TLG 2017 049 :: GREGORIUS NYSSENUS :: Oratio in diem natalem Christi GREGORIUS NYSSENUS Theol. Oratio in diem natalem Christi Citation: MPG page — (line) | ||
t | ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΟΥ ΣΩΤΗΡΟΣ | |
1128 | Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγί, φησιν ὁ Δαβὶδ, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν. τὰ δὲ τῆς θεοπνεύστου διδασκαλίας προστάγματα νόμος πάντως ἐστὶ τοῖς ἀκούουσιν. οὐκοῦν ἐπειδὴ πάρεστιν ἡ εὔσημος | |
5 | ἡμέρα τῆς ἑορτῆς ἡμῶν, πληρώσωμεν καὶ ἡμεῖς τὸν νόμον σαλπιγκταὶ τῆς ἱερομηνίας γενόμενοι. ἡ δὲ νομικὴ σάλπιγξ, καθὼς κελεύει νοεῖν ὁ ἀπόστολος, ὁ λόγος ἐστί. φησὶ γὰρ μὴ ἄδηλον δεῖν γενέσθαι τὸν τῆς σάλπιγγος ἦχον, ἀλλὰ διεσταλμένον τοῖς φθόγγοις | |
---|---|---|
10 | πρὸς τὴν τῶν ἀκουόντων σαφήνειαν. οὐκοῦν ἠχήσωμεν καὶ ἡμεῖς, ἀδελφοὶ, λαμπράν τινα ἠχὴν καὶ ἐξάκουστον οὐδὲν τῆς κερατίνης ἀτιμοτέραν. καὶ γὰρ καὶ ὁ νόμος ὁ ἐν τοῖς τῆς σκιᾶς τύποις προδιαζωγραφῶν τὴν ἀλήθειαν ἐν τῇ σκηνοπηγίᾳ τὸν | |
15 | ἐκ τῶν σαλπίγγων ἦχον ἐνομοθέτησε. καὶ ἡ παροῦσα τῆς ἑορτῆς ὑπόθεσις τὸ τῆς ἀληθινῆς σκηνοπηγίας ἐστὶ μυστήριον. ἐν ταύτῃ γὰρ σκηνοπηγεῖται τὸ ἀνθρώπινον σκήνωμα τῷ δι’ ἡμᾶς ἐνδυσαμένῳ τὸν ἄνθρωπον. ἐν ταύτῃ τὰ διαπεπτωκότα ἡμῶν ὑπὸ τοῦ θανάτου | 263 |
20 | σκηνώματα πάλιν συμπήγνυται ὑπὸ τοῦ ἐξ ἀρχῆς τὸ οἰκητήριον ἡμῶν οἰκοδομήσαντος. εἴπωμεν καὶ ἡμεῖς τὸ τῆς ψαλμῳδίας τῷ μεγαλοφώνῳ Δαβὶδ συγχορεύοντες, ὅτι εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. πῶς ἐρχόμενος; οὐ καθάπερ διὰ | |
25 | πλοίου τινὸς ἢ ὀχήματος, διὰ δὲ τῆς παρθενικῆς ἀφθορίας ἐπὶ τὸν ἀνθρώπινον βίον διαπεράσας. οὕτως ὁ θεὸς ἡμῶν, οὕτως ὁ κύριος ἐπέφανεν ἡμῖν εἰς τὸ συστήσασθαι τὴν ἑορτὴν ταύτην ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. | |
30 | Πάντως δὲ οὐκ ἀγνοοῦμεν, ἀδελφοὶ, τὸ ἐν τοῖς εἰρημένοις μυστήριον, ὅτι πᾶσα ἡ κτίσις ἔν τι τοῦ δεσπότου τῆς κτίσεώς ἐστιν ἀνάκτορον. ἀλλ’ ἐπειδὴ τῆς ἁμαρτίας ἐπεισελθούσης ἐφράγη τῶν τῇ κακίᾳ κεκρατημένων | |
1129 | τὰ στόματα καὶ κατεσιγάσθη φωνὴ ἀγαλλιάσεως καὶ διεσπάσθη τῶν ἑορταζόντων ἡ συμφωνία τῆς | |
ἀνθρωπίνης κτίσεως οὐ συνεορταζούσης τῇ ὑπερκοσμίῳ φύσει, —διὰ τοῦτο ἦλθον αἱ τῶν προφητῶν καὶ | 264 | |
5 | ἀποστόλων σάλπιγγες, ἃς κερατίνας ὁ νόμος φησὶ διὰ τὸ εἶναι αὐτῶν τὴν κατασκευὴν ἐκ τοῦ ἀληθινοῦ μονοκέρωτος, αἱ κατὰ τὴν τοῦ πνεύματος δύναμιν σύντονον τὸν τῆς ἀληθείας ἤχησαν λόγον, ἵνα τῆς ἀκοῆς τῶν ὑπὸ τῆς ἁμαρτίας ἐμπεφραγμένων διανοιχθείσης | |
10 | μία γένηται σύμφωνος ἑορτὴ διὰ τοῦ πυκασμοῦ τῆς σκηνοπηγίας τῆς κάτω κτίσεως πρὸς τὰς ἐξεχούσας καὶ προβεβλημένας περὶ τὸ ἄνω θυσιαστήριον δυνάμεις συνεπηχούσης. τὰ γὰρ κέρατα τοῦ νοητοῦ θυσιαστηρίου αἱ προβεβλημέναι τε καὶ ἐξέχουσαι | |
15 | τῆς νοερᾶς φύσεως δυνάμεις εἰσὶν ἀρχαί τε καὶ ἐξουσίαι καὶ θρόνοι καὶ κυριότητες, πρὸς ἃς τῇ κοινωνίᾳ τῆς ἑορτῆς συνάπτεται διὰ τῆς κατὰ τὴν ἀνάστασιν σκηνοπηγίας ἡ ἀνθρωπίνη φύσις τῇ ἀνακαινώσει τῶν σωμάτων πυκαζομένη. τὸ γὰρ | |
20 | πυκάζεσθαι ἴσον ἐστὶ τῷ κοσμεῖσθαι ἡ περιβάλλεσθαι, καθὼς ἑρμηνεύουσιν οἱ ταῦτα γινώσκοντες. Δεῦτε τοίνυν πρὸς τὴν πνευματικὴν χορείαν τὰς ψυχὰς ἡμῶν διεγείραντες ἔξαρχον καὶ καθηγεμόνα καὶ κορυφαῖον τῆς χοροστασίας ἡμῶν τὸν Δαβὶδ προστησώμεθα καὶ εἴπωμεν | |
25 | μετ’ ἐκείνου τὴν γλυκεῖαν φωνὴν ἐκείνην, ἣν φθάσαντες | |
ὑμνῳδήσαμεν. καὶ πάλιν αὐτὴν ἀναλάβωμεν, ὅτι αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, —ἐν ᾗ μειοῦσθαι τὸ σκότος ἄρχεται καὶ τὰ τῆς νυκτὸς μέτρα τῷ πλεονάζοντι | 265 | |
30 | τῆς ἀκτῖνος συνωθεῖται πρὸς ἔκλειψιν. οὐ συντυχική τις, ἀδελφοί, γέγονε κατὰ τὸ αὐτόματον ἡ τοιαύτη περὶ τὴν ἑορτὴν οἰκονομία τὸ νῦν ἐπιφανῆναι τῇ ἀνθρωπίνῃ ζωῇ τὴν θείαν ζωήν. ἀλλά τι μυστήριον διὰ τῶν φαινομένων τοῖς διορατικωτέροις διηγεῖται | |
35 | ἡ κτίσις μονονουχὶ φωνὴν ἀφιεῖσα καὶ διδάσκουσα τὸν ἀκούειν δυνάμενον, τί βούλεται ἐν τῇ παρουσίᾳ τοῦ δεσπότου ἡ ἡμέρα προσαυξανομένη καὶ ἡ νὺξ κολοβουμένη. ἐγὼ γάρ μοι δοκῶ τοιαῦτά τινα διεξιούσης ἀκούειν τῆς κτίσεως, ὅτι ταῦτα βλέπων, ὦ ἄνθρωπε, | |
40 | νόει τὸ διὰ τῶν φαινομένων κρυπτόν σοι δηλούμενον. ὁρᾷς ἐπὶ τὸ ἀκρότατον μῆκος προελθοῦσαν τὴν νύκτα καὶ ἱσταμένην τῆς ἐπὶ τὰ πρόσω φορᾶς καὶ εἰς τὸ ἔμπαλιν ἀναλύουσαν; νόησον, ὅτι ἡ πονηρὰ τῆς ἁμαρτίας νὺξ ἐφ’ ὅσον οἷόν τε ἦν αὐξηθεῖσα | |
45 | καὶ διὰ πάσης κακῶν ἐπινοίας ἐπὶ τὸ ἀκρότατον τῆς πονηρίας μέγεθος φθάσασα σήμερον ἀνεκόπη τῆς ἐπὶ πλεῖον νομῆς καὶ τὰ ἀπὸ τούτου πρὸς ἔκλειψίν τε καὶ ἀφανισμὸν συνελαύνεται. ὁρᾷς τὴν τοῦ φωτὸς | |
ἀκτῖνα διαρκεστέραν καὶ ὑψηλότερον τῆς συνηθείας | 266 | |
1129(50) | τὸν ἥλιον; νόει τοῦ ἀληθινοῦ φωτὸς τὴν παρουσίαν τοῦ ταῖς εὐαγγελικαῖς ἀκτῖσι πᾶσαν τὴν οἰκουμένην | |
51 | καταφωτίζοντος. Τάχα δὲ καὶ τοῦ μὴ καταρχὰς ἐπιφανῆναι τὸν κύριον ἀλλ’ ἐπ’ ἐσχάτων τῶν χρόνων χαρίσασθαι τῇ ἀνθρωπίνῃ ζωῇ τῆς θεότητος αὐτοῦ τὴν | |
55 | ἐμφάνειαν, ταύτην ἄν τις τὴν αἰτίαν εὐλόγως ὑπονοήσειεν, ὅτι ὁ μέλλων ἐπὶ καθαιρέσει τῆς κακίας τῷ ἀνθρωπίνῳ καταμίγνυσθαι βίῳ ἀναγκαίως πᾶσαν | |
1132 | ἀνέμεινε τὴν κακίαν τὴν παρὰ τοῦ ἐχθροῦ ῥιζωθεῖσαν ἀναβλαστῆσαι, εἶθ’ οὕτως ἐπήγαγε, καθώς φησι τὸ εὐαγγέλιον, τὴν ἀξίνην τῇ ῥίζῃ. καὶ γὰρ τῶν ἰατρῶν οἱ τῇ τέχνῃ προσέχοντες ἔνδοθεν ἔτι τὸ σῶμα τοῦ | |
5 | πυρετοῦ διασμύχοντος καὶ κατ’ ὀλίγον ὑπὸ τῶν νοσοποιῶν αἰτιῶν ἐξαπτομένου ἐνδιδόασι τῷ ἀρρωστήματι, μέχρις ἂν εἰς ἀκμὴν προέλθῃ τὸ πάθος, οὐδεμίαν ἐκ τῶν σιτίων ἐπάγοντες τῷ ἀσθενοῦντι βοήθειαν. ἐπειδὰν δὲ στάσιμον γένηται τὸ κακὸν, τότε | |
10 | τὴν τέχνην ἐπάγουσιν ἐκφανείσης πάσης τῆς νόσου. οὕτως καὶ ὁ τοὺς κακῶς ἔχοντας τὴν ψυχὴν ἰατρεύων ἀνέμεινε τὴν ἐκ κακίας νόσον, ᾗ κατεκρατήθη τῶν ἀνθρώπων ἡ φύσις, πᾶσαν ἐκκαλυφθῆναι, ὡς ἂν μηδὲν τῶν κεκρυμμένων ἀθεράπευτον μείνειε τοῦ ἰατροῦ | |
15 | μόνον τὸ φανὲν θεραπεύοντος. διὰ τοῦτο οὔτε κατὰ τοὺς καιροὺς τοῦ Νῶε πάσης σαρκὸς ἐν ἀδικίᾳ | 267 |
16 | καταφθαρείσης ἐπάγει διὰ τῆς ἰδίας ἐμφανείας τὴν ἴασιν, ὅτι οὔπω τῆς Σοδομιτικῆς κακίας ὁ βλάστος | |
17 | ἐξεφύη, οὐδὲ ἐπὶ τοῦ καιροῦ τῆς Σοδόμων καταστροφῆς ὁ κύριος φαίνεται, διότι πολλὰ τῶν ὑπολοίπων κακῶν | |
18 | ἔτι τῇ ἀνθρωπίνῃ κατεκρύπτετο φύσει. ποῦ γὰρ ὁ θεομάχος Φαραώ; ποῦ τῶν Αἰγυπτίων ἡ ἀδάμαστος πονηρία; | |
20 | οὐ μὴν οὐδὲ τότε τῷ διορθωτῇ τοῦ παντὸς εὔκαιρον ἦν, ἐπὶ τῶν Αἰγυπτίων λέγω κακῶν, καταμιχθῆναι τῷ βίῳ. ἀλλ’ ἔδει καὶ τῶν Ἰσραηλιτῶν τὴν παρανομίαν ἀναφανῆναι· ἔδει καὶ τῶν Ἀσσυρίων τὴν βασιλείαν καὶ τοῦ Ναβουχοδονόσορ τὴν ὑπερηφανίαν | |
25 | ὑποσμύχουσαν ἔτι τῷ βίῳ φανερὰν γενέσθαι· ἔδει τὴν κατὰ τῶν ὁσίων μιαιφονίαν οἷόν τινα πονηρὸν καὶ ἀκανθώδη βλάστον τῆς κακῆς τοῦ διαβόλου ῥίζης ἀναδραμεῖν· ἔδει τὴν τῶν Ἰουδαίων κατὰ τῶν ἁγίων τοῦ θεοῦ φανερωθῆναι λύσσαν τῶν τοὺς προφήτας | |
30 | ἀποκτεινύντων καὶ λιθοβολούντων τοὺς ἀπεσταλμένους καὶ τέλος μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου | |
τὸ κατὰ τὸν Ζαχαρίαν ἄγος ἐργασαμένων. πρόσθες τῷ καταλόγῳ τῶν πονηρῶν βλαστημάτων καὶ τοῦ Ἡρώδου τὴν παιδοφονίαν. ἐπεὶ οὖν πᾶσα | 268 | |
35 | τῆς κακίας ἡ δύναμις ἐκ τῆς πονηρᾶς ῥίζης ἀνεδόθη καὶ ηὔξησε πολυειδῶς ἐν ταῖς προαιρέσεσι τῶν καθ’ ἑκάστην γενεὰν τῇ κακίᾳ γνωρίμων ὑλομανήσασα, τότε, καθώς φησι πρὸς Ἀθηναίους ὁ Παῦλος, τοὺς χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς ἐπὶ τῶν | |
40 | ἐσχάτων ἡμερῶν παραγίνεται, ὅτε οὐκ ἦν ὁ συνίων καὶ ἐκζητῶν τὸν θεὸν, ὅτε πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν, ὅτε συνεκλείσθη τὰ πάντα εἰς ἁμαρτίαν, ὅτε ἐπλεόνασεν ἡ ἀνομία, ὅτε πρὸς τὸ ἀκρότατον μέτρον ὁ τῆς κακίας ζόφος ηὔξησε, —τότε ἐπεφάνη | |
45 | ἡ χάρις, τότε ἡ τοῦ ἀληθινοῦ φωτὸς ἀκτὶς ἐπανέτειλε, τότε ἐπέφανε ὁ τῆς δικαιοσύνης ἥλιος τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τότε τὰς πολλὰς κεφαλὰς τοῦ δράκοντος συνέθλασεν ἐπιβὰς τῷ ποδὶ διὰ τῆς ἀνθρωπίνης σαρκὸς καὶ τῇ γῇ προσθλάσας | |
49 | καὶ καταπατήσας. | |
1132(50) | Καὶ μηδεὶς πρὸς τὰ νῦν ἐν τῷ βίῳ βλέπων κακὰ | |
ψεύδεσθαι νομιζέτω τὸν λόγον, καθ’ ὃν ἐν τοῖς τελευταίοις ἔφαμεν χρόνοις ἐπιλάμψαι τῷ βίῳ τὸν κύριον. ἐρεῖ γὰρ ὁ ἀντιλέγων τυχὸν, ὅτι τὸν ἀναμείναντα τοὺς χρόνους πρὸς τὴν τῆς κακίας | 269 | |
55 | φανέρωσιν, ὅπως αὐξηθεῖσαν αὐτὴν ἐξέλῃ προθέλυμνον, πᾶσαν εἰκὸς αὐτὴν ἀνῃρηκέναι, ὡς μηδὲν αὐτῆς ὑπολειφθῆναι τῷ βίῳ λειψανόν. νυνὶ δὲ καὶ φόνοι | |
1133 | καὶ κλοπαὶ καὶ μοιχεῖαι καὶ πάντα τολμᾶται τὰ πονηρότατα. ἀλλ’ ὁ πρὸς τοῦτο βλέπων ὑποδείγματί τινι τῶν γνωρίμων τὴν περὶ τούτων ἀμφιβολίαν λυσάτω. ὥσπερ γὰρ ἐπὶ τῆς τῶν ἑρπετῶν ἀναιρέσεως | |
5 | ἔστιν ἰδεῖν οὐκ εὐθὺς τὸν κατόπιν ὅλκον τῇ κεφαλῇ συννεκρούμενον, ἀλλ’ ἡ μὲν τέθνηκε, τὸ δὲ 〈οὐραῖον〉 ἔτι ἐψύχωται τῷ ἰδίῳ θυμῷ, καὶ τῆς ζωτικῆς κινήσεως οὐκ ἐστέρηται, —οὕτως καὶ ὁ τοῦ δράκοντος ἀναιρέτης, ὅτε πολὺ τὸ θήριον ἐγένετο πάσαις | |
10 | ταῖς καθέκαστον συναυξηθὲν γενεαῖς τῶν ἀνθρώπων, τὴν κεφαλὴν ἀνελὼν, τουτέστι τὴν τῶν κακῶν ἐφευρετικὴν | |
δύναμιν τὴν πολλὰς ἔχουσαν ἐν ἑαυτῇ κεφαλὰς οὐδένα τοῦ κατόπιν ὁλκοῦ πεποίηται λόγον εἰς ἀφορμὴν γυμνασίου τοῖς ἐφεξῆς τὴν ἐν τῷ νεκρῷ θηρίῳ | 270 | |
15 | κίνησιν ὑπολειφθῆναι ποιήσας. τίς οὖν ἡ θλασθεῖσα κεφαλή; ἡ θάνατον εἰσενεγκοῦσα τῇ πονηρᾷ συμβουλῆ, ἡ τὸν θανατηφόρον ἰὸν ἐμβαλοῦσα τῷ ἀνθρώπῳ διὰ τοῦ δήγματος. ὁ τοίνυν καταλύσας τοῦ θανάτου τὸ κράτος τὴν ἐν τῇ κεφαλῇ τοῦ ὄφεως δύναμιν, | |
20 | καθώς φησιν ὁ προφήτης, συνέθλασεν. ὁ δὲ λοιπὸς τοῦ θηρίου ὁλκὸς τῷ ἀνθρωπίνῳ συνεσπαρμένος βίῳ, ἕως ἂν ᾖ τὸ ἀνθρώπινον ἐν ταῖς κατὰ κακίαν κινήσεσιν, ἀεὶ τῇ φολίδι τῆς ἁμαρτίας περιτραχύνει τὸν βίον. τῇ μὲν δυνάμει ἤδη νεκρός ἐστι τῆς κεφαλῆς | |
25 | ἀχρειωθείσης. ἐπειδὰν δὲ παρέλθῃ ὁ χρόνος καὶ στῇ τὰ κινούμενα κατὰ τὴν προσδοκωμένην τῆς ζωῆς ταύτης συντέλειαν, τότε τὸ οὐραῖόν τε καὶ τὸ ἔσχατον τοῦ ἐχθροῦ καταργεῖται—τοῦτο δέ ἐστιν ὁ θάνατος— καὶ οὕτως ὁ παντελὴς ἀφανισμὸς τῆς κακίας γενήσεται | |
30 | πάντων εἰς ζωὴν διὰ τῆς ἀναστάσεως ἀνακληθέντων, τῶν μὲν δικαίων εὐθὺς εἰς τὴν ἄνω λῆξιν μετοικισθέντων, τῶν δὲ ταῖς ἁμαρτίαις ἐνεχομένων τῷ τῆς γεέννης πυρὶ ἐκκαθαρθέντων. Ἀλλ’ ἐπανέλθωμεν ἐπὶ τὴν παροῦσαν χαρὰν, ἣν | |
35 | εὐαγγελίζονται τοῖς ποιμέσιν οἱ ἄγγελοι, ἣν οἱ | |
οὐρανοὶ διηγοῦνται τοῖς μάγοις, ἣν τὸ πνεῦμα τῆς προφητείας διὰ πολλῶν τε καὶ διαφόρων ἀνακηρύσσει, ὡς καὶ τοὺς μάγους κήρυκας γενέσθαι τῆς χάριτος. ὁ γὰρ ἀνατέλλων τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους, | 271 | |
40 | ὁ βρέχων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς ἤνεγκε τὴν ἀκτῖνα τῆς γνώσεως καὶ τὴν δρόσον τοῦ πνεύματος καὶ εἰς ἀλλότρια στόματα, ὥστε τῇ παρὰ τῶν ἐναντίων μαρτυρίᾳ βεβαιωθῆναι μᾶλλον ἐν ἡμῖν τὴν ἀλήθειαν. ἀκούεις τοῦ οἰωνιστοῦ βαλαὰμ ἐπιπνοίᾳ κρείττονι | |
45 | τοῖς ἀλλοφύλοις ἐπιθειάζοντος, ὅτι ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ; ὁρᾷς τοὺς ἀπ’ ἐκείνου τὸ γένος κατάγοντας μάγους ἐπιτηροῦντας κατὰ τὴν πρόρρησιν τοῦ προπάτορος τὴν τοῦ καινοῦ ἀστέρος ἐπιτολὴν, ὃς παρὰ τὴν τῶν λοιπῶν ἀστέρων φύσιν μόνος καὶ | |
1133(50) | κινήσεως μετέσχε καὶ στάσεως πρὸς τὴν χρείαν ἑκάτερον τούτων μεταλαμβάνων; τῶν γὰρ λοιπῶν ἀστέρων, τῶν μὲν ἅπαξ καταπεπηγότων τῇ ἀπλανεῖ σφαίρᾳ καὶ ἀκίνητον εἰληχότων τὴν στάσιν, τῶν δὲ μὴ παυομένων ποτὲ τῆς κινήσεως, οὗτος καὶ κινεῖται | |
55 | προηγούμενος τῶν μάγων καὶ ἵσταται καταμηνύων τὸν τόπον. ἀκούεις τοῦ Ἠσαΐου βοῶντος, ὅτι | |
παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν; | 272 | |
1136 | Μάθε παρ’ αὐτοῦ τοῦ προφήτου, πῶς ἐγεννήθη τὸ παιδίον, πῶς ἐδόθη υἱός. ἆρα κατὰ τὸν νόμον τῆς φύσεως; οὐ, φησὶν ὁ προφήτης, οὐ δουλεύει φύσεως νόμοις ὁ δεσπότης τῆς φύσεως. —ἀλλὰ πῶς ἐγεννήθη | |
5 | τὸ παιδίον, εἰπέ. —ἰδού, φησὶν, ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ’ ἡμῶν ὁ θεός. Ὢ τοῦ θαύματος, ἡ παρθένος μήτηρ γίνεται καὶ διαμένει | |
10 | παρθένος. ὁρᾷς τὴν καινοτομίαν τῆς φύσεως; ἐπὶ τῶν ἄλλων γυναικῶν, ἕως παρθένος ἐστὶ, μήτηρ οὔκ ἐστιν. ἐπειδὰν δὲ μήτηρ γένηται, τὴν παρθενίαν οὐκ ἔχει. ἐνταῦθα δὲ τὰ δύο συνέδραμε κατὰ ταὐτὸν τὰ ὀνόματα. ἡ γὰρ αὐτὴ καὶ μήτηρ καὶ παρθένος ἐστί. | |
15 | καὶ οὔτε ἡ παρθενία τὸν τόκον ἐκώλυσεν, οὔτε ὁ τόκος τὴν παρθενίαν ἔλυσεν. ἔπρεπε γὰρ τὸν ἐπὶ ἀφθαρσίᾳ τοῦ παντὸς ἐν τῷ ἀνθρωπίνῳ βίῳ γενόμενον ἀπὸ τῆς ὑπηρετούσης αὐτοῦ τῇ γεννήσει τῆς ἀφθαρσίας ἄρξασθαι. τὴν γὰρ ἀπειρόγαμον ἄφθορον | |
20 | οἶδεν ὀνομάζειν ἡ τῶν ἀνθρώπων συνήθεια. Τοῦτό μοι δοκεῖ προκατανενοηκέναι τῇ γενομένῃ διὰ | |
τοῦ φωτὸς αὐτῷ θεοφανείᾳ Μωυσῆς ἐκεῖνος ὁ μέγας, ὅτε ἐξήπτετο τῆς βάτου τὸ πῦρ καὶ ἡ βάτος οὐκ ἐμαραίνετο. διαβὰς γάρ, φησιν, ὄψομαι τὸ μέγα ὅραμα | 273 | |
25 | τοῦτο. οὐ τοπικὴν οἶμαι δηλῶν κίνησιν διὰ τῆς διαβάσεως ἀλλὰ τὴν παροδικὴν τοῦ χρόνου διάβασιν. τὸ γὰρ τότε προδιατυπωθὲν ἐν τῇ φλογὶ καὶ τῇ βάτῳ διαβάντος τοῦ μέσου χρόνου σαφῶς ἐν τῷ κατὰ τὴν παρθένον μυστηρίῳ ἀνεκαλύφθη. ὥσπερ γὰρ ἐκεῖ | |
30 | ἡ θάμνος καὶ ἅπτει τὸ πῦρ καὶ οὐ καίεται, οὕτω καὶ ἐνταῦθα ἡ παρθένος καὶ τίκτει τὸ φῶς καὶ οὐ φθείρεται. εἰ δὲ βάτος προδιατυποῖ τὸ θεότοκον σῶμα τῆς παρθένου, μὴ ἐπαισχυνθῇς τῷ αἰνίγματι. πᾶσα γὰρ σὰρξ διὰ τὴν τῆς ἁμαρτίας παραδοχὴν κατ’ αὐτὸ | |
35 | τοῦτο, ὅτι σάρξ ἐστι μόνον, ἁμαρτία ἐστίν. ἡ δὲ ἁμαρτία παρὰ τῆς γραφῆς τῇ τῆς ἀκάνθης ἐπωνυμίᾳ | |
36 | κατονομάζεται. Εἰ δὲ μὴ πόρρω τῶν προκειμένων ἀποφερόμεθα, τάχα καὶ τὸν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου φονευθέντα Ζαχαρίαν οὐκ ἄκαιρον εἰς μαρτυρίαν | |
40 | τῆς ἀφθάρτου μητρὸς παραστήσασθαι. ἱερεὺς οὗτος ὁ Ζαχαρίας ἦν, οὐχ ἱερεὺς δὲ μόνον, ἀλλὰ καὶ ἐν τῷ τῆς προφητείας χαρίσματι. ἡ δὲ τῆς | |
προφητείας δύναμις ἀπαράγραπτος ἐν τῇ βίβλῳ τοῦ εὐαγγελίου κηρύσσεται. ὅτε προοδοποιοῦσα τοῖς | 274 | |
45 | ἀνθρώποις ἡ θεία χάρις μὴ ἄπιστον τὸν ἐκ παρθένου τόκον ἡγήσασθαι τοῖς ἐλάττοσι θαύμασι προγυμνάζει τῶν ἀπίστων τὴν συγκατάθεσιν, τῇ στείρᾳ καὶ παρήλικι τίκτεται παῖς. τοῦτο προοίμιον τοῦ κατὰ τὴν παρθενίαν θαύματος γίνεται. ὡς γὰρ ἡ Ἐλισαβὲτ | |
1136(50) | οὐ δυνάμει φύσεως γίνεται μήτηρ ἄγονος τὸν βίον | |
1136(50) | καταγηράσασα, ἀλλ’ ἐπὶ τὸ θεῖον βούλημα τοῦ παιδὸς ἡ γέννησις ἀναφέρεται, οὕτω καὶ τῆς παρθενικῆς ὠδῖνος ἡ ἀπιστία τῇ πρὸς τὸ θεῖον ἀναφορᾷ τὸ πιστὸν ἔχει. ἐπειδὴ τοίνυν προλαμβάνει τὸν ἐκ παρθενίας ὁ ἀπὸ τῆς στείρας, ὁ πρὸς τὴν φωνὴν τῆς κυοφορούσης | |
55 | τὸν κύριον, πρὶν εἰς φῶς προελθεῖν, ἐν τῇ μητρῴᾳ νηδύι σκιρτήσας, —ἅμα τε παρῆλθεν εἰς γένεσιν ὁ τοῦ λόγου πρόδρομος, τότε λύεται τῷ Ζαχαρίᾳ διὰ τῆς προφητικῆς | |
1137 | ἐπιπνοίας ἡ σιώπη. καὶ ὅσα διεξέρχεται Ζαχαρίας, προφητεία τοῦ μέλλοντος ἦν. Οὗτος τοίνυν ὁ τῷ προφητικῷ πνεύματι πρὸς τὴν τῶν κρυπτῶν γνῶσιν χειραγωγούμενος τὸ τῆς παρθενίας | |
5 | μυστήριον ἐπὶ τοῦ ἀφθάρτου τόκου κατανοήσας οὐκ | |
ἀπέκρινεν ἐν τῷ ναῷ τοῦ ταῖς παρθένοις κατὰ τὸν νόμον ἀποκεκληρωμένου τόπου τὴν ἄγαμον μητέρα διδάσκων τοὺς Ἰουδαίους, ὅτι ὁ τῶν ὄντων δημιουργὸς καὶ βασιλεὺς πάσης τῆς κτίσεως ὑποχείριον ἔχει μετὰ | 275 | |
10 | πάντων ἑαυτῷ τὴν ἀνθρωπίνην φύσιν τῷ ἰδίῳ θελήματι πρὸς τὸ δοκοῦν αὐτὴν ἄγων, οὐκ αὐτὸς ὑπ’ αὐτῆς δυναστευόμενος, ὡς ἐν τῇ δυνάμει αὐτοῦ εἶναι καινὴν γέννησιν δημιουργῆσαι, ἥτις τὴν γενομένην μητέρα τὸ παρθένον εἶναι οὐκ ἀφαιρήσεται. διὰ τοῦτο αὐτὴν | |
15 | οὐκ ἀπέκρινεν ἐν τῷ ναῷ τοῦ χοροῦ τῶν παρθένων. ἦν δὲ οὗτος ὁ τόπος τὸ μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου διάστημα. ἐπεὶ οὖν ἤκουον βασιλέα τῆς κτίσεως εἰς γέννησιν ἀνθρωπίνην οἰκονομικῶς προελθεῖν φόβῳ τοῦ μὴ γενέσθαι βασιλεῖ ὑποχείριοι | |
20 | τὸν ταῦτα μαρτυροῦντα περὶ τοῦ τόκου διαχειρίζονται πρὸς αὐτῷ τῷ θυσιαστηρίῳ τὸν ἱερέα ἱερουργήσαντες. Ἀλλὰ μακρὰν τῶν προκειμένων ἀπεπλανήθημεν δέον ἐπὶ τὴν ἐν τῷ εὐαγγελίῳ Βηθλεὲμ τῷ λόγῳ ἀναδραμεῖν. Εἰ γὰρ ποιμένες ὄντως ἡμεῖς καὶ τοῖς ἰδίοις | |
25 | ἐπαγρυπνοῦμεν ποιμνίοις, πρὸς ἡμᾶς πάντως ἐστὶν ἡ τῶν ἀγγέλων φωνὴ ἡ εὐαγγελιζομένη τὴν χαρὰν | |
τὴν μεγάλην ταύτην. οὐκοῦν ἀναβλέψωμεν εἰς τὴν οὐράνιον στρατιὰν, ἴδωμεν τὴν τῶν ἀγγέλων χοραστασίαν, ἀκούσωμεν τῆς θείας αὐτῶν ὑμνῳδίας. | 276 | |
30 | τίς ὁ ἦχος τῶν ἑορταζόντων; δόξα ἐν ὑψίστοις θεῷ βοῶσι. διὰ τί δοξάζει ἡ τῶν ἀγγέλων φωνὴ τὴν ἐν τοῖς ὑψίστοις θεωρουμένην θεότητα; —ὅτι φησὶ καὶ ἐπὶ γῆς εἰρήνη. περιχαρεῖς γεγόνασι ἐπὶ τῷ φαινομένῳ οἱ ἄγγελοι. ἐπὶ γῆς εἰρήνη. ἡ πρότερον | |
35 | κατηραμένη, ἡ τῶν ἀκανθῶν καὶ τριβόλων γόνιμος, τὸ τοῦ πολέμου χωρίον, ἡ τῶν καταδίκων ἐξορία, αὕτη εἰρήνην δέδεκται. ὢ τοῦ θαύματος, ἀλήθεια | |
39 | ἐκ τῆς γῆς ἀνέτειλε. τοιοῦτον δέδωκεν ἡ τῶν ἀνθρώπων | |
40 | γῆ τὸν καρπὸν αὐτῆς καὶ ταῦτα γίνεται ὑπὲρ τῆς ἐν ἀνθρώποις εὐδοκίας. θεὸς τῇ ἀνθρωπίνῃ κατακιρνᾶται φύσει, ἵνα συνεπαρθῇ τῷ ὕψει τοῦ θεοῦ τὸ ἀνθρώπινον. ταῦτα ἀκούσαντες διέλθωμεν εἰς τὴν Βηθλεέμ, ἴδωμεν τὸ καινὸν θέαμα, πῶς ἐπαγάλλεται ἡ παρθένος | |
45 | τῷ τόκῳ, πῶς ἡ ἀπειρόγαμος τιθηνεῖται τὸ νήπιον. πρότερον δὲ τίς αὕτη καὶ πόθεν, τῶν τὰ περὶ | |
46 | αὐτῆς ἱστορούντων ἀκούσωμεν. Ἤκουσα τοίνυν ἀποκρύφου τινὸς ἱστορίας τοιαῦτα παρατιθεμένης τὰ περὶ αὐτῆς διηγήματα. ἐπίσημός τις ἦν ἐν τῇ κατὰ τὸν νόμον ἀκριβεῖ πολιτείᾳ καὶ | |
1137(50) | γνώριμος ἐπὶ τοῖς καλλίστοις ὁ τῆς παρθένου πατήρ, ἄπαις δὲ κατεγήρα τὸν βίον, ὅτι αὐτῷ πρὸς τεκνο‐ γονίαν οὐκ ἐπιτηδείως εἶχεν ἡ σύνοικος. ἦν δέ τις ἐκ τοῦ νόμου τιμὴ ταῖς μητράσιν, ἧς οὐ μετεῖχον αἱ ἄγονοι. μιμεῖται τοίνυν καὶ αὕτη τὰ περὶ τῆς | 277 |
55 | μητρὸς τοῦ Σαμουὴλ διηγήματα. καὶ ἐντὸς τοῦ ἁγίου τῶν ἁγίων γενομένη ἱκέτις γίνεται τοῦ θεοῦ μὴ ἔξω πεσεῖν τῆς ἐκ τῶν νόμων εὐλογίας ἐξαμαρτοῦσα περὶ | |
1140 | τὸν νόμον οὐδὲν, γενέσθαι δὲ μητέρα καὶ ἀφιερῶσαι τῷ θεῷ τὸ τικτόμενον. δυναμωθεῖσαν δὲ νεύματι θείῳ πρὸς τὴν χάριν, ἣν ᾔτησεν, —ἐπειδὴ ἐτέχθη τὸ παιδίον, ὀνομάσαι μὲν αὐτὴν Μαριάμ, ὡς ἂν καὶ | |
5 | διὰ τῆς ἐπωνυμίας τὸ θεόσδοτον διασημανθείη τῆς χάριτος. ἁδρυνθεῖσαν δὲ ἤδη τὴν κόρην, ὡς μηκέτι δεῖσθαι προσανέχειν τῇ θηλῇ, ἀποδοῦναι τῷ θεῷ καὶ πληρῶσαι τὴν ἐπαγγελίαν καὶ προσαγαγεῖν τῷ ναῷ. τοὺς δὲ ἱερεῖς τέως μὲν καθ’ ὁμοιότητα τοῦ Σαμουὴλ | |
10 | ἐν τοῖς ἁγίοις ἀνατρέφειν τὴν παῖδα, αὐξηθείσης δὲ βουλὴν ἀγαγεῖν, ὅ τι ποιήσαντες τὸ ἱερὸν ἐκεῖνο σῶμα οὐκ ἂν εἰς τὸν θεὸν ἐξαμάρτοιεν. τὸ μὲν γὰρ ὑποζεῦξαι τῷ νόμῳ τῆς φύσεως καὶ καταδουλῶσαι αὐτὴν διὰ τοῦ γάμου τῷ ἀγομένῳ τι τῶν | |
15 | ἀτοπωτάτων ἐδόκει. ἱεροσυλία γὰρ ἀντικρὺς | |
ἐνομίσθη θείου ἀναθήματος ἄνθρωπον γενέσθαι κύριον, ἐπειδὴ κυριεύειν ἐκ τῶν νόμων ὁ ἀνὴρ ἐτάχθη τῆς συνοικούσης. τὸ δὲ τοῖς ἱερεῦσιν ἐντὸς τῶν ἀνακτόρων γυναῖκα συναναστρέφεσθαι καὶ ἐν τοῖς | 278 | |
20 | ἁγίοις ὁρᾶσθαι οὔτε νόμιμον ἦν καὶ ἅμα τῷ πράγματι τὸ σεμνὸν οὐ προσῆν. βουλευομένοις δὲ αὐτοῖς περὶ τούτων θεόθεν γίνεται συμβουλὴ δοῦναι μὲν αὐτὴν ἀνδρὶ μνηστείας ὀνόματι, τοῦτον δὲ τοιοῦτον εἶναι, οἷον πρὸς φυλακὴν τῆς παρθενίας αὐτῆς ἐπιτηδείως | |
25 | ἔχειν. εὑρέθη τοίνυν ὁ Ἰωσήφ, οἷον ἐπεζήτει ὁ λόγος, ἐκ τῆς αὐτῆς φυλῆς τε καὶ πατριᾶς τῇ παρθένῳ. καὶ μνηστεύει κατὰ συμβουλὴν τῶν ἱερέων ἑαυτῷ τὴν παῖδα. ἡ δὲ συνάφεια μέχρι μνηστείας ἦν. Τότε μυσταγωγεῖται παρὰ τοῦ Γαβριὴλ ἡ παρθένος. | |
30 | τὰ δὲ ῥήματα τῆς μυσταγωγίας εὐλογία ἦν. χαῖρέ, φησι, κεχαριτωμένη, ὁ κύριος μετὰ σοῦ. ἀπεναντίον τῇ πρώτῃ πρὸς τὴν γυναῖκα φωνῇ νῦν γίνεται πρὸς τὴν παρθένον ὁ λόγος. ἐκείνη λύπαις ἐν ταῖς ὠδῖσι διὰ τὴν ἁμαρτίαν κατεδικάσθη, ἐπὶ δὲ | |
35 | ταύτης ἐκβάλλεται διὰ τῆς χαρᾶς ἡ λύπη. ἐπ’ ἐκείνης αἱ λύπαι τῆς ὠδῖνος ἡγήσαντο, ἐνταῦθα δὲ χαρὰ τὴν | |
ὠδῖνα μαιεύεται. —μὴ φοβοῦ, φησίν. ἐπειδὴ πάσῃ γυναικὶ φόβον παρέχει τῆς ὠδῖνος ἡ προσδοκία, ἐκβάλλει τὸν φόβον ἡ τῆς γλυκείας ὠδῖνος ἐπαγγελία. | 279 | |
40 | ἐν γαστρὶ λήψῃ, φησὶ, καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. τί οὖν ἡ Μαρία; ἄκουσον καθαρᾶς παρθένου φωνήν. ὁ ἄγγελος τὸν τόκον εὐαγγελίζεται, κἀκείνη τῇ παρθενίᾳ προσφύεται | |
45 | προτιμοτέραν τῆς ἀγγελικῆς ἐμφανείας τὴν ἀφθαρσίαν κρίνουσα καὶ οὔτε τῷ ἀγγέλῳ ἀπιστεῖν ἔχει οὔτε τῶν κεκριμένων ἐξέρχεται. ἀπείρηταί μοι, φησὶν, ἀνδρὸς ὁμιλία. πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; αὕτη τῆς Μαρίας | |
1140(50) | ἡ φωνὴ ἀπόδειξις τῶν κατὰ τὸ κρύφιον ἱστορουμένων ἐστίν. εἰ γὰρ ἐπὶ γάμῳ παρείληπτο παρὰ τοῦ Ἰωσὴφ, πῶς ἂν ἐξενίσθη τῷ τὸν τόκον αὐτῇ προμηνύοντι πάντῃ καὶ πάντως μήτηρ καὶ αὐτὴ γενέσθαι προσδεχομένη κατὰ τὸν νόμον τῆς φύσεως; ἐπειδὴ | |
55 | δὲ τὴν ἀφιερωθεῖσαν τῷ θεῷ σάρκα οἶόν τι τῶν ἁγίων ἀναθημάτων ἀνέπαφον ἔδει φυλάττεσθαι, διὰ τοῦτο, κἂν ἄγγελος ᾖς, φησὶ, κἂν οὐρανόθεν ἥκῃς, | |
1141 | κἂν ὑπὲρ ἄνθρωπον τὸ φαινόμενον ᾖ, ἀλλὰ τὸ γνῶναί με ἄνδρα τῶν ἀμηχάνων ἐστι. πῶς ἔσομαι μήτηρ χωρὶς ἀνδρός; τὸν γὰρ Ἰωσὴφ μνηστῆρα μὲν οἶδα, ἄνδρα δὲ οὐ γινώσκω. —τί οὖν ὁ νυμφοστόλος Γαβριήλ; | |
5 | οἵαν παστάδα τῷ καθαρῷ καὶ ἀμιάντῳ παρίστησι γάμῳ; πνεῦμα, φησὶ, ἅγιον ἐπελεύσεται ἐπί σε καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. ὢ μακαρίας σαρκὸς ἐκείνης, ἣ δι’ ὑπερβολὴν καθαρότητος τὰ τῆς ψυχῆς ἀγαθὰ πρὸς ἑαυτὴν ἐπεσπάσατο. | 280 |
10 | ἐπὶ μὲν γὰρ τῶν ἄλλων πάντων μόγις ἂν ψυχὴ καθαρὰ πνεύματος ἁγίου παρουσίαν δέξαιτο. ἐνταῦθα δὲ δοχεῖον τοῦ πνεύματος ἡ σὰρξ γίνεται. ἀλλὰ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. τί τοῦτο σημαίνει δι’ ἀπορρήτων ὁ λόγος; —Χριστὸς θεοῦ | |
15 | δύναμις καὶ θεοῦ σοφία, φησὶν ὁ ἀπόστολος. τοῦ οὖν ὑψίστου θεοῦ ἡ δύναμις, ἥτις ἐστὶν ὁ Χριστὸς, διὰ τῆς ἐπελεύσεως τοῦ ἁγίου πνεύματος ἐμμορφοῦται τῇ παρθενίᾳ. καθάπερ γὰρ ἡ τῶν σωμάτων σκιὰ τῷ τύπῳ τῶν προηγουμένων συσχηματίζεται, οὕτως | |
20 | ὁ χαρακτὴρ καὶ τὰ γνωρίσματα τῆς τοῦ υἱοῦ θεότητος ἐν τῇ δυνάμει τοῦ τικτομένου διαφανήσεται εἰκὼν καὶ σφραγὶς καὶ ἀποσκίασμα καὶ ἀπαύγασμα τοῦ πρωτοτύπου | |
22 | διὰ τῆς τῶν ἐνεργειῶν θαυματοποιίας δεικνύμενος. Ἀλλ’ ἐπὶ τὴν Βηθλεὲμ ἡμᾶς ἀναδραμεῖν τῷ λόγῳ προτρέπεται τὸ ἀγγελικὸν εὐαγγέλιον καὶ κατιδεῖν | |
25 | τὰ ἐν τῷ σπηλαίῳ μυστήρια. τί τοῦτο; —παιδίον σπαργάνοις διειλημμένον καὶ ἐπὶ φάτνης ἀναπαυόμενον καὶ ἡ μετὰ τόκον παρθένος, ἡ ἄφθορος μήτηρ, περιέπει τὸ ἔκγονον. εἴπωμεν οἱ ποιμένες ἡμεῖς τὴν τοῦ προφήτου φωνὴν, ὅτι καθάπερ ἠκούσαμεν | 281 |
30 | οὕτως καὶ εἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ θεοῦ ἡμῶν. ἆρα συντυχικῶς ταῦτα κατὰ τὸ συμβὰν καὶ γέγονεν ἐπὶ τοῦ Χριστοῦ καὶ ἱστόρηται καὶ οὐδεὶς ἔπεστι λόγος τῇ ἱστορίᾳ; τί βούλεται τῷ δεσπότῃ ἡ ἐν σπηλαίῳ καταγωγὴ, | |
35 | ἡ ἐπὶ φάτνης κατάκλισις, τὸ ἐν τῷ καιρῷ τῆς τῶν φόρων ἀπογραφῆς καταμιχθῆναι τῷ βίῳ; —ἢ δῆλόν ἐστιν, ὅτι ὥσπερ τῆς νομικῆς ἡμᾶς ἐξαιρεῖται κατάρας αὐτὸς ὑπὲρ ἡμῶν κατάρα γενόμενος καὶ τοὺς ἡμετέρους μώλωπας εἰς ἑαυτὸν μετατίθησιν, | |
40 | ἵνα τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰαθῶμεν, οὕτως καὶ ἐν φόρῳ γίνεται, ἵνα ἡμᾶς τῶν πονηρῶν δασμῶν ἐλευθερώσῃ, οἷς ὑπέκειτο τὸ ἀνθρώπινον ὑπὸ τοῦ θανάτου φορολογούμενον; τὸ δὲ σπήλαιον, ἐν ᾧ τίκτεται ὁ δεσπότης, τὸν ἀφεγγῆ καὶ ὑπόγειον τῶν ἀνθρώπων | |
45 | νόησον βίον, ἐν ᾧ γίνεται ὁ τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἐπιφαινόμενος. σπαργάνοις δὲ διασφίγγεται ὁ τὰς σείρας τῶν ἡμετέρων ἁμαρτημάτων περιβαλλόμενος. ἡ δὲ φάτνη τὸ τῶν ἀλόγων ἐστὶν ἐνδιαίτημα, ἐν ᾖ γίνεται ὁ λόγος, ἵνα | |
1141(50) | γνῷ βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, βοῦς ὁ ὑπεζευγμένος τῷ νόμῳ, ὄνος τὸ ἀχθοφόρον ζῷον, τὸ τῇ ἁμαρτίᾳ τῆς εἰδωλολατρείας πεφορτισμένον. ἀλλ’ ἡ μὲν κατάλληλος τροφὴ τῶν ἀλόγων ζῴων χόρτος ἐστίν. ἀνατέλλων γὰρ χόρτον | 282 |
55 | τοῖς κτήνεσί, φησι ὁ προφήτης. τὸ δὲ λογικὸν ζῷον ἄρτῳ τρέφεται. διὰ τοῦτο τοίνυν τῇ φάτνῃ, ἥτις ἐστὶ | |
1144 | τῶν ἀλόγων ἑστία, ὁ ἐξ οὐρανοῦ καταβὰς ἄρτος προστίθεται, ἵνα καὶ τὰ ἄλογα τῆς λογικῆς μεταλαβόντα τροφῆς ἐν λόγῳ γένηται. μεσιτεύει τοίνυν ἐπὶ τῆς φάτνης τῷ βοὶ καὶ τῷ ὄνῳ ὁ ἀμφοτέρων | |
5 | κύριος, ἵνα τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον καὶ τούτου τὸν βαρὺν ζυγὸν τοῦ νόμου περιελὼν, κἀκεῖνον τοῦ τῆς εἰδωλολατρείας ἄχθους ἀποφορτίσας. Ἀλλ’ ἀναβλέψωμεν εἰς τὰ οὐράνια θαύματα. ἰδοὺ | |
10 | γὰρ οὐ προφῆται μόνον καὶ ἄγγελοι τὴν χαρὰν ἡμῖν ταύτην εὐαγγελίζονται, ἀλλὰ καὶ οἱ οὐρανοὶ διὰ τῶν οἰκείων θαυμάτων τὴν τοῦ εὐαγγελίου δόξαν ἀνακηρύττουσιν. ἐξ Ἰούδα ἡμῖν ὁ Χριστὸς ἀνατέλλει, καθώς φησιν ὁ ἀπόστολος, ἀλλ’ οὐ καταυγάζεται | |
15 | ὁ Ἰουδαῖος ὑπὸ τοῦ ἀνατείλαντος. ξένοι τῶν διαθηκῶν | |
τῆς ἐπαγγελίας οἱ μάγοι καὶ τῆς τῶν πατέρων εὐλογίας ἀλλότριοι, ἀλλὰ προφθάνουσι τῇ γνώσει Ἰσραηλίτην λαὸν καὶ τὸν οὐράνιον φωστῆρα γνωρίσαντες καὶ τὸν ἐν τῷ σπηλαίῳ βασιλέα μὴ ἀγνοήσαντες. | 283 | |
20 | ἐκεῖνοι δωροφοροῦσιν, οὗτοι ἐπιβουλεύουσιν. ἐκεῖνοι προσκυνοῦσιν, οὗτοι διώκουσιν. ἐκεῖνοι εὑρόντες τὸν ζητούμενον χαίρουσιν, οὗτοι ἐπὶ τῇ γεννήσει τοῦ μηνυθέντος ταράσσονται. ἰδόντες γάρ φησιν οἱ μάγοι τὸν ἀστέρα ἐπὶ τοῦ τόπου, οὗ | |
25 | ἦν τὸ παιδίον ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. Ἡρώδης δὲ ἀκούσας τὸν λόγον ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ’ αὐτοῦ. οἱ μὲν ὡς θεῷ προσάγουσι λίβανον καὶ τὴν βασιλικὴν ἀξίαν τῷ χρυσῷ δεξιοῦνται, τὴν δὲ κατὰ τὸ πάθος οἰκονομίαν προφητικῇ | |
30 | τινὶ χάριτι διὰ τῆς σμύρνης ἀποσημαίνουσιν. οἱ δὲ πανωλεθρίαν τῆς νεολαίας πάσης καταδικάζουσιν. ὅ μοι δοκεῖ μὴ πικρίας μόνον ἀλλὰ καὶ τῆς ἐσχάτης ἀνοίας αὐτῶν τὴν κατηγορίαν ἔχειν. τί γὰρ βούλεται αὐτοῖς ἡ παιδοφονία, καὶ ἐπὶ τίνι σκοπῷ | |
35 | τὸ τοιοῦτον ἄγος τοῖς μιαιφόνοις τετόλμηται; ἐπειδὴ καινόν τι σημεῖόν φησιν τῶν κατ’ οὔρανον θαυμάτων τὴν τοῦ βασιλέως ἀνάδειξιν τοῖς μάγοις ἐμήνυσε, —τί οὖν; ὡς ἀληθεῖ πιστεύεις τῷ μηνύσαντι | |
σημείῳ ἢ μάταιον ὑπονοεῖς τὸ θρυλούμενον; εἰ μὲν | 284 | |
40 | γὰρ τοιοῦτός ἐστιν, οἶος τοὺς οὐρανοὺς ἑαυτῷ συνδιατιθέναι, ὑπὲρ τὴν σὴν χεῖρα πάντως ἐστίν. εἰ δὲ ἐπὶ σοὶ τὸ ζῆν αὐτὸν ἢ τεθνάναι ποιεῖ, μάτην πεφόβησαι τὸν τοιοῦτον. ὁ γὰρ οὕτω πράττων, ὥστε ὑποχείριος εἶναι τῇ σῇ ἐξουσίᾳ, ὑπὲρ τίνος ἐπιβουλεύεται; | |
45 | διὰ τί τὸ φρικτὸν ἐκεῖνο καταπέμπεται πρόσταγμα, ἡ πονηρὰ κατὰ τῶν νηπίων ψῆφος, ἀναιρεῖσθαι τὰ δείλαια βρέφη, —τί ἀδικήσαντα; —τίνα θανάτου καὶ κολάσεως αἰτίαν καθ’ ἑαυτῶν παρασχόμενα, ἓν ἔγκλημα ἔχοντα μόνον τὸ γεννηθῆναι | |
1144(50) | καὶ εἰς φῶς ἐλθεῖν; καὶ ὑπὲρ τούτων ἔδει καταπληρωθῆναι δημίων τὴν πόλιν καὶ συναχθῆναι δῆμον μητέρων καὶ νηπίων λαὸν συμπαρόντων αὐτοῖς τῶν γεννησαμένων καὶ πάντων ὡς εἰκὸς τῶν κοινωνούντων τοῦ γένους ἐπὶ τὸ πάθος ἀθροιζομένων; | |
55 | Τίς ἂν ὑπογράψειε τῷ λόγῳ τὰς συμφοράς; τίς ἂν ὑπ’ ὄψιν ἀγάγοι διὰ τῶν διηγημάτων τὰ πάθη, τὸν σύμμικτον ἐκεῖνον θρῆνον, τὴν γοερὰν συνῳδίαν | |
1145 | παίδων, μητέρων, πατέρων, συγγενῶν πρὸς τὴν τῶν δημίων ἀπειλὴν ἐλεεινῶς ἐκβοώντων; πῶς ἄν τις διαγράψειε γυμνῷ τῷ ξίφει παρεστῶτα τῷ νηπίῳ τὸν δήμιον ἐμβλέποντα δριμύ τε καὶ φονικὸν καὶ | |
5 | φθεγγόμενον ἄλλα τοιαῦτα καὶ τῇ χειρὶ τὸ βρέφος | |
πρὸς ἑαυτὸν ἕλκοντα καὶ τῇ ἑτέρᾳ τὸ ξίφος ἀνατεινόμενον; —τὴν δὲ μητέρα ἑτέρωθεν πρὸς ἑαυτὴν τὸ παιδίον ἀνθέλκουσαν καὶ τὸν ἴδιον αὐχένα τῇ τοῦ ξίφους ἀκμῇ προυπέχουσαν, ὡς ἂν μὴ ἴδοι τοῖς ὀφθαλμοῖς | 285 | |
10 | τὸ δείλαιον τέκνον ταῖς χερσὶ τοῦ δημίου διαφθειρόμενον, πῶς ἄν τις τὰ τῶν πατέρων ἐκδιηγήσαιτο, τὰς ἀνακλήσεις, τὰς οἰμωγὰς, τὰς τελευταίας τῶν τέκνων περιπλοκὰς—καὶ πολλῶν ἅμα τοιούτων κατὰ ταὐτὸν γινομένων; τίς ἂν τὸ πολυειδὲς καὶ πολύτροπον | |
15 | τῆς συμφορᾶς τραγῳδήσειε, τὰς διπλὰς τῶν ἀρτιτόκων ὠδῖνας, τοὺς δριμεῖς καυτῆρας τῆς φύσεως, —ὅπως τὸ ἄθλιον βρέφος ὁμοῦ τε τῷ μαζῷ προσεφύετο καὶ διὰ τῶν σπλάγχνων τὴν καιρίαν ἐλάμβανεν, ὅπως ἡ δειλαία μήτηρ καὶ τὴν θηλὴν ἐπεῖχε | |
20 | τῷ τοῦ νηπίου στόματι καὶ τὸ αἷμα τοῦ τέκνου τοῖς κόλποις ἐδέχετο; πολλάκις δέ που τῇ ῥύμῃ τῆς χειρὸς ὁ δήμιος μιᾷ τοῦ ξίφους ὁρμῇ τὸ τέκνον τῇ μητρὶ συνδιήλασε καὶ ἓν τοῦ αἵματος τὸ ῥεῖθρον ἐγένετο ἔκ τε τῆς μητρῴας πληγῆς καὶ ἐκ τῆς καιρίας | |
25 | τοῦ τέκνου καταμιγνύμενον. ἐπειδὴ δὲ καὶ τοῦτο πρόσκειται τῇ μιαρᾷ τοῦ Ἡρώδου φωνῇ τὸ μὴ μόνον κατὰ τῶν ἀρτιγενῶν τὴν θανατηφόρον ἐξενεχθῆναι | |
ψῆφον, ἀλλ’ εἴ τις καὶ εἰς δεύτερον προῆλθεν ἔτος καὶ τοῦτον ἀνάρπαστον γενέσθαι—γέγραπται γὰρ, | 286 | |
30 | ὅτι ἀπὸ διετοῦς καὶ κατωτέρω—ἕτερον ἐν τούτοις κατὰ τὸ εἰκὸς πάθος ὁ λόγος βλέπει, ὅτι πολλάκις ὁ μεταξὺ χρόνος δύο τέκνων μητέρα τὴν αὐτὴν ἐποίησεν. οἷον οὖν ἢν ἐπὶ τῶν τοιούτων πάλιν τὸ θέαμα δύο δημίων περὶ μίαν ἀσχολουμένων μητέρα, τοῦ μὲν | |
35 | τὸν παραθέοντα πρὸς ἑαυτὸν ἕλκοντος, τοῦ δὲ τὸ ὑπομάζιον ἀνασπῶντος τῶν κόλπων; τί πάσχειν εἰκὸς ἐπὶ τούτοις τὴν ἀθλίαν μητέρα πρὸς δύο τέκνα σχιζομένης τῆς φύσεως ἑκατέρου κατὰ τὸ ἴσον τοῖς μητρῴοις σπλάγχνοις τὸ πῦρ ἀναφλέγοντος—οὐκ ἔχουσαν, | |
40 | ποίῳ ἢ τίνι τῶν πονηρῶν ἀκολουθήσει δημίων, τοῦ μὲν ἔνθεν, τοῦ δὲ ἑτέρωθεν πρὸς τὴν σφαγὴν ἐφελκομένων τὰ νήπια; προσδράμῃ ἐπὶ τῷ νεογενεῖ ἄσημον ἔτι καὶ ἀδιάρθρωτον τὸν ὀδυρμὸν ἀφίεντι; ἀλλ’ ἀκροᾶται τοῦ ἄλλου ἤδη φθεγγομένου καὶ ψελλιζομένῃ τῇ φωνῇ | |
45 | τὴν μητέρα μετὰ δακρύων ἀνακαλοῦντος. τί πάθῃ; τίς γένηται; τῇ τίνος ἀντιβοήσει φωνῇ; τῇ τίνος οἰμωγῇ ἀντοδύρηται; ποίῳ ἀποθρηνήσει θανάτῳ | |
ἴσως ἐφ’ ἑκατέρῳ μαστιζομένη τοῖς κέντροις τῆς φύσεως; | 287 | |
48 | Ἀλλ’ ἀπαγάγωμεν τὴν ἀκοὴν τῶν ἐπὶ τοῖς παισὶ θρήνων καὶ πρὸς τὰ εὐθυμότερα καὶ μᾶλλον τῇ ἑορτῇ | |
1145(50) | πρέποντα τὴν διάνοιαν τρέψωμεν, κἂν ὑπερβοῶσα κατὰ τὴν προφητείαν ἡ Ῥαχὴλ τὴν σφαγὴν τῶν τέκνων ἀπολοφύρηται. ἐν γὰρ ἡμέρᾳ ἑορτῆς, καθώς φησιν ὁ σοφὸς Σολομὼν, ἀμνηστία πρέπει κακῶν. τίς δ’ ἂν γένοιτο τῆς ἑορτῆς ἡμῖν ταύτης | |
55 | εὐσημοτέρα, ἐν ᾖ τὴν πονηρὰν τοῦ διαβόλου σκοτόμαιναν διαχέας ὁ τῆς δικαιοσύνης ἥλιος δι’ αὐτῆς τῆς ἡμετέρας φύσεως ἐπιλάμπει τῇ φύσει, ἐν ᾖ τὸ πεπτωκὸς | |
1148 | ἀνεγείρεται, τὸ ἐκπεπολεμωνένον εἰς καταλλαγὰς ἄγεται, τὸ ἀποκηρυχθὲν ἐπανάγεται, τὸ ἀποπεπτωκὸς τῆς ζωῆς εἰς τὴν ζωὴν ἐπανέρχεται, τὸ τῇ αἰχμαλωσίᾳ δεδουλωμένον εἰς τὴν τῆς βασιλείας ἀξίαν | |
5 | ἐπαναλαμβάνεται, τὸ τοῖς δεσμοῖς τοῦ θανάτου πεπεδημένον ἄνετον πρὸς τὴν χώραν τῶν ζώντων ἐπανατρέχει; νῦν κατὰ τὴν προφητείαν αἱ χαλκαῖ πύλαι τοῦ θανάτου συντρίβονται, οἱ σιδηροῖ συγκλῶνται μοχλοὶ, οἷς πρότερον κατειργμένον ἦν τὸ ἀνθρώπινον | |
10 | γένος ἐν τῇ τοῦ θανάτου φρουρᾷ. νῦν ἀνοίγεται, καθώς φησιν ὁ Δαβὶδ, ἡ πύλη τῆς δικαιοσύνης. νῦν ὁμόφωνος κατὰ πᾶσαν τὴν οἰκουμένην ὁ ἦχος | |
τῶν ἑορταζόντων ἀκούεται. —δι’ ἀνθρώπου θάνατος, δι’ ἀνθρώπου ἡ σωτηρία. ὁ πρῶτος εἰς ἁμαρτίαν | 288 | |
15 | ἔπεσεν, ὁ δεύτερος τὸν πεπτωκότα ἀνώρθωσεν. ἀπολελόγηται ὑπὲρ τῆς γυναικὸς ἡ γυνή. ἡ πρώτη τῇ ἁμαρτίᾳ τὴν εἴσοδον ἔδωκεν, αὕτη δὲ τῇ εἰσόδῳ τῆς δικαιοσύνης ὑπηρετήσατο. ἐκείνη τοῦ ὄφεως τὴν συμβουλὴν ἐπεσπάσατο, αὕτη τὸν ἀναιρέτην τοῦ | |
20 | ὄφεως παρεστήσατο. ἐκείνη διὰ τοῦ ξύλου τὴν ἁμαρτίαν εἰσήνεγκεν, αὕτη διὰ τοῦ ξύλου τὸ ἀγαθὸν ἀντεισήνεγκε. ξύλον γὰρ ἦν ὁ σταυρός. ὁ δὲ τοῦ ξύλου τούτου καρπὸς ἀειθαλὴς καὶ ἀμάραντος ζωὴ τοῖς γευομένοις γίνεται. | |
25 | Καὶ μηδεὶς τῷ κατὰ τὸ πάσχα μυστηρίῳ μόνην τὴν τοιαύτην εὐχαριστίαν πρέπειν ὑπονοείτω. λογιζέσθω γὰρ, ὅτι τὸ πάσχα πέρας τῆς οἰκονομίας ἐστί. πῶς δ’ ἂν ἐγένετο τὸ πέρας, εἰ μὴ ἡ ἀρχὴ καθηγήσατο; τί τίνος ἐστὶν ἀρχηγικώτερον; ἡ γέννησις δηλαδὴ τῆς | |
29 | κατὰ τὸ πάθος οἰκονομίας. οὐκοῦν καὶ τὰ τοῦ πάσχα καλὰ | |
30 | τῶν περὶ τὴν γέννησιν εὐφημιῶν μέρος ἐστί, κἂν τὰς εὐεργεσίας τῶν ἐν τοῖς εὐαγγελίοις ἱστορηθέντων τις καταλέγῃ κἂν διεξέρχηται τὰ κατὰ τὰς ἰάσεις θαύματα, τὴν ἐξ ἀπόρων τροφὴν, τὴν τῶν τεθνηκότων ἐκ τῶν μνημάτων ὑποστροφὴν, τὴν αὐτοσχέδιον γεωργίαν τοῦ | |
35 | οἴνου, τὴν τῶν δαιμόνων φυγὴν, τὴν τῶν ποικίλων | |
παθημάτων εἰς ὑγιείαν μεταβολὴν, τὰ τῶν χωλῶν ἅλματα τοὺς ἐκ πήλου ὀφθαλμοὺς, τὰς θείας διδασκαλίας, τὰς νομοθεσίας, τὴν διὰ τῶν παραβολῶν ἐπὶ τὰ ὑψηλότερα μυσταγωγίαν. πάντα ταῦτα τῆς παρούσης | 289 | |
40 | ἡμέρας χάρις ἐστίν. αὕτη γὰρ ἦρξε τῶν ἐφεξῆς ἀγαθῶν. οὐκοῦν ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ μὴ φοβούμενοι τὸν ὀνειδισμὸν τῶν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττώμενοι, καθὼς παρεγγυᾷ ὁ προφήτης, οἳ καταχλευάζουσι | |
45 | τῆς οἰκονομίας τὸν λόγον, ὡς οὐκ εὐπρεπὲς ὂν σώματος ὑπελθεῖν φύσιν καὶ διὰ γεννήσεως ἑαυτὸν τῇ ἀνθρωπίνῃ ζωῇ καταμῖξαι τὸν κύριον. οὐ γὰρ ἀγνοεῖς πάντως τὸ περὶ τούτου μυστήριον, ὅπως ἡ τοῦ θεοῦ σοφία τὴν σωτηρίαν ἡμῖν ᾠκονομήσατο. | |
1148(50) | ἑκουσίως ταῖς ἁμαρτίαις ἐπράθημεν, ἀργυρωνήτων δίκην τῷ ἐχθρῷ τῆς ζωῆς ἡμῶν κατεδουλώθημεν. τί σοι γενέσθαι παρὰ τοῦ δεσπότου μάλιστα καταθύμιον ἦν; οὐ τὸ ἐξαιρεθῆναι τῆς συμφορᾶς; τί περιεργάζῃ τὸν τρόπον; τί νομοθετεῖς τῷ | |
55 | εὐεργέτῃ τῆς εὐεργεσίας τὸ εἶδος, ὥσπερ ἂν εἴ τις καὶ τὸν ἰατρὸν ἀπωθούμενος τῆς εὐποιίας | |
μέμφοιτο, ὅτι μὴ οὕτως ἀλλ’ ἑτέρως τὴν θεραπείαν | 290 | |
1149 | ἐνήργησεν; εἰ δὲ τὸν λόγον τῆς οἰκονομίας ὑπὸ φιλοπραγμοσύνης ἐπιζητεῖς, ἀρκεῖ σοι τοσοῦτον μαθεῖν, ὅτι τὸ θεῖον οὐχ ἕν τι μόνον ἔχει τῶν ἀγαθῶν, ἀλλὰ πᾶν, ὅτιπέρ ἐστι κατ’ ἐπίνοιαν ἀγαθὸν, | |
5 | ἐκεῖνο ἐστι, —δυνατὸν, δίκαιον ἀγαθὸν, σοφὸν, πάντα, ὅσα τῆς θεοπρεποῦς σημασίας ἐστὶν ὀνόματά τε καὶ νοήματα. σκόπησον δὴ τοίνυν, εἰ μὴ πάντα περὶ τὸ γενόμενον ἡμῖν τὰ εἰρημένα συνέδραμεν. ἡ ἀγαθότης, ἡ σοφία, ἡ δικαιοσύνη, ἡ δύναμις. | |
10 | ὡς ἀγαθὸς τὸν ἀποστάτην ἠγάπησεν. ὡς σοφὸς τὴν ἐπίνοιαν τῆς ἐπανόδου τῶν καταδεδουλωμένων ἐμηχανήσατο. ὡς δίκαιος οὐ βιάζεται τὸν καταδουλωσάμενον, τὸν ὠνῆς δικαίως κτησάμενον, ἀλλ’ ἑαυτὸν δίδωσιν ἀντὶ τῶν κεκρατημένων ἀντάλλαγμα, ἵνα καθάπερ τις | |
15 | ἐγγυητὴς εἰς ἑαυτὸν μεταθεὶς τὴν ὀφείλην ἐλευθερώσῃ τῶν κρατούντων τὸν κατεχόμενον. ὡς δυνατὸς οὐκ ἐνεκρατήθη τῷ ᾅδῃ οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. οὐδὲ γὰρ ἦν δυνατὸν κρατηθῆναι ὑπὸ τῆς φθορᾶς τὸν ἀρχηγὸν τῆς ζωῆς. ἀλλ’ αἰσχρὸν τὸ εἰς | |
20 | γένεσιν ἀνθρωπίνην ἐλθεῖν καὶ τῶν τῆς σαρκὸς παθημάτων ὑποστῆναι τὴν πεῖραν; τὴν τῆς εὐεργεσίας | |
λέγεις ὑπερβολήν. ἐπειδὴ γὰρ ἄλλως οὐκ ἦν ἐξαιρεθῆναι τῶν κακῶν τὸ ἀνθρώπινον, ὑπέμεινεν ὁ πάσης ἀπαθείας βασιλεὺς τὴν ἰδίαν δόξαν τῆς ἡμετέρας | 291 | |
25 | ζωῆς ἀνταλλάξασθαι. καὶ ἡ μὲν καθαρότης ἐν τῷ ἡμετέρῳ γίνεται ῥύπῳ, ὁ δὲ ῥύπος τῆς καθαρότητος οὐ προσάπτεται, καθώς φησι τὸ εὐαγγέλιον, ὅτι τὸ φῶς ἐν τῇ σκοτίᾳ ἔλαμψεν, ἡ δὲ σκοτία αὐτὸ οὐ κατέλαβεν. ἀφανίζεται γὰρ τῇ παρουσίᾳ | |
30 | τῆς ἀκτῖνος ὁ ζόφος, οὐκ ἐναμαυροῦται τῷ ζόφῳ ὁ ἥλιος. τὸ θνητὸν ὑπὸ τῆς ζωῆς καταπίνεται, καθώς φησι ὁ ἀπόστολος, οὐκ ἐνδαπανᾶται ἡ ζωὴ τῷ θανάτῳ. τὸ κατεφθαρμένον τῷ ἀφθάρτῳ συνδιασῴζεται, ἡ δὲ φθορὰ τῆς ἀφθαρσίας οὐ προσάπτεται. | |
35 | διὰ ταῦτα κοινὴ πάσης γίνεται συνῳδία τῆς κτίσεως ὁμόφωνον πάντων τὴν δοξολογίαν ἀναπεμπόντων τῷ δεσπότῃ τῆς κτίσεως πάσης γλώσσης ἐπουρανίων τε καὶ ἐπιγείων καὶ καταχθονίων βοώσης, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρὸς | |
40 | εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 292 |