TLG 2017 043 :: GREGORIUS NYSSENUS :: De virginitate GREGORIUS NYSSENUS Theol. De virginitate Citation: Chapter — section — (line) | ||
pt | ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΕΡΙ ΠΑΡΘΕΝΙΑΣ | |
pn | Ἐπιστολὴ μηνύουσα τὰ ὑποτεταγμένα τῶν κγʹ κεφαλαίων ἅτινά ἐστι προτροπὴ εἰς τὸν κατ’ ἀρετὴν βίον. | |
p1 | Ὁ μὲν σκοπὸς τοῦ λόγου ἐστὶν ἐπιθυμίαν τῆς κατ’ ἀρετὴν ζωῆς τοῖς ἐντυγχάνουσιν ἐμποιῆσαι· πολλῶν δὲ τῷ κοινοτέρῳ βίῳ, καθὼς ὠνόμασεν ὁ θεῖος ἀπόστολος, τῶν περισπασμῶν ἐγκειμένων ἀναγκαίως ὁ λόγος ὥσπερ | |
5 | τινὰ θύραν καὶ εἴσοδον τῆς σεμνοτέρας διαγωγῆς τὸν τῆς παρθενίας ὑποτίθεται βίον, ὡς οὔτε τοῖς ἐμπλακεῖσι τῇ | |
---|---|---|
τοῦ βίου κοινότητι ῥᾴδιον τὸ καθ’ ἡσυχίαν προσφιλοσοφεῖν τῇ θειοτέρᾳ ζωῇ καὶ τοῖς ἀποταξαμένοις πάντῃ τῷ ταρα‐ χώδει βίῳ πολλῆς εὐκολίας οὔσης ταῖς ὑψηλοτέραις ἀσχο‐ | 246 | |
10 | λίαις παρεδρεύειν ἀπερισπάστως. Καὶ ἐπειδὴ καθ’ ἑαυτήν πως ἀργοτέρα πρὸς τὸ πείθειν ἐστὶν ἡ συμβουλὴ καὶ οὐκ ἄν τις ῥᾳδίως ὑπαγάγοιτό τινα ψιλῷ τῷ λόγῳ πρός τι τῶν ὠφελούντων ἐγκελευόμενος, εἰ μὴ πρότερον ἀπο‐ σεμνύνειεν ἐκεῖνο πρὸς ὃ τὸν ἀκροατὴν παρορμᾷ, τούτου | |
15 | χάριν ἀπὸ τῶν ἐγκωμίων τῆς παρθενίας ὁ λόγος ἀρξά‐ μενος, οὕτως εἰς τὴν συμβουλὴν καταλήγει. Μᾶλλον δέ πως τοῦ ἐν ἑκάστῳ καλοῦ καὶ διὰ τῆς παραθέσεως τῶν ἐναντίων φανερουμένου ἀναγκαίως καὶ τῆς δυσχερείας τοῦ κοινοτέρου βίου μνήμη τις γέγονεν. Εἶτα εὐμεθόδως ὑπο‐ | |
20 | γραφή τις παρεισήχθη τοῦ κατὰ φιλοσοφίαν βίου, καὶ τὸ μὴ δύνασθαι τούτου τυχεῖν τὸν ἐν κοσμικαῖς ὄντα φροντίσι κατεσκευάσθη. Τῆς δὲ σωματικῆς ἐπιθυμίας ἀργούσης ἐν τοῖς ἀποταξαμένοις, ἀκολούθως ἐπεζητήθη τί τὸ ἀληθῶς ἐπιθυμητόν, οὗ χάριν καὶ τὴν δύναμιν παρὰ τοῦ δημιουργοῦ | |
25 | τῆς φύσεως ἡμῶν εἰλήφαμεν. Τούτου δὲ καθ’ ὅσον οἷόν τε ἦν ἐκκαλυφθέντος ἐφάνη ἀκολούθως καί τινα μέθοδον πρὸς τὸ τυχεῖν τοῦ ἀγαθοῦ τούτου ἐπινοῆσαι. | |
p2 | Εὑρέθη τοίνυν ἡ ἀληθὴς παρθενία ἡ παντὸς τοῦ ἐξ ἁμαρτιῶν μολυσμοῦ καθαρεύουσα πρὸς τὴν τοιαύτην ἐπί‐ νοιαν ἐπιτηδείως ἔχουσα, ὥστε πάντα τὸν διὰ μέσου λόγον, κἂν πρὸς ἕτερά τινα βλέπειν δοκῇ, πρὸς τὸ τῆς παρθενίας | 248 |
5 | συντείνειν ἐγκώμιον. Τὰς δὲ μερικὰς ὑποθήκας τοῦ τοιού‐ του βίου, ὅσαι τοῖς ἀκριβῶς μετιοῦσι τὴν σεμνότητα ταύ‐ την ἐπετηδεύθησαν, φεύγων τὴν ἀμετρίαν ὁ λόγος παρέ‐ δραμε καθολικῶς τε διὰ τῶν γενικωτέρων παραγγελμάτων προαγαγὼν τὴν παραίνεσιν ἐμπεριείληφε τρόπον τινὰ τὰ | |
10 | καθ’ ἕκαστον, ὡς μήτε τι παριδεῖν τῶν ἀναγκαίων καὶ τὴν ἀμετρίαν φυλάξασθαι. Ἔθους δὲ πᾶσιν ὄντος προθυμότερον ἀντιλαμβάνεσθαι παντὸς ἐπιτηδεύματος, εἴ τινας ἐν ἐκείνῳ προευδοκιμήσαντας ἴδοιεν, ἀναγκαίως καὶ τῶν ἐν ἀγαμίᾳ διαλαμψάντων ἁγίων μνήμην ἐποιησάμεθα. Καὶ ἐπειδὴ μὴ | |
15 | τοσοῦτον τὰ ἐν τοῖς διηγήμασιν ὑποδείγματα δύναται πρὸς κατόρθωσιν ἀρετῆς ὅσον ἡ ζῶσα φωνὴ καὶ τὰ ἐνεργούμενα τῶν ἀγαθῶν ὑποδείγματα, ἀναγκαίως πρὸς τῷ τέλει τοῦ λόγου τοῦ θεοσεβεστάτου ἐπισκόπου καὶ πατρὸς ἡμῶν ἐπεμνήσθημεν, ὡς μόνου δυνατῶς ἔχοντος τὰ τοιαῦτα | |
20 | παιδεύειν. Ἡ δὲ μνήμη οὐκ ἐπ’ ὀνόματος γέγονεν, ἀλλὰ διά | |
τινων γνωρισμάτων τὸ ἐκεῖνον εἶναι τὸν δηλούμενον ὁ λόγος ᾐνίξατο, ἵνα μὴ τοῖς μετὰ ταῦτα καθομιλοῦσι τῷ λόγῳ ἀνόνητος ἡ συμβουλὴ εἶναι δόξῃ, τῷ παρελθόντι τὸν βίον προσφοιτᾶν τοὺς νέους κελεύουσα, ἀλλὰ πρὸς τοῦτο | 250 | |
25 | βλέποντες μόνον, οἷον εἶναι προσήκει τὸν τοῦ τοιούτου βίου καθηγητήν, ἐκλέγωνται ἑαυτοῖς εἰς ὁδηγίαν τοὺς ἀεὶ παρὰ τῆς τοῦ θεοῦ χάριτος εἰς προστασίαν τῆς κατ’ ἀρετὴν πολιτείας ἀναδεικνυμένους· ἢ γὰρ εὑρήσουσι τὸν ζητούμενον ἢ οἷον χρὴ εἶναι οὐκ ἀγνοήσουσιν. | |
29 | ||
pc(1t) | Ἡ δὲ ἀκολουθία τῶν νοημάτων ἐστὶν αὕτη· | |
2 | αʹ. Ὅτι κρείττων ἐγκωμίων ἡ παρθενία ἐστίν. βʹ. Ὅτι ἴδιον τῆς θείας τε καὶ ἀσωμάτου φύσεως κατόρθωμά ἐστιν ἡ παρθενία. | |
5 | γʹ. Μνήμη τῶν ἐκ τοῦ γάμου δυσχερῶν καὶ ἔνδειξις τοῦ τὸν γεγραφότα τὸν λόγον μὴ ἄγαμον εἶναι. δʹ. Ὅτι πάντα τὰ κατὰ τὸν βίον ἄτοπα τὴν ἀρχὴν ἀπὸ τοῦ γάμου ἔχει· ἐν ᾧ καὶ οἷος ὁ κατὰ ἀλήθειαν ἀπο‐ ταξάμενος τῷ βίῳ ἐστίν. | |
10 | εʹ. Ὅτι προηγεῖσθαι χρὴ τὴν τῆς ψυχῆς ἀπάθειαν τῆς σωματικῆς καθαρότητος. ϛʹ. Ὅτι Ἠλίας καὶ Ἰωάννης τῆς ἀκριβείας τοῦ βίου τούτου ἐπεμελήθησαν. ζʹ. Ὅτι οὐδὲ ὁ γάμος τῶν κατεγνωσμένων ἐστίν. | |
15 | ηʹ. Ὅτι δύσκολόν ἐστι τοῦ σκοποῦ τυχεῖν τὸν εἰς | |
πολλὰ τῇ ψυχῇ μεριζόμενον. θʹ. Ὅτι δυσμετάθετον ἐπὶ παντὸς ἡ συνήθεια. ιʹ. Τί τὸ ἀληθῶς ἐπιθυμητόν; ιαʹ. Πῶς ἄν τις ἐν περινοίᾳ γένοιτο τοῦ ὄντως | 252 | |
20 | καλοῦ; ιβʹ. Ὅτι ὁ ἑαυτὸν ἐκκαθάρας ἐν ἑαυτῷ τὸ θεῖον κάλλος κατόψεται· ἐν ᾧ καὶ περὶ τῆς τοῦ κακοῦ αἰτίας. ιγʹ. Ὅτι ἀρχὴ τῆς ἑαυτοῦ ἐπιμελείας ἡ ἀπαλλαγὴ τοῦ γάμου ἐστίν. | |
25 | ιδʹ. Ὅτι ἡ παρθενία κρείττων τῆς τοῦ θανάτου δυνα‐ στείας ἐστίν. ιεʹ. Ὅτι ἡ ἀληθὴς παρθενία ἐν παντὶ ἐπιτηδεύματι θεωρεῖται. ιϛʹ. Ὅτι τὸ ὁπωσοῦν ἔξω γενέσθαι τῆς ἀρετῆς ἴσον | |
30 | κίνδυνον ἔχει. ιζʹ. Ὅτι ἀτελὴς εἰς τὸ ἀγαθὸν ὁ καὶ ἑνί τινι τῶν κατ’ ἀρετὴν ἐλλείπων. ιηʹ. Ὅτι χρὴ πάσας τὰς τῆς ψυχῆς δυνάμεις πρὸς ἀρετὴν βλέπειν. | |
35 | ιθʹ. Μνήμη Μαρίας τῆς ἀδελφῆς Ἀαρὼν ὡς ἀρξα‐ μένης τούτου τοῦ κατορθώματος. κʹ. Ὅτι ἀδύνατον ὁμοῦ ταῖς σωματικαῖς ὑπηρετεῖν ἡδοναῖς καὶ τὴν κατὰ θεὸν εὐφροσύνην καρποῦσθαι. καʹ. Ὅτι χρὴ τὸν ἀκριβῶς ζῆν προελόμενον πρὸς πᾶν | |
40 | εἶδος σωματικῆς ἡδονῆς ἀλλοτρίως ἔχειν. κβʹ. Ὅτι οὐ δεῖ πέρα τοῦ δέοντος ἀσκεῖν τὴν ἐγκρά‐ τειαν καὶ ὅτι ὁμοίως ἐναντιοῦται τῇ ψυχῇ πρὸς τελείωσιν ἥ τε πολυσαρκία τοῦ σώματος καὶ ἡ ἄμετρος κακοπάθεια. κγʹ. Ὅτι χρὴ τὸν τὴν ἀκρίβειαν τοῦ βίου τούτου μαθεῖν | |
45 | βουλόμενον παρὰ τοῦ κατορθώσαντος διδάσκεσθαι. | 254 |
1t | Κεφάλαιον αʹ | |
1n | Ὅτι κρείττων ἐγκωμίων ἡ παρθενία ἐστίν. | |
1.1 | Τὸ σεμνὸν τῆς παρθενίας εἶδος, ὃ πᾶσι μὲν τίμιόν ἐστι τοῖς τὸ καλὸν ἐν καθαρότητι κρίνουσι, παραγίνεται δὲ μόνοις, οἷς ἂν ἡ τοῦ θεοῦ χάρις εὐμενῶς πρὸς τὴν ἀγαθὴν ταύτην ἐπιθυμίαν συναγωνίσηται. Αὐτόθεν μὲν ἔχει τὸν | |
5 | πρέποντα ἔπαινον ἀπὸ τῆς προσηγορίας τῆς συνονομαζο‐ μένης αὐτῇ· τὸ γὰρ ἄφθορον κατὰ τὴν συνήθειαν τῶν πολ‐ λῶν ἐπὶ τῆς παρθενίας λεγόμενον σημαντικόν ἐστι τῆς ἐν αὐτῇ καθαρότητος, ὥστε διὰ τοῦ ἰσοδυναμοῦντος ὀνόματος ἔστιν ἐπιγνῶναι τὴν ὑπερβολὴν τοῦ τιμίου τούτου χαρί‐ | |
10 | σματος, εἴπερ πολλῶν ὄντων τῶν κατ’ ἀρετὴν ἐπιτελουμέ‐ νων μόνον τοῦτο τῇ ἐπωνυμίᾳ τοῦ ἀφθάρτου τετίμηται· εἰ δὲ χρὴ καὶ δι’ ἐγκωμίων τὴν μεγάλην ταύτην τοῦ θεοῦ δω‐ ρεὰν ἀποσεμνύνειν, ἀρκεῖ πρὸς εὐφημίαν αὐτῆς ὁ θεῖος ἀπόστολος δι’ ὀλίγων ῥημάτων πᾶσαν ἐγκωμίων ὑπερ‐ | |
15 | βολὴν ἀποκρύψας, ὃς «ἁγίαν καὶ ἄμωμον» τὴν κεκοσμη‐ μένην διὰ τῆς χάριτος ταύτης ὠνόμασεν. Εἰ γὰρ τὸ κατόρ‐ θωμα τῆς σεμνῆς ταύτης παρθενίας ἐστὶ τὸ ἄμωμόν τινα γενέσθαι καὶ ἅγιον—ταῦτα δὲ τὰ ὀνόματα κυρίως καὶ | |
πρώτως εἰς δόξαν παραλαμβάνεται τοῦ ἀφθάρτου θεοῦ—, | 256 | |
20 | τίς μείζων ἔπαινος παρθενίας ἢ τὸ ἀποδειχθῆναι διὰ τούτων θεοποιοῦσαν τρόπον τινὰ τοὺς τῶν καθαρῶν αὐτῆς μυστη‐ ρίων μετεσχηκότας, εἰς τὸ γενέσθαι αὐτοὺς κοινωνοὺς τῆς δόξης τοῦ μόνου ὡς ἀληθῶς ἁγίου καὶ ἀμώμου θεοῦ, | |
διὰ καθαρότητος αὐτῷ καὶ ἀφθαρσίας οἰκειουμένους; | 258 | |
25 | Ὅσοι δὲ μακροὺς ἐπαίνους ἐν διεξοδικοῖς κατατείνουσι λόγοις, ὡς διὰ τούτων προσθήσοντές τι τῷ θαύματι τῆς παρθενίας, λελήθασιν ἑαυτοὺς κατά γε τὴν ἐμὴν κρίσιν ἐναντιούμενοι τῷ ἰδίῳ σκοπῷ καί, δι’ ὧν ἐξαίρουσιν εἰς μέγεθος, ὕποπτον ποιοῦντες διὰ τῶν ἐγκωμίων τὸν ἔπαινον. | |
30 | Ὅσα γὰρ ἐν τῇ φύσει τὸ μεγαλεῖον ἔχει οἴκοθεν τὸ θαῦμα ἐπάγεται οὐδὲν τῆς ἐκ τῶν λόγων συνηγορίας δεόμενα καθάπερ ὁ οὐρανὸς ἢ ὁ ἥλιος ἢ ἄλλο τι τῶν τοῦ κόσμου θαυμάτων, τοῖς δὲ ταπεινοτέροις τῶν ἐπιτηδευμάτων ἀντὶ ὑποβάθρας ὁ λόγος γινόμενος μεγέθους τινὰ φαντασίαν διὰ | |
35 | τῆς τῶν ἐπαίνων περινοίας προστίθησιν· ὅθεν πολλάκις τὸ ἐκ τῶν ἐγκωμίων κατασκευαζόμενον θαῦμα ὡς σεσοφισμένον ὑπὸ τῶν ἀνθρώπων καθυποπτεύεται. Ἔπαινος δὲ μόνος ἱκανὸς τῆς παρθενίας ἐστὶ τὸ κρείττονα τῶν ἐπαίνων εἶναι τὴν ἀρετὴν ἀποφήνασθαι καὶ τῷ βίῳ θαυμάσαι μᾶλλον ἢ τῷ λόγῳ | |
40 | τὴν καθαρότητα. Ὁ δὲ ὑπόθεσιν ἐγκωμίων ταύτην ὑπὸ φιλοτιμίας ποιούμενος ἔοικε τὴν σταγόνα τῶν οἰκείων | |
ἱδρώτων ἀξιόλογον εἰς προσθήκην νομίζειν τῷ ἀπείρῳ πελάγει γενήσεσθαι, εἴ γε ἀνθρωπίνῳ λόγῳ δυνατὸν εἶναι τὴν τοσαύτην χάριν ἀποσεμνῦναι πεπίστευκεν· ἢ γὰρ τὴν | 260 | |
45 | ἑαυτοῦ δύναμιν ἀγνοεῖ ἢ ὃ ἐπαινεῖ οὐκ ἐπίσταται. | |
45 | ||
2t | Κεφάλαιον βʹ | |
2n | Ὅτι ἴδιον τῆς θείας τε καὶ ἀσωμάτου φύσεως κατόρθωμά ἐστιν ἡ παρθενία. | |
2.1 | Συνέσεως γὰρ ἡμῖν χρεία πολλῆς, δι’ ἧς ἔστι γνῶναι τὴν ὑπερβολὴν τῆς χάριτος ταύτης, ἥτις συνεπινοεῖται μὲν τῷ ἀφθάρτῳ πατρί· ὃ δὴ καὶ παράδοξον ἐν πατρὶ παρθενίαν εὑρίσκεσθαι τῷ καὶ υἱὸν ἔχοντι καὶ δίχα πάθους γεννήσαντι. | |
5 | Τῷ δὲ μονογενεῖ θεῷ τῷ τῆς ἀφθαρσίας χορηγῷ συγκατα‐ λαμβάνεται, ὁμοῦ τῷ καθαρῷ καὶ ἀπαθεῖ τῆς γεννήσεως αὐτοῦ συνεκλάμψασα· καὶ πάλιν τὸ ἴσον παράδοξον υἱὸς διὰ παρθενίας νοούμενος. Ἐνθεωρεῖται δὲ ὡσαύτως καὶ τῇ τοῦ ἁγίου πνεύματος φυσικῇ καὶ ἀφθάρτῳ καθαρότητι· | 262 |
10 | τὸ γὰρ καθαρὸν καὶ ἄφθαρτον ὀνομάσας ἄλλῳ ὀνόματι τὴν παρθενίαν ἐσήμανας. Πάσῃ δὲ τῇ ὑπερκοσμίῳ φύσει συμπολιτεύεται διὰ τῆς ἀπαθείας συμπαροῦσα ταῖς ὑπερ‐ εχούσαις δυνάμεσιν, οὔτε τινὸς τῶν θείων χωριζομένη καὶ οὐδενὸς τῶν ἐναντίων προσαπτομένη· πάντα γὰρ ὅσα | |
15 | καὶ φύσει καὶ προαιρέσει πρὸς ἀρετὴν νένευκε τῷ καθαρῷ πάντως ἐνωραΐζεται τῆς ἀφθαρσίας, καὶ πάντα ὅσα εἰς τὴν ἐναντίαν ἀποκέκριται τάξιν τῇ ἀποπτώσει τῆς καθα‐ ρότητος τοιαῦτά ἐστι καὶ ὀνομάζεται. Τίς οὖν ἐξαρκέσει δύναμις λόγων τῇ τοσαύτῃ χάριτι παρισωθῆναι; Ἢ πῶς | |
20 | οὐ φοβεῖσθαι χρή, μὴ διὰ τῆς τῶν ἐπαίνων σπουδῆς λυμήνηταί τις τῷ μεγαλείῳ τοῦ ἀξιώματος, ἐλάττω τὴν περὶ αὐτοῦ δόξαν τῆς προειλημμένης τοῖς ἀκροαταῖς | |
ἐμποιήσας; | 264 | |
2.2 | Οὐκοῦν καλῶς ἔχει τοὺς μὲν ἐγκωμιαστικοὺς λόγους ἐπὶ ταύτης ἐᾶν, ὡς ἀμήχανον ταῖς ὑπερβολαῖς τῆς ὑποθέ‐ σεως συνεπᾶραι τὸν λόγον, ὡς δέ ἔστι δυνατὸν ἀεὶ μεμνῆ‐ σθαι τοῦ θείου τούτου χαρίσματος καὶ ἐπὶ γλώττης ἔχειν | |
5 | τὸ ἀγαθόν, ὅπερ ἴδιον μὲν τῆς ἀσωμάτου φύσεώς ἐστι καὶ ἐξαίρετον, ὑπὸ φιλανθρωπίας δὲ θεοῦ καὶ τοῖς διὰ σαρκὸς καὶ αἵματος λαχοῦσι τὴν ζωὴν ἐχαρίσθη, ἵνα καταβλη‐ θεῖσαν τὴν ἀνθρωπίνην φύσιν ὑπὸ τῆς ἐμπαθοῦς διαθέσεως, ὥσπερ τινὰ χεῖρα τὴν τῆς καθαρότητος μετουσίαν ὀρέξασα, | |
10 | πάλιν ὀρθώσῃ καὶ πρὸς τὰ ἄνω βλέπειν χειραγωγήσῃ. Διὰ τοῦτο γὰρ οἶμαι καὶ τὴν πηγὴν τῆς ἀφθαρσίας αὐτὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μὴ διὰ γάμου εἰσελθεῖν εἰς τὸν κόσμον, ἵνα ἐνδείξηται διὰ τοῦ τρόπου τῆς ἐναν‐ θρωπήσεως τὸ μέγα τοῦτο μυστήριον, ὅτι θεοῦ παρουσίαν | |
15 | καὶ εἴσοδον μόνη καθαρότης ἱκανή ἐστι δέξασθαι, ἣν | |
ἄλλως οὐκ ἔστι πρὸς ἀκρίβειαν πᾶσαν κατορθωθῆναι, εἰ μὴ παντελῶς τις ἑαυτὸν τῶν τῆς σαρκὸς παθημάτων ἀλλοτριώσειεν. Ὅπερ γὰρ ἐν τῇ ἀμιάντῳ Μαρίᾳ γέγονε σωματικῶς, «τοῦ πληρώματος τῆς θεότητος» ἐν τῷ Χριστῷ | 266 | |
20 | διὰ τῆς παρθενίας ἐκλάμψαντος, τοῦτο καὶ ἐπὶ πάσης ψυχῆς κατὰ λόγον παρθενευούσης γίνεται, οὐκέτι σωμα‐ τικὴν ποιουμένου τοῦ κυρίου τὴν παρουσίαν· «Οὐ γὰρ γινώσκομεν ἔτι», φησί, «κατὰ σάρκα Χριστόν», ἀλλὰ πνευματικῶς εἰσοικιζομένου καὶ τὸν πατέρα ἑαυτῷ συνεισ‐ | |
25 | άγοντος, καθώς φησί που τὸ εὐαγγέλιον. | |
2.3 | Ἐπεὶ οὖν τοσαύτη ἐστὶ τῆς παρθενίας ἡ δύναμις, ὡς καὶ ἐν τοῖς οὐρανοῖς παρὰ τῷ πατρὶ τῶν πνευμάτων μένειν καὶ μετὰ τῶν ὑπερκοσμίων χορεύειν δυνάμεων καὶ | |
τῆς ἀνθρωπίνης σωτηρίας ἐφάπτεσθαι, τὸν μὲν θεὸν δι’ | 268 | |
5 | ἑαυτῆς πρὸς τὴν τοῦ ἀνθρωπίνου βίου κοινωνίαν κατ‐ άγουσα, τὸν δὲ ἄνθρωπον ἐν ἑαυτῇ πρὸς τὴν τῶν οὐρανίων ἐπιθυμίαν πτεροῦσα καὶ οἱονεὶ σύνδεσμός τις γινομένη τῆς ἀνθρωπίνης πρὸς τὸν θεὸν οἰκειώσεως, τὰ τοσοῦτον ἀλλήλων ἀφεστῶτα τῇ φύσει τῇ παρ’ ἑαυτῆς μεσιτείᾳ | |
10 | εἰς συμφωνίαν ἄγουσα, τίς ἂν εὑρεθείη δύναμις λόγων συνανιοῦσα τῷ θαύματι; Ἀλλ’ ἐπειδὴ παντελῶς ἄτοπον ἀφώνοις ἢ ἀναισθήτοις ὅμοιον φαίνεσθαι καὶ τῶν δύο τὸ ἕτερον, ἢ μὴ ἐπεγνωκέναι δοκεῖν τὰ τῆς παρθενίας καλὰ ἢ ἄπληκτον καὶ ἀκίνητον πρὸς τὴν τῶν καλῶν | |
15 | αἴσθησιν ἐπιδειχθῆναι, βραχέα τινὰ περὶ αὐτῆς εἰπεῖν διὰ τὸ δεῖν ἐν πᾶσι πείθεσθαι τῇ ἐξουσίᾳ τοῦ ἐπιτάξαντος | |
ἡμῖν προεθυμήθημεν. Μηδεὶς δὲ τοὺς κομπωδεστέρους παρ’ ἡμῶν ἐπιζητείτω τῶν λόγων· ἔστι μὲν γὰρ οὐδὲ βουλομένοις ἡμῖν ἴσως δυνατὸν τὸ τοιοῦτον, ἀμελετήτοις | 270 | |
20 | οὖσι τῆς τοιαύτης λέξεως· εἰ δὲ καὶ παρῆν τοῦ κομπάζειν ἡ δύναμις, οὐκ ἂν τοῦ κοινῇ λυσιτελοῦντος τὸ ἐν ὀλίγοις εὐδοκιμῆσαι προετιμήσαμεν. Ζητεῖν γὰρ ἐξ ἁπάντων οἶμαι δεῖν τόν γε νοῦν ἔχοντα οὐκ ἐξ ὧν ὑπὲρ τοὺς λοιποὺς θαυμασθήσεται, ἀλλ’ ἐξ ὧν ἂν καὶ ἑαυτὸν καὶ τοὺς λοιποὺς | |
25 | ὠφελήσειεν. | |
25 | ||
3t | Κεφάλαιον γʹ | |
3n | Μνήμη τῶν ἐκ τοῦ γάμου δυσχερῶν καὶ ἔνδειξις τοῦ τὸν γεγραφότα τὸν λόγον μὴ ἄγαμον εἶναι. | |
3.1 | Εἴθε πως οἷόν τε ἦν κἀμοί τι γενέσθαι πλέον ἐκ τῆς τοιαύτης σπουδῆς. Ὡς μετὰ πλείονος ἂν τῆς προθυμίας τὸν περὶ τούτων πόνον ἐνεστησάμην, εἴπερ κατὰ τὸ γεγραμ‐ μένον «ἐπ’ ἐλπίδι τοῦ μετασχεῖν τῶν ἐκ τοῦ ἀρότρου καὶ | |
5 | ἀλοητοῦ» γεννημάτων ἐφιλοπόνουν τὸν λόγον. Νυνὶ δὲ τρό‐ πον τινὰ ματαία καὶ ἀνόνητος ἡ γνῶσις ἐμοὶ τῶν τῆς παρθε‐ | |
νίας καλῶν, ὡς τῷ βοῒ τὰ γεννήματα τῷ μετὰ κημῶν ἐπιστρεφομένῳ τὴν ἅλωνα ἢ ὡς τῷ διψῶντι τὸ ὑπορρέον τὸν κρημνὸν ὕδωρ, ὅταν ἀνέφικτον ᾖ. Μακάριοι δὲ οἷς ἐν | 272 | |
10 | ἐξουσίᾳ τῶν βελτιόνων ἐστὶν ἡ αἵρεσις, καὶ οὐκ ἀπετει‐ χίσθησαν τῷ κοινῷ προληφθέντες βίῳ, καθάπερ ἡμεῖς οἷόν τινι χάσματι πρὸς τὸ τῆς παρθενίας καύχημα διειρ‐ γόμεθα, πρὸς ἣν οὐκ ἔστιν ἐπανελθεῖν ἔτι τὸν ἅπαξ τῷ κοσμικῷ βίῳ τὸ ἴχνος ἐναπερείσαντα. Διὰ τοῦτο θεαταὶ | |
15 | μόνον τῶν ἀλλοτρίων ἐσμὲν καλῶν ἡμεῖς καὶ μάρτυρες τῆς ἑτέρων μακαριότητος· κἄν τι δεξιὸν περὶ παρθενίας νοήσωμεν, ταὐτὸν πάσχομεν τοῖς ὀψοποιοῖς τε καὶ ὑπηρέ‐ ταις, οἳ τὴν ἐπιτραπέζιον τῶν πλουσίων τρυφὴν ἄλλοις ἡδύνουσιν, οὐδενὸς αὐτοὶ τῶν παρεσκευασμένων μετ‐ | |
20 | έχοντες. Ὡς μακάριόν γε ἂν ἦν, εἰ μὴ οὕτως εἶχε μηδὲ τῇ ὑστεροβουλίᾳ τὸ καλὸν ἐγνωρίσαμεν. Νυνὶ δὲ ζηλωτοὶ μὲν ὄντως καὶ πάσης εὐχῆς καὶ ἐπιθυμίας ἐπέκεινα πράτ‐ τοντες, οἷς ἡ δύναμις τῶν ἀπολαύσεων τῶν ἀγαθῶν τούτων οὐκ ἀποκέκλεισται. Ἡμεῖς δὲ καθάπερ οἱ τῇ πολυτελείᾳ | |
25 | τοῦ πλούτου τὴν ἑαυτῶν παραθεωροῦντες πενίαν πλεῖον ἀνιῶνται τοῖς παροῦσι καὶ δυσχεραίνουσι, τὸν αὐτὸν | |
τρόπον ὅσῳ πλέον τὸν τῆς παρθενίας πλοῦτον ἐπιγινώ‐ σκομεν, τοσούτῳ μᾶλλον οἰκτείρομεν τὸν ἄλλον βίον διὰ τῆς τῶν βελτιόνων παρεξετάσεως οἵων καὶ ὅσων πτω‐ | 274 | |
30 | χεύει καταμανθάνοντες. Οὐ λέγω μόνον ὅσα εἰς ὕστερον τοῖς κατ’ ἀρετὴν βεβιωκόσιν ἀπόκειται, ἀλλὰ καὶ ὅσα τῆς παρούσης ἐστὶ ζωῆς. Εἰ γάρ τις ἀκριβῶς ἐξετάζειν ἐθέλοι τοῦ βίου τούτου τὸ πρὸς τὴν παρθενίαν διάφορον, τοσαύτην εὑρήσει τὴν διαφοράν, ὅση σχεδὸν τῶν ἐπιγείων | |
35 | ἐστὶ πρὸς τὰ οὐράνια· ἔξεστι δὲ γνῶναι τὴν τοῦ λόγου ἀλήθειαν αὐτὰ διασκεψαμένους τὰ πράγματα. | |
3.2 | Πόθεν δέ τις ἀρξάμενος ἐπαξίως ἂν τὸν βαρὺν τοῦτον βίον ἐκτραγῳδήσειεν; Ἢ πῶς ἄν τις ὑπ’ ὄψιν ἀγάγοι τὰ κοινὰ τοῦ βίου κακά, ἃ πάντες μὲν οἱ ἄνθρωποι διὰ τῆς πείρας γινώσκουσιν, οὐκ οἶδα δὲ ὅπως ἐν αὐτοῖς τοῖς | |
5 | εἰδόσιν αὐτὰ λανθάνειν ἡ φύσις ἐμηχανήσατο, ἑκουσίως τῶν ἀνθρώπων ἐν οἷς εἰσιν ἀγνοούντων; Βούλει, ἀπὸ τῶν ἡδίστων ἀρξώμεθα; Οὐκοῦν τὸ κεφάλαιον τῶν ἐν τῷ γάμῳ σπουδαζομένων τὸ κεχαρισμένης ἐπιτυχεῖν συμβιώ‐ σεως. Καὶ δὴ ταῦθ’ οὕτως ἐχέτω καὶ διὰ πάντων μακα‐ | |
10 | ριστὸς ὑπογεγράφθω ὁ γάμος· γένος εὐδόκιμον, πλοῦτος ἀρκῶν, ἡλικία συμβαίνουσα, τῆς ὥρας αὐτὸ τὸ ἄνθος, | |
φίλτρον πολύ, καὶ οἷον ἐν ἑκατέρῳ ὑπὲρ τὸν ἄλλον ὑπο‐ νοεῖσθαι, ἡ γλυκεῖα ἐκείνη φιλονεικία τὸ ἑαυτὸν βούλεσθαι νικᾶν ἐν τῇ ἀγάπῃ ἑκάτερον. Προσέστω τούτοις δόξα | 276 | |
15 | καὶ δυναστεία καὶ περιφάνεια καὶ πᾶν ὅ τι βούλει. Ἀλλ’ ὅρα τὴν τοῖς ἀπηριθμημένοις χρηστοῖς ἀναγκαίως συμπαρ‐ οῦσαν καὶ ὑποσμύχουσαν λύπην. Οὐ λέγω τὸν τοῖς εὐδο‐ κιμοῦσιν ἐπιφυόμενον φθόνον καὶ τὸ πρόχειρον εἶναι πρὸς ἐπιβουλὴν τῶν ἀνθρώπων τὸ δοκοῦν εὐημερεῖν ἐν τῷ βίῳ, | |
20 | καὶ ὅτι πᾶς ὁ μὴ ἰσομοιρῶν ἐν τῷ κρείττονι φυσικόν τι πρὸς τὸν ὑπερέχοντα τὸ μῖσος ἔχει· καὶ διὰ τοῦτο δι’ ὑποψίας τοῖς δοκοῦσιν εὐθυμεῖν ὁ βίος ἐστί, πλείω τῶν ἡδέων τὰ λυπηρὰ παρεχόμενος. Παρίημι ταῦτα ὡς καὶ τοῦ φθόνου κατ’ ἐκείνων ἀργοῦντος· καίτοι γε οὐ ῥᾴδιόν ἐστιν | |
25 | εὑρεῖν ὅτῳ τὰ δύο κατὰ ταὐτὸν συνηνέχθη καὶ ὑπὲρ τοὺς πολλοὺς εὐδαιμονεῖν καὶ διαφεύγειν τὸν φθόνον. Πλὴν ἀλλὰ πάντων τῶν τοιούτων ἐλευθέραν αὐτῶν, εἰ δοκεῖ, τὴν ζωὴν ὑποθώμεθα, καὶ ἴδωμεν εἰ δυνατόν ἐστιν εὐθυ‐ μεῖν τοὺς ἐν τοσαύτῃ διάγοντας εὐημερίᾳ. | |
3.3 | Τί οὖν ἔσται τὸ λυποῦν, ἐρεῖς, εἰ μηδὲ ὁ φθόνος τῶν εὐδαιμονούντων καθάψεται; Τοῦτο αὐτό φημι τὸ διὰ πάντων αὐτοῖς τὸν βίον καταγλυκαίνεσθαι, τοῦτό ἐστι | |
τὸ τῆς λύπης ὑπέκκαυμα. Ἕως γὰρ ἂν ἄνθρωποι ὦσι, τὸ | 278 | |
5 | θνητὸν τοῦτο καὶ ἐπίκηρον πρᾶγμα, καὶ τοὺς τάφους τῶν ἀφ’ ὧν γεγόνασι βλέπωσιν, ἀχώριστον ἔχουσι καὶ συνεζευγ‐ μένην τῇ ζωῇ τὴν λύπην, εἰ καὶ μικρὸν μετέχοιεν τοῦ λογίζεσθαι. Ἡ γὰρ διηνεκὴς τοῦ θανάτου προσδοκία οὐκ ἐπὶ ῥητοῖς τισι σημείοις ἐπιγινωσκομένη, ἀλλὰ διὰ τὴν | |
10 | ἀδηλίαν τοῦ μέλλοντος πάντοτε ὡς ἐνεστηκυῖα φοβοῦσα τὴν ἀεὶ παροῦσαν εὐφροσύνην συγχεῖ, τῷ φόβῳ τῶν ἐλπιζομένων τὰς εὐθυμίας ἐπιταράσσουσα. Εἰ γὰρ ἦν δυ‐ νατὸν πρὸ τῆς πείρας τὰ τῶν πεπειραμένων μαθεῖν. Εἰ γὰρ ἐξῆν δι’ ἄλλης τινὸς ἐπινοίας ἐντὸς τοῦ βίου γενόμενον | |
15 | ἐποπτεῦσαι τὰ πράγματα, πόσος ἂν ἦν ὁ δρόμος τῶν αὐτο‐ μολούντων πρὸς τὴν παρθενίαν ἀπὸ τοῦ γάμου. Πόση φυ‐ λακὴ καὶ προμήθεια τοῦ μήποτε ταῖς ἀφύκτοις πάγαις ἐγκρατηθῆναι, ὧν τὴν δυσκολίαν οὐκ ἔστιν ἄλλως δι’ ἀκριβείας μαθεῖν, μὴ ἐντὸς τῶν ἀρκύων γενόμενον. Εἶδες | |
20 | γὰρ ἄν, εἴπερ ἰδεῖν ἀκινδύνως ἐξῆν, πολλὴν τῶν ἐναντίων τὴν σύγχυσιν, γέλωτα δακρύοις ἐμπεφυρμένον καὶ λύπην εὐφροσύναις συμμεμιγμένην, πανταχοῦ τοῖς γινομένοις συμπαρόντα διὰ τῶν ἐλπίδων τὸν θάνατον καὶ ἑκάστου τῶν καθ’ ἡδονὴν ἐφαπτόμενον. Ὅταν ἴδῃ ὁ νυμφίος τὸ ἀγα‐ | |
25 | πώμενον πρόσωπον, εὐθὺς πάντως καὶ ὁ φόβος τοῦ χωρι‐ σμοῦ συνεισέρχεται· κἂν ἀκούσῃ τῆς ἡδίστης φωνῆς, καὶ τὸ μὴ ἀκούσεσθαί ποτε ἐννοήσει· καὶ ὅταν εὐφρανθῇ τῇ θεωρίᾳ τοῦ κάλλους, τότε μάλιστα φρίττει τὴν προσδοκίαν τοῦ πένθους· ἐὰν τὰ τίμια τῇ νεότητι καὶ ὅσα παρὰ τῶν | |
30 | ἀνοήτων σπουδάζεται κατανοήσῃ, οἷον ὀφθαλμὸν τοῖς βλεφάροις λάμποντα καὶ ὀφρῦν περικεχυμένην τῷ ὄμματι καὶ παρειὰν ἐν ἡδεῖ καὶ γλαφυρῷ μειδιάματι καὶ χεῖλος ἐπηνθισμένον τῷ φυσικῷ ἐρυθήματι, κόμην τε χρυσομιγῆ καὶ βαθεῖαν τῷ ποικίλῳ τῆς ἐμπλοκῆς τῇ κεφαλῇ περι‐ | 280 |
35 | στίλβουσαν καὶ πᾶσαν τὴν πρόσκαιρον ἀγλαΐαν ἐκείνην, τότε πάντως, κἂν μικρὸν αὐτῷ προσῇ τοῦ λογίζεσθαι κἀκεῖνο τῇ ψυχῇ ἐννοεῖ, ὅτι τοῦτο μὲν τὸ τοιοῦτον κάλλος οἰχήσεταί ποτε διαρρυὲν καὶ εἰς τὸ μὴ ὂν περιστήσεται, ὀστέα βδελυρά τε καὶ εἰδεχθῆ ἀντὶ τοῦ νῦν φαινομένου | |
40 | γενόμενον, οὐδὲν ἴχνος, οὐδὲν μνημόσυνον, οὐδὲν λείψανον τοῦ παρόντος ἄνθους ἐπιφερόμενον. | |
3.4 | Εἰ ταῦτα καὶ τὰ τοιαῦτα διανοοῖτο, ἆρ’ ἐν εὐφροσύνῃ βιώσεται; Ἆρα πιστεύσει τοῖς παροῦσιν αὐτῷ χρηστοῖς ὡς ἀεὶ παραμένουσιν; Ἢ δῆλον ἐκ τούτων, ὅτι καθάπερ | |
ἐν ταῖς τῶν ὀνείρων ἀπάταις ἀμηχανήσει καὶ ἀπίστως | 282 | |
5 | πρὸς τὸν βίον ἕξει, ὡς ἀλλοτρίοις προσέχων τοῖς φαινο‐ μένοις, συνιεὶς πάντως, εἴπερ ἔχοι τινὰ τῶν ὄντων ἐπίσκεψιν, ὅτι οὐδὲν τῶν ἐν τῷ βίῳ φαινομένων ὡς ἔστι φαίνεται, ἀλλὰ κατὰ τὰς ἀπατηλὰς φαντασίας ἕτερα ἀνθ’ ἑτέρων ἡμῖν προδείκνυσι διαπαίζων ταῖς ἐλπίσι τοὺς πρὸς αὐτὸν | |
10 | κεχηνότας, καὶ διὰ τῆς τῶν φαινομένων πλάνης συγκα‐ λύπτων αὐτὸς ἑαυτόν, ἕως ἂν ἀθρόως ἐν ταῖς μεταβολαῖς ἐλεγχθῇ ἄλλο τι ὢν παρὰ τὴν ἀνθρωπίνην ἐλπίδα τὴν διὰ τῆς ἀπάτης τοῖς ἀνοήτοις ἐγγινομένην. Ποίας οὖν ἡδονῆς ἄξια τῷ ταῦτα λογιζομένῳ φανεῖται τὰ ἡδέα τοῦ βίου; | |
15 | Πότε ἡσθήσεται κατὰ ἀλήθειαν ὁ ταῦτα φρονῶν καὶ τοῖς δοκοῦσιν αὐτῷ παρεῖναι χρηστοῖς εὐφρανθήσεται; Οὐκ ἀεὶ τῷ φόβῳ τῆς μεταβολῆς ταραττόμενος ἀνεπαίσθη‐ τον ἔχει τὴν τῶν παρόντων ἀπόλαυσιν; | |
3.5 | Ἐῶ σημεῖα καὶ ὀνείρους καὶ κληδόνας καὶ τοὺς τοιούτους λήρους, πάντα ὑπὸ ματαίας συνηθείας παρα‐ τηρούμενα καὶ πρὸς τὸ χεῖρον ὑποπτευόμενα. Ἀλλὰ καιρὸς ὠδίνων τὴν παῖδα καταλαμβάνει καὶ οὐχὶ παιδὸς | |
5 | γένεσις, ἀλλὰ θανάτου παρουσία τὸ πρᾶγμα νομίζεται καὶ θάνατος τῆς κυοφορούσης διὰ τοῦ τόκου ἐλπίζεται. Πολ‐ λάκις δὲ καὶ τῆς πονηρᾶς ταύτης μαντείας οὐ διεψεύσθησαν, ἀλλὰ πρὶν ἑορτάσαι τὴν γενέθλιον ἑορτήν, πρίν τινος τῶν κατ’ ἐλπίδας ἀγαθῶν ἀπογεύσασθαι, εὐθὺς εἰς θρῆνον τὴν | |
10 | χαρὰν μεθηρμόσαντο. Ἔτι τῷ φίλτρῳ ζέοντες, ἄρτι τοῖς πόθοις ἀκμάζοντες, οὔπω τῶν κατὰ τὸν βίον ἡδίστων λαβόντες τὴν αἴσθησιν, ὥσπερ τινὸς ἐνυπνίου φαντασίᾳ, πάντων ἀθρόως τῶν ἐν χερσὶν ἐχωρίσθησαν. Τὰ δὲ ἐπὶ τού‐ τοις οἷα; Πορθεῖται μὲν ὑπὸ τῶν οἰκείων ὡς ὑπὸ πολε‐ | 284 |
15 | μίων ὁ θάλαμος, καλλωπίζεται δὲ ἀντὶ τοῦ θαλάμου διὰ τοῦ τάφου ὁ θάνατος. Ἀνακλήσεις ἐπὶ τούτων ἀνόνητοι καὶ μάταιοι χειρῶν κρότοι, ἀναμνήσεις τοῦ προτέρου βίου, κατάραι κατὰ τῶν συμβουλευσάντων τὸν γάμον, μέμψεις κατὰ τῶν μὴ κωλυσάντων φίλων, ἐν αἰτίᾳ πολλῇ | |
20 | οἱ γονεῖς ἄν τε περιόντες τύχωσιν ἄν τε καὶ μή, ἀγα‐ νάκτησις κατὰ τῆς ἀνθρωπίνης ζωῆς, κατηγορία πάσης τῆς φύσεως, κατ’ αὐτῆς τῆς θείας οἰκονομίας μέμψεις πολλαὶ καὶ ἐγκλήματα, μάχη πρὸς ἑαυτόν, πόλεμος κατὰ τῶν νουθετούντων, οὐδεὶς τῶν ἀτοπωτάτων ὄκνος οὔτε | |
25 | ῥημάτων οὔτε πραγμάτων. Πολλάκις δέ, οἷς ἂν ὑπερανίσχῃ | |
τὸ πάθος καὶ περισσοτέρως καταποθῇ ὁ λογισμὸς ὑπὸ τῆς λύπης, εἰς πικρότερον πέρας ἡ τραγῳδία κατέληξεν, οὐδὲ τοῦ περιλειφθέντος ἐπιβιῶναι τῇ συμφορᾷ δυνηθέντος. | 286 | |
3.6 | Ἀλλ’ οὐχὶ τοῦτο; Ὑποθώμεθα δὲ τὰ βελτίω, ὅτι καὶ διέφυγε τῶν ὠδίνων τὸν κίνδυνον καὶ γέγονεν αὐτοῖς παῖς, αὐτὸ τῆς ὥρας τῶν γεννησαμένων τὸ ἀπεικόνισμα. Τί οὖν; Ἠλαττώθη διὰ τούτων ἡ τοῦ λυπεῖσθαι ὑπόθεσις | |
5 | ἢ οὐχὶ καὶ προσθήκας μᾶλλον ἐδέξατο; Τούς τε γὰρ προτέ‐ ρους ἔχουσι φόβους καὶ τὸν ὑπὲρ τοῦ τέκνου προσέλαβον, μή τι συμβῇ περὶ τὴν ἀνατροφὴν ἀηδές, μή τις πονηρὰ συντυχία, μή τι σύμπτωμα τῶν ἀβουλήτων ἢ πάθος ἢ πήρωσιν ἢ κίνδυνον ἐπαγάγῃ τινά. Καὶ ταῦτα μὲν | |
10 | ἀμφοτέρων κοινά, τὰ δὲ τῆς γαμετῆς ἴδια τίς ἂν ἐξαριθ‐ μήσαιτο; Ἵνα γὰρ ἐάσωμεν τὰ πρόχειρα ταῦτα καὶ πᾶσιν γνώριμα, τὸ τῆς κυοφορίας ἄχθος, τὸν ἐν ταῖς ὠδῖσι κίνδυνον, τὸν ὑπὲρ τῆς ἀνατροφῆς πόνον, τὸ τὴν καρδίαν αὐτῆς τῷ τεχθέντι συναποσχίζεσθαι, κἂν πλειόνων γένηται | |
15 | μήτηρ, εἰς τοσαῦτα κατατέμνεσθαι αὐτῆς τὴν ψυχήν, ὅσος ὁ ἀριθμὸς τῶν τέκνων ἐστίν, ὡς τῶν συμβαινόντων ἐκείνοις ἐν τοῖς ἰδίοις σπλάγχνοις τὴν αἴσθησιν δέχεσθαι. Καὶ πάντα τὰ τοιαῦτα γνώριμα πᾶσιν ὄντα τί ἄν τις λέγοι; ἀλλ’ ἐπειδὴ κατὰ τὸ θεῖον λόγιον οὐχ ἑαυτῆς ἐστι κυρία, | |
20 | πρὸς δὲ τὸν διὰ τοῦ γάμου κυριεύσαντα τὴν ἀποστροφὴν ἔχει, κἂν πρὸς ὀλίγον αὐτοῦ μονωθῇ ὡς τῆς κεφαλῆς διε‐ ζευγμένη, οὐ φέρει τὴν μόνωσιν, ἀλλὰ ὡς μελέτην τινὰ τῆς ἐν τῇ χηρείᾳ ζωῆς καὶ τὴν ἐν ὀλίγῳ τοῦ ἀνδρὸς ἀναχώ‐ ρησιν οἰωνίζεται. Εὐθὺς ὁ φόβος ἀπόγνωσιν ἐμποιεῖ τῶν | 288 |
25 | χρηστοτέρων ἐλπίδων, καὶ διὰ τοῦτο ὁ μὲν ὀφθαλμὸς περὶ τὴν εἴσοδον πέπηγε γέμων ταραχῆς καὶ πτοήσεως, ἡ δὲ ἀκοὴ τοὺς ὑπολαλοῦντας περιεργάζεται, συγκόπτε‐ ται δὲ ἡ καρδία μαστιζομένη τῷ φόβῳ καί, πρίν τι προσ‐ αγγελθῆναι νεώτερον, καὶ μόνον ψόφος πρὸ τῶν θυρῶν | |
30 | ἢ ὑπονοηθεὶς ἢ γενόμενος, ὥσπερ τις ἄγγελος κακῶν, ἐξαίφνης τὴν ψυχὴν διεκλόνησε. Καὶ τὰ μὲν ἔξω δεξιὰ τυχὸν καὶ οὐδενὸς ἄξια φόβου, φθάνει δὲ ἡ λειποθυμία τὴν ἀγγελίαν καὶ ἀναστρέφει πρὸς τὸ ἐναντίον ἀπὸ τῶν ἡδέων τὴν γνώμην. Τοιοῦτος τῶν εὐθυμούντων ὁ βίος. Πάνυ | |
35 | γε ἄξιος. Οὐ γὰρ τῇ ἐλευθερίᾳ τῆς παρθενίας ἀντεξετάζεται. | |
3.7 | Καίτοι πολλὰ τῶν σκυθρωποτέρων ὁ λόγος ἐπιτρέχων παρέλιπε. Πολλάκις γὰρ κἀκείνη ἔτι νέα τῷ σώματι, ἔτι τῇ νυμφικῇ ἀγλαΐᾳ στίλβουσα, ἔτι τυχὸν ἐρυθριῶσα τοῦ νυμφίου τὴν εἴσοδον καὶ μετὰ αἰδοῦς ὑποβλέπουσα, ὅτε | |
5 | καὶ θερμοτέρους εἶναι συμβαίνει τοὺς πόθους ὑπ’ αἰσχύνης πρὸς τὸ ἐκφανῆναι κωλυομένους, ἐξαίφνης χήρα καὶ ἀθλία καὶ ἔρημος καὶ πάντα τὰ φευκτὰ μεταλαμβάνει ὀνόματα καὶ τὴν τέως λαμπρὰν καὶ λευχείμονα καὶ περίβλεπτον ἀθρόως καταμελαίνει προσπεσοῦσα ἡ συμφορά, καὶ περι‐ | 290 |
10 | βάλλει τῷ πένθει τὸν νυμφικὸν κόσμον ἀποσυλήσασα. Εἶτα ζόφος ἀντὶ τῆς ἐν παστάδι λαμπρότητος καὶ θρηνῳδοὶ τὰς οἰμωγὰς ἐπιτείνουσαι καὶ μῖσος κατὰ τῶν ἐπιχειρούντων πραΰνειν τὰ πάθη, ἀπέχθεια σιτίων, τηκεδὼν σώματος, κατήφεια ψυχῆς, ἐπιθυμία θανάτου καὶ μέχρις αὐτοῦ τοῦ | |
15 | θανάτου πολλάκις ἰσχύσασα. Ἐὰν δὲ καὶ πεφθῇ πως τῷ χρόνῳ ἡ συμφορά, πάλιν ἄλλη συμφορά, εἴτε ὑπάρχει τέκνα εἴτε καὶ μή. Ὄντα μὲν γὰρ ὀρφανὰ πάντως ἐστί, καὶ διὰ τοῦτο ἐλεεινὰ καὶ δι’ ἑαυτῶν τὸ πάθος ἀνακαινίζοντα· εἰ δὲ μὴ εἴη, πρόρριζον οἴχεται τὸ τοῦ κατοιχομένου | |
20 | μνημόσυνον καὶ τὸ κακὸν ὑπὲρ παραμυθίαν ἐστίν. | |
3.8 | Ἐῶ τὰ ἄλλα τὰ τῆς χηρείας ἴδια. Τίς γὰρ ἂν πάντα μετὰ ἀκριβείας ἀπαριθμήσαιτο; Τοὺς ἐχθρούς, τοὺς οἰ‐ κείους, τοὺς μὲν ἐπεμβαίνοντας τῇ συμφορᾷ, τοὺς δὲ φαιδρυνομένους τῇ ἐρημίᾳ καὶ μεθ’ ἡδονῆς βλέποντας ἐν | |
5 | πικρῷ ὀφθαλμῷ τὸν διαπίπτοντα οἶκον, καὶ τοὺς κατα‐ φρονοῦντας οἰκέτας καὶ πάντα τὰ ἄλλα ὅσα πάρεστιν | |
ἀφθόνως ἐπὶ τῶν τοιούτων ὁρᾶν, δι’ ὧν αἱ πολλαὶ καὶ δεύτερον ὑπ’ ἀνάγκης πρὸς τὴν τῶν ὁμοίων κακῶν παρεβάλοντο πεῖραν, οὐκ ἐνεγκοῦσαι τῶν ἐπεγγελώντων | 292 | |
10 | τὴν πικρίαν, ὥσπερ ἀμυνόμεναι τοὺς λυπήσαντας τοῖς ἰδίοις κακοῖς· πολλαὶ δὲ τῇ μνήμῃ τῶν συμβεβηκότων πᾶν ὁτιοῦν ὑπέστησαν μᾶλλον ἢ ἐμπεσεῖν ἐκ δευτέρου τῇ τῶν συμφορῶν ὁμοιότητι. Καὶ εἰ βούλει μαθεῖν τὰ δυσχερῆ τοῦ κοινοτέρου βίου, ἄκουσον οἷα λέγουσιν αἱ τῇ πείρᾳ | |
15 | τὸν βίον γνωρίσασαι, ὅπως μακαρίζουσι τὴν ζωὴν τῶν ἐξ ἀρχῆς τὸν ἐν παρθενίᾳ βίον προελομένων καὶ μὴ διὰ συμ‐ φορᾶς μεταμαθόντων τὸ κάλλιον, ὅτι πάντων τῶν τοιούτων κακῶν ἀνεπίδεκτός ἐστιν ἡ παρθενία· οὐκ ὀρφανίαν θρηνεῖ, οὐ χηρείαν ὀδύρεται· ἀεὶ σύνεστι τῷ ἀφθάρτῳ νυμφίῳ, | |
20 | ἀεὶ ἐπαγάλλεται τοῖς τῆς εὐσεβείας γεννήμασι· τόν τε οἶκον τὸν ἀληθῶς ἴδιον πᾶσι τοῖς καλλίστοις ὁρᾷ διηνε‐ κῶς εὐθηνούμενον διὰ τὸ παρεῖναι καὶ ἐνοικεῖν ἀεὶ τὸν τοῦ οἴκου δεσπότην, ἐφ’ ἧς ὁ θάνατος οὐ χωρισμόν, ἀλλὰ συνάφειαν τοῦ ποθουμένου ποιεῖ· ὅταν γὰρ «ἀναλύσῃ», τότε | |
25 | «σὺν Χριστῷ» γίνεται, καθώς φησιν ὁ ἀπόστολος. | 294 |
3.9 | Ἀλλὰ καιρὸς ἂν εἴη, ἐπειδὴ τὰ τῶν εὐθυμούντων ἐκ μέρους ἐξήτασται, καὶ τοὺς ἑτέρους ἐποπτεῦσαι βίους τῷ λόγῳ, οἷς καὶ πενίαι καὶ δυσκληρίαι καὶ αἱ λοιπαὶ τῶν ἀνθρωπίνων παθῶν συμφοραὶ παραπεπήγασιν, οἷον πηρώ‐ | |
5 | σεις τε καὶ νόσοι καὶ ὅσα τοιαῦτα τῇ ἀνθρωπίνῃ ζωῇ συγκεκλήρωται. Ἐν οἷς ἅπασιν ὁ μὲν καθ’ ἑαυτὸν ζῶν ἢ διαφεύγει τὴν πεῖραν ἢ ῥᾷον διαφέρει τὴν συμφοράν, συγκεκροτημένην ἔχων περὶ ἑαυτὸν τὴν διάνοιαν καὶ πρὸς οὐδὲν ἄλλο ταῖς φροντίσι περιελκόμενος· ὁ δὲ πρὸς γυναῖκα | |
10 | καὶ τέκνα μεμερισμένος οὐδὲ σχολὴν ἄγει πολλάκις τοῖς ἰδίοις ἐπιστενάξαι κακοῖς, τῆς τῶν φιλτάτων φροντίδος τὴν καρδίαν περιηχούσης. Ἢ τάχα περιττόν ἐστι τοῖς ὁμολογουμένοις ἐνδιατρίβειν τῷ λόγῳ; Εἰ γὰρ τοῖς δοκοῦσιν εἶναι καλοῖς τοσοῦτος πόνος καὶ ταλαιπωρία συνέζευκται, | |
15 | τί ἄν τις περὶ τῶν ἐναντίων στοχάσαιτο; Ἦ που πᾶσα λόγου ὑπογραφὴ τῆς ἀληθείας ἐλάττων ἐστὶ τὸν βίον αὐτῶν ὑπ’ ὄψιν ἀγαγεῖν ἐπιχειροῦσα, ἀλλ’ ἔστιν ἴσως δι’ ὀλίγου τὸ πολὺ τῆς κατὰ τὴν ζωὴν ἀηδίας ἐνδείξασθαι, ὅτι ἐναντίως πρὸς τοὺς εὐημερεῖν δοκοῦντας συγκεκλη‐ | 296 |
20 | ρωμένοι τῷ βίῳ καὶ τὰς λύπας ἀπὸ τῶν ἐναντίων ἔχουσι. Τοῖς μὲν γὰρ εὐθυμοῦσι ταράσσει τὸν βίον ὁ προσδοκώ‐ μενος ἢ καὶ παραγινόμενος θάνατος, τούτοις δὲ συμφορά ἐστιν ἡ ἀναβολὴ τοῦ θανάτου· καὶ ὁ μὲν βίος αὐτοῖς ἐκ διαμέτρου πρὸς τὸ ἐναντίον διέστηκεν, ἡ δὲ ἀθυμία πρὸς | |
25 | τὸ αὐτὸ πέρας ἀμφοτέροις συμφέρεται. | |
3.10 | Οὕτω πολύτροπός ἐστι καὶ ποικίλη τῶν ἐκ τοῦ γάμου κακῶν ἡ χορηγία. Λυποῦσι γὰρ ὁμοίως καὶ γινόμενοι παῖδες καὶ μὴ γινόμενοι, καὶ πάλιν ζῶντες καὶ ἀποθνῄσκον‐ τες. Ὁ μὲν γὰρ εὐθηνεῖται παισὶν οὐδὲ τροφῆς ἔχων ἱκανῶς, | |
5 | τῷ δὲ οὐχ ὕπεστιν ὁ τοῦ κλήρου διάδοχος ἐπὶ πολλοῖς οἷς ἐμόχθησε καὶ ἐν ἀγαθῶν μοίρᾳ τὴν τοῦ ἑτέρου ποιεῖται συμφοράν, ἑκάτερος ἑαυτῷ ἐκεῖνο γενέσθαι βουλόμενος ἐφ’ ᾧ δυσφοροῦντα βλέπει τὸν ἕτερον· ᾧ μὲν γὰρ τέθνηκεν ὁ καταθύμιος παῖς, ᾧ δὲ ἐπεβίω ὁ ἄσωτος· ἐλεεινοὶ δὲ | |
10 | ἀμφότεροι, ὁ μὲν τὸν θάνατον τοῦ παιδός, ὁ δὲ τὴν ζωὴν ὀδυρόμενος. Ἐῶ ζηλοτυπίας καὶ μάχας, εἴτε ἐξ ἀληθῶν πραγμάτων εἴτε ἐξ ὑπονοιῶν συνισταμένας, εἰς οἷα πάθη καὶ συμφορὰς καταλήγουσι. Τίς γὰρ ἂν πάντα μετὰ ἀκρι‐ βείας ἀπαριθμήσαιτο; Σὺ δ’, εἰ βούλει μαθεῖν ὅπως | |
15 | ἐμπέπλησται τῶν τοιούτων κακῶν ἡ ἀνθρωπίνη ζωή, μή μοι ἀναλάβῃς τὰ παλαιὰ διηγήματα, ἃ τοῖς ποιηταῖς τῶν δραμάτων τὰς ὑποθέσεις ἔδωκε· μῦθοι γὰρ ἐκεῖνα διὰ τὴν ὑπερβολὴν τῆς ἀτοπίας νομίζονται, ἐν οἷς παιδοφονίαι καὶ τεκνοφαγίαι, φόνοι τε ἀνδρῶν καὶ μητροκτονίαι καὶ | 298 |
20 | ἀδελφῶν σφαγαὶ καὶ μίξεις παράνομοι καὶ ἡ παντοδαπὴ τῆς φύσεως σύγχυσις, ἣν οἱ τὰ ἀρχαῖα διηγούμενοι ἀπὸ γάμων ἀρχόμενοι τῆς ἀφηγήσεως εἰς τὰς τοιαύτας συμ‐ φορὰς καταλήγουσιν. Ἀλλ’ ἐκεῖνα πάντα καταλιπὼν θεώρησον ἐπὶ τῆς παρούσης τοῦ βίου σκηνῆς τὰς ἐν αὐτῷ | |
25 | τραγῳδίας, ὧν χορηγὸς γίνεται τοῖς ἀνθρώποις ὁ γάμος. Ἐλθὲ ἐπὶ τὰ δικαστήρια, ἀνάγνωθι τοὺς περὶ τούτων νό‐ μους· ἐκεῖ κατόψει τὰ τῶν γάμων ἀπόρρητα. Ὥσπερ γὰρ ὅταν ἰατρῶν ἀκούσῃς τὰ ποικίλα πάθη διεξιόντων, τὴν ἀθλιότητα μανθάνεις τοῦ ἀνθρωπίνου σώματος, οἵων καὶ | |
30 | ὅσων κακῶν δεκτικόν ἐστι διδασκόμενος, οὕτως ἐπειδὰν τοῖς νόμοις ἐντύχῃς καὶ γνῷς τὰς πολυτρόπους τοῦ γάμου παρανομίας, καθ’ ὧν ἐκεῖνοι τὰς τιμωρίας ὁρίζουσιν, ἀκριβῶς διδάσκῃ τὰ τοῦ γάμου ἴδια· οὔτε γὰρ ἰατρὸς τὰ μὴ ὄντα θεραπεύει πάθη, οὔτε νόμος τὰ μὴ γινόμενα | |
35 | τιμωρεῖται κακά. | 300 |
4t | Κεφάλαιον δʹ | |
4n | Ὅτι πάντα τὰ κατὰ τὸν βίον ἄτοπα τὴν ἀρχὴν ἀπὸ τοῦ γάμου ἔχει· ἐν ᾧ καὶ οἷος ὁ κατὰ ἀλήθειαν ἀποταξάμενος τῷ βίῳ ἐστίν. | |
4.1 | Μᾶλλον δὲ τί χρὴ μικρολόγως τοῦ τοιούτου βίου τὴν ἀτοπίαν ἐλέγχειν, ἐν μόναις μοιχείαις καὶ διαστάσεσι καὶ ἐπιβουλαῖς περιορίζοντας τὴν τῶν συμφορῶν ἀπα‐ ρίθμησιν; Δοκεῖ γάρ μοι τῷ ὑψηλοτέρῳ καὶ ἀληθεστέρῳ | |
5 | λόγῳ πᾶσα ἡ τοῦ βίου κακία ἡ πᾶσι πράγμασι καὶ ἐπιτηδεύ‐ μασιν ἐνθεωρουμένη μηδεμίαν εὑρίσκειν ἀρχὴν κατὰ τῆς τοῦ ἀνθρώπου ζωῆς, εἴ τις ἑαυτὸν μὴ ὑπαγάγοι τῇ ἀνάγκῃ τοῦ βίου τούτου. Οὕτω δὲ ἡμῖν ἡ ἀλήθεια τοῦ λόγου φανε‐ ρωθήσεται· ὁ τὴν τοῦ βίου τούτου ἀπάτην κατανοήσας κα‐ | |
10 | θαρῷ τῷ τῆς ψυχῆς ὀφθαλμῷ καὶ ὑψηλότερος τῶν ἐνταῦθα σπουδαζομένων γενόμενος καί, καθώς φησιν ὁ ἀπόστολος, καθάπερ τινὰ δυσώδη σκύβαλα τὰ πάντα περιορῶν καὶ τρόπον τινὰ τοῦ βίου παντὸς διὰ τῆς τοῦ γάμου ἀναχω‐ ρήσεως ἑαυτὸν ἐξοικίσας οὐδεμίαν ἔχει κοινωνίαν πρὸς | |
15 | τὰ κακὰ τὰ ἀνθρώπινα, πλεονεξίαν λέγω καὶ φθόνον ὀργήν τε καὶ μῖσος καὶ κενῆς δόξης ἐπιθυμίαν καὶ τὰ ἄλλα ὅσα | |
τοῦ τοιούτου γένους ἐστί. Πάντων δὲ τῶν τοιούτων τὴν ἀτέλειαν ἔχων καὶ διὰ πάντων ἐλευθεριάζων καὶ εἰρηνεύων τῷ βίῳ, οὐκ ἔστιν ἐφ’ ᾧτε καὶ φιλονεικήσει περὶ τοῦ | 302 | |
20 | πλείονος ἢ ἐπὶ τίνι καθ’ ἑαυτοῦ κινήσει τοῖς γειτνιῶσι τὸν φθόνον ὁ μηδενὸς τῶν τοιούτων ἁπτόμενος, οἷς ὁ φθόνος ἐν τῇ ζωῇ περιφύεται; παντὸς γὰρ τοῦ κόσμου τὴν ἑαυτοῦ ψυχὴν ὑπεράρας καὶ μόνον τίμιον ἑαυτῷ κτῆμα νομίζων τὴν ἀρετήν, ἄλυπόν τινα καὶ εἰρηνικὸν καὶ ἄμαχον βιοτεύσει | |
25 | βίον. Τῆς γὰρ ἀρετῆς ἡ κτῆσις, κἂν πάντες μετέχωσιν αὐτῆς ἄνθρωποι κατὰ τὴν ἑαυτοῦ δύναμιν ἕκαστος, ἀεὶ πλήρης τοῖς ἐπιθυμοῦσίν ἐστιν, οὐ κατὰ τὴν ἐπὶ τῆς γῆς κτῆσιν, ἣν οἱ διαιροῦντες εἰς τμήματα, ὅσον ἂν προσθῶσι τῇ μιᾷ μερίδι, τοσοῦτον ὑφείλοντο τῆς ἑτέρας, καὶ ὁ | |
30 | πλεονασμὸς τοῦ ἑνὸς ἐλάττωσίς ἐστι τοῦ συμμετέχοντος· ὅθεν καὶ αἱ περὶ τοῦ πλείονος μάχαι διὰ τὸ πρὸς τὸ ἐλατ‐ τοῦσθαι μῖσος τοῖς ἀνθρώποις συνίστανται. Ἐκείνου δὲ ἀνεπίφθονός ἐστιν ἡ πλεονεξία τοῦ κτήματος καὶ ὁ τὸ πλεῖον ἁρπάσας οὐδεμίαν ἤνεγκε ζημίαν τῷ συμμετασχεῖν | |
35 | ἀξιοῦντι τῶν ἴσων, ἀλλ’ ὅσον ἐστί τις χωρητικός, αὐτός τε πληροῦται τῆς ἀγαθῆς ἐπιθυμίας καὶ ὁ πλοῦτος τῶν | |
ἀρετῶν ἐν τοῖς προλαβοῦσιν οὐκ ἀναλίσκεται. | 304 | |
4.2 | Ὁ τοίνυν πρὸς τοῦτον ἀποβλέπων τὸν βίον καὶ τὴν ἀρετὴν ἑαυτῷ θησαυρίζων, ἣν οὐδεὶς ὅρος ἀνθρώπινος περι‐ γράφει, ἆρα καταδέξεταί ποτε πρός τι τῶν ταπεινῶν καὶ πε‐ πατημένων τὴν ἑαυτοῦ ψυχὴν ἐπικλῖναι; Ἆρα θαυμάσεται | |
5 | τὸν γήϊνον πλοῦτον ἢ δυναστείαν ἀνθρωπίνην ἢ ἄλλο τι τῶν ὑπὸ ἀνοίας σπουδαζομένων; Εἰ μὲν γάρ τις ἔτι περὶ ταῦτα διάκειται ταπεινῶς, ἔξω τοῦ τοιούτου ἂν εἴη χοροῦ καὶ οὐδὲν πρὸς τὸν ἡμέτερον ἕξει λόγον· εἰ δὲ τὰ ἄνω φρονεῖ καὶ συμμετεωροπορεῖ τῷ θεῷ, ὑψηλότερος πάντως τῶν | |
10 | τοιούτων ἐστὶν οὐκ ἔχων τὴν κοινὴν ἀφορμὴν τῆς περὶ τὰ τοιαῦτα πλάνης, τὸν γάμον λέγω. Τὸ γὰρ ὑπὲρ τοὺς | |
ἄλλους θέλειν εἶναι, τὸ χαλεπὸν τοῦτο πάθος ἡ ὑπερηφανία, ὃ δὴ μάλιστα σπέρμα τις εἰπὼν ἢ ῥίζαν πάσης τῆς κατὰ τὴν ἁμαρτίαν ἀκάνθης τοῦ εἰκότος οὐχ ἁμαρτήσεται, τοῦτο | 306 | |
15 | μάλιστα ἐκ τῆς αἰτίας τοῦ γάμου τὴν ἀρχὴν ἔχει. | |
4.3 | Οὐ γὰρ ἔστιν ὡς ἐπὶ τὸ πολὺ τὸν πλεονέκτην μὴ τοὺς παῖδας ἐπαιτιᾶσθαι ἢ τὸν δοξομανῆ καὶ φιλότιμον μὴ εἰς τὸ γένος ἀνενεγκεῖν τοῦ κακοῦ τὴν αἰτίαν, ὡς ἂν μὴ ἐλάττων δοκοίη τῶν πρὸ αὐτοῦ γεγονότων, καὶ ἵνα | |
5 | μέγας τοῖς μετὰ ταῦτα νομίζοιτο καταλιπών τινα τοῖς ἐξ αὐτοῦ διηγήματα· ὡσαύτως δὲ καὶ τὰ λοιπὰ ὅσα ψυχῆς ἐστιν ἀρρωστήματα, φθόνος καὶ μνησικακία καὶ μῖσος καὶ εἴ τι τοιοῦτον ἕτερον, τῆς αὐτῆς αἰτίας ἤρτηται. Πάντα γὰρ ταῦτα τοῖς περὶ τὸν βίον τοῦτον ἐπτοημένοις | |
10 | συμπολιτεύεται, ὧν ὁ ἔξω γενόμενος, καθάπερ ἐπί τινος ὑψηλῆς σκοπιᾶς πόρρωθεν ἐποπτεύων τὰ ἀνθρώπινα πάθη, οἰκτείρει τῆς τυφλότητος τοὺς τῇ τοιαύτῃ ματαιότητι | |
δεδουλωμένους καὶ μέγα κρίνοντας τὴν τῆς σαρκὸς εὐπραγίαν. Ὅταν γάρ τινα τῶν ἀνθρώπων ἐπί τινι τῶν κατὰ | 308 | |
15 | τὸν βίον ἴδῃ περίβλεπτον, ἀξιώμασιν ἢ πλούτοις ἢ δυνα‐ στείαις κομῶντα, καταγελᾷ τῆς ἀνοίας τῶν διὰ ταῦτα πεφυσημένων καὶ ἀριθμεῖ τὸν μήκιστον χρόνον τοῦ ἀν‐ θρωπίνου βίου κατὰ τὴν εἰρημένην ὑπὸ τοῦ ψαλμῳδοῦ προθεσμίαν. Εἶτα παραμετρῶν τοῖς ἀπείροις αἰῶσι τὸ | |
20 | ἀκαριαῖον τοῦτο διάστημα, ἐλεεῖ τῆς χαυνότητος τὸν ἐπὶ τοῖς οὕτω γλίσχροις καὶ ταπεινοῖς καὶ προσκαίροις τὴν ψυχὴν ἐπαιρόμενον. Τί γὰρ ἄξιόν ἐστι μακαρισμοῦ τῶν ἐνταῦθα; Ἡ τιμή, τὸ παρὰ πολλῶν σπουδαζόμενον; —Ἐπειδὴ τί πλέον τοῖς τετιμημένοις προστίθησι; Διαμένει γὰρ θνητὸς | |
25 | ὁ θνητός, κἂν τιμᾶται κἂν μή. —Ἢ τὸ πολλὰ πλέθρα κεκτῆσθαι γῆς; Τοῦτο δὲ εἰς τί πέρας χρηστὸν καταλήγει τοῖς κτησαμένοις, ἐκτὸς τοῦ οἴεσθαι τὸν ἀνόητον ἑαυτοῦ εἶναι τὰ μηδὲν προσήκοντα; Ἀγνοεῖ γάρ, ὡς ἔοικεν, ὑπὸ τῆς πολλῆς λαιμαργίας, ὅτι «τοῦ κυρίου μέν ἐστιν ἀληθῶς | |
30 | ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆσ»—«βασιλεὺς γὰρ πάσης τῆς γῆς ὁ θεόσ»—, τοῖς δὲ ἀνθρώποις τὸ τῆς πλεονεξίας πάθος ψευδώνυμον τῆς κυριότητος τὴν προσηγορίαν δίδωσι τῶν οὐδὲν προσηκόντων. «Ἡ μὲν γὰρ γῆ», καθώς φησιν ὁ σοφὸς ἐκκλησιαστής, «εἰς τὸν αἰῶνα ἕστηκε» πάσαις ὑπηρετοῦσα | |
35 | ταῖς γενεαῖς καὶ ἄλλοτε ἄλλους τοὺς κατ’ αὐτὴν γινο‐ μένους ἐκτρέφουσα· οἱ δὲ ἄνθρωποι, οὐδὲ ἑαυτῶν ὄντες κύριοι, ἀλλὰ πρὸς τὸ τοῦ ἄγοντος βούλημα ὅτε οὐκ ἴσασιν | |
εἰς τὴν ζωὴν παριόντες, καὶ ὅτε μὴ βούλονται πάλιν αὐτῆς χωριζόμενοι, ὑπὸ τῆς πολλῆς ματαιότητος κυριεύειν | 310 | |
40 | οἴονται αὐτῆς, οἱ κατὰ καιροὺς γινόμενοί τε καὶ ἀπολλύ‐ μενοι τῆς ἀεὶ μενούσης. | |
4.4 | Ὁ οὖν ἐπεσκεμμένος ταῦτα καὶ διὰ τοῦτο περιφρονῶν ὅσα τίμια τοῖς ἀνθρώποις νομίζεται, μόνης δὲ τῆς θείας ζωῆς ἔχων τὸν ἔρωτα, ὁ εἰδὼς ὅτι «Πᾶσα σὰρξ χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου», πότε σπουδῆς | |
5 | ἄξιον τὸν χόρτον οἰήσεται τὸν σήμερον ὄντα καὶ αὔριον οὐκ ἐσόμενον; Οἶδε γὰρ ὁ ἐπεσκεμμένος τὰ θεῖα καλῶς, ὅτι οὐ τὰ ἀνθρώπινα μόνον οὐκ ἔχει τὸ πάγιον, ἀλλ’ ὡς οὐδὲ τοῦ κόσμου παντὸς εἰς τὸ διηνεκὲς ἠρεμήσαντος. Διὰ τοῦτο ὡς ἀλλοτρίας καὶ προσκαίρου ταύτης ὑπερορᾷ | |
10 | τῆς ζωῆς, ἐπειδὴ «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται», κατὰ τὴν τοῦ σωτῆρος φωνήν, καὶ πάντα τὴν μεταστοιχείωσιν ἀναγκαίως ἐκδέχεται. Διὰ τοῦτο, ἕως ἐστὶν «ἐν τῷ σκήνει», | |
καθώς φησιν ὁ ἀπόστολος τὸ πρόσκαιρον ἐνδεικνύμενος, βαρούμενος τῇ παρούσῃ ζωῇ τὸ μακρύνεσθαι αὐτῷ τὴν | 312 | |
15 | παροικίαν ταύτην ὀδύρεται, ὥσπερ καὶ ὁ ψαλμῳδὸς ἐν ᾠδαῖς θείαις λέγων πεποίηται. Ὄντως γὰρ ἐν σκότῳ βιοτεύουσιν οἱ «μετὰ τῶν σκηνωμάτων τούτων» τῇ ζωῇ παροικοῦντες· οὗ χάριν στενάξας ὁ προφήτης πρὸς τὴν παράτασιν τῆς παροικίας, «Οἴμοι, φησίν, ὅτι ἡ παροικία | |
20 | μου ἐμακρύνθη.» Σκότῳ δὲ τὴν αἰτίαν τῆς κατηφείας ταύτης ἀνέθηκε. Τὸ γὰρ σκότος τῇ Ἑβραίων φωνῇ «κηδὰρ» ὀνο‐ μάζεσθαι παρὰ τῶν σοφῶν μεμαθήκαμεν. Ἦ γὰρ οὐκ ἀληθῶς, καθάπερ ἀορασίᾳ τινὶ νυκτερινῇ κεκρατημένοι οἱ ἄνθρωποι, οὕτω πρὸς τὴν τῆς ἀπάτης ἐπίγνωσιν ἀμ‐ | |
25 | βλυωποῦσιν οὐκ εἰδότες ὅτι πάντα ὅσα τίμια ἐν τῇ ζωῇ ταύτῃ νενόμισται, ἢ καὶ ὅσα πρὸς τὸ ἐναντίον ὑπείληπται, ἐν μόνῃ τῇ ὑπολήψει τῶν ἀνοήτων ὑφέστηκεν; Αὐτὰ δὲ ἐφ’ ἑαυτῶν ἐστιν οὐδαμοῦ οὐδέν· οὐ δυσγένειά τις, οὐκ εὐδο‐ κίμησις γένους, οὐ δόξα, οὐ περιφάνεια, οὐ τὰ παλαιὰ | |
30 | διηγήματα, οὐχ ὁ ἐπὶ τοῖς ἐνεστῶσι τῦφος, οὐ τὸ κρατεῖν ἑτέρων, οὐ τὸ ὑποχείριον εἶναι. Πλοῦτοί τε καὶ τρυφαὶ | |
καὶ πενίαι καὶ ἀπορίαι καὶ πᾶσαι αἱ τοῦ βίου ἀνωμαλίαι, τοῖς μὲν ἀπαιδεύτοις πάμπολυ διαφέρειν δοκοῦσιν, ὅταν ἡδονὴν ποιῶνται τῶν τοιούτων κριτήριον· τῷ δὲ ὑψηλῷ | 314 | |
35 | τὴν διάνοιαν πάντα ὁμότιμα φαίνεται καὶ οὐδὲν προτι‐ μότερον τοῦ ἑτέρου τὸ ἕτερον, τῷ ὁμοίως διὰ τῶν ἐναντίων τὸν τῆς ζωῆς δρόμον ἀνύεσθαι καὶ ἴσην ἐν ἑκατέρᾳ τῶν λήξεων τὴν πρὸς τὸ εὖ ἢ κακῶς ζῆν δύναμιν ἐνυπάρχειν, «διὰ τῶν δεξιῶν ὅπλων καὶ ἀριστερῶν», φησὶν ὁ ἀπόστο‐ | |
40 | λος, «διὰ δόξης καὶ ἀτιμίας». Δι’ ὧν ὁ μὲν κεκαθαρμένος τὸν νοῦν καὶ ἐπεσκεμμένος τὴν τῶν ὄντων ἀλήθειαν ὀρθῶς ὁδεύσει τὴν πορείαν, ἀπὸ γενέσεως μέχρι τῆς ἐξόδου τὸν τεταγμένον αὐτῷ χρόνον διεξερχόμενος, οὔτε ὑπὸ τῶν ἡδέων θρυπτόμενος οὔτε ὑπὸ τῶν αὐστηρῶν ταπεινούμενος, | |
45 | ἀλλὰ κατὰ τὴν τῶν ὁδοιπόρων συνήθειαν τοῦ πρόσω ἐχόμενος ὀλίγον ποιεῖται τῶν προφαινομένων τὸν λόγον. Σύνηθες γὰρ τοῖς ὁδοιποροῦσιν ἐπὶ τὸ τῆς ὁδοῦ πέρας | |
ὁμοίως ἐπείγεσθαι, ἄν τε διὰ λειμώνων καὶ συμφύτων χωρίων ἄν τε διὰ τῶν ἐρημοτέρων καὶ τραχυτέρων τόπων | 316 | |
4.4(50) | διέρχωνται, καὶ οὔτε τὸ ἡδὺ παρακατέσχεν οὔτε τὸ ἀηδὲς ἐνεπόδισεν. Οὕτω καὶ αὐτὸς ἀμεταστρεπτὶ πρὸς τὸν προ‐ κείμενον σκοπὸν ἑαυτῷ ἐπειχθήσεται, πρὸς οὐδὲν τῶν παροδίων ἐπιστρεφόμενος, ἀλλὰ πρὸς μόνον τὸν οὐρανὸν βλέπων διαπεράσει τὸν βίον, καθάπερ τις ἀγαθὸς κυβερ‐ | |
55 | νήτης πρὸς τὸν ἄνω σκοπὸν διευθύνων τὸ σκάφος. | |
4.5 | Ὁ δὲ παχὺς τὴν διάνοιαν καὶ κάτω βλέπων καὶ συγ‐ κεκυφὼς τῇ ψυχῇ πρὸς τὰ ἡδέα τοῦ σώματος καθάπερ πρὸς τὴν νομὴν τὰ βοσκήματα, μόνῃ τῇ γαστρὶ καὶ τοῖς μετὰ γαστέρα ζῶν, «ἀπηλλοτριωμένος δὲ τῆς ζωῆς τοῦ | |
5 | θεοῦ» καὶ «ξένος τῶν διαθηκῶν τῆς ἐπαγγελίας», οὐδὲν ἕτερον ἀγαθὸν εἶναι νομίζων ἢ τὸ ἡσθῆναι διὰ τοῦ σώματος. Οὗτός ἐστι καὶ πᾶς ὁ τοιοῦτος ὁ ἐν σκότει διαπο‐ ρευόμενος, καθώς φησιν ἡ γραφή, ὁ τῶν ἐν τῷ βίῳ τούτῳ «κακῶν ἐφευρετής»· ἐν τούτοις γὰρ καὶ πλεονεξία καὶ | |
10 | παθῶν ἀκολασία καὶ ἡ πρὸς τὰς ἡδονὰς ἀμετρία, φιλαρχία τε πᾶσα καὶ κενῆς δόξης ἐπιθυμία καὶ ὁ λοιπὸς ὅμιλος τῶν συνοικούντων παθῶν τοῖς ἀνθρώποις. Ἔχεται γάρ πως ἐν τοῖς κακοῖς τοῦ ἑτέρου τὸ ἕτερον, καὶ ᾧπερ ἂν τὸ ἓν παρα‐ γένηται, καὶ τὰ λοιπὰ καθάπερ ὑπό τινος φυσικῆς ἀνάγκης | 318 |
15 | ἑλκόμενα συνεισέρχεται πάντως, οἷον ἐν ἁλύσει γίνεται τῆς ἀρχῆς ἐπισπασθείσης· οὐ δὲ τὰς λοιπὰς ἠρεμεῖν τῆς ἁλύσεως ἀγκύλας δυνατόν ἐστιν, ἀλλ’ ἡ κατὰ τὸ ἕτερον πέρας τῆς ἁλύσεως ἀγκύλη συνεκινήθη τῇ πρώτῃ κατὰ τὸ ἀκόλουθον ἀεὶ καὶ προσεχὲς ἀπὸ τοῦ πρώτου διὰ τῶν παρα‐ | |
20 | κειμένων τῆς κινήσεως προϊούσης. Οὕτως ἐμπέπλεκται καὶ συμπέφυκεν ἀλλήλοις τὰ ἀνθρώπινα πάθη, καὶ δι’ ἑνὸς τοῦ ἐπικρατήσαντος καὶ ὁ λοιπὸς τῶν κακῶν ὁλκὸς συνεισέρχεται τῇ ψυχῇ. Καὶ εἰ χρή σοι διαγράψαι τὴν πονηρὰν ταύτην ἅλυσιν, ὑπόθου τινὰ διά τινος ἡδονῆς τοῦ κατὰ τὴν | |
25 | κενοδοξίαν ἡττηθῆναι πάθους· ἀλλὰ τῇ κενοδοξίᾳ καὶ ἡ τοῦ πλείονος ἔφεσις συνηκολούθησεν. Οὐ γὰρ ἔστι πλεονέκτην γενέσθαι, μὴ ἐκείνης ἐπὶ τὸ πάθος χειραγω‐ | |
γούσης. Εἶτα ἡ τοῦ πλεονεκτεῖν καὶ προέχειν ἐπιθυμία ἢ ὀργὴν ἐξάπτει πρὸς τὸ ὁμότιμον ἢ πρὸς τὸ ὑποχείριον | 320 | |
30 | τὴν ὑπερηφανίαν ἢ πρὸς τὸ ὑπερέχον τὸν φθόνον, φθόνου δὲ ἀκόλουθος ἡ ὑπόκρισις γίνεται, ἐκείνης ἡ πικρία, ταύτης ἡ μισανθρωπία, τούτων ἁπάντων τὸ τέλος κατάκρισις εἰς γέενναν καὶ σκότος καὶ πῦρ καταλήγουσα. Ὁρᾷς τὸν ὁλκὸν τῶν κακῶν, ὅπως ἑνὸς τὰ πάντα τοῦ καθ’ ἡδονὴν | |
35 | πάθους ἐξέχεται; | |
4.6 | Ἐπειδὴ οὖν ἅπαξ εἰσῆλθεν εἰς τὸν βίον ἡ ἀκολουθία τῶν τοιούτων παθῶν μίαν ὁρῶμεν ἐκ τῆς τῶν θεοπνεύστων γραφῶν συμβουλῆς τὴν διέξοδον τούτων, τὸ χωρισθῆναι τοῦ τοιούτου βίου τοῦ συνημμένην ἔχοντος μεθ’ ἑαυτοῦ | |
5 | τὴν τῶν ἀνιαρῶν ἀκολούθησιν. Οὐκ ἔστι γὰρ ἐν Σοδόμοις φιλοχωρήσαντα διαφυγεῖν τὴν τοῦ πυρὸς ἐπομβρίαν, οὐδὲ τὸν ἔξω Σοδόμων γενόμενον εἶτα πάλιν ἐπιστραφέντα πρὸς τὴν ἐρήμωσιν ταύτης μὴ παγῆναι στήλην ἁλός, ἀλλ’ οὐδὲ τῆς Αἰγυπτίων δουλείας ἀπαλλαγήσεται ὁ μὴ | |
10 | καταλιπὼν τὴν Αἴγυπτον, τὴν ὑποβρύχιον λέγω ταύτην ζωήν, καὶ διαβὰς οὐχὶ τὴν Ἐρυθρὰν ἐκείνην, ἀλλὰ τὴν μέλαιναν ταύτην καὶ ζοφώδη τοῦ βίου θάλασσαν. Εἰ δέ, καθώς φησιν ὁ κύριος, ἐὰν μὴ «ἐλευθερώσῃ ἡμᾶς ἡ ἀλή‐ θεια», τῷ κακῷ τῆς δουλείας ἐναπομένομεν, πῶς ἔστιν ἐν | 322 |
15 | τῇ ἀληθείᾳ γενέσθαι τὸν ζητοῦντα τὸ ψεῦδος καὶ «ἐν τῇ πλάνῃ τοῦ βίου ἀναστρεφόμενον»; Πῶς δέ τις τὴν δουλείαν ἀποδράσεται ταύτην ὁ ταῖς ἀνάγκαις τῆς φύσεως ὑπο‐ χείριον δοὺς τὴν ἰδίαν ζωήν; Γνωριμώτερος δ’ ἂν γένοιτο ἡμῖν διά τινος παραδείγματος ὁ περὶ τούτων λόγος. | |
20 | Ὥσπερ τις ποταμὸς χειμερίοις ῥεύμασι τραχυνόμενος καὶ κατὰ τὴν ἑαυτοῦ φερόμενος φύσιν ξύλα τε καὶ λίθους καὶ πᾶν τὸ παρατυχὸν ὑπολαμβάνων τῷ ῥείθρῳ μόνοις τοῖς κατ’ αὐτὸν γινομένοις σφαλερὸς καὶ κινδυνώδης ἐστί, τοῖς δὲ πόρρωθεν αὐτὸν φυλασσομένοις εἰκῆ ῥεῖ, οὕτω καὶ τὴν | |
25 | τοῦ βίου ταραχὴν ὁ κατ’ αὐτὴν γεγονὼς μόνος ὑφίσταται καὶ μόνος ἀναδέχεται καθ’ ἑαυτοῦ τὰ πάθη, ἅπερ ἂν ἡ φύσις ἀκολούθως ἑαυτῇ ῥέουσα τοῖς δι’ αὐτῆς πορευο‐ μένοις ἀναγκαίως ἐπάγηται διὰ τῶν τοῦ βίου κακῶν ἐπι‐ | |
κλύζουσα. Εἰ δέ τις καταλίποι «τὸν χειμάρρουν τοῦτον», | 324 | |
30 | ὥς φησιν ἡ γραφή, «καὶ τὸ ὕδωρ τὸ ἀνυπόστατον» ἔξω πάντως ἔσται, κατὰ τὴν τῆς ᾠδῆς ἀκολουθίαν, τῆς θήρας τῶν ὀδόντων τοῦ βίου, καθάπερ στρουθίον τῷ τῆς ἀρε‐ τῆς πτερῷ διαπτὰς τὴν παγίδα. | |
4.7 | Ἐπειδὴ γὰρ κατὰ τὸ ῥηθὲν ἡμῖν ἐπὶ τοῦ χειμάρρου ὑπόδειγμα παντοίαις ταραχαῖς καὶ ἀνωμαλίαις πλημμυρῶν ὁ ἀνθρώπινος βίος ἀεὶ φέρεται κατὰ τοῦ πρανοῦς τῆς φύ‐ σεως προχεόμενος καὶ οὐδὲν ἕστηκε τῶν ἐν αὐτῷ σπουδαζο‐ | |
5 | μένων οὐδὲ ἀναμένει τὴν πλησμονὴν τῶν ἐπιθυμούντων, πάντα δὲ τὰ προσπίπτοντα ὁμοῦ τε προσήγγισε καὶ θιγόντα παρέδραμε, καὶ τὸ ἀεὶ παρὸν τῷ σφοδρῷ τῆς παρόδου διαφεύγει τὴν αἴσθησιν, ὑπὸ τῆς κατόπιν ἐπιρροῆς τῶν ὀφθαλμῶν ἁρπαζομένων· διὰ τοῦτο λυσιτελὲς ἂν εἴη | |
10 | πόρρω τοῦ τοιούτου ῥεύματος ἑαυτοὺς ἀνέχειν, ὡς ἂν μὴ τῶν ἀστάτων περιεχόμενοι τῶν ἀεὶ ἑστώτων ὀλιγωρήσαι‐ μεν. Πῶς γὰρ ἔστι τὸν προσπαθοῦντά τινι τῶν ἐν τῷ βίῳ | |
τούτῳ διὰ τέλους ἔχειν τὸ ποθούμενον; Τί τῶν μάλιστα σπουδαζομένων εἰσαεὶ παραμένει τοιοῦτον; Ποία νεότητος | 326 | |
15 | ἀκμή; Τίς δυνάμεως ἢ μορφῆς εὐμοιρία; Τίς πλοῦτος; Ποία δόξα; Τίς δυναστεία; Οὐ πάντα τὰ τοιαῦτα μικρὸν ἀνθήσαντα χρόνον πάλιν ἀπερρύη καὶ πρὸς τὴν ἐναντίαν ἐπωνυμίαν μετέπεσε; Τίς ἐνεβίω διὰ παντὸς τῇ νεότητι; Τίνι διήρκεσε διὰ τέλους ἡ δύναμις; Τὸ δὲ τοῦ κάλλους | |
20 | ἄνθος ἆρ’ οὐχὶ καὶ αὐτῶν τῶν κατὰ τὸ ἔαρ προφαινομένων ὠκυμορώτερον ἡ φύσις ἐποίησε; Τὰ μέν γε ὥρας ἐπι‐ λαβούσης ἐβλάστησε, καὶ μικρὸν ἀπανθήσαντα χρόνον πάλιν ἀνήβησε, καὶ πάλιν ἀπερρύη, καὶ πάλιν ἐκόμησε, καὶ τὸ νῦν κάλλος καὶ εἰς νέωτα ἔδειξε. Τὸ δὲ ἀνθρώπινον ἄνθος | |
25 | ἅπαξ ἡ φύσις κατὰ τὸ ἔαρ τῆς νεότητος δείξασα εἶτα ἀπέ‐ σβεσε, τῷ χειμῶνι τοῦ γήρως ἐναφανίσασα. Ὡσαύτως καὶ τὰ ἄλλα πάντα πρὸς καιρόν τινα τὴν τῆς σαρκὸς αἴσθησιν ἀπατήσαντα εἶτα παρέδραμε καὶ συνεκαλύφθη τῇ λήθῃ. | |
4.8 | Ἐπεὶ οὖν αἱ τοιαῦται μεταβολαὶ κατά τινα τῆς φύσεως ἀνάγκην συμβαίνουσαι λυποῦσι πάντως τὸν ἐν προσπα‐ θείᾳ γινόμενον, μία τῶν τοιούτων ἐστὶ κακῶν ἀποφυγή, τὸ μηδὲν τῶν μεταβαλλομένων τῇ ψυχῇ προστεθῆναι, | |
5 | ἀλλ’ ὡς ἔστι δυνατὸν χωρισθῆναι τῆς πρὸς πάντα τὸν βίον τὸν ἐμπαθῆ τε καὶ σάρκινον ὁμιλίας, μᾶλλον δὲ καὶ τῆς πρὸς τὸ σῶμα τὸ ἑαυτοῦ συμπαθείας ἔξω γενέσθαι, ὡς ἂν μὴ κατὰ σάρκα βιοὺς ὑπεύθυνος γένηται ταῖς ἐκ τῆς σαρκὸς συμφοραῖς. Τοῦτο δέ ἐστι τὸ μόνῃ τῇ ψυχῇ | 328 |
10 | ζῆν καὶ μιμεῖσθαι κατὰ τὸ δυνατὸν τὴν τῶν ἀσωμάτων δυνάμεων πολιτείαν, ἐν ᾗ «οὔτε γαμοῦσιν οὔτε γαμίσκον‐ ται», ἀλλ’ ἔργον αὐτοῖς καὶ σπουδὴ καὶ κατόρθωμα τὸ θεωρεῖν τὸν πατέρα τῆς ἀφθαρσίας ἐστὶ καὶ πρὸς τὸ ἀρχέτυ‐ πον κάλλος τὴν ἰδίαν καλλωπίζειν μορφὴν διὰ τῆς ἐνδεχομένης | |
15 | μιμήσεως. | |
4.9 | Ταύτης οὖν τῆς διανοίας καὶ τῆς ὑψηλῆς ἐπιθυμίας συνεργόν, καθὼς τῇ γραφῇ δοκεῖ, καὶ βοηθὸν τῷ ἀν‐ | |
θρώπῳ τὴν παρθενίαν δεδόσθαι φαμέν. Καὶ ὥσπερ τῶν λοιπῶν ἐπιτηδευμάτων τέχναι τινὲς πρὸς τὴν ἑκάστου | 330 | |
5 | τῶν σπουδαζομένων ἀπεργασίαν ἐπενοήθησαν, οὕτω μοι δοκεῖ καὶ τὸ τῆς παρθενίας ἐπιτήδευμα τέχνη τις εἶναι καὶ δύναμις τῆς θειοτέρας ζωῆς πρὸς τὴν ἀσώματον φύσιν τοὺς ἐν σαρκὶ ζῶντας ὁμοιοῦσθαι διδάσκουσα. | |
8 | ||
5t | Κεφάλαιον εʹ | |
5n | Ὅτι προηγεῖσθαι χρὴ τὴν τῆς ψυχῆς ἀπάθειαν τῆς σωματικῆς καθαρότητος. | |
5.1 | Πᾶσα γάρ ἐστι σπουδὴ τοῦ τοιούτου βίου, ὅπως μὴ τὸ ὑψηλὸν τῆς ψυχῆς διὰ τῆς ἐπαναστάσεως τῶν ἡδονῶν | |
ταπεινωθείη, καὶ ἀντὶ τοῦ μετεωροπορεῖν καὶ εἰς τὰ ἄνω βλέπειν τὴν διάνοιαν ἡμῶν πρὸς τὰ σαρκὸς καὶ αἵματος | 332 | |
5 | πάθη κατενεχθεῖσαν πεσεῖν. Πῶς γὰρ ἔτι δύναται πρὸς τὸ συγγενές τε καὶ νοητὸν φῶς ἐλευθέρῳ ἀναβλέπειν τῷ ὄμματι ἡ προσηλωθεῖσα κάτω τῇ ἡδονῇ τῆς σαρκὸς καὶ τὴν ἐπιθυμίαν πρὸς τὰ ἀνθρώπινα πάθη κατασχολήσασα, ὅταν [γὰρ] πρὸς τὰ ὑλώδη σχῇ τὴν ῥοπὴν ἐκ μοχθηρᾶς | |
10 | τινος καὶ ἀπαιδεύτου προλήψεως; Καθάπερ 〈γὰρ〉 οἱ τῶν συῶν ὀφθαλμοὶ εἰς τὸ κάτω παρὰ τῆς φύσεως ἐστραμμένοι | |
τῶν οὐρανίων θαυμάτων ἀπείρως ἔχουσιν, οὕτως ἡ τῷ σώματι συγκατασπασθεῖσα ψυχὴ οὐκέτι πρὸς τὸν οὐρανὸν καὶ τὰ ἄνω κάλλη βλέπειν δυνήσεται, πρὸς τὸ ταπεινὸν | 334 | |
15 | καὶ κτηνῶδες τῆς φύσεως ἐπικύπτουσα. Ὡς ἂν οὖν μάλιστα ἡμῖν ἐλευθέρα καὶ ἄνετος ἡ ψυχὴ πρὸς τὴν θείαν τε καὶ μακαρίαν ἡδονὴν ἀναβλέποι, πρὸς οὐδὲν τῶν γηΐνων ἑαυτὴν ἐπιστρέψει οὐδὲ τῶν νενομισμένων κατὰ τὴν τοῦ κοινοῦ βίου συγχώρησιν ἡδονῶν μεταλήψεται, ἀλλὰ μετα‐ | |
20 | θήσει τὴν ἐρωτικὴν δύναμιν ἀπὸ τῶν σωματικῶν ἐπὶ τὴν νοητήν τε καὶ ἄϋλον τοῦ καλοῦ θεωρίαν. Πρὸς τὴν τοιαύτην τοίνυν τῆς ψυχῆς διάθεσιν ἡ παρθενία τοῦ σώματος ἡμῖν ἐπενοήθη, ὡς ἂν μάλιστα λήθην καὶ ἀμνηστίαν ἐμποιήσειε τῇ ψυχῇ τῶν ἐμπαθῶν τῆς φύσεως κινημάτων, μηδεμίαν | |
25 | ἀνάγκην ἐπάγουσα πρὸς τὰ ταπεινὰ τῆς σαρκὸς ὀφλήματα καταγίνεσθαι. Ἐλευθερωθεῖσα γὰρ ἅπαξ τῶν τοιούτων χρεῶν οὐκέτι κινδυνεύει μὴ τῷ κατ’ ὀλίγον προσεθισμῷ | |
περὶ τὰ δοκοῦντα νόμῳ τινὶ φύσεως συγκεχωρῆσθαι ἐν ἀποστροφῇ καὶ ἀγνοίᾳ τῆς θείας τε καὶ ἀκηράτου γένηται | 336 | |
30 | ἡδονῆς, ἣν μόνη καρδίας καθαρότης τοῦ ἐν ἡμῖν ἡγεμονι‐ κοῦ θηρεύειν πέφυκεν. | |
31 | ||
6t | Κεφάλαιον ϛʹ | |
6n | Ὅτι Ἠλίας καὶ Ἰωάννης τῆς ἀκριβείας τοῦ βίου τούτου ἐπεμελήθησαν. | |
6.1 | Διὰ τοῦτό μοι δοκεῖ καὶ ὁ μέγας ἐν προφήταις Ἠλίας καὶ ὁ «ἐν πνεύματι καὶ δυνάμει Ἠλιοῦ» μετ’ ἐκεῖνον ἐπιδη‐ μήσας τῷ βίῳ, οὗ «μείζων οὐδεὶς ἐν γεννητοῖς γυναικῶν», εἴπερ τι καὶ ἕτερον ἡ κατ’ αὐτοὺς ἱστορία παραδηλοῖ δι’ | |
5 | αἰνίγματος, τοῦτο μάλιστα τῷ ἰδίῳ δογματίζειν βίῳ τὸ χωρισθῆναι τῆς τοῦ ἀνθρωπίνου βίου ἀκολουθίας τὸν τῇ θεωρίᾳ τῶν ἀοράτων ἀποσχολάζοντα, ὡς ἂν μὴ ταῖς τοιαύ‐ ταις ἀπάταις ταῖς διὰ τῶν αἰσθήσεων γινομέναις προσε‐ θισθεὶς σύγχυσίν τινα καὶ πλάνην πάθοι περὶ τὴν τοῦ | 338 |
10 | ὄντως ἀγαθοῦ κρίσιν. Ἀμφότεροι γὰρ εὐθὺς ἐκ νέων ἀπε‐ ξενώθησαν τῆς ἀνθρωπίνης ζωῆς καὶ οἷον ἔξω τῆς φύσεως ἑαυτοὺς ἔστησαν τῇ τε περὶ τὴν βρῶσιν καὶ πόσιν ὑπεροψίᾳ τῆς συνήθους καὶ νενομισμένης τροφῆς καὶ τῇ κατὰ τὴν ἔρημον διαγωγῇ, ὡς καὶ τὴν ἀκοὴν ἀπεριήχητον, καὶ | |
15 | ἀμετεώριστον αὐτοῖς φυλαχθῆναι τὴν ὄψιν, καὶ τὴν γεῦσιν ἁπλῆν τε καὶ ἀπραγμάτευτον διαμεῖναι, ἐκ τοῦ προστυ‐ χόντος ἑκατέροις πληρουμένης τῆς χρείας. Ἐντεῦθεν εἰς πολλὴν εὐδίαν καὶ γαλήνην ἀπὸ τῶν ἔξωθεν θορύβων κατέστησαν καὶ διὰ τοῦτο εἰς τοσοῦτον μέγεθος τῶν θείων | |
20 | χαρισμάτων ἐπήρθησαν, ὅσον περὶ ἑκατέρου τούτων μνη‐ μονεύει ὁ λόγος. Ἠλίας μὲν γὰρ καθάπερ ταμίας τις τῶν τοῦ θεοῦ δωρεῶν καταστὰς τὰς ἐκ τοῦ οὐρανοῦ χρείας κατ’ ἐξουσίαν καὶ ἀποκλείειν τοῖς ἁμαρτάνουσι καὶ ἀνιέναι τοῖς μετανοοῦσι κύριος ἦν· τὸν δέ γε Ἰωάννην τοιοῦτον | |
25 | μέν τι θαυματοποιῆσαι οὐδὲν ἡ θεία φησὶν ἱστορία, περισσότερον δὲ ἢ κατὰ πάντα προφήτην τὸ ἐν αὐτῷ χάρισμα παρὰ τοῦ τὰ κρυπτὰ βλέποντος μεμαρτύρηται· τάχα ὅτι καθαράν τε καὶ ἀμιγῆ πάσης ὑλικῆς προσπα‐ θείας τὴν ἑαυτῶν ἐπιθυμίαν ἀπ’ ἀρχῆς εἰς τέλος τῷ | 340 |
30 | κυρίῳ ἀνέθηκαν, οὔτε εἰς τέκνων στοργὴν οὔτε εἰς γυναικῶν φροντίδα οὔτε εἰς ἄλλο τι τῶν ἀνθρωπίνων ἀπασχολήσαντες· οἵ γε μηδὲ τῆς καθ’ ἡμέραν ἀναγκαίου τροφῆς πρέπειν ἑαυτοῖς ὑπολαβόντες τὴν μέριμναν τῆς τε τῶν ἐνδυμάτων σεμνότητος κρείττους ἐπιδειχθέντες ἐκ τῶν ἐπιτυχόντων | |
35 | ἑαυτοῖς τὰς χρείας ἀπεσχεδίαζον, ὁ μὲν «δέρμασιν αἰγείοις», ὁ δὲ «καμήλου θριξὶ» σκεπαζόμενος, οὐκ ἂν εἰς ἐκεῖνο τὸ μέγεθος, ὡς οἶμαι, φθάσαντες, εἰ ταῖς τοῦ σώματος ἡδυπαθείαις ὑπὸ τοῦ γάμου κατεμαλάχθησαν. Ταῦτα δὲ οὐχ ἁπλῶς, ἀλλά, καθώς φησιν ὁ ἀπόστολος, εἰς «νου‐ | |
40 | θεσίαν ἡμῶν ἀναγέγραπται», ἵνα πρὸς τὸν ἐκείνων βίον καὶ τὸν ἑαυτῶν κατευθύνωμεν. Τί οὖν ἐκ τούτων μανθά‐ νομεν; Τὸ καθ’ ὁμοιότητα τῶν ἁγίων ἀνδρῶν μηδενὶ τῶν | |
βιωτικῶν πραγμάτων προσασχολεῖν τὴν διάνοιαν τὸν ἐπιθυμοῦντα τῷ θεῷ συναφθῆναι. Οὐδὲ γάρ ἐστι δυνατὸν | 342 | |
45 | τὸν εἰς πολλὰ τῇ διανοίᾳ διαχεόμενον πρὸς θεοῦ κατα‐ νόησιν καὶ ἐπιθυμίαν εὐθυπορῆσαι. | |
6.2 | Δοκεῖ δέ μοι δι’ ὑποδείγματος ἐναργέστερον ἂν παρα‐ στῆσαι τὸ περὶ τούτων δόγμα. Ὑποθώμεθα γάρ τι ὕδωρ ἐκ πηγῆς προχεόμενον εἰς διαφόρους ἀπορροὰς κατὰ τὸ συμβὰν διασχίζεσθαι. Οὐκοῦν ἕως ἂν οὕτω φέρηται, εἰς | |
5 | οὐδὲν τῶν πρὸς τὴν γεωργίαν χρησίμων ἐπιτήδειον ἔσται, τῆς εἰς πολλὰ διαχύσεως ὀλίγον τὸ ἐν ἑκάστῳ καὶ ἀδρανὲς καὶ δυσκίνητον ὑπὸ ἀτονίας ποιούσης· εἰ δέ τις πάσας αὐτοῦ τὰς ἀτάκτους ἀπορροὰς συναγάγοι καὶ εἰς ἓν ῥεῖθρον τὸ πολλαχῇ τέως διεσκεδασμένον ἀθροίσειεν, εἰς πολλὰ | |
10 | ἂν τῶν βιωφελῶν καὶ χρησίμων ἀθρόῳ καὶ συντεταμένῳ τῷ ὕδατι χρήσαιτο. Οὕτω μοι δοκεῖ καὶ ὁ νοῦς ὁ ἀνθρώ‐ πινος, εἰ μὲν πανταχοῦ διαχέοιτο πρὸς τὸ ἀρέσκον ἀεὶ τοῖς | |
αἰσθητηρίοις ῥέων καὶ σκεδαννύμενος, μηδεμίαν ἀξιόλο‐ γον δύναμιν σχεῖν πρὸς τὴν ἐπὶ τὸ ὄντως ἀγαθὸν πορείαν· | 344 | |
15 | εἰ δὲ πανταχόθεν ἀνακληθεὶς καὶ περὶ ἑαυτὸν ἀθροισθεὶς συνηγμένος καὶ ἀδιάχυτος πρὸς τὴν οἰκείαν ἑαυτῷ καὶ κατὰ φύσιν ἐνέργειαν κινοῖτο, οὐδὲν τὸ κωλύον αὐτὸν ἔσται πρὸς τὰ ἄνω φέρεσθαι καὶ τῆς ἀληθείας τῶν ὄντων ἐφάπτεσθαι. Καθάπερ γὰρ τὸ περιεστεγασμένον διὰ σωλῆ‐ | |
20 | νος ὕδωρ ὄρθιον πολλάκις ὑπὸ τῆς ἀναθλιβούσης βίας ἐπὶ τὰ ἄνω φέρεται, οὐκ ἔχον ὅπῃ διαχυθῇ, καὶ ταῦτα κατω‐ φεροῦς αὐτῷ τῆς κατὰ φύσιν οὔσης κινήσεως, οὕτω καὶ ὁ νοῦς ὁ ἀνθρώπινος οἷόν τινος σωλῆνος στενοῦ τῆς ἐγκρατείας αὐτὸν πανταχόθεν περισφιγγούσης ἀναλη‐ | |
25 | φθήσεταί πως ὑπὸ τῆς τοῦ κινεῖσθαι φύσεως πρὸς τὴν τῶν | |
ὑψηλῶν ἐπιθυμίαν, οὐκ ἔχων ὅπου παραρρυῇ. Οὔτε γὰρ στῆναί ποτε δύναται τὸ ἀεικίνητον ὑπὸ τοῦ πεποιηκότος εἰληφὸς τὴν φύσιν καὶ εἰς τὰ μάταια κεχρῆσθαι τῇ κινήσει κωλυόμενον ἀμήχανον μὴ πρὸς τὴν ἀλήθειαν πάν‐ | 346 | |
30 | τως εὐθυπορῆσαι, τῷ πανταχόθεν ἀπὸ τῶν ἀτόπων ἀπείρ‐ γεσθαι. Καὶ γὰρ ἐν ταῖς πολυοδίαις οὕτω μάλιστα τοὺς ὁδοιπόρους ὁρῶμεν τῆς εὐθείας οὐχ ἁμαρτάνοντας, ὅταν τὴν ἐν ταῖς ἄλλαις ὁδοῖς πλάνην προμαθόντες ἐκκλίνωσιν. Ὥσπερ οὖν ὁ τῶν πεπλανημένων τρίβων ἐν τῷ ὁδεύειν | |
35 | ἀναχωρήσας ἐπὶ τῆς εὐθείας ἑαυτὸν φυλάσσει, οὕτως ἡμῶν ἡ διάνοια τῇ ἀποστροφῇ τῶν ματαίων τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν ἐπιγνώσεται. Ἔοικεν οὖν ταῦτα παιδεύειν ἡμᾶς ἡ μνήμη τῶν μεγάλων προφητῶν ἐκείνων τὸ μηδενὶ τῶν ἐν τῷ κόσμῳ σπουδαζομένων ἐμπλέκεσθαι, ἓν δὲ | |
40 | τῶν σπουδαζομένων ὁ γάμος ἐστί, μᾶλλον δὲ ἀρχὴ καὶ ῥίζα τῆς τῶν ματαίων σπουδῆς. | |
41 | ||
7t | Κεφάλαιον ζʹ | |
7n | Ὅτι οὐδὲ ὁ γάμος τῶν κατεγνωσμένων ἐστίν. | |
7.1 | Μηδεὶς δὲ διὰ τούτων ἡμᾶς ἀθετεῖν οἰέσθω τὴν οἰκο‐ νομίαν τοῦ γάμου· οὐ γὰρ ἀγνοοῦμεν ὅτι καὶ οὗτος τῆς τοῦ | |
θεοῦ εὐλογίας οὐκ ἠλλοτρίωται, ἀλλ’ ἐπειδὴ τούτου μὲν αὐτάρκης συνήγορος καὶ ἡ κοινὴ τῶν ἀνθρώπων φύσις | 348 | |
5 | ἐστίν, αὐτόματον τὴν πρὸς τὰ τοιαῦτα ῥοπὴν ἐντιθεῖσα πᾶσι τοῖς διὰ γάμου προϊοῦσιν εἰς γένεσιν, ἀντιβαίνει δέ πως ἡ παρθενία τῇ φύσει, περιττὸν ἂν εἴη προτροπὴν ὑπὲρ γάμου καὶ παραίνεσιν φιλοπόνως συγγράφειν τὴν δυσανταγώνιστον αὐτοῦ προβαλλομένους συνήγορον, τὴν | |
10 | ἡδονὴν λέγω, πλὴν εἰ μὴ τάχα διὰ τοὺς τὰ δόγματα τῆς ἐκκλησίας παραχαράσσοντας τῶν τοιούτων χρεία λόγων ἂν εἴη, οὓς «κεκαυτηριασμένους τὴν ἰδίαν συνείδησιν» ὁ ἀπόστολος ὀνομάζει, ὅτι καταλιπόντες τὴν ὁδηγίαν τοῦ πνεύματος διὰ τῆς τῶν «δαιμόνων διδασκαλίας» οὐλάς | |
15 | τινας καὶ ἐγκαύματα ταῖς καρδίαις ἑαυτῶν ἐγχαράσσουσι, τὰ τοῦ θεοῦ κτίσματα βδελυσσόμενοι ὡς μιάσματα καὶ εἰς κακὸν φέροντα καὶ κακῶν αἴτια καὶ τὰ τοιαῦτα προσ‐ | |
αγορεύοντες. Ἀλλὰ «Τί μοι τοὺς ἔξω κρίνειν;» φησὶν ὁ εἰπών. Ἔξω γάρ εἰσιν ὡς ἀληθῶς ἐκεῖνοι τῆς τοῦ λόγου τῶν | 350 | |
20 | μυστηρίων αὐλῆς, οὐκ «ἐν τῇ σκέπῃ τοῦ θεοῦ», ἀλλ’ ἐν τῇ μάνδρᾳ τοῦ πονηροῦ «αὐλιζόμενοι», οἱ «ἐζωγρημένοι εἰς τὸ ἐκείνου θέλημα» κατὰ τὴν τοῦ ἀποστόλου φωνήν, καὶ διὰ τοῦτο μὴ συνιέντες, ὅτι πάσης ἀρετῆς ἐν μεσότητι θεωρου‐ μένης ἡ ἐπὶ τὰ παρακείμενα παρατροπὴ κακία ἐστίν· | |
25 | ὑφέσεως γὰρ καὶ ἐπιτάσεως πανταχοῦ τις τὸ μέσον ἀπο‐ λαβὼν τὴν ἀρετὴν ἐκ τῆς κακίας διέκρινε. | |
7.2 | Σαφέστερος δ’ ἂν ἡμῖν ὁ λόγος γένοιτο ἐπ’ αὐτῶν τῶν πραγμάτων δεικνύμενος. Δειλία καὶ θράσος δύο κακίαι κατὰ τὸ ἐναντίον νοούμεναι, ἡ μὲν κατὰ ἔλλειψιν, ἡ δὲ κατὰ πλεο‐ νασμὸν πεποιθήσεως, μέσην περιέχουσιν ἑαυτῶν τὴν ἀν‐ | |
5 | δρείαν. Πάλιν ὁ εὐσεβὴς οὔτε ἄθεος οὔτε δεισιδαίμων ἐστίν· ἴσον γὰρ ἐπ’ ἀμφοῖν τὸ ἀσέβημα καὶ τὸ μηδένα θεὸν καὶ τὸ πολλοὺς εἶναι οἴεσθαι. Βούλει καὶ δι’ ἑτέρων ἐπιγνῶναι τὸ δόγμα; Ὁ φυγὼν τὸ φειδωλὸς εἶναι καὶ ἄσωτος ἐν τῇ τῶν ἐναντίων παθῶν ἀναχωρήσει τὴν ἐλευθερίαν τῷ ἤθει | 352 |
10 | κατώρθωσε· τοιοῦτον γάρ τι ἡ ἐλευθερία ἐστί, τὸ μήτε πρὸς τὰς ἀμέτρους καὶ ἀνωφελεῖς δαπάνας εἰκῆ διακεῖσθαι μήτε πρὸς τὰ ἀναγκαῖα μικρολόγως ἔχειν. Οὕτω καὶ ἐπὶ τῶν λοιπῶν πάντων, ἵνα μὴ τοῖς καθ’ ἕκαστον ἐπεξίωμεν, τὴν μεσότητα τῶν ἐναντίων ἀρετὴν ὁ λόγος ἐγνώρισεν. | |
15 | Οὐκοῦν καὶ ἡ σωφροσύνη μεσότης ἐστί, καὶ φανερὰς ἔχει τὰς ἐφ’ ἑκάτερα πρὸς κακίαν παρατροπάς· ὁ μὲν γὰρ ἐλλείπων κατὰ τὸν τῆς ψυχῆς τόνον καὶ εὐκαταγώνιστος τῷ τῆς ἡδονῆς πάθει γενόμενος καὶ διὰ τοῦτο μηδὲ προσ‐ εγγίσας τῇ ὁδῷ τοῦ καθαροῦ βίου καὶ σώφρονος «εἰς τὰ | |
20 | πάθη τῆς ἀτιμίας» κατώλισθεν· ὁ δὲ παρελθὼν τῆς σωφρο‐ σύνης τὸ βάσιμον καὶ ὑπερπεσὼν τοῦ μέσου τῆς ἀρετῆς, | |
οἷον κρημνῷ τινι «τῇ διδασκαλίᾳ τῶν δαιμόνων» ἐγκατη‐ νέχθη «καυτηριάζων», καθώς φησιν ὁ ἀπόστολος, «τὴν ἰδίαν συνείδησιν». Ἐν ᾧ γὰρ βδελυκτὸν εἶναι τὸν γάμον | 354 | |
25 | ὁρίζεται, ἑαυτὸν στίζει τοῖς τοῦ γάμου ὀνειδισμοῖς· εἰ γὰρ τὸ δένδρον κακόν, καθώς φησί που τὸ εὐαγγέλιον, καὶ ὁ καρπὸς πάντως τοῦ δένδρου ἄξιος. Εἰ δὴ τοῦ φυτοῦ τοῦ κατὰ τὸν γάμον βλάστημα καὶ καρπός ἐστιν ὁ ἄνθρωπος, τὰ τοῦ γάμου ὀνείδη πάντως τοῦ προφέροντος γίνεται. | |
7.3 | Ἀλλ’ ἐκεῖνοι μὲν στιγματίαι τὴν συνείδησιν καὶ κατα‐ μεμωλωπισμένοι τῇ ἀτοπίᾳ τοῦ δόγματος διὰ τῶν τοιού‐ των ἐλέγχονται. Ἡμεῖς δὲ ταῦτα καὶ περὶ τοῦ γάμου γινώ‐ σκομεν, ὡς δεῖν προηγουμένην εἶναι τὴν περὶ τὰ θεῖα | |
5 | σπουδήν τε καὶ ἐπιθυμίαν, τῆς δὲ τοῦ γάμου λειτουργίας μὴ ὑπερορᾶν τὸν σωφρόνως τε καὶ μεμετρημένως κεχρῆσθαι δυνάμενον. Οἷος ἦν ὁ πατριάρχης Ἰσαάκ, ὃς οὐκ ἐν ἀκμῇ τῆς ἡλικίας, ἵνα μὴ πάθους ἔργον ὁ γάμος γένηται, ἀλλ’ ἤδη τῆς νεότητος ὑπαναλωθείσης αὐτῷ δέχεται τὴν τῆς | |
10 | Ῥεβέκκας συνοίκησιν διὰ τὴν ἐπὶ τῷ σπέρματι τοῦ θεοῦ εὐλογίαν, καὶ μέχρι μιᾶς ὠδῖνος ὑπηρετήσας τῷ γάμῳ, πάλιν τῶν ἀοράτων ὅλος ἦν μύσας τὰ σωματικὰ αἰσθητήρια· τοῦτο γὰρ ἡ ἱστορία δοκεῖ μοι σημαίνειν τὴν βαρύτητα τῶν ὀφθαλμῶν τοῦ πατριάρχου διηγουμένη. | 356 |
14 | ||
8t | Κεφάλαιον ηʹ | |
8n | Ὅτι δύσκολόν ἐστι τοῦ σκοποῦ τυχεῖν τὸν εἰς πολλὰ τῇ ψυχῇ μεριζόμενον. | |
8.1 | Ἀλλὰ ταῦτα μὲν ἐχέτω ὅπως ἂν ἔχειν δοκῇ τοῖς τὰ τοιαῦτα καθορᾶν ἐπιστήμοσιν· ἡμεῖς δὲ πρὸς τὰ συνεχῆ τοῦ λόγου προΐωμεν. Τί οὖν ἦν τὸ λεγόμενον; ὅτι ἐὰν ἐξῇ μήτε τῆς θειοτέρας ἐπιθυμίας ἀφίστασθαι μήτε ἀποφεύγειν | |
5 | τὸν γάμον, οὐδείς ἐστι λόγος ὁ ἀθετῶν τὴν οἰκονομίαν τῆς φύσεως καὶ ὡς βδελυκτὸν διαβάλλων τὸ τίμιον. Καθάπερ γὰρ ἐπὶ τοῦ προρρηθέντος ἡμῖν τοῦ κατὰ τὸ ὕδωρ καὶ τὴν πηγὴν ὑποδείγματος, ὅταν ἐπί τι χωρίον διο‐ χετεύων ὁ γεωργὸς τὸ ὕδωρ ἐφέλκηται, γένηται δέ τις καὶ | |
10 | διὰ μέσου χρεία βραχείας ἀπορροῆς, τοσοῦτον μόνον δώσει παραρρυῆναι, ὅσον τῇ ἐπιζητούσῃ χρείᾳ σύμμετρον γινό‐ | |
μενον, πάλιν εὐκόλως ἀναμιχθῆναι τῷ ῥείθρῳ· εἰ δὲ ἀπείρως καὶ ἀταμιεύτως ἀνοίξειε τῷ ὕδατι τὴν ἀπόρ‐ ροιαν, κινδυνεύσει τῆς εὐθείας ἀφέμενον ὅλον ἐκχαραδρωθῆ‐ | 358 | |
15 | ναι κατὰ τὸ πλάγιον—τὸν αὐτὸν τρόπον, ἐπειδὴ χρεία τῷ βίῳ καὶ τῆς ἐξ ἀλλήλων διαδοχῆς, εἰ μέν τις οὕτω χρήσαιτο τῷ γινομένῳ, ὡς προηγουμένων τῶν πνευματικῶν φειδω‐ λῇ καὶ ὑπεσταλμένῃ κεχρῆσθαι τῇ περὶ τὰ τοιαῦτα ἐπι‐ θυμίᾳ διὰ τὴν τοῦ καιροῦ συστολήν, οὗτος ὁ σώφρων ἂν | |
20 | εἴη γεωργὸς ὁ ἐν σοφίᾳ γεωργῶν ἑαυτὸν κατὰ τὸ παράγ‐ γελμα τοῦ ἀποστόλου, οὐκ ἀεὶ περὶ τὰς ἀποδόσεις τῶν ψυχρῶν ἐκείνων ὀφλημάτων μικρολογούμενος, ἀλλὰ τὴν ἐκ συμφώνου καθαρότητα τῇ σχολῇ τῶν προσευχῶν ἀφορίζων, ὁ δεδοικὼς μὴ διὰ τῆς τοιαύτης προσπαθείας | |
25 | ὅλος γένηται σὰρξ καὶ αἷμα, «ἐν οἷς οὐ καταμένει τὸ τοῦ θεοῦ πνεῦμα»· ὁ δὲ ἀσθενῶς διακείμενος, ὡς μὴ δύνασθαι ἂν πρὸς τὴν τῆς φύσεως φορὰν ἀνδρικῶς στῆναι, κρείττων ἂν εἴη πόρρω τῶν τοιούτων ἑαυτὸν ἀνέχων μᾶλλον ἢ | |
εἰς ἀγῶνα κατιὼν μείζονα τῆς δυνάμεως. Κίνδυνος γὰρ | 360 | |
30 | οὐ μικρὸς παρακρουσθέντα τὸν τοιοῦτον ἐν τῇ πείρᾳ τῆς ἡδονῆς μηδὲν ἕτερον ἀγαθὸν οἰηθῆναι ἢ τὸ διὰ σαρκὸς μετὰ προσπαθείας τινὸς λαμβανόμενον καὶ ἀποστρέψαντα παντελῶς τὸν ἑαυτοῦ νοῦν ἀπὸ τῆς τῶν ἀσωμάτων ἀγαθῶν ἐπιθυμίας ὅλον σάρκινον γενέσθαι, τὸ ἐν τούτοις ἡδὺ διὰ | |
35 | παντὸς τρόπου θηρεύοντα, ὡς «φιλήδονον αὐτὸν μᾶλλον εἶναι ἢ φιλόθεον». Ἐπειδὴ τοίνυν διὰ τὸ τῆς φύσεως ἀσθε‐ νὲς οὐ παντός ἐστι τῆς εἰς τὰ τοιαῦτα συμμετρίας ἐπιτυγχά‐ νειν, ἐπικίνδυνον δὲ τὸ ἔξω τοῦ μέτρου παρενεχθέντα «εἰς ὕλην βυθοῦ» κατὰ τὸν ψαλμῳδὸν ἐμπαγῆναι, λυσιτελὲς ἂν | |
40 | εἴη, καθὼς ὑφηγεῖται ὁ λόγος, ἀπείρατον τῶν τοιούτων δια‐ βιῶναι, ὡς ἂν μὴ τῇ προφάσει τῶν συγκεχωρημένων εἴσοδον λάβοι κατὰ τῆς ψυχῆς τὰ πάθη. | |
42 | ||
9t | Κεφάλαιον θʹ | |
9n | Ὅτι δυσμετάθετον ἐπὶ παντὸς ἡ συνήθεια. | |
9.1 | Ἀμήχανον γάρ τί ἐστιν ἐπὶ παντὸς ἡ συνήθεια, πολλὴν ἔχουσα δύναμιν πρὸς ἑαυτὴν ἑλκύσαι καὶ ἐπισπάσασθαι | |
τὴν ψυχὴν καί τινα καλοῦ παρασχεῖν φαντασίαν, ἐν ᾧ ἄν τις σχέσιν καὶ προσπάθειαν διὰ τοῦ προσεθισμοῦ τινα | 362 | |
5 | κτήσηται. Καὶ οὐδὲν οὕτω τῇ φύσει φευκτόν ἐστιν, ὡς ἐν συνηθείᾳ γενόμενον μὴ καὶ σπουδῆς ἄξιον καὶ αἱρετὸν νομισθῆναι. Ἀπόδειξις τοῦ λόγου ὁ ἀνθρώπινος βίος, ἐν ᾧ τοσούτων ὄντων ἐθνῶν οὐ τὰ αὐτὰ πᾶσι σπουδάζεται, ἄλλα δὲ παρ’ ἑτέροις ἐστὶ καλά τε καὶ τίμια, τῆς παρ’ | |
10 | ἑκάστοις συνηθείας τὴν περί τι σπουδήν τε καὶ ἐπιθυμίαν ποιούσης. Καὶ οὐ μόνον κατὰ τὰ ἔθνη τὴν τοιαύτην παραλ‐ λαγὴν ἔστιν ἰδεῖν τῶν αὐτῶν ἐπιτηδευμάτων παρά τισι μὲν θαυμαζομένων, διαβαλλομένων δὲ παρ’ ἑτέροις, ἀλλὰ καὶ ἐπὶ τοῦ αὐτοῦ ἔθνους καὶ τῆς αὐτῆς πόλεως καὶ γένους, | |
15 | ἐν οἷς πολλὴν διαφορὰν ἔστιν ἰδεῖν ἐκ τῆς συνηθείας ἑκάστοις ἐγγινομένην. Οὕτως ἐκ μιᾶς ὠδῖνος ἀδελφοὶ προελθόντες εἰς γένεσιν τοῖς ἐπιτηδεύμασι τῷ βίῳ πλεῖστον ἀπ’ ἀλλήλων ἐσχίσθησαν· καὶ οὔπω τοῦτο θαυμαστόν, ἐπεὶ καὶ ὁ καθ’ ἕκαστον ἄνθρωπος οὐ τὴν αὐτὴν ὡς ἐπὶ | |
20 | τὸ πολὺ περὶ τοῦ αὐτοῦ πράγματος κρίσιν ἔχει, ἀλλ’ ὡς ἂν περὶ ἕκαστον ἀπὸ τῆς συνηθείας διατεθῇ. Καὶ ἵνα μὴ τὰ πόρρω τοῦ πράγματος λέγωμεν, πολλοὺς ἡμεῖς ἐγνω‐ ρίσαμεν ἐραστὰς μάλιστα τῆς σωφροσύνης εὐθὺς παρὰ τὴν πρώτην ἡλικίαν φανέντας, ἀρχὴν δὲ ῥυπαροῦ βίου | |
25 | ποιησαμένους τὴν δοκοῦσαν ἔννομόν τε καὶ συγκεχωρη‐ μένην τῶν ἡδονῶν μετουσίαν. Ἐπειδὴ γὰρ ἅπαξ τὴν τοιαύτην | |
παρεδέξαντο πεῖραν, κατὰ τὸ ῥηθὲν ἡμῖν ἐπὶ τοῦ ῥείθρου ὑπόδειγμα ὅλον πρὸς ταῦτα τὸ ἐπιθυμητικὸν μεταστρέ‐ ψαντες καὶ τὴν ὁρμὴν τῆς διανοίας ἀπὸ τῶν θειοτέρων | 364 | |
30 | πρὸς τὰ ταπεινὰ καὶ ὑλώδη μετοχετεύσαντες πολλὴν ἐν ἑαυτοῖς τὴν εὐρυχωρίαν τοῖς πάθεσιν ἤνοιξαν, ὡς παντελῶς τῆς ἐπὶ τὰ ἄνω φορᾶς λῆξαι καὶ ἀποξηρανθῆναι τὴν ἐπιθυμίαν, ὅλην πρὸς τὰ πάθη μεταρρυεῖσαν. | |
9.2 | Διὰ τοῦτο λυσιτελὲς εἶναι νομίζομεν τοῖς ἀσθενεστέ‐ ροις εἰς τὴν παρθενίαν ὡς εἰς ἀσφαλές τι φρούριον κατα‐ φεύγειν καὶ μὴ πρὸς τὴν ἀκολουθίαν κατιόντας τοῦ βίου προκαλεῖσθαι καθ’ ἑαυτῶν πειρασμοὺς καὶ «τοῖς ἀντιστρα‐ | |
5 | τευομένοις τῷ νόμῳ τοῦ νοὸς ἡμῶν» διὰ τῶν τῆς σαρκὸς παθημάτων συμπλέκεσθαι, καὶ κινδυνεύειν οὐ περὶ γῆς ὅρων καὶ χρημάτων ἀποβολῆς ἢ ἄλλου τινὸς τῶν κατὰ τὴν ζωὴν ταύτην σπουδαζομένων φροντίζοντας, ἀλλὰ περὶ τῆς προηγουμένης ἐλπίδος. Οὐκ ἔστι γὰρ τὸν εἰς τὸν κόσμον | |
10 | τοῦτον ἀποστραφέντα τῇ διανοίᾳ καὶ τὴν ὧδε μέριμναν ἀνα‐ λαβόντα καὶ εἰς ἀνθρωπίνην ἀρέσκειαν ἑαυτὸν ἀσχολοῦντα πληρωτὴν γενέσθαι τῆς μεγάλης καὶ πρώτης ἐντολῆς τοῦ κυρίου, ἥ φησιν «ἐξ ὅλης καρδίας καὶ δυνάμεως τὸν θεὸν ἀγαπᾶν». Πῶς γὰρ ἀγαπήσει τις ἐξ ὅλης καρδίας τὸν θεόν, | |
15 | ὅταν καταμερίσῃ τὴν καρδίαν ἑαυτοῦ πρὸς θεὸν καὶ κόσμον καὶ κλέπτων τὴν ἐκείνῳ μόνῳ χρεωστουμένην ἀγάπην | |
ἀνθρωπίνοις αὐτὴν πάθεσι προσαναλίσκῃ; «Ὁ γὰρ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου». Εἰ δὲ ἐπίπονος ἡ πρὸς τὰς ἡδονὰς μάχη δοκεῖ, | 366 | |
20 | θαρρείτω πᾶς· οὐδὲ γὰρ πρὸς τοῦτο μικρὰ ἡ συνήθεια καὶ τοῖς δυσκολωτάτοις εἶναι δοκοῦσιν ἡδονήν τινα διὰ τῆς ἐπιμονῆς ἐνεργάσασθαι, καὶ ἡδονὴν τὴν καλλίστην καὶ καθαρωτάτην, ἧς ἄξιόν ἐστι τόν γε νοῦν ἔχοντα περιέχεσθαι μᾶλλον ἢ τῇ περὶ τὰ ταπεινὰ μικροπρεπείᾳ τῶν μεγάλων | |
25 | κατὰ ἀλήθειαν καὶ «πάντα νοῦν ὑπερεχόντων» ἀλλοτριοῦσ‐ θαι. | |
26 | ||
10t | Κεφάλαιον ιʹ | |
10n | Τί τὸ ἀληθῶς ἐπιθυμητόν; | |
10.1 | Ὅση γάρ ἐστιν ἡ ζημία ἐν ἀποπτώσει γενέσθαι τῆς τοῦ ὄντως καλοῦ κτήσεως, τίς ἂν παραστήσειε λόγος; Ποίᾳ δ’ ἄν τις χρήσαιτο διανοίας ὑπερβολῇ; Πῶς ἂν ἐν‐ | |
δείξοιτο καὶ εἰς ὑπογραφὴν ἀγάγοι τὸ καὶ λόγῳ ἄρρητον | 368 | |
5 | καὶ νοήματι ἀκατάληπτον; Εἰ μὲν γάρ τις ἐπὶ τοσοῦτον τὸ τῆς καρδίας ὄμμα κεκάθαρται, ὡς δυνηθῆναι ποσῶς ἰδεῖν τὸ ἐν τοῖς μακαρισμοῖς ὑπὸ τοῦ κυρίου ἐπηγγελμένον, πάσης καταγνώσεται φωνῆς ἀνθρωπίνης, ὡς οὐδεμίαν ἐχούσης δύναμιν εἰς τὴν τοῦ νοηθέντος παράστασιν· εἰ | |
10 | δέ τις ἔτι τοῖς ὑλικοῖς ἐγκαθήμενος πάθεσι καθάπερ ὑπὸ λήμης τινὸς τῆς ἐμπαθοῦς διαθέσεως τὸ διορατικὸν τῆς ψυχῆς ἐπιπέπλασται, ματαία καὶ οὕτω πᾶσα λόγων ἰσχύς. Ἐπὶ γὰρ τῶν ἀναισθήτως ἐχόντων ἐν τῷ ὁμοίῳ καθέστηκε τό τε ἐλαττοῦν διὰ τοῦ λόγου καὶ τὸ ὑπεραίρειν θαύματα, | |
15 | ὡς καὶ ἐπὶ τῆς ἡλιακῆς ἀκτῖνος τῷ μὴ τεθεαμένῳ τὸ φῶς ἀπὸ πρώτης γενέσεως ἀργὴ καὶ ἀνόνητος γίνεται ἡ διὰ τῶν λόγων τοῦ φωτὸς ἑρμηνεία· οὐ γάρ ἐστι δυνατὸν τὴν τῆς ἀκτῖνος λαμπηδόνα δι’ ἀκοῆς ἐναυγάσαι. Οὕτω καὶ ἐπὶ τοῦ νοητοῦ καὶ ἀληθινοῦ φωτὸς ἰδίων ὀφθαλμῶν ἑκά‐ | |
20 | στῳ χρεία, ἵνα τὸ κάλλος ἐκεῖνο θεάσηται, ὅπερ ὁ μὲν | |
ἰδὼν κατά τινα θείαν δωρεάν τε καὶ ἐπίπνοιαν ἀνερμήνευτον ἐν τῷ ἀπορρήτῳ τῆς συνειδήσεως ἔχει τὴν ἔκπληξιν· ὁ δὲ μὴ τεθεαμένος οὐδὲ γνώσεται τὴν ζημίαν ὧν ἀπεστέρηται. Πῶς γὰρ ἄν τις αὐτῷ τὸ διαπεφευγὸς αὐτὸν ἀγαθὸν παρα‐ | 370 | |
25 | στήσειε; Πῶς ἄν τις ὑπ’ ὄψιν ἀγάγοι τὸ ἄφραστον; Ἰδίας φωνὰς σημαντικὰς ἐκείνου τοῦ κάλλους οὐ μεμαθήκαμεν. Ὑπόδειγμα τοῦ ζητουμένου ἐν τοῖς οὖσιν ἔστιν οὐδέν· ἐκ συγκρίσεως αὐτὸ δηλωθῆναι ἀμήχανον. Τίς γὰρ ὀλίγῳ σπινθῆρι προσεικάζει τὸν ἥλιον ἢ ῥανίδα βραχεῖαν πρὸς | |
30 | τὴν τῶν ἀβύσσων ἀπειρίαν ἀνθίστησιν; Ὃν γὰρ ἔχει λόγον πρὸς τὰς ἀβύσσους ἡ ὀλίγη σταγὼν ἢ πρὸς τὴν μεγάλην τοῦ ἡλίου ἀκτῖνα μικρὸν σπινθηράκιον, οὕτω διάκειται καὶ πάντα τὰ παρὰ τῶν ἀνθρώπων ὡς καλὰ θαυμαζόμενα πρὸς ἐκεῖνο τὸ κάλλος, ὃ περὶ τὸ πρῶτον | |
35 | ἀγαθὸν καὶ τὸ ἐπέκεινα παντὸς ἀγαθοῦ θεωρεῖται. | 372 |
10.2 | Τίς οὖν ἐπίνοια τὸ μέγεθος τῆς ζημίας τῷ παθόντι τὴν ζημίαν ταύτην ἐνδείξεται; Καλῶς μοι δοκεῖ ὁ μέγας Δαβὶδ τὴν ἀμηχανίαν ἐνδεδεῖχθαι ταύτην, ὃς ἐπειδή ποτε τῇ δυνάμει τοῦ πνεύματος ὑψωθεὶς τὴν διάνοιαν καὶ οἷον | |
5 | ἐκβὰς αὐτὸς ἑαυτὸν εἶδεν ἐκεῖνο τὸ ἀμήχανον καὶ ἀπερι‐ νόητον κάλλος ἐν τῇ μακαρίᾳ ἐκείνῃ ἐκστάσει—εἶδε δὲ | |
πάντως ὡς ἀνθρώπῳ δυνατὸν ἰδεῖν ἔξω τῶν τῆς σαρκὸς προκαλυμμάτων γενόμενος καὶ εἰσελθὼν διὰ μόνης τῆς διανοίας εἰς τὴν τῶν ἀσωμάτων καὶ νοητῶν θεωρίαν— | 374 | |
10 | ἐπειδή τι καὶ εἰπεῖν ἄξιον τοῦ ὀφθέντος ἐπεπόθησεν, ἐκείνην ἐξεβόησε τὴν φωνήν, ἣν πάντες ᾄδουσιν, ὅτι «Πᾶς ἄν‐ θρωπος ψεύστης»· τοῦτο δέ ἐστιν, ὥς γε ὁ ἐμὸς λόγος, ὅτι πᾶς ἄνθρωπος φωνῇ ἐπιτρέπων τὴν τοῦ ἀφράστου φωτὸς ἑρμηνείαν ὄντως ψεύστης ἐστίν, οὐχὶ τῷ μίσει τῆς ἀλη‐ | |
15 | θείας, ἀλλὰ τῇ ἀσθενείᾳ τῆς διηγήσεως. Τὸ μὲν γὰρ αἰσθη‐ τὸν κάλλος, ὅσον κάτω περὶ τὸν ἡμέτερον ἀναστρέφεται βίον, εἴτε ἐν ἀψύχοις ὕλαις εἴτε καὶ ἐν σώμασιν ἐμψύχοις διά τινος εὐχροίας ἐμφανταζόμενον, αὐτάρκης ἡμῶν ἡ κατὰ τὴν αἴσθησιν δύναμις καὶ θαυμάσαι καὶ ἀποδέξασθαι | |
20 | καὶ γνώριμον ἑτέρῳ ποιῆσαι, διὰ τῆς τῶν λόγων γραφῆς ὥσπερ ἐν εἰκόνι τινὶ τῷ λόγῳ τοῦ τοιούτου κάλλους ἐγγρα‐ φομένου· οὗ δὲ τὸ ἀρχέτυπον διαφεύγει τὴν κατανόησιν, πῶς ἂν ὁ λόγος ὑπ’ ὄψιν ἀγάγοι, οὐδεμίαν μηχανὴν ὑπο‐ γραφῆς ἐξευρίσκων, οὐ χροιὰν ἔχων εἰπεῖν, οὐ σχῆμα, | |
25 | οὐ μέγεθος, οὐ μορφῆς εὐμοιρίαν, οὐδέ τινα ὅλως φλυαρίαν τοιαύτην; Τὸ γὰρ ἀειδὲς πάντῃ καὶ ἀσχημάτιστον καὶ πηλικότητος πάσης ἀλλότριον καὶ πάντων, ὅσα περὶ σῶμα καὶ αἴσθησιν θεωρεῖται, πόρρωθεν ἱδρυμένον, πῶς ἄν τις διὰ τῶν μόνῃ τῇ αἰσθήσει καταλαμβανομένων γνω‐ | 376 |
30 | ρίσειεν; Οὐ μὴν διὰ τοῦτό γε ἀπογνωστέον ἡμῖν τῆς ἐπι‐ θυμίας ταύτης, ὅτι ὑψηλοτέρα φαίνεται τῆς καταλήψεως, ἀλλ’ ὅσῳ μέγα τὸ ζητούμενον ὁ λόγος ἀπέδειξε, τοσούτῳ μᾶλλον ὑψοῦσθαι χρὴ τὴν διάνοιαν καὶ συνεπαίρεσθαι τῷ μεγέθει τοῦ ζητουμένου, ὡς μὴ παντελῶς ἔξω γενέσθαι | |
35 | τῆς τοῦ ἀγαθοῦ μετουσίας· κίνδυνος γὰρ οὐ μικρός, μὴ τῷ λίαν ὑψηλῷ τε καὶ ἀρρήτῳ παντάπασι τῆς περὶ αὐτοῦ ἐννοίας ἀπολισθήσωμεν, μηδενὶ γνωρίμῳ τὴν κατανόησιν | |
αὐτῶν ἐπερείδοντες. | 378 | |
11t | Κεφάλαιον ιαʹ | |
11n | Πῶς ἄν τις ἐν περινοίᾳ γένοιτο τοῦ ὄντως καλοῦ; | |
11.1 | Δεῖ τοίνυν τῆς ἀσθενείας ἕνεκεν ταύτης διὰ τῶν τῇ αἰσθήσει γνωρίμων χειραγωγεῖν πρὸς τὸ ἀόρατον τὴν διάνοιαν. Ἡ δὲ ἐπίνοια γένοιτ’ ἂν ἡμῖν τοιαύτη· ὥσπερ τοίνυν οἱ μὲν ἐπιπολαιότερον καὶ δίχα διανοίας τὰ | |
5 | πράγματα βλέποντες, ἐπειδὰν ἴδωσιν ἄνθρωπον ἢ ὅπερ ἂν τύχῃ τῶν φαινομένων, πλέον οὐδὲν τοῦ ὁρωμένου περι‐ εργάζονται—ἀρκεῖ γὰρ αὐτοῖς θεασαμένοις τὸν ὄγκον τοῦ σώματος ὅλον νομίσαι τὸν τοῦ ἀνθρώπου λόγον κατειλη‐ φέναι—, ὁ δὲ διορατικὸς τὴν ψυχὴν καὶ πεπαιδευμένος μὴ | |
10 | μόνοις ὀφθαλμοῖς ἐπιτρέπειν τὴν τῶν ὄντων ἐπίσκεψιν, οὐ μέχρι τῶν φαινομένων στήσεται, οὐδὲ τὸ μὴ βλεπόμενον ἐν τοῖς μὴ οὖσι λογίζεται, ἀλλὰ καὶ φύσιν ψυχῆς περινοεῖ καὶ τὰς τῷ σώματι ἐμφαινομένας ποιότητας καὶ κοινῇ καὶ καθ’ ἑαυτὰς ἐπισκέπτεται· ἰδίᾳ τε γὰρ αὐτῶν ἑκάστην χωρίζει τῷ | |
15 | λόγῳ, καὶ πάλιν τὴν κοινὴν συνδρομήν τε καὶ σύμπνοιαν | |
περὶ τὴν τοῦ ὑποκειμένου σύστασιν θεωρεῖ. Οὕτως οὖν καὶ ἐν τῇ τοῦ καλοῦ ζητήσει ὁ μὲν ἀτελὴς τὴν διάνοιαν, ἐπειδὰν ἴδῃ τι πρᾶγμα, ᾧ κάλλους τινὸς περικέχυται φαν‐ τασία, αὐτὸ ἐκεῖνο καλὸν εἶναι τῇ ἑαυτοῦ φύσει οἰήσεται, | 380 | |
20 | ὅπερ ἂν τὴν αἴσθησιν αὐτοῦ δι’ ἡδονῆς ἐπισπάσηται, καὶ οὐδὲν ὑπὲρ τοῦτο πλέον περιεργάζεται· ὁ δὲ κεκαθαρ‐ μένος τὸν τῆς ψυχῆς ὀφθαλμὸν καὶ δυνατὸς τὰ τοιαῦτα βλέπειν, χαίρειν ἐάσας τὴν ὕλην τὴν ὑποβεβλημένην τῇ τοῦ καλοῦ ἰδέᾳ, οἷον ὑποβάθρᾳ τινὶ τῷ ὁρωμένῳ χρήσεται, | |
25 | πρὸς τὴν τοῦ νοητοῦ θεωρίαν κάλλους, οὗ κατὰ μετουσίαν τὰ ἄλλα γίνεται καὶ ὀνομάζεται καλά. | |
11.2 | Δοκεῖ δέ μοι χαλεπὸν εἶναι τῶν πλείστων τῇ τοιαύτῃ παχύτητι τῆς διανοίας συζώντων τὸ διατεμόντας τῷ λόγῳ καὶ χωρίσαντας τὴν ὕλην ἀπὸ τοῦ ἐπιθεωρουμένου κάλλους αὐτὴν ἐφ’ ἑαυτῆς τοῦ καλοῦ τὴν φύσιν κατανοῆσαι. | |
5 | Καὶ εἴ τις ἀκριβῶς ἐθέλοι τὴν αἰτίαν σκοπεῖν τῶν πεπλανη‐ μένων καὶ μοχθηρῶν ὑπολήψεων, οὐκ ἄν μοι δοκεῖ ἄλλην εὑρεῖν ἢ τὸ μὴ ἀκριβῶς ἡμῶν «γεγυμνάσθαι τὰ αἰσθητήρια | |
πρὸς τὴν τοῦ καλοῦ καὶ μὴ τοιούτου διάκρισιν». Διὰ τοῦτο ἀποστάντες οἱ ἄνθρωποι τῆς περὶ τὸ ὄντως ἀγαθὸν | 382 | |
10 | σπουδῆς, οἱ μὲν εἰς ἔρωτα σαρκῶν κατωλίσθησαν, οἱ δὲ ἐπὶ τὴν ἄψυχον τῶν χρημάτων ὕλην ταῖς ἐπιθυμίαις ἔρρεψαν· ἄλλοι ἐν τιμαῖς καὶ δόξαις καὶ δυναστείαις τὸ καλὸν ὡρίσαντο· εἰσὶ δέ τινες οἳ περὶ τέχνας καὶ ἐπιστήμας τινὰς ἐπτοήθησαν· οἱ δὲ ἀνδραποδωδέστεροι τούτων | |
15 | λαιμὸν καὶ γαστέρα τοῦ ἀγαθοῦ ποιοῦνται κριτήρια. Εἰ δὲ ἀποστάντες τῶν ὑλικῶν νοημάτων καὶ τῶν περὶ τὰ φαινόμενα προσπαθειῶν ἀνεζήτουν τὴν ἁπλῆν τε καὶ ἄϋλον καὶ ἀσχημάτιστον τοῦ καλοῦ φύσιν, οὐκ ἂν περὶ τὴν αἵρεσιν τῶν ἐπιθυμιῶν ἐπλανήθησαν οὐδ’ ἂν τοσοῦτον ὑπὸ ταῖς | |
20 | τοιαύταις ἀπάταις παρελογίσθησαν, ὡς μηδὲ τὸ πρόσκαιρον τῆς ἐν τούτοις ἡδονῆς βλέποντας πρὸς τὴν ὑπεροψίαν τούτων ὁδηγηθῆναι. | |
11.3 | Οὐκοῦν αὕτη ἂν γένοιτο ἡμῖν ὁδὸς εἰς τὴν τοῦ καλοῦ εὕρεσιν ἄγουσα· τὸ πάντα τὰ ἄλλα, ὅσα τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐφέλκεται, καλὰ εἶναι νομιζόμενα καὶ διὰ τοῦτο σπουδῆς τινος καὶ ἀποδοχῆς ἀξιούμενα, ταῦτα ὑπερβαίνον‐ | |
5 | τας ὡς ταπεινά τε καὶ πρόσκαιρα, μηδενὶ τούτων προσανα‐ λίσκειν τὴν ἐπιθυμητικὴν ἡμῶν δύναμιν, μήτε μὴν ἀργὴν καὶ ἀκίνητον ἐν ἑαυτοῖς κατακλείσαντας ἔχειν, ἀλλ’ ἐκκαθάραντας αὐτὴν ἀπὸ τῆς τῶν ταπεινῶν προσπαθείας | |
ἐκεῖ ἀνάγειν, ὅπου οὐκ ἐφικνεῖται ἡ αἴσθησις, ὡς μήτε | 384 | |
10 | οὐρανοῦ κάλλος θαυμάσαι μήτε φωστήρων αὐγὰς μήτε ἄλλο τι τῶν φαινομένων καλῶν, ἀλλὰ διὰ τοῦ πᾶσι τούτοις ἐπιθεωρουμένου κάλλους χειραγωγεῖσθαι πρὸς τὴν ἐκείνου τοῦ κάλλους ἐπιθυμίαν, οὗ καὶ «οὐρανοὶ διηγοῦνται δόξαν καὶ στερέωμα καὶ πᾶσα ἡ κτίσις ἀναγγέλλει τὴν γνῶσιν». | |
15 | Οὕτω γὰρ ἀνιοῦσα ἡ ψυχὴ καὶ πᾶν τὸ καταλαμβανόμενον ὡς μικρότερον τοῦ ζητουμένου καταλιμπάνουσα γένοιτο ἂν ἐν περινοίᾳ «τῆς μεγαλοπρεπείας ἐκείνης τῆς ὑπεράνω τῶν οὐρανῶν ἐπηρμένης». | |
11.4 | Ἀλλὰ πῶς ἄν τις τῶν ὑψηλῶν ἐφίκοιτο περὶ τὰ τα‐ πεινὰ τὴν σπουδὴν ἔχων; Πῶς δ’ ἄν τις πρὸς τὸν οὐρανὸν ἀναπταίη μὴ πτερωθεὶς τῷ οὐρανίῳ πτερῷ καὶ ἀνωφερὴς καὶ μετέωρος διὰ τῆς ὑψηλῆς πολιτείας γενόμενος; Τίς | |
5 | οὕτως ἔξω τῶν εὐαγγελικῶν μυστηρίων ἐστίν, ὡς | |
ἀγνοεῖν ὅτι ἓν ὄχημα τῇ ἀνθρωπίνῃ ψυχῇ τῆς ἐπὶ τοὺς οὐρανοὺς πορείας ἐστί, τὸ τῷ εἴδει τῆς καταπτάσης περι‐ στερᾶς ἑαυτὸν ὁμοιῶσαι, ἧς τὰς πτέρυγας γενέσθαι αὐτῷ καὶ Δαβὶδ ὁ προφήτης ἐπόθησεν; Οὕτω γὰρ ἐν αἰνίγματι | 386 | |
10 | τὴν τοῦ πνεύματος δύναμιν τῇ γραφῇ σύνηθες ὀνομάζειν, εἴτε διότι χολῆς ἐστιν ἄμοιρον τοῦτο τὸ ὄρνεον, ἢ καὶ ὅτι δυσωδίας ἐχθρόν, καθώς φασιν οἱ ταῦτα παρατηρήσαντες. Οὐκοῦν ὁ πάσης πικρίας καὶ σαρκικῆς δυσωδίας ἑαυτὸν ἀποστήσας καὶ πάντων τῶν ταπεινῶν τε καὶ χαμαιζήλων | |
15 | ὑπεραρθείς, μᾶλλον δὲ παντὸς τοῦ κόσμου γεγονὼς ὑψηλό‐ τερος ἐν τῷ προειρημένῳ πτερῷ, ἐκεῖνος εὑρήσει τὸ μόνον ἐπιθυμίας ἄξιον καὶ γενήσεται καὶ αὐτὸς καλὸς τῷ καλῷ προσπελάσας· καὶ ἐν αὐτῷ γεγονὼς λαμπρός τε καὶ | |
φωτοειδὴς ἐν τῇ μετουσίᾳ τοῦ ἀληθινοῦ φωτὸς καταστή‐ | 388 | |
20 | σεται. Ὥσπερ γὰρ ἐν νυκτὶ τὰς ἀθρόας τοῦ ἀέρος ἐκλάμ‐ ψεις, ἅς τινες διᾴττοντας καλοῦσιν ἀστέρας, οὐδὲν ἄλλο φασὶν οἱ ταῦτα φιλοσοφήσαντες ἢ ἀέρα εἶναι ὑπὸ βίας πνευμάτων τινῶν εἰς τὸν αἰθέριον τόπον ὑπερχεόμενον— λέγουσι γὰρ τὸν πυροειδῆ τοῦτον ὁλκὸν ἐκφλογωθέντος ἐν | |
25 | τῷ αἰθέρι τοῦ πνεύματος ἐν τῷ οὐρανῷ ἐγχαράσσεσθαι— ὥσπερ οὖν ὁ περίγειος οὗτος ἀὴρ ἀνωσθεὶς ὑπὸ τῆς βίας τοῦ πνεύματος φωτοειδὴς γίνεται τῷ καθαρῷ τοῦ αἰθέρος ἐναλλοιούμενος, οὕτω καὶ ὁ νοῦς ὁ ἀνθρώπινος καταλιπὼν τὸν θολερὸν τοῦτον καὶ αὐχμώδη βίον, ἐπειδὰν καθαρὸς | |
30 | γενόμενος ἐν τῇ δυνάμει τοῦ πνεύματος φωτοειδὴς γένηται καὶ ἐμμιχθῇ τῇ ἀληθινῇ καὶ ὑψηλῇ καθαρότητι, διαφαί‐ νεται καὶ αὐτὸς ἐν ἐκείνῃ καὶ ἀκτίνων ἐμπίμπλαται καὶ φῶς γίνεται κατὰ τὴν τοῦ κυρίου ὑπόσχεσιν, ὃς «τοὺς | |
δικαίους λάμψειν καθ’ ὁμοιότητα τοῦ ἡλίου» κατεπηγγείλατο. | 390 | |
35 | Τοῦτο καὶ ἐπὶ τῆς γῆς ὁρῶμεν γινόμενον ἐπὶ κατόπτρου ἢ ὕδατος ἢ ἄλλου τινὸς τῶν ἀποστίλβειν διὰ λειότητα δυναμένων· ὅταν γάρ τι τούτων δέξηται τὴν τοῦ ἡλίου ἀκτῖνα, καὶ ἄλλην ἐφ’ ἑαυτοῦ ἀκτῖνα ποιεῖ, οὐκ ἂν τοῦτο ποιῆσαν εἰ ῥύπῳ τινὶ τὸ καθαρόν τε καὶ στίλβον τῆς | |
40 | ἐπιφανείας ἀχρειωθείη. Εἴτε οὖν ἡμεῖς ἄνω γενοίμεθα καταλιπόντες τὸ περίγειον σκότος, ἐκεῖ φωτοειδεῖς γενη‐ σόμεθα τῷ ἀληθινῷ φωτὶ τοῦ Χριστοῦ ἐμπελάσαντες, εἴτε «τὸ φῶς τὸ ἀληθινόν», «τὸ καὶ ἐν τῇ σκοτίᾳ» λάμπον, καὶ μέχρις ἡμῶν καταβαίη καὶ ἡμεῖς φῶς ἐσόμεθα, | |
45 | καθώς φησι τοῖς μαθηταῖς που ὁ κύριος, εἰ μή τις ἀπὸ κακίας ῥύπος τῇ καρδίᾳ προσπεπλασμένος τὴν χάριν τοῦ ἡμετέρου φωτὸς ἀμαυρώσειε. | |
11.5 | Τάχα τοίνυν ἡμᾶς ἠρέμα διὰ τῶν ὑποδειγμάτων ὁ λόγος προσήγαγε τῇ ἐπινοίᾳ τῆς πρὸς τὸ κρεῖττον ἡμῶν ἀλλοιώσεως, καὶ ἐδείχθη μὴ δυνατὸν ἑτέρως εἶναι συνα‐ φθῆναι τὴν ψυχὴν τῷ ἀφθάρτῳ θεῷ, μὴ καὶ αὐτὴν ὡς οἷόν | |
5 | τε καθαρὰν γενομένην διὰ τῆς ἀφθαρσίας, ὡς ἂν διὰ τοῦ | |
ὁμοίου καταλάβοι τὸ ὅμοιον, οἱονεὶ κάτοπτρον τῇ καθα‐ ρότητι τοῦ θεοῦ ἑαυτὴν ὑποθεῖσα, ὥστε κατὰ μετοχὴν καὶ ἐμφάνειαν τοῦ πρωτοτύπου κάλλους καὶ τὸ ἐν αὐτῇ μορφω‐ θῆναι. Εἰ δή τις τοιοῦτός ἐστιν, οἷος ἤδη πάντα καταλιπεῖν | 392 | |
10 | τὰ ἀνθρώπινα, εἴτε σώματα εἴτε χρήματα εἴτε τὰ ἐν ἐπιστήμαις ἢ τέχναις ἐπιτηδεύματα ἢ καὶ ὅσα ἐν ἔθεσι καὶ νόμοις δεξιὰ θεωρεῖται—περὶ τὰ τοιαῦτα γὰρ ἡ πλάνη τῆς τοῦ καλοῦ κατανοήσεως, ἐν οἷς ἡ αἴσθησις κριτήριον γίνεται—, ὁ τοιοῦτος πρὸς ἐκεῖνο μόνον ἐρωτικῶς τε καὶ | |
15 | ἐπιθυμητικῶς ἕξει, ὃ οὐχ ἑτέρωθεν ἔχει τὸ καλὸν εἶναι οὐδὲ ποτὲ ἢ πρός τι τοιοῦτόν ἐστιν, ἀλλ’ ἐξ ἑαυτοῦ καὶ δι’ ἑαυτοῦ καλὸν καὶ ἐν ἑαυτῷ τοιοῦτον, ἀεὶ καλὸν ὂν καὶ | |
οὐδέποτε καλὸν γενόμενον ἢ ποτὲ οὐκ ἐσόμενον, ἀλλὰ πάντοτε ὡσαύτως ἔχον προσθήκης τε καὶ αὐξήσεως | 394 | |
20 | ὑπεράνω καὶ ἀνεπίδεκτον πάσης τροπῆς τε καὶ ἀλλοιώσεως. | |
11.6 | Τῷ τοίνυν πάσας ἑαυτοῦ τὰς τῆς ψυχῆς δυνάμεις ἐκ «παντὸς εἴδους κακίας» ἀποκαθάραντι τολμῶ καὶ λέγω ὅτι ἐμφανὲς γίνεται τὸ μόνον τῇ φύσει καλόν. Καθάπερ γὰρ ὀφθαλμῷ τὴν λήμην ἀπορρυψαμένῳ τὰ ἐν τῷ ἀέρι τηλαυγῶς | |
5 | καθορᾶται, οὕτω καὶ τῇ ψυχῇ διὰ τῆς ἀφθαρσίας παραγίνεται ἡ δύναμις τῆς τοῦ φωτὸς ἐκείνου κατανοήσεως, καὶ ἡ ἀληθινὴ παρθενία καὶ ἡ περὶ τὴν ἀφθαρσίαν σπουδὴ εἰς τοῦτον τὸν σκοπὸν καταλήγει, τὸ δι’ αὐτῆς δυνηθῆναι τὸν θεὸν ἰδεῖν· ὅτι γὰρ τὸ κυρίως καὶ πρώτως καὶ μόνως καλὸν | |
10 | καὶ ἀγαθὸν καὶ καθαρὸν ὁ τῶν ὅλων ἐστὶ θεός, οὐδεὶς | |
οὕτω τυφλὸς τὴν διάνοιαν, ὡς μὴ καὶ ἀφ’ ἑαυτοῦ συνιδεῖν. | 396 | |
12t | Κεφάλαιον ιβʹ | |
12n | Ὅτι ὁ ἑαυτὸν ἐκκαθάρας ἐν ἑαυτῷ τὸ θεῖον κάλλος κατόψεται· ἐν ᾧ καὶ περὶ τῆς τοῦ κακοῦ αἰτίας. | |
12.1 | Ἀλλὰ τοῦτο μὲν ἴσως οὐδεὶς ἀγνοεῖ· ἐπιζητεῖν δὲ εἰκός τινας, εἰ δυνατόν ἐστιν οἷόν τινα μέθοδον καὶ ἀγωγὴν τὴν πρὸς τοῦτο χειραγωγοῦσαν ἡμᾶς ἐξευρεῖν. Μεσταὶ μὲν οὖν αἱ θεῖαι βίβλοι τῆς τοιαύτης εἰσὶν ὑφηγήσεως, πολλοὶ | |
5 | δὲ τῶν ἁγίων καθάπερ τινὰ λύχνον τὸν ἑαυτῶν βίον τοῖς κατὰ θεὸν πορευομένοις προφαίνουσιν. Ἀλλὰ τὰς μὲν ἐκ τῆς θεοπνεύστου γραφῆς εἰς τὸν προκείμενον σκοπὸν ὑποθήκας ἔξεστιν ἑκάστῳ πλουσίως ἐξ ἀμφοτέρων τῶν διαθηκῶν ἀναλέξασθαι· πολλὰ μὲν γὰρ ἐν προφήταις καὶ | |
10 | νόμῳ, πολλὰ δὲ ἐν εὐαγγελικαῖς τε καὶ ἀποστολικαῖς πα‐ ραδόσεσι πάρεστιν ἀφθόνως λαβεῖν. Ὅσα δ’ ἂν καὶ ἡμεῖς ἐπινοήσαιμεν ταῖς θείαις ἀκολουθοῦντες φωναῖς, ταῦτά ἐστι. | |
12.2 | Τὸ λογικὸν τοῦτο καὶ διανοητικὸν ζῷον ὁ ἄνθρωπος, τῆς θείας τε καὶ ἀκηράτου φύσεως ἔργον καὶ μίμημα γε‐ | |
γονώς—οὕτω γὰρ ἐν τῇ κοσμογενείᾳ περὶ αὐτοῦ ἀναγέγρα‐ πται, ὅτι «Κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν»—, τοῦτο οὖν | 398 | |
5 | τὸ ζῷον, ὁ ἄνθρωπος, οὐ κατὰ φύσιν οὐδὲ συνουσιωμένον ἔσχεν ἐν ἑαυτῷ παρὰ τὴν πρώτην γένεσιν τὸ παθητικόν τε καὶ ἐπίκηρον—οὐδὲ γὰρ ἦν δυνατὸν τὸν τῆς εἰκόνος διασω‐ | |
θῆναι λόγον, εἰ ὑπεναντίως εἶχε τὸ ἀπεικονισμένον κάλλος πρὸς τὸ ἀρχέτυπον—, ἀλλ’ ὕστερον ἐπεισήχθη τὸ πάθος αὐ‐ | 400 | |
10 | τῷ μετὰ τὴν πρώτην κατασκευήν. Ἐπεισήχθη δὲ οὕτως· εἰκὼν ἦν καὶ ὁμοίωμα, καθὼς εἴρηται, τῆς πάντων τῶν ὄντων βασιλευούσης δυνάμεως καὶ διὰ τοῦτο καὶ ἐν τῷ αὐτεξουσίῳ τῆς προαιρέσεως πρὸς τὸν ἐξουσιάζοντα πάν‐ των εἶχε τὴν ὁμοιότητα, οὐδεμιᾷ τινι τῶν ἔξωθεν ἀνάγκῃ | |
15 | δεδουλωμένος, ἀλλὰ τῇ γνώμῃ τῇ ἰδίᾳ πρὸς τὸ δοκοῦν διοικούμενος καὶ τὸ ἀρέσκον αὐτῷ κατ’ ἐξουσίαν αἱρού‐ μενος. Τὴν δὲ συμφορὰν ταύτην, ᾗ νῦν κεκράτηται τὸ ἀν‐ θρώπινον, αὐτὸς ἐθελοντὴς ἀπάτῃ παρενεχθεὶς ἐπεσπά‐ σατο, αὐτὸς τῆς κακίας εὑρετὴς γενόμενος, οὐχὶ παρὰ | |
20 | θεοῦ γενομένην εὑρών· «θεὸς γὰρ θάνατον οὐκ ἐποίησεν», ἀλλὰ τρόπον τινὰ κτίστης καὶ δημιουργὸς τοῦ κακοῦ κατέστη ὁ ἄνθρωπος. Καθάπερ γὰρ τοῦ ἡλιακοῦ φωτὸς κοινὴ μὲν πρόκειται πᾶσιν ἡ μετουσία οἷς ἡ τοῦ ὁρᾶν δύναμις πάρεστι, δύναται δέ τις, εἰ βουληθείη, μύσας τὸν | |
25 | ὀφθαλμὸν ἔξω γενέσθαι τῆς τοῦ φωτὸς ἀντιλήψεως, οὐ τοῦ ἡλίου ἀποχωροῦντος ἑτέρωθι καὶ οὕτως ἐκείνῳ τὸ σκότος ἐπάγοντος, ἀλλὰ τοῦ ἀνθρώπου διὰ τῆς ἐπιμύσεως τῶν βλεφάρων τὸν ὀφθαλμὸν τῆς ἀκτῖνος διατειχίσαντος | |
—τῆς γὰρ ὁρατικῆς δυνάμεως ἐν τῇ ἐπιμύσει τῶν ὀμμά‐ | 402 | |
30 | των ἐνεργεῖν ἀδυνατούσης, ἀνάγκη πᾶσα τὴν ἀργίαν τῆς ὁρά‐ σεως σκότους ἐνέργειαν γίνεσθαι ἑκουσίως ἐν τῷ ἀν‐ θρώπῳ διὰ τῆς ἀορασίας συνισταμένην—· ἢ ὥσπερ εἴ τις οἰκίαν ἑαυτῷ κατασκευάζων μηδεμίαν ἐντέμοι τῷ φωτὶ τὴν ἐπὶ τὰ ἔσω πάροδον, ἀναγκαίως ἐν σκότῳ βιώσεται | |
35 | ἑκὼν ἀποκλείσας ταῖς ἀκτῖσι τὴν εἴσοδον· οὕτω καὶ «ὁ πρῶτος ἐκ γῆς ἄνθρωπος», μᾶλλον δὲ ὁ τὴν κακίαν ἐν τῷ ἀνθρώπῳ γεννήσας, ἐν μὲν τῇ φύσει τὸ καλὸν καὶ ἀγαθὸν κατ’ ἐξουσίαν ἔσχεν ἁπανταχόθεν προκείμενον, ἐθελοντὴς δὲ καθ’ ἑαυτοῦ τὰ παρὰ φύσιν ἐκαινοτόμησε, | |
40 | τὴν τοῦ κακοῦ πεῖραν ἐν τῇ ἀποστροφῇ τῆς ἀρετῆς τῇ ἰδίᾳ προαιρέσει δημιουργήσας. Κακὸν γὰρ ἔξω προαιρέσεως κείμενον καὶ κατ’ ἰδίαν ὑπόστασιν θεωρούμενον ἐν τῇ φύσει τῶν ὄντων ἐστὶν οὐδέν. «Πᾶν γὰρ κτίσμα θεοῦ καλὸν καὶ οὐδὲν ἀπόβλητον», καὶ «πάντα ὅσα ἐποίησεν ὁ θεὸς καλὰ | |
45 | λίαν». Ἀλλ’ ἐπειδὴ κατὰ τὸν ῥηθέντα τρόπον εἰσεφθάρη τῇ ζωῇ τῶν ἀνθρώπων ἡ τοῦ ἁμαρτάνειν ἀκολουθία, καὶ ἐκ | |
μικρᾶς ἀφορμῆς εἰς ἄπειρον τῆς κακίας ἐν τῷ ἀνθρώπῳ χυθείσης καὶ τὸ θεοειδὲς ἐκεῖνο τῆς ψυχῆς κάλλος τὸ κατὰ μίμησιν τοῦ πρωτοτύπου γενόμενον οἷόν τις σίδηρος κατε‐ | 404 | |
12.2(50) | μελάνθη τῷ τῆς κακίας ἰῷ, οὐκέτι τηνικαῦτα τῆς οἰκείας αὐτῷ καὶ κατὰ φύσιν εἰκόνος τὴν χάριν διέσωζεν, ἀλλὰ | |
πρὸς τὸ αἶσχος τῆς ἁμαρτίας μετεμορφώθη. Ὅθεν «τὸ μέγα καὶ τίμιον τοῦτο» ὁ ἄνθρωπος, ὡς ὑπὸ τῆς γραφῆς ὠνο‐ μάσθη, ἐκπεσὼν τῆς οἰκείας ἀξίας, οἷον πάσχουσιν οἱ ἐξ | 406 | |
55 | ὀλισθήματος ἐγκατενεχθέντες βορβόρῳ καὶ τῷ πηλῷ τὴν μορφὴν ἑαυτῶν ἐξαλείψαντες ἀνεπίγνωστοι καὶ τοῖς συνή‐ θεσι γίνονται, οὕτω κἀκεῖνος ἐμπεσὼν τῷ βορβόρῳ τῆς ἁμαρτίας ἀπώλεσε μὲν τὸ εἰκὼν εἶναι τοῦ ἀφθάρτου θεοῦ, τὴν δὲ φθαρτὴν καὶ πηλίνην εἰκόνα διὰ τῆς ἁμαρτίας | |
60 | μετημφιάσατο, ἣν ἀποθέσθαι συμβουλεύει ὁ λόγος, οἷόν τινι ὕδατι τῷ καθαρῷ τῆς πολιτείας ἀποκλυσάμενον, ὡς ἂν περιαιρεθέντος τοῦ γηΐνου καλύμματος πάλιν τῆς ψυχῆς φανερωθῇ τὸ κάλλος. Ἀπόθεσις δὲ τοῦ ἀλλοτρίου ἐστὶν ἡ εἰς τὸ οἰκεῖον ἑαυτῷ κατὰ φύσιν ἐπάνοδος, οὗ | |
65 | τυχεῖν ἄλλως οὐκ ἔστι, μὴ οἷος ἐξ ἀρχῆς ἐκτίσθη, τοιοῦτον | |
πάλιν γενόμενον· οὐ γὰρ ἡμέτερον ἔργον οὐδὲ δυνάμεως ἀνθρωπίνης ἐστὶ κατόρθωμα ἡ πρὸς τὸ θεῖον ὁμοίωσις, ἀλλὰ τοῦτο μὲν τῆς τοῦ θεοῦ μεγαλοδωρεᾶς ἐστιν, εὐθὺς ἅμα τῇ πρώτῃ γενέσει χαρισαμένου τῇ φύσει τὴν πρὸς | 408 | |
70 | αὐτὸν ὁμοιότητα. | |
12.3 | Τῆς δὲ ἀνθρωπίνης σπουδῆς τοσοῦτον ἂν εἴη, ὅσον ἐκκαθᾶραι μόνον τὸν ἐπιγινόμενον ἀπὸ κακίας ῥύπον αὐτῷ καὶ τὸ κεκαλυμμένον ἐν τῇ ψυχῇ κάλλος διαφωτίσαι. Τὸ δὲ τοιοῦτον δόγμα καὶ ἐν τῷ εὐαγγελίῳ διδάσκειν οἶμαι | |
5 | τὸν κύριον λέγοντα πρὸς τοὺς ἀκούειν δυναμένους τῆς ἐν | |
μυστηρίῳ λαλουμένης σοφίας, ὅτι «Ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν.» Ἐνδείκνυται γάρ, οἶμαι, ὁ λόγος αὐτῷ, ὅτι τὸ τοῦ θεοῦ ἀγαθὸν οὐ διώρισται τῆς φύσεως ἡμῶν οὐδὲ πόρρωθέν που τῶν ζητεῖν αὐτὸν προαιρουμένων | 410 | |
10 | ἀπῴκισται, ἀλλ’ ἀεὶ ἐν ἑκάστῳ ἐστίν, ἀγνοούμενον μὲν καὶ λανθάνον, ὅταν «ὑπὸ τῶν μεριμνῶν τε καὶ ἡδονῶν τοῦ βίου συμπνίγηται», εὑρισκόμενον δὲ πάλιν, ὅταν εἰς ἐκεῖνο τὴν διάνοιαν ἡμῶν ἐπιστρέψωμεν. Εἰ δὲ χρὴ καὶ δι’ ἑτέρων τὸν λόγον πιστώσασθαι, τοῦτο καὶ ἐν τῇ ἀναζητήσει τῆς | |
15 | ἀπολομένης δραχμῆς οἶμαι τὸν κύριον ἡμῖν ὑποτίθεσθαι, ὡς οὐδὲν ὄφελος ὂν ἐκ τῶν λοιπῶν ἀρετῶν, ἃς δραχμὰς ὁ λόγος ὠνόμασε, κἂν πᾶσαι παροῦσαι τύχωσι, τῆς μιᾶς | |
ἐκείνης ἀπούσης τῇ χηρευούσῃ ψυχῇ. Διὰ τοῦτο πρῶτον μὲν ἅπτειν λύχνον κελεύει, τὸν λόγον τάχα σημαίνων τὸν τὰ | 412 | |
20 | κεκρυμμένα διαφωτίζοντα· εἶτα ἐν τῇ ἰδίᾳ οἰκίᾳ, του‐ τέστιν ἐν ἑαυτῷ, ζητεῖν τὴν ἀπολομένην δραχμήν. Διὰ δὲ τῆς ζητουμένης δραχμῆς τὴν εἰκόνα πάντως τοῦ βασιλέως αἰνίσσεται, τὴν οὐχὶ παντελῶς ἀπολομένην, ἀλλ’ ὑπο‐ κεκρυμμένην τῇ κόπρῳ. Κόπρον δὲ χρὴ νοεῖν, ὡς οἶμαι, | |
25 | τὴν τῆς σαρκὸς ῥυπαρίαν, ἧς ἀποσαρωθείσης καὶ ἀποκα‐ θαρθείσης διὰ τῆς ἐπιμελείας τοῦ βίου ἔκδηλον τὸ ζητού‐ μενον γίνεσθαι, ἐφ’ ᾧ εἰκότως αὐτήν τε τὴν εὑροῦσαν χαίρειν ψυχὴν καὶ εἰς κοινωνίαν τῆς εὐφροσύνης συμπαρα‐ λαμβάνειν τὰς γείτονας. Τῷ ὄντι γὰρ πᾶσαι αἱ σύνοικοι | |
30 | τῆς ψυχῆς δυνάμεις, ἃς γείτονας νῦν προσηγόρευσεν, ἐπειδὰν συνανακαλυφθῇ καὶ ἐκλάμψῃ αὕτη ἡ μεγάλη τοῦ βασιλέως εἰκών, ἣν ἐξ ἀρχῆς ἐνεσημήνατο ἡμῶν τῇ δραχμῇ «ὁ πλάσας κατὰ μόνας τὰς καρδίας» ἡμῶν, τότε ἐπὶ τὴν θείαν ἐκείνην χαράν τε καὶ εὐφροσύνην ἐπιστραφήσονται, | |
35 | τῷ ἀφράστῳ κάλλει τοῦ εὑρεθέντος ἐνατενίζουσαι. «Συγχά‐ ρητε γάρ μοι», φησίν, «ὅτι εὗρον τὴν δραχμήν, ἣν ἀπώ‐ λεσα.» Αἱ δὲ γείτονες ἤτοι σύνοικοι τῆς ψυχῆς δυνάμεις αἱ ἐπὶ τῇ εὑρέσει τῆς θείας δραχμῆς εὐφραινόμεναι, ἡ λογιστική τε καὶ ἐπιθυμητικὴ καὶ ἡ κατὰ λύπην τε καὶ ὀργὴν ἐγγινο‐ | 414 |
40 | μένη διάθεσις, καὶ εἴ τινες ἄλλαι δυνάμεις εἰσὶ περὶ τὴν ψυχὴν θεωρούμεναι, εἰκότως ἂν καὶ φίλαι εἶναι νομίζοιντο, ἃς πάσας τότε «χαίρειν ἐν κυρίῳ» εἰκός, ὅταν αἱ πᾶσαι πρὸς τὸ καλόν τε καὶ ἀγαθὸν βλέπωσι καὶ πάντα εἰς δόξαν θεοῦ ἐνεργῶσι, μηκέτι τῆς ἁμαρτίας ὅπλα γινόμεναι. | |
12.4 | Εἰ οὖν αὕτη ἐστὶν ἡ ἐπίνοια τῆς τοῦ ζητουμένου εὑρέσεως, ἡ τῆς θείας εἰκόνος εἰς τὸ ἀρχαῖον ἀποκατάστα‐ σις τῆς νῦν ἐν τῷ τῆς σαρκὸς ῥύπῳ κεκαλυμμένης, ἐκεῖνο γενώμεθα, ὃ ἦν παρὰ τὴν πρώτην ζωὴν ὁ πρωτόπλαστος. | |
5 | Τί οὖν ἐκεῖνος ἦν; Γυμνὸς μὲν τῆς τῶν νεκρῶν δερμάτων ἐπιβολῆς, ἐν παρρησίᾳ δὲ τὸ τοῦ θεοῦ πρόσωπον βλέπων, οὔπω δὲ διὰ γεύσεως καὶ ὁράσεως τὸ καλὸν κρίνων, ἀλλὰ μόνον «τοῦ κυρίου κατατρυφῶν» καὶ τῇ δοθείσῃ βοηθῷ πρὸς τοῦτο συγχρώμενος, καθὼς ἐπισημαίνεται ἡ | 416 |
10 | θεία γραφή, ὅτι οὐ πρότερον αὐτὴν ἔγνω, πρὶν ἐξορισθῆναι τοῦ παραδείσου καὶ πρὶν ἐκείνην ἀντὶ τῆς ἁμαρτίας, ἣν ἀπατηθεῖσα ἐξήμαρτε, τῇ τῶν ὠδίνων τιμωρίᾳ κατα‐ κριθῆναι. Δι’ ἧς τοίνυν ἀκολουθίας ἔξω τοῦ παραδείσου γεγόναμεν τῷ προπάτορι συνεκβληθέντες, καὶ νῦν διὰ τῆς | |
15 | αὐτῆς ἔξεστιν ἡμῖν παλινδρομήσασιν ἐπανελθεῖν ἐπὶ τὴν | |
ἀρχαίαν μακαριότητα. Τίς οὖν ἡ ἀκολουθία; Ἡδονὴ τότε δι’ ἀπάτης ἐγγενομένη τῆς ἐκπτώσεως ἤρξατο. Εἶτα αἰσχύνη καὶ φόβος τῷ τῆς ἡδονῆς πάθει ἐπηκολούθησε καὶ τὸ μηκέτι λοιπὸν ἐν ὀφθαλμοῖς εἶναι τολμᾶν τοῦ κτί‐ | 418 | |
20 | σαντος ἀλλὰ φύλλοις καὶ σκιαῖς ὑποκρύπτεσθαι. Δέρμασι νεκροῖς μετὰ ταῦτα περικαλύπτονται καὶ οὕτως εἰς τὸ νοσῶδες τοῦτο καὶ ἐπίπονον χωρίον ἄποικοι πέμπονται, | |
ἐν ᾧ ὁ γάμος παραμυθία τοῦ ἀποθνῄσκειν ἐπενοήθη. | 420 | |
13t | Κεφάλαιον ιγʹ | |
13n | Ὅτι ἀρχὴ τῆς ἑαυτοῦ ἐπιμελείας ἡ ἀπαλλαγὴ τοῦ γάμου ἐστίν. | |
13.1 | Εἰ οὖν μέλλομεν ἀναλύειν ἐντεῦθεν καὶ σὺν Χριστῷ γίνεσθαι, πάλιν ἐκ τοῦ τελευταίου προσήκει τῆς ἀνα‐ λύσεως ἄρξασθαι, ὥσπερ οἱ τῶν οἰκείων ἀποξενωθέντες, ἐπειδὰν ἐπιστρέφωσιν ὅθεν ὥρμησαν, πρῶτον ἐκεῖνον | |
5 | καταλείπουσι τὸν τόπον ᾧ τελευταῖον προϊόντες συνέτυχον. Ἐπεὶ οὖν τοῦ χωρισμοῦ τῆς ἐν τῷ παραδείσῳ ζωῆς τὸ τελευταῖον ὁ γάμος ἐστί, τοῦτον πρῶτον καταλιπεῖν ὥσπερ τινὰ σταθμὸν ἔσχατον τοῖς πρὸς τὸν Χριστὸν ἀναλύουσιν ὑφηγεῖται ὁ λόγος· εἶτα τῆς περὶ τὴν γῆν ταλαιπωρίας | |
10 | ἀναχωρῆσαι, ᾗ ἐνιδρύνθη μετὰ τὴν ἁμαρτίαν ὁ ἄνθρωπος· ἐπὶ τούτῳ ἔξω τῶν τῆς σαρκὸς προκαλυμμάτων γενέσθαι, τοὺς «δερματίνους χιτῶνας», τουτέστι «τὸ φρόνημα τῆς | |
σαρκὸς» ἐκδυσαμένους, καὶ πάντα «ἀπειπαμένους τὰ κρυπτὰ τῆς αἰσχύνης», μηκέτι τῇ συκῇ τοῦ πικροῦ βίου ὑποσκιά‐ | 422 | |
15 | ζεσθαι, ἀλλ’ ἀπορρίψαντας τὰ ἐκ τῶν προσκαίρων τούτων φύλλων τῆς ζωῆς προκαλύμματα ἐν ὀφθαλμοῖς γίνεσθαι πάλιν τοῦ κτίσαντος, τήν τε κατὰ γεῦσιν καὶ ὄψιν ἀπάτην ἀπώσασθαι, σύμβουλόν τε μηκέτι τὸν ἰοβόλον ὄφιν, ἀλλὰ τὴν ἐντολὴν τοῦ θεοῦ μόνην ἔχειν. Αὕτη δέ ἐστι τὸ τοῦ | |
20 | καλοῦ μόνου ἅπτεσθαι, τὴν δὲ τοῦ πονηροῦ γεῦσιν ἀπώ‐ σασθαι, ὡς ἐκεῖθεν ἡμῖν τῆς τῶν κακῶν ἀκολουθίας τὴν ἀρχὴν λαβούσης, ἐκ τοῦ μὴ θελῆσαι τὸ κακὸν ἀγνοῆσαι. Διὸ καὶ ἀπερρήθη τοῖς πρωτοπλάστοις τὸ μὴ μετὰ τοῦ καλοῦ καὶ τὴν τῶν ἐναντίων γνῶσιν λαβεῖν, ἀλλ’ ἀποσχέσθαι μὲν | |
25 | «τοῦ γνωστοῦ καλοῦ τε καὶ πονηροῦ», καθαρὸν δὲ καὶ ἀμιγὲς καὶ ἀμέτοχον τοῦ κακοῦ τὸ ἀγαθὸν καρποῦσθαι· ὅπερ οὐδὲν ἄλλο ἐστίν, ὥς γε ὁ ἐμὸς λόγος, ἢ μετὰ τοῦ θεοῦ εἶναι μόνου καὶ ταύτην ἄπαυστον ἔχειν καὶ διηνεκῆ τὴν τρυφὴν καὶ μὴ συγκαταμιγνύειν τῇ ἀπολαύσει τοῦ καλοῦ τὰ πρὸς | 424 |
30 | τὸ ἐναντίον ἀφέλκοντα. Καὶ εἰ χρὴ τολμήσαντα εἰπεῖν, τάχα οὕτως ἄν τις ἀπὸ τοῦ κόσμου τούτου, ὃς «ἐν τῷ πονηρῷ κεῖται», ἁρπαγείη πάλιν εἰς τὸν παράδεισον, ἐν ᾧ καὶ Παῦλος γενόμενος ἤκουσέ τε καὶ εἶδε τὰ ἄρρητα καὶ | |
ἀθέατα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. | 426 | |
13.2 | Ἀλλ’ ἐπειδὴ ὁ μὲν παράδεισος ζώντων ἐστὶν οἰκητή‐ ριον τοὺς διὰ τῆς ἁμαρτίας νεκρωθέντας οὐ προσδεχό‐ μενος, ἡμεῖς δὲ σάρκινοι καὶ θνητοί, πεπραμένοι τῇ ἁμαρτίᾳ, πῶς ἔστιν «ἐν τῇ χώρᾳ τῶν ζώντων» γενέσθαι | |
5 | τὸν τῇ δυναστείᾳ τοῦ θανάτου κρατούμενον; Ποῖον τρόπον καὶ ποίαν ἐπίνοιαν ἐξεύροι τις ἄν, ὅπως ἔξω τῆς ἐξουσίας ταύτης γενήσεται; Ἀλλ’ ἀρκεῖ πάντως καὶ πρὸς τοῦτο ἡ τοῦ εὐαγγελίου ὑφήγησις. Οὐκοῦν ἠκούσαμεν τοῦ κυρίου πρὸς τὸν Νικόδημον λέγοντος, ὅτι «Τὸ γεγεννημένον ἐκ τῆς | |
10 | σαρκὸς σάρξ ἐστι· τὸ δὲ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν.» Οἴδαμεν δὲ τὴν μὲν σάρκα θανάτῳ διὰ τὴν ἁμαρτίαν οὖσαν ὑπόδικον, τὸ δὲ πνεῦμα τοῦ θεοῦ καὶ ἄφθαρτον καὶ ζωοποιὸν καὶ ἀθάνατον. | |
13.3 | Ὥσπερ τοίνυν τῇ κατὰ σάρκα γενέσει συναπόκειται πάντως καὶ ἡ διαλύουσα δύναμις τὸ γεννώμενον, οὕτω | |
δηλαδὴ καὶ τὸ πνεῦμα τοῖς δι’ αὐτοῦ γεννωμένοις τὴν ζωοποιὸν ἐναποτίθεται δύναμιν. Τί οὖν ἀνακύπτει διὰ | 428 | |
5 | τῶν εἰρημένων; ἀποστάντας ἡμᾶς τῆς κατὰ σάρκα ζωῆς, ᾗ πάντως ἐπακολουθεῖ καὶ ὁ θάνατος, τοιοῦτον ἐπιζητῆσαι βίον, ὃς οὐκέτι τοῦ θανάτου τὴν ἀκολουθίαν ἐφέλκεται· οὗτος δέ ἐστιν ὁ ἐν παρθενίᾳ βίος. Καὶ ὡς ἀληθῆ ταῦτα μικρῶν προστεθέντων ἔσται καταφανέστερα. Τίς γὰρ οὐκ | |
10 | οἶδεν, ὅτι τῆς μὲν σωματικῆς συναφείας τὸ ἔργον σωμάτων θνητῶν ἐστι κατασκευή, τῆς δὲ πρὸς τὸ πνεῦμα κοινωνίας ζωὴ καὶ ἀφθαρσία τοῖς συναφθεῖσιν ἀντὶ τέκνων προσγί‐ νεται; Καὶ καλῶς ἐστι τὸ ἀποστολικὸν εἰπεῖν ἐπὶ τούτῳ ὅτι «σῴζεται διὰ τῆς τεκνογονίας» ταύτης ἡ τῶν τοιούτων | |
15 | τέκνων μήτηρ εὐφραινομένη, καθὼς ἐν θείοις ὕμνοις ὁ ψαλμῳδὸς ἀνευφήμησεν εἰπών· «Ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ μητέρα ἐπὶ τέκνοις εὐφραινομένην.» Εὐφραίνεται γὰρ ὡς ἀληθῶς ἡ παρθένος μήτηρ, ἡ τὰ ἀθάνατα τέκνα κυοφοροῦσα διὰ τοῦ πνεύματος, στεῖρα διὰ τὴν σωφρο‐ | |
20 | σύνην ὑπὸ τοῦ προφήτου ὠνομασμένη. | 430 |
14t | Κεφάλαιον ιδʹ | |
14n | Ὅτι ἡ παρθενία κρείττων τῆς τοῦ θανάτου δυναστείας ἐστίν. | |
14.1 | Οὐκοῦν ὁ τοιοῦτος βίος προτιμητέος τοῖς γε νοῦν ἔχουσιν, ὃς κρείττων τῆς τοῦ θανάτου δυναστείας ἐστίν. Ἡ γὰρ σωματικὴ παιδοποιία—καὶ μηδεὶς δυσχεράνῃ τὸν λόγον—οὐ μᾶλλον ζωῆς ἀλλὰ θανάτου τοῖς ἀνθρώποις | |
5 | ἀφορμὴ γίνεται· ἀπὸ γὰρ γενέσεως ἡ φθορὰ τὴν ἀρχὴν ἔχει, ἧς οἱ παυσάμενοι διὰ τῆς παρθενίας ἐν ἑαυτοῖς ἔστησαν τὴν τοῦ θανάτου περιγραφήν, περαιτέρω προελθεῖν αὐτὸν δι’ ἑαυτῶν κωλύσαντες, καὶ ὥσπερ τι μεθόριον θανάτου καὶ ζωῆς ἑαυτοὺς στήσαντες ἐπέσχον αὐτὸν τῆς | |
10 | ἐπὶ πρόσω φορᾶς. Εἰ οὖν οὐ δύναται παρελθεῖν τὴν παρθενίαν ὁ θάνατος, ἀλλ’ ἐν αὐτῇ καταλήγει καὶ καταλύε‐ ται, σαφῶς ἀποδείκνυται τὸ κρεῖττον εἶναι τοῦ θανάτου τὴν παρθενίαν, καὶ καλῶς ἄφθορον ὀνομάζεται σῶμα τὸ μὴ ὑπουργῆσαν τῇ τοῦ φθαρτοῦ βίου ὑπηρεσίᾳ μηδὲ | |
15 | τῆς θνητῆς διαδοχῆς ὄργανον γενέσθαι καταδεξάμενον. Ἐν τούτῳ γὰρ διεκόπη τὸ συνεχὲς τῆς τοῦ φθείρεσθαι καὶ | |
ἀποθνῄσκειν ἀκολουθίας, ὅπερ ἀπὸ τοῦ πρωτοπλάστου καὶ μέχρι τῆς τοῦ παρθενεύοντος ζωῆς διὰ μέσου γέγονεν· οὐ γὰρ ἦν δυνατὸν ἀργῆσαί ποτε τὸν θάνατον, ἐνεργου‐ | 432 | |
20 | μένης διὰ τοῦ γάμου τῆς ἀνθρωπίνης γενέσεως. Ἀλλὰ πάσαις ταῖς προλαβούσαις γενεαῖς συμπαροδεύων καὶ τοῖς ἀεὶ παραγινομένοις εἰς τὸν βίον συνδιεξερχόμενος, ὅρον τῆς ἐνεργείας ἑαυτοῦ τὴν παρθενίαν εὗρεν, ὃν παρελθεῖν τῶν ἀμηχάνων ἐστίν· ὥσπερ γὰρ ἐπὶ τῆς θεοτόκου Μαρίας | |
25 | «ὁ βασιλεύσας ἀπὸ Ἀδὰμ μέχρις» ἐκείνης «θάνατος», ἐπειδὴ καὶ κατ’ αὐτὴν ἐγένετο, καθάπερ τινὶ πέτρᾳ τῷ καρπῷ τῆς παρθενίας προσπταίσας περὶ αὐτὴν συνετρίβη, οὕτως ἐν πάσῃ ψυχῇ τῇ διὰ παρθενίας τὴν ἐν σαρκὶ παριούσῃ | |
ζωὴν συντρίβεταί πως καὶ καταλύεται τοῦ θανάτου τὸ | 434 | |
30 | κράτος, οὐκ ἔχοντος τίσι τὸ ἑαυτοῦ κέντρον ἐναπερείσηται. Καὶ γὰρ τὸ πῦρ, εἰ μὴ ὑποβληθείη ξύλα καὶ καλάμη καὶ χόρτος αὐτῷ ἢ ἄλλο τι τῶν ὑπὸ πυρὸς δαπανωμένων, οὐκ ἔχει φύσιν ἐφ’ ἑαυτῷ μένειν· οὕτως οὐδὲ τοῦ θανάτου ἡ δύναμις ἐνεργήσει, μὴ τοῦ γάμου τὴν ὕλην ὑποτιθέντος αὐτῷ | |
35 | καὶ τοὺς τεθνηξομένους οἷον καταδίκους τινὰς ἑτοιμά‐ ζοντος. | |
14.2 | Εἰ δὲ ἀμφιβάλλεις, ἐπίσκεψαι τῶν συμφορῶν τὰ ὀνό‐ ματα, ὅσα ἐκ τοῦ θανάτου τοῖς ἀνθρώποις ἐπάγεται, καθὼς ἤδη καὶ κατ’ ἀρχὰς τοῦ λόγου προείρηται. Πόθεν τὴν ἀρχὴν ἔχει; Ἆρ’ ἔστι χηρείαν ὀδύρεσθαι ἢ ὀρφανίαν ἢ τὴν ἐπὶ | |
5 | παισὶ συμφορὰν μὴ προλαβόντος τοῦ γάμου; Αἱ γὰρ περισπούδαστοι θυμηδίαι καὶ εὐφροσύναι καὶ ἡδοναί, καὶ πάντα ὅσα περὶ τὸν γάμον σπουδάζεται, ταῖς τοιαύταις ὀδύναις ἐναπολήγουσιν. Ὥσπερ γὰρ τοῦ ξίφους ἡ μὲν λαβὴ λεία καὶ εὐαφὴς καὶ περιεξεσμένη καὶ στίλβουσα καὶ | |
10 | τῷ τύπῳ τῆς παλάμης ἐμφυομένη, τὸ δὲ λοιπὸν σίδηρός ἐστι, θανάτου ὄργανον, φοβερὸν μὲν ἰδεῖν, φοβερώτερον δὲ εἰς πεῖραν ἐλθεῖν, τοιοῦτόν τι καὶ ὁ γάμος ἐστί, καθάπερ λαβήν τινα διά τινος εὐμηχάνου τορείας ὡραϊσμένην τὸ λεῖον καὶ ἐπιπόλαιον τῆς ἡδονῆς προτείνων τῇ ἐπαφῇ | |
15 | τῆς αἰσθήσεως, ἀλλ’ ἐπειδὰν ἐν χερσὶ γένηται τοῦ ἁψαμένου καὶ τὴν τῶν ἀλγεινῶν παρουσίαν συνημμένως μεθ’ ἑαυτοῦ συνεισήγαγε, πένθους καὶ συμφορῶν δημιουργὸς τοῖς ἀνθρώποις γινόμενος. | 436 |
14.3 | Οὗτος ἔδειξε τὰ ἐλεεινὰ καὶ πλήρη δακρύων θεάματα· παῖδας ἐν ἀωρίᾳ τῆς ἡλικίας ἠρημωμένους καὶ λάφυρον προκειμένους τοῖς δυναστεύουσιν, ἐπιμειδιῶντας πολλάκις ὑπὸ τῆς τῶν κακῶν ἀγνοίας τῷ δυστυχήματι. Χηρείας δὲ | |
5 | γένεσις τίς ἄλλη καὶ οὐχὶ γάμος ἐστίν; Οὐκοῦν ἡ ἀναχώ‐ ρησις τούτου πάντων ἀθρόως τῶν κακῶν τούτων λειτουρ‐ γημάτων τὴν ἀτέλειαν ἔχει, καὶ οὐδὲν ἀπεικός· ὅπου γὰρ ἀναλύεται μὲν ἡ ἐξ ἀρχῆς ὁρισθεῖσα κατὰ τῶν πεπλημμελη‐ κότων κατάκρισις, οὐκέτι δὲ θλίψεις τῶν μητέρων κατὰ | |
10 | τὸ γεγραμμένον πληθύνονται οὐδὲ λύπη τῆς ἀνθρωπίνης προηγεῖται γενέσεως, συνανῄρηται πάντως ἡ ἀπὸ τοῦ βίου συμφορὰ καὶ ἀφῄρηται τῶν προσώπων τὸ δάκρυον, καθώς φησιν ὁ προφήτης· οὐ γὰρ ἐν ἀνομίαις ἐστὶν ἡ σύλληψις ἔτι, οὐδὲ ἐν ἁμαρτίαις ἡ κύησις, οὐδὲ ἐξ αἱμάτων, οὐδὲ ἐκ | |
15 | θελήματος ἀνδρὸς καὶ ἐκ θελήματος σαρκός, ἀλλ’ ἐκ θεοῦ μόνου ἡ γέννησις γίνεται. Τοῦτο δὲ γίνεται, ὅταν συλλαμ‐ βάνῃ μέν τις ἐν τῷ ζωτικῷ τῆς καρδίας τὴν ἀφθαρσίαν τοῦ | |
πνεύματος, τίκτῃ δὲ «σοφίαν τε καὶ δικαιοσύνην, ἁγιασμόν τε καὶ ἀπολύτρωσιν». Παντὶ γὰρ ἔξεστι μητέρα γενέσθαι | 438 | |
20 | τοῦ ταῦτα ὄντος, καθώς φησί που ὁ κύριος, ὅτι «Ὁ τὸ θέλημά μου ποιῶν καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ μού ἐστιν.» | |
14.4 | Τίνα οὖν χώραν ἔχει ἔτι ἐπὶ τῶν τοιούτων κυημάτων ὁ θάνατος; Ὄντως «κατεπόθη ἐν ἐκείνοις τὸ θνητὸν ὑπὸ τῆς ζωῆς», καὶ ἔοικεν εἰκών τις εἶναι τῆς «ἐν τῷ μέλλοντι αἰῶνι» μακαριότητος ὁ ἐν παρθενίᾳ βίος, πολλὰ φέρων ἐν | |
5 | ἑαυτῷ τῶν δι’ ἐλπίδος ἀποκειμένων ἀγαθῶν τὰ γνωρίσμα‐ τα. Ἔξεστι δὲ ἐπιγνῶναι τὴν τῶν εἰρημένων ἀλήθειαν τὸν λόγον κατεξετάζοντας· πρῶτον μὲν γὰρ «τῇ ἁμαρτίᾳ καθά‐ παξ ἀποθανὼν ζῇ τὸ λοιπὸν τῷ θεῷ», οὐκέτι «καρποφορῶν τῷ θανάτῳ», καὶ ὅσον τὸ ἐφ’ ἑαυτῷ συντέλειαν τῆς κατὰ | |
10 | σάρκα ζωῆς ἐν ἑαυτῷ ποιήσας ἀναμένει λοιπὸν «τὴν μακα‐ ρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τοῦ μεγάλου θεοῦ», οὐδὲν διά‐ στημα μεταξὺ ἑαυτοῦ καὶ τῆς παρουσίας τοῦ θεοῦ διὰ τῶν | |
διὰ μέσου γενεῶν ἐργαζόμενος. Εἶτα τὸ ἐξαίρετον τῶν ἐν τῇ ἀναστάσει καλῶν καὶ ἐν τῷ παρόντι καρποῦται βίῳ· | 440 | |
15 | εἰ γὰρ ἰσάγγελος ἡ ζωή, ἣ μετὰ τὴν ἀνάστασιν παρὰ τοῦ κυρίου τοῖς δικαίοις ἐπήγγελται, τῆς δὲ ἀγγελικῆς φύσεως ἴδιον τὸ ἀπηλλάχθαι τοῦ γάμου ἐστίν, ἤδη δέδεκται τὰ τῆς ἐπαγγελίας καλὰ «ταῖς λαμπρότησι τῶν ἁγίων» ἀναμι‐ γνύμενος καὶ τῷ ἀμολύντῳ τῆς ζωῆς τὴν καθαρότητα τῶν | |
20 | ἀσωμάτων μιμούμενος. Εἰ οὖν τούτων καὶ τῶν τοιούτων ἡ παρθενία γίνεται πρόξενος, τίς μὲν λόγος ἐπαξίως τὴν | |
χάριν ταύτην θαυμάσεται; Τί δὲ ἄλλο τῶν τῆς ψυχῆς ἀγαθῶν οὕτω φανήσεται μέγα καὶ τίμιον, ὡς τῷ μεγαλείῳ τοῦ χαρίσματος τούτου παρισωθῆναι διὰ συγκρίσεως; | 442 | |
24 | ||
15t | Κεφάλαιον ιεʹ | |
15n | Ὅτι ἡ ἀληθὴς παρθενία ἐν παντὶ ἐπιτηδεύματι θεωρεῖται. | |
15.1 | Ἀλλ’ εἰ κατείληπται ἡμῖν ἡ ὑπερβολὴ τοῦ χαρί‐ σματος, συνιδεῖν προσήκει καὶ τὸ ἀκόλουθον, ὅτι οὐχ ἁπλοῦν, ὡς ἄν τις οἰηθείη, τὸ κατόρθωμα τοῦτό ἐστιν, οὐδὲ μέχρι τῶν σωμάτων ἱστάμενον, ἀλλ’ ἐπὶ πάντα διῆκον | |
5 | καὶ διαβαῖνον τῇ ἐπινοίᾳ, ὅσα κατορθώματα ψυχῆς ἐστι καὶ νομίζεται. Ἡ γὰρ τῷ ἀληθινῷ νυμφίῳ προσκολληθεῖσα διὰ παρθενίας ψυχή, οὐ μόνον τῶν σωματικῶν μολυσμάτων ἑαυτὴν ἀποστήσει, ἀλλ’ ἐντεῦθεν μὲν ἄρξεται τῆς καθα‐ ρότητος, ἐπὶ πάντα δὲ ὁμοίως καὶ μετὰ τῆς ἴσης ἀσφα‐ | |
10 | λείας πορεύσεται, μήπου τῆς καρδίας παρὰ τὸ δέον | |
ἐπικλιθείσης εἰς πονηροῦ τινος κοινωνίαν μοιχικόν τι πάθος κατὰ τὸ μέρος ἐκεῖνο προσδέξηται. Οἷόν τι λέγω —πάλιν γὰρ τὸν λόγον ἐπαναλήψομαι—· ἡ τῷ κυρίῳ προσκολληθεῖσα ψυχὴ εἰς τὸ γενέσθαι πρὸς αὐτὸν ἓν πνεῦμα, | 444 | |
15 | καὶ καθάπερ ὁμολογίαν τινὰ συμβιωτικὴν καταθεμένη τὸ μόνον ἐκεῖνον «ἀγαπᾶν ἐξ ὅλης καρδίας τε καὶ δυνάμεως», οὔτε τῇ πορνείᾳ προσκολληθήσεται, ἵνα μὴ γένηται σῶμα ἓν πρὸς αὐτήν, οὔτε ἄλλο τι τῶν ἀντικειμένων τῇ σωτηρίᾳ προσδέξεται, ὡς μιᾶς οὔσης ἐν ἅπασι τῆς τῶν | |
20 | μιασμάτων κοινότητος, καί, εἰ δι’ ἑνός τινος μολυνθείη, μηκέτι τὸ ἄσπιλον ἔχειν ἐν ἑαυτῇ δυναμένη. | |
15.2 | Ἔστι δὲ καὶ δι’ ὑποδείγματος τεκμηριῶσαι τὸν λόγον. Ὥσπερ τὸ ἐν τῇ λίμνῃ ὕδωρ τέως μὲν λεῖόν ἐστι καὶ ἀκίνη‐ τον, εἰ μηδεμία τις τῶν ἔξωθεν ταραχὴ προσπεσοῦσα τὸ σταθερὸν τοῦ τόπου διακινήσειε, λίθου δέ ποθεν ἐμπεσόντος | |
5 | τῇ λίμνῃ ὅλον ἐν κύκλῳ συνεκλονήθη τῷ μερικῷ σάλῳ συγκυματούμενον—ὁ μὲν γὰρ ὑπὸ τοῦ βάρους εἰς τὸν | |
βυθὸν καταδύεται, τῶν δὲ περὶ αὐτὸν κυμάτων κυκλοτερῶς ἐν ἀλλήλοις ἐγειρομένων καὶ ἐπὶ τὰ ἄκρα τοῦ ὕδατος ὑπὸ τῆς ἐν τῷ μέσῳ κινήσεως ἐξωθουμένων, πᾶσα ἐν κύκλῳ | 446 | |
10 | περιτραχύνεται τῆς λίμνης ἡ ἐπιφάνεια συνδιατιθεμένη τῷ βάθει—· οὕτω καὶ τὸ τῆς ψυχῆς γαληναῖον καὶ ἡσύχιον δι’ ἑνός τινος παρεμπεσόντος εἰς αὐτὴν πάθους ὅλον συν‐ διεσείσθη καὶ τῆς τοῦ μέρους βλάβης ἐπῄσθετο. Φασὶ δὲ καὶ οἱ τὰ τοιαῦτα ἐξητακότες μὴ ἀπεσχίσθαι τὰς ἀρετὰς | |
15 | ἀπ’ ἀλλήλων μηδὲ δυνατὸν εἶναι μιᾶς τινος ἀρετῆς κατὰ τὸν ἀκριβῆ περιδράξασθαι λόγον τὸν μὴ καὶ τῶν λοιπῶν ἐφαψάμενον, ἀλλ’ ᾧ ἂν παραγένηται μία τῶν ἀρετῶν ἀναγκαίως ἐπακολουθεῖν καὶ τὰς ἄλλας. Οὐκοῦν ἐξ ἀντι‐ στρόφου καὶ ἡ περί τι βλάβη τῶν ἐν ἡμῖν εἰς ὅλον τὸν κατ’ | |
20 | ἀρετὴν διατείνει βίον καὶ ὄντως, καθώς φησιν ὁ ἀπόστολος, τοῖς μέλεσι τὸ ὅλον συνδιατίθεται, ἄν τε πάσχῃ μέλος ἕν, συναλγοῦντος τοῦ παντός, ἄν τε καὶ δοξάζηται, τοῦ ὅλου | |
συγχαίροντος. | 448 | |
16t | Κεφάλαιον ιϛʹ | |
16n | Ὅτι τὸ ὁπωσοῦν ἔξω γενέσθαι τῆς ἀρετῆς ἴσον κίνδυνον ἔχει. | |
16.1 | Ἀλλὰ μυρίαι κατὰ τὸν βίον ἡμῶν αἱ πρὸς τὴν ἁμαρτίαν παρατροπαὶ καὶ πολυτρόπως αἱ γραφαὶ τὸ πλῆθος τοῦτο διασημαίνουσι· «Πολλοὶ γάρ», φησίν, «οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με», καὶ «Πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ | |
5 | ὕψους», καὶ ἄλλα τοιαῦτα πολλά. Τάχα τοίνυν κυρίως ἔστιν εἰπεῖν, ὅτι πολλοὶ οἱ μοιχικῶς ἐπιβουλεύοντες πρὸς τὸ διαφθεῖραι «τὸν τίμιον τοῦτον ὡς ἀληθῶς γάμον καὶ τὴν ἀμίαντον κοίτην»· εἰ δὲ χρὴ καὶ ὀνομαστὶ τοὺς μοιχοὺς τούτους ἀπαριθμήσασθαι, μοιχὸς ἡ ὀργή, μοιχὸς ἡ πλεονεξία, | |
10 | μοιχὸς ὁ φθόνος, ἡ μνησικακία, ἡ ἔχθρα, ἡ βασκανία, τὸ μῖσος· καὶ πάντα ὅσα παρὰ τοῦ ἀποστόλου κατείλεκται ὡς «ἀντικείμενα τῇ ὑγιαινούσῃ διδασκαλίᾳ» μοιχῶν ἐστιν ἀπα‐ ρίθμησις. Ὑποθώμεθα τοίνυν εἶναί τινα ἐν γυναιξὶν εὐπρεπῆ τε καὶ ἀξιέραστον καὶ διὰ τοῦτο βασιλεῖ πρὸς γάμον συναρμοσ‐ | |
15 | θεῖσαν, ἐπιβουλεύεσθαι δὲ διὰ τὴν ὥραν ὑπὸ ἀκολάστων | |
τινῶν. Οὐκοῦν ἡ τοιαύτη, ἕως μὲν ἂν πρὸς πάντας τοὺς ἐπὶ διαφθορᾷ παρεδρεύοντας ἐχθρῶς ἔχῃ καὶ κατηγορῇ τού‐ των ἐπὶ τοῦ νομίμου ἀνδρός, σώφρων ἐστὶ καὶ πρὸς μόνον ἐκεῖνον τὸν νυμφίον ὁρᾷ καὶ οὐδεμίαν ἔχουσι χώραν κατ’ | 450 | |
20 | αὐτῆς αἱ τῶν ἀκολάστων ἀπάται. Εἰ δέ τινι πρόσθοιτο τῶν ἐπιβουλευόντων, οὐκ ἐξαιρεῖται αὐτὴν τῆς τιμωρίας ἡ ἐπὶ τῶν λοιπῶν σωφροσύνη· ἀρκεῖ γὰρ εἰς κατάκρισιν καὶ τὸ δι’ ἑνός τινος μιανθῆναι τὴν κοίτην. Οὕτω καὶ ἡ τῷ θεῷ ζῶσα ψυχὴ οὐδενὶ τῶν δι’ ἀπάτης αὐτῇ προφαινομένων | |
25 | καλῶν ἐρασθήσεται· εἰ δὲ παρεδέξατο διά τινος πάθους τὸν μιασμὸν τῇ καρδίᾳ, ἔλυσε καὶ αὐτὴ τοῦ πνευματικοῦ γάμου τὰ δίκαια. Καὶ ὥς φησιν ἡ γραφὴ «εἰς κακότεχνον ψυχὴν μὴ εἰσελεύσεσθαι σοφίαν», οὕτως ἔστιν ἀληθῶς εἰπεῖν μηδὲ εἰς θυμώδη καὶ βάσκανον ἢ ἄλλο τι ἔχουσαν | |
30 | τοιοῦτον ἐν ἑαυτῇ πλημμελὲς δυνατὸν εἶναι τὸν ἀγαθὸν νυμφίον εἰσοικισθῆναι. | |
16.2 | Τίς γὰρ ἐπίνοια συναρμόσει τὸ τῇ φύσει ἀλλότριόν τε καὶ ἀκοινώνητον; Ἄκουσον τοῦ ἀποστόλου μηδεμίαν | |
«κοινωνίαν εἶναι φωτὶ πρὸς σκότος» διδάσκοντος ἢ «δικαιο‐ σύνῃ πρὸς ἀνομίαν» ἢ συνελόντι φάναι πάντα, ὅσα ἐστὶν ὁ | 452 | |
5 | κύριος κατὰ τὴν διαφορὰν τῶν ἐν αὐτῷ θεωρουμένων νοού‐ μενός τε καὶ ὀνομαζόμενος, πρὸς πάντα τὰ ἐν κακίᾳ κατὰ τὸ ἐναντίον νοούμενα. Εἰ οὖν ἀμήχανος τῶν τῇ φύσει ἀμί‐ κτων ἡ κοινωνία, ἀλλοτρία πάντως καὶ ἀνεπίδεκτος τῆς τοῦ ἀγαθοῦ συνοικήσεως ἡ ὑπὸ κακίας τινὸς κατειλημμένη | |
10 | ψυχή. Τί οὖν ἐκ τούτων μανθάνομεν; τὸ δεῖν τὴν σώφρονα καὶ λελογισμένην παρθένον παντὸς πάθους κατὰ πάντα τρόπον τῆς ψυχῆς ἁπτομένου χωρίζεσθαι καὶ φυλάσσειν ἑαυτὴν ἁγνὴν τῷ νομίμως αὐτὴν ἁρμοσαμένῳ νυμφίῳ, «μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων»· μία γάρ | |
15 | ἐστιν ὁδὸς εὐθεῖα στενή τε ὡς ἀληθῶς καὶ τεθλιμμένη καὶ τὰς ἐφ’ ἑκάτερα παρατροπὰς οὐ παραδεχομένη, καὶ τὸ ὁπωσοῦν ταύτης ἔξω γενέσθαι ἴσον ἔχει τὸν τῆς ἀπο‐ πτώσεως κίνδυνον. | |
18 | ||
17t | Κεφάλαιον ιζʹ | |
17n | Ὅτι ἀτελὴς εἰς τὸ ἀγαθὸν ὁ καὶ ἑνί τινι τῶν κατ’ ἀρετὴν ἐλλείπων. | |
17.1 | Εἰ δὴ ταῦτα οὕτως ἔχει, διορθωτέον ὡς οἷόν τε τῶν πολλῶν τὴν συνήθειαν· ὅσοι πρὸς μὲν τὰς αἰσχροτέρας τῶν | |
ἡδονῶν ἰσχυρῶς ἀπομάχονται, ἄλλως δὲ τὴν ἡδονὴν ἐν τιμαῖς καὶ φιλαρχίαις θηρεύουσι, παραπλήσιον ποιοῦντες | 454 | |
5 | ὥσπερ ἂν εἴ τις οἰκέτης μὴ ὅπως ἔξω τῆς δουλείας γενήσεται σπεύδοι, ἀλλ’ ἐναμείβοι τοὺς κεκτημένους, τὴν ἐναλλαγὴν τῶν κυριευόντων ἐλευθερίαν οἰόμενος—δοῦλοι γάρ εἰσιν ἐπίσης πάντες, κἂν μὴ ὑπὸ τῶν αὐτῶν κυριεύωνται, ἕως ἂν ὅλως ἐπικρατῇ τις αὐτῶν μετὰ δυναστείας ἀρχή—. Εἰσὶ | |
10 | δὲ πάλιν οἳ τῇ πολλῇ πρὸς τὰς ἡδονὰς μάχῃ εὐκαταγώνιστοί πως τῷ ἀντικειμένῳ πάθει γεγόνασι, καὶ ἐν τῇ ἐπιτεταμένῃ τῆς ζωῆς ἀκριβείᾳ λύπαις καὶ παροξυσμοῖς καὶ μνησικακίαις καὶ τοῖς λοιποῖς πᾶσιν, ὅσα πρὸς τὸ ἐναντίον τοῦ κατὰ τὴν ἡδονὴν πάθους ἀντικαθέστηκεν, εὐκόλως τε ἁλίσκονται | |
15 | καὶ δυσχερῶς διεκδύνουσι· τοῦτο δὲ γίνεται, ὅταν μὴ ὁ λόγος ὁ κατ’ ἀρετήν, ἀλλά τι πάθος τῆς κατὰ τὸν βίον πορείας ἡγεμονεύῃ. | |
17.2 | «Ἡ μὲν γὰρ ἐντολὴ τοῦ κυρίου σφόδρα τηλαυγής», κα‐ θώς φησιν ἡ γραφή, ὡς καὶ νηπίων «ὀφθαλμοὺς φωτίσαι», μόνῳ «τῷ θεῷ προσκολλᾶσθαι ἀγαθὸν εἶναι» λέγουσα. Ὁ δὲ θεὸς οὔτε λύπη ἐστὶν οὔτε ἡδονὴ οὔτε δειλία ἢ θράσος ἢ | |
5 | φόβος ἢ ὀργὴ ἢ ἄλλο τι τοιοῦτον πάθος, ὃ τῆς ἀπαιδεύτου | |
κυριεύει ψυχῆς, ἀλλ’, ὥς φησιν ὁ ἀπόστολος, αὐτοσοφία καὶ ἁγιασμός, ἀλήθειά τε καὶ χαρὰ καὶ εἰρήνη καὶ ὅσα τοιαῦτα. Πῶς οὖν ἔστι τῷ ταῦτα ὄντι προσκολληθῆναι τὸν ὑπὸ τῶν ἐναντίων κρατούμενον; Ἢ πῶς οὐκ ἄλογον τὸν ἔν τινι | 456 | |
10 | τῶν παθῶν ὅπως μὴ ὑπαχθῇ σπουδάζοντα ἀρετὴν νομίζειν τὸ ἀντικείμενον; οἷον ἡδονὴν μὲν φεύγοντα λύπῃ κατέ‐ χεσθαι, τὸ δὲ θρασὺ καὶ προπετὲς διακλίνοντα δειλίᾳ ταπεινοῦν τὴν ψυχήν, ἢ θυμοῖς ἀνάλωτον μένειν ἐσπου‐ δακότα κατεπτηχέναι τῷ φόβῳ. Τί γὰρ διαφέρει οὕτως | |
15 | ἢ ἄλλως τῆς ἀρετῆς ἐκπεσεῖν, μᾶλλον δὲ αὐτοῦ τοῦ θεοῦ | |
ἔξω γενέσθαι, ὅς ἐστιν ἡ παντελὴς ἀρετή; Καὶ γὰρ ἐπὶ τῶν τοῦ σώματος ἀρρωστημάτων οὐκ ἂν διαφέρειν τὸ κακόν τις εἴποι δι’ ὑπερβαλλούσης ἐνδείας ἢ ἀπὸ πλησμονῆς ἀμέτρου διαφθαρῆναι, εἰς τὸ αὐτὸ πέρας τῆς ἀμετρίας | 458 | |
20 | ἐν ἑκατέροις ληγούσης. Οὐκοῦν καὶ ὁ τῆς κατὰ ψυχὴν ζωῆς τε καὶ ὑγείας ἐπιμελούμενος ἐπὶ τοῦ μέσου τῆς ἀπαθείας ἑαυτὸν τηρήσει, ἀμιγὴς καὶ ἀμέτοχος διαμένων τῆς ἑκατέ‐ ρωθεν τῇ ἀρετῇ παρακειμένης ἐναντιότητος. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλ’ αὐτῆς τῆς θείας φωνῆς· τὸ δόγμα φανερῶς γὰρ | |
25 | τῆς τοῦ κυρίου διδασκαλίας ἔστιν ἀκοῦσαι, ἐν οἷς διδάσκει τοὺς μαθητάς, ὡς ἄρνας λύκοις συναναστρεφομένους, μὴ περιστερὰς εἶναι μόνον, ἀλλ’ ἔχειν τι καὶ τοῦ ὄφεως ἐν τῷ ἤθει. Τοῦτο δέ ἐστι μὴ τὸ κατὰ τὴν ἁπλότητα δοκοῦν ἐπαινετὸν ἐν ἀνθρώποις εἰς ἄκρον ἐπιτηδεύειν, ὡς τῇ | |
30 | ἐσχάτῃ ἀνοίᾳ τῆς τοιαύτης ἕξεως πλησιαζούσης· μηδ’ αὖ πάλιν τὴν ἐπαινουμένην ὑπὸ τῶν πολλῶν δεινότητα καὶ πανουργίαν ἀμιγῆ τῶν ἐναντίων καὶ ἄκρατον ἀρετὴν νομίζειν· ἐκ δὲ τῆς δοκούσης ἐναντιότητος μίαν τινὰ | |
συγκεκραμένην ἤθους κατάστασιν ἀπεργάζεσθαι, τῆς μὲν | 460 | |
35 | τὸ ἀνόητον, τῆς δὲ τὸ ἐν πονηρίᾳ σοφὸν περικόψαντας, ὡς ἐξ ἑκατέρων ἓν ἀποτελεσθῆναι καλὸν ἐπιτήδευμα ἁπλό‐ τητι γνώμης καὶ ἀγχινοίᾳ συγκεκραμένον. «Γίνεσθε γάρ», φησί, «φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστε‐ ραί.» | |
39 | ||
18t | Κεφάλαιον ιηʹ | |
18n | Ὅτι χρὴ πάσας τὰς τῆς ψυχῆς δυνάμεις πρὸς ἀρετὴν βλέπειν. | |
18.1 | Οὐκοῦν ὅπερ ἐνταῦθα εἴρηται παρὰ τοῦ κυρίου, κοινὸν ἔστω δόγμα τοῦ βίου παντός, καὶ μάλιστα ἐπὶ τῶν διὰ παρθενίας τῷ θεῷ προσιόντων, τὸ μὴ πρὸς ἕν τι κατόρ‐ θωμα βλέποντας τῶν ἐναντίων ἀφυλάκτως ἔχειν, ἀλλὰ | |
5 | πανταχόθεν ἑαυτοῖς τὸ ἀγαθὸν ἐξευρίσκειν, ὡς ἂν διὰ πάντων τὸ ἀσφαλὲς ὑπάρχοι τῷ βίῳ. Οὐδὲ γὰρ στρατιώτης μέρη τινὰ τοῖς ὅπλοις φραξάμενος γυμνῷ κινδυνεύει τῷ λοιπῷ σώματι. Τί γὰρ κέρδος αὐτῷ τῆς ἐπὶ μέρους ὁπλί‐ | |
σεως, εἰ κατὰ τῶν γυμνῶν τὴν καιρίαν δέξεται; Τίς δ’ | 462 | |
10 | ἂν εὔμορφον ὀνομάσειεν ἐκεῖνον, ᾧ τῶν εἰς εὐμορφίαν τι συντελούντων ἔκ τινος συμφορᾶς περικέκοπται; Ἡ γὰρ περὶ τὸ λεῖπον αἰσχύνη καὶ τὴν τοῦ ὑγιαίνοντος χάριν διελυμήνατο. Εἰ δὲ καταγέλαστός ἐστι, καθώς φησί που τὸ εὐαγγέλιον, ὁ ἐγχειρήσας μὲν τῇ τοῦ πύργου οἰκοδομῇ, ἐν | |
15 | θεμελίοις δὲ τὴν ἑαυτοῦ σπουδὴν στήσας καὶ τοῦ τέλους οὐκ ἐφικόμενος, τί ἄλλο ἐκ τῆς παραβολῆς ταύτης μανθά‐ νομεν ἢ τὸ πάσης ὑψηλῆς προθέσεως ἐπὶ τὸ πέρας φθάνειν ἐσπουδακέναι, ταῖς ποικίλαις τῶν ἐντολῶν ἐποικοδομαῖς τὸ ἔργον τοῦ θεοῦ τελειοῦντας; Οὔτε γὰρ λίθος εἷς ἡ πᾶσα | |
20 | τοῦ πύργου οἰκοδομή ἐστιν οὔτε ἐντολὴ μία πρὸς τὸ ἐπιζητούμενον μέτρον ἄγει τὴν τῆς ψυχῆς τελειότητα, ἀλλὰ καὶ τὸν θεμέλιον ὑποβεβλῆσθαι δεῖ πάντως καί, καθώς φησιν ὁ ἀπόστολος, «τὴν ἐκ χρυσίου καὶ λίθων τιμίων οἰκοδομὴν ἐπιθέσθαι». Οὕτω γὰρ τὰ ἔργα τῶν | |
25 | ἐντολῶν ὀνομάζεται κατὰ τὸν εἰπόντα προφήτην ὅτι | |
«Ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν». Ὑποκείσθω τοίνυν ἀντὶ θεμελίου τινὸς τῷ κατ’ ἀρετὴν βίῳ ἡ περὶ τὴν παρθενίαν σπουδή, ἐποικοδομείσθω δὲ τῷ θεμελίῳ τούτῳ πάντα τὰ ἔργα τῆς ἀρετῆς. Εἰ γὰρ | 464 | |
30 | καὶ σφόδρα τοῦτο τίμιον καὶ θεοπρεπὲς εἶναι πιστεύε‐ ται, ὥσπερ οὖν καὶ ἔστι καὶ πεπίστευται, ἀλλ’ εἰ μὴ καὶ ὅλος ὁ βίος τούτῳ συμβαίνοι τῷ κατορθώματι, ἐπιμολύ‐ νοιτο δὲ τῇ λοιπῇ τῆς ψυχῆς ἀταξίᾳ, τοῦτο ἐκεῖνό ἐστι «τὸ ἐνώτιον τὸ ἐν τῇ ῥινὶ τῆς ὑὸς» ἢ ὁ μαργαρίτης ὁ ἐν τοῖς | |
35 | ποσὶ τῶν χοίρων καταπατούμενος. Ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα. | |
18.2 | Εἰ δέ τις παρ’ οὐδὲν ποιεῖται τὸ μὴ συνηρμόσθαι τινὶ διὰ τῶν καταλλήλων τὸν βίον, τὰ ἐν τῷ οἴκῳ ἑαυτοῦ θεασάμενος παιδευθήτω περὶ τοῦ δόγματος. Δοκεῖ γάρ μοι, καθάπερ ἐπὶ τῆς ἰδίας οἰκήσεως ὁ τοῦ οἴκου δεσπότης οὐ | |
5 | καταδέξεται ἀπρεπῆ καὶ ἀσχήμονα τὰ ἐν τῇ οἰκίᾳ βλέπειν, ἢ κλίνην ἀνατετραμμένην ἢ πλήρη κόπρου τὴν τράπεζαν ἢ τὰ μὲν τίμια τῶν σκευῶν ἐν ῥυπαροῖς τισι τόποις ἀπερ‐ ριμμένα, ὅσα δὲ πρὸς τὰς ἀτιμοτέρας ὑπηρεσίας ἐστίν, ἐν ὀφθαλμοῖς προκείμενα τῶν εἰσιόντων, ἀλλὰ πάντα εὐσχη‐ | |
10 | μόνως καὶ κατὰ τάξιν τὴν πρέπουσαν διαθεὶς καὶ ἑκάστῳ τὴν | |
ἁρμόζουσαν ἀποδοὺς χώραν, θαρρῶν δέχεται τοὺς ἐπι‐ ξενουμένους, ὡς οὐδεμίαν αἰσχύνην ὀφλήσων εἰ φανερὸν γένοιτο ὅπως αὐτῷ τὰ κατὰ τὴν οἰκίαν ἔχει· οὕτως οἶμαι χρῆναι καὶ τὸν τοῦ σκηνώματος ἡμῶν οἰκοδεσπότην καὶ | 466 | |
15 | οἰκονόμον, τὸν νοῦν λέγω, πάντα τὰ ἐν ἡμῖν εὖ διατίθεσθαι ἑκάστῃ τε τῶν τῆς ψυχῆς δυνάμεων, ἃς ἀντὶ ὀργάνων τινῶν ἢ σκευῶν ὁ δημιουργὸς ἡμῖν ἐτεκτήνατο, οἰκείως καὶ πρὸς τὸ καλὸν κεχρῆσθαι. Εἰ δὲ μὴ φλυαρίαν τινὰ καὶ ἀδολεσχίαν τοῦ λόγου τις καταγνώσεται, εἰρήσεται καὶ | |
20 | καθ’ ἕκαστον ὅπως ἂν τοῖς παροῦσιν αὐτῷ χρώμενος πρὸς τὸ συμφέρον αὐτῷ τὸν βίον οἰκονομήσειε. | |
18.3 | Φαμὲν τοίνυν τὴν μὲν ἐπιθυμίαν δεῖν ἐν καθαρῷ τῆς ψυχῆς ἱδρυμένην ἔχειν, ὥσπερ τι ἀνάθημα ἢ ἀπαρχὴν τῶν | |
ἰδίων ἀγαθῶν ἐξελόντα ἀφιερώσαντά τε αὐτὴν ἅπαξ ἀνέπαφον καὶ καθαρὰν διαφυλάσσειν, μηδαμοῦ τῇ κατὰ | 468 | |
5 | τὸν βίον ῥυπαρίᾳ μολυνομένην. Τὸν δὲ θυμὸν καὶ τὴν ὀργὴν καὶ τὸ μῖσος καθάπερ κύνας τινὰς πυλωροὺς πρὸς μόνην ἐγρηγορέναι τὴν τῆς ἁμαρτίας ἀντίστασιν καὶ κατὰ τοῦ «κλέπτου» καὶ πολεμίου κεχρῆσθαι τῇ φύσει, ὃς ἐπὶ λύμῃ τοῦ θείου θησαυροῦ παρεισδύεται καὶ διὰ τοῦτο ἔρχεται, | |
10 | «ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ». Τὴν δὲ ἀνδρείαν καὶ τὸ θάρσος ἀντὶ ὅπλου τινὸς διὰ χειρὸς φέρειν, πρὸς τὸ μὴ πτοηθῆναί ποτε «πτόησιν ἐπελθοῦσαν καὶ ὁρμὰς ἀσεβῶν ἐπερχομένας». Ἐλπίδι δὲ καὶ ὑπομονῇ ἀντὶ βακτηρίας, εἴποτε τοῖς πειρασμοῖς κάμοι, ἐπιστηρίζεσθαι. Τὸ δὲ τῆς | |
15 | λύπης κτῆμα καιρῷ μετανοίας ἐπὶ ἁμαρτήμασιν, εἰ τύχοι ποτὲ συμβάν, προχειρίζεσθαι, ὡς οὐδέποτε χρήσιμον ὂν ἢ πρὸς τὴν τοιαύτην μόνην ὑπηρεσίαν. Ἡ δὲ δικαιοσύνη αὐτῷ κανὼν εὐθύτητος ἔσται, τὸ ἐν παντὶ ἄπταιστον λόγῳ τε καὶ ἔργῳ ὑφηγουμένη, ὅπως τε χρὴ τὰ ἐν τῇ ψυχῇ διακεῖ‐ | |
20 | σθαι καὶ πῶς ἄν τις ἑκάστῳ τὸ κατ’ ἀξίαν νέμοι. Τὴν δὲ τοῦ πλείονος ἔφεσιν, ὃ πολύ τε καὶ ἀμέτρητον ἔγκειται τῇ ἑκάστου ψυχῇ, τῇ κατὰ θεὸν ἐπιθυμίᾳ προσθείς, μακα‐ ριστὸς ἔσται τῆς πλεονεξίας, ἐκεῖ βιαζόμενος, ὅπου ἐπαινε‐ τὸν τὸ βιάζεσθαι. Σοφίαν δὲ καὶ φρόνησιν συμβούλους | 470 |
25 | ἕξει τῶν συμφερόντων καὶ συνδιοικούσας αὐτῷ τὴν ζωήν, ὡς μηδαμοῦ ὑπὸ ἀμαθίας ἢ ἀφροσύνης παραβλαβῆναι. Εἰ δὲ μὴ κατὰ φύσιν καὶ κατὰ τὸ οἰκεῖον χρῷτο ταῖς εἰ‐ ρημέναις δυνάμεσιν, ἀλλὰ ὑπαλλάσσοι παρὰ τὸ δέον τὴν χρῆσιν, τὴν μὲν ἐπιθυμίαν προστιθεὶς τοῖς αἰσχίστοις, τὸ | |
30 | δὲ μῖσος ἐπὶ τοὺς ὁμοφύλους προχειριζόμενος, «ἀγαπῶν δὲ τὴν ἀδικίαν» καὶ ἐπὶ τοὺς γονέας ἀνδριζόμενος καὶ θαρσῶν τὰ ἄτοπα καὶ ἐλπίζων τὰ μάταια, φρόνησιν δὲ καὶ σοφίαν ἀπελαύνων τῆς μεθ’ ἑαυτοῦ συνοικήσεως, λαιμαργίαν καὶ ἀφροσύνην προσεταιρίζοιτο, καὶ περὶ τῶν λοιπῶν ὡσαύτως | |
35 | ποιῶν, ἄτοπος ἂν εἴη τις καὶ ἀλλόκοτος, ὡς μηδ’ ἂν εἰπεῖν ἀξίως τινὰ δυνηθῆναι τὴν ἀτοπίαν. Καθάπερ γὰρ εἴ τις | |
ἐναλλὰξ ὁπλιζόμενος ἀναστρέφοι μὲν τὸ κράνος, ὥστε καλύπτειν τὸ πρόσωπον καὶ ὀπίσω νενευκέναι τὸν λόφον, τοὺς δὲ πόδας ἔχοι ἐν θώρακι καὶ τὰς κνημῖδας ἐφαρμόζοι | 472 | |
40 | τῷ στήθει, καὶ ὅσα τῆς ἀριστερᾶς ἐστι τῇ δεξιᾷ μεταλαμβάνοι, τὴν δὲ τῶν δεξιῶν ὅπλισιν τῇ εὐωνύμῳ προσρίπτοι· ὅπερ οὖν παθεῖν εἰκὸς ἐν πολέμῳ τὸν τοιοῦτον ὁπλίτην, τοῦτο καὶ παρὰ τὸν βίον πάσχειν εἰκὸς τὸν συγ‐ κεχυμένον τὴν γνώμην καὶ τὴν χρῆσιν τῶν δυνάμεων τῆς | |
45 | ψυχῆς ὑπαμείβοντα. | |
18.4 | Οὐκοῦν προνοητέον ἡμῖν τῆς ἐν τούτοις εὐαρμοστίας, ἣν ἡ ἀληθὴς σωφροσύνη πέφυκεν ἐμποιεῖν ταῖς ἡμετέραις ψυχαῖς. Καὶ εἰ χρὴ τὸν τελεώτατον τῆς σωφροσύνης ὅρον σκοπῆσαι, τάχα τοῦτο σωφροσύνη κυρίως ἂν λέγοιτο, | |
5 | ἡ πάντων τῶν ψυχικῶν κινημάτων μετὰ σοφίας καὶ φρονή‐ σεως εὔτακτος οἰκονομία. Καὶ ἡ τοιαύτη κατάστασις τῆς ψυχῆς οὐκέτι πόνου τινὸς οὐδὲ πραγματείας πρὸς τὴν τῶν ὑψηλῶν τε καὶ οὐρανίων μετουσίαν δεήσεται, ἀλλ’ ἐν πολλῇ ῥᾳστώνῃ τὸ τέως δυσέφικτον εἶναι δοκοῦν κα‐ | |
10 | τορθώσει φυσικῶς, τῇ ὑπεξαιρέσει τοῦ ἐναντίου τὸ ζη‐ | |
τούμενον ἔχουσα· τόν τε γὰρ ἔξω τοῦ σκότους γενόμενον ἐν φωτὶ πάντως εἶναι ἀνάγκη, καὶ τὸν μὴ τεθνηκότα ζῆν. Καὶ τοίνυν εἴ τις «μὴ ἐπὶ ματαίῳ λάβοι τὴν ἑαυτοῦ ψυχήν», ἐν τῇ ὁδῷ πάντως τῆς ἀληθείας ἔσται· ἡ γὰρ τοῦ μὴ | 474 | |
15 | παρατραπῆναι πρόνοιά τε καὶ ἐπιστήμη ὁδηγία τίς ἐστιν ἀκριβὴς τῆς ἐπὶ τὴν εὐθεῖαν πορείας. Καὶ ὥσπερ οἱ ἐλευ‐ θερωθέντες οἰκέται παυσάμενοι τοῦ τοῖς κρατοῦσιν ὑπηρε‐ τεῖν, ἐπειδὰν ἑαυτῶν γένωνται κύριοι, τρέπουσι πρὸς ἑαυτοὺς τὴν σπουδήν, οὕτως οἶμαι καὶ τὴν ψυχὴν ἐλευθερωθεῖσαν | |
20 | ἀπὸ τῆς σωματικῆς λατρείας καὶ ἀπάτης ἐπιγινώσκειν λοιπὸν τὴν οἰκεῖαν ἑαυτῇ καὶ κατὰ φύσιν ἐνέργειαν· ἡ δὲ ἐλευθερία ἐστί, καθὼς καὶ παρὰ τοῦ ἀποστόλου ἐμά‐ θομεν, τὸ «μὴ ζυγῷ δουλείας ἐνέχεσθαι» μηδὲ καθάπερ δραπέτην ἢ κακοῦργον γενόμενον πεδηθῆναι τῷ τοῦ γάμου | |
25 | δεσμῷ. | |
18.5 | Οὐκ ἐν τούτῳ δὲ μόνῳ τὸ τέλειον τῆς ἐλευθερίας ἐστίν —μή τις οὕτω μικρόν τε καὶ εὔωνον τὸ τῆς παρθενίας οἰέσθω, ὥστε ἐν ὀλίγῳ παρατηρήματι σαρκὸς κατορθοῦν | |
νομίζειν τὸ τοσοῦτον πρᾶγμα—ἀλλ’ ἐπειδὴ «πᾶς ὁ | 476 | |
5 | ποιῶν τὴν ἁμαρτίαν δοῦλος τῆς ἁμαρτίας ἐστίν», ἡ ἐν παντὶ πράγματι καὶ ἐπιτηδεύματι πρὸς κακίαν παρα‐ τροπὴ δουλοῦταί πως τὸν ἄνθρωπον καὶ στιγματίαν ποιεῖ μώλωπας αὐτῷ καὶ ἐγκαύματα διὰ τῶν τῆς ἁμαρτίας πληγῶν ἐμποιοῦσα, ὥστε τὸν τοῦ μεγάλου σκοποῦ τοῦ | |
10 | κατὰ τὴν παρθενίαν ἁψάμενον ἐν πᾶσι προσήκειν ἑαυτῷ εἶναι ὅμοιον καὶ πάσῃ τῇ ζωῇ συνεμφαίνειν τὴν καθαρό‐ τητα. Οὕτως καὶ ἡ ἁλιευτικὴ τέχνη ποιεῖ κατὰ τὴν τοῦ κυρίου παραβολήν, τοὺς χρηστοὺς καὶ ἐδωδίμους τῶν ἰχθύων ἀπὸ τῶν πονηρῶν τε καὶ δηλητηρίων διαχωρίζουσα, | |
15 | ὡς ἂν μή τινος τῶν ἐναντίων συνεισπεσόντος τοῖς ἀγγείοις, καὶ ἡ τῶν χρησίμων ἀπόλαυσις συναχρειωθῇ. Τοῦτο καὶ τῆς ἀληθινῆς σωφροσύνης ἔργον ἐστί, τὸ ἐκ πάντων τῶν ἐπι‐ τηδευμάτων τὸ καθαρόν τε καὶ ὠφέλιμον ἐκλεγομένην ἐν | |
παντὶ τὸ ἄχρηστον ἀποποιεῖσθαι καὶ ἐναφιέναι τοῦτο τῷ | 478 | |
20 | κοινῷ καὶ κοσμικῷ βίῳ, θαλάσσῃ τροπικῶς ὑπὸ τῆς παρα‐ βολῆς ὠνομασμένῳ· καθὼς καὶ ὁ ψαλμῳδὸς ὀνομάζει, διδασκαλίαν ἐξομολογήσεως ἔν τινι τῶν ψαλμῶν ἡμῖν ὑφηγούμενος, τὸν ἄστατον τοῦτον καὶ ἐμπαθῆ καὶ ταρα‐ χώδη βίον «ὕδατα ψυχῆς ἁπτόμενα καὶ βάθη θαλάσσης καὶ | |
25 | καταιγίδα» καλῶν, ἐν ᾗ πᾶσα μὲν ἀποστατικὴ διάνοια | |
καθ’ ὁμοιότητα τῶν Αἰγυπτίων «ὡς λίθος εἰς τὸν βυθὸν καταδύεται», ὅσον δὲ θεῷ φίλον καὶ διορατικὸν τῆς ἀλη‐ θείας ἐστίν, ὅπερ Ἰσραὴλ ὑπὸ τῆς ἱστορίας ὠνόμασται, τοῦτο μόνον ὡς ξηρὰν αὐτὴν διεξέρχεται οὐδαμοῦ τῆς πικρίας καὶ | 480 | |
30 | τῆς ἅλμης τῶν βιωτικῶν κυμάτων συνεφαπτόμενον. Οὕτω τυπικῶς ὑπὸ καθηγεμόνι τῷ νόμῳ—τύπος δὲ ἦν ὁ Μωϋσῆς τοῦ νόμου—καὶ ὁ Ἰσραὴλ τὴν θάλασσαν διεπέρασεν ἄβρο‐ χος, καὶ τούτῳ συνδιαπερῶν ὁ Αἰγύπτιος ὑποβρύχιος ἦν, ἑκάτερος ὑπὸ τῆς συμπαρούσης ἑαυτῷ διαθέσεως, ὁ μὲν | |
35 | κούφως διεξιών, ὁ δὲ εἰς βυθὸν καθελκόμενος. Κοῦφον | |
μὲν γάρ τι καὶ ἀνωφερὲς πρᾶγμα ἡ ἀρετή· πάντες γὰρ οἱ κατ’ αὐτὴν ζῶντες «ὡς νεφέλαι πέτονται» κατὰ τὸν Ἡσαΐαν «καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς»· βαρὺ δὲ ἡ ἁμαρτία, καθώς φησί τις τῶν προφητῶν, ἐπὶ τάλαντον | 482 | |
40 | μολύβδου καθεζομένη. Εἰ δέ τινι βεβιασμένη καὶ ἀπρόσκολ‐ λος ἡ τοιαύτη τῆς ἱστορίας ἐκδοχὴ φαίνεται, καὶ οὐ δέχεται πρὸς ὠφέλειαν ἡμῶν τὴν διὰ τῆς θαλάσσης θαυματοποιίαν ἀναγεγράφθαι, ἀκουσάτω τοῦ ἀποστόλου ὅτι «Ἐκείνοις μὲν συνέβαινε τυπικῶς, ἐγράφη δὲ πρὸς | |
45 | νουθεσίαν ἡμῶν.» | |
45 | ||
19t | Κεφάλαιον ιθʹ | |
19n | Μνήμη Μαρίας τῆς ἀδελφῆς Ἀαρὼν ὡς ἀρξαμέ‐ νης τούτου τοῦ κατορθώματος. | |
19.1 | Ἡμῖν δὲ δίδωσι τὰ τοιαῦτα ὑπονοεῖν καὶ ἡ προφῆτις | |
Μαριὰμ εὐθέως μετὰ τὴν θάλασσαν ξηρὸν καὶ εὔηχον μεταχειριζομένη τὸ τύμπανον καὶ τοῦ χοροῦ τῶν γυναικῶν προπομπεύουσα· τάχα γὰρ διὰ τοῦ τυμπάνου τὴν παρ‐ | 484 | |
5 | θενίαν ἔοικεν ὁ λόγος αἰνίττεσθαι ὑπὸ τῆς Μαρίας πρώτης κατορθωθεῖσαν, δι’ ἧς οἶμαι καὶ τὴν θεοτόκον προδιατυ‐ ποῦσθαι Μαρίαν. Ὥσπερ γὰρ τὸ τύμπανον πολὺν τὸν ἦχον ἀφίησι, πάσης ἰκμάδος κεχωρισμένον καὶ ξηρὸν εἰς ἄκρον γενόμενον, οὕτω καὶ ἡ παρθενία λαμπρά τε καὶ | |
10 | περιβόητος γίνεται μηδὲν ἐν ἑαυτῇ τῆς ζωτικῆς ἰκμάδος | |
κατὰ τὸν βίον τοῦτον προσδεχομένη. Εἰ οὖν νεκρὸν μὲν σῶμα τὸ τύμπανον, ὅπερ ἡ Μαριὰμ μετεχειρίζετο, νέκρωσις δὲ σώματος ἡ παρθενία ἐστί, τάχα οὐ πολὺ τοῦ εἰκότος τὸ παρθένον εἶναι τὴν προφῆτιν ἀπεσχοίνισται. Ἀλλὰ ταῦτα | 486 | |
15 | μὲν στοχασμοῖς τισι καὶ ὑπονοίαις, οὐκ ἐκ φανερᾶς ἀπο‐ δείξεως οὕτως ἔχειν ὑπενοήσαμεν, τῷ τὴν προφῆτιν Μαριὰμ τοῦ χοροῦ τῶν παρθένων ἡγήσασθαι, εἰ καὶ πολλοὶ τῶν ἐπεσκεμμένων ἄγαμον αὐτὴν σαφῶς ἀπεφήναντο ἐκ τοῦ μηδαμοῦ τῆς ἱστορίας γάμον καὶ παιδοποιίαν αὐτῆς μνη‐ | |
20 | μονεύεσθαι. Ἦ γὰρ ἂν οὐκ ἐκ τοῦ ἀδελφοῦ αὐτῆς Ἀαρών, ἀλλ’ ἐκ τοῦ ἀνδρός, εἴπερ ἦν, ὠνομάζετο καὶ ἐγνωρίζετο, ἐπειδὴ κεφαλὴ γυναικὸς οὐχ ὁ ἀδελφός, ἀλλ’ ὁ ἀνὴρ προση‐ γόρευται. Καίτοι παρ’ οἷς εὐλογίας μέρει τὸ παιδοποιεῖν ἐσπουδάζετο καὶ νόμιμον ἦν, εἰ φανείη τίμιον τὸ τῆς παρ‐ | |
25 | θενίας χάρισμα, ἐκ πολλοῦ τοῦ περιόντος ἡμεῖς ταύτην τὴν σπουδὴν ἀσπασώμεθα οἱ οὐ κατὰ σάρκα τῶν θείων λογίων, ἀλλὰ πνευματικῶς ἐξακούοντες. Ἀπεκαλύφθη γὰρ διὰ τῶν θείων λογίων τί ποτε τὸ κυοφορεῖν τε καὶ τίκτειν ἀγαθόν ἐστι, καὶ ποῖον εἶδος τῆς πολυτεκνίας παρὰ τοῖς | 488 |
30 | ἁγίοις τοῦ θεοῦ ἐσπουδάζετο. Ὅ τε γὰρ προφήτης Ἡσαΐας καὶ ὁ θεῖος ἀπόστολος ἐναργῶς ταῦτα καὶ σαφῶς διεσήμαναν, ὁ μὲν λέγων· «Ἀπὸ τοῦ φόβου σου, κύριε, ἐν γαστρὶ ἐλά‐ βομεν», ὁ δὲ καυχώμενος ἐπὶ τῷ πάντων γενέσθαι πολυγονώτατος ὡς καὶ πόλεις ὅλας καὶ ἔθνη κυοφορῆσαι, | |
35 | οὐ μόνον Κορινθίους καὶ Γαλάτας διὰ τῶν οἰκείων ὠδίνων εἰς φῶς ἀγαγὼν καὶ ἐν κυρίῳ μορφώσας, ἀλλὰ καὶ «ἀπὸ Ἱερουσαλὴμ ἐν κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ καταπληρώ‐ σας» τῶν ἰδίων τέκνων τὴν οἰκουμένην, ἅπερ «ἐν Χριστῷ διὰ τοῦ εὐαγγελίου ἐγέννησεν». Οὕτω μακαρίζεται καὶ | |
40 | ἐν τῷ εὐαγγελίῳ ἡ τῆς ἁγίας παρθένου κοιλία ἡ τῷ ἀχράντῳ τόκῳ ὑπηρετήσασα, ὡς οὔτε τοῦ τόκου τὴν | |
παρθενίαν λύσαντος οὔτε τῆς παρθενίας τῇ τοιαύτῃ κυοφορίᾳ ἐμποδὼν γενομένης· ὅπου γὰρ πνεῦμα σωτηρίας γεννᾶται, καθὼς Ἡσαΐας φησίν, ἄχρηστα πάντως τῆς σαρκὸς τὰ | 490 | |
45 | θελήματα. | |
45 | ||
20t | Κεφάλαιον κʹ | |
20n | Ὅτι ἀδύνατον ὁμοῦ ταῖς σωματικαῖς ὑπηρετεῖν ἡδοναῖς καὶ τὴν κατὰ θεὸν εὐφροσύνην καρποῦσθαι | |
20.1 | Ἔστι δέ τις καὶ παρὰ τῷ ἀποστόλῳ τοιοῦτος λόγος, ὡς ἄρα διπλοῦς ἡμῶν ἐστιν ὁ καθ’ ἕκαστον ἄνθρωπος, ὁ μὲν ὁρώμενος ἔξωθεν, ᾧ τὸ διαφθείρεσθαι κατὰ φύσιν ἐστίν, ὁ δὲ κατὰ τὸ κρυπτόμενον τῆς καρδίας νοούμενος, ὃς | |
5 | ἐπιδέχεται τὸ ἀνακαινοῦσθαι. Εἰ οὖν ἀληθὴς ὁ λόγος—πάν‐ τως δέ ἐστιν ἀληθὴς διὰ τὴν ἐν αὐτῷ λαλοῦσαν ἀλήθειαν—, οὐδὲν ἀπεικὸς καὶ γάμον διπλοῦν ἐννοεῖν ἑκατέρῳ τῶν ἐν | |
ἡμῖν ἀνθρώπων πρόσφορόν τε καὶ κατάλληλον· καὶ τάχα ὁ τολμήσας εἰπεῖν τὴν σωματικὴν παρθενίαν τοῦ ἔνδοθεν | 492 | |
10 | καὶ πνευματικοῦ γάμου συνεργὸν καὶ πρόξενον γίνεσθαι οὐ πόρρω τοῦ εἰκότος ἀποτολμήσει. | |
20.2 | Ὡς γὰρ οὐκ ἔστι κατὰ ταὐτὸν δύο τισὶ τέχναις ὑπηρε‐ τεῖν διὰ τῆς τῶν χειρῶν ἐνεργείας, οἷον γεωργοῦντα καὶ ναυτιλλόμενον, ἢ χαλκεύοντά τε καὶ τεκτονεύοντα, ἀλλ’ εἰ μέλλοι τις τῆς μιᾶς ὑγιῶς ἀντιλήψεσθαι, τῆς | |
5 | ἑτέρας ἀφεκτέον αὐτῷ· οὕτως ἡμῖν καὶ δύο προκειμένων γάμων, τοῦ μὲν διὰ σαρκὸς ἐπιτελουμένου, τοῦ δὲ διὰ πνεύματος, ἡ περὶ τὸν ἕνα σπουδὴ τὸν τοῦ ἑτέρου χωρισμὸν ἀναγκαῖον ποιεῖ. Οὔτε γὰρ δύο κατὰ ταὐτὸν ὁ ὀφθαλμὸς ἰδεῖν ἱκανός ἐστιν, εἰ μὴ ἀνὰ μέρος καὶ ἰδίᾳ ἑκατέρῳ τῶν | |
10 | ὁρατῶν ἐπερείσειεν, οὔτε ἡ γλῶσσα διαφόροις ὑπηρετήσει φωναῖς, Ἑβραίων τε ῥήματα καὶ Ἑλλήνων ἐν τῷ αὐτῷ φθεγγομένη, οὔτε ἡ ἀκοὴ διηγήσεώς τε πραγμάτων | |
καὶ διδακτικῶν λόγων κατὰ ταὐτὸν ἀκροάσεται· ἡ γὰρ διαφορὰ τῆς φωνῆς, εἰ μὲν ἀνὰ μέρος ἀκούοιτο, ἐνσημανεῖται | 494 | |
15 | τῷ ἀκροωμένῳ τὴν ἔννοιαν, εἰ δὲ κατὰ ταὐτὸν μιχθεῖσα περιηχοίη τὴν ἀκοήν, συγχυσίς τις ἀδιάκριτος τὴν διάνοιαν λήψεται τῶν σημαινομένων ἐν ἀλλήλοις συγχεομένων. | |
20.3 | Κατὰ τὸν αὐτὸν λόγον καὶ τὸ ἐπιθυμητικὸν ἡμῶν φύσιν οὐκ ἔχει ὁμοῦ ταῖς σωματικαῖς ὑπηρετεῖν ἡδοναῖς καὶ τὸν πνευματικὸν μετιέναι γάμον. Οὐδὲ γὰρ διὰ τῶν ὁμοίων ἐπιτηδευμάτων δυνατόν ἐστιν ἑκατέρου τῶν | |
5 | σκοπῶν λαβέσθαι· τοῦ μὲν γὰρ ἐγκράτεια καὶ σώματος νέκρωσις καὶ τῶν κατὰ σάρκα πάντων ὑπεροψία πρόξενοι γίνονται, τῆς δὲ σωματικῆς συναφείας πάντα τὰ ἐναντία. Οὐκοῦν ὥσπερ δύο κυρίων ἐν αἱρέσει προκειμένων, ἐπειδὴ κατὰ ταὐτὸν οὐκ ἔστιν ἀμφοτέρων γενέσθαι ὑπήκοον | |
10 | —«Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν»—, τὸν ὠφελιμώτερον ὁ εὖ φρονῶν ἐπιλέξεται· οὕτως ἡμῖν καὶ δύο προκειμένων γάμων, ἐπειδὴ οὐκ ἔστιν ἐν ἀμφοτέροις εἶναι —«Ὁ γὰρ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου»—, σωφρονούντων ἂν εἴη μήτε | |
15 | διαμαρτεῖν τῆς ἐκλογῆς τοῦ συμφέροντος μήτε τὴν ἐπὶ τοῦτον ἄγουσαν ὁδὸν ἀγνοῆσαι, ἣν οὐκ ἔστιν ἄλλως ἢ | |
διὰ τοιαύτης τινὸς ἀναλογίας μαθεῖν. | 496 | |
20.4 | Ὥσπερ γὰρ ἐν τῷ σωματικῷ γάμῳ ὁ μὴ ἀπόβλητος γενέσθαι σπουδάζων, καὶ τῆς τοῦ σώματος εὐεξίας καὶ τοῦ πρέποντος καλλωπισμοῦ καὶ πλούτου περιουσίας καὶ τοῦ μηδὲν μήτε ἐκ τοῦ βίου μήτε ἐκ τοῦ γένους ἐπάγεσθαί τι | |
5 | ὄνειδος πολλὴν ποιήσεται πρόνοιαν—οὕτω γὰρ ἂν τύχοι μάλιστα τῶν κατὰ γνώμην—· τὸν αὐτὸν τρόπον καὶ ὁ τὸν πνευματικὸν γάμον ἑαυτῷ μετιὼν πρῶτον μὲν νέον ἑαυτὸν καὶ πάσης παλαιότητος κεχωρισμένον τῇ ἀνακαινώσει τοῦ νοὸς ἐπιδείξει, εἶτα πλούσιον ἐν οἷς τὸ πλουτεῖν ἐστι | |
10 | περισπούδαστον, οὐ τοῖς ἀπὸ γῆς σεμνυνόμενον χρήμασιν, ἀλλὰ τοῖς οὐρανίοις θησαυροῖς κομῶντα. Γένους δὲ σεμ‐ νότητα οὐ κατὰ τὴν αὐτόματον συντυχίαν πολλοῖς καὶ τῶν φαύλων προσοῦσαν κἀκεῖνος ἔχειν φιλοτιμήσεται, ἀλλὰ τὴν πόνῳ καὶ σπουδῇ δι’ οἰκείων κατορθωμάτων προσγινομέ‐ | |
15 | νην, ἣν μόνοι αὐχοῦσιν οἱ τοῦ φωτὸς υἱοὶ καὶ τέκνα θεοῦ καὶ «τῶν ἀφ’ ἡλίου ἀνατολῶν εὐγενεῖς» διὰ τῶν ἔργων τῶν | |
φωτεινῶν χρηματίζοντες. Ἰσχὺν δὲ καὶ εὐεξίαν οὐ σῶμα ἀσκῶν οὐδὲ καταπιαίνων τὴν σάρκα περιποιήσεται, ἀλλὰ πᾶν τὸ ἐναντίον ἐν τῇ τοῦ σώματος ἀσθενείᾳ τελειῶν τὴν | 498 | |
20 | τοῦ πνεύματος δύναμιν. Οἶδα δὲ καὶ τὰ ἕδνα τοῦ γάμου τούτου οὐκ ἀπὸ φθαρτῶν χρημάτων πεποιημένα, ἀλλ’ ἐκ τοῦ ἰδίου πλούτου τῆς ψυχῆς δωροφορούμενα. Βούλει μαθεῖν τὰ τῶν δώρων ὀνόματα; Ἄκουσον Παύλου τοῦ καλοῦ νυμφοστόλου ἐν τίσι πλουτοῦσιν οἱ ἐν παντὶ συνι‐ | |
25 | στῶντες ἑαυτούς, ἐν οἷς ἄλλα τε πολλὰ καὶ μεγάλα εἰπών, «Καὶ ἐν ἁγνότητι» φησίν. Καὶ πάλιν ὅσα ἑτέρωθι ἐν τοῖς τοῦ πνεύματος καρποῖς ἀπαριθμεῖται, πάντα τοῦ γάμου τούτου δῶρά ἐστι. Καὶ εἴ τις μέλλοι πείθεσθαι τῷ Σολομῶντι καὶ τὴν ἀληθινὴν σοφίαν σύνοικόν τε καὶ βίου κοινωνὸν | |
30 | ἑαυτῷ λαμβάνειν, περὶ ἧς φησιν ὅτι «Ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε, τίμησον αὐτήν, ἵνα σε περιλάβῃ», ἐπαξίως | |
τῆς ἐπιθυμίας ταύτης παρασκευάσεται ἐν καθαρᾷ τῇ στολῇ τοῖς ἐν τῷ γάμῳ τούτῳ εὐφραινομένοις συνεορτάζων, ἵνα μὴ ἀπόβλητος γένηται, τῆς μὲν ἑορτῆς συμμετασχεῖν ἀξιῶν, | 500 | |
35 | τὸ δὲ ἔνδυμα τοῦ γάμου μὴ περικείμενος. Δῆλον δὲ ὅτι κοινὸς ὁ λόγος ἐστὶν ἐπί τε ἀνδρῶν ὁμοίως καὶ γυναικῶν εἰς τὴν περὶ τὸν τοιοῦτον γάμον σπουδήν· ἐπειδὴ γάρ, καθώς φησιν ὁ ἀπόστολος, «οὐκ ἔνι ἄρσεν καὶ θῆλυ», «πάντα δὲ καὶ ἐν πᾶσι Χριστός», εἰκότως ὁ τῆς σοφίας | |
40 | ἐρασθεὶς τὸν ἔνθεον ἔχει τῆς ἐπιθυμίας σκοπόν, ὅς ἐστιν ἡ ἀληθὴς σοφία, καὶ ἡ τῷ ἀφθάρτῳ νυμφίῳ προσκολληθεῖσα ψυχὴ τῆς ἀληθινῆς σοφίας ἔχει τὸν ἔρωτα, ἥτις ἐστὶν ὁ θεός. Ἀλλὰ τί μὲν ὁ πνευματικός ἐστι γάμος καὶ πρὸς τίνα βλέπει σκοπὸν ὁ καθαρός τε καὶ οὐράνιος ἔρως, μετρίως ἡμῖν | |
45 | ἐκ τῶν εἰρημένων ἀνακεκάλυπται. | 502 |
21t | Κεφάλαιον καʹ | |
21n | Ὅτι χρὴ τὸν ἀκριβῶς ζῆν προελόμενον πρὸς πᾶν εἶδος σωματικῆς ἡδονῆς ἀλλοτρίως ἔχειν. | |
21.1 | Ἐπειδὴ δὲ τῇ καθαρότητι τοῦ θεοῦ προσεγγίσαι, μὴ αὐτόν τινα πρότερον τοιοῦτον γενόμενον, ἀδύνατον κατεφάνη, ἀναγκαῖον ἂν εἴη μεγάλῳ τινὶ καὶ ἰσχυρῷ διατειχίσματι πρὸς τὰς ἡδονὰς ἑαυτὸν διαστῆσαι, ὡς ἂν | |
5 | μηδαμοῦ τῷ προσεγγισμῷ τούτῳ τὸ καθαρὸν τῆς καρδίας ἐπιμολύνοιτο· τεῖχος δέ ἐστιν ἀσφαλὲς ἡ τελεία πρὸς πᾶν τὸ ἐμπαθῶς ἐπιτελούμενον ἀλλοτρίωσις. Μία γὰρ οὖσα τῷ γένει ἡ ἡδονή, καθὼς ἀκούειν ἔστι τῶν σοφῶν, ὥσπερ τὸ ὕδωρ ἐκ μιᾶς πηγῆς εἰς διαφόρους | |
10 | ὀχετοὺς μεριζόμενον, δι’ ἑκάστου τῶν αἰσθητηρίων τοῖς φιληδόνοις ἐγκαταμίγνυται. Οὐκοῦν ὁ διά τινος τῶν αἰσθήσεων τῆς ἐγγενομένης αὐτῷ ἡδονῆς ἡττηθεὶς ἐκεῖθεν ἐτρώθη τὴν καρδίαν, καθὼς διδάσκει ἡ τοῦ κυρίου φωνή, | |
ὅτι τῶν ὀφθαλμῶν τὴν ἐπιθυμίαν ὁ πληρώσας ἐν τῇ καρδίᾳ | 504 | |
15 | τὴν βλάβην ἐδέξατο. Οἶμαι δὲ ἀπὸ μέρους ἐνταῦθα περὶ παντὸς αἰσθητηρίου προειρηκέναι τὸν κύριον, ὥστε ἀκολου‐ θοῦντας ἡμᾶς τῷ εἰρημένῳ καλῶς ἂν προσθεῖναι, ὅτι καὶ ὁ ἀκούσας πρὸς τὸ ἐπιθυμῆσαι καὶ ὁ ἁψάμενος καὶ ὁ πᾶσαν τὴν ἐν ἡμῖν δύναμιν εἰς ὑπηρεσίαν ἡδονῆς κατασπάσας | |
20 | τῇ καρδίᾳ ἐξήμαρτεν. | |
21.2 | Ἵνα οὖν μὴ τοῦτο γένηται, κανόνι χρηστέον τούτῳ πρὸς τὸν ἴδιον βίον τῷ σώφρονι, τῷ μήποτε προσθέσθαι τινὶ κατὰ ψυχήν, ᾧ δέλεάρ τι ἡδονῆς παραμέμικται, καὶ πρό γε πάντων τὴν ἐπὶ τῆς γεύσεως ἡδονὴν διαφερόντως | |
5 | φυλάττεσθαι, διότι προσεχεστέρα πως αὕτη δοκεῖ εἶναι καὶ οἱονεὶ μήτηρ τῆς ἀπηγορευμένης. Αἱ γὰρ κατὰ βρῶσιν καὶ πόσιν ἡδοναὶ πλεονάζουσαι τῶν ἐδωδίμων τῇ ἀμετρίᾳ ἀνάγκην ἐμποιοῦσι τῷ σώματι τῶν ἀβουλήτων κακῶν, | |
πλησμονῆς ὡς τὰ πολλὰ τοῖς ἀνθρώποις ἐντικτούσης | 506 | |
10 | τὰ τοιαῦτα πάθη. Ὡς ἂν οὖν μάλιστα γαληναῖον ἡμῖν διαμένοι τὸ σῶμα, μηδενὶ τῶν ἐκ τοῦ κόρου παθημάτων ἐπιθολούμενον, προνοητέον τῆς ἐγκρατεστέρας διαγωγῆς μέτρον καὶ ὅρον τῆς ἀπολαύσεως οὐ τὴν ἡδονήν, ἀλλὰ τὴν | |
ἐφ’ ἑκάστου χρείαν ὁρίζειν. | 508 | |
21.3 | Ὁρῶμεν δὲ καὶ τοὺς γεωργοὺς ἀναμεμιγμένον τῷ σίτῳ τὸ ἄχυρον τεχνικῶς διακρίνοντας, ὡς ἂν ἑκάτερον αὐτῶν εἰς τὴν προσήκουσαν χρείαν παραληφθείη, τὸ μὲν εἰς τὴν ἀνθρωπίνην ζωήν, τὸ δὲ εἰς καῦσίν τε ἅμα καὶ εἰς | |
5 | τὴν τῶν ἀλόγων τροφήν. Οὐκοῦν καὶ ὁ τῆς σωφροσύνης ἐργάτης διακρίνων τῆς ἡδονῆς τὴν χρείαν, ὥσπερ ἀχύρου τὸν σῖτον, τὴν μὲν ἀπορρίψει τοῖς ἀλογωτέροις, ὧν «τὸ τέλος εἰς καῦσιν», ὥς φησιν ὁ ἀπόστολος, τῆς δὲ χρείας αὐτῆς κατὰ τὸ ἐνδέον εὐχαριστῶν μεταλήψεται. | |
9 | ||
22t | Κεφάλαιον κβʹ | |
22n | Ὅτι οὐ δεῖ πέρα τοῦ δέοντος ἀσκεῖν τὴν ἐγκράτειαν καὶ ὅτι ὁμοίως ἐναντιοῦται τῇ ψυχῇ πρὸς τελείωσιν ἥ τε πολυσαρκία τοῦ σώματος καὶ ἡ ἄμετρος κακοπάθεια. | |
22.1 | Ἀλλ’ ἐπειδὴ πολλοὶ ἐπὶ τὸ ἕτερον εἶδος τῆς ἀμετρίας κατολισθήσαντες διὰ τῆς ὑπερβαλλούσης ἀκριβείας ἔλαθον ὑπεναντία σπουδάζοντες τῷ ἰδίῳ σκοπῷ, καὶ ἄλλῳ τρόπῳ | |
τῶν ὑψηλῶν τε καὶ θειοτέρων τὴν ψυχὴν ἀποστήσαντες | 510 | |
5 | εἰς ταπεινὰς φροντίδας καὶ ἀσχολίας κατήγαγον πρὸς τὰ σωματικὰ παρατηρήματα τὴν διάνοιαν ἑαυτῶν κλίναντες, ὡς μηκέτι αὐτοῖς ἐν ἐλευθερίᾳ μετεωροπορεῖν τὸν νοῦν καὶ τὰ ἄνω βλέπειν, ἀλλ’ ἐπὶ τὸ πονοῦν καὶ συντριβόμενον τῆς σαρκὸς ἐπικλίνεσθαι, καλῶς ἂν ἔχοι καὶ τούτου ποιεῖ‐ | |
10 | σθαι τὴν ἐπιμέλειαν καὶ τὰς ἐξ ἑκατέρων ἀμετρίας ἐπίσης παραφυλάττεσθαι, μήτε διὰ πολυσαρκίας καταχωννύντας τὸν νοῦν μηδ’ αὖ πάλιν ταῖς ἐπεισάκτοις ἀσθενείαις ἐξίτηλον αὐτὸν καὶ ταπεινὸν ποιεῖν καὶ περὶ τοὺς σωματικοὺς πόνους ἠσχολημένον, μεμνῆσθαι δὲ τοῦ σοφοῦ παραγγέλματος | |
15 | τοῦ ἐπίσης ἀπειρηκότος τήν τε ἐπὶ τὰ δεξιὰ καὶ τὴν ἐπὶ τὰ | |
ἐναντία παρατροπήν. Ἤκουσα δέ τινος ἰατρικοῦ τὰ ἐκ τῆς τέχνης διεξιόντος, ὅτι ἐκ τεσσάρων ἡμῖν οὐχ ὁμοειδῶν στοιχείων ἀλλ’ ἐναντίως διακειμένων τὸ σῶμα συγκέκραται, | 512 | |
20 | θερμοῦ τε καὶ ψυχροῦ, ὑγροῦ τε καὶ ξηροῦ. | 514 |
22.2 | Προνοητέον τοίνυν τῆς ἰσοκρατείας τῶν ποιοτήτων πρὸς τὴν τῆς ὑγείας διαμονήν, εἴπερ τι ἀληθὲς αὐτῶν ὁ λόγος ἔχει, μηδενὶ μέρει τῶν ἐξ ὧν συνεστήκαμεν ἢ πλεονα‐ σμὸν ἢ ἐλάττωσιν ἐκ τῆς κατὰ τὴν δίαιταν ἀνωμαλίας | |
5 | ἐπάγοντες. Ὥσπερ γὰρ ὁ τοῦ ἅρματος ἐπιστάτης, εἰ μὴ συμφωνούντων ἐπιστατοίη τῶν πώλων, οὔτε τὸν ὀξὺν ἐπισπέρχει τῇ μάστιγι οὔτε τὸν βραδὺν κατάγχει ταῖς ἡνίαις, οὐδ’ αὖ πάλιν τὸν ἐνδιάστροφον ἢ δυσήνιον ἄνετον ἐᾷ ταῖς οἰκείαις ὁρμαῖς εἰς ἀταξίαν ἐκφέρεσθαι, ἀλλὰ | |
10 | τὸν μὲν εὐθύνει, τὸν δὲ ἀνακόπτει, τοῦ δὲ καθικνεῖται | |
διὰ τῆς μάστιγος, ἕως ἂν μίαν τοῖς πᾶσι τὴν πρὸς τὸν δρόμον σύμπνοιαν ἐμποιήσῃ· τὸν αὐτὸν τρόπον καὶ ὁ ἡμέτερος νοῦς ὁ τὰς τοῦ σώματος ἡνίας ὑφ’ ἑαυτὸν ἔχων οὔτε πλεονάζοντι τῷ θερμῷ κατὰ τὸν καιρὸν τῆς νεότητος | 516 | |
15 | τὰς τῆς πυρώσεως προσθήκας ἐπινοήσει, οὔτε κατεψυγμένῳ διὰ πάθος ἢ χρόνον τὰ ψύχοντα καὶ τὰ μαραίνοντα πλεονάσει, καὶ ἐπὶ τῶν λοιπῶν ποιοτήτων ὁμοίως τῆς γραφῆς ἀκούσεται· «ἵνα μήτε τὸ πολὺ πλεονάσῃ μήτε τὸ ὀλίγον ἐλαττώσῃ», ἀλλὰ τὸ ἐν ἑκατέρῳ ἄμετρον περικόπτων | |
20 | τῆς τοῦ ἐνδέοντος προσθήκης ἐπιμελήσεται καὶ ἐπίσης τὴν ἐφ’ ἑκάτερα τοῦ σώματος ἀχρηστίαν φυλάξεται, μήτε | |
δι’ ὑπερβαλλούσης εὐπαθείας ἄτακτον καὶ δυσήνιον τὴν σάρκα ἑαυτοῦ ἐπασκήσας, μήτε διὰ τῆς ἀμέτρου κακοπαθείας νοσώδη καὶ λελυμένην καὶ ἄτονον πρὸς τὴν ἀναγκαίαν | 518 | |
25 | ὑπηρεσίαν παρασκευάσας. Οὗτος ὁ τελεώτατος τῆς ἐγκρατείας σκοπός, οὐχὶ πρὸς τὴν τοῦ σώματος βλέπειν κακοπάθειαν, ἀλλὰ πρὸς τὴν τῶν ψυχικῶν διακονημάτων εὐκολίαν. | |
28 | ||
23t | Κεφάλαιον κγʹ | |
23n | Ὅτι χρὴ τὸν τὴν ἀκρίβειαν τοῦ βίου τούτου μαθεῖν βουλόμενον παρὰ τοῦ κατορθώσαντος διδάσκεσθαι. | |
23.1 | Τὰ δὲ καθ’ ἕκαστον, ὅπως τε χρὴ βιοτεύειν τὸν ἐν τῇ φιλοσοφίᾳ ταύτῃ ζῆν προελόμενον καὶ τίνα φυλάττεσθαι καὶ τίσιν ἐπιτηδεύμασιν ἀσκεῖν ἑαυτόν, ἐγκρατείας μέτρα | |
καὶ διαγωγῆς τρόπον καὶ πάντα τὸν ἐπιβάλλοντα τῷ | 520 | |
5 | τοιούτῳ σκοπῷ βίον, ὅτῳ φίλον δι’ ἀκριβείας μαθεῖν, εἰσὶ μὲν καὶ ἔγγραφοι διδασκαλίαι ταῦτα διδάσκουσαι, ἐνεργεστέρα δὲ τῆς ἐκ τῶν λόγων διδαχῆς ἡ διὰ τῶν ἔργων ἐστὶν ὑφήγησις, καὶ οὐδεμία πρόσεστι δυσκολία τῷ πράγματι, ὡς δεῖν ἢ μακρὰν ὁδοιπορίαν ἢ ναυτιλίαν | |
10 | πολλὴν ὑποστάντας ἐπιτυχεῖν τοῦ παιδεύοντος, ἀλλ’ «Ἐγγύς σου τὸ ῥῆμα», φησὶν ὁ ἀπόστολος, ἀπὸ τῆς ἑστίας ἡ χάρις. Ἐνταῦθα τὸ τῶν ἀρετῶν ἐργαστήριον, ἐν ᾧ πρὸς τὸ ἀκρότα‐ τον τῆς ἀκριβείας ὁ τοιοῦτος βίος προϊὼν ἐκκεκάθαρται. Καὶ πολλή ἐστιν ἐξουσία καὶ σιωπώντων ἐνταῦθα καὶ | |
15 | φθεγγομένων τὴν οὐράνιον ταύτην πολιτείαν διὰ τῶν ἔργων διδάσκεσθαι, ἐπεὶ καὶ πᾶς λόγος δίχα τῶν ἔργων θεωρού‐ μενος, κἂν ὅτι μάλιστα κεκαλλωπισμένος τύχῃ, εἰκόνι | |
ἔοικεν ἀψύχῳ ἐν βαφαῖς καὶ χρώμασιν εὐανθῆ τινα χαρακτῆρα προδεικνυούσῃ· ὁ δὲ ποιῶν καὶ διδάσκων, καθώς φησί | 522 | |
20 | που τὸ εὐαγγέλιον, οὗτος ἀληθῶς ζῶν ἐστιν ἄνθρωπος καὶ ὡραῖος τῷ κάλλει καὶ ἐνεργὸς καὶ κινούμενος. | |
23.2 | Οὐκοῦν τούτῳ προσφοιτητέον ἐστὶ τῷ μέλλοντι κατὰ τὸν αἱροῦντα λόγον τῆς παρθενίας ἀνθέξεσθαι. Καθάπερ γὰρ ὁ φωνὴν ἔθνους τινὸς ἐκμαθεῖν προθυμούμενος οὐκ ἔστιν αὐτάρκης ἑαυτῷ διδάσκαλος, ἀλλὰ παρὰ τῶν ἐπισταμένων | |
5 | παιδεύεται καὶ οὕτω γίνεται τοῖς ἀλλογλώσσοις ὁμόφωνος, οὕτως οἶμαι καὶ τοῦ βίου τούτου μὴ κατὰ τὴν ἀκολουθίαν προϊόντος τῆς φύσεως, ἀλλὰ ἀπεξενωμένου τῇ καινότητι τῆς διαγωγῆς, μὴ ἄλλως τινὰ μαθεῖν τὴν ἀκρίβειαν ἢ παρὰ τοῦ κατωρθωκότος χειραγωγούμενον. Καὶ τὰ ἄλλα δὲ | |
10 | πάντα, ὅσα κατὰ τὸν βίον ἐπιτηδεύομεν, μᾶλλον ἂν κατ‐ ορθωθείη τῷ μετιόντι, εἰ παρὰ διδασκάλοις τις ἑκάστου | |
τῶν σπουδαζομένων ἐκμάθοι τὴν ἐπιστήμην ἢ εἰ ἀφ’ ἑαυτοῦ κατεπιχειροίη τοῦ πράγματος· οὐ γὰρ ἐναργές ἐστι τὸ ἐπιτήδευμα τοῦτο, ὥστε κατ’ ἀνάγκην ἑαυτοῖς | 524 | |
15 | ἐπιτρέπειν τῶν λυσιτελούντων τὴν κρίσιν, ὅτε καὶ τὸ κατατολμᾶν τῆς τῶν ἀγνοουμένων πείρας οὐκ ἔξω κινδύνου καθίσταται. Καθάπερ δὲ τὴν ἰατρικὴν πρότερον ἀγνοουμένην διὰ τῆς πείρας ἐξεῦρον οἱ ἄνθρωποι παρατηρήμασί τισι κατ’ ὀλίγον ἐκκαλυφθεῖσαν, ὥστε καὶ τὸ ὠφελοῦν καὶ | |
20 | τὸ βλάπτον διὰ τῆς τῶν πεπειραμένων μαρτυρίας ἐπιγνωσθὲν οὕτως εἰς τὸν τῆς τέχνης λόγον παραληφθῆναι καὶ παράγ‐ γελμα πρὸς τὸ μέλλον τὸ παρατηρηθὲν τοῖς προλαβοῦσι γίνεσθαι, νῦν δὲ ὁ πρὸς τὴν τέχνην ταύτην ἐσπουδακὼς οὐκ ἔχει ἀνάγκην τῇ καθ’ ἑαυτὸν πείρᾳ διαγινώσκειν τῶν | |
25 | φαρμάκων τὴν δύναμιν, εἴτε δηλητήριον εἴτε ἀλεξητήριόν τί ἐστιν, ἀλλὰ τὰ ἐγνωσμένα παρ’ ἑτέρων μαθὼν αὐτὸς | |
τὴν τέχνην κατώρθωσε· τὸν αὐτὸν τρόπον καὶ τῆς τῶν ψυχῶν ἰατρικῆς, τῆς φιλοσοφίας λέγω, δι’ ἧς παντὸς πάθους τοῦ τῆς ψυχῆς ἁπτομένου τὴν θεραπείαν μανθάνομεν, οὐκ | 526 | |
30 | ἔστιν ἀνάγκη στοχασμοῖς τισι καὶ ὑπονοίαις μετιέναι τὴν ἐπιστήμην, ἀλλ’ ἐξουσίᾳ πολλῇ τῆς μαθήσεως παρὰ τοῦ διὰ μακρᾶς τε καὶ πολλῆς τῆς πείρας κτησαμένου τὴν ἕξιν. Ἔστι μὲν γὰρ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπὶ παντὸς πράγματος ἐπισφαλὴς σύμβουλος ἡ νεότης, καὶ οὐκ ἄν τις εὕροι ῥᾳδίως | |
35 | κατορθωθέν τι τῶν σπουδῆς ἀξίων, ᾧ μὴ πολιὰ συμπαρελή‐ φθη πρὸς κοινωνίαν τοῦ σκέμματος· ὅσῳ δὲ μείζων τῶν λοιπῶν ἐπιτηδευμάτων ὁ προκείμενος τοῖς μετιοῦσίν ἐστι σκοπός, τοσούτῳ καὶ μᾶλλον προνοητέον ἡμῖν τῆς ἀσφαλείας ἐστίν. Ἐπὶ μὲν γὰρ τῶν λοιπῶν ἡ νεότης οὐ κατὰ λόγον | |
40 | διοικουμένη εἰς χρήματα πάντως τὴν ζημίαν ἤνεγκεν, ἤ τινος κοσμικῆς περιφανείας ἢ καὶ ἀξιώματος ἐκπεσεῖν | |
παρεσκεύασεν· ἐπὶ δὲ τῆς μεγάλης τε καὶ ὑψηλῆς ταύτης ἐπιθυμίας οὐ χρήματα τὸ κινδυνευόμενόν ἐστιν, οὐδὲ δόξα κοσμικὴ καὶ ἐφήμερος, οὐδὲ ἄλλο τι τῶν ἔξωθεν ἡμῖν | 528 | |
45 | παρεπομένων—τῶν καὶ κατὰ γνώμην καὶ ὡς ἑτέρως διοικουμένων ὀλίγος τοῖς σωφρονοῦσιν ὁ λόγος—, ἀλλ’ αὐτῆς ἅπτεται τῆς ψυχῆς ἡ ἀβουλία, καὶ ὁ κίνδυνος τῆς ζημίας ταύτης ἐστὶν οὐ τὸ ἄλλο τι ζημιωθῆναι, οὗ τυχὸν καὶ δυνατὴ φαίνεται ἡ ἐπανάληψις, ἀλλὰ τὸ αὐτὸν ἀπολέσθαι | |
23.2(50) | καὶ ζημιωθῆναι τὴν ψυχὴν τὴν ἰδίαν. Ὁ μὲν γὰρ τὴν πατρῴαν καταναλώσας οὐσίαν οὐκ ἀπελπίζει τυχὸν ἐπινοίαις τισὶ πάλιν ἐπὶ τὴν ἀρχαίαν ἐπανελθεῖν εὐπορίαν, ἕως ἂν ἐν τοῖς ζῶσιν ᾖ· ὁ δὲ τῆς ζωῆς ταύτης ἐκπεσὼν πᾶσαν ἐλπίδα τῆς πρὸς τὸ κρεῖττον μεταβολῆς συναφῄρηται. | |
23.3 | Οὐκοῦν ἐπειδὴ νέοι ἔτι καὶ ἀτελεῖς τὴν διάνοιαν οἱ πολλοὶ τῆς παρθενίας ἀντιλαμβάνονται, τοῦτο πρὸ πάντων | |
αὐτοῖς ἐπιτηδευτέον ἂν εἴη, τὸ ζητῆσαι τῆς ὁδοῦ ταύτης ἀγαθὸν καθηγεμόνα τε καὶ διδάσκαλον, μή που διὰ τὴν | 530 | |
5 | ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς ἀνοδίας τινὰς καὶ πλάνας ἑαυτοῖς ἀπὸ τῆς εὐθείας καινοτομήσωσιν. «Ἀγαθοὶ γὰρ δύο ὑπὲρ τὸν ἕνα», φησὶν ὁ ἐκκλησιαστής· εὐκαταγώνιστος δὲ ὁ εἷς τῷ ἐχθρῷ τῷ κατὰ τὰς θείας ὁδοὺς ἐνεδρεύοντι καὶ ὄντως «οὐαὶ τῷ ἑνὶ ὅταν πέσῃ», ὅτι οὐκ ἔχει τὸν ἀνορ‐ | |
10 | θοῦντα. Ἤδη γάρ τινες ὁρμῇ μὲν δεξιᾷ πρὸς τὴν τοῦ σεμ‐ νοῦ βίου ἐπιθυμίαν ἐχρήσαντο, ὡς δὲ ὁμοῦ τῷ προελέσθαι καὶ τῆς τελειότητος ἐφαψάμενοι, ἑτέρῳ πτώματι διὰ | |
τοῦ τύφου ὑπεσκελίσθησαν, διά τινος φρενοβλαβείας ἑαυτοὺς ἐξαπατήσαντες ἐκεῖνο ἡγεῖσθαι καλόν, ἐφ’ ὅπερ ἂν αὐτῶν | 532 | |
15 | ἡ διάνοια ῥέψῃ. Ἐκ τούτων εἰσὶν οἱ παρὰ τῆς Σοφίας ὀνομασθέντες ἀεργοί, οἱ τὰς ὁδοὺς ἑαυτῶν ἀκάνθαις στρώσαντες, οἱ βλάβην ἡγούμενοι τῆς ψυχῆς τὴν περὶ τὰ ἔργα τῶν ἐντολῶν προθυμίαν, οἱ παραγραψάμενοι τὰς ἀποστολικὰς παραινέσεις καὶ μὴ τὸν ἴδιον ἄρτον | |
20 | εὐσχημόνως ἐσθίοντες, ἀλλὰ τῷ ἀλλοτρίῳ προσκεχηνότες τέχνην βίου τὴν ἀργίαν ποιούμενοι· ἐντεῦθεν οἱ ἐνυπνιασταὶ οἱ τὰς ἐκ τῶν ὀνείρων ἀπάτας πιστοτέρας τῶν εὐαγγελικῶν διδαγμάτων ποιούμενοι καὶ ἀποκαλύψεις τὰς φαντασίας προσαγορεύοντες· «ἀπὸ τούτων εἰσὶν οἱ ἐνδύνοντες εἰς τὰς | 534 |
25 | οἰκίας» καὶ πάλιν ἄλλοι οἱ τὸ ἄμικτόν τε καὶ θηριῶδες ἀρετὴν νομίζοντες καὶ τὴν τῆς ἀγάπης ἐντολὴν οὐ γνωρί‐ ζοντες οὐδὲ τῆς μακροθυμίας τε καὶ ταπεινοφροσύνης τὸν | |
καρπὸν ἐπιστάμενοι. | 536 | |
23.4 | Καὶ τίς ἂν διεξέλθοι πάντα τὰ τοιαῦτα πτώματα, εἰς ὅσα ἐκφέρεται τῷ μὴ θέλειν τοῖς κατὰ θεὸν εὐδοκιμοῦσι προστίθεσθαι; Ἐκ τούτων γὰρ ἔγνωμεν καὶ τοὺς τῷ λιμῷ μέχρι θανάτου ἐγκαρτεροῦντας, ὡς «τοῦ θεοῦ ταῖς τοιαύταις | |
5 | εὐαρεστουμένου θυσίαις», καὶ πάλιν ἄλλους ἐκ διαμέτρου πρὸς τὸ ἐναντίον ἀποστατήσαντας, οἳ μέχρις ὀνόματος τὴν ἀγαμίαν ἐπιτηδεύσαντες οὐδὲν διαφέρουσι τοῦ κοινοῦ βίου, οὐ μόνον τῇ γαστρὶ τὰ πρὸς ἡδονὴν χαριζόμενοι, ἀλλὰ καὶ | |
γυναιξὶ κατὰ τὸ φανερὸν συνοικοῦντες καὶ ἀδελφότητα τὴν | 538 | |
10 | τοιαύτην συμβίωσιν ὀνομάζοντες, ὡς δὴ τὴν πρὸς τὸ χεῖρον ὑπόνοιαν ὀνόματι σεμνοτέρῳ περικαλύπτοντες· δι’ ὧν καὶ σφόδρα τὸ σεμνὸν τοῦτο καὶ καθαρὸν ἐπιτήδευμα βλασφη‐ | |
μεῖται παρὰ τῶν ἔξωθεν. | 540 | |
23.5 | Οὐκοῦν λυσιτελὲς ἂν εἴη μὴ νομοθετεῖν ἑαυτοῖς τοὺς νέους τὴν τοῦ βίου τούτου ὁδόν· οὐ γὰρ ἐπιλέλοιπε τὴν ζωὴν ἡμῶν τὰ τῶν ἀγαθῶν ὑποδείγματα, ἀλλὰ καὶ σφόδρα νῦν, εἴπερ ποτέ, ἡ σεμνότης ἤνθησε καὶ ἐπιχωριάζει τῷ | |
5 | βίῳ ἡμῶν πρὸς τὸ ἀκρότατον ταῖς κατ’ ὀλίγον προσθήκαις ἀκριβωθεῖσα, ἧς ἔξεστι μετασχεῖν τὸν τοῖς τοιούτοις ἴχνεσι περιπατοῦντα καὶ τῆς ὀσμῆς τοῦ μύρου τούτου κατόπιν ἑπόμενον «τῆς εὐωδίας τοῦ Χριστοῦ» ἀναπίμπλασθαι. Καθάπερ γὰρ μιᾶς ἐξαφθείσης λαμπάδος εἰς πάντας τοὺς | |
10 | προσεγγίζοντας λύχνους ἡ τῆς φλογὸς διάδοσις γίνεται, οὔτε τοῦ πρώτου φωτὸς ἐλαττουμένου καὶ τοῖς διὰ μετα‐ λήψεως φωτιζομένοις κατὰ τὸ ἴσον προσγινομένου, οὕτω καὶ ἡ τοῦ βίου τούτου σεμνότης ἀπὸ τοῦ κατωρθωκότος αὐτὴν ἐπὶ τοὺς προσεγγίζοντας διαδίδοται· ἀληθὴς γὰρ | |
15 | ὁ προφητικὸς λόγος, «τὸν μετὰ ὁσίου καὶ ἀθῴου καὶ ἐκλε‐ | |
κτοῦ διάγοντα τοιοῦτον γίνεσθαι». | 542 | |
23.6 | Εἰ δὲ ζητεῖς τὰ γνωρίσματα, δι’ ὧν οὐκ ἔστιν ἁμαρτεῖν τοῦ ἀγαθοῦ ὑποδείγματος, εὔκολος ἡ ὑπογραφή. Ἐὰν ἴδῃς βίον ἀνδρὸς ἐν μέσῳ θανάτου καὶ ζωῆς ἐνδεικνύμενον, μήτε παντελῶς πρὸς τὸν θάνατον τετραμμένον, | |
5 | μήτε ὅλῳ τῷ ποδὶ ἐπὶ τῆς ζωῆς βεβηκότα, ἀλλ’ ἐν οἷς μὲν σαρκὸς ζωὴ δοκιμάζεται τοῖς νεκροῖς ἐναρίθμιον, πρὸς δὲ τὰ τῆς ἀρετῆς ἔργα, δι’ ὧν οἱ «τῷ πνεύματι ζῶντες» ἐπιγινώσκονται, ἀληθῶς ἔμψυχον καὶ ἐνεργὸν καὶ ἰσχύοντα, πρὸς τοῦτον βλέπε τὸν κανόνα τοῦ βίου· τοῦτον τέθεικε | |
10 | σκοπὸν ὁ θεὸς τῇ ἡμετέρᾳ ζωῇ. Ὄψει δὲ οὐχ ἕνα μόνον, ἀλλὰ χορὸν ἁγίων ὑπὸ καθηγεμόνι τῷ κορυφαίῳ ταττόμενον, | |
τοὺς μίμησιν τοῦ κατωρθωκότος ποιουμένους. Ἐν οἷς πολλοὶ ταῖς ἡλικίαις νεάζοντες ἐν τῷ καθαρῷ τῆς σωφροσύνης ἐπολιώθησαν, φθάσαντες τῷ λογισμῷ τὸ | 544 | |
15 | γῆρας καὶ τρόπῳ τὸν χρόνον ὑπερβαλλόμενοι, οἳ τὸν τῆς σοφίας ἔρωτα σφοδρότερον καὶ βιαιότερον τῶν σωματικῶν ἡδονῶν ἐπεδείξαντο, οὐχ ὅτι φύσεως ἑτέρως εἶχον—ἐν ἅπασι γὰρ «ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματοσ»—, ἀλλ’ ἐπειδὴ καλῶς ἤκουσαν τοῦ εἰπόντος, ὅτι ἡ σωφροσύνη | |
20 | «ξύλον ἐστὶ ζωῆς πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς». Ἐπὶ τούτου τοῦ ξύλου τὸν τῆς νεότητος κλύδωνα ὥσπερ ἐπὶ | |
σχεδίας τινὸς διαπλεύσαντες εἰς τὸν λιμένα τοῦ θελήματος τοῦ θεοῦ καθωρμίσθησαν, καὶ νῦν ἐν εὐδίᾳ καὶ γαλήνῃ τὴν ψυχὴν ἀκύμαντον ἔχουσι, μακαριστοὶ τῆς εὐπλοΐας, | 546 | |
25 | οἳ τὸ καθ’ ἑαυτοὺς ἐπὶ τῆς ἀγαθῆς ἐλπίδος ὥσπερ ἐπί τινος ἀσφαλοῦς ἐβεβαίωσαν ἀγκύρας, οἳ πόρρω τῆς τῶν κυμάτων | |
ταραχῆς ἀτρεμοῦσι, καθάπερ πυρσούς τινας ἀπὸ ὑψηλῆς φρυκτωρίας τὴν τῶν ἰδίων βίων λαμπρότητα τοῖς ἑπομένοις προέθηκαν. Οὐκοῦν ἔχομεν πρὸς ὃν ἀποβλέψαντες ἀσφαλῶς | 548 | |
30 | τὸν κλύδωνα τῶν πειρασμῶν διαπλεύσωμεν. | |
23.7 | Τί μοι πολυπραγμονεῖς, εἴ τινες τῶν ταῦτα διανοη‐ θέντων ἡττήθησαν, καὶ διὰ τοῦτο ἀπογινώσκεις ὡς ἀμη‐ χάνου τοῦ πράγματος; Πρὸς τὸν κατωρθωκότα βλέπε, καὶ θαρρῶν κατατόλμησον τῆς ἀγαθῆς ναυτιλίας τῇ ἐπι‐ | |
5 | πνοίᾳ τοῦ ἁγίου πνεύματος ὑπὸ κυβερνήτῃ τῷ Χριστῷ | |
εὐθυνόμενος. Οὐδὲ γὰρ «οἱ καταβαίνοντες εἰς τὴν θάλασ‐ σαν ἐν πλοίοις καὶ ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς» τὸ συμβάν τινι ναυάγιον κώλυμα τῶν ἐλπίδων πεποίηνται, ἀλλὰ τὴν ἀγαθὴν ἐλπίδα ἑαυτῶν προβαλλόμενοι ἐπὶ τὸ | 550 | |
10 | πέρας τοῦ κατορθώματος σπεύδουσιν. Ἦ οὐχὶ πάντων ἀτοπώτατον ἂν εἴη τὸ μὲν σφαλῆναί τινα ἐν τῷ διηκριβωμένῳ βίῳ πονηρὸν τίθεσθαι, ὅλον δὲ τὸν βίον καταγηρῶντας ἐν σφάλμασιν ἄμεινον ἡγεῖσθαι βουλεύεσθαι; Εἰ γὰρ δεινόν ἐστιν ἅπαξ προσεγγίσαι τῇ ἁμαρτίᾳ, καὶ διὰ τοῦτο ἀσφαλὲς | |
15 | εἶναι νομίζεις τὸ μηδὲ ἐγχειρεῖν τῷ ὑψηλοτέρῳ σκοπῷ, πόσῳ χαλεπώτερόν ἐστιν ἐπιτήδευμα βίου τὴν ἁμαρτίαν ποιή‐ σασθαι καὶ διὰ τοῦτο ἀμέτοχον καθόλου τῆς καθαρωτέρας διαμεῖναι ζωῆς; Πῶς ἀκούεις τοῦ ἐσταυρωμένου, ὁ ζῶν, τοῦ ἀποθανόντος τῇ ἁμαρτίᾳ, ὁ κατ’ αὐτὴν ὑγιαίνων, τοῦ | |
20 | κελεύοντος τὴν ἀκολούθησιν ὀπίσω αὐτοῦ, ὥσπερ τι τρόπαιον κατὰ τοῦ ἀντικειμένου τὸν σταυρὸν ἐπὶ τοῦ σώματος φέροντος, ὁ μὴ σταυρούμενος τῷ κόσμῳ καὶ τὴν νέκρωσιν τῆς | |
σαρκὸς μὴ δεχόμενος; Πῶς πείθῃ τῷ παρακαλοῦντί σε Παύλῳ «παραστῆσαι τὸ σῶμά σου θυσίαν ζῶσαν ἁγίαν | 552 | |
25 | εὐάρεστον τῷ θεῷ», «ὁ συσχηματιζόμενος τῷ αἰῶνι τούτῳ καὶ μὴ μεταμορφούμενος τῇ ἀνακαινώσει τοῦ νοός σου» μηδὲ «περιπατῶν ἐν τῇ καινότητι τῆς ζωῆς ταύτης», ἀλλ’ ἔτι τὴν ἀκολουθίαν τῆς τοῦ παλαιοῦ ἀνθρώπου ζωῆς περιέ‐ πων; Πῶς ἱερατεύεις θεῷ καίτοι εἰς αὐτὸ τοῦτο χρισθείς, | |
30 | εἰς τὸ προσφέρειν δῶρον τῷ θεῷ, δῶρον δὲ οὐκ ἀλλότριόν τι πάντως οὐδὲ ὑποβολιμαῖον ἐκ τῶν ἔξωθέν σοι παρεπο‐ μένων, ἀλλὰ τὸ ἀληθῶς σόν, ὅπερ ἐστὶν ὁ ἔσω σου ἄνθρω‐ πος, τέλειός τε καὶ ἄμωμος εἶναι ὀφείλων κατὰ τὸν περὶ τοῦ ἀμνοῦ νόμον, πάσης κηλίδος τε καὶ λώβης ἀπηλλαγ‐ | |
35 | μένος; Πῶς οὖν ταῦτα προσοίσεις θεῷ, ὁ μὴ ἀκούων τοῦ νόμου τοῦ κωλύοντος ἱερᾶσθαι τὸν ἄναγνον; Εἰ δὲ καὶ τὸν θεὸν ἐπιφανῆναί σοι ποθεῖς, τί οὐκ ἀκούεις τοῦ Μωϋσέως καθαρεύειν ἀπὸ γάμου τῷ λαῷ παραγγέλλοντος, ἵνα χω‐ ρήσωσι τοῦ θεοῦ τὴν ἐμφάνειαν; Εἰ δὲ μικρά σοι ταῦτα | 554 |
40 | δοκεῖ, τὸ «συσταυρωθῆναι Χριστῷ», τὸ «παραστῆσαι ἑαυτὸν θυσίαν τῷ θεῷ», τὸ «ἱερέα γενέσθαι τοῦ θεοῦ τοῦ ὑψίστου», τὸ τῆς μεγάλης τοῦ θεοῦ ἐπιφανείας ἀξιωθῆναι, τί σοι τούτων ἐπινοήσωμεν ὑψηλότερον, εἴ πού σοι μικρὰ καὶ τὰ ἀπὸ τούτων δόξει; Ἐκ μὲν γὰρ τοῦ συσταυρωθῆναι, καὶ | |
45 | συζῆσαι καὶ συνδοξασθῆναι καὶ συμβασιλεῦσαι προσγίνε‐ | |
ται· ἐκ δὲ τοῦ ἑαυτὸν παραστῆσαι τῷ θεῷ, ἀπὸ τῆς ἀνθρω‐ πίνης φύσεως καὶ ἀξίας εἰς τὴν ἀγγελικήν ἐστι μετατά‐ ξασθαι· οὕτω γάρ φησι ὁ Δανιὴλ ὅτι «Χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ.» Ὁ δὲ τῆς ἀληθινῆς ἱερωσύνης | 556 | |
23.7(50) | λαβόμενος καὶ τῷ μεγάλῳ ἀρχιερεῖ ἑαυτὸν συντάξας «μένει πάντως καὶ αὐτὸς ἱερεὺς εἰς τὸν αἰῶνα, οὐκέτι θανάτῳ παραμένειν εἰς τὸ διηνεκὲς κωλυόμενος». Τοῦ δὲ τὸν θεὸν αὐτὸν καταξιωθῆναι ἰδεῖν οὐκ ἄλλος τίς ἐστιν ὁ καρπὸς ἢ αὐτὸ τοῦτο τὸ καταξιωθῆναι τὸν θεὸν ἰδεῖν· | |
55 | πάσης γὰρ ἐλπίδος ἡ κορυφὴ καὶ πάσης ἐπιθυμίας κατόρ‐ θωμα, εὐλογίας τε θεοῦ καὶ ἐπαγγελίας πάσης καὶ τῶν ἀρρήτων ἀγαθῶν τῶν ὑπὲρ αἴσθησίν τε καὶ γνῶσιν εἶναι πεπιστευμένων τὸ πέρας καὶ τὸ κεφάλαιον τοῦτό ἐστιν, ὃ καὶ Μωϋσῆς ἰδεῖν ἐπεπόθησε καὶ πολλοὶ προφῆται καὶ | |
60 | βασιλεῖς ἐπεθύμησαν· ἀξιοῦνται δὲ μόνοι οἱ καθαροὶ τῇ καρδίᾳ, οἱ διὰ τοῦτο ὄντως μακάριοι καὶ ὄντες καὶ ὀνομαζόμενοι, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται, ὧν ἕνα καὶ σὲ βουλόμεθα γενέσθαι, «συσταυρωθέντα Χριστῷ», παραστάν‐ τα θεῷ ἁγνὸν ἱερέα καὶ καθαρὸν θῦμα γενόμενον ἐν πάσῃ | |
65 | καθαρότητι διὰ τῆς ἁγνείας ἑαυτὸν ἑτοιμάσαντα τῇ τοῦ θεοῦ παρουσίᾳ, ἵνα καὶ αὐτὸς «ἴδῃς τὸν θεὸν ἐν καθαρᾷ τῇ καρδίᾳ» κατὰ τὴν ἐπαγγελίαν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς | |
αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 558 |