TLG 2017 047 :: GREGORIUS NYSSENUS :: De oratione dominica orationes v GREGORIUS NYSSENUS Theol. De oratione dominica orationes v Citation: Page — (line) | ||
202(1t) | ΤΟΥ | |
2t | ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
---|---|---|
3t | ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ | |
4t | ΕΙΣ | |
5t | ΤΗΝ ΠΡΟΣΕΥΧΗΝ | |
6t | ΛΟΓΟΙ εʹ. | |
7t | ΛΟΓΟΣ αʹ. | |
8 | Προςευχῆς ἡμῖν διδασκαλίαν ὁ θεῖος ὑφηγεῖται λό‐ γος, δι’ ἧς τοῖς ἀξίοις αὐτοῦ μαθηταῖς, τοῖς ἐν σπουδῇ | |
10 | τὴν γνῶσιν τῆς προςευχῆς ἐπιζητοῦσιν, ὅπως οἰκειοῦσθαι προςήκει τὴν θείαν ἀκοὴν διὰ τῶν ῥημάτων τῆς προς‐ ευχῆς ὑποτίθεται. Ἐγὼ δὲ τολμήσας μικρὸν ἄν τι προς‐ θείην τοῖς γεγραμμένοις, ὅτι οὐ τὸ πῶς δεῖ προςεύχεσθαι τὸν παρόντα σύλλογον διδάσκεσθαι χρὴ, ἀλλ’ ὅ τι δεῖ | |
15 | πάντως προςεύχεσθαι, ὅπερ οὔπω τάχα δέδεκται ἡ τῶν πολλῶν ἀκοή· ἠμέληται γὰρ ἐν τῷ βίῳ καὶ παρεώραται τοῖς πολλοῖς τὸ ἱερὸν τοῦτο καὶ ἔνθεον ἔργον, ἡ προςευ‐ χή. Περὶ τούτου τοίνυν δοκεῖ μοι καλῶς ἔχειν πρῶτον ὡς ἔστι δυνατὸν λόγῳ διαμαρτύρασθαι τὸ δεῖν πάντως | |
20 | τῇ προςευχῇ προςκαρτερεῖν, καθώς φησιν ὁ ἀπόστολος, εἶθ’ οὕτως ἀκοῦσαι τῆς θείας φωνῆς τῆς ὑποτιθεμένης ἡμῖν τὸν τρόπον ὅπως χρὴ προςάγειν τῷ κυρίῳ τὴν δέησιν· ὁρῶ γὰρ ὅτι πάντα μᾶλλον ἐν τῷ παρόντι σπουδάζεται | |
βίῳ, ἄλλου πρὸς ἄλλο τι τῇ ψυχῇ τετραμμένου, τὸ δὲ τῆς | 202 | |
204 | εὐχῆς ἀγαθὸν διὰ σπουδῆς τοῖς ἀνθρώποις οὐκ ἔστιν. Ἐπορ‐ θρίζει ταῖς ἐμπορίαις ὁ κάπηλος, πρὸ τῶν ὁμοτέχνων τὸ οἰκεῖον ἐπιδεῖξαι τοῖς ὠνουμένοις φιλονεικῶν, ὡς ἂν προ‐ λάβοι τοῦ δεομένου τὴν χρείαν, ὑποφθάσας τοὺς ἄλλους, καὶ | |
5 | τὸ οἰκεῖον ἀπεμπολήσειεν. Ὡςαύτως καὶ ὁ ὠνούμενος τὸ μὴ διαμαρτεῖν τοῦ πρὸς τὴν χρείαν ἐν τῷ προληφθῆναι παρ’ ἑτέρου πρὸ ὀφθαλμῶν ἔχων οὐκ ἐπὶ τὸ εὐκτήριον, ἀλλ’ ἐπὶ τὸ πρατήριον τρέχει, καὶ πάντων τὴν ἴσην πρὸς τὸ κέρδος ἐχόντων ἐπιθυμίαν, καὶ φθάσαι τὸν πέλας φιλο‐ | |
10 | νεικούντων, ἐξεκλάπη διὰ τῶν σπουδαζομένων ἡ τῆς προς‐ ευχῆς ὥρα, εἰς τὴν ἐμπορίαν μετατεθεῖσα. Οὕτως ὁ χει‐ ροτέχνης, οὕτως ὁ περὶ λόγους ἠσχολημένος, οὕτως ὁ δι‐ καζόμενος, οὕτως ὁ δικάζειν λαχὼν, περὶ τὰ ἐν χερσὶν ἕκαστος ὅλος τῇ σπουδῇ ῥέπων, ἐκλέλησται τῆς κατὰ τὴν | |
15 | εὐχὴν ἐργασίας, ζημίαν κρίνων πρὸς τὸ προκείμενον ἑαυ‐ τῷ τὴν περὶ τὸν θεὸν ἀσχολίαν. Οἴεται γὰρ ὁ μὲν τὴν τέχνην μετιὼν ἀργόν τι χρῆμα καὶ ἄπρακτον εἶναι τὴν θείαν πρὸς τὸ προκείμενον συμμαχίαν· διὸ καταλιπὼν τὴν εὐχὴν ἐν ταῖς χερσὶ τὰς ἐλπίδας τίθεται, ἀμνημονῶν | |
20 | τοῦ δεδωκότος τὰς χεῖρας. Ὡςαύτως καὶ ὁ τὸν λόγον δι’ ἐπιμελείας κατορθῶν ἑαυτῷ οὐ λογίζεται τὸν δεδωκότα τὸν λόγον, ἀλλ’ ὡς ἑαυτὸν εἰς τὴν φύσιν ταύτην παραγα‐ γὼν πρὸς ἑαυτὸν βλέπει καὶ ταῖς τῶν μαθημάτων προς‐ ανέχει σπουδαῖς, οὐδὲν ἐκ τῆς τοῦ θεοῦ συνεργίας αὐτῷ | |
25 | γενήσεσθαι τῶν ἀγαθῶν νομίζων προτιμοτέραν ποιεῖται τῆς προςευχῆς τὴν σπουδήν. Τὸν αὐτὸν τρόπον καὶ τὰ λοιπὰ τῶν ἐπιτηδευμάτων ἐκκρούει τὴν περὶ τὰ μείζω καὶ οὐράνια τῆς ψυχῆς ἀσχολίαν τῇ τῶν σωματικῶν τε καὶ γηΐνων φροντίδι. Διὰ τοῦτο πολλὴ κατὰ τὸν βίον ἡ | |
30 | ἁμαρτία, ἀεὶ ταῖς προςθήκαις ἐπὶ τὸ μεῖζον αὔξουσα, πάσαις ταῖς ἀνθρωπίναις σπουδαῖς ἐμπεπλεγμένη, διότι λήθη τοῦ θεοῦ κατακρατεῖ τῶν πάντων, καὶ τὸ τῆς εὐ‐ χῆς ἀγαθὸν τοῖς ἀνθρώποις τῶν σπουδαζομένων οὐ συνε‐ | |
φάπτεται. Τῇ ἐμπορίᾳ συνειςέρχεται ἡ πλεονεξία· πλεον‐ | 204 | |
206 | εξία δέ ἐστιν εἰδωλολατρεία. Οὕτως ὁ γεωργὸς οὐ ταῖς ἀναγκαίαις χρείαις συμμετρεῖ τὴν γεωπονίαν, ἀλλ’ ἀεὶ πρὸς τὰ πλείω τὴν σπουδὴν ἐπεκτείνων πολλὴν δίδωσι τῇ ἁμαρτίᾳ κατὰ τοῦ ἐπιτηδεύματος εἴςοδον, τοῖς ἀλ‐ | |
5 | λοτρίοις ὅροις ἐμπλατυνόμενος. Ὅθεν αἱ δυςθεράπευ‐ τοι φύονται φιλονεικίαι, περὶ τῶν τῆς γῆς ὅρων ἀντεγει‐ ρομένων ἀλλήλοις τῶν τῇ ὁμοίᾳ νόσῳ τῆς πλεονεξίας κε‐ κρατημένων. Ἐντεῦθεν οἱ θυμοὶ καὶ αἱ πρὸς τὸ κακὸν ὁρμαὶ καὶ αἱ κατ’ ἀλλήλων ἐπιχειρήσεις αἵματι καὶ φόνῳ | |
10 | πολλάκις καθίστανται. Ὡςαύτως αἱ περὶ τὰ δικαστήρια σπουδαὶ ταῖς πολυτρόποις ἁμαρτίαις ὑπηρετοῦσιν, μυρίας τῆς ἀδικίας συνηγορίας εὑρίσκουσαι. Ὁ δικαστὴς ἢ ἑκὼν πρὸς τὸ λῆμμα τὸν τοῦ δικαίου ζυγὸν ἀπέκλινεν, ἢ ἀκου‐ σίως τῇ περιεργίᾳ τῶν τὴν ἀλήθειαν συγχεόντων παρα‐ | |
15 | κρουσθεὶς τὴν ἀδικίαν ἐκύρωσεν. Καὶ τί ἄν τις τὰ καθ’ ἕκαστον λέγοι δι’ ὧν ἡ ἁμαρτία πολυσχιδῶς καὶ πολυτρό‐ πως τῇ ἀνθρωπίνῃ ζωῇ καταμίγνυται, ἧς αἴτιον οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ μὴ συμπαραλαμβάνεσθαι παρὰ τῶν ἀν‐ θρώπων τὴν τοῦ θεοῦ συμμαχίαν πρὸς τὰ ἐν χερσὶ σπου‐ | |
20 | δαζόμενα; Ἐὰν εὐχὴ τῆς σπουδῆς προηγήσηται, ἡ ἁμαρ‐ τία πάροδον κατὰ τῆς ψυχῆς οὐχ εὑρήσει· τῆς γὰρ τοῦ θεοῦ μνήμης ἐν τῇ καρδίᾳ καθιδρυμένης ἄπρακτοι μένου‐ σιν αἱ τοῦ ἀντικειμένου ἐπίνοιαι, πανταχοῦ τῆς δικαιο‐ σύνης ἐν τοῖς ἀμφιςβητουμένοις μεσιτευούσης. Ἐπέχει | |
25 | καὶ τὸν γεωργὸν τῆς ἁμαρτίας ἡ προςευχὴ, ἐν ὀλίγῳ πό‐ νῳ τῆς γῆς τοὺς καρποὺς πλεονάζουσα, ὡς μηκέτι τῇ τοῦ πλείονος ἐπιθυμίᾳ συνειςιέναι τὴν ἁμαρτίαν. Οὕτως ὁ ὁδοιπόρος, οὕτως ὁ ἐπὶ στρατείαν ἢ γάμον στελλόμενος, οὕτως πᾶς ὁστιςοῦν τῶν πρός τι τὴν ὁρμὴν ἐχόντων, εἰ | |
30 | μετ’ εὐχῆς ἕκαστον πράττοι, τῇ πρὸς τὸ σπουδαζόμενον εὐοδίᾳ τοῦ ἁμαρτάνειν ἀποτραπήσεται, οὐδενὸς ἐναντίου τὴν ψυχὴν πρὸς πάθος καθέλκοντος. Εἰ δὲ ἀποστὰς τοῦ | |
θεοῦ ὅλος γένοιτο τῆς σπουδῆς, ἀνάγκη πᾶσα τὸν ἔξω | 206 | |
208 | θεοῦ ὄντα ἐν τῷ ἐναντίῳ πάντως εἶναι. Χωρίζεται δὲ τοῦ θεοῦ ὁ μὴ συνάπτων ἑαυτὸν διὰ προςευχῆς τῷ θεῷ. Οὐκοῦν τοῦτο χρὴ πρότερον ἡμᾶς διδαχθῆναι τῷ λόγῳ ὅτι δεῖ πάντοτε προςεύχεσθαι, καὶ μὴ ἐκκακεῖν. | |
5 | Ἐκ γὰρ τοῦ προςεύχεσθαι περιγίνεται τὸ μετὰ θεοῦ εἶ‐ ναι· ὁ δὲ μετὰ θεοῦ ὢν τοῦ ἀντικειμένου κεχώρισται. Προςευχὴ σωφροσύνης ἐστὶ φυλακτήριον, θυμοῦ παιδαγω‐ γία, τύφου καταστολὴ, μνησικακίας καθάρσιον, φθόνου κα‐ θαίρεσις, ἀδικίας ἀναίρεσις, ἀσεβείας ἐπανόρθωσις. Προς‐ | |
10 | ευχὴ σωμάτων ἐστὶν ἰσχὺς, οἰκίας εὐθηνία, πόλεως εὐνο‐ μία, βασιλείας κράτος, πολέμου τρόπαιον, εἰρήνης ἀσφά‐ λεια, τῶν διεστώτων συναγωγὴ, τῶν συνεστώτων διαμονή· Προςευχὴ παρθενίας ἐστὶ σφραγὶς, γάμου πίστις, ὁδοιπό‐ ροις ὅπλον, κοιμωμένων φύλαξ, ἐγρηγορότων θάρσος, γε‐ | |
15 | ωργῶν εὐφορία, ναυτιλλομένων σωτηρία. Προςευχὴ κρι‐ νομένων συνήγορος, δεδεμένων ἄνεσις, κεκμηκότων ἀνά‐ παυσις, λυπουμένων παραμυθία, χαιρόντων θυμηδία, πεν‐ θούντων παράκλησις, γαμούντων στέφανος, γενεθλίων ἑορ‐ τὴ, ἀποθνησκόντων ἐντάφιον. Προςευχὴ θεοῦ ὁμιλία, | |
20 | τῶν ἀοράτων θεωρία, τῶν ἐπιθυμουμένων πληροφορία, τῶν ἀγγέλων ὁμοτιμία, τῶν καλῶν προκοπὴ, τῶν κακῶν ἀποτροπὴ, τῶν ἁμαρτανομένων διόρθωσις, τῶν παρόν‐ των ἀπόλαυσις, τῶν ἐλπιζομένων ὑπόστασις. Προςευχὴ τῷ μὲν Ἰωνᾷ τὸ κῆτος οἶκον ἐποίησεν, τὸν δὲ Ἐζεκίαν | |
25 | ἐκ τῶν πυλῶν τοῦ θανάτου πρὸς τὴν ζωὴν ἐπανήγαγεν, τοῖς δὲ τρισὶ νέοις εἰς πνεῦμα δροσῶδες τὴν φλόγα ἔτρε‐ ψεν, καὶ τοῖς Ἰσραηλίταις κατὰ τῶν Ἀμαληκιτῶν ἀνέστησε τρόπαιον, καὶ τὰς ἑκατὸν ὀγδοήκοντα καὶ πέντε τῶν Ἀσ‐ συρίων χιλιάδας μιᾷ νυκτὶ τῇ ἀοράτῳ ῥομφαίᾳ κατέστρω‐ | |
30 | σεν. Καὶ μυρία πρὸς τούτοις ἔστιν εὑρεῖν ἐκ τῶν ἤδη γεγενημένων τὰ ὑποδείγματα δι’ ὧν φανερὸν γίνεται τὸ μηδὲν τῆς προςευχῆς εἶναι τῶν κατὰ τὴν ζωὴν τιμίων ἀνώτερον. Ἀλλὰ καιρὸς ἂν εἴη πρὸς αὐτὴν ἤδη τὴν προς‐ | |
ευχὴν ἀσχοληθῆναι· μᾶλλον δὲ μικρὸν ἔτι προςθῶμεν τῷ | 208 | |
210 | λόγῳ, ὅτι πολλῶν καὶ παντοδαπῶν ἀγαθῶν παρὰ τῆς θείας χάριτος ἡμῖν ὑπαρξάντων ἓν τοῦτο πρὸς ἀντίδοσιν ὧν εἰλήφαμεν ἔχομεν, τὸ διὰ προςευχῆς τε καὶ εὐχαριστίας τὸν εὐεργέτην ἀμείβεσθαι. Λογίζομαι τοίνυν ὅτι, κἂν πάσῃ | |
5 | τῇ ζωῇ τὴν πρὸς τὸν θεὸν ὁμιλίαν συμπαρατείνωμεν εὐχα‐ ριστοῦντες καὶ προςευχόμενοι, τοσοῦτον τῆς κατὰ τὴν ἀντί‐ δοσιν ἀξίας ἀπολειπόμεθα ὅσον εἰ μηδὲ τὴν ἀρχὴν ἀντιδοῦ‐ ναι τῷ εὐεργέτῃ προεθυμήθημεν. Ἐν τρισὶ τμήμασι τὸ χρο‐ νικὸν μετρεῖται διάστημα, τῷ παρῳχηκότι, τῷ ἐνεστῶτι καὶ | |
10 | τῷ μέλλοντι. Ἐν τοῖς τρισὶ τούτοις ἡ εὐεργεσία τοῦ κυ‐ ρίου καταλαμβάνεται. Ἐὰν τὸ ἐνεστὼς λογίσῃ, ἐν αὐτῷ ζῇς· ἐὰν τὸ μέλλον, ἐκεῖνός σοι ἡ τῶν προςδοκωμένων ἐστὶν ἐλπίς· ἐὰν τὸ παρελθὸν, οὐκ ἂν ἦς πρὶν ἂν παρ’ ἐκείνου γενέσθαι. Εὐηργετήθης αὐτὸ τὸ γενέσθαι παρ’ | |
15 | ἐκείνου λαβὼν, καὶ γενόμενος εὐηργέτησαι ἐν αὐτῷ ζῶν καὶ κινούμενος, καθώς φησιν ὁ ἀπόστολος. Αἱ τῶν μελ‐ λόντων ἐλπίδες τῆς αὐτῆς εὐεργεσίας ἤρτηνται. Σὺ δὲ μόνου τοῦ ἐνεστῶτος εἶ κύριος. Ὥστε, κἂν διὰ παντὸς εὐ‐ χαριστῶν τῷ θεῷ μὴ διαλίπῃς, μόγις τοῦ ἐνεστῶτος ἀπο‐ | |
20 | πληρώσεις τὴν χάριν, οὔτε τοῦ μέλλοντος, οὔτε τοῦ πα‐ ρῳχηκότος ἐπίνοιαν ἐξευρίσκων τινὰ πρὸς τὴν τῶν χρεω‐ στουμένων ἀντίδοσιν. Ἡμεῖς δὲ, τοσοῦτον τῆς κατὰ δύνα‐ μιν εὐχαριστίας ἀπολειπόμενοι, οὐδὲ περὶ τὸ δυνατὸν εὐ‐ γνωμονοῦμεν, οὐ λέγω πᾶσαν ἡμέραν, ἀλλ’ οὐδὲ πολλοστὸν | |
25 | τῆς ἡμέρας τῇ κατὰ θεὸν ἀποκληροῦντες σχολῇ. Τίς μοι τὴν γῆν ὑπεστόρεσεν; τίς βάσιμον δι’ ἐπινοίας τὴν ὑγρὰν φύσιν ἐποίησεν; τίς ἔπηξέν μοι τὸν οὐρανὸν ὡς καμάραν; τίς δᾳδουχεῖ μοι τὴν τοῦ ἡλίου λαμπάδα; τίς ἀποστέλλει πηγὰς ἐν φάραγξιν; τίς ἡτοίμασεν τοῖς ποταμοῖς τὰς | |
30 | διόδους; τίς μοι τὴν τῶν ἀλόγων ζώων ὑπηρεσίαν ὑπέ‐ | |
ζευξεν; τίς με κόνιν ἄψυχον ὄντα ζωῆς τε καὶ διανοίας | 210 | |
212 | μετέχειν ἐποίησεν; τίς τὸν πηλὸν τοῦτον κατ’ εἰκόνα τοῦ θείου χαρακτῆρος ἐμόρφωσεν; τίς συγχεθεῖσαν ἐν ἐμοὶ διὰ τῆς ἁμαρτίας τὴν θείαν εἰκόνα πάλιν εἰς τὴν ἀρχαί‐ αν ἐπανήγαγε χάριν; τίς ἐξοικισθέντα με τοῦ παραδείσου, | |
5 | καὶ τοῦ ξύλου τῆς ζωῆς ἔξω γενόμενον, καὶ τῷ βαράθρῳ τῆς ὑλικῆς ζωῆς συγκαλυφθέντα ἐπὶ τὴν πρώτην ἕλκει μακαριότητα; Οὐκ ἔστιν ὁ συνιὼν, φησὶν ἡ γραφή. Ἦ γὰρ ἂν πρὸς ταῦτα ὁρῶντες ἄληκτον ἂν καὶ ἀκατάπαυστον ἐν παντὶ τῷ τῆς ζωῆς διαστήματι τὴν εὐχαριστίαν ἀπεπλη‐ | |
10 | ροῦμεν. Νυνὶ δὲ πρὸς μόνον τὸ ὑλικὸν πᾶσα σχεδὸν ἐγρήγορεν ἡ ἀνθρωπίνη φύσις, πρὸς τοῦτο ἡ σπουδὴ, ἐν τούτῳ ἡ προθυμία περὶ ταῦτα καὶ ἡ μνήμη καὶ ἡ ἐλπὶς καταγίνεται· ἄϋπνός ἐστι καὶ ἀκοίμητος πρὸς τὴν τοῦ πλεί‐ ονος ἐπιθυμίαν ἡ ἀνθρωπίνη φύσις ἐν παντὶ πράγματι ἐν | |
15 | ᾧ δυνατόν ἐστιν ἐξευρεθῆναι τὸ πλέον, εἴτε κατὰ τιμήν τε καὶ δόξαν, εἴτε κατὰ τὴν τῶν χρημάτων περιουσίαν, εἴτε κατὰ τὴν τοῦ θυμοῦ νόσον, πανταχοῦ πρὸς τὸ πλέον ἐν τού‐ τοις ἡ φύσις βλέπει. Τῶν δὲ ἀληθινῶν τοῦ θεοῦ ἀγαθῶν λόγος οὐδεὶς, οὔτε τῶν φαινομένων, οὔτε τῶν ἐπηγγελμένων. | |
20 | Ἀλλὰ καιρὸς ἂν εἴη καὶ τῶν τῆς προςευχῆς ῥημάτων κατιδεῖν, ὡς ἔστι δυνατὸν, τὴν διάνοιαν· δῆλον γὰρ ὅτι τὸ τυχεῖν ὧν βουλόμεθα διὰ τοῦ μαθεῖν ὅπως προςήκει ποι‐ εῖσθαι τὴν αἴτησιν περιγίνεται. Τίς οὖν ἡ διδαχή; Προςευχόμενοι, φησὶν, μὴ βαττολογεῖτε, ὥςπερ οἱ | |
25 | ἐθνικοί· δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὑτῶν εἰς‐ ακουσθήσονται. Τάχα μὲν οὖν αὐτόθεν ἔχει τὸ σαφὲς ἡ τῆς διδασκαλίας διάνοια, γυμνότερον ἡμῖν ἐκτεθεῖ‐ σα, καὶ οὐδὲν δεομένη τῆς λεπτοτέρας κατανοήσεως· πλὴν ἄξιον ἐξετάσαι τί σημαίνει τῆς βαττολογίας τὸ | |
30 | ῥῆμα, ὡς ἂν μαθόντες τὴν διάνοιαν ἔξω τοῦ ἀπηγορευ‐ μένου γενοίμεθα. Δοκεῖ τοίνυν μοι σωφρονίζειν τε καὶ συστέλλειν τὴν χαυνότητα τῆς διανοίας τῶν ταῖς ματαίαις | |
ἐπιθυμίαις ἐμβαθυνόντων, καὶ διὰ τοῦτο τὴν ξένην ταύ‐ | 212 | |
214 | την τῆς λέξεως καινοτομίαν ἐξευρηκέναι ἐπὶ ἐλέγχῳ τῆς ἀνοίας τῶν περὶ τὰ ἀνωφελῆ τε καὶ μάταια ταῖς ἐπιθυ‐ μίαις διαχεομένων. Ὁ γὰρ ἔμφρων τε καὶ συνετὸς καὶ πρὸς τὸ χρήσιμον βλέπων λόγος κυρίως λέγεται λόγος, | |
5 | ὁ δὲ ταῖς ἀνυπάρκτοις ἐπιθυμίαις διὰ τῆς ἀνυποστάτου ἡδονῆς ἐπιχεόμενος οὐκ ἔστι λόγος, ἀλλὰ βαττολόγος, ὡς ἄν τις Ἑλληνικώτερον ἑρμηνεύων εἴποι τὸν νοῦν, φλυαρία, καὶ λῆρος, καὶ φλήναφος, καὶ εἴ τι ἄλλο τῆς τοιαύτης σημασίας ἐστίν. Τί οὖν ἡμῖν συμβουλεύει ὁ λόγος; Μὴ | |
10 | ταὐτὸν πάσχειν ἐν τῷ καιρῷ τῶν προςευχῶν οἷον ἐν τῇ τῶν νηπίων διανοίᾳ συνίσταται πάθος. Ὥςπερ γὰρ οἱ ἀτε‐ λεῖς τὴν διάνοιαν οὐχ ὅπως ἄν τι γένοιτο τῶν κατὰ γνώ‐ μην αὐτοῖς ἐπινοοῦσιν, ἀλλὰ κατ’ ἐξουσίαν εὐκληρίας τι‐ νὰς ἑαυτοῖς ἀναπλάττουσιν, θησαυροὺς, καὶ γάμους, καὶ | |
15 | βασιλείας, καὶ πόλεις μεγάλας ταῖς προςηγορίαις αὐτῶν ἐπονομαζομένας ὑποτιθέμενοι εἰς ἐκεῖνο εἶναι τῇ διανοίᾳ φαντάζονται ὅπερ ἂν αὐτοῖς ἡ ματαιότης τῶν λογισμῶν ὑπογράψῃ, —εἰσὶ δέ τινες οἳ καὶ νεανικώτερον τῆς μα‐ ταιότητος ταύτης ἀντιλαμβάνονται, καὶ ὑπερβάντες τὰ | |
20 | μέτρα τῆς φύσεως ἢ πτηνοὶ γίνονται, ἢ κατὰ τοὺς ἀστέρας λάμπουσιν, ἢ ὄρη διὰ χειρὸς φέρουσιν, ἢ τὸν οὐρανὸν ἑαυ‐ τοῖς ὁδοποιοῦσιν, ἢ πρὸς μυριοστὸν διαρκοῦσιν ἔτος, νέοι ἐκ παλαιῶν γινόμενοι, ἢ ὅσα ἄλλα τοιαῦτα τοῖς νηπιω‐ δεστέροις τίκτει πομφολυγώδη καὶ διάκενα ἡ καρδία ποι‐ | |
25 | ήματα—ὥςπερ τοίνυν ἐν τοῖς πράγμασιν ὁ μὴ τοιαῦτα λογιζόμενος δι’ ὧν ἂν γένοιτό τι ἀγαθὸν τῷ βουλευομέ‐ νῳ, ἀλλ’ ἐμματαιάζων ταῖς ἀνυπάρκτοις ἐπιθυμίαις ἀνόη‐ τός τίς ἐστι καὶ ἄθλιος, τὸν τοῦ πρᾶξαί τι τῶν λυσιτε‐ λούντων βουλεύσασθαι καιρὸν τοῖς ἐνυπνίοις τούτοις προς‐ | |
30 | αναλίσκων, οὕτως ὁ ἐν καιρῷ προςευχῆς πρὸς τὰ συμφέ‐ ροντα τῇ ψυχῇ μὴ τεταμένος, ἀλλὰ πρὸς τὰς ἐμπαθεῖς τῆς διανοίας κινήσεις συνδιατίθεσθαι τὸν θεὸν ἀξιῶν, λῆ‐ ρός τίς ἐστιν ὡς ἀληθῶς καὶ βαττολόγος, τῶν ἰδίων μα‐ | |
ταιοτήτων συνεργόν τε καὶ ὑπηρέτην τὸν θεὸν γίνεσθαι | 214 | |
216 | προςευχόμενος. Οἷόν τι λέγω· πρόςεισί τις διὰ προςευ‐ χῆς τῷ θεῷ, καὶ μὴ κατανοήσας τῇ διανοίᾳ τὸ ὕψος τῆς δυνάμεως ᾗ προςέρχεται, λανθάνει καθυβρίζων τὸ μέγε‐ θος ταῖς αἰσχραῖς καὶ ταπειναῖς τῶν αἰτήσεων. Ὥςπερ | |
5 | ἂν, εἴ τις τὰ ἐκ πηλοῦ σκεύη δι’ ὑπερβολὴν πενίας ἢ ἀγροικίας τίμια νομίζων, ἔπειτα βασιλεῖ προςελθὼν, πλού‐ τους ὅλους καὶ ἀξιώματα διανέμειν προαιρουμένῳ, ὁ δὲ καταλιπὼν τὰς βασιλικὰς αἰτήσεις ἀξιοῖ τὸν τοσοῦτον τῷ ἀξιώματι πηλὸν διαπλάσαντα ποιῆσαί τι τῶν ἐκείνῳ κα‐ | |
10 | ταθυμίων, οὕτως καὶ ὁ ἀπαιδεύτως τῇ εὐχῇ χρώμενος οὐ πρὸς τὸ ὕψος τοῦ διδόντος ἑαυτὸν ἐπαίρει, ἀλλὰ πρὸς τὸ ταπεινόν τε καὶ γήϊνον τῆς ἰδίας ἐπιθυμίας τὴν θείαν δύναμιν καταβῆναι ποθεῖ, καὶ τούτου χάριν τὰς ἐμπαθεῖς ὁρμὰς προτείνει τῷ τὰς καρδίας βλέποντι, οὐχ ὅπως ἂν | |
15 | θεραπεύσειεν τὰ ἄτοπα τῆς διανοίας κινήματα, ἀλλ’ ὅπως ἂν χείρω γένοιτο, εἰς ἔργον τῆς πονηρᾶς ὁρμῆς διὰ τῆς συνεργίας τοῦ θεοῦ προελθούσης. Ἐπειδὴ γὰρ ὁ δεῖνα λυπεῖ, καί μοι διάκειται πρὸς ἐκεῖνον δυςμενῶς ἡ καρ‐ δία, πάταξον αὐτὸν, τῷ θεῷ λέγει, μόνον οὐκ ἐκεῖνο βο‐ | |
20 | ῶν ὅτι, Τὸ ἐμὸν πάθος ἐν σοὶ γενέσθω, καὶ ἡ ἐμὴ κα‐ κία ἐπὶ σὲ διαβήτω. Ὡς γὰρ ἐν ταῖς ἀνθρωπίναις μάχαις οὐκ ἔστι συμμαχῆσαί τινα τῷ ἑνὶ μέρει, μὴ συμπαροξυνθέν‐ τα τῷ ὀργιζομένῳ κατὰ τοῦ προςπαλαίοντος, οὕτω δῆλον ὅτι ὁ κατὰ τοῦ ἐχθροῦ τὸν θεὸν κινῶν συνοργισθῆναι πα‐ | |
25 | ρακαλεῖ, καὶ τοῦ θυμοῦ κοινωνὸν γενέσθαι. Τοῦτο δέ ἐστι τὸ εἰς πάθος πεσεῖν τὸν θεὸν, καὶ κατὰ ἄνθρωπον διατεθῆναι, καὶ εἰς θηριώδη ἀπήνειαν ἐκ τῆς ἀγαθῆς φύ‐ σεως μεταποιηθῆναι. Οὕτως ὁ δοξομανῶν, οὕτως ὁ ἐν ὑπερηφανίᾳ τὸ πλέον ἔχειν ἐπιθυμῶν, ὁ ἐν τῇ διαδικασίᾳ | |
30 | πρὸς τὴν νίκην σπεύδων, ὁ ἐν τοῖς γυμνικοῖς ἀγῶσι πρὸς τὸν στέφανον ἐπειγόμενος, ὁ ἐν θεάτροις τῆς εὐφημίας ἀν‐ τιποιούμενος, πολλάκις δὲ καὶ ὁ πρὸς τὸ λυσσῶδες τῆς νεότητος πάθος ἐκτετηκώς· πάντες οὗτοι οὐχ ὅπως ἂν | |
ἔξω τοῦ ἐπικρατοῦντος ἀῤῥωστήματος γένοιντο προςάγουσιν | 216 | |
218 | τῷ θεῷ τὰς δεήσεις, ἀλλ’ ὅπως ἂν εἰς πέρας αὐτοῖς ἡ νόσος ἔλθοι, καὶ τὸ διαμαρτεῖν τούτων ἀντὶ συμφορᾶς ἕκαστος κρίνοντες βαττολογοῦσιν ὄντως, συνεργὸν τῆς κατὰ τὸν νοῦν αὐτῶν ἀῤῥωστίας γενέσθαι τὸν θεὸν ἱκετεύοντες. | |
5 | Καὶ τὸ πάντων χαλεπώτατον, ὅτι πρὸς τὰς ἐναντίας ὁρ‐ μὰς κινεῖσθαι τὸ θεῖον αὐτοῖς ἐπιθυμοῦσιν, εἰς ἀγριότη‐ τα καὶ φιλανθρωπίαν μερίζοντες τοῦ θεοῦ τὴν ἐνέργειαν· ὃν γὰρ ἵλεων καὶ πρᾶον ἐπιζητοῦσιν ἑαυτοῖς εἶναι, τοῦ‐ τον πικρόν τε καὶ ἀπηνῆ τοῖς ἐχθροῖς αὐτῶν ἐπιδειχθῆ‐ | |
10 | ναι παρακαλοῦσιν. Ὢ τῆς ἀνοίας τῶν βαττολογούντων. Εἰ γὰρ ἐκείνοις ἀπηνὴς ὁ θεὸς, οὐδὲ σοὶ πάντως ἥμερος. Εἰ δὲ ἐπὶ σοῦ πρὸς ἔλεον ῥέπει κατά γε τὴν σὴν ἐλπίδα, πῶς ἂν μεταβάλοιτο πρὸς τοὐναντίον, εἰς πικρίαν μεθαρ‐ μόζων τὸν ἔλεον; Ἀλλὰ πρόχειρος τῶν ἐριστικῶν ἡ πρὸς | |
15 | τὸ τοιοῦτον ἀντίθεσις. Εὐθὺς γὰρ εἰς συνηγορίαν τῆς ἑαυτῶν πικρίας τὰς ἐκ τῆς προφητείας φωνὰς παρατίθεν‐ ται, τὸν Δαυὶδ ἐκλιπεῖν τοὺς ἁμαρτωλοὺς ποθοῦντα, καὶ αἰσχύνην καὶ ἐντροπὴν τῶν ἐχθρῶν κατευχόμενον, τὸν Ἱερεμίαν ἰδεῖν τὴν παρὰ θεοῦ ἐκδίκησιν ἐκ τῶν ἐναντίων | |
20 | ἐπιθυμοῦντα, τὸν Ὠσηὲ μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξηροὺς δοθῆναι τοῖς ἐχθροῖς δεόμενον, καὶ πολλὰ τοιαῦτα σποράδην ἐγκείμενα ταῖς ἁγίαις γραφαῖς ἀναλέγονται, συνιστάμενοι τὸ δεῖν τῶν ἐναντίων κατεύχεσθαι, καὶ τῆς ἑαυτῶν πικρίας συνεργὸν ποιεῖσθαι τοῦ θεοῦ τὴν ἀγαθό‐ | |
25 | τητα. Ἀλλ’ ἡμεῖς, ὡς ἂν ἐκ παρόδου τοὺς ἐκ τῆς τοι‐ αύτης ἀφορμῆς πρὸς τὸ ἐναντίον ὁδηγουμένους παύσαιμεν βαττολογοῦντας, τοῦτο περὶ ἑκάστου τῶν μνημονευθέντων παραθησόμεθα. Οὐδεὶς τῶν ἀληθῶς ἁγίων, τῶν τῷ ἁγίῳ πνεύματι θεωφορουμένων, ὧν αἱ ῥήσεις κατὰ θείαν οἰκο‐ | |
30 | νομίαν εἰς νουθεσίαν τῶν ἐφεξῆς ἀνεγράφησαν, ἐπί τινι κακῷ τὴν σπουδὴν ἔχων ἐπιδειχθήσεται, ἀλλὰ πᾶς αὐτοῖς ὁ σκοπὸς τῶν λόγων πρὸς διόρθωσιν τῆς ἐμπολιτευομένης τῇ φύσει κακίας βλέπει. Ὥςπερ τοίνυν ὁ εὐχόμενος μὴ εἶναι νοσοῦντας, μὴ εἶναι πτωχεύοντας, οὐ τῶν ἀνθρώ‐ | |
35 | πων ἀναίρεσιν, ἀλλὰ τῆς νόσου καὶ τῆς πτωχείας ἀφανισ‐ | 218 |
220 | μὸν ἐπιθυμεῖ γενέσθαι, οὕτω καὶ τῶν ἁγίων ἕκαστος, τὸ τῇ φύσει ἐχθρὸν καὶ πολέμιον εἰς ἀφανισμὸν ἐλθεῖν δι’ εὐχῆς ἔχοντες, ὑπόνοιαν τοῖς ἀπαιδευτοτέροις παρέχουσιν, ὡς κατὰ ἀνθρώπων πικραινόμενοί τε καὶ χαλεπαίνοντες. | |
5 | Ὅ τε γὰρ ψαλμῳδὸς εἰπὼν ὅτι ἐκλίποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥςτε μὴ ὑπάρχειν αὐτοὺς, τὴν ἁμαρ‐ τίαν ἐκλείπειν καὶ τὴν ἀνομίαν εὔχεται· οὐ γὰρ ἄνθρω‐ πος ἀνθρώπῳ πολέμιος, ἀλλ’ ἡ κατὰ κακίαν τῆς προ‐ αιρέσεως κίνησις εἰς ἐχθροῦ τάξιν τὸ τῇ φύσει συνημμέ‐ | |
10 | νον κατέστησεν. Τὸ κακὸν τοίνυν ἐκλείπειν εὔχεται. Ὁ δὲ ἄνθρωπος κακὸν οὐκ ἔστιν· πῶς γὰρ ἂν εἴη κακὸν τοῦ ἀγαθοῦ τὸ ὁμοίωμα; Οὕτως, κἂν αἰσχύνην καὶ ἐντροπὴν τῶν ἐχθρῶν κατεύχηται, δείκνυσίν σοι τὸ στῖφος τῶν ἐναν‐ τίων τῶν ἐκ τοῦ ἀοράτου ἐχθροῦ τῇ ἀνθρωπίνῃ προςπο‐ | |
15 | λεμούντων ζωῇ, περὶ ὧν καὶ ὁ Παῦλος γυμνότερον διεξέρ‐ χεται, τὴν πάλην εἶναι λέγων ἡμῖν πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ κόσμου τού‐ του, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Τὰς γὰρ δαιμονιώδεις ἐπιβουλὰς, δι’ ὧν ἐπάγεται τοῖς | |
20 | ἀνθρώποις τὰ πονηρὰ πρὸς ἁμαρτίαν συμπτώματα, συν‐ τυχίαι θυμώδεις, ἐπιθυμιῶν ἀφορμαὶ, φθόνου καὶ μίσους καὶ ὑπερηφανίας καὶ τῶν τοιούτων κακῶν ὑποθέσεις, ταῦτα ὁρῶν ὁ μέγας προφήτης τὴν ἑκάστου ψυχὴν δι’ ἐπι‐ βουλῆς περιτρέχοντα εἰς αἰσχύνην ἐλθεῖν εὔχεται ὁ κατὰ | |
25 | τῶν ἐχθρῶν τούτων εὐχόμενος. Τοῦτο δέ ἐστι τὸ αὐτὸν διασωθῆναι· κατὰ φύσιν γὰρ ἕπεται τῷ ἡττηθέντι κατὰ τὴν πάλην τὸ ἐπαισχυνθῆναι τῷ πτώματι αὐτοῦ, ὥςπερ κεκρατηκότι τὸ ἐπὶ τῇ νίκῃ ἀγάλλεσθαι. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, δηλοῖ τῆς εὐχῆς τὸ εἶδος. Αἰσχυνθήτω‐ | |
30 | σαν γὰρ, φησὶν, καὶ ἐντραπήτωσαν οἱ ζητοῦντές μου τὴν ψυχήν. Οὐ γὰρ κατεύχεται τῶν εἰς χρημάτων ζημίαν ἐπιβουλευόντων, ἢ περὶ γῆς ὅρων διαμφιςβητούντων, ἢ τῶν κατὰ τοῦ σώματος αὐτοῦ κακίαν ἐπιδεικνυμέ‐ | |
νων τινὰ, ἀλλὰ τῶν εἰς ψυχὴν ἐπιβουλευόντων. Τίς | 220 | |
222 | δὲ ψυχῆς ἐπιβουλὴ, τίς ἄλλη, εἰ μὴ θεοῦ ἀλλοτρίωσις; Ἀλλοτριοῦται δὲ ἀπὸ θεοῦ ἀνθρωπίνη ψυχὴ οὐκ ἄλλως ἢ διὰ τῆς ἐμπαθοῦς διαθέσεως. Ἐπεὶ οὖν ἀπαθὲς τὸ θεῖον, πᾶν τὸ ἐν πάθει γινόμενον τῆς πρὸς τὸ θεῖον | |
5 | συναφείας ἀποσχοινίζεται. Ὡς ἂν οὖν μὴ τοῦτο πάθοι, αἰσχύνην τῶν ἀντιπαλαιόντων εὔχεται. Τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ ἑαυτῷ νίκην κατὰ τῶν πολεμίων ἐπεύξασθαι. Οἱ δὲ πολέμιοι τὰ πάθη εἰσίν. Οὕτως ὁ Ἱερεμίας ζῆλον τῆς θεοσεβείας ἔχων, εἰδωλομανοῦντος τηνικαῦτα τοῦ βα‐ | |
10 | σιλέως, καὶ τῶν ὑποχειρίων αὐτῷ συνδιαστραφέντων, οὐκ ἴδιόν τι θεραπεύει πάθος, ἀλλ’ ὑπὲρ τοῦ κοινοῦ τῶν ἀν‐ θρώπων προςάγει τὴν δέησιν, τῇ κατὰ τῶν ἀσεβησάντων ὁρμῇ ἅπαν σωφρονισθῆναι ἀξιῶν τὸ ἀνθρώπινον. Ὡςαύ‐ τως δὲ καὶ ὁ προφήτης Ὠσηὲ καὶ πολυγονοῦσαν τότε | |
15 | τὴν κακίαν ἐν τοῖς Ἰσραηλίταις ὁρῶν ἀτεκνίᾳ καταδικά‐ ζει, καὶ τὰς πικρὰς θηλὰς τῆς ἁμαρτίας ξηρανθῆναι βού‐ λεται, ὡς ἂν μήτε τίκτοιτο ἐν τοῖς ἀνθρώποις τὸ κα‐ κὸν, μήτε τρέφοιτο. Διὰ τοῦτο ὁ προφήτης, Δὸς αὐ‐ τοῖς, φησὶ, κύριε, μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξη‐ | |
20 | ρούς. Καὶ εἴ τις ἄλλος ἐν τοῖς ἁγίοις εὑρεθείη τοιοῦ‐ τος λόγος, θυμοῦ τινα κατηγορίαν καὶ ἔμφασιν ἔχων, πρὸς τὴν τοιαύτην πάντως διάνοιαν βλέπει, ἥτις ἐξο‐ ρίζει τὸ κακὸν, οὐκ ἐπιτρίβει τὸν ἄνθρωπον. Θεὸς θάνατον οὐκ ἐποίησεν (ἀκούεις τῆς ἀποφάσεως;). Πῶς | |
25 | οὖν εἰς τὸν κατὰ τῶν ἰδίων αὐτοῦ ἐχθρῶν θάνατον πα‐ ρακαλεῖν ἔμελλεν τὸν θεὸν τὸν τῆς τοῦ θανάτου ἐνεργείας ἀλλότριον; Οὐ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων. Ἀλλ’ ὁ βαττολογῶν, καὶ κατὰ τῶν ἰδίων ἐχθρῶν τὴν τοῦ θεοῦ φιλανθρωπίαν παρακινῶν, ἐπιτερφθῆναι ταῖς ἀνθρωπί‐ | |
30 | ναις αὐτὸν συμφοραῖς ἐγκελεύεται. Ἀλλ’ ἤδη τινὲς, φησὶν, καὶ ἀρχῶν καὶ τιμῶν καὶ πλούτου ἠξιώθησαν, εὐχῇ πρὸς τοῦτο χρησάμενοι, καὶ θεοφιλεῖς εἶναι διὰ τῆς τοιαύτης εὐκληρίας ὑπενοήθησαν. Πῶς οὖν ἀπείργεις ἡμᾶς, εἴποι | |
τις ἂν, τοῦ περὶ τῶν τοιούτων προςάγειν τῷ θεῷ τὰς | 222 | |
224 | δεήσεις; Ἀλλὰ τὸ μὲν πάντα θείας ἐξῆφθαι βουλῆς καὶ ἄνωθεν οἰκονομεῖσθαι τὸν τῇδε βίον παντὶ δῆλόν ἐστιν, καὶ οὐκ ἄν τις ἀντείποι τῷ λόγῳ· τῶν δὲ τοιούτων τῆς εὐχῆς κατορθωμάτων ἄλλας αἰτίας ἐμάθομεν, οὐχ ὡς ἀγα‐ | |
5 | θὰ πάντως τοῦ θεοῦ ταῦτα τοῖς αἰτοῦσι νέμοντος, ἀλλ’ ὡς ἂν διὰ τούτων βεβαιωθῇ τοῖς ἐπιπολαιοτέροις ἡ πρὸς τὸν θεὸν πίστις, καὶ κατ’ ὀλίγον ἐν ταῖς μικροτέραις τῶν αἰτήσεων τὸ ἐπακούειν τὸν θεὸν τῶν ἱκεσιῶν τῇ πείρᾳ μανθάνοντες ἀνέλθοιμέν ποτε πρὸς τὴν τῶν ὑψηλῶν τε | |
10 | καὶ θεοπρεπῶν δωρημάτων ἐπιθυμίαν. Καθάπερ ἐπὶ τῶν ἡμετέρων τέκνων ὁρῶμεν, ἃ τέως μὲν τῇ μητρῴᾳ θηλῇ προςφύεται, ὅσον χωρεῖ ἡ φύσις, τοσοῦτον παρὰ τῆς γεν‐ νησαμένης ἐπιζητοῦντα, εἰ δὲ ὑφαδρυνθείη τὸ νήπιον καί τινα προςλάβοι τοῦ φθέγγεσθαι δύναμιν, καταφρονεῖ μὲν | |
15 | τῆς θηλῆς, ζητεῖ δέ τι τοιοῦτον, ἢ προκόσμιον, ἢ ἱμάτιον, ἤ τινα τοιαῦτα οἷς ὁ τῶν νηπίων ὀφθαλμὸς ἐπιτέρπεται, ἐπειδὰν δὲ εἰς ἡλικίαν ἔλθῃ καὶ συναυξηθῇ τῷ σώματι ἡ διάνοια, τότε πάσας τὰς παιδικὰς ἐπιθυμίας καταλιπὼν τὰ τῷ τελείῳ πρέποντα βίῳ παρὰ τῶν γονέων αἰτήσεται, | |
20 | —οὕτω καὶ ὁ θεὸς, ἐθίζων τὸν ἄνθρωπον διὰ πάντων πρὸς αὐτὸν βλέπειν, διὰ τοῦτο πολλάκις οὐδὲ τῶν μικρο‐ τέρων αἰτήσεων ἀνήκοος γίνεται, ὡς ἂν ἐπὶ τὴν τῶν ὑψηλοτέρων ἐπιθυμίαν διὰ τῆς ἐν τοῖς μικροῖς εὐεργεσίας τὸν τετυχηκότα τῆς χάριτος προςκαλέσαιτο. Καὶ σὺ τοί‐ | |
25 | νυν, εἰ ὁ δεῖνα γέγονε θείᾳ προνοίᾳ γνώριμός τε καὶ πε‐ ρίβλεπτος ἐξ ἀφανεστέρων, ἢ ἄλλο τι τῶν κατὰ τὸν βίον τοῦτον ἐπιζητουμένων ἐκτήσατο, ἀρχὴν ἢ πλοῦτον ἢ πε‐ ριφάνειαν, νόει τὸν σκοπὸν, ὅτι σοι ἀπόδειξις τῆς ἐν τοῖς μεγάλοις δυνάμεως τοῦ θεοῦ ἡ περὶ ταῦτα φιλανθρωπία | |
30 | γίνεται, ἵνα διὰ τοῦ τυχεῖν τῶν παιδικῶν ἀθυρμάτων περὶ τῶν μειζόνων τε καὶ τελειοτέρων προςαγάγῃς τῷ πατρὶ τὰς αἰτήσεις. Ταῦτα δέ ἐστιν ὅσα εἰς ψυχὴν φέρει τὸ κέρδος. Καὶ γὰρ ἂν εἴη τῶν ἀλογωτάτων, προςελθόντα | |
τῷ θεῷ ζητεῖν παρὰ τοῦ ἀϊδίου τὰ πρόςκαιρα, παρὰ τοῦ | 224 | |
226 | ἐπουρανίου τὰ ἐπίγεια, παρὰ τοῦ ὑψηλοῦ τὰ χαμαίζηλα, παρὰ τοῦ βασιλείαν οὐρανῶν δωρουμένου τὴν γηΐνην ταύ‐ την καὶ ταπεινὴν εὐκληρίαν, παρὰ τοῦ τὰ ἀναφαίρετα χαριζομένου τὴν ἐν ὀλίγῳ τῶν ἀλλοτρίων χρῆσιν, ὧν | |
5 | ἀναγκαία μὲν ἡ ἀφαίρεσις, πρόςκαιρος δὲ ἡ ἀπόλαυσις, ἐπικίνδυνος δὲ ἡ οἰκονομία. Καλῶς δὲ παρίστησι τῇ προςθήκῃ τὸ ἄτοπον, εἰπὼν, Ὥςπερ οἱ ἐθνικοί· τὸ γὰρ περὶ τὰ φαινόμενα τὴν σπουδὴν ἔχειν ἴδιόν ἐστι τῶν μηδεμίαν τοῦ μέλλοντος αἰῶνος ἑαυτοῖς ὑποτιθεμένων | |
10 | ἐλπίδα, μὴ κρίσεως φόβον, μὴ γεέννης ἀπειλὴν, μὴ ἀγαθῶν προςδοκίαν, μὴ ἄλλο τι τῶν κατὰ τὴν ἀνάστα‐ σιν ἐλπιζομένων, οἳ βοσκημάτων δίκην πρὸς τὸν παρόν‐ τα ὁρῶντες βίον, ὅπερ ἂν λαιμῷ καὶ κοιλίᾳ καὶ ταῖς λοιπαῖς τοῦ σώματος ἡδυπαθείαις χαρίζωνται, τοῦτο ἐν | |
15 | ἀγαθῶν κρίνουσι μοίρᾳ, ἢ τὸ πρωτεῦσαί τινων, καὶ τὸ ὑπὲρ τοὺς λοιποὺς νομισθῆναι, ἢ πολλοῖς ἐπικαθευδῆσαι ταλάντοις, ἢ εἴ τι ἄλλο τῆς βιωτικῆς ἀπάτης ἐστὶν, οἷς εἴ τις ἂν λέγοι περὶ τῆς μελλούσης ἐλπίδος, λῆρος ἄν‐ τικρυς εἶναι δοκεῖ, παράδεισον καὶ βασιλείαν καὶ οὐρα‐ | |
20 | νῶν διαγωγὴν, καὶ τὰ τοιαῦτα διεξερχόμενος. Ἐπεὶ τοί‐ νυν ἴδιόν ἐστι τῶν μὴ ἐχόντων ἐλπίδα τὸ προςτετηκέναι τῇ παρούσῃ ζωῇ, καλῶς τὰ περιττὰ καὶ μάταια τῆς ἐπι‐ θυμίας, ἃ δι’ εὐχῆς οἴονται κατορθοῦν ἑαυτοῖς οἱ φιλή‐ δονοι, τῶν ἐθνικῶν ὁ λόγος εἶναί φησι, τῶν νομιζόντων | |
25 | ἐκ τοῦ προςλιπαρεῖν περὶ τῶν ἀτόπων συνεργὸν ἐπὶ τὰ μὴ δέοντα τὸ θεῖον ἕξειν· δοκοῦσι γὰρ, φησὶν, ὅτι ἐν τῇ πολυλογίᾳ αὑτῶν εἰςακουσθήσονται. Ἀλλὰ ταῦτα μὲν, ἃ δεῖ μὴ αἰτεῖν, δι’ ὧν ἐξητά‐ σαμεν ἐδιδάχθημεν. Οἵαν δὲ προςήκει τῷ θεῷ προςάγειν | |
30 | τὴν δέησιν, ἐν τοῖς ἐφεξῆς ἀκουσώμεθα χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς | |
αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 226 | |
228(1t) | ΛΟΓΟΣ βʹ. | |
2t | Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. | |
3 | Ὅτε προςῆγεν ὁ μέγας Μωϋσῆς τῇ κατὰ τὸ ὄρος μυ‐ σταγωγίᾳ τὸν Ἰσραηλίτην λαὸν, οὐ πρότερον αὐτοὺς τῆς | |
5 | θεοφανείας ἠξίωσεν, πρὶν ἁγνείᾳ τε καὶ περιῤῥαντισμῷ νομοθετῆσαι τῷ λαῷ τὸ καθάρσιον. Καὶ οὐδὲ οὕτως ἐθάρσησαν τῆς θείας δυνάμεως τὴν ἐμφάνειαν, ἀλλὰ πρὸς πᾶν κατεπλάγησαν τὸ φαινόμενον, τὸ πῦρ, τὸν γνόφον, τὸν καπνὸν, τὰς σάλπιγγας· καὶ πρὸς ἑαυτοὺς πάλιν | |
10 | ἀποστραφέντες ἠξίουν τὸν νομοθέτην αὐτοῖς μεσίτην γενέ‐ σθαι τοῦ θείου βουλήματος, ὡς οὐχ ἱκανῆς οὔσης τῆς δυ‐ νάμεως αὐτῶν προςεγγίσαι τῷ θεῷ καὶ θείαν ἐμφάνειαν δέξασθαι. Ὁ δὲ ἡμέτερος νομοθέτης, ὁ κύριος ἡμῶν Ἰη‐ σοῦς Χριστὸς, προςάγειν ἡμᾶς τῇ θείᾳ χάριτι μέλλων, | |
15 | οὐχὶ Σίναιον ἡμῖν ὄρος τῷ λόγῳ προδείκνυσι γνόφῳ κε‐ καλυμμένον, καὶ πυρὶ καπνιζόμενον, οὐδὲ σαλπίγγων φω‐ νὰς ἄσημόν τι καὶ καταπληκτικὸν ἀπηχούσας, οὐδὲ τριη‐ μέροις ἁγνείαις καὶ ὕδατι ῥύπον ἐκπλύνοντι τὴν ψυχὴν ἐκκαθαίρει, οὐδὲ πᾶσαν τὴν ἐκκλησίαν ἐν τῇ ὑπωρείᾳ κα‐ | |
20 | ταλιπὼν ἑνὶ μόνῳ τὴν ἄνοδον ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους χαρίζεται, τὴν κεκαλυμμένην τῷ γνόφῳ τῷ τὴν δόξαν θεοῦ περικρύπτοντι, ἀλλὰ πρῶτον μὲν ἀντὶ τοῦ ὄρους ἐπ’ αὐτὸν ἀνάγει τὸν οὐρανὸν, βατὸν τοῖς ἀνθρώποις αὐτὸν διὰ τῆς ἀρετῆς καταστήσας, ἔπειτα δὲ οὐ θεατὰς μόνον | |
25 | τῆς θείας δυνάμεως, ἀλλὰ καὶ κοινωνοὺς ἀπεργάζεται, καὶ εἰς συγγένειαν τρόπον τινὰ τῆς ὑπερκειμένης φύσεως τοὺς προςιόντας ἄγει, οὐδὲ γνόφῳ κατακρύπτει τὴν ὑπερ‐ έχουσαν δόξαν, ὡς δυςθεώρητον τοῖς ἀναζητοῦσιν εἶναι, ἀλλὰ τῷ τηλαυγεῖ φωτὶ τῆς διδασκαλίας τὸν γνόφον κα‐ | |
30 | ταφωτίσας ἐπὶ λαμπρᾶς αἰθρίας τοῖς καθαροῖς τὴν καρ‐ δίαν τὴν ἄφραστον δόξαν καθορᾶσθαι ἐποίησεν. Ὕδωρ δὲ περιῤῥαίνειν οὐκ ἐξ ἀλλοτρίων ναμάτων, ἀλλὰ τὸ ἐν ἡμῖν αὐτοῖς ἀναβρύον χαρίζεται, εἴτε τὰς τῶν ὀφθαλμῶν τις λέγοι πηγὰς, εἴτε τὴν καθαρὰν τῆς καρδίας συνείδη‐ | |
35 | σιν, μηδεμίαν ἰλὺν ἀπὸ κακίας ἐπαγομένην. Ἁγνείαν δὲ | 228 |
230 | οὐ μόνον ἀπὸ τῆς ἐννόμου τῶν γαμετῶν ὁμιλίας, ἀλλ’ ἀπὸ πάσης ὑλικῆς τε καὶ ἐμπαθοῦς διαθέσεως νομοθε‐ τήσας, οὕτως προςάγει διὰ τῆς προςευχῆς τῷ θεῷ. Αὕτη γὰρ τῶν ῥημάτων ἡ δύναμις, δι’ ὧν οὐχὶ φωνάς τινας ἐν | |
5 | συλλαβαῖς ἐκφωνουμένας μανθάνομεν διὰ τοῦ λόγου, ἀλλ’ ἐπίνοιαν τῆς πρὸς τὸν θεὸν ἀναβάσεως δι’ ὑψηλῆς πολι‐ τείας κατωρθωμένην. Ἔξεστι δὲ δι’ αὐτῶν τῶν τῆς προς‐ ευχῆς λόγων τὴν θείαν μυσταγωγίαν κατανοῆσαι. Ὅταν προςεύχησθε, φησίν· οὐκ εἶπεν, Ὅταν εὔχησθε, ἀλλ’, | |
10 | Ὅταν προςεύχησθε, ὡς τοῦ κατὰ τὴν εὐχὴν ἤδη προκα‐ τορθωθῆναι προςήκοντος, πρὶν διὰ τῆς προςευχῆς τῷ θεῷ προςεγγίσαι. Τίς δὲ ἡ τῶν ὀνομάτων τούτων κατὰ τὸ σημαινόμενόν ἐστι διαφορά; Ὅτι εὐχὴ μὲν ἔστιν ἐπαγγελία τινὸς τῶν κατ’ εὐσέβειαν ἀφιερουμένων, προςευχὴ δὲ αἴτη‐ | |
15 | σις ἀγαθῶν μετὰ ἱκετηρίας προςαγομένη θεῷ. Ἐπεὶ οὖν παῤῥησίας ἡμῖν χρεία ὅταν προςίωμεν θεῷ τὰς ὑπὲρ τῶν λυσιτελούντων ἱκετηρίας ποιούμενοι, ἀναγκαίως τὸ κατὰ τὴν εὐχὴν προηγήσεται, ἵνα τὸ παρ’ ἑαυτῶν ἐκτελέσαντες, οὕτως θαρσοῦντες τὸ παρὰ τοῦ θεοῦ ἀντιλαβεῖν ἀξιώ‐ | |
20 | σωμεν. Διό φησιν ὁ προφήτης ὅτι, Τὰς εὐχάς μου ἀποδώσω σοι, ἃς διέστειλε τὰ χείλη μου, καὶ, Εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ θεῷ ἡμῶν. Καὶ πολλαχοῦ τῆς γραφῆς τὴν τοιαύτην ἔστιν τῆς εὐχῆς σημασίαν εὑρεῖν, ὥστε γνῶναι ἡμᾶς ὅτι εὐχὴ μὲν ἔστι, καθὼς εἴρηται, χαριστήριος δωροφορίας ἐπαγγελία· | |
25 | ἡ δὲ προςευχὴ τὴν μετὰ τὴν ἐκπλήρωσιν τῆς ἐπαγγελίας τῷ θεῷ γινομένην πρόςοδον διερμηνεύει. Διδάσκει οὖν ἡμᾶς ὁ λόγος μὴ πρότερον αἰτεῖσθαί τι παρὰ τοῦ θεοῦ, πρὶν αὐτῷ τι τῶν κεχαρισμένων δωροφορῆσαι· εὔξασθαι γὰρ χρὴ πρότερον, εἶτα προςεύξασθαι, ὡς εἴ τις λέγοι προηγεῖ‐ | |
30 | σθαι τὴν σπορὰν τῆς ἐπικαρπίας. Οὐκοῦν χρὴ πρότερον ἡμᾶς καταβαλεῖν τῆς εὐχῆς τὰ σπέρματα, καὶ οὕτως αὐ‐ ξηθεῖσαν τὴν καταβολὴν τῶν σπερμάτων καρπώσασθαι, διὰ τῆς προςευχῆς τὴν χάριν ἀντιλαμβάνοντας. Ὡς οὖν | |
οὐκ ἐσομένης ἐν παῤῥησίᾳ τῆς ἐντεύξεως εἰ μὴ ἐπὶ προ‐ | 230 | |
232 | ληφθείσῃ εὐχῇ τινι καὶ δωροφορίᾳ ἡ πρόςοδος γένοιτο, ἀναγκαίως ἡ εὐχὴ τῆς προςευχῆς προηγήσεται. Ὡς οὖν ἤδη τούτου κατορθωθέντος φησὶ πρὸς τοὺς μαθητὰς ὁ κύριος, Ὅταν προςεύχησθε, λέγετε, Πάτερ ἡμῶν ὁ ἐν | |
5 | τοῖς οὐρανοῖς. Τίς δώσει μοι πτέρυγας, ὡςεὶ περιστε‐ ρᾶς, φησί που τῆς ψαλμῳδίας ὁ μέγας Δαυίδ· εἴποιμι δ’ ἂν καὶ αὐτὸς, τολμήσας τὴν ἴσην φωνήν, Τίς δώσει μοι τὰς πτέρυγας ἐκείνας πρὸς τὸ δυνηθῆναι τῷ ὕψει τῆς τῶν ῥημάτων μεγαλοφυΐας συναναπτῆναι κατὰ διά‐ | |
10 | νοιαν, ὥστε καταλιπεῖν μὲν τὴν γῆν πᾶσαν, διαπερᾶσαί τε πάντα τὸν ἐν μέσῳ κεχυμένον ἀέρα, καταλαβεῖν δὲ τὸ αἰθέριον κάλλος, καὶ ἐπὶ τὰ ἄστρα φθάσαι, καὶ πᾶσαν τὴν ἐν αὐτοῖς διακόσμησιν κατιδεῖν, στῆναι δὲ μηδὲ ἐν τούτοις, ἀλλὰ διεξελθεῖν καὶ διὰ τούτων, καὶ πάντων τῶν | |
15 | κινουμένων τε καὶ μεθισταμένων ἐκτὸς γενέσθαι, καὶ κα‐ ταλαβεῖν τὴν ἑστῶσαν φύσιν, τὴν ἀμετακίνητον δύναμιν, τὴν ἐφ’ ἑαυτῆς καθιδρυμένην, τὴν πάντα ἄγουσάν τε καὶ φέρουσαν ὅσα ἐν τῷ εἶναι ἔστιν, πάντα τὰ τοῦ ἀφράστου θελήματος τῆς θείας σοφίας ἐξηρτημένα, ὥστε πάντων τῶν | |
20 | ἀλλοιουμένων τε καὶ μεθισταμένων πόῤῥω τῇ διανοίᾳ γενό‐ μενος ἐν ἀτρέπτῳ τε καὶ ἀκλινεῖ τῇ τῆς ψυχῆς καταστά‐ σει τὸν ἄτρεπτόν τε καὶ ἀναλλοίωτον διὰ τῆς γνώμης πρότερον οἰκειώσασθαι, εἶθ’ οὕτω τῇ οἰκειοτάτῃ προςη‐ γορίᾳ ἐπικαλέσασθαι καὶ εἰπεῖν, Πάτερ; Οἵας γὰρ τῷ | |
25 | λέγοντι χρεία ψυχῆς, ὅσης τῆς παῤῥησίας, οἵας τῆς συνει‐ δήσεως, ἵνα θεὸν νοήσας, ὡς ἔστι δυνατὸν, ἐκ τῶν ἐπινο‐ ουμένων αὐτῷ προςηγοριῶν πρὸς τὴν σύνεσιν τοῦ ἀφρά‐ στου δόξης χειραγωγούμενος, καὶ μαθὼν ὅτι ἡ θεία φύσις, ὅ τί ποτέ ἐστιν, αὐτοαγαθότης ἐστὶν, ἁγιασμὸς, ἀγαλλίαμα, | |
30 | δύναμις, δόξα, καθαρότης, ἀϊδιότης, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡςαύτως ἔχουσα, καὶ ὅσα τοιαῦτα νενόηται περὶ τὴν θείαν φύσιν, διά τε τῆς θείας γραφῆς καὶ τῶν οἰκείων λογισμῶν κατανοήσας, εἶτα τολμήσει τὴν τοιαύτην προέ‐ σθαι φωνὴν, καὶ τὸν τοιοῦτον ἑαυτοῦ κατονομάσαι πατέ‐ | |
35 | ρα; Δῆλον γὰρ ὅτι, εἰ μετέχοι τινὸς διανοίας, οὐκ ἂν | |
θαρσήσειεν, μὴ τὰ αὐτὰ καὶ ἐν ἑαυτῷ βλέπων, ἐκείνην | 232 | |
234 | προέσθαι πρὸς τὸν θεὸν τὴν φωνὴν, καὶ εἰπεῖν, Πάτερ. Τῆς γὰρ πονηρᾶς προαιρέσεως ὁ ἀγαθὸς κατ’ οὐσίαν πα‐ τὴρ γενέσθαι φύσιν οὐκ ἔχει, οὔτε τοῦ κατὰ τὸν βίον βε‐ βηλωθέντος ὁ ἅγιος, οὔτε τοῦ περιτρεπομένου ὁ ἀναλ‐ | |
5 | λοίωτος, οὔτε τοῦ νεκρωθέντος ἐξ ἁμαρτίας ὁ πατὴρ τῆς ζωῆς, οὔτε τῶν ἐν τοῖς πάθεσι τῆς ἀτιμίας ἀσχημονούν‐ των ὁ καθαρὸς καὶ ἀκήρατος, οὔτε τοῦ πλεονέκτου ὁ εὐ‐ εργέτης, οὔτε ὅλως τῶν ἔν τινι κακῷ εὑρισκομένων ὁ ἐν παντὶ ἀγαθῷ θεωρούμενος. Εἰ γάρ τις πρὸς ἑαυτὸν βλέ‐ | |
10 | πων ἔτι καθαρσίου δεόμενον, καὶ τὴν μοχθηρὰν ἑαυτοῦ συνείδησιν ἐπιγινώσκων πλήρη κηλίδων καὶ πονηρῶν ἐγ‐ καυμάτων, πρὶν καθαρθῆναι τῶν τοιούτων κακῶν πρὸς τὴν τοῦ θεοῦ συγγένειαν ἑαυτὸν εἰςποιοῖ καὶ λέγοι, Πά‐ τερ, τῷ δικαίῳ ὁ ἄδικος, καὶ τῷ καθαρῷ ὁ ἀκάθαρτος, | |
15 | ὕβρις ἄντικρυς ἂν εἴη καὶ λοιδορίας τὰ ῥήματα, εἴπερ τῆς ἰδίας μοχθηρίας πατέρα τὸν θεὸν ὀνομάζοι· ἡ γὰρ τοῦ πατρὸς φωνὴ τὴν αἰτίαν τοῦ ἐξ αὐτοῦ ὑποστάντος δια‐ σημαίνει. Οὐκοῦν ὁ μοχθηρὸς τὴν συνείδησιν, εἰ πατέρα ἑαυτοῦ τὸν θεὸν λέγοι, οὐδὲν ἕτερον ἢ τῶν ἰδίων κακῶν | |
20 | ἀρχηγόν τε καὶ αἴτιον αὐτὸν εἶναι κατηγορήσει. Ἀλλ’ οὔ τις κοινωνία φωτὶ πρὸς σκότος, φησὶν ὁ ἀπόστολος, ἀλλὰ τῷ φωτὶ φῶς προςῳκείωται, καὶ τῷ δικαίῳ τὸ δίκαιον, καὶ τῷ καλῷ τὸ καλὸν, καὶ τῷ ἀφθαρτῷ τὸ ἄ‐ φθαρτον. Τὰ δὲ ἐναντία πρὸς τὰ ὁμογενῆ πάντως τὴν | |
25 | συγγένειαν ἔχει. Οὐ γὰρ δύναται δένδρον καλὸν καρ‐ ποὺς πονηροὺς ποιεῖν. Εἰ τοίνυν βαρυκάρδιός τις ὢν, καθώς φησιν ἡ γραφὴ, καὶ τὸ ψεῦδος ζητῶν κατατολμᾷ τῶν τῆς προςευχῆς ῥημάτων, γινωσκέτω ὅτι οὐ τὸν οὐράνιον ὁ τοιοῦτος πατέρα καλεῖ, ἀλλὰ τὸν | |
30 | καταχθόνιον, ὃς αὐτός τε ψεύστης ἐστὶν καὶ τοῦ ἐν ἑκάστῳ συνισταμένου ψεύδους πατὴρ γίνεται, Ἐκεῖνος | |
ἁμαρτία καὶ ἁμαρτίας πατήρ. Διὰ τοῦτο οἱ ἐμπαθεῖς | 234 | |
236 | τὴν ψυχὴν ὀργῆς τέκνα παρὰ τοῦ ἀποστόλου προςαγο‐ ρεύονται, καὶ ὁ τῆς ζωῆς ἀποστὰς ἀπωλείας υἱὸς ὀνο‐ μάζεται, καί τις βλακώδης καὶ θηλυδρίας υἱὸς κορα‐ σίων αὐτομολούντων προςηγορεύθη. Ὡςαύτως καὶ ἐκ | |
5 | τοῦ ἐναντίου οἱ λαμπροὶ τὴν συνείδησιν υἱοὶ φωτὸς καὶ ἡμέρας προςαγορεύονται, καὶ δυνάμεως υἱοὶ ἕτεροι οἱ πρὸς τὴν θείαν ἰσχὺν ἑαυτοὺς τονώσαντες. Ὅταν τοί‐ νυν πατέρα τὸν θεὸν λέγειν ἡμᾶς ἐν τῇ προςευχῇ διδάσκῃ ὁ κύριος, οὐδὲν ἕτερόν μοι δοκεῖ ποιεῖν ἢ τὸν ὑψηλόν τε | |
10 | καὶ ἐπηρμένον ἡμῖν νομοθετεῖν βίον· οὐ γὰρ δὴ ψεύδε‐ σθαι διδάσκει ἡμᾶς ἡ ἀλήθεια, ὥστε λέγειν ὃ μή ἐσμεν καὶ ὀνομάζειν ὃ μὴ πεφύκαμεν, ἀλλὰ πατέρα λέγοντας ἑαυτῶν τὸν ἄφθαρτόν τε καὶ δίκαιον καὶ ἀγαθὸν, ἐπα‐ ληθεύειν τῷ βίῳ τὴν ἀγχιστείαν. Ὁρᾷς ὅσης ἡμῖν παρα‐ | |
15 | σκευῆς ἐστι χρεία, οἵου βίου, πόσης καὶ ποταπῆς σπου‐ δῆς, ὥστε ποτὲ πρὸς τοῦτο τὸ μέτρον τῆς παῤῥησίας ὑψω‐ θείσης ἡμῶν τῆς συνειδήσεως τολμῆσαι εἰπεῖν τῷ θεῷ ὅτι, Πάτερ. Εἰ γὰρ περὶ τὰ χρήματα βλέποις, εἰ περὶ τὴν βιωτικὴν ἀπάτην ἠσχολημένος εἴης, ἢ τὴν ἐξ ἀνθρώ‐ | |
20 | πων δόξαν ἀναζητοίης, ἢ τῶν ἐπιθυμιῶν ταῖς ἐμπαθε‐ στέραις δουλεύοις, ἔπειτα τὴν τοιαύτην προςευχὴν διὰ στό‐ ματος λάβοις, τί οἴει ἐρεῖν τὸν εἰς τὸν βίον σου βλέποντα καὶ τῆς εὐχῆς ἐπαΐοντα; Ἐγὼ μὲν γὰρ τοιούτων τινῶν ῥημάτων ἀκούειν δοκῶ, ὡςανεὶ τοῦ θεοῦ πρὸς τὸν τοιοῦ‐ | |
25 | τον λέγοντος, Πατέρα καλεῖς, ὁ κατεφθαρμένος τῷ βίῳ τὸν τῆς ἀφθαρσίας πατέρα; τί μολύνεις τῇ ῥυπαρᾷ σου φωνῇ τὸ ἀκήρατον ὄνομα; τί καταψεύδῃ τοῦ ῥήματος; τί καθυβρίζεις τὴν ἀμόλυντον φύσιν; Εἰ τέκνον ἦς ἐμὸν, ἐκ τῶν ἐμῶν ἀγαθῶν ἔδει πάντως καὶ τὸν σὸν βίον χα‐ | |
30 | ρακτηρίζεσθαι. Οὐκ ἐπιγινώσκω τῆς ἐμῆς φύσεως ἐν σοὶ τὴν εἰκόνα· ἐκ τῶν ἐναντίων οἱ χαρακτῆρες. Τίς κοινω‐ νία φωτὶ πρὸς σκότος; τίς ζωῆς καὶ θανάτου συγγένεια; | |
τίς οἰκειότης τῷ καθαρῷ τὴν φύσιν πρὸς τὸν ἀκάθαρ‐ | 236 | |
238 | τον; Πολὺ τοῦ εὐεργετοῦντος πρὸς τὸν πλεονέκτην τὸ μέ‐ σον. Ἄμικτος ἡ τοῦ ἐλεήμονος καὶ τοῦ ἀπηνοῦς ἐναντίω‐ σις. Ἄλλος πατὴρ τῶν ἐν σοὶ κακῶν. Τὰ γὰρ ἐμὰ γεν‐ νήματα τοῖς πατρῴοις ἀγαθοῖς καλλωπίζεται· τέκνον τοῦ | |
5 | ἐλεήμονος ὁ ἐλεήμων, καὶ τοῦ καθαροῦ ὁ καθαρὸς, ὁ φθορᾶς ἀλλότριος τοῦ ἀφθάρτου, καὶ τὸ ὅλον ἐξ ἀγα‐ θοῦ ἀγαθὸς καὶ ἐκ δικαίου δίκαιος. Ὑμᾶς δὲ οὐκ οἶδα πόθεν ἐστέ. Οὐκοῦν ἐπικίνδυνον πρὶν καθαρθῆναι τῷ βίῳ τῆς προςευχῆς ταύτης κατατολμῆσαι, καὶ πατέρα ἑαυτοῦ | |
10 | τὸν θεὸν ὀνόμασαι. Ἀλλὰ ἀκούσωμεν τῶν τῆς προςευχῆς ῥημάτων πάλιν, εἴ τις ἄρα γένοιτο ἡμῖν τῶν κρυφίων τοῦ νοῦ κατανόησις διὰ τῆς συνεχεστέρας ἐπαναλήψεως. Πά‐ τερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Ὅτι μὲν οὖν χρὴ τῷ κατ’ ἀρετὴν βίῳ τὸν θεὸν οἰκειώσασθαι, μετρίως ἡμῖν διὰ τῶν | |
15 | προλαβόντων ἐξήτασται λόγων. Δοκεῖ δέ μοι καὶ βαθυ‐ τέραν τινὰ διάνοιαν ὑποσημαίνειν ὁ λόγος· ταῦτα γὰρ ὑπόμνησιν ἡμῖν ἐμποιεῖ τῆς τε πατρίδος ἧς ἐκπεπτώκα‐ μεν, καὶ τῆς εὐγενείας ἧς ἀπεβλήθημεν. Καὶ γὰρ ἐν τῷ κατὰ τὸν νέον διηγήματι τὸν ἀποστάντα τῆς πατρῴας | |
20 | ἑστίας καὶ πρὸς τὸν χοιρώδη βίον αὐτομολήσαντα τὴν ἀν‐ θρωπίνην ἀθλιότητα δείκνυσιν ὁ λόγος, ἱστορικῶς διηγού‐ μενος τὴν ἀποφοίτησιν αὐτοῦ καὶ τὴν ἀσωτίαν, οὐ πρό‐ τερον δὲ αὐτὸν ἐπανάγει πρὸς τὴν ἐξ ἀρχῆς εὐκληρίαν, πρὶν αἴσθησιν αὐτὸν τῆς παρούσης ἀναλαβεῖν συμφορᾶς, | |
25 | καὶ εἰς ἑαυτὸν ἐλθεῖν καὶ μελετῆσαι τὰ τῆς μεταμελείας ῥήματα. Ταῦτα δὲ ἦν συμβαίνοντά πως τοῖς τῆς προς‐ ευχῆς λόγοις· φησὶν γὰρ ἐκεῖ, Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου· οὐκ ἂν προςθεὶς τῇ ἐξομολο‐ γήσει τὴν εἰς τὸν οὐρανὸν ἁμαρτίαν, μὴ πεπεισμένος ἑαυ‐ | |
30 | τοῦ πατρίδα εἶναι τὸν οὐρανὸν, ὃν καταλιπὼν ἐπλημμέ‐ λησεν. Διὰ τοῦτο καὶ εὐπρόςιτον αὐτῷ τὸν πατέρα ἡ μελέτη τῆς τοιαύτης ἐξομολογήσεως ἀπεργάζεται, ὥστε καὶ προςδραμεῖν αὐτῷ καὶ φιλήματι τὸν τράχηλον δεξιώσα‐ | |
σθαι, ὅπερ σημαίνει τὸν λογικὸν ζυγὸν τὸν διὰ στόματος | 238 | |
240 | ἐπιβληθέντα τῷ ἀνθρώπῳ διὰ τῆς εὐαγγελικῆς παραδό‐ σεως, τῷ ἐκδύντι τὴν πρώτην τῆς ἐντολῆς ζεύγλην καὶ ἀποσεισαμένῳ τὸν φυλάσσοντα νόμον, περιθεῖναι δὲ αὐ‐ τῷ καὶ τὴν στολὴν, οὐκ ἄλλην, ἀλλὰ τὴν πρώτην, ἧς ἐγυ‐ | |
5 | μνώθη διὰ τῆς παρακοῆς, ὁμοῦ τῇ γεύσει τῶν ἀπειρημέ‐ νων γυμνὸν ἑαυτὸν θεασάμενος· ὅ τε περὶ τὴν χεῖρα δα‐ κτύλιος διὰ τῆς ἐν τῇ σφενδόνῃ γλυφῆς τὴν τῆς εἰκόνος ἐπανάληψιν ὑποσημαίνει· ἀσφαλίζεται δὲ καὶ τοὺς πό‐ δας τοῖς ὑποδήμασιν, ὡς ἂν μὴ γυμνῇ τῇ πτέρνῃ τῇ κε‐ | |
10 | φαλῇ τοῦ ὄφεως προςεγγίζων ἐμπίπτοι τῷ δήγματι. Ὥς‐ περ τοίνυν ἐκεῖ τῆς παρὰ τοῦ πατρὸς φιλανθρωπίας αἰ‐ τία γέγονε τῷ νέῳ ἡ πρὸς τὴν πατρῴαν ἑστίαν ἐπιστροφὴ (αὕτη δὲ ἦν ὁ οὐρανὸς, εἰς ὃν πεπλημμεληκέναι τῷ πα‐ τρὶ λέγει), οὕτω καὶ ἐνταῦθα δοκεῖ μοι διδάσκων ὁ κύ‐ | |
15 | ριος τὸν ἐν τοῖς οὐρανοῖς ἐπικαλεῖσθαι πατέρα μνήμην σοι ποιεῖσθαι τῆς ἀγαθῆς πατρίδος, ὡς ἂν ἐπιθυμίαν σφοδροτέραν τῶν καλῶν ἐμποιήσας ἐπιστήσειέν σε τῇ ὁδῷ τῇ πρὸς τὴν πατρίδα πάλιν ἐπαναγούσῃ. Ὁδὸς δὲ ἡ πρὸς τὸν οὐρανὸν τὴν ἀνθρωπίνην φύσιν ἀνάγουσα οὐδεμία τίς | |
20 | ἐστιν ἄλλη εἰ μὴ φυγὴ καὶ ἀπόστασις τῶν περιγείων κα‐ κῶν· τῆς δὲ φυγῆς τῶν κακῶν ἐπίνοια οὐκ ἄλλη μοί τις εἶναι δοκεῖ πλὴν τῆς πρὸς τὸν θεὸν ὁμοιώσεως. Τῷ δὲ ὁμοιωθῆναι θεῷ τὸ δίκαιόν τε καὶ ὅσιον καὶ ἀγαθὸν, καὶ τὰ τοιαῦτα ἔστι γενέσθαι· ὧν εἴ τις, ὡς ἔστι δυνατὸν, | |
25 | τοὺς χαρακτῆρας ἐναργῶς ἐν ἑαυτῷ τυπώσειεν, ἀμογητὶ κατὰ τὸ αὐτόματον πρὸς τὸν οὐράνιον χῶρον ἀπὸ τοῦ περιγείου μεταναστήσεται βίου. Οὐ γὰρ τοπικὴ τοῦ θείου πρὸς τὸ ἀνθρώπινόν ἐστιν ἡ διάστασις, ὥστε τινὸς μηχανῆς ἡμῖν καὶ ἐπινοίας γενέσθαι χρείαν, τὸ βαρύ τε καὶ ἐμβριθὲς καὶ | |
30 | γεῶδες τοῦτο σαρκίον πρὸς τὴν ἀσώματόν τε καὶ νοερὰν διαγωγὴν μετοικίζειν, ἀλλὰ νοητῶς τῆς ἀρετῆς τοῦ κακοῦ κεχωρισμένης ἐν μόνῃ τῇ προαιρέσει τοῦ ἀνθρώπου κεῖ‐ ται πρὸς ὅπερ ἂν ἐπικλιθείη τῇ ἐπιθυμίᾳ, ἐν ἐκείνῳ εἶναι. Ἐπεὶ οὖν οὐδεὶς ἔπεστι πόνος ἑλέσθαι τὸ ἀγαθὸν, | |
35 | τῷ δὲ ἑλέσθαι καὶ τὸ τυχεῖν ἕπεται ὧν τις προείλετο, | 240 |
242 | ἔξεστί σοι εὐθὺς ἐν τῷ οὐρανῷ εἶναι, τὸν θεὸν ἐν τῇ δια‐ νοίᾳ λαβόντι. Εἰ γὰρ, καθώς φησιν ὁ ἐκκλησιαστὴς, ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω, σὺ δὲ τῷ θεῷ, κατὰ τὸν προφήτην, προςεκολλήθης, ἀνάγκη πᾶσα τὸν τῷ θεῷ συνημμένον ἐκεῖ | |
5 | εἶναι ὅπου ἔστιν ὁ θεός. Προςτάξας τοίνυν ἐν τῇ προς‐ ευχῇ λέγειν πατέρα ἑαυτοῦ τὸν θεὸν οὐδὲν ἕτερον ἢ ὁμοι‐ οῦσθαί σε τῇ θεοπρεπεῖ πολιτείᾳ τῷ οὐρανίῳ κελεύει πατρὶ, καθάπερ καὶ φανερώτερον ἑτέρωθι τὸ τοιοῦτον παρεγγυᾷ λέγων, Γίνεσθε τέλειοι, ὡς καὶ ὁ πατὴρ ὑμῶν | |
10 | ὁ οὐράνιος τέλειός ἐστιν. Εἰ οὖν νενοήκαμεν τῆς τοιαύτης προςευχῆς τὴν διάνοιαν, καιρὸς ἂν εἴη παρασκευάζειν ἑαυ‐ τῶν τὰς ψυχὰς, ὥστε ποτὲ θαρσῆσαι τὰς φωνὰς ταύτας ἀναλαβεῖν διὰ στόματος καὶ εἰπεῖν ἐν παῤῥησίᾳ, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Ὥςπερ γὰρ φανερὰ τῆς πρὸς | |
15 | τὸν θεὸν ὁμοιότητός ἐστι τὰ γνωρίσματα, δι’ ὧν ἔστι τέ‐ κνον θεοῦ γενέσθαι τινά (ὅσοι γὰρ ἔλαβον αὐτὸν, φησὶν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι· λαμβάνει δέ τις ἐν ἑαυτῷ τὸν θεὸν ὁ τὴν κατὰ τὸ ἀγαθὸν ἀναλα‐ βὼν τελειότητα), οὕτως ἔστι τινα καὶ τοῦ πονηροῦ χαρακ‐ | |
20 | τῆρος ἴδια σημεῖα, ἐν οἷς ὁ γενόμενος υἱὸς θεοῦ εἶναι οὐ δύναται, τῆς ἐναντίας φύσεως τὴν εἰκόνα φέρων. Βού‐ λει γνῶναι τοῦ πονηροῦ χαρακτῆρος τὰ ἰδιώματα; Ὁ φθόνος, τὸ μῖσος, ἡ διαβολὴ, ὁ τύφος, ἡ πλεονεξία, ἡ ἐμπαθὴς ἐπιθυμία, τὸ κατὰ τὴν δοξομανίαν ἀῤῥώστημα, | |
25 | ταῦτά ἐστι καὶ τὰ τοιαῦτα οἷς ἡ μορφὴ τοῦ ἐναντίου χα‐ ρακτηρίζεται. Ὁ τοίνυν ταῖς τοιαύταις κηλῖσι τὴν ψυχὴν ἐγκεκαυμένος ἐὰν πατέρα καλέσῃ, ποῖος αὐτῷ πατὴρ ἐπα‐ κούσεται; Δηλαδὴ ὁ συγγενῶς πρὸς τὸν κεκληκότα ἔχων. Οὗτος δέ ἐστιν οὐχ ὁ οὐράνιος, ἀλλ’ ὁ καταχθόνιος· οὗ | |
30 | γὰρ τὰ σημεῖα φέρει τῆς ἀγχιστείας, ἐκεῖνος πάντως τὴν ἰδίαν συγγένειαν ἐπιγνώσεται. Οὐκοῦν ἡ τοῦ πονηροῦ ἀνδρὸς προςευχὴ, ἕως ἂν ἐν τῇ πονηρίᾳ ᾖ, τοῦ διαβόλου ἐπίκλησις γίνεται, τοῦ δὲ ἀφεστῶτος τῆς πονηρίας καὶ ἐν | |
ἀγαθότητι ζῶντος τὸν ἀγαθὸν πατέρα ἡ φωνὴ προςκαλέ‐ | 242 | |
244 | σεται. Ὅταν τοίνυν προςίωμεν τῷ θεῷ, πρότερον τὸν βίον ἐπισκοπήσωμεν, εἴ τι τῆς θείας συγγενείας ἄξιον ἐν ἑαυτοῖς φέρομεν, εἶθ’ οὕτω τὸν τοιοῦτον λόγον εἰπεῖν θαρσήσωμεν· ὁ γὰρ λέγειν πατέρα προςτάξας τὸ ψεῦδος | |
5 | λέγειν οὐ συνεχώρησεν. Οὐκοῦν ὁ τῆς θεϊκῆς εὐγενείας ἀξίως πολιτευσάμενος, οὗτος καλῶς πρὸς τὴν οὐράνιον πόλιν ὁρᾷ, πατέρα τε τὸν τῶν οὐρανῶν βασιλέα καὶ πα‐ τρίδα ἑαυτοῦ τὴν οὐράνιον ὀνομάζων μακαριότητα. Εἰς τί φέρει τῆς συμβουλῆς ὁ σκοπός, Τὰ ἄνω φρονεῖν; οὗ | |
10 | ὁ θεὸς, ἐκεῖ θεμελίους τῆς οἰκήσεως ἑαυτοῦ καταβάλλε‐ σθαι, ἐκεῖ τοὺς θησαυροὺς ἀποτίθεσθαι, ἐκεῖ μετοικίζειν ἑαυτοῦ τὴν καρδίαν· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς, ἐκεῖ ἔσται καὶ ἡ καρδία· πρὸς τὸ πατρικὸν κάλλος διὰ παντὸς βλέ‐ πειν, καὶ κατ’ ἐκεῖνο τὴν ἰδίαν καλλωπίζειν ψυχήν. Οὐκ | |
15 | ἔστι προςωποληψία παρὰ θεῷ, φησὶν ἡ γραφή. Ἀπέστω καὶ τῆς σῆς μορφῆς ὁ τοιοῦτος ῥύπος. Φθόνου καθαρὸν τὸ θεῖον καὶ πάσης ἐμπαθοῦς κηλῖδος· μηδέ σε καταστι‐ ζέτω τὰ τοιαῦτα πάθη, μὴ φθόνος, μὴ τύφος, μὴ ἄλλο τι τῶν μολυνόντων τὸ θεοειδὲς κάλλος. Ἐὰν τοιοῦτος | |
20 | ᾖς, θάρσησον τῇ οἰκείᾳ φωνῇ τὸν θεὸν προςκαλέσασθαι, καὶ πατέρα ἑαυτοῦ τὸν τοῦ παντὸς δεσπότην κατονομά‐ σαι. Ὄψεταί σε πατρικοῖς ὀφθαλμοῖς, περιστελεῖ σε τῇ θείᾳ στολῆ, κατακοσμήσει τῷ δακτυλίῳ, καταρτίσει τοὺς πόδας πρὸς τὴν ἄνω πορείαν τοῖς εὐαγγελικοῖς ὑποδή‐ | |
25 | μασιν, ἀποκαταστήσει σε τῇ οὐρανίῳ πατρίδι ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
28t | ΛΟΓΟΣ γʹ. | |
29t | Ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου. | |
30 | Ὁ τὴν σκιὰν τῶν μελλόντων ἀγαθῶν περιέχων νόμος, | |
καί τισιν αἰνίγμασι τυπικοῖς προαναφωνῶν τὴν ἀλήθειαν, | 244 | |
246 | ἐπειδὰν εἰς τὸ ἄδυτον εἰςάγῃ προςευξόμενον τῷ θεῷ τὸν ἱερέα, πρῶτον μὲν καθαρσίοις τισὶ καὶ περιῤῥαντισμοῖς ἀφαγνίζει τὸν εἰςιόντα, εἶτα τῇ ἱερατικῇ στολῇ χρυσῷ καὶ πορφύρᾳ καὶ τοῖς λοιποῖς ἄνθεσι τῆς βαφῆς ἐκπρεπῶς | |
5 | ἐξησκημένῃ κατακοσμήσας, τήν τε περιστήθιον ἐπιβαλὼν αὐτῷ μίτραν, καὶ τοὺς κώδωνας τῶν κρασπέδων μετὰ τῶν ῥοΐσκων ἐξάψας, ἄνωθεν δὲ ταῖς ἐπωμίσι διασφίγξας τὸν ἐπενδύτην, καὶ τὴν κεφαλὴν καλλωπίσας τῷ διαδήματι, δαψιλῶς τε τῆς κόμης καταχέας τοῦ μύρου, οὕτως αὐτὸν | |
10 | παράγει ἐπὶ τὸ ἄδυτον, τὰς ἀποῤῥήτους ἱερουργίας ἐπι‐ τελέσοντα. Ὁ δὲ πνευματικὸς νομοθέτης, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀπογυμνῶν τῶν σωματικῶν προκαλυμμά‐ των τὸν νόμον, καὶ εἰς τὸ ἔμφανες ἄγων τὰ τῶν τύπων αἰνίγματα, πρῶτον μὲν οὐχ ἕνα τοῦ παντὸς ἀποκρίνας | |
15 | μόνον εἰς ὁμιλίαν ἄγει θεῷ, ἀλλὰ παντὶ κατὰ τὸ ἴσον τὴν ἀξίαν ταύτην χαρίζεται, κοινὴν προθεὶς τοῖς βουλο‐ μένοις τῆς ἱερωσύνης τὴν χάριν, ἔπειτα δὲ οὐκ ἀλλοτρίῳ κόσμῳ τῷ ἐκ βαφῆς τινος καὶ ὑφαντικῆς περιεργίας ἐξευ‐ ρημένῳ τὸ κάλλος τοῦ ἱερέως σοφίζεται, ἀλλ’ οἰκεῖον αὐ‐ | |
20 | τῷ καὶ συμφυῆ περιβάλλει τὸν κόσμον, ἀντὶ τῆς ποικίλης ἁλουργίδος ταῖς τῶν ἀρετῶν χάρισι περιανθίζων, κοσμεῖ δὲ καὶ τὸ στῆθος, οὐ γηΐνῳ χρυσῷ, ἀλλ’ ἐν ἀκηράτῳ καὶ καθαρᾷ συνειδήσει τὸ τῆς καρδίας ὡραΐζων κάλλος, ἐναρ‐ μόζει δὲ τῇ μίτρᾳ ταύτῃ καὶ πολυτελῶν λίθων αὐγάς· | |
25 | αὗται δέ εἰσιν αἱ τῶν ἁγίων ἐντολῶν λαμπηδόνες, ὡς τῷ ἀποστόλῳ δοκεῖ. Ἀλλὰ καὶ τῇ περισκελίδι τὸ μέρος ἐκεῖνο ᾧ κόσμος ἐστὶ τὸ τοιοῦτον τοῦ ἐνδύματος εἶδος κατασφα‐ λίζεται· πάντως δὲ οὐκ ἀγνοεῖς ὅτι τὸ τῆς σωφροσύνης περιβόλαιον κόσμος τοῦ τοιούτου μέρους ἐστίν. Ἀπαρτή‐ | |
30 | σας δὲ τῶν κρασπέδων τοῦ βίου τοὺς νοητοὺς ῥοΐσκους τε καὶ τοὺς κώδωνας, —ταῦτα δὲ εἰκότως ἄν τις τὰ προ‐ φανῆ τῆς κατ’ ἀρετὴν πολιτείας νοήσειεν, —ὡς ἂν ἐπί‐ σημος ἡ κατὰ τὴν ζωὴν ταύτην πορεία γένοιτο· τούτων | |
οὖν τῶν κρασπέδων ἐξάψας ἀντὶ μὲν τοῦ κώδωνος τὸν | 246 | |
248 | εὔηχον λόγον τῆς πίστεως, ἀντὶ δὲ τοῦ ῥοΐσκου τὴν κεκρυμ‐ μένην τῆς μελλούσης ἐλπίδος ἑτοιμασίαν, τὴν τῷ στυφω‐ τέρῳ βίῳ κεκαλυμμένην, ἀντὶ δὲ τῶν ἀνθινῶν τὴν εὐανθῆ τοῦ παραδείσου χάριν, οὕτω παράγει ἐπὶ τὸ ἄδυτον τοῦ | |
5 | ἱεροῦ καὶ ἐνδότατον. Τὸ δὲ ἄδυτον τοῦτο οὐκ ἄψυχόν ἐστιν, οὔτε χειρόκμητον, ἀλλὰ τὸ κρυπτὸν τῆς καρδίας ἡμῶν ταμεῖον, ἐὰν ἀληθῶς ἄδυτον ᾖ τῇ κακίᾳ καὶ τοῖς πονηροῖς λογισμοῖς ἀνεπίβατον. Κοσμεῖ δὲ τὴν κεφαλὴν τῷ οὐρανίῳ φρονήματι, οὐ γραμμάτων τύπον ἐνσημηνά‐ | |
10 | μενος πετάλῳ χρυσῷ, ἀλλ’ αὐτὸν τὸν θεὸν ἐντυπώσας ἐν τῷ ἡγεμονικῷ λογισμῷ· μύρον δὲ καταχέει τῆς κόμης τὸ παρ’ αὐτῆς ἔνδοθεν τῆς ψυχῆς διὰ τῶν ἀρετῶν μυρε‐ ψούμενον· θῦμα δὲ καὶ ἱερεῖον προςάγειν αὐτὸν τῷ θεῷ παρασκευάζει διὰ τῆς μυστικῆς ἱερουργίας οὐκ ἄλλο τι ἢ | |
15 | ἑαυτόν. Ὁ γὰρ οὕτως παρὰ τοῦ κυρίου πρὸς τὴν ἱερω‐ σύνην ταύτην ἀγόμενος τὸ φρόνημα τῆς σαρκὸς νεκρώσας ἐν τῇ μαχαίρᾳ τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ, οὕτως ἱλεοῦται τὸν θεὸν ἐν τοῖς ἀδύτοις γενόμενος, ἑαυτὸν διὰ τῆς τοιαύτης θυσίας ἱερουργήσας, καὶ παραστήσας τὸ ἑαυ‐ | |
20 | τοῦ σῶμα θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ θεῷ. Ἀλλ’ ἐρεῖ τις ἴσως μὴ ταῦτα κατὰ τὸ πρόχειρον ἔχειν τὴν τῆς προςευχῆς διάνοιαν τῆς προκειμένης ἡμῖν εἰς ἐξήγησιν, περινοεῖν δὲ ἡμᾶς τοὺς τοιούτους λόγους οὐκ ἐκ τῶν οἰ‐ κείων τοῖς ὑποκειμένοις ἁρμόζοντας. Οὐκοῦν πάλιν ὑπο‐ | |
25 | μνησθήτω τῶν πρώτων τῆς προςευχῆς ῥημάτων. Ὁ γὰρ οὕτως ἑαυτὸν παρασκευάσας ὥστε ἐν παῤῥησίᾳ τολμῆσαι πατέρα ἑαυτοῦ τὸν θεὸν ὀνομάσαι, οὗτος ἀκριβῶς περί‐ κειται τὴν στολὴν ἐκείνην ἣν ὁ λόγος ὑπέγραψεν, καὶ ἠχεῖ τοῖς κώδωσιν, καὶ ἐξανθεῖ τοῖς ῥοΐσκοις, καὶ λάμπει περὶ | |
30 | τὸ στῆθος ταῖς τῶν ἐντολῶν αὐγαῖς, καὶ φέρει τοῖς ὤμοις τοὺς πατριάρχας τε καὶ τοὺς προφήτας, ἀντὶ τῶν ὀνομά‐ των τὰς ἀρετὰς ἐκείνων εἰς τὸν ἴδιον κόσμον μετακοσμή‐ σας, καὶ τὴν κεφαλὴν κοσμεῖ τῷ τῆς δικαιοσύνης στεφάνῳ, | |
καὶ τὴν κόμην ἔχει τῷ οὐρανίῳ μύρῳ διάβροχον, ἐντός τε | 248 | |
250 | γίνεται τῶν ἐπουρανίων ἀδύτων, ἅπερ παντὶ λογισμῷ βεβήλῳ ἄδυτα ὡς ἀληθῶς ἐστι καὶ ἀνεπίβατα. Ἀλλ’ ὅπως μὲν προςήκει παρεσκευάσθαι τὸν ἱερωμένον, μετρίως ἐν τοῖς ἐξητασμένοις ὁ λόγος ὑπέδειξεν, λοιπὸν δ’ ἂν εἴη | |
5 | σκοπεῖν αὐτὴν τὴν αἴτησιν ἣν προςάγειν ἐκέλευσεν τῷ θεῷ τὸν ἐντὸς τῶν ἀδύτων γενόμενον· οὐ γάρ μοι δοκεῖ κατὰ τὸ πρόχειρον εὔληπτον παρέχειν ἡμῖν τὴν διάνοιαν ψιλῶς τῆς προςευχῆς ἐκτεθέντα τὰ ῥήματα. Ἁγιασθήτω, φησὶ, τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου. Τί ταῦτα | |
10 | πρὸς τὴν ἐμὴν χρείαν; εἴποι τις ἂν ἄνθρωπος, ἢ ἐπὶ ἁμαρτίαις ἑαυτὸν διὰ μετανοίας μαστίζων, ἢ ὅπως ἂν φύ‐ γοι κατακρατοῦσαν τὴν ἁμαρτίαν τὸν θεὸν εἰς συμμαχίαν καλῶν, ἐν ὀφθαλμοῖς ἔχων ἀεὶ τὸν διὰ τῶν πειρασμῶν προςπαλαίοντα. Ἔνθεν οἱ θυμοὶ τὸν λογισμὸν τοῦ κα‐ | |
15 | θεστηκότος παράγουσιν, ἐκεῖθεν αἱ τῶν ἀτόπων ἐπιθυμίαι τὸν τόνον τῆς ψυχῆς ἐκνευρίζουσιν, ἑτέρωθεν ἡ πλεονεξία πήρωσιν ἐπάγει τῷ διορατικῷ τῆς καρδίας, ὁ τύφος, ἡ ὑπερηφανία, τὸ μῖσος, ὁ λοιπὸς τῶν ἀντιπαλαιόντων ἡμῖν κατάλογος οἷόν τι στῖφος πολεμίων ἐν κύκλῳ περιστοιχι‐ | |
20 | σάμενον τὸν περὶ τῶν ἐσχάτων ἐπάγει τῇ ψυχῇ κίνδυνον· εἶτα ὁ ἐκδῦναι τὰ κακὰ ταῦτα διὰ τῆς κρείττονος συμ‐ μαχίας σπουδάζων ποίοις ἂν κυριώτερον χρήσαιτο λόγοις; οὐχ οἷς ὁ μέγας Δαυίδ, Ῥυσθείην ἐκ τῶν μισούντων με, λέγων, καὶ, Ἀποστραφήτωσαν οἱ ἐχθροί μου εἰς τὰ ὀπί‐ | |
25 | σω, καὶ, Δὸς ἡμῖν βοηθείαν ἐκ θλίψεως, καὶ ὅσα τοιαῦτα δι’ ὧν ἔστι τοῦ θεοῦ τὴν συμμαχίαν κατὰ τῶν ἐναντίων διαναστῆσαι; Νυνὶ δὲ τί φησιν ὁ τῆς προςευχῆς νόμος; Ἁγιασθήτω τὸ ὄνομά σου. Εἰ γὰρ μὴ λέγοιτο παρ’ ἐμοῦ τοῦτο, ἆρα δυνατόν ἐστι μὴ ἅγιον εἶναι τοῦ θεοῦ τὸ ὄνο‐ | |
30 | μα; Ἐλθέτω ἡ βασιλεία σου. Τί γὰρ τῆς ἐξουσίας τοῦ θεοῦ ἠλλοτρίωται, τοῦ διειληφότος τῇ σπιθαμῇ τὸν οὐ‐ ρανὸν ὅλον, καθώς φησιν Ἡσαΐας, τοῦ περιδεδρα‐ γμένου πάσης τῆς γῆς, τοῦ περικρατοῦντος ἐν τῇ χειρὶ | |
τὴν ὑγρὰν φύσιν, ὃς πᾶσαν ἐγκόσμιόν τε καὶ ὑπερκόσμιον | 250 | |
252 | ἐνηγκάλισται κτίσιν; Εἰ οὖν ἅγιον ἀεὶ τοῦ θεοῦ τὸ ὄνομα, καὶ οὐδὲν ἐκπέφευγε τὸ κράτος τῆς τοῦ θεοῦ δεσποτείας, ἀλλὰ καὶ κρατεῖ πάντων, καὶ κατὰ τὸν ἁγιασμὸν προς‐ θήκης οὐκ ἐπιδέεται ὁ διὰ πάντων ἀνελλιπὴς καὶ τέλειος, | |
5 | τί βούλεται ἡ εὐχὴ, Ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου; Ἢ τάχα τι τοιοῦτον ὁ λόγος ἐν τῷ εἴδει τῆς προςευχῆς δογματίζει, ὅτι ἀσθενής ἐστι πρὸς ἀγαθοῦ τινος κτῆσιν ἡ ἀνθρωπίνη φύσις, καὶ διὰ τοῦτο οὐκ ἄν τι γένοιτο τῶν σπουδαζομένων ἡμῖν, μὴ τῆς θείας συμ‐ | |
10 | μαχίας τὸ ἀγαθὸν ἐν ἡμῖν κατορθούσης; Ἀγαθῶν δὲ πάν‐ των ἐστὶ τὸ κεφάλαιον τὸ τῷ ἐμῷ βίῳ τὸ ὄνομα τοῦ θεοῦ ἐνδοξάζεσθαι. Γένοιτο δ’ ἂν ἡμῖν ἐκ τοῦ ἐναντίου γνω‐ ριμωτέρα ἡ ἔννοια. Ἤκουσά που τῆς ἁγίας γραφῆς κα‐ τακρινούσης ἐκείνους οἳ τῆς κατὰ τοῦ θεοῦ βλασφημίας | |
15 | αἴτιοι γίνονται. Οὐαὶ γὰρ, φησὶ, δι’ οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Τοῦτο δὲ τοιοῦτόν ἐστιν. Οἱ μήπω πεπιστευκότες τῷ λόγῳ τῆς ἀληθείας πρὸς τὸν βίον τῶν παραδεδεγμένων τὴν τοῦ μυστηρίου πίστιν ἀπο‐ σκοποῦσιν. Ὅταν τοίνυν τὸ μὲν ὄνομα τῆς πίστεως ἔν | |
20 | τισιν ᾖ, ὁ δὲ βίος ἀντιφθέγγηται τῷ ὀνόματι, ἢ διὰ πλε‐ ονεξίας εἰδωλολατρῶν, ἢ ἐν μέθαις καὶ κώμοις ἀσχη‐ μονῶν, καὶ τῷ βορβόρῳ τῆς ἀσωτίας ὑὸς δίκην ἐγκα‐ λινδούμενος, πρόχειρος εὐθὺς παρὰ τῶν ἀπίστων ὁ λόγος, οὐκ εἰς τὴν προαίρεσιν τῶν κακῶς τῷ βίῳ κεχρημένων | |
25 | τὴν κατηγορίαν τρέπων, ἀλλ’ ὡς τοιαῦτα πράττειν τοῦ μυστηρίου διδάσκοντος· μὴ γὰρ ἂν γενέσθαι τὸν δεῖνα τὸν τὰ θεῖα μεμυημένον μυστήρια ἢ λοίδορον, ἢ πλεονέκτην, ἢ ἅρπαγα, ἢ ἄλλο τι τοιοῦτον κακὸν, εἰ μὴ ἔννομον αὐ‐ τοῖς τὸ ἁμαρτάνειν ἦν. Διὰ τοῦτο χαλεπὴν τοῖς τοιού‐ | |
30 | τοις ἀπειλὴν ὁ λόγος ἐπανατείνεται λέγων ἐκείνοις εἶναι τὸ, Οὐαὶ δι’ οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Εἰ δὴ τοῦτο νενόηται, καιρὸς ἂν εἴη τὸ ἐκ τοῦ ἐναντίου λεγόμενον κατανοῆσαι· εὔχεσθαι γὰρ πρό γε πάντων οἶμαι χρῆναι καὶ τοῦτο ποιεῖσθαι τῆς προςευ‐ | |
35 | χῆς τὸ κεφάλαιον, τὸ μὴ βλασφημεῖσθαι ἐν τῷ ἐμῷ βίῳ | 252 |
254 | τὸ ὄνομα τοῦ θεοῦ, ἀλλὰ δοξάζεσθαι καὶ ἁγιάζεσθαι. Ἐν ἐμοὶ οὖν, φησὶν, ἁγιασθήτω τὸ ἐπικληθέν μοι ὄνομα τῆς σῆς δεσποτείας, ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Τίς | |
5 | δὲ οὕτω θηριώδης καὶ ἄλογος, ὥστε ὁρῶν ἐν τοῖς πεπι‐ στευκόσι θεῷ βίον καθαρὸν δι’ ἀρετῆς κατωρθωμένον, πάν‐ των τῶν ἐξ ἁμαρτίας μολυσμῶν καθαρεύοντα, πάσης τῆς πρὸς τὸ χεῖρον ὑπονοίας ἀλλοτριούμενον, λαμπρὸν τῇ σωφροσύνῃ, σεμνὸν τῇ φρονήσει, ἀνδρείως ἔχοντα πρὸς | |
10 | τὰς τῶν παθῶν προςβολὰς, μηδαμοῦ ταῖς σωματικαῖς ἡδυπαθείαις μαλακιζόμενον, τρυφῆς καὶ βλακείας καὶ τῆς κατὰ τὸν τύφον χαυνότητος ὡς ὅτι μάλιστα κεχωρισμένον, τοσοῦτον μετέχοντα τοῦ βίου ὅσον ἐπάναγκες, ἀκρῷ τῷ ποδὶ τῆς γῆς ἐπιψαύοντα, οὐ ταῖς καθ’ ἡδονὴν ἀπολαύ‐ | |
15 | σεσιν, τῷ γηΐνῳ τούτῳ βίῳ καταχωννύμενον, ἀλλ’ ὑπερα‐ νεστῶτα πάσης τῆς καθ’ αἴσθησιν γινομένης ἀπάτης, καὶ πρὸς τὴν ἀσώματον ζωὴν διὰ σαρκὸς ἁμιλλώμενον, ἕνα πλοῦτον νομίζοντα τὴν τῆς ἀρετῆς κτῆσιν, μίαν εὐγένειαν τὴν πρὸς τὸν θεὸν οἰκειότητα, μίαν ἀξίαν καὶ δυναστείαν | |
20 | μίαν τὸ κρατεῖν ἑαυτοῦ καὶ ἀδούλωτον εἶναι τοῖς ἀνθρω‐ πίνοις παθήμασιν, ἀχθόμενον τῇ παρατάσει τῆς τοῦ ὑλι‐ κοῦ βίου ζωῆς, σπεύδοντα δὲ, καθάπερ οἱ διὰ πελάγους κακοπαθοῦντες, πρὸς τὸν λιμένα καταντῆσαι τῆς ἀναπαύ‐ σεως, —τίς τοίνυν τὸν τοιοῦτον ὁρῶν οὐ δοξάζει τὸ | |
25 | ὄνομα τὸ ἐπικεκλημένον τῷ τοιούτῳ βίῳ; Οὐκοῦν ὁ ἐν τῇ προςευχῇ λέγων, Ἁγιασθήτω τὸ ὄνομά σου ἐν ἐμοὶ, ταῦτα τῇ δυνάμει τῶν λεγομένων προςεύχεται, Γε‐ νοίμην τῇ συνεργίᾳ τῆς σῆς βοηθείας ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, | |
30 | λαλῶν ἀλήθειαν, ἐργαζόμενος δικαιοσύνην, ἐν εὐθύτητι πορευόμενος, τὰ ἄνω φρονῶν, τῶν γηΐνων ὑπερορῶν, τῇ σωφροσύνῃ λάμπων, τῇ ἀφθαρσίᾳ κοσμούμενος, τῇ σοφίᾳ | |
καὶ τῇ φρονήσει καλλωπιζόμενος, ταῖς ἀγγελικαῖς πολι‐ | 254 | |
256 | τείαις ἐλλαμπρυνόμενος. Ταῦτα καὶ τὰ τοιαῦτα περιέ‐ χει ἡ βραχεῖα αἴτησις αὕτη ἡ λέγουσα διὰ προςευχῆς τῷ θεῷ ὅτι, Ἁγιασθήτω τὸ ὄνομά σου· οὐ γὰρ ἔστιν ἄλλως δυνατὸν ἐν ἀνθρώπῳ δοξασθῆναι θεὸν, μὴ τῆς κατ’ αὐ‐ | |
5 | τὸν ἀρετῆς τῇ θείᾳ δυνάμει τὴν αἰτίαν τῶν ἀγαθῶν μαρ‐ τυρούσης. Ὁ δὲ ἐφεξῆς λόγος τὴν βασιλείαν τοῦ θεοῦ εὔχεται ἐλθεῖν. Ἆρα νῦν ἀξιοῖ γενέσθαι βασιλέα τὸν τοῦ παντὸς βασιλέα, τὸν ἀεὶ ὄντα ὅπερ ἐστὶν, τὸν πρὸς πᾶσαν μεταβολὴν ἀμετάθετον, τὸν οὐκ ἔχοντα εὑρεῖν κρεῖττον | |
10 | εἰς ὃ μεταβήσεται; Τί οὖν βούλεται ἡ εὐχὴ τὴν τοῦ θεοῦ βασιλείαν ἐκκαλουμένη; Ἀλλὰ τὸν μὲν ἀληθῆ περὶ τού‐ του λόγον εἰδεῖεν ἂν οἷς τὸ πνεῦμα τῆς ἀληθείας ἀνακα‐ λύπτει τὰ κεκρυμμένα μυστήρια· ἡμεῖς δὲ τοιαύτην ἔχομεν περὶ τοῦ ῥητοῦ τὴν διάνοιαν. Μία τῶν πάντων ὑπέρκει‐ | |
15 | ται ἡ ἀληθὴς ἐξουσία καὶ δύναμις, ἡ τοῦ παντὸς ἀναδε‐ δεγμένη τὸ κράτος, καὶ βασιλεύουσα οὐ βιαίᾳ τινὶ καὶ τυραννικῇ δυναστείᾳ, φόβοις καὶ ἀνάγκαις ὑποζεύξασα τῇ ὑποταγῇ τὸ ὑπήκοον. Ἐλευθέραν γὰρ εἶναι προςήκει παν‐ τὸς φόβου τὴν ἀρετὴν καὶ ἀδέσποτον, ἑκουσίᾳ γνώμῃ τὸ | |
20 | ἀγαθὸν αἱρουμένην· ἀγαθοῦ δὲ παντὸς τὸ κεφάλαιον τὸ ὑπὸ τὴν ζωοποιὸν ἐξουσίαν τετάχθαι. Ἐπειδὴ τοίνυν τῆς τοῦ καλοῦ κρίσεως ἀπεπλανήθη δι’ ἀπάτης ἡ ἀνθρωπίνη φύσις, καὶ πρὸς τὸ ἐναντίον γέγονεν τῆς προαιρέσεως ἡμῶν ἡ ῥοπὴ, καὶ παντὶ τῷ χείρονι ἡ ζωὴ τῶν ἀνθρώ‐ | |
25 | πων κατεκρατήθη, μυρίαις ὁδοῖς τοῦ θανάτου καταμιχ‐ θέντος τῇ φύσει (πᾶσα γὰρ κακίας ἰδέα οἷόν τις ὁδὸς τῷ θανάτῳ καθ’ ἡμῶν γίνεται), ἐπειδὴ τοίνυν τῇ τοιαύ‐ τῃ τυραννίδι περιεσχέθημεν, καθάπερ δημίοις τισὶν ἢ πο‐ λεμίοις ταῖς προςβολαῖς τῶν παθημάτων τῷ θανάτῳ | |
30 | δεδουλωμένοι, καλῶς εὐχόμεθα τοῦ θεοῦ τὴν βασιλείαν ἐφ’ ἡμᾶς ἐλθεῖν· οὐ γὰρ ἔστιν ἄλλως ἐκδῦναι τὴν πονηρὰν τῆς φθορᾶς δυναστείαν, μὴ τῆς ζωοποιοῦ δυνάμεως ἐφ’ ἡμῶν ἀντιλαβούσης τὸ κράτος. Ἐὰν οὖν ἐλθεῖν ἐφ’ ἡμᾶς | |
τὴν βασιλείαν τοῦ θεοῦ αἰτήσωμεν, ταῦτα τῇ δυνάμει τὸν | 256 | |
258 | θεὸν ἱκετεύομεν· ἀπαλλαγείην τῆς φθορᾶς, ἐλευθερωθείην τοῦ θανάτου, ἄνετος γενοίμην τῶν τῆς ἁμαρτίας δεσμῶν, μηκέτι βασιλεύοι κατ’ ἐμοῦ ὁ θάνατος, μηκέτι ἐνεργὸς ἔστω καθ’ ἡμῶν ἡ τυραννὶς τῆς κακίας, μὴ κατακρατείτω | |
5 | μου ὁ πολέμιος, μηδὲ ἀγέτω με δι’ ἁμαρτίας αἰχμάλω‐ τον, ἀλλ’ ἐλθέτω ἐπ’ ἐμὲ ἡ βασιλεία σου, ἵνα ὑποχωρήσῃ ἀπ’ ἐμοῦ, μᾶλλον δὲ εἰς τὸ μὴ ὂν μεταχωρήσῃ τὰ νῦν ἐπικρατοῦντα καὶ βασιλεύοντα πάθη· ὡς γὰρ ἐκλείπει καπνὸς, οὕτως ἐκλείψουσιν, καὶ, ὡς τήκεται κηρὸς, οὕ‐ | |
10 | τως ἀπολοῦνται. Οὔτε γὰρ καπνὸς ἀναχεθεὶς εἰς τὸν ἀέρα σημεῖόν τι τῆς ἰδίας ὑπολείπεται φύσεως, οὔτε κη‐ ρὸς ἐν πυρὶ γενόμενος ἔτι εὑρίσκεται, ἀλλὰ καὶ οὗτος τὴν φλόγα δι’ ἑαυτοῦ θρέψας εἰς ἀτμὸν καὶ ἀέρα μετεποιή‐ θη, καὶ ὁ καπνὸς εἰς παντελῆ ἀφανισμὸν μετεχώρησεν. | |
15 | Οὕτως, ἐὰν ἡ βασιλεία τοῦ θεοῦ ἐφ’ ἡμᾶς ἔλθῃ, πάντα τὰ νῦν ἐπικρατοῦντα εἰς ἀφανισμὸν περιστήσεται· οὐ γὰρ ὑπομένει τὸ σκότος τὴν τοῦ φωτὸς παρουσίαν, οὐ νόσος ὑγείας ἐπιλαβούσης ἵσταται, οὐκ ἐνεργεῖ τὰ πάθη τῆς ἀπαθείας παρούσης, φροῦδος ὁ θάνατος, ἀφανὴς ἡ φθο‐ | |
20 | ρὰ, ὅταν ἡ ζωὴ ἐν ἡμῖν βασιλεύῃ καὶ ἀφθαρσία τὸ κρά‐ τος ἔχῃ. Ἐλθέτω ἡ βασιλεία σου. Ἡ γλυκεῖα φωνὴ, δι’ ἧς ταύτην ἄντικρυς προςάγομεν τῷ θεῷ τὴν δέησιν· κατα‐ λυθήτω ἡ ἀντικειμένη παράταξις, ἀφανισθήτω τῶν ἀλλο‐ φύλων ἡ φάλαγξ, ἀναιρεθήτω τῆς σαρκὸς ὁ κατὰ τοῦ | |
25 | πνεύματος πόλεμος, μὴ ἔστω τὸ σῶμα τοῦ πολεμίου τῆς ψυχῆς ὁρμητήριον, ἐπιφανήτω μοι ἡ βασιλικὴ δυνα‐ στεία, ἡ ἀγγελικὴ χεὶρ, αἱ χιλιάδες τῶν εὐθυνόντων, ἡ μυ‐ ριὰς τῶν κατὰ τὸ δεξιὸν παρισταμένων, ἵνα πέσῃ ἐκ τοῦ ἀντικειμένου κλίτους ἡ χιλιὰς τῶν πολεμούντων· πολὺς ὁ | |
30 | ἀντίπαλος, ἀλλὰ τοῖς ἐρήμοις τῆς σῆς συμμαχίας δεινός τε καὶ ἀκαταμάχητος, ἀλλ’ ἕως ἂν μόνος ὁ πολεμούμενος ᾖ· ἐπειδὰν δὲ ἡ σὴ βασιλεία φανῇ, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς, ἀντειςέρχεται δὲ ζωὴ καὶ εἰρήνη καὶ | |
ἀγαλλίαμα. Ἢ τάχα, καθὼς ἡμῖν ὑπὸ τοῦ Λουκᾶ τὸ | 258 | |
260 | αὐτὸ νόημα σαφέστερον ἑρμηνεύεται, ὁ τὴν βασιλείαν ἐλ‐ θεῖν ἀξιῶν τὴν τοῦ ἁγίου πνεύματος συμμαχίαν ἐπιβοᾶ‐ ται; οὕτω γὰρ ἐν ἐκείνῳ τῷ εὐαγγελίῳ φησὶν, ἀντὶ τοῦ, Ἐλθέτω ἡ βασιλεία σου, Ἐλθέτω τὸ ἅγιον πνεῦμά σου | |
5 | ἐφ’ ἡμᾶς καὶ καθαρισάτω ἡμᾶς. Τί ἐροῦσιν πρὸς ταῦ‐ τα οἱ θρασυστομοῦντες κατὰ τοῦ πνεύματος τοῦ ἁγίου; τίνι διανοίᾳ τὴν τῆς βασιλείας ἀξίαν εἰς ταπεινότητα δουλείας μετασκευάζουσιν; ὅπερ γὰρ ὁ Λουκᾶς πνεῦμα ἅγιον λέγει, τοῦτο Ματθαῖος βασιλείαν ὠνόμασεν. | |
10 | Πῶς εἰς τὴν ὑποχείριον κτίσιν κατασπῶσιν τὴν φύσιν τοῦ πνεύματος, ἀντὶ τῆς βασιλευούσης τῇ βασιλευομένῃ συγκατατάσσοντες φύσει; Ἡ κτίσις δουλεύει, ἡ δὲ δου‐ λεία βασιλεία οὐκ ἔστιν. Ἀλλὰ μὴν βασιλεία τὸ πνεῦμα τὸ ἅγιον· εἰ δὲ βασιλεία ἐστὶν, βασιλεύει πάντως, οὐ βα‐ | |
15 | σιλεύεται· εἰ δὲ μὴ βασιλεύεται, οὐδὲ κτίσις ἐστίν· ἴδιον γὰρ τῆς κτίσεως τὸ δουλεύειν ἐστίν. Εἰ οὖν βασιλεύει τὸ πνεῦμα, πῶς τῇ δουλευούσῃ φύσει συναριθμοῦσιν αὐτὸ οἱ μηδέπω προςεύχεσθαι μεμαθηκότες, οἱ μὴ εἰδότες τίς ὁ καθαρίζων τὸ κεκοινωμένον, τίς ὁ τῆς βασι‐ | |
20 | λείας ἀναδεδεγμένος τὸ κράτος; Ἐλθέτω τὸ ἅγιον πνεῦ‐ μά σου, φησὶν, καὶ καθαρισάτω ἡμᾶς. Οὐκοῦν ἰδία καὶ ἐξαίρετος τοῦ ἁγίου πνεύματος δύναμίς τε καὶ ἐνέργεια τὸ καθαρίζειν τὴν ἁμαρτίαν ἐστίν· οὐ γὰρ δὴ τὸ καθαρόν τε καὶ ἀμόλυντον τοῦ καθαρίζοντος δέεται. Ἀλλὰ μὴν | |
25 | τὸ αὐτὸ τοῦτο καὶ τῷ μονογενεῖ προςμαρτυρεῖ ὁ ἀπόστο‐ λος. Καθαρισμὸν γὰρ, φησὶ, τῶν ἁμαρτιῶν ἡμῶν ποιη‐ σάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλοσύνης τοῦ πατρός. Οὐκοῦν ἓν ἑκατέρων τὸ ἔργον, τοῦ τε καθαρίζοντος τὴν ἁμαρτίαν πνεύματος καὶ τοῦ τὸν καθαρισμὸν πεποιηκό‐ | |
30 | τος. Ὧν δὲ ἡ ἐνέργεια μία, καὶ ἡ δύναμις πάντως ἡ αὐτὴ τούτων ἐστίν· πᾶσα γὰρ ἐνέργεια δυνάμεώς ἐστιν ἀπο‐ | |
τέλεσμα. Εἰ οὖν καὶ ἐνέργεια καὶ δύναμις μία, πῶς ἔστιν | 260 | |
262 | ἑτερότητα φύσεως νοῆσαι ἐν οἷς οὐδεμίαν κατὰ τὴν δύ‐ ναμίν τε καὶ ἐνέργειαν διαφορὰν ἐξευρίσκομεν; Ὡς γὰρ οὐκ ἔστιν ἐν τοῖς τοῦ πυρὸς ἰδιώμασιν, ὅταν τὰ δύο, τὸ φωτίζον τε καὶ τὸ καῖον, ἴσον καὶ ὅμοιον ᾖ, νομίσαι τινὰ | |
5 | τοῦ ὑποκειμένου παραλλαγὴν εἶναι, οὕτως οὐκ ἄν τις σω‐ φρονῶν μίαν ἐνέργειαν ἐκ τῆς θείας γραφῆς διδαχθεὶς τοῦ υἱοῦ καὶ τοῦ πνεύματος διαφοράν τινα φύσεως ὑπο‐ νοεῖν ἐναχθείη. Ἀλλὰ μὴν προαποδέδεικται ταῖς τῶν εὐσεβούντων δόξαις τὴν αὐτὴν ἐπὶ πατρός τε καὶ υἱοῦ | |
10 | φύσιν εἶναι· μὴ γὰρ εἶναι δυνατὸν τὰ ἑτερογενῆ τῇ τοῦ θεοῦ κλήσει κατονομάζεσθαι. Ὡς οὐ λέγεται βάθρον ὁ υἱὸς τοῦ τέκτονος, οὐδ’ ἄν τις εἴποι τῶν εὖ φρονούντων ὅτι ὁ οἰκοδόμος τὴν οἰκίαν ἐτεκνώσατο, ἀλλὰ τῇ τοῦ υἱοῦ καὶ τῇ τοῦ πατρὸς προςηγορίᾳ τὸ κατὰ τὴν φύσιν συνημ‐ | |
15 | μένον σημαίνεται, ἀνάγκη πᾶσα, ὅταν τὰ δύο πρὸς τὸ ἓν οἰκείως ἔχῃ, μηδὲ πρὸς ἄλληλα διαφόρως ἔχειν. Ὥστε, εἰ τῷ πατρὶ κατὰ τὴν φύσιν ὁ υἱὸς ἥνωται, τῆς δὲ τοῦ υἱοῦ φύσεως διὰ τῆς τῶν ἐνεργειῶν ταὐτότητος οὐκ ἀλ‐ λότριον ἀπεδείχθη τὸ πνεῦμα τὸ ἅγιον, μία κατὰ τὸ | |
20 | ἀκόλουθον ἀποδέδεικται τῆς ἁγίας τριάδος ἡ φύσις, οὐ συγχεομένης ἐφ’ ἑκάστης τῶν ὑποστάσεων τῆς κατ’ ἐξαίρε‐ τον ἐπιθεωρουμένης αὐταῖς ἰδιότητος, οὐδὲ τῶν γνωρισ‐ μάτων ἐν ἀλλήλοις ἀλλασσομένων, ὥστε τὸ σημεῖον τῆς πατρικῆς ὑποστάσεως ἐπὶ τὸν υἱὸν ἢ τὸ πνεῦμα μετενεχ‐ | |
25 | θῆναι, ἢ τοῦ υἱοῦ πάλιν ἑνὶ τῶν προκειμένων ἐφαρμοσ‐ θῆναι, ἢ τὴν τοῦ πνεύματος ἰδιότητα τῷ πατρὶ καὶ τῷ υἱῷ ἐπιφαίνεσθαι. Ἀλλ’ ἐν τῇ κοινότητι τῆς φύσεως ἀκοινώνητος ἡ τῶν ἰδιαζόντων θεωρεῖται διάκρισις. Ἴδιον τοῦ πατρὸς τὸ μὴ ἐξ αἰτίου εἶναι. Τοῦτο οὐκ ἔστιν ἰδεῖν | |
30 | ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος· ὅ τε γὰρ υἱὸς ἐκ τοῦ πατρὸς ἐξῆλθε, καθώς φησιν ἡ γραφὴ, καὶ τὸ πνεῦμα ἐκ τοῦ θεοῦ καὶ παρὰ τοῦ πατρὸς ἐκπορεύεται. Ἀλλ’ ὥς‐ | |
περ τὸ ἄνευ αἰτίας εἶναι, μόνου τοῦ πατρὸς ὂν, τῷ υἱῷ | 262 | |
264 | καὶ τῷ πνεύματι ἐφαρμοσθῆναι οὐ δύναται, οὕτω τὸ ἔμπαλιν τὸ ἐξ αἰτίας εἶναι, ὅπερ ἴδιόν ἐστιν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος, τῷ πατρὶ ἐπιθεωρηθῆναι φύσιν οὐκ ἔχει. Κοινοῦ δὲ ὄντος τῷ υἱῷ καὶ τῷ πνεύματι τοῦ μὴ ἀγεν‐ | |
5 | νήτως εἶναι, ὡς ἂν μή τις σύγχυσις περὶ τὸ ὑποκείμενον θεωρηθείη, πάλιν ἔστιν ἄμικτον τὴν ἐν τοῖς ἰδιώμασιν αὐτῶν διαφορὰν ἐξευρεῖν, ὡς ἂν καὶ τὸ κοινὸν φυλαχθείη, καὶ τὸ ἴδιον μὴ συγχεθείη. Ὁ γὰρ μονογενὴς υἱὸς ἐκ τοῦ πατρὸς παρὰ τῆς ἁγίας γραφῆς ὀνομάζεται, καὶ μέχρι | |
10 | τούτου ὁ λόγος ἵστησιν αὐτῷ τὸ ἰδίωμα. Τὸ δὲ ἅγιον πνεῦμα καὶ ἐκ τοῦ πατρὸς λέγεται, καὶ τοῦ υἱοῦ εἶναι προςμαρτυρεῖται· εἰ γάρ τις, φησὶ, πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Οὐκοῦν τὸ μὲν πνεῦμα τὸ ἐκ τοῦ θεοῦ ὂν καὶ Χριστοῦ πνεῦμά ἐστιν· ὁ δὲ υἱὸς ἐκ | |
15 | τοῦ θεοῦ ὢν οὐκέτι καὶ τοῦ πνεύματος οὔτε ἐστὶν, οὔτε λέγεται· οὐδὲ ἀντιστρέφει ἡ σχετικὴ ἀκολουθία αὕτη, ὡς δύνασθαι κατὰ τὸ ἴσον δι’ ἀναλύσεως ἀντιστραφῆναι τὸν λόγον καὶ, ὥςπερ Χριστοῦ τὸ πνεῦμα λέγομεν, οὕτω καὶ τοῦ πνεύματος Χριστὸν ὀνομάσαι. Ταύτης τοίνυν τῆς ἰδι‐ | |
20 | ότητος τρανῶς καὶ ἀσυγχύτως τὸ ἕτερον τοῦ ἑτέρου δια‐ κρινούσης, τῆς δὲ κατὰ τὴν ἐνέργειαν ταὐτότητος τὸ κοι‐ νὸν μαρτυρούσης τῆς φύσεως, ἔῤῥωται δι’ ἑκατέρων ἡ εὐσεβὴς περὶ τὸ θεῖον ὑπόληψις, ὡς καὶ ἀριθμεῖσθαι τὴν τριάδα διὰ τῶν ὑποστάσεων, καὶ εἰς ἑτεροφυῆ τμήμα‐ | |
25 | τα μὴ διακόπτεσθαι. Τίς οὖν ἡ μανία τῶν πνευματο‐ μαχούντων δουλεύειν τὸν κύριον δογματιζόντων, οἷς οὐδὲ Παῦλος διαμαρτυρόμενός ἐστιν ἀξιόπιστος, ὅς φησιν, Ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν; Ἢ τάχα τὸ Ἐλθέτω καθαιρετι‐ κὸν τῆς ἀξίας νομίζουσιν; εἶτα οὐκ ἀκούουσι τοῦ μεγάλου | |
30 | Δαυὶδ, καὶ τὸν πατέρα πρὸς ἑαυτὸν ἕλκοντος καὶ, Ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς, βοῶντος; Εἰ οὖν ἐπὶ τοῦ πατρὸς τὸ ἐλθεῖν σωτήριον, πῶς ἐπὶ τοῦ πνεύματος τὸ ἐλθεῖν ἐπο‐ νείδιστον; Ἢ τὸ καθαίρειν τῶν ἁμαρτιῶν σημεῖον ποιοῦν‐ ται τῆς κατὰ τὴν ἀξίαν ὑφέσεως; Καὶ μὴν ἄκουε τῶν | |
35 | ἀπίστων Ἰουδαίων βοώντων ὅτι, Τὸ ἀφιέναι ἁμαρτίας μό‐ | |
νου ἐστὶ τοῦ θεοῦ. Περὶ τοῦ πατρὸς λέγοντες, Τί οὗτος, | 264 | |
266 | φασὶν, λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ θεός; Εἰ οὖν ἀφίησι μὲν ὁ θεὸς ἁμαρ‐ τίας, αἴρει δὲ ὁ υἱὸς τοῦ κόσμου τὴν ἁμαρτίαν, καθαρί‐ ζει δὲ τὸ πνεῦμα τὸ ἅγιον ἐκ τῶν τῆς ἁμαρτίας μολυσ‐ | |
5 | μάτων, οἷς ἂν ἐγγένηται, τί ἐροῦσιν οἱ τῇ ἰδίᾳ προςπο‐ λεμοῦντες ζωῇ; Ἀλλ’ ἐλθέτω ἐφ’ ἡμᾶς τὸ πνεῦμα τὸ ἅγιον, καὶ καθαρισάτω ἡμᾶς, καὶ ποιήσειεν δεκτικοὺς τῶν ὑψηλῶν τε καὶ θεοπρεπῶν νοημάτων, τῶν διὰ τῆς προς‐ ευχῆς ἡμῖν παρὰ τῆς τοῦ σωτῆρος ὑποδεικνυμένων φωνῆς, | |
10 | ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
11t | ΛΟΓΟΣ δʹ. | |
12t | Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς. | |
13t | Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. | |
14 | Ἤκουσά τινος ἰατρικοῦ τεχνικῶς περὶ τῆς κατὰ τὴν | |
15 | ὑγείαν ἕξεως φυσιολογοῦντος· ἴσως δ’ ἂν γένοιτο ἡμῖν καὶ πρὸς τὴν τῆς ψυχῆς εὐεξίαν οὐκ ἀπὸ σκοποῦ τὸ λεγόμε‐ νον. Τὴν γὰρ ἐκ τοῦ μετρίου παρατροπὴν τῶν ἐν ἡμῖν στοιχείων τινὸς ἀρχὴν καὶ αἰτίαν τῆς κατὰ τὸ πάθος συστά‐ σεως διωρίζετο, καὶ ἐκ τοῦ ἐναντίου πάλιν τὴν ἐπὶ τὸ | |
20 | οἰκεῖόν τε καὶ κατὰ φύσιν τῶν πλημμελῶς παρακινηθέν‐ των ἀποκατάστασιν θεραπείαν ἔφασκεν τῆς νοσώδους αἰ‐ τίας εἶναι. Καὶ διὰ τοῦτο σκοπεῖν ᾤετο δεῖν τί μάλιστα τῶν ἐν ἡμῖν ἐν ἀταξίᾳ κινουμένων διὰ τῆς ἰδίας ἐπικρα‐ τήσεως ἄτονον ποιεῖ τοῦ ἀντιστοιχοῦντος τὴν πρὸς τὴν | |
25 | ὑγείαν συνειςφοράν· ὡς εἰ μὲν τὸ θερμὸν ἐπικρατοίη, συμμαχίαν τῷ δυναστευομένῳ παρέχειν καὶ ὑπονοτίζειν τὸ ξηραινόμενον, μή που τῆς ὕλης ἐπιλιπούσης μαρανθείη | |
τελείως καὶ ἀποσβεσθείη ἐν ἑαυτῷ τὸ θερμὸν, αὐτὸ περὶ | 266 | |
268 | ἑαυτὸ δαπανώμενον, ὡςαύτως καὶ, εἴ τι τῶν ἄλλων τῶν κατὰ τὸ ἐναντίον ἐν ἡμῖν θεωρουμένων ἐκβαίνοι τὸν ὄρον, πρὸς τὸ πλεονάζον ἵστασθαι τῷ ἐλαττουμένῳ τὴν ἀπὸ τῆς τέχνης συμμαχίαν ἐπάγοντας, τούτων δὲ γενομένων, καὶ | |
5 | μηδενὸς τῇ τῶν στοιχείων ἰσονομίᾳ ἐμποδίζοντος, ἐπανά‐ γεσθαι τὴν ὑγείαν τῷ σώματι, μηκέτι τῆς φύσεως κατὰ τὴν κρᾶσιν ἀνωμαλούσης. Τί δή μοι βούλεται τὸ μακρὸν τοῦτο τοῦ λόγου προοίμιον; Τάχα οὐκ ἀπὸ σκοποῦ τὸ θεώρημα, οὐδὲ πόῤῥω που τῆς προκειμένης ὑποθέσεως | |
10 | ἀπεσχοίνισται· πρόκειται γὰρ ἡμῖν εἰς θεωρίαν τὸ, Γενη‐ θήτω τὸ θέλημά σου. Ὅτου δὲ χάριν ἐμνήσθημεν τοῦ κατὰ τὴν ἰατρικὴν θεωρήματος, διὰ τῶν ἐφεξῆς σαφηνί‐ σομεν. Ἦν ἐν ὑγείᾳ ποτὲ νοητῇ τὸ ἀνθρώπινον, οἷόν τινων στοιχείων, τῶν τῆς ψυχῆς λέγω κινημάτων, κατὰ τὸν τῆς | |
15 | ἀρετῆς λόγον ἰσοκρατῶς ἐν ἡμῖν κεκραμένων. Ἐπεὶ δὲ τοῦ ἐπιθυμητικοῦ κατισχύσαντος ἡ ἐκ τοῦ ἐναντίου νοου‐ μένη διάθεσις, ἡ ἐγκράτεια, κατεκρατήθη τῷ πλεονάζοντι, καὶ τὴν ἄμετρον τῆς ἐπιθυμίας ἐπὶ τὰ μὴ δέοντα κίνη‐ σιν τὸ κωλύον οὐκ ἦν, ἐκ τούτου τὸ ἐπιθανάτιον νόσημα, | |
20 | ἡ ἁμαρτία, τῇ ἀνθρωπίνῃ συνέστη φύσει. Ὁ τοίνυν ἰατρὸς ἀληθὴς τῶν τῆς ψυχῆς παθημάτων, ὁ διὰ τοὺς κακῶς ἔχοντας ἐν τῇ ζωῇ τῶν ἀνθρώπων γενόμενος, τοῖς ἐν τῇ προςευχῇ νοήμασι τὸ νοσοποιὸν αἴτιον ὑπεκλύων ἐπανά‐ γει ἡμᾶς ἐπὶ τὴν νοητὴν ὑγίειαν. Ὑγεία δὲ τῆς ψυχῆς | |
25 | ἡ τοῦ θείου θελήματος εὐοδία, ὥςπερ δὴ πάλιν τὸ ἐκ‐ πεσεῖν τοῦ ἀγαθοῦ θελήματος νόσος ἐστὶ ψυχῆς τελευ‐ τῶσα εἰς θάνατον. Ἐπεὶ οὖν ἠσθενήσαμεν τὴν ἀγαθὴν ἐν τῷ παραδείσῳ δίαιταν καταλιπόντες, ὅτε τοῦ δηλητη‐ ρίου τῆς παρακοῆς ἄρδην ἐνεφορήθημεν, καὶ διὰ τοῦτο | |
30 | τῷ πονηρῷ τούτῳ καὶ ἐπιθανατίῳ νοσήματι κατεκρατήθη ἡ φύσις, ἦλθεν ὁ ἀληθινὸς ἰατρὸς, κατὰ τὸν νόμον τῆς ἰατρικῆς διὰ τῶν ἐναντίων τὸ κακὸν ἐξιώμενος. Καὶ τοὺς | |
διὰ τοῦτο τῇ ἀῤῥωστίᾳ συνενεχθέντας, ὅτι τοῦ θείου θε‐ | 268 | |
270 | λήματος ἐχωρίσθησαν, πάλιν ἐλευθεροῖ τοῦ νοσήματος τῇ πρὸς τὸ βούλημα τοῦ θεοῦ συναφείᾳ. Τὰ γὰρ τῆς προς‐ ευχῆς ῥήματα θεραπεία ἐστὶ τῆς ἐγγενομένης τῇ ψυχῇ ἀῤῥωστίας· εὔχεται γὰρ οἷόν τισιν ὀδύναις τὴν ψυχὴν συν‐ | |
5 | εχόμενος ὁ λέγων, Γενηθήτω τὸ θέλημά σου. Θέλημα δὲ θεοῦ ἡ σωτηρία τῶν ἀνθρώπων ἐστίν. Ἐπειδὰν τοίνυν εἰς τοῦτο στῶμεν ὥστε εἰπεῖν τῷ θεῷ ὅτι, Γενηθήτω καὶ ἐν ἐμοὶ τὸ θέλημά σου, ἀνάγκη πᾶσα πρότερον κατειπεῖν ἐκείνου τοῦ βίου ὃς ἔξω τοῦ θείου βουλήματος ἦν, καὶ | |
10 | ταῦτα ἐν τῇ ἐξαγορεύσει διεξελθεῖν ὅτι, Ἐπειδὴ κακῶς ἐνήργησεν ἐν ἐμοὶ διὰ τοῦ φθάσαντος βίου τὸ ἀντικείμε‐ νον θέλημα, καὶ ὑπηρέτης ἐγενόμην τοῦ πονηροῦ τυράν‐ νου, οἷόν τις δήμιος τὴν τοῦ ἐχθροῦ ψῆφον εἰς πέρας κατ’ ἐμαυτοῦ φέρων, τούτου χάριν οἶκτον λαβὼν τῆς ἀ‐ | |
15 | πωλείας μου δός ποτε καὶ τὸ σὸν θέλημα γενέσθαι ἐν ἐμοί. Ὥςπερ γὰρ ἐν τοῖς ζοφώδεσι τῶν σπηλαίων φω‐ τὸς εἰςκομισθέντος ὁ ζόφος ἐξαφανίζεται, οὕτω τοῦ σοῦ θελήματος ἐν ἐμοὶ γενομένου πᾶσα πονηρὰ καὶ ἄτοπος τῆς προαιρέσεως κίνησις εἰς τὸ μὴ ὂν περιΐσταται. Ἡ γὰρ σωφρο‐ | |
20 | σύνη σβέσει τὴν ἀκόλαστον καὶ ἐμπαθῆ τῆς διανοίας ὁρμὴν, ἡ ταπεινοφροσύνη καταναλώσει τὸν τύφον, ἡ μετριότης ἰά‐ σεται τῆς ὑπερηφανίας τὴν νόσον, τὸ δὲ τῆς ἀγάπης ἀγα‐ θὸν πολὺν κατάλογον τῶν ἀντικειμένων κακῶν τῆς ψυχῆς ἀπελάσει· ταύτῃ γὰρ ὑποχωρεῖ τὸ μῖσος, ὁ φθόνος, ἡ | |
25 | μῆνις, ἡ κατ’ ὀργὴν κίνησις, ἡ θυμώδης διάθεσις, ἡ ἐπι‐ βουλὴ, ἡ ὑπόκρισις, ἡ λυπηρῶν μνήμη, ἡ τῆς ἀντιλυπή‐ σεως ὄρεξις, ἡ περικάρδιος τοῦ αἵματος ζέσις, ὁ πικρὸς ὀφθαλμὸς, πᾶσα ἡ τῶν τοιούτων κακῶν ἀγέλη τῇ ἀγα‐ πητικῇ διαθέσει ἐξαφανίζεται. Οὕτως ἐκβάλλει τὴν δι‐ | |
30 | πλῆν εἰδωλολατρείαν ἡ ἐνέργεια τοῦ θεοῦ βουλήματος· διπλῆν δέ φημι τήν τε περὶ τὰ εἴδωλα μανίαν καὶ τὴν περὶ τὸ ἀργύριον καὶ χρυσίον ἐπιθυμίαν, ἅπερ εἴδωλα τῶν ἐθνῶν ὁ τῆς προφητείας ὠνόμασε λόγος. Γενηθήτω | |
τοίνυν τὸ θέλημά σου, ἵνα σβεσθῇ τοῦ διαβόλου τὸ θέ‐ | 270 | |
272 | λημα. Διὰ τί δὲ παρὰ τοῦ θεοῦ γενέσθαι τὴν ἀγαθὴν ἡμῖν προαίρεσιν ἐπευχόμεθα; Ὅτι ἀσθενὴς ἡ ἀνθρωπίνη φύσις πρὸς τὸ ἀγαθόν ἐστιν, ἅπαξ διὰ κακίας ἐκνευρισ‐ θεῖσα. Οὐ γὰρ μετὰ τῆς αὐτῆς εὐκολίας πρός τε τὸ | |
5 | κακὸν ὁ ἄνθρωπος ἔρχεται καὶ ἀπὸ τούτου πάλιν ἐπὶ τὸ ἀγαθὸν ἐπανέρχεται, ὥςπερ καὶ ἐπὶ τῶν σωμάτων ἔστι κατανοῆσαι τὸν τοιοῦτον λόγον, ὅτι οὐχ ὁμοίως, οὐδὲ μετὰ τῆς ἴσης ῥᾳστώνης τό τε ὑγιαῖνον ἐν νόσῳ γίνεται καὶ τὸ νενοσηκὸς ὑγιάζεται. Ὁ γὰρ ἐν ὑγείᾳ τέως διάγων | |
10 | καὶ δι’ ἑνὸς πολλάκις τραύματος εἰς τὸν περὶ τῶν ἐσχά‐ των κίνδυνον ἦλθεν, καὶ μία περίοδος ἢ καταβολὴ πυρε‐ τοῦ πάντα τὸν τοῦ σώματος τόνον διέλυσεν, καὶ βραχεῖα δηλητηρίου γεῦσις ἢ παντελῶς διέφθειρεν ἢ παρ’ ὀλίγον τοῦτο ἐποίησεν, καὶ δήγματι ἑρπετοῦ, ἢ κέντρῳ τινὶ τῶν | |
15 | ἰοβόλων, ἢ ὀλισθήματι, ἢ καταπτώματι, ἢ πλείονι τῆς δυνάμεως ἀδηφαγίᾳ, ἢ ἄλλῳ τινὶ τοιούτῳ εὐθέως ἐπηκο‐ λούθησεν ἢ νόσος ἢ θάνατος· ἡ δὲ τοῦ ἀῤῥωστήματος ἀπαλλαγὴ πολλαῖς ἐπινοίαις γίνεται καὶ δυςκολίαις καὶ τέχναις ἰατρικαῖς, ἐὰν ἄρα καὶ γένηται. Διὰ τοῦτο πρὸς | |
20 | μὲν τὸ κακὸν ἡμῖν τῆς ὁρμῆς γινομένης οὐ χρεία τοῦ συν‐ εργοῦντος, αὐτομάτως ἐν τῷ θελήματι ἡμῶν τῆς κακίας ἑαυτὴν τελειούσης· εἰ δὲ πρὸς τὸ κρεῖττον γένοιτο ἡ ῥοπὴ, τοῦ θεοῦ χρεία τοῦ τὴν ἐπιθυμίαν εἰς ἔργον ἄγοντος. Διὰ τοῦτό φαμεν ὅτι, Ἐπειδὴ θέλημά σού ἐστιν ἡ σωφρο‐ | |
25 | σύνη, ἐγὼ δὲ σάρκινός εἰμι, πεπράμενος ὑπὸ τὴν ἁμαρ‐ τίαν, τῇ σῇ δυνάμει κατορθωθείη μοι τὸ ἀγαθὸν τοῦτο θέλημα· οὕτως ἡ δικαιοσύνη, ἡ εὐσέβεια, ἡ τῶν παθῶν ἀλλοτρίωσις. Ἡ γὰρ τοῦ θελήματος φωνὴ πάσας γενι‐ κῶς ἐμπεριλαμβάνει τὰς ἀρετὰς, καὶ τὰ καθ’ ἕκαστον τῶν ἐν | |
30 | τῷ ἀγαθῷ νοουμένων ἐν τῷ θελήματι τοῦ θεοῦ θεωρεῖται. Ἀλλὰ τί βούλεται ἡ προςθήκη τοῦ λόγου, Ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς; Τάχα μοι δοκεῖ τῶν βαθυτέρων τι δογμά‐ των ὑποσημαίνειν ὁ λόγος, καί τινα ποιεῖσθαι διδασκα‐ | |
λίαν θεοπρεποῦς διανοίας ἐν τῇ θεωρίᾳ τῆς κτίσεως. | 272 | |
274 | Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. Μεμέρισται πᾶσα ἡ λογικὴ κτί‐ σις εἴς τε τὴν ἀσώματον καὶ τὴν ἐνσώματον φύσιν. Ἔστι δὲ ἀγγελικὴ μὲν ἡ ἀσώματος, τὸ δὲ ἕτερον εἶδος ἡμεῖς οἱ ἄνθρωποι. Ἡ μὲν οὖν νοητὴ, ἅτε δὴ τοῦ βαροῦντος | |
5 | κεχωρισμένη σώματος, τούτου λέγω τοῦ ἀντιτύπου τε καὶ εἰς γῆν βρίθοντος, τὴν ἄνω λῆξιν ἐπιπορεύεται, τοῖς κού‐ φοις τε καὶ αἰθεριώδεσι τόποις ἐνδιατρίβουσα ἐν ἐλαφρᾷ τε καὶ εὐκινήτῳ τῇ φύσει· ἡ δὲ ἑτέρα διὰ τὴν τοῦ σώ‐ ματος ἡμῶν πρὸς τὸ γεῶδες συγγένειαν οἷόν τινα ἰλύος | |
10 | ὑποστάθμην κατ’ ἀνάγκην τὸν περίγειον τοῦτον εἴληχε βίον, οὐκ οἶδα μὲν ὅ τι τοῦ θείου βουλήματος διὰ τούτων οἰκονο‐ μοῦντος, εἴτε πᾶσαν πρὸς ἑαυτὴν οἰκειοῦντος τὴν κτίσιν, ὡς ἂν μήτε τῶν οὐρανίων ὑψωμάτων ἡ κάτω λῆξις ἀμοι‐ ρήσειε, μήτε ὁ οὐρανὸς καθ’ ὅλου τῶν κατὰ τὴν γῆν ἀμοι‐ | |
15 | ρήσειεν, ὡς ἂν γένοιτό τις διὰ τοῦ ἀνθρωπίνου πλάσμα‐ τος ἑκατέρων τῶν στοιχείων μετουσία τῶν ἐν θατέρῳ νοουμένων, τοῦ τε νοεροῦ τῆς ψυχῆς, ὅπερ δοκεῖ συγγενές τε καὶ ὁμόφυλον τῶν κατ’ οὐρανὸν εἶναι δυνάμεων, τοῖς γηΐνοις σώμασιν ἐνοικοῦντος, τῆς τε γεηρᾶς ταύτης σαρ‐ | |
20 | κὸς ἐν τῇ ἀποκαταστάσει τῶν πάντων εἰς τὸν οὐράνιον χῶρον τῇ ψυχῇ συμμετοικιζομένης (ἁρπαγησόμεθα γὰρ, καθώς φησιν ὁ ἀπόστολος, ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα), εἴτε οὖν τοῦτο, εἴτε τι ἕτερον παρὰ τοῦτο τῆς τοῦ θεοῦ | |
25 | σοφίας οἰκονομούσης, ἐν τῇ διπλῇ ταύτῃ ζωῇ μερισθεῖσα πᾶσα ἡ λογικὴ διῄρηται φύσις, ἡ μὲν ἀσώματος τὴν οὐ‐ ράνιον λαχοῦσα μακαριότητα, ἡ δὲ διὰ σαρκὸς εἰς τὴν γῆν ἐπιστρεφομένη διὰ τὴν πρὸς αὐτὴν οἰκειότητα. Ἡ μέν τοι τοῦ καλοῦ τε καὶ ἀγαθοῦ ἐπιθυμία ὁμοτίμως ἑκατέ‐ | |
30 | ρᾳ συνουσιώθη τῇ φύσει, καὶ τὸ αὐτοκρατές τε καὶ αὐ‐ τεξούσιον καὶ πάσης ἀνάγκης ἐλεύθερον ἴσον ἐπ’ ἀμφοῖν ὁ τοῦ παντὸς ἐπιστάτης ἐποίησεν, ὡς αὐτονόμῳ τινὶ προ‐ αιρέσει οἰκονομεῖσθαι πᾶν ὅσον λόγῳ τε καὶ διανοίᾳ τε‐ | |
τίμηται. Ἀλλ’ ἡ μὲν ἄνω ζωὴ καθαρεύει πάντη κακίας, | 274 | |
276 | καὶ οὐδὲν ἐκείνοις τῶν ἐκ τοῦ ἐναντίου νοουμένων συμ‐ πολιτεύεται· πᾶσα δὲ ἐμπαθὴς κίνησίς τε καὶ διάθεσις τὴν κάτω ζωὴν περιπολεῖ, ἐν οἷς ἐστι τὸ ἀνθρώπινον. Διὰ τοῦτο τὴν ἐν οὐρανοῖς τῶν ἁγίων δυνάμεων πολιτείαν | |
5 | ἀμιγῆ κακίας καὶ παντὸς τοῦ ἐξ ἁμαρτιῶν μολυσμοῦ κα‐ θαρεύουσαν ὁ θεόπνευστος ἐπίσταται λόγος· πᾶν δὲ ὅσον ἐκτὸς τοῦ ἀγαθοῦ δι’ αὐτῆς τῆς ἀναχωρήσεως αὐτοῦ πα‐ ρυπέστη κακὸν, περὶ τὴν κοίλην ταύτην ζωὴν οἷόν τις τρυ‐ γία τε καὶ ἰλὺς συνεῤῥύη, ᾗ μολύνεται τὸ ἀνθρώπινον, | |
10 | πρὸς τὸ κατιδεῖν τὸ θεῖον τῆς ἀληθείας φῶς διὰ τοῦ τοιούτου σκότους ἐμποδιζόμενον. Εἰ τοίνυν ἀπαθὴς μὲν ἡ ὑπερκειμένη ζωὴ καὶ ἀκήρατος, παντοίοις δὲ πάθεσι καὶ ταλαιπωρίαις καταβεβάπτισται ἡ ἀθλιότης τῆς ὧδε ζωῆς, δῆλον ἂν εἴη ὅτι ἡ μὲν ἄνω πολιτεία, ἅτε παντὸς | |
15 | κακοῦ καθαρεύουσα, ἐν τῷ ἀγαθῷ θελήματι τοῦ θεοῦ κατορθοῦται (ἔνθα γὰρ κακὸν οὐκ ἔστιν, ἀνάγκη πᾶσα ἀγα‐ θὸν εἶναι), ἡ δὲ καθ’ ἡμᾶς ζωὴ τῆς τῶν ἀγαθῶν μετου‐ σίας ἐκπεπτωκυῖα συνεκπέπτωκεν καὶ τοῦ θείου βουλήμα‐ τος. Διὰ τοῦτο ἐν τῇ προςευχῇ διδασκόμεθα οὕτως ἡμῶν | |
20 | τοῦ κακοῦ τὴν ζωὴν ἐκκαθαρθῆναι, ὡς καθ’ ὁμοιότητα τῆς οὐρανίας διαγωγῆς καὶ ἐν ἡμῖν ἀνεμποδίστως τὸ θέ‐ λημα τοῦ θεοῦ πολιτεύσασθαι, ὡς ἄν τις λέγοι ὅτι, Κα‐ θάπερ ἐν θρόνοις καὶ ἀρχαῖς καὶ ἐξουσίαις καὶ κυριότησι καὶ πάσῃ τῇ ὑπερκοσμίῳ δυνάμει γίνεταί σου τὸ θέλημα, | |
25 | μηδαμοῦ κακίας παρεμποδιζούσης τοῦ ἀγαθοῦ τὴν ἐνέρ‐ γειαν, οὕτω καὶ ἐν ἡμῖν τὸ ἀγαθὸν τελειωθείη, ἵνα πά‐ σης κακίας ἐκποδὼν γενομένης διὰ πάντων ᾖ τὸ θέλημά σου ταῖς ψυχαῖς ἡμῶν κατευοδούμενον. Ἀλλ’ ὡς ἀνθυ‐ πενεγκόντος τινὸς, Καὶ πῶς ἐστι δυνατὸν τὴν ἐν ταῖς ἀσω‐ | |
30 | μάτοις δυνάμεσι καθαρότητα τοῖς διὰ σαρκὸς τὴν ζωὴν εἰληχόσι κατορθωθῆναι, ἐν μυρίαις φροντίσι διὰ τὰς σω‐ ματικὰς χρείας τῆς ψυχῆς ἐμβαθυνούσης; διὰ τοῦτό μοι δοκεῖ, καθάπερ λύων τὴν τοιαύτην ἀμηχανίαν, τῷ ἑξῆς | |
λόγῳ τὸ δοκοῦν δυςχερὲς πρὸς τὴν προκειμένην σπουδὴν | 276 | |
278 | ὑπεκλῦσαι. Δόγμα γὰρ οἶμαι διὰ τούτων τῶν λόγων ἡμῖν ὑποτίθεσθαι ἐν τῷ τὸν ἐφήμερον ἄρτον αἰτεῖν προςτά‐ ξαι, ὅτι τῷ ἀνενδεεῖ κατὰ τὴν φύσιν τὸ ὀλιγαρκές τε καὶ μέτριον κατὰ τὸν τῆς ἀπαθείας λόγον συνεξισοῦται· οὐ | |
5 | γὰρ αἰτεῖ τὸν θεὸν ἐν ταῖς προςευχαῖς ὁ ἄγγελος τὴν χορηγίαν τοῦ ἄρτου, ὅτι ἀπροςδεῆ κέκτηται τῶν τοιού‐ των τὴν φύσιν, αἰτεῖν δὲ προςετάχθη ὁ ἄνθρωπος, διότι τὸ κενούμενον ἐπιδεὲς τοῦ ἀναπληροῦντος πάντως ἐστίν. Ῥοώδης δὲ καὶ παροδικὴ τῆς ἀνθρωπίνης ζωῆς ἐστιν ἡ | |
10 | σύστασις, ἀντὶ τοῦ ἐκποιηθέντος τὸ ἀνανεάζον ἐπιζητοῦσα. Ὁ οὖν πρὸς τὴν τῆς φύσεως ὑπηρεσίαν βλέπων, καὶ μηδὲν ἔξω τοῦ ἀναγκαίου διὰ τῶν ματαίων φροντίδων ἐπισυρό‐ μενος, οὐ πολὺ τῆς ἀγγελικῆς πολιτείας ἐλαττωθήσεται, τὸ ἀνενδεὲς ἐκείνων καθ’ ἑαυτὸν τῇ ὀλιγαρκίᾳ μιμούμε‐ | |
15 | νος. Διὰ τοῦτο ζητεῖν προςετάχθημεν τὸ πρὸς τὴν συν‐ τήρησιν ἐξαρκοῦν τῆς σωματικῆς οὐσίας, Τὸν ἄρτον δὸς, τῷ θεῷ λέγοντες, οὐ τρυφὴν, οὐδὲ πλοῦτον, οὐκ εὐανθεῖς ἁλουργίδας, οὐ τὸν ἐκ χρυσίου κόσμον, οὐ τὰς τῶν λίθων αὐγὰς, οὐ τὰ ἐξ ἀργύρου. σκεύη, οὐ γῆς περιουσίαν, οὐ | |
20 | στρατοπέδων ἀρχὴν, οὐ πόλεων τε καὶ ἐθνῶν ἡγεμονίαν, οὐχ ἵππων τε καὶ βοῶν ἀγέλας καὶ τῶν ἄλλων βοσκημά‐ των πλήθη πολλὰ, οὐκ ἀνδραπόδων περιουσίαν, οὐ τὴν ἐν ἀγοραῖς περιφάνειαν, οὐ στήλας, οὐκ εἰκόνας, οὐ τὰ ἐκ σηρῶν ὑφάσματα, οὐ τὰ ἐκ μουσικῆς ἀκροάματα, οὐδέ | |
25 | τι τοιοῦτον οὐδὲν, δι’ ὧν ἀφέλκεται ἡ ψυχὴ τῆς θείας τε καὶ προτιμοτέρας φροντίδος, ἀλλὰ τὸν ἄρτον. Ὁρᾷς τὸ πλάτος τῆς φιλοσοφίας; ὅσα δόγματα τῇ βραχείᾳ ταύ‐ τῃ φωνῇ περιείληπται; Μονονουχὶ φανερῶς ἐμβοᾷ διὰ τοῦ λόγου τοῖς ἐπαΐουσιν ὅτι, Παύσασθε οἱ ἄνθρωποι | |
30 | περὶ τὰ μάταια ταῖς ἐπιθυμίαις διαχεόμενοι, παύσασθε τὰς τῶν πόνων ἀφορμὰς καθ’ ὑμῶν πλεονάζοντες. Μι‐ κρόν ἐστί σοι τὸ τῆς φύσεως ὄφλημα· τροφὴν χρεωστεῖς τῷ σαρκίῳ σου, πρᾶγμα μέτριόν τε καὶ εὐπόριστον, εἰ πρὸς τὴν χρείαν βλέπεις. Διὰ τί πολυπλασιάζεις κατὰ | |
35 | σεαυτοῦ τοὺς φόρους; ὑπὲρ τίνος τοσούτοις ὀφλήμασι | 278 |
280 | σεαυτὸν φέρων ὑπέζευξας, ἄργυρον μεταλλεύων, καὶ χρυ‐ σίον ὀρύσσων, καὶ τὴν διαφαίνουσαν ὕλην ἀναζητῶν, ὡς ἄν σοι διὰ τῶν τοιούτων ὁ διηνεκὴς οὗτος φορολόγος, ἡ γαστὴρ, τρυφῴη, ἧς τὸ χρέος ἄρτος ἐστὶν ὁ ἀναπληρῶν τὸ | |
5 | ἐνδέον τῷ σώματι; Σὺ δὲ εἰς Ἰνδοὺς ἐμπορεύῃ, καὶ βαρ‐ βαρικῇ παρακινδυνεύεις θαλάσσῃ, καὶ ἐνιαυσίοις ναυτι‐ λίαις σεαυτὸν δίδως, ἵνα τοῖς ἐκεῖθεν ἀγωγίμοις τὴν τρο‐ φὴν ἡδύνῃς, οὐ σκοπῶν ὅτι μέχρι τῆς ὑπερῴας ἡ τῶν ἡδυσμάτων αἴσθησις τὸν ὅρον ἔχει· ὡςαύτως δὲ τὸ εὐφα‐ | |
10 | νὲς, τὸ εὔπνουν, τὸ εὔστομον ὠκύμορόν τινα καὶ ἀκαριαίαν παρέχεται τῇ αἰσθήσει τὴν χάριν· ἀπὸ δὲ τῆς ὑπερῴας ἀδιάκριτος τῶν ἐμβαλλομένων ἡ διαφορὰ, ὁμοτίμως τὰ πάντα τῆς φύσεως πρὸς δυςωδίαν ἀλλοιούσης. Ὁρᾷς τὸ πέρας τῆς ὀψοποιΐας; ὁρᾷς τὸ ἀποτέλεσμα τῆς ὀψαρτυ‐ | |
15 | τικῆς μαγγανείας; Τὸν ἄρτον αἴτει διὰ τὴν τῆς ζωῆς χρείαν, τούτου σε ὀφειλέτην ἐποίησεν ἡ φύσις τῷ σώ‐ ματι. Τὰ δ’ ὅσα παρεύρηται ταῖς τῶν τρυφώντων ἐπι‐ νοίαις, ταῦτα τῆς τῶν ζιζανίων ἐστὶ παρασπορᾶς. Ὁ σπό‐ ρος τοῦ οἰκοδεσπότου ὁ σῖτός ἐστιν, ἐκ δὲ τοῦ σίτου ὁ | |
20 | ἄρτος γίνεται. Ἡ δὲ τρυφὴ τὸ ζιζάνιον, ὃ παρεσπάρη παρὰ τοῦ ἐχθροῦ τῷ σίτῳ. Ἀλλ’ ἀφέντες οἱ ἄνθρωποι διὰ τῶν ἀναγκαίων λειτουργεῖν τῇ φύσει ὄντως συμπνί‐ γονται, καθώς φησί που ὁ λόγος, ταῖς περὶ τὰ μάταια σπουδαῖς, καὶ ἀτελεςφόρητοι μένουσι, πρὸς ταῦτα τῆς ψυ‐ | |
25 | χῆς ἑαυτὴν εἰς τὸ διηνεκὲς ἀσχολούσης. Τάχα μοι δοκεῖ τοιοῦτόν τι καὶ ὁ Μωϋσῆς δι’ αἰνιγμάτων φιλοσοφεῖν, τῆς κατὰ τὴν γεῦσιν ἡδονῆς σύμβουλον τὸν ὄφιν παραστή‐ σας τῇ Εὔᾳ. Φασὶ γὰρ τὸ θηρίον τοῦτο, τὸν ὄφιν, εἰ τὴν κεφαλὴν ὑπαγάγοι τῇ ἁρμονίᾳ, εἰς ἣν παραδύεται, | |
30 | μὴ ἂν ἐκ τοῦ οὐραίου ῥᾳδίως παρὰ τῶν ἀντισπώντων ἀνελκυσθῆναι, τῆς τραχείας φυσικῶς φολίδος εἰς τὸ ἔμπαλιν πρὸς τὴν τῶν ἐφελκομένων βίαν ἀντιβαινούσης· καὶ οὗ κατὰ τὸ ἔμπροσθεν ἀκώλυτός ἐστιν ἡ διάδυσις, τῷ | |
λείῳ τῆς φολίδος ὀλισθαινούσης, τούτου ἀμήχανος ἡ ἐκ | 280 | |
282 | τῶν κατόπιν ἀνάλυσις ταῖς τῶν λεπίδων προςβολαῖς ἀν‐ τισπωμένη, δεικνύντος, οἶμαι, τοῦ λόγου ὅτι τὴν ἡδονὴν εἰςιοῦσαν καὶ παραδυομένην τῇ τῆς ψυχῆς ῥαχίᾳ φυλάτ‐ τεσθαι χρὴ, καὶ ἀποφράττειν, ὡς ἔνι μάλιστα, τὰς ἁρμο‐ | |
5 | νίας τοῦ βίου. Οὕτω γὰρ ἂν καθαρὰ φυλαχθείη τῆς τῶν θηρίων ἐπιμιξίας ἡ ἀνθρωπίνη ζωή. Εἰ δέ τινα πάρο‐ δον καθ’ ἡμῶν λάβοι, διαλυθείσης ἐν ἡμῖν τῆς ἐναρμο‐ νίου ζωῆς, ἐμφωλεύσει διὰ τούτων ὁ τῆς ἡδονῆς ὄφις, τοῖς τῆς διανοίας χωρήμασι δυςέκβλητος διὰ τῶν φολί‐ | |
10 | δων γινόμενος. Φολίδας δὲ ἀκούων τὰς πολυτρόπους τῶν ἡδονῶν ἀφορμὰς διὰ τοῦ αἰνίγματος νόησον· ἓν γὰρ θη‐ ρίον τῷ γενικῷ λόγῳ τὸ καθ’ ἡδονήν ἐστι πάθος, αἱ δὲ ποικίλαι καὶ πολύτροποι τῶν ἡδονῶν ἰδέαι, αἱ διὰ τῶν αἰσθήσεων ἐμμιχθεῖσαι τῇ ἀνθρωπίνῃ ζωῇ, αὗταί εἰσιν | |
15 | αἱ περὶ τὸν ὄφιν φολίδες τῇ ποικιλίᾳ τῶν παθημάτων κατάστικτοι. Εἰ οὖν φεύγεις τὴν τοῦ θηρίου συνοίκησιν, φύλαξαι τὴν κεφαλὴν, τοῦτ’ ἔστι τὴν πρώτην τοῦ κακοῦ προςβολήν· εἰς τοῦτο γὰρ φέρει τῆς ἐντολῆς τοῦ κυρίου τὸ αἴνιγμα, Αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ τηρή‐ | |
20 | σεις αὐτοῦ πτέρναν. Μὴ δῷς πάροδον τῷ ἑρπυστῇ πρὸς τὸ ἐνδότερον εἰςέρποντι, καὶ ἀπὸ τῆς πρώτης ἀρχῆς ὅλον ἑαυτοῦ τὸν ὁλκὸν συνειςφέροντι. Μεῖνον ἐπὶ τῆς χρείας. Ὅρος ἔστω σοι τῆς τοῦ ζῇν φροντίδος ἡ διὰ τῶν ἐπιτυχόν‐ των τοῦ ἐνδέοντος πλήρωσις. Εἰ δὲ καί σοι ὁ τῆς Εὔας | |
25 | σύμβουλος διαλέγοιτο περὶ τοῦ κατὰ τὴν ὄψιν καλοῦ καὶ τὴν γεῦσιν ἡδέος, καὶ ζητοίης ἐπὶ τῷ ἄρτῳ τὸν ὄψον τὸ τοιόνδε καὶ τὸ διὰ τῶν τοιῶνδε ἡδυσμάτων ὀψοποιούμε‐ νον, εἶτα διὰ τούτων ἔξω τῶν ἀναγκαίων ὅρων τὴν ἐπι‐ θυμίαν ἄγοις, τότε ὄψει τὸν ἑρπυστὴν κατὰ τὸ λέληθος πρὸς | |
30 | πλεονεξίαν ἀκολούθως μεθέρποντα. Ἀπὸ γὰρ τῆς ἀναγκαίας τροφῆς ἐπὶ τὴν ὀψοφαγίαν ἕρψας, πρὸς τὸ ἐν ὀφθαλμοῖς ἡδὺ μεταβήσεται, σκεύη λαμπρὰ ζητῶν, καὶ ὑπηρέτας ἁβροὺς, | |
καὶ κλίνας ἀργυρᾶς, στρωμνὰς μαλακὰς, καλύμματα διαφανῆ | 282 | |
284 | καὶ χρυσόπαστα, θρόνους, τρίποδας, πλυνοὺς, κρατῆρας, ῥυτὰ, ψυκτῆρας, οἰνοχοὰς, χέρνιβα, λυχνίας, θυμιατήρια καὶ τὰ τοιαῦτα ἐπιζητῶν. Διὰ τούτων γὰρ ἡ ἐπιθυμία τῆς πλεονεξίας εἰςέρχεται· ἵνα γὰρ ἡ πρὸς τὰ τοιαῦτα | |
5 | μὴ λίποι παρασκεύη, προςόδων χρεία, δι’ ὧν συμπορι‐ σθήσεται τὰ ζητούμενα. Οὐκοῦν κλαῦσαι χρὴ τὸν δεῖνα, καὶ οἰμῶξαι τὸν σύνοικον, καὶ πολλοὺς ἐλεεινοὺς γενέσθαι τῶν ἰδίων ἐκπίπτοντας, ἵνα διὰ τῶν δακρύων ἐκείνων ἡ περὶ τὴν τράπεζαν τούτῳ τραγῳδία λαμπρύνοιτο. Ἐπει‐ | |
10 | δὰν δὲ καὶ τούτοις ὁ ὄφις ἑαυτὸν ἐπειλίξῃ, καὶ πλήσῃ τὴν γαστέρα τῶν κατὰ γνώμην, ἀκολούθως μετὰ τὰς πλησ‐ μονὰς ἐπὶ τὴν ἀκόλαστον λύσσαν ἰλυσπώμενος κατασύρε‐ ται. Τοῦτο δέ ἐστι τὸ ἔσχατον τῶν ἀνθρωπίνων κακῶν. Ὡς ἂν οὖν μηδὲν γένοιτο τούτων, τῇ εὐπορίᾳ τοῦ ἄρτου | |
15 | τὴν ζωὴν περιόριζε, ὄψον ζητῶν τὸ παρ’ αὐτῆς ὀψο‐ ποιούμενόν σοι τῆς φύσεως. Τοῦτο δέ ἐστι μάλιστα μὲν ἡ ἀγαθὴ συνείδησις, τῇ δικαίᾳ μεταλήψει τὸν ἄρτον ἡδύ‐ νουσα. Εἰ δὲ καὶ τὴν κατὰ τὸν λαιμὸν αἴσθησιν ἥδεσθαι θέλοις, ὄψον σοι γενέσθω ἡ ἔνδεια, καὶ τὸ μὴ ἐπιβαλεῖν | |
20 | κόρον τῷ κόρῳ, μηδὲ ἀπαμβλύνειν τῇ κραιπάλῃ τὴν ὄρε‐ ξιν· ἀλλὰ προηγείσθωσάν σοι τῆς τροφῆς τῶν ἐντολῶν οἱ ἱδρῶτες. Ἐν ἱδρῶτι καὶ πόνῳ φαγῇ τὸν ἄρτον σου. Ὁρᾷς τὴν πρώτην ὀψοποιΐαν τοῦ λόγου; Ἀρκεῖ σοι τὸ μέχρι τῆς χρείας ταύτης ἀσχολεῖν τὴν διάνοιαν· μᾶλλον | |
25 | δὲ μηδὲ μέχρι τούτου τὴν ψυχὴν ταῖς περὶ τοῦ ἄρτου μερίμναις ἐνδήσῃς, ἀλλ’ εἰπὲ τῷ τὸν ἄρτον ἀπὸ τῆς γῆς ἐξάγοντι, εἰπὲ τῷ τοὺς κόρακας τρέφοντι, τῷ διδόντι τρο‐ φὴν πάσῃ σαρκὶ, τῷ ἀνοίγοντι τὴν χεῖρα καὶ πληροῦντι πᾶν ζῶον εὐδοκίας ὅτι, Παρὰ σοῦ μοι ἡ ζωὴ, παρὰ σοῦ | |
30 | γενέσθω καὶ ἡ πρὸς τὴν ζωὴν ἀφορμή· σὺ δὸς τὸν ἄρτον, τοῦτ’ ἔστιν ἐκ δικαίων πόνων τὴν τροφὴν σχοίην· εἰ γὰρ ὁ θεὸς ἡ δικαιοσύνη ἐστὶν, οὐκ ἔχει παρὰ θεοῦ τὸν ἄρτον | |
ὁ ἐκ πλεονεξίας τὴν τροφὴν ἔχων. Αὐτὸς κύριος εἶ τῆς | 284 | |
286 | εὐχῆς, εἰ μὴ ἐξ ἀλλοτρίων ἡ εὐπορία, εἰ μὴ ἐκ δακρύων ἡ πρόςοδος, εἰ οὐδεὶς ἐπὶ τῷ σῷ κόρῳ ἐπείνασεν, εἰ οὐ‐ δεὶς ἐπὶ τῇ πλησμονῇ σου ἐστέναξεν. Θεοῦ ἄρτος μάλιστα ὁ τοιοῦτός ἐστιν, δικαιοσύνης ὁ καρπὸς, εἰρήνης ὁ στάχυς, | |
5 | ἄμικτος καὶ ἀμόλυντος τῶν τοῦ ζιζανίου σπερμάτων. Εἰ δὲ γεωργῶν τὰ ἀλλότρια, καὶ ἐν ὀφθαλμοῖς ἔχων τὴν ἀδικίαν, καὶ γραμματείοις κρατύνας τὴν ἄδικον κτῆσιν ἔπειτα τῷ θεῷ λέγοις, Δὸς τὸν ἄρτον, —ἄλλος ὁ ἀκού‐ ων τῆς φωνῆς σου ταύτης ἐστὶν, οὐχ ὁ θεός· τὸν γὰρ ἐξ | |
10 | ἀδικίας καρπὸν ἡ ἀντικειμένη καρποφορεῖ φύσις. Ὁ σπουδάζων τὴν δικαιοσύνην θεόθεν τὸν ἄρτον δέχεται· ὁ δὲ τὴν ἀδικίαν γεωργῶν παρὰ τοῦ εὐεργέτου τῆς ἀδι‐ κίας σιτίζεται. Πρὸς οὖν τὴν συνείδησιν τὴν ἑαυτοῦ βλέ‐ πων οὕτω πρόςαγε τὴν περὶ τοῦ ἄρτου αἴτησιν τῷ θεῷ, | |
15 | εἰδὼς ὅτι οὐκ ἔστι κοινωνία Χριστῷ πρὸς Βελίαρ. Κἂν δωροφορῇς ἐξ ἀδικίας, ἄλλαγμα κυνὸς καὶ μίσθωμα πόρ‐ νης τὸ δῶρόν ἐστιν· κἂν λαμπρύνῃς τῇ φιλοτιμίᾳ τὰς ἐπι‐ δόσεις, ἀκούσῃ τοῦ προφήτου βδελυσσομένου τὴν ἀπὸ τῶν τοιούτων συνειςφοράν· Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; | |
20 | λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι· θυμία‐ μα, φησὶ, βδέλυγμά μοί ἐστιν. Ἑτέρωθι τὸν θύοντα μόσ‐ χον ἀντὶ τοῦ ἀναιροῦντος κύνα λελόγισται. Ἐὰν οὖν πα‐ ρὰ κυρίου τὸν ἄρτον ἔχῃς, τοῦτ’ ἔστιν ἐκ δικαίων πόνων, | |
25 | ἔξεστί σοι καὶ ἀπάρχεσθαι αὐτῷ ἀπὸ τῶν καρπῶν τῆς δικαιοσύνης. Καλὴ δὲ καὶ ἡ προςθήκη τοῦ σήμερον· τὸν ἄρτον γὰρ, φησὶν, τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ἄλλη φιλοσοφία οὗτος ὁ λόγος ἐστὶν, ὡς ἂν μάθοις δι’ ὧν λέ‐ γοις ὅτι ἐφήμερός ἐστιν ἡ ἀνθρωπίνη ζωή. Τὸ παρὸν | |
30 | ἴδιον ἑκάστῳ μόνον, ἡ δὲ τοῦ μέλλοντος ἐλπὶς ἐν ἀδήλῳ μένει· οὐκ οἴδαμεν γὰρ τί τέξεται ἡ ἐπιοῦσα. Τί προς‐ ταλαιπωροῦμεν ὑπὲρ τῶν ἀδήλων, τί κακοπαθοῦμεν ταῖς ὑπὲρ τῶν μελλόντων φροντίσιν; Ἀρκετὸν, φησὶν, τῇ ἡμέ‐ | |
ρᾳ ἡ κακία αὐτῆς, κακίαν τὴν κακοπάθειαν λέγων. Τί | 286 | |
288 | μεριμνῶμεν περὶ τῆς αὔριον; Διὰ τοῦτο δι’ ὧν τὸ σή‐ μερον κελεύει, ἀπαγορεύει σοι τὴν περὶ τοῦ αὔριον φρον‐ τίδα, μονονουχὶ ταῦτά σοι διὰ τοῦ ῥήματος λέγων ὅτι, Ὁ τὴν ἡμέραν σοι διδοὺς καὶ τὰ εἰς τὴν ἡμέραν σοι δί‐ | |
5 | δωσιν. Τίς ἀνατέλλει τὸν ἥλιον; τίς ἐξαφανίζει τῆς νυκ‐ τὸς τὸ σκότος; τίς σοι δείκνυσι τοῦ φωτὸς τὴν ἀκτῖνα; τίς περιάγει τὸν οὐρανὸν, ὥστε ὑπὲρ γῆς τὸν φωστῆρα γε‐ νέσθαι; Ὁ ταῦτά σοι καὶ τὰ τηλικαῦτα διδοὺς τῆς σῆς ἆρα χρῄζει συνεργίας πρὸς τὸ πληρῶσαι τῇ σαρκί σου τὸ | |
10 | ἐνδέον τῆς χρείας; Ποίαν εἰςφέρεται σπουδὴν ἡ τῶν ἀλό‐ γων φύσις πρὸς τὴν ἰδίαν ζωήν; ποῖαι τῶν κοράκων ἄρουραι; ποῖαι τῶν ἀετῶν εἰσιν αἱ ἀποθῆκαι; Οὐ μία πᾶσίν ἐστιν ἡ τοῦ ζῇν χορηγία τὸ θεῖον βούλημα, ᾧ πε‐ ρικρατεῖται τὰ πάντα; Εἶτα βοῦς μὲν, ἢ ὄνος, ἢ ἄλλο | |
15 | τι τῶν ἀλόγων αὐτοδίδακτον τὴν ἐκ φύσεως ἔχει φιλοσο‐ φίαν, καὶ τὸ παρὸν εὖ διατίθεται, τῶν δὲ εἰς τὸ ἑξῆς αὐτῷ φροντὶς οὐδεμία· ἡμεῖς δὲ συμβούλων δεόμεθα πρὸς τὸ συνιέναι τὸ ἐπίκηρον τοῦτο καὶ ἐφήμερον τῆς κατὰ σάρκα ζωῆς. Οὐ παιδευόμεθα τοῖς ἀλλοτρίοις συμπτώ‐ | |
20 | μασιν; οὐ πρὸς τὸν ἴδιον σωφρονιζόμεθα βίον; Τί ἀπώ‐ νατο τῆς πολλῆς παρασκευῆς ἐκεῖνος ὁ πλούσιος ὁ ταῖς ἀνυποστάτοις ἐλπίσιν ἐμματαιάζων, καθαιρῶν, οἰκοδομῶν, συνάγων, τρυφῶν, μακρὰς ἐτῶν περιόδους ἐν τῇ μαται‐ ότητι τῶν ἐλπίδων ταῖς ἀποθήκαις συναποκλείων; οὐχὶ | |
25 | μία νὺξ πᾶσαν ἐκείνην τὴν ὀνειροπολουμένην ἐλπίδα διή‐ λεγξεν, ὡς μάταιόν τι ἐνύπνιον ἐπὶ ματαίῳ συμπεπλασ‐ μένον; Ἡ κατὰ τὸ σῶμα ζωὴ τοῦ ἐνεστῶτός ἐστι μόνου, ἡ δὲ δι’ ἐλπίδος ἀποκειμένη τῆς ψυχῆς ἐστιν ἰδία. Ἀλλ’ ἡ τῶν ἀνθρώπων ἄνοια διαμαρτάνει περὶ τὴν ἑκατέρου | |
30 | χρῆσιν, τὴν μὲν σωματικὴν ζωὴν ταῖς ἐλπίσι παρατείνου‐ σα, τὴν δὲ τῆς ψυχῆς πρὸς τὴν τῶν παρόντων ἀπόλαυ‐ σιν ἐφελκομένη. Διὰ τοῦτο κατ’ ἀνάγκην τῆς οὔσης τε καὶ ὑφεστώσης ἐλπίδος ἡ ψυχὴ περὶ τὸ φαινόμενον ἀσχο‐ | |
λουμένη ἀλλοτριοῦται, τοῖς δὲ ἀστάτοις διὰ τῶν ἐλπίδων | 288 | |
290 | ἐπερειδομένη οὔτε τούτου περικρατὴς γίνεται καὶ ἐκεῖνο οὐκ ἔχει. Διδαχθῶμεν τοίνυν διὰ τῆς παρούσης συμβου‐ λῆς, τί μὲν σήμερον αἰτεῖν χρὴ, τί δὲ εἰς ὕστερον. Ὁ ἄρ‐ τος τῆς σημερινῆς χρείας ἐστίν, ἡ βασιλεία τῆς ἐλπιζομέ‐ | |
5 | νης μακαριότητος. Ἄρτον δὲ εἰπὼν πᾶσαν τὴν σωματικὴν περιλαμβάνει χρείαν. Ἐὰν ταῦτα αἰτῶμεν, δῆλον ἔσται τῇ διανοίᾳ τοῦ προςευχομένου ὅτι περὶ τὸ ἐφήμερόν ἐστιν ἡ ἀσχολία· ἐὰν δέ τι τῶν τῆς ψυχῆς ἀγαθῶν, ὅτι πρὸς τὸ διηνεκές τε καὶ ἀτελεύτητον ἡ αἴτησις βλέπει, πρὸς ὃ | |
10 | μάλιστα κελεύει τοὺς εὐχομένους ὁρᾷν, ὡς τῷ μείζονι καὶ τῆς πρώτης συγκατορθουμένης χρείας. Αἰτεῖτε, φησὶ, τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην, καὶ ταῦτα πάντα προς‐ τεθήσεται ὑμῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
15t | ΛΟΓΟΣ εʹ. | |
16t | Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, καθὼς καὶ ἡμεῖς ἀφί‐ | |
17t | εμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς | |
18t | πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. | |
19 | Ἦλθεν προϊὼν ὁ λόγος ἐπ’ αὐτὸ τῆς ἀρετῆς τὸ ἀκρό‐ | |
20 | τατον. Ὑπογράφει γὰρ διὰ τῶν τῆς προςευχῆς ῥημάτων οἷον εἶναι βούλεται τὸν τῷ θεῷ προςερχόμενον, τὸν οὐκ‐ έτι σχεδὸν ἐν τοῖς τῆς ἀνθρωπίνης φύσεως ὅροις δει‐ κνύμενον, ἀλλ’ αὐτῷ τῷ θεῷ διὰ τῆς ἀρετῆς ὁμοιούμενον. ὥστε δοκεῖν ἄλλον ἐκεῖνον εἶναι ἐν τῷ ταῦτα ποιεῖν ἃ | |
25 | τοῦ θεοῦ μόνου ἐστὶ ποιεῖν. Ἡ γὰρ τῶν ὀφλημάτων ἄφε‐ σις ἴδιόν ἐστι τοῦ θεοῦ καὶ ἐξαίρετον· εἴρηται γὰρ ὅτι, Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ θεός. Εἰ τοίνυν τις ἐν τῷ ἰδίῳ βίῳ μιμήσαιτο τῆς θείας φύσεως τὰ γνωρίσματα, ἐκεῖνος γίνεται τρόπον τινὰ οὗ τὴν μί‐ | |
30 | μησιν δι’ ἀκριβοῦς ὁμοιότητος ἐπεδείξατο. Τί οὖν δι‐ δάσκει ὁ λόγος; Πρῶτον ἑαυτοῖς συγγνῶναι τῇ τῶν βε‐ | |
βιωμένων παῤῥησίᾳ τὴν πρὸς τὸν θεὸν ὁμοιότητα, καὶ | 290 | |
292 | τότε θαῤῥεῖν πατέρα ἑαυτῶν τὸν θεὸν λέγειν, καὶ ἀμνη‐ στίαν ὑπὲρ τῶν ποτε πλημμεληθέντων αἰτεῖν, ὡς οὐκ ἐν τῷ αἰτοῦντι ὄντος τοῦ τυχεῖν ὧν ἐφίεται, ἀλλ’ ἐν τῷ διὰ τῶν ἔργων ἑαυτῷ χαριζομένῳ τῆς αἰτήσεως τὴν παῤῥη‐ | |
5 | σίαν. Ταῦτα γὰρ ἄντικρυς ἡμῖν διαλέγεται τῇ παρούσῃ φωνῇ, ὅτι ὁ τῷ εὐεργέτῃ προςιὼν εὐεργέτης ἔστω, ὁ τῷ ἀγαθῷ ἀγαθὸς, ὁ τῷ δικαίῳ δίκαιος, ἀνεξίκακός τε τῷ ἀνεξικακῷ, καὶ τῷ φιλανθρώπῳ φιλάνθρωπος, καὶ τὰ ἄλλα πάντα ὡςαύτως τῷ χρηστῷ τε καὶ ἐπιεικεῖ καὶ με‐ | |
10 | ταδοτικῷ τῶν ἀγαθῶν, καὶ παντὶ τὸν ἔλεον νέμοντι, καὶ εἴ τι περὶ τὸ θεῖον ὁρᾶται, πρὸς ἕκαστον διὰ τῆς προαι‐ ρέσεως ὁμοιούμενος, οὕτως ἑαυτῷ τὴν τῆς προςευχῆς παῤ‐ ῥησίαν περιποιείτω. Ὡς οὖν οὐκ ἔστιν οὔτε πονηρὸν ἀγαθῷ προςοικειωθῆναι, οὔτε τὸν ἐν ἀκαθάρτοις μολύσ‐ | |
15 | μασι ῥυπαινόμενον πρὸς τὸν καθαρὸν καὶ ἀκήρατον κοι‐ νωνίαν ἔχειν, οὕτως χωρίζει τῆς φιλανθρωπίας τοῦ θεοῦ τὸν προςιόντα ἡ ἀπήνεια. Ὁ τοίνυν ἐν πικρίᾳ κατέχων ὑπὲρ τῶν ὀφλημάτων τὸν ὑποχείριον διὰ τοῦ ἰδίου τρό‐ που τῆς θείας φιλανθρωπίας ἑαυτὸν ἀπεσχοίνισεν. Τίς | |
20 | γὰρ κοινωνία φιλανθρωπίᾳ τε καὶ ὠμότητι, καὶ ἀγαπη‐ τικῇ διαθέσει πρὸς ἀγριότητα, καὶ τὰ λοιπὰ ὅσα ἐκ τοῦ ἐναντίου τῇ πρὸς τὸ κακὸν ἀντιθέσει νοεῖται, ὧν ἄμικτος ἡ ἐναντιότης, ἐφ’ ὧν ὁ τῷ ἑνὶ κατειλημμένος τοῦ ἐναν‐ τίου πάντως ἀφώρισται; ὡς γὰρ ὁ ἐν τῷ θανάτῳ γενόμε‐ | |
25 | νος ἐν ζωῇ οὐκ ἔστιν, καὶ ὁ τῆς ζωῆς μετέχων τοῦ θανά‐ του κεχώρισται, οὕτως ἀνάγκη πᾶσα τὸν τῇ φιλανθρωπίᾳ τοῦ θεοῦ προςιόντα πάσης ἀπηνείας ἐκτὸς γενέσθαι. Ὁ δὲ ἐκτὸς πάντων τῶν ἐν κακίᾳ νοουμένων γενόμενος θεὸς τρόπον τινὰ διὰ τῆς τοιαύτης ἕξεως γίνεται, ἐκεῖνο κα‐ | |
30 | τορθώσας ἑαυτῷ ὃ περὶ τὴν θείαν φύσιν ὁ λόγος βλέπει. Ὁρᾷς εἰς ὅσον μέγεθος ὑψοῖ τοὺς ἀκούοντας διὰ τῶν τῆς προςευχῆς ῥημάτων ὁ κύριος, μεταβαλὼν τρόπον τινὰ τὴν ἀνθρωπίνην φύσιν πρὸς τὸ θειότερον, καὶ θεοὺς γί‐ | |
νεσθαι τοὺς τῷ θεῷ προςιόντας νομοθετῶν; Τί δουλο‐ | 292 | |
294 | πρεπῶς, φησὶν, ἐν φόβῳ κατεπτηχὼς, καὶ τῷ συνειδότι τῷ ἑαυτοῦ μαστιζόμενος προςέρχῃ θεῷ; τί ἀποκλείεις σε‐ αυτῷ τὴν παῤῥησίαν, τὴν τῇ ἐλευθερίᾳ τῆς ψυχῆς ἐνυ‐ πάρχουσαν, τὴν ἐξ ἀρχῆς συνουσιωμένην τῇ φύσει; τί κο‐ | |
5 | λακεύεις ἐν ῥήμασι τὸν ἀθώπευτον; τί προςάγεις τοὺς θεραπευτικούς τε καὶ θωπευτικοὺς λόγους τῷ πρὸς τὰ ἔργα βλέποντι; Ἔξεστί σοι πᾶν ὅ τί πέρ ἐστιν ἐκ θεοῦ χρηστὸν κατ’ ἐξουσίαν ἔχειν ἐλευθεριάζοντι τῷ φρονήματι. Αὐτὸς γενοῦ σεαυτῷ δικαστής· δὸς σεαυτῷ τὴν σώζουσαν | |
10 | ψῆφον. Ἀφεθῆναί σοι ζητεῖς παρὰ τοῦ θεοῦ τὰ ὀφλή‐ ματα· σὺ ἄφες, καὶ ὁ θεὸς ἐψήφισεν. Ἡ γὰρ ὑπὲρ τοῦ ὁμοφύλου κρίσις, ἧς σὺ κύριος, σὴ γίνεται ψῆφος, οἵα δ’ ἂν ᾖ· ἃ γὰρ ἐπὶ σεαυτοῦ γνῷς, ταῦτά σοι διὰ τῆς θείας κρίσεως ἐπεκυρώθη. Ἀλλὰ πῶς ἄν τις πρὸς ἀξίαν | |
15 | τὸ μεγαλοφυὲς τῆς θείας φωνῆς ἐκκαλύψειεν; Ὑπερβαί‐ νει τὴν ἐκ τῶν λόγων ἑρμηνείαν τὸ νόημα. Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφει‐ λήταις ἡμῶν. Ἃ γὰρ ἐπέρχεταί μοι περὶ τούτου νοεῖν, τολμηρὸν μὲν ἔστι καὶ τῷ νῷ λαβεῖν, τολμηρὸν δὲ καὶ λό‐ | |
20 | γῳ διακαλύψαι τὸ νόημα. Τί γάρ ἐστι τὸ λεγόμενον; Ὥςπερ ὁ θεὸς πρόκειται τοῖς τὸ ἀγαθὸν κατορθοῦσιν εἰς μίμησιν (καθὼς εἶπεν ὁ ἀπόστολος, Μιμηταί μου γί‐ νεσθε, καθὼς κἀγὼ Χριστοῦ), οὕτως τὸ ἔμπαλιν τὴν σὴν διάθεσιν ὑπόδειγμα τῷ θεῷ πρὸς τὸ ἀγαθὸν γενέσθαι | |
25 | βούλεται, καὶ ἀντιμεθίσταται τρόπον τινὰ ἡ τάξις, ὥστε τολμῆσαι, καθάπερ ἐν ἡμῖν τὸ ἀγαθὸν ἐπιτελεῖται τῇ πρὸς τὸ θεῖον μιμήσει, οὕτως ἐλπίσαι μιμεῖσθαι τὸν θεὸν τὰ ἡμέτερα, ὅταν τι τῶν ἀγαθῶν κατορθώσωμεν, ἵνα εἴπῃς καὶ σὺ τῷ θεῷ ὅτι, Ὃ ἐγὼ πεποίηκα, καὶ σὺ | |
30 | ποίησον· μίμησαι τὸν δοῦλόν σου ὁ κύριος, τὸν πτωχὸν καὶ πένητα ὁ τοῦ παντὸς βασιλεύων· ἀφῆκα τὰ ὀφειλή‐ ματα, μηδὲ σὺ ἀπαιτήσῃς· ᾐδέσθην τὸν ἱκέτην, μηδὲ σὺ ἀπώσῃ τὸν ἱκετεύοντα· φαιδρὸν ἀπέπεμψα τὸν ἐμὸν ὀφει‐ | |
λέτην, τοιοῦτος καὶ ὁ σὸς γενέσθω· μὴ ποιήσῃς σὸν τὸν | 294 | |
296 | χρεώστην τοῦ ἐμοῦ σκυθρωπότερον· ἴσως οἱ δύο τοῖς ἀπαι‐ τοῦσιν εὐχαριστείτωσαν· ἴση παρ’ ἀμφοτέρων κυρωθήτω τοῖς συναλλάκταις ἡ ἄφεσις τῷ ἐμῷ καὶ τῷ σῷ. Ὁ ἐμὸς ὀφει‐ λέτης ὁ δεῖνα, ὁ σὸς δὲ ἐγώ· ἣν ἔσχον ἐπὶ τούτου γνώ‐ | |
5 | μην ἐγὼ, αὕτη καὶ παρὰ σοὶ κρατησάτω· ἔλυσα, λῦσον· ἀφῆκα, ἄφες· πολὺν ἐπεδειξάμην ἐγὼ τῷ ὁμοφύλῳ τὸν ἔλεον, μίμησαι τὴν τοῦ δούλου σου φιλανθρωπίαν ὁ κύ‐ ριος. Ἀλλὰ βαρύτερά μου τὰ εἰς σὲ πλημμελήματα τῶν εἰς ἐμὲ παρὰ τούτου γεγενημένων. Φημὶ κἀγὼ, καὶ τοῦ‐ | |
10 | το λόγισαι ὅσον ὑπερέχεις ἐν παντὶ ἀγαθῷ· δίκαιος γὰρ εἶ τῇ ὑπερβολῇ τῆς σῆς δυνάμεως ἀναλογοῦντα ἡμῖν τοῖς ἡμαρτηκόσι τὸν ἔλεον δωρεῖσθαι. Ὀλίγην τὴν φιλανθρω‐ πίαν ἐπεδειξάμην ἐγὼ, οὐ γὰρ ἐχώρει τὸ πλέον ἡ φύσις, σὺ δὲ ὅσον ἐθέλεις, οὐ κωλύει τὴν μεγαλοδωρεὰν ἡ δύ‐ | |
15 | ναμις. Ἀλλὰ φιλοπονώτερον τὴν προκειμένην τῆς προςευχῆς ῥῆσιν κατανοήσωμεν, εἴ πως γένοιτό τις καὶ ἡμῖν διὰ τῆς τοῦ νοήματος θεωρίας πρὸς τὸν ὑψηλὸν βίον χειραγωγία. Ἐξετάσωμεν τοίνυν ποῖα μὲν ἔστιν ὀφλήματα οἷς ὑπό‐ | |
20 | χρεως ἡ ἀνθρωπίνη φύσις, ποῖα δὲ πάλιν ἐκεῖνα ὧν ἡμεῖς ἐσμεν τῆς ἀφέσεως κύριοι· ἐκ γὰρ τοῦ ταῦτα γνῶ‐ ναι γένοιτ’ ἂν ἡμῖν τῆς ὑπερβολῆς τῶν θείων ἀγαθῶν μετρία τις κατανόησις. Οὐκοῦν ἐντεῦθεν ποιησώμεθα τῶν ἀνθρωπίνων πρὸς τὸν θεὸν πλημμελημάτων τὴν ἀπαρί‐ | |
25 | θμησιν. Πρώτην ὤφλησεν τῷ θεῷ τιμωρίαν ὁ ἄνθρωπος ὅτι ἀπέστησεν ἑαυτὸν τοῦ ποιήσαντος, καὶ πρὸς τὸν ἐναν‐ τίον ἀπηυτομόλησεν, δραπέτης τοῦ κατὰ φύσιν δεσπότου καὶ ἀποστάτης γενόμενος· δεύτερον ὅτι τὴν πονηρὰν τῆς ἁμαρτίας δουλείαν ἀντὶ τῆς αὐτεξουσίου ἐλευθερίας ἠλ‐ | |
30 | λάξατο, καὶ προετίμησεν τοῦ συνεῖναι θεῷ τὸ τυραννεῖσ‐ θαι παρὰ τῆς καταφθειρούσης δυνάμεως. Ἀλλὰ καὶ τὸ μὴ πρὸς τὸ κάλλος τοῦ πεποιηκότος βλέπειν, πρὸς δὲ τὸ αἶσχος τῆς ἁμαρτίας ἐπιστρέψαι τὸ πρόςωπον, τίνος ἂν | |
δεύτερον τῶν κακῶν κριθείη; Ἥ τε τῶν θείων ἀγαθῶν | 296 | |
298 | ὑπεροψία, καὶ ἡ τῶν τοῦ πονηροῦ δελεασμάτων προτί‐ μησις εἰς ποῖον μέρος τιμωρίας ταχθείη; ὅ τε τῆς εἰκό‐ νος ἀφανισμὸς καὶ ἡ λύμη τοῦ θείου χαρακτῆρος, τοῦ παρὰ τὴν πρώτην κτίσιν ἐν ἡμῖν μορφωθέντος, καὶ ἡ τῆς | |
5 | δραχμῆς ἀπώλεια, καὶ ἡ τῆς τραπέζης τοῦ πατρὸς ἀνα‐ χώρησις, καὶ ἡ πρὸς τὸν δυςώδη τῶν χοίρων βίον οἰκεί‐ ωσις, καὶ ἡ τοῦ τιμίου πλούτου διαφθορὰ, καὶ ὅσα τοι‐ αῦτα διά τε τῆς γραφῆς καὶ τῶν λογισμῶν ἰδεῖν ἔστι πλημ‐ μελήματα, τίς ἂν ἐξαριθμήσαιτο λόγος; Ἐπειδὴ τοίνυν | |
10 | ἐν τοιούτοις καὶ τοσούτοις ὑπόδικόν ἐστιν πρὸς τιμωρίας ἔκτισιν τὸ ἀνθρώπινον τῷ θεῷ, διὰ τοῦτό μοι δοκεῖ παι‐ δεύειν ἡμᾶς τῇ διδασκαλίᾳ τῆς προςευχῆς ὁ λόγος, μηδα‐ μῶς ἐν τῇ πρὸς θεὸν ἐντεύξει ὡς ἐπὶ καθαρῷ τῷ συνει‐ δότι παῤῥησιάζεσθαι, κἂν ὅτι μάλιστα τῶν ἀνθρωπίνων | |
15 | πλημμελημάτων κεχωρισμένος τις ᾖ. Ἴσως γάρ τις κατὰ τὸν νεανίαν ἐκεῖνον τὸν πολυκτήμονα ταῖς ἐντολαῖς τὴν ζωὴν ἑαυτοῦ παιδαγωγήσας ἔχει τὸ τοιοῦτον ἐπὶ τοῦ ἰδίου καυχήσασθαι βίου καὶ εἰπεῖν τῷ θεῷ ὅτι, Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου, καὶ ὑπειληφέναι αὐτῷ διὰ | |
20 | τὸ μηδὲν εἰς τὰς ἐντολὰς πλημμελῆσαι μὴ λίαν ἁρμόζειν τὴν ὑπὲρ τῶν ὀφλημάτων παραίτησιν, ὡς μόνοις τοῖς ἐξημαρτηκόσιν ἁρμόζουσαν, καί φησιν τῷ μολυνθέντι διὰ πορνείας τὴν τοιαύτην πρέπειν φωνὴν, ἢ τῷ διὰ πλεον‐ εξίας εἰδωλολατρήσαντι ἀναγκαίαν τὴν αἴτησιν τῆς συγ‐ | |
25 | γνώμης εἶναι, καὶ παντὶ ὅλως τῷ διά τινος πλημμελείας τὸ συνειδὸς τῆς ψυχῆς καταστίξαντι καλὸν καὶ ἁρμόδιον εἶναι τὸ καταφυγεῖν πρὸς ἔλεον· εἰ δὲ Ἡλίας ἐκεῖνος ὁ πολὺς εἴη, ἢ ὁ ἐν πνεύματι καὶ δυνάμει Ἡλίου, ὁ μέγας ἐν γεννητοῖς γυναικῶν, ἢ Πέτρος, ἢ Παῦλος, ἢ Ἰωάννης, | |
30 | ἤ τις ἄλλος τῶν πρὸς τὸ κρεῖττον μεμαρτυρημένων ὑπὸ τῆς θείας γραφῆς, εἰς τί χρήσαιτο τῇ τοιαύτῃ φωνῇ, τῇ παραιτουμένῃ αὐτὸν ἀπὸ τῶν ὀφλημάτων, ᾧ γε οὐδὲν ἐξ ἁμαρτίας ὄφλημα; Ὡς ἂν μή τις πρὸς τὰ τοιαῦτα βλέ‐ πων ἀπαυθαδιάζοιτο κατὰ τὸν Φαρισαῖον ἐκεῖνον, τὸν | |
35 | οὐδ’ ὅ τι ἦν κατὰ τὴν φύσιν ἐπιγινώσκοντα (εἰ γὰρ ἐγνώ‐ | |
κει ὅτι ἄνθρωπος ἦν, πάντως ἂν τὸ μὴ καθαρεύειν ἀπὸ | 298 | |
300 | ῥύπου τὴν φύσιν παρὰ τῆς ἁγίας ἐδιδάχθη γραφῆς, ἥ φησιν μηδεμιᾶς ἡμέρας ζωὴν δυνατὸν εἶναι δίχα κηλῖδος ἐπ’ ἀνθρώπων εὑρεῖν), ὡς ἂν οὖν μηδὲν τοιοῦτον περὶ τὴν ψυχὴν τοῦ διὰ προςευχῆς τῷ θεῷ προςιόντος πάθος | |
5 | ἐγγένοιτο, μὴ πρὸς τὰ κατορθώματα βλέπειν ὁ λόγος πα‐ ρεγγυᾷ, ἀλλ’ ἐπαναλαμβάνειν τὴν μνήμην τῶν κοινῶν τῆς ἀνθρωπίνης φύσεως ὀφλημάτων, ὧν πάντως τις καὶ αὐτὸς μετέχει, τὸ μέρος συμμετέχων τῆς φύσεως, καὶ παρακα‐ λεῖν τὸν κριτὴν ἀμνηστίαν τῶν πλημμελημάτων χαρίσασθαι. | |
10 | Ὡς γὰρ ζῶντος ἐν ἡμῖν τοῦ Ἀδὰμ πάντες οἱ καθ’ ἕκαστον ἄνθρωποι, ἕως ἂν τοὺς δερματίνους τούτους χιτῶνας περὶ τὴν ἑαυτῶν βλέπωμεν φύσιν, καὶ τὰ πρόςκαιρα ταῦτα φύλλα τῆς ὑλικῆς ταύτης ζωῆς, ἅπερ τῶν ἀϊδίων τε καὶ λαμπρῶν ἐνδυμάτων γυμνωθέντες κακῶς ἑαυτοῖς συν‐ | |
15 | εῤῥάψαμεν, τρυφὰς καὶ δόξας καὶ τὰς ἐφημέρους τιμὰς καὶ τὰς ὠκυμόρους τῆς σαρκὸς πληροφορίας ἀντὶ τῶν θείων περιβολαίων μετενδυσάμενοι, καὶ μέχρις ἂν τὸν τῆς κακώσεως βλέπωμεν τόπον, ἐν ᾧ κατεδικάσθημεν πα‐ ροικεῖν, ἐπειδὰν πρὸς ἀνατολὴν ἑαυτοὺς τρέψωμεν (οὐχ | |
20 | ὡς μόνον ἐκεῖ τοῦ θεοῦ θεωρουμένου, —ὁ γὰρ παντα‐ χοῦ ὢν κατ’ οὐδὲν μέρος ἰδιαζόντως καταλαμβάνεται, ἐπ’ ἴσης γὰρ περιέχει τὸ πᾶν, ἀλλ’ ὡς ἐν ἀνατολαῖς τῆς πρώ‐ της ἡμῖν πατρίδος οὔσης, λέγω δὲ τῆς ἐν παραδείσῳ δια‐ γωγῆς ἧς ἐκπεπτώκαμεν, Ἐφύτευσεν γὰρ ὁ θεὸς παρά‐ | |
25 | δεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς), ὅταν τοίνυν πρὸς τὰς ἀνατολὰς ἀναβλέπωμεν, καὶ τῆς ἐκπτώσεως τῶν φωτει‐ νῶν τε καὶ ἀνατολικῶν τῆς μακαριότητος τόπων τῇ δια‐ νοίᾳ τὴν μνήμην λάβωμεν, εἰκότως τὴν τοιαύτην φωνὴν προβαλλόμεθα, οἱ ὑπὸ τῆς πονηρᾶς τοῦ βίου συκῆς σκια‐ | |
30 | ζόμενοι, οἱ ἐξ ὀφθαλμῶν τοῦ θεοῦ ῥιφέντες, οἱ πρὸς τὸν ὄφιν αὐτομολήσαντες, τὸν ἐσθίοντα γῆν καὶ εἰς γῆν ἰλυσ‐ πώμενον, καὶ ἐπὶ τὸ στῆθος καὶ τὴν κοιλίαν ἑαυτοῦ πο‐ ρευόμενον, καὶ ἡμῖν τὰ ἴσα ποιεῖν συμβουλεύοντα, περὶ | |
τὴν γηΐνην ἀπόλαυσιν ἔχειν καὶ τοῖς χαμαιζήλοις καὶ χα‐ | 300 | |
302 | μερπέσιν τὴν καρδίαν ἑαυτῶν ἐπισύρειν νοήμασιν, καὶ ἐπὶ κοιλίαν πορεύεσθαι, τοῦτ’ ἔστι περὶ τὸν ἀπολαυστικὸν ἀσχο‐ λεῖσθαι βίον, ἐν τούτοις οὖν ὄντες κατὰ τὸν ἄσωτον ἐκεῖ‐ νον μετὰ τὴν μακρὰν ταλαιπωρίαν, ἣν τοὺς χοίρους ποι‐ | |
5 | μαίνων ὑπέμεινεν, ἐπειδὰν εἰς ἑαυτοὺς ἐπανέλθωμεν, ὥς‐ περ κἀκεῖνος, καὶ τοῦ οὐρανίου πατρὸς ἔννοιαν λάβωμεν, καλῶς κεχρήμεθα ταῖς τοιαύταις φωναῖς ὅτι, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὥστε, κἂν Μωϋσῆς τις ᾖ καὶ Σα‐ μουὴλ, κἂν ἕτερός τις τῶν δι’ ἀρετῆς ἐξεχόντων, οὐδὲν | |
10 | ἧττον ἁρμόζουσαν ἡγεῖται ταύτην, καθὰ ἄνθρωπός ἐστιν, ἑαυτῷ τὴν φωνὴν, ὁ κοινωνῶν τῆς φύσεως τοῦ Ἀδὰμ, κοι‐ νωνῶν δὲ καὶ τῆς ἐκπτώσεως. Ἐπειδὴ γὰρ, καθώς φησιν ὁ ἀπόστολος, ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, κοινὴν εἶναι προςήκει τὴν τῷ Ἀδὰμ ἐπὶ τῇ μετανοίᾳ πρέπουσαν | |
15 | φωνὴν πάντων τῶν ἐκείνῳ συντεθνηκότων, ὡς ἂν τῆς ἀμνηστίας ἡμῖν τῶν πλημμελημάτων δοθείσης χάριτι πά‐ λιν ὑπὸ τοῦ κυρίου σωθείημεν, καθώς φησιν ὁ ἀπόστολος. Ἀλλὰ ταῦτα μὲν εἴρηται, ὡς ἄν τις τὸν κοινότερον ἐπι‐ σκοπῶν λόγον τὸ προκείμενον θεωρήσειεν. Εἰ δέ τις τὴν | |
20 | ἀληθῆ τοῦ ῥήματος ζητοίη διάνοιαν, οὐκ οἶμαι χρείαν ἐφ’ ἡμῶν εἶναι, πρὸς τὸ κοινὸν τῆς φύσεως ἀναφέρειν τὴν ἔννοιαν· ἱκανὴ γὰρ ἡ συνείδησις ἐκ τῶν ἑκάστῳ βεβιωμέ‐ νων ἀναγκαίαν ποιήσασθαι τοῦ ἐλέου τὴν αἴτησιν. Ἐγὼ γὰρ οἶμαι πολυειδῶς κατὰ τὸν βίον τοῦτον τῆς ζωῆς ἡμῖν | |
25 | ἐνεργουμένης, τῆς μὲν κατὰ ψυχὴν καὶ διάνοιαν, τῆς δὲ κατὰ τὰς αἰσθήσεις τοῦ σώματος, δύςκολον ἢ καὶ παν‐ τάπασιν ἀμήχανον εἶναι, μὴ ἑνί τινι πρὸς ἁμαρτίαν πά‐ θει συνενεχθῆναι· οἷόν τι λέγω, τῆς ἀπολαυστικῆς ταύτης τῆς κατὰ τὸ σῶμα ζωῆς ἐπιμεριζομένης ἡμῶν ταῖς αἰσθή‐ | |
30 | σεσι, τῆς δὲ κατὰ ψυχὴν ἐν τῇ τῆς διανοίας ὁρμῇ θεω‐ ρουμένης, καὶ ἐν τῇ κινήσει τῆς προαιρέσεως, τίς οὗτος ὑψηλός τε καὶ μεγαλοφυὴς τῷ φρονήματι ὡς δι’ ἀμφο‐ τέρων ἔξω γενέσθαι τοῦ κατὰ κακίαν μολύσματος; τίς | |
κατὰ τὸν ὀφθαλμὸν ἀναμάρτητος; τίς κατὰ τὴν ἀκοὴν | 302 | |
304 | ἀνυπεύθυνος; τίς τῆς βοσκηματώδους ταύτης κατὰ τὸν λαιμὸν ἡδονῆς ἀλλότριος; τίς τῇ ἁφῇ τῆς κατὰ τὴν ἁμαρ‐ τίαν λαβῆς καθαρεύει; Τίς οὐκ οἶδεν τὸ αἴνιγμα τῆς γρα‐ φῆς λεγούσης διὰ τῶν θυρίδων εἰςεληλυθέναι τὸν θάνα‐ | |
5 | τον; Τὰς γὰρ αἰσθήσεις, δι’ ὧν ἐκκύπτουσα ἡ ψυχὴ πρὸς τὰ ἔξωθεν πράγματα τῶν κατὰ γνώμην ἀντιλαμβάνεται, θυρίδας ἡ γραφὴ προςηγόρευσεν, ἃς ὁδοποιεῖν τῷ θανά‐ τῷ τὴν εἴςοδον ὁ λόγος φησίν. Τῷ ὄντι γὰρ πολλῶν θα‐ νάτων εἴςοδος γίνεται πολλάκις ὁ ὀφθαλμὸς, ἢ θυμού‐ | |
10 | μενον βλέπων καὶ πρὸς τὸ ἴσον πάθος ἀντεγειρόμενος, ἢ εὐημεροῦντα παρ’ ἀξίαν καὶ εἰς φθόνον φλεγόμενος, ἢ ὑπερηφανούμενον καὶ πρὸς μῖσος ἐκπίπτων, ἤ τινα εὐ‐ χροοῦσαν ὕλην, ἢ ἐπὶ μορφῆς εὐφυεστέραν διάπλασιν, καὶ ὅλος πρὸς τὴν τοῦ ἀρέσαντος ἐπιθυμίαν κατολισθαίνων. | |
15 | Οὕτως ἀνοίγει τῷ θανάτῳ τὰς θυρίδας τὸ οὖς, δι’ ὧν ἀκούει πολλὰ πάθη ἐπὶ τὴν ψυχὴν παραδέχεται, φόβον, λύπην, θυμὸν, ἡδονὴν, ἐπιθυμίαν, διάχυσιν γέλωτος καὶ τὰ τοιαῦτα. Ἡ δὲ κατὰ τὴν γεῦσιν ἀπόλαυσις μήτηρ, ὡς ἂν εἴποι τις, τῶν καθ’ ἕκαστόν ἐστι κακῶν. Τίς γὰρ | |
20 | οὐκ οἶδεν ὅτι ῥίζα σχεδόν ἐστι τῶν περὶ τὸν βίον πλημ‐ μελημάτων ἡ περὶ τὸν λαιμὸν ἀσχολία; ταύτης γὰρ ἐξήρ‐ τηται ἡ τρυφὴ, ἡ μέθη, ἡ γαστριμαργία, ἡ περὶ τὴν δίαι‐ ταν ἀσωτία, ἡ πληθώρα, ὁ κόρος, ὁ κῶμος, ἡ κτηνώδης καὶ ἄλογος περὶ τὰ πάθη τῆς ἀτιμίας καταφορά. Ὁμοίως ἡ κατὰ | |
25 | τὴν ἁφὴν αἴσθησις πάντων ἔσχατον τῶν ἁμαρτανομένων ἐστίν. Πάντα γὰρ ὅσα τῷ σώματι παρὰ τῶν φιληδόνων ἐπιτηδεύεται, τῆς ἁπτικῆς ἀντιλήψεώς ἐστιν ἀῤῥωστήματα, ὧν τὰ καθ’ ἕκαστον διηγεῖσθαι μακρὸν ἂν εἴη· καὶ οὐδὲ πρέπον ἅμα τοῖς σεμνοτέροις τῶν λόγων παραμιγνύειν | |
30 | ὅσα τῆς ἁφῆς ἐστι κατηγορήματα. Τῶν δὲ κατὰ τὴν ψυ‐ χήν τε καὶ προαίρεσιν πλημμελουμένων τὸν ἑσμὸν τίς ἂν ἐξαριθμήσαιτο λόγος; Ἔσωθεν, φησὶν, ἐκπορεύονται δια‐ λογισμοὶ πονηροί· καὶ προςέθηκε τῶν δι’ ἐνθυμήσεως | |
κοινούντων ἡμᾶς τὸν κατάλογον. Εἰ τοίνυν οὕτω παντα‐ | 304 | |
306 | χόθεν ἡμῖν τὰ τῶν ἁμαρτιῶν δίκτυα περικέχυται διὰ πάν‐ των τῶν αἰσθητηρίων, διὰ τῶν ἐγκαρδίων τῆς ψυχῆς κινη‐ μάτων, τίς καυχήσεται, καθὼς ἡ Σοφία φησὶν, ἁγνὴν ἔχειν καρδίαν; τίς κεκαθάρισται ἀπὸ ῥύπου; ὡς ὁ Ἰὼβ τὸ | |
5 | τοιοῦτον μαρτύρεται. Ῥύπος ἐστὶ τῆς κατὰ ψυχὴν καθα‐ ρότητος ἡ ἡδονὴ, ἡ πολυμερῶς καὶ πολυτρόπως τῷ ἀν‐ θρωπίνῳ καταμιγνυμένη βίῳ διὰ ψυχῆς τε καὶ σώματος, δι’ ἐνθυμήσεων, δι’ αἰσθήσεων, διὰ τῶν κατὰ πρόθεσιν κινημάτων, διὰ τῶν σωματικῶν ἐνεργημάτων. Τίς οὖν | |
10 | καθαρὰν τῆς κηλῖδος ταύτης τὴν ψυχὴν ἔχει; πῶς οὐκ ἐπλήγη τῷ τύφῳ; πῶς οὐκ ἐπατήθη τῷ ποδὶ τῆς ὑπερη‐ φανίας; ὃν ἡ ἁμαρτωλὴ χεὶρ οὐκ ἐσάλευσεν; οὗ ὁ ποῦς εἰς κακίαν οὐκ ἔδραμεν; ὃν ὀφθαλμὸς ἀτακτῶν οὐκ ἐμό‐ λυνεν, καὶ ἀπαίδευτος ἀκοὴ οὐκ ἐῤῥύπωσεν, καὶ ἡ γεῦσις | |
15 | πρὸς ἑαυτὴν οὐκ ἠσχόλησεν, καὶ ἡ καρδία πρὸς ματαίας κινήσεις ἀνενέργητος ἔμεινεν; Ἐπεὶ οὖν ταῦτα περὶ ἡμᾶς χείρω μὲν καὶ χαλεπώτερα τοῖς κτηνωδεστέροις, μετριώ‐ τερα δὲ τοῖς ἐπιμελεστέροις, πάντη δὲ καὶ πάντως ἐν πᾶσι τοῖς κοινωνοῦσι τῆς φύσεώς ἐστι καὶ ἡ κοινωνία τῶν πλημ‐ | |
20 | μελημάτων τῆς φύσεως, διὰ τοῦτο προςπίπτοντες διὰ προςευχῆς τῷ θεῷ ἀφεθῆναι ἡμῖν τὰ ὀφειλήματα παρα‐ καλοῦμεν. Ἀλλ’ ἄπρακτός ἐστι ἡ τοιαύτη φωνὴ, καὶ εἰς ἀκοὰς θείας οὐ φθάνουσα, μὴ τῆς συνειδήσεως ἡμῖν συμ‐ βοώσης ὅτι καλόν ἐστιν ἡ τοῦ ἐλέους μετάδοσις. Ὁ γὰρ | |
25 | θεῷ πρέπειν τὴν φιλανθρωπίαν κρίνων (οὐ γὰρ ἂν, εἰ μὴ πρέπειν ᾤετο, πρὸς τὸ ἀπρεπές τε καὶ ἀνάρμοστον ἐλ‐ θεῖν ἠξίου), δίκαιος ἂν εἴη τοῖς ἰδίοις ἔργοις τὴν περὶ τοῦ καλοῦ βεβαιῶσαι κρίσιν, ὡς ἂν μὴ τὸ τοιοῦτον ἀκού‐ σειεν παρὰ τοῦ δικαίου κριτοῦ ὅτι, Ἰατρὲ, θεράπευσον | |
30 | σεαυτόν· ἐμὲ πρὸς φιλανθρωπίαν παρακαλεῖς, ἧς τοῖς πέλας αὐτὸς οὐ μετέδωκας; Ἄφεσιν ὀφλημάτων αἰ‐ τεῖς· πῶς οὖν κατάγχεις σὺ τὸν ὑπόχρεων; Ἐξαλειφθῆ‐ ναι τὸ κατὰ σοῦ χειρόγραφον εὔχῃ, ὁ δι’ ἐπιμελείας φυ‐ λάσσων τὰ τῶν ὑπευθύνων συμβόλαια; χρεῶν αἰτεῖς ἀπο‐ | |
35 | κοπὰς, ὁ τρέφων διὰ τῶν τόκων τὸ δάνειον; ὁ σὸς ὀφει‐ | |
λέτης ἐν δεσμωτηρίῳ, καὶ σὺ ἐν εὐκτηρίῳ; ἐκεῖνος τοῖς | 306 | |
308 | ὀφλήμασιν ὀδυνᾶται, καὶ σὺ ἀφεθῆναί σοι τὴν ὀφειλὴν ἀξιοῖς; ἀνήκοός ἐστί σου ἡ προςευχὴ, ὑπερηχεῖ γὰρ ἡ τοῦ ὀδυνωμένου φωνή. Ἐὰν λύσῃς τὸ σωματικὸν χρέος, λυ‐ θήσεταί σοι τῆς ψυχῆς τὰ δεσμά· ἐὰν συγχωρήσῃς, συγχω‐ | |
5 | ρηθήσεταί σοι, σεαυτῷ δικάσεις, σεαυτῷ νομοθετήσεις, τῇ πρὸς τὸν ὑποκείμενον διαθέσει τὴν ἄνωθεν ψῆφον ἐπὶ σεαυτοῦ φέρων. Τοιοῦτόν τί μοι δοκεῖ καὶ ἐν ἑτέρῳ λό‐ γῳ διδάσκειν ὁ κύριος, διηγηματικῶς τὸ δόγμα τοῦτο πα‐ ρατιθέμενος, ἔνθα βασιλεύς τίς ἐστιν ἐν τῷ διηγήματι, | |
10 | φοβερῶς προκαθήμενος, καὶ τοὺς οἰκέτας εἰς κρίσιν ἄγων, καὶ τῶν οἰκονομηθέντων παρ’ ἑκάστου τὴν γνῶσιν ἐπιζη‐ τῶν. Προςαχθέντος δέ τινος τῶν χρεωφειλετῶν, καὶ φι‐ λανθρωπίαν τετυχηκότος, ἐπειδὴ προςπεσὼν ἀντὶ τῆς τῶν χρημάτων ἐκτίσεως τὴν ἱκετηρίαν προςήγαγεν, εἶτα κατὰ | |
15 | τοῦ ὁμοδούλου ἐπὶ μετρίῳ ὀφλήματι πικρῶς τε καὶ ἀπη‐ νῶς διατεθέντος, ὀργιζόμενον ἐποίησεν ἐπὶ τῇ πρὸς τὸν ὁμόδουλον ἀπηνείᾳ τὸν βασιλέα, καὶ προςτάξαι τοῖς βασανισταῖς παγγενεὶ αὐτὸν τῆς τοῦ βασιλέως οἰκίας ἀλ‐ λοτριῶσαι, ἐπὶ τοσοῦτόν τε παρατεῖναι τὴν κόλασιν, ἕως | |
20 | ἂν τὴν ἀξίαν τιμωρίαν ἀποπληρώσῃ. Ἀληθῶς γὰρ ὀβο‐ λοί τινές εἰσιν ἀτελεῖς τε καὶ εὐαρίθμητοι πρὸς μυ‐ ριάδας ταλάντων παρατιθέμενοι τὰ τῶν ἀδελφῶν ἡμῶν εἰς ἡμᾶς ὀφλήματα, συγκρίσει πρὸς τὸν θεὸν τῶν ἡμε‐ τέρων πλημμελημάτων. Ζημία πάντως ἐστὶν ἢ ὕβρεως | |
25 | ἀφορμὴ παρά τινος γεγενημένη, ἢ οἰκέτου κακία, ἢ καὶ εἰς σωματικὸν θάνατον ἐπιβουλή· εἶτα σὺ πρὸς τὴν ἄμυναν τούτων ἐν φλεγμονῇ καρδίας ἐξερεθίζῃ, καὶ πᾶ‐ σαν τὴν ἐπίνοιαν εἰς τὴν τῶν προλελυπηκότων τιμω‐ ρίαν ἀναζητεῖς· οὐ λογίζῃ, εἰ μὲν πρὸς οἰκέτην ὁ θυμὸς | |
30 | φλεγμαίνοι, ὅτι οὐ φύσις, ἀλλὰ δυναστεία πρὸς δουλείαν τε καὶ κυριότητα τὸ ἀνθρώπινον ἔσχισεν· τῶν γὰρ ἀνθρώ‐ πῳ δουλεύειν ὁ τοῦ παντὸς οἰκονόμος τὴν ἄλογον φύσιν μόνην ἐνομοθέτησεν, καθώς φησιν ὁ προφήτης ὅτι, Πάν‐ | |
τα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ | 308 | |
310 | βόας ἁπάσας, καὶ τὰ πετεινὰ, καὶ τὰ κτήνη, καὶ τοὺς ἰχθύας. Ταῦτά τε καὶ δοῦλα προςαγορεύει, φησάσης ἑτέ‐ ρωθι τῆς προφητείας, Διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τὸν δὲ ἄνθρωπον | |
5 | τῇ αὐτεξουσίῳ χάριτι κατεκόσμησεν. Ὥστε τὸ ἴσον ἔχει σοὶ τῷ τῆς φύσεως ἀξιώματι ὁ ὑπεζευγμένος συνηθείᾳ καὶ νόμῳ, οὔτε παρὰ σοῦ γέγονεν, οὔτε ἐν σοὶ ζῇ, οὔτε τὰς σωματικάς τε καὶ τὰς τῆς ψυχῆς ἐνεργείας παρὰ σοῦ λαβὼν ἔχει. Τί οὖν τοσοῦτον ἐπιζέεις κατ’ αὐτοῦ τῷ | |
10 | θυμῷ, ῥᾳθυμήσαντός τινος, ἢ ἀποστατήσαντος, ἢ τάχα καταφρόνησιν ἐνδειξαμένου σοι κατὰ πρόςωπον, δέον πρὸς ἑαυτὸν βλέπειν, οἷος σὺ γέγονας τῷ δεσπότῃ τῷ πλάσαντί σε καὶ παραγαγόντι διὰ γενέσεως, καὶ κοινωνόν σε τῶν ἐν τῷ κόσμῳ θαυμάτων ποιήσαντι, τῷ προθέντι τὸν ἥλιον | |
15 | εἰς ἀπόλαυσιν, καὶ πάσας τὰς πρὸς τὸ ζῇν ἀφορμὰς ἐκ τῶν στοιχείων χαρισαμένῳ, ἐκ γῆς τε καὶ πυρὸς καὶ ἀέρος καὶ ὕδατος, τῷ παρασχομένῳ τὴν διανοητικὴν χάριν, τὴν ἀντιληπτικὴν αἴσθησιν, τὴν διακριτικὴν καλοῦ τε καὶ τοῦ χείρονος ἐπιστήμην; Πῶς, σὺ πρὸς τὸν τοιοῦτον δεσπό‐ | |
20 | την ἆρα καταπειθὴς καὶ ἀπρόςκοπος; οὐκ ἐδραπετεύσας πρὸς τὴν ἁμαρτίαν; οὐκ ἀντηλλάξω τὴν πονηρὰν δεσπο‐ τείαν; οὐ τό γε ἐπὶ σοὶ ἔρημον τὴν τοῦ δεσπότου κατέ‐ λιπες οἰκίαν, ἐν ᾧ ἐτάχθης ἐργάζεσθαι καὶ φυλάσσειν, τούτου ἀποφοιτήσας; τὰ δὲ κατειλεγμένα πλημμελήματα | |
25 | οὐχ ὑπὸ μάρτυρι τῷ θεῷ τῷ πανταχοῦ ὄντι καὶ πάντα ἐφορῶντι ἢ πράττεις, ἢ λέγεις, ἢ φρονεῖς τὰ μὴ δέοντα; Εἶτα τοιοῦτος ὢν καὶ τοσούτοις ὑπόχρεως μέγα τι οἴει τῷ ὁμοδούλῳ χαρίζεσθαι, εἴ τι τῶν εἰς σὲ πλημμεληθέν‐ των διὰ μακροθυμίας παρίδοις; Εἰ τοίνυν μέλλοιμεν | |
30 | προςάγειν τῷ θεῷ τὴν ὑπὲρ τοῦ ἐλέου καὶ τῆς συγγνώ‐ μης παράκλησιν, παρασκευάσωμεν τῷ συνειδότι τὴν παῤῥη‐ σίαν, ὡς τὸν βίον συνήγορον τῆς φωνῆς ταύτης προστή‐ σασθαι, καὶ εἰπεῖν ἀληθῶς ὅτι καὶ ἡμεῖς ἀφήκαμεν τοῖς | |
ὀφείλουσιν ἡμῖν. | 310 | |
312 | Τί δὲ βούλεται τὸ ἐφεξῆς τοῖς εἰρημένοις προςκεί‐ μενον; Ἀναγκαίως οἶμαι μηδὲ τοῦτο παραδραμεῖν ἀθε‐ ώρητον, ὡς ἂν εἰδότες ᾧ προςευχόμεθα ψυχῇ καὶ μὴ σώ‐ ματι τὴν ἱκεσίαν προςάγωμεν. Μὴ εἰςενέγκῃς ἡμᾶς εἰς | |
5 | πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Τίς, ἀδελ‐ φοὶ, τῶν εἰρημένων ἡ δύναμις; Δοκεῖ μοι πολυτρόπως τε καὶ διαφόρως ὁ κύριος τὸ κακὸν ὀνομάζειν, κατὰ τὰς τῶν πονηρῶν ἐνεργειῶν διαφορὰς πολυωνύμως αὐτὸν ἀποκαλῶν διάβολον, Βεελζεβοὺλ, μαμωνᾶν, ἄρχοντα τοῦ | |
10 | κόσμου, ἀνθρωποκτόνον, πονηρὸν, πατέρα ψεύδους, καὶ ἄλλα τοιαῦτα. Τάχα τοίνυν ἓν τῶν περὶ αὐτὸν νοουμέ‐ νων ὄνομά τί ἐστι καὶ ὁ πειρασμὸς, καὶ βεβαιοῖ τὴν τοι‐ αύτην ἡμῖν ὑπόνοιαν ἡ τῶν εἰρημένων σύμφρασις· εἰπὼν γὰρ, Μὴ εἰςενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἐπήγαγεν τὸ ῥυ‐ | |
15 | σθῆναι ἀπὸ τοῦ πονηροῦ, ὡς τοῦ αὐτοῦ δι’ ἑκατέρων τῶν ὀνομάτων σημαινομένου. Εἰ γὰρ ὁ μὴ εἰςελθὼν εἰς πει‐ ρασμὸν ἔξω πάντως ἐστὶ τοῦ πονηροῦ, καὶ ὁ ἐν τῷ πει‐ ρασμῷ γενόμενος ἐν τῷ πονηρῷ κατ’ ἀνάγκην γίνεται, ἆρα ὁ πειρασμός τε καὶ ὁ πονηρὸς ἕν τι κατὰ τὴν σημασίαν | |
20 | ἐστίν. Τί οὖν ἡμῖν ἡ τοιαύτη διδασκαλία τῆς προς‐ ευχῆς ἐγκελεύεται; Τὸ ἔξω γίνεσθαι τῶν κατὰ τὸν κόσ‐ μον τοῦτον θεωρουμένων, καθώς φησιν ἑτέρωθι πρὸς τοὺς μαθητὰς ὅτι ὅλος ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖ‐ ται. Οὐκοῦν ὁ ἐκτὸς γενέσθαι τοῦ πονηροῦ θέλων ἐξ | |
25 | ἀνάγκης τοῦ κόσμου ἑαυτὸν ἀποικίσει· οὐ γὰρ ἔχει χώ‐ ραν ὁ πειρασμὸς τῆς ψυχῆς ἅψασθαι, εἰ μὴ καθάπερ τι δέλεαρ τὴν κοσμικὴν ταύτην ἀσχολίαν τῷ πονηρῷ πε‐ ριθεὶς ἀγκίστρῳ τοῖς λιχνοτέροις προέτεινεν. Μᾶλλον δὲ σαφέστερον ἂν ἡμῖν δι’ ἑτέρων ὑποδειγμάτων τὸ νόημα | |
30 | γένοιτο. Χαλεπὴ πολλάκις ἐκ τρικυμίας ἐστὶν ἡ θάλασσα, ἀλλ’ οὐχὶ καὶ τοῖς πόῤῥωθεν ἀπῳκισμένοις αὐτῆς. Φθαρ‐ τικὸν τὸ πῦρ, ἀλλὰ τῆς ὑποπεσούσης ὕλης. Δεινὸς ὁ πόλε‐ μος, ἀλλὰ μόνοις τοῖς κοινωνοῦσι τῆς παρατάξεως. Ὥςπερ | |
δὲ ὁ τὰς συμφορὰς τῶν ἐκ τοῦ πολέμου κακῶν φεύγων | 312 | |
314 | εὔχεται μὴ ἐμπεσεῖν πολέμῳ, καὶ ὁ τὸ πῦρ δεδοικὼς τὸ μὴ ἐν αὐτῷ γενέσθαι, καὶ ὁ φρίττων τὴν θάλασσαν τὸ μὴ εἰς ἀνάγκην ναυτιλίας ἐλθεῖν, οὕτω καὶ ὁ τοῦ πονη‐ ροῦ τὴν προςβολὴν δεδοικὼς εὐχέσθω τὸ μὴ ἐν αὐτῷ γε‐ | |
5 | νέσθαι. Ἐπειδὴ δὲ, καθὼς προειρήκαμεν, ἐν τῷ πονηρῷ κεῖσθαι τὸν κόσμον ὁ λόγος φησὶν, ἐν δὲ τοῖς κοσμικοῖς πράγμασιν αἱ τῶν πειρασμῶν ἀφορμαὶ, καλῶς καὶ προς‐ ηκόντως ὁ ῥυσθῆναι ἀπὸ τοῦ πονηροῦ εὐχόμενος ἔξω τῶν πειρασμῶν γενέσθαι παρακαλεῖ. Οὐ γὰρ ἄν τις κα‐ | |
10 | ταπίῃ τὸ ἄγκιστρον, μὴ κατασπάσας ἐν λιχνείᾳ τὸ δέλεαρ. Ἀλλ’ εἴπωμεν καὶ ἡμεῖς ἀναστάντες τῷ θεῷ ὅτι, Μὴ εἰς‐ ενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, τοῦτ’ ἔστιν εἰς τὰ τοῦ βίου κακὰ, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, τοῦ ἐν τῷ κόσμῳ τούτῳ τὴν ἰσχὺν κεκτημένου, οὗ ῥυσθείημεν χάριτι | |
15 | τοῦ Χριστοῦ τοῦ θεοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος | |
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 314 |