύει πάσης τῆς κτίσεως ὁ δι’ ἡμᾶς πτωχεύσας. Οὐκοῦν ἐὰν πτωχεύσαντι συμπτω‐ χεύσῃς, καὶ βασιλεύοντι συμβασιλεύσεις. Μακάριοι γὰρ οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, ἧς καὶ ἡμεῖς ἀξιωθείημεν
35ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
39tΛΟΓΟΣ Βʹ.
40nΜακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι
41nτὴν γῆν.
42 Οἱ διὰ κλίμακός τινος τοῖς ὑψηλοτέροις προσβαίνον‐ τες, ὅταν τῆς πρώτης ἐπιβῶσι βαθμίδος, δι’ ἐκείνης ἐπὶ τὴν ὑπερκειμένην αἴρονται, καὶ πάλιν ἡ δευτέρα
45προσάγει τῇ τρίτῃ τὸν ἀνιόντα, καὶ αὕτη πρὸς τὴν ἐφεξῆς, καὶ αὕτη πρὸς τὴν μεθ’ ἑαυτήν. Καὶ οὕτως ὁ ἀνιὼν ἀπὸ τοῦ ἐν ᾧ ἐστιν, ἀεὶ πρὸς τὸ ὑπερκεί‐ μενον ἀνυψούμενος, ἐπὶ τὸ ἀκρότατον φθάνει τῆς ἀναβάσεως. Πρὸς τί βλέπων ἐντεῦθεν προοιμιάζομαι;

44

.

1208

(50)

Δοκεῖ μοι βαθμίδων δίκην ἡ τῶν μακαρισμῶν διακεῖ‐ σθαι τάξις, εὐεπίβατον τῷ λόγῳ δι’ ἀλλήλων ποιοῦσα τὴν ἄνοδον. Τὸν γὰρ τῷ πρώτῳ διὰ τῆς διανοίας ἐπιβεβηκότα μακαρισμῷ, δι’ ἀναγκαίας τινὸς τῆς τῶν νοημάτων ἀκολουθίας, ὁ μετ’ ἐκεῖνον ἐκδέχεται, κἂν
55ὑποξενίζειν δοκῇ παρὰ τὴν πρώτην ὁ λόγος. Μὴ γὰρ εἶναι δυνατὸν ἴσως ὁ ἀκούων ἐρεῖ, καθάπερ ἐν βα‐
θμῶν διαθέσει, μετὰ τὴν τῶν οὐρανῶν βασιλείαν, τῆς1207

44

.

1209

γῆς τὴν κληρονομίαν καταλαμβάνεσθαι· ἀλλ’ εἴπερ ἔδει τῇ φύσει τῶν ὄντων τὸν λόγον ἕπεσθαι, τοῦ οὐ‐ ρανοῦ τὴν γῆν ἀκολουθότερον ἦν προτετάχθαι, ὡς ἐντεῦθεν ἡμῖν ἐπ’ ἐκεῖνον ἐσομένης τῆς ἀναβάσεως.
5Ἀλλ’ εἰ πτερωθείημέν πως τῷ λόγῳ, καὶ ὑπὲρ τὰ νῶτα τῆς οὐρανίας ἁψίδος σταίημεν, εὑρήσομεν ἐκεῖ τὴν ὑπερουράνιον γῆν, τὴν εἰς κληρονομίαν τοῖς κατ’ ἀρετὴν βεβιωκόσιν ἀποκειμένην, ὡς μὴ δοκεῖν ἡμαρ‐ τῆσθαι τὴν τάξιν τῆς τῶν μακαρισμῶν ἀκολουθίας,
10πρῶτον οὐρανῶν, καὶ μετὰ ταῦτα γῆς, ἐν ταῖς ἐπαγ‐ γελίαις ἡμῖν παρὰ τοῦ Θεοῦ προτεθείσης. Τὸ γὰρ φαι‐ νόμενον, ὅσον πρὸς τὴν σωματικὴν αἴσθησιν, ὅλον πρὸς ἑαυτὸ συγγενῶς ἔχει. Κἂν γὰρ ὃ μὲν ὑψηλὸν εἶναι δοκῇ τῷ τοπικῷ διαστήματι, ἀλλ’ οὖν κάτω τῆς
15νοερᾶς οὐσίας ἐστὶν, ἧς ἀδύνατον ἐπιβατεῦσαι τὸν λογισμὸν, μὴ διαβάντα τῷ λόγῳ ταῦτα πρότερον, ὧν καθικνεῖται ἡ αἴσθησις. Εἰ δὲ τῇ προσηγορίᾳ τῆς γῆς ἡ ὑπερκειμένη κατονομάζεται λῆξις, θαυμάσεις μηδέν· τῷ γὰρ ταπεινῷ τῆς ἡμετέρας ἀκοῆς συγ‐
20καταβαίνει ὁ Λόγος, ὁ διὰ τοῦτο πρὸς ἡμᾶς καταβὰς, ἐπειδὴ ἡμεῖς πρὸς αὐτὸν ἀνυψωθῆναι οὐχ οἷοί τε ἦμεν. Διὰ τοίνυν τῶν ἡμῖν γνωρίμων ῥημάτων τε καὶ ὀνομάτων παραδίδωσι τὰ θεῖα μυστήρια, ταύ‐ ταις ταῖς φωναῖς κεχρημένος, ἃς ἡ συνήθεια τοῦ ἀν‐
25θρωπίνου περιέχει βίου. Καὶ γὰρ τῇ πρὸ ταύτης ἐπαγγελίᾳ τὸν ἄφραστον ἐκεῖνον ἐν τοῖς οὐρανοῖς μακαρισμὸν, βασιλείαν ὠνόμασεν· ἆρά τι τοιοῦτον τῷ λόγῳ παραδεικνύων, οἷον ἡ κάτω περιέχει βασι‐ λεία; διαδήματά τινα ταῖς τῶν λίθων αἴγλαις περι‐
30αστράπτοντα, καὶ εὐανθεῖς ἁλουργίδας ἡδύ τι τοῖς λίχνοις ὄμμασιν ἀπαυγαζούσας, προπύλαιά τε καὶ καταπετάσματα, καὶ ὑψηλοὺς θρόνους, καὶ δορυφό‐ ρων στοιχηδὸν περιεστώτων τάξεις, καὶ ὅσα ἄλλα προστραγῳδοῦσι περὶ τὴν τοιαύτην τοῦ βίου σκηνὴν
35οἱ τὸν ὄγκον τῆς δυναστείας διὰ τῶν τοιούτων ἐπὶ τὸ μεῖζον ἐξαίροντες. Ἀλλ’ ἐπειδὴ μέγα τι καὶ ὑπὲρ πάντα σχεδὸν τὰ ἐν ἀνθρώποις ζηλούμενα τὸ τῆς βασιλείας ὄνομα κατὰ τὸν βίον ἐστὶν, διὰ τοῦτο συν‐ εχρήσατο τῷ ὀνόματι, πρὸς τὴν τῶν ὑπερκειμένων
40ἀγαθῶν δήλωσιν· ὡς εἴ γε ἦν ἄλλο τι παρὰ τοῖς ἀν‐ θρώποις τῆς βασιλείας ἀνώτερον, δι’ ἐκείνου ἂν τοῦ ὀνόματος πάντως μάλιστα ἀνεπτέρωσε ψυχὴν τοῦ ἀκούοντος, πρὸς ἐπιθυμίαν τῆς ἀφράστου μακαριό‐ τητος. Οὐδὲ γὰρ ἦν δυνατὸν ἰδίοις ὀνόμασιν ἐκεῖνα
45τὰ ἀγαθὰ τοῖς ἀνθρώποις ἐκκαλυφθῆναι, ἃ ὑπὲρ αἴ‐ σθησίν τε καὶ γνῶσιν ἀνθρωπίνην ἐστίν. Οὔτε γὰρ ὀφθαλμὸς εἶδε, φησὶν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Ἀλλ’ ὡς ἂν μὴ παντελῶς διαφύγοι τὸν στοχασμὸν ἡ ἐλπιζομένη

44

.

1209

(50)

μακαριότης, ὡς χωροῦμεν κατὰ τὸ ταπεινὸν ἡμῶν τῆς φύσεως, οὕτω τῶν ἀνεκφωνήτων ἀκούομεν. Μὴ οὖν ἡ τῆς γῆς ὁμωνυμία πάλιν μετὰ τοὺς οὐρανοὺς καθ‐ ελκέτω σου τὴν διάνοιαν ἐπὶ τὴν κάτω γῆν, ἀλλ’ εἴπερ ὑψώθης τῷ Λόγῳ διὰ τῶν προτέρων μακα‐
55ρισμῶν, καὶ τῆς οὐρανίας ἐπέβης ἐλπίδος, ἐκείνην μοι πολυπραγμόνει τὴν γῆν, ἥτις οὐ πάντων ἐστὶ
κληρονομία, πλὴν εἴ τινες διὰ τῆς τοῦ βίου πραότη‐1209

44

.

1212

τος ἄξιοι τῆς ἐπαγγελίας ἐκείνης κρίνονται· ἤν μοι δοκεῖ καὶ ὁ μέγας Δαβὶδ, ὁ παρὰ πάντας τοὺς κατ’ αὐτὸν ἐπιδεδημηκότας τῷ βίῳ πραΰς τε καὶ ἀνεξί‐ κακος μαρτυρηθεὶς ὑπὸ τῆς θείας Γραφῆς, προνενοη‐
5κέναι τῇ ὑφηγήσει τοῦ Πνεύματος, καὶ διὰ πίστεως ἤδη κατεσχηκέναι τὸ ἐλπιζόμενον, εἰπὼν Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων. Οὐ γάρ φημι τὸν Προφήτην, ταύτην ζώντων προσειρηκέναι τὴν γῆν τὰ θνητὰ πάντα φύουσαν, καὶ εἰς ἑαυτὴν
10πάλιν πᾶν τὸ ἐξ αὐτῆς γένος ἀναλύουσαν· ἀλλ’ οἶδε γῆν ζώντων, ἧς οὐκ ἐπέβη θάνατος· ἐν ᾗ ὁδὸς ἁμαρ‐ τωλῶν οὐκ ἐτρίβη, ἣ κακίας ἴχνος ἐφ’ ἑαυτῆς οὐκ ἐδέξατο, ἣν οὐκ ἀνέτεμε τῷ ἀρότρῳ τῆς πονηρίας ὁ τὰ ζιζάνια σπείρων, ἡ τριβόλων καὶ ἀκανθῶν
15ἄγονος· ἐν ᾗ τὸ ὕδωρ τῆς ἀναπαύσεως, καὶ ὁ τῆς χλόης τόπος, καὶ ἡ τετραχῆ μεριζομένη πηγὴ, καὶ ἡ παρὰ τοῦ Θεοῦ τῶν ὅλων γεωργουμένη ἄμπελος, καὶ ὅσα ἄλλα δι’ αἰνιγμάτων παρὰ τῆς θεοπνεύστου δι‐ δασκαλίας ἀκούομεν. Εἰ δὴ νενόηται ἡμῖν ἡ ὑψηλὴ
20γῆ ὑπεράνω τῶν οὐρανῶν θεωρουμένη, ἐφ’ ἧς ἡ πό‐ λις τοῦ βασιλέως συνῴκισται, περὶ ἧς τὰ δεδοξα‐ σμένα ἐλαλήθη, καθώς φησιν ὁ Προφήτης, οὐκέτ’ ἂν εἰκότως πρὸς τὴν τάξιν τῆς ἀκολουθίας τῶν μακαρι‐ σμῶν ξενιζοίμεθα. Οὐδὲ γὰρ εἰκὸς ἦν, οἶμαι, ταύτην
25εὐλογίας προκεῖσθαι ταῖς ἐλπίσι τὴν γῆν τοῖς ἁρπα‐ γησομένοις, καθώς φησιν ὁ Ἀπόστολος, ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτως μέλ‐ λουσι πάντοτε σὺν Κυρίῳ ἔσεσθαι. Τίς οὖν ἔτι χρεία τῆς κάτω γῆς, οἷς ἡ ζωὴ μετάρσιος ἐν ἐλπίσιν ἐστίν;
30Ἁρπαγησόμεθα γὰρ ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυ‐ ρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.
35 Ἀλλ’ ἴδωμεν τίνος ἀρετῆς γέρας ἡ ἐκείνης τῆς γῆς κληρονομία πρόκειται. Μακάριοι γὰρ, φησὶν, οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Τί τὸ πρᾶον; καὶ περὶ τί τὸ πρᾶον μακαρίζει ὁ Λό‐ γος; οὐ γάρ μοι δοκεῖ πάντα ἐπίσης ἀρετὴν οἴεσθαι
40δεῖν, ὅσα ἂν ἐν πραότητι γίνεται, εἰ τὸ ἠρεμαῖόν τε καὶ βραδὺ μόνον διὰ τῆς λέξεως ταύτης σημαίνοιτο. Οὔτε γὰρ ἐν δρομεῦσιν ὁ πρᾶος ἀμείνων τοῦ ἐπι‐ σπεύδοντος, οὔτε ὁ δυσκίνητος ἐν πυκτικῇ τὸν κατὰ τοῦ ἐναντίου στέφανον αἴρεται· κἂν τρέχωμεν πρὸς
45τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἐπιτείνειν ὁ Παῦλος συμβουλεύει τὸ τάχος, λέγων· Οὕτω τρέχετε, ἵνα καταλάβητε· ἐπεὶ καὶ αὐτὸς διὰ σφοδροτέρας ἀεὶ τῆς κινήσεως τοῦ πρόσω εἴχετο, τῶν ὀπίσω λήθην ποιούμενος· καὶ πυκτεύων εὐκίνητος ἦν· διεώρα γὰρ

44

.

1212

(50)

τοῦ ἀνθεστῶτος τὴν προσβολήν· καὶ περὶ τὴν βάσιν ἀσφαλὴς ἦν, καὶ ταῖς χερσὶ καθωπλισμένος, οὐ κατὰ κενοῦ τινος καὶ ἀνυποστάτου διεῤῥίπτει τὸ περὶ τὰς χεῖρας ὅπλον, ἀλλὰ τῶν καιρίων τοῦ προσπαλαίοντος ἥπτετο, κατ’ αὐτοῦ τοῦ σώματος τὰς πληγὰς φέρων.
55Βούλει γνῶναι τοῦ Παύλου τὴν πυκτικήν; Ἴδε τὰς ὠτειλὰς τοῦ ἀνταγωνιζομένου, ἴδε τὰ ὑπώπια τοῦ
ἀντιπάλου, ἴδε τὰ στίγματα τοῦ ἡττηθέντος Πάντως1211

44

.

1213

δὲ οὐκ ἀγνοεῖς τὸν ἀντίπαλον τὸν διὰ τῆς σαρκὸς προσπαλαίοντα, ὃν ὑπωπιάζει διὰ τῆς πυκτικῆς, ἀμύσσων τοῖς ὄνυξι τῆς ἐγκρατείας, οὗ νεκροῖ τὰ μέλη λιμῷ, καὶ δίψει, καὶ ψύχει, καὶ γυμνότητι, ᾧ
5τὰ στίγματα τοῦ Κυρίου ἐπιβάλλει, ὃν νικᾷ διὰ τοῦ δρόμου κατόπιν ἑαυτοῦ καταλιπὼν, ὡς ἂν μὴ ἐπισκο‐ τοῖτο τὰς ὄψεις τοῦ ἀντιπάλου προτρέχοντος. Εἰ οὖν ὀξὺς καὶ εὐκίνητος ἐν τοῖς ἀγῶσιν ὁ Παῦλος, καὶ ὁ Δαβὶδ πλατύνει τὰ διαβήματα τοῖς ἐχθροῖς ἐπιτρέχων,
10καὶ ὁ νυμφίος ἐν τῷ ᾌσματι δορκάδι κατὰ τὸ εὐ‐ κίνητον ὁμοιοῦται, ὄρη διαπηδῶν, καὶ βουνοῖς ἐφαλ‐ λόμενος (καὶ πολλὰ τοιαῦτα ἔστιν εἰπεῖν, ἐν οἷς προτιμότερον εὑρίσκεται τῆς πραότητος τὸ κατὰ τὴν κίνησιν τάχος)· πῶς ἐνταῦθα ἐν κατορθώματος εἴδει
15μακαρίζει τὸ πρᾶον ὁ Λόγος; Μακάριοι γὰρ, φησὶν, οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν· ἐκείνην πάντως τὴν γῆν τὴν τῶν καλῶν εὔφορον γεννημάτων, τὴν τῷ ξύλῳ τῆς ζωῆς κομῶσαν, τὴν ταῖς πηγαῖς τῶν πνευματικῶν χαρισμάτων κατάῤῥυ‐
20τον, ἐφ’ ἧς ἡ ἄμπελος ἡ ἀληθινὴ βλαστάνει, ἧς γεωργὸν τὸν Πατέρα τοῦ Κυρίου ἀκούομεν.
25 Ἀλλ’ ἔοικε τοιοῦτόν τι φιλοσοφεῖν ὁ Λόγος, ὅτι πολλὴ πρὸς τὴν κακίαν ἐστὶν ἡ εὐκολία, καὶ ὀξύῤῥο‐ πον ἐπὶ τὸ χεῖρον ἡ φύσις· καθάπερ τὰ βαρέα τῶν σωμάτων πρὸς μὲν τὰ ἄνω παντάπασιν ἀκίνητα μένει, εἰ δέ τινος ἀκρωρείας ὑψηλῆς ἐπὶ τὸ πρανὲς
30ἀποσεισθείη, τοσούτῳ ῥοίζῳ πρὸς τὸ ὑποκείμενον φέρεται, τοῦ οἰκείου βάρους τὴν φορὰν ἐπιτείνοντος, ὡς ὑπὲρ λόγον εἶναι τὸ τάχος. Ἐπεὶ οὖν χαλεπόν ἐστιν ἡ ἐν τούτοις ὀξύτης, μακαριστὸν ἂν εἴη πάντως τὸ ἐξ ἀντιστρόφου νοούμενον. Τοῦτο δέ ἐστι πραότης, ἡ
35πρὸς τὰς τοιαύτας τῆς φύσεως ὁρμὰς βραδεῖά τε καὶ δυσκίνητος ἕξις. Καθάπερ γὰρ τὸ πῦρ, ἀεικίνητον τὴν φύσιν ἐπὶ τὰ ἄνω ἔχον, ἀκίνητόν ἐστι κατὰ τὴν ἐναντίαν φοράν· τὸν αὐτὸν τρόπον καὶ ἡ ἀρετὴ πρὸς τὰ ἄνω καὶ ὑπερκείμενα ὀξεῖά τις οὖσα, καὶ οὐχ
40ὑφιεῖσά ποτε τῆς ταχύτητος, πεπέδηται πρὸς τὴν ἐναντίαν ὁρμήν. Οὐκοῦν ἐπειδὴ πλεονάζει κατὰ τὴν φύσιν ἡμῶν ἡ πρὸς τὰ κακὰ ταχύτης, καλῶς τὸ ἐν τοῖς τοιούτοις ἠρεμοῦν μακαρίζεται. Τὸ γὰρ ἡσύχιον ἐν τούτοις, τῆς πρὸς τὰ ἄνω κινήσεως μαρτυρία γί‐
45νεται. Κρεῖττον δ’ ἂν εἴη δι’ αὐτῶν τῶν κατὰ τὸν βίον ὑποδειγμάτων σαφηνίσαι τὸν λόγον· Διπλῆ τῆς ἑκά‐ στου προαιρέσεώς ἐστιν ἡ κίνησις, κατ’ ἐξουσίαν πρὸς τὸ δοκοῦν προϊοῦσα, ἔνθεν πρὸς σωφροσύνην, ἐκεῖθεν πρὸς τὸ ἀκόλαστον. Ὃ δ’ ἐπὶ μέρους εἴρηται

44

.

1213

(50)

τοῦ κατὰ τὴν ἀρετὴν καὶ κακίαν εἴδους, τοῦτο καὶ ἐπὶ παντὸς νοείσθω. Σχίζεται γὰρ πάντως πρὸς τὰς ἐναντίας ὁρμὰς τὸ ἀνθρώπινον ἦθος, ἢ θυμοῦ πρὸς ἐπιείκειαν ἀντιδιαιρουμένου, ἢ τύφου πρὸς μετριό‐ τητα, ἢ φθόνου πρὸς εὔνοιαν, ἢ δυσμενείας πρὸς
55ἀγαπητικὴν καὶ εἰρηνικὴν συνδιάθεσιν. Ἐπειδὴ τοί‐ νυν ὑλώδης μὲν ὁ ἀνθρώπινος βίος, περὶ δὲ τὰς ὕλας
τὰ πάθη, πᾶν δὲ πάθος ὀξεῖαν ἔχει καὶ ἀκατάσχετον1213

44

.

1216

τὴν ὁρμὴν πρὸς τὴν ἐκπλήρωσιν τοῦ θελήματος (βαρεῖα γὰρ καὶ κατωφερὴς ἡ ὕλη)· διὰ τοῦτο μακα‐ ρίζει ὁ Κύριος, οὐ τοὺς ἔξω πάθους ἐφ’ ἑαυτῶν βιο‐ τεύοντας (οὐ γὰρ δυνατόν ἐστιν ἐν ὑλώδει ζωῇ τὸν ἄϋ‐
5λον καθ’ ὅλου καὶ ἀπαθῆ κατορθωθῆναι βίον), ἀλλὰ τὸν ἐνδεχόμενον τῆς ἀρετῆς ὅρον ἐν τῇ διὰ σαρκὸς ζωῇ τὴν πραότητα λέγει, καὶ ἱκανὸν εἰς μακαρισμὸν τὸ πρᾶον εἶναί φησιν. Οὐ γὰρ καθόλου τὴν ἀπάθειαν νομοθετεῖ τῇ ἀνθρωπίνῃ φύσει· οὐδὲ γὰρ δικαίου
10νομοθέτου τὸ ταῦτα κελεύειν, ὅσα ἡ φύσις οὐ δέχεται· τὸ γὰρ τοιοῦτον ὅμοιόν ἐστιν, ὥσπερ ἂν εἴ τις τὰ ἔνυδρα μετοικίζοι πρὸς τὸν ἐναέριον βίον, ἢ τὸ ἔμ‐ παλιν ἐπὶ τὸ ὕδωρ, ὅσα τῷ ἀέρι ἐμβιοτεύει· ἀλλὰ τῇ οἰκείᾳ καὶ κατὰ φύσιν δυνάμει πρόσφορον εἶναι προσ‐
15ήκει τὸν νόμον. Διὰ τοῦτο τὸ μέτριόν τε καὶ πρᾶον ὁ μακαρισμὸς, οὐ τὸ παντάπασιν ἀπαθὲς ἐγκελεύεται· τὸ μὲν γὰρ ἔξω τῆς φύσεως, τὸ δὲ δι’ ἀρετῆς κατορ‐ θούμενον. Εἰ οὖν τὸ ἀκίνητον πρὸς ἐπιθυμίαν ὁ μακαρισμὸς ὑπετίθετο, ἀνόνητος ἂν ἦν τῷ βίῳ καὶ
20ἄχρηστος ἡ εὐλογία· τίς γὰρ ἂν τοῦ τοιούτου καθ‐ ίκοιτο σαρκὶ καὶ αἵματι συνεζευγμένος; Νυνὶ δέ φησιν οὐ τὸν ἐπιθυμήσαντα κατά τινα συντυχίαν εἶναι κατά‐ κριτον, ἀλλὰ τὸν ἐκ προνοίας τὸ πάθος ἐπισπασά‐ μενον. Τὸ μὲν γὰρ ἐγγενέσθαι ποτὲ τοιαύτην ὁρμὴν,
25ἡ συγκεκραμένη τῇ φύσει πολλάκις ἀσθένεια καὶ παρὰ γνώμην παρασκευάζει· τὸ δὲ μὴ χειμάῤῥου δίκην παρενεχθῆναι τῇ τοῦ πάθους ὁρμῇ, ἀλλ’ ἀν‐ δρικῶς πρὸς τὴν τοιαύτην διάθεσιν στῆναι, καὶ τοῖς λογισμοῖς τὸ πάθος ἀπώσασθαι, τοῦτο τῆς ἀρετῆς
30ἔργον ἐστίν.
38 Μακάριοι τοίνυν οἱ μὴ ὀξύῤῥοποι πρὸς τὰς ἐμπαθεῖς τῆς ψυχῆς κινήσεις, ἀλλὰ κατεσταλμένοι τῷ λόγῳ,
40ἐφ’ ὧν ὁ λογισμὸς καθάπερ τις χαλινὸς ἀναστομῶν τὰς ὁρμὰς, οὐκ ἐᾷ τὴν ψυχὴν πρὸς ἀταξίαν ἐκφέ‐ ρεσθαι. Μᾶλλον δ’ ἄν τις ἐπὶ τοῦ κατὰ τὸν θυμὸν πάθους τὸ τοιοῦτον ἴδοι, ὅπως ἐστὶ μακαριστὸν ἡ πραότης. Ἐπειδὰν γὰρ λόγος, ἢ πρᾶξίς τις, ἢ ὑπό‐
45νοια τῶν ἀηδεστέρων τὴν τοιαύτην ἀνακινήσῃ νόσον, καὶ περιζέσῃ τῇ καρδίᾳ τὸ αἷμα, καὶ διαναστῇ πρὸς ἄμυναν ἡ ψυχή· καθάπερ οἱ μῦθοι διὰ φαρμακοπο‐ σίας τινὸς εἰς ἀλόγων μορφὰς ἀλλοιοῦσι τὴν φύσιν· οὕτως ἔστιν ἐξαίφνης ἰδεῖν σῦν, ἢ κύνα, ἢ πάρδαλιν,

44

.

1216

(50)

ἢ ἄλλο τι τοιοῦτον θηρίον ἐκ τοῦ θυμοῦ τὸν ἄνδρα γενόμενον. Ὕφαιμος ὀφθαλμός· θρὶξ ἑσταμένη καὶ ἐπιφρίσσουσα· φωνὴ τραχεῖα καὶ ἐποξυνομένη τοῖς ῥήμασιν· γλῶσσα τῷ πάθει νεναρκηκυῖα, καὶ οὐχ ὑπηρετοῦσα ταῖς ἔνδον ὁρμαῖς· χείλη πεπηγότα, καὶ
55οὐ διαρθροῦντα τὸν λόγον, οὔτε περιστέλλοντα τῷ στόματι τὴν ἐγγενομένην ὑπὸ τοῦ πάθους ὑγρότητα, ἀλλ’ ἀσχημόνως τὸν ἀφρὸν τῇ φωνῇ συνεκπτύοντα· τοιαῦται αἱ χεῖρες· τοιοῦτοι οἱ πόδες· τοιαύτη πᾶσα
τοῦ σώματος ἡ διάθεσις, ἑκάστου τῶν μελῶν συνδια‐1215

44

.

1217

τιθεμένου τῷ πάθει. Εἰ οὖν ὁ μὲν τοιοῦτος εἴη· ὁ δὲ πρὸς τὸν μακαρισμὸν βλέπων, διὰ τῶν λογισμῶν καταπραΰνοι τὴν νόσον ἐν καθεστῶτι τῷ βλέμματι, καὶ ἠρεμαίᾳ τῇ φωνῇ, καθάπερ τις ἰατρὸς ἐκ φρενίτι‐
5δος ἀσχημονοῦντα θεραπεύων τῇ τέχνῃ· ἆρ’ οὐχὶ καὶ αὐτὸς ἐρεῖς ἀντιπαραθεὶς τοῦτο ἐκείνῳ, ὅτι ἐλεεινὸς μὲν καὶ βδελυκτὸς ὁ θηριώδης ἐκεῖνος, μακαριστὸς δὲ ὁ πραῢς ὁ τῇ τοῦ πέλας κακίᾳ μὴ συνδιαστρέψας τὸ εὕσχημον;
13 Καὶ ὅτι πρὸς τοῦτο μάλιστα τὸ πάθος ὁ Λόγος βλέπει, δῆλόν ἐστιν ἐκ τοῦ μετὰ τὴν ταπεινοφροσύνην
15νομοθετῆσαι ἡμῖν τὴν πραότητα. Ἔοικε γὰρ ἔχεσθαι τοῦ ἑτέρου τὸ ἕτερον, καὶ οἷον μήτηρ τις εἶναι τῆς κατὰ τὸ πρᾶον ἕξεως ἡ τῆς ταπεινοφροσύνης κατά‐ στασις. Εἰ γὰρ ὑφέλοις τοῦ ἤθους τὸν τῦφον, καιρὸν οὐκ ἔχει τὸ κατὰ θυμὸν ἐγγενέσθαι πάθος. Ὕβρις γὰρ
20καὶ ἀτιμία τῆς τοιαύτης ἀῤῥωστίας τοῖς ὀργισθεῖσιν αἰτία γίνεται. Ἀτιμία δὲ οὐχ ἅπτεται τοῦ ἑαυτὸν ταπεινοφροσύνῃ παιδαγωγήσαντος. Εἰ γάρ τις κεκα‐ θαρμένον ἔχοι τὸν λογισμὸν ἐκ τῆς ἀνθρωπίνης ἀπάτης, καὶ βλέποι τὸ οὐτιδανὸν τῆς φύσεως ᾗ συγκεκλήρωται,
25ἀφ’ οἵας ἀρχῆς τὴν σύστασιν ἔχει, καὶ εἰς ὅ τι φέρεται τέλος τὸ βραχὺ καὶ ὠκύμορον τῆς τῇδε ζωῆς, καὶ τὸν συνεζευγμένον τῇ σαρκὶ ῥύπον, καὶ τὸ πενιχρὸν τῆς φύσεως, τὸ μὴ εἶναι αὐτὴν αὐτάρκη δι’ ἑαυτῆς πρὸς τὴν ἰδίαν σύστασιν, εἰ μὴ τῇ περιουσίᾳ τῶν ἀλόγων
30τὸ ἐνδέον ἀναπληρώσειεν· λύπας τε πρὸς τούτοις καὶ πένθη καὶ συμφορὰς, τάς τε πολυτρόπους τῶν νο‐ σημάτων ἰδέας, αἷς ὑπόκειται ἡ ἀνθρωπίνη ζωὴ, ὧν οὐκ ἔστιν ὅστις ἐκ φύσεως ἀτελής ἐστι καὶ ἐλεύθε‐ ρος. Ταῦτα δι’ ἀκριβείας κεκαθαρμένῳ τῷ τῆς ψυχῆς
35ὀφθαλμῷ βλέπων, οὐκ ἂν ῥᾳδίως πρὸς τὰς τῶν τι‐ μῶν ἐλλείψεις ἀγανακτήσειεν. Τὸ ἐναντίον μὲν οὖν ἀπάτην ἡγήσεται τὴν ἐπί τινι προσαγομένην αὐτῷ παρὰ τοῦ πέλας τιμὴν, οὐκ ὄντος ἡμῖν ἐν τῇ φύσει τοιούτου τινὸς, ὃ δύναται τὴν πρὸς τὸ τίμιον κοινω‐
40νίαν ἔχειν, εἰ μὴ κατὰ ψυχὴν μόνον, ἧς ἡ τιμὴ οὐκ ἀπὸ τῶν κατὰ τὸν κόσμον τοῦτον ἐπιζητουμένων συν‐ ίσταται. Τὸ γὰρ ἐπὶ πλούτῳ κομπάζειν, ἢ γένει σε‐ μνύνεσθαι, ἢ πρὸς δόξαν ὁρᾷν, ἢ τὸ δοκεῖν ὑπὲρ τὸν πέλας εἶναι, δι’ ὧν αἱ ἀνθρώπιναι πληροῦνται τιμαί·
45ταῦτα πάντα καθαίρεσις τῆς ψυχικῆς τιμῆς καὶ ὄνειδος γίνονται, ὡς μὴ ἂν ἑλέσθαι τὸν λελογισμένον τοιούτῳ τινὶ τὸ καθαρὸν τῆς ψυχῆς καταμολύνεσθαι. Τὸ δὲ οὕτως ἔχειν οὐδὲν ἕτερον, ἢ ἐν ἕξει βαθείᾳ τῆς ταπεινοφροσύνης ἐστὶν εἶναι, ἧς κατορθωθείσης, οὐ

44

.

1217

(50)

δεμίαν εἴσοδον ὁ θυμὸς κατὰ τῆς ψυχῆς ἕξει. Τούτου δὲ μὴ παρόντος, ὁ ἤρεμός τε καὶ ἡσύχιος κατορθοῦ‐ ται βίος· ὅπερ οὐδὲν ἕτερον, εἰ μὴ πραΰτης ἐστὶν, ἧς τὸ πέρας μακαρισμὸς καὶ οὐρανίας γῆς κληρονο‐ μία, ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς
55τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.1217

44

.

1220

(1t)

ΛΟΓΟΣ Γʹ.
2nΜακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθή‐
3nσονται.
4Οὔπω τῆς κορυφῆς τοῦ ὄρους ἐπιβεβήκαμεν, ἀλλ’
5ἔτι κατὰ τὴν ὑπώρειαν τῶν νοημάτων ἐσμέν· εἰ καὶ δύο τινὰς ἤδη παρωδεύσαμεν λόφους, ἐπὶ τὴν μα‐ καριστὴν πτωχείαν, καὶ τὴν ἀνωτέρω ταύτης πραό‐ τητα διὰ τῶν μακαρισμῶν ἀναχθέντες, μεθ’ οὓς προσάγει τοῖς ὑψηλοτέροις ἡμᾶς ὁ Λόγος, καὶ τρίτον
10ἡμῖν ἐφεξῆς ὕψωμα διὰ τῶν μακαρισμῶν ἀναδεί‐ κνυσι· πρὸς ὃ χρὴ πάντως ἀναδραμεῖν ὄκνον ἀπο‐ θεμένους πάντα, καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, καθώς φησιν ὁ Ἀπόστολος, ὡς ἂν κοῦφοι καὶ εὐστα‐ λεῖς ἐπὶ τῆς ἄκρας γενόμενοι, καθαρωτέρῳ τῷ τῆς
15ἀληθείας φωτὶ διὰ τῆς ψυχῆς προσπελάσαιμεν. Τί τοίνυν ἐστὶ τὸ λεγόμενον, Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται; Γελάσει πάντως ὁ πρὸς τὸν κόσμον βλέπων, καὶ λέξει ταῦτα καταχλευά‐ ζων τὸν Λόγον· Εἰ μακαρίζονται κατὰ τὸν βίον οἱ ἐν
20πάσῃ συμφορᾷ δαπανώμενοι, ἄθλιοι κατὰ τὸ ἀκόλου‐ θόν εἰσι πάντως οἷς ἄλυπός τε καὶ ἀπήμων ἐστὶν ἡ ζωή. Καὶ οὕτω τὰ εἴδη τῶν συμφορῶν ἐξαριθμού‐ μενος, πλεονάσει τὸν γέλωτα, τὰ τῆς χηρείας κακὰ, καὶ τὴν τῆς ὀρφανίας ταλαιπωρίαν ὑπ’ ὄψιν ἄγων,
25τὰς ζημίας, τὰ ναυάγια, τὰς ἐκ πολέμων αἰχμαλω‐ σίας, τὰς ἀδίκους ἐν δικαστηρίῳ κρίσεις, μεθορι‐ σμούς τε καὶ δημεύσεις καὶ ἀτιμίας, τάς τε συμφορὰς τὰς ἐκ τῶν νόσων, οἷον πηρώσεις τε καὶ ἀκρωτη‐ ριασμοὺς, καὶ τὴν παντοδαπὴν τοῦ σώματος λώβην,
30καὶ εἴ τι τοῖς ἀνθρώποις κατὰ τὸν βίον τοῦτον συν‐ ίσταται πάθος, ἢ σώματος, ἢ ψυχῆς ἁπτόμενον, πάντα τῷ λόγῳ διεξελεύσεται, δι’ ὧν, ὡς οἴεται, καταγέ‐ λαστον ἀποδείξει τὸν τοὺς πενθοῦντας μακαρίζοντα λόγον. Ἡμεῖς δὲ μικρὰ φροντίσαντες τῶν μικροψύ‐
35χως τε καὶ ταπεινῶς ἀναθεωρούντων τὰ θεῖα νοή‐ ματα, ὡς ἔστι δυνατὸν κατιδεῖν τὸν ἐγκείμενον τῷ εἰρημένῳ διὰ βάθους πλοῦτον ἐπιχειρήσωμεν, ὅπως ἂν φανερὸν καὶ διὰ τοῦτο γένοιτο, πόσον ἐστὶ τὸ διάφορον τῆς σαρκίνης τε καὶ χοϊκῆς διανοίας, πρὸς
40τὴν ὑψηλήν τε καὶ ἐπουράνιον.
42 Ἔστι μὲν οὖν ἐκ τοῦ προχείρου μακαριστὸν ὑπο‐ λαβεῖν ἐκεῖνο τὸ πένθος, τὸ ἐπὶ πλημμελήμασι καὶ ἁμαρτίαις γινόμενον, κατὰ τὴν τοῦ Παύλου περὶ τῆς
45λύπης διδασκαλίαν, τοῦ φήσαντος, μὴ ἒν εἶναι λύπης εἶδος, ἀλλὰ τὸ μὲν κοσμικὸν, τὸ δὲ κατὰ Θεὸν ἐνερ‐ γούμενον. Καὶ τῆς μὲν κοσμικῆς λύπης, θάνατον εἶναι τὸ ἔργον· τὴν δὲ ἑτέραν, σωτηρίαν ἐκ μετα‐ νοίας τοῖς λυπουμένοις ἐργάζεσθαι. Τῷ ὄντι γὰρ οὐκ

44

.

1220

(50)

ἔξω τοῦ μακαρίζεσθαι τὸ τοιοῦτον τῆς ψυχῆς πάθος ἐστὶν, ὅταν ἐν αἰσθήσει γενομένη τοῦ χείρονος, τὸν ἐν κακίᾳ βίον ἀπολοφύρηται. Καθάπερ γὰρ ἐπὶ τῶν σωματικῶν ἀῤῥωστημάτων, οἷς ἂν πάρετον ἐξ ἐπη‐ ρείας τινὸς γένηταί τι μέρος τοῦ σώματος, σημεῖον
55τοῦ νενεκρῶσθαι τὸ παρειμένον ἡ ἀναλγησία γίνεται· εἰ δὲ κατά τινα τέχνην ἰατρικὴν ἡ ζωτικὴ πάλιν
αἴσθησις ἐπαναχθείη τῷ σώματι, χαίρουσιν ἤδη πο‐1219

44

.

1221

νοῦντος τοῦ μέρους, αὐτός τε ὁ κάμνων καὶ οἱ τὴν θεραπείαν προσάγοντες, τεκμηρίῳ χρώμενοι τοῦ πρὸς ὑγίειαν τρέψαι τὸ πάθος, τὸ ἐν αἰσθήσει τῶν δριμυσσόντων ἤδη γενέσθαι τὸ μέλος· οὕτως ἐπειδὰν,
5καθώς φησιν ὁ Ἀπόστολος, ἀπηλγηκότες τινὲς παρα‐ δῶσι τῷ καθ’ ἁμαρτίαν βίῳ ἑαυτοὺς, νεκροί τινες ὄντως καὶ πάρετοι τοῦ κατ’ ἀρετὴν βίου γενόμενοι, οὐδεμίαν ἔχουσιν ὧν ποιοῦσιν τὴν αἴσθησιν. Εἰ δὲ καθάψαιτό τις αὐτῶν ὁ ἰατρεύων λόγος, οἷον διά
10τινων θερμῶν τε καὶ διακαιόντων φαρμάκων (λέγω δὲ τῶν σκυθρωπῶν τῆς μελλούσης κρίσεως ἀπειλῶν), καὶ διὰ βάθους τὴν καρδίαν τῷ φόβῳ τῶν προσδο‐ κωμένων δριμύξειεν, γεέννης φόβον, καὶ πῦρ μὴ σβεννύμενον, καὶ ἀτελεύτητον σκώληκα, καὶ βρυγμὸν
15ὀδόντων, καὶ κλαυθμὸν ἀδιάλειπτον, καὶ σκότος ἐξώ‐ τερον, καὶ ἅπαντα τὰ τοιαῦτα, οἷόν τινα θερμὰ καὶ δριμέα φάρμακα τῷ νεναρκηκότι διὰ τῶν καθ’ ἡδο‐ νὴν παθημάτων ἐντρίβων καὶ ἀναθάλπων, εἰς αἴσθη‐ σιν αὐτὸν ἀγάγοι τοῦ ἐν ᾧ ἦν βίου, μακαριστὸν αὐτὸν
20ἀπεργάσηται, τὴν ὀδυνηρὰν αἴσθησιν τῇ ψυχῇ ἐμ‐ ποιήσας. Καθάπερ καὶ ὁ Παῦλος τὸν τῇ κοίτῃ τοῦ πατρὸς ἐπιλυσσήσαντα, μέχρις ἐκείνου μαστίζει τῷ λόγῳ, ἕως ἂν ἀναισθήτως εἶχεν τῆς ἁμαρτίας· ἐπεὶ δὲ καθίκετο τοῦ ἀνδρὸς ἡ τῆς ἐπιπλήξεως ἰατρεία,
25ὡς ἤδη μακάριον διὰ τοῦ πένθους γενόμενον, παρα‐ καλεῖν ἄρχεται, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ, φησὶ, καταποθῇ ὁ τοιοῦτος. Ἔστω δὲ καὶ τοῦτο ἡμῖν τὸ νόημα πρὸς τὴν προκειμένην τοῦ μακαρισμοῦ θεω‐ ρίαν εἰς τὸν κατ’ ἀρετὴν βίον οὐκ ἄχρηστον, διὰ τὸ
30πλεονάζειν πως ἐν τῇ φύσει τῶν ἀνθρώπων τὴν ἁμαρτίαν· ταύτης δὲ φάρμακον τὸ ἐκ μετανοίας πένθος ἀποδέδεικται. Ἀλλά μοι δοκεῖ βαθύτερόν τι τῶν εἰρημένων ὑποσημαίνειν ὁ Λόγος ἐν τῇ παρατα‐ τικῇ τοῦ πένθους ἐνεργείᾳ, ἄλλο τι παρὰ τοῦτο νοεῖν
35ὑφηγούμενος. Εἰ γὰρ μόνην τὴν ἐπὶ τῷ πλημμελή‐ ματι μεταμέλειαν ἐπεδείκνυεν, ἀκολουθότερον ἂν ἦν τοὺς πενθήσαντας μακαρίζεσθαι, οὐ τοὺς εἰσαεὶ πενθοῦντας· ὡς ἐπὶ ὑποδείγματος συγκρίσει τῆς ἐν τῇ νόσῳ διαγωγῆς τοὺς θεραπευθέντας μακαρίζομεν,
40οὐ τοὺς εἰσαεὶ θεραπευομένους. Ἡ γὰρ παράτασις τῆς θεραπείας, καὶ τὸ τῆς ἀῤῥωστίας διηνεκὲς συν‐ ενδείκνυται. Καὶ ἄλλως δέ μοι δοκεῖ καλῶς ἔχειν μὴ τῷ τοιούτῳ μόνῳ νοήματι τίθεσθαι, ὡς τοῦ Λόγου τοῖς ἐφ’ ἁμαρτίαις πενθοῦσιν τὸν μακαρισμὸν νέμον‐
45τος. Πολλοὺς γὰρ εὑρήσομεν ἀκατηγόρητον ἐσχηκό‐ τας τὸν βίον, καὶ ὑπ’ αὐτῆς τῆς θείας φωνῆς μεμαρ‐ τυρημένον ἐπὶ παντὶ τῷ βελτίονι. Ποία γὰρ πλεον‐ εξία τοῦ Ἰωάννου; ποία εἰδωλολατρεία τοῦ Ἠλίου; Τί μικρὸν ἢ μεῖζον κατὰ τὸν βίον ἐκείνων οἶδεν ἡ

44

.

1221

(50)

ἱστορία πλημμέλημα; Τί οὖν; Ἆρα ἔξω τῆς μακα‐ ριότητος εἶναι ὁ λόγος αὐτοὺς ὑποθήσεται, τοὺς μήτε τὴν ἀρχὴν νενοσηκότας, μήτε τοῦ φαρμάκου τούτου, λέγω δὲ τοῦ ἐκ μετανοίας πένθους, εἰς χρείαν ἐλθόν‐ τας; Ἢ ἄτοπον εἴη τοὺς τοιούτους τῆς θείας μακα‐
55ριότητος ἀποβλήτους οἴεσθαι, ὅτι μήτε ἥμαρτον, μήτε πένθει τὴν ἁμαρτίαν ἰάσαντο; Ἢ οὕτω γ’ ἂν
εἴη τὸ ἁμαρτάνειν τοῦ ἀναμαρτήτως ζῇν προτιμότε‐1221

44

.

1224

ρον, εἰ μόνοις τοῖς μετανοοῦσιν ἡ τοῦ Παρακλήτου χάρις ἀποκεκλήρωται; Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Οὐκοῦν ὡς ἔστι δυνατὸν ἑπόμενοι, καθώς φησιν ὁ Ἀμβα‐
5κοὺμ, τῷ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβῶντι, πάλιν τὴν ἐγκει‐ μένην διάνοιαν τοῖς εἰρημένοις ἀναζητήσωμεν, ὡς ἂν μάθοιμεν ποίῳ πένθει πρόκειται ἡ τοῦ Πνεύματος τοῦ ἁγίου παράκλησις.
11 Σκοπήσωμεν τοίνυν ἐν τῇ ἀνθρωπίνῃ ζωῇ, τί ποτε πρῶτον αὐτὸ τὸ πένθος ἐστὶ, καὶ ἐπὶ τίσιν συνίστα‐ ται. Οὐκοῦν πρόδηλον ἅπασιν τὸ τοιοῦτον, ὅτι πένθος ἐστὶ σκυθρωπὴ διάθεσις τῆς ψυχῆς, ἐπὶ στερήσει
15τινὸς τῶν καταθυμίων συνισταμένη· ὅπερ ἐπὶ τῶν ἐν εὐθυμίᾳ διαβιούντων συνίστασθαι χώραν οὐκ ἔχει· οἷον, εὐπραγεῖ τις κατὰ τὸν βίον, πάντα κατὰ ῥοῦν αὐτῷ διὰ τῶν ἡδέων τὰ πράγματα φέρεται, τῇ γαμε‐ τῇ ἐπευφραίνεται, τοῖς παισὶν ἐπαγάλλεται, διὰ τῆς
20τῶν ἀδελφῶν συμμαχίας ὠχύρωται, σεμνὸς κατὰ τὴν ἀγορὰν, τίμιος τοῖς δυναστεύουσιν, φοβερὸς τοῖς ἀν‐ τιτεταγμένοις, ἀκαταφρόνητος τοῖς ὑποχειρίοις, φί‐ λοις εὐπρόσιτος, πλούτῳ κομῶν, ἀπολαυστικὸς, ἡδὺς, ἄλυπος, σθεναρὸς τῷ σώματι· πάντα ἔχων, ὅσα τί‐
25μια κατὰ τὸν κόσμον τοῦτον εἶναι δοκεῖ· ὁ τοιοῦτος πάντως ἐν εὐφροσύνῃ ἑκάστῳ τῶν παρόντων ἐπιγαν‐ νύμενος. Εἰ δέ τις μεταβολὴ τῆς εὐημερίας ταύτης καθάψαιτο, ἢ διάζευξιν τῶν φιλτάτων, ἢ ζημίαν τῶν προσόντων, ἤ τινα πήρωσιν τῆς σωματικῆς εὐκλη‐
30ρίας, ἐκ πονηρᾶς τινος συντυχίας ἐπάγουσα, τότε τῇ ὑπεξαιρέσει τοῦ εὐφραίνοντος, ἡ ἐναντία διάθεσις γίνεται, ἣν πένθος προσαγορεύομεν. Οὐκοῦν ἀληθὴς ὁ ἀποδεδομένος περὶ αὐτοῦ λόγος, ὅτι πένθος ἐστὶν αἴσθησίς τις ἀλγεινὴ τῆς τῶν εὐφραινόντων στερή‐
35σεως. Εἰ δὴ νενόηται ἡμῖν τὸ ἀνθρώπινον πένθος, γενέσθω τις ὁδηγία τῶν ἀγνοουμένων τὰ πρόδηλα, ὡς ἂν φανερὸν γένοιτο, τί τὸ μακαριζόμενόν ἐστι πέν‐ θος, ᾧ ἐπακολουθεῖ ἡ παράκλησις. Εἰ γὰρ ἡ τῶν προσόντων ἀγαθῶν στέρησις ἐνταῦθα τὸ πένθος ποιεῖ,
40οὐκ ἂν δέ τις τοῦ ἀγνοουμένου τὴν ζημίαν ἀπολοφύ‐ ραιτο· γνῶναι προσήκει πρότερον αὐτὸ τὸ ἀγαθὸν, ὅ τί ποτέ ἐστι κατὰ ἀλήθειαν, εἶθ’ οὕτως τὴν ἀνθρω‐ πίνην φύσιν κατανοῆσαι. Διὰ γὰρ τοῦτο συμβήσεται τὸ μακαριζόμενον πένθος κατορθωθῆναι. Οἷον γάρ
45ἐστιν ἐπὶ τῶν ἐν σκότῳ βιοτευόντων, ὅταν ὁ μὲν ἐν‐ τεχθῇ τῷ ζόφῳ, ὁ δὲ τῇ ἀπολαύσει τοῦ ἔξω φωτὸς συνειθισμένος, ἐξ ἐπηρείας τινὸς κατάκλειστος γένη‐ ται, οὐχ ὁμοίως ἀμφοτέρων ἡ τῶν παρόντων καθά‐ πτεται συμφορὰ (ὁ μὲν γὰρ εἰδὼς οὗ ἐστέρηται,

44

.

1224

(50)

βαρεῖαν ποιεῖται τοῦ φωτὸς τὴν ζημίαν· ὁ δὲ μηδὲ ὅλως ἐγνωκὼς τὴν τοιαύτην χάριν, ἀλύπως διαβιώσε‐ ται, διὰ τὴν τροφίαν τοῦ ζόφου μηδενὸς ἐκπεπτωκέ‐ ναι τῶν ἀγαθῶν λογιζόμενος· ἐκ δὲ τούτου τὸν μὲν ἡ ἐπιθυμία τῆς τοῦ φωτὸς ἀπολαύσεως, εἰς πᾶσαν ἄξει
55μηχανὴν καὶ ἐπίνοιαν τοῦ πάλιν ἰδεῖν οὗ ἐξ ἐπηρείας ἀπεστερήθη· ὁ δὲ καταγηράσει τῷ ζόφῳ διαβιῶν, διὰ τὸ μὴ ἐγνωκέναι τὸ βέλτιον, ἀγαθὸν ἑαυτῷ τὸ παρὸν κρίνων)· οὕτω καὶ ἐπὶ τοῦ προκειμένου νοή‐
ματος, ὁ τὸ ἀληθῶς ἀγαθὸν κατιδεῖν ἰσχύσας, ἔπειτα1223

44

.

1225

τὴν πτωχείαν τῆς ἀνθρωπίνης φύσεως κατανοήσας, ἐν συμφορᾷ τὴν ψυχὴν πάντως ἕξει, τῷ μὴ εἶναι ἐν τῷ ἀγαθῷ ἐκείνῳ τὸν παρόντα βίον, πένθος ποιού‐ μενος. Οὐκοῦν οὐ τὴν λύπην μοι δοκεῖ μακαρίζειν ὁ
5Λόγος, ἀλλὰ τὴν εἴδησιν τοῦ ἀγαθοῦ, ᾗ τὸ τῆς λύπης πάθος ἐπισυμβαίνει, διὰ τὸ μὴ παρεῖναι τῷ βίῳ τὸ ζητούμενον.
13 Ἀκόλουθον τοίνυν ἐξετάσαι τί ποτε ἄρα ἐστὶν ἐκεῖνο τὸ φῶς, ᾧ τὸ ζοφῶδες τοῦτο τῆς ἀνθρωπίνης
15φύσεως σπήλαιον ἐν τῷ παρόντι βίῳ οὐ καταυγά‐ ζεται. Ἦ τάχα, οὐ πρὸς τὸ ἀνήνυτόν τε καὶ ἀκατά‐ ληπτον ἡ ἐπιθυμία βλέπει; Τίς γὰρ ἐν ἡμῖν λογισμὸς τοιοῦτος, ὡς ἀνιχνεῦσαι τοῦ ζητουμένου τὴν φύσιν; Τίς ἐξ ὀνομάτων τε καὶ ῥημάτων σημασία τοιαύτη,
20ὡς ἀξίαν ἡμῖν ἔννοιαν τοῦ ὑπερκειμένου φωτὸς ἐμ‐ ποιῆσαι; Πῶς ὀνομάσω τὸ ἀθέατον; Πῶς παραστήσω τὸ ἄϋλον; Πῶς δείξω τὸ ἀειδές; πῶς διαλάβω τὸ ἀμέγεθες, τὸ ἄποσον, τὸ ἄποιον, τὸ ἀσχημάτιστον; τὸ μήτε τόπῳ, μήτε χρόνῳ εὑρισκόμενον; τὸ ἐξώτε‐
25ρον παντὸς περασμοῦ, καὶ πάσης ὁριστικῆς φαντα‐ σίας; οὗ ἔργον ζωὴ, καὶ ἡ πάντων τῶν κατὰ τὸ ἀγα‐ θὸν νοουμένων ὑπόστασις; περὶ ὃ πᾶν ὑψηλὸν νόημά τε καὶ ὄνομα θεωρεῖται; θεότης, βασιλεία, δύναμις, ἀϊδιότης, ἀφθαρσία, χαρά τε καὶ ἀγαλλίαμα, καὶ
30πᾶν ὅτι πέρ ἐστιν ἐν ὕψει νοούμενόν τε καὶ λεγόμενον; Πῶς τοίνυν ἔστι καὶ διὰ ποίων λογισμῶν τὸ τοιοῦτον ἡμῶν ἀγαθὸν ὑπ’ ὄψιν ἐλθεῖν, τὸ θεώμενον καὶ μὴ βλεπόμενον; Τὸ πᾶσι τοῖς οὖσι τὸ εἶναι παρεχόμενον; αὐτὸ δὲ ἀεὶ ὂν, καὶ τοῦ γενέσθαι οὐ προσδεόμενον;
39Ἀλλ’ ὡς ἂν μὴ μάτην ὁ λόγος κάμνοι τοῖς ἀχωρή‐
40τοις ἑαυτὸν ἐπεκτείνων, τῶν μὲν ὑπερκειμένων ἀγα‐ θῶν τὴν φύσιν, ὡς ἀμήχανον ὂν τὸ τοιοῦτον ὑπὸ κατάληψιν ἐλθεῖν, πολυπραγμονοῦντες παυσώμεθα, τοσοῦτον μόνον ἐκ τῶν ζητηθέντων κερδάναντες, ὅσον δι’ αὐτοῦ τοῦ μὴ δυνηθῆναι κατιδεῖν τὸ ζητούμενον,
45ἔννοιάν τινα τοῦ μεγέθους τῶν ζητουμένων ἀνατυ‐ πώσασθαι. Ὅσῳ δὲ τῆς γνώσεως ἡμῶν ὑψηλότερον εἶναι τὸ ἀγαθὸν τῇ φύσει πιστεύομεν, τοσούτῳ μᾶλ‐ λον τὸ πένθος ἐν αὐτοῖς ἐπιτείνωμεν, ὅτι τοιοῦτόν ἐστι καὶ τοσοῦτον τὸ ἀγαθὸν, οὗ διεζευγμένοι τυγχά‐

44

.

1225

(50)

νομεν, ὡς μηδὲ τὴν γνῶσιν αὐτοῦ χωρεῖν δύνασθαι. Τούτου μέντοι τοῦ ὑπεραίροντος πᾶσαν δύναμιν κατα‐ ληπτικὴν, ἐν μετουσίᾳ ποτὲ ἦμεν οἱ ἄνθρωποι· καὶ τοσοῦτον ἦν ἐν τῇ φύσει ἡμῶν ἐκεῖνο τὸ ἀγαθὸν τὸ ὑπὲρ πᾶν νόημα, ὡς ἄλλο ἐκεῖνο τὸ ἀνθρώπινον εἶναι
55δοκεῖν, τῇ ἀκριβεστάτῃ ὁμοιώσει κατὰ τὴν εἰκόνα τοῦ πρωτοτύπου μεμορφωμένον. Ἃ γὰρ νῦν περὶ ἐκείνου στοχαστικῶς θεωροῦμεν, ταῦτα πάντα καὶ περὶ τὸν ἄνθρωπον ἦν, ἀφθαρσίᾳ τε καὶ μακαριότητι·
καὶ τὸ αὐτοκρατὲς καὶ τὸ ἀδέσποτον, τό τε ἄλυπον καὶ1225

44

.

1228

ἀπραγμάτευτον τῆς ζωῆς, καὶ ἡ ἐν θειοτέροις δια‐ γωγή· καὶ τὸ γυμνῇ τε καὶ καθαρᾷ παντὸς προκα‐ λύμματος τῇ διανοίᾳ πρὸς τὸ ἀγαθὸν βλέπειν. Ταῦτα γὰρ πάντα δι’ ὀλίγων ῥημάτων ὁ τῆς κοσμογενείας
5ἡμῖν ὑπαινίττεται λόγος, κατ’ εἰκόνα Θεοῦ λέγων πεπλάσθαι τὸν ἄνθρωπον, καὶ ἐν τῷ παραδείσῳ ζῇν, καὶ τῶν ἐκεῖ πεφυτευμένων κατατρυφᾷν. Τῶν δὲ φυ‐ τῶν ἐκείνων καρπὸς, ζωὴ καὶ γνῶσις καὶ τὰ τοιαῦτά ἐστιν. Εἰ δὲ ταῦτα ἐν ἡμῖν ἦν, πῶς οὖν ἔστι διὰ συγ‐
10κρίσεως ἀντιπαραθεωροῦντα τῇ τότε μακαριότητι τὴν παροῦσαν νῦν ἀθλιότητα, μὴ ἐπιστενάζειν τῇ συμφορᾷ· τὸ ὑψηλὸν τεταπείνωται· τὸ κατ’ εἰκόνα τοῦ ἐπουρανίου γενόμενον, ἀπεγεώθη· τὸ βασιλεύειν τεταγμένον, κατεδουλώθη· τὸ εἰς ἀθανασίαν κτισθὲν,
15κατεφθάρη θανάτῳ· τὸ ἐν τρυφῇ τοῦ παραδείσου διάγον, εἰς τὸ νοσῶδες καὶ ἐπίπονον τοῦτο μετῳκίσθη χωρίον· τὸ τῇ ἀπαθείᾳ σύντροφον, τὸν ἐμπαθῆ καὶ ἐπίκηρον ἀντηλλάξατο βίον· τὸ ἀδέσποτόν τε καὶ αὐτεξούσιον, νῦν ὑπὸ τοιούτων καὶ τοσούτων κακῶν
20κυριεύεται, ὡς μηδὲ ῥᾴδιον εἶναι τοὺς τυράννους ἡμῶν ἀπαριθμήσασθαι. Ἕκαστον γὰρ τῶν ἐν ἡμῖν παθῶν, ὅταν ἐπικρατήσῃ, δεσπότης τοῦ δουλωθέντος γίνεται· καὶ καθάπερ τις τύραννος καταλαβὼν τῆς ψυχῆς τὴν ἀκρόπολιν, δι’ αὐτῶν τῶν ὑποχειρίων
25κακοῖ τὸ ὑπήκοον, ὑπηρέταις τοῖς ἡμετέροις λογι‐ σμοῖς πρὸς τὸ δοκοῦν ἑαυτῷ καταχρώμενος· οὕτως ὁ θυμὸς, οὕτως ὁ φόβος, ἡ δειλία, τὸ θράσος, τὸ κατὰ λύπην τε καὶ τὸ καθ’ ἡδονὴν πάθος, μῖσος, ἔρις, ἀνέλεος, ἀπήνεια, φθόνος, κολακεία, μνησικακία τε
30καὶ ἀναλγησία, καὶ πάντα τὰ κατὰ τὸ ἐναντίον ἐν ἡμῖν νοούμενα πάθη, τυράννων ἐστί τινων καὶ δεσπο‐ τῶν ἀπαρίθμησις, τῶν πρὸς τὸ ἴδιον κράτος τὴν ψυχὴν οἷόν τινα δορυάλωτον καταδουλούντων. Εἰ δέ τις καὶ τὰς περὶ τὸ σῶμα συμφορὰς ἀναλογίζοιτο,
35τὰς τῇ φύσει ἡμῶν συμπεπλεγμένας τε καὶ συστρε‐ φομένας, τὰς ποικίλας λέγω καὶ πολυτρόπους τῶν νοσημάτων ἰδέας, ὧν πάντων τὸ κατ’ ἀρχὰς ἀπεί‐ ρατον ἦν τὸ ἀνθρώπινον, πολὺ μᾶλλον πλεονάσει τὸ δάκρυον, ἐκ παραλλήλου θεωρῶν ἀντὶ τῶν ἀγαθῶν
40τὰ λυπηρὰ, καὶ ἀντιπαρατιθεὶς τὰ κακὰ τοῖς βελ‐ τίοσιν. Τοῦτο οὖν ἔοικεν ἐν ἀποῤῥήτῳ διδάσκειν ὁ μακαρίζων τὸ πένθος, τὸ πρὸς τὸ ἀληθινὸν ἀγαθὸν τὴν ψυχὴν βλέπειν, μηδὲ τῇ παρούσῃ ἀπάτῃ τοῦ βίου καταβαπτίζεσθαι· οὐ γὰρ ἔστιν οὔτε ἀδακρυτὶ
45ζῇν τὸν ἐπεσκεμμένον δι’ ἀκριβείας τὰ πράγματα, οὔτε ἐν λυπηροῖς εἶναι νομίζειν τὸν ταῖς βιωτικαῖς ἡδοναῖς ἐμβαθύνοντα· καθάπερ ἐπὶ τῶν ἀλόγων τὸ τοιοῦτον ἔστιν ἰδεῖν· οἷς ἐλεεινὴ μὲν ἡ τῆς φύσεώς ἐστι κατασκευή· (τί γὰρ ἐλεεινότερον τῆς τοῦ λόγου

44

.

1228

(50)

στερήσεως;) αἴσθησις δὲ τῆς συμφορᾶς αὐτοῖς οὐδε‐ μία, ἀλλὰ κατά τινα ἡδονὴν κἀκείνοις ἡ ζωὴ διεξ‐ άγεται· καὶ ὁ ἵππος γαυριᾷ, καὶ ὁ ταῦρος κονίζεται· καὶ ὁ σὺς φρίσσει τὴν λοφιάν· καὶ οἱ σκύλακες παί‐ ζουσι, καὶ διασκιρτῶσιν οἱ μόσχοι, καὶ ἕκαστον τῶν
55ζώων ἔστιν ἰδεῖν διά τινων τεκμηρίων τὴν ἡδονὴν ἐνδεικνύμενον, οἷς εἴ τις κατανόησις ἦν τῆς τοῦ λόγου χάριτος, οὐκ ἂν τὸν κωφὸν αὐτῶν καὶ ταλαί‐ πωρον βίον ἐν ἡδονῇ διετίθεντο. Οὕτως καὶ ἐπὶ τῶν
ἀνθρώπων, οἷς οὐδεμία τῶν ἀγαθῶν ἐστι γνῶσις,1227

44

.

1229

ὧν ἡ φύσις ἡμῶν ἀπεστέρηται, τούτοις καθ’ ἡδονὴν ἡ τῆς παρούσης ζωῆς διαγωγή.
12 Ἀκολουθεῖ δὲ τῷ τοῖς παροῦσιν ἥδεσθαι, τὸ μὴ ζητεῖν τὰ βελτίω. Ὁ δὲ μὴ ζητῶν, οὐκ ἂν εὕροι τὸ μόνοις ζη‐ τοῦσι παραγενόμενον. Οὐκοῦν διὰ τοῦτο ὁ Λόγος μα‐
15καρίζει τὸ πένθος, οὐ δι’ ἑαυτὸ κρίνων εἶναι μακάριον, ἀλλὰ διὰ τὸ ἐξ ἐκείνου παραγενόμενον. Δείκνυσι δὲ τοῦ λόγου ἡ συζυγία, ὅτι τῆς πρὸς τὴν παράκλη‐ σιν ἀναφορᾶς τὸ πενθεῖν αὐτοῖς ἐστι μακάριον. Μα‐ κάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες καὶ οὐκ ἔστησεν
20ἐν τούτῳ τὸν λόγον, ἀλλὰ προσέθηκεν, Ὅτι αὐτοὶ παρακληθήσονται. Ὅ μοι δοκεῖ προκατανενοηκὼς ὁ μέγας Μωϋσῆς (μᾶλλον δὲ, ὁ ἐν ἐκείνῳ ταῦτα δια‐ τάσσων Λόγος, ἐν ταῖς μυστικαῖς τοῦ Πάσχα παρατη‐ ρήσεσιν)· ἄζυμον μὲν αὐτοῖς ἄρτον ἐν ταῖς ἑορτασί‐
25μοις ἡμέραις νομοθετῆσαι· ὄψον δὲ τῇ βρώσει πικρί‐ δας ποιήσασθαι, ὡς ἂν διὰ τῶν τοιούτων μάθοιμεν αἰ‐ νιγμάτων, ὅτι οὐκ ἔστι τῆς μυστικῆς ἐκείνης ἑορτῆς μετασχεῖν ἄλλως, εἰ μὴ αἱ πικρίδες τοῦ βίου τούτου τῇ ἁπλῇ καὶ ἀζύμῳ ζωῇ ἑκουσίως καταμιγνύοιντο.
30Διὰ τοῦτο καὶ ὁ μέγας Δαβὶδ, καίτοι τὸ ἀκρότατον τῆς ἀνθρωπίνης εὐκληρίας μέτρον (λέγω δὴ τὴν βα‐ σιλείαν) περὶ ἑαυτὸν βλέπων· δαψιλῶς ἐπιβάλλει τῶν πικρίδων τῇ ἑαυτοῦ ζωῇ στενάζων ἐν οἰμωγῇ, καὶ θρηνῶν τὴν παράτασιν τῆς ἐν σαρκὶ παροικίας, καὶ
35ἐκλείπων, ὑπὸ τῆς τῶν μειζόνων ἐπιθυμίας, φησὶν, Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη, Ἑτέρωθι δὲ πρὸς τὸ κάλλος τῶν θείων σκηνωμάτων ἀτενὲς ἀπο‐ βλέπων, ἐκλιπεῖν ὑπὸ τῆς ἐπιθυμίας φησὶ, τὸ ἐν ἐσχάτοις ἐκεῖ τετάχθαι, τοῦ πρωτεύειν ἐν τοῖς παρ‐
40οῦσι, προτιμότερον ἑαυτῷ κρίνων. Εἰ δέ τις ἀκρι‐ βέστερον κατανοῆσαι βούλοιτο τοῦ μακαριζομένου τούτου πένθους τὴν δύναμιν, ἐπισκεψάσθω ἑαυτῷ ἐν τῷ κατὰ τὸν Λάζαρον καὶ τὸν πλούσιον διηγήματι, ἐν ᾧ γυμνότερον τὸ τοιοῦτον δόγμα ἡμῖν σαφηνίζεται.
45Μνήσθητι γὰρ, φησὶν ὁ Ἀβραὰμ πρὸς τὸν πλούσιον, ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου· ὁμοίως δὲ καὶ ὁ Λάζαρος τὰ κακά· διὰ τοῦτο οὗτος μὲν πα‐ ρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Ἔοικε γὰρ, ἐπειδὴ τῆς ἀγαθῆς τοῦ Θεοῦ περὶ τὸν ἄνθρωπον οἰκονομίας ἀπ‐

44

.

1229

(50)

έστησεν ἡμᾶς ἡ ἀβουλία, μᾶλλον δὲ ἡ κακοβουλία τοῦ γὰρ Θεοῦ ἀμιγὲς τοῦ κακοῦ τὸ ἀγαθὸν ἐν τῇ ἀπο‐ λαύσει ἡμῶν νομοθετήσαντος, καὶ καταμιγνύναι τῷ καλῷ τὴν τοῦ κακοῦ πεῖραν ἀπαγορεύσαντος, ἐπειδὴ ἡμεῖς ὑπὸ λαιμαργίας ἑκουσίως τοῦ ἐναντίου ἐνεφο‐
55ρήθημεν (λέγω δὲ τῆς τοῦ θείου Λόγου παρακοῆς ἀπογευσάμενοι)· διὰ τοῦτο χρὴ πάντως ἐν ἀμφοτέροις
γενέσθαι τὴν ἀνθρωπίνην φύσιν, καὶ μετασχεῖν ἐν μέρει1229

44

.

1232

τοῦ τε λυποῦντος καὶ τοῦ εὐφραίνοντος. Δύο δὲ ὄντων βίων, καὶ διπλῆς τῆς ζωῆς καθ’ ἑκάτερον τῶν βίων ἰδιαζόντως θεωρουμένης, ὡσαύτως δὲ καὶ εὐφροσύνης διπλῆς· τῆς μὲν ἐν τῷ βίῳ τούτῳ, τῆς δὲ ἐν τῷ κατ’
5ἐλπίδας ἡμῖν προκειμένῳ· μακαριστὸν ἂν εἴη τὴν τῆς εὐφροσύνης μοῖραν τοῖς ἀληθινοῖς ἀγαθοῖς εἰς τὸν ἀΐδιον ἀποθέσθαι βίον· τῆς δὲ λύπης ἐκπληρῶσαι τὴν λειτουργίαν ἐν τῇ βραχείᾳ ταύτῃ καὶ προσκαίρῳ ζωῇ, ζημίαν ποιούμενον, οὐ τὸ στερηθῆναί τινος τῶν κατὰ
10τὸν βίον τοῦτον ἡδέων, ἀλλὰ τὸ διὰ τῆς ἀπολαύσεως τούτων ἐν ἀποπτώσει τῶν ἀμεινόνων γενέσθαι. Οὐ‐ κοῦν εἰ μακαριστόν ἐστιν τὸ ἐν τοῖς ἀπείροις αἰῶσιν ἀτέλεστόν τε καὶ εἰσαεὶ παρατεινομένην τὴν εὐφρο‐ σύνην ἔχειν· δεῖ δὲ πάντως γεύσασθαι καὶ τῶν ἐναν‐
15τίων τὴν ἀνθρωπίνην φύσιν· οὐκέτι χαλεπόν ἐστι συνιδεῖν τοῦ λόγου τὸ βούλημα, διὰ τί μακάριοι οἱ νῦν πενθοῦντες, αὐτοὶ γὰρ εἰς τοὺς ἀπείρους αἰῶνας παρακληθήσονται· ἡ δὲ παράκλησις, ἐκ τῆς τοῦ Πα‐ ρακλήτου μετουσίας γίνεται. Ἰδία γὰρ τοῦ Πνεύ‐
20ματος ἐνέργεια ἡ τῆς παρακλήσεως χάρις ἐστίν· ἧς καὶ ἡμεῖς ἀξιωθείημεν, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ νων. Ἀμήν.
29tΛΟΓΟΣ Δʹ.
30nΜακάριοι οἱ πεινῶντες, καὶ διψῶντες τὴν δικαιο‐
31nσύνην· ὅτι αὐτοὶ χορτασθήσονται.
32 Τοὺς στομαχοῦντας καὶ κακοσίτους φασὶν οἱ τῆς ἰατρικῆς ἐπιστήμονες, πονηρῶν τινων χυμῶν τε καὶ περιττωμάτων ἐπὶ τὴν ἄνω γαστέρα συῤῥυέντων,
35ἀεὶ δοκεῖν πλήρεις τε καὶ διακορεῖς εἶναι, καὶ διὰ τοῦτο πρὸς τὴν ὠφέλιμον τροφὴν ἀλλοτρίως ἔχειν, τῆς φυσικῆς αὐτοῖς ὀρέξεως ἐν τῇ νόθῳ πλησμονῇ μαρανθείσης. Εἰ δέ τις αὐτοῖς ἐξ ἰατρικῆς ἐπιμέλεια προσαχθείη, διά τινος τμητικῆς φαρμακοποσίας ἀπο‐
40κλυσθέντων τῶν ἐναπειλημμένων ταῖς τοῦ στομάχου κοιλότησιν, οὕτως συμβαίνειν, τοῦ ἀλλοτρίου μη‐ κέτι διοχλοῦντος τὴν φύσιν, τῆς ὠφελούσης τε καὶ τροφίμου βρώσεως αὐτοῖς ἐπανιέναι τὴν ὄρεξιν· καὶ τοῦτο τῆς ὑγιείας εἶναι σημεῖον, τὸ μηκέτι κατ‐
45ηναγκασμένως, ἀλλὰ μετ’ ἐπιθυμίας τε καὶ ὁρμῆς τὴν βρῶσιν προσίεσθαι. Τί οὖν μοι βούλεται τὸ προοίμιον; Ἐπειδὴ προϊὼν δι’ ἀκολουθίας ὁ πρὸς τὰ ὑψηλότερα τῆς τῶν μακαρισμῶν κλίμακος χειραγωγῶν ἡμᾶς λόγος, ὁ κατὰ τὴν τοῦ Προφήτου φωνὴν, τὰς καλὰς

44

.

1232

(50)

ἀναβάσεις ἐν τῇ καρδίᾳ ἡμῶν διατιθέμενος, τοιαύτην ἡμῖν μετὰ τὰς προδιανυσθείσας ἀνόδους τετάρτην προδείκνυσιν ἄλλην ἀνάβασιν, λέγων· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐ‐ τοὶ χορτασθήσονται· καλῶς ἔχειν οἶμαι, τὸ διακο‐
55ρές τε καὶ πλησμονικὸν τῆς ψυχῆς ἐκκαθάραντας, ὡς ἔστι δυνατὸν, τῆς τοιαύτης βρώσεώς τε καὶ πό‐
σεως τὴν μακαριστὴν ὄρεξιν ἡμῖν αὐτοῖς ἐμποιῆσαι·1231

44

.

1233

οὔτε γὰρ ἰσχύσαι δυνατόν ἐστι τὸν ἄνθρωπον, μὴ τῆς ἀρκούσης τροφῆς ὑποστηριζούσης τὴν δύναμιν, οὔτε δίχα τοῦ φαγεῖν ἐμπλησθῆναι τροφῆς, οὔτε τραφῆναι χωρὶς ὀρέξεως. Ἐπεὶ οὖν ἀγαθόν τι κατὰ τὴν ζωήν
5ἐστιν ἡ δύναμις· αὕτη δὲ τῷ ἀρκοῦντι συντηρεῖται κόρῳ· ὁ δὲ κόρος διὰ βρώσεως γίνεται· τὸ δὲ φαγεῖν ἐξ ὀρέξεως· μακαριστὸν ἂν εἴη τοῖς ζῶσιν ἡ ὄρεξις, ἀρχή τε καὶ αἰτία τῆς ἐν ἡμῖν γινομένη δυνάμεως. Ὥσπερ δὲ κατὰ τὴν αἰσθητὴν ταύτην τὴν τροφὴν ἔχο‐
10μεν, οὐ τῶν αὐτῶν πάντες ἐφίενται, ἀλλὰ μερίζεται πολλάκις πρὸς τὰ εἴδη τῶν ἐδωδίμων ἡ τῶν μετ‐ εχόντων ἐπιθυμία, καὶ ὁ μέν τις ἐπιτέρπεται τοῖς γλυκαίνουσιν, ἄλλος πρὸς τὰ δριμύσσοντά τε καὶ θερμαίνοντα τὴν ὁρμὴν ἔχει· ἕτερος δὲ τοῖς ἁλμώ‐
15δεσι, καὶ ἄλλος τοῖς παραστύφουσιν ἥδεται· συμβαίνει δὲ πολλάκις μὴ κατὰ τὸ λυσιτελοῦν ἐγγίνεσθαι τὴν ὁρμὴν ἑκάστῳ τῆς βρώσεως (κατὰ γάρ τινα κράσεως ἰδιότητα πρός τι πάθος ἐπιῤῥεπῶς τις ἔχων, τρέφει τὴν νόσον τῇ τῶν κατ’ ἀλλήλων βρωμάτων ποιότητι·
20εἰ δὲ πρὸς τὰ ὠφελοῦντα τὴν ὁρμὴν σχοίη, πάντως ἐν ὑγιείᾳ βιώσεται, τῆς τροφῆς αὐτῷ συντηρούσης τὴν εὐεξίαν)· οὕτως καὶ ἐπὶ τῆς ψυχῆς τροφῆς οὐ πάντων πρὸς τὸ αὐτὸ ῥέπουσιν αἱ ἐπιθυμίαι. Οἱ μὲν γὰρ δό‐ ξης, ἢ πλούτου, ἤ τινος κοσμικῆς περιφανείας ὀρέ‐
25γονται, ἄλλοις περὶ τὴν τράπεζαν ἄσχολός ἐστιν ἡ ὄρεξις, ἕτεροι τὸν φθόνον, ὥς τινα δηλητηριώδη τρο‐ φὴν προθύμως ἀναλαμβάνουσιν· εἰσὶν δέ τινες οἷς τὸ τῇ φύσει καλὸν ἐν ὀρέξει γίνεται. Φύσει δὲ καλὸν ἀεὶ καὶ πᾶσι τοῦτό ἐστιν, ὃ μὴ ἄλλου τινὸς ἕνεκέν ἐστιν
30αἱρετὸν, ἀλλ’ αὐτὸ δι’ ἑαυτὸ ἐπιθυμητὸν, ἀεὶ ὡσαύτως ἔχον, καὶ οὐδέποτε ἀμβλυνόμενον κόρῳ. Διὰ τοῦτο μακαρίζει ὁ Λόγος οὐ τοὺς ἁπλῶς πεινῶντας, ἀλλ’ οἷς πρὸς τὴν ἀληθῆ δικαιοσύνην ἡ ἐπιθυμία τὴν ῥοπὴν ἔχει.
39Τίς οὖν ἡ δικαιοσύνη; τοῦτο γὰρ οἶμαι δεῖν πρό‐
40τερον ἀνακαλυφθῆναι διὰ τοῦ λόγου, ὡς ἂν τοῦ κατ’ αὐτὴν κάλλους φανερωθέντος, οὕτως ἐν ἡμῖν κινηθείη πρὸς τὴν ὥραν τοῦ φανέντος ἡ ὄρεξις. Οὐδὲ γάρ ἐστι δυνατὸν πρὸς τὸ μὴ φαινόμενον ἐπιθυμητικῶς ἔχειν, ἀλλ’ ἀργή πως ἐπὶ τὸ ἄγνωστόν ἐστιν ἡ φύσις ἡμῶν
45καὶ ἀκίνητος, εἰ μὴ δι’ ἀκοῆς ἢ ὄψεως ἔννοιάν τινα τοῦ ἐπιθυμητοῦ λάβοι. Φασὶ τοίνυν τῶν ἐξητακότων τὰ τοιαῦτά τινες, δικαιοσύνην εἶναι ἕξιν ἀπονεμητι‐ κὴν τοῦ ἴσου, καὶ τοῦ κατ’ ἀξίαν ἑκάστῳ. Οἷον εἴ τις χρημάτων διανομῆς γένοιτο κύριος, ὁ πρὸς τὸ ἴσον

44

.

1233

(50)

βλέπων, καὶ συμμετρῶν τῇ χρείᾳ τῶν μετεχόντων τὴν δόσιν, δίκαιος λέγεται· καὶ εἴ τις τοῦ κρίνειν τὴν ἐξουσίαν λαβὼν, μὴ πρὸς χάριν τινὰ καὶ ἀπέχθειαν τὴν ψῆφον φέροι, ἀλλὰ τῇ φύσει τῶν πραγμάτων ἑπόμενος, τιμωροῖτό τε τοὺς ἀξίους, καὶ τὴν σώζου‐
55σαν ψῆφον πρὸς τοὺς ἀνευθύνους φέροι, καὶ τῶν λοι‐ πῶν ἀμφισβητημάτων ἐν ἀληθείᾳ ποιοῖτο τὴν κρίσιν, καὶ οὗτος δίκαιος λέγεται. Καὶ ὁ τοὺς φόρους τοῖς ὑποχειρίοις τάσσων, ὅταν σύμμετρον ἐπιβάλῃ τῇ δυ‐
νάμει τὸν φόρον, καὶ οἰκείας δεσπότης, καὶ πόλεως1233

44

.

1236

ἄρχων, καὶ ἐθνῶν βασιλεὺς, εἰ καταλλήλως ἡγοῖτο τῶν ὑποτεταγμένων ἕκαστος τούτων, μὴ ὁρμαῖς ἀλό‐ γοις ὑπ’ ἐξουσίας κινούμενος, ἀλλ’ εὐθύτητι τὸ ὑπ‐ ήκοον κρίνων, καὶ πρὸς τὰς προαιρέσεις τῶν ὑποχει‐
5ρίων τῇ γνώμῃ συναρμοζόμενος· πάντα τὰ τοιαῦτα τῷ λόγῳ τῆς δικαιοσύνης ἀνατιθέασιν, οἱ τῇ τοιαύτῃ ἕξει τὸ δίκαιον ὁριζόμενοι. Ἐγὼ δὲ πρὸς τὸ ὕψος βλέπων τῆς θείας νομοθεσίας, πλέον τι τῶν εἰρημένων ἐν τῇ δικαιοσύνῃ ταύτῃ νοεῖσθαι στοχάζομαι. Εἰ γὰρ κοινὸς
10μὲν πρὸς πᾶσαν τὴν ἀνθρωπίνην φύσιν ὁ σωτήριος λόγος, οὐ παντὸς δέ ἐστιν ἀνθρώπου τὸ ἐν τοῖς εἰρη‐ μένοις εἶναι (ὀλίγων γὰρ τὸ βασιλεύειν, τὸ ἄρχειν, τὸ δικάζειν, τὸ ἐν ἐξουσία χρημάτων, ἤ τινος ἄλλης οἰκονομίας γενέσθαι· τὸ δὲ πλῆθος ἐν τοῖς ὑποχειρίοις
15τε καὶ οἰκονομουμένοις ἐστίν)· πῶς ἄν τις δέξαιτο τὴν ἀληθῆ δικαιοσύνην ἐκείνην εἶναι, ἣ μὴ πᾶσι πρόκειται ὁμοτίμως τῇ φύσει; Εἰ γὰρ ὁ σκοπὸς τῷ δικαίῳ κατὰ τοὺς ἔξωθεν λόγους τὸ ἴσον ἐστίν· ἡ δὲ ὑπεροχὴ τὸ ἄνισον ἔχει· οὐκ ἔστι τὸν ἀποδεδομένον
20τῆς δικαιοσύνης λόγον ἀληθῆ νομίσαι, εὐθὺς τῷ κατὰ τὸν βίον ἀνίσῳ διελεγχόμενον. Τίς οὖν ἡ δικαιοσύνη ἡ εἰς πάντας φθάνουσα; Ἧς ἡ ἐπιθυμία κοινὴ πρό‐ κειται παντὶ τῷ κατὰ τὴν εὐαγγελικὴν τράπεζαν βλέποντι· κἂν πλούσιός τις ᾖ, κἂν πένης, κἂν δου‐
25λεύῃ, κἂν κυριεύῃ, κἂν εὐπατρίδης, κἂν ἀργυρώνη‐ τος, οὐδεμιᾶς περιστάσεως, οὔτε πλεοναζούσης, οὔτε ὑποστελλούσης τοῦ δικαίου τὸν λόγον. Εἰ γὰρ ἐν μόνῳ τῷ προήκοντι κατ’ ἐξουσίαν τινὰ καὶ ὑπεροχὴν τὸ τοιοῦτον εὑρίσκοιτο· πῶς δίκαιος ὁ τῷ πυλῶνι
30τοῦ πλουσίου παρεῤῥιμμένος Λάζαρος, ὁ μηδεμίαν ὕλην πρὸς τὴν τοιαύτην δικαιοσύνην ἔχων, οὐκ ἀρχὴν, οὐκ ἐξουσίαν, οὐκ οἶκον, οὐ τράπεζαν, οὐκ ἄλλην τινὰ πρὸς τὸν βίον παρασκευὴν, δι’ ἧς ἔστι τὴν δικαιοσύ‐ νην ἐκείνην ἐργάζεσθαι; Εἰ γὰρ ἐν τῷ ἄρχειν, ἢ δια‐
35νέμειν, ἤ τι ὅλως οἰκονομεῖν τὸ δίκαιόν ἐστιν εἶναι, ὁ μὴ ὣν ἐν ἐκείνοις, ἔξω τοῦ δικαίου πάντως ἐστίν. Πῶς οὖν ἀξιοῦται τῆς ἀναπαύσεως ὁ μηδὲν ἐσχηκὼς τούτων, δι’ ὧν ἡ δικαιοσύνη κατὰ τὸν τῶν πολλῶν λόγον χαρακτηρίζεται. Οὐκοῦν ζητητέα ἡμῖν ἡ δικαιο‐
40σύνη ἐκείνη, ἧς ὁ ἐπιθυμήσας ἐν ἐπαγγελίᾳ τὴν ἀπόλαυσιν ἔχει. Μακάριοι γὰρ, φησὶν, οἱ πεινῶντες τὴν δικαιοσύνην· ὅτι αὐτοὶ χορτασθήσονται.

44

.

1236

(50)

Πολλῶν καὶ παντοδαπῶν προκειμένων εἰς μετου‐ σίαν, ἐφ’ ἃ ἡ ἀνθρωπίνη φύσις τὴν ὀρεκτικὴν ὁρμὴν ἔχει, πολλῆς ἡμῖν χρεία τῆς ἐπιστήμης, ὥστε ἡμῖν διακρίνειν ἐν τοῖς τοιούτοις ἐδωδίμοις τὸ τρόφιμόν τε καὶ δηλητήριον, ὡς ἂν μὴ τὸ δοκοῦν ὑπὸ τῆς ψυχῆς
55ἐν τροφῆς μέρει παραλαμβάνεσθαι, θάνατον ἡμῖν καὶ διαφθορὰν ἀντὶ τῆς ζωῆς ἐνεργήσειεν. Οὐκ ἄκαι‐ ρον δὲ ἴσως, διά τινος ἑτέρου τῶν κατὰ τὸ Εὐαγγέ‐ λιον ζητουμένων, τὴν περὶ τούτου διαρθρῶσαι διά‐
νοιαν. Ὁ κατὰ πάντα κοινωνήσας ἡμῖν χωρὶς ἁμαρ‐1235

44

.

1237

τίας, καὶ συμμετασχὼν ἡμῖν τῶν αὐτῶν παθημάτων, τὴν πεῖναν οὐκ ἔκρινεν ἁμαρτίαν, οὐδὲ ἀπώσατο τῆς ἑαυτοῦ πείρας τὸ κατ’ αὐτὴν πάθος, ἀλλ’ ἐδέξατο τὴν ὀρεκτικὴν ὁρμὴν τῆς φύσεως τὴν ἐπὶ τῇ τροφῇ γι‐
5νομένην. Ἀπόσιτος γὰρ τεσσαράκοντα ἡμερῶν δια‐ μείνας, ὕστερον ἐπείνασεν· ἔδωκε γὰρ ὅτε ἐβούλετο τῇ φύσει καιρὸν τὰ ἑαυτῆς ἐνεργῆσαι. Ἀλλ’ ὁ τῶν πειρασμῶν εὑρετὴς, ὅτε ἔγνω τὸ κατὰ πεῖναν πάθος καὶ ἐν ἐκείνῳ γενόμενον, συνεβούλευσε λίθοις τὴν
10ὄρεξιν δεξιώσασθαι· τοῦτο δέ ἐστι, τὸ παρατρέψαι τὴν ἐπιθυμίαν ἐκ τῆς κατὰ φύσιν τροφῆς ἐπὶ τὰ ἔξω τῆς φύσεως. Εἰπὲ γὰρ, φησὶν, ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Τί γὰρ ἠδίκησεν ἡ γεωργία; Τίνος δὲ χάριν ἐβδελύχθη τὰ σπέρματα, ὡς τὴν ἀπὸ τού‐
15των ἀτιμασθῆναι τροφήν; Τί δὲ καταγινώσκεται ἡ τοῦ Δημιουργοῦ σοφία, ὡς οὐ δεόντως διὰ τῶν σπερ‐ μάτων τὸ ἀνθρώπινον τρέφουσα; Εἰ γὰρ ὁ λίθος εἰς τροφὴν οἰκειότερος νῦν ἀναφαίνεται· ἄρα τῆς δεού‐ σης περὶ τὴν ἀνθρωπίνην ζωὴν προμηθείας ἡ τοῦ
20Θεοῦ σοφία διήμαρτεν. Εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Ταῦτα λέγει μέχρι τοῦ νῦν τοῖς ὑπὸ τῆς ἰδίας πειραζομένοις ὀρέξεως, καὶ λέγων, ὡς ἐπιτο‐ πολὺ πείθει ἐπὶ λίθων σιτοποιεῖσθαι τοὺς πρὸς αὐτὸν βλέποντας. Ὅταν γὰρ ἐκβαίνῃ τοὺς ἀναγκαίους ὅρους
25τῆς χρείας ἡ ὄρεξις, τί ἄλλο καὶ οὐχὶ διαβόλου ἐστὶ συμβουλὴ, τοῦ τότε τὴν ἐκ σπερμάτων παραγραφο‐ μένου τροφὴν, καὶ ἐπὶ τὰ ἔξω τῆς φύσεως προκα‐ λουμένου τὴν ὄρεξιν; Ἐκ λίθων ἐσθίουσιν, οἱ τὸν τῆς πλεονεξίας ἄρτον παρατιθέμενοι· οἱ τὰς πολυταλάν‐
30τους καὶ φλεγμαινούσας τραπέζας ἑαυτοῖς ἐξ ἀδικιῶν ἑτοιμάζοντες· ὧν ἡ παρασκευὴ τῶν δείπνων, πομπή τίς ἐστι μεμηχανημένη πρὸς ἔκπληξιν, ἔξω τῶν ἀναγκαίων τῇ ζωῇ παραπίπτουσα. Τί γὰρ κοινὸν ἔχει πρὸς τὴν τῆς φύσεως χρείαν ἡ ἄβρωτος ὕλη τοῦ
35ἀργύρου, ἐν βαρεῖ τε καὶ δυσβαστάκτῳ προτιθεμένη τῷ σταθμῷ; Τί ἐστι τὸ τῆς πείνης πάθος; Οὐχὶ τοῦ ἐνδέοντος ἔφεσις; Διαπνευσθείσης γὰρ τῆς δυνάμεως, πάλιν ἀναπληροῦται τὸ λεῖπον τῇ καταλλήλῳ προσ‐ θήκῃ. Ἄρτος γάρ ἐστιν, ἢ ἄλλο τι τῶν ἐδωδίμων,
40οὗ ἡ φύσις ἐφίεται. Εἰ οὖν τις προσαγάγοι χρυσίον ἀντὶ ἄρτου τῷ στόματι, ἆρα θεραπεύει τὴν ἔνδειαν; Ὅταν οὖν τὰς ἀβρώτους τις ὕλας πρὸ τῶν ἐδωδίμων ἐπιζητῇ, ἐν λίθοις ἄντικρυς ἔχει τὴν ἀσχολίαν, ἄλλο ζητούσης τῆς φύσεως, ἐν ἄλλῳ καταγινόμενος. Λέγει
45ἡ φύσις, διὰ τοῦ κατὰ τὴν πεῖναν πάθους μονονουχὶ φωνὴν ἀφιεῖσα, τὸ ἐν χρείᾳ νῦν εἶναι βρώσεως· διὰ τὸ δεῖν ἀντεισαγαγεῖν πάλιν τῷ σώματι τὸ διαπνευσθὲν τῆς δυνάμεως· σὺ δὲ οὐκ ἀκούεις τῆς φύσεως· οὐ γὰρ ὃ ζητεῖ δίδως· ἀλλ’ ὅπως ἂν πολύ σοι γένοιτο

44

.

1237

(50)

τοῦ ἀργύρου τὸ ἄχθος ἐπὶ τῆς τραπέζης φροντίζεις, καὶ τοὺς χαλκευτὰς τῆς ὕλης ἀναζητεῖς· καὶ τὴν ἱστορίαν τῶν ἐγγλυφομένων ταῖς ὕλαις εἰδώλων πε‐ ριεργάζῃ, ὅπως ἂν δι’ ἀκριβείας τοῖς γλύμμασι τὰ πάθη τε καὶ τὰ ἤθη διὰ τῆς τέχνης εἰσενεχθείη· ὡς
55ἐπιγνῶναί τε τὸν θυμὸν τοῦ ὁπλίτου, ὅταν τὸ ξίφος πρὸς τὴν σφαγὴν ἀνατείνηται, καὶ τὴν ἀλγηδόνα τοῦ τραυματίου, ὅταν πρὸς τὴν καιρίαν συνεσταλμένος οἰμώζειν δόξῃ διὰ τοῦ σχήματος· καὶ τὴν ὁρμὴν τοῦ
θηρεύοντος, καὶ τοῦ θηρίου τὴν ἀγριότητα· καὶ ὅσα1237

44

.

1240

ἄλλα διὰ τῆς τοιαύτης περιεργίας ἐν ταῖς ἐπιτραπε‐ ζίοις ὕλαις φιλοτεχνοῦσιν οἱ μάταιοι. Πιεῖν ἡ φύσις ἐζήτησεν, σὺ δὲ τοὺς πολυταλάντους τρίποδας εὐτρε‐ πίζεις, πλυνούς τε καὶ κρατῆρας, καὶ ἀμφορέας, καὶ
5ἄλλα μυρία, μηδὲν ἔχοντα πρὸς τὴν ἐπιζητουμένην χρείαν κοινόν. Ἆρα οὐχὶ φανερῶς ἀκούεις δι’ ὧν ποιεῖς τοῦ πρὸς τὸν λίθον σοι συμβουλεύοντος βλέπειν; Τί δ’ ἄν τις τὰ λοιπὰ τῆς λιθώδους ταύτης διεξίοι τροφῆς, τὰ αἰσχρὰ θεάματα; τὰ ἐμπαθῆ ἀκροάματα,
10δι’ ὧν ὁδοποιοῦσιν ἑαυτοῖς τὴν τῶν κακῶν ἀκολουθίαν τοῖς ὑπεκκαύμασι τῆς ἀκολασίας τὴν τροφὴν ἐπαρ‐ τύοντες;
17 Αὕτη τοῦ ἀντικειμένου περὶ τῆς τροφῆς ἐστι συμ‐ βουλὴ, ταῦτα διὰ τοῦ πρὸς τοὺς λίθους βλέπειν, ἀντὶ τῆς νενομισμένης τοῦ ἄρτου χρήσεως ὑποτίθεται.
20Ἀλλ’ ὁ τῶν πειρασμῶν καθαιρέτης, οὐχὶ τὴν πεῖναν ἐξορίζει τῆς φύσεως, ὡς κακῶν αἰτίαν, ἀλλὰ τὴν περιεργίαν τὴν ἐκ συμβουλῆς τοῦ ἀντικειμένου συν‐ εισιοῦσαν τῇ χρείᾳ, μόνην ἀποπεμψάμενος, ἀφῆκεν τοῖς ἰδίοις ὅροις οἰκονομεῖσθαι τὴν φύσιν. Ὥσπερ γὰρ οἱ
25διηθοῦντες τὸν οἶνον οὐκ ἀτιμάζουσιν αὐτοῦ τὸ χρή‐ σιμον, διὰ τὴν καταμιχθεῖσαν ἄχνην αὐτῷ· ἀλλὰ τῷ ἰθμῷ τὰ περιττὰ διακρίναντες, τοῦ καθαροῦ τὴν χρῆσιν οὐκ ἀποβάλλουσιν· οὕτως ὁ θεωρητικός τε καὶ διακριτικὸς τῶν ἀλλοτρίων τῆς φύσεως, Λόγος, τῇ
30λεπτότητι τῆς ἀκριβοῦς θεωρίας, τὴν μὲν πεῖναν, ὡς συντηρητικὴν οὖσαν τῆς ζωῆς ἡμῶν οὐκ ἐξώρισεν· τὰς δὲ συμπλεκομένας τῇ χρείᾳ περιεργίας, διήθησέν τε καὶ ἀπέῤῥιψεν, εἰπών· ἐκεῖνον εἰδέναι τρόφιμον ἄρτον, ὃς τῷ ῥήματι τοῦ Θεοῦ πρὸς τὴν φύσιν ᾠκείω‐
35ται. Εἰ οὖν ἐπείνασεν ὁ Ἰησοῦς, μακαριστὸν ἂν εἴη τὸ πεινᾷν, ὅταν κατὰ μίμησιν ἐκείνου ἐνεργῆται καὶ ἐν ἡμῖν. Εἰ τοίνυν ἔγνωμεν τί ἐστιν οὗ πεινᾷ Κύριος, γνωσόμεθα πάντως τοῦ μακαρισμοῦ τοῦ νῦν ἡμῖν προκειμένου τὴν δύναμιν. Ποία οὖν ἐστιν ἡ βρῶσις,
40ἧς ὁ Ἰησοῦς τὴν ἐπιθυμίαν οὐκ ἐπαισχύνεται; Φησὶ πρὸς τοὺς μαθητὰς μετὰ τὸν πρὸς τὴν Σαμαρεῖτιν διάλογον· ὅτι Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέ‐ λημα τοῦ Πατρός μου· φανερὸν δὲ τοῦ Πατρός ἐστι τὸ θέλημα, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι,
45καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Οὐκοῦν εἰ ἐκεῖνος ὀρέγεται τοῦ ἡμᾶς σωθῆναι, καὶ τροφὴ αὐτοῦ γίνε‐ ται ἡ ἡμετέρα ζωὴ, μεμαθήκαμεν εἰς ὅ τι χρηστέον ἂν εἴη τῇ τοιαύτῃ τῆς ψυχῆς διαθέσει. Τί οὖν τοῦτό ἐστι; Πεινάσωμεν τὴν ἑαυτῶν σωτηρίαν, διψήσωμεν

44

.

1240

(50)

τοῦ θείου θελήματος, ὅπερ ἐστὶ τὸ ἡμᾶς σωθῆναι. Πῶς οὖν ἐστι τὴν τοιαύτην ἡμῖν κατορθωθῆναι πεῖ‐ ναν, νῦν παρὰ τοῦ μακαρισμοῦ μεμαθήκαμεν. Ὁ γὰρ τὴν δικαιοσύνην τοῦ Θεοῦ ποθήσας, εὗρεν τὸ ἀλη‐ θῶς ὀρεκτόν· οὗ τὴν ἐπιθυμίαν οὐχ ἑνὶ τρόπῳ τῶν
55κατὰ τὴν ὄρεξιν ἐνεργουμένων ἐπλήρωσεν· οὐ γὰρ μόνον ὡς βρῶσιν τὴν τοῦ δικαίου μετουσίαν ἐπόθησεν.
Ἡμιτελὴς γὰρ ἂν ἦν ἐπὶ ταύτης μόνης τῆς διαθέσεως1239

44

.

1241

στᾶσα ἡ ὄρεξις, νυνὶ δὲ καὶ πότιμον τὸ ἀγαθὸν τοῦτο ἐποίησεν, ἵνα τὸ ἔνθερμόν τε καὶ διακαὲς τῆς ἐπιθυ‐ μίας τῷ πάθει τῆς δίψης ἐνδείξηται. Ξηροὶ γὰρ τρό‐ πον τινὰ καὶ φλογώδεις ἐν τῷ καιρῷ τοῦ δίψους γινό‐
5μενοι, ὡς θεραπευτικὸν τῆς τοιαύτης διαθέσεως τὸ ποτὸν μεθ’ ἡδονῆς προσφερόμεθα. Ἐπεὶ οὖν μία μὲν τῷ γένει ἡ ὄρεξις ἐπὶ βρώσεώς τε καὶ πόσεως· διάφορον δὲ ἡ πρὸς ἑκάτερον τούτων διάθεσις, ὡς ἂν τὸ ἀκρό‐ τατον τῆς πρὸς τὸ ἀγαθὸν ἐπιθυμίας ὁ λόγος ἡμῖν
10νομοθετήσειεν· μακαρίζει τοὺς τὰ δύο ταῦτα πρὸς τὴν δικαιοσύνην πάσχοντας, τὴν πεῖνάν τε καὶ τὴν δίψαν, ὡς ἱκανοῦ ὄντος τοῦ ποθουμένου πρὸς ἑκατέ‐ ραν ἁρμοσθῆναι καταλλήλως τὴν ὄρεξιν, καὶ στεῤῥὰν μὲν τῷ πεινῶντι γίνεσθαι τροφὴν, πότιμον δὲ τῷ
15διψητικῶς ἐφελκυσαμένῳ τὴν χάριν.
18 Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιο‐ σύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Ἆρ’ οὖν τὸ μὲν
20πρὸς τὴν δικαιοσύνην ὀρεκτικῶς ἔχειν μακαριστὸν, εἰ δέ τις πρὸς τὴν σωφροσύνην, ἢ τὴν σοφίαν, ἢ τὴν φρόνησιν, ἢ εἴ τι ἄλλο τῆς ἀρετῆς εἶδός ἐστιν, ὁμοίως ἔχει, τοῦτον οὐ μακαρίζει ὁ Λόγος; Ἀλλὰ τοιοῦτόν τινα τάχα νοῦν τὸ λεγόμενον ἔχει· Ἓν τῶν κατ’ ἀρε‐
25τὴν νοουμένων, ἡ δικαιοσύνη ἐστίν. Συνήθως δὲ πολ‐ λάκις ἡ θεία Γραφὴ διὰ τῆς τοῦ μέρους μνήμης, περιλαμβάνει τὸ ὅλον· ὡς ὅταν τὴν θείαν φύσιν δι’ ὀνομάτων τινῶν ἑρμηνεύῃ. Λέγει γὰρ, Ἐγὼ Κύριος, ὡς ἐκ προσώπου τοῦ Θεοῦ ἡ προφητεία· τοῦτό μοι ὄνο‐
30μα αἰώνιον· καὶ μνημόσυνον γενεῶν γενεαῖς. Καὶ πάλιν ἑτέρωθί φησιν· Ἐγώ εἰμι ὁ ὤν. Καὶ ἐν ἑτέρῳ· ὅτι Ἐλεήμων εἰμί. Καὶ μυρίοις ἄλλοις ὀνόμασι τοῖς τὸ ὑψηλόν τε καὶ θεοπρεπὲς διασημαίνουσιν, οἶδεν ὀνομάζειν αὐτὸν ἡ ἁγία Γραφὴ, ὥστε διὰ τούτων μα‐
35θεῖν ἀκριβῶς, ὅτι ὅταν ἕν τι εἴπῃ, πᾶς ὁ τῶν ὀνομά‐ των κατάλογος κατὰ τὸ σιωπώμενον τῷ ἑνὶ συνεκφω‐ νεῖται. Οὐ γὰρ ἐνδέχεται, ἐὰν Κύριος λέγηται, μὴ καὶ τὰ ἄλλα εἶναι· ἀλλὰ πάντα δι’ ἑνὸς ὀνόματος ὀνο‐ μάζεται. Διὰ τούτων οὖν μεμαθήκαμεν, ὅτι διὰ μέ‐
40ρους τινὸς πολλὰ περιλαμβάνειν οἶδεν ὁ θεόπνευστος Λόγος. Οὐκοῦν καὶ ἐνταῦθα τὴν δικαιοσύνην τοῖς μακαριστῶς πεινῶσι προκεῖσθαι ὁ Λόγος εἰπὼν, πᾶν εἶδος ἀρετῆς, διὰ ταύτης ἀποσημαίνει, ὡς ἐπίσης μακαριστὸν εἶναι τὸν καὶ φρόνησιν, καὶ ἀνδρείαν, καὶ
45σωφροσύνην πεινῶντα, καὶ εἴ τι ἕτερον ἐν τῷ αὐτῷ τῆς ἀρετῆς λόγῳ καταλαμβάνεται. Οὐδὲ γάρ ἐστι δυνατὸν ἕν τι τῆς ἀρετῆς εἶδος τῶν λοιπῶν διεζευ‐ γμένον, αὐτὸ καθ’ ἑαυτὸ τελείαν τὴν ἀρετὴν εἶναι. ᾯ γὰρ ἂν μὴ συνθεωρῆταί τι τῶν κατὰ τὸ ἀγαθὸν

44

.

1241

(50)

νοουμένων, ἀνάγκη πᾶσα τὸ ἀντιδιαστελλόμενον ἐπ’ αὐτοῦ χώραν ἔχειν· ἀντιδιέστηκε δὲ τῇ σωφροσύνῃ μὲν τὸ ἀκόλαστον· τῇ φρονήσει δὲ ἡ ἀφροσύνη, καὶ ἑκάστῳ τῶν πρὸς τὸ κρεῖττον ὑπειλημμένων ἐστί τι πάντως τὸ ἐκ τοῦ ἐναντίου νοούμενον. Εἰ οὖν μὴ
55πάντα τῇ δικαιοσύνῃ συνθεωροῖτο, ἀμήχανον ἂν εἴη τὸ λειπόμενον ἀγαθὸν εἶναι. Οὐκ ἂν γάρ τις εἴποι
ἄφρονα δικαιοσύνην, ἢ θρασεῖαν, ἢ ἀκόλαστον, ἢ ἄλ‐1241

44

.

1244

λο τι τῶν ἐν κακίᾳ θεωρουμένων. Εἰ δὲ παντὸς τοῦ χείρονος ἀμιγὴς ὁ τῆς δικαιοσύνης λόγος ἐστὶν, ἅπαν ἐν ἑαυτῷ πάντως τὸ ἀγαθὸν περιείληφεν· ἀγαθὸν δὲ πᾶν τὸ κατ’ ἀρετὴν θεωρούμενον. Οὐκοῦν πᾶσα ἀρετὴ
5τῷ ὀνόματι τῆς δικαιοσύνης ἐνταῦθα διασημαίνεται, ἧς τοὺς πεινῶντάς τε καὶ διψῶντας μακαρίζει ὁ Λό‐ γος, τὴν πλησμονὴν αὐτοῖς τῶν ἐπιθυμουμένων ἐπ‐ αγγελλόμενος.
13 Μακάριοι γὰρ, φησὶν, οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
15Τὸ δὲ λεγόμενον τοιοῦτόν μοί τινα νοῦν ἔχειν δοκεῖ· Οὐδὲν τῶν καθ’ ἡδονὴν ἐν τῷ βίῳ σπουδαζομένων πλήσμιον γίνεται τοῖς σπουδάζουσιν, ἀλλὰ, καθώς φησί που δι’ αἰνίγματος ἡ Σοφία· Πίθος τετρημένος ἐστὶν ἡ περὶ τὰς ἡδονὰς ἀσχολία· ᾧ πάντοτε κατὰ
20σπουδὴν ἐπαντλοῦντες, ἀπλήρωτόν τινα καὶ ἀνήνυ‐ τον ἐπιδείκνυνται κόπον οἱ περὶ ταῦτα σπουδάζοντες, ἐγχέοντες μὲν ἀεί τι τῷ βυθῷ τῆς ἐπιθυμίας, καὶ τὸ πρὸς ἡδονὴν ἐπεμβάλλοντες, εἰς κόρον δὲ τὴν ἐπι‐ θυμίαν οὐκ ἄγοντες. Τίς ἔγνω τῆς φιλαργυρίας ὅρον,
25διὰ τοῦ προσγενέσθαι τοῖς φιλαργυροῦσι τὸ σπουδα‐ ζόμενον; Τίς δοξομανῶν ἔληξεν, ἐν τῷ τυχεῖν ὧν ἐσπούδαζεν; ὁ δὲ τὴν ἡδονὴν ἐκπλήσας ἐν ἀκροάμασιν ἢ θεάμασιν, ἢ τῇ περὶ γαστέρα καὶ μετὰ γαστέρα μανίᾳ καὶ λύσσῃ· τί εὗρεν ἐκ τῆς ἀπολαύσεως αὐτῷ
30ταύτης περιγενόμενον; Οὐ πάσης ἡδονῆς εἶδος τῆς διὰ σώματος ἐκπληρουμένης ὁμοῦ τῷ προσπελάσαι παρίπταται, οὐδὲ πρὸς τὸ βραχύτατον τοῖς ἁψαμένοις αὐτῆς παραμενούσης; Τοῦτο τοίνυν τὸ ὑψηλὸν δόγμα παρὰ τοῦ Κυρίου μανθάνομεν, ὅτι μόνη ἡ κατ’ ἀρε‐
35τὴν ἡμῖν ἐγγινομένη σπουδὴ πάγιόν τί ἐστι καὶ ἐν‐ υπόστατον. Ὁ γάρ τι τῶν ὑψηλῶν κατορθώσας, οἷον σωφροσύνην, ἢ μετριότητα, ἢ τὴν πρὸς τὸ Θεῖον εὐ‐ σέβειαν, ἢ ἄλλο τι τῶν ὑψηλῶν τε καὶ εὐαγγελικῶν διδαγμάτων, οὐ παροδικὴν ἐφ’ ἑκάστῳ τῶν κατορθω‐
40μάτων καὶ ἄστατον τὴν εὐφροσύνην ἔχει, ἀλλ’ ἐνιδρυ‐ μένην καὶ διαμένουσαν, καὶ παντὶ συμπαρατεινομέ‐ νην τῷ τῆς ζωῆς διαστήματι. Διὰ τί; Ὅτι ταῦτα μὲν ἔξεστι διαπαντὸς ἐνεργεῖν, καὶ οὐδείς ἐστι καιρὸς ἐν παντὶ τῷ τῆς ζωῆς διαστήματι, τῆς ἀγαθῆς κόρον
45ἐμποιῶν ἐνεργείας. Ἥ τε γὰρ σωφροσύνη καὶ ἡ καθα‐ ρότης, καὶ τὸ ἐν παντὶ ἀγαθῷ ἀμετάπτωτον, καὶ τὸ πρὸς τὸ κακὸν ἀκοινώνητον ἀεὶ ἐνεργεῖται, ἕως ἄν τις πρὸς ἀρετὴν βλέπῃ, καὶ συμπαρατεινομένην ἔχει τῇ ἐνεργείᾳ τὴν εὐφροσύνην. Ἐπὶ δὲ τῶν ταῖς ἀτό‐

44

.

1244

(50)

ποις ἐπιθυμίαις ἐκκεχυμένων, κἂν διαπαντὸς αὐτοῖς ἡ ψυχὴ βλέπῃ πρὸς τὸ ἀκόλαστον, ἀλλ’ οὐκ ἀεὶ τὸ ἥδεσθαι πάρεστιν. Τήν τε γὰρ περὶ τὴν βρῶσιν λιχνείαν ὁ κόρος ἔστησεν, καὶ ἡ τοῦ πίνοντος ἡδονὴ συγκατεσβέσθη τῇ δίψῃ, καὶ τὰ ἄλλα κατὰ τὸν αὐτὸν
55τρόπον καὶ χρόνου τινὸς χρῄζει, καὶ διαλείμματος, ὥστε μαρανθείσης ἀπὸ τῆς ἡδονῆς καὶ τῆς πλησμο‐ νῆς, πάλιν ἀνακληθῆναι τὴν τοῦ ἡδύνοντος ὄρεξιν. Ἡ δὲ τῆς ἀρετῆς κτῆσις, οἷς ἂν ἅπαξ βεβαίως ἐνιδρυθῇ,
οὐ χρόνῳ μετρεῖται, οὔτε κόρῳ περιορίζεται· ἀλλὰ1243

44

.

1245

πάντοτε τοῖς κατ’ αὐτὴν ζῶσιν ἀκραιφνῆ τε καὶ νεα‐ ρὰν, καὶ ἀκμάζουσαν τῶν ἰδίων ἀγαθῶν παρέχει τὴν αἴσθησιν. Διὸ τοῖς ταῦτα πεινῶσιν, ὁ Θεὸς Λόγος τὴν πλησμονὴν ἐπαγγέλλεται πλησμονὴν ἐξάπτουσαν
5κόρῳ τὴν ὄρεξιν, οὐκ ἀμβλύνουσαν. Τοῦτο οὖν ἐστιν, ὃ διδάσκει ἐκ τοῦ ὑψηλοῦ τῶν νοημάτων ὄρους δια‐ λεγόμενος, τῷ μηδενὶ τοιούτῳ τὴν ἐπιθυμίαν ἡμῶν προσασχολεῖν, οὗ μηδὲν πρόκειται τοῖς σπουδάζουσι πέρας, ἐν οἷς ματαία τε καὶ ἀνόητός ἐστιν ἡ σπουδή·
10καθάπερ τοῖς τῇ κορυφῇ τῆς ἑαυτῶν σκιᾶς ἐπιτρέ‐ χουσιν, οἷς ὁ δρόμος ἐπὶ τὸ ἀνήνυτον φέρεται, εἰς ἐκεῖνο ἀεὶ ταχέως τοῦ διωκομένου ὑπεξιόντος τῷ ἐπι‐ τρέχοντι· ἀλλ’ ἐκεῖ τρέψαι τὴν ὄρεξιν, ἐν οἷς ἡ σπουδὴ κτῆμα τοῦ σπουδάζοντος γίνεται. Ὁ γὰρ τῆς
15ἀρετῆς ἐπιθυμήσας, κτῆμα ἴδιον ποιεῖται τὸ ἀγαθὸν, ἐν ἑαυτῷ βλέπων ὃ ἐπεθύμησεν. Μακάριος οὖν ὁ πει‐ νάσας τὴν σωφροσύνην· ἐμπλησθήσεται γὰρ τῆς καθαρότητος. Ἡ δὲ πλησμονὴ, καθὼς εἴρηται, οὐκ ἀποστροφὴν, ἀλλ’ ἐπίτασιν ποιεῖ τῆς ὀρέξεως, καὶ
20συναύξεται ἀλλήλοις κατὰ τὸ ἶσον ἀμφότερα. Τῇ τε γὰρ ἐπιθυμίᾳ τῆς ἀρετῆς ἡ τοῦ ἐπιθυμηθέντος κτῆ‐ σις ἐπηκολούθησεν· καὶ τὸ ἐγγενόμενον ἀγαθὸν ἄπαυ‐ στοι τὴν εὐφροσύνην τῇ ψυχῇ συνεισήνεγκεν. Τοιαύτη γὰρ ἡ τοῦ ἀγαθοῦ τούτου φύσις ἐστὶν, ὡς μὴ ἐν τῷ
25παρόντι μόνον καταγλυκαίνειν τὸν ἀπολαύοντα, ἀλλ’ ἐν πᾶσι τοῖς τοῦ χρόνου μέρεσιν ἐνεργὸν παρέχειν τὴν εὐφροσύνην. Καὶ γὰρ ἡ μνήμη τῶν ὀρθῶς βε‐ βιωμένων εὐφραίνει τὸν κατορθώσαντα· καὶ ἡ ἐν τῷ παρόντι ζωὴ, ὅταν δι’ ἀρετῆς διεξάγηται, καὶ ἡ τῆς
30ἀντιδόσεως προσδοκία, ἣν οὐκ ἄλλην εἶναί τινα ὑπο‐ λαμβάνω, ἢ αὐτὴν πάλιν τὴν ἀρετὴν, ἣ καὶ ἔργον ἐστὶ τῶν κατορθούντων, καὶ γέρας ἐπὶ τοῖς κατορθώ‐ μασι γίνεται.
40 Εἰ δὲ χρή τινος καὶ τολμηροῦ καθάψασθαι λόγου· δοκεῖ τάχα μοι διὰ τοῦ κατὰ τὴν ἀρετήν τε καὶ δικαιο‐ σύνην λόγου ἑαυτὸν προτιθέναι τῇ ὀρέξει τῶν ἀκουόν‐ των ὁ Κύριος· ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δι‐ καιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις, ἀλλὰ
45καὶ ἄρτος ἐξ οὐρανοῦ καταβαίνων, καὶ ὕδωρ ζῶν· οὗ διψῇν ὁμολογεῖ Δαβὶδ ἔν τινι ψαλμῳδίᾳ, τὸ μακαρι‐ στὸν τοῦτο τῆς ψυχῆς πάθος τῷ Θεῷ προσφέρων, ἐν οἷς φησιν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσο‐

44

.

1245

(50)

μαι τῷ προσώπῳ τοῦ Θεοῦ; Ὅς μοι δοκεῖ τῇ δυνά‐ μει τοῦ Πνεύματος προπαιδευθεὶς τὰ μεγαλοφυῆ ταῦτα τοῦ Κυρίου διδάγματα, καὶ τὴν πλησμονὴν τῆς τοιαύτης ὀρέξεως ἑαυτῷ προσειπεῖν. Ἐγὼ γὰρ, φησὶν, ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου,
55χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου. Αὕτη οὖν ἐστι κατά γε τὸν ἐμὸν λόγον ἡ ἀληθὴς ἀρετὴ,
τὸ ἀμιγὲς τοῦ χείρονος ἀγαθὸν, περὶ ὃ πᾶν νόημα1245

44

.

1248

τῶν πρὸς τὸ κρεῖττον νοουμένων καταλαμβάνεται αὐτὸς ὁ Θεὸς Λόγος, ἡ τοὺς οὐρανοὺς καλύψασα ἀρετὴ, καθὼς ὁ Ἀμβακοὺμ διεξέρχεται, καὶ καλῶς οἱ ταύτην τοῦ Θεοῦ τὴν δικαιοσύνην πεινῶντες, ἐμακαρίσθησαν.
5Τῷ ὄντι γὰρ ὁ γευσάμενος τοῦ Κυρίου, καθὼς ἡ ψαλμῳδία λέγει, τουτέστιν, ὁ ἐν ἑαυτῷ δεξάμενος τὸν Θεὸν, πλήρης γίνεται οὗ ἐδίψησέν τε καὶ ἐπείνασεν, κατὰ τὴν ὑπόσχεσιν τοῦ εἰπόντος· ὅτι Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιήσο‐
10μεν, τοῦ ἁγίου Πνεύματος δηλονότι προενοικήσαντος. Οὕτω μοι δοκεῖ καὶ Παῦλος ὁ μέγας ὁ τῶν ἀποῤῥήτων ἐκείνων καρπῶν τῶν ἐκ τοῦ παραδείσου ἀπογευσά‐ μενος, καὶ πλήρης ὧν ἐγεύσατο εἶναι, καὶ ἀεὶ πει‐ νῶν. Καὶ γὰρ πεπληρῶσθαι τοῦ ποθουμένου ὁμολογεῖ
15λέγων· Ζῇ δὲ ἐν ἐμοὶ Χριστός· καὶ ὡς πεινῶν ἀεὶ τοῖς ἔμπροσθεν ἐπεκτείνεται λέγων· Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, τρέχω δὲ ἵνα κατα‐ λάβω. Δεδόσθω γὰρ ἡμῖν κατ’ ἐξουσίαν ὑποθετικῶς εἶναί τι λέγειν, ὃ ἡ φύσις οὐκ ἔχει. Καθάπερ γὰρ ἐπὶ
20τῆς αἰσθητῆς βρώσεως, εἰ μηδὲν περιττωματικῶς τῶν εἰς τροφὴν λαμβανομένων ἐξεποιεῖτο, ἀλλὰ τὸ ὅλον εἰς προσθήκην τοῦ σωματικοῦ ὕψους ἀνελαμ‐ βάνετο, εἰς πολὺ ἂν ὕψος ἐπήρθη τὰ σώματα, τῆς καθ’ ἡμέραν τροφῆς δι’ ἑαυτῆς ἐπαυξούσης τὸ μέγε‐
25θος· οὕτως ἡ δικαιοσύνη ἐκείνη, καὶ πᾶσα ἡ μετ’ αὐτῆς ἀρετὴ, ἐπειδὴ οὐκ ἐκποιεῖται ἐσθιομένη κατὰ τὸν νοητὸν τῆς βρώσεως τρόπον, ὑψηλοτέρους ἀεὶ ποιεῖ δι’ ἑαυτῆς τοὺς μετέχοντας, πάντοτε τῇ παρ’ ἑαυτῆς προσθήκῃ τὸ μέγεθος αὔξουσα. Οὐκοῦν εἰ νε‐
30νόηται ἡμῖν ἡ μακαριστὴ πεῖνα, πᾶσαν τὴν ἀπὸ κα‐ κίας πληθώραν ἐμέσαντες, πεινάσωμεν τὴν δικαιο‐ σύνην τοῦ Θεοῦ, ἵνα καὶ εἰς πλησμονὴν αὐτῆς ἔλθω‐ μεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
37tΛΟΓΟΣ Εʹ.
38nΜακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
39Τάχα τι τοιοῦτόν ἐστιν, ὃ διά τινος ὀπτασίας ὁ
40Ἰακὼβ δι’ αἰνίγματος ἐπαιδεύθη, κλίμακα ἰδὼν ἀπὸ γῆς ἐπὶ τὸ οὐράνιον ὕψος διήκουσαν, καὶ τὸν Θεὸν ἐπ’ αὐτῆς ἐστηριγμένον, οἷον δὴ νῦν καὶ ἡμῖν ἡ διὰ τῶν μακαρισμῶν διδασκαλία ποιεῖ, ἀεὶ πρὸς τὰ ὑψη‐ λότερα τῶν νοημάτων τοὺς δι’ αὐτῆς ἀνιόντας ἐπ‐
45αίρουσα. Καὶ γὰρ ἐκεῖ τῷ πατριάρχῃ τὸν κατ’ ἀρετὴν οἶμαι βίον τῷ εἴδει τῆς κλίμακος διατυποῦσθαι, ὡς ἂν αὐτός τε μάθοι καὶ τοῖς μετ’ αὐτὸν ὑφηγήσαιτο, ὅτι οὐκ ἔστιν ἄλλως πρὸς τὸν Θεὸν ὑψωθῆναι, μὴ ἀεὶ πρὸς τὰ ἄνω βλέποντα, καὶ τὴν τῶν ὑψηλῶν ἐπιθυ‐

44

.

1248

(50)

μίαν ἄληκτον ἔχοντα, ὡς μὴ ἀγαπᾷν ἐπὶ τῶν ἤδη κατορθωθέντων μένειν, ἀλλὰ ζημίαν ποιεῖσθαι, εἰ τοῦ ὑπερκειμένου μὴ ἅψαιτο. Καὶ ἐνταῦθα οὖν ὕψος τῶν ἐπ’ ἀλλήλων μακαρισμῶν αὐτῷ προσεγγίζειν τῷ Θεῷ παρασκευάζει, τῷ ἀληθῶς μακαρίῳ, καὶ πάσης
55ἐπεστηριγμένῳ μακαριότητος. Πάντως δὲ, ὡς τῷ1247

44

.

1249

σοφῷ διὰ σοφίας, καὶ διὰ καθαρότητος τῷ καθαρῷ προσεγγίζομεν, οὕτω καὶ τῷ μακαρίῳ διὰ τῆς ὁδοῦ τῶν μακαρισμῶν οἰκειούμεθα. Θεοῦ γὰρ ὡς ἀληθῶς ἴδιον ἡ μακαριότης ἐστίν· διὸ καὶ ἐπεστηρίχθαι τῇ
5τοιαύτῃ κλίμακι ὁ Ἰακὼβ τὸν Θεὸν διηγήσατο. Ἡ οὖν τῶν μακαρισμῶν μετουσία οὐδὲν ἄλλο, εἰ μὴ θεό‐ τητος κοινωνία ἐστὶ, πρὸς ἣν ἡμᾶς ἀνάγει διὰ τῶν λεγομένων ὁ Κύριος.
11 Δοκεῖ οὖν μοι θεοποιεῖν τρόπον τινὰ διὰ τῆς εἰς τὸ ἀκόλουθον προκειμένης τοῦ μακαρισμοῦ ὑφηγήσεως, τὸν ἀκούοντά τε καὶ συνιέντα τοῦ λόγου. Μακάριοι γὰρ, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
15Οἶδα πολλαχοῦ τῆς θείας Γραφῆς, τῷ ὀνόματι τοῦ ἐλεήμονος τοὺς ἁγίους ἄνδρας τὴν θείαν δύναμιν προσκαλουμένους· οὕτως ὁ Δαβὶδ ἐν ταῖς ὑμνῳδίαις· οὕτως Ἰωνᾶς ἐν τῇ καθ’ ἑαυτὸν προφητείᾳ· οὕτως ὁ μέγας Μωϋσῆς ἐν πολλοῖς τῆς νομοθεσίας κατανομά‐
20ζει τὸ Θεῖον. Εἰ οὖν πρέπουσα τῷ Θεῷ ἡ προσηγορία τοῦ ἐλεήμονος· τί ἄλλο καὶ οὐχὶ θεόν σε προσκαλεῖται γενέσθαι ὁ λόγος, οἱονεὶ μορφωθέντα τῷ τῆς θεότητος ἰδιώματι; Εἰ γὰρ ἐλεήμων ὁ Θεὸς παρὰ τῆς θεοπνεύ‐ στου Γραφῆς ὀνομάζεται· τὸ δὲ ἀληθῶς μακαριστὸν,
25ἡ θεότης ἐστί· φανερὸν ἂν εἴη τὸ ἐκ τοῦ ἀκολούθου νοούμενον, ὅτι κἂν ἄνθρωπός τις ὢν ἐλεήμων γένηται, τῆς θείας ἀξιοῦται μακαριότητος, ἐν ἐκείνῳ γενόμε‐ νος, ᾧ τὸ Θεῖον κατονομάζεται. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Πῶς οὖν οὐ
30μακάριον ἐκεῖνο κληθῆναι καὶ γενέσθαι τὸν ἄνθρω‐ πον, ᾧπερ ὁ Θεὸς ἐκ ποῦ ποιεῖν ὀνομάζεται; ἀλλὰ τὸ μὲν ζηλοῦν τὰ μείζονα τῶν χαρισμάτων, συμβουλεύει διὰ τῶν ἰδίων λόγων καὶ ὁ θεῖος Ἀπόστολος· ἡμῖν δὲ σκοπός ἐστιν, οὐχ ὅπως ἀναπεισθείημεν τῶν καλῶν
35ὀρέγεσθαι (τοῦτο γὰρ αὐτομάτως ἔγκειται τῇ ἀνθρω‐ πίνῃ φύσει, τὸ πρὸς τὸ καλὸν ἐπιῤῥεπῶς ἔχειν)· ἀλλ’ ὅπως ἂν μὴ ἁμάρτοιμεν τῆς τοῦ καλοῦ κρίσεως. Ἐν τούτῳ γὰρ μάλιστα τῷ μέρει πλημμελεῖται ἡμῶν ἡ ζωὴ, ἐν τῷ μὴ δύνασθαι ἀκριβῶς συνιέναι τί τὸ φύσει
40καλὸν, καὶ τί τὸ δι’ ἀπάτης τοιοῦτον ὑπονοούμενον. Εἰ γὰρ γυμνὴ προέκειτο ἡ κακία τῷ βίῳ, καὶ μή τινι καλοῦ φαντασίᾳ προσκεχρωσμένη, οὐκ ἂν ηὐτομόλησε πρὸς αὐτὴν τὸ ἀνθρώπινον. Οὐκοῦν συνέσεως ἡμῖν χρεία, πρὸς τὴν τοῦ προκειμένου ῥητοῦ κατανόησιν,
45ὡς ἂν διδαχθέντες τὸ ἀληθινὸν τοῦ ἐγκειμένου νοή‐ ματος κάλλος, κατ’ αὐτὸ μορφωθείημεν. Ὥσπερ γὰρ ἡ περὶ τὸ Θεῖον ὑπόληψις, ἔγκειται μὲν πᾶσι φυσι‐ κῶς τοῖς ἀνθρώποις· ἐν δὲ τῇ ἀγνοίᾳ τοῦ ἀληθῶς ὄντος Θεοῦ, ἡ περὶ τὸ σπουδαζόμενον γίνεται δι‐

44

.

1249

(50)

αμαρτία (οἷς μὲν γὰρ ἡ ἀληθὴς θεότης ἐστὶ σεβάσμιος, ἡ ἐν Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι θεωρουμένη· οἱ δὲ πρὸς ἀτόπους ὑπονοίας ἐπλανήθησαν, ἐν τῇ κτίσει τοιοῦτον ὑπονοοῦντες· καὶ διὰ τοῦτο ἡ ἐν ὀλίγῳ τῆς ἀληθείας παρατροπὴ, τῇ ἀσεβείᾳ τὴν πάροδον δέ‐
55δωκεν)· οὕτω καὶ ἐπὶ τοῦ προκειμένου νοήματος, εἰ
μὴ καταλάβοιμεν τὴν ἀληθῆ διάνοιαν, οὐκ ἐν ὀλίγῳ1249

44

.

1252

γένοιτο ἂν ἡμῖν ἡ ζημία τῆς ἀληθείας παρασφαλεῖ‐ σιν.
5 Τί τοίνυν ἐστὶν ὁ ἔλεος, καὶ περὶ τί ἐνεργούμενος; Καὶ πῶς μακάριος ὁ ἀντιλαμβάνων, ὃ δίδωσιν; Μα‐ κάριοι γὰρ, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεη‐ θήσονται. Ἡ μὲν οὖν πρόχειρος τοῦ ῥητοῦ διάνοια, πρὸς τὸ φιλάλληλόν τε καὶ συμπαθὲς προσκαλεῖται
10τὸν ἄνθρωπον, διὰ τὸ ἄνισόν τε καὶ ἀνώμαλον τῶν τοῦ βίου πραγμάτων οὐ πάντων ἐν τοῖς ὁμοίοις βιο‐ τευόντων, οὔτε κατὰ τὴν ἀξίαν, οὔτε κατὰ τὴν τοῦ σώματος κατασκευὴν, οὔτε κατὰ τὴν λοιπὴν περιου‐ σίαν. Μεμέρισται γὰρ ὡς τὰ πολλὰ, διὰ τῶν ἐναντίων
15ὁ βίος, δουλείᾳ καὶ κυριότητι, πλούτῳ καὶ πενίᾳ, δόξῃ καὶ ἀτιμίᾳ, σαθρότητι σώματος καὶ εὐεξίᾳ, καὶ πᾶσι τοῖς τοιούτοις διασχιζόμενος. Ὡς ἂν οὖν εἰς ἴσον ἔλ‐ θοι τῷ πλεονεκτοῦντι τὸ ὑστερούμενον, καὶ ἀναπλη‐ ρωθείη τὸ λειπόμενον τῷ περισσεύοντι, νομοθετεῖ τοῖς
20ἀνθρώποις ἐπὶ τῶν καταδεεστέρων τὸ ἔλεον. Οὐ γάρ ἐστιν ἄλλως πρὸς θεραπείαν τῆς συμφορᾶς τοῦ πέλας ὁρμῆσαι, μὴ ἐλέου τὴν ψυχὴν πρὸς τὴν τοιαύτην ὁρ‐ μὴν ἐκμαλάξαντος· ἐκ γὰρ τοῦ ἐναντίου τῇ ἀπηνείᾳ νοεῖται ὁ ἔλεος. Ὡς οὖν ὁ ἀπηνής τε καὶ ἄγριος, ἀπροσ‐
25πέλαστός ἐστι τοῖς ἐγγίζουσιν οὕτως ὁ συμπαθής τε καὶ ἐλεήμων, κατακιρνᾶταί πως τῇ διαθέσει πρὸς τὸ δεόμενον, ἐκείνῳ τῷ λυπουμένῳ γενόμενος, ὃ ἐπι‐ ζητεῖ ἡ ἀνιωμένη διάνοια. Καὶ ἔστιν ὁ ἔλεος, ὡς ἄν τις ὅρῳ περιλαβὼν ἑρμηνεύσειεν, ἑκούσιος λύπη ἐπ’
30ἀλλοτρίοις κακοῖς συνισταμένη.
35 Εἰ δὲ οὐκ ἀκριβῶς τὴν διάνοιαν αὐτοῦ παρεστήσα‐ μεν· τάχα ἄν ἄλλῳ λόγῳ διερμηνευθείη σαφέστερον. Ἔλεός ἐστιν ἐπὶ τῶν δυσφορούντων ἐπί τισιν ἀνιαροῖς ἀγαπητικὴ συνδιάθεσις. Ὥσπερ γὰρ τὸ ἀπηνές τε καὶ θηριῶδες, ἀπὸ τοῦ μίσους τὰς ἀφορμὰς ἔχει· οὕτως
40ἐκφύεταί πως τῆς ἀγάπης ὁ ἔλεος, οὐκ ἂν γενό‐ μενος, εἰ μὴ ἐκ ταύτης. Καὶ εἴ τις ἀκριβῶς ἐξετά‐ σειε τὸ τοῦ ἐλέου ἰδίωμα, ἐπίτασιν εὑρήσει τῆς ἀγαπητικῆς διαθέσεως, τῷ κατὰ τὴν λύπην πάθει συμμεμιγμένην. Ἡ μὲν γὰρ τῶν καλῶν κοινωνία
45πᾶσιν ὁμοίως, καὶ ἐχθροῖς, καὶ φίλοις σπουδά‐ ζεται· τὸ δὲ τῶν ἀνιαρῶν κοινωνεῖν ἐθέλειν, μό‐ νον ἴδιον τῶν τῇ ἀγάπῃ κεκρατημένων ἐστίν. Ἀλλὰ μὴν πάντων ὡμολόγηται τῶν κατὰ τὸν βίον τοῦτον ἐπιτηδευομένων ἡ ἀγάπη τὸ κράτιστον εἶναι. Ἐπί‐

44

.

1252

(50)

τασις δὲ ἀγάπης ὁ ἔλεος. Κυρίως ἄρα μακαριστὸς, ὁ ἐν τῇ τοιαύτῃ διαθέσει τὴν ψυχὴν ἔχων, ὡς τοῦ ἀκρο‐ τάτου κατὰ τὴν ἀρετὴν ἐφαπτόμενος· καὶ μηδεὶς ἐν μό‐ ναις ταῖς ὕλαις τὴν ἀρετὴν θεωρείτω· οὕτω γὰρ ἂν οὐ πάντως εἴη κατόρθωμα τὸ τοιοῦτον, πλὴν τοῦ δύνα‐
55μίν τινα πρὸς εὐποιΐαν ἔχοντος· ἀλλά μοι δοκεῖ δικαιό‐ τερον ἐν προαιρέσει τὸ τοιοῦτον βλέπειν. Ὁ γὰρ θε‐ λήσας τὸ ἀγαθὸν μόνον, κωλυθεὶς δὲ πρὸς τὸ καλὸν, τῷ μὴ δύνασθαι, κατ’ οὐδὲν ἐλαττοῦται τῆς ψυχῆς
διαθέσει, τοῦ διὰ τῶν ἔργων τὴν γνώμην δείξαντος.1251

44

.

1253

Ὅσον μὲν οὖν κέρδος ἐστὶ τῷ βίῳ, εἰ πρὸς τοῦτό τις ἐκλαμβάνει τοῦ μακαρισμοῦ τὴν διάνοιαν, περιττὸν ἂν εἴη διεξιέναι, φανερῶν ὄντων καὶ τοῖς κομιδῆ νηπίοις, τῶν ἐκ τῆς συμβουλῆς ταύτης τῷ βίῳ κατορθουμέ‐
5νων. Εἰ γὰρ πᾶσι καθ’ ὑπόθεσιν ἡ τοιαύτη τῆς ψυχῆς ἐγγένοιτο πρὸς τὸ ἐλαττούμενον σχέσις, οὐκέτ’ ἂν εἴη τὸ ὑπερέχον, καὶ ἐλαττούμενον· οὐκέτι πρὸς τὰ ἐναντία τῶν ὀνομάτων ὁ βίος διενεχθήσεται· οὐκ ἀνιάσει πενία τὸν ἄνθρωπον· οὐ ταπεινώσει δουλεία·
10οὐ λυπήσει ἀτιμία· πάντα γὰρ ἔσται πᾶσι κοινά· καὶ ἰσονομία καὶ ἰσηγορία τῷ βίῳ τῶν ἀνθρώπων ἐμπο‐ λιτεύεται· ἑκουσίως τοῦ πολιτεύοντος πρὸς τὸ λεῖ‐ πον ἐξισουμένου. Εἰ δὲ τοῦτο γένοιτο, οὐκέτ’ ἂν ὑπο‐ λειφθείη τις ἀπεχθείας ὑπόθεσις· ἀργὸς ὁ φθόνος·
15νεκρὸν τὸ μῖσος· ὑπερόριος ἡ μνησικακία, τὸ ψεῦδος, ἡ ἀπάτη, ὁ πόλεμος· (ἅπερ ἔγγονα πάντα τῇ τοῦ πλείονος ἐπιθυμίᾳ ἐστίν.) Ἐκείνης δὲ τῆς ἀσυμπα‐ θοῦς διαθέσεως ἐξορισθείσης, συνεκβάλλεται πάντως, οἷόν τινι πονηρᾷ ῥίζῃ, τὰ τῆς κακίας βλαστήματα.
20Τῇ. δὲ τῶν πονηρῶν ὑπεξαιρέσει ὁ τῶν ἀγαθῶν κατά‐ λογος ἀντεισέρχεται, εἰρήνη καὶ δικαιοσύνη, καὶ πᾶσα τῶν πρὸς τὸ κρεῖττον νοουμένων ἀκολουθία. Τί τοίνυν ἂν εἴη μακαριστότερον, τὸ οὕτω τὸν βίον ἔχειν, οὐκέτι μοχλοῖς καὶ λίθοις τὴν ἀσφάλειαν τῆς
25ζωῆς ἡμῶν πιστευόντων, ἀλλ’ ἐν ἀλλήλοις ἠσφαλι‐ σμένων; Ὥσπερ γὰρ ὁ ἀπηνής τε καὶ θηριώδης, δυσμενεῖς ἑαυτῷ τοὺς τῆς ἀγριότητος πεπειραμένους ποιεῖ· οὕτως ἐκ τοῦ ἐναντίου, εὔνοι ἅπαντες τῷ ἐλεοῦντι γινόμεθα, φυσικῶς τοῖς μετέχουσι τοῦ ἐλέου
30τὴν ἀγάπην ἐντίκτοντος. Οὐκοῦν ἐστιν ὁ ἔλεος, ὥς γε ὁ λόγος ὑπέδειξεν, εὐνοίας πατὴρ, ἀγάπης ἐνέχυρον, σύνδεσμος πάσης φιλικῆς διαθέσεως· τῆς δὲ ἀσφα‐ λείας ταύτης, τί ἂν ἐπινοηθείη κατὰ τὴν ζωὴν ὀχυ‐ ρώτερον; Ὥστε εἰκότως ὁ Λόγος μακαρίζει τὸν ἐλεή‐
35μονα, τοσούτων ἀγαθῶν τῷ ὀνόματι τούτῳ ἐμφαινο‐ μένων. Ἀλλὰ τὸ μὲν βιωφελῆ τὴν τοιαύτην συμβου‐ λὴν εἶναι, παντός ἐστι μὴ ἀγνοῆσαι· ἐμοὶ δὲ δοκεῖ πλέον τι τῶν ἐκ τοῦ προχείρου νοουμένων, τῇ τοῦ μέλλοντος ἐκλήψει δι’ ἀποῤῥήτων παραδηλοῦν ἡ
40διάνοια. Μακάριοι γὰρ, φησὶν, οἱ ἐλεήμονες· ὅτι αὐ‐ τοὶ ἐλεηθήσονται· ὡς ὕστερον ἀποκειμένης τοῖς ἐλεοῦσι τῆς κατὰ τὸν ἔλεον ἀντιδόσεως.
51 Οὐκοῦν ὡς ἂν οἷοί τε ὦμεν τὴν εὔληπτον ταύτην καὶ ἐκ τοῦ προχείρου τοῖς πολλοῖς εὑρισκομένην καταλιπόντες διάνοιαν, πρὸς τὸ ἐσώτερον τοῦ κατα‐ πετάσματος διακύψαι, τῷ λόγῳ κατὰ τὸ δυνατὸν ἐγ‐
55χειρήσωμεν. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεη‐ θήσονται. Ἔστι μὲν οὖν τι καὶ δογμάτων ὑψηλότε‐ ρον ἐν τῷ λόγῳ μαθεῖν· ὅτι πάντων ἀγαθῶν τὰς ἀφορμὰς ὁ κατ’ εἰκόνα ἑαυτοῦ ποιήσας τὸν ἄνθρωπον,
τῇ φύσει τοῦ πλάσματος ἐναπέθετο, ὡς μηδὲν ἡμῖν1253

44

.

1256

τῶν καλῶν ἔξωθεν ἐπεισκρίνεσθαι, ἀλλ’ ἐφ’ ἡμῖν εἶ‐ ναι ὅπερ βουλόμεθα, οἷον ἐκ ταμείου τινὸς προχειρι‐ ζομένους τὸ ἀγαθὸν ἐκ τῆς φύσεως· ἀπὸ μέρους γὰρ περὶ τοῦ παντὸς διδασκόμεθα, ὅτι οὐκ ἔστιν ἄλλως
5τινὰ τῶν κατ’ ἐπιθυμίαν τυχεῖν, μὴ αὐτὸν ἑαυτῷ τὸ ἀγαθὸν χαριζόμενον· διό φησί που πρὸς τοὺς ἀκούον‐ τας ὁ Κύριος, ὅτι Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν· καὶ, ὅτι Πᾶς ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται·
10ὡς καὶ τὸ λαβεῖν τὸ ποθούμενον, καὶ τὸ εὑρεῖν τὸ ζητούμενον, καὶ τὸ ἐντὸς τῶν ἐπιθυμουμένων γενέ‐ σθαι, ἐφ’ ἡμῖν εἶναι ὅταν βουλώμεθα, καὶ τῆς ἡμετέ‐ ρας ἐξηρτῆσθαι γνώμης. ᾯ κατὰ τὸ ἀκόλουθον συγ‐ κατασκευάζεται, καὶ τὸ ἐξ ἐναντίου νοούμενον, ὅτι
15καὶ ἡ πρὸς τὸ χεῖρον ῥοπὴ, μηδεμιᾶς ἔξωθεν βιαζο‐ μένης ἀνάγκης ἐγγίνεται, ἀλλ’ ὁμοῦ τὸ ἑλέσθαι τὸ κακὸν, ὑφίσταται, τότε εἰς γένεσιν παραγενόμενον, ὅταν ἑλώμεθα· αὐτὸ δὲ ἐφ’ ἑαυτοῦ κατ’ ἰδίαν ὑπό‐ στασιν ἔξω προαιρέσεως, οὐδαμοῦ τὸ κακὸν εὑρίσκε‐
20ται κείμενον. Ἐκ δὲ τούτων ἡ αὐτοκρατής τε καὶ αὐτ‐ εξούσιος δύναμις, ἣν ἐνετεκτήνατο τῇ φύσει τῶν ἀν‐ θρώπων ὁ τῆς φύσεως Κύριος, σαφῶς ἐπιδείκνυται, διὰ τοῦ πάντα τῆς προαιρέσεως τῆς ἡμετέρας ἠρτῆ‐ σθαι, εἴτε ἀγαθὰ, εἴτε χείρονα· τὴν δὲ θείαν κρίσιν
25ἀδεκάστῳ καὶ δικαίῳ. ψήφῳ τῆς κατὰ τὴν ἡμετέραν πρόθεσιν ἑπομένην, ἐκεῖνο νέμειν ἑκάστῳ, ὅπερ ἂν ἑαυτῷ τις παρεχόμενος τύχῃ· τοῖς μὲν, καθώς φη‐ σιν ὁ Ἀπόστολος, καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν ζητοῦσι, ζωὴν αἰώνιον· τοῖς δὲ ἀπειθοῦσι
30μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, ὀργὴν καὶ θλίψιν, καὶ πάντα ὅσα τῆς σκυθρωπῆς ἀντιδόσεώς ἐστιν ὀνόματα. Ὥσπερ γὰρ τὰ ἀκριβῆ τῶν κατόπτρων τοιαύτας δείκνυσι τὰς τῶν προσώπων ἐμφάσεις, οἷά περ ἂν τὰ πρόσωπα ᾖ, φαιδρὰ μὲν τῶν φαιδρυ‐
35νομένων, κατηφῆ δὲ τῶν σκυθρωπαζόντων· καὶ οὐκ ἄν τις αἰτιάσαιτο τὴν τοῦ κατόπτρου φύσιν, εἰ σκυ‐ θρωπὸν ἐμφανείη τὸ ἀπεικόνισμα τοῦ πρωτοτύπου διὰ κατηφείας συμπεπτωκότος· οὕτω καὶ ἡ δικαία τοῦ Θεοῦ κρίσις ταῖς ἡμετέραις διαθέσεσιν ἐξομοιοῦται,
40οἷά περ ἂν τὰ παρ’ ἡμῶν ᾖ, τοιαῦτα ἡμῖν ἐκ τῶν ἰδίων παρέχουσα. Δεῦτε, φησὶν, οἱ εὐλογημένοι· καὶ, Πορεύεσθε, οἱ κατηραμένοι, Μή τις ἀνάγκη τῶν ἔξωθεν ἐπὶ τούτων ἐστὶν, τοῖς δεξιοῖς μὲν τὴν γλυκεῖαν φωνὴν, τοῖς δὲ ἀριστεροῖς τὴν σκυθρωπὴν
45ἀποκληροῦσα; Οὐχ οὗτοι μὲν δι’ ὧν ἐποίησαν, ἔσχον τὸν ἔλεον, οἱ δὲ τῷ πρὸς τοὺς ὁμοφύλους ἀπηνῶς ἔχειν, ἀπηνὲς ἑαυτοῖς τὸ Θεῖον ἐποίησαν; Οὐκ ἠλέησε τὸν τῷ πυλῶνι προσταλαιπωροῦντα πτωχὸν, ὁ ταῖς τρυ‐ φαῖς διακεχυμένος πλούσιος, διὰ τοῦτο ἑαυτῷ ἀπο‐

44

.

1256

(50)

κόπτει τὸν ἔλεον, ἐλεηθῆναι δεόμενος, καὶ οὐκ ἀκουό‐ μενος· οὐχ ὅτι ζημίαν ἔφερε μία ῥανὶς εἰς τὴν μεγάλην τοῦ παραδείσου πηγὴν, ἀλλ’ ὅτι ἡ τῆς ἐλεημοσύνης στα‐ γὼν ἀμίκτως ἔχει πρὸς τὴν ἀπήνειαν. Τίς γὰρ κοινω‐ νία φωτὶ πρὸς σκότος; Οἷα, φησὶν, ἂν σπείρῃ ὁ ἄν‐
55θρωπος, τοιαῦτα καὶ θερίσει· ὅτι ὁ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπεί‐
ρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν1255

44

.

1257

αἰώνιον. Σπορὰν οἶμαι τὴν ἀνθρωπίνην εἶναι προ‐ αίρεσιν· θέρος δὲ τὴν ἐπὶ τῇ προαιρέσει ἀντίδοσιν. Πολύχους ὁ τῶν ἀγαθῶν στάχυς, τοῖς τοιαύτην ἑλο‐ μένοις σποράν· ἐπίπονος ἡ ἀκανθολογία τοῖς ἀκαν‐
5θώδη σπέρματα καταβαλλομένοις τῷ βίῳ. Χρὴ γὰρ πάντως αὐτὸ θερίσαι τινὰ, ὅπερ ἔσπειρεν, καὶ οὐκ ἔστιν ἄλλως.
13 Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσον‐ ται. Τίς ἂν διεξέλθοι λόγος ἀνθρώπινος τὸ βάθος τῶν
15ἐγκειμένων νοημάτων τῷ λόγῳ; Τὸ γὰρ ἀπόλυτόν τε καὶ ἀόριστον τῆς φωνῆς δίδωσί τι καὶ πλέον τῶν εἰρημένων περιεργάζεσθαι, τὸ μὴ προσθεῖναι τίνες εἰσὶν εἰς οὓς ἐνεργὸν εἶναι προσήκει τὸν ἔλεον· ἀλλ’ ἁπλῶς εἰπεῖν ὅτι Μακάριοι οἱ ἐλεήμονες. Τάχα γὰρ
20ἡμῖν τοιοῦτόν τι διὰ τῶν εἰρημένων ὁ λόγος αἰνίττε‐ ται, ὡς ἀκολουθεῖν τῷ μακαρίῳ πένθει τὴν τοῦ ἐλέους διάνοιαν. Καὶ γὰρ ἐκεῖ μακαριστὸς ἦν, ὁ τὸν τῇδε βίον ἐν πένθει· ποιούμενος, καὶ ἔνθα μοι δοκεῖ τὴν ἴσην ὁ λόγος ὑποσημαίνειν διδασκαλίαν. Ὡς γὰρ ἐπὶ
25τῶν ἀλλοτρίων διατιθέμεθα συμφορῶν, ὅταν τινὲς τῶν ἐπιτηδείων ἡμῖν ἀβουλήτοις τισὶ συνενεχθῶσι λύπαις, ἢ πατρῴας οἰκίας ἐκπεπτωκότες, ἢ ναυα‐ γίου περισωθέντες γυμνοὶ, ἢ πειραταῖς, ἢ λῃσταῖς ὑποχείριοι γεγονότες, ἢ δοῦλοι ἐξ ἐλευθέρων, ἣ
30αἰχμάλωτοι ἐξ εὐδαιμόνων, ἢ ἄλλο τι τοιοῦτον ἀντι‐ λαβόντες κακὸν, οἱ τέως ἐν εὐκληρίᾳ τινὶ τὸν βίον ἐξεταζόμενοι. Ὡς τοίνυν ἐπὶ τούτων ἀλγεινή τις γίνε‐ ται ταῖς ψυχαῖς ἡμῶν ἡ συνδιάθεσις· τάχα πολὺ μᾶλ‐ λον ἐφ’ ἡμῶν αὐτῶν εὔκαιρον ἂν εἴη τὴν τοιαύτην
35ἀνακεῖσθαι διάνοιαν ἐπὶ τῇ παρ’ ἀξίαν τοῦ βίου βολῇ. Ὅταν γὰρ λογισώμεθα, τίς ἡ λαμπρὰ ἡμῶν οἰκία ἧς ἐκπεπτώκαμεν· πῶς ὑπὸ τοῖς λῃσταῖς γεγόναμεν· πῶς τῷ βυθῷ τοῦ τῇδε βίου καταβυθισθέντες ἀπεγυ‐ μνώθημεν· οἵους καὶ ὅσους δεσπότας ἀντὶ τῆς ἐλευ‐
40θερίας τε καὶ αὐτονόμου διαγωγῆς ἐπεσπασάμεθα· πῶς τὸ μακαριστὸν τῆς ζωῆς θανάτῳ καὶ φθορᾷ διεκόψαμεν· ἆρα δυνατὸν, εἰ ταύτας λάβοιμεν ἐννοίας, ἀλλοτρίαις συμφοραῖς προσασχολεῖσθαι τὸν ἔλεον, καὶ οὐκ αὐτὴν ἐλεεινῶς τὴν ψυχὴν διατίθεσθαι, λογιζο‐
45μένην ἅ τε εἶχεν, ὧν τε ἐκπέπτωκεν; Τί γὰρ τῆς αἰχμαλωσίας ταύτης ἐλεεινότερον; Ἀντὶ τῆς ἐν τῷ παραδείσῳ τρυφῆς, τὸ νοσῶδες τοῦτο καὶ ἐπίπονον χωρίον ἐν τῇ ζωῇ κεκληρώμεθα· ἀντὶ τῆς ἀπαθείας ἐκείνης, τὰς μυρίας τῶν παθημάτων ἀντειλήφαμεν

44

.

1257

(50)

κῆρας· ἀντὶ τῆς ὑψηλῆς ἐκείνης διαγωγῆς, καὶ τῆς μετὰ τῶν ἀγγέλων ζωῆς, τοῖς θηρίοις τῆς γῆς συνοι‐ κεῖν κατεκρίθημεν· τοῦ ἀγγελικοῦ τε καὶ ἀπαθοῦς τὸν κτηνώδη βίον ἀνταλλαξάμενοι, τοὺς πικροὺς τῆς ζωῆς ἡμῶν τυράννους, τοὺς λυσσῶντας καὶ ἀγριαίνον‐
55τας δεσπότας, τίς ἂν ῥᾳδίως ἀριθμῷ περιλάβοι; Πι‐ κρὸς δεσπότης ὁ θυμός· τοιοῦτος ἄλλος ὁ φθόνος· τὸ
μῖσος, τὸ καθ’ ὑπερηφανίαν πάθος, λυσσώδης τις καὶ1257

44

.

1260

ἄγριος τύραννος· ὡς ἀργυρωνήτων κατατρυφῶν ὁ ἀκόλαστός ἐστι λογισμὸς, ὁ πρὸς τὰς ἐμπαθεῖς τε καὶ ἀκαθάρτους ὑπηρεσίας ἐξανδραποδίζων τὴν φύ‐ σιν· ἡ δὲ τῆς πλεονεξίας τυραννὶς, τίνα οὐ παρέρχε‐
5ται πικρίας ὑπερβολήν; Ἡ τὴν ἀθλίαν δουλωσαμένη ψυχὴν, ἀεὶ τὰς ἀπλήστους αὐτῆς ἐπιθυμίας πληροῦν ἀναγκάζει, πάντοτε δεχομένη καὶ οὐδέποτε πληρου‐ μένη· οἷόν τι πολυκέφαλον θηρίον, μυρίοις στόμασι τῇ ἀπληρώτῳ γαστρὶ τὴν τροφὴν παραπέμπον· ᾗ
10οὐδείς ποτε τοῦ κερδαίνειν γίνεται κόρος· ἀλλὰ τὸ ἀεὶ λαμβανόμενον, ὕλη καὶ ὑπέκκαυμα τῆς τοῦ πλείο‐ νος ἐπιθυμίας καθίσταται. Τίς τοίνυν τὸν δύστηνον τοῦτον βίον κατανοήσας ἀνηλεῶς καὶ ἀπηνῶς πρὸς τὰς τοιαύτας συμφορὰς διατίθεται; Ἀλλ’ αἴτιον τὸ
15μὴ ἐλεεῖν ἡμᾶς αὐτοὺς ἐν ἀναισθησίᾳ τῶν κακῶν εἶναι· οἷόν τι πάσχουσιν οἱ ἐκ μανίας παράφοροι, ὧν ἡ ὑπερβολὴ τοῦ κακοῦ, καὶ τὴν αἴσθησιν ὧν πάσχουσι προσαφῄρηται. Εἰ τοίνυν τις ἑαυτὸν ἐπιγνοίη, οἷός τε πρότερον ἦν, καὶ οἷος ἐπὶ τοῦ παρόντος ἐστίν·
20φησὶ δέ που καὶ ὁ Σολομῶν, ὅτι Οἱ ἑαυτῶν ἐπιγνώ‐ μονες σοφοί· οὐδέποτε ἐλεῶν ὁ τοιοῦτος παύσεται, τῇ δὲ τοιαύτῃ τῆς ψυχῆς διαθέσει καὶ ὁ θεῖος ἔλεος κατὰ τὸ εἰκὸς ἀκολουθήσει. Διό φησιν· Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
31 Αὐτοὶ οὐχὶ ἕτεροι· ἐν τούτῳ γὰρ σαφηνίζει τὸ ὄνομα, ὡς ἂν εἴ τις λέγει, Μακάριόν ἐστι τὸ ἐπι‐ μελεῖσθαι τῆς σωματικῆς ὑγιείας. Ὁ γὰρ ἐπιμελού‐ μενος, αὐτὸς ἐν ὑγιείᾳ βιώσεται· οὕτως ὁ ἐλεήμων
35ἐστὶ μακαριστὸς, ὅτι ὁ καρπὸς τοῦ ἐλέου ἴδιον κτῆμα τοῦ ἐλεοῦντος γίνεται· εἴτε κατὰ τὸν νῦν ἡμῖν εὑρε‐ θέντα λόγον· εἴτε κατὰ τὸν προεξητασμένον, τὸν ἐπὶ τῶν ἀλλοτρίων λέγω συμφορῶν δεικνύντα τῆς ψυχῆς τὴν συμπάθειαν· ἀγαθὸν γὰρ ὁμοίως ἑκάτερον, τό τε
40ἑαυτὸν ἐλεεῖν κατὰ τὸν εἰρημένον τρόπον, καὶ τὸ συμ‐ πάσχειν ταῖς δυσπραγίαις τῶν πέλας· διότι τὸ δίκαιον τῆς θείας κρίσεως, τὴν ἐπὶ τῶν καταδεεστέρων τοῦ ἀνθρώπου προαίρεσιν, ἐπὶ τῆς ὑπερεχούσης δείκνυ‐ ται ἐξουσίας· ὥστε τρόπον τινὰ ἑαυτοῦ δικαστὴν εἶναι
45τὸν ἄνθρωπον, ἑαυτῷ τὴν ψῆφον ἐν τῇ τῶν ὑπηκόων φέροντα κρίσει. Ἐπειδὴ τοίνυν πεπίστευται, καὶ ἀληθῶς πεπίστευται, πᾶσαν παραστήσασθαι τὴν ἀν‐ θρωπίνην φύσιν τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε

44

.

1260

(50)

ἀγαθὸν, εἴτε φαῦλον· τάχα καὶ τολμηρὸν εἰπεῖν· εἰ δυ‐ νατόν ἐστι τὰ ἀπόῤῥητα καὶ ἀθέατα λογισμῷ λαβεῖν, καὶ ἤδη τὸ μακάριον τῆς ἀντιδόσεως τῶν ἐλεουμένων κατανοῆσαι. Ἡ γὰρ ἐγγινομένη ταῖς ψυχαῖς εὔνοια, πρὸς τοὺς τὸν ἔλεον ἐπιδεικνυμένους, παρὰ τὸν βίον
55ἐν τῇ ζωῇ εἰσαεὶ κατὰ τὸ εἰκὸς παραμένει τοῖς μετ‐ εσχηκόσι τῆς χάριτος. Τί οὖν εἰκὸς ἐν τῷ καιρῷ τῆς ἐξετάσεως, εἰ ἐπιγνωσθείη παρὰ τῶν εὖ πεπονθότων ὁ εὐεργέτης, ὅπως διατεθήσεται τὴν ψυχὴν ἐπὶ ταῖς
εὐχαρίστοις φωναῖς ἐπὶ Θεοῦ πάσης τῆς κτίσεως εὐ‐1259

44

.

1261

φημούμενος; Ἆρά τινος ἄλλου μακαρισμοῦ προσδεη‐ θήσεται, ὁ ἐν τοσούτῳ θεάτρῳ ἐπὶ τοῖς ἀρίστοις ἀνα‐ κηρυττόμενος; Τὸ γὰρ παρεῖναι τοὺς εὖ πεπονθότας, ἡ τοῦ Εὐαγγελίου διδάσκει φωνὴ, ἐν τῇ πρὸς τοὺς
5δικαίους καὶ τῇ πρὸς τοὺς ἁμαρτωλοὺς τοῦ βασιλέως κρίσει. Πρὸς ἀμφοτέρους γὰρ τῷ δεικτικῷ χρῆται, οἱονεὶ δακτύλῳ τὸ ὑπερκείμενον γνωρίσας· Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων. Τὸ γὰρ Τούτων εἰπεῖν, τὴν τῶν εὐπε‐
10πονθότων παρουσίαν ἐνδείκνυται.
14Νῦν μοι λεγέτω ὁ τὴν ἄψυχον ὕλην τῶν χρημάτων
15προτιμῶν τῆς μελλούσης μακαριότητος· Ποία χρυσίου λαμπρότης τοιαύτη; Τίνες τῶν πολυτιμήτων λίθων αὐγαί; Τίς ἐξ ἐνδυμάτων κόσμος τοιοῦτος, οἷον ἐκεῖνο τὸ ἀγαθὸν ἡ ἐλπὶς ὑποτίθεται; Ὅταν ὁ βασιλεύων τῆς κτίσεως ἑαυτὸν ἀνακαλύψῃ τῇ ἀνθρωπίνῃ φύσει, ἐπὶ
20τοῦ ὑψηλοῦ θρόνου μεγαλοπρεπῶς προκαθήμενος, ὅταν ὀφθῶσι περὶ αὐτὸν αἱ ἀναρίθμητοι μυριάδες τῶν ἀγγέλων, καὶ δὴ ὅταν ἐν ὀφθαλμοῖς γένηται πάν‐ των ἀπόῤῥητος τῶν οὐρανῶν βασιλεία, καὶ ἀναδει‐ χθῇ πάλιν ἐκ τοῦ ἐναντίου τὰ φοβερὰ κολαστήρια·
25ἐν μέσῳ δὲ τούτων πᾶσα ἡ ἀνθρωπίνη φύσις, τῶν ἀπὸ πρώτης κτίσεως καὶ μέχρι τῆς τοῦ παντὸς συμ‐ πληρώσεως γεγονότων, φόβῳ τε καὶ ἐλπίδι τῶν μελ‐ λόντων ἑστήκῃ μετέωρος, τῇ ἐφ’ ἑκάτερα τῶν προσ‐ δοκωμένων ἐκβάσει κραδαινομένη πολλάκις· καὶ τῶν
30ἀγαθῇ συνειδήσει συνεζηκότων ἀπιστούντων τῷ μέλ‐ λοντι, ὅταν ἑτέρους ἴδωσιν, ὑπὸ τοῦ πονηροῦ συν‐ ειδότος, εἰς τὸ σκυθρωπὸν ἐκεῖνο σκότος, ὥσπερ ὑπό τινος δημίου καθελκομένους; Ἐὰν οὗτος ἐν εὐφήμοις τε καὶ εὐχαρίστοις ταῖς παρὰ τῶν εὐπεπονθότων
35φωναῖς, λαμπρὸς τῇ παῤῥησία τῷ κριτῇ παρὰ τῶν ἔργων προσαγάγηται· ἆρα κατὰ τὸν ὑλώδη πλοῦτον εὐκληρίαν ἐκείνην εἶναι λογίσεται; Ἆρα δέξεται ἀντὶ τῶν ἀγαθῶν ἐκείνων ὄρη πάντα καὶ πεδία, καὶ νά‐ πας, καὶ θάλασσαν, εἰς χρυσὸν αὐτῷ μεταποιηθέντα
40γενέσθαι; Ὁ δὲ ἀκριβῶς σφραγίσι καὶ κλείθροις, καὶ σιδηροδέτοις πύλαις, καὶ ὀχυροῖς κρυπτηρίοις τὸν μαμωνὰν κατακρύψας, καὶ πάσης ἐντολῆς τὸ ἀποκεῖσθαι αὐτῷ συγκεχωσμένην ἐν τῷ κρυπτῷ τὴν ὕλην προτιμότερον κρίνας, ἐὰν ἐπὶ τὸ σκοτεινὸν πῦρ
45ἐπὶ κεφαλὴν κατασύρηται· πάντων αὐτῷ τὸ ἀπεινὲς καὶ ἀνήμερον προφερόντων, τῶν κατὰ τὴν ζωὴν ταύ‐ την πεπειραμένων, καὶ λεγόντων· Μνήσθητι ὅτι ἀπέλαβες ἀγαθά σου ἐν τῇ ζωῇ σου· συναπέκλεισας ἐν τοῖς ὀχυρώμασι τοῦ πλούτου τὸν ἔλεον, καὶ κατ‐

44

.

1261

(50)

έλιπες ὑπὲρ γῆς τὴν εὐσπλαγχνίαν· οὐκ ἐκομίσω πρὸς τὸν τῇδε βίον τὴν φιλανθρωπίαν· οὐκ ἔχεις ὃ μὴ ἔσχες· οὐχ εὑρίσκεις ὃ μὴ ἀπέθου· οὐ συνάγεις ὃ μὴ ἐσκόρπισας· οὐ θεριεῖς ὧν οὐ κατεβάλου τὰ σπέρματα· ἄξιόν σοι τῆς σπορᾶς τὸ θέρος· πικρίαν
55ἔσπειρας, δρέπου τὰ δράγματα· τὸ ἀνηλεὲς ἐτίμη‐ σας, ἔχε ὅπερ ἠγάπησας· οὐκ εἶδες συμπαθῶς· οὐκ
ὀφθήσῃ ἐλεεινῶς. Περιεῖδες θλιβόμενον, περιοφθήσῃ1261

44

.

1264

ἀπολλύμενος. Ἔφυγες τὸν ἔλεον, φεύξεταί σε ὁ ἔλεος· ἐβδελύξω τὸν πτωχὸν, βδελύξεταί σε ὁ διὰ σὲ πτω‐ χεύσας. Εἰ ταῦτα καὶ τὰ τοιαῦτα λέγοιτο, ποῦ τὸ χρυσίον; Ποῦ τὰ λαμπρὰ σκεύη; Ποῦ ἡ ἐπιβεβλη‐
5μένη τοῖς θησαυροῖς διὰ τῶν σφραγίδων ἀσφάλεια; Ποῦ οἱ ταῖς νυκτεριναῖς φυλακαῖς ἐπιτετευγμένοι κύνες, καὶ πρὸς τοὺς ἐπιβουλεύοντας τῶν ὅπλων παρασκευή; Ἡ ἐν τοῖς βιβλίοις ἀναγεγραμμένη σημείωσις; Τί ταῦτα πρὸς τὸν κλαυθμὸν καὶ τὸν
10βρυγμὸν τῶν ὀδόντων; Τίς καταυγάσει τὸ σκότος; Τίς κατασβέσει τὴν φλόγα; Τίς ἀποστρέψει τὸν ἀτε‐ λεύτητον σκώληκα; Οὐκοῦν νοήσωμεν, ἀδελφοὶ, τὴν τοῦ Κυρίου φωνὴν, ἐν ὀλίγῳ τοσαῦτα περὶ τῶν μελ‐ λόντων παιδεύουσαν· καὶ γενώμεθα ἐλεήμονες, ἵνα
15γενώμεθα διὰ τοῦτο μακάριοι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
20tΛΟΓΟΣ Ϛʹ.
21nΜακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν
22nΘεὸν ὄψονται.
23 Ὅπερ παθεῖν εἰκὸς τοὺς ἔκ τινος ὑψηλῆς ἀκρω‐ ρείας εἰς ἀχανές τι κατακύπτοντας πέλαγος, τοῦτό
25μοι πέπονθεν ἡ διάνοια, ἐκ τῆς ὑψηλῆς τοῦ Κυρίου φωνῆς, οἷον ἀπό τινος κορυφῆς ὄρους, εἰς τὸ ἀδιεξί‐ τητον τῶν νοημάτων βλέπουσα βάθος. Καθάπερ γὰρ ἐν πολλοῖς τῶν παραθαλασσίων ἔστιν ἰδεῖν ὄρος ἡμί‐ τομον, κατὰ τὸ παράλιον μέρος ἀπὸ κορυφῆς ἐπὶ
30τὸ βάθος δι’ εὐθείας ἀπεξεσμένον, οὗ κατὰ τὸ ἄνω πέρας ἄκρα τις προβεβλημένη πρὸς τὸν βυθὸν ἐπι‐ νένευκεν· ὅπερ οὖν παθεῖν εἰκὸς, τὸν ἀπὸ τῆς τοι‐ αύτης σκοπιᾶς, ἐκ πολλοῦ τοῦ ὕψους ἐπὶ τὴν ἐν τῷ βάθει διακύπτοντα θάλατταν· οὕτως ἰλιγγιᾷ μου νῦν
35ψυχὴ, ἐν τῇ μεγάλῃ ταύτῃ τοῦ Κυρίου φωνῇ γενο‐ μένη μετέωρος· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Θεὸς πρόκειται τοῖς τὴν καρδίαν ἐκκαθαρθεῖσι τὸ θέαμα. Θεὸν οὐδεὶς ἑώρακε πώποτε, καθώς φησιν Ἰωάννης ὁ μέγας· ἐπιψηφίζει
40δὲ καὶ Παῦλος ὁ ὑψηλὸς τὴν διάνοιαν, εἰπών· ὅτι Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὔτε ἰδεῖν δύναται. Αὕτη ἐστὶν ἡ λεία καὶ ἀπότομος πέτρα, ἡ μηδεμίαν ἐφ’ ἑαυτῆς τῶν νοημάτων βάσιν ὑποδεικνύουσα, ἣν καὶ ὁ Μωϋσῆς ὡσαύτως ἀπρόσιτον τοῖς καθ’ ἑαυτὸν
45δόγμασιν ἀπεφήνατο, ὡς μηδαμοῦ δύνασθαι προσβῆ‐ ναι ἡμῶν τὴν διάνοιαν, πάσης ἀντιλήψεως ἀπο‐ ξυσθείσης διὰ τῆς ἀποφάσεως. Οὐκ ἔστι γὰρ, φησὶν, ὅστις ὄψεται Κύριον, καὶ ζήσεται. Ἀλλὰ μὴν αἰώνιος ζωὴ τὸ ἰδεῖν ἐστι τὸν Θεόν. Τοῦτο δὲ ἀ‐

44

.

1264

(50)

μήχανον οἱ στύλοι τῆς πίστεως, Ἰωάννης καὶ Παῦλος καὶ Μωσῆς διορίζονται. Ὁρᾷς τὸν ἴλιγνον, ᾧ ψυχὴ πρὸς τὸ βάθος τῶν ἐν τῷ λόγῳ θεωρουμένων συν‐ έλκεται; Εἰ ζωὴ ὁ Θεὸς, ὁ μὴ ἰδὼν αὐτὸν, τὴν ζωὴν οὐ βλέπει· τὸ μὴ δύνασθαι ἰδεῖν Θεὸν, οἱ θεοφόροι
55τῶν προφητῶν τε καὶ ἀποστόλων διαμαρτύρονται. Εἰς τί τοῖς ἀνθρώποις ἡ ἐλπὶς περιΐσταται; Ἀλλ’
ὑποστηρίζει καταπίπτουσαν τὴν ἐλπίδα ὁ Κύριος.1263

44

.

1265

Καθάπερ ἐπὶ τοῦ Πέτρου ἐποίησεν, κινδυνεύοντος βυθισθῆναι, πάλιν ἐπὶ στεῤῥοῦ καὶ ἀντιτύπου στή‐ σας τοῦ ὕδατος. Εἰ τοίνυν ἔλθῃ καὶ ἐφ’ ἡμᾶς ἡ τοῦ Λόγου χεὶρ, καὶ ἀστατοῦντας ἐν τῷ βυθῷ τῶν θεωρη‐
5μάτων, ἐπὶ θατέρου νοήματος καταστήσειεν, ἔξω τοῦ φόβου γινόμεθα ἰσχυρῶς τοῦ χειραγωγοῦντος ἡμᾶς Λόγου περιδραξάμενοι. Μακάριοι γὰρ, φησὶ, καθα‐ ροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
11 Ἡ μὲν οὖν ἐπαγγελία τοσαύτη, ὡς παριέναι τὸν ἀκρότατον τῆς, μακαριότητος ὅρον. Τί γὰρ ἄν τις μετὰ τὸ τοιοῦτον ἀγαθὸν, ἄλλο ποθήσειεν, πάντα ἔχων ἐν ἑωραμένῳ; Τὸ γὰρ ἰδεῖν ταὐτὸν σημαίνει
15τῷ σχεῖν ἐν τῇ τῆς Γραφῆς συνηθείᾳ· καθάπερ τὸ, Ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ, ἀντὶ τοῦ Εὕροις, τοῦ λόγου σημαίνοντος· καὶ τὸ, Ἀρθήτω ὁ ἀσε‐ βὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου, διὰ τοῦ μὴ ἰδεῖν, τὸ μὴ μετασχεῖν τοῦ προφήτου δηλοῦντος.
20Οὐκοῦν ὁ τὸν Θεὸν ἰδὼν, πᾶν ὅπερ ἐστὶν ἐν ἀγαθῶν καταλόγῳ, διὰ τοῦ ἰδεῖν ἔσχε, τὴν ἀτελεύτητον ζωὴν, τὴν ἀΐδιον ἀφθαρσίαν, τὴν ἀθάνατον μακα‐ ριότητα, τὴν ἀτελεύτητον βασιλείαν, τὴν ἄληκτον εὐφροσύνην, τὸ ἀληθινὸν φῶς, τὴν πνευματικὴν καὶ
25γλυκεῖαν φωνὴν, τὴν ἀπρόσιτον δόξαν, τὸ διηνεκὲς ἀγαλ‐ λίαμα, τὸ πᾶν ἀγαθόν. Τὸ μὲν οὖν κατ’ ἐλπίδα προ‐ κείμενον ἐν τῇ μακαριότητος ἐπαγγελίᾳ, τοιοῦτόν τε καὶ τοσοῦτον. Ἐπεὶ δὲ ὁ τρόπος τοῦ ἰδεῖν διὰ τοῦ καθαρὸν γενέσθαι τῇ καρδίᾳ προδέδεικται· ἐν τούτῳ
30μοι πάλιν ἰλιγγιᾷ ἡ διάνοια, μὴ ἄρα τῶν ἀμηχάνων τε καὶ ὑπερβαινόντων τὴν φύσιν ἡμῶν, ἡ καθαρότης τῆς καρδίας ἐστίν. Εἰ γὰρ διὰ τοῦτο ὁ Θεὸς ὁρᾶται· Μωσῆς δὲ καὶ Παῦλος οὐκ ἴδον, τὸ μήτε αὐτὸν, μήτε ἄλλον τινὰ δύνασθαι ἰδεῖν διωρίσατο, ἀδύνατον
35ἔοικέ τι εἶναι τὸ τῷ μακαρισμῷ νῦν ὑπὸ τοῦ Λόγου προκείμενον. Τί οὖν ἡμῖν τὸ κέρδος ἐκ τοῦ γνῶναι πῶς ὁ Θεὸς ὁρᾶται, εἰ τὸ δυνατὸν τῇ ἐπινοίᾳ μὴ πρόσεστιν; Ὅμοιον γὰρ τὸ τοιοῦτον, ὥσπερ ἂν εἴ τις μακάριον εἶναι λέγοι τὸ ἐν οὐρανῷ γενέσθαι· ὅτι
40ἐκεῖ κατόψεται τὰ ἐν τῷ βίῳ μὴ καθορώμενα, Εἰ γάρ τις ἦν μηχανὴ τῆς ἐπὶ τὸν οὐρανὸν πορείας διὰ τοῦ λόγου προδεικνυμένη· τὸ μαθεῖν ὅτι μακα‐ ριστόν ἐστι τὸ ἐν ἐκείνῳ γενέσθαι, χρήσιμον ἂν ἦν τοῖς ἀκούουσιν. Ἕως δ’ ἂν τὸ κατὰ τὴν ἄνοδον ἀμή‐
45χανον ᾖ, τί φέρει κέρδος ἡ γνῶσις τῆς μακαριότη‐ τος τῆς οὐρανίας, λυποῦσα μόνον τοὺς μεμαθηκότας, οἵων διὰ τὸ ἀδύνατον τῆς ἀνόδου ἀποστερήμεθα; Ἆρ’ οὖν ἕξω τῆς φύσεως ἡμῶν ὁ Κύριος ἐγκελεύεται, καὶ ὑπερέβη τὰ μέτρα τῆς ἀνθρωπίνης δυνάμεως

44

.

1265

(50)

τῷ μεγαλείῳ τοῦ ἐπιτάγματος; Οὐκ ἔστι ταῦτα. Οὔτε γὰρ πτηνοὺς γενέσθαι κελεύει, οἷς τὸ πτερὸν οὐκ ἐνέφυσεν, οὐδὲ ὑπὸ ὕδωρ ζῇν οἷς τὸν χερσαῖον ἀπεκλήρωσε βίον. Εἰ οὖν ἐν πᾶσι τοῖς ἄλλοις πρόσ‐ φορός ἐστι τῇ δυνάμει τῶν δεχομένων ὁ νόμος, καὶ
55οὐδὲν ὑπὲρ τὴν φύσιν βιάζεται· καὶ τοῦτο πάντως ἐκ τοῦ ἀκολούθου νοήσομεν, μὴ ἀπ’ ἐλπίδος εἶναι τὸ
διὰ τοῦ μακαρισμοῦ προδεικνύμενον. Ἀλλὰ καὶ τὸν1265

44

.

1268

Ἰωάννην, καὶ τὸν Παῦλον, καὶ τὸν Μωσέα, καὶ εἴ τις ἄλλος κατ’ ἐκείνους ἐστὶ, μὴ ἐκπεπτωκέναι τῆς ὑψηλῆς ταύτης μακαριότητος, τῆς ἐκ τοῦ ἰδεῖν τὸν Θεὸν προσγινομένης, μηδὲ τὸν εἰπόντα, ὅτι Ἀπόκει‐
5ταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώ‐ σει μοι ὁ δίκαιος κριτὴς, μήτε τὸν ἐπὶ τὸ στῆθος ἀναπεσόντα τοῦ Ἰησοῦ, μήτε τὸν ἀκηκοότα παρὰ τῆς θείας φωνῆς, ὅτι Ἔγνων σε παρὰ πάντας. Εἰ οὖν ἐκεῖνοι, παρ’ ὧν ὑπὲρ δύναμιν ἡ τοῦ Θεοῦ κατα‐
10νόησις εἶναι κεκήρυκται, μακαριστοὶ εἶναι οὐκ ἀμ‐ φιβάλλονται· ἡ δὲ μακαριότης εἰς τὸ ἰδεῖν τὸν Θεόν ἐστιν, τοῦτο δὲ ἐκ τοῦ καθαρὸν τῇ καρδίᾳ γενέσθαι· ἄρα οὐκ ἀδύνατος τῆς καρδίας ἡ καθαρότης, δι’ ἧς ἔστι γενέσθαι μακάριον. Πῶς οὖν ἔστι καὶ τοὺς
15κατὰ Παῦλον ἀληθῆ λέγειν φῆσαι, ὑπὲρ τὴν δύναμιν ἡμῶν ὑποφαινομένους εἶναι τὴν τοῦ Θεοῦ κατανόη‐ σιν, καὶ τὴν τοῦ Κυρίου φωνὴν μὴ ἀντιδογματίζειν ἐκείνοις, ἐν καθαρότητι ὀφθήσεσθαι τὸν Θεὸν ὑπι‐ σχομένην;
22 Δοκεῖ μοι καλῶς ἔχειν περὶ τούτου χρῆναι διὰ βραχέων πρῶτον λαβεῖν, ὡς ἂν καθ’ ὁδὸν γένοιτο ἡμῖν περὶ τὸ προκείμενον ἡ θεωρία. Ἡ θεία φύσις
25αὐτὴ καθ’ αὑτὴν ὅ τι ποτὲ κατ’ οὐσίαν ἐστὶ, πάσης ὑπέρκειται καταληπτικῆς ἐπινοίας, ἀπρόσιτος καὶ ἀπροσπέλαστος οὖσα ταῖς στοχαστικαῖς ἐπινοίαις, καὶ οὔπω τις ἀνθρώποις πρὸς τὴν τῶν ἐκλήπτων κατανόησιν ἐξεύρηται δύναμις· οὐδέ τις ἔφοδος κα‐
30ταληπτικὴ τῶν ἀμηχάνων ἐπενοήθη. Διὸ καὶ Ἀνεξ‐ ιχνιάστους τὰς ὁδοὺς αὐτοῦ ὁ μέγας ὀνομάζει Ἀπό‐ στολος, σημαίνων διὰ τοῦ λόγου τὸ ἀνεπίβατον εἶναι λογισμοῖς τὴν ὁδὸν ἐκείνην, ἣ πρὸς τὴν γνῶσιν τῆς θείας οὐσίας ἄγει· ὡς οὔπω τινὸς τῶν προωδευκότων
35τὸν βίον ἴχνος τι καταληπτικῆς ἐπινοίας σημαινο‐ μένου τῇ γνώσει τοῦ ὑπὲρ γνῶσιν πράγματος. Τοιοῦ‐ τος δὲ ὢν κατὰ τὴν φύσιν ὁ ὑπὲρ πᾶσαν φύσιν, ἄλλῳ λόγῳ καὶ ὁρᾶται καὶ καταλαμβάνεται ὁ ἀόρατός τε καὶ ἀπερίγραπτος. Πολλοὶ δὲ οἱ τῆς τοιαύτης κατα‐
40νοήσεως τρόποι. Ἔστι γὰρ καὶ διὰ τῆς ἐμφαινομέ‐ νης τῷ παντὶ σοφίας, τὸν ἐν σοφίᾳ πάντα πεποιη‐ κότα στοχαστικῶς ἰδεῖν. Καθάπερ καὶ ἐπὶ τῶν ἀνθρωπίνων δημιουργημάτων ὁρᾶται τρόπον τινὰ τῇ διανοίᾳ ὁ δημιουργὸς τοῦ προκειμένου κατασκευάσμα‐
45τος, τὴν τέχνην τῷ ἔργῳ ἐναποθέμενος. Ὁρᾶται δὲ οὐχ ἡ φύσις τοῦ τεχνητεύσαντος, ἀλλὰ μόνον ἡ τεχνικὴ ἐπιστήμη, ἣν ὁ τεχνίτης τῇ κατασκευῇ ἐν‐ απέθετο. Οὕτω καὶ πρὸς τὸν ἐν τῇ κτίσει βλέποντες κόσμον, ἔννοιαν οὐ τῆς οὐσίας, ἀλλὰ τῆς σοφίας τοῦ

44

.

1268

(50)

κατὰ πάντα σοφῶς πεποιηκότος ἀνατυπούμεθα. Κἂν τῆς ἡμετέρας ζωῆς τὴν αἰτίαν λογισώμεθα, ὅτι οὐκ ἐξ ἀνάγκης, ἀλλ’ ἐξ ἀγαθῆς προαιρέσεως ἦλθεν εἰς τὸ κτίσαι τὸν ἄνθρωπον, πάλιν καὶ διὰ τούτου τοῦ τρόπου καθεωρακέναι λέγομεν τὸν
55Θεὸν, τῆς ἀγαθότητος οὐ τῆς οὐσίας ἐν περινοίᾳ γενόμενοι· οὕτω καὶ τὰ ἄλλα πάντα, ὅσα πρὸς
τὸ κρεῖττόν τε καὶ ὑψηλότερον ἀνάγει τὴν ἔν‐1267

44

.

1269

νοιαν, Θεοῦ κατανόησιν τὰ τοιαῦτα κατονομά‐ ζομεν, ἑκάστου τῶν ὑψηλῶν νοημάτων τὸν Θεὸν ἡμῖν εἰς ὄψιν ἄγοντος. Ἡ γὰρ δύναμις καὶ ἡ καθαρότης, καὶ τὸ ὡσαύτως ἔχειν, καὶ τὸ ἀμιγὲς
5τοῦ ἐναντίου, καὶ πάντα τὰ τοιαῦτα θείας τινὸς καὶ ὑψηλῆς ἐννοίας ἐντυποῖ ταῖς ψυχαῖς τὴν φαντασίαν. Οὐκοῦν δείκνυται διὰ τῶν εἰρημένων, πῶς καὶ ὁ Κύριος ἀληθεύει, ὀφθήσεσθαι τὸν Θεὸν τοῖς καρδίαν ἔχουσι καθαρὰν ἐπαγγειλάμενος· καὶ ὁ Παῦλος οὐ
10ψεύδεται, μήτε ἑωρακέναι τινὰ τὸν Θεὸν, μήτ’ ἰδεῖν δύνασθαι διὰ τῶν οἰκείων λόγων ἀποφηνάμενος. Ὁ γὰρ τῇ φύσει ἀόρατος, ὁρατὸς ταῖς ἐνεργείαις γίνε‐ ται, ἔν τισι τοῖς περὶ αὐτὸν καθορώμενος.
22 Ἀλλ’ οὐ πρὸς τοῦτο βλέπει μόνον τοῦ μακαρισμοῦ ἡ διάνοια, τὸ ἔκ τινος ἐνεργείας τὸν ἐνεργοῦντα δύνασθαι τοιοῦτον ἀναλογίσασθαι· γένοιτο γὰρ ἂν
25ἴσως καὶ τοῖς τοῦ αἰῶνος τούτου σοφοῖς, διὰ τῆς τοῦ κόσμου εὐαρμοστίας ἡ τῆς ὑπερκειμένης σοφίας τε καὶ δυνάμεως κατανόησις. Ἀλλ’ ἕτερόν μοι δοκεῖ ἡ τοῦ μακαρισμοῦ μεγαλοφυΐα τοῖς δυναμένοις δέξασθαι κατιδεῖν τὸ ποθούμενον, τὴν
30συμβουλὴν ὑφηγεῖσθαι· τὸ δέ μοι παραστὰν νόημα δι’ ὑποδειγμάτων σαφηνισθήσεται. Ἀγαθόν τι κατὰ τὸν ἀνθρώπινόν ἐστι βίον, ὑγίεια τοῦ σώματος· ἀλλὰ μακάριον οὐ τὸ εἰδέναι μόνον τῆς ὑγιείας τὸν λόγον, ἀλλὰ τὸ ἐν ὑγιείᾳ ζῇν. Εἰ γάρ τις ἐγκώμια διεξιὼν
35τῆς ὑγιείας τὴν νοσώδη καὶ κακόχυμον αἱροῖτο τρο‐ φήν· τί τῶν ἐγκωμίων τῆς ὑγιείας ἀπώνατο ταῖς ἀῤ‐ ῥωστίαις ἐπιτριβόμενος; Οὕτω τοίνυν νοήσωμεν καὶ τὸν προκείμενον λόγον, ὅτι οὐ τὸ γνῶναί τι περὶ Θεοῦ μακάριον ὁ Κύριος εἶναί φησιν· ἀλλὰ τὸ ἐν ἑαυτῷ
40σχεῖν τὸν Θεόν. Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρ‐ δίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Οὐ γάρ μοι δοκεῖ ὡς ἀντιπρόσωπόν τι θέαμα τὸν Θεὸν προτιθέναι τῷ κεκαθαρμένῳ τὸν τῆς ψυχῆς ὀφθαλμόν· ἀλλὰ τοῦτο τάχα ἡ τοῦ ῥητοῦ μεγαλοφυΐα ἡμῖν ὑποτίθεται, ὃ καὶ
45πρὸς ἑτέρους ὁ λόγος γυμνότερον παρίστησιν, ἐντὸς ὑμῶν εἶναι τὴν βασιλείαν τοῦ Θεοῦ εἰπών· ἵνα διδαχ‐ θῶμεν, ὅτι ὁ πάσης τῆς κτίσεως καὶ ἐμπαθοῦς δια‐ θέσεως τὴν ἑαυτοῦ καρδίαν ἀποκαθήρας, ἐν τῷ ἰδίῳ κάλλει τῆς θείας φύσεως καθορᾷ τὴν εἰκόνα. Καί μοι

44

.

1269

(50)

δοκεῖ δι’ ὀλίγων ὧν εἶπεν, τοιαύτην συμβουλὴν περι‐ έχειν ὁ Λόγος· ὅτι, Ὦ ἄνθρωποι, ὅσοις ἐστί τις ἐπι‐ θυμία τῆς τοῦ ὄντως ἀγαθοῦ θεωρίας, ἐπειδὰν ἀκού‐ σητε ὑπὲρ τοὺς οὐρανοὺς ἐπῆρθαι τὴν θείαν μεγαλο‐ πρέπειαν, καὶ τὴν δόξαν αὐτῆς ἀνερμήνευτον εἶναι,
55καὶ τὸ κάλλος ἄφραστον, καὶ τὴν φύσιν ἀχώρητον· μὴ ἐκπίπτετε εἰς ἀνελπιστίαν τοῦ μὴ δύνασθαι κατ‐
ιδεῖν τὸ ποθούμενον. Τὸ γάρ σοι χωρητὸν, τῆς τοῦ1269

44

.

1272

Θεοῦ κατανοήσεως μέτρον ἐν σοί ἐστιν. Οὕτω τοῦ πλάσαντός σε τὸ τοιοῦτον ἀγαθὸν εὐθὺς τῇ φύσει κα‐ τουσιώσαντος. Τῶν γὰρ τῆς ἰδίας φύσεως ἀγαθῶν ὁ Θεὸς ἐνετύπωσε τῇ σῇ κατασκευῇ τὰ μιμήματα, οἷόν
5τινα κηρὸν σχήματι γλυφῆς προτυπώσας. Ἀλλ’ ἡ κα‐ κία τῷ θεοειδεῖ χαρακτῆρι περιχυθεῖσα ἄχρηστον ἐποίησέ σοι τὸ ἀγαθὸν ὑποκεκρυμμένον τοῖς αἰσχροῖς προκαλύμμασιν. Εἰ οὖν ἀποκλύσειας πάλιν δι’ ἐπι‐ μελείας βίου τὸν ἐπιπλασθέντα τῇ καρδίᾳ σου ῥύπον,
10ἀναλάμψει σοι τὸ θεοειδὲς κάλλος. Ὥσπερ ἐπὶ τοῦ σιδήρου γίνεσθαι πέφυκεν, ὅταν δι’ ἀκόνης τοῦ ἰοῦ γυμνωθῇ, ὁ πρὸ ὀλίγου μέλας, αὐγάς τινας ἐφ’ ἑαυτοῦ πρὸς τὸν ἥλιον στίλβων καὶ λαμπηδόνας ἐκδίδωσιν· οὕτως καὶ ὁ ἔνδον ἄνθρωπος, ὃν καρδίαν ὀνομάζει ὁ
15Κύριος, ἐπειδὰν ἀποξύσηται τὸν ἰώδη ῥύπον τὸν διὰ τοῦ πονηροῦ εὐρῶτος ἐπανθήσαντα τῇ μορφῇ, πάλιν ἀναλήψεται τὴν πρὸς τὸ ἀρχέτυπον ὁμοιότητα, καὶ ἀγαθὸς ἔσται. Τὸ γὰρ ἀγαθῷ ὅμοιον, ἀγαθὸν πάντως. Οὐκοῦν ὁ ἑαυτὸν βλέπων, ἐν ἑαυτῷ τὸ ποθούμενον
20βλέπει· καὶ οὕτω γίνεται μακάριος ὁ καθαρὸς τῇ καρδίᾳ, ὅτι πρὸς τὴν ἰδίαν καθαρότητα βλέπων, ἐν τῇ εἰκόνι καθορᾷ τὸ ἀρχέτυπον. Ὥσπερ γὰρ οἱ ἐν κατόπτρῳ ὁρῶντες τὸν ἥλιον, κἂν μὴ πρὸς αὐτὸν τὸν οὐρανὸν ἀποβλέψωσιν ἀτενὲς, οὐδὲν ἔλαττον ὁρῶσι τὸν
25ἥλιον ἐν τῇ τοῦ κατόπτρου αὐγῇ, τῶν πρὸς αὐτὸν ἀποβλεπόντων τοῦ ἡλίου τὸν κύκλον· οὕτω, φησὶ, καὶ ὑμεῖς, κἂν ἀτονῆτε πρὸς κατανόησιν φωτὸς, ἐὰν ἐπὶ τὴν ἐξ ἀρχῆς ἐγκατασκευασθεῖσαν ὑμῖν χάριν τῆς εἰκόνος ἐπαναδράμητε, ἐν ἑαυτοῖς τὸ ζητούμενον
30ἔχετε. Καθαρότης γὰρ, ἀπάθεια, καὶ κακοῦ παντὸς ἀλλοτρίωσις ἡ θεότης ἐστίν. Εἰ οὖν ταῦτα ἐν σοί ἐστι, Θεὸς πάντως ἐν σοί ἐστιν. Ὅταν οὖν ἀμιγὴς πάσης κακίας, καὶ πάθους ἐλεύθερος, καὶ παντὸς κεχωρι‐ σμένος μολύσματος, ὁ ἐν σοὶ λογισμὸς ᾖ, μακάριος
35εἶ τῆς ὀξυωπίας, ὅτι τὸ τοῖς μὴ καθαρθεῖσιν ἀθέατον, ἐκκαθαρθεὶς κατενόησας, καὶ τῆς ὑλικῆς ἀχλύος τῶν τῆς ψυχῆς ὀμμάτων ἀφαιρεθείσης, ἐν καθαρᾷ τῇ τῆς καρδίας αἰθρίᾳ τηλαυγῶς βλέπεις τὸ μακάριον θέαμα. Τοῦτο δέ ἐστι τί; Καθαρότης, ὁ ἁγιασμὸς, ἡ
40ἁπλότης, πάντα τὰ τοιαῦτα τὰ φωτοειδῆ τῆς θείας φύσεως ἀπαυγάσματα, δι’ ὧν ὁ Θεὸς ὁρᾶται.
47 Ἀλλὰ τὸ μὲν ταῦτα οὕτως ἔχειν ἐκ τῶν εἰρημένων οὐκ ἀμφιβάλλομεν. Ἔτι δὲ ἡμῖν ὁ λόγος τὸ ἐξ ἀρχῆς ἀπορηθὲν ἐπὶ τῆς αὐτῆς ἀμηχανίας βλέπει. Ὡς γὰρ

44

.

1272

(50)

ὁ ἐν οὐρανῷ γενόμενος, ἐν μετουσίᾳ τῶν οὐρανίων θαυμάτων ἐστίν· ὁ δὲ τῆς ἀνόδου τρόπος ἀμήχανος, ὧν οὐδὲν ἡμῖν τῶν διωμολογημένων κέρδος ποιεῖ· οὕτως ἐκ τοῦ καθαρθῆναι τὴν καρδίαν, τὸ μακάριον γενέσθαι οὐκ ἀμφιβάλλεται· τὸ δ’ ὅπως ἄν τις αὐτὴν
55τῶν μολυνθέντων ἀποκαθάρειεν, ἴσον ἀντικρὺς εἶναι δοκεῖ τῆς ἐπὶ τὸν οὐρανὸν ἀναβάσεως. Ποία τοίνυν κλίμαξ τοῦ Ἰακώβ; ποῖον εὑρεθήσεται πύρινον ἅρμα καθ’ ὁμοιότητα τοῦ τὸν προφήτην Ἠλίαν πρὸς οὐρα‐
νὸν ἀνυψώσαντος, ᾧ πρὸς τὰ ἄνω θαύματα ἡ καρδία1271

44

.

1273

ἡμῶν ἐπαρθεῖσα, τὸ γήϊνον τοῦτο βάρος ἀποτινάξεται; Εἰ γάρ τις ἐν περινοίᾳ γένοιτο τῶν ἀναγκαίων τῆς ψυχῆς παθημάτων, ἄπορον οἰήσεται καὶ ἀμήχανον τὴν τῶν συνεζευγμένων κακῶν ἀναχώρησιν. Εὐθὺς ἐκ πά‐
5θους ἡμῖν ἡ γένεσις ἄρχεται, καὶ διὰ πάθους ἡ αὔξησις πρόεισιν, καὶ εἰς τὸ πάθος ἡ ζωὴ καταλήγει, καὶ ἀνα‐ κέκραταί πως τὸ κακὸν πρὸς τὴν φύσιν, διὰ τῶν ἐξ ἀρχῆς παραδεξαμένων τὸ πάθος, τῶν διὰ τῆς παρα‐ κοῆς εἰσοικισαμένων τὴν νόσον. Ὥσπερ δὲ τῇ δια‐
10δοχῇ τῶν ἐπιγινομένων καθ’ ἕκαστον εἶδος, τῶν ζώων ἡ φύσις συνδιεξέρχεται, ὡς ταὐτὸν εἶναι τὸ γενόμε‐ νον κατὰ τὸν τῆς φύσεως λόγον, τοῦ ἐξ οὗ γέγονεν· οὕτως ἐξ ἀνθρώπου ἅνθρωπος γίνεται, ἐξ ἐμπαθοῦς ἐμπαθὴς, ἐξ ἁμαρτωλοῦ τοιοῦτος. Οὐκοῦν συνυφίστα‐
15ται τρόπον τινὰ τοῖς γινομένοις ἡ ἁμαρτία, συναπο‐ τικτομένη τε καὶ συναύξουσα, καὶ τῷ τῆς ζωῆς ὅρῳ συγκαταλήγουσα. Ἀλλὰ δυσεπίτευκτον ἡμῖν εἶναι τὴν ἀρετὴν, μυρίοις ἱδρῶσι καὶ πόνοις, σπουδῇ καὶ καμάτῳ μόγις κατορθουμένην, πολλαχῆ παρὰ τῆς
20θείας Γραφῆς ἐδιδάχθημεν, τεθλιμμένην καὶ διὰ στε‐ νοῦ προϊοῦσαν τὴν ὁδὸν τῆς βασιλείας ἀκούσαντες, πλατεῖάν τε καὶ κατάντη καὶ ἐπίδρομον, τὴν διὰ κα‐ κίας τὸν βίον ἐπὶ τὴν ἀπώλειαν ἀπάγουσαν. Οὐ μὴν καθόλου ἀμήχανον τὴν ὑψηλὴν ζωὴν, ἡ Γραφὴ διωρί‐
25σατο, ἡ τοσούτων ἀνδρῶν ἐν ταῖς ἱεραῖς βίβλοις ἐκ‐ θεμένη τὰ θαύματα. Ἀλλ’ ἐπειδὴ διπλῆς οὔσης τῆς διανοίας ἐν τῇ τοῦ ἰδεῖν τὸν Θεὸν ἐπαγγελίᾳ· μιᾶς μὲν τοῦ γνῶναι τὴν τοῦ παντὸς ὑπερκειμένην φύσιν, ἑτέρας δὲ τοῦ ἀνακραθῆναι πρὸς αὐτὸν διὰ τῆς κατὰ
30τὴν ζωὴν καθαρότητος· τὸ μὲν πρότερον τῆς κατα‐ νοήσεως εἶδος ἀμήχανον εἶναι ἡ τῶν ἁγίων φωνὴ δι‐ ορίζεται· τὸ δὲ δεύτερον ὑπισχνεῖται τῇ ἀνθρωπίνῃ φύσει διὰ τῆς παρούσης διδασκαλίας ὁ Κύριος εἰπὼν, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν
35ὄψονται.
40 Τὸ δὲ ὅπως ἔστι καθαρὸν γενέσθαι, διὰ πάσης σχε‐ δὸν τῆς εὐαγγελικῆς διδασκαλίας ἔξεστί σοι τὸ τοι‐ οῦτον μαθεῖν. Τοῖς γὰρ ἐφεξῆς ἐπιδραμὼν παραγγέλ‐ μασι, σαφὲς εὑρήσεις τὸ τῆς καρδίας καθάρσιον. Εἰς δύο γὰρ διελὼν τὴν κακίαν, τήν τε διὰ τῶν ἔργων,
45καὶ τὴν ἐν νοήμασι συνισταμένην, πρότερον μὲν διὰ τοῦ ἀρχαίου νόμου, τὴν διὰ τῶν ἔργων φανερουμένην ἀδικίαν ἐκόλασεν, νυνὶ δὲ περὶ τὸ ἕτερον τῆς ἁμαρ‐ τίας εἶδος βλέπειν τὸν νόμον ἐποίησεν, οὐ τὸ ἔργον τὸ πονηρὸν τιμωρούμενος, ἀλλ’ ὅπως ἂν μηδὲ τὴν ἀρχὴν

44

.

1273

(50)

γένοιτο προμηθούμενος. Τὸ γὰρ τῆς προαιρέσεως ἐξελεῖν τὴν κακίαν, ἐκ πολλοῦ τοῦ περιόντος ἐστὶν ἀλλότριον τῶν πονηρῶν ἔργων τὸν βίον ἐργάσασθαι. Πολυμεροῦς δὲ καὶ πολυειδοῦς τῆς κακίας οὔσης, ἑκάστῳ τῶν ἀπηγορουμένων ἰδίαν τὴν διὰ τῶν παρ‐
55αγγελμάτων θεραπείαν ἀντέθηκεν. Καὶ ἐπειδὴ πρό‐ χειρον ὡς ἐπὶ πολὺ παρὰ πάντα τὸν βίον τὸ κατὰ τὴν ὀργήν ἐστιν ἀῤῥώστημα, ἐκ τοῦ μᾶλλον ἐπικρα‐ τοῦντος τῆς θεραπείας ἄρχεται, τὸ ἀόργητον ἐν πρώ‐
τοις νομοθετήσας. Ἐδιδάχθης, φησὶ, παρὰ τοῦ ἀρχαιο‐1273

44

.

1276

τέρου νόμου, τὸ Μὴ φονεῦσαι, νῦν μάθε τὸ χωρίσαι τῆς ψυχῆς τὴν κατὰ τῶν ὁμοφύλων ὀργήν. Οὐ γὰρ καθόλου τὴν ὀργὴν ἀπεῖπεν· ἔστι γὰρ καὶ ἐπὶ καλῷ ποτε τῇ τοιαύτῃ τῆς ψυχῆς χρήσασθαι ὁρμῇ,
5ἀλλὰ τὸ πρὸς τὸν ἀδελφὸν ὀργιστικῶς ποτε σχεῖν ἐπὶ μηδενὶ ἀγαθῷ, τοῦτο ἡ παραγγελία κατέσβεσεν. Πᾶς γὰρ ὁ ὀργιζόμενος τῷ ἀδελφῷ ἐκ τοῦ εἰκῆ. Ἡ γὰρ προσθήκη τοῦ εἰκῆ, δείκνυσι τὸ εὔκαιρον πολλάκις τῆς τοῦ θυμοῦ χρήσεως, ὅταν ἐπὶ κολάσει τῆς ἁμαρ‐
10τίας ζέσῃ τὸ πάθος. Τοῦτο τὸ εἶδος τῆς ὀργῆς τῷ Φηνεὲς ὁ τῆς Γραφῆς λόγος προεμαρτύρησεν, ὅτε τῇ σφαγῇ τῶν παρανομούντων τὴν κατὰ τοῦ λαοῦ κινη‐ θεῖσαν ἀπειλὴν τοῦ Θεοῦ ἱλεώσατο. Πάλιν μεταβαίνει τῇ θεραπείᾳ πρὸς τὰ διὰ τῆς ἡδονῆς πλημμελούμενα,
15καὶ τῆς μοιχείας τὴν ἄτοπον ἐπιθυμίαν ἐξαιρεῖ τῆς καρδίας διὰ τοῦ παραγγέλματος. Οὕτω καὶ τὰ καθ’ ἕκαστον πάντα εὑρήσεις, ἐν τοῖς ἐφεξῆς διορθοῦντα τὸν Κύριον, πρὸς ἕκαστον τῶν τῆς κακίας εἰδῶν ταῖς νομοθεσίαις ἱστάμενον. Κωλύει τὸ ἄρχειν ἀδίκων
20χειρῶν, διὰ τὸ μηδὲ ἀμύνεσθαι συγχωρῆσαι. Ὑπερ‐ ορίζει τὸ κατὰ πλεονεξίαν πάθος, διὰ τοῦ πρὸς τὸ ἀποδύνεσθαι τῷ ἀφελομένῳ, καὶ τὸ ὑπολειφθὲν προσ‐ τάξαι. Θεραπεύει τὴν δειλίαν, καταφρονητικῶς πρὸς τὸν θάνατον ἔχειν ἐκκελευόμενος, Καὶ ὅλως δι’ ἑκά‐
25στου τῶν παραγγελμάτων, εὑρήσεις ἀρότρου δίκην τὸν ἀροτριακὸν λόγον, τὰς πονηρὰς τῶν ἁμαρτιῶν ῥίζας ἐκ τοῦ βάθους τῆς καρδίας ἡμῶν ἀνορύσσοντα, δι’ ὧν ἔστι τῆς ἀκανθώδους καθαρθῆναι καρποφορίας. Οὐκοῦν δι’ ἀμφοτέρων εὐεργετεῖται τὴν φύσιν, οἷς τε
30τὸ ἀγαθὸν ἐπαγγέλλεται, οἷς τε τὴν πρὸς τὸ προκεί‐ μενον διδασκαλίαν ἡμῖν ὑποτίθεται. Εἰ δὲ ἐπίπονος τῶν ἀγαθῶν σπουδή σοι νομίζεται, σύγκρινον τῷ ἐναντίῳ βίῳ καὶ εὑρήσεις ὅσον ἐπιπονωτέρα ἐστὶν ἡ κακία, εἰ μὴ πρὸς τὸ παρὸν, ἀλλὰ πρὸς τὸ μετὰ ταῦτα βλέ‐
35ποις. Ὁ γὰρ γεέννας ἀκούσας, οὐκέτι πόνῳ τινὶ καὶ σπουδῇ τῶν κατὰ τὴν ἁμαρτίαν ἡδονῶν χωρισθήσε‐ ται· ἀλλ’ ἀρκέσει μόνος ὁ φόβος τοῖς λογισμοῖς ἐγ‐ γενόμενος, ἐξορίσαι τὰ πάθη. Μᾶλλον δὲ καλῶς ἔχει τῷ σιωπωμένῳ συνυπακουόμενον κατανοήσαντας, σφο‐
40δροτέραν ἐντεῦθεν τὴν ἐπιθυμίαν λαβεῖν. Εἰ γὰρ μα‐ κάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ἐλεεινοὶ πάντως οἱ κατ‐ εῤῥυπωμένοι τὸν νοῦν· ὅτι πρὸς τὸ τοῦ ἀντικειμένου πρόσωπον βλέπουσιν. Καὶ εἰ αὐτὸς ὁ θεῖος χαρακτὴρ τῷ κατ’ ἀρετὴν ἐντυποῦται βίῳ, δῆλον ὅτι ἡ κατὰ κακίαν
45ζωὴ μορφὴ καὶ πρόσωπον τοῦ ἀντικειμένου γίνεται. Ἀλλὰ μὴν εἰ κατὰ διαφόρους ἐπινοίας ὁ Θεὸς ἑκάστῳ τῶν κατὰ τὸ ἀγαθὸν νοουμένων ἐπονομάζεται, φῶς, καὶ ζωὴ, καὶ ἀφθαρσία, καὶ ὅσα τοῦ τοιούτου γένους ἐστίν· πάντως ἐκ τοῦ ἀντιστρόφου, τὸ ἑκάστου τούτων

44

.

1276

(50)

ἀντικείμενον, τῷ τῆς κακίας εὑρέτῃ ὀνομασθήσεται, σκότος καὶ θάνατος καὶ φθορὰ, καὶ ὅσα τούτοις ὁμογενῆ καὶ ὁμόφυλα. Οὐκοῦν μαθόντες, διὰ τίνων ἥ τε κακία καὶ ὁ κατ’ ἀρετὴν μορφοῦται βίος, ἐξου‐ σίας ἡμῖν πρὸς ἑκάτερον τούτων κατὰ τὸ αὐτεξού‐
55σιον τῆς προαιρέσεως προκειμένης, φύγωμεν τὴν τοῦ διαβόλου μορφὴν, ἀποθώμεθα τὸ πονηρὸν προσωπεῖον,
ἀναλάβωμεν τὴν θείαν εἰκόνα, γενώμεθα καθαροὶ τῇ1275

44

.

1277

καρδίᾳ, ἵνα γενώμεθα μακάριοι, τῆς θείας εἰκόνος ἐν ἡμῖν μορφωθείσης, διὰ τῆς καθαρᾶς πολιτείας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίω ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
9tΛΟΓΟΣ Ζʹ.
10nΜακάριοι οἱ εἰρηνοποιοί· ὅτι αὐτοὶ υἱοὶ Θεοῦ
11nκληθήσονται.
12 Τῆς ἱερᾶς τοῦ μαρτυρίου σκηνοπηγίας, ἣν κατὰ τὸν ἐν τῷ ὄρει παρὰ τοῦ Θεοῦ δειχθέντα τύπον ὁ νο‐ μοθέτης τοῖς Ἰσραηλίταις κατεσκευάσατο, πάντα μὲν
15ἅγιά τε καὶ ἱερὰ καθ’ ἕκαστον ἦν, ὅσα τῷ περισχοι‐ νίσματι κατὰ τὸ ἐντὸς περιείληπτο· τὸ δὲ ἐνδότατον ἐν τούτοις ἄδυτόν τε καὶ ἄβατον ἦν, Ἅγιον ἁγίων λεγόμενον· δεικνύσης, οἶμαι, τῆς ἐπιτατικῆς ταύτης ὀνοματοποιΐας, τὸ μὴ κατὰ τὸ ὁμότιμον τοῖς ἄλλοις
20μετέχειν κἀκεῖνο τῆς ἁγιότητος· ἀλλ’ ὅσον διέφερεν τοῦ κοινοῦ καὶ βεβήλου τὸ ἀφιερωμένον καὶ ἅγιον, τοσοῦτον ἐκεῖνο τὸ ἄδυτον τῶν περὶ αὐτὸ ἁγίων ἱερώ‐ τερόν τε καὶ καθαρώτερον εἶναι. Οἶμαι τοίνυν ἐγὼ κατὰ τὸν αὐτὸν τρόπον, τῶν ἐν τῷ ὄρει τούτῳ προ‐
25δειχθέντων ἡμῖν μακαρισμῶν, πάντα μὲν ἱερά τε καὶ ἅγια καθ’ ἕκαστον εἶναι. ὅσα προλαβὼν ὁ θεῖος κατε‐ σκεύασε λόγος· τὸ δὲ νῦν τῇ θεωρίᾳ προκείμενον, ἄδυτον ὡς ἀληθῶς καὶ Ἅγιον ἁγίων εἶναι. Εἰ γὰρ τὸ ἰδεῖν τὸν Θεὸν ὑπερβολὴν ἐν τῷ ἀγαθῷ οὐκ ἔχει, τὸ
30υἱὸν γενέσθαι Θεοῦ ὑπὲρ πᾶσαν εὐκληρίαν πάντως ἐστίν· ποία γὰρ ῥημάτων ἐπίνοια; τίς ἐξ ὀνομάτων σημασία τῆς τηλικαύτης ἐπαγγελίας τὴν δωρεὰν περιλήψεται; Ὅπερ ἄν τις τῇ διανοίᾳ νοήσῃ, ὑπὲρ ἐκεῖνο πάντως ἐστὶ τὸ δηλούμενον· ἐὰν ἀγαθὸν, ἢ
35τίμιον, ἢ ὑψηλὸν ὀνομάσῃς τὸ κατὰ τὸν μακαρισμὸν τοῦτον δι’ ἐπαγγελίας προκείμενον, πλέον ἢ κατὰ τὴν ἔμφασιν τῶν ὀνομάτων ἐστὶ τὸ δηλούμενον· ὑπὲρ εὐ‐ χὴν ἡ ἐπιτυχία, ὑπὲρ ἐλπίδα τὸ δῶρον, ὑπὲρ τὴν φύσιν ἡ χάρις. Τί ἐστιν ἄνθρωπος ὡς πρὸς τὴν θείαν
40φύσιν κρινόμενος; Τίνος εἴπω τῶν ἁγίων φωνὴν, δι’ ἧς ἐξευτελίζεται τὸ ἀνθρώπινον; κατὰ τὸν Ἀβραὰμ γῆ καὶ σποδός· κατὰ τὸν Ἡσαΐαν χόρτος· κατὰ τὸν Δαβὶδ οὐδὲ χόρτος, ἀλλ’ ἐοικὸς χόρτῳ. Ὁ μὲν γὰρ λέγει, Πᾶσα σὰρξ χόρτος· οὗτος δέ φησι· Ἄνθρω‐
45πος ὡσεὶ χόρτος· κατὰ τὸν Ἐκκλησιαστὴν ματαιό‐ της· κατὰ τὸν Παῦλον, ταλαιπωρία. Οἷς γὰρ ἑαυτὸν ὁ Ἀπόστολος κατωνόμασεν, τούτοις ἅπαν κατοικτί‐ ζεται τὸ ἀνθρώπινον. Ταῦτα ὁ ἄνθρωπος· ὁ δὲ Θεὸς τί; Πῶς εἴπω τὸ τί, ὃ μήτε ἰδεῖν δυνατὸν, μήτε ἀκοῇ

44

.

1277

(50)

χωρῆσαι, μήτε καρδίᾳ λαβεῖν; Ποίαις φωναῖς ἐξαγ‐ γείλω τὴν φύσιν; Τί εὕρω τοῦ ἀγαθοῦ τούτου ἐν τοῖς γινωσκομένοις ὑπόδειγμα; Ποίας καινοτομήσω φω‐ νὰς, πρὸς τὴν τοῦ ἀφράστου τε καὶ ἀνεκφωνήτου ση‐ μασίαν; Ἤκουσα τῆς θεοπνεύστου Γραφῆς μεγάλα
55περὶ τῆς ὑπερκειμένης φύσεως διεξιούσης· ἀλλὰ τί ταῦτα πρὸς αὐτὴν τὴν φύσιν; Ὅσον γὰρ ἐγὼ ἐχώρουν
δέξασθαι, τοσοῦτον εἶπεν ὁ λόγος, οὐχ ὅσον ἐστὶ τὸ1277

44

.

1280

δηλούμενον. Ὡς γὰρ οἱ ἀναπνέοντες τὸν ἀέρα κατὰ τὴν ἐν ἑαυτῷ ἕκαστος εὐρυχωρίαν, ὁ μὲν πλεῖον, ὁ δὲ ἔλαττον τοῦ ἀέρος ἀνέλαβεν· οὐ μὴν ὁ πολὺν ἐν ἑαυτῷ κατασχὼν τὸν ἀέρα, ἅπαν τὸ στοιχεῖον ἐντὸς
5ἑαυτοῦ πεποίηται, ἀλλὰ καὶ οὗτος ἔλαβεν ἐκ τοῦ ὅλου ὅσον ἠδύνατο, καὶ τὸ ὅλον ἐστίν· οὕτως καὶ αἱ τῆς ἁγίας Γραφῆς θεολογίαι, αἱ παρὰ τῶν τῷ ἁγίῳ Πνεύ‐ ματι θεοφορουμένων ἡμῖν ἐκτεθεῖσαι, πρὸς μὲν τὸ ἡμέτερον τῆς διανοίας μέτρον, ὑψηλαὶ καὶ μεγάλαι
10καὶ ὑπὲρ πᾶν εἰσι μέγεθος· τοῦ τε ἀληθινοῦ μεγέ‐ θους οὐ προσαπτόμεναι. Τίς ἐμέτρησε, φησὶ, τὸν οὐρανὸν σπιθαμῇ, καὶ τῇ χειρὶ τὸ ὕδωρ, καὶ πᾶ‐ σαν τὴν γῆν δρακί; Ὁρᾷς τὴν μεγαλοφυΐαν τοῦ τὴν ἄφραστον διαγράφοντος δύναμιν; ἀλλὰ τί ταῦτα πρὸς
15τὸ ὄντως ὄν; Μέρος γάρ τοι τῆς θείας ἐνεργείας ἐν ταῖς τοιαύταις μεγαληγορίαις, ὁ προφητικὸς ἐνεδεί‐ ξατο λόγος· αὐτὴν δὲ τὴν δύναμιν ἀφ’ ἧς ἡ ἐνέργεια, ἵνα μὴ εἴπω τὴν φύσιν, ἀφ’ ἧς ἡ δύναμις, οὔτε εἶπεν, οὔτε ἐμέλλησεν· ἀλλὰ καὶ καθάπτεται τῷ λόγῳ τῶν
20στοχασμοῖς τισι τὸ Θεῖον ἀπεικονιζόντων, ὡς ἐκ προσ‐ ώπου τοῦ Θεοῦ τὸ τοιοῦτον διεξιών· Τίνι με ὁμοιώ‐ σατε; λέγει Κύριος. Τὴν ἴσην δὲ συμβουλὴν καὶ ὁ Ἐκκλησιαστὴς τοῖς ἰδίοις ἐγκατατίθεται λόγοις, Μὴ σπεύσῃς ἐξενεγκεῖν ῥῆμα πρὸ προσώπου τοῦ Θεοῦ·
25ὅτι ὁ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐπὶ τῆς γῆς κάτω· δεικνὺς, οἶμαι, διὰ τῆς τῶν στοιχείων πρὸς ἄλλη‐ λα διαστάσεως, ὅσῳ τῷ μέτρῳ ἡ θεία φύσις τῶν λογι‐ σμῶν γηΐνων ὑπερανέστηκεν. Τούτῳ μέν τοι τῷ τοι‐ ούτῳ καὶ τοσούτῳ πράγματι, ὃ οὔτε ἰδεῖν ἔστιν, οὔτε
30ἀκοῦσαι, οὔτε λογίσασθαι, ὁ ἀντ’ οὐδενὸς ἐν τοῖς οὖσι λελογισμένος ἄνθρωπος, ἡ σποδὸς, ὁ χόρτος, ἡ ματαιό‐ της, οἰκειοῦται, εἰς υἱοῦ τάξιν παρὰ τοῦ Θεοῦ τῶν ὅλων προσλαμβανόμενος. Τί τῆς χάριτος ταύτης ἔστιν εὑρεῖν εἰς εὐχαριστίαν ἐπάξιον; Ποίαν φωνὴν, ποίαν
35διάνοιαν, ποίαν ἐνθυμήσεως κίνησιν, δι’ ἣν τὴν τῆς χάριτος ὑπερβολὴν ἀνυμνήσει; ἐκβαίνει τὴν ἑαυτοῦ φύσιν ὁ ἄνθρωπος, ἀθάνατος ἐκ θνητοῦ, καὶ ἐξ ἐπική‐ ρου ἀκήρατος, καὶ ἐξ ἐφημέρου ἀΐδιος, καὶ τὸ ὅλον θεὸς ἐξ ἀνθρώπου γινόμενος. Ὁ γὰρ Θεοῦ υἱὸς γενέ‐
40σθαι ἀξιωθεὶς, ἕξει πάντως ἐν ἑαυτῷ τοῦ πατρὸς τὸ ἀξίωμα, καὶ πάντων γίνεται τῶν πατρικῶν ἀγαθῶν κληρονόμος· ὢ τῆς μεγαλοδωρεᾶς τοῦ πλουσίου Δεσ‐ πότου! ὢ τῆς πλατείας παλάμης! ὢ τῆς μεγάλης χειρός! ἡλίκα τῶν ἀποῤῥήτων θησαυρῶν τὰ χα‐
45ρίσματα! Εἰς τὸ ὁμότιμον ἑαυτῷ σχεδὸν τὴν ἐξ ἁμαρ‐ τίας ἀτιμωθεῖσαν φύσιν ὑπὸ φιλανθρωπίας ἄγει. Εἰ γὰρ ὅπερ αὐτός ἐστι κατὰ τὴν φύσιν, τούτου τὴν οἰκειότητα τοῖς ἀνθρώποις χαρίζεται· τί ἄλλο, ἢ οὐχὶ ὁμοτιμίαν τινὰ διὰ τῆς συγγενείας κατεπαγ‐

44

.

1280

(50)

γέλλεται;1279

44

.

1281

Τὸ μὲν οὖν ἔπαθλον τηλικοῦτον· ὁ δὲ ἆθλος τίς; Ἐὰν εἰρηνοποιήσῃ, φησὶ, τῇ τῆς ὑποθεσίας χά‐ ριτι στεφανωθήσῃ. Ἐμοὶ δοκεῖ καὶ τὸ ἔργον ἐφ’ ᾧ τὸν τοσοῦτον μισθὸν ἐπαγγέλλεται ἕτερον δῶρον εἶναι.
5Τί γὰρ εἰς ἀπόλαυσιν τῶν κατὰ τὸν βίον σπουδαζομέ‐ νων τῆς εἰρηνικῆς ἐστι τοῖς ἀνθρώποις γλυκύτερον ζωῆς; ὅτιπερ ἂν εἴπῃς τῶν ἡδέων κατὰ τὴν ζωὴν, εἰρή‐ νης χρῄζει τὸ εἶναι ἡδύ. Εἰ γὰρ πάντα εἴη, ὅσα κατὰ τὸν βίον τετίμηται, πλοῦτος, εὐεξία, γαμετὴ, παῖδες, οἰκία,
10γονεῖς, ὑπηρέται, φίλοι· γῆ, θάλασσα, τοῖς οἰκείοις ἑκατέρα πλουτίζουσα· παράδεισοι, θῆραι, λουτρὰ, παλαῖστραι, γυμνάσια· τρυφητήριά τε καὶ ἡβητή‐ ρια· καὶ πάντα, ὅσα ἐστὶ τῆς ἡδονῆς ἐφευρήματα· προσκείσθω τούτοις τὰ ἡδέα θεάματα, καὶ τὰ μουσικὰ
15ἀκροάματα· καὶ εἴ τι ἄλλο δι’ οὗ τοῖς τρυφῶσιν ὁ βίος ἡδύνεται. Εἰ ταῦτα μὲν εἴη πάντα, τὸ δὲ τῆς εἰρήνης ἀγαθὸν μὴ παρῇ, τί κέρδος ἐκείνων, πολέ‐ μου τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν ἐπικόπτοντος; οὐκοῦν ἡ εἰρήνη αὕτη τε ἡδεῖά ἐστι τοῖς μετέχουσι, καὶ
20πάντα καταγλυκαίνει τὰ ἐν τῷ βίῳ τιμώμενα. Ἀλλὰ κἄν τινα συμφορὰν κατὰ τὸ ἀνθρώπινον ἐν εἰρήνῃ πάθωμεν, ἀγαθῷ τὸ κακὸν συγκεκραμένον ῥᾷον τοῖς πεπονθόσι γίνεται· πολέμου δὲ τὴν ζωὴν συνέχοντος, ἀναισθητοῦμεν τρόπον τινὰ πρὸς τὰς τοιαύτας τῶν
25λυπηρῶν ἀφορμάς. Ὑπερβάλλει γὰρ ταῖς ἀλγηδόσι τὰ καθ’ ἕκαστον ἡ κοινὴ συμφορά. Καὶ ὥσπερ οἱ ἰατροὶ περὶ τῶν σωματικῶν λέγουσι παθημάτων, εἰ δύο κατ’ αὐτὸν ἐν ἑνὶ σώματι πόνοι συμπέσοιεν, τοῦ ὑπερβάλλοντος μόνου τὴν αἴσθησιν γίνεσθαι· λαν‐
30θάνειν δέ πως τοῦ ἐλάττονος κακοῦ τὴν ἀλγηδόνα, τῇ ἐπιβολῇ τοῦ ἐπικρατοῦντος ἐκκλεπτομένην· οὕτω τὰ τοῦ πολέμου κακὰ τοῖς ἀλγεινοῖς ὑπερβάλλοντα, πρὸς τὰς ἰδίας συμφορὰς ἀναισθήτως ἔχειν τοὺς καθ’ ἕκαστον παρασκευάζει. Εἰ δὲ πρὸς τὴν τῶν κακῶν
35τῶν ἰδίων αἴσθησιν ἀποναρκᾷ πως ἡ ψυχὴ, τοῖς κοι‐ νοῖς τοῦ πολέμου κακοῖς ἐκπεπληγμένῃ, πῶς τῶν ἡδέων αἴσθησιν ἕξει; Ποῦ ὅπλα καὶ ἵπποι, καὶ τε‐ θηγμένος σίδηρος, καὶ σάλπιγξ ἠχοῦσα; καὶ φάλαγγες τοῖς δόρασι φρίσσουσαι, καὶ ἀσπίδες συνερειδόμεναι,
40καὶ κράνη τοῖς λόφοις φοβερῶς ἐπινεύοντα, συμ‐ πτώσεις, ὠθισμοὶ, συμπλοκαὶ, μάχαι, ἀνδροκτασίαι, φυγαὶ, διώξεις, οἰμωγαὶ, ἀλαλαγμοὶ, γῆ τοῖς αἵμασιν ὑγραινομένη, νεκροὶ πατούμενοι, τραυματίαι κατα‐ λειπόμενοι, καὶ πάντα ὅσα ἐν τοῖς πικροῖς ἐστι τοῦ πο‐
45λέμου συμπτώμασιν; ἆρα ὁ ἐν τούτοις ὢν σχέσει ποτὲ πρὸς τὴν τοῦ εὐφραίνοντος μνήμην τὸν λογισμὸν ὑπο‐ κλίναι; Εἰ δέ που καὶ ὑποδράμοι τὴν ψυχὴν μνήμη τῶν ἡδίστων τινός· οὐχὶ προσθήκη γίνεται συμφορᾶς ἐν τῷ τῶν κινδύνων καιρῷ ἡ τῶν φιλτάτων ὑπόμνησις

44

.

1281

(50)

τὸν λογισμὸν ὑπελθοῦσα; Οὐκοῦν ὁ μισθόν σοι διδοὺς, εἰ τῶν κατὰ πόλεμον κακῶν χωρισθείης, δύο σοι κε‐ χάρισται δωρεάς. Ἓν μὲν γάρ ἐστι δῶρον τὸ ἔπα‐ θλον· ἕτερον δὲ δῶρον αὐτὸς ὁ ἆθλος. Ὥστε καὶ εἰ μηδὲν τῷ τοιούτῳ κατ’ ἐλπίδα πρόσκειτο, αὐτὴ δι’
55ἑαυτὴν ἡ εἰρήνη πάσης ἂν ἦν τοῖς γε νοῦν ἔχουσι προτιμοτέρα σπουδῆς. Ἐν τούτῳ τοίνυν ἔστι τὴν τῆς φιλανθρωπίας ὑπερβολὴν ἐπιγνῶναι, ὅτι τὰς ἀγαθὰς ἀντιδόσεις, οὐ πόνοις καὶ ἱδρῶσιν, ἀλλ’ εὐπα‐
θείαις τρόπον τινὰ καὶ θυμηδίαις κεχάρισται· εἴπερ1281

44

.

1284

τὸ κεφάλαιον τῶν εὐφραινόντων ἡ εἰρήνη ἐστὶν, ἣν τοσαύτην ἑκάστῳ παρεῖναι βούλεται, ὡς μὴ μόνον αὐτὸν ἕκαστον ἔχειν, ἀλλ’ ἐκ πολλοῦ τοῦ περιόντος καὶ τοῖς μὴ ἔχουσι νέμειν.
10 Μακάριοι γὰρ, φησὶν, οἱ εἰρηνοποιοί. Εἰρηνοποιὸς δέ ἐστιν ὁ εἰρήνην διδοὺς ἄλλῳ· οὐκ ἂν δέ τις ἑτέρῳ παράσχοιτο, ὃ μὴ αὐτὸς ἔχει. Βούλεται τοίνυν πρότε‐ ρον εἶναί σε πλήρη τῶν τῆς εἰρήνης καλῶν, εἶθ’ οὕτως ὀρέγειν τοῖς ἐνδεῶς ἔχουσι τοῦ τοιούτου κτή‐
15ματος. Καὶ μὴ λίαν τὴν διὰ βάθους θεωρίαν περιερ‐ γαζέσθω ὁ λόγος· αὔταρκες γὰρ ἡμῖν εἰς ἀγαθοῦ κτῆσιν, καὶ τὸ πρόχειρον νόημα. Μακάριοι οἱ εἰρη‐ νοποιοί. Πολλῶν ἀῤῥωστημάτων θεραπείαν ὁ λόγος ἐν ὀλίγῳ χαρίζεται, διὰ τῆς περιλήψεως ταύτης καὶ
20γενικωτέρας φωνῆς ἐκπεριλαβὼν τὰ καθ’ ἕκαστον, Τί ἐστιν ἡ εἰρήνη πρῶτον νοήσωμεν. Τί ἄλλο, ἢ ἀγαπητική τις πρὸς τὸ ὁμόφυλον συνδιάθεσις; τί οὖν ἐστι ἐξ ἐναντίου τῇ ἀγάπῃ νοούμενον; Μῖσος, ὀργὴ, θυμὸς, φθόνος, μνησικακία, ὑπόκρισις, ἡ κατὰ πόλε‐
25μον συμφορά. Ὁρᾷς ὅσων καὶ οἴων ἀῤῥωστημάτων ἀντιφάρμακόν ἐστιν ἡ μία φωνή; Ἡ γὰρ εἰρήνη κατὰ τὸ ἴσον ἑκάστῳ τῶν εἰρημένων ἀντικαθίσταται, καὶ ἀφανισμὸν ποιεῖ τοῦ κακοῦ τῇ ἑαυτῆς παρουσίᾳ, Ὡς γὰρ ὑγιείας ἐπιλαβούσης ἡ νόσος ἐξαφανίζεται,
30καὶ φωτὸς φανέντος οὐχ ὑπολείπεται σκότος· οὕτως καὶ τῆς εἰρήνης ἐπιφανείσης, λύεται πάντα τὰ ἐκ τοῦ ἐναντίου συνιστάμενα πάθη. Τοῦτο δὲ ὅσον ἐστὶν ἀγαθὸν, οὐδὲν οἶμαι χρῆναι διεξιέναι τῷ λόγῳ αὐτός· σὺ κατὰ σεαυτὸν ἐπιλελόγισαι, οἷος ὁ βίος τῶν ἀλλή‐
35λους δι’ ὑποψίας καὶ μίσους ἐχόντων, ὧν δυσάντητοι μὲν αἱ συντυχίαι, βδελυκτὰ δὲ αὐτοῖς τὰ ἀλλήλων πάντα· ἄφθογγα δὲ τὰ στόματα, καὶ ἀπεστραμμένα τὰ βλέμματα· καὶ ἀκοὴ πεφραγμένη τῇ τοῦ μισοῦντος καὶ μισουμένου φωνῇ. Πᾶν δὲ φίλον ἑκατέρῳ αὐτῶν,
40ὃ τῷ ἑτέρῳ μὴ φίλον· καὶ ἐκ τοῦ ἐναντίου πᾶν ἐχ‐ θρὸν, καὶ πολέμιον, ὃ τῷ δυσμενεῖ καταθύμιον. Ὥσπερ τοίνυν τὰ εὐώδη τῶν ἀρωμάτων, τῆς ἰδίας εὐπνοίας τὸν παρακείμενον ἀέρα πλήρη ποιεῖ· οὕτω σοι βού‐ λεται κατὰ περιουσίαν πλεονάζειν τῆς εἰρήνης τὴν
45χάριν, ὥστε τὸν σὸν βίον θεραπείαν εἶναι τῆς ἀλλο‐ τρίας νόσου. Ὅσον δὲ τὸ τοιοῦτόν ἐστιν ἀγαθὸν, ἀκρι‐ βέστερον ἂν ἐπιγνοίης, ἑκάστου τῶν ἐκ τῆς δυσμε‐ νοῦς προαιρέσεως ἐγγινομένων τῇ ψυχῇ παθημάτων τὰς συμφορὰς λογιζόμενος. Τίς ἂν διεξέλθοι πρὸς

44

.

1284

(50)

ἀξίαν τῆς ὀργῆς τὰ πάθη; Τίς ὑπογράψει λόγος τὴν ἀσχημοσύνην τῆς τοιαύτης νόσου; Ὁρᾷς τὰ τῶν δαι‐ μονώντων πάθη τοῖς ὑπὸ θυμοῦ κεκρατημένοις ἐπι‐ φαινόμενα. Λόγισαι παράλληλα τοῦ τε δαίμονος καὶ τοῦ θυμοῦ τὰ συμπτώματα, καὶ τίς ἐν τούτοις ἡ δια‐
55φορά. Ὕφαιμος καὶ διάστροφος τῶν δαιμονώντων ὀφθαλμὸς, παράφορος ἡ γλῶσσα, τραχὺ τὸ φθέγμα, ὀξεῖα καὶ ὑλακώδης ἡ φωνή. Κοινὰ ταῦτα καὶ τοῦ θυμοῦ καὶ τοῦ δαίμονος, κλόνος κεφαλῆς, χειρῶν
ἔμπληκτοι κινήσεις, βρασμὸς ὅλου τοῦ σώματος,1283

44

.

1285

ἄστατοι πόδες, μία τῶν δύο νοσημάτων ἡ διὰ τῶν. τοιούτων ὑπογραφή. Τοσοῦτον μόνον παρήλλακται τοῦ ἑτέρου τὸ ἕτερον, ὅσον τὸ μὲν ἑκούσιον εἶναι κα‐ κὸν, τὸ δὲ ἀβουλήτως προσπίπτειν οἷς ἂν ἐγγίνεται.
5Τὸ δὲ κατ’ ἰδίαν ὁρμὴν ἐν συμφορᾷ γενέσθαι, τοῦ παρὰ γνώμην παθεῖν, ὅσον ἐλεεινότερον; Καὶ τὴν μὲν ἐκ δαίμονος νόσον ὁ ἰδὼν πάντως ἠλέησε· τὴν δὲ ἐκ θυμοῦ παραφορὰν, ὁμοῦ τε εἶδεν καὶ ἐμιμήσατο, ζημίαν ἐκκρίνων τὸ μὴ ὑπερβάλλεσθαι τῷ καθ’
10ἑαυτὸν πάθει τὸν προνοσήσαντα. Καὶ ὁ μὲν δαίμων στρεβλῶν τοῦ ἐμπαθοῦς τὸ σῶμα, μέχρις ἐκείνου τὸ κακὸν ἵστησι, κατὰ τοῦ ἀέρος εἰκῆ διαῤῥίπτων τοῦ μεμηνότος τὰς χεῖρας· ὁ δὲ τοῦ θυμοῦ δαίμων οὐκ ἀργὰς ποιεῖ τὰς κινήσεις τοῦ σώματος. Ἐπειδὰν γὰρ
15ἐπικρατήσῃ τὸ πάθος, καὶ ὑπερζέσῃ τὸ περικάρδιον αἷμα τῆς μελαίνης χολῆς, ὥς φασιν, ἐκ τῆς θυ‐ μώδους διαθέσεως ἁπανταχῇ κατασπαρείσης τῷ σώματι, τότε ὑπὸ τῶν ἔνδοθεν συνθλιβομένων ἀτμῶν, στενοχωρεῖται πάντα τὰ περὶ τὴν κεφαλὴν αἰσθητή‐
20ρια· ὀφθαλμοὶ μὲν ὑπὸ τὴν τῶν βλεφάρων περιγρα‐ φὴν ἐξωθοῦνται, ὕφαιμόν τι καὶ δρακοντῶδες πρὸς τὸ λυποῦν ἀτενίζοντες· ἄσθματι δὲ τὰ σπλάγχνα συνέ‐ χεται· διοίσουσι δὲ κατὰ τοῦ αὐχένος αἱ φλέβες, καὶ ἡ γλῶσσα παχύνεται· καὶ ἡ φωνὴ στενουμένης τῆς
25ἀρτηρίας ἑκουσίως ὀξύνεται· καὶ τὰ χείλη τῇ ὑπο‐ σπορᾷ τῆς ψυχρᾶς ἐκείνης χολῆς πήγνυται καὶ περι‐ μελαίνεται, καὶ δυσκίνητα γίνεται πρὸς τὴν κατὰ φύσιν διαστολὴν καὶ ἐπίμυσιν, ὡς μηδὲ τὸν πτύελον ἐν τῷ στόματι πλεονάζοντα περικρατεῖν δύνασθαι,
30ἀλλὰ συνεκβαλεῖν τοῖς ῥήμασι, τοῦ βεβιασμένου φθόγγου τὸν ἀφρὸν παραπτύοντος. Τότε τοίνυν καὶ τὰς χεῖρας ἔστιν ἰδεῖν ἀνακινουμένας ὑπὸ τῆς νόσου, καὶ τοὺς πόδας ὡσαύτως· κινεῖται δὲ τὰ μέλη ταῦτα, οὐκέτι μάτην, καθάπερ ἐπὶ τῶν δαιμονώντων γίνε‐
35ται, ἀλλ’ ἐπὶ κακῷ τῶν ἀλλήλοις διὰ τῆς νόσου συμ‐ πλεκομένων. Εὐθὺς γὰρ πρὸς τὰ καίρια τῶν αἰσθη‐ τηρίων αἱ ὁρμαὶ τῶν ἀλλήλους πληττόντων γίνονται. Εἰ δέ που προσεγγίσει ἐν τῇ συμπλοκῇ τὸ στόμα τῷ σώματι, οὐδὲ οἱ ὀδόντες ἄπρακτοι μένουσιν, ἀλλ’
40ἐμφύονται θηρίου δίκην οἷς ἂν ἐμπελάσωσι. Καὶ τίς ἂν τὰ καθ’ ἕκαστον εἴποι κακὰ, ὅσα ἐκ τοῦ θυμοῦ τὴν γένεσιν ἔχει; Ὁ τοίνυν κωλύων τὴν τοιαύτην ἀσχημοσύνην, εἰκότως ἂν μακαριστός τε καὶ τίμιος, ἐκ τῆς μεγίστης εὐεργεσίας ὀνομάζοιτο. Εἰ γὰρ ὁ
45σωματικῆς τινος ἀηδίας χωρίσας τὸν ἄνθρωπον, τί‐ μιος διὰ τῆς τοιαύτης εὐποιΐας ἐστί· πόσῳ μᾶλλον ὁ τὴν ψυχὴν τῆς νόσου ταύτης ἐλευθερώσας, ὡς εὐερ‐ γέτης τοῦ βίου παρὰ τοῖς νοῦν ἔχουσι νομισθήσεται; Ὅσον γὰρ κρείττων ἡ ψυχὴ τοῦ σώματος, τοσούτῳ

44

.

1285

(50)

τιμιώτερος τῶν τὰ σώματα θεραπευόντων ὁ τὰς ψυχὰς ἐξιώμενος.
56 Καὶ μηδεὶς οἰέσθω τῶν ἐκ τοῦ μίσους ἐνεργουμέ‐ νων κακῶν, τὴν κατὰ τὸν θυμὸν ἀηδίαν οἴεσθαί με χαλεπωτάτην εἶναι. Δοκεῖ μοι τὸ κατὰ τὸν φθόνον
καὶ τὴν ὑπόκρισιν πάθος πολλῷ χαλεπώτερον τοῦ1285

44

.

1288

μνημονευθέντος εἶναι· ὅσῳ καὶ δεινότερον τοῦ προ‐ δήλου τὸ κεκρυμμένον. Καὶ γὰρ τῶν κυνῶν τούτους πλέον διευλαβούμεθα, ὧν οὔτε ὑλακὴ τὸν θυμὸν προ‐ μηνύει, οὔτε κατὰ τὸ πρόσωπον ἔφοδος ἀλλ’ εὐπράῳ
5τε καὶ ἡμέρῳ τῷ σχήματι τὸ ἀπροόρατόν τε καὶ ἀπερίσκεπτον ἡμῶν ἐπιφυλάττουσι· τοιοῦτόν ἐστι τὸ κατὰ τὸν φθόνον καὶ τὴν ὑπόκρισιν πάθος, οἷς ἔνδοθεν μὲν ἐν τῷ βάθει τῆς καρδίας τὸ μῖσος, οἷόν τι πῦρ κατὰ τὸ λεληθὸς ὑποτρέφεται, τὸ δὲ φαινό‐
10μενον τῇ ὑποκρίσει κατασχηματίζεται πρὸς τὸ φί‐ λον. Ὥσπερ δὲ εἰ πῦρ ἀχύροις ὑποκρυφθείη, τέως μὲν ἔνδοθεν διασμύχει τῇ καύσει τὰ παρακείμενα, φλὸξ δὲ κατὰ τὸ φαινόμενον οὐκ ἐκδίδοται, ἀλλὰ δριμύς τις καπνὸς βιαίως ἔνδοθεν συνθλιβόμενος
15διεξέρχεται· εἰ δέ τινος τύχῃ διαπνοῆς, τότε εἰς λαμπράν τε καὶ ἔκδηλον ἀναῤῥιπίζεται φλόγα· οὕτω καὶ ὁ φθόνος διεσθίει μὲν ἔνδοθεν τὴν καρδίαν, πυ‐ ρὸς δίκην οἷον ἀχύρων πεπιλημένον τινὰ χημῶνα· καὶ κρύπτει μὲν ὑπ’ αἰσχύνης τὴν νόσον, οὐ μὴν
20δυνατός ἐστιν εἰς τὸ παντελὲς ἐπικρύψασθαι· ἀλλ’ οἷόν τις καπνὸς δριμὺς ἐκ τοῦ φθόνου πικρία τοῖς περὶ τὸ σχῆμα συμπτώμασιν ἐνδιαφαίνεται. Εἰ δέ τις συμφορὰ τοῦ φθονουμένου προσάψαιτο, τότε φανεροῖ τὴν νόσον, ἐν εὐφροσύνῃ τε καὶ ἡδονῇ τὴν ἐκείνου
25λύπην ποιούμενος. Κατηγορεῖται δὲ τὰ κρυπτὰ τοῦ πάθους, ἕως ἂν λανθάνειν δοκῇ, διὰ τῶν φανερῶν τεκμηρίων περὶ τὸ πρόσωπον. Τὰ γὰρ ἐπιθανάτια τῶν ἀπεγνωσμένων σημεῖα, ταῦτα τοῦ διὰ φθόνου ἐκτετηκότος πολλάκις γίνεται, ὀφθαλμοὶ ξηροὶ, κατ‐
30εσκληκόσι τοῖς βλεφάροις ἐγκοιλαινόμενοι, ὀφρὺς συμ‐ πεπτωκυῖα, ὀστέα τῶν σαρκῶν ἐν τόπῳ διαφαινό‐ μενα. Ἡ δὲ αἰτία τῆς νόσου τίς; Τὸ ἐν ἀθυμίᾳ ζῇν ἀδελφὸν, ἢ οἰκεῖον, ἢ γείτονα. Ὢ καινῶν ἀδικημάτων! Ἔγκλημα ποιεῖσθαι τὸ μὴ δυστυχεῖν ἐκεῖνον, οὗ ταῖς εὐ‐
35πραγίαις ἀλγύνεται· οὐκ ἐξ ὧν αὐτός τι πέπονθε παρ’ αὐτοῦ κακὸν τὴν ἀδικίαν κρίνων, ἀλλ’ ἐξ ὧν ἐκεῖνος ἀδικῶν οὐδὲν, ἐν τοῖς καταθυμίοις ἐστί. Τί πέπονθας, ὦ δείλαιε; πρὸς αὐτὸν εἴποιμι ἄν· ἀντὶ τίνος ἐκτέ‐ τηκας, πικρῷ τῷ ὀφθαλμῷ τὰς εὐπραγίας ὑποβλέ‐
40πων τοῦ γείτονος; Τί ἐγκαλεῖν ἔχεις; Εἰ εὐπρεπὴς ἐκεῖνος τῷ σώματι; Εἰ λόγῳ κεκόσμηται; Εἰ τῷ γένει τὸ πλέον ἔχει; Εἴ τινος ἀρχῆς ἐπιβὰς λαμπρὸς ἐπὶ τῆς ἀξίας ὁρᾶται; Εἰ χρημάτων αὐτῷ τις εὐ‐ πορία προσγέγονεν; Εἰ σεμνὸς ἐν λόγοις διὰ τὴν φρό‐
45νησιν; Εἰ περίβλεπτος τοῖς πολλοῖς ἐξ εὐεργεσίας ἐστίν; Εἰ παισὶν ἐπαγάλλεται; Εἰ γαμετῇ εὐφραίνε‐ ται; Εἰ ταῖς τοῦ οἴκου προσόδοις λαμπρύνεται; Διὰ τί σοι ταῦτα καθάπερ ἀκίδες βελῶν κατὰ τῆς καρ‐ δίας ἐμπίπτουσι; Συγκροτεῖς τὰς παλάμας· τοὺς

44

.

1288

(50)

δακτύλους συμπλέκεις· ἀδημονεῖς τοῖς λογισμοῖς· βύθιόν τι καὶ ὀδυνηρὸν ὑποστένεις· ἀηδής σοι ἡ τῶν προσόντων ἀπόλαυσις· πικρὰ ἡ τράπεζα· κατηφὴς ἡ αἰτία· ἕτοιμον τὸ οὖς πρὸς τὴν τοῦ εὐπράττοντος διαβολήν. Εἰ δέ τι τῶν δεξιῶν λέγοιτο, βέβυσται ἡ
55ἀκοὴ πρὸς τὸν λόγον. Καὶ οὕτω τὴν ψυχὴν διακείμε‐ νος, τί περιστέλλεις τῇ ὑποκρίσει τὴν νόσον; Πῶς σοι τὸ τῆς φιλίας προσωπεῖον διὰ τῆς κατεσχηματισ‐ μένης εὐνοίας ἐπιμορφίζεται; Τί δεξιοῖς ταῖς εὐφή‐
μοις προσηγορίαις, χαίρειν καὶ ὑγιαίνειν ἐγκελευό‐1287

44

.

1289

μενος, τὰ ἐναντία δι’ ἀποῤῥήτων κατὰ ψυχὴν ἐπ‐ αρώμενος; Τοιοῦτος ὁ Κάϊν, ὁ τῇ εὐδοκιμήσει τοῦ Ἄβελ ἐπιλυσσήσας· ὁ φθόνος μὲν ἔνδοθεν τὸν φόνον ἐνεκελεύετο, ἡ δὲ ὑπόθεσις δήμιος γίνεται· φίλον γάρ
5τι καὶ προσήγορον ὑπελθὼν σχῆμα, τῆς τῶν γονέων συμμαχίας πόῤῥωθεν αὐτὸν ἐπὶ τὸ πεδίον προήγα‐ γεν· εἶθ’ οὕτως ἐξεκάλυψε τῷ φόνῳ τὸν φθόνον. Ὁ τοίνυν τὴν τοιαύτην νόσον ἐκβάλλων τῆς ἀνθρωπίνης ζωῆς, καὶ εὐνοίᾳ τε καὶ εἰρήνῃ, συνδεσμῶν τὸ ὁμό‐
10φυλον, καὶ εἰς φιλικὴν ὁμοφωνίαν τοὺς ἀνθρώπους ἄγων, ἆρ’ οὐχὶ θείας ὄντως δυνάμεως ἔργον ποιεῖ, τὰ μὲν κακὰ τῆς ἀνθρωπίνης φύσεως περιορίζων, ἀντ‐ εισάγων δὲ τὴν τῶν ἀγαθῶν κοινωνίαν; Διὰ τοῦτο υἱὸν Θεοῦ τὸν εἰρηνοποιὸν ὀνομάζει, ὅτι μιμητὴς
15γίνεται τοῦ ἀληθινοῦ Θεοῦ, ὁ ταῦτα τῇ ζωῇ τῶν ἀν‐ θρώπων χαριζόμενος.
20 Μακάριοι τοίνυν οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Τίνες οὗτοι; Οἱ μιμηταὶ τῆς θείας φιλανθρωπίας, οἱ τὸ ἴδιον τῆς θείας ἐνεργείας ἐπὶ τοῦ ἰδίου δεικνύντες βίου. Ἀναιρεῖ καθόλου καὶ εἰς τὸ μὴ ὂν περιίστησιν, ὁ τῶν ἀγαθῶν εὐεργέτης
25καὶ Κύριος, πᾶν ὅσον ἐστὶ τοῦ ἀγαθοῦ ἔκφυλόν τε καὶ ἀλλότριον. Ταύτην νομοθετεῖ καὶ σοὶ τὴν ἐνέρ‐ γειαν, ἐκβάλλειν τὸ μῖσος, καταλύειν τὸν πόλεμον, ἀφανίζειν τὸν φθόνον, ἐξορίζειν τὴν μάχην, ἀναιρεῖν τὴν ὑπόκρισιν, κατασβεννύειν ἔνδοθεν τὴν ὑποσμύχουσαν
30ἐν τῇ καρδίᾳ μνησικακίαν· ἀντεισάγειν δὲ ἀντὶ τούτων, ὅσα τῇ ὑπεξαιρέσει τῶν ἐναντίων ἀντικάθηται. Ὡς γὰρ τῇ τοῦ σκότους ὑποχωρήσει τὸ φῶς ἐπιγίνεται, οὕτω καὶ ἀνθ’ ἑκάστου τούτων, ὁ τοῦ πνεύματος καρ‐ πὸς ἀντεισέρχεται, ἀγάπη, χαρὰ, εἰρήνη, χρηστότης,
35μακροθυμία, ἅπας ὁ τῷ Ἀποστόλῳ κατειλεγμένος τῶν ἀγαθῶν ἀριθμός. Πῶς οὖν οὐ μακάριος ὁ τῶν θείων δωρεῶν διανομεύς; Ὁ μιμητὴς τῶν τοῦ Θεοῦ χαρισμάτων; Ὁ τῇ θείᾳ μεγαλοδωρεᾷ τὰς ἰδίας ἐξομοιῶν εὐποιίας; Τάχα δὲ οὐ πρὸς τὸ ἀλλότριον
40ἀγαθὸν μόνον ὁ μακαρισμὸς βλέπει· ἀλλ’ οἶμαι κυ‐ ρίως εἰρηνοποιὸν χρηματίζειν, τὸν τὴν ἐν ἑαυτῷ στάσιν τῆς σαρκὸς καὶ τοῦ πνεύματος, καὶ τὸν ἐμ‐ φύλιον τῆς φύσεως πόλεμον εἰς εἰρηνικὴν συμφωνίαν ἄγοντα, ὅταν μηκέτι ἐνεργὸς ᾖ ὁ τοῦ σώματος νόμος,
45ὁ ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοὸς, ἀλλ’ ὑποζευ‐ χθεὶς τῇ κρείττονι βασιλείᾳ ὑπηρέτης γίνεται τῶν θείων ἐπιταγμάτων. Μᾶλλον δὲ μὴ τοῦτο νομίσωμεν συμβουλεύειν τὸν λόγον, τὸ ἐν δυάδι νοεῖσθαι τῶν κατ‐ ωρθωκότων τὸν βίον· ἀλλ’ ἐπειδὰν ἐξαιρεθῇ τοῦ ἐν

44

.

1289

(50)

ἡμῖν φραγμοῦ τὸ μεσότοιχον τῆς κακίας, εἷς οἱ δύο τῇ πρὸς τὸ κρεῖττον ἀνακρίσει συμφυέντες γίνονται. Ἐπειδὴ τοίνυν ἁπλοῦν τὸ θεῖον καὶ ἀσύνθετον, καὶ ἀσχημάτιστον εἶναι πεπίστευται, ὅταν καὶ [ἐπὶ] τὸ ἀνθρώπινον διὰ τῆς τοιαύτης εἰρηνοποιΐας, ἔξω τῆς
55κατὰ τὴν διπλῆν συνθέσεως γένηται, καὶ ἀκριβῶς εἰς τὸ ἀγαθὸν ἐπανέλθῃ, ἁπλοῦν τε καὶ ἀσχημάτιστον, καὶ ὡς ἀληθῶς ἓν γενόμενον, ὡς ταὐτὸν εἶναι τῷ κρυπτῷ τὸ φαινόμενον, καὶ τῷ φαινομένῳ τὸ κεκρυμ‐
μένον· τότε ἀληθῶς κυροῦται ὁ μακαρισμὸς, καὶ λέ‐1289

44

.

1292

γονται κυρίως οἱ τοιοῦτοι υἱοὶ Θεοῦ, μακαρισθέντες κατὰ τὴν ἐπαγγελίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
6tΛΟΓΟΣ Ηʹ.
7nΜακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· ὅτι
8nαὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
9Ἡ μὲν τάξις τῆς ὑψηλῆς τῶν μαθημάτων διδασκα‐
10λίας, ἐπὶ τὸν ὄγδοον ἄγει βαθμὸν τὴν παροῦσαν τοῦ ῥητοῦ θεωρίαν· ἐγὼ δὲ καλῶς ἔχειν φημὶ πρῶτον ἐκεῖνο κατανοῆσαι τῷ λόγῳ, τί τὸ τῆς ὀγδόης παρὰ τῷ Προφήτῃ μυστήριον, τῆς ἐν δύο ψαλμῳδίαις προ‐ τεταγμένης· τί δὲ ὁ μακαρισμὸς, καὶ ἡ τῆς περιτο‐
15μῆς νομοθεσία, κατὰ τὴν ὀγδόην ἀμφότερα τῷ νόμῳ παρατηρούμενα. Τάχα τι συγγενὲς ὁ ἀριθμὸς οὗτος πρὸς τὴν ὀγδόην ἔχει μακαριότητα· ἥτις ὥσπερ κο‐ ρυφὴ τῶν μακαρισμῶν πάντων ἐπὶ τοῦ ἀκροτάτου κεῖται τῆς ἀγαθῆς ἀναβάσεως. Ἐκεῖ τε γὰρ ὁ Προ‐
20φήτης τὴν ἀναστάσιμον ἡμέραν τῷ τῆς ὀγδόης αἰνί‐ γματι διασημαίνει, καὶ ὁ καθαρισμὸς τὴν ἐπὶ τὸ κα‐ θαρόν τε καὶ κατὰ φύσιν ἐπάνοδον τοῦ μολυνθέντος ἀνθρώπου ἐνδείκνυται, καὶ ἡ περιτομὴ τὴν τῶν νε‐ κρῶν δερμάτων ἀποβολὴν ἑρμηνεύει, ἃ μετὰ τὴν
25παρακοὴν τῆς ζωῆς γυμνωθέντες ἐνεδυσάμεθα· καὶ ἐνταῦθα ἡ ὀγδόη μακαριότης, τὴν εἰς τοὺς οὐρανοὺς ἀποκατάστασιν ἔχει τῶν εἰς δουλείαν μὲν ἐκπεσόν‐ των, ἐπὶ βασιλείαν δὲ πάλιν ἐκ τῆς δουλείας ἀνακλη‐ θέντων.
30 Μακάριοι γὰρ, φησὶν, οἱ δεδιωγμένοι ἕνεκεν ἐμοῦ· ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἰδοὺ τὸ πέρας τῶν κατὰ Θεὸν ἀγώνων, τὸ τῶν πόνων γέρας, τὸ τῶν ἱδρώτων ἔπαθλον· τὸ τῆς ἐν τοῖς οὐρανοῖς βασιλείας ἀξιωθῆναι. Οὐκέτι περὶ τὸ ἄστατόν τε καὶ
35ἀλλοιούμενον ἡ τῆς εὐκληρίας ἐλπὶς διαπλανᾶται. Ὁ γὰρ περίγειος χῶρος τῶν τρεπομένων τε καὶ ἀλλοιου‐ μένων ἐστί· τῶν δὲ κατὰ τὸν οὐρανὸν φαινομένων τε καὶ κινουμένων, οὐδὲν τούτων ἐπιγινώσκομεν, ὡς μὴ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν, ἀλλ’ εἱρμῷ
40καὶ τάξει καὶ ἀκολουθίᾳ πρὸς τὸν ἴδιον δρόμον πάντα κατὰ τὸν οὐρανὸν διεξέρχεσθαι. Ὁρᾷς τοίνυν τῆς δωρεᾶς τὴν ὑπερβολήν; ὅτι οὐκ ἐν τοῖς τρεπομένοις τὸ μέγεθος τῆς ἀξίας χαρίζεται, ὡς ἂν εἴ τις μετα‐ βολῆς φόβος τὰς χρηστοτέρας ἐλπίδας παραλυπή‐
45σειεν· ἀλλ’ οὐρανῶν μὲν βασιλείαν εἰπὼν, δείκνυσι τὸ ἀμετάβλητον καὶ ἀεὶ ὡσαύτως ἔχον τῆς κατ’ ἐλ‐ πίδα προκειμένης ἡμῖν δωρεᾶς. Ὃ δέ μοι διαπορεῖν ἐκ τῶν εἰρημένων ἐπέρχεται, τοῦτό ἐστιν· πρῶτον μὲν, ὅτι τῷ πτωχεῦσαι τῷ

44

.

1292

(50)

πνεύματι τοῖς ἕνεκεν αὐτοῦ διωχθεῖσιν, εἰς ἴσον ἄγειν ἑκατέροις τὸ γέρας προστίθησιν. Ὧν γὰρ τὸ ἔπαθ‐ λον τὸ αὐτὸ, τούτων δηλαδὴ καὶ οἱ ἀγῶνες ἴσοι· ἔπειτα δὲ πῶς τοὺς δεξιοὺς ἀπὸ τῶν εὐωνύμων δια‐ κρίνας, προσκαλεῖται πρὸς τὴν τῶν οὐρανῶν βασι‐
55λείαν, ἄλλας τῆς τοιαύτης τιμῆς τὰς αἰτίας λέγων; Τὸ γὰρ συμπαθές τε καὶ μεταδοτικὸν καὶ φιλάλληλον
ἐκεῖ προφέρων, οὐδαμοῦ μέμνηται οὔτε τῆς πνευμα‐1291

44

.

1293

τικῆς πτωχείας, οὔτε τῆς ἕνεκεν ἐκείνου διώξεως· καίτοι πολὺ δοκεῖ κατὰ τὸ πρόχειρον τῆς διανοίας ἀπ’ ἀλλήλων ταῦτα διακεκρίσθαι. Τί γὰρ κοινωνεῖ τὸ πτωχεῦσαι τῷ διωχθῆναι; Ἢ ταῦτα πάλιν τίνα
5συμφωνίαν ἔχει πρὸς τὰ τῆς ἀγαπητικῆς συμπαθείας ἀποτελέσματα; Ἔθρεψέ τις τὸν δεόμενον, ἢ τὸν γυ‐ μνὸν περιέβαλεν, ἢ στεγητὸν ὁδίτην ἐδεξιώσατο, ἢ ἀσθενοῦντι καὶ κατακλείστῳ τὴν ἐνδεχομένην θερα‐ πείαν προσήγαγεν· τί ταῦτα πρὸς τὸ πτωχεῦσαι καὶ
10διωχθῆναι κοινὸν ἔχει, κατὰ τὸν τοῦ ἐπιτηδεύματος λόγον; Οὗτος ἀλλοτρίας συμφορὰς θεραπεύει· ἐκεί‐ νων δὲ ἑκάτερος, ὅ τε πτωχεύων καὶ ὁ διωκόμενος, τῶν θεραπευόντων προσδέεται, ἀλλὰ τὸ πέρας ἐπὶ πάντων ἴσον. Ὁμοίως γὰρ εἰς οὐρανὸν ἄγει τὸν πτω‐
15χεύσαντα τῷ πνεύματι, καὶ τὸν ἕνεκεν αὐτοῦ διω‐ χθέντα, καὶ τοὺς τὸ συμπαθὲς ἐπιδειξαμένους πρὸς τὸ ὁμόφυλον. Τί οὖν φαμεν πρὸς ταῦτα; Ὅτι ἔχεται ἀλ‐ λήλων τὰ πάντα πρὸς τὸν ἕνα σκοπὸν συννενευκότα καὶ συμπνέοντα. Ἥ τε γὰρ πτωχεία πρὸς μετανάστα‐
20σιν εὔκολος, καὶ ἡ φιλοπτωχεία τῆς πτωχείας οὐκ ἠλλοτρίωται. Ἀλλά μοι δοκεῖ καλῶς ἔχειν πρότερον τὸν παρόντα λόγον ἀναζητῆσαι· εἶθ’ οὕτω τὴν ἐν τοῖς ἐξητασμένοις συμφωνίαν καὶ τὸν νοῦν ἐπισκέψασθαι.
27 Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης. Πόθεν δεδιωγμένοι, καὶ παρὰ τίνος; Ὁ μὲν οὖν πρόχειρος λόγος τὸ τῶν μαρτύρων ἡμῖν ὑποδείκνυσι
30στάδιον, καὶ τὸν τῆς πίστεως δρόμον ὑποσημαίνει. Ἡ γὰρ δίωξις, τὴν σύντονον τοῦ τρέχοντος περὶ τὸ τάχος σπουδὴν ἑρμηνεύει· μᾶλλον δὲ καὶ τὴν ἐν τῷ τρέχειν νίκην ὑποσημαίνει. Οὐ γὰρ ἔστιν ἑτέρως νικῆσαι τρέχοντα, μὴ κατόπιν καταλιπόντα ἑαυτοῦ
35τὸν συντρέχοντα. Ἐπεὶ οὖν ὅ τε πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τρέχων, καὶ ὁ διὰ τὸ βραβεῖον διωκό‐ μενος παρὰ τοῦ ἐχθροῦ, ἐπίσης ἔχουσι κατὰ νώτου, ὁ μὲν τὸν διαμιλλώμενον, ὁ δὲ τὸν διώκοντα· οὗτοι δέ εἰσιν οἱ τὸν τοῦ μαρτυρίου δρόμον ἀνύοντες, ἐν τοῖς
40ὑπὲρ τῆς εὐσεβείας ἀγῶσι, διωκόμενοι καὶ οὐ κατα‐ λαμβανόμενοι· ἔοικε τὸ κεφάλαιον τῆς κατ’ ἐλπίδα προκειμένης μακαριότητος, οἷόν τινα στέφανον ἐν τελευταίοις προτεθεικέναι λόγοις. Μακάριον γὰρ ὡς ἀληθῶς τὸ ἕνεκεν τοῦ Κυρίου διώκεσθαι. Διὰ τί;
45Ὅτι τὸ παρὰ τοῦ κακοῦ ἐκδιώκεσθαι, αἴτιον ἐν τῷ ἀγαθῷ γενέσθαι καθίσταται. Ἡ γὰρ τοῦ πονηροῦ ἀλλοτρίωσις, τῆς πρὸς τὸ ἀγαθὸν οἰκειώσεως ἀφορμὴ γίνεται· ἀγαθὸν δὲ καὶ παντὸς ἀγαθοῦ ἐπέκεινα, αὐτὸς ὁ Κύριος, πρὸς ὃν ἀνατρέχει ὁ διωκόμενος.

44

.

1293

(50)

Οὐκοῦν μακάριος ὡς ἀληθῶς, ὁ συνεργῷ τῷ ἐχθρῷ πρὸς τὸ ἀγαθὸν χρώμενος. Ἐπειδὴ γὰρ ἐν μεθορίῳ κεῖται τοῦ ἀγαθοῦ καὶ τοῦ χείρονος ἡ ἀνθρωπίνη ζωὴ, ὥσπερ ὁ τῆς ἀγαθῆς τε καὶ ὑψηλῆς ἐλπίδος ἀπολισθήσας, ἐν τῷ βαράθρῳ γίνεται· οὕτως ὁ τῆς
55ἁμαρτίας ἀπῳκισθεὶς, καὶ τῆς φθορᾶς ἀλλοτριωθεὶς, δικαιοσύνην τε καὶ ἀφθαρσίαν μετέρχεται. Ὥστε τῆς παρὰ τῶν τυράννων γινομένης κατὰ τῶν μαρτύρων διώξεως, τὸ μὲν εἶδος κατὰ τὸ προχείρως φαινό‐
μενον, ἀλγεινὸν εἶναι τῇ αἰσθήσει· ὁ δὲ σκοπὸς τῶν1293

44

.

1296

γινομένων, ὑπερβαίνει πᾶσαν μακαριότητα. Κρεῖτ‐ τον δ’ ἂν εἴη δι’ ὑποδειγμάτων ἡμᾶς τοῦ λόγου κατ‐ ιδεῖν τὴν διάνοιαν. Τίς οὐκ οἶδεν, ὅσῳ τοῦ ἀγαπᾶσθαι τὸ ἐπιβουλεύεσθαι χαλεπώτερον κέκριται; Τοῦτο μέν‐
5τοι πολλάκις τὸ δοκοῦν χαλεπὸν, καὶ τῆς κατὰ τὸν βίον τοῦτον εὐκληρίας πολλοῖς αἴτιον γίνεται, οἷον περὶ τοῦ Ἰωσὴφ ὁ λόγος ἐνδείκνυται· ὃς ἐπιβουλευ‐ θεὶς παρὰ τῶν ἀδελφῶν, καὶ τῆς μετ’ αὐτῶν συν‐ διαγωγῆς ἀπελαθεὶς, διὰ τῆς πράσεως βασιλεὺς ἀν‐
10εδείχθη τῶν ἐπιβεβουλευκότων, οὐκ ἂν ἴσως προελ‐ θὼν ἐπὶ τὸ τηλικοῦτον ἀξίωμα, μὴ τοῦ φθόνου διὰ τῆς ἐπιβουλῆς ἐκείνης τὴν βασιλείαν ὁδοποιήσαντος. Ὥσπερ τοίνυν εἴ τις τοῦ μέλλοντος τὴν γνῶσιν ἔχων, προεῖπε τῷ Ἰωσὴφ, ὅτι Ἐπιβουλευθεὶς μακάριος ἔσῃ,
15οὐκ ἂν ἐκ τοῦ προχείρου πιθανὸς ἔδοξε τῷ ἀκούοντι, πρὸς τὸ παραχρῆμα λυπηρὸν ὁρῶντι· οὐ γὰρ ἂν ᾠήθη δυνατὸν εἶναι κακῆς προαιρέσεως ἀγαθὸν ἀνα‐ δειχθῆναι τὸ πέρας· οὕτω δὴ καὶ ἐνταῦθα ὁ τῶν τυ‐ ράννων τοῖς πιστοῖς ἐπαγόμενος διωγμὸς, πολὺ κατὰ
20τὴν αἴσθησιν τὸ ἀλγεινὸν ἔχων, δυσπαράδεκτον ποιεῖ τοῖς σαρκωδεστέροις τὴν διὰ τῶν ἀλγεινῶν αὐτοῖς προκειμένην τῆς βασιλείας ἐλπίδα· ἀλλ’ ὁ Κύριος τὸ σαθρὸν ὑπεριδὼν τῆς φύσεως, προαναφωνεῖ τοῖς ἀσθενεστέροις, οἷόν ἐστι τῆς ἀγωνίας τὸ πέρας, ἵνα
25τῇ τῆς βασιλείας ἐλπίδι τὴν πρόσκαιρον τῶν ἀλγεινῶν αἴσθησιν εὐκόλως καταπαλαίσωσιν. Διὰ τοῦτο χαίρει ὁ μέγας Στέφανος κύκλῳ καταλιθαζόμενος, καὶ οἷόν τινα δρόσον ἡδεῖαν προθύμως τῷ σώματι δέχεται τὰς ἐπαλλήλους τῶν λίθων νιφάδας, καὶ εὐλογίαις τοὺς
30μιαιφονοῦντας ἀμείβεται, μὴ στῆναι τὴν ἁμαρτίαν τούτοις αὐτοῖς ἐπευχόμενος· ἐπειδὴ καὶ τῆς ἐπαγ‐ γελίας ἤκουσε, καὶ τὴν ἐλπίδα τοῖς φαινομένοις εἶδε συμβαίνουσαν. Ἐν βασιλείᾳ γὰρ οὐρανῶν τοὺς ἕνεκεν τοῦ Κυρίου δεδιωγμένους ἀκούσας γενέσθαι, εἶδε τὸ
35προσδοκώμενον, ἐν ᾧ ἐδιώκετο. Τρέχοντι γὰρ αὐτῷ διὰ τῆς ὁμολογίας, τὸ ἐλπιζόμενον δείκνυται, οὐρανὸς ἀνοιγόμενος, ἡ θεία δόξα πρὸς τὸν ἀγῶνα τοῦ τρέ‐ χοντος ἐκ τῆς ὑπερκοσμίου λήξεως κατακύπτουσα, αὐτὸς ὁ ἐν τοῖς ἀγῶσιν ὑπὸ τοῦ ἀθλητοῦ μαρτυρού‐
40μενος. Ἡ γὰρ τοῦ ἀγωνοθέτου στάσις τὴν πρὸς τὸν ἀγωνιζόμενον συμμαχίαν παραδηλοῖ δι’ αἰνίγματος, ὡς ἂν διὰ τούτου μάθοιμεν τὸν αὐτὸν εἶναι καὶ τὸν διατιθέντα τοὺς ἄθλους, καὶ τὸν κατὰ τῶν ἀντιπάλων τοῖς ἰδίοις ἀγωνισταῖς συνιστάμενον. Τί τοίνυν ἂν
45εἴη μακαριώτερον τοῦ διὰ τὸν Κύριον δεδιωγμέ‐ νου, ᾧ ὑπάρχει συναγωνιστὴν τὸν ἀγωνοθέτην ἔχειν;
51 Οὐδὲ γὰρ τῶν εὐκόλων ἐστὶν, τάχα δὲ καὶ καθ‐ άπαξ ἀδύνατον, τῶν κατὰ τὴν ζωὴν ταύτην ἡδέων τὸ μὴ φαινόμενον ἀγαθὸν προτιμῆσαι τῶν φαινομένων, ὥστε ῥᾳδίως ἑλέσθαι τινὰ, ἢ τῆς οἰκίας ἐξοικισθῆναι,
55ἢ γαμετῆς καὶ παίδων, ἀδελφῶν τε καὶ γονέων, καὶ ὁμηλίκων, καὶ πάντων τῶν κατὰ τὸν βίον ἡδέων ἔξω γενέσθαι, μὴ αὐτοῦ τοῦ Κυρίου συνεργοῦντος πρὸς τὸ ἀγαθὸν τῷ κατὰ πρόθεσιν κλητῷ γεγονότι. Ὃν
γὰρ προγινώσκει, καθώς φησιν ὁ Ἀπόστολος, τοῦτον1295

44

.

1297

καὶ προορίζει, καὶ καλεῖ, καὶ δικαιοῖ, καὶ δοξάζει. Ἐπειδὴ τοίνυν συμφύεταί πως ἡ ψυχὴ διὰ τῶν σω‐ ματικῶν αἰσθήσεων πρὸς τὰ ἡδέα τοῦ βίου, καὶ τῇ εὐχροίᾳ τῆς ὕλης διὰ τῶν ὀφθαλμῶν ἐπιτέρπεται, καὶ
5τῇ ἀκοῇ πρὸς τὰ ἡδέα τῶν ἀκροαμάτων τὴν ῥοπὴν ἔχει, τῇ τε ὀσφρήσει καὶ τῇ γεύσει καὶ τῇ ἁφῇ, καθὸ πέφυκεν οἰκείως ἔχειν ἑκάστῃ συνδιατίθεται. Διὰ τοῦτο οἷόν τινι ἥλῳ πρὸς τὰ ἡδέα τοῦ βίου τῇ αἰσθητικῇ δυνάμει προσκολλωμένη, δυσαποσπάστως
10ἔχει τούτων, οἷς συνεφύη προσκολληθεῖσα, καὶ κατὰ τὰς χελώνας καὶ τοὺς κοχλίας οἷόν τινι ὀστρακίνῳ καλύμματι ἐνδεδεμένη δυσπόρευτός ἐστι πρὸς τὰς τοιαύτας κινήσεις, ὅλον συνεπισυρομένη τοῦ βίου τὸ ἄχθος. Διὸ καὶ εὐάλωτος γίνεται ἡ οὕτως ἔχουσα τοῖς
15διώκουσι πρὸς δημεύσεως ἀπειλὴν, ἢ ζημίαν, ἤ τινος ἄλλου τῶν κατὰ τὴν ζωὴν ταύτην σπουδαζομένων, εὐχερῶς ἐνδιδοῦσα καὶ ὑπόχειρος γινομένη τῷ διώ‐ κοντι· ἀλλ’ ἐπειδὰν ὁ ζῶν λόγος, καθώς φησιν ὁ Ἀπόστολος, ὁ ἐνεργὸς καὶ τμητικὸς ὑπὲρ πᾶσαν μά‐
20χαιραν δίστομον, ἐντὸς γένηται τοῦ ἀληθῶς παρα‐ δεξαμένου τὴν πίστιν, καὶ διατέμῃ τὰ κακῶς συμ‐ πεφυκότα, καὶ τὰ τῆς συνηθείας δεσμὰ διακόψῃ· τότε, καθάπερ τι ἄχθος τῇ ψυχῇ συνδεδεμένον τὰς κοσμικὰς ἡδονὰς, οἷόν τις δρομεὺς τῶν ὤμων ἀπο‐
25σεισάμενος, κοῦφος καὶ εὐσταλὴς τὸ τῶν ἀγώνων στάδιον διεξέρχεται, χειραγωγῷ πρὸς τὸν δρόμον αὐτῷ τῷ ἀγωνοθέτῃ χρώμενος. Οὐ γὰρ ὅσα κατέλι‐ πεν βλέπει, ἀλλ’ ὅσα μετέρχεται· οὐδὲ πρὸς τὸ κατό‐ πιν ἡδὺ τὸν ὀφθαλμὸν ἐπιστρέφει, ἀλλὰ πρὸς τὸ προ‐
30κείμενον ἀγαθὸν ἴεται· οὐδὲ τῇ ζημίᾳ τῶν γηΐνων ἀλγύνεται, ἀλλὰ τῷ κέρδει τῶν ἐπουρανίων ἀγάλλε‐ ται, διὰ τοῦτο πᾶν κολαστηρίων εἶδος, ὡς ἀφορμὴν καὶ συνέργειαν τῆς προκειμένης χαρᾶς, ἑτοίμως δέ‐ χεται· τὸ πῦρ, ὡς τῆς ὕλης καθάρσιον· τὸ ξίφος, ὡς
35διαιρετικὸν τῆς πρὸς τὰ ὑλώδη καὶ σάρκινα τοῦ νοῦ συμφυΐας· πᾶσαν πόνων τε καὶ ἀλγημάτων ἐπίνοιαν, ὡς τοῦ πονηροῦ δηλητηρίου τοῦ κατὰ τὴν ἡδονὴν ἀντιφάρμακον οὖσαν, προθύμως δέχεται. Καθάπερ οἱ περιττωματικοὶ καὶ χολώδεις, ἑτοίμως σπῶσι τῆς
40πικρᾶς ἀντιδόσεως, ὡς ἂν δι’ ἐκείνης τὸ νοσοποιὸν αἴτιον ἀποκλυσθείη· οὕτω δέχεται ὁ παρὰ τοῦ ἐχθροῦ διωκόμενος καὶ πρὸς τὸν Θεὸν φεύγων, τὴν τῶν ἀλ‐ γεινῶν εἰσβολὴν, σβεστήριον οὖσαν τῆς καθ’ ἡδονὴν ἐνεργείας· οὐκ ἔστι γὰρ ἡσθῆναι τὸν ἀλγυνόμενον.
45Ἐπεὶ οὖν δι’ ἡδονῆς εἰσῆλθεν ἡ ἁμαρτία, διὰ τοῦτο ἐναντίου πάντως ἐξελαθήσεται. Οὐκοῦν οἱ διώκοντες διὰ τὴν εἰς τὸν Κύριον ὁμολογίαν, καὶ τὰ δυσβάστα‐ κτα τῶν κολαστηρίων ἐπινοοῦντες, ἰατρείαν τινὰ ταῖς ψυχαῖς διὰ τῶν πόνων προσάγουσι, ταῖς τῶν ἀλγεινῶν

44

.

1297

(50)

προσβολαῖς τὴν καθ’ ἡδονὴν θεραπεύοντες νόσον. Οὕτω δέχεται τὸν σταυρὸν ὁ Παῦλος· τὸ ξίφος Ἰά‐ κωβος· τοὺς λίθους Στέφανος· τὸν ἐπὶ κεφαλὴν ἀνασκολοπισμὸν ὁ μακάριος Πέτρος· πάντες οἱ μετὰ ταῦτα τῆς πίστεως ἀγωνισταὶ, τὰς πολυτρόπους τῶν
55κολαστηρίων ἰδέας, θηρία, βάραθρα, πυρκαϊὰς, τὰς τῶν κρυμῶν πήξεις, τὰς τῶν πλευρῶν ἀποσαρκώσεις,
τὰς τῶν κεφαλῶν περικυκλώσεις, τὰς τῶν ὀμμάτων1297

44

.

1300

ἀποβολὰς, τὰς τῶν δακτύλων ἀποκοπὰς, τὰς τῶν ἐφ’ ἑκάτερα τοῦ σώματος διὰ τῶν σκελῶν ῥήξεις, τὰς διὰ τοῦ λιμοῦ τηκεδόνας, πάντα ταῦτα καὶ τὰ τοιαῦτα ὡς καθάρσια τῆς ἁμαρτίας οἱ ἅγιοι μετ’ εὐφροσύνης
5προσίεντο, ὡς ἂν μηδὲν ἴχνος τῇ καρδίᾳ διὰ τῆς ἡδονῆς ἐγγινόμενον ὑπολειφθείη, τῆς ἀλγεινῆς ταύ‐ της καὶ δριμείας αἰσθήσεως πάντας τοὺς καθ’ ἡδονὴν ἐγγινομένους τῇ ψυχῇ τύπους ἐξαλει‐ φούσης.
12 Μακάριοι τοίνυν οἱ δεδιωγμένοι ἕνεκεν ἐμοῦ. Τοῦτο δὲ τοιοῦτόν ἐστιν (ὡς ἂν καὶ τὸν ἕτερον λόγον κατανοήσωμεν), ὡς εἴ τις τῇ ὑγιείᾳ λόγον δοίη,
15εἴπῃ ἂν κἀκείνη· ὅτι Μακάριοι οἱ ἀπὸ τῆς νόσου κε‐ χωρισμένοι ἕνεκεν ἐμοῦ. Ἡ γὰρ τῶν λυπηρῶν ἀλλο‐ τρίωσις, τὸ ἐν ἐμοὶ γενέσθαι τούς ποτε νενοσηκότας παρασκευάζει. Οὕτως ἀκούσωμεν τῆς φωνῆς, ὡς αὐτῆς τῆς ζωῆς ἡμῖν τὸν τοιοῦτον μακαρισμὸν ἐμ‐
20βοώσης. Μακάριοι οἱ δεδιωγμένοι ὑπὸ τοῦ θανάτου ἕνεκεν ἐμοῦ· ὡς τὸ φῶς λέγοι Μακάριοι οἱ δεδιω‐ γμένοι ὑπὸ τοῦ σκότους ἕνεκεν ἐμοῦ. Ὁμοίως καὶ ἡ δικαιοσύνη, καὶ ἁγιασμὸς, καὶ ἡ ἀφθαρσία, καὶ ἡ ἀγαθότης, καὶ πᾶν νόημα τῶν πρὸς τὸ κρεῖττον νοου‐
25μένων τε καὶ λεγομένων. Ὁ Κύριος ὢν, καθὸ νοεῖ‐ ται, κατ’ ἐκεῖνό σοι λέγειν νομιζέσθω· ὅτι Μακά‐ ριός ἐστι πᾶς ὁ παντὸς ἐναντίου πράγματος ἀπελαυ‐ νόμενος, φθορᾶς, σκότους, ἁμαρτίας, ἀδικίας, πλεον‐ εξίας, ἑκάστου τῶν διαστελλομένων τοῖς κατὰ τὴν
30ἀρετὴν λόγοις πράγμασί τε καὶ νοήμασι. Τὸ γὰρ ἔξω τῶν κακῶν γενέσθαι, ἐντός ἐστι τῶν ἀγαθῶν κατα‐ στῆναι. «Ὁ ποιῶν τὴν ἁμαρτίαν,» φησὶν ὁ Κύριος, «δοῦλός ἐστι τῆς ἁμαρτίας.» Οὐκοῦν ὁ ἀποστὰς ᾧ ἐδούλευσεν, ἐλευθεριάζει τῷ ἀξιώματι. Τὸ δὲ ἀκρό‐
35τατον τῆς ἐλευθερίας εἶδος, τὸ αὐτεξουσιόν ἐστι γενέσθαι. Ἡ δὲ τῆς βασιλείας ἀξία ὑπερκειμένην ἑαυτῆς τινα τυραννίδα οὐκ ἔχει. Οὐκοῦν εἰ αὐτεξού‐ σιός ἐστιν ὁ τῆς ἁμαρτίας ἀλλότριος· ἴδιον δὲ βασι‐ λείας ἐστὶ τὸ αὐτοκρατές τε καὶ ἀδέσποτον· ἀκολού‐
40θως μακαρίζεται ὁ ἀπὸ τοῦ κακοῦ διωκόμενος, ὡς τῆς ἐκεῖθεν διώξεως τὴν βασιλικὴν ἀξίαν αὐτῷ προξενούσης. Μὴ οὖν ἀχθεσθῶμεν, ἀδελφοὶ, τῶν γηΐ‐ νων ἀπελαυνόμενοι. Ὁ γὰρ ἐντεῦθεν μεταστὰς, ἐν τοῖς κατ’ οὐρανὸν βασιλείοις αὐλίζεται. Δύο ταῦτά
45ἐστι στοιχεῖα ἐν τῇ τῶν ὄντων κτίσει, πρὸς διαγωγὴν τῆς λογικῆς φύσεως μεμερισμένα, ἡ γῆ τε καὶ ὁ οὐ‐ ρανός. Τόπος τῶν διὰ σαρκὸς εἰληχότων τὴν ζωὴν, ἡ γῆ· ὁ δὲ οὐρανὸς τῶν ἀσωμάτων. Ἀνάγκη τοίνυν πάντως εἶναί που τὴν ἡμετέραν ζωὴν, ἐὰν μὴ διω‐

44

.

1300

(50)

χθῶμεν ἀπὸ τῆς γῆς, τῇ γῇ πάντως ἐναπομένομεν· ἐὰν ἐντεῦθεν ἀπέλθωμεν, ἐπὶ τὸν οὐρανὸν μετοι‐ κισθησόμεθα. Ὁρᾷς εἰς ὅ τι φέρει ὁ μακαρισμὸς διὰ τοῦ δοκοῦντος λυπηροῦ τοῦ τοσούτου σοι ἀγαθοῦ γινό‐ μενος πρόξενος; Ὅπερ νοήσας, φησὶ καὶ ὁ Ἀπό‐
55στολος, ὅτι Πᾶσα παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρ‐
πὸν εἰρηνικὸν τοῖς δι’ αὐτῆς γεγυμνασμένοις ἀπο‐1299

44

.

1301

δίδωσι δικαιοσύνης. Οὐκοῦν τῶν προσδοκωμένων καρ‐ πῶν ἄνθος, ἡ θλίψις ἐστίν. Διὰ τὸν καρπὸν οὖν, καὶ τὸ ἄνθος δρεψώμεθα· διωχθῶμεν ἵνα δράμωμεν· δραμόντες δὲ οὐκ εἰκῆ δραμούμεθα, ἀλλὰ πρὸς τὸ
5βραβεῖον ἡμῶν τῆς ἄνω κλήσεως ὁ δρόμος ἔστω· οὕτω δράμωμεν, ἵνα καταλάβωμεν. Τί τὸ κατα‐ λαμβανόμενον; Τί τὸ βραβεῖον; Τίς ὁ στέφανος; Οὔ μοι δοκεῖ ἄλλο τι εἶναι παρ’ αὐτὸν τὸν Κύριον ἕκαστον τῶν ἐλπιζομένων. Αὐτὸς γάρ ἐστι καὶ
10ἀγωνοθέτης τῶν ἀθλούντων, καὶ στέφανος τῶν νι‐ κώντων· ἐκεῖνος ὁ διανέμων τὸν κλῆρον· ἐκεῖνος ὁ ἀγαθὸς κλῆρος· ἐκεῖνος ἡ ἀγαθὴ μερίς· ἐκεῖνος ὁ τὴν μερίδα σοι χαριζόμενος· ἐκεῖνος ὁ πλουτίζων· ἐκεῖνος ὁ πλοῦτος, ὁ δεικνύς σοι τὸν θησαυρὸν, καὶ θησαυρός
15σοι γινόμενος· ὁ εἰς ἐπιθυμίαν σε τοῦ καλοῦ μαργα‐ ρίτου ἄγων, καὶ ὤνιός σοι τῷ καλῶς συμπορευομένῳ προκείμενος. Ἵνα οὖν ἐκεῖνο κτησώμεθα, ὥσπερ ἐπ’ ἀγορᾶς, ὧν ἔχομεν ἀντικαταλλάσσωμεν ἃ οὐκ ἔχομεν. Μὴ λυπηθῶμεν τοίνυν διωκόμενοι, μᾶλλον δὲ καὶ εὐ‐
20φρανθῶμεν, ὅτι διὰ τὸ διώκεσθαι ἀπὸ τῶν τῇ γῇ τι‐ μίων, πρὸς τὸ οὐράνιον ἀγαθὸν συνελαυνόμεθα, κατὰ τὸν ἐπαγγειλάμενον μακαρίους εἶναι τοὺς δεδιω‐ γμένους ἕνεκεν αὐτοῦ· ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐
25στοῦ· ὅτι αὐτῷ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.1301