TLG 2017 051 :: GREGORIUS NYSSENUS :: In annuntiationem [Sp.] GREGORIUS NYSSENUS Theol. In annuntiationem [Sp.] Citation: (Line) | ||
t1 | Γρηγορίου ἐπισκόπου Νύσης ἐγκώμιον | |
---|---|---|
t2 | εἰς εὐαγγελισμὸν τῆς ὑπεραγίας θεοτόκου. | |
1 | Ἀεὶ ὅταν μνησθῶ τῆς Εὔας τὴν παρακοὴν δακρύω· καὶ ὅταν ἴδω πάλιν καὶ κατανοήσω τὸν καρπὸν τῆς θεοτόκου Μαρίας ἀνακαινίζομαι. Δεῦτε, λαοί, τὸν ἐκ παρθένου τεχθέντα πάντες ἀνυμνήσωμεν, δόξα καὶ χαρακτὴρ πρὸ αἰώνων ὑπάρχον θεότητος ὁμοιοπαθεὶς γέγονεν τῇ ἡμετέρᾳ πτωχίᾳ, ἡ μεγαλοπρεπὴς | |
5 | ἐξουσία ἐν μορφῇ θεοῦ ὑπάρχων μορφὴν δούλου ἀνέλαβεν, ὁ ἐπὶ χερουβὶμ ὑπὸ μυριά‐ δων ἀγγέλων ἀνυμνούμενος ἐμπολιτεύεται κόσμῳ, ὁ πρὸ ὢν καὶ σώζων ὅλον τὸν κόσ‐ μον ἐξ ἁγίας παρθένου ἐτέχθη, ἵνα τὸν πρωτόπλαστον πάλιν ζωοποιήσῃ. Δεῦτε οὖν καὶ ἡμεῖς, ἀγαπητοί, ἐπὶ τὸν λιμένα τοῦ σωτῆρος ἡμῶν ὁρμήσαντες τῆς θείας χάριτος μετὰ τοῦ Γαβριὴλ τὸ “χαῖρε κεχαριτωμένη” [λέγοντες], τὴν ἁγίαν παρθένον ὑμνήσωμεν. | |
10 | Ὅτι ἐξ αὐτῆς προῆλθε τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον ἡμᾶς τῇ αὐτοῦ ἀγαθότητι· ἱερὸν γὰρ ἡγιασμένον καὶ ναὸς θεοῦ ἀκραιφνὴς ἐτύγχανε, τὸ χρυσοῦν τῶν θυμιαμά‐ των θυσιαστήριον, διὰ τὴν ἀνυπέρβλητον αὐτῆς καθαρότητα, τὸ θεῖον θυμίαμα τῆς συνθέσεως καὶ τὸ ἅγιον ἔλαιον τῆς χρήσεως, τὸ πολύτιμον τῆς πιστικῆς νάρδου ἀλά‐ βαστρον, τὸ ἱερατικὸν διάδημα, τὴν ἀπόῤῥητον τοῦ θεοῦ μηνύουσα βούλησιν, ἡ μόνη | |
15 | σώματι καὶ πνεύματι ἁγία ὑπάρχουσα, ἡ πύλη ἡ κατὰ ἀνατολὰς βλέπουσα καὶ διὰ τῆς δεσποτικῆς εἰσόδου τε καὶ ἐξόδου τὸν κόσμον φωτίσασα, ἡ κατάκαρπος ἐλαία, ἐξ ἧς τὸ μυστικὸν τοῦ κυρίου λαβὸν κάρφος τὸ ἅγιον πνεῦμα τὸ χειμαζόμενον τῶν ἀνθρώπων γένος διεκόσμησεν. Αὕτη τῶν παρθένων καύχημα καὶ τῶν μητέρων ἀγαλλίαμα, τὸ ἀρχαγγελικὸν μήνυμα καὶ θεῖον εὐαγγέλιον [δεχομένη·] “χαῖρε κεχαριτωμένη, ὁ κύριος | |
20 | μετά σου καὶ πάλιν ἐκ σοῦ”, κυοφορηθῆναι γὰρ ἐκ τῆς ἁγίας παρθένου εὐδοκήσας ὁ κύριος τὸν ἀρχάγγελον εὐαγγελιζόμενον προσαπέστειλε. Ὁ δὲ ἐκ τῶν ἄνω ἀφράστων δυνάμεων πρὸς τὴν Μαρίαμ παραγενόμενος, πρώην τὸ “χαῖρε κεχαριτωμένη” αὐτῇ προσεκήρυξεν καὶ εὐθέως πάλιν ἐπήγαγεν· “Ὁ κύριος μετά σου, εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου”. Ἡ δὲ διεταράχθη καὶ διελογίζετο ποταπὸς | |
25 | εἴη ὁ ἀσπασμὸς οὗτος. Προσήκοντος ἄρα τὴν ἁγίαν παρθένον Μαρίαμ [ἡ χάρις] ἐκλέ‐ λεκται, σοφὴ γὰρ κατὰ πάντα ἡ ἁγία ἐτύγχανεν ἐκ πασῶν γενεῶν ἐν γυναιξί, οὐδε‐ μία αὐτῇ ὅμοια γέγονε ποτέ. Οὐχ ὡς ἡ πρώτη παρθένος Εὔα ἐν παραδείσῳ ὑπάρχουσα μόνη, χαύνη τῇ διανοίᾳ παρὰ τοῦ ὄφεως τὸν λόγον ἐδέξατο καὶ οὕτως ἐφθάρη τὸ τῆς | |
καρδίας φρόνημα καὶ δι’ ἐκείνης ἅπας ὁ ἀγὼν τῶν ἁγίων ἐγένετο· ἀλλ’ ἐν μόνῃ τῇ | 536 | |
30 | ἁγίᾳ παρθένῳ τὸ ἐκείνης ἀνασέσωσται σφάλμα. Οὐχ ὡς ἡ Σάῤῥα εὐαγγελισθεῖσα πε‐ ρὶ τῆς τοῦ υἱοῦ συλλήψεως προπετεία ἐγέλασεν· οὐχ ὡς ἡ Ῥεβέκκα αὐτομόλως τὰ κό‐ σμια ἐδέξατο καὶ τὰς καμίλους τοῦ μνηστῆρος προθύμως ἐπότισεν· οὐχ ὡς πᾶσα γυνὴ τοῦ χαριεντοῦ ἀσπασμοῦ ἀπεριέργως ἐδέξατο· ἀλλ’ ἐῤῥωμένῃ διανοίᾳ φαιδρῷ τῷ φρο‐ νήματι ἐν αὐτῇ διηπόρει καὶ ἔλεγεν· “Ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος; πόθεν ἡ δωρεὰ | |
35 | τὴν ὑπόθεσιν κέκτηται; πόθεν ἡμῖν οὗτος τὴν εὐλογίαν ἐκόμισε; πόθεν ἡμῖν θησαυρῶν ὁ μαργαρίτης τοῦ λόγου ἀπέσταλται; γνῶναι βούλομαί τι τὸ δῶρον καὶ τίς ὁ φέρων καὶ τίς ὁ πέμψας. Ἐξ οὐρανοῦ παραγέγονας, ἀνθρώπου χαρακτῆρα δεικνύεις, ἄνθρω‐ πον θεωρῶ, καὶ λαμπάδας φωτὸς ἀπαστράπτεις”. Ταῦτα ἐν ἑαυτῇ διηπόρει καὶ ἔλε‐ γεν· τοιούτοις δὲ λόγοις τῆς Μαρίας τὴν διάκρισιν ἔλυσεν [ὁ ἀρχάγγελος]· “Πνεῦμα | |
40 | ἅγιον ἐπελεύσεται ἐπί σε καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ συλλήψῃ καὶ τέξῃ υἱόν· καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν”. Λέγει πρὸς τὸν ἄγγελον ἡ ἁγία παρθέ‐ νος· “Πῶς ἔσται μοι τοῦτο ἐπειδὴ ἄνδρα γήϊνον οὐ βούλομαι γνῶναι, ἐπειδὴ τῷ ἐπουρανίῳ νυμφίῳ ἐμαυτὴν ἀπεκλήρωσα; βούλομαι μένειν παρθένος, τὴν ἀξίαν τῆς παρθενίας προ‐ δοῦναι οὐ βούλομαι”. Λόγοις δὲ τοιούτοις ὁ ἄγγελος τὴν ἁγίαν ἐστήριζε· “Μὴ φοβοῦ, | |
45 | Μαρίαμ, οὐ γὰρ φοβῆσαί σε παραγέγονα, ἀλλ’ ἀποδιῶξαι τοῦ φόβου τὴν ὑπόθεσιν· μὴ φοβοῦ, Μαρίαμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ· τὴν χάριν μὴ ἀνάκρινε, νόμοις γὰρ φύσεως ἡ χάρις ὑπήκειν οὐκ ἀνέχεται. Ἅγιον δὲ πνεῦμα ἐπί σε ἐπελεύσεται, διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ, σύμμορφος, συνομοούσιος, συναΐ‐ διος τῷ πατρί. Ἐν ᾧ πᾶσα κέκτηται ὁ πατὴρ τῆς θεότητος τὴν φανέρωσιν, ὁ χαρακτὴρ | |
(50) | ἐν τῷ προσώπῳ, καὶ διὰ τοῦ ἀπαυγάσματος ἡ δόξα καταλάμπεται, ἵνα φωτίσῃ τοὺς ἐν σκότει καθημένους. Μεμάθηκας, ὦ μακαρία, ἃ μέχρι τοῦ νῦν κεκρυμμένα καὶ τοῖς ἀγγέλοις ἐτύγχανε· ἔγνως, Μαρία, [τὰ] τοὺς προφήτας καὶ πατριάρχας λανθάνοντα· ἀκήκοας, Μαρία, ὧν οὐδέπω ὁ χορὸς τῶν θεοφόρων ἠξίωται. Δαβὶδ καὶ Ἡσαΐας καὶ οἱ λοιποὶ θεηγόροι περὶ τῆς δεσποτικῆς ἐνανθρωπίσεως προεκήρυττον, ἀλλὰ τὸ πῶς οὐκ | |
55 | ἐπίσταντο. Σὺ δὲ μόνη ἁγία παρθένε τὰ τούτοις ἀγνοηθέντα μυστήρια ὑποδέχου καὶ μάνθανε· καὶ μὴ λογίζου “πῶς ἔσται μοι τοῦτο;” ὁ γὰρ ἐκ παρθένου γῆς πλάσας τὸν ἄνθρωπον, αὐτὸς καὶ νῦν ποιεῖ ὅσα βούλεται, ἵνα σώσῃ πλάσμα τὸ ἴδιον”. Νῦν μοι τῆς ἁγίας παρθένου τὸν τρόπον θαυμάζειν ὡς ἔνεστι πρέποντος. Ταύτην ὁ ἄγγελος πρώην πάλιν “χαῖρε κεχαριτωμένη” ἡσπάσατο, ἐπειδὴ μετ’ αὐτῆς ὅλος ὁ θησαυρὸς | |
60 | τῆς χάριτος πολιτεύεται. Ἐκ πασῶν γενεῶν μόνη γεννῆσαι θεὸν κατηξιώται· μόνη φέρει τὸν τὰ πάντα φέροντα τῷ ῥήματι. Καὶ οὐ μόνον θαυμάζειν ἔνεστι τῆς θεοτόκου τὸ κάλλος, ἀλλὰ καὶ τῆς ψυχῆς τὸ ἐνάρετον, διὸ καὶ τό “χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά σου” προεφώνησεν αὐτῇ ὁ ἄγγελος, ξενείαν γὰρ τῷ θεῷ τὴν ψυχὴν ἡ ἁγία εὐ‐ τρεπήσασα, ξενίων καὶ θείων μυστηρίων δοχεῖον γέγονε. Δεῦρο τοίνυν καὶ ἡμεῖς ἀγα‐ | |
65 | πητοὶ τὴν κατὰ δύναμιν ὀφειλὴν ἀποτίσωμεν, τῇ φωνῇ τοῦ ἀγγέλου συνεπόμενοι κε‐ κράζωμεν· “χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά σου”, σὸν γὰρ τὸ χαίρειν ὡς ἀληθῶς, ἐπειδὴ ὁ κύριος τῶν ἁπάντων μετά σου, ὡς οἶδεν, ἐσκήνωσε. “Χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά σου”, οὐ γήϊνος νυμφίος, ἀλλὰ αὐτὸς ὁ κύριος ὁ τῆς ἁγνείας πατήρ, ὁ τῆς παρθενίας φύλαξ καὶ τοῦ ἁγιασμοῦ κύριος, ὁ τῆς ἀφθαρσίας κτίστης καὶ τῆς ἐλευθερίας | |
70 | δωτήρ, ὁ τῆς σωτηρίας κηδεμὼν καὶ τῆς ἀληθοῦς εἰρήνης ταμείας χορηγός· αὐτὸς ὁ κύριος μετά σου, ἐπειδὴ ἐν σοὶ ἡ θεῖα χάρις ἐπανεπαύσατο. “Χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά σου”, οὐκ ἔτι Ἀδὰμ φοβεῖται τὸν ὄφιν τὸν δόλιον, ὁ γὰρ ἐκ σοῦ γεννώ‐ μενος πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ κατήργησε, οὐκ ἔτι τὸ γένος τῶν ἀνθρώπων | |
τὴν πλάνην καὶ τὸν δόλον τοῦ ὄφεως φοβεῖται, ὁ γὰρ κύριος συνέτριψεν τὰς κεφαλὰς | 537 | |
75 | τοῦ δράκοντος ἐν τῷ ὕδατι τοῦ βαπτίσματος, οὐκ ἔτι φοβοῦμαι ἐγὼ ἀκούειν “γῆ εἴ, καὶ εἰς γῆν ἀπελεύσῃ”, ὁ γὰρ κύριος ἐν τῷ ἁγίῳ βαπτίσματι τὸν ῥύπον τῆς ἁμαρτίας ἀπέσμιξεν ἀπ’ ἐμοῦ, οὐκ ἔτι κλαίω, οὐκ ἔτι πενθῶ, οὐκ ἔτι λέγω “ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαι”, ὁ γὰρ κύριος τὴν τῶν ἁμαρτιῶν ἡμῶν ἐκριζώσας ἄκανθαν τὴν ἑαυτοῦ κεφαλὴν ἐστεφάνωσεν. Λέλυταί μου ἡ ἁμαρτία, λέλυταί μου ἡ ἀρχαία κα‐ | |
80 | τάρα ἡ λέγουσα “ἄκανθας καὶ τριβόλους ἡ γῆ ἀνατελεῖ σοι”· ἐξεριζώθη ἡ ἄκανθα, ἐξηράνθη ἡ τρίβολος, ἤνθησεν ἐκ τῆς ἁγίας παρθένου τὸ δένδρον τῆς ζωῆς καὶ τῆς χάριτος. Οὐκ ἔτι ἡ Εὔα φοβεῖται τὸ ὄνειδος, οὔτε τοῦ τόκου τὴν ὠδῖνα ἐν γὰρ τῇ ἁγίᾳ παρθένῳ τὸ ἐκείνης πταῖσμα ἀνασέσωσται. Πηγὴ γὰρ ζωῆς ἡ ἁγία παρθένος ἡμῖν γέγονε, πηγὴ φωτὸς τοῖς ἐν Χριστῷ πιστεύουσι, ἀνατολὴ τοῦ νοεροῦ φωτὸς τυγχά‐ | |
85 | νουσα. “Χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά σου”, καὶ ἐκ σοῦ, ὁ ἐν θεότητι τέλειος, ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος. “Χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά σου”, μετὰ τῆς δούλης ὁ βασιλεύς, μετὰ τῆς ἀμιάντου ὁ ἁγιάζων τὰ σύμπαντα, μετὰ τῆς ὡραίας ὁ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἵνα σώσῃ ὃν κατεικόνα ἐποίησεν ἄνθρωπον, οὗ θείας πίστεως καὶ χάριτος εὐφραινόμεθα καὶ φωτὶ τρισηλίῳ | |
90 | καταυγαζόμεθα. Ῥόδα καὶ κρίνα καὶ εὐωδίας νοητῆς μυρίσματα· τὸ ἄφραστον ἡμῶν ἔαρ Χριστὸς παραγέγονε, ὁ τερπνὸς καὶ περικαλλὴς τῶν ἐκκλησιῶν παράδεισος ἐκ τῶν θείων ἀρωμάτων καὶ οὐρανίων χαρισμάτων τὸ τῆς ψυχῆς ἡμῶν τριμερὲς ἐπλή‐ ρωσεν. Καρδίᾳ τοίνυν καθαρᾷ προσέλθωμεν καὶ εὑρήσωμεν τὴν χρυσαυγοῦσαν καὶ καρποὺς ἀθανασίας ἐπ’ αὐτῇ ἀρωματίζοντας. Ἐκ γὰρ τῆς ἀφθόρου Μαρίας ἐβλάστη‐ | |
95 | σεν ἡμῖν τὸ ἀείζωον δένδρον τῆς χάριτος, σοφίας γὰρ πνευματικῆς κατὰ πάντα ἐπε‐ πλήρωτο ἡ μακαρία ἐκ πασῶν τῶν γενεῶν .... Ἐν μόνῃ τῇ ἀχράντῳ ἀειπαρθένῳ Μα‐ ρίᾳ τὸ φυτὸν τῆς ζωῆς ἡμῖν ἤνθησεν, αὕτη γὰρ μόνη ἁγνὴ ψυχῇ καὶ σώματι γέγονε καὶ θαρσαλέῳ φρονήματι τὸν ἄγγελον προσδιελέγετο· “Πόθεν ὁ ἀσπασμὸς οὗτος; καὶ πῶς ἔσται μοι τοῦτο μαθεῖν ἐθέλῳ· πῶς ἡ μεγαλοπρεπὲς ἐξουσία ὁμοιοπαθεὶς γίνεται | |
(100) | τῇ ἡμετέρᾳ πτωχείᾳ; πῶς ὁ ἔχων τῆς δυνάμεως οὐρανῶν τὴν ἐξουσίαν ἀναλαμβάνει εἰ‐ κόνα τῆς ἡμετέρας εὐτελείας καὶ ὁ προαιώνιον ὑπάρχων θεὸς μέλλει παιδίον γίνεσθαι καὶ σαρκοῦσθαι ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον;”. Καὶ ὁ ἄγγελος πρὸς αὐτὴν λέγει· “Ναὶ ταῦτα οὕτως εὐδόκησεν, ἵνα σώσῃ τὸ πλάσμα τὸ ἴδιον”. Τοιοῦτον μυστήριον ἡ ἁγία παρθένος ἐζήτει τὸ ἀκατάληπτον καὶ τῶν θείων μυστηρίων δοχεῖον γέγονε, | |
105 | τοῦ ἁγίου πνεύματος ἐπισκιάσαντος. Καὶ προσελήφθη ἡ ἀλήθεια τοῦ σώματος καὶ ἡ σοφία ᾠκοδόμησεν οἶκον· ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τοῦτ’ ἔστιν ἐν αὐτῷ τῷ σώματι ὅπερ ἔλαβεν ἐξ ἀνθρώπου καὶ πνεῦμα ψυχῆς λογικῆς ἐψύχωσεν. Καὶ ὁ ἀναλλοίωτος θεὸς τὴν τοῦ δούλου μορφὴν ἀνεδέξατο, ἵνα τοῖς μὲν ἀπίστοις νο‐ μισθῇ ὡς ἄνθρωπος, τοῖς δὲ πιστοῖς φανερωθῇ ὡς θεός· υἱὸς γὰρ θεοῦ καὶ θεὸς προ‐ | |
110 | αιώνων ὑπάρχων, υἱὸς γυναικὸς ἁγίας κατηξίωσεν γενέσθαι καὶ ἀόρατος ὁρᾶται καὶ ὁ πλούσιος δι’ ἡμᾶς πτωχεύει καὶ ὁ ἀπαθὴς καὶ ἀθάνατος πάσχει ὡς ἄνθρωπος. Ἡ‐ νώθη σώματι καὶ οὐκ ἠλλοιώθη πνεύματι· εἰς θνητὸν σῶμα κεχώρηκεν ὁ ἀχώρητος, ἵνα αὐτῷ ποιήσῃ ἀθάνατον συνεξαθανατήσας αὐτὸν τῇ θεότητι. Φῶς ἦλθεν ἐν κόσμῳ Χριστὸς ὁ θεὸς ἡμῶν, φωτίζων τὰ πάντα φωτὶ ἀεννάῳ, φωνῆς πατρὸς ἀοράτου μαρ‐ | |
115 | τυρούσης· “Οὗτος ὁ υἱός μου καὶ λόγος πρὸ τῶν αἰώνων ὑπάρχει”. Ἡ δὲ Μαρία τῷ | |
μὲν λόγῳ ἐτειχίζετο τοῦ ἀγγέλου, τὸν δὲ τόκον τοῦ δεσπότου διελογίζετο εἰς ἀνισότερα λογισμῶν ἀνδρωπίνων περιτυγχάνουσα· ποτὲ μὲν εἰς τὸ ὕψος τῆς θεότητος ἀναγομένη, ποτὲ δὲ τὸ ταπεινὸν τῆς ἀνθρωπότητος ἐνθυμουμένη. Καὶ οὗτος τῆς διανοητικῆς πλά‐ στιγγος ἐφ’ ἑκατέρων φερομένης, τότε τῆς ἡκριβομένης τοῦ θεοῦ ῥοπῆς ἠξιοῦται. Ὁ | 538 | |
120 | γὰρ τὸ καθαρὸν τῆς παρθενίας ἐργαστήριον φυλάξας ἀβλαβές, καὶ τὸ τῆς καρδίας διακριτικὸν πεποίηκεν ἀκλινές. Χαρᾶς οὖν ἡ ἁγία ἔσωθεν ἐπληροῦτο, διὰ τὸν ἐξ αὐ‐ τῆς σάρκα ἀναλαβόντα. Χάρις ἡμῖν ἦλθεν Χριστὸς ὁ τοῦ θεοῦ υἱός, ὁ ἐκ τῆς παρθέ‐ νου Μαρίας ἀφράστως τεχθείς· χάριτι ἡμᾶς σώζει ὁ κτίσας τὰ σύμπαντα. Χορεύει πᾶσα ἡ κτίσις Χριστοῦ ἐν κόσμῳ τεχθέντος καὶ ἡμεῖς οὖν ἔτι ὄντες ἐν σώματι τῷ θεῷ | |
125 | ἀγγελικαῖς ὑμνῳδίαις ἐξευμενίζειν σπουδάσομεν, ἐρευνημένῳ τύπῳ τὴν τῶν θείων δογμάτων ἀλήθειαν πιστῶς ἐν τῇ διανοίᾳ κατασπείρωμεν. Ὑπάρχει γὰρ τὸ μυστήριον ἀκατάληπτον καὶ ἀόρατον, ἀναλλοίωτον καὶ ἀπερίγραπτον· σιωπῇ προσκυνούμενον καὶ τῷ νῷ καταπληττόμενον. Καὶ γὰρ ἡ ἁγία τὸν τρόπον ἐθαύμαζε πῶς τοῦ φωτὸς τὸ ἀπαύγασμα γυναικὸς γέννημα γίνεται· τὸν θησαυρὸν τῆς ζωῆς περιεπτύσσετο καὶ τὸν | |
130 | ἀσπασμὸν τοῦ ἀγγέλου διελογίζετο, ἕως ἐτελεσφόρησε τὸν καρπὸν τῆς σωτηρίας. Ὧδε λοιπὸν τὰ καλλίμορφα ἄνθη τῆς τοῦ Χριστοῦ διδασκαλίας τοὺς καρποὺς τῆς εὐλογίας προσφέρουσιν· ὧδε πᾶσα ἁγνεία καὶ εὐωδία τὸ τῆς προσευχῆς θυμίαμα, καθαρᾷ συ‐ νειδήσει θεῷ προσκομίζει· ὧδε παρθενία καὶ σοφροσύνη χορεύουσα τὸν ζωηφόρον βότρυν ἐκαρποφόρησε· ὧδε τὰ ἔπαθλα τῆς νικηφόρου δυνάμεως τοὺς θησαυροὺς ἡμῖν | |
135 | τῆς ἀγάπης κυπρίζουσι· ὧδε τῆς ἁγίας Τριάδος μυστήριον ὑπὸ τοῦ ἀρχαγγέλου τῇ παρθένῳ πεφανέρωται κατὰ τὸ εὐαγγέλιον, “Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπί σε καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι, δι’ ὃ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ”. | |
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος καὶ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν. | 539 |